eul_wid: taq-abk
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Lexicon Alpha–Omicron: Letter Lambda by Hesychius the Alexandrian

The prefix la-, of size and excess, comes first in Lambda, which then glosses labros and its family and applies labyrinthos to a man who talks in circles. Mid-letter come Lechaeum, the port of Corinth where runaway slaves fled, and the Leocorion, the monument to the daughters of Leos in the Ceramicus. The final glosses give lōtos as fruit, pipe, tree and the food of the Lotus-eaters, and lōphan, to rest.

Part of Lexicon Alpha–Omicron

Λα· ἐπὶ τοῦ μεγάλου καὶ τοῦ λίαν ἐτάσσετο. ὅθεν καὶ λακάνη ἡ μεγάλως κεχηνυῖα

λααν· λίθον. ἢ ὁρᾶν. ῥηγμίν. πόλις καὶ θυλάκιον, ἐν ᾧ οἱ ἡνίοχοι τὰς μάστιγας ἀποτίθενται, τινὲς δὲ μάστιγα

λαἅνα· ἐπίστατον

λᾶας· λίθος πέτρα, ἢ πέτρος

λαβά· σταγών

λαβάς· ἀντιλήψεις

λαβάβηρ· λακανίσκη

λάβδα· ὅπλον. ἢ στοιχεῖον ὑγρὸν καὶ ἀμετάβολον

λάβεν· ἔλαβεν

λάβε γούνων· λαβοῦ τῶν γονάτων

λαβή· ἀφορμή. ὁρμή. καὶ ἡ τοῦ ξίφους λαβή

λαβήν· αἰτίαν

λαβήροις· ποτιστηρίοις

λάβιρος· βόθυνος

λαβίς· σκεῦος χρυσοχοϊκόν

λαβόμενος· δραξάμενος

λαβραγορεῖν· σφοδρῶς δημηγορεῖν

λαβραγόρης· λάβρος ἐν τῷ λέγειν, προπετὴς ἐν τοῖς λόγοις. τινὲς ἄκαιρον ἐν τῷ δημηγορεῖν

λαβράζει· λάβρος γίνεται. ἀκολασταίνει. προπετεύεται

λαβρεία· ἡ τοῦ λόγου ἔκληψις

λαβρεύονται· ῥέουσι μεγάλα βουλεύονται. θορυβοῦσι σφόδρα

λαβρεῦσαι· λάβρως καὶ ἀθρόως λαλεῖν

λαβρεύεαι· μεγαληγορεῖς. προγλωσσεύῃ. ἀθρόως λέγεις, ἀμέτρως

λάβρον· ἅθρουν. προπετές, ταχύ. μαινόμενον. βορόν

λαβρώνιον· εἶδος ποτηρίου πλατέος

λάβρος· πολύς, σφοδρός

λαβροσιάων· χορτασμῶν ἀκόσμων

λαβροστομία· ἡ δύσχρηστος λαλιά

λαβρότατος· σφοδρότατος

λαβρύσσει· λαβρεύει

λαβρύσσει· δειλαίνει

λαβύρινθος· κοχλιοειδὴς τόπος. λέγεται δὲ ἡ λέξις ἐπὶ τῶν φλυάρων, παρὰ τὸ πολλοῖς κύκλοις λόγων κεχρῆσθαι

λαγαρίττεται· μετριεύεται

λαγαρόν· τὸ μὴ ναστόν

λάγανα· εἶδος πλακουνταρίου, ὡς καπυρώδη, ἀπὸ σεμιδάλεως ἐν ἐλαίῳ τηγανιζόμενον, καὶ ἄρτοι βραχέντες ἐλαίῳ

λαγαριζόμενοι· σκαλεύοντες. δηλοῖ δὲ τὸ πρὸς τὰς λαγόνας τὸν ἀγκῶνα προσάγειν, πυκνὰ διατείνοντα τὴν χεῖρα

λαγαγεῖ· ἀφρίζει

λαγάσσαι· ἀφεῖναι

λαγβατόν· ἀνατετραμμένον. οἱ δὲ λάγδην ἐμβάλλοντες

λάγγα· ἡ τῇ τροφῷ διδομένη μερίς

λαγγάζει· ὀκνεῖ. οἱ δὲ λαγγεῖ

λαγγανώμενος· περιϊστάμενος. στραγγευόμενος

λαγγάσαι· περιφυγεῖν

λαγγεύει· φεύγει

λαγηίς· δόρυ

λαγγάζει· ἀποδιδράσκει

λαγγών· μετάβολος, ἔμπορος

λαγερός· σμῖλαξ

Λάγεσις· θεός. Σικελοί

λαγέτης· ἡγεμὼν ὄχλον συναγαγών

λάγκει· ἐῴκει

λαγύναρχος· ὁ ἐξουσίαν ἔχων τοῦ οἴνου

λάγνα· κάμπτρα. κιβωτός

λάγνης· καταφερὴς πρὸς τὰ ἀφροδίσια

λάγνος· ὁ αἰσχρός, περὶ πορνείαν ἐπτοημένος, πόρνος

λαγοθήρας· ἀετοῦ εἶδος

λαγόνες· σχίσμα γῆς

λαγόριες· ἐκκλησίαι

λαγρονίτης· εἶδος πλακοῦντος

λαγρόν ἢ λαγρός· κραββάτιον

λαγχάνειν· κληροῦν

λαγωϊδίης· ὄρνις ποιός

λαγών· ὁ κενεών. τὸ ἰσχίον

λαγώεια· λαγωοῦ κρέα

λαγώς· ὁ χερσαῖος, λαγός δὲ ὁ θαλάσσιος καὶ ποτάμιος

λαγὼς καθεύδων· παροιμία ἐπὶ τῶν προσποιουμένων καθεύδειν

λαγὼς περὶ τῶν κρεῶν· δειλὸν ἄγαν τὸ ζῷον ὁ λαγώς. ἐλέχθη δέ, ἐπεὶ ἐκωμῴδουν ἐπὶ δειλίᾳ τοὺς Ῥηγίνους. καὶ ἐλέχθη ἐπὶ τῶν διακινδυνευόντων τὰς ψυχάς, καὶ πρὸς τοῦτο καρτερῶς ἀγωνιζομένων

λάδανον· τὸ μὲν ἀπὸ τῶν πωγώνων τῶν αἰγῶν. τὸ δὲ ἀπὸ τῆς βοτάνης λήδου

λάδας· ἔλαφος νεβρίας

λάδδοιτο· λαμβάνοιτο

λάδομαι· γνώμην τίθεμαι

Λαδωγενής· ἡ Ἀφροδίτη. ὅτι ἐπὶ τῷ ἐν Ἀρκαδίᾳ ποταμῷ Λάδωνι ἐγεννήθη

Λάδων· ποταμὸς Ἀρκαδίας

λάε· ἐψόφησεν. οἱ δὲ ἐφθέγγετο. «ὁ μὲν λάε νεβρὸν ἀπάγχων»

λάεσσι· λίθοις

λάετε· σκοπεῖτε, βλέπετε.

λαεντιάριος· λιθοξόος

λάζειν· ἐξυβρίζειν

λάζεσθαι· λαμβάνειν

λάζετο μῦθον· ἐλάμβανε τὸν λόγον

λαζίνης· χαραδρίας, καλλαρίας ἰχθῦς

λαζοίατο· λαμβάνοιντο

λαζών· ἀλαζών

λαζύμεναι· λαμβάνουσαι

λαήμεναι· φθέγγεσθαι

λάηται· βούληται

λαθάδαν· λάθρα

λάθαργοι· σκώληκες. ἢ τὰ ξυόμενα ἀπὸ τῆς βύρσης ὑπὸ τῶν ἀρβήλων. ἢ κύνες κρυφίως δάκνοντες

λαθάργῳ· λαθραίῳ

λαθασμονίη· λήθη. λησμοσύνη

λάθει· ἀκηδίᾳ

λαθεῖν· ἑκόντα παραπέμψασθαι. ἢ ὅλως εἰς νοῦν οὐκ ἦλθεν. διὸ ἐβλάφθη

λαθήβας· γέροντας

λαθικηδέα· λανθάνειν ποιοῦντα. λήθην τῶν κακῶν ἐμποιοῦντα τοῖς παισίν

λαθικηδές· λυσίκακον. παυσίλυπον

λαθίποινον· οὐ τιμωρούμενον

λαθίνοστος· ὁ βραδύνων ἐπανελθεῖν

λαθίφρων· ἄφρων. ἐπιλήσμων

λάθρα· κρυφίως, ἠρέμα, ἡσύχως

λαθραῖαι· ἰδικαί. Ἠλεῖοι

λαθρακτάζων· χαλιναγωγῶν. Σικελοί

λαθρέως· ἀγνώστως

λάθριος· λαθραῖος, κρύφιος, μύχιος

λαθροῦν· κλέπτειν

λάθυρος· εἶδος ὀσπρίου

λαθών· ἀγνώστως πράξας τι

λαί· ἐπὶ τῆς αἰσχρουργίας

λαιά· ἀριστερά

λαίαν· κτῆσιν. Δωριεῖς ἐπὶ τῆς λείας

λαίας· ἀσπίδας. Κρῆτες

λαίβα· ἀσπίς. πέλτη

λαῖγμα· περικεφαλαίας κόσμος

λάϊγγες· λίθοι, ὑπὸ ὕδατος λελειασμένοι. ἔνιοι φράγγες. ἄλλοι χάλικες, μικροὶ λίθοι

λαίγματα· πέμματα. οἱ δὲ σπέρματα. ἱερὰ ἀπάργματα

λαίγυιος· λάσταυρος

λᾶιδος· λῆδος. τριβώνιον

λαιδρή· θρασεῖα

λαιδρός· λαμυρός. ἀναιδής. δεινός. θρασύς. ταχύς

λαίειν· φθέγγεσθαι

λαίεται· καταλεύεται. ἀπὸ τοῦ λᾶος

λαιή· ἀριστερά

λαιθάργῳ ποδί· λαθραίῳ

λαίθαργοι· κύνες κρύφα δάκνοντες

λαιθαρύζειν· λαμυρῶσαι. διαπράξασθαι.

λαιλαπετός· ὅταν συννεφὴς καὶ ἀνεμώδης ὁ ἀήρ ἐστιν

λαίλας· ὁ μὴ ἐκ γένους τύραννος, ὑπὸ Λυδῶν

λαίλαψ· καταιγίς, ἀνέμου συστροφὴ μετὰ ὑετοῦ

λαιμά· λαμυρά

λαιμᾶι· εἰς βρῶσιν ὥρμηται

λαιμάζουσιν· ἐσθίουσιν ἀμέτρως

λαιμᾶν· ἐσθίειν ἀμέτρως

λαιμάζειν· ὁμοίως

λαίμαργος· φάγος, ἄπληστος ἐπὶ τὸ φαγεῖν, καὶ μανιώδης

λαιμός· ὁ φάρυγξ. ὁ τράχηλος. ὁ λάρυγξ. ὁ βρόγχος

λάϊνον· λίθινον πελαργόν ἢ πύργος λίθινος

λαινόχειρ· σκληρόχειρ

λᾶιον· καὶ ἡ σιτόσπορος γῆ. καὶ ἀριστερόν

λαιός· ἀριστερός. καὶ λαός

λαῖπος· κίναιδος, λάσταυρος

λαιπτύηρον· ἀναπεπλασμένον, ἰσχυρόν

λαισηιοφόρος· ὁπλοφόρος

λαισάς· ἡ παχεῖα ἐξωμίς

λαίσεα· μήλη

λαισήϊα· θυρεοῦ γένος

λαισήϊα· ἐπεὶ δασέα ἐστὶ τῷ βύρσαις αἰγείαις περιβεβλῆσθαι. Πτερόεντα, ἢ πάνυ κοῦφα, ὡς καὶ τῇ λαιᾷ χειρὶ δύνασθαι βαστάζεσθαι. ὅπλα λάσια, ὅπερ ἐστὶ δασέα, αἰγείαις βύρσαις περιβεβλημένα ἔτι τὰς τρίχας ἐχούσαις

λαίσιτος· κίναιδος. πόρνη

λαισκάπραν· λαμυράν

λαίσπαις· βούπαις. Λευκάδιοι

Λαισποδίας· ὄνομα κύριον. ἔνιοι δὲ τὸν Ἀλκμαίωνα ᾠήθησαν λέγεσθαι. οἱ δὲ τὸν δρεπανώδεις πόδας ἔχοντα

λαΐσασθαι· κτήσασθαι

Λαιστρυγόνες· οἱ νῦν Λεοντῖνοι

Λαιστρυγονίη· ἡ τῶν Λαιστρυγόνων πόλις

λάϊτον· τὸ ἀρχεῖον

λαΐτων· τῶν δημοσίων τόπων

λαῖτα· πέλτη

λαῖτμα· πέραμα. γέφυρα. οἱ μὲν ὅρμημα. οἱ δὲ τὸ κύτος. ἄλλοι τὸ διάστημα τοῦ πελάγους, ἐξ οὗ τὸ μέγα καὶ πλατύ. καὶ τὸ κῦμα

λαῖτμα· κῦμα σφοδρὸν ὅρμημα· ἀπὸ τοῦ θοοῦ

λαῖφα· ἀσπίς

λαιφαί· ἀναιδεῖς. θρασεῖς. στυγναί. τολμηραί

λαίφια· ῥάκη

λαιφάσσοντες· ψηλαφῶντες

λαίφεσιν· ἀρμένοις

λαῖφος· τὸ ἱστίον, ἤγουν τὸ ἄρμενον

λάφυξ· δάπανος ἢ βορός

λαιψηρόν· ταχύ

λαιψηρά· ταχέως, ἢ ταχέα

λαιψηρῶς· ταχέως. ταχὺ γὰρ τὸ λαιψηρόν

λακάζει· λέληκε, βοᾷ, ἀπὸ τοῦ λακεῖν

Λάκαινα· κυλίκων τι εἶδος

λακάρη· δένδρον τι

λάκας· φάραγγας

λάκε· ἰδίωμα ἤχου. ἐθλάσθη, συνετρίβη. ἤχησεν

λακεδάμα· ὕδωρ ἁλμυρὸν ἄλικι ἐπικεχυμένον, ὃ πίνουσιν οἱ τῶν Μακεδόνων ἀγροῖκοι

Λακεδαίμων· ἡ Σπάρτη. καὶ ποτὲ μὲν ἡ χώρα πᾶσα· ποτὲ δὲ πόλις ὁμώνυμος τῇ χώρᾳ

λακεῖν· ψοφῆσαι

λακερόν· εἰκαῖον

λακέρυζα· κράκτρια. λοίδορος. φλύαρος. μεγάλα κράζουσα κορώνη. ἢ λάλος

λακερύζεσθαι· τὰ αὐτά

λακερωτάν· συνεσταλμένον

λάκη· ῥάκη. Κρῆτες

λακιδίξαι· διαῤῥῆξαι

λακηθμόν· ὃν οἱ Ἀττικοὶ γλωσσοκόμον καλοῦσιν

λακῆσαι· πατάξαι

Λακιάδαι· δῆμος τῆς Ἀττικῆς, ῥαφανίδας φέρων, ὃν ἐπιβοῶνται κατὰ τῶν μοιχῶν

λακίδαι· βάλλει

λακίδες· σπαδόνες. σπαράγματα ἱματίων

λακιδαίμονος· ψοφοῦντος, ἠχοῦντος

λακίδες· τὰ λεπτὰ τῶν ἀρμένων σχίσματα

λακιδοφορῶν· οὐχ ὑγιής

λακίζει· θωπεύει. ῥηγνύει. ῥήσσει

λακιναρίδιον· Ῥωμαῖοι, ὑπόδημα

λακίς· ῥαγάς. ἐμβολή. ῥαφή. τραῦμα. σχίσμα

λάκισμα· τὰ αὐτά

λακισθῆναι· ῥαγῆναι

λακὶς χθονός· χάσμα γῆς

λακκόπεδα· τοῦ σκελετοῦ· Εὐφρόνιός φησιν διαχαλασθὲν τὸ ὄσχεον καὶ τῶν διδύμων κρεμασθέντων καλεῖσθαι λακκόπεδα· τοὺς δὲ διαπαντὸς καθειμένον ἔχοντας αὐτὸ λακκοσχέας· ἐπεὶ ὄσχεα λέγεται τὸ ἀγγεῖον, ὅπου οἱ δίδυμοι ἐμβέβληνται· ἀπὸ μέρους τὸ μόριον. οὐκ εὖ. φασὶ γάρ, τοῦ ὀσχέου πάντοθεν καθειμένου λακκοσχέας προσαγορεύεσθαι τοὺς τοιούτους

λακκοσκάπερδον· λακκόπρωκτον

λακκόπλουτος· ὁ Καλλίας ὑπὸ τῶν κωμικῶν, διὰ τὸ περιτυχεῖν χρυσῷ εἰς φρέαρ βεβλημένῳ

λακοπεῖν· πυνθάνεσθαι

λακόπιον· πυθίον

λακόποι· ἀρχή τις, ἔνθα οἱ κλέπται κρίνονται

λάκος· ἦχος, ψόφος

λακπατῆσαι· λακτίσαι. καταπατῆσαι. ἀνατρέψαι

Λακρατίδης· Ἀριστοφάνης φησὶ παλαιὸν Λακρατίδην, τὰ ψυχρὰ βουλόμενος δηλοῦν· ψυχροὶ γὰρ οἱ γέροντες

λάκτις· κώταλις. τορύνη

Λακτίδες· αἱ τῆς Δήμητρος ἱέρειαι· ἀπὸ τόπου

λάκτημα· λάκτισμα

λάκυρος· στεμφυλίας οἶνος

Λάκων· εἶδος ... παρὰ τακτικοῖς. ἢ ὁ Σπαρτιάτης ἄντικρυς τῶν Ἀθηνῶν

Λακωνικὸς χιτών· λεπτὴ ἐσθὴς διαφανής

λακωνίζειν· παιδικοῖς χρῆσθαι

Λακωνικαί· ὑποδήματα ἀνδρεῖα, ἃ καλεῖται Ἀμυκλᾷδες

Λακωνικὸν τρόπον· τὸ περαίνειν, καὶ παιδεραστεῖν. ἢ τὸ παρέχειν ἑαυτὰς τοῖς ξένοις. ἥκιστα γὰρ φυλάττουσι Λάκωνες τὰς γυναῖκας

Λακωνικός· στερρός. ἀνδρεῖος

λάλαγες· χλωροὶ βάτραχοι περὶ τὰς λίμνας, οὓς ἔνιοι κεμβέρους. οἱ δὲ ὀρνέου εἶδός φασι

λαλαγεῦσαι· λαλοῦσαι. ἀθρόαι οὖσαι

λαλαγή, καὶ λαλαγῆς· θόρυβος, κραυγή

λαλαγητής· ματαιολόγος

λάλαζε· βόα

λάλλα κόνις· ψηφώδης κόνις

λάλαμις· λαῖλαψ, οἱ δὲ ἀντὶ τοῦ λαλαμίς λαιμάτμησις γράφουσιν

λαλάψαι· τὴν γλῶσσαν ἐξέχειν

λαλάξαντες· βοήσαντες

λαλεῖν· λέγειν. βλέπειν. λαμβάνειν

λάληθρον· λάλον

λαλίστατον· κατὰ λόγον σοφόν

λαλίστερον· ἀδολεσχέστερον

λάλλαι· λάλλας λέγουσι τὰς παραθαλασσίους καὶ παραποταμίους ψήφους

λάλος· φλύαρος

λαλούμενον· λαλοῦντα· ...

λαλῶν· φθεγγόμενος

λάμας· μῦς

λάμαχος· ἄμαχος, ἀκαταγώνιστος

Λάμια· Ἀριστοφάνης φησὶν, ἐν τῇ ἀγορᾷ τινος λαμιώδους γυναικὸς ἐνδιατριβούσης ὄνομα. τινὲς δὲ ἐν τῇ ἀγορᾷ περδομένην γυναῖκα Λαμίαν εἶναι

Λάμια· θηρίον. καὶ γυνή τις ἀρχαία οὕτως καλουμένη Λίβυσσα

λάμιαι· τὰ φάσματα. ἢ οἱ πολύφαγοι τῶν ἀνθρώπων. καὶ ἰχθῦς

Λάμιος τὸν πρίονα ἢ ὁ Λάμιος πέλεκυς· ἦν τις Ἀθήνησιν, ὃν ἐκωμῴδει ... λέγεται δὲ καὶ Μνησίθεός τις ἐξ ἐπιδέτου Λάμιος

Λάμος· ἡ χώρα τῶν Λαιστρυγόνων. ἢ ἐπιχώριός τις ἥρως, ἀφʼ οὗ ἡ χώρα ὠνομάσθη

λαμόπτης· ὁ ἐπιτηλείας

λαμπάδες· ὀφθαλμοί. τινὲς ἀστέρες

λαμπάδιον· τὴν λεπτὴν κειρίαν, ἐν ᾗ ἐπιδιδοῦσιν

λαμπάς· λαμπάδος ἀγών. καὶ ὁ νικήσας λέγεται λαμπαδηφόρος

Λαμπετίη· Ἡλίου κόρη

λαμπετόωντι· λάμποντι

λάμπη· τὸν παχὺν ἀφρὸν τὸν ἐπιπολάζοντα τῷ οἴνῳ φασίν

λαμπηδών· λαμπυρίς. σπινθήρ

λαμπήνη· εἶδος ἁμάξης, ἐφʼ ἧς ὀχοῦνται. ἔνιοι ἀπήνη. ἢ ἅρμα ἁμάξης περιφανοῦς βασιλικῆς. ἢ ῥαίδιον περιφανές, ὅ ἐστιν ἅρμα σκεπαστόν

λαμπίας· ὁ ἥλιος. λαμπεύς. φῶς

λάμπουρις· ἀλώπηξ

Λαμπτραὶ καθύπερθεν καὶ Λαμπτραὶ ὑπένερθεν· δῆμοι Λαμπτραὶ Ἀθήνησιν· αἱ μὲν παράλιοι, αἱ δὲ καθύπερθεν

λαμπρείμων· λαμπρὰ ἱμάτια ἔχων

λαμπρόν· φαιδρόν. τηλαυγές

λαμπρύνεται· φαιδρύνεται

λαμπτήρ· φέγγος, φῶς. λαμπάς. ἐσχάρα, ἐφʼ ἧς ἔκαιον ἐν μέσῳ τῶν οἴκων εἰς τὸ φωτίζειν αὑτοῖς ξηρὰ ξύλα καὶ δᾳδία. Ἀττικοὶ δὲ τοὺς καιομένους λύχνους λέγουσιν

λαμπυρίς· ζωύφιον ἐκ φρυγάνων γινόμενον

λαμυρόν· εὔλαλον. εὐτράπελον. καταπληκτικόν

λάψῃ τὰν δώσουσιν·

λαμμωδεῖ· δραπετεύει

λανηθάς· δευτερίας οἶνος

λανθανόντως· κρυφαίως

λανίζει· λαγγάνει. βρέχει

λάξ· λακτίσμα

λάξαι· λακτίσαι

λάξασθαι· κληρώσασθαι

λαξίων· λήξεων, κληρώσεων

λαξόοι· οἰκοδόμοι. λιθουργοί

λὰξ ἐντείνων· λακτίσμασι τύπτων

λαξευτήριον· λιθοτόμον σιδήριον

λαξευτηρίῳ· λίθῳ ὀξυτάτῳ τέμνοντι

λὰξ ποδὶ κινήσας· τῷ πλάτει τοῦ ποδὸς νύξας καὶ διακινήσας, οὐχ ὑβριστικῶς λακτίσας

λαοβότον· ἀνθρωποτρόφον

Λαοδίκην ἐσάγουσα· πρὸς Λαοδίκην πορευομένη. Λαοδίκην δὲ οἱ νεώτεροι Ἠλέκτραν λέγουσιν

λαοί· ὄχλοι, δῆμοι. δύνανται δὲ οὕτως εἰρῆσθαι ἄνθρωποι διὰ τὸ εἶναι λάλοι. ἔνθεν καὶ μέροπες, ἀπὸ τοῦ μεμερισμένην ἔχειν τὴν ὄπα, ὅ ἐστι φωνή

Λαομεδοντιάδης· πατρωνυμικῶς ὁ Πρίαμος· ἦν γὰρ παῖς Λαομέδοντος

λάσπαις· βούπαις

λαοργός· ἀνόσιος. Σικελοί

λαοσσόος· τοὺς λαοὺς σώζουσα. ἢ σοοῦσα, τουτέστι παρορμῶσα εἰς τὸν πόλεμον· ὅ ἐστιν ἐπίθετον Ἀθηνᾶς

λαπίζειν· τοὺς λαοὺς εἰς ὄπιν ἄγειν καὶ ἐπιστροφὴν διὰ τῆς ἀλαζονείας

λαοφόνον· ἀνδρακτόνον

λαοφόρον· δημοσίαν ὁδόν, διʼ ἧς οἱ λαοὶ φέρονται, ἥνπερ ὁδεύουσι. λεωφόρον

λαπάγματα· ... ἢ λαγαρά

λαπαγμῶν· ἐκκενώσεων

λαπάζειν· ἐκκενοῦν. ἀφʼ οὗ καὶ τὸ ὄρυγμα

λάπαθον· ὄρυγμα καὶ βοτάνη

λαπάξαι· κενῶσαι

λαπάξαι· ἀφανίσαι. ἀλαπάξαι

λαπάραι· τὰ παρὰ ταῖς πλευραῖς τοῦ σκήνους. Διοκλῆς δὲ τὴν ἐκκεκενωμένην κοιλίαν

λαπαραί· κατωφερεῖς πρὸς τὰ ἀφροδίσια

λαπάρας· λαγόνας. καὶ λαπάρην ὡσαύτως. ἢ κοιλίας ἐκκενωμένας

λαπαρός· ἰσχνός. ὑπεσταλμένος

λαπάσσειν, λαπάττειν· κενοῦν

λαπάττων· μαλάττων, λαγαρὸν ποιῶν

Λαπέρσαι· Λαπέρσας Δίδυμος τοὺς Διοσκόρους· ἀπὸ Λᾶ πόλεως

Λαπήθιον· ἡ λέξις ἀπὸ Λαπήθου πόλεως. τὸν ἠλίθιον

λαπῆναι· λεπισθῆναι

λαπίζει· γαυροῦται οἷον λαοπίζει· οἱ γὰρ Λαπίθαι ἔθνος Θεσσαλίας· ἀπὸ Λαπίθου, τοῦ Ἄρεως παιδός

λαπικτήν· καυχητήν καὶ ἄλλα

λαπιστής, φενακιστής, ψεύστης, φλύαρος. τρυφηλός, μὴ ἔχων φροντίδα, ἐγγὺς τοῦ προπετοῦς

λαπίστρια· ῥεμβομένη. μετεωριζομένη. θέλουσα εὐωχεῖσθαι

λαπτής· λαπτὴν ἔλεγον τὸν παχὺν ἀφρόν, τὸν ἐπιπολάζοντα τῷ οἴνῳ πηλώδη. ἄλλοι βόρβορον, ἰλύν. ἄλλοι τὸν ἐπὶ τῇ ἅλμῃ ἐφιστάμενον καὶ ταῖς λίμναις. οἱ δὲ τὴν ἐπὶ τοῦ γάλακτος ὑμενώδη πηλόν

λάπτας· τοὺς ῥοφοῦντας

λάπτει· ἀναλαμβάνει. πίνει

λάπτοντες· πίνοντες τῇ γλώσσῃ. πεποίηνται δὲ ἀπὸ τῶν κυνῶν ἢ τῶν τοιούτων, οὕτω πινόντων μετὰ ψόφου

λαπτόμενος ἢ λάπτων· ἀναλίσκων. ἀπὸ τοῦ λάπτειν

λάγανον· ὀπὸς δριμύς

λάρεις· λάραβες. τοὺς κυρίτας Ῥωμαῖοι οὕτως

Λάρισσα· πόλις Συρίας κοίλης, καὶ Θεσσαλίας

λαρίεθος· φλόϊνον στεγάστριον

λαριναῖον κύρτον· οἱ ἁλιεῖς τὸν ἐκ λευκέας, ἢ μέγαν

λαρινευτής· ἁλιεύς

λαρινοὶ βόες· εὐτραφεῖς

λαρινεύεσθαι· σιτεύεσθαι

λάρινος· ἰχθῦς ποιός

Λαρισαίη· ἡ Θεσσαλία

λάρκον· πλέγμα φορμῷ ὅμοιον, ἐν ᾧ ἄνθρακας φέρουσιν, ὁτὲ δὲ καὶ ἰσχάδας

λάρκος, ἀνθράκων φορμός

λάρναξ· κιβωτός, σορός, κάμπτρα

λαρόν· ἡδύ, προσηνές, γλυκύ, ἀπολαυστικόν, καλόν. σπάνιον. ἄπληστον, λάβρον

λάρος· ὄρνις. καὶ ἰχθῦς ποιός

λαρυγγίζων· λάρυγγα θεραπεύων

λαρυγγός· ματαιολόγος

λαρύζει· βοᾷ. ἀπὸ τοῦ λάρυγγος

Λάρυμνα· πόλις Βοιωτίας

λαρωντίδων· ἐν τοῖς ἀθροίσμασιν ἔλεγον, ὡς ἐπῳδῶν

λᾶς· λᾶας. λίθος

λασία τράπεζα· πληρεστάτη

Λάσαν· τὴν Λάρισσαν

λάσανα· χυτρόποδες. καὶ τὰ ὀπίσθια τῶν μηρῶν, ἀπὸ τῆς δασύτητος. διὰ τοῦτο καὶ τὰ βάθρα, τοὺς ἀφοδευτηρίους δίφρους

λασθάσθω· χλευαζέτω

λάσθας· συμφοράς

λάσθαι· παίζειν. ὀλιγωρεῖν. λοιδορεῖν

λασθαίνειν· κακολογεῖν

λάσθη· χλεύη. λήθη. ὀλιγωρία. αἰσχρολογία. αἰσχύνη

λασθόν· αἰσχρολοίδορον

λασθῶν· κακολογῶν

λάσια· δασέα Σ

λασῖνος· ἄφρων. ἐπιλήσμων

λάσιοι· πολύτριχοι δασεῖς

λασιόμαλον· μῆλον τὸ ἔχον χνοῦν

λασίοισι· δασέσι «στήθεσι λασίοις» ἐκδέχονταί τινες ἀπὸ τῆς ἔξωθεν ἐπιφανείας ἀνδρώδεσιν. ἄλλοι πυκνοῖς καὶ συνετοῖς

λασιδεύς· θρασύς. ἄπληστος

λασιοκώφους· τοὺς κωφούς

λάσιον κῆρ· ἡ πυκνή, καὶ σώφρων, καὶ λίαν θεία ψυχή, καὶ συνετή, ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον. τὸ γὰρ ἡγεμονικὸν τῆς ψυχῆς ἐν τῇ καρδίᾳ, ἥτις ἐστὶν ἐν τῷ στέρνῳ, ὅπερ ὡς ἐπιτοπλεῖστον δασύ ἐστιν. καὶ ἰσχυρόψυχον

λάσιον· ὕφος τὸ δασύ

λάσιος· δασὺς τὸ στῆθος. ἢ συνετός. δασύμαλλος . πολύτριχος

λασιουργίας· ἱστουργίας. δημιουργίας

Λασίσματα· ὡς σοφιστοῦ τοῦ Λάσου καὶ πολυπλόκου

λασιτός· κίναιδος. ἢ λεσιτός· πόρνη

λᾶς ἰχνεύουσα· πλανωμένη. Σικελοί

Λασιών· πόλις. ἢ χωρίον. οἱ δὲ δρυμοὺς λασιῶνας

λασκάζει· φλυαρεῖ

λάσκειν· λέγειν, φθέγγεσθαι

λάσκεις· λέγεις

λάσκουσι κύνες· ὑλακτοῦσιν

λασκωρεῖ· διαφεύγει

λάσται· πόρναι

λαστάρνη· μάστιγξ

λάσταυροι· οἱ περὶ τὸν ὀῤῥὸν δασεῖς, καὶ πόρνοι τινὲς ὄντες

λᾶς τρυφαλίας· λίθος τετριμμένος

Λάστος· ὁ Ἀκράγας, τὸ παλαιόν· καὶ ἡ σμῆλος

λαῶν· λίθων

λατάγῃ· κοττάβῳ τῷ ἀποῤῥιπτομένῳ ἀπὸ τῶν ποτηρίων, καὶ ἦχον ἀποτελοῦντι

λαταγεῖ· ψοφεῖ. κτυπεῖ

λάταξ· ψόφος, κότταβος, ὁ ἀπὸ ποτηρίου γενόμενος

λάταξ· τὸ πλεκτόν. αὕτη εἰσεφέρετο ἐπὶ τοῖς ἐρωμένοις. ἔβαλον δὲ αὐτὴν ἐπʼ αὐτόν. οἱ δὲ εἰς κοττάβιον, ὃ κότταβον ἔλεγον· οἱ δὲ εἰς ὀξύβαφα κενὰ ἔν τισιν ἀγγείοις, λουτῆρσιν ἐοικόσιν

Λατῖνοι· Ῥωμαῖοι

Λάτμος· πόλις. καὶ ἥρως. καὶ ποταμός. καὶ ἴχνη

λατόμος· λιθοξόος

λατράζειν· βαρβαρίζειν

λατραβίζειν· ἐσπουδασμένως καὶ ἀσήμως λαλεῖν

λατραβός· λαμυρός

λατραβῶν· ἀλαζονευόμενος

λατραπία· λαμυρία μετὰ ἐρυθριάσεως

λάτραψ· ὑετός

λατρεία· δουλεία

λατρεύει· ἐλεύθερος ὢν δουλεύει

λατρευτόν· δουλικόν

λατρεύω· σέβω, δουλεύω

λάτριες· δοῦλοι

λάτριον· μίσθιον

λάτρις· μισθουργός. λειτουργός. ἢ μίσθιος ἐργάτης. θεραπαίνη, παιδίσκη ὑπηρετοῦσα, ἢ δούλη

λάττας· μυῖα. Πολυῤῥήνιοι

λαταία· παραξιφίς. καὶ ἡ περὶ ζώνην μάχαιρα

λατύπη· λίθου τὸ ἀποπελέκημα

λατύσσει· πτερύσσεται. νήχεται. ταράσσει. τινάσσει. τύπτει. λακτίζει

λαυκανία· τὸ ἀπηρτημένον τοῦ γαργαρεῶνος, λαιμός, φάρυγξ

λαυκανίης· ὁμοίως

λαυκή· φοβερά

λαύζει· δαίνυται. εὐφραίνει

λαυξυᾷ· δαρήσει. Κρῆτες

λαύρα· ῥύμη, διʼ ἧς ὁ λαὸς εἰσέρχεται. ἡ φλόξ. οἱ δὲ τόπους πρὸς ὑποχώρησιν ἀνειμένους. οἱ δὲ ἄμφοδα. οἱ δὲ στενωπούς. καὶ δίοδοι

λαύρη· δημόσιος στενωπός, καὶ ἄμφοδον, ῥύμη, ὁδός, διʼ ἧς οἱ λαοὶ ῥέουσιν Σ

Λαύρεια· τὰ Ἀθήνησι χρύσεα μέταλλα λεγόμενα

λαύρην· ὁδόν, τὴν ῥύμην

λαύρη· ῥύμη στενή

λαῦρον· τὴν δάφνην.

λαυροστάται· οἱ ἐν τοῖς μέσοις ζυγοὶ ὄντες ἔν τισι στενωποῖς μὴ θεωρούμενοι. οἱ δὲ χείρους μέσοι ἵστανται. οἱ δὲ ἐπιτεταγμένοι πρῶτοι καὶ ἔσχατοι

λαῦσαι· παριππεῦσαι τοῖς δεσπόταις

λαυστήρ· μοχθηρός. ὅμοιον δὲ τῇ δυνάμει τὸ ὄνομα. ἢ οἴκου λαύρα

λαύστραν· ὃν τινὲς λύκον, τινὲς φρέατος ἅρπαγα

λαυχάνη· γλῶσσα

λαυφθάσσει· λάβρως ἐσθίει

λαυφθάζει· σπεύδει

λαφθία· ἡ ἀσπίς, ὅπλον

λάφνη· δάφνη. Περγαῖοι

λάφονοι· λίαν φόνιοι

λαφός· ὁ ἀριστερᾷ χειρὶ χρώμενος

Λαφριάδαι· φρατρία ἐν Δελφοῖς

λαφύειν· τὸ εἰς αὑτὸν ἀσχημονεῖν

λαφύξαι· καταπιεῖν, ἀναλῶσαι

λαφύξας· διασπαράξας, ἀφειδῶς θοινησάμενος

λάφυρα· τὰ ἐκ τῶν πολεμίων ἔτι ζώντων λαμβανόμενα. τὰ δὲ τεθνεώτων αὐτῶν, σκῦλα

λαφυροπωλεῖ· αἰχμαλωτίζει

λαφύρων· αἰχμαλωσιῶν

λαφύσσει· μετὰ σκυλμοῦ ἐσθίει. σπαράσσει. λάπτει, καταπίνει. σπεύδει. μετὰ θυμοῦ ἐσθίει

Λαφύστιον· ὄρος τῆς Βοιωτίας. καὶ Λαφύστιος· ὁ ἐντεῦθεν

λαχαίνειν· ὀρύσσειν, σκάπτειν· ἀφʼ οὗ καὶ τὸ λάχανον· τὸ μεγάλως χαῖνον

λαχάννα· τὸ ἐπὶ τῆς ἀπήνης πεπλεγμένον, ἐν ᾧ καθέζονται

λάχεια· εὔσκαφος καὶ εὔγειος· παρὰ τὸ λαχαίνεσθαι, ὅ ἐστι σκάπτεσθαι πυκνῶς

λαχεῖν δίκην· γράψασθαι, δικάσασθαι

λαχή· λῆξις. ἀποκλήρωσις

λαχήνας· σκάψας

λαχμία· ἐν ὕλῃ οὖσα

λαχμόν· ἵππειον λακτισμόν

λαχμὸν κουρᾶς· βάρος.

λαχμῷ στεινόμενος· τῇ δασύτητι καὶ τοῖς μαλλοῖς πεπυκνωμένος

λάχνη· δασεῖα θρίξ. χαίτη. κόμη. ὕλη. δασύτης παρὰ τὸ λάσιον. δηλοῦται δὲ οὕτως καὶ ἡ κροκὺς ἡ ἐποῦσα τοῖς ἱματίοις τρίχωσις. ἢ ἀφρὸς τῆς θαλάσσης

λαχνήεντα· τετριχωμένα, δασέα, ἢ τριχώδη. ἢ ὄροφον, τὸν κάλαμον, ᾧ ἐστέγαζον τοὺς οἴκους, ὃς ἔχει τινὰ δασύτητα. Ὄροφος γὰρ κάλαμος· ἀπὸ δὲ τοῦ καλάμου καὶ τὸ ἐρέφειν τὸ στεγάζειν εἴρηται

λαχνοῦται· τριχοῦται. δασύνεται

λαχόντα· τυχόντα, κληρωσάμενον

λάχος· μέρος, κλῆρος. ἐκ κλήρου

λαχών· ὁ κληρωσάμενος

λάψα· γογγυλίς. Περγαῖοι

λάψαι· πιεῖν τῇ γλώσσῃ

λαψάνη· τῶν ἀγρίων λαχάνων ἐσθιομένη

λαψάρων· τῇ χειρὶ ποτίζων, ἢ ἁπτόμενος

λάψῃ· ὑποκοιλαίνων τὴν γλῶσσαν ἀναφέρει τὸ ὕδωρ μετά τινος ἤχου

λάψοι· πίοι τῇ γλώττῃ

λάψοντες γλώσσῃ· τῷ ἄκρῳ τῆς γλώσσης πίνοντες

λαώ· λαός, δυϊκῶς

λάωμεν· λάθωμεν

λαώ· λαούς, ὄχλους

λάων· οἱ μὲν βλέπων, ἐξ οὗ καὶ λαός ὁ βλέπων· οἱ δὲ λάπτων τῇ γλώττῃ· οἱ δὲ ἀπολαυστικῶς ἔχων, ἐσθίων. ἀλαός γὰρ ὁ μὴ βλέπων

λαιά· ἀριστερά

λεάδα· ἡ ἐξοχὴ τῶν πετρῶν

λέαινα ἐπὶ τυροκνήστιδος· σχῆμα συνουσίας ἀκόλαστον

λεαίνεται· λειοῦται. ἐξαλείφεται

λεαντικός· λειῶσαι δυνάμενος

λεανῶ· λεπτυνῶ

λέας· τὰς ἀπὸ τῶν ἱστῶν κρεμαννυμένας ἄγνυθας

λέβα· πόλις ὑπὸ Θρᾳκῶν

Λεβάδεια· πόλις Βοιωτίας, ἔνθα καὶ μαντεῖον Διὸς ἱερὸν κατεσκεύαστο

Λεβήδων· τόπος τῶν Λεβητῶν, ἔνθα ἐθυσίαζον

λεβηρίς· τὸ τοῦ ὄφεως γῆρας, ὃ ἀποδύεται. τινὲς δὲ ἄνδρα Λέβηριν γενέσθαι πτωχόν. οἱ δὲ τὸ λέπος τοῦ κυάμου

λέβης· χάλκειος ποδονιπτήρ. τρίπους

λεβίαι· τὰ λεπίδας ἔχοντα ταρίχη. καὶ ἰχθῦς λιμναῖοι

λεβίνθιοι· ἐρέβινθοι

λέγειν· εἰπεῖν. οἰκοδομεῖν. ἀριθμεῖν. καὶ ὀνομάζειν. Ἀττικοί

λέγεσθαι· συνάγειν, ἀθροίζειν. ἐκλέγεσθαι

Λεβήδων· τόπος, ἐν ᾧ ἐθυσίαζον οἱ κατὰ τὴν Λιβανησίαν Ἀραβίαν Μωαβῖται

λεγεών· πλῆθος στρατεύματος, ἢ τάγματος, ἓξ χιλιάδων ἑξακοσίων ἑξήκοντα ἕξ

λέγμα· τὸ εἰπεῖν

λέγνα· τὸ ἔσχατον ...

λέγνη· τὸ παρυφαινόμενον τῇ παραστροφίδι, ὅπερ ἦν παχὺ περὶ τὴν ᾤαν ἐκ ῥάμματος

λέγνος ἄνανδρος· σῖτος ὁ μὴ ἁδρός

λεγνώδεις· ποικίλας

λεγνῶσαι· ποικῖλαι

λεγοίμεθα· «εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα» οἷον, εἴ τις τοὺς ἀρίστους εἰς μάχην διαλέγοι

λέγοιτο· συλλέγοιτο

λέγοντες· ἢ ἐκλέγοντες. ἢ συνάγοντες, ἢ συναθροίζοντες

λέγοντο· συνήγοντο. καὶ τὰ ὅμοια

λεδρεῖται· φροντίζει. θέλει, βούλεται

λέη· ὁμοίως

λεηλασία· αἰχμαλωσία. μάχη. λῃστεία. ἁρπαγή. ἀδικία

λεηλατῶν· πορθῶν σφόδρα

λεία· ἡ ἀπὸ τοῦ πολέμου κτῆσις, λάφυρα

λειάδες· οἱ λειμῶνες. καὶ κάθυγροι τόποι

λείαν· κτῆσιν λαφύρων. ἢ πόρθησιν

λειανέω· λείαν καὶ ὁμαλὴν ποιήσω

λείας· ὁμαλάς. εὐθείας

λείβηθρον· ῥεῖθρον. ὀχετόν. κρουνόν, καὶ τόπος ἐν Μακεδονίᾳ καὶ κατὰ τὸν Ἑλικῶνα

Λειβῆνος· ὁ Διόνυσος

λείβειν· σπένδειν «Διὶ λείβειν αἴθοπα οἶνον» καὶ δακρύειν, ὅ ἐστι τοῖς δακρύοις ῥέειν· «δάκρυα λείβων», καὶ στάζων

λείβω· σπένδω στάζω

λείη· ἡ τῶν θρεμμάτων ἀγέλη. ἢ προσηνὴς καὶ ὁμαλή. καὶ ἡ ἐκ πολέμου ὠφέλεια

λεηλατεῖν· προνομεύειν. βιάζεσθαι

λείκρικα· σειραί, σχοινία, πλέγματα

λείηναν δὲ χορόν· τὸν τόπον, ἐν ᾧ ἔμελλον χορεύειν, λεῖον ἐποίησαν

λεῖκνα· κανᾶ, ἐφʼ οἷς τὰ λήϊα ἐπετίθεσαν. οὕτως δὲ ἔλεγον τοὺς πυρίνους καρπούς

λείκνοισι προστρέπεσθε· λίκνα ἱστάντες προσάγεσθε· ἅ ἐστι κανᾶ, ἐφʼ οἷς τὰ λήϊα ἐπετίθετο, ἅπερ εἰσὶ καρποὶ πύρινοι

λιλαιομένην· προθυμουμένην, ἐπιθυμοῦσαν

λείμακες· νοτεροὶ καὶ ποιώδεις τόποι. ἔστι δὲ καὶ ζῷον ὅμοιον κοχλίᾳ, ὃ καλοῦσι λείμακα

λείμακος· λειμῶνος

λεῖμαξ· ἀνθηρὸς τόπος, λειμών

λειμωνοειδής. χωρίον ἐν ᾧ λειμών, ἢ χωρίον ἐπίπεδον

λειμών· αὐλών. θάλασσα. ἢ ἀνθηρὸς τόπος

λειμωνιὰς ἄρκτος· νύμφαι· ἐπειδὴ αἱ νύμφαι ἐν τοῖς λειμῶσιν

λειξοῦρα· τὸ δῶρον. ἐκ τοῦ λείχω

λειόβατος· ἰχθῦς τις τῶν λευκοσάρκων

λειοκόνιτος· ἡ τελείως εἰς κόνιν διαλελυμένη. λείως γὰρ τελείως

λεῖον· ὁ σῖτος. ἢ ὁμαλόν

λειόμερος· ταχυδιάνοιος

λείουρος· αἴλουρος

λείους· ὁμαλούς

λειούσματα ἢ λεγούσματα· εἶδος καταφράκτου. Γαλάται

λείπετʼ ἄεθλα· ἀπετυγχάνετο

λεῖπε φορῆναι· ἔλιπε φορεῖν

λειπογνώμων· ὁ μηκέτι βόλον ἔχων· ὁ δὲ τέλειος καὶ γεγηρακώς, μὴ ἔχων γνωρίσματα τῆς ἡλικίας

λείποιτο· καταλείποι

λειπομορία· δένδρον τὸ ἐκ τοῦ θωρακίου κατεαγός, ἐκ δὲ τῆς ῥίζης φέρον βλαστούς

λιποτακτήσας· φεύγων, ἢ φυγών

λεῖπον· τὸ ἐλλιπὲς ὄν

λείρια· ἄνθη κρίνα

λειριόεντα· ἁπαλά. λείριον γὰρ τὸ ἄνθος· διὰ τὴν λειότητα. διὰ τοῦτο καὶ διὰ τοῦ ε γραπτέον. ἢ ποικίλον, εὔχρουν. τὸ δὲ λιρός, ὃ δηλοῖ τὸν ἀναιδῆ, διὰ τοῦ ι. Καλλίμαχος· «λιρὸς ἐγώ, τί δέ σοι τόνδʼ ἐπέθηκα φόβον;» παρὰ τὸ λίαν. ἀμέτρως γὰρ ὁδεύονται οὗτοι. τὸ δὲ χρόα λειριόεντα καὶ ὄπα λειριόεσσαν τὴν προσηνῆ καὶ ἡδεῖαν

λειρώς· ὁ ἰσχνὸς καὶ ὠχρός. καὶ ληρίας λέγουσι κύνας τὰς κατισχνωμένας καὶ ἀποβαλούσας τὰς τρίχας. ἢ τὸν μικρὸν λαγών

Λιταί· ἱκεσίαι.

λειτῖνος· πέμματος εἶδος

λειτόν· βλάσφημον

λειτουργεῖν· μοχθεῖν. δουλεύειν

λειτουργικάς· ἱερατικάς

λειτουργός· ὑπηρέτης

λείφητρα· λείψανα

λειχανός· φθόγγος τῆς κιθάρας. ἀπὸ τοῦ φθόγγου

λειχῆνες· τῆς σαρκὸς κάκωσις. καὶ ἐπὶ τῶν πετρῶν φυκία τινά. καὶ τῶν χωρίων τὰ ψιλά

λεῖψαν· κατέλιπον

λείψανα· περισσεύματα

λειψανδρία· λεῖψις ἀνδρῶν

Λειψύδριον· χωρίον τι ὑπὲρ Πάρνηθος, ὃ ἐτείχισαν Ἀλκμαιωνίδαι

λειοκόρης· ὁ τελείως ἐκκεκαυμένους τοὺς ὀφθαλμοὺς ἔχων

λείως· ῥᾳδίως. δεινῶς, σφόδρα. τελείως. καλῶς

λεκανίδες· κεράμεαι λοπάδες. καὶ ἐν αἷς ἔνθρυπτα ἔφερον τοῖς νεογάμοις

λεκανίσκη· τὸ ἐκ πετάλων τρύβλιον. ἢ λεκάνη

λέκιθον· τὸ τοῦ ὠοῦ λεπίδιον

λεκίς· παροψίς

Λέκκον· δῆμος Ἀντιοχίδος φυλῆς

λέκος, λεκίσκιον· τρύβλιον, οἱ δὲ λεκάνιον

λεκροί· ὄζοι τῶν ἐλαφείων κεράτων

λέκρανα· τοὺς ἀγκῶνας

λέκρικα· σειραί. σχοινία

λακτῆρες· εἶδός τι λαμνῶν

λεκτοί· ἀριστεῖς

λέκτη· χλαῖνα

λέκτο· ἐκοιμήθη. ἐπελέξατο. ἠρίθμει

Λεκτόν· ὡς σεμνόν. ἢ ἀκρωτήριον τῆς Ἴδης

λέκτρα· κραββάτια. ἢ ... κατὰ τὴν πόλιν ἐξέδρα. καὶ προσωπεῖα Λάκωνες

λεκτρίτῃ θρόνῳ· ἀνάκλισιν ἔχοντι

λέκτροισι· κοίταις

λελάθῃ· λήθην ποιήσῃ. παύσῃ

λελάθοντο· ἐπελάθοντο

λέλακεν· ἐβόησεν

λελακκωμένη· κεκενωμένη

λελακυῖα· φωνοῦσα, βοῶσα, ἠχοῦσα

λελαχεῖν· θάψαι

λελάχωσι· θάψωσι. λαχεῖν ποιήσωσιν, ὅ ἐστι· τυχεῖν τῶν δεόντων, καὶ νομιζομένων νεκροῖς

λελάσθαι· λαθέσθαι.

λελασμένα· ἀφειμένα

λέλαπται· εἴληπται

λέλαφας· πέπωκας

λελάχασι· τετεύχασι

λελάχωμεν· λαχεῖν ποιήσωμεν

λελάχνωσαι· δασὺς εἶ

λέλεγα· εἴρηκα

Λέλεγες· ἔθνος βαρβαρικόν

Λελεγηΐς· ἡ Λακεδαίμων πάλαι

λελέγιες· κόχλακες, ἢ κοχλώδεις τόποι

λελεπασμένον· εἰς πέψιν ἧκον

λέλεκται· εἴρηται

λελέξεται· λεχθήσεται

λελεπρίς· ἰχθῦς ποιός, ἡ καλουμένη φυκίς

λελεγμένος· διαλογιζόμενος, ἢ διαλεγόμενος

λεληθότως· λανθανόντως

λέληκε· βοᾷ, φθέγγεται

λεληκώς· κεκραγώς, φθεγγόμενος, κραυγάσας

λεληϊσμένη· μεμερισμένη

λελήϊται· τεθέρμανται

λελημάτωμαι· λῆμα ἔχω εἰς τὸ ἔργον

λελημένοι· λεληϊμένοι. διανοούμενοι. ἐν τούτῳ τὸ λῆμα ἔχοντες. Λεληματίσθαι γὰρ τὸ τῇ διανοίᾳ πρὸς πᾶν ὁρμητικῶς ἔχειν

λελησμένη· ἐπιλαθομένη

λέλησται· ἐπελάθετο

λελιῆσθαι· θέλειν. ὁρμᾶν. σπεύδειν

λελιημένος· προθυμούμενος. καὶ ἔνθερμος ὤν

λελιημένοι· προθυμούμενοι, ὁμοίως

λελικμημένη· κοσκινευθεῖσα, πτυισθεῖσα ἐπʼ ἀνέμῳ

λελικκός· ἰχθῦς ποιός

λελειμμένος· λειφθείς. νικηθείς

λέλιξε· διέσεισεν

λέλογας· εἴρηκας

λελόγχασιν· ἔλαχον

λέλογχε· ἠξίωται

λελοχυῖα· λεχὼ γενομένη

λελογχώς· τυχών

λελύθμωται· χωρίον ἀπεῤῥωγός

λελυκωμένα πρόβατα· τὰ λυκόσπαστα

λέλυται· διαλέλυται

λέλυνται· ἀσθενῆ εἰσιν

λελώφηκεν· ἐπέσχηκεν

λελώβηνται· ἐβλάβησαν

λέμβος· τὸ μικρὸν πλοιάριον τὸ ἐφόλκιον. καὶ οἱ ἐφολκίοις πλέοντες λέμβαρχοι

λέμμα· φλοιός. λέπισμα

λέμφοι· αἱ πεπηγμέναι μύξαι

λέμφος· ὁ μυξώδης καὶ μάταιος. δηλοῖ δὲ τὸν ἀνόητον , καὶ ἀπόπληκτον

λέντιον· περίζωμα ἱερατικόν

λεόντειος πόρος· ὁ Ἀλφειός· καθότι ἐπὶ ταῖς πηγαῖς αὐτοῦ λεόντων εἴδωλα ἀφίδρυται

λεόντειος δορά· τὸ δέρμα αὐτοῦ

λεοντόκρανον· Ἀμαζονικὸν ὅπλον

λεοντοφόνον· θηρίδιόν τι, πλανώμενον ἐν Συρίᾳ

λέξαι· εἰπεῖν, ἐπιλέξαι, ἐπειπεῖν

λέξασθαι· ἐπιλέξασθαι κοιμηθῆναι

λέξασθε· ἐπιλέξασθε. ἐκοιμήθητε

λέξεται· λήξῃ. κοιμηθῇ

λεοντηδόν· ἰσχυρῶς κατὰ τὸν λέοντα

λεώς· Ἀττικῶς, ὄχλος, λαός

λεωφόρος· ὁδὸς λαὸν φέρουσα

λεπάδες· τὰ πρὸς ταῖς πέτραις κεκολλημένα κογχύλια ὀστρέων ἐλάττω

λέπαδνα· ἱμάντες πλατεῖς, οἷς ἀναδέονται οἱ τράχηλοι τῶν ἵππων πρὸς τὸν ζυγόν

λεπαδευόμενος· συνάγων λεπάδας. εἰσὶ δὲ θαλάσσιαι κόγχαι μικραί, προσφυόμεναι ταῖς πέτραις

λεπανός· λιπόδερμος. Ταραντῖνοι

λεπάργου βοός· τοῦ λαπάρας λευκὰς ἔχοντος, ἢ ὅλον τὸ δέρμα

λεπας· τὸ ἄναντες. καὶ τὸ τῇ πέτρᾳ προσσχόμενον κογχύλιον. ἢ ὑψηλόν, ἀκρότατον. ὀρεινόν

λεπαστή· κύλιξ

λεπαστής· οἰνοχόη. καὶ εἶδος κύλικος

λέπαστρον· σκεῦός τι ἁλιευτικόν

λέπειν· τύπτειν

λεπίζω· ἐκδέρω

λέπος· λέπιον. φλοιός

λέπρα· πάγος τῆς ἐπιφανείας τοῦ σώματος

Λεπρεᾶται· οἱ πάλαι Καύκωνες. Λέπρεον τὴν Τριφυλίαν. οἱ δὲ τῆς Τριφυλίας, ἀπὸ Λεπρέου πόλεως ὠνομασμένοι

λεπταλέον· ἰσχνόν, λεπτόν

λεπτὰς καὶ παχείας· Ζάλευκος ἐν Νόμοις τὰς δραχμάς· λεπτὰς μὲν τὰς ἑξωβόλους· παχείας δὲ τὰς πλέον ἐχούσας

λεπτή· ἀσθενής. ἰσχνή,

λεπτένδυτον· σινδὼν λεπτή.

λεπτήκεα· λεπτῆς ἐργασίας ποιηθέντα

λεπτὴν πλέκειν· ἐπὶ τῶν πενιχρῶν τοῦτο λέγεται οἷον στενὴν ἢ ἀκριβῆ

λεπτὴ δʼ εἰσίθμη· στενὴ ὁδός

λεπτὴ δέ τε μῆτις· ἀσθενὴς βουλὴ καὶ ἡ ἐπίνοια

λεπτήκεις· λεπτάς

λέπτʼ ἠλάκατα στρωφῶσα· λεπτὰ μηρύματα ἀπὸ τῆς ἠλακάτης νήθουσα. τὸ γὰρ ἔτυμόν ἐστιν, οἷον ἠλακάτη ἀπὸ τοῦ ἐνειλίσσειν συνεχῶς. τινὲς δὲ ἠλάκατα τὸν στήμονα

λεπτόγεα· κακὸς ἀγρός. ἡ λεπτὴ γῆ καὶ μὴ λιπαρά

λεπτομερῶς· μικρομερῶς

λεπτόμιτον· ἡ δασεῖα ὑφή

λεπτόμιτον φᾶρος· λεπτὸν ἱμάτιον

λεπτόν· ἀσθενές. ἀόρατον, ἀφανῆ

λεπτὸν ἄωτον· ἰσχνὸν ἄνθος

λεπυξίς· ἀπὸ τοῦ λέπους, καὶ τῆς χωρίσεως

λεπυριῶσαι· ἐξαχυριῶσαι

Λερναία χολή καὶ Λέρνη κακῶν· παροιμία· διὰ τὸ τοὺς Ἀργείους τὰ καθάρματα εἰς αὐτὴν βάλλειν· ἢ διὰ τὸ τὸν Δαναὸν τῶν Αἰγυπτιαδῶν ἐκεῖ καταθεῖναι τὰς κεφαλάς

Λέρνη θεατῶν· παροιμία τίς ἐστιν Ἀργολικὴ Λέρνη κακῶν, ἣν ἀποδιοπομπούμενοι ἔλεγον. τὰ γὰρ ἀποκαθάρματα εἰς τοῦτο τὸ χωρίον ἐνέβαλλον. Λέρνην οὖν θεατῶν ἔφη ὁ Κρατῖνος τὸ θέατρον διὰ τὸ σύμμικτον εἶναι καὶ παντοδαπὸν ὄχλον ἔχειν

λεσβιάζειν· πρὸς ἄνδρα στόμα μολύνειν· Λεσβιάδας γὰρ τὰς λαικαστρίας ἔλεγον

Λεσβίδας· ἀπὸ Λέσβου τῆς νήσου

Λέσβιος ᾠδός· οἱ μὲν τὸν Εὐαινετίδαν ἀκούουσι τὸν ἀπὸ Ἀντίσσης· οἱ δὲ Φρῦνιν, ὃ καὶ μᾶλλον· ὑπὸ πολλῶν γὰρ κεκωμῴδηται οὗτος, ὡς διαφθείρων τὴν μουσικὴν καὶ πρὸς τὸ βωμολοχεύειν τρέπων. καὶ παροιμία δὲ ἐντεῦθεν ἐλέχθη· μετὰ Λέσβιον ᾠδόν. οἱ δὲ μετὰ τὸν Τέρπανδρον. μέμνηται καὶ Ἀριστοφάνης ἐν Νεφέλαις

Λεσβίων ἄξια· παροιμία ἐπὶ τῶν ἀπράκτων

λεσβίσαι· αἰτίας εἶχον ἀτόπους αἱ ἀπὸ Λέσβου

Λέσβος· νῆσος. καὶ πόλις

λέσπιν· μεγάλην. ὑδρηλήν. Δίδυμος τὴν καταδυομένην εἰς πέλαγος πέτραν. οἱ δὲ τὴν νοτεράν. ἄλλοι δὲ σπιλάδα βαθεῖαν. οἱ δὲ λόχμην

λέσχαι· φλυαρίαι. πολλαὶ ὁμιλίαι

λεσχαῖος· ἐξηγητής. ὁμιλητής

λέσχη· ὁμιλία. καὶ ἡ φλυαρία. καὶ ὁ δημόσιος τόπος, ἐν ᾧ διέτριβον οἱ πτωχοὶ καὶ διελέγοντο ἀλλήλοις . σημαίνει δὲ καὶ τὰ κοινὰ δειπνιστήρια, καὶ τοὺς ἐν αὐτοῖς λόγους. καὶ τοὺς ἀλεεινοὺς τόπους λέσχας καλοῦσιν

λεσχηνεῖ· ὁμιλεῖ. μυθολογεῖ

λεσχηνευθέντα· μυθολογηθέντα, φλυαρηθέντα

λετμὸς ἀναδρήσσει· τὸ σῶμα μερίας φησί

λετωνῆσαι· ἀφειδῶς παῖσαι κατὰ τῶν ἰσχίων

λευγαλέην· ὀλεθριώδη. οἰστρώδη. οἰκτρόν. κακόν, ἢ χαλεπόν

λευγαλέοιο· ὀλεθρίου. δεινοῦ

λευγαλέῳ· εὐτελεῖ. καὶ τὰ τοιαῦτα

λευγαλέῃσι· χαλεπαῖς. καὶ τὰ ὅμοια

λεύγη· μέτρον τι Γαλατικόν

λευκά· φαιδρά. λαμπρά

λευκανθίζοντα· λάμποντα

λευκάδα πέτρην· διὰ ταύτης λέγεται τῆς πέτρας τὸν ὠκεανὸν φέρεσθαι. ἢ ἀλληγορικῶς, τὸ στόμα ἡμῶν τῶν ἀνθρώπων, διὰ τὸ τοὺς ὀδόντας λευκοὺς εἶναι· αἱ γὰρ ψυχαὶ τῶν τελευτώντων διὰ τοῦ στόματος ἀνέρχονται

λεύκαινον ὕδωρ· κατὰ συνεκδοχὴν ἀντὶ τοῦ συντόνως ἤρεσσον

λευκαὶ φρένες· μαινόμεναι, λαμπραί, ἀγαθαί, ἥμεροι

λευκανίη· φάρυγξ

Λευκάδος· Μένανδρος ἐν Λευκαδίᾳ· «εὐφημείσθω τέμενος πέρι Λευκάδος ἀκτῆς»

λευκάσπιδα· λευκὴν ἀσπίδα χρώμενον

λευκὰ ἄλφιτα· τὰ ἐκ κέγχρων. καὶ ἡ λευκὴ κέγχρος

λευκέα· σχοῖνος

λεύκʼ ἐλέφαντι· λευκὰ ὡς ἐλεφάντινα

λευκερίνεως· εἶδος συκῆς

λεύκη· πάθος τι τῶν περὶ τὸ σῶμα γινομένων. καὶ ἐν ταῖς χωνείαις ἡ ὑφισταμένη ἄμμος. καὶ δένδρον

λευκὴ ἡμέρα· ἀγαθή

λευκὴ θάλασσα· ἡ κατακλυζομένη

λευκὴν μᾶζαν φυρῶ σοι· παροιμία ἐπὶ τῶν μεγάλα ὑπισχνουμένων

λευκὴ στάθμη· ἐπὶ τῶν μηδὲν συνιέντων, παροιμία. λέγεται δέ· ἐν λευκῷ λίθῳ λευκὴ στάθμη. Στάθμη δέ ἐστι σπάρτος τεκτονική

λευκὴ ψῆφος· παροιμία ἐπὶ τῶν εὐδαιμόνως ἢ δυστυχῶς ζώντων

λευκοδίφθεροι· λευκοδέρματοι

λευκόζωτος· τῆς γῆς ἡ μὲν καλεῖται λευκόζωτος, ἡ δὲ μελάνζωτος

Λευκοθέαι· πᾶσαι αἱ πόντιαι ...

λευκοί· οἱ δειλοί

λευκοῖο γάλακτος· τοῦ φύσιν λευκοῦ καὶ ἀσκίου

λευκόκρας· λευκοκέφαλος

λευκόκρατες· ἢ διὰ τὸ τοὺς ἐν Εὐβοίᾳ βοῦς λευκοὺς εἶναι· ἢ ἴσως ἀντὶ τοῦ λαμπρούς

λευκόν· τό τε σύνηθες καὶ τὸ λαμπρόν. ἢ θεώρημά τι ἐν μουσικῇ

λευκόπυγος· ὁ ἄνανδρος. ἔμπαλιν δὲ μελαμπύγους τοὺς ἀνδρείους ἔλεγον

Λευκόπυρα· τῆς Ἀντιοχίδος φυλῆς δῆμος

λευκοστεφῆ· τὰ κεραυνόβλητα

Λευκόσυρος· Βαβυλώνιος. λευκόχροος

Λεύκου πεδίον· τοῦ Μεγαρικοῦ χωρίον

Λεύκοφρυς· ἡ Τένεδος τὸ πάλαι

λευκώλενος· λευκόπηχυς. ἀπὸ μέρους, ὅλη λευκὴ καὶ καλή· ὠλέναι γὰρ οἱ πήχεις

λευκῶν πραπίδων· κακῶν φρενῶν

λευκωπίας· λευκὸς ὀφθῆναι

λευρά· λεῖα

λευρᾶι· εὑρίσκω

λευρᾶς σωφροσύνης· τελείας. καὶ ταπεινῆς. κοίλης. ὁμαλῆς, μὴ τραχείας

λευρῷ· ὁμαλῷ. πλατεῖ

λεύσει· βλέψει, θεωρήσει

λεύσετε· ὁρᾶτε, βλέπετε

λευσθείς· λιθοβοληθείς

λευσίμου δίκης· τῆς λιθοβολήτου τιμωρίας

λεύσοντες· βλέποντες. μαίνοντες

λεύσουσα· βλέπουσα.

λευστά· ὁρατά. λιθοβόλητα

λευστῆρα· φονέα λίθοις ἀναιροῦντα

λεύσων· βλέπων

λέχεται· κοιμᾶται

Λέχαιον· ἐπίνειον Κορινθίοις. εἰς τούτους τοὺς τόπους ἀπεδίδρασκον οἱ οἰκέται

λεχεποίην· τὸν πολλὴν πόαν ἔχοντα καὶ βαθεῖαν, εὐαυξῆ, ἐν ᾗ ἐστι καὶ λέξασθαι, τουτέστιν κοιμηθῆναι

λεχέρνα· ὑπὸ Ἀργείων ἡ θυσία ἐπιτελουμένη τῇ Ἥρᾳ

λευχείμων· λευκὰ ἱμάτια φορῶν

λεχέων στυγερῶν· γάμων στυγνῶν

λέχεσσι· κοίταις

λέχη· ἐφʼ οἷς τοὺς νεκροὺς κοσμοῦσιν

λεχήρια· ἐνήλατα

λεχῶεν· ὑλῶδες. βοτανῶδες

λεχόες· κατακοιμησθείς

λέχος· κοίτη. κλίνη. γάμος, μῖξις, συνουσία. γυνή

λεχόωντο· συγκάθηντο

λεχμάδες· ἤλεκτρον

λέχνη· τρόπις

λεχρίη· πλαγία

λέχριον· πλάγιον λοξόν

λεχώ· προσφάτως τετοκυῖα

λεῴ· λαοί. Ἀττικῶς

λεώβατος· ὁδός. καὶ ἰχθῦς σελαχώδης

λεωκόνιτος ἢ λεωκόριτος· παντελῶς ἐξωλοθρευμένος

Λεωκόριον· τῶν Λεὼ θυγατέρων μνημεῖον, τὸ καλούμενον Λεωκόριον, ἐν μέσῳ τῷ Κεραμεικῷ

λεώλεθρος· παντελῶς ἐξωλοθρευμένος

λεώλης· τελείως ἐξώλης

λέῳμι· θέλοιμι ἄν

λέων· τὸ θηρίον. καὶ παρθένος. καὶ ἰχθῦς

Λεοντίς· φυλὴ Ἀθήνησι

λεωπετρία· λίθος λεῖος

λεωργόν· κακοῦργον. πανοῦργον. ἀνδροφόνον

λεώς· Ἀττικῶς ὄχλος, λαός

λεωφόρος· δημοτικὴ ὁδὸς, πλατεῖα, λαὸν φέρουσα πολύν

λῇ· θέλει

ληαρίσιν· ἡδυτάταις. χλιαραῖς

ληβόλε· λιθοβόλε, ἄξιε λιθασθῆναι

ληβολία· δημοσία κοπρία

λῆγε· παύου

λήγω· παύομαι

ληγείει· ἡδυπάτη

λῄδιον· τριβώνιον Σ εὐτελές Σ

ληθαία· λαθραία

ληθάνει· λανθάνειν ποιεῖ

λήθαργος· ἐπιλήσμων. ἐπίβουλος. καὶ κύων ὁ προσαίνων μέν, λάθρα δὲ δάκνων. καὶ τῶν ἵππων οἱ ἀβλεμεῖς καὶ νωθροί. καὶ πάθος τι σὺν πυρετῷ

ληθεδών· λῆσις Σ

λήθη· ἀμέλεια

ληθηκέα· εἰς λήθην ἄγοντα φάρμακα

ληθημόνοισι· ληθάργοις

λήθιος· λαθραῖος

λῆθον· βαλιόν

λήθω· λανθάνω

λήϊα· κτήνη. πρόβατα. ἐφόδια. χρήματα. ἢ σιτοφόρα χωρία

ληϊάδας· ἐκ λείας αἰχμαλώτους συλληφθείσας

ληϊάνειρα· ἡ ποιοῦσα τοὺς ἄνδρας γυναικῶν ἐρᾶν

ληϊβοτείρης· τῆς τὸ λήϊον καταβοσκομένης. νομάδος

ληίδα· μερίδα. ἢ λείαν. τὴν ψιλὴν κτῆσιν

λήιδιον· εὐτελὲς ἱμάτιον

ληιδιώδεις· τριβωνίδες

ληιζόμενος· σφετεριζόμενος. αἰχμαλωτιζόμενος

ληίη· προνομεία. οἰκονομία. βοσκήματα

λήιοι· ἱεροί. καὶ ἄγγελοι

λήιμος· εὔβοτος

λήιον· σιτοφόρον χωρίον ἀπὸ τοῦ λειαίνειν τὴν τροφήν. ἀγριοῦνται γὰρ οἱ λιμώσσοντες. βέλτιον δὲ ψιλῶς, διὰ τὴν ἐπιφαινομένην κατὰ καιρὸν λειότητα τῶν ἀσταχύων

ληίς· κτῆσις ἡ ἐκ τῶν λαφύρων. καὶ βούλησις

ληίσασθαι· κτήσασθαι. ἀφελέσθαι

ληισθέντος· κλαπέντος, ἀφαιρεθέντος

ληισθιῶν· τρεπόμενος

ληισμαδία· αἰχμάλωτος. λεληϊσμένη

ληΐσσατο· ἀπὸ λείας ἔλαβεν, ἐμερίσατο, ἐλαφυραγώγησεν

ληισταί· πειραταί. καὶ αἱ ἀπὸ λείας πεποιημέναι

ληϊστοί· κτητοί

ληιστοσαλπιγκταί· οἱ Τυῤῥηνοί· ἐπειδὴ πρῶτοι σάλπιγγος εὑρεταὶ γεγόνασιν

ληϊστόριον· πτύον, ἐφʼ οὗ τὸ πῦρ φέρεται

ληϊστά· κτήματα

ληιτεῖαι· ἡγεμονίαι. στρατιαί.

ληίτιδι· λαφυραγωγῷ

ληιτή· ἱέρεια, οἱ δὲ λῃτή

ληιτάρχαι· οἱ καθηγούμενοι τῶν θυσιῶν καὶ ἑστιάσεων καὶ ἀρχαὶ καὶ ἱερεῖς

ληιτουργεῖν· λήιτον γὰρ δημόσιον

ληιτουργοί· ὑπουργοί. δημιουργοί

ληίων· σιτοφόρων ἀρουρῶν. χωρίων

ληκεῖν· ... τὸ πρὸς ᾠδὴν ὀρχεῖσθαι

ληκᾶσθαι· περαίνεσθαι. καὶ τὰ αὐτά

ληκεῖ· ψοφεῖ. βοᾷ. κροτεῖ

ληκῆσαι· ὑλακτῆσαι

ληκοῦσι· τὰ αὐτά

ληπτός· καταληπτός

ληκυθιάδες· ἐνώτια ποιά

ληκύθιον· πυρός τις περὶ καρπὸν κάλλιστος. τὸ δὲ αὐτὸ καὶ ληκυθηδόν

ληκυθιστής· κοιλόφωνος

λήκυθος· τὸ μεταξὺ τοῦ λαυκανίου καὶ αὐχένος ἠχῶδες ὥς φησι Κλέαρχος. καὶ μυροθήκη, βησίον ὑάλινον

ληκώ· τὸ μόριον

Ληλάντου πεδίον· τῆς Εὐβοίας, ὠνομασμένον ἀπὸ Ληλάντου βασιλέως

λῆμα· βουλή. ἀξίωμα. ἀνδρεία καὶ φρόνημα

λῆμαι· αἱ περὶ τοὺς κανθοὺς τῶν ὀφθαλμῶν πεπηγυῖαι συστάσεις. ἐκρέουσαι τῶν ὀφθαλμῶν ἀκαθαρσίαι

λημᾶν χύτραις καὶ κολοκύνταις· παροιμία· Χύτραις λημῶ καὶ κολοκύνταις. ἐπὶ τῶν ἀμβλυωττόντων πάνυ

λήματα· δόγματα. βουλεύματα

λημάτων ὀρθρινῶν· θελημάτων ταχινῶν

λημάτια· φρονήματα, βουλεύματα

ληματίαν· φρονηματίαν

λήματος οἴσεις βάρος· τοῦ φρονήματος τὰς ὑποψίας

λήμη· λευκὸν ὑγρὸν ἐν ὀφθαλμοῖς συνιστάμενον, ἀκαθαρσία

λῆμμα· θράσος. δύναμις. τόλμα. ἀξίωμα. κέρδος. φρόνημα ἢ δῶρον

Λήμνια· φοβερά. μοχθηρά

Λημνίᾳ χειρί· ὠμῇ, καὶ παρανόμῳ· ἀπὸ τῆς μοχθηρίας

Λήμνιον βλέπει· πυρῶδες, ἐπειδὴ τὸ πῦρ Λήμνιον

Λήμνιον κακόν· παροιμία, ἣν διαδοθῆναί φασιν ἀπὸ τῶν παρανομηθέντων εἰς τοὺς ἄνδρας ἐν Λήμνῳ ὑπὸ τῶν γυναικῶν

λημνίσκους· τὰς ταινίας. Συρακούσιοι

Λῆμνον· νῆσον οὕτω καλουμένην

Λῆμνος· νῆσος τῆς Θρᾴκης πλησίον, ἱερὰ Ἡφαίστου

Λημυκαί· γένος τι ἐπισήμον ἐν Μεταποντίῳ

λίην· λίαν

λῆναι· βάκχαι. Ἀρκάδες

Ληναῖος· Διόνυσος

Ληναιών· μήν. οὐδένα τῶν μηνῶν Βοιωτοὶ οὕτω καλοῦσιν. εἰκάζει δὲ ὁ Πλούταρχος Βουκάτιον. καὶ γὰρ ψυχρός ἐστιν. ἔνιοι δὲ τὸν Ἑρμαῖον, ὃς μετὰ τὸν Βουκάτιόν ἐστιν ... καὶ γὰρ Ἀθηναῖοι τὴν τῶν Ληναίων ἑορτὴν ἐν αὐτῷ ἄγουσιν

λήνεα· τὰ ἔρια. Κύπριοι

λήνει· ἐρίῳ

ληνεύουσι· βακχεύουσιν

ληνοί· σοροί, πύελοι. καὶ τῶν ἁρματείων δίφρων αἱ κοιλότητες

ληνός· ὅπου σταφυλὴ πατεῖται

λῆξαν· ἐπαύσαντο

λήξεως· κληρονομίας. τελειώσεως. μερισμοῦ

ληξιαρχικὸν γραμματεῖον· εἰς ὃ τοὺς νέους ἐνέγραφον

λῆξις· τελείωσις ἀποκλήρωσις. ἢ ἐπὶ μερίδι διακληροῦσθαι

ληόν· ἔθνη. καὶ ὄχλον

ληπτέος· ἐπὶ τῶν μὴ εὐαλώτων ἐλέγετο

ληραίνειν· παραφρονεῖν, φλυαρεῖν

ληροί· τὰ περὶ τοῖς γυναικείοις χιτῶσι κεχρυσωμένα

λῆρος· μάταιος, φλύαρος. ψεύστης

ληροπετώδη· ληρώδη

ληρώδεις σανίδες· ἐν αἷς οἱ νόμοι γράφονται

λήσεσθαι· λαθεῖν

λήσεται· λανθάνει

λῆσις· βούλησις αἵρεσις

λησμαδία· λελῃσμένη

λήσομαι· ἐπιλησθήσομαι

λῆσος· ὁ ἐν τῇ ῥάχει τοῦ σκορπίου λαμπρὸς ἀστήρ

λήσω· λάθω

λήσομεν· λανθάνομεν

λῄσταρχος· ἀρχιλῃστής

λῆτος· λιμήν, ἢ θάλασσα

λῃτῆρες· ἱεροὶ στεφανοφόροι. Ἀθαμᾶνες

λῄτειραι· ἱέρειαι τῶν σεμνῶν θεῶν

λῃτή· ἱέρεια

λῇτο· ἐπελάθετο

λῃτόν· δημόσιον

ληχμόν· λῆξιν

ληχόϊον· κανοῦν. οὐλοχόϊον

λιάζει· ῥίπτει. ταράσσει. ἢ λίαν σπουδάζει

λιάζετο· ἡπλοῦτο

λιαζόμενοι· σκιρτῶντες

λιαμάθῳ· αἰγιαλῷ λίαν ἀμαθώδει

λίαν· σφόδρα, πολύ, πάνυ, ἄγαν

λίαν ἔλαβον· ἰσχυρῶς ἔλαβον, ἢ πραίδαν

λίαξ· παῖς ἀρχιγένειος

λιαρόν· χλιαρόν. θερμόν. ὑγρόν. καθαρόν. ἡδύ. προσηνές. εὔκρατον

λιάσαι· χωρίσαι. ἐκκλῖναι

λιασθείς· χωρισθείς, ἐκκλίνας

λιάσθη· ἀπεχωρίσθη, ἐξέκλινεν

λιβάδα· σταγόνα. θεραπείαν

λιβάδιον· χωρίον βοτανῶδες

λιβαδίων λιπαρῶν· πιόνων, εὐτραφῶν

λιβάζω· ἀπηθῶ ὑγρόν

λίβανος· τὸ δένδρον. καὶ τὸ ὄρος. λιβανωτὸς δὲ ὁ καρπὸς αὐτοῦ, εἶδος θυμιάματος

λιβάξεις· ἀποῤῥυήσει, ἀποφθερεῖ. ἡ δὲ μεταφορὰ ἀπὸ τῆς λιβάδος

λιβάσαν· στάξαν

λιβάσεις· σοβήσεις. φθαρεῖς

λιβάς· πηγή. σταγών

λίβει· σπένδει ἐκχύνει

λιβρόν· σκοτεινόν, μέλαν. δίυγρον. ἢ λιβρὸν σέλας

λιβύας· τὰς μελαίνας ὑδρίας, ἐπὶ τοῖς τάφοις τιθεμένας

λίβυες· τῶν ὄφεών τινες οὕτω καλοῦνται

Λιβυκοὶ λόγοι· Χαμαιλέων φησὶ Κυβισσὸν εὑρεῖν τοὺς λόγους τούτους

Λιβυκὸν θηρίον· ἐπεὶ θανάσιμα ἐκεῖ ἑρπετά, καὶ ὡς τῆς Λιβύης ἐχούσης θηρία. καὶ τὸν ποικιλόμορφον

λίβυρνον· πολεμικὸν πλοῖον

Λίβυς τε ἀηδών· αἱ γὰρ ἐν Καρχηδόνι τῆς Λιβύης κλαίουσι γυναῖκες, αἳ τὰ ἴδια τέκνα κατά τι νόμιμον ἐσφαγίαζον Κρόνῳ. τινὲς δὲ τὴν ἐρημίαν ἀπέδοσαν· οὐ καλῶς

Λιβυάτιδες· τινὲς τῶν νυμφῶν οὕτω καλοῦνται

Λίβυς τε λωτός· ὁ ἀπὸ Λιβύης αὐλός

Λιβυφοίτην· τὸ ἐπιμιγνύμενον Λίβυσι Νομαδικόν

λίβων· στάζων. βάλλων

λίγα· λιγυρῶς. ἡδέως. λεπτῶς. ὀξέως προσηνῶς. ταχέως

λιγαίνει· μέλπει. ἄιδει. μαστιγεῖ. κηρύττει. κλαίει. ἢ ὀξέως ἐφορμᾷ

λίγαινον· ἐκήρυσσον

λιγαίνων· μέλπων, ἡδέως ὑμνῶν

λιγάντωρ· εἶδος τέττιγος. Λάκωνες

λίγδα· ἡ κονία, ἀλοιφή

λιγδαρεοχύται· οἱ ἐν τοῖς λίγδοις τὰς σάρκας χέοντες, τουτέστιν χοάναις

λιγδεύει· ἀπηθεῖ.

λίγδην· ὅσον ἐπιψαῦσαι τοῦ χρωτὸς τῆς ἐπιφανείας, καὶ οὐ κατὰ βάθους. καὶ ὀλισθηρῶς. ἢ πλαγίως «ἄκρον ἐπιλίγδην»

λίγδην ἐκλάψαι· τὸ μὴ κατὰ βάθους, ἀλλʼ οἷον ἐπιγράφως

λίγδος· τόπος χοάνης, καὶ ἡ θυεία, καὶ ἐν ᾗ χωνεύουσιν

λίγδου χοάνη· οἱ δὲ τὰ λίκνα τῶν ἀργυρείων

λιγεῖαι· ἡδεῖαι

λίγα· ὀξέως

λιγέως· ὀξέως. ἡδέως. ταχέως

λιγείας· ἡδείας

λιγνύς· ἡ τοῦ λύχνου ἀτμίς. καπνός καμίνου. φλόξ

λίγξαντα· ἐπιθυμήσαντα. ἠχήσαντα

λίγξεν· ἐψόφησεν. ὤλισθεν. ἤχησεν, ἦχον ἐποίησεν

λίγξ πλάγιος· καμπτήρ. πλάγιον. ἢ σχιστήρια

λιγρόν· πικρόν λιγυρόν· ἡδύ, γλυκύ.

λιγυροῖσιν· ὀξέσιν καὶ τὰ ὅμοια

λιγυρίζει· μελῳδεῖ

λιγυρῶς· ἡδέως. ὀξέως. λαμπρῶς. καλῶς. καὶ τὰ ὅμοια

λιγύς· ὀξύς. ἡδύς. ἐπιτρόχαλος. ἐπιφωνητής, οὐ τῇ φωνῇ, καθὰ καὶ αὐλοί, ἀλλὰ τοῖς ῥήμασιν. καὶ εὐεπὴς ἐν τῷ λέγειν

λιγύφθογγοι· ὀξύφθογγοι, ὀξύφωνοι, εὐεπεῖς, εὔφωνοι

λιδρίον· τρυβλίον

λίζει· βίσσει. στάζει. παίζει

λιζον· ἔλαττον

λίζονες· ἐλάττονες

λίζουσι· παίζουσιν

λίημος· ψάμαθος

λίηνος· λιθοπυργία

λίηφος· δεινός

λιθάδεσι· λίθοις

λίθακες· χάλικες, πέτραι

λίθακι πέτρῃ· τῇ τραχείᾳ· ἀπὸ τοῦ συμβεβηκότος

λιθάκων· λίθων

λίθαξ· ὀλισθηρὰ πέτρα, ἢ τραχεῖα. ἢ ψώρα

λιθόλευστος· λιθοβόλητος

λιθολόγημα· ἐκ λίθων οἰκοδόμημα

λιθολόγοι· οἰκοδόμοι

λίθον ἕψεις· παροιμία ἐπὶ τῶν ἀδύνατον ἐργάσασθαί τι θελόντων

λίθος· βῶλος. βωμός. καὶ βάσις. τὸ ἐν τῇ Ἀθηναίων ἐκκλησίᾳ βῆμα

λιθουλκεῖν· τὸ μόλις τι ἕλκειν

λιθουργός· λιθοκόπος. λιθογλύπτης

λιθόωσα· πολύλιθος

λιθωμόται· δημηγόροι ἐπὶ τοῦ λίθου ὀμνύντες. ὁ δὲ λίθος τὸ ἐν τῇ Ἀθηναίων ἐκκλησίᾳ βῆμα

λίθων χοαί· αἱ διὰ λίθων ἐκχύσεις. καὶ χύτρινοι. Χοὰς δὲ ἐκ λίθων ὑπονόμους καὶ χυτρίνους, οὓς καὶ διώρυγας

λίη· κρίνα, ἄνθη, ἴα

λικερτίζειν· σκιρτᾶν

λίκηνον· ἀγγεῖον ὀστράκινον

λικμάζειν· περιέχειν

λικμηταί· διασκορπισταί

λικμητήρ· τὸ ἀποχωρίζον τοὺς καρποὺς καὶ τὰ ἄχυρα πύον

λικμήσονται· λείξουσιν

λικμίζει· ἀλοᾷ

λικμητήριον· πτύον

λικμῷ· πτύῳ

λικμῶντες· ἀλοῶντες, ἢ τὰ ἄχυρα ἀπὸ τοῦ σίτου διαχωρίζοντες

Λικνίτης· ἐπίθετον Διονύσου· ἀπὸ τῶν λίκνων, ἐν οἷς τὰ παιδία κοιμῶνται

λίκνον· κανοῦν

λικνοστεφεῖ· λίκνον στεφανούμενος θρησκεύει

λικριφίς· ἐκ πλαγίου. καὶ κατὰ μεσότητα. ἐλαφρῶς. ὀλισθηρῶς

λικροί· οἱ ὄζοι τῶν ἐλαφείων κεράτων

Λικυμνίοις βολαῖς· τῶν ἐν τῷ Εὐριπίδου Λικυμνίῳ μνημονεύοι ἂν ἴσως· κεραυνοῦται γὰρ ἡ ναῦς κατὰ τὸν ἐκεῖ λόγον· οὐχ ὡς αὐτοῦ τοῦ Λικυμνίου κατεσκημμένου

Λίλαια· πόλις τῆς Φωκίδος

λιλαίεσθαι· ἐπιθυμεῖν, ὀρέγεσθαι. σπεύδειν

λιλεῖ· φθονεῖ, ἐπιθυμεῖ

λιλαιόμενοι· ἐπιθυμοῦντες

λιλαιόμενον· ἐπιθυμοῦντα

λιλουργετά· ἐν τῷ σώματι ἐξανθήματα

λίλυ· τὸ ὕδωρ. Λίβυες

λιμαλέον· ῥυσόν. λεπτόν

λιμβόν· λίχνον. ἄπληστον

λιμένα κλυτόν· τὸν ἀεὶ κλυδωνιζόμενον ὑπὸ τῆς θαλάσσης λιμένα· ἐκβεβλημένου τοῦ σ, οἷον λιμένα κλυστόν. καὶ Μεγακλείδης ἄκλυτον· τὸν ἀνήκουστον, περὶ οὗ μηδεὶς ἤκουσεν. ἢ τὸν ἔνδοξον καὶ ὀνομαστὸν καὶ ἀκουστόν

λιμήν· ἀγορά, καὶ ἐνδιατριβή. Πάφιοι

λίμα· ὑστέρημα

λίμινθες· ἕλμινθες

Λιμηρά· ἡ Ἐπίδαυρος, διὰ τὸ λιμένας ἔχειν εὐφυεῖς. οἷον λιμενηρά

λιμναγενές· ... Λίμναι· ἐν Ἀθήναις δὲ τόπος ἀνειμένος Διονύσῳ, ὅπου τὰ Λήναια ἤγετο

λιμναῖοι· ἄνεμοι ἀπὸ τῶν λιμνῶν πνέοντες

λίμνη· ἡ θάλασσα, καὶ ὁ ὠκεανός

λιμνομάχαι· παῖδες οἱ πυκτεύοντες ἐν τόπῳ Λίμναις καλουμένῳ

Λιμοδωριεῖς· οὕτως ἐκλήθησαν οἱ ἀπὸ Πελοποννήσου, ἀφορίας χαλεπῆς ἐκεῖ γενομένης, ἀποικισθέντες διὰ ταύτην τὴν αἰτίαν, καὶ κατοικήσαντες περὶ Ῥόδον καὶ Κνίδον. Δίδυμος δὲ τοὺς περὶ τὸ Κυτίνιον κατοικοῦντας οὕτως λέγεσθαι, διὰ τὸ λιμώττειν καὶ μοχθηρὰν ἔχειν ταύτην

Λιμοῦ πεδίον· τόπος τῆς Ἀττικῆς

λιμφεύειν· ἀπατᾶν

λιμφός· συκοφάντης. ψευδολόγος. ἢ μηνυτὴς παρανόμων

λιμῷ Μηλίῳ· παροιμία, ἐπεὶ Ἀθηναῖοι ἐκάκωσαν Μηλίους πολιορκοῦντες λιμῷ· ὡς Θουκυδίδης

λιμώττοντος· πάνυ πεινῶντος

λῖν· λέοντα

λίνα· ἱστία

λιναγρετουμένη· ἐνημμένη λινά, κακοείμων. λινεργοῦσα

λίναμαι· ἐκτρέπομαι

λιναυτιά· ...

λίνδεσθαι· ἁμιλλᾶσθαι

Λίνδιοι τὴν θυσίαν· παροιμία ἐπὶ τῶν δυσφήμως ἱερουργούντων

Λίνδος· πόλις Ῥόδου

λίνεον· τὸ λινοῦν

λινεύς· ὁ κεστρεὺς ἰχθῦς

λινοθώρηξ· λινῷ θώρακι χρώμενος

λίνοιό τε λεπτὸν ἄωτον· λεπτὸν λινοῦν ὕφασμα· διὰ τὸ λίαν κατανενῆσθαι

λινοκάρυκες· οἱ τὰ λίνα πωλοῦντες

λίνον· ᾠδῆς ὄνομα· κατὰ μέν τινας ἀπὸ τοῦ κλωστοῦ λίνου . σημαίνει δὲ καὶ τὸ ἁλιευτικόν, καὶ τὴν ὁρμιάν. καὶ τὸ ὑποστρωννύμενον τοῖς κοιμωμένοις, ὅ τινες τύλην εἶναι νομίζουσι. καὶ ὕμνου εἶδος

λίνον λίνῳ συνάπτεις· παροιμία ἐπὶ τῶν τὰ αὐτὰ πρασσόντων

λινοπλύτας· τριβεύς

λινοπτάζει· λινοπτᾶι, ἐπιλινεύει, περιβλέπει

λινόπτης· ὁ ἐν τοῖς κυνηγετικοῖς λίνοις ἑστὼς καὶ ἀποσκοπῶν τὰ ἐμπίπτοντα θηρία

λινοπλῆγος· φρενοπλῆγος

λινοτόμοι· οἱ τὰ λίνα διατέμνοντες, καὶ ὑγιῆ δεικνύντες

λινοχίτων· λινόπεπλος

λίξει· πνευμονία, νόσος

λισχάσει· ἐκφεύγεται

λίπα· λίπος. λιπαρὸν ἔλαιον

λιπαίνει· λιπαρὸν ποιεῖ ζημιοῖ. ἢ κλαίειν ποιεῖ

λίπʼ ἀλείψασθαι· ἐλαίῳ ἀλείψασθαι

λιπανθείς· πιανθείς

λιπαρές· δεόμενον. καὶ τὸ παρεδρευτικόν· ἀπὸ τοῦ λίαν παρεῖναι

λιπαρεῖν· δεῖσθαι. κολακεύειν. προθυμεῖσθαι. φιλοτίμως δέεσθαι

λιπαρέως· ἀφθόνως

λιπαράς· ἀνθηράς. ἀφθόνους

λιπαροῖσιν· εὐτραφεστέροις. πλουσιωτέροις

λιπαροῖσι πόδεσσι· τοῖς εὐτραφέσι, καὶ εὐσάρκοις. ἀπὸ μέρους δὲ καὶ τὸ ὅλον σῶμα δηλοῖ. ἢ οὕτω κυρίως ἔφη, ἐπειδὴ ἠλείφοντο τοὺς πόδας οἱ ἀρχαῖοι πρὶν ὑποδήσασθαι

λιπαρόν· καλόν. ἐλαφρόν. λευκόν, στίλβον. εὔδερμον

λιπαρῶ· παρακαλῶ

λιπαροὶ πόδες· διὰ τὸ τοὺς ἐκ τοῦ πολέμου παραγινομένους ἀλείφειν τοὺς πόδας

λιπαρῶς· ἐπιμελῶς. καὶ προσεδρευτικῶς

λιπαυρεῖ· αὔρα ἐπιλέλοιπεν

λίπεν· κατέλιπεν. ἐλείφθη

λίπεν αὐτοῦ· κατέλειψεν ἐπὶ τόπου

λίπει· ἐπιλείπει

λιπέρνης· ὁ ἐκ πλουσίου πένης ἢ ἐξ ἀγροῦ εἰς πόλιν πεφευγώς. ἢ ὁ λιπόπολις

λιπήμεροι· οἱ ἐν τῷ προσήκοντι χρόνῳ μὴ γεννώμενοι

λιπόβιοι· νεκροί

λιπογνώμων· ὁ τέλειος τῇ ἡλικίᾳ, καὶ ἀπογεγηρακώς, ὡς ἂν οὐκ ἔχων γνώρισμα τῆς ἡλικίας .. τῶν ὀδόντων, οἷα ἀποβεβληκὼς αὐτούς

λιποζύγων· μοναζόντων

λιπόνεως· ὁ τὴν ναῦν ἀπολελοιπώς

λίτυον· βακτηρία

λιπόνηρος· λίαν πονηρός

λιποστρατίη· λιποταξία

λιποτακτήσας· φυγὼν τὴν τάξιν

λιποταξίου· φυγῆς

λιπῶμεν· παχύνωμεν. λιπαίνωμεν

λιρά· ἀναιδῆ

λιριόεντα· ἡδύν

λιριόεσσα· ἡδεῖα. λαμπρά

λίριον· κρίνον ἄνθος

λιραίνει· ἀναιδεύεται

λιρός· ἀναίσχυντος, ἀναιδής. θρασύς

λίς· διὰ τοῦ ι ὁ λέων, καὶ ἡ λεία πέτρα «πέτρη γὰρ λίς ἐστι περιξεστῇ εἰκυῖα» ὁμαλή. λῖν κατὰ τὴν αἰτιατικήν

λὶς ἠϋγένειος· λέων καλὸν γένειον ἔχων

λίσκος· δίσκος

λίσπαι· οἱ ἠκρωτηριασμένοι τὰ κάτω μέρη

λίσπη· λεία, καὶ ἐκτετριμμένη. καὶ ἄπυγος λίαν

λίσποι· οἱ ἐκτετριμμένοι τῶν ἀστραγάλων. καὶ Ἀθηναῖοι· ἀπὸ Θησέως, ἀπὸ τοῦ ἐν Ἅιδου προσσχεθῆναι τῇ πέτρᾳ. ἀπὸ τῶν γλουτῶν

λίσσαι. ὁρμῆσαι. βρῖσαι

λισσάνιος· ἀγαθός. Λάκωνες

λίσσεο· λιτάνευσον

λίσσεσθαι· λιτανεύειν, ἱκετεύειν, παρακαλεῖν

λισσή· λεία

λίσσωμεν· ἐάσωμεν

λισσομένη· παρακαλοῦσα, δεομένη

λισσόν· ἄναντες. ἀπότομον. ὑψηλόν. ἔλασσον. ἄθλιον

λισσούς· τοὺς ἡσυχῇ φαλακρούς

λίσσου· παρακάλει

λίστριον· τὸ ὑφʼ ἡμῶν λεγόμενον τηγανόστροφον. οἱ δὲ μέτρον τι, μεθʼ οὗ ἐπὶ τὸ τήγανον ἄλευρον ἐπιχέουσιν

λίστρον· ξυστήρ. σκαφίον. πτύον σιδηροῦν. ὁμάλιστρον. ἔνιοι ἐδαφιστήριον

λιστρεύοντα· ξύοντα. περισκάπτοντα

λιστρωτόν· ὁμαλόν

λισφώσασθαι· ἐλαττώσασθαι

λίσχροι· τὰ στροφικὰ τῶν σπερμάτων

λισχρῶς· φειδωλῶς. σκνιφῶς

λῖτα· ἁπαλά. ποικίλα. λευκά, καθαρά

λιτάζομαι· παρακαλῶ, δέομαι. εὔχομαι, ἱκετεύω, ἀσπάζομαι, λιτανεύω

λίταινον· ἐκήρυσσον

λιταῖς· παρακλήσεσιν

λιτανεῦσαι· παρακαλέσαι. καὶ τὰ ὅμοια

λιταργίζειν· τροχάζειν

λιταργιοῦμεν· ὀξυνοῦμεν. ταχυνοῦμεν

λιτῆρας· τοὺς ἱερεῖς

λιτέσθαι· παρακαλεῖν

λιτή· λιτανευτή

λιτῆρα θαλλόν· τὸν ἱκέσιον

λιτὴ χθών· ἀπὸ τοῦ προσκυνεῖσθαι, καὶ λιτανεύεσθαι

λιτί· λιτῷ. λευκῷ ὑφάσματι, περιβολαίῳ, καὶ ὑποστρώματι, ᾧ καὶ ἐπὶ τῶν νεκρῶν ἐχρῶντο

λιτουργόν· κακοῦργον

λίτρα· ὀβολός. οἱ δὲ νόμισμα παρὰ Σικελοῖς. οἱ δὲ ἐπὶ σταθμοῦ . οἱ δὲ Ῥωμαῖοι διὰ τοῦ β λίβρα

λιστρῆρες· οἱ λιστρεύοντες. καὶ οἱ πρὸς ταῖς ὑποκαιομέναις χύτραις ἱστάμενοι σπινθῆρες

λιτρίς· πυξὶς σμηματοδόχος

λιτοῖς· ψιλοῖς. εὐτελέσι

… λιτοβόρος· εὐτελῶς τραφείς

λιτόμην· παρεκάλουν

λιτός· ἁπλοῦς. εὐτελής

λιτῶν· λιτανειῶν

λίτρον· κακὸν ἀναιρετικόν

λιτροσκόπους· ἀργυραμοιβούς. ἀπὸ τοῦ Σικελικοῦ νομίσματος, ὃ καλεῖται λίτρα

Λιτυέρσας· ᾠδῆς εἶδος. ἔστι δὲ ὁ Λιτυέρσας Μίδου νόθος υἱὸς ἀδικώτατος

λιγύριον· μουρρίνη

λιτῶς· ἀσθενῶς. ἁπλῶς. ἢ ἀφελῶς

λιφαιμεῖ· λείπει τῷ αἵματι, ἢ αἱμοῤῥοεῖ

λιφαιμήσας· ἐπιλείψας τῷ αἵματι

λιφερνοῦντας· ... λὰ φρονοῦντες· ἐν συνδένδρῳ τόπῳ προσφιλῶς διάγοντες

λιχάδες· ὄστρεα πάντα, οἱ δὲ λίθοι καὶ ψῆφοι καὶ κογχύλια

λιχάζει· ἐπιθυμεῖ

λίχανος· ὁ μετὰ τὸν μέγαν δάκτυλον τῆς χειρός

λιχάξαι· ῥῖψαι, βαλεῖν. Κρῆτες

λιχάς· ἀπότομος

λιχμάζει· θρακίζει. περιλείχει τὸ ἴδιον στόμα

λιχμάς· θρῖναξ. καὶ ἁπαλὴ πόα καὶ χαμαιπετής, ἣν τὰ ἑρπετὰ ἐπιλείχουσι

λιχμήσονται· λείξουσι

λιχνάζων· περιλείχων τὸ στόμα

λιχνεύειν· λιμβεύεσθαι

λιχνεία· λιμβεία. ἀπληστία

λίχνος· ὀψοφάγος, λαίμαργος. λιμβός. πολυπράγμων. προαπτόμενος κατʼ ἐπιθυμίαν τῶν ὄψων

λιχνοφειδάργυρος· ὁ λίχνος μέν, φειδωλὸς δέ. Φιλύλλιος Πόλεσιν

λίψ· πέτρα, ἀφʼ ἧς ὕδωρ στάζει

λιψοπροτόνοις· τὰ ἄρμενα τοῖς σχοινίοις.

λόβιον· τὸ ἄκρον τοῦ ἥπατος

λοβοί· τὰ ἄκρα πάντα. κυρίως δὲ τῶν ὤτων τὰ κάτω. καὶ τὸ ἀγγεῖον. καὶ σημεῖον ἐν τῷ ἥπατι

λοβοῖσι· τὰ αὐτά

λογάδας· τοὺς ἐπιλέκτους. οἱ δὲ τὰς ὄψεις. ἄλλοι τὰ λευκὰ τῶν ὀφθαλμῶν. οἱ δὲ κανθούς. καὶ ψήφους λευκάς

λογάδες· ἐπίλεκτοι. καὶ πολυπράγμονες

λογάδην· ἐπιλέκτως

λογγάσαι· ἐνδιατρῖψαι, στραγγεύεσθαι

λογγάσια· ἐξ ὧν τὰ πρυμνήσια δέουσι τῶν νεῶν

λογγάζει· ὀκνεῖ, διατρίβει

λογγασίη· νεὼς καὶ ἱστίου ἔρεισμα

λόγια· θέσφατα, μαντεύματα. προφητεύματα. φῆμαι. χρησμοί

λογεῖαι· ἐκλογαί. καρποφορίαι. ἐπιλογαί

λογιεῖται· διαλογίζεται, ἐνθυμεῖται

λογίζεται· φημίζεται

λογίζομαι· τῇ χειρὶ ψηφίζω

λογίζομαι· ἐνθυμοῦμαι. φημίζω

λογεῖον· εἶδος κρατηρίσκου. καὶ ὁ τῆς σκηνῆς τόπος, ἐφʼ οὗ οἱ ὑποκριταὶ λέγουσι

λόγιος· ὁ τῆς ἱστορίας ἔμπειρος, πεπαιδευμένος

λογιούμενοι· ἀπαριθμούμενοι

λογισμοῖς· ψήφοις

λογισμός· φροντίς, κίνησις ψυχῆς πρός τι, ἐπιθύμησις. τάττεται δὲ καὶ ἐπὶ ψήφου

λογιστής· κριτής. δοκιμαστής, ἐξεταστής Σ

λογοποιήσαντες· πλασάμενοι λόγους ψευδεῖς

λογοποιόν· συνήγορον

λογογράφος· ὁ δίκας γράφων

λόγος· ἡ τοῦ δράματος ὑπόθεσις

λόγχαι· ἀπολαύσεις

λόγχη· λῆξις, μερίς. καὶ ὁ τοῦ δόρατος σίδηρος

λόγῳ παρθένοι· τὰ μὴ ὄντα μέν, λεγόμενα δέ

λόε· ἔλουεν

λοεσσαμένω· λουσαμένω

λοετρά· λουτρά. κρίκη

λοετρόν· πύελος, πυρία, λουτήρ

λοετροχόον· τὸν λέβητα οὕτως λέγει, εἰς ὃν τὰ λουτρὰ ἐγχεῖται λέγει δὲ οὕτως καὶ αὐτὸν τὸν τὰ λουτρὰ παρασκευάζοντα ἄνδρα, ὃν ἡμεῖς παραχύτην λέγομεν

λοίαξ· ὁ ξηρὸς χόρτος

λοιβᾶται· σπένδει. θύει

λοιβή· σπονδή. θυσία οἴνου

λοιβίδες· σπονδεῖα

λοίγια· ὀλέθρια

λοίγιον· ὀλέθριον, ἐπίφθορον, θανατηφόρον

λοιγός· θάνατος, ὄλεθρος

λοιγίστρια· ὀλοθρεύτρια

Λοιγωντίαν· φρατρίαν

λοίδορος· κακολόγος. ὑβριστής

λοίθον· λιμός

λοῖκορ· κέγχρος

λοιμός· πάθος τι ἀερῶδες, φθοροποιὸν ζῴων, ἐκ τῶν τῆς γῆς φλεγμονικῶν ἀναθυμιάσεων, καὶ τῆς τοῦ ἀέρος ἀταξίας γινόμενον

λοίσθημα· τέλος, πέρας. ἔσχατος

λοίσθιον, λοῖσθον· ἔσχατον

λοιμεύηται· φθοροποιῇ

λοιμούς· τῆς λοιμικῆς νόσου μεταδιδομένους

λοιμός· φθορά. νόσος

λοιμῶν· φθοροποιῶν. ἢ ἁμαρτωλῶν. τῶν τοῦ κόσμου ἐμπαικτῶν

λοῖσθος· ἔσχατος

λοίσθῳ· ἐσχάτῳ, τελευταίῳ

λοίσθωνας· τοὺς ἀκρατεῖς περὶ τὰ ἀφροδίσια

λοιτεύειν· θάπτειν

λοίτη· τάφος

λόκκη· χλαμύς, ἐφαπτίς

λοκρός· φαλακρός

Λοκρῶν ξύνθημα· παροιμία ἐπὶ τῶν παρακρουομένων. Λοκροὶ γὰρ τὰς συνθήκας τὰς πρὸς τοὺς Πελοποννησίους προδόντες μετὰ τῶν Ἡρακλειδῶν ἐγένοντο

λολλοῦν· τὰ παιδία τὸν πόλτον· κέχρηται τῇ λέξει Ἕρμιππος

λομβούς· τοὺς ἀπεσκολυμμένους

λόμβαι· αἱ τῇ Ἀρτέμιδι θυσιῶν ἄρχουσαι, ἀπὸ τῆς κατὰ τὴν παιδιὰν σκευῆς. οἱ γὰρ φάλητες οὕτω καλοῦνται

λόνδις· βωμολόχος. εἴρων

λοξοβάμοισι· πλαγίως περιπατοῦσιν

λοξός· πλάγιος, ἐπικαμπής

λόξωσις· πλαγίωσις

λοπάς· Συρακούσιοι τὸ τήγανον· παρὰ δὲ Θεοπόμπῳ ἐν Ἀδμήτῳ ἡ σορὸς καὶ παρὰ τοῖς κωμικοῖς. καλεῖται δὲ οὕτως καὶ ὁ ἐν τῇ αλλαδη γινόμενος λίθος

λόπιμα· κάστανα. οἱ δὲ Εὐβοϊκά. λουτήλου

λοπίξαι· λαμπρῦναι. ἢ λεπιδῶσαι

λοπός· λέπισμα

λοπῶντα· λεπιζόμενον, ἢ λοπιζόμενον

λορδόν· ὑπόκυρτον, ἀπεξυλωμένον, συγκεκαμμένον τῷ σώματι

λοῦ· λοῦσαι. Ἀττικοί

λοῦκα· ῥόφημα ἐξ ἀλφίτων. ὡς Καύκωνες

λουνόν· λαμπρόν

λουσόν· κόλουρον, κολοβόν, τεθραυσμένον

Λουσιεῖς· δῆμος Οἰνηΐδος

λοῦται· λούεται

λουταρίζημα· ὅ τινες ὄλισθον

λουτήρια· λουτῆρα

λουτηρίαι· λουτῆρες.

λουτρίδες· αἱ περὶ τὸ ἕδος τῆς Ἀθηνᾶς δύο παρθένοι, αἳ καὶ πλυντρίδες λέγονται

λούτριον· τὸ ῥυπαρὸν ὕδωρ καὶ λελουμένον, ἤγουν ἀπόνιμμα

λουτρόν· τὸ αὐτό

λουτροφόρα ἄγγη· τὰς ὑδρίας ἃς τοῖς ἀποθανοῦσιν ἀγάμοις ἔπεμπον. ἔπεμπον δὲ καὶ εἰς τοὺς γάμους

Λούζα· Βαιθήλ. ὅ ἐστιν οἶκος θεοῦ

λουτροφόρος· κυρίως μὲν ἡ ὑδρία ἡ τοῖς παλαιοῖς εἰς τὰ λουτρὰ ἀπονεμομένη. ἐκάλουν δὲ οὕτω καὶ τὸν φέροντα τὰ λουτρά. ἤδη δὲ καὶ πᾶσα ὑδρία. ἕτεροι δέ, ἐπεὶ ἔπεμπον εἰς τοὺς γάμους λουτροφόρους, καὶ τοῖς ἀγάμοις ἀποθανοῦσι τὸ αὐτὸ ἐποίουν

λοφάδια· αὐχήν. οἷον τὰ κάτω τοῦ αὐχένος. ἢ χωρίον, ὃ καλοῦσι Λίβυσσα

λοφᾷ· λόφου ἐπιθυμεῖ

λοφαδίσκος· τὸ περίπτισμα. καὶ τὸ τῆς γῆς ἔπαρμα

λοφιάν· ἀκρώρειαν. καὶ ἡ ἐπὶ τοῦ λόφου θρίξ

λοφιήν· νῶτον. τένοντα. αὐχένα

λοφεῖον· τρίχωμα τῶν ὑποζυγίων. ἢ τὸ ἀκρώμιον. ἢ περικεφαλαίας ἔλυτρον, θήκη τοῦ λόφου. καὶ τὰ πρὸς ταῖς ἀμπέλοις φυόμενα, οἷον μύκαι

λόφιος· ἀκρώμιον,

λοφίς· περικεφαλαίας θήκη

λοφνίδια· λαμπάδια

λοφνίς· λαμπάς

λόφος· ὑψηλὸς τόπος, γῆς ἐπανάστημα. καὶ ἄκρον περικεφαλαίας. ἢ τράχηλος

λοφοῤῥῶγα· τὸν ἀπεῤῥωγότα τὰς ἀκρωμίας

λοφοπωλεῖς· οἱ τοὺς λόφους πιπράσκοντες συνεχῶς ἐπένευον εἰώθεισαν γὰρ οἱ τοὺς λόφους πωλοῦντες τούτοις ἐπισείειν, δεικνύναι βουλόμενοι, ὅτι αἱ τρίχες οὐ βέβρωνται τῶν λόφων, ἐπιτιθέμενοι αὐτοὺς πρὸς ἐπαγωγὴν τῶν ὠνουμένων

λοφυδνόν· οἰκτρόν

λόφουρος· ἐπίσημος. Λόφος ἐπὶ τοῦ αὐχένος νεῶν τάσσεται. ἢ ὑπερήφανος καὶ ὑψαύχην

λόφῳ· τραχήλῳ

λοχᾷ· θηρεύει, λεληθότως ἐνεδρεύει

λοχαγενεῖς· ἡγεμόνες, στρατηγοί, ταξίαρχοι. ἄρχοντες τῆς ἐνέδρας, οἱ συνάγοντες τοὺς στρατιώτας

λοχάζεται· ἐνεδρεύει

λοχαῖος· κλινόμενος σῖτος ἀπὸ τοῦ εὐτροφεῖν

λοχεύει· τίκτει. γεννᾷ

λοχευομένων· γεννωμένων

λοχῶντες· ἐνεδρεύοντες

λοχήσατο· ἐνήδρευσεν

λοχια· κρυφαία γεννᾷ. αὔξει καὶ ἄρτος τῇ Ἀρτέμιδι γινόμενος. καὶ ἁδροὺς ἀστάχυας ἔχουσα

λοχιάδες· αἱ ὗλαι

λοχία· μαῖα

λοχίαν· τὴν εὐτραφῆ γῆν καὶ ἁδροὺς στάχυας ἢ καρπὸν φέρουσαν

λοχίζει· ἐπιβουλεύεται

λοχισθέν· γεννηθέν. ἢ σφαλέν

λοχίτης· ἐνεδρευτής.

λόχμη· ἐνέδρα, ἐπιβουλή. ἢ σύμφυτος τόπος. ἢ κρύφιμος, δασεῖαν ὕλην ἔχων, ὥστε ἐνλοχίσαι

λοχείαις· γεννήσεσι

λόχοι· ... Λακεδαιμονίων φησὶν Ἀριστοφάνης τέτταρας. πέντε γάρ εἰσιν, ὥς φησιν Ἀριστοτέλης

λόχος· ἐνέδρα. στρατηγικὸν τάγμα, τάξις Σ, φάλαγξ . ἀπὸ τοῦ λέχους· οἱ γὰρ ἐνεδρεύοντες κατακλίνουσιν ἑαυτοὺς ὡς ἐπὶ λέχους. κρυπτοὶ τόποι

λύα· στάσις

λυάζει· φλυαρεῖ, μωρολογεῖ. στασιάζει

λύαι· στάσεις, διαφοραί

λυᾶται· στασιάζει, διαφέρεται

λυβάζειν· λοιδορεῖν

λύγαια· τὰ περὶ ταῖς χερσὶ ψέλλια

λυγαίαν· σκοτεινήν, συννεφῆ. δόλιον. ἀφανῆ

λυγαίως· ἀφανῶς, σκοτεινῶς, λεληθότως

λύγδος· λίθος εἰς τὰ ζῶια, ἢ ὁ Πάριος

Λύγδαμις· οὗτος ἔκαυσεν τὸν ναὸν τῆς Ἀρτέμιδος

λύγδη· τὸ δένδρον, ἡ λεύκη. καὶ οἱ ἄλλοι φησὶ τῶν νεῶν λύγδος

λυγγανώμενον· λύζοντα ἐν τῷ κλαίειν

Λυγκαίη· πόλις Μακεδονίας

λυγίζει· στρέφει, κινεῖ, κάμπτει

λυγίζεται· συνδέδεται. στρέφεται

λυγιζόμενον· καμπτόμενον

λυγίσμασι· συγκλάσμασι

λυγισμός· ἀνάκλασις τῶν μελῶν

λυγκαστήσει· αὔξει παραπλησίως. ἢ λυγκάσαι, ῥεῦσαι

λύγκες· θηρίον οὕτως λεγόμενον

λυγκούριον· τὸ ἤλεκτρον

λυγμός· ὀλολυγμός, θρῆνος, ἀνανυγμός

λύγξ· τὸ πάθος ὁ λυγμός. καὶ τόξον. καὶ ζῷον

λύγξ· πάθος ἐμποδίζον τῷ λέγοντι

λύγοισι· φυτῷ τινι ἱμαντώδει, ὃ ἡμεῖς κύτινον λέγομεν

λύγος· ῥάβδος ἁπαλή. ἄγνος. ἢ δενδρύφιον θαμνῶδες, ἱμαντῶδες φυτόν

λυγράν· λυπηράν

λυγρόν· λυπηρόν. ἐπίπονον, κακόν, χαλεπόν. ἰσχυρόν. πενθικόν

λυγῶδες· ὄργανον, ἐν ᾧ τὰ κολλώμενα ἐμβάλλεται. οἱ δὲ τὸ στρεβλωτήριον ὄργανον

Λυδία ἐσθής· τὰ Λύδια ὑφάσματα

Λυδία λίθος· ἡ βασανίζουσα τὸν χρυσόν

Λυδίας μαχαίρας· τὰς μυεργεῖς

Λυδίζων· χορεύων· διὰ τοὺς Λυδούς, οἳ σῴζονται μέν, διασκευασμένοι δέ εἰσιν

Λυδικὴ λίθος· ... «λίθος σίδηρον τηλόθεν προσηγάγου» . αὕτη γὰρ τὸν σίδηρον ἐπισπᾶται. ἡ δὲ Μαγνῆτις διαπατᾷ τὴν ὄψιν, ὡς δοκεῖν ἀργύριον εἶναι

Λυδοί· οὗτοι τὰς θέας εὑρεῖν λέγονται. ὅθεν καὶ Ῥωμαῖοι λούδους φασί

Λυδίῳ νόμῳ· ἀντὶ τοῦ μαντικῷ. οἱ γὰρ Λυδοὶ μάντεις ἐδόκουν εἶναι. ἢ Λυδῷ ἀντὶ τοῦ Μυσῷ. εἰσὶ γὰρ Λυδῶν ἄποικοι καὶ μαντικώτατοι. ἢ ἐπεὶ τὰς κεφαλὰς οἱ Λυδοὶ ἄμπυξιν ἐκοσμοῦντο

Λυδὸς τὴν θύραν ἔκλεισε· παροιμία, ἐπὶ τῶν μωροκλεπτῶν

Λυδὸς ἐν μεσημβρίᾳ· παροιμιακῶς παίζει, ἐπειδὴ ἐν ταῖς τοιαύταις ὥραις οἱ αἰπόλοι ἀκολασταίνουσιν

λύει· λυσιτελεῖ. ἢ ἀδημονεῖ

λύθιος· ἠθμός. Ἡρακλεῶται

λύη· στάσις, μάχη, διαφορά

λύζει· λυθάζει. κυλινδεῖ

λύθρον μαστιγόφορον· ὁ μεθʼ αἵματος φόνος, ἀπὸ τοῦ λύειν τοὺς ἐναντίους τοῦ θορεῖν. ἢ ὁ ἐκ τοῦ αἵματος μολυσμός

λύθρῳ· φόνῳ. ἢ τῷ ἐκ μάχης μολύσματι συνισταμένῳ διʼ ἱδρῶτος καὶ κόνεως καὶ αἵματος

λυκάβας· ὁ ἐνιαυτός. καὶ λυκάβαντες· οἱ ἐνιαυτοί. παρὰ τὸ λυγαίως βαίνειν, ὅ ἐστι σκοτεινῶς· λεληθότως γὰρ ὁ χρόνος διέρχεται

Λυκαβηττός· ὄρος τῆς Ἀττικῆς. εἴρηται δὲ οὕτως διὰ τὸ λύκοις πληθύειν

Λυκαῖον καὶ Θυμβραῖον· τὸν Πύθιον. καὶ τὸν ἐν Χρύσῃ

λυκαιμίας· ὁ λυκόβρωτος

λυκοβατίας δρυμός· ἐν ᾧ οἱ λύκοι διατρίβουσιν

Λυκαμβὶς ἀρχή· ὁ Κρατῖνος ἐν Νόμοις, τὸν πολέμαρχον δηλῶν, πρὸς ὃν ἀπεγράφοντο τὰς τοῦ ἀπροστασίου δίκας. Λυκαμβίδα δὲ εἶπε τὴν ἀρχήν ...

Λύκαστος· πόλις Κρήτης

λυκέη· λύκου δορά

λυκεῖον· φοβερόν

Λυκεῖον ποτόν· ἀπὸ κρήνης τῆς ὑπὸ Ἀπόλλωνος εὑρεθείσης, ἢ ὑπὸ λύκων πινομένης, ... ἀπὸ οἴνου καὶ μέλιτος

Λυκηγενέι· τῷ ἀπὸ Λυκίας ὄντι, ἢ γενομένῳ

Λυκιάδες κόραι· τὸν ἀριθμὸν λʹ, αἱ τὸ ὕδωρ κομίζουσαι εἰς τὸ Λύκειον Λακεδαιμόνων

λυκηλάτους· τὰς ἐνχαλινωθείσας

Λύκειος ἀγορά· ἐν τῇ τῶν Ἀργείων

Λύκειον· τόπος Περικλέους ἐπιστατήσαντος τοῦ ἔργου. ἐποιοῦντο δὲ αὐτόθι τὰς στρατιωτικὰς ἐξετάσεις καὶ συλλόγους

λύκιος· κολοιοῦ εἶδος

λυκίσκος· ἡ μὴ ἔχουσα ἀξονίσκον τροχιλία, τρῆμα δὲ μόνον ἢ ἄνοδος δώματος

λυκοειδές· τὸ πρὸς τὴν ἕω

λυκοειδέος ἀοῦς· τοῦ λυκόφωτος

λυκοειδής· διάλευκος

λυκοθρασής· θρασύς

λυκοδέρεια· ἐκ λυκείου δέρματος πεπονημένα

λύκοι· μάνδαλοι θυρῶν

λυκοκτόνος· ὁ Ἀπόλλων

λυκοκτόνου θεοῦ· Σοφοκλῆς Ἠλέκτρᾳ. Ἀρίσταρχος, διὰ τὸ τὸν θεὸν νόμιον εἶναι, καὶ τὴν τῶν βοσκημάτων φυλακὴν ποιούμενον τὸν Ἀπόλλωνα ἀναιρεῖν τοὺς ἐπιβούλους αὐτῶν. οὐ καλῶς. ἔστι γὰρ ὁ λύκος ἱερὸν Ἀπόλλωνος

Λυκομίδαι· γένος ἰθαγενῶν

Λυκόποδες· οἱ Ἀλκμαιωνίδαι, οἱ μέν τινες διὰ τὴν τῶν ποδῶν λευκότητα ... ἦσαν γὰρ ἀεὶ ὑποδεδεμένοι

Λυκόστρατος· ὁ μόναρχος. παρὰ Ἱπποχάρμῳ

λύκος· τὸ τοῦ ἴρεως ἄνθος. καὶ ποιὸς ἰχθῦς. καὶ τὸ ἐν τοῖς χαλινοῖς σίδηρον. καὶ ὁ ἅρπαξ τῶν εἰς τὰ φρέατα καδίσκων. καὶ ὁ τῆς θύρας μάνδαλος. καὶ ἀράχνιόν τι. καὶ εἷς τῶν Τελχίνων. ποταμός

λύκος ἀετὸν φεύγει· παροιμία ἐπὶ τῶν ἀφύκτων

λύκος ἔχανε· παροιμία ἐπὶ τῶν ἐλπιζόντων καὶ τῆς ἐλπίδος διαμαρτόντων

λύκος περὶ φρέαρ χορεύει· παροιμία ἐπὶ τῶν πονούντων περί τι τῶν ματαίων. καὶ ὅτι ἄπρακτος περίεισιν ὅταν διψήσῃ, μὴ δυνάμενος πιεῖν ἢ ἐπὰν διώκοντος αὐτοῦ ... ἐμπέσῃ εἰς φρέαρ

λυκοσπάδες· ἵπποι ὑπὸ λύκων διεσπασμένοι, οἱ περὶ τὴν Ἀδρίαν

Λύκου δεκάς· παροιμιῶδες· ἐπεὶ Λύκος ἥρως πρὸς τοῖς ἐν Ἀθήναις δικαστηρίοις ἵδρυτο, τοῦ θηρίου τὴν μορφὴν ἔχων

λυκόφανον· τὸν ἐχινόποδα. Μεσσήνιοι

λυκόφρων· δεινόφρων, ὑψήφρων

λυκτά· οὐκ ἀνεκτά

Λύκτος· πόλις

λυκοκαρίς· θερμὸν ἀπʼ ἀλφίτου πιεῖν

λῦμα· κάθαρμα

λυμαίνεσθαι· καθαίρειν. φθείρειν

λυμαίνεται· διαφθείρεται

λυμεών· ὀλέθριος. φθορεύς

λύματα· τὰ ῥυπάσματα τοῦ σώματος. τὰ καθάρματα

λύμακες· πέτραι

λύματʼ ἔβαλλον· τὰς ἀκαθαρσίας ἔβαλλον

λυμάχη· ἡ εἰς διαφορὰν λύπη, ὕβρις

λύμη· βλάβη, φθορά

λυμηνάμενος· αἰκισάμενος

λυμήναντι· βλάψαντι

λυμνός· γυμνός

λύμπρωσχος· τὸ λυχνίον

λύξ· λυγμόν

λύπεια· ἑταίρα

λύπη· πόνος. ὕβρις, φθορά, ἀπώλεια, βλάβη

λυπηρός· ἄθυμος

λυπτά· ἑταίρα, πόρνη

λυπρὰν γῆν· τὴν λεπτήν

λυπράν· λυπηράν, μοχθηράν

λυπρή· εὐτελής. μοχθηρά. ἀχρεία. σκοτεινή. ὀλεθρία

λυπρῶς· εὐτελῶς. λυπηρῶς

λύρα· κιθάρα

λυρίτης· ζῷόν τι, ταῖς δρυσὶν ἐντίκτον

Λύρκειον· ὄρος τῆς Ἀργείας

Λυρκείου δῆμον· τὸ Ἄργος· ἀπὸ Λύρκου τοῦ Λυγκέως. ἔστι δὲ καὶ ὄρος καὶ πόλις

Λυρνησός· ἡ Τένεδος. καὶ Κιλικίας πόλις

λυροφοῖνιξ· εἶδος κιθάρας

λυρῳδός· ψαλμῳδός, κιθαρῳδός

λῦσαι· ἀπολῦσαι, λυτρῶσαι καθελεῖν. ἀφελεῖν. τεμεῖν

λῦσαν· ἔλυσαν. ἐλυτρώσαντο

Λυσάνδρεια· πανήγυρις, ἀπὸ Λυσάνδρου ὀνομασθεῖσα. ἤγοντο δὲ ἐν αὐτῇ ἀγῶνες καὶ θυσίαι

λυσανίας· ὁ λύων τὰς ἀνίας. καὶ δυσάνιος γυνή· ἡ ἐπὶ τοῖς τυχοῦσιν ἀχθομένη

λύσειοι τελεταί· οὕτως ἐλέγοντό τινες τελεταί, ἐπεὶ καὶ Λύσιος ἐλέγετο Διόνυσος

λυσίζωνος· γυνή, ἥτις ἐνυμφεύθη. καὶ ἐπίθετον Ἀρτέμιδος

Λυσιμάχειος· βοτάνη, εὑρεθεῖσα ὑπὸ Λυσιμάχου

λυσιμελής· ἐπιθετικῶς, ὁ ὕπνος. ἤτοι ὁ τὰ μέλη τοῦ σώματος λύων, ἢ τὰς μελεδῶνας, τὰς μερίμνας λύων, «μελεδήματα θυμοῦ»

λύσις· ἡ λύτρωσις

λυσιτελεῖ· συμφέρει, ἐπωφελεῖ

λυσιτελής· ὠφέλιμος, σύμφορος

λυσιπνεῖ· φοβεῖται

λυσκάζει· περιφεύγει

λυσόμενος· λυτρωσόμενος

λύσω· ἀπολυτρώσω

λύσσα· ὁρμή. ἐνθουσιασμός

λῦσας· ἔλυσας, ἐλυτρώσω. ἔσωσας

λύσσεται· μαίνεται

λύσσης· μανίας. ὄρεξις ἐπιβλαβής

λυσσήεις· μανιώδης

λυσσητῆρα· μανιώδη

λυσσῶδες· μανικόν

λυσσῶσι· μαινομένοις

Λυταίη· Θετταλή

λυταρίς· μήκωνος εἶδος

λυτήριον· φυλακτήριον

λυτήριος· φύλαξ

λύτρον· τίμημα

λύτρα· καθάρματα. λυτήρια. καὶ πάντα τὰ διδόμενα εἰς ἀνάκτησιν ἀνθρώπων

λυτρούμενον· ἐξ αἰχμαλωσίας λυτρούμενον

λυττεῖ· πολλὰ λαλεῖ

λύττοι· οἱ ὑψηλοὶ τόποι

λυττῶντας ἢ λυσσῶντας· μαινομένους

λύχνα· λύχνοι

λυχναῖος καὶ λυχνεύς· ὁ διαυγὴς λίθος

λύχνιον· ἡ λυχνία

λυχνοκαΐαν· λυχναψίαν

λυχνοκῶσαν· λυχνοκαυτοῦσαν

λύχνος· ἡ λαμπάς, ἡ δαΐς, παρʼ Ὁμήρῳ. καὶ ἰχθῦς κάλλιστος

λυχνοῦχος· ὁ φανός, λαμπτήρ. οἱ δέ, ἐφʼ οὗ ὁ λύχνος ὀχεῖται

λύχνον· τράχηλον

λῶ· θέλω

λώβας· βλάβας, ὕβρεις

λωβᾶται· ἐξαπατᾷ. λυμαίνεται

λώβη· βλάβη. ὄνειδος. ἀπώλεια. χλεύη. ψεῦδος. ὕβρις

λωβῆσαι· ὑβρίσαι, βλάψαι

λωβήσαιο· βλάψειας, ὑβρίσειας

λωβήεντα· βλαβερά

λωβητήρ· ὑβριστής

λωβητῆρα· βλαπτικόν, ὑβριστικόν

λωβητῆρες· λώβης ἄξιοι, ἐπονείδιστοι

λωβητόν· ἐνυβριστόν

λωβεύειν· ψεύδεσθαι. καταισχύνειν

λωβώμενος· χλευάζων

λωγάνιον· τῶν βοῶν τὸ ἀπὸ τῶν τραχήλων χάλασμα

λωγάλιοι· ἀστράγαλοι. ἢ πόρνοι

λωγάς· πόρνη

λώγασος· ταυρεία μάστιξ

λωγή· καλάμη καὶ συναγωγὴ σίτου

λώεσσαν· τὴν ἅμαξαν

λώϊον· λωΐτερον, βέλτιον

λωισμόν· λῶμα. ἢ κλωσμένον

λώϊστα· συμφέροντα. ἄριστα

λωϊτέρη· συμφορωτέρα

λῶλον· βρῶμα, ἐκ γιγάρτων καὶ σύκων γενόμενον, παιδίοις πεφωσμένον

λωλώ· ὅταν σῦκα μετὰ γιγάρτων φωσθῇ

λῶμα· ῥαφή. κλωσμός. ἢ εἰς τὸ κατώτερον μέρος τοῦ ἱματίου ἐπίβλημα ἐκ βύσσου καὶ πορφύρας λῶμα

λώπη· ἱμάτιον, περίβλημα

λωπίζει· ἐκδύει, γυμνοῖ ἢ ὅπλων ἢ ἱματίων

λωπιστός· ὁ Παλαμήδης ἐκ τῆς τῶν ἱματίων ἐπιρίψεως

λωποδύται· κλέπται, ἀποδύοντες, ἐν λουτροῖς κλέπτοντες

λῶπος· ἱμάτιον

λωρόν· πικρόν

λωρυμνόν· βαθύτατα, κατώτατα

λῶσα· θέλουσα

λῶστοι· ἐραμμένοι. φίλοι

λῷστος· βέλτιστος.

λωτεῦντα· ἀνθοῦντα. ἢ λωτὸν ἔχοντα

λῶτα· ἄνθη

λωτεῦσι δὲ πάχνῃ· ἀνθεῖν ποιοῦσιν αἱ ψυχρότητες

λωτίζειν· ἀπανθίζεσθαι. ἀπολαύειν

λωτίνας ἀηδόνας· τοὺς αὐλούς

λώτινος αὐλός· ἐκ λωτίνου ξύλου

λώτισμα· οἱ πρῶτοι, καὶ ἐπίλεκτοι

λωτοβοσκὸν φῦλον· οἱ μὲν τὴν Θρᾴκην· οἱ δὲ τὴν Αἴγυπτον . ἄλλοι Σκυθίαν

λωτός· τράγημά τι. καὶ αὐλός. καὶ δένδρον. καὶ πόαν· κυρίως δὲ τὸ ἐν ταῖς λιβάσι φυόμενον. καὶ πᾶν ἄνθος. καὶ καρπὸς τοῖς Λωτοφάγοις

λώτου τʼ ἔρωτες· ... χόρτος γλυκύς, ὅθεν αἱ γλωσσίδες τῶν αὐλῶν

λωτρόν· δειλινὸν ἄλειμμα. Λάκωνες

λωφᾷ· λήγει, παύεται

λωφάξαλος· ἐμπηδήσας

λῶφαρ· λώφημα

λωφᾶν· ἠρεμεῖν. πεπαῦσθαι

λωφῆσαι· ἀπὸ τοῦ τραχήλου τὸ ἄχθος ἀποθέσθαι. παῦσαι, λῆξαι, ἀναπαῦσαι, ἡσυχάσαι

λώφησις· ἀνάπαυσις. καὶ τὰ ὅμοια

λωφήσεων· λήξεων, ἀναπαύσεων

λωϊόνων· ὠφελίμων

λωφῶσι· παύουσιν

λωφούσῃ· παυούσῃ

λώψ· χλαμύς

λῴων· βελτίων