eul_wid: taq-acb
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Lexicon Pi–Omega: Letter Rho by Hesychius the Alexandrian

In Rho the particle rha comes first, then rhabdoi, among them the obeloi set against lines of Homer, and the oath of Rhadamanthys, sworn by a goose or a dog. Further in, rhigion, more dreadful, and rhiknos, shrivelled, belong to the cold and withered words. Painters, dyers and perfumers bought rhōpos, petty wares, and the closing glosses end on rhōps, a soft herb.

Part of Lexicon Pi–Omega

Ῥά· δή. σύνδεσμος· ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες καὶ παρὰ ἰατροῖς ῥιζίον τι

ῥάας· ῥεύματα

ῥαβάττειν· ἄνω καὶ κάτω βαδίζειν. τινὲς δὲ τύπτειν, καὶ ψόφον ποιεῖν τοῖς ποσί, καὶ ῥάσσειν

ῥάβδιδα· τὰ διδασκαλεῖα

ῥάβδοι· καὶ τὸ σύνηθες καὶ ἡ διάφυσις τῆς γῆς, ὡσεὶ φλέβες. καὶ ὀβελοὶ δὲ οἱ παρατιθέμενοι τοῖς Ὁμήρου στίχοις. καὶ οἱ τῶν φοινίκων κλῶνες. καὶ ὁ βραβευτής, ῥαβδονόμος

ῥαβδοφόροι· ῥαβδοῦχοι

ῥάγα· ἀκμή. βία, ὁρμή. καὶ ἣν ἡμεῖς ῥῶγα θηλυκῶς, Ἀττικοὶ ῥᾶγα

ῥάβδος· βέλος

ῥάγανον· ῥᾴδιον. Θούριοι

ῥαγάς· πήλυξ, ἢ σταφυλίς, ῥωγάς

ῥαγδαῖον· τὸ ὀξύ, ὁρμῆς μεστόν, ἢ ἄθρουν, σφοδρόν, ἰσχυρόν, φοβερόν, σκληρόν

ῥαδαλόν· ἁπαλόν. εὐδιάσειστον

Ῥαδαμάνθυος ὅρκος· τὸν ἐπὶ χηνὶ καὶ κυνὶ καὶ τοῖς τοιούτοις ὅρκον

ῥαδαμεῖ· βλαστάνει

ῥάδαμνος· βλαστὸς ἁπαλός, κλάδος. ἄνθος. ὅρπηξ. καὶ τὰ τοιαῦτα

ῥάδαμον· καυλόν, βλαστόν

ῥαδανᾶται· πλανᾶται

ῥαδάνη· κρόκη. ὁμοίως ῥοδάνη

ῥαδανίζεται· τινάσσεται

ῥαδανόν· ῥαδινόν, ἀπὸ τοῦ ῥᾳδίως δονεῖσθαι

ῥαδανῶροι· οἱ τῶν λαχάνων κηπουροί. Ταραντῖνοι

ῥᾴδια· εὔκολα, εὐχερῆ

ῥᾴδια· ὑπόδημα ποιόν· οἱ δὲ σανδάλιον

ῥαδινήν· λεπτήν

ῥαδινόν· λεπτόν, ἰσχνόν. εὐκίνητον. ἁπαλόν. εὐδιάσειστον

ῥᾳδιουργεῖ· ῥᾳδίως ποιεῖ. κακοποιεῖ, δεινοποιεῖ

ῥᾳδιουργός· πλαστογράφος, ἢ ταχυγράφος, πονηρός, μηχανουργός, πολυμήχανος

ῥᾳδίως· εὐκόλως, εὐχερῶς

… ρα δμωῇσι· θεραπαίναις

ῥαΐσας· ὑγιάνας

ῥάζειν· τρώγειν. κυρίως ἐπὶ τῶν κυνῶν· μιμητικῶς ἐπὶ τοῦ ἤχου

ῥάθαγος· τάραχος, ἦχος, θόρυβος, ψόφος

ῥαθάμη· ῥᾳστώνη, ῥᾳθυμία

ῥαθαίνεται· ῥαίνεται, βρέχεται

ῥαθάμιγγες· ῥανίδες, σταγόνες. καὶ ὁ ἀπὸ τῶν ἵππων κονιορτός. ἄλλοι ῥαθάμιγγες λέγουσι

ῥαθαπυγίζειν· ὅ τινες σκομβρίζειν. τὸ τῷ σκέλους πλάτει παίειν κατὰ τῶν ἰσχίων, τὸ εἰς τὸν γλουτὸν σιμῷ ποδὶ τύπτειν

ῥαθασσόμενοι· ῥαινόμενοι. πληττόμενοι

ῥαθμίζεσθαι· ῥαίνεσθαι

ῥᾳθυμία· ἀμέλεια, κατήφεια. ἀνοχή

ῥᾴθυμος· ὁ μὴ πονητικὸς

ῥακά· κενός

ῥαμά· ὑψηλή

ῥᾴ· ῥᾷστον, ῥᾳδίως

ῥαιβίας· ἀζήμιος δῆμος

ῥαιβόν· ἐπικαμπές, τὸ μὴ ὀρθόν, καμπύλον, στρεβλόν, σκαμβόν

ῥάιδια· σανδάλια. οἱ δὲ ὑποδήματα γυναικεῖα

ῥαιδεῖται· σκώπτει

ῥαΐαν· ὑγείαν

ῥαίει· πορθεῖ, φθείρει

ῥαίεται· πλανᾶται. φθίνει

ῥαΐζεται· ὑγιαίνει

ῥαικακερεῖς· στρεβλοκέρατοι

ῥαίκερος· χαλεπός

Ῥαικός· Ἕλλην. Ῥωμαῖοι δὲ τὸ Γ προσθέντες, Γραικόν φασι

ῥαίνει· μιλτοῖ

ῥαίνοντο· ἐβάλλοντο. κατεπάσσοντο

ῥαϊξία· τόπος ἴδιος ἰατροῦ ἐν Ταραντίνοις

ῥαίοιτο· φθείροιτο. πλανῷτο

ῥαιομένου· φθειρομένου

ῥᾷον· συγκριτικόν, ἢ ἕτερον

ῥαίουσι· φθείρουσιν

ῥαΐσαι· τρισυλλάβως Ἀττικοὶ τὸ ἐκ νόσου ἀναλαβεῖν

ῥαΐσας· ὑγιάνας, ἀνασφήλας

ῥᾷστα· ῥᾳδίως, εὐκόλως

ῥαιστάζει· πονεῖ. ὠθεῖ

ῥαῖσαι· φθεῖραι

ῥαιστήρ· σφῦρα σιδηρᾶ μονοκέφαλος. τινὲς δὲ σιαγόνα

ῥαιστῆρα· ὁμοίως

ῥᾷστον· ὑπερθετικόν

ῥαίστωρ· κρατήρ

ῥαΐσω· βελτίον σχῶ

ῥαιφάσσει· ἁγνεύει

ῥαίω· φθείρω

ῥᾴων· εὐθυμότερος

ῥάκεʼ ἄζει· ἱμάτια ξηραίνει

ῥάκελος· σκληρός

ῥάκη· ἀποσκορακίσματα. καὶ ἀποσπάσματα. ἱμάτια

ῥακῖδες· ὀρόδαμνοι, κλάδοι

ῥακλεός· σκληρός

ῥάκος· διεῤῥωγὸς ἱμάτιον

ῥακτήριον· ὄρχησίς τις

ῥακτηρίοις κέντροισιν· ἀντὶ τοῦ ταῖς κώπαις· διὰ τὸ ἀῥάττεσθαι. καὶ ἐν Φιλοκτήτῃ τῷ ἐν Τροίᾳ· μέλη βοῶν ἄναυλα καὶ ῥακτήρια ἀντὶ τοῦ ψοφώδη καὶ θορυβώδη

ῥακτήρια· τύμπανα

ῥακτοί· φάραγγες. πέτραι. χαράδραι

ῥακτὸς λόφος· .....

ῥάκτριαι· τὰ ῥαβδία, ἐν οἷς τοὺς καρποὺς ἀπαράσσουσιν

ῥακωλέον· ῥάκος

ῥάματα· βοτρύδια. σταφυλίς. Μακεδόνες

ῥαμβάς· ὁ δήμιος

ῥάμνος· τὸ φυτόν, ὅπερ εἰς ἀλεξιφάρμακον παραλαμβάνεται. καὶ δένδρον ἀκανθῶδες

Ῥαμνουσίας ἀκτάς· δῆμος ἐν τῇ Ἀττικῇ, ὅπου Νέμεσις τιμᾶται

Ῥαμνουσία· Νέμεσις. ἐν Ῥαμνοῦντι Νεμέσεως ἵδρυτο ἄγαλμα δεκάπηχυ, ὁλόλιθον, ἔργον Φειδίου, ἔχον ἐν τῇ χειρὶ μηλέας κλάδον

ῥαμοσαίτης· κατάρατος

ῥαμφαδέκται· τὸ πυκτεύειν

ῥαμφάξει· ῥύγχει ὠθήσει

ῥομφαία· μάχαιρα. καὶ ἡ πυγμὴ τῆς χειρός

ῥαμφή· κοπίς. μάχαιρα. ἢ τὰ τῶν ὀρνέων ῥύγχη

ῥαμφησταί· ἰχθῦς ποιοί

ῥαμφίς· νεὼς εἶδος

ῥάμφος· ῥύγχος τὸ ἐπὶ τῷ στόματι τῶν μεγάλων πετεινῶν

ῥαμψὰ γόνατα· βλαισὰ γόνατα. τὸ δὲ αὐτὸ καὶ ῥαιβά

ῥαμψόν· καμπύλον, βλαισόν

ῥᾶνα· ἄρνα. Ῥωμαῖοι δὲ βάτραχον

ῥανίς· σταλαγμός

ῥανᾶται· πλανᾶται. σπείρεται

ῥαντίζει· σκώπτει

ῥαντόν· ποικίλον

ῥάξ· ἡ τῆς σταφυλῆς

ῥᾷον· εὐχερές. κοῦφον. εὔκολον

ῥαπατήν· καλάμην, καὶ τοὺς ἐν αὐτῇ αὐλοῦντας ῥαπάλους

ῥαπίδες· ὑποδήματα. περόναι

ῥαπιδοποιόν· τὸν ποιητήν, Δωριεῖς· ἢ ποικιλτήν. ἢ τὰς κρηπῖδας ποιοῦντα

ῥαπίζει· σκώπτει. ἀλοᾷ. παίζει. μαστιγοῖ, τύπτει

ῥαπίς· ῥάβδος. κρηπίς. κώμη. γογγυλίς. οἱ δὲ λαψάνην

ῥαπίσαι· ῥάβδῳ πλῆξαι, ἢ ἀλοῆσαι

ῥάπται· φάραγγες, χαράδραι, γέφυραι

ῥάπτειν· μηχανᾶσθαι, κατασκευάζειν

Ράριον πεδίον .....

Ρᾶρος· ἰσχυρός. καὶ ὄνομα τοῦ Τριπτολέμου πατρός

ῥάσσατε· ῥάνατε

ῥᾷστα· εὐχερῆ, εὔκολα

ῥαστάζει· πονεῖ. ὠθεῖ. ταράττεται

ῥᾷστον· εὐχερές, εὔκολον

ῥᾳστωνεύεται· ῥᾳθυμεῖ, ἀμελεῖ, καταφρονεῖ

ῥᾳστώνη· ῥᾳθυμία. καὶ τὰ ὅμοια

ῥᾳστώνης· τρυφῆς, τέρψεως. ἀναπαύσεως

ῥάστωρ· κρατήρ

ῥατάναν· τορύναν

ῥατίζει· πρεσβεύει

ῥατιχεύειν· καταρᾶσθαι

ῥατῶνα· ῥεκτῆρα. σφαγέα

ῥαυλόν· ἄγραυλον. ἄγροικον

ῥαφάνη· κράμβη

ῥαφανιδωθῆναι· τοὺς μοιχοὺς ταῖς ῥαφανίσιν ἤλαυνον κατὰ τῆς ἕδρας τίς γὰρ ἀντὶ τῆς ῥαφανῖδος ὁρῶν ὀξυθυμίαν ἔλθοι πρὸς ἡμᾶς

ῥαφανίς καὶ ῥάφανος διαφέρει παρὰ τοῖς Ἀττικοῖς· ῥάφανος μὲν γὰρ ἡ κράμβη, ῥαφανὶς δὲ ἡ παρʼ ἡμῖν ῥάφανος. Τρύφων δέ φησι, παρὰ Δωριεῦσι τὰς μικρὰς ῥαφανῖδας λέγεσθαι, τὰς δὲ μέγαλας ῥάφας

ῥάφανος· κράμβη

ῥαφανουροί· κηπουροί

ῥαφάσσει· πλανᾶται

ῥαφίς· ὑπόδημα. περόνη. καὶ ἄγριόν τι λάχανον λαψανῶδες. καὶ ἡ ῥάβδος

ῥάφοι· ὄρνεις τινές

ῥαχάδην· ἐπὶ τῆς ῥάχεως

ῥαχάς· χωρίον σύνδενδρον καὶ μετέωρον, διὰ τὸ ψόφον ἀποτελεῖν καταπνεόμενον

ῥάχετρον· ῥαχίς· ὡς πλευρὸν καὶ πλευρά. οἱ δὲ τὴν ῥάχιν τοῦ ἱερείου

ῥαχθέντος· σπαραχθέντος

… ῥαχίζειν· παίειν τὸ ἱερεῖον

ῥάχη· ἀποραχίσματα καὶ ἀποσπάσματα

ῥαχία· πᾶς πετρώδης αἰγιαλός

ῥαχίζειν· τὸ εἰκαίως καὶ ῥᾳδίως ψεύδεσθαι

ῥαχίζων· διακόπτων, διὰ τὸ τὴν πρώτην καὶ μεγάλην διακοπὴν κατὰ τὴν ῥάχιν γίνεσθαι

ῥάχι· τὸ στέμφυλον

ῥάχις· ἄκρα. ὀσφῦς. ἢ ἄκανθα τοῦ νώτου

ῥαχιστήρ· ψεύστης. ἀλαζών. μεγαλουργός, μεγάλα κακουργῶν, μεγάλα ψευδόμενος

ῥᾶχοι· χοιράδες. στοιβαί. σάγματα. ἔνιοι τοὺς φακέλους τῶν ξύλων· ἄλλοι τὰς μυρικίνας ῥάβδους. ἔστι δὲ ἀκανθῶδες φυτόν, ἀφʼ οὗ τὸ περίφραγμα

Ῥᾶχος· Ἕλλην. δηλοῖ δὲ παρὰ τοῖς βαρβάροις τὸν ἐλεύθερον. καὶ ὁ φραγμὸς τῶν τειχῶν

ῥάψαι· συνθεῖναι

ῥαψῳδία· ἡ σύνταξις τῶν λόγων, ἢ λόγων συῤῥαφή. ἢ μέρος ποιήματος

ῥαψῳδοί· ὑποκριταὶ ἐπῶν

ῥαψῴδημα· ψεῦσμα. φλυαρία

ῥαψῳδός· Σοφοκλῆς Οἰδίποδι οὕτως ἔφη τὴν Σφίγγα. καὶ οἱ τὰ Ὁμήρου ᾄδοντες ποιοὶ ῥαψῳδοὶ καλοῦνται

ῥέα· ῥᾳδίως, εὐχερῶς

Ῥέας πόντος· παρὰ τὸν Ἀδριακὸν κόλπον, ἔνθα τιμᾶται ἡ Ῥέα. καὶ ὁ Βόσπορος

ῥεγεονάριος· γειτονίαρχος

ῥέγματα· τὰ βάμματα

ῥέγος· ῥάμμα. βάμμα. ῥάκκος

ῥεγισταί· οἱ βαφεῖς

ῥέγχειν· ἐπὶ τῶν κοιμωμένων

ῥέδδει· πράττει, θύει

ῥεδίων· ἁρμάτων

ῥέε· ῥέεν. ἔῤῥει, ἔρεεν

ῥέε δʼ αἵματι γαῖα· κατεῤῥεῖτο ἡ γῆ ἀπὸ τοῦ αἵματος

ῥέεθρα· ῥεῖθρα, ῥεύματα

ῥεέθρων· ῥευμάτων, ῥείθρων

ῥέζει· πράττει. θύει, ἱερεύει. παρασκευάζει

ῥέζεσκον· ἔθυον. ἔπραττον

ῥέζουσι· πράττουσι. θύουσι. καὶ τὰ ὅμοια

ῥεθέων· σπλάγχνων, μελῶν, σωμάτων

ῥέθη· μέλη τοῦ σώματος. σῶμα. πρόσωπον. θηρίον

ῥέθος· πρόσωπον. παρειά

ῥεῖ· ῥέει, χεῖται

ῥεῖα· ῥᾳδίως, εὐχερῶς, μωλωπωνι, ἰσχυρῶς

ῥεῖα ζώοντες· ἀπόνως καὶ ἀμόχθως ζῶντες

ῥεῖά κεν· εὐχερῶς ἤνεγκεν

ῥιγεδανοῖς· φοβεροῖς

ῥιγηλά· φοβερά

ῥίγησε βοήν· ἐφοβήθη .......

ῥίγησεν· ἐφοβήθη

ῥείζω· ὠθήσω

Ῥείης· τῆς Ῥέας

ῥεῖθρον· ῥεῦμα. λέγεται δὲ καὶ ῥέεθρον

ῥινοτόρος· τὰς ἀσπίδας τορῶν, ἢ τιτρώσκων

ῥεῖρος· ταλαίπωρος

Ῥειτοί· ἐν τῇ Ἀττικῇ δύο εἰσὶν οἱ πρὸς τῇ Ἐλευσῖνι Ῥειτοὶ ῥωγμοί. καὶ ὁ μὲν πρὸς τῇ θαλάττῃ τῆς πρεσβυτέρας θεοῦ νομίζεται, ὁ δὲ πρὸς τὸ ἄστυ τῆς νεωτέρας, ὅθεν τοὺς λουτροὺς ἁγνίζεσθαι τοὺς θιάσους

ῥέκος· ζῶμα. ζώνη

ῥεκτός· ἀνδρεῖος. ἢ χιτών

ῥεκτῶν· ἀπομακτρῶν. ἢ ἱματίων

ῥέμβεται· πλανᾶται, γυρεύει

ῥεμβέσθω· τὰ ὅμοια

ῥεμβονᾶν· σφενδόνας

ῥεμεῖ· ὀδυνᾷ. σήπει

ῥεμφθῆναι· ῥέμβεσθαι

ῥέμφος· τὸ στόμα. ἢ ῥίς

ῥέξαι· ποιῆσαι. θῦσαι

ῥέξει· πράξει. θύσει, ἱερεύσει. παρασκευάσει, ἑτοιμάσει, ξέσει

ῥέξομεν· ποιήσομεν. καὶ τὰ ὅμοια

ῥέοντα· ῥυτά. ἐκπώματα

ῥέοντι· ῥεῖ

ῥεόντων· παρερχομένων

ῥέος· ῥεῦμα. θηρίον

ῥέπει· κλίνει, βαρεῖ, καθέλκει

ῥέπεν· ἐβαρεῖτο

ῥέπεις· ῥέψις. ῥέπου

ῥεῦεν· ἐδίωκεν

ῥεῦμιν· βρέφος νεογνὸν

ῥεύσαντα· ἐγκλίναντα

ῥευσταλέον· ῥέον

ῥευστόν· χυτόν

ῥεχθέν· πραχθέν, συντελεσθέν

ῥέψας· κλίνας. στεγάσας

ῥέωνος· εὔωνος. ἀνδρός

ῥήγεα· παλλία βαπτά, ἀπὸ Ῥωμαίων. βεβαμμένα ἱμάτια. Ῥηγεῖς γὰρ οἱ βαφεῖς

ῥηγεύς· βαφεύς

Ῥηγῖνος· τοὺς δειλοὺς Ῥηγίνους ἔλεγον

ῥῆγμα· τάσις ἀνέμου. κατὰ μῆκος τραύματος οὐλή. στάλαγμα

ῥήγματα· σχίσματα

ῥηγμίν· αἰγιαλός, περὶ ὅνπερ ῥήγνυται τὸ κῦμα

ῥηγμῖνος· τὰ ἀπορπύματα τῆς πέτρας

ῥηγμίς· αἰγιαλός. διὰ τὸ ῥήσσειν τὰ κύματα ἐκεῖ

ῥήγνυσκε·

ῥήγνυται· διαιρεῖται, κατακόπτεται

ῥῆγος· ῥάκος. περίστρωμα. σπάραγμα. προσκεφάλαια

ῥηδίων· καρούχων. ῥαιδίων

ῥῃδίως· εὐκόλως, εὐχερῶς

ῥήϊα καὶ ῥηΐδια· ὁμοίως· εὐχερῶς μάλα, ῥᾳδίως

ῥηΐτεροι· εὐκαταγωνιστότεροι. εὐχερέστεροι, εὐκοπώτεροι

ῥήνεα· πρόβατα, οἷα

ῥῆνες· ἄρνες, πρόβατα

ῥήνικες· ἀρνακίδες

Ῥήνη· ποιμήν. καὶ πόλις

Ῥῆνος· ὄνομα ποταμοῦ

ῥῆξαι· διελεῖν. καταβαλεῖν. ἀπολῦσαι. κρᾶξαι

ῥῆξαί με καὶ φράσαι ἀεὶ λόγον· ἀντὶ τοῦ ἐκρῆξαι φωνήν

ῥηξάτω· κραξάτω

ῥῆξε· διέῤῥηξε. κατέβαλεν. ἔκραξεν. ἀπέλυσεν. διέκοψεν

ῥηξίφλοια· ῥήξαντα. τὸν φλοῦν

ῥηξήνορα· πολεμιστὴν πρακτικόν, ἢ ἀνδρεῖον πολεμιστήν

ῥηξήνορες· ὁμοίως

ῥηξίφρονα· καταβαλόντα τὴν φρένα

ῥησίδιον· λεξίδιον

ῥησάμενος· διομολογησάμενος

ῥήσαντο· ἐψηφίσαντο. οἱ δὲ ἐτύπτοντο

ῥήσεις· νόμοι, δόγματα. λόγοι, λέξεις. ψηφίσματα

ῥησκομένων· λεγομένων

Ῥῆσος· ποταμὸς Τρωάδος

ῥήσοντας· τοῖς ποσὶ κροτοῦντας

Ῥησόσαρχος, ὃς ῥέει τὰ θέσφατα· ἤτοι παρὰ τὴν ῥῆσιν εἴρηκεν· ἢ ὡς Ἀσκληπιάδης ἐν ςʹ τραγῳδουμένων, ἄριστον αὐτὸν γεγονέναι ἀλήθειαν εἰπεῖν. ἐγένετο δὲ καὶ ἕτερος

ῥήσιος· ὁμιλίας

ῥήσσει· τέμνει, σχίζει. τύπτει, κροτεῖ

ῥητήν· τὴν ὡρισμένην ἡμέραν τοῖς θεοῖς εἰς θυσίαν σημαίνει

ῥητῆρα· διδάσκαλον

ῥητοί· οἱ ἔνδοξοι.

ῥητόν· τὸ τεταγμένον, ὃ ἄν τις τάξηται. καὶ ῥησάμενοι· ταξάμενοι

ῥητόν· τὸ τεταγμένον

ῥήτωρ· ὁ τὴν ἰδίαν ἀποφαίνων γνώμην κριτήν

ῥήτορες· λέκται. οὐχ οἱ συνήγοροι μόνοι

ῥῆτραι· συνθῆκαι διὰ λόγων. ἢ δίκαι. ἢ ὁμιλίαι

ῥήτρας· συνθήκας

ῥήτρης· ῥητορικῆς

ῥητῷ· ὡμολογημένῳ. ἑσταμένῳ

ῥητῶν· φανερῶν

ῥητῶς· φανερῶς

ῥήτωρ· συνήγορος. καὶ ὁ τὴν ἰδίαν ἀποφαίνων γνώμην. ἢ κριτής

ῥήχη· στάσις. ἐξουσία

ῥηχθέντα· καταβληθέντα. χωρισθέντα

ῥηχιάδαι· οἱ τοὺς καταδίκους εἰς ῥαχίας βάλλοντες

ῥηχίς· ἄκρα

ῥῆχος· φραγμός

ῥία· ἀκρωτήρια ὄρθια. καὶ τὰ εἰς θάλασσαν ἐγκείμενα.

ῥίαινα· πηγή, λιβάς

ῥίγα· σιώπα

ῥιγεδανῆς· φρικώδους. χαλεπῆς, κακίστης, φοβερᾶς

ῥιγεδανόν· φρικῶδες, ὅμοιον

ῥίγιστα· φρικωδέστατα

ῥιγηλόν· φοβερόν

ῥιγηδανῆς· φρικτῆς

ῥίγησεν· ἔφριξεν. ἐφοβήθη

ῥηγῖνος· ἀπειράγαθος

ῥίγιον· φοβερώτερον. χαλεπώτερον. φρικτόν

ῥίγιστα· φοβερώτατα. ἀτυχέστατα

Ῥιγίστη· κρήνη τῆς Σινωπίδος

ῥῖγμα· σταλαγμός

ῥίζαι· αἱ θέσεις τοῦ ὀφθαλμοῦ, καὶ πάντων φυτῶν

ῥίζειν· τρώγειν. καίειν. μυστιλᾶσθαι. θηλάζειν

ῥιζοῦχος· σπερμογόνος

ῥιζῶν· νεάζων. Ἐρετριεῖς

ῥεῖθρον· ῥεῦμα

ῥικνὴν ὄψιν· φρικτήν

ῥικνοί· ἰσχνοὶ σαρξίν. ἐπικεκαμμένοι, σκαμβοί, σκολιοί

ῥικνοῦσθαι· διέλκεσθαι, καὶ παντοδαπῶς διαφέρεσθαι κατʼ εἶδος

ῥικνοῦται· λεπτύνεται. ἐπὶ τῶν ὀστέων τῶν γερόντων

ῥικνοτέρους· ἀσθενεστέρους

ῥικνοφυεῖς· τὰς στρεβλάς, καὶ πεπιεσμένας

ῥικνώσεαι· ῥυσωθήσῃ

ῥίμβαι· ῥοιαὶ μεγάλαι. ἄμεινον δὲ διὰ τοῦ Ξ ξίμβαι

ῥίμβησις· ἀγκύλη τοῦ ὤμου. οἱ δὲ βραχίονα τοῦ ἱερείου

ῥίμφα· ῥᾳδίως, εὐχερῶς. συνεχῶς. ἢ ταχέως

ῥίμφια· ῥᾳδίως ἔῤῥιψαν

ῥινᾶν· ἐπὶ τοῦ ἐξαπατᾶν. καὶ βουκολοῦντας

ῥίνεαι· αἱ μέλαιναι ἰσχάδες

ῥίνη· ἰχθύος δορά

ῥινηλάτην ὄνον· τὸν καθικνούμενον τῇ ὀσμῇ

ῥινόβατος· ἰχθῦς ποιός

ῥινοβόλους ἀνέμους· ἢ τὰς διὰ τῆς ἐνέδρας φύσας

ῥινοδέψου· βυρσοδέψου

ῥινόκερως· τὸ τετράπουν θηρίον. καὶ ποιὸς ὄρνις ἐν Αἰθιοπίᾳ

ῥινός· δέρμα

ῥινόν· τὴν βύρσαν. τὸ δέρμα

ῥινοπύλη· μικρὰ πύλη

ῥινοτόρος· ῥινοὺς διατορῶν, τουτέστιν ὅπλα καὶ φάλαγγας διακόπτων. ἢ βυρσοτόμος

ῥινούς· βύρσας. δέρματα. ἀσπίδας

ῥινοχόος· χώνη

ῥινφαρήτρας· συνθήκας

ῥινῷ· δέρματι. βύρσῃ

ῥινωτηρία· μέρος τι τῆς νεώς

ῥιξικάζεται· ῥικάζεται. στροβεῖται

ῥίον· ἀκρωτήριον ὄρους

ῥίον Οἰναῖον· Οἰνώη τῆς Ἀργείας ὄρος χαλεπόν

ῥίου· ἀκρωτηρίου

Ῥῖπαι· ὄρη Σκυθικά· ὅθεν βοῤῥᾶς ὁ ἄνεμος πνεῖ

ῥίπεσσι· ψιάθοις. πλέγμασιν ἐκ καλάμων

ῥιπή· ὁρμή. βολή. ῥοπή

ῥιπῆς· ὁρμῆς. βολῆς. ῥοπῆς

ῥίπη ταναοῖο· ὁρμὴ τοῦ ἄγαν ἐκτεταμένου

ῥιπίδιον· μέρος τῆς νεώς

ῥιπίζει· φυσᾷ, πνεῖ, πνοὴν πέμπει. ἀνακαίει

ῥιπίζεται· ἀνακινεῖται

ῥιπίζων· κινῶν

ῥιπίρ· ῥιπίς, τὸ πλέγμα, ἢ ἐκ σχοίνων πέτασος. Ἀττικοὶ δὲ ῥιπίδα. ᾧ τὸ πῦρ καίουσι· καὶ τραπέζας οὕτω λέγουσι

ῥιπίς· τοῦ σκέλους τὸ ἀκροκώλιον

ῥιπιστά· διαπνεόμενα

ῥιπτάζων· ῥίπτων

ῥῖπος· ἔδαφος πρὸς κοίτην

ῥίς· ῥίν. ῥώθων

ῥίσαντες· φιλονεικήσαντες

ῥίσκοι· εἶδός τι μυῶν

ῥίσσουσα· λυπουμένη

ῥίστρον· πτύον

ῥίψανεν· ἐῤῥίψανεν

ῥιχνοῦσθαι· κινεῖσθαι ἀσχημόνως

ῥίψασπις· ὁ ἐν τῷ πολέμῳ τὰ ὅπλα ῥίψας ἐκ φόβου, δειλός

ῥιψοκίνδυνος· παράβολος, τολμηρός, ἐπικίνδυνος

ῥοαί· ῥεύματα, ῥεῖθρα, πηγαί. ἱππόδρομος

ῥοάς· τοὺς καλαμῶνας. πηγάς, χεύματα

ῥοάων· ῥευμάτων

ῥοβδεῖ· ἀναῤῥιπτεῖ μετʼ ἤχου

ῥοβλεῖ· ῥοφεῖ. πνεῖ

ῥόβιλλος· βασιλίσκος ὄρνις

ῥόγαν· τὸν φονέα, τὸν αὐτόχειρα

ῥόγαν· ῥῶγα

ῥογεῖ· ὀργᾷ. ἀκμάζει. δαμάζει

ῥογεύς· βαφεύς

ῥογία· ἀκέστρια

ῥογκιῆν· ῥέγκειν. Ἐπίχαρμος

ῥογοί· ὄροι σιτικοί, σιτοβολῶνες

ῥόδαμνοι· κλῶνες, βλαστοί

ῥοδανόν· τρυφερόν

Ῥοδανός· ποταμοῦ ὄνομα

ῥόδεα· ἐρυθρά

ῥόδεον· εὔχρουν. εὐῶδες. εὐειδές

ῥοδῆ· αὐτὸ τὸ δένδρον

ῥόδια· ὑπόδημα ἀνδρεῖον. καὶ ἀμπέλου εἶδος

ῥοδιακόν· ποτηρίου καὶ ἐκπώματος εἶδος

ῥοδιάς· ποτηρίου εἶδος

Ῥόδιοι τὴν θυσίαν· ......

ῥόδιον· μύρον

Ῥοδίος· ποταμός, ὁ νῦν Δάρδανος

ῥοδόεντα· πυῤῥά

ῥοδοδάκτυλον· ῥοδόχρουν. ἀπὸ μέρους· καλόν

ῥόδον· Μιτυληναῖοι τὸ τῆς γυναικός. καὶ τὸ σύνηθες

ῥοδωνιά· ὁ τόπος, ἔνθα φύεται τὰ ῥόδα. καθάπερ καὶ ἰωνιἀ, ὅπου τὰ ἴα φύεται· καὶ κρινωνιά, ἔνθα τὰ κρίνα. δηλοῖ δὲ καὶ τὸ ἀναιδές

Ῥοδῶπις· αὕτη γένει μὲν ἦν ......

ῥοήν· ῥύσιν

ῥοθεῖ· ὁρμᾷ

ῥοθεῖν· ὁρμᾶν. τρέχειν. λέγειν. διώκειν

ῥοθιάζειν· ἐλαύνειν, ἀπὸ τοῦ ψόφου τῆς εἰρεσίας. οἱ δὲ τὴν ἀνακοπὴν τοῦ ὕδατος ῥόθον φασίν

ῥόθιον· ῥεῦμα, κῦμα, τὸ μετὰ ψόφου γινόμενον

ῥόθεον· τὰ αὐτά

ῥόθιον· ταχύ, ὁρμητικόν

ῥόθον· τὸν ἀπὸ τῶν κυμάτων ψόφον

ῥόθῳ· ὁρμῇ μετὰ ψόφου

ῥοία· κυλίστρα τῶν ἵππων παρὰ τῷ ποταμῷ καὶ ψάμμῳ

ῥοίαγξ· φάραγξ

ῥοιβδεῖ· ῥοιζεῖ. διώκει. ῥοφεῖ .....

ῥοῖβδος· ῥόγχος. ψόφος ποιός

ῥοιβδώδει· μετὰ ἤχου ἀείδει, ὡς οἱ ποιμένες

… ιδαμός· ὁ ἀσπάραγος

ῥοιδμός· ποιὸς ψόφος

ῥοίδνας· δάκνας

ῥοιζεῖ· διώκει. ὁρμᾷ. τρέχει

ῥοιζηδόν· σφοδρῶς ἠχητικόν

ῥοιζῆσαι· ποιὸν ἦχον ἀποτελέσαι. συρίσαι

ῥοῖζος· ψόφος, ἦχος. ῥεῦμα σφοδρόν

ῥοιζοῦντος· ἠχοῦντος

ῥοίζωσον· ἤχησον σφοδρῶς

ῥοικόν· σκολιόν, καμπύλον, σκαμβόν. ῥυσόν. ῥικνόν

Ῥοίκου κριθοπομπία· Ἐρατοσθένης ἐν τῷ ἐννάτῳ τῶν Ἀμαθουσίων, βασιλέα τοῦτον αἰχμάλωτον γενόμενον, εἶτα ὑποστρέψαντα πρὸς ἑαυτόν, τῇ πόλει Ἀθηναίων κριθὰς ἐκπέμψαι φησίν

ῥοιλιαῖς· δάκναις

ῥοϊσμός· ὁ τῶν ἵππων ῥισμός

ῥόμβος· ψόφος. στρόφος. ἦχος. δῖνος. κῶνος. ξυλήριον, οὗ ἐξῆπται σχοινίον, καὶ ἐν ταῖς τελεταῖς δινεῖται, ἵνα ῥοιζῇ. τοῦτο αὐτῷ ....... καὶ ἰχθῦς τις τῶν πλατέων. καὶ ὁ ἐν τοῖς δεσμοῖς γόμφος

ῥόμβῳ· περιφορᾷ, κινήσει

ῥομβωτόν· ἐπίμηκες

ῥόμιξα· εἶδος ἀκοντίου

ῥόμος· σκώληξ ἐν ξύλοις

ῥομφαία· Θρᾴκιον ἀμυντήριον, μάχαιρα, ξίφος, ἢ ἀκόντιον μακρόν

ῥομφάζει· βαστάζει ὡς ῥομφαίαν

ῥομφεῖς· ἱμάντες, οἷς ῥάπτεται τὰ ὑποδήματα

ῥόνειν· κρίνεσθαι

ῥόος· ῥοῦς. ῥύμη, ῥεῦμα

ῥοπαῖς· κλίσεσι

ῥοπαλίζει· στρέφει, κινεῖ ὡς ῥόπαλον

ῥόπαλον· βακτηρία, ῥάβδος

ῥοπή· κλίσις, νεῦμα. δύναμις, βοήθεια

ῥοπτίον· κλειδίον

ῥόπτρον· ῥόπαλον. ἢ τὸ ἐπικαταπίπτον τῆς παγίδος καὶ συλλαμβάνον. καὶ τὸ ἐπίσπαστρον τῆς θύρας· ἔνιοι κρίκον. καὶ τὸ αἰδοῖον. καὶ τὸ καμπύλον ξύλον

ῥοταρία· τορύνιον

ῥουβοτός· ῥόφημα

ῥουγός· πρόσωπον

ῥουδόν· ῥευστικῶς

ῥουμάζεται· φρίττει

ῥοῦτο· τοῦτο. Μακεδόνες

ῥοφεῖ· καταπίνει. ἀναλαμβάνει

ῥοῦν· ῥεῦμα

ῥόφιον· κύκα

ῥόφια· κύματα. ἢ ῥόθια

ῥόχανον· σκυταλίδα, ἀπορακτήριον, ᾗ ἀποριγλιῶσι τὸ μέτρον

ῥοχθεῖ· ἠχεῖ, ψοφεῖ. κλύζει

ῥοῶδες· ῥεῦμα ὑδρηγόν

ῥύαξ· περικεφαλαία. πύργος

ῥυάχετον· θόρυβον. ἢ τὸν ῥέοντα ὀχετόν

ῥύβδην· ἢ ταχύτητι. ἢ μετʼ ἤχου σφοδροῦ

ῥυγχιάζειν· διαστρέφειν. ῥογχάζειν

ῥυδεῖ· περιπλέκεται

ῥύδην· εὐκόλως, ἢ ἀθρόως ἐπιτρέχοντες

ῥυδωμένην· ῥοφωμένην

ῥύδια· ῥοά, ἢ ῥοιά

ῥυδὸν ἢ ῥύδην· χύδην, δαψιλῶς, ῥευστικῶς, σφοδρῶς

ῥύεινα· ἄρνα. Κύπριοι

ῥύεται· σώζει. εἴργει. σκέπει. φυλάττει. κωλύει

ῥύζα· βία. ἡ τοῦ τόξου τάσις

ῥύζειν· ὑλακτεῖν

ῥύζουσι· διαμωκῶνται. μισοῦσι. γογγύζουσιν

ῥυζῶν· πενθῶν· διὰ τὸ τοὺς πενθοῦντας ἄναυδόν τινα ἦχον προφέρειν

ῥυῆαν· κατόχον πιπάζεσθαι. καὶ ῥυὰ ὁ ἵππος

ῥυήσονται· φθαρήσονται. ῥεύσουσιν

ῥυηφενής· πλούσιος

ῥυθῆναι· ἐρεχθῆναι, ὃ δηλοῖ ἐξαιρεθῆναι. ἢ ξυσθῆναι

ῥυθμίζει· κανονίζει

ῥυθμοποιός· ὁ μέλη καὶ ῥυθμοὺς ποιῶν

ῥυθμός· κανών. μέτρον. τρόπος. μέλος εὔφωνον. ἀκολουθία. τάξις. σύγκρισις

ῥυκάνη· ἀλθητήριον. χειρομήριον. ἀμυντήριον. τεκτονικὸν ἐργαλεῖον

ῥῦμα· τὸ ἐλαφρόν. καὶ πυκνόν. ὁλκός. ῥύμη. φυλακή, ἀπὸ τοῦ ῥύεσθαι

ῥυμβονᾶν· διασκορπίζειν

ῥύμβος· δῖνος

ῥύμη· ὁρμή

ῥυμβάδας· λάϊγγας τὰς διεσχισμένας

ῥύμη· τάξις ἔρημος

ῥύμιγξ· χείμαῤῥος

ῥύμμα· σμῆμα. καὶ ἡ σμηματοδοκίς, σμηματοθήκη

ῥύμματα· τρίμματα. σμήγματα

ῥυμός· τοῦ ἅρματος τὸ ἐκτεταμένον ξύλον παρὰ τοὺς ἵππους ἕως τοῦ ζυγοῦ μέσον ἀπὸ τοῦ ἄξονος, ὅ τινες στήμονα καὶ σταθμίον καλοῦσιν

ῥυμοτομεῖται· εἰς ὀρθὸν κόπτεται

ῥυνδάκη· ὀρνίθιον ἡλίκον, περιστερά

ῥύονται· σώζουσιν

ῥύπα· ῥύπον, πίνον

ῥυπαίνει· σμήχει. καθαρίζει. πλύνει

ῥυπαρόν· αἰσχρόν

ῥυπαρός· περίψηφος. αἰσχροκερδής

Ῥύπας· τοὺς ἐν τῇ Ἀρκαδίᾳ Ἀχαιούς

ῥυπόεν· αἰσχρόν. αἰσχροκερδές

ῥύπος· ῥύπον Ἀττικοὶ τὸν εἰς τὰς σφραγῖδας κηρὸν λέγουσι

ῥυποκονδύλους· ἀεὶ ῥυπῶντας καὶ ῥυπαρούς

ῥυππαπαί· ναυτικὸν ἐπιφώνημα

ῥύπτει· σμήχει. πλύνει

ῥύπται· οἱ ἀναῤῥοφοῦντες

ῥυπτικόν· σμηκτικόν. καθαρτικόν

ῥῦσαι· φύλαξαι. ῥυτίδας ἔχουσαι

ῥύσατο· ἠλευθέρωσεν, ἐλυτρώσατο

ῥύσε· λυτρωσαμένω

ῥύσια· ἐνεχυράσματα, σωτήρια, λύτρα, λεηλασία

ῥυσιάζει· ἀντενεχυράζει

ῥυσίαν βολάν· τὴν τῶν τόξων τάσιν· ἀπὸ τοῦ ἐρύσαι, ἢ τοῦ ῥύσιον

ῥυσίλλας· τὰς ῥυτίδας

ῥυσίοις ἐνταφαῖς· ἑλκυσταῖς, ὑπὸ τῶν λοιπῶν γινομέναις

ῥύσιον· ἑλκυστόν. λύτρον, τίμημα, ἢ τὸ ἕνεκα ἐνεχύρου κατεχόμενον. παρὰ τὸ ῥύεσθαι τὸν κατεχόμενον

ῥύσις· καὶ ξύλινόν τι σταθμίον. ἡ ἀπόῤῥοια

ῥυσοῖσι· ῥερυσηκόσι, γεραιοῖς

ῥυσμοῦσθαι· συγκρίνεσθαι

ῥυσοῦται· γηράσκει, γεγήρακε

ῥυστάζοντες. ἕλκοντες, μεθʼ ὕβρεως σπαράσσοντες

ῥύστης· σωτήρ, λυτρωτής

ῥυστόν· δόρυ. Κρῆτες

ῥυτά· τὰ στέμφυλα. καὶ πήγανον λευκόν. ἢ πόπανα. ἢ εἶδος φιαλῶν

ῥυτά· ἱερά, τὰ ἡπατοσκόπα. ἢ τὰ ἑλκυστά

ῥυτήρ· ἡνίον, λῶρος, ἱμάς, ἑλκυστήρ

ῥυτῆρες· ἡνίαι, ἱμάντες τῶν ἵππων, οἷον ἑλκυστῆρες

ῥυτῆρι κρούων· ὁ Κύκνος λέγει· καὶ μὴ ὑβρίζων αὐτίκʼ ἐκ βάθρων ὅλῳ ῥυτῆρι κρούων γλουτὸν ὑπτίου ποδός ἔνιοι δὲ οὐκ ἐπὶ τοῦ Κύκνου, ἀλλʼ ἐπὶ τῶν πολεμίων, ὥστε εἶναι τὸν λόγον· φεύγοντας αὐτοὺς τῷ ὑπτίῳ ποδὶ τοὺς ἰδίους γλουτοὺς ποιήσω τύπτειν

ῥυτῆρος· ὁ λόγος· καθάπερ ἁρματεύει ἵππος. ἐκ μέρους γὰρ τῶν ποδῶν τοῦτο βούλεται δηλοῦν. Ῥυτῆρας δὲ ἔλεγον τὰς ἡνίας, ἤτοι χαλινούς

ῥυτῆρσι· λώροις, ἱμᾶσι

ῥυτίδα· σπίλον

Ῥύτιον· πόλις

ῥῦτο· ἐρύσατο, ἔσωσεν

ῥυτοί· ἑλκυστοί. λίθοι μεγάλοι, διὰ τὸ μέγεθος οὐ δυνάμενοι βασταχθῆναι

ῥυτόν· ποταμηδόν. πολύ, μέγα. ἑλκυστόν

ῥύτορας· τοὺς θαλλοὺς τοὺς καθαρτηρίους

ῥῦτρα· λυτήρια, σωτήρια, σῶστρα

ῥύτρυς· χύτας

ῥύτωρ· σωτήρ. βοηθός. ὁλκεύς

ῥύψαι· σμῆσαι, σμῆξαι. πλῦναι. λοιδορῆσαι. ῥοφῆσαι. καθᾶραι

ῥύψις· κάθαρσις, καθαρισμός

ῥυψόμεθα· καθαρισόμεθα. ῥοφησόμεθα

ῥωγάδες· κρημνοὶ διεσχισμένοι

ῥωγαί· ῥήξεις. καὶ ἀποῤῥωγαί, ἀπορρήξεις

ῥωγαλέα· διεσχισμένα. κατεῤῥηγμένα

ῥωγαλέον· διεῤῥωγότα. κατατετρυμμένον. ῥακώδη

ῥῶγας· οἱ μὲν τὴν ὀρσοθύραν· οἱ δὲ τὴν ἐκτομάδα. οἱ δὲ τὰς θυρίδας· ἄλλοι τὰς κλίμακας, καὶ αὐτοὺς τοὺς βαθμοὺς τῶν κλιμάκων. ῥωγάδας· ἀνὰ ῥῶγας μεγάροιο

ῥωγμός· ὄγκος. κοῖλος τόπος. ῥῆξις

ῥώδιγγες· πληγαὶ ὕφαιμοι διακεκομμέναι. οἱ δὲ μώλωπες

ῥῳδιόν· τὸν ἐρῳδιόν

ῥώεσθαι· σπεύδειν. ὁρμᾶν

ῥώεται· σπουδάζει

ῥώθυνες· μυκτῆρες

ῥώκομαι· ὀργίζομαι. λυποῦμαι. Λάκωνες

ῥωκῶσα· πρίουσα τοὺς ὀδόντας

ῥῶμα· ῥώμην, ἰσχύν. ὅρμημα. ὡς γνῶμα γνώμην

ῥωμαλέος· ἰσχυρός, ἀνδρεῖος. ὑγιής. γενναῖος. θρασύς.

ῥώμη· δύναμις, ἰσχύς. ὄγκος. ὑγεία. ἀνδρεία

ῥώνιξις· ποταμίας νεὼς εἶδος

ῥώνιος· ἄξιος. πλούσιος

ῥώννυσιν· ὑγείαν παρέχει

ῥώξ· κόκκος. ἢ εἶδος φαλαγγίου

ῥώοντο· ὥρμων, ἐῤῥωμένως ἐκινοῦντο, ὁρμὴν ἐλάμβανον

ῥωπάς· εἶδος φυτοῦ ἱμαντώδους

ῥῶπες· τὰ δασέα τῶν φυτῶν. καὶ θαμνώδης ὕλη. ἢ εἶδος λύγου

ῥωπήϊα· τόπος, ἐν ᾧ οἱ ῥῶπες φύονται. ἢ οἱ σύμφυτοι τόποι

ῥωπεύειν· ῥωποπωλεῖν. ἤδη δὲ καὶ ἐπὶ τοῦ μεταβάλλεσθαι

ῥωπικόν· τὸ ἐπίκτητον καὶ ὡραϊσμένον

ῥωπικά· τὰ παρεμπορεύματα

Ῥωπῖτις· τῶν τριττυῶν τις καὶ πατριῶν οὕτω καλεῖται

ῥωποπῶλαι· μυροπῶλαι

ῥωποπώλης· ὁ ῥῶπον πωλῶν. Ῥῶπον δὲ ἔλεγον τὸν λεπτὸν καὶ ποικίλον φόρτον

ῥῶπος· ῥωπικόν. ἀντὶ τοῦ οὐδενὸς ἄξιον. ὁ γὰρ λεπτὸς ῥῶπος, ἤγουν ὁ φόρτος, μίγματα, χρώματα, ὅσα ζωγράφοις, βαφεῦσι, μυρεψοῖς χρησιμεύει

ῥωρός· σφοδρός, καὶ τὰ κάρτα ....

ῥωσαμένω· ῥωσάμενοι. δυϊκῶς

ῥώσασθαι· ἐπιθέσθαι, ὁρμῆσαι, ἐπείγεσθαι

ῥῶσθαι· σπουδάζειν

ῥωσθείς· ἰσχύσας, ὑγιάνας τὴν διάνοιαν

ῥῶσις· ὑγεία

ῥωστήρ· σφῦρα

ῥωστήριον· φρενῶν κίνημα, καὶ παρορμητικόν. Ῥῶσαι γὰρ τὸ εἰς ἀλκὴν παρορμῆσαι

ῥωστικόν· ὁρμητικόν

ῥῶστρον· ἔμβολον

ῥῶται· ἵσταται

ῥώτιγγες· πληγαὶ ὕφαιμοι διακεκομμέναι

ῥώχειν· βρύχειν τοῖς ὀδοῦσι

.....· ῥωγάδας. ῥαγάδας γῆς

ῥωχμοῖς· ῥήξεσιν, ἢ ῥηγμοῖς

ῥώψ· βοτάνη ἁπαλή