eul_wid: brc-ac
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On Truth by Antiphon the Sophist of Athens

On Truth is a philosophical treatise from the late 5th century BCE, attributed to the thinker known as Antiphon the Sophist. A major surviving work of the Sophistic movement, it survives only in fragments preserved on ancient papyri and in quotations by later authors. Its original structure was systematic, divided into at least two books, and it argues a central position in the classical debate between nature and human law or convention. The work contends that the laws of society are artificial and often oppressive constraints, while the dictates of nature—which guide self-preservation and advantage—are primary and true. It explores themes of justice, self-interest, and relativism, suggesting that following natural advantage is always beneficial, whereas obeying man-made law is only prudent when witnesses are present. The argument amounts to a form of radical ethical naturalism that challenged the foundations of Athenian civic ideology. The text was lost for centuries until significant portions were rediscovered on papyrus in Egypt in the early 20th century. The attribution of these fragments to Antiphon the Sophist is based on ancient sources, though scholars debate whether this author is distinct from the known Athenian orator Antiphon. Despite its incomplete state, On Truth provides crucial direct evidence for the sophistication of pre-Socratic ethical thought.

ΑΝΤΙΦΩΝΤΟΣ ΑΛΗΘΕΙΑΣ ΑΒ

Γαληνός ὥσπερ καὶ ὁ Ἀ. ἐν τῶι προτέρωι τῆς Ἀληθείας οὕτω λέγων· «ταῦτα δὲ γνοὺς εἴσηι ἕν τι οὐδὲν ὂν αὐτῶι οὔτε ὧν ὄψει ὁρᾶι ὁ ὁρῶν μακρότατα οὔτε ὧν γνώμηι γιγνώσκει ὁ μακρότατα γιγνώσκων». δοκεῖ δή μοι τὸ μὲν σύμπαν τέχνη εἶναι οὐδεμία οὐκ ἐοῦσα· καὶ γὰρ ἄλογον τῶν ἐόντων τι ἡγεῖσθαι μὴ ἐόν· ἐπεὶ τῶν γε μὴ ἐόντων τίνα ἄν τις οὐσίην θεησάμενος ἀπαγγείλειεν ὡς ἔστιν; εἰ γὰρ δὴ ἔστι γʼ ἰδεῖν τὰ μὴ ἐόντα ὥσπερ τὰ ἐόντα, οὐκ οἶδʼ, ὅπως ἄν τις αὐτὰ νομίσειε μὴ ἐόντα, ἅ γε εἴη καὶ ὀφθαλμοῖσιν ἰδεῖν καὶ γνώμηι νοῆσαι ὡς ἔστιν. ἀλλʼ ὅπως μὴ οὐκ ἦι τοῦτο τοιοῦτον· ἀλλὰ τὰ μὲν ἐόντα αἰεὶ ὁρᾶταί τε καὶ γινώσκεται, τὰ δὲ μὴ ἐόντα οὔτε ὁρᾶται οὔτε γινώσκεται. γινώσκεται τοίνυν, δεδιδαγμένων ἤδη τῶν εἰδέων, ἑκάστη τῶν τεχνέων, καὶ οὐδεμία ἐστὶν ἥ γε ἔκ τινος εἴδεος οὐχ ὁρᾶται. οἶμαι δʼ ἔγωγε καὶ τὰ ὀνόματα αὐτὰς διὰ τὰ εἴδεα λαβεῖν· ἄλογον γὰρ ἀπὸ τῶν ὀνομάτων ἡγεῖσθαι τὰ εἴδεα βλαστάνειν καὶ ἀδύνατον· τὰ μὲν γὰρ ὀνόματα νομοθετήματά ἐστιν, τὰ δὲ εἴδεα οὐ νομοθετήματα, ἀλλὰ βλαστήματα.

Γαληνός καί· «πᾶσι γὰρ ἀνθρώποις ἡ γνώμη τοῦ σώματος ἡγεῖται καὶ εἰς ὑγίειαν καὶ νόσον καὶ εἰς τὰ ἄλλα πάντα.»

Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης «ἀπαρασκεύωι γνώμηι» ἐν τοῖς Περὶ ἀληθείας Ἀ. εἶπεν, ἀπαρασκεύαστον δὲ ἐν ταῖς ῥητορικαῖς Τέχναις — δοκοῦσι δʼ οὐ γνήσιαι.

Οὐαλέριος Ἁρποκρατίων ἄοπτα: ἀντὶ τοῦ ἀόρατα καὶ οὐκ ὀφθέντα, ἀλλὰ δόξαντα ὁρᾶσθαι Ἀ. Ἀληθείας α.

—ἀπαθῆ· ἀντὶ τοῦ τὰ μὴ ὡς ἀληθῶς γεγονότα πάθη Ἀ. Ἀληθείας α.

Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης διοπτεύειν Κριτίας καὶ Ἀ., Ἀ. δὲ καὶ εἴσοπτοι.

Ἀ. δὲ καὶ τὸ ὀψόμενον εἶπε καὶ τῆι ὄψει οἷον τοῖς ὀφθαλμοῖς καὶ ὀπτὴρ καὶ ἄοπτα.

ἡ γὰρ ὀδμὴ καὶ εὐοδμία δοκεῖ μὲν τοῖς πολλοῖς εἶναι καλὰ τὰ ὀνόματα, ἔστι δὲ ποιητικά, ἐν δὲ τοῖς καταλογάδην ἰωνικὰ καὶ αἰολικά· παρὰ μόνωι δʼ Ἀντιφῶντι ὀδμὰς καὶ εὐοδμίαν εὕροι τις ἄν.

Ἀέτιος Ἀ. καὶ Κριτόλαος νόημα ἢ μέτρον τὸν χρόνον, οὐχ ὑπόστασιν.

Σοῦδα ἀδέητος: ὁ μηδενὸς δεόμενος καὶ πάντα ἔχων. Ἀ. ἐν α Ἀληθείας· «διὰ τοῦτο οὐδενὸς δεῖται οὐδὲ προσδέχεται οὐδενός τι, ἀλλʼ ἄπειρος καὶ ἀδέητος».

Οὐαλέριος Ἁρποκρατίων δεήσεις: ἀντὶ τοῦ ἐνδείας Ἀ. Ἀληθείας α.

Ὠριγένης κἂν Δημοσθένης τις οὖν ὁ ῥήτωρ ἦι μετὰ τῆς παραπλησίας ἐκείνωι κακίας καὶ τῶν ἀπὸ κακίας αὐτῶι πεπραγμένων, κἂν Ἀ. ἄλλος ῥήτωρ νομιζόμενος εἶναι καὶ τὴν πρόνοιαν ἀναιρῶν ἐν τοῖς ἐπιγεγραμμένοις Περὶ ἀληθείας παραπλησίως τῆι Κέλσου ἐπιγραφῆι, οὐδὲν ἧττόν εἰσιν οὗτοι σκώληκες ἐν βορβόρου γωνίαι τοῦ τῆς ἀμαθίας καὶ ἀγνοίας καλινδούμενοι.

Ἀριστοτέλης ἅμα δʼ οὐδὲ λύειν ἅπαντα προσήκει, ἀλλʼ ἢ ὅσα ἐκ τῶν ἀρχῶν τις ἐπιδεικνὺς ψεύδεται, ὅσα δὲ μή, οὔ· οἷον τὸν τετραγωνισμὸν τὸν μὲν διὰ τῶν τμημάτων γεωμετρικοῦ διαλῦσαι, τὸν δʼ Ἀντιφῶντος οὐ γεωμετρικοῦ.

Σιμπλίκιος ὁ Κίλιξ τὸν γὰρ τετραγωνισμὸν τοῦ κύκλου πολλῶν ζητούντων — τοῦτο δὲ ἦν τὸ κύκλωι ἴσον τετράγωνον θέσθαι — καὶ Ἀ. ἐνόμισεν εὑρίσκειν καὶ Ἱπποκράτης ὁ Χῖος ψευσθέντες. ἀλλὰ τὸ μὲν Ἀντιφῶντος ψεῦδος διὰ τὸ μὴ ἀπὸ γεωμετρικῶν ἀρχῶν ὡρμῆσθαι, ὡς μαθησόμεθα, οὐκ ἔστι γεωμετρικοῦ λύειν ...

ὁ δὲ Ἀ. γράψας κύκλον ἐνέγραψέ τι χωρίον εἰς αὐτὸν πολύγωνον τῶν ἐγγράφεσθαι δυναμένων. ἔστω δὲ εἰ τύχοι τετράγωνον τὸ ἐγγεγραμμένον. ἔπειτα ἑκάστην τῶν τοῦ τετραγώνου πλευρῶν δίχα τέμνων ἀπὸ τῆς τομῆς ἐπὶ τὰς περιφερείας πρὸς ὀρθὰς ἦγε γραμμάς, αἳ δηλονότι δίχα ἔτεμνον ἑκάστη τὸ καθʼ αὑτὴν τμῆμα τοῦ κύκλου. ἔπειτα ἀπὸ τῆς τομῆς ἐπεζεύγνυεν ἐπὶ τὰ πέρατα τῶν γραμμῶν τοῦ τετραγώνου εὐθείας, ὡς γίνεσθαι τέτταρα τρίγωνα τὰ ἀπὸ τῶν εὐθειῶν, τὸ δὲ ὅλον σχῆμα τὸ ἐγγεγραμμένον ὀκτάγωνον. καὶ οὕτως πάλιν κατὰ τὴν αὐτὴν μέθοδον, ἑκάστην τῶν τοῦ ὀκταγώνου πλευρῶν δίχα τέμνων ἀπὸ τῆς τομῆς ἐπὶ τὴν περιφέρειαν πρὸς ὀρθὰς ἄγων καὶ ἐπιζευγνὺς ἀπὸ τῶν σημείων, καθʼ ἃ αἱ πρὸς ὀρθὰς ἀχθεῖσαι ἐφήπτοντο τῶν περιφερειῶν, εὐθείας ἐπὶ τὰ πέρατα τῶν διηιρημένων εὐθειῶν, ἑκκαιδεκάγωνον ἐποίει τὸ ἐγγραφόμενον. καὶ κατὰ τὸν αὐτὸν πάλιν λόγον τέμνων τὰς πλευρὰς τοῦ ἑκκαιδεκαγώνου τοῦ ἐγγεγραμμένου καὶ ἐπιζευγνὺς εὐθείας καὶ διπλασιάζων τὸ ἐγγραφόμενον πολύγωνον καὶ τοῦτο ἀεὶ ποιῶν ὤιετό ποτε δαπανωμένου τοῦ ἐπιπέδου ἐγγραφήσεσθαί τι πολύγωνον τούτωι τῶι τρόπωι ἐν τῶι κύκλωι, οὗ αἱ πλευραὶ διὰ σμικρότητα ἐφαρμόσουσι τῆι τοῦ κύκλου περιφερείαι. παντὶ δὲ πολυγώνωι ἴσον τετράγωνον δυνάμενοι θέσθαι, ὡς ἐν τοῖς Στοιχείοις παρελάβομεν, διὰ τὸ ἴσον ὑποκεῖσθαι τὸ πολύγωνον τῶι κύκλωι ἐφαρμόζον αὐτῶι, ἐσόμεθα καὶ κύκλωι ἴσον τιθέντες τετράγωνον. πρὸς Ἀντιφῶντα δὲ οὐκέτʼ ἂν ἔχοι λέγειν ὁ γεωμέτρης, ὃς ἐγγράφων τρίγωνον ἰσόπλευρον εἰς τὸν κύκλον καὶ ἐφʼ ἑκάστης τῶν πλευρῶν ἕτερον ἰσοσκελὲς συνιστὰς πρὸς τῆι περιφερείαι τοῦ κύκλου καὶ τοῦτο ἐφεξῆς ποιῶν ὤιετό ποτε ἐφαρμόσειν τοῦ τελευταίου τριγώνου τὴν πλευρὰν εὐθεῖαν οὖσαν τῆι περιφερείαι. τοῦτο δὲ ἦν τοῦ τὴν ἐπʼ ἄπειρον τομὴν ἀναιροῦντος, ἣν ὑπόθεσιν ὁ γεωμέτρης λαμβάνει.

Οὐαλέριος Ἁρποκρατίων διάθεσις: ... καὶ γὰρ τὸ ῥῆμα διαθέσθαι λέγουσιν ἐπὶ τοῦ διοικῆσαι. Ἀ. Ἀληθείας α· γυμνωθεῖσα δὲ ἀφορμῆς πολλὰ ἂν καὶ καλὰ κακῶς διαθεῖτο.

—ἔμβιος: Ἀ. Ἀληθείας α· «καὶ ἡ σηπεδὼν ... ἔμβιος γένοιτο» ἀντὶ τοῦ «ἐν τῶι ζῆν», τουτέστι «ζήσειε καὶ μὴ ξηρανθείη μηδʼ ἀποθάνοι». δοκεῖ δʼ ἡ φύσις καὶ ἡ οὐσία τῶν φύσει ὄντων ἐνίοις εἶναι τὸ πρῶτον ἐνυπάρχον ἑκάστωι ἀρρύθμιστον καθʼ ἑαυτό, οἷον κλίνης φύσις τὸ ξύλον, ἀνδριάντος δʼ ὁ χαλκός. σημεῖον δέ φησιν Ἀ. ὅτι εἴ τις κατορύξειε κλίνην καὶ λάβοι δύναμιν ἡ σηπεδὼν ὥστε ἀνεῖναι βλαστόν, οὐκ ἂν γενέσθαι κλίνην ἀλλὰ ξύλον, ὡς τὸ μὲν κατὰ συμβεβηκὸς ὑπάρχον, τὴν κατὰ νόμον διάθεσιν καὶ τὴν τέχνην, τὴν δʼ οὐσίαν οὖσαν ἐκείνην ἣ καὶ διαμένει ταῦτα πάσχουσα συνεχῶς.

εἴ τις κατορύξειε κλίνην καὶ ἡ σηπεδὼν τοῦ ξύλου ἔμβιος γένοιτο, οὐκ ἂν γένοιτο κλίνη, ἀλλὰ ξύλον.

Λεξικὰ Σεγουηριανά ἀφήκοντος: Ἀ. ἀντὶ τοῦ διήκοντος.

Λεξικὰ Σεγουηριανά Ἀφροδίτης: ἀντὶ τοῦ ἀφροδισίων. οὕτως Ἀ. ἐν Ἀληθείας πρώτωι.

Οὐαλέριος Ἁρποκρατίων ἀναποδιζόμενα: ἀντὶ τοῦ πάλιν ἐξεταζόμενα ἢ ἀντὶ τοῦ ἄνωθεν τὰ αὐτὰ πολλάκις λεγόμενα ἢ πραττόμενα Ἀ. Ἀληθείας α.

Οὐαλέριος Ἁρποκρατίων ἀνήκει: παρʼ Ἀ—τι Ἀληθείας α ἀντὶ τοῦ ἁπλοῦ ἥκει ἢ οἷον ἀνεβιβάσθη καὶ προελήλυθεν. Ἀ. μὲν ἀντὶ τοῦ καθήκει.

—ἐπαλλάξεις: ἀντὶ τοῦ συναλλαγὰς ἢ μίξεις Ἀ. Ἀληθείας α.

—ὀριγνηθῆναι: ἀντὶ τοῦ ἐπιθυμῆσαι Ἀ. Ἀληθείας α.

Οὐαλέριος Ἁρποκρατίων ἀειεστώ· Ἀ. ἐν Ἀληθείας δευτέρωι τὴν ἀιδιότητα καὶ τὸ ἐπὶ τῶν αὐτῶν ἀεὶ ἑστάναι, ὥσπερ καὶ εὐεστὼ ἡ εὐδαιμονία καλεῖται.

—διάστασις· Ἀ. Ἀληθείας β. «περὶ τῆς νῦν κρατούσης διαστάσεως» ἀντὶ τοῦ διακοσμήσεως τῶν ὅλων.

—ἀδιάστατον: τὸ μήπω διεστηκὸς μηδὲ διακεκριμένον Ἀ. εἶπεν. ἀδιάστατον: ὡς Ἀντιφῶν … «καὶ τὸ οἰκοδόμημα ἀδιάστατον».

Σοῦδα ἐχρήσατο ἐπὶ γνώμης ἢ διανοίας· ὁ αὐτὸς καὶ ἐπὶ τοῦ διαθεῖναι λόγον, τουτέστιν ἐπὶ τοῦ ἐξαγγεῖλαί τι. ἐν τῶι β τῆς Ἀληθείας ὁ αὐτὸς κέχρηται καὶ ἐπὶ τῆς διακοσμήσεως.

Οὐαλέριος Ἁρποκρατίων δίνωι: ἀντὶ τοῦ δινήσει Ἀ. Ἀληθείας β.

Ἀέτιος Ἀ. πῦρ ἐπινεμόμενον μὲν τὸν περὶ τὴν γῆν ὑγρὸν ἀέρα, ἀνατολὰς δὲ καὶ δύσεις ποιούμενον τῶι τὸν μὲν ἐπικαιόμενον ἀεὶ προλείπειν, τοῦ δʼ ὑπονοτιζομένου πάλιν ἀντέχεσθαι.

Ἀ. ἰδιοφεγγῆ μὲν τὴν σελήνην, τὸ δὲ ἀποκρυπτόμενον περὶ αὐτὴν ὑπὸ τῆς προσβολῆς τοῦ ἡλίου ἀμαυροῦσθαι, πεφυκότος τοῦ ἰσχυροτέρου πυρὸς τὸ ἀσθενέστερον ἀμαυροῦν· ὃ δὴ συμβαίνειν καὶ περὶ τὰ ἄλλα ἄστρα.

Ἀέτιος Ἀλκμαίων, Ἡράκλειτος, Ἀ. κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφὴν καὶ τὰς περικλίσεις.

Γαληνός οὕτω δὲ καὶ παρʼ Ἀντιφῶντι κατὰ τὸ δεύτερον τῆς Ἀληθείας ἔστιν εὑρεῖν γεγραμμένην τὴν προσηγορίαν ἐν τῆιδε τῆι ῥήσει· «ὅταν οὖν γένωνται ἐν τῶι ἀέρι ὄμβροι τε καὶ πνεύματα ὑπεναντία ἀλλήλοις, τότε συστρέφεται τὸ ὕδωρ καὶ πυκνοῦται κατὰ πολλά· ὅ τι δʼ ἂν τῶν ξυμπιπτόντων κρατηθῆι, τοῦτʼ ἐπυκνώθη καὶ συνεστράφη ὑπό τε τοῦ πνεύματος εἰλούμενον καὶ ὑπὸ τῆς βίας». καὶ γὰρ καὶ οὗτος τὸ κατακλειόμενον ἢ συνειλούμενον εἰς ἑαυτὸ φαίνεται δηλῶν διὰ τῆς εἰλούμενον φωνῆς.

Οὐαλέριος Ἁρποκρατίων γρυπάνιον: Ἀ. Ἀληθείας β· «καῖον γὰρ τὴν γῆν καὶ συντῆκον γρυπάνιον ποιεῖ».

Ἐτυμολογικὸν τὸ Γνήσιον γρυπανίζειν: σείεσθαι τὴν γῆν παλλομένην καὶ ὥσπερ ῥυσοῦσθαι ἀπὸ σεισμοῦ· οὕτως Ἀ.

Ἀέτιος Ἀ. ἱδρῶτα τοῦ πρώτου ὑγροῦ ἐξατμισθέντος ὑπὸ τοῦ θερμοῦ, ἐξ οὗ τὸ περιλειφθὲν ὑγρὸν ἀπεκρίθη καὶ θάλασσα ἐπωνομάσθη τῶι καθεψηθῆναι παραλυκίσασα, ὅπερ ἐπὶ παντὸς ἱδρῶτος συμβαίνει.

Οὐαλέριος Ἁρποκρατίων πεφοριῶσθαι: ... ὅτι γὰρ καὶ ἐπʼ ἀνθρώπων τάσσουσι τὴν φορίνην, δῆλον ποιεῖ Ἀ. ἐν β Ἀληθείας.

Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης κεφαλαλγία καὶ καρηβαρία ... καὶ καρηβαρικὸν ποτὸν ἢ βρῶμα. τὸ δὲ τοῦτο ποιεῖν καροῦν Ἀ. φησίν.

ἔναιμον, καὶ ἐναιμῶδες παρὰ Ἀντιφῶντι.

καὶ Ἀ. δʼ εἴρηκεν· «ἐν ὧι τὸ ἔμβρυον αὐξάνεταί τε καὶ τρέφεται, καλεῖται χόριον».

ἐπίπλους ὀνομάζεται· Ἀ. δʼ αὐτὸν καὶ ἀρρενικῶς καὶ οὐδετέρως καλεῖ.

καὶ ἄμβλωσις ὡς Λυσίας καὶ ἄμβλωμα ὡς Ἀ.

Ἀ. δʼ ἐν τοῖς Περὶ ἀληθείας καὶ ἀνάπηρα εἴρηκεν.

Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης Ἀ. βάψιν χαλκοῦ καὶ σιδήρου.

ἀμήχανοι, ἀμηχανία, βιομήχανοι ὡς Ἀ.

ἡ μὲν γὰρ Ἀ—τος ταλάντωσις τὸ βάρος δηλοῖ.

Οὐαλέριος Ἁρποκρατίων ἄβιος: τὸν ἄβιον Ἀ. ἐπὶ τοῦ πολὺν βίον κεκτημένου ἔταξεν, ὡς Ὅμηρος ἄξυλον ὕλην λέγει τὴν πολύξυλον. ἄβιος: πλούσιος ὡς Ἀ. ἐν Ἀληθείαι.

θου .........η .........με .........νευ .........μι ... δικαιοσύνη οὖν τὰ τῆς πόλεως νόμιμα, ἐν ἧι ἂν πολιτεύηταί τις, μὴ παραβαίνειν. χρῶιτʼ ἂν οὖν ἄνθρωπος μάλιστα ἑαυτῶι ξυμφερόντως δικαιοσύνηι, εἰ μετὰ μὲν μαρτύρων τοὺς νόμους μεγάλους ἄγοι, μονούμενος δὲ μαρτύρων τὰ τῆς φύσεως· τὰ μὲν γὰρ τῶν νόμων ἐπίθετα, τὰ δὲ τῆς φύσεως ἀναγκαῖα· καὶ τὰ μὲν τῶν νόμων ὁμολογηθέντα οὐ φύντʼ ἐστίν, τὰ δὲ τῆς φύσεως φύντα οὐχ ὁμολογη-

θέντα. τὰ οὖν νόμιμα παραβαίνων εἰὰν λάθηι τοὺς ὁμολογήσαντας καὶ αἰσχύνης καὶ ζημίας ἀπήλλακται· μὴ λαθὼν δʼ οὔ· τῶν δὲ τῆι φύσει ξυμφύτων ἐάν τι παρὰ τὸ δυνατὸν βιάζηται, ἐάν τε πάντας ἀνθρώπους λάθηι, οὐδὲν ἔλαττον τὸ κακόν, ἐάν τε πάντες ἴδωσιν, οὐδὲν μεῖζον· οὐ γὰρ διὰ δόξαν βλάπτεται, ἀλλὰ διʼ ἀλήθειαν. ἔστι δὲ πάντως τῶνδε ἕνεκα τούτων ἡ σκέψις, ὅτι τὰ πολλὰ τῶν κατὰ νόμον δικαίων πολεμίως τῆι φύσει κεῖται· νενομοθέτηται γὰρ ἐπί τε τοῖς ὀφθαλμοῖς, ἃ δεῖ

αὐτοὺς ὁρᾶν καὶ ἃ οὐ δεῖ· καὶ ἐπὶ τοῖς ὠσίν, ἃ δεῖ αὐτὰ ἀκούειν καὶ ἃ οὐ δεῖ· καὶ ἐπὶ τῆι γλώττηι, ἅ τε δεῖ αὐτὴν λέγειν καὶ ἃ οὐ δεῖ· καὶ ἐπὶ ταῖς χερσίν, ἅ τε δεῖ αὐτὰς δρᾶν καὶ ἃ οὐ δεῖ· καὶ ἐπὶ τοῖς ποσίν, ἐφʼ ἅ τε δεῖ αὐτοὺς ἰέναι καὶ ἐφʼ ἃ οὐ δεῖ· καὶ ἐπὶ τῶι νῶι, ὧν τε δεῖ αὐτὸν ἐπιθυμεῖν καὶ ὧν μή. οὐ μὲν οὖν οὐδὲν τῆι φύσει φιλιώτερα οὐδʼ οἰκειότερα, ἀφʼ ὧν οἱ νόμοι ἀποτρέπουσι τοὺς ἀνθρώπους, ἢ ἐφʼ ἃ προτρέπουσιν … τὸ δʼ αὖ ζῆν ἐστι τῆς φύσεως καὶ τὸ ἀποθανεῖν, καὶ τὸ μὲν ζῆν αὐτοῖς ἐστιν ἀπὸ τῶν ξυμφερόντων, τὸ δὲ ἀποθανεῖν ἀπὸ τῶν μὴ ξυμ-

φερόντων. τὰ δὲ ξυμφέροντα τὰ μὲν ὑπὸ τῶν νόμων κείμενα δεσμὰ τῆς φύσεώς ἐστι, τὰ δʼ ὑπὸ τῆς φύσεως ἐλεύθερα. οὔκουν τὰ ἀλγύνοντα ὀρθῶι γε λόγωι ὀνίνησιν τὴν φύσιν μᾶλλον ἢ τὰ εὐφραίνοντα· οὔκουν ἂν οὐδὲ ξυμφέροντʼ εἴη τὰ λυποῦντα μᾶλλον ἢ τὰ ἥδοντα· τὰ γὰρ τῶι ἀληθεῖ ξυμφέροντα οὐ βλάπτειν δεῖ, ἀλλʼ ὠφελεῖν. τὰ τοίνυν τῆι φύσει ξυμφέροντα τούτων ......οτια … απ … ανα … καὶ οι … νται· καὶ οἵτινες ἂν πα-

θόντες ἀμύνωνται καὶ μὴ αὐτοὶ ἄρχωσι τοῦ δρᾶν· καὶ οἵτινες ἂν τοὺς γειναμένους καὶ κακοὺς ὄντας εἰς αὐτοὺς εὖ ποιῶσιν· καὶ οἱ κατόμνυσθαι διδόντες ἑτέροις, αὐτοὶ δὲ μὴ κατομνύμενοι. καὶ τούτων τῶν εἰρημένων πόλλʼ ἄν τις εὕροι πολέμια τῆι φύσει· ἔνι τʼ ἐν αὐτοῖς ἀλγύνεσθαί τε μᾶλλον, ἐξὸν ἥττω, καὶ ἐλάττω ἥδεσθαι, ἐξὸν πλείω, καὶ κακῶς πάσχειν, ἐξὸν μὴ πάσχειν. εἰ μὲν οὖν τις τοῖς τοιαῦτα προσϊεμένοις ἐπικούρησις ἐγίγνετο παρὰ τῶν νόμων, τοῖς δὲ μὴ προσϊεμένοις, ἀλλʼ ἐναντιουμένοις ἐλάττωσις,

οὐκ ἀνόνητον ἂν ἦν τὸ τοῖς νόμοις πεῖσμα· νῦν δὲ φαίνεται τοῖς προσϊεμένοις τὰ τοιαῦτα τὸ ἐκ νόμου δίκαιον οὐχ ἱκανὸν ἐπικουρεῖν· ὅ γε πρῶτον μὲν ἐπιτρέπει τῶι πάσχοντι παθεῖν καὶ τῶι δρῶντι δρᾶσαι· καὶ οὔτε ἐνταῦθα διεκώλυε τὸν πάσχοντα μὴ παθεῖν, οὔτε τὸν δρῶντα δρᾶσαι. εἴς τε τὴν τιμωρίαν ἀναφερόμενον οὐδὲν ἰδιώτερον ἐπὶ τῶι πεπονθότι ἢ τῶι δεδρακότι· πεῖσαι γὰρ δεῖ αὐτὸν τοὺς τιμωρήσοντας, ὡς ἔπαθεν, καὶ δύνασθαι ἀπαιτεῖ δίκην ἑλεῖν. ταὐτὰ δὲ καταλείπεται καὶ τῶι δράσαντι ἀρνεῖσθαι

ἑλομένωι .... ........... ἐστιν μᾶλλον .. ὅσηπερ τῶι κατηγοροῦντι ἡ τῆς κατηγορίας πειθὼ ἀμύνειν τῶι τε πεπονθότι καὶ τῶι δεδρακότι … γίγνεται γὰρ νίκη καὶ ῥήμασι καὶ ..... καὶ κ....... δυνα δεσα οὐδ μα....... ἐντεῦθεν ὡς ε τῶι εδ

.. ἀνθρώποις .......ματα .......ητης .......ηλου· ε .......ωσενε .... τεκμαίρεσθαι δὲ παρέχει .........τας .... πλείστων .......ρων .......τα ε .......αν .......κ.. τοὺς ἐκ καλῶν πατέ-

ρων ἐπαιδούμεθά τε καὶ σεβόμεθα, τοὺς δὲ ἐκ μὴ καλοῦ οἴκου ὄντας οὔτε ἐπαιδούμεθα οὔτε σεβόμεθα. ἐν τούτωι δὲ πρὸς ἀλλήλους βεβαρβαρώμεθα, ἐπεὶ φύσει πάντα πάντες ὁμοίως πεφύκαμεν καὶ βάρβαροι καὶ Ἕλληνες εἶναι. σκοπεῖν δὲ παρέχει τὰ τῶν φύσει ὄντων ἀναγκαίων πᾶσιν ἀνθρώποις· πορίσαι τε κατὰ ταὐτὰ δυνατὰ πᾶσι, καὶ ἐν πᾶσι τούτοις οὔτε βάρβαρος ἀφώρισται ἡμῶν οὐδεὶς οὔτε Ἕλλην … ἀναπνέομεν τε γὰρ εἰς τὸν ἀέρα ἅπαντες κατὰ τὸ στόμα καὶ κατα τὰς ῥῖνας καὶ ἐσθίομεν χερσὶν ἅπαντες ....

...... τοῦ δικαίου σπουδαίου δοκοῦντος τὸ μαρτυρεῖν ἐν ἀλλήλοις τἀληθῆ δίκαιον νομίζεται εἶναι καὶ χρήσιμον οὐδὲν ἧττον εἰς τὰ τῶν ἀνθρώπων ἐπιτηδεύματα. τοῦτο τοίνυν οὐ δίκαιος ἔσται ὁ ποιῶν, ἐπείπερ τὸ μὴ ἀδικεῖν μηδένα μὴ ἀδικούμενον αὐτὸν δίκαιόν ἐστιν· ἀνάγκη γὰρ τὸν μαρτυροῦντα, κἂν ἀληθῆ μαρτυρῆι, ὅμως ἄλλον πως ἀδικεῖν καὶ ἅμα αὐτὸν ἂν ἀδικεῖσθαι ὕστερον, ὧν ἕνεκα εἶπεν, ἐν ὧι διὰ τὰ ὑπʼ αὐτοῦ μαρτυρηθέντα ἁλίσκεται ὁ καταμαρτυρούμενος καὶ ἀπόλλυσιν ἢ χρήματα ἢ αὑτὸν διὰ τοῦτον ὃν οὐδὲν ἀδικεῖ· ἐν μὲν οὖν τούτωι τὸν καταμαρτυρούμενον ἀδικεῖ, ὅτι οὐκ ἀδικοῦντα ἑαυτὸν ἀδικεῖ, αὐτὸς δʼ ἀδικεῖται ὑπὸ τοῦ καταμαρτυρηθέντος, ὅτι μισεῖται ὑπʼ αὐτοῦ τὰ ἀ-

ληθῆ μαρτυρήσας· καὶ οὐ μόνον τῶι μίσει, ἀλλὰ καὶ ὅτι δεῖ αὐτὸν τὸν αἰῶνα πάντα φυλάττεσθαι τοῦτον οὗ κατεμαρτύρησεν· ὡς ὑπάρχει γʼ αὐτῶι ἐχθρὸς τοιοῦτος, οἷος καὶ λέγειν καὶ δρᾶν εἴ τι δύναιτο κακὸν αὐτόν. καίτοι ταῦτα φαίνεται οὐ σμικρὰ ὄντα τἀδικήματα, οὔτε ἃ αὐτὸς ἀδικεῖται οὔτε ἃ ἀδικεῖ· οὐ γὰρ οἷόν τε ταῦτά τε δίκαια εἶναι καὶ τὸ μηδὲν ἀδικεῖν μηδὲ αὐτὸν ἀδικεῖσθαι … ἀλλʼ ἀνάγκη ἐστὶν ἢ τὰ ἕτερα αὐτῶν δίκαια εἶναι ἢ ἀμφότερα ἄδικα. φαίνεται δὲ καὶ τὸ δικάζειν καὶ τὸ κρίνειν καὶ τὸ διαιτᾶν ὅπως ἂν περαίνηται οὐ δίκαια ὄντα· τὸ γὰρ ἄλλους ὠφελοῦν ἄλλους βλάπτει· ἐν δὲ τούτωι οἱ μὲν ὠφελούμενοι οὐκ ἀδικοῦνται, οἱ δὲ βλαπτόμενοι ἀδικοῦνται ...... ..... μην … ινον ...

ΠΕΡΙ ΟΜΟΝΟΙΑΣ

Φιλόστρατος ὁ Ἀθηναῖος λόγοι δʼ αὐτοῦ δικανικοὶ μὲν πλείους, ἐν οἷς ἡ δεινότης καὶ πᾶν τὸ ἐκ τέχνης ἔγκειται, σοφιστικοὶ δὲ καὶ ἕτεροι μέν, σοφιστικώτατος δὲ ὁ Ὑπὲρ τῆς ὁμονοίας, ἐν ὧι γνωμολογίαι τε λαμπραὶ καὶ φιλόσοφοι σεμνή τε ἀπαγγελία καὶ ἐπηνθισμένη ποιητικοῖς ὀνόμασι καὶ τὰ ἀποτάδην ἑρμηνευόμενα παραπλήσια τῶν πεδίων τοῖς λείοις.

Ξενοφῶν ὁ Ἀθηναῖος ἀλλὰ μὴν καὶ ὁμόνοιά γε μέγιστόν τε ἀγαθὸν δοκεῖ ταῖς πόλεσιν εἶναι καὶ πλειστάκις ἐν αὐταῖς αἵ τε γερουσίαι καὶ οἱ ἄριστοι ἄνδρες παρακελεύονται τοῖς πολίταις ὁμονοεῖν, καὶ πανταχοῦ ἐν τῆι Ἑλλάδι νόμος κεῖται τοὺς πολίτας ὀμνύναι ὁμονοήσειν, καὶ πανταχοῦ ὀμνύουσι τὸν ὅρκον τοῦτον· οἶμαι δʼ ἐγὼ ταῦτα γίγνεσθαι οὐχ ὅπως τοὺς αὐτοὺς χοροὺς κρίνωσιν οἱ πολῖται, οὐδʼ ὅπως τοὺς αὐτοὺς αὐλητὰς ἐπαινῶσιν, οὐδʼ ὅπως τοὺς αὐτοὺς ποιητὰς αἱρῶνται, οὐδʼ ἵνα τοῖς αὐτοῖς ἥδωνται, ἀλλʼ ἵνα τοῖς νόμοις πείθωνται. τούτοις γὰρ τῶν πολιτῶν ἐμμενόντων αἱ πόλεις ἰσχυρόταταί τε καὶ εὐδαιμονέσταται γίγνονται· ἄνευ δὲ ὁμονοίας οὔτʼ ἂν πόλις εὖ πολιτευθείη οὔτʼ οἶκος καλῶς οἰκηθείη. ἡ ὁμόνοια, καθάπερ αὐτὸ τὸ ὄνομα βούλεται ἐνδείκνυσθαι, συναγωγὴν ὁμοίου τοῦ νοῦ κοινωνίαν τε καὶ ἕνωσιν ἐν ἑαυτῆι συνείληφεν· ἀφορμηθεῖσα δὴ οὖν ἐντεῦθεν ἐπὶ πόλεις καὶ οἴκους κοινούς τε συλλόγους πάντας καὶ ἰδίους, φύσεις τε καὶ συγγενείας πάσας ἐπιπορεύεται κοινάς τε καὶ ἰδίας ὡσαύτως· ἔτι δὲ περιέχει καὶ τὴν ἑνὸς ἑκάστου πρὸς ἑαυτὸν ὁμογνωμοσύνην· ὑφʼ ἑνὸς μὲν γάρ τις νοήματος καὶ μιᾶς γνώμης κυβερνώμενος ὁμονοεῖ πρὸς ἑαυτόν, διχογνωμονῶν δὲ πρὸς ἑαυτὸν καὶ ἀνόμοια λογιζόμενος διαστασιάζει· καὶ ὁ μὲν ἐπὶ τῆς ἀεὶ αὐτῆς ἐπιμένων διανοήσεως ὁμοφροσύνης ἐστὶ πλήρης· ὁ δὲ ἄστατος τοῖς λογισμοῖς καὶ ἄλλοτε ὑπʼ ἄλλης δόξης φερόμενος ἀστάθμητός ἐστι καὶ πολέμιος πρὸς ἑαυτόν.

Οὐαλέριος Ἁρποκρατίων Σκιάποδες: Ἀ. ἐν τῶι Περὶ ὁμονοίας. ἔθνος ἐστὶ Λιβυκόν.

—Μακροκέφαλοι· Ἀ. ἐν τῶι Περὶ ὁμονοίας. ἔθνος ἐστὶν οὕτω καλούμενον.

—ὑπὸ γῆν οἰκοῦντες — λέγοι ἂν τοὺς ὑπὸ Σκύλακος ἐν τῶι Περίπλωι λεγομένους Τρωγλοδύτας καὶ τοὺς ὑπὸ Ἡσιόδου ἐν γ Καταλόγου Κατουδαίους ὀνομαζομένους —: Ἀ. ἐν τῶι Περὶ ὁμονοίας.

Φώτιος θεειδέστατον: θεοῦ ἰδέαν ἔχον. εἶπε δὲ Ἀ. ἐν τῶι Περὶ ὁμονοίας οὕτως· «ἄνθρωπος, ὅς φησι μὲν πάντων θηρίων θεειδέστατον γενέσθαι ...»

Ἰωάννης ὁ Στοβαῖος Η. Ἀντιφῶντος. φέρε δὴ προελθέτω ὁ βίος εἰς τὸ πρόσθεν καὶ γάμων καὶ γυναικὸς ἐπιθυμησάτω. αὕτη ἡ ἡμέρα, αὕτη ἡ νὺξ καινοῦ δαίμονος ἄρχει, καινοῦ πότμου. μέγας γὰρ ἀγὼν γάμος ἀνθρώπωι. εἰ γὰρ τύχοι μὴ ἐπιτηδεία γενομένη, τί χρὴ τῆι συμφορᾶι χρῆσθαι; χαλεπαὶ μὲν ἐκπομπαί, τοὺς φίλους ἐχθροὺς ποιῆσαι, ἴσα φρονοῦντας ἴσα πνέοντας, ἀξιώσαντα καὶ ἀξιωθέντα· χαλεπὸν δὲ καὶ ἐκτῆσθαι κτῆμα τοιοῦτον, δοκοῦντα ἡδονὰς κτᾶσθαι λύπας ἄγεσθαι. φέρε δή, μὴ τὰ παλίγκοτα λέγωμεν, λεγέσθω τὰ πάντων ἐπιτηδειότατα. τί γὰρ ἥδιον ἀνθρώπωι γυναικὸς καταθυμίας; τί δὲ γλυκύτερον ἄλλως τε καὶ νέωι; ἐν τῶι αὐτῶι δέ γε τούτωι, ἔνθα τὸ ἡδύ, ἔνεστι πλησίον που καὶ τὸ λυπηρόν· αἱ γὰρ ἡδοναὶ οὐκ ἐπὶ σφῶν αὐτῶν ἐμπορεύονται, ἀλλʼ ἀκολουθοῦσιν αὐταῖς λῦπαι καὶ πόνοι. ἐπεὶ καὶ ὀλυμπιονῖκαι καὶ πυθιονῖκαι καὶ οἱ τοιοῦτοι ἀγῶνες καὶ σοφίαι καὶ πᾶσαι ἡδοναὶ ἐκ μεγάλων λυπημάτων ἐθέλουσι παραγίνεσθαι· τιμαὶ γάρ, ἆθλα, δελέατα, ἃ ὁ θεὸς ἔδωκεν ἀνθρώποις, μεγάλων πόνων καὶ ἱδρώτων εἰς ἀνάγκας καθιστᾶσιν. ἐγὼ γάρ, εἴ μοι γένοιτο σῶμα ἕτερον τοιοῦτον ἐπιμελὲς ὂν οἷον ἐγὼ ἐμαυτῶι, οὐκ ἂν δυναίμην ζῆν, οὕτως ἐμαυτῶι πολλὰ πράγματα παρέχων ὑπέρ τε τῆς ὑγιείας τοῦ σώματος ὑπέρ τε τοῦ καθʼ ἡμέραν βίου ἐς τὴν ξυλλογὴν ὑπέρ τε δόξης καὶ σωφροσύνης καὶ εὐκλείας καὶ τοῦ εὖ ἀκούειν· τί οὖν, εἴ μοι γένοιτο σῶμα ἕτερον τοιοῦτον, ὅ γέ μοι οὕτως ἐπιμελὲς εἴη; οὐκ οὖν δῆλον, ὅτι γυνὴ ἀνδρί, ἐὰν ἦι καταθυμία, οὐδὲν ἐλάττους τὰς φιλότητας παρέχεται καὶ τὰς ὀδύνας ἢ αὐτὸς αὑτῶι ὑπέρ τε τῆς ὑγιείας δισσῶν σωμάτων ὑπέρ τε τοῦ βίου τῆς συλλογῆς ὑπέρ τε τῆς σωφροσύνης καὶ τῆς εὐκλείας; φέρε δὴ καὶ παῖδες γενέσθωσαν· φροντίδων ἤδη πάντα πλέα καὶ ἐξοίχεται τὸ νεοτήσιον σκίρτημα ἐκ τῆς γνώμης καὶ τὸ πρόσωπον οὐκέτι τὸ αὐτό.

Ἰωάννης ὁ Στοβαῖος Ἀ—τος. τὸ ζῆν ἔοικε φρουρᾶι ἐφημέρωι τό τε μῆκος τοῦ βίου ἡμέραι μιᾶι, ὡς ἔπος εἰπεῖν, ἧι ἀναβλέψαντες πρὸς τὸ φῶς παρεγγυῶμεν τοῖς ἐπιγιγνομένοις ἑτέροις.

Ἀ—τος. εὐκατηγόρητος πᾶς ὁ βίος θαυμαστῶς, ὦ μακάριε, οὐδὲν ἔχων περιττὸν οὐδὲ μέγα καὶ σεμνόν, ἀλλὰ πάντα σμικρὰ καὶ ἀσθενῆ καὶ ὀλιγοχρόνια καὶ ἀναμεμειγμένα λύπαις μεγάλαις.

Οὐαλέριος Ἁρποκρατίων ἀναθέσθαι: Ἀ. Περὶ ὁμονοίας· «ἀναθέσθαι δὲ ὥσπερ πεττὸν τὸν βίον οὐκ ἔστιν» ἀντὶ τοῦ ἄνωθεν βιῶναι μετανοήσαντας ἐπὶ τῶι προτέρωι βίωι. εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν πεττευομένων.

Ἰωάννης ὁ Στοβαῖος Ἀ—τος. οἱ δὲ ἐργαζόμενοι μὲν καὶ φειδόμενοι καὶ ταλαιπωροῦντες καὶ προστιθέντες ἥδονται οἷα δή τις ἂν εἰκάσειεν ἥδεσθαι. ἀφαιροῦντες δὲ καὶ χρώμενοι ἀλγοῦσιν ὥσπερ ἀπὸ τῶν σαρκῶν ἀφαιρούμενοι.

Ἀ—τος. εἰσί τινες οἳ τὸν παρόντα μὲν βίον οὐ ζῶσιν, ἀλλὰ παρασκευάζονται πολλῆι σπουδῆι ὡς ἕτερόν τινα βίον βιωσόμενοι, οὐ τὸν παρόντα· καὶ ἐν τούτωι παραλειπόμενος ὁ χρόνος οἴχεται.

Ἰωάννης ὁ Στοβαῖος Ἀ—τος. ἔστι δέ τις λόγος, ὡς ἄρα ἰδὼν ἀνὴρ ἄνδρα ἕτερον ἀργύριον ἀναιρούμενον πολὺ ἐδεῖτό οἱ δανεῖσαι ἐπὶ τόκωι· ὁ δʼ οὐκ ἠθέλησεν, ἀλλʼ ἦν οἷος ἀπιστεῖν τε καὶ μὴ ὠφελεῖν μηδένα, φέρων δʼ ἀπέθετο ὅποι δή· καί τις καταμαθὼν τοῦτο ποιοῦντα ὑφείλετο· ὑστέρωι δὲ χρόνωι ἐλθὼν οὐχ εὕρισκε τὰ χρήματα ὁ καταθέμενος. περιαλγῶν οὖν τῆι συμφορᾶι τά τε ἄλλα καὶ ὅτι οὐκ ἔχρησε τῶι δεομένωι, ὃ ἂν αὐτῶι καὶ σῶιον ἦν καὶ ἕτερον προσέφερεν, ἀπαντήσας δὲ τῶι ἀνδρὶ τῶι τότε δανειζομένωι ἀπωλοφύρετο τὴν συμφοράν, ὅτι ἐξήμαρτε καὶ ὅτι οἱ μεταμέλει οὐ χαρισαμένωι, ἀλλʼ ἀχαριστήσαντι, ὡς πάντως οἱ ἀπολόμενον τὸ ἀργύριον. ὁ δʼ αὐτὸν ἐκέλευε μὴ φροντίζειν, ἀλλὰ νομίζειν αὑτῶι εἶναι καὶ μὴ ἀπολωλέναι, καταθέμενον λίθον εἰς τὸ αὐτὸ χωρίον. «πάντως γὰρ οὐδʼ ὅτε ἦν σοι, ἐχρῶ αὐτῶι, ὅθεν μηδὲ νῦν νόμιζε στέρεσθαι μηδενός.» ὅτωι γάρ τις μὴ ἐχρήσατο μηδὲ χρήσεται, ὄντος ἢ μὴ ὄντος αὐτῶι οὐδὲν οὔτε πλέον οὔτε ἔλασσον βλάπτεται. ὅτωι γὰρ ὁ θεὸς μὴ παντελῶς βούλεται ἀγαθὰ διδόναι ἀνδρί, χρημάτων πλοῦτον παρασχών, τοῦ καλῶς φρονεῖν δὲ πένητα ποιήσας, τὸ ἕτερον ἀφελόμενος ἀμφοτέρων ἀπεστέρησεν.

Φώτιος ἵνα· ὅπου. Ἀ. ἐν τῶι Περὶ τῆς ὁμονοίας· «ὀκνεῖν ἵνα οὐδὲν ἔργον ὀκνεῖν.»

Σοῦδα ὀκνῶ: ... καὶ οἱ ῥήτορες οὐκ ἐπὶ δειλίας καὶ ῥαιθυμίας ἐχρήσαντο τῶι ὀνόματι, ἀλλʼ ἐπὶ τοῦ φόβου καὶ τοῦ φοβεῖσθαι. Ἀ.· «κακὸς δʼ ἂν εἴη, εἰ ἐπʼ ἀποῦσι μὲν καὶ μέλλουσι τοῖς κινδύνοις τῆι γλώττηι θρασύνεται καὶ τῶι θέλειν ἐπείγει, τὸ δʼ ἔργον ἂν παρῆι, ὀκνεῖ.»

Ἰωάννης ὁ Στοβαῖος Ἀντιφῶντος. «νόσος δειλοῖσιν ἑορτή». οὐ γὰρ ἐκπορεύονται ἐπὶ πρᾶξιν.

Ἀ—τος. ὅστις δὲ ἰὼν ἐπὶ τὸν πλησίον κακῶς ποιήσων δειμαίνει, μὴ ἃ θέλει ποιῆσαι ἁμαρτὼν τούτων ἃ μὴ θέλει ἀπενέγκηται, σωφρονέστερος. ἐν ὧι γὰρ δειμαίνει, μέλλει· ἐν ὧι δὲ μέλλει, πολλάκις ὁ διὰ μέσου χρόνος ἀπέστρεψε τὸν νοῦν τῶν θελημάτων· καὶ ἐν μὲν τῶι γεγενῆσθαι οὐκ ἔνεστιν, ἐν δὲ τῶι μέλλειν ἐνδέχεται καὶ τὸ μὴ γενέσθαι. ὅστις δὲ δράσειν μὲν οἴεται τοὺς πέλας κακῶς, πείσεσθαι δʼ οὔ, οὐ σωφρονεῖ. ἐλπίδες δʼ οὐ πανταχοῦ ἀγαθόν· πολλοὺς γὰρ τοιαῦται ἐλπίδες κατέβαλον εἰς ἀνηκέστους συμφοράς, ἃ δʼ ἐδόκουν τοῖς πέλας ποιήσειν, παθόντες ταῦτα ἀνεφάνησαν αὐτοί. σωφροσύνην δὲ ἀνδρὸς οὐκ ἂν ἄλλου ὀρθότερόν τις κρίνειεν, ἢ ὅστις τοῦ θυμοῦ ταῖς παραχρῆμα ἡδοναῖς ἐμφράσσει αὐτὸς ἑαυτὸν κρατεῖν τε καὶ νικᾶν ἠδυνήθη αὐτὸς ἑαυτόν. ὃς δὲ θέλει χαρίσασθαι τῶι θυμῶι παραχρῆμα, θέλει τὰ κακίω ἀντὶ τῶν ἀμεινόνων.

Ἰωάννης ὁ Στοβαῖος Ἀ—τος. ὅστις δὲ τῶν αἰσχρῶν ἢ τῶν κακῶν μήτε ἐπεθύμησε μήτε ἥψατο, οὐκ ἔστι σώφρων· οὐ γὰρ ἔσθʼ ὅτου κρατήσας αὐτὸς ἑαυτὸν κόσμιον παρέχεται.

Ἰωάννης ὁ Στοβαῖος Ἀ—τος. πρῶτον, οἶμαι, τῶν ἐν ἀνθρώποις ἐστὶ παίδευσις· ὅταν γάρ τις πράγματος κἂν ὁτουοῦν τὴν ἀρχὴν ὀρθῶς ποιήσηται, εἰκὸς καὶ τὴν τελευτὴν ὀρθῶς γίγνεσθαι· καὶ γὰρ τῆι γῆι οἷον ἄν τις τὸ σπέρμα ἐναρόσηι, τοιαῦτα καὶ τὰ ἔκφορα δεῖ προσδοκᾶν· καὶ ἐν νέωι σώματι ὅταν τις τὴν παίδευσιν γενναίαν ἐναρόσηι, ζῆι τοῦτο καὶ θάλλει διὰ παντὸς τοῦ βίου, καὶ αὐτὸ οὔτε ὄμβρος οὔτε ἀνομβρία ἀφαιρεῖται.

τοῦ αὐτοῦ. ἀναρχίας δʼ οὐδὲν κάκιον ἀνθρώποις· ταῦτα γινώσκοντες οἱ πρόσθεν ἄνθρωποι ἀπὸ τῆς ἀρχῆς εἴθιζον τοὺς παῖδας ἄρχεσθαι καὶ τὸ κελευόμενον ποιεῖν, ἵνα μὴ ἐξανδρούμενοι εἰς μεγάλην μεταβολὴν ἰόντες ἐκπλήσσοιντο.

οἵωι τις ἂν τὸ πλεῖστον τῆς ἡμέρας συνῆι, τοιοῦτον ἀνάγκη γενέσθαι καὶ αὐτὸν τοὺς τρόπους.

Οὐαλέριος Ἁρποκρατίων διάθεσις: ... ἀντὶ τοῦ διοίκησις ὁ αὐτὸς ἐν τῶι Περὶ ὁμονοίας· «ἀλλὰ εἰδότες τὴν διάθεσιν ἀκούουσιν.»

Ἀντιφῶν· αἱ νέαι φιλίαι ἀναγκαῖαι μέν, αἱ δὲ παλαιαὶ ἀναγκαιότεραι.

Σοῦδα θωπεία· Ἀ. ἐν τῶι Περὶ ὁμονοίας· «πολλοὶ δʼ ἔχοντες φίλους οὐ γινώσκουσιν, ἀλλʼ ἑταίρους ποιοῦνται θῶπας πλούτου καὶ τύχης κόλακας.»

Κλήμης ὁ Ἀλεξανδρεύς Ἀ. ὁ ῥήτωρ λέγει· «γηροτροφία γὰρ προσέοικε παιδοτροφίαι».

Οὐαλέριος Ἁρποκρατίων ἀθεώρητος: ἀντὶ τοῦ ἀθέατος παρʼ Ἀ—τι ἐν τῶι Περὶ ὁμονοίας.

—ἀνδρεία: ἡ τῶν ἀνδρῶν ἡλικία. Ἀ. ἐν τῶι Περὶ ὁμονοίας.

—αὐλιζόμενοι: ἀντὶ τοῦ κοιμώμενοι Α. Περὶ ὁμονοίας.

—βαλβίς· Ἀ. Περὶ ὁμονοίας· ἡ ἀρχή. βαλβίς: ... καὶ βαλβῖσιν ἀντὶ τοῦ ταῖς ἀρχαῖς.

—εὐηνιώτατα· Ἀ. ἐν τῶι Περὶ ὁμονοίας. εὐήνιος ὁ πρᾶος καὶ μέτριος καὶ μὴ ταραχώδης. ἡ μεταφορὰ ἀπὸ τῶν ἵππων.

—φηλώματα: Ἀ. ἐν τῶι Περὶ ὁμονοίας ἐξαπάτας· φηλοῦν γὰρ τὸ ἐξαπατᾶν.

ΠΟΛΙΤΙΚΟΣ

Λεξικὰ Σεγουηριανά ἀπειθαρχία: Ἀ. Πολιτικῶι.

Ἀθήναιος καταριστᾶν δὲ εἴρηκεν ἐν τῶι Πολιτικῶι Ἀ. οὕτως· «ὅτε δή τις πράγματα τὰ ἑαυτοῦ ἢ τὰ τῶν φίλων κατηρίστηκεν.»

Οὐαλέριος Ἁρποκρατίων εὐσύμβολος: ἀντὶ τοῦ ῥαιδίως καὶ εὖ συμβάλλων, τουτέστιν ἀγαθὸς συμβάλλειν. Ἀ. Πολιτικῶι.

—ἡμιολιασμός: Ἀ. Πολιτικῶι «διπλασιασμοῦ καὶ ἡμιολιασμοῦ» ἀντὶ τοῦ τὸ ἡμιόλιον δοῦναι ἐν τοῖς λογισμοῖς.

Πρισκιανὸς ὁ Καισαρεύς καταμελεῖν τούτων καὶ ταῦτα. ἐν τῶι Πολιτικῶι: μήτε φιλοπότην κληθῆναι καὶ δοκεῖν τὰ πράγματα καταμελεῖν ὑπὸ οἴνου ἡσσώμενον.

Πλούταρχος ἀναλίσκειν καὶ καθηδυπαθεῖν τὸ πολυτελέστατον, ὡς Ἀ. εἶπεν, ἀνάλωμα, τὸν χρόνον.

ΠΕΡΙ ΚΡΙΣΕΩΣ ΟΝΕΙΡΩΝ.

Ἀρτεμίδωρος ὁ Δαλδιανός σηπία. αὕτη δὲ μόνη καὶ τοὺς ἀποδρᾶναι πειρωμένους ὠφελεῖ διὰ τὸν θολόν, ὧι χρωμένη πολλάκις φεύγει. μέμνηται δὲ τούτου τοῦ ὀνείρου καὶ Ἀ. ὁ Ἀθηναῖος.

Μέλαμπους ὁ Μάντις ὀφθαλμὸς δεξιὸς ἐὰν ἅλληται, κατὰ Φημονόην καὶ Αἰγυπτίους καὶ Ἀντιφῶντα ἐχθροὺς ὑποχειρίους ἕξει· ἄγει δὲ καὶ ἀποδήμους. ὀφθαλμοῦ δεξιοῦ τὸ ἄνω βλέφαρον ἐὰν ἅλληται, ἐπίκτησιν πάντως δηλοῖ, κατὰ δὲ Ἀντιφῶντα πρᾶξιν καὶ ὑγείαν, δούλωι ἐπιβουλήν, χήραι ἀποδημίαν.

Λεξικὰ Σεγουηριανά τελεσθῆναι: τὸ ἀναλωθῆναι. Ἀ.

Λεξικὰ Σεγουηριανά ἀδυναμία ἐρεῖς ὡς Δημοσθένης καὶ ἀδυνασία ὡς Ἀ. καὶ Θουκυδίδης.

Λεξικὰ Σεγουηριανά ἀκόλουθα Ἀ. τὰ ἑπόμενα καὶ σύμφωνα.

Λεξικὰ Σεγουηριανά ἀπάλαμνον: ἀμήχανον. οὕτως Ἀ.

Λεξικὰ Σεγουηριανά ἀπεγένετο: ἀντὶ τοῦ ἀπέθανεν. οὕτως Ἀ. καὶ Θουκυδίδης.

Οὐαλέριος Ἁρποκρατίων ἀκαρῆ: ἀντὶ τοῦ μικρὸν ἢ οὐδὲν παρʼ Ἀντιφῶντι.

—βάσανος: Ἀ., λίθος οὕτω καλεῖται, ἧι τὸ χρυσίον παρατριβόμενον δοκιμάζεται.

—δυσάνιος: Ἀ. ὁ ἐπὶ παντὶ ἀνιώμενος, κἂν μικρὸν καὶ εὐκαταφρόνητον ἦι.

—εἰσφρήσειν: εἰσάξειν, εἰσδέξεσθαι. Ἀ.

—ἐμ βραχεῖ ἀντὶ τοῦ ἁπλῶς καὶ ἐν κεφαλαίωι Ἀ.

Αἴλιος Μοίρης ὁ Ἀττικιστής λιθουργοὺς Θουκυδίδης, λιθοκόπους Ἀ.

Φιλόδημος ἐπειδήπερ ἐκ τῶν προαναλογισθέντων συνεθεωρεῖτο καὶ οὐκ ἐξητασμένον οὕτως ἦν, ὥσπερ εἰ μηθὲν ἐτύχομεμ πρὸς ἑτέρους εὑρίσκοντες περὶ τοῦ ὑπὸ γραμμάτων ἁπλῶν καὶ συνθέτων οἰκειοῦσθαι τὴν ἀκοήν, εὔδηλος ἡ τῶν ἄλλων φληναφία φαίνεται τῶν ἢ ταὐτὰ τέρπειν καὶ ὀχλεῖν ἢ διάφορα κατηξιωκότων ὡς καί τινος τῶν ἀρχαίων Ἀντιφῶντος, εἴτʼ οὖν ῥητορικὸς εἴτε καὶ φιλόσοφος ἠβούλετʼ εἶναι.

Φώτιος ἀκοινώνητος Πλάτων ἐν Νόμων ϛ καὶ ἀκοινώνητα. καὶ Ἀ. δὲ καὶ Εὐριπίδης.

Φώτιος ἀμαρτυρήτως: ἀμαρτύρως· οὕτως Ἀ. ἀμαρτυρήτους: ἀντὶ τοῦ ἀμαρτύρους· οὕτως Ἀντιφάνης.

Φώτιος τίμιον: ἀντὶ τοῦ ἔντιμον. οὕτως Ἀ.

Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης μεθέορτοι ἡμέραι κατὰ Ἀ—τα.

καλείσθω δὲ κυβερνήτης ... καὶ κατʼ Ἀ—τα ὁ ποδοχῶν ἢ μᾶλλον κατʼ ἐμὲ ὁ ποδηγῶν.

Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης ἀγλωττίαν δὲ Ἀ. εἴρηκεν.

Ἀ. δὲ ἀντιλογούμενοι.

— —Ἀ. δὲ ἀπαρτιλογία ὥσπερ καὶ Ἡρόδοτος. ἀπαρτιλογία Λυσίας ἐν τῶι πρὸς Ἀρέσανδρον καὶ Ἡρόδοτος ἀντὶ τοῦ ἀπηρτισμένος καὶ πλήρης ἀριθμός.

κακολόγος, κακήγορος καὶ ὡς Ἀ. ἡδυλόγος καὶ μετριολόγος.

Ἀ. ἐπινόημα.

ἀθυμοῦσιν ὡς Ἀ.

χρηματίζειν καὶ ὡς Ἀ. φιλοχρηματεῖν.

ἀνεπιστημοσύνη, ἄγνοια, ἀγνωσία. Ἀ. δʼ ἐπὶ τούτου καὶ ἀγνωμοσύνην λέγει.

— —δοκησίσοφος, ὡς Ἀ. ἔφη.

συμμετρίας Ἀ. ... καὶ δυσμέτρητον Α.

ἀγνοῶν. Ἀ. δὲ καὶ ἀγνώμων λέγει.

καὶ τὸ πρᾶγμα ἀναισθησία, ἀχαριστία, ἀδικία, ἀγνωμοσύνη καὶ ὡς Ἀ. ἀποστέρησις.

Ἀ. δὲ καὶ ἐξαλᾶσθαι πανοικεσίαι ἔφη.

κακόνους ὡς Ἀ.

Ἀ. δὲ ἐπιθύμημα.

ἐπὶ δὲ τοῦ ἀπολογουμένου ἀπελογήσατο, ἀπελύθη ὡς Ἀ.

καὶ ἐν ταῖς σιτοδοσίαις ἐγίνοντο σίτου ἐπιγραφεῖς, ὡς Ἀ.

πολιτοκοπεῖν παρʼ Ἀ—τι.

Λεσβῶναξ ὁ Μυτιληναῖος Κλαζομένιον σχῆμα ὡς τὸ πορεύομαι σὺν ἀγῶνι ἀντὶ τοῦ εἰς ἀγῶνα ... ὡς τὸ σὺν πατρίδι ἔβη ἀντὶ τοῦ εἰς τὴν πατρίδα· οὕτως Ἀ.

Σοῦδα ἀπόκριναι: ... καὶ ἀπόκρισις ἡ ἀπολογία. οὕτως Λυσίας καὶ Ἀ.

—ἀπολαχεῖν: ... Ἀ.· ὁπότʼ ἄνθρωποι βούλοιντο χρήματα διαλαγχάνειν.

—Χρημάτων: ... κεῖται δὲ ἡ λέξις καὶ ἐπὶ πράγματος ἢ προσώπου ἢ λόγου ὡς Ἀ.

Ἀθήναιος Ἀντιφῶν … ἐν τῶι Περὶ γεωργικῶν.