Ὅτι σπάνια τὰ καλά.
Πέρσαι τὰ τόξα σπουδάζουσι, καὶ πᾶς ὁ βίος ἐκείνοις φαρέτρα καὶ βέλη ...
... κἂν εὐωχῆταί ποτε, οὐ πόρρω τοῦ κρατῆρος τὰ βέλη κείσεται, καὶ—τὸ σύμπαν εἰπεῖν—ἐστὶ τὰ τόξα αὐτοῖς ὅπλα μέν, εἰ πολεμεῖν δεήσει, κόσμος δέ, ἐπειδὴ τὴν εἰρήνην ἄγωσιν ...
Οὐδὲ βασιλεὺς αὐτοῖς πονεῖ μὲν αὐτὸς τὰ τόξα ...
Ἐπαινῶ τὸν νόμον, δικαία φιλοπόνου γνώμης βάσανος ...
Σπάνια γὰρ εἶναι καθήκει τὰ τίμια ...
Οἶδε τοῦτον πρὸ Περσῶν ἡ φύσις τὸν νόμον. οὐδεὶς ἂν ὠκεανὸν ἰδεῖν ἠξίωσεν, εἰ μὴ τὴν ἐν μέσῳ φυγὼν περιεχύθη τῆς γῆς τοῖς τέρμασι. τίς δʼ ἂν εἴη πυραμίδων λόγος, εἰ μὴ πόρρω τοῦτο τὸ θέαμα; ἢ τοῦ κατʼ Αἰθίοπας λίθου τοῦ Μέμνονος, εἰ μὴ κἀκεῖνον ἄνω τῆς πολλῆς θέας ἡ μήτηρ ἔστησε; ταῦτά τοι καὶ ἀλήθειαν ἀλλʼ οὐ μῦθον εἶναι τὸν περὶ αὐτοῦ λόγον πιστεύομεν, ὅτι λίθος ὁμιλήσας ἡλίῳ οἷον ἄνθρωπος ἠχεῖ καὶ φθέγγεται ...
Μόλις καὶ ῥόδον ἡ φύσις ἀνθρώποις χαρίζεται, καὶ οὐδὲ τοῦτο ὁμοῦ τε φύει καὶ ἴσα πετάννυται, ἀλλʼ οἰκουρῆσαν τὸ πολὺ τῆς ἀκμῆς εἴσω τῆς κάλυκος, ὀψὲ προκύπτει καὶ σχίζεται. ἀλλʼ οὐδʼ ὀπωρίζειν ἔξεστιν, ὅταν ἐθέλωσιν ἄνθρωποι· ἀλλὰ κἂν μήλων ἐπιθυμῇς, κἂν συκάζειν ἐθέλῃς, ἀναμένεις τὴν ὥραν τὴν τῆς ὀπώρας ἐπώνυμον ...
Τὸ δʼ ἐν Δωδώνῃ χαλκεῖον, ὅτι ἤχει ἀεί, μισήσας ὁ χρόνος διέλυσεν εἰς μῦθον τὸ τέχνημα· δεινὴ γὰρ ἡ συνήθεια κόρον τεκεῖν καὶ τὴν ἐξουσίαν ὕβρει λυμήνασθαι ...
Ἀχθόμεθα καὶ ἡλίῳ πολλάκις, ὅτι πολύς ...
Οἰκοῦντες γῆν ζητοῦμεν θάλατταν, καὶ πλέοντες πάλιν περισκοποῦμεν τὰ λήια. ὁ πλωτὴρ μακαρίζει γηπόνον· καὶ τὸν ναυτίλον ἀρότης ἡγεῖται πάλιν εὐδαίμονα. ταῦτα πάντα τοῦ κόρου παίγνια. κόρον γεννᾷ ἡ συνήθεια. φεύγωμεν τὸν κόρον, ὦ παῖδες· τοξεύει πολλάκις διʼ ὕβριν οὗτος καὶ αὐτοῖς ἤδη τοῖς ἔρωσιν· τοῦτο γάρ ποτε τῆς παροιμίας ἤκουσα.