ε· δασυνόμενον μὲν καὶ ἐγκλινόμενον δηλοῖ ἀντωνυμίαν τρίτου προσώπου πτώσεως αἰτιατικῆς αὐτόν, ὀρθοτονούμενον δὲ πάλιν τρίτον δηλοῖ ἑαυτόν
ἑ· δασέως ὀρθοτονούμενον ἑαυτὸν .... ἢ αὐτὴν ἢ αὐτό
εα· ψιλούμενον καὶ παροξυνόμενον· ἤμην ἢ ὑπῆρχον, δασυνόμενον δὲ καὶ ὀξυνόμενον τὰ ἀγαθὰ καὶ ἴδια, καὶ τὰ ἑαυτοῦ δηλοῖ
ἔα· ἄφες. ἢ ἦν, ἢ ὑπῆρχον
ἐάγη· κατεάγη. καὶ τὰ αὐτά
ἔαδεν· ἤρεσεν. ἔδοξεν.
ἔα δή· ἄγε δή
ἑαδότα· ἀρέσκοντα
ἑαδόσιν· ἀρέσκουσιν, θέλουσιν
ἑαῖς· ἰδίαις
ἔακεν· ἀλγεῖ
ἐακότες· ἀλγοῦντες
ἐακώς· κακῶς ἔχων, παρειμένος, ἀναπεπαυμένος. ἀλγῶν
ἐαλείς· συσταλείς. συστραφείς
ἐάλη· συνήχθη. ἐστάλη συνεστράφη
ἐαλόν· λυτήριον
ἐαλός· τεθραυσμένος
ἑάλω· ἐκρατήθη ἠλέγχθη
ἑαλωκότων· ληφθέντων
ἑάλωσαν· ἐλήφθησαν ἡττήθησαν. ἀπέπεσαν
ἐᾶν· ἀφιέναι
ἑανηφόρος ἠώς· παρὰ Ἀντιμάχῳ
ἑανόν· λαμπρὸν ἱμάτιον γυναικεῖον εὐδιάχυτον
ἑανός· πᾶν λαμπρὸν ἱμάτιον, καὶ ἔνδυμα γυναικεῖον, ὃ καὶ πέπλον λέγει Ὅμηρος· εἴρηται δὲ παρὰ τὸ ἕννυσθαι. Ἑανοῦ δὲ κασσιτέροιο τοῦ εὐδιαχύτου. Ἑανῷ δὲ λιτί λεπτῷ ὑφάσματι, ἢ λινῷ περιβολαίῳ
ἕαται· κάθηνται
ἑανῷ· εὐώδει, ἢ λεπτῷ ἱματίῳ
ἑανῶν· ἱματίων λεπτῶν
ἔαξεν· ἔκλασε, συνέτριψεν
ἔαρ· αἷμα. Κύπριοι
ἔαρ· ὁ μετὰ χειμῶνα τριμηνιαῖος καιρός
ἐαρδάλη· ἐπλησίασεν
ἐαρίδας· τὰς κανθαρίδας
ἐάριον· τὸ ῥόδον
ἑαρόν· λουτῆρα, ἢ πρόχουν
ἐάρτερα· ἐαρινά. λεπτά. ἁπαλά. πυκνά. χρόνια
ἐάρτερος· τοῦ ἔαρος, ἢ ἐαρινοῦ ..
ἐάσαντες· καταλείψαντες
ἔασι· πέλουσιν, εἰσί, τυγχάνουσιν
ἐᾶσαι· κοιμηθῆναι
ἔασαν· ηὐλίσθησαν
ἔασθεν· ἐχάρησαν
ἔασεν· ἤφιεν
ἐασφόρος· ἑωσφόρος
ἕαται· καθέζονται ἧνται
ἑαυτούς· ἀλλήλους Σ
ἐάφθη· ἐκάμφθη. ἐβλάβη
ἐάων· ἀγαθῶν.
ἔβα· ἐπῆλθε, καὶ ἦλθεν
ἐβαδίαστον· μελανόβροχον
ἔβαζεν· ἔλεγε καὶ ἐκακολόγει
ἐβάθη· ἐγεννήθη
ἐβάζομεν· ἐλέγομεν
ἐβάμβαινεν· ἔτρεμεν. ἐδίσταζεν
ἐβάμωσεν· ἡττήθη
ἔβαλλεν· ἔῤῥαινεν
ἔβαν· ἐπορεύθησαν, ἐβάδισαν
ἔβαξας· ἐλοιδόρησας
ἐβαρυθύμησεν· ἐλυπήθη
ἐβαρυώπησαν· ἐβαρήθησαν, ἀσθενεῖς ἐγένοντο οἱ ὀφθαλμοί
ἔβας· ἐπορεύθης
ἔβασκεν· ἐπορεύετο
ἔβασον· ἔασον. Συρακούσιοι καὶ Λάκωνες
ἐβεβήλωσεν· ἐμίανεν, ἐμόλυνεν, ἀκάθαρτον ἐποίησεν
ἑβδομάτῃ· ἑβδόμῃ
ἐβδελύχθην· ἐμίσησα. προσέκοψα
ἐβεβήκει· ἐπεπόρευτο
ἐβεβρύχει· ἐπήχει πως
ἐβέβλις· θήκη ἀργυρίου. καὶ κίστη
ἐβδηλάμην· ἀπήμελξα. Βδάλλειν γὰρ τὸ ἀμέλγειν· ὅθεν ἡ βδέλλα τὸ ζῶον, διὰ τὸ ἀμέλγειν τὸ αἷμα
ἑβδομευόμενα· δεκάτην ἢ ἑβδόμην ἡμέραν ἀπὸ γενέσεως παιδίου ἑορτάζουσιν
ἕβδομον ἡμιτάλαντον· τὰ ἓξ ἥμισυ τάλαντα
ἕβδομος βοῦς· εἶδος πέμματος κέρατα ἔχοντος
ἔβη· ἦλθεν, ἀπῆλθεν, ἐπορεύθη
ἐβῆνοι· ἀλωπεκίδες
ἔβησεν· ἐπέβη
ἐβήτην· ἔβησαν. δυϊκῶς
ἐβιήσατο· ἐβιάσατο
ἐβιάσατο· ἀπεστέρησεν
ἐβιώσαο· ἔσωσας. τὸ ζῆν περιεποίησας, ἢ ἔδωκας
ἐβίωσα· ἔζησα. διῆξα
ἐβλάστησεν· ἐξέφυ
ἐβλιμάσθη· ἐμαλάχθη
ἔβλιττεν· ἀπεπίαζεν
ἔβλυεν· ἀνεφύσα, ἀνέζει μετὰ ποιοῦ ψόφου
ἐβλόν· ἀπόπληκτον
ἔβλω. ἐφάνη. ᾤχετο, ἔστη
ἐβόα· ἐκάλει
ἐβόλοντο· ἐβούλοντο, ἐβουλεύσαντο
ἐβόρισεν· ἐσίτισεν
ἔβραπτεν· ἔκρυπτεν. ἐλάφυξεν
ἔβρασεν· ἀπέπτυσεν. ἐξέχεεν
ἐβρατάγησεν· ἐψόφησεν
ἔβραψεν· ἔκρυψεν. ἔπιεν. κατέφαγεν
ἔβραχεν· ἤχησεν. ἐβόησεν. ἐψόφησεν
ἔβρεμον· ἐφώνουν
ἔβρισεν· ἐβάρησεν
ἔβριξαν· ἐκοιμήθησαν
Ἕβερ· Ἑβραῖος. καὶ ὁ περάτης
ἔβρισαν· ὥρμησαν ἐβάρυναν. ἐπέθεντο
ἔβρος· τράγος βάτης. καὶ ποταμὸς Θρᾴκης
ἐβρύαζεν· ηὐωχεῖτο
ἐβρυάζοντο· εὐφραίνοντο
ἔβρυεν· ἐπλήθυεν. ἤνθει.
ἐβρύσθη· ἔπεσεν
ἔβρυχεν· ἐψόφησεν, ἤχησεν
ἐβρωμήσατο· βρώσεως ἐδεήθη· βρωμήσασθαι γὰρ τὸ βρώσεως καὶ βρώμης δεηθῆναι
ἔβρω· ἔφαγεν. ἔδακεν. διέσπασεν
ἐβύλλων· ἔβρυον. ἐπλήθυον
ἐβύνουν· τὰ αὐτά
ἔβωσεν· ἐκάλεσεν. ἔκραξεν
Ἐβώθ· πόλις Μωαβιτῶν, ἣ καὶ Ὠβώθ
εγάν· ἐγένετο
ἐγάνυσαν· ἐκόσμησαν. χαρῆναι ἐποίησαν
ἐγαργάλιζον· ἐκίνουν. ὑπεσήμαινον. προετρέποντο
ἔγγαλον· πρόβατον γάλα ἔχον
ἐγγαμῶν· ὁ τὴν οἰκίαν κεκτημένος ἐνγυητήν
ἐγγανᾶται· διέφθαρται
ἐγγαστριμάχαιραν· τὴν ἐν τῇ γαστρὶ κατατέμνουσαν
ἐγγαστρίμυθος· τοῦτόν τινες ἐγγαστρίμαντιν, οἱ δὲ στερνόμαντιν λέγουσι. Φησὶ δὲ περὶ τοῦ τρόπου τῆς μαντείας καὶ Πλάτων ἐν τῷ Σοφιστῇ. τοῦτον ἡμεῖς Πύθωνα νῦν καλοῦμεν
ἔγγαυρον· νοτερόν. ὑγρόν. ἄωρον. πρόσφατον. ἐκλελυμένον. ἔνικμον
ἔγγαυσον· ἔνσκαμβον
ἐγγέακλος· νεωκόρος
ἐγγεγάασιν· εἰσί. γεγάασιν
ἐγγεγαῶτα· γεγεννημένα
ἐγγεγωνώς· βοήσας
ἐγγελῶσα· καταγελῶσα
ἐγγενής· ἐντὸς τοῦ γένους
ἔγγεον· ἰοῦγον
ἐγγείνωνται· ἐγγεννήσωσιν
ἐγγήναλοι· ὑπογράμματοι
Ἐγγῆρυς· ἡ γῆ, παρὰ Ἀττικοῖς
ἐγγλαυκῶσαι· ἐμβλέψαι
ἐγγλύσσει· ἐγγλυκάζει
ἐγχλοιούμενα· ἔνωχρα. ἄχροα
ἐγκονεῖν· ἐνεργεῖν. σπεύδειν
ἔγγεια· τὰ ἐν τῇ γῇ
ἔγγιον· ἐγγύτερον
ἔγγονα· τὰ τέκνα τῶν τέκνων
ἔγγονος· υἱὸς υἱοῦ
ἐγγοργῶν· φοβερῶς βλέψας
ἐγοργώψατο· γοργὸν καὶ φοβερὸν ἔβλεψεν
ἐγγρισμός· παροξυσμός
ἐγγριμᾶσθαι· ἐναγίσαι τοῖς τετελευτηκόσιν
ἐγγυάζων· ἀντιφωνῶν
ἐγγύαι· αἱ ἀναδοχαί
ἐγγυαλίξαι· ἐγχειρίσαι, δοῦναι εἰς χεῖρας· ἐπειδὴ τὰ κοῖλα γύαλα λέγεται. ὁ δὲ λαμβάνων τὴν κύλικα, τῇ χειρὶ κοίλῃ ταύτην λαμβάνει. καλοῦνται δὲ γυῖα αἱ χεῖρες
ἐγγυαλίζω· παρέχω. χαρίζομαι
ἐγγύαν· ὀψωνίαν. Λάκωνες
ἐγγύδιον· ἔγγιον, πλησίον. προσῆκον
ἐγγύη· γάμου ἀπογραφή. καὶ σημεῖον ἐν θυτικῇ
ἐγγύθεν· ἐγγύς
ἐγγυιώσεται· συμπλακήσεται. ἐναγκαλισθήσεται
ἔγγυος· ἀνάδοχος
ἔγγυον· ἐγγυητήν. ἢ ἀσφαλές
ἐγγυῶ· ἐκδίδωμι
ἐγεγήθει· ἔχαιρεν
ἐγεγώνεεν· ἐσήμαινεν
ἐγείνατο· ἐγέννησεν
ἐγερεῖ· ἀναστήσει
ἔγγαλαι· χαλινοί
ἐγέλωτοι· ἀστέρες
ἔγεντο· ἔλαβεν. ἐγένετο
ἐγείρεο· ἐγέρθητι. ἀνάστηθι
ἐγερτί· γρηγόρως
ἐγείλησαν· συνήλασαν
ἐγέλλιζε· τὰ ἑτέρων ἑτέροις ἐδίδου
έγηρε γάρ· ἐφθόνησεν
ἐγήρα· ἐγήρασεν
ἐγείναο· ἐγέννησας
ἐπίχαρτος· ἐπιχαρής
ἐγκαθελεῖν· καταβαλεῖν
ἐγκαθειργμένος· ἐγκατακεκλεισμένος
ἐγκάθετος· δόλιος κατάσκοπος
ἐγκαθειργνύντες· ἀποκλείοντες
ἐγκακοῦμεν· ἀψυχοῦμεν
ἐγκαλεῖν· αἰτιᾶσθαι. προκαλεῖσθαι
ἐγκαλινδούμενος· ἐγκυλιόμενος
ἐγκαλινδεῖται· ἐναναστρέφεται. ἐνδιατρίβει
ἐγκαλοσκελής· οἱ μὴ ἀποδιδόντες τὰ χρέα ἐν κάλοις ἐδεσμεύοντο τοὺς πόδας
ἐγκαλύπτεσθαι· διατρέπεσθαι, αἰσχύνεσθαι
ἐγκαλύπτεται· συγκρύπτεται
ἐγκάναξον· ἔγχεε. ἔκπιε
ἐγκανθίς· σὰρξ ἐν ὀφθαλμῷ αὐξηθεῖσα τὸ πάθος ποιεῖ
ἐγκαρπῆ· ἐπικαρπία
ἐγκαπύει· ἐμπνεῖ
ἐγ καρὸς αἴσῃ· ἐγ κηρὸς μοίρᾳ, ἐν θανασίμῳ μοίρᾳ
ἐγκαρπασθέντας· ἐγκριθέντας. ἐντυχόντας
ἐγκάρσιον· πλάγιον
ἔγκαρτα· τοὺς κεκουρευμένους πυρούς· ἀλλὰ καὶ ἔγκαρπα Φρύνιχος Δαναΐσιν
ἔγκασιν· ἐντέροις, σπλάγχνοις
ἐγκαταθεμένω· ἐγκαταθέμενοι. δυϊκῶς
ἐγκαταλέξει· ἐναριθμήσει
ἐγκατάνα· κατὰ γνώμην, κατὰ νοῦν
ἐγκατειλεγμένος· ἐγκαταλεγόμενος
ἐγκατειλημμένη· ληφθεῖσα, κεκρατημένη
ἐγκατέσκηψαν· ἐφώρμησαν
ἐγκατέχεεν· ἐνέχεεν
ἐγκατιλλῶψαι· ἐγκαταμυκτηρίσαι
ἔγκαφος· ὅσον ἐγκάψαι, ἐλάχιστον
ἐγκεραύλης· ὁ τοῖς Φρυγίοις αὐλῶν. ἔχει γὰρ ὁ ἀριστερὸς προσκείμενον κέρας
ἐγκεραυλῆσαι· τὸ αὐτό· προσκειμένου γὰρ κέρατος τῷ αὐλῷ ᾖδον. ὅθεν καὶ ὁ ἐγκεραύλης
ἔγκειται. ἐπίκειται
ἐγκείσθω· τεθείσθω
ἐγκεκλάρωται· ἐγκαταλέγει
ἐγκέκλιται· ἐπήρεισται
ἐγκέκλιται· ἔγκειται, ἐπήρεισται
ἐγκεκοισυρωμένη· διὰ Κοισύραν, τὴν Μεγακλέους μητέρα τοῦ Ἀλκμαιονίδου σεμνυνομένην τῷ γένει
ἐγκεκόμβωται· ἐνείληται
Ἐγκέλαδος· ἡ Ἀθηνᾶ. ἢ ὄρος
ἐγκέντροις· κέντροις οἷς οἱ ἵπποι κεντρίζονται· ὅμοιον καὶ μύωπες
ἐγκεντρωθέντες· ἀσφαλισθέντες
ἐγκέφαλος φθειρίασις· νόσος προβάτων
ἐγκέφαλος δὲ παρʼ αὐλὸν ἀνέδραμε· ἐξεφύσησε τῷ ποτισμῷ τοῦ αἵματος
ἐγκεχοιριλωμένην· λεπράν
ἐγκεχρημένοι· σπονδὰς ἔχοντες
ἐγκέχρικεν· ἐγκεκέντρικεν
ἔγκηροι· θνητοί
ἐγκίκρα· ἐγκίρνα
ἐγκιλικίζεται· κακοηθεύεται. κακοποιεῖ. διεβέβληντο γὰρ ἐπὶ πονηρίᾳ οἱ Κίλικες. Λέγεται καὶ ὁ Κιλίκιος ὄλεθρος
ἐγκιλικίστρια· περιαγνίστρια
ἐγκίλλαφον· οὐρά
ἔγκιλλον· οὐράν
ἐγκισσεύεται· ἐμφύεται. πλέκεται
ἐγκισσήσωσιν· ἐπιθυμήσωσιν
ἐγκλεφές· ἐπιθυμητικόν
ἐγκλεπίς· ἐπιθυμία
ἐγκλησίφωνος· ἐρεθιστής. διεφθαρμένος
ἔγκλημα· πταῖσμα. μέμψις.
ἔγκληρον· ἐπίκληρον. πλούσιον, ἐνούσιον
ἔγκλητον· τὴν ἐπὶ σύνοδον παραίτησιν
ἐγκοακίσαι· ἐγχέαι λάθρα
ἐγκολεήσατο· εἰς τὸν κολεὸν κατέθετο τὸ ξίφος
ἐγκομβωθείς· δεθείς
ἔγκομμα· πρόσκομμα
ἐγκονέοντες· σπεύδοντες. ἐνεργοῦντες. ἐπειγόμενοι
ἐγκόνως· ταχέως, ἐσπευσμένως
ἐγκοπήν· ἔνεδρον. ἐμπόδιον
ἔγκοποι· δυσχερεῖς
ἔγκοπρος· ἡ μὴ δεομένη κόπρου χώρα
ἐγκόπτει· ἀνακόπτει
ἐγκορδυλῆσαι· ἐνειλῆσαι
ἐγκοσμεῖτε· ἐν τάξει τίθετε
… ἐγκοσμογενεῖς· τοὺς ἅμα τῷ κόσμῳ ἐγκριθέντας
ἐγκότημα· ὀργή. μανία
ἐγκότως· ὀργίλως
ἐγκουράδες· τὰ ἐν τῷ προσώπῳ στίγματα, καὶ οἱ ἐν ταῖς ὀροφαῖς γραφικοὶ προνωπίων πίνακες. ἔστι γὰρ κουρὰς ἡ ὀροφή, καὶ ὁ γραπτὸς πίναξ, ἐγκούρας δὲ ὁ γεγραμμένος. Αἰσχύλος Μυρμιδόσιν εἰ μὴ ἄρα ἰσοδυναμεῖ, ὡς κοτῶ καὶ ἐνεκότουν παρὰ Σοφοκλεῖ.
ἐγκράτεια· ἄσκησις
ἐγκραγγάνειν· ἐμβοᾶν
ἐγκρασίχολοι· εἶδος ἰχθύων
ἐγκρατῆσαι· καρτερῆσαι
ἐγκρατῶς· καρτερικῶς. ὑποτακτικῶς
ἐγκρί· κοίλῳ καὶ κενῷ
ἐγκρίδες· πέμμα ἐλαίῳ ἑψόμενον καὶ μελιτούμενον. ἔνιοι δὲ ταγηνίας.
ἐγκρικαδία· συναφὴ χειρῶν εἰς τοὐπίσω
ἐγκρίκια· ξύλα κεκαμμένα
ἐγκρίς· γλύκασμα ἐξ ἐλαίου ὑδαρές
ἔγκριτος· ἐκλελεγμένος. ἐξειλεγμένος
ἔγκριτοι· τὸ αὐτό
ἐγκρυφίας· ἄρτου εἶδος, ὁ ἐν σποδῷ γενόμενος, τῷ μὴ εἶναι κλίβανον
ἔγκρυπτος· πέμματος εἶδος
ἐγκρυψαμένω· ἐγκρυψάμενοι. δυϊκῶς
ἐγκυτί· εἰς χρῶτα κεκάρθαι
ἔγκυος· γυνὴ ἐγγαστρωμένη
ἐγκυδές· ἔνδοξον
ἔγκυκλα· τὰ ἐγκυκλούμενα τῷ βίῳ, καὶ συνήθη
ἐγκυκλήσω· ἐγκαλύψω
ἐγκύκλια μαθήματα· τὰ ἔξω
ἐγκύκλιον· τὸ πανταχοῦ κυκλοῦν ἢ Ζεὺς παρʼ Ἀθηναίοις
ἐγκύμονα· ἔγκυα
ἐγκυσίχωλος· ἄνωθεν ἀπὸ τοῦ κυσοῦ χωλός
ἔγκυτον· ἔγκατον. Λάκωνες
ἐγκωμιάζει· ἐπαινεῖ, καλῶς ἐξαίρει τῷ λόγῳ
ἐγκώμιον· ἔνδημον· κῶμαι γὰρ τὰ τοῦ δήμου συστήματα
ἔγλαψεν· ἐσκάλευσεν
ἐγλιξάμην· ἐπεθύμησα, ἀπὸ τοῦ γλίχεσθαι
ἐγγλωττογάστορες· οἱ ἀπὸ τοῦ λέγειν βιοτεύοντες
ἔγμα· ὀχύρωμα. στῦλος
ἐκμαγεῖον· ἐκτύπωμα
ἐκμάγματα· τύποι
ἐγνάμφθη· ἐκάμφθη. ἐκλάσθη
ἔγναψεν· ἔπεισεν. ἔκαμψεν
ἐγνυπτωμένον· ταλαίπωρον. κατηφές
ἐγνυπτώθη· τρυφᾷ. καὶ τὸ ἐναντίον
....· ἔγνω δʼ ὡς σὺν θεῷ ...
ἔγνω· ὡμίλησεν ἀνὴρ πρὸς γυναῖκα
ἐγνωσιμάχησεν· ἑαυτοῦ κατέγνω, μὴ δυναμένου μάχεσθαι πρὸς τοὺς ἀντιπάλους
ἐγοργωπίασκεν· ἀτενὲς ἔβλεπεν
ἐγρεμάχας· ἐγερσιμάχας
ἔγρεο· ἀνίστασο
ἔγρετο· ἐγείρετο
ἐγρήγορεν· ἀγρυπνεῖ
ἐγρήγορθε· γρηγορεῖτε
ἐγρήγορος· εὐγρήγορος
ἔγρηνται· ᾕρηνται
ἐγρήσασα· μαθοῦσα
ἐγρήσσοντες· ἐγρηγορότες
ἐγρήσσων· ἐγρηγορώς. φυσῶν. ἀγρυπνῶν
ἐγρῆτα· παρακαταβολὴν ἢ δίκης, ἢ κρίσεως
ἐγροάς· στόμα ἢ πόρου ...
εγύμνασμαι· ἐγυμνήτευσα
ἐγύρωσε· περιετείχισε πάντοθεν
ἔγχαλις· νέον ἄκρατον
ἔγχελυς· διὰ τοῦ υ, εἶδος ἰχθύος
ἐγχανεῖν· καταχασμᾶσθαι
ἐγχαλίδες· διαπεπαρμένοι ἥλοις. Λάκωνες
ἐγχάσκειν· καταγελᾶν
ἔγχεα· δόρατα
ἔγχεϊ· δόρατι
ἐγχείας· δόρατα, λόγχας
ἐγχεῖδαι· τηρηταὶ δανείων
ἐγχείῃ· δόρατι
ἐγχείῃσι· δόρασιν
ἐγχειρίας· ἐπιχειρήματα
ἐγχειρίδιον· ξιφίδιον μικρόν ἢ τμητικὸν ὄργανον
ἐγχειρίδια· σκεύη, καὶ ὄργανα σκευῶν. ἤγουν δόρατα. καὶ τὰ ἐν χειρί .....
ἐγχειρίζω· εἰς χεῖρας δίδωμι
ἐγχείρισις· ἡ εἰς χεῖρας παράδοσις
ἐγχείρημα· τόλμημα. ἐπιτήδευμα
ἐγχειροῦντας· τολμῶντας
ἐγχειρογάστορες· οἱ ἀπὸ τῶν χειρῶν γαστριζόμενοι καὶ τῇ γαστρὶ πορίζοντες· λέγονται δὲ καὶ γαστρόχειρες
Ἔγχειος· Ἀφροδίτη. Κύπριοι
ἔγχεον· ἄπαρξαι θεοῖς
ἐγχεσίμαργος· ἔγχει μαινόμενος
ἐγχεσίμωροι· περὶ τὰ δόρατα μεμορημένοι, τουτέστιν πεπονημένοι
ἐγχεσίμωρος· πολεμικός
ἐγχέσπαλοι· οἱ τὰ δόρατα πάλλοντες ... πολεμισταί
ἔγχεσιν ἀμφιγύοις· γύον, ποῦς· ἐξ ἑκατέρου δὲ μέρους κατεπήσσετο τὰ δόρατα
ἐγχέσπαλος· πολεμικός. δορύπαλος
ἔγχηλος· ἐπίδεσμος ἰατρικός
ἐγχημώμενοι· ἐγχάσκοντες
ἐγχήροντι δύη· ἐπιχαίρουσιν λύπῃ
ἐγχλίαμα· μύρου ὄνομα
ἐγχλίει· ἐντρυφᾷ
ἐγχλοᾶσθαι· ἐμφῦναι
ἐγχόδια· ἀθρόα
ἔγχος· ἐγχειρίδιον. δόρυ Σ
ἔγχουσα· ῥίζα τις, ᾗ τὰς παρειὰς ἐρυθραίνουσιν αἱ γυναῖκες
ἔγχουτον· στεάτινον. Λάκωνες
ἔγχος· λόγχη. ἀπὸ τοῦ ἐν τῇ χειρὶ εἶναι
ἔγχος ἔχʼ ἑνδεκάπηχυ· τὸ πλῆρες ἑνδεκάπηχυ· ὅθεν ἐκ δύο συμβεβλημένον δυοκαιεικοσίπηχυ
ἐγχρίει· τύπτει. ἐγκεντρίζει
ἐγχρίπτων· προσπελάζων
ἐγχριπτᾶται· ἐγγίζει, ἐμπίπτει
ἐγχριμφθείς· ἐμπελασθείς, ἐγγὺς γενόμενος
ἐγχριμφθῆναι· ἐνερεισθῆναι. προσπελασθῆναι
ἐγχριμφθήτω· ἐμπελασθήτω
ἐγχρίμψαι· πλησιάσαι. ψαῦσαι ἐγγίσαι
ἐγ χρῶ· εἰς χρῶτα
ἔγχρονος· πρόσκαιρος
ἐγχρώσας· χρίσας
ἐγχύματα· πλακούντων εἶδος
ἐγχυτριεῖς· ἀποκτενεῖς· μετενήνεκται δὲ ἀπὸ τῶν ἐν ταῖς χύτραις ἐκτιθεμένων παίδων
ἐγχυτρίζειν· ἐκτιθέναι βρέφος ἐν χύτρᾳ
ἐγχώριον· τόκος. δάνειον
Ἐγχώ· ἡ Σεμέλη οὕτως ἐκαλεῖτο
ἐγὼ δέ κε· ἐγὼ δὲ ἄν
ἐγὼ δὲ μέν· ἐγὼ δὲ ναί
ἐγώγυον· ἀρχαῖον καὶ ὠγύγιον
ἐγῷμαι· ἐγὼ οἶμαι, νομίζω
ἐγών· αὐτὸς ἐγώ
ἐγώνη· ἐγώ. Λάκωνες
ἐγώ σου ὀναίμην· ἐγώ σου ἀπολαύσω
ἔδαες· ἔδειξας. ἔμαθες
ἐδάην· ἔμαθον. ἔγνων, συνῆκα, ἐνόησα
ἐδάης· ἔμαθες
ἔδαιε· ἔκαιε
ἐδαΐζετο· κατεκόπτετο. ἐμερίζετο
ἐδαίνυντο· ἤσθιον εὐωχοῦντο
ἐδάαια· ἐρημία, σπάνις
ἐδάϊζε· κατέκοψεν
ἔδαισεν· εὐώχησεν
ἐδακτύλιζον· ἐδακτυλοδείκτουν
ἐδαλάχθη· ἐδήχθη.
ἐδάμη· ἐδαμάσθη
ἐδάμνα· ἐδάμαζεν. ὤλλυεν
ἐδάμη· ἐδαμάσθη
ἔδαμνον· ἐδάμαζον
ἐδανά· ἐδώδιμα, βρώσιμα Αἰσχύλος
ἐδανοῖς· βρωσίμοις
ἐδάνη· εἶδος ἀμπέλου
ἐδανόν· εὐῶδες. ἡδύ. λιτόν
ἔδαπτον· ἤσθιον
ἔδαπτεν· ὁμοίως
ἔδαρ· βρῶμα
ἔδαρθεν· ἐκοιμήθη
ἐδάσθη· ἐμερίσθη. ἀπεκρίθη
ἐδάσαντο· ἐμερίσαντο
ἔδαυσεν· ἐκοιμήθη
ἐδάφισαν· κατέβαλαν
ἐδαφιοῦσι· προσκρούσουσι τῇ γῇ
ἐδαφίσθησαν· εἰς ἔδαφος ἀνῃρέθησαν
ἔδαφος· γῆ.
ἔδαψεν· διέκοψεν. διῆλθεν
ἐδέγμην· ἐδεξάμην, προσεδεχόμην
ἐδεδίειν· ἐφοβούμην
ἐδέατρος· προγεύστης βασιλέως. ἐπιμελητὴς δείπνου
ἐδεδίει· ἐδεδοίκει. ἢ ἐξεκέκαυτο
ἐδέτμα· ἐδείκνυον
ἐδέδμητο· ᾠκοδομήθη
ἐδεδίσκετο· ἐξεφοβήθη
ἔδεαι· ἐσθίεις
ἐδαΐζετο· ἐπολεμεῖτο
ἐδέησέ μου· χρείαν μου ἔσχεν
ἔδει· ἐχρῆν, ἔπρεπεν
ἔδει· ἤσθιεν, ἢ ἐσθίει
ἐδειγμάτισεν· ἐδημοσίευσεν
ἐδείδιμεν· ἐφοβούμεθα
ἐδεικανόωντο· ἠσπάζοντο
ἐδηλόμαν· ἐβουλόμην
ἔδειμαν· ᾠκοδόμησαν, ἔκτισαν
ἔδειμεν· ὁμοίως
ἔδειν· ἐσθίειν· παρὰ τοὺς ὀδόντας
ἐδείναζον· δεινῶς ἔφερον
ἐδεινολογέετο· δεινοὺς λόγους ἔλεγεν
ἔδεισεν· ἐφοβήθη
ἔδειραν· ἐξέδειραν Σ ἐξεδερμάτισαν
ἐδεῖτο· ἔχρῃζε, χρείαν εἶχεν, ἐδέετο
ἐδελώνη· ἄνθος
ἐδέμ· τρυφὴ ἑρμηνεύεται
ἐδέννασεν· ἐχλεύασεν, ὕβρισεν
ἐδεξιοῦτο· ἐξεναγώγησεν
ἕδος· Θεσσαλικὸς θρόνος
ἔδεσθον· ἔφαγον
ἕδεσιν· ἱεροῖς
ἔδεσμα· βρῶμα
ἐδέσματα· φάγια. βρώματα
ἐδεσμευσάσθην· ἐδέσμευσαν. δυϊκῶς
Ἐδεσσαῖος Ἡρακλῆς· ὁ ἐν Ἐδέσσῃ
ἐδεστήν· βρωτήν
ἐδεστός· βρώσει ὑποπίπτων καὶ τροφῇ
ἔδεται· ἐσθίει
ἐδεύεο· ἔλιπες
ἐδεύησεν· ἐνδεὴς ἐγένετο. ἐνέλιπεν. ἤγγισεν
ἐδεύετο· ἐκορέννυτο. ἐπαύετο. ηὐφραίνετο. ἐβρέχετο. ἐνδεὴς ἦν, ἔχρησεν
ἑδέων· οἰκιῶν. καθεδρῶν
ἕδη· καθέδραι. τὰ ἱερά. ἢ τὰ ἐδάφη
ἐδηδών· φαγέδαινα
ἐδηδώς· καταβεβρωκώς
ἔδηεν· εὗρεν
ἐδηλήσατο· ἔβλαψεν, διέφθειρεν
ἐδηλώσαντο· ἠκολούθησαν
ἐδημηγόρησεν· τῷ πλήθει εἶπεν, ἐλάλησεν
ἐδηλήσω· ἐκακοποίησας, ἔβλαψας
ἔδησεν· ἐνέδησεν
ἐδήτυεν· διεῖλεν, διῄρει
ἐδητύος· βρώσεως, τροφῆς. ἀπὸ τοῦ ἔδειν
ἐδητύς· τροφή, βρῶσις
ἐδῄωσαν· ἐπολέμησαν
ἐδίηνεν· ἔβρεχεν ἐμόλυνεν
ἐδίδον· κατέμαθον
ἐδίζησα ἐμεωυτόν· ἐζήτησα ἐμαυτόν
ἐδίηνεν· ἔβρεχεν
ἐδικραιώθη· ἴσως ἐμερίσθη
ἐδικανόωντο· ἐδεξιοῦντο
ἔδικεν· ἔβαλεν, ἔῤῥιψεν
ἐδίκοντο· ἐπορεύοντο
ἐδίνευον· ὠρχοῦντο
ἐδινοῦντο· περιεστρέφοντο
ἐδινήθη· περιηνέχθη
ἐδίωσεν· ἐξέωσεν
ἔδμεναι· ἐσθίειν
ἕδνα· φερνή, τὰ ὑπὸ τῶν μνηστήρων ταῖς μνηστευομέναις διδόμενα. Μείλια δὲ τὰ ὑπὸ τῶν γονέων ταῖς γαμουμέναις
ἑδνὰς ἐδητύς· ἡ ἀπὸ τῶν ἕδνων
ἑδνεύειν· ἐνεχυράζειν
ἕδνιος χιτών· ὃν πρῶτον ἡ νύμφη τῷ νυμφίῳ δίδωσιν
ἐδνοπάλιζεν· ἀνῄρει. ἀνέτρεπεν. ἐφόνευεν. ἐσκύλευεν. ἐκακοποίει. ἐτίνασσεν. εἷλκεν
ἑδνωτήν· ἐγγαμιστὴν νυμφίῳ
ἐδόκαζεν· ἀπεδέχετο
ἐδομήθησαν· ᾠκοδομήθησαν
ἔδον· ἔδοσαν
ἔδονται· φάγωσιν
ἔδονται τὰς σάρκας· τὰ μέλη φάγονται
ἔδοξεν· ἐνομίσθη
ἑδοξοεῖ· ἀγαλματοποιεῖ
ἐδοξώθη· ἐδοξάσθη
ἐδοργύπευσεν· ἔσφαξεν. ἢ ἐπέρανεν
ἐδόρπησαν· ἐδείπνησαν· δόρπον γὰρ τὸ δεῖπνον
ἕδος· ἔδαφος. γῆ. ἱερόν. ἄγαλμα. θρόνος. ἢ βάσις. βρέτας. βάθρον. τέμενος. ἀσφάλισμα. ἕδρασμα. καθέδρα
ἐδούπησαν· ἐψόφησαν
ἔδουσιν· ἐσθίουσιν
ἕδρα· βάσις. καθέδρα Σ ἢ συνέδρα. καὶ κατοχή
ἔδραθεν· κατεκοιμήθη
ἕδραι βουλῆς, αἳ ἐγίνοντο κατὰ πενταήμερον
ἑδραῖοι· σταθηροί, ἀσάλευτοι
ἑδραῖον· βάσιμον. στερεόν
ἔδρακεν· εἶδεν
ἔδρακον· εἶδον
ἐδραματουργήθη· ἐπράχθη
ἕδρανον· δίφρον, καθέδραν
ἕδρασεν· ἐκάθισεν. Σ ἐκόσμησεν
ἐδράσσατο· βοιήσσωνας ἦγεν
ἐδρασάτην· ἔδρασαν. δυϊκῶς
ἑδρασθῆναι· παγῆναι. καὶ τὰ ὅμοια
ἑδρασμένη· βεβαιωθεῖσα
ἐδρέψατο· ἐθέρισεν
ἕδρῃ προεδρίᾳ
ἐδρίσο· κάθησο
ἑδριᾶσθαι· καθέζεσθαι
ἑδρίας· ἀεὶ πνέων
ἕδρια· συνέδρια
ἑδρήεσσα· βεβαία
ἑδριόωντο· ἐκαθέζοντο
ἕδρις· ἑδραῖος
ἔδρων· ἔπραττον. ἐπετέλουν
ἐδρύμαξεν· ἔθραυσεν. ἔσφαξεν
ἐδρύπτοντο· κατεσπαράσσοντο
ἐδρύψατο· κατημύξατο
ἔδυ· ὑπεισῆλθε, κατῆλθε, κατέδυ
ἐδεύετο· ἐνδεὴς ἦν
ἔδυν· ἔδυσαν, κατῆλθον
ἔδυσεν· ἐνεδύσατο
ἐδεύησεν· ἤγγισεν. ἐνδεὴς ἐγένετο
ἔδυνεν· ἐδύσατο, ἐνεδύσατο
ἐδύσετο· ἐνεδύετο
ἐδύσοιξα· ὑπενόησα
ἐδύτην· κατῆλθον. ἢ ἀπέθανον
ε δύων· ὀψὲ δύνουσα
ἐδωδή· τροφή
ἐδωδή· βρῶσις, βρῶμα
ἐδώδιμος· τρωκτός. βρώσιμος
ἐδωδίμων· τροφῶν, βρωσίμων ἐδωδὴ γὰρ ἡ τροφή
ἔδωκα πολλά· παρʼ Ὁμήρῳ οὐδεὶς εὐεργετήσας μέμνηται, πλὴν τῆς Ναυσικάας καὶ αὐτὴ δὲ ὡς ἄκακος παρθένος αὐτὸ ποιεῖ
ἔδωκεν· περιεποίησεν
ἑδώλια· τὰ τῆς νεὼς ζυγά, ἐφʼ ὧν οἱ ἐρέσσοντες καθέζονται. μεταφορικῶς καὶ τὰ τῆς οἰκίας ἕδρια
ἐδωλιός· ὀρνέου εἶδος
ἐδωλός· λόχος Λακεδαιμονίων οὕτως ἐκαλεῖτο
ἔδων· ἐσθίων
ἑέ· αὐτόν. ἑαυτόν. αὐτό
ἑὲ δέ· ἑαυτὸν δέ
ἐείδεσθαι· δοξάζειν
ἐεδνωταί· πενθεροί. κηδεσταί
ἐειδόμενος· ὁμοιούμενος
ἐεικοσόροιο· φορτηγοῦ τελείας, εἰκοσακώπου
ἔειπεν· εἶπεν
ἔεικται· ὡμοίωται
ἐεικοσάβοιον· εἴκοσι βοῶν ἄξιον. ἢ εἰκοσαπλοῦν
ἐεισάμενος· ὁμοιωθείς
ἐεισάσθην· ὥρμησαν, ἐπῆλθον
ἐείσατο· ὡμοιώθη
ἐΐσκεις· εἰκάζεις, ἀφωμοίωσαι
ἐείσω· ὡμοιώθης
ἐέλδεσθαι· ἐπιθυμεῖν
ἐελδέσθω· ἐν ἐπιθυμίᾳ ἔστω
ἐέλδεται· ἐπιθυμεῖ
ἐελδομένοισιν· ἐπιθυμοῦσιν
ἐέλδωρ· ἐπιθύμημα. εὐτυχὲς δῶρον. ἢ βούλημα
ἐελμένοι· συγκεκλεισμένοι, ἐληλαμένοι
ἐέλπετο· ἤλπιζεν. ᾤετο
ἐελποίμην· ἐλπίσαιμι ἂν
ἔνδυνε· ἐνεδύσατο
ἐέργει· κωλύει. κατέχει
ἐέργαθεν· ἐχώρισεν. ἐκώλυσε.
ἐέργετο· συνείχετο
ἔεργεν· εἶργεν. ἐκώλυσεν
ἐεργόμενοι· κωλυόμενοι
ἐέργων· κωλύων. χωρίζων. ἀφορίζων
ἐεργμένα· ἐγκεκλεισμένα
ἐεργμέναι· πεφραγμέναι, ἠσφαλισμέναι
ἔερσαι· δρόσοι. ψεκάδες
ἐερσήεις· καλός. δροσώδης. ἡ λέξις ἀπὸ τῶν δεδροσισμένων ἀνθῶν· ταῦτα γὰρ καλλίονα φαίνεται
ἐέρσης· δρόσου
ἔερτο· ἐκρέμνα
ἐέσσατο· ἐνεδύσατο περιεβάλλετο
ἐέσθην· ἐμαράνθη
ἕεστο· ἠμφίεστο. ἐνεδέδυτο
ἐετῶς· εὐχερῶς. εὐκινήτως
ἐεχμένη· συνεχομένη
ἐώργει· εἰργάσατο, πεποιήκει
ἐζάνθη· ἐξηράνθη
ἐζάλωσεν· ἐμακάρισεν
ἐζατωσάμην· διενοήθην
ἐζατώθη· ᾔσθετο
ἔζελεν· ἔβαλεν.
ἕζεο· καθέζου
ἕζεσθαι· καθέζεσθαι
Ἐζεκίας· κράτησις θεοῦ
ἑζέσθην· ἐκαθέσθησαν. δυϊκῶς
ἕζεται· καθέζεται
ἕζετο· ἐκαθέζετο
ἐζήλωσεν· ἐφθόνησεν
ἐζείνα· ἐπεσβέννυεν
ἑζόμενοι· καθεζόμενοι
ἕζου· καθέζου, κάθησο
ἐζώγρουν· ζῶντας συνελάμβανον ἐζωμένοι· παρόντες. ἕτοιμοι
ἐζωμένον· ἐζωσμένον ζώνῃ
εῃ· ὑπάρχῃ. τῇ ἰδίᾳ
ἑῆς· ἰδίας
ἕηκεν· ἐπαφῆκεν, προήκατο
ἑήλακεν· ἐλήφθη
εην· ὑπῆρχεν. ἢ ἰδίαν
ἑῆος· ἑαυτοῦ. ἀγαθοῦ. νεανίου προσηνοῦς
ἑῇσιν· ταῖς ἑαυτοῦ
ἔησον· ἔασον
ἐυτής· ἀγαθότης
ἔθα· πάλιν
ἐθάδας· ἐθίμους, συνήθεις
ἐθάδων· ἐθίμων
ἐθαγενής· ἐγχώριος, ἐντόπιος
ἔθαλπον· ἐθέρμαινον
ἐθαμβήθη· ἐξεπλάγη,
ἐθάμβησεν· ἐθαύμασεν, ἐξεπλάγη
ἐθάμιζεν· ἐπύκναζεν
ἐθάς· εἰθισμένος
ἐθάσσατο· ᾠκήσατο. ἐκάθισεν
ἔθεεν· ἔτρεχεν.
ἔθει· φθείρει. ἐρεθίζει. τρέχει
ἔθειρα· κόμη τημελουμένη
ἐθείρῃ· ἐπιμελείας ἀξιώσῃ
ἐθείρῃσιν· θριξὶ τῆς ἐπιμελείας ἀξιουμέναις
ἔθειν· ἐξ ἔθους ἔρχεσθαι
ἐθειρόμενον· κοσμούμενον ἀγαλλόμενον
ἐθέλει· βούλεται. ἐπιθυμεῖ
ἔθελγεν· ἠπάτα. κατεπόνει
ἔθελεν· ἐδύνατο
ἐθελημοί· πρόθυμοι
ἐθελήμως· προθύμως
ἔθελξεν· εἰς μεταβολὴν ἤγαγεν
ἐθελοθρησκείαν· ἐθελοσέβειαν
ἐθελοκάκων· τῶν κακὰ θελόντων
ἐθελοκωφῶν· ἐθελόντως κωφεύων
ἐθελοντάς· τοὺς βουλομένους ἢ χορηγούς
ἐθελοντῆρας· ἐθελουσίους, θέλοντας
ἐθελοντής· ἑκουσίως, αὐτοβουλήτως
ἐθελοπρόξενος· ἑκὼν πρόξενος
ἐθελουργός· ἕτοιμος, Σ ὁ κατὰ θέλησιν ἐργαζόμενος
ἐθελουσίως· ἑκουσίως, παρὰ τὸ θέλειν
ἐθέλω· βούλομαι
ἕθεν· αὐτοῦ, αὐτῆς.
ἐθέμωσεν· ἠνάγκασεν. ἐποίησεν
ἕθεν· ἐγκλινόμενον μὲν αὐτοῦ, αὐτῆς, ὀρθοτονούμενον δὲ ἑαυτοῦ καὶ ἑαυτῆς
ἔθεντο· ἐποίησαν
ἔθεον· ἔτρεχον
ἐθερμάνθη· ἐβαπτίσθη
ἐθερόμην· ἐθερμαινόμην
ἐθέσπισεν· προεῖπεν
ἔθεσαν· ἐποίησαν
ἔθεται· πειρᾶται
ἔθετο· ἐποίησεν
ἔθη· ἀγαθά
ἐθηεύμεθα· ἐθεωροῦμεν
ἐθήσατο· ἐθήλασεν
ἐθηήσαντο· ἐθεάσαντο
ἔθηκεν· ἐποίησεν
ἐθήμων· ἐθῶν. ἢ ἔμπειρος. πρόθυμος. συνήθης
ἐθημοσύνη· συνήθεια Σ
ἔθησεν· ἔψισεν. ἐθήλασεν
ἔθειραι· τρίχες κεκοσμημέναι
ἐθίζει· ἔθος ποιεῖ ...
ἔθλασεν· συνέτριψεν, ἔκλασεν
ἐθλιβόμην· ἐστενοχωρούμην
ἐθμή· ἀτμός, καπνὸς λεπτός, ἀτμή
ἐθμοί· πολλοί. ἑσμοί. πλόκαμοι
ἐθνῖται· οἱ ἐκ τοῦ αὐτοῦ ἔθνους Σ
ἔθνεα· ἔθνη
ἐθόαζεν· ἐκαθέζετο
ἔθοντες· ἐθιζόμενοι
ἐθοινᾶτο· ἤσθιεν. εὐωχεῖτο. ἐτρύφα
ἐθόρνυτο· ὠχεύετο
ἔθορεν· ἐπήδησεν.
ἔθος· συνήθεια
ἐθόωσα· ὤξυνα
ἔθραξεν· ἐτάραξεν. ἔνυξεν. συνέτριψεν
ἔθραυσεν· ἔπαισεν
ἔθρεξεν· ἐπῆλθεν. ἔδραμεν
ἐθρήσκευον· ἑτοίμως ἐσέβοντο
ἐθρίγκωσεν· ἐπεγείσωσε· γεῖσος δέ ἐστι τῶν οἰκοδομημάτων ἡ ἀνωτάτω στεφανίς
ἐθρίς· τομίας. κριός
ἐθρυλίχθη· περιεδρύφθη. ἀπεσύρη
ἐθρύπτοντο· ἐφλυάρουν
ἔθρωσκεν· ἥλλετο, ἐπήδα
ἔθρωσσεν· ἐκινεῖτο
ἐθύειν· ἄγειν
ἔθυζεν· ἔκρουεν
ἔθυιεν· ἐνεμαίνετο. ἔτρεχεν
ἔθυνεν· ἐδίωκεν
ἐθώκατι· εἰώθασιν
ἐθώκισε· κατήρτισεν
ἐθώμιξεν· ἐπέδησεν
ἔθων· πορθῶν. φθείρων. εἰθισμένος. τῷ ἤθει ἀγόμενος, ἢ ἐξ ἔθους παραγινόμενος
ἐθώπευσεν· ἐκολάκευσεν
εἶ· πορεύου
εἶ· ὑπάρχεις
εἰάζων· εἶα ἐπικελεύων. Εὐριπίδης Χρυσίππῳ
εἰαί· ἄλετοι καὶ ἀλέσματα. τῶν ὀσπρίων τὰ ἀποκαθάρματα
εἰακέν· ἀσθενεῖν
εἱαμεναί· τόποι κάθυδροι βοτανώδεις
εἱαμενόν· νήνεμον. κοῖλον.
εἱαμενή· τόπος, ὅπου πόα φύεται ποταμοῦ ἀποβάντος· ἢ ἕλος παραποτάμιον κάθυδρον. ἢ ἀναβολὴ ποταμοῦ φυτὰ ἔχουσα
εἶαρ· αἷμα. ἢ ψυχή
εἰαροπότης· αἱμοπότης ψυχοπότης
ἐΐα· λέγεται δὲ καὶ δισυλλάβως εἶα. Ἐπισκεπτέον δέ, εἰ ταυτόν ἐστιν ἤϊα καὶ ἐΐα· ὅταν γὰρ τὸ η, γίνεται βρῶμα, ὅταν δὲ τὸ ε, οὐ βρώματα, ἀλλʼ ἢ χόρτος, καὶ ἡ παράθεσις
εἱανοῦ· εὐδιαχύτου πέπλου
εἴατο· ἦσαν
εἰαρινῆισιν· ἐαριναῖς
εἴασεν· ἔασεν
εἴασκεν· συνεχώρει
εἵαται· κάθηνται
εἵατο· ἐκαθέζοντο
εἰαγχοῦν· βοῶσαν
εἴβει· δακρύει. στάζει. κλαίει. τήκεται
εἶβε· ἔσταζε. καὶ τὰ ὅμοια
εἰ γάρ· εἴθε γάρ
εἴγε· εἴπερ
εἰ δʼ ἄγε· ἄγε δή.
εἰ δʼ ἄγε δή· ἄγε δή
εἰ δʼ ἄγε νῦν· ἄγε δὴ ἄρτι
εἰδαλίς· ὄρνις ποιός
εἰδαλίμας· καλάς, εὐώψεις. ἐπὶ τοῦ εἴδους εὐμόρφους, εὐπρεπεῖς
εἶδαρ· βρῶμα, σιτίον. ὄφελος
εἴδατι· βρώματι
εἰδύλος· λόγιος
εἰ δὲ ἄγε· ἄγε δή
εἰδεῖ· ἐλαύνει. κυλίει. κλείει. κατέχει. ἢ κάλλει, ἢ μορφῇ
είδειεν· ἐφοβεῖτο. ἠνιᾶτο
εἰδήμων· γνωστικός
εἰδέναι· γνῶναι
εἰ δέον· εἰ πρέπον
εἴδεος· θάλπους, καύματος
εἴδεος ἐνδίοιο· καύματος μεσημβρινοῦ
εἴδεος ἧκε σέλας· μορφῆς ἀφῆκε φῶς
εἴδεται· φαίνεται, δοκεῖ
εἰ δʼ ἐτεόν· εἰ δʼ ἀληθές
εἰ δέ τῳ· εἰ δέ τινι Σ
εἰδεχθές· ἀειδές, αἰσχρὸν τῷ ἰδεῖν, ἤτοι ἄμορφον
εἰδεχθέστατος· μυσαρώτατος, δυσειδέστατος
εἴδη· εἶδος. χρῶμα. σῶμα. ὄψις, πρόσωπον
εἰδηθμός· συστροφή. φυγή
εἰδηλήγε· ἀναμάρτητον
εἰ δὴ ὁμοῦ· εἰ δὴ ἅμα
εἰδημόνως· ἐπιστημόνως
εἴδη παντοία· ἀντὶ τοῦ ὕλη. Αἰολεῖς καὶ Ἴωνες εἴδας τὰς ὕλας λέγουσι
εἴδησις· γνῶσις
εἰ δή τοι· εἰ δή σοι. ἐάν σοι
εἴδιον· νενοτισμένον, ὑγρόν
εἰδίω· ἱδρῶ. ἀγωνιῶ
εἴδωλον· σκιάν
εἰδομένη· ἐοικυῖα, ὡμοιωμένη
εἰδομένην· ὁμοιωθεῖσαν
εἰδόμενος· ἐοικώς, ὁμοιωθείς
εἰδοποιός· ἀναμορφωτής
εἶδος· καῦμα σῶμα. χρῶμα
εἰ δʼ οὖν· εἰ δὲ οὖν
εἰδυίῃ· εἰδυίᾳ, ἐπισταμένῃ
εἰδυίῃσιν· ἐμπείροις, ἐπιστήμοσι, συνεταῖς, ἐπισταμέναις
εἰδώ· φρόνησιν. ὄψιν
εἴδωλον· ὁμοίωμα, εἰκών, σημεῖον χαρακτηριστικὸν σκιοειδές
ειδωμεν· μάθωμεν. θεασώμεθα
εἰδώς· ἔμπειρος, ἐπιστάμενος γνούς
εἴελος· εἴλιγγος
εἶεν· ὑπάρχοιεν ἦσαν ἢ ἄγε δή. καὶ ταῦτα μὲν οὕτως ἢ ἀναφώνησις
εἰ ἐτεόν· εἰ ἀληθές
εἵετο· ἐπεθύμει. ὥρμα
εἴεο· ἐκπολεμιστοῦ νεανίσκου ἀναφώνησις
εἵζει· καθέζεται
εἵζεο· καθέζου
εἴη· γένοιτο, ἔστω
εἴη· ἔστιν ἄφεσις. καὶ ἔξεστιν
εἶθαρ δέ· ταχέως δέ, εὐθέως ἤδη κατʼ εὐθύ, ὀξέως . καὶ χθές
εἰθεῖν· μαθεῖν
εἴθε· ὄφελον. μακάρι. αἴθε. εὐκτικὸν ἐπίῤῥημα
ειθέσθων· ἐπείθοντο
εἰθεῖα· δικαιοσύνη
εἶθʼ οὕτως· μετὰ ταῦτα
εἰθύ· ἐπʼ εὐθείας
εἰθύοντα· ὁρμῶντα
εἰθυνόμενον· ἐπίτονον
εἰθυπτίωνα· ἐπʼ εὐθείας φερόμενον
εἰθύφαλλον· τὸ ἐντεταμένον αἰδοῖον. Δημοσθένης δὲ νεανίσκους τινὰς ἀσελγεῖς τοὺς εἰθυφάλλους εἴρηκεν. Λέγεται δὲ καὶ ποιήματά τινα ἐπὶ τῷ ἱσταμένῳ φαλλῷ ᾀδόμενα
εἶεν· ἐπορεύετο
εἴημι· πορεύομαι
εἰκαδάρχαι· προστάται τινὸς συστήματος
εἰκάδες· μέρη τινὰ φυλῆς
εἰκάζειν· σκώπτειν ἐοικάζειν. τὸ λέγειν· ὅμοιος εἶ τῷδε
εἰκάζομεν· ὁμοιοῦμεν
εἰκαθέοιμεν· παραχωρήσωμεν
εἰκαιοβουλία· ματαιότης
εἰκαιολογία· ματαιολογία
εἰκαιομυθεῖ· ματαιολογεῖ φλυαρεῖ
εἰκαῖον· ἀνωφελές, μάταιον, ἀργόν μωρόν
εἰ καί τις ἄλλος· ὡς οὐδεὶς ἄλλος
εἰκασία· ὁμοιότης
εἴ κε· ἐάν πως
εἶκε· ὑποχώρει, δίδου χώραν
εἴκειν· ὑποχωρεῖν
ἷκεν· ἦλθεν.
εἴκελον· ὅμοιον
ἱκέσθαι· παραγενέσθαι
ἵκετο· ἦλθε, παρεγένετο
εἴκετε· ὑποχωρεῖτε, δότε χώραν
εἰκῆ· μάτην, ὅθεν καὶ εἰκαῖος ὁ μάταιος ἢ ἀκαίρως, ἢ ὡς ἔτυχεν
εἴ κα λῇς· ἐὰν τολμήσῃς
εἰκλεῖ· δειπνεῖ
εἰκλόν· δεῖπνον
εἰκνεῖται· ἄλλος αὐτὸν εἰσφέρει
εἴκοι· ὑποχωρήσοι
εἴκομεν· ὑποχωροῦμεν, ἀναχωροῦμεν
εἰκόνα· χαρακτῆρα, τύπον
εἰκός· τάχα. ἴσως. εὔλογον. ἀκόλουθον ἐνίοτε καὶ σημαίνει τὸ μὴ πάντως ὄν
εἰκοσάβοιον· εἴκοσι βοῶν ἄξιον. εἰκοσαπλοῦν
εἰκὸς ἦν· ἐνεχώρει
εἰκόσι· χαρακτῆρσιν
εἰκοσινήριτʼ ἄποινα· εἰκοσαπλᾶ, πρὸς εἴκοσιν ἐξισούμενα. Ἐρίζειν γὰρ τὸ ἐξισοῦσθαι
εἰκοσόροιο· εἰκοσακώπου
εἰκότα· ὅμοια. πρέποντα ἁρμόζοντα
εἰκοτολογῆσαι· ἐστοχασμένως εἰπεῖν
εἰκότως· πρεπόντως εὐλόγως δικαίως
ἐΐκτην· ὡμοιωμένοι ἦσαν
εἰκούς· εἰκόνας· «εἰκοὺς τῶν ἐγχέλεων». Ἀριστοφάνης τοῦτό φησι, δυσχεραίνων ἐπὶ τῷ ἄλλοις ποιηταῖς ἀφορμὰς παρασχεῖν. ἐν γὰρ Ἱππεῦσί φησιν· «ὅπερ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας»
εἰκυῖα· ἐοικυῖα ὁμοία
εἰκώ, εἰκών· χαρακτήρ. ὄψις
εἴκων· ὑποχωρῶν
εἰκώς· ἐοικώς
εἴλα· ὀσπρίων καλάμη
εἰλαδόν· ἀθρόως. κατὰ συστροφήν
εἰλαπινάζων· εὐωχούμενος
εἰλαπίναι· εὐωχίαι
εἰλαπιναστής· συμπότης, συνευωχητής, ὁμοτράπεζος
εἰλαπίνη· θυσία. ἑορτή. ἀπὸ τοῦ συνειλεῖσθαι εἰς αὐτὴν πλείονας εὐωχία
εἰλαπίνηισιν· εὐωχίαις μεγάλαις
εἶλαρ· ἀλέξημα. βοήθημα. φυλακή. ἀσφάλεια. ἕρκος
εἴλας· ἀγέλας. ἢ πυκνή. ἀγαθή. σκοτεινή
εἰλάτινον· τὸ ἐπὶ τῆς τρόπεως τοῦ ἱστοῦ ἐλάτινον ξύλον
εἵλατο· ἔλαβεν. ἠγάπησεν. ἠθέλησεν
εἷλεν· κατέλαβεν ἐχειρώσατο
εἴλεα· ἄθλια. χαλινοί. δεσμοί. φιμοί. δέραια
Εἰλειθυίας· ἐνίοτε μὲν τὰς θεάς ἐνίοτε δὲ τὰς ὠδῖνας· ὁ ποιητὴς δὲ ἑνικῶς ... Ἥρα ἐν Ἄργει
εἰλέοντες· στρέφοντες
εἰλεός· ἡ τοῦ θηρίου κατάδυσις καὶ στρόφος
εἰλέουσι· συγκλείουσι συνέχουσιν
εἰλεῦνται· συγκλείονται
εἰλεσίας· εἶδος καλάμου
εἰλέτις· βλάσφημος
εἵλετε· ἐπορθήσατε
εἵλετο· ἠνέσχετο ἔλαβεν, ἀφεῖλεν
εἰλέωσι· συγκλείωσι συνέχωσιν
εἰληθερῶν· ἡλιαζόμενος
εἰληθερήσαντες· ἐν ἡλίῳ θαλφθέντες
εἴλη· ἡ τοῦ ἡλίου αὐγή, ἡ θερμασία. ἢ καὶ τὰ ἄχυρα, καὶ τῶν ὀσπρίων ἡ καλάμη.
εἰληθερεῖν· ἐν ἡλίῳ θερμαίνεσθαι· εἴλην γάρ φασι τὴν τοῦ ἡλίου αὐγήν
εἰλήθη· ἐστράφη
εἰληθερούμενος· ἐν ἡλίῳ θερμαινόμενος
εἰλήλουθα· ἦλθον
εἰλήλουθεν· ἐλήλυθεν
εἰλήϊον· ἐν ἡλίῳ θερμανθέν
εἵληθι· ἵλεως γίνου
εἰλημμένον· συλληφθέντα
εἴλην· συστροφήν, πλῆθος
εἵληος εἶ· ἵλεως εἶ
εἴληφεν· ἔλαβεν, ἐδέξατο
Εἰλήθυιαι· αἱ ἐπὶ τῶν τικτουσῶν θεαί
Εἱλήτι· Ζεὺς ἐν Κύπρῳ
εἴληχα· λέλογχα, ἔλαχον, εἴληφα
εἰλιγγιᾶν· σκοτοῦσθαι συστρέφεσθαι
εἰλιγγιῶν· σκοτοδινιῶν
εἴλιγγον· σκότωσιν
εἰλίγγους· σκοτοδινιάσεις
εἰλικρινές· καθαρόν ἄδολον, ἀληθές. φανερόν
εἶλιγξ· σκότωσις. στρόφος
εἱλίξουσι· στρέψουσιν
είλιον· παράφερνον
εἰλίποδας βοῦς· ἐπιθετικῶς τὰς βοῦς, διὰ τὸ ἑλίσσειν τοὺς πόδας κατὰ τὴν πορείαν τὰς αὐτὰς καὶ εἰλίποδας ἕλικας διὰ τὸ οὕτως βαδίζειν λέγουσι
εἰλιπόδεσι· ταῖς βουσί
εἰλιπόδης· ἐν τῇ ἑλιγῇ τοὺς πόδας ἔχων
εἱλίχθη· ἐστράφη
εἵλκετο· ἐτείνετο
εἱλκτής· αἴτιος
εἴλλῃ· εἴργῃ, κωλύῃ
εἰλλόμενον· εἰργόμενον. Αἰσχύλος Βασσάραις
εἰλόμενοι· περιειλούμενοι, συνεστραμμένοι. ἢ συγκεκλεισμένοι. ἢ συνηθροισμένοι
εἰλομένων· συστρεφομένων ἐν πολέμῳ
εἰλούμενος· συστρεφόμενος
εἰλύ· μέλαν
εἰλύει· κοιμᾶται
εἴλυεν· ἐκρύπτετο
εἰλύεται· εἰλεῖται, συστρέφεται. κρύπτεται. κακουργεῖ. τετραποδίζει
Εἰλήθυια· ἐπιτεταγμένη τοκετῷ
εἴλυμα· ἐνείλυμα. περίβλημα. σκέπασμα
εἰλύος· τέλματος
εἰλύς. τὸ πηλῶδες τοῦ ποταμοῦ
εἰλυόμην· ἐκρυπτόμην
εἰλυθμός· ὅλκος. συρμός
εἰλυθέντες· καλυψάμενοι
εἰλύσθαι· ἕλκειν
εἰλυσπᾶσθαι· τὸ παραπλησίως τοῖς ὄφεσι καὶ τοῖς σκώληξιν ἰέναι
εἰλυσπᾶτο· συνεσπᾶτο
εἰλυσπώμενος· εἰλούμενος
εἰλυσπῶνται· περὶ τὸν αὐτὸν τόπον στρέφονται μετὰ καμάτου
εἰλύσσεται· εἰλεῖται
εἰλύσω· ἐν ἰλύϊ κρύψω
εἰλυφᾶι· στρέφει. ζητεῖ. τινάσσει τὴν φλόγα
εἴλυται· καλύπτεται
εἴλυτο· κατεσκεύαστο. κατεκεκάλυπτο
εἰλυφάζει· εἰλεῖ παραγώγως
εἰλυφάζετο· ἑλίσσετο, συνεστρέφετο
εἰλυφόων· εἰς εἴλυσιν ἄγων, ἢ συνειλῶν τὸ φῶς μετὰ συστροφῆς
εἰλυφόων ἄνεμος· συστρέφων ἄνεμος
εἰλυφάζει· συνάγει. ἰχνεύει. συστρέφει
εἰλυφῶνται· συστρέφονται. περιέρχονται
εἰλύω· περιβάλλω
εἱλόμην· ἐδεξάμην
εἰλῶν· συστρέφων
Εἵλωτες· οἱ Λακεδαιμόνιοι δοῦλοι, οἱ παρὰ Λάκωσι δουλεύοντες
εἰμάδες· ποιμένων οἰκίαι
εἱμαρμένη· τὸ πῦρ. ἢ βία, καὶ ἀνάγκη μεμοιραμένη
εἵμασιν· ἱματίοις
εἰ μέμονας· εἰ προθυμῇ
εἰ μέν· ἐὰν μέν
εἰμέν· ὑπάρχομεν. ἐσμέν
εἱμένοι· περικείμενοι. περιβεβλημένοι
εἰ μή· ἐὰν μή
εἰ μή σφας· εἰ μὴ αὐτούς
εἰ μὴ καὶ λαγόνεσι· μή τι δʼ ἂν κατʼ ἀκριβολογίαν
εἴμην· ὄντως ὑπῆρχον ἐγώ
εἶμι· πορεύσομαι
εἰμί· ὑπάρχω
εἴ μιν· εἰ αὐτόν
ἱμείρεται· ἐπιθυμεῖ
ἑίν· ἀντωνυμία. ἐκεῖνον
εἶναι· πεφυκέναι ὑπάρχειν
εἰν ἀγορῇ σθένος ἕξομεν· βουλευσόμεθα δυνατῶς
εἰνάνυχες· ἐπὶ ἐννέα νύκτας
εἴναξ· κάλλος
ἶνας· νεῦρα
εἰνάετες· ἐπʼ ἐννέα ἔτη
εἰν Ἀρίμοις· Ἄριμά τινες τὴν κατακεκαυμένην τῆς Φρυγίας χώραν
εἰνάτιον· λοξόν
εἰνάτερες· αἱ τῶν ἀδελφῶν γυναῖκες αἱ σύννυμφοι
Εἴνατον· τόπος Λυκίας, καὶ Κρήτης
εἴνατος· ἔνατος
εἵνεκεν· ἕνεκεν χάριν
εἰν ἐλεοῖσιν· ἐν τοῖς μαγειρικοῖς τραπεζίοις
ἶνες· νεῦρα
εἰνεσίαι· ἐπιστολαί
εἰνὶ θρόνῳ· ἐν τῷ θρόνῳ
εἰνοδίοις· τοῖς πρὸς τῇ ὁδῷ τὰ οἰκία ἔχουσιν
εἴνοσις· κίνησις
εἰνοσίφυλλον· σύνδενδρον. κινησίφυλλον· ἔνοσις γὰρ ἡ κίνησις· καὶ ἐκ τοῦ παρακολουθοῦντος σύνδενδρος
εἴξαντα· ὑποχωρήσαντα ὑποστρέψαντα
εἶξε δέ· ὑπεχώρησε δέ
εἷο· ἑαυτοῦ.
εἰ οἷά τε· εἰ δυνατά
εἰπάδεον· ἐπικόπτον
εἰπέ· εὑρέ. ἐλθέ
εἰπέμεν· εἰπεῖν
εἴπερ τινές· ὡς ἄλλοι τινές
εἴπερ γάρ· ἐὰν γάρ
εἴπεσκεν· εἶπεν
εἵπετο· ἠκολούθει
εἱπόμην· ἠκολούθουν
εἵποντα· ἀκολουθοῦντα
εἵποντο· ἠκολούθουν
εἶπος· παγίς. καὶ πᾶν βάρος
εἴ ποτέ τοι· εἴ ποτέ σοι
εἴρ· λαῖλαψ
εἶραι· συνάψαι. συῤῥάψαι
Εἰραφιώτης· ὁ Διόνυσος παρὰ τὸ ἐῤῥάφθαι ἐν τῷ μηρῷ τοῦ Διός. καὶ Ἐρίφιος παρὰ Λάκωσιν
εἰράων· ἐκκλησιῶν, παρὰ τὸ εἴρειν ἐν αὐταῖς καὶ λέγειν
εἴργαθεν· διεῖργεν, ἐκώλυεν, ἔφρασσε. διεῖλε, διέκοψεν
εἰργάσατο· ἐποίησεν, ἐπράξατο
εἶργε· κώλυε κάτεχε
εἴργεσθαι· κωλύεσθαι συνέχεσθαι
εἶργμαι· ἠρξάμην
εἱργμός· κώλυσις. δεσμός. σύνσχεσις
εἴρεαι· ἐρωτᾷς
εἴρει· λέγει. σύρει. ἐρεῖ
εἰρέβαδε· εἰς ἔρεβος
εἰρεθύρη· ὀρσοθύρα. ὁ στροφεύς
εἰρεῖς· πνίγεις
εἴρερον· δουλείαν
εἰρεσιώνη· κλάδος ἐλαίας
εἰρεσίας· κωπηλασίας
εἰρεσίη· κωπηλασίη
εἴρεται· ἐρωτᾷ, πυνθάνεται
εἴρετο· ἔλεγεν. ἠρώτα Σ ἐπυνθάνετο
εἰρεῦντα· ἐρωτῶντα
εἰρεῦσαι· λέγουσαι. Εἴρω γὰρ λέγω, οὗ ὁ μέλλων ἐρῶ. Ἡσίοδος ἐν τῇ Θεογονίᾳ
εἰ μή τῳ· εἰ μή τινι
εἴρηκεν· εἶπεν, ἔλεγεν
εἰρημένος· λελεγμένος
εἴρη· ἐρώτησις. φήμη, κληδών
εἰρήδεται· ἐρίζεται
εἰρηναῖον· εἰρηνικόν
εἰρήνη· κόρος τέλος
εἰρηνάζει· κρατεῖ ...
εἰρηνεύσομεν· εἰρηνικῶς διάξομεν
εἰρήσεται· λεχθήσεται
εἰρήσθω· λεγέσθω
εἰρήσομαι· ἐρωτήσω
εἴρητο· ἔλεγε λέλεκτο
εἴρει· λέγει ῥητορεύει
εἴρη· ἡ ἐκ τοῦ ἡλίου γινομένη ταῖς νεφέλαις χρόα, τὸ καλούμενον τόξον
εἷρκται· ἑάλωκε, κωλύεται
εἱρκτή· φυλακή, ἀσφάλεια.
εἱρμός· ἀκολουθία
εἷρξαι· κωλῦσαι. κατακλεῖσαι συγκλεῖσαι
εἰροκόμῳ· ἐριουργῷ Σ
εἰροπόκοις· ἔρια κειρόμενα ἔχουσι· πέκειν γὰρ τὸ ξαίνειν, κείρειν Σ
εἴρομαι· ἐρωτῶ
εἰρόμεναι· ἐρωτῶσαι
εἴροντες· λέγοντες. συνείροντες
εἶρος· ἔριον πτωχός
εἷρπον· ἐπορεύοντο. μετὰ σχολῆς ἐβάδιζον Σ
εἴρηται· ἡτοίμασται
εἰρύαται· ἀνελκυσμέναι ἢ πεφυλαγμέναι εἰσίν
εἰρύατο· εἱλκυσμέναι ἦσαν
εἰρυμέναι· εἱλκυσμέναι
εἴρυντο· ἐφύλασσον
εἰρυόμεθα· φυλάττομεν
εἰρυσαίμεθα· εἱλκύσαιμεν
εἰρύσαο· ἐφύλαξας
εἰρύσασθαι· φυλάξαι
εἴρυσαν· εἵλκυσαν
εἰρύσαιτο· γνοίη καὶ ἐρύσασθαι· γνῶναι
εἴρυσεν· εἵλκυσεν
εἰρύσατο· ἐκώλυσεν. ἐφύλαξεν
εἰρύσαι· ἑλκύσαι
εἴρυσθαι· εἰδέναι· «χαλεπόν σε θεῶν αἰειγενετάων δήνεα εἴρυσθαι» καὶ φυλάξαι
εἰρύσθη· εἱλκύσθη
εἴρων· ὁ ἄλλα μὲν φρονῶν, ἄλλα δὲ λέγων
εἰρωθέντα· κινδυνεύσαντα. σαλεύσαντα
εἴρων· προσποιητός· μὴ ἀληθεύων. ἀργός. ἀλαζών
εἰρωνεία· κολακεία ψευδολογία. ὑπόκρισις. ἀπάτη. χλεύη
εἰρωνεία· ἔστι λόγος ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον δηλῶν, μετά τινος ὑποκρίσεως
εἰς· ἀντὶ μὲν τοῦ πρός· «εἰς Ἀγαμέμνονα» ...
εἰσαγαγόντε· εἰσαγαγόντες. δυϊκῶς
εἰσαγγελία· κατηγορία ἐμφανισμός. μήνυσις
εἰσαγείρατο· ἀνεκτήσατο
εἰσαγηόχασιν· εἰσήνεγκαν
εἰσαγηοχώς· εἰσενεγκών
εἰσαγωγῆς· ἀρχὴ Ἀθήνησι τῶν τὰ ἐγκλήματα εἰσαγόντων
εἰς ἀγρὸν Μάνης· παροιμία, ἐπὶ τῶν εὐχρήστων. ἐμφαίνει γάρ, ὡς ἐν ἀγρῷ χρησίμου μᾶλλον ὄντος τοῦ οἰκέτου
εἰσαγωγικούς· νεαρούς. ἀρχαρίους
εἴσαιτο· δόξειεν ὁμοιοῖτο
εἴσατο· ὡμοιώθη «εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο»
εἰς ἅλα· εἰς τὴν θάλασσαν
εἰσάμενος· ὁμοιωθείς
εἶσαν· συνῆκαν, ἢ ἤδεισαν, ἢ ἐπεγίνωσκον
εἴσαντο· ἔδοξαν. ἐφάνησαν
ἐΐσης· ἐξ ἴσου πᾶσι μεριζομένης
εἴσατο· ἠμφιάσατο εἰσῆλθεν
ἐΐσας φρένας· εὐκράτους, ἀγαθάς ἰσοτοίχους
εἰσαφάσματα· εἰσπτήματα, ἀπὸ τοῦ εἰσαφιέναι. ἢ σπαράγματα. Αἰσχύλος Προμηθεῖ λυομένῳ
εἰσβάλλει· εἰσέρχεται
εἰς βοός· Ἀθήνησιν ἡμέρα οὕτως καλεῖται τοῦ Βοηδρομιῶνος
εἷς βροτός· εἷς ἄνθρωπος
εἰς δέον· οὕτω Περικλῆς τὰ εἰς προδοσίαν χρήματα ἀπεγράφετο
εἰσδύεται· εἰσέρχεται
εἰς Διονύσου· πρὸς Διόνυσον
εἰσδυόμενα· εἰσερχόμενα
εἴσεαι· γνώσῃ. γνῶθι
εἰσδύσῃ· εἰσελεύσει
εἰς ἕ· πρὸς ἑαυτόν
εἰσέθει· εἰσέτρεχεν· θέειν γὰρ τὸ τρέχειν
εἰσίτω· εἰσερχέσθω
εἰσέδρακεν· ἐθεάσατο
εἰσεκώμασεν· εἰσῆλθεν
εἰσελάσων· εἰστρέχειν μέλλων
εἰσελαύνοντα· εἰσερχόμενα
εἰσεμπορεύεσθαι· τὸ εἰς πολεμίους ἐμπορίας χάριν ἀπιέναι
εἰς ἐμφανῶν κατάστασιν· ἣν ἡμεῖς καλοῦμεν ἐμφανείας ἐγγύην
εἰς ἔρερον· εἰς δουλείαν
εἷσεν· ἐκάθισεν ἵδρυσεν
εἰς ἐπίδοσιν· εἰς αὔξησιν
εἰς ἔνην· εἰς τρίτην
εἰς εὐνήν· εἰς κοίτην
εἰσέφρησεν· εἰσήγαγεν
εἰσέφρηκεν· εἰσεπήδησεν. εἰσαφῆκεν
ἐΐσης· εἰς ἴσον ἑκάστῳ μεμερισμένης «δαιτὸς ἐΐσης»
εἰσηγαγέτην· εἰσήγαγον. δυϊκῶς
εἰσηγεῖται· συμβουλεύει. νουθετεῖ
εἰσηγήσασθαι· τὰ αὐτά
εἰσηγήσεως· διδασκαλίας, παραινέσεως
εἰσήγησις· τὰ αὐτά
εἰσηγητήρια· ὅταν ἄρχηται βουλεύειν, ἢ θύειν
εἰσηγητής· διδάσκαλος. παραινέτης. εἰσάκτης. σύμβουλος
εἰσηγοῦμαι· συμβουλεύω, παραινῶ διδάσκω, νουθετῶ
εἰσήλασεν· εἰσῆλθεν
εἰσήλατο· εἰσεπήδησεν
εἰσηλεῖν· εἰσάγειν. εἰσελαύνειν
εἰσηλύσιον· τίμημα εἰσόδου, ἢ τέλος
εἰσήῤῥησεν· εἰσεφθάρη
ἐΐσης· ἰσομοίρου. ἴσης
εἴσηται· παύσηται
εἶσθα· πορεύσῃ, ἢ πορεύου
εἰσθμός· εἴσοδος ὕδατος στενή
εἶσι· πορεύεται ἢ ἔρχεται
εἰσί· τυγχάνουσιν, ὑπάρχουσιν
εἰσίασιν· εἰσέρχονται
εἰσείεις· εἰσήρχου
εἰσίοις· εἰσέλθοις
εἴσιθι· εἴσελθε
εἰσίθμη· εἴσοδος στενή
εἴσιμεν· εἰσερχόμεθα
εἰσίοντο· εἰσήρχοντο
εἰσίουσιν· εἰσέρχονται
εἰσίτω· εἰσελθέτω
εἰς κάλλος γράφειν· τὸ καλλιγραφεῖν. ὅταν δὲ ἁμιλλᾶσθαι
εἰσκεκριμένον· ἐπεισαγόμενον, ἢ ἐπείσακτον
ἐΐσκομεν· εἰκάζομεν
ἐϊσκόμενον· εἰκαζόμενον
ἐΐσκειν· εἰκάζειν, ὁμοιοῦν, δοκεῖν
Εἰσκονιανοί· οἱ Ἐφέσιοι. ὡς Ἀντίμαχος
εἰς κόρακας· εἰς τὸ σκότος
εἰσκρίνει· εἰσχωρίζει. μερίζει
εἰσκρίνοιτο· εἰσφέροιτο. κρίνοιτο
εἰσκυκλεῖσθαι· περιφέρεσθαι
εἰσκυκλήσας· περιελθών
ἐΐσκω· εἰκάζω, ὁμοιῶ
εἰς κόνιν· εἰς γῆν
εἰς λῆξιν· εἰς τελειότητα
εἰς μελίττας ἐκώμασας· παροιμία, ἐπὶ τῶν παρὰ δόξαν ἀθρόως κακουμένων
εἰς νέωτα· εἰς τὸ ἐπιόν
εἰσόδια· πρόσοδοι. ἀναλώματα
εἰς ὁδὸν ὁρμηθείς· ἀντὶ τοῦ μετέωρος πρὸς ἀπόπλουν
εἰσοικίζεται· εἰσφέρει. ἢ εἰσφέρεται. ἢ ἰδιοποιεῖται
εἰσοίσει· εἰσενέγκῃ
εἰσοιχνεῦσιν· εἰσπορεύονται. καὶ ἐνεδρεύουσιν
εἰς ὅ κεν· ἕως ἄν
εἴσομαι· γνώσομαι ὄψομαι. χάσομαι. ἱδρύσομαι. εἰσελεύσομαι
εἰσομένας· γνωσομένας. ὁμοιωθείσας
εισόμενον· ὁδοιποροῦντα
ἔισον· ἀγαθόν
εἴσονται· γνώσονται, μαθήσονται
εἰσορόων· βλέπων
εἰς ὅ τε· ἕως ἄν
εἰς παραβολήν· εἰς γέλωτα
εἰσπεπαικότες· εἰσπεπηδηκότες
εἰσπεποιημένη· ἔξωθεν γεγενημένη
εἰσποιητόν· θετόν νόθον
εἰσπράκτωρ· ἐπαίτης
εἰσπραξάμενος· μεθοδεύσας, ἀπαιτήσας
εἰσπράττει· ἀπαιτεῖ
εἷς ῥα· εἷς δή. περὶ ἑνός
εἰσέω· ἱκετεύω
εἰς τέλος· ἕως γήμῃς
εἷστο· ἐνεδέδυτο
εἰς τὸ ἀπηχές· εἰς χεῖρον ἢ κακόν
εἰσφορά· τέλεσμα
εἰσφρῆναι· εἰσάξαι, ἐνεγκεῖν
εἰσφρήσασθαι· καυχάσασθαι. μετὰ σπουδῆς εἰσενεγκεῖν
εἰσφρήσῃ· εἰσαγάγῃ, εἰσάξῃ
εἰς χάος· εἰς ἀέρα. ἀντὶ τοῦ εἰς ἐρήμωσιν
εἰ σφῶϊν· εἰ ὑμῶν
εἴσω· ἔσω, ἔνδον
εἰς ὦπα· ἄντικρυς, ἢ πρὸς ὄψιν
εἰσωμίλει· ἐκολάκευεν
εἰσωποί· ἐναντίοι, ἢ ἔσωθεν βλεπόμενοι, ἢ ἔνδον τῆς ἐπιφανείας ὄντες· «εἰσωποὶ δʼ ἐγένοντο νεῶν» κατὰ πρόσωπον εἶχον τὰς ναῦς
εἶτα· ἔπειτα, μετὰ ταῦτα
ἰτάκειν ἐληλυθέναι
εἴ τις καὶ πηγή· ἐπὶ τῆς Κλείτης
εἰ τό γε· εἰ τοῦτό γε
εἴ τοι θυμός· ἐάν σου ἡ ψυχή
εἴτω· ἐλθέτω
εἰφθῇ· εἴβηται
εἶχε· κατεῖχε
εἰχέσθην· ἐνείχοντο. ἐθαύμαζον
εἰχόμενος· κατεχόμενος
εἴω· πορεύωμαι
εἴωθεν· ἔθος ἔχει
εἰωθότες· εἰθισμένοι, ἔθος ἔχοντες
εἰωθώς· σύνηθες ἔθος ἔχων
εἵως· ἕως, μέχρι τινός
εἴωσεν· ἀπεώσατο
εἰῶσιν· ἐῶσιν
εἵως· ὅπως, ἵνα, ἐφʼ ὃν χρόνον
ἐκ· καὶ ἀντὶ τοῦ πρό
ἐκάδευον· ἐπένθουν
ἑκάεργον· μακροβόλον, τοξότην
ἑκάεργος· ὁ μακρόθεν εἴργων τοῖς βέλεσιν
ἕκαθεν· μακρόθεν, πόῤῥωθεν
ἐκάκιζον· ᾐτιῶντο, ἐμέμφοντο
ἐκαθίσατο· Ἀττικοί. ὅταν τις ὠνούμενός τι τῶν ὑπὸ κήρυκι πιπρασκομένων, παραχρῆμα αὐτὸ μὴ ἀπάγῃ, ἵνα δὴ κυρία αὐτῷ μένῃ ἡ ὠνή. καὶ ἱδρύσατο
ἐκαίνυτο· ἐνίκα
ἐκάκωσα· κακῶς διέθηκα
ἐκαλαμήσαντο· ἀπεθέρισαν, ἐκ τῆς τοῦ σπόρου καλάμης
Ἑκάλειος Ζεύς· ὃν ἐφʼ Ἑκάλῃ ἱδρύσατο
ἑκαλία· πόῤῥωθεν
ἑκάλιμος· ἱερός, ἀφειμένος
ἐκαλιάξαντο· ἐσκήνωσαν
ἐκάμαξεν· ἔσεισεν
ἐκαμάτευσε· μετὰ κακοπαθείας εἰργάσατο. καὶ ἔφυγεν
ἔκαμεν· ἐπετέλεσεν, ἐποίησεν. ἠῤῥώστησεν. ἀπέθανεν. ἐκοπίασεν
ἐκάμοντο· κατειργάσαντο
ἔκανεν· ἐφόνευσεν
ἑκανόμος· ἀγελαῖος φιμός
ἐκάπυσσεν· ἐξέπνευσεν κάπυς γὰρ τὸ πνεῦμα. καὶ συνέσχεν
ἐκαραδόκουν· ἐκαρτέρουν. ἐπετήρουν
ἐκαρβάνιζεν· ἐβαρβάριζεν· καρβὰν γὰρ ὁ βάρβαρος. τὸ δʼ αὐτὸ καὶ ἐκαρβάνιζεν
ἐκάρδικεν· οὐκ ἂν ἐπάη τὴν καρδίαν
ἐκαρίωσας· ἀπέκτεινας
ἐκάρκαιρεν· ἐπλήθυεν
ἐκάρκαιρον· ψόφον τινὰ ἀπετέλουν
ἐκαρποῦτο· παρεκέρδαινεν
ἐκαρτύνοντο· ὠχυροῦντο
ἐκαρφύνοντο ἐξηραίνοντο
ἐκαρώσαντο· ἐλιποθύμουν
ἑκὰς πόλιος· μακράν, χωρίς, πόῤῥω μακρὰν τῆς πόλεως
ἑκαστάτω· ποῤῥωτάτω, μακροτάτω
ἑκάστοις· ἐνίοις, θατέροις
ἑκάστοτε· ἀεί. παρʼ ἕκαστα
ἑκαστέρω· ποῤῥωτέρω, κεχωρισμένως
ἐκασώρευον· περιεφοίτων, ἐπόρνευον
ἑκάταια· τὰ πρὸ τῶν θυρῶν Ἑκάτης ἀγάλματα. τινὲς δὲ τὰ ἐν τριόδοις
ἑκατεράκις· δίς
ἑκατερεῖν· τὸ πρὸς τὰ ἰσχία πηδᾶν ἑκατέραις ταῖς πτέρναις
ἑκάτερθεν· ἑκατέρωθεν τῶν δύο μερῶν
ἑκάτερον· ἐπὶ δύο μεμερισμένον
ἑκατέρωθεν· ἐξ ὅλων τῶν μερῶν
ἑκάτη· ξύλον ἐν τοῖς φυλακίοις ᾧ τοὺς κακούργους προσδεσμεύοντες ἐμαστίγουν
ἑκατηβελέταο· τοῦ μακροβόλου
ἑκατηβόλος καὶ ἑκηβόλος· ὁ ἕκαθεν βάλλων καὶ ἐπιτυγχάνων. τινὲς δὲ ἐπεὶ ἑκατὸν βέλεσι τὸν ἐν Πυθοῖ δράκοντα ἀνεῖλεν Ἀπόλλων
Ἑκάτης ἄγαλμα· τὰς κύνας οὕτω φασί, διὰ τὸ ἐκφέρεσθαι Ἑκάτῃ κύνας. ἔνιοι δὲ καὶ αὐτὴν κυνοκέφαλον πλάττουσιν
ἑκάτοιο· μακροβόλου
Ἑκατόμβαια· ἑορτὴ ἐν Ἄργει, καὶ ἀγὼν τελούμενος
Ἑκατόμβαιος· ὁ Ἀπόλλων παρὰ Ἀθηναίοις· καὶ Ζεὺς ἐν Γορτύνῃ καὶ παρʼ Ἀρκάσι καὶ Κρησίν
ἑκατόμβας· θυσίας
Ἑκατομβεύς· μὴν παρὰ Λακεδαιμονίοις, ἐν ᾧ τὰ Ὑακίνθια
ἑκατόμβη· θυσία ποτὲ μὲν ἑκατὸν βοῶν, ποτὲ δὲ βοὸς καὶ προβάτου καὶ αἰγός. οἱ δὲ τὴν ἀπὸ παντὸς γένους θυσίαν. ἢ θυσία σύσκιος ἑκατὸν βοῶν, διὰ τὸ ἑκατὸν πόδας ἔχειν
ἑκατόμβοιον· ἑκατὸν βοῶν, ἢ πολλοῦ ἄξιον
ἑκατόμπεδον· τὸ θέατρον. ἢ ἑκατὸν ποδῶν
ἑκατόνζυγος· ἑκατὸν καθέδρας ἔχουσα
Ἑκατοννήσους· αἱ περὶ Λέσβον
ἑκατονκάρανοι· ἑκατὸν αἱ ἐπιζήμιον πρασσόμεναι
ἑκατόνπεδος· νεὼς ἐν τῇ Ἀκροπόλει τῇ Παρθένῳ κατασκευασθεὶς ὑπὸ Ἀθηναίων, μείζων τοῦ ἐμπρησθέντος ὑπὸ τῶν Περσῶν ποσὶ πεντήκοντα
ἑκατόνπολιν· ἑκατὸν πόλεις ἔχουσαν
ἑκατὸν πόλεων πρυλέεσσʼ ἀραρυῖαν· ἤτοι ἑκατὸν πόλεων ἔχουσαν ἄνδρας ἀριστέας ἐντετορνευμένους· ἢ ἑκατὸν πόλεων ὁπλίταις πεζοῖς ἱκανὴν ἐφαρμόσαι
ἑκατόνσεμνον· πολύ. μέγα
ἑκατόνχειρον· κυρίως κατὰ τὸ μυθικόν· ἢ ἑκατόμπηχυν, διὰ τὸ μέγεθος· ἢ ἑκατὸν χεῖρας ἔχοντα
ἑκατοστύς· ὡς χιλιοστύς. συγγένεια
ἔκαχεν· ὑπήντησεν
ἐκβαβάξαι· ἐκσαλεῦσαι. Σοφοκλῆς Ἀντηνορίδαις
Ἐκβατηρία· Ἄρτεμις ἐν Σίφνῳ
Ἐκβατάνων· πόλις
ἐκβακχεύει· ἐκταράσσει. ἢ ἀσέμνως ἑορτάζει
ἔκβασις· πέρας τινὸς ὑποθέσεως. ἢ ἐκβλάστησις
ἐκβεβόλβισται· ἐξώρυκται ἠφάνισται, ἀπὸ τῶν βόλβων
ἐκ βελέων· ἐκ τῶν βελῶν
ἐκβῆναι ὄρος καὶ ποταμὸν διαβῆναι
ἐκβήσεται· προβήσεται.
ἐκβιβάζει· ἀνύει. δοκιμάζει
ἐκβιούζει· θρηνεῖ μετὰ κραυγῆς
ἐκβλίσαι· ἐκθλῖψαι, ἐκπιέσαι· βλίζειν γὰρ τὰ κηρία ἐκθλίβειν
ἐκβλιστέος· ἐκθλιπτέος
ἐκβολάς· γῆ χωστή
ἐκβολβίσαι· ἐκ ῥιζῶν ἀνασπάσαι
ἐκβολὴ σίτου· ὁ σπόρος
ἐκβολὴ λόγου· παράβασις, μετάβασις
ἐκβασιλίζεται· εἰς βασιλέως ἔθη τρέπεται
ἐκβόσκεται· διεσθίει, ἐκβιβρώσκει
ἐκβρασθείη· ἐκβληθείη, ἀποῤῥιφείη
ἐκβρασμός· ἔκζεσις ταραχή, θόρυβος ταραγμός
ἐκγεγάμεν· ἐκγεγεννῆσθαι
ἐκγελοιώσαιμι· ἐκχλευάσαιμι
ἔκγονα· τέκνα τέκνων
ἐκγρυτεύσῃ· ἐξερευνήσῃ
ἐκδαβῇ· ἐκκαυθῇ. Λάκωνες
ἐκ δʼ ἄγαγε· ἐξήγαγε δέ
ἐκ δʼ ἄγαγε πρὸ φόωσδε· προεξήγαγε δὲ εἰς τὸ φῶς τὸν ἀλιτόμηνον
ἐκ δʼ αἴνυτο· ἀφῃρεῖτο δέ
ἐκ δʼ ἔβαν· ἐξέβησαν
ἐκδεδασύνθαι· τὸ σῶμα δασὺ γεγονέναι
ἐκδειματοῦντες· ἐκφοβοῦντες
ἐκδείρεται· ἐκδερματοῦται
ἐκ δʼ ἕλον· ἐξέδωκαν
ἐκ δεμνίων· ἐκ τῶν στρωμάτων
ἔκδεξαι· ἀνάμεινον
ἐκδέχεται· προσδοκᾷ, περιμένει
ἐκ δὲ Χρυσηῒς νηός· ἐξέβη δὲ τῆς νηὸς καὶ ἡ Χρυσηΐς
ἐκδέψηται· ἐκμαστιγώσηται
ἐκ δὲ Καρδίης· Καρδία πόλις ἐν Χεῤῥονήσῳ. ὠνομάσθη δὲ ἀπὸ τοῦ ἁρπάσαι κόρακα καρδίαν ἀπὸ θυσίας καὶ κομίσαι εἰς τὸν τόπον, ἔνθα ἡ πόλις ἐκτίσθη
ἐκ δʼ ἦλθεν· ἐξῆλθεν
ἔκδηλος· φανερός ἢ ὑπερέχων
ἐκδημεῖ· ἀποδημεῖ ἀναχωρεῖ
ἐκδιαιτηθῆναι· διαστραφῆναι
ἐκδιᾶν· σπᾶν. καὶ κέραμον συντετριμμένον ...
ἐκδιάστρα· κλῶσμα. ὁ στήμων
ἔκδικεν· ἐξέβαλεν
ἐκδίκησις· ἀνταπόδοσις
ἐκδίδως· προδίδως
ἐκ Διὸς ὕδατα· τὰ ὄμβρια
ἐκδόται· προδόται, ἀποδόται
ἔκδοτος· προδεδομένος ἀποδεδομένος
ἐκδούπησαν· ἐβρόντησαν
ἐκδοχή· προσδοκία
ἕκδραχμον· ἑξάδραχμον
ἐκδύειν· ἐξελθεῖν
ἐκδύετον· ἐξέδυσαν. δυϊκῶς
ἐκδύνει· ἐξέρχεται
ἐκ δυοῖν· ἐκ δύο
ἐκδύον· καλόν. κομψόν
ἐκ δυοῖν τρία βλέπεις· τοῦτο ἐλέγετο ἐπὶ τῶν διὰ γῆρας ἢ ἄλλο τι πάθος οὐκ ὀξυδορκούντων οὐδὲ εἰλικρινεῖς ἐχόντων τὰς αἰσθήσεις
ἐκδύς· ἐξελθών ἐκδυσάμενος
ἐκ δʼ ὦσε· ἐξέωσε δέ
ἐκέασεν· ἔσχισεν
ἐκέδασεν· διεσκόρπισεν
ἐκεῖ· μακράν, πόῤῥω
ἐκείνω· ἐκεῖνοι. δυϊκῶς
ἔκειρον· ἤσθιον, ἀνήλισκον
ἐκέκαστο· ἐνίκα. ἐδοξάζετο. ἐκεκόσμητο
ἐκεκεύθει· εἶχεν. ἀπέκρυπτεν
Ἐκελαοί· οἱ Ἀττικοί
ἐκέλευσεν· ἠνάγκαζεν. ἔλεγεν
ἐκέκλετο· τὸ αὐτό
ἐκέλησεν· ἐκέλευσεν
ἐκέλσαμεν· ὡρμίσαμεν
ἔκελσε· κατέλαβεν
ἐκενώθησαν· ἐρημώθησαν μετεβλήθησαν
ἐκένωσεν· ἐρήμωσεν
ἐκεράϊζον· ἀπώλλυον
ἔκερσεν· ἔκειρεν. ἔτεμεν, ἔκοψεν
ἐκερτόμεον· ἠρέθιζον
ἐκεύθανον· ἔκρυπτον
ἐκεχειρία· ἀργία ἀνάπαυσις, ἀνοχή φιλία τῶν ποτε ἐχθρῶν
ἐκεχάνδει· ἐκεχωρήκει
ἐκέχειρον· τὸ ἀργύριον
ἔκηα· κατέκαυσα
ἑκηβολίαι· προέσεις τῶν βελῶν, μακροβολίαι. εὐστοχίαι
ἑκηβόλος· τοξότης, μακροβόλος, εὔστοχος
ἔκηδεν· ἀπώλλυεν
ἐκήθεον· ἐβοήθουν
ἑκηλία· φιλοτησία, εἰρήνη
ἕκηλος· ἥσυχος πρᾷος
ἐκηριώθη· ἐσκοτώθη. ἐπτοήθη. ἐθανατώθη. ἄμεινον δὲ ὠχρίασεν
ἕκητι· ἕνεκα. ἢ χωρίς
ἔκθαμβος· ἔκπληκτος
ἐκθειάσαι· ἐπαινέσαι.
ἐκθέβεν· ἐκτρέχειν
ἔκθεσις· ὀφειλὴ παλαιά νομοθεσία πρόσταξις, δόγμα
ἔκθεσμοι· παράνομοι ἄδικοι, ἄνομοι
ἔκθετα· ἐκριπτόμενα
ἐκθηριοῖ· μισεῖν ποιεῖ. διεγείρει
ἔκθορεν· ἐξεπήδησεν
ἐκθορνύμενος· ἐκπηδῶν
ἐκθοράψει· ἐκδιώξει. ἀπὸ τοῦ ἐκθορεῖν
ἐκθορεῖν· ἐκπηδῆσαι, ἐκδραμεῖν
ἐκθορών· ἐκπηδῶν ἐκπηδήσας
ἐκθόοντας· ἐξερχομένους
ἐκθρώσκει· ἐκπηδᾷ
ἐκθύει· ἐκζεῖ. ἐξεμεῖ
ἐκθύεσθαι· ἐξιλάσκεσθαι
ἐκθύματα· ἐξανθήματα
ἐκθύμενος· ταχύς
ἐκ θυμοῦ πεσέειν· μισηθήσεσθαι, μὴ εἶναι ἀρεστόν. ἐκπεσεῖν τῆς ψυχῆς
ἐκθύμως· προθύμως κατὰ ψυχήν
ἐκθύωσιν· ἐκζέωσιν. ἐκπίπτωσιν
ἐκίαθεν· ἐπορεύετο
ἐκίγχανεν· ἐτύγχανεν, κατελάμβανεν, εὗρεν
ἐκίδνατο· διεσκορπίζετο, ἐσκεδάννυτο
ἐκίνδαψεν· ἔψηλεν
ἐκινδάψασεν· ὑπέψηλεν, ἀπὸ κινδαψοῦ, ὅπερ ἐστὶν ὄργανον κιθαριστήριον ποιόν, κινδαψός
ἔκιον· ἐπορεύοντο
ἐκίσσησεν· ἐγέννησεν
ἐκίχανεν· ἔλαβεν, εὗρεν
ἐκιχήσατο· κατέλαβεν
ἑκκαιδεκάδωρα· ἑκκαίδεκα παλαιστῶν· δῶρον γὰρ παλαιστή
ἐκκακοῦμεν· ἀμελοῦμεν ἀκηδιῶμεν
ἐκκακή· ὧδε
ἐκκαλάξαι· κλῖναι τὸ ἱστίον
ἐκκαλεῖται· προκαλεῖται
ἐκκαλύπτων· φανεροποιῶν
ἐκκανάξειν· ἐκκενώσειν, ἀπὸ τοῦ κανοῦ. θορυβήσειν
ἐκκαπηλεύειν· δολοῦν
ἐκκαυλῆσαι· ἐπιδοῦναι
ἐκκαχρύσω· ἐκκοκκίσω. ἐκτινάξω, ἢ συντρίψω. οἱ δὲ κρῖμνα
ἐκκέας· ἐκκαύσας
ἐκκεκελλήρικεν· ἐκκέκληκεν
ἐκκεκηριωμένη· ἐκπεπληγμένη, ἔξω τῆς ψυχῆς γεγονυῖα
ἐκκεκολαμμένα· γεγλυμμένα
ἐκκεκομμένος· ὁ διὰ τοῦ κυβεύειν τὰ αὑτοῦ ἀπολέσας, ὅπερ νῦν ἐκκεκοττισμένος φαμέν. ἢ ὁ ἀποκεχωρισμένος
ἐκκεκονίσθαι· τὸ εἰς κονίαν ἀναλελύσθαι
ἐκκεκρικώς· ἐκκεχωρικώς
ἐκκεκώπηται· ἐξήρτηται. Σοφοκλῆς Συλλόγῳ
ἐκ κευθμῶν· τῶν κοίλων τόπων
ἐκεχειρία· ἄνεσις. ἀργία. συνθήκη. ἀνοχὴ πολέμου εἰρήνη
ἐκκέκυφεν· ἀνωρθώθη
ἐκκεχιλωμένη· ἐψυγμένη. ἐκκεχερσευμένη
ἐκκεχοιριλωμένη· οὐ Χοιρίλου οὖσα. Ἐκφαντίδῃ γὰρ τῷ κωμικῷ Χοιρίλος θεράπων ἦν, ὃς συνεποιεῖτο κωμῳδίας
ἐκκήρυκτον· ἀπόβλητον
ἐκκλέπτει· ἐκπορεύεται
ἐκκλησία· σύνοδος, συναγωγή πανήγυρις
ἔκκλητοι δίκαι· αἱ ἐπὶ ξένης λεγόμεναι, καὶ οὐκ ἐν τῇ πόλει
ἐκ κλίμακος· τοῖς πύκταις, ὁπότε χρονοτριβοῖεν, κλῖμαξ ἐτίθετο, ὑπὲρ τοῦ μένειν ἐπὶ τῆς αὐτῆς χώρας
ἐκκολλαβήσαντα· ἐκλακέντα. ἐκφρονήσαντα
ἐκ κολεοῖο· ἐκ τῆς ξιφοθήκης
ἐκκομιδή· ἐκφορά
ἐκκομίσαι· ἐξελάσαι
ἐκκομίζονται· ἐκτρέφονται
ἐκκομοδεύειν· τὸ ἐν ἰπνῷ φρύγειν. καὶ καθόλου τὸ φρύγειν
ἐκ κόπων· ἐκ τῶν ἀδικιῶν
ἐκ κόρυθος· ἐκ τῆς περικεφαλαίας
ἐκκοροῦσι· φθείρουσιν, ἐκκαλλύνουσιν
ἐκκοχύζειν· ἐκκοιτίζειν
ἐκκόψαι· πορθῆσαι
ἐκκύλιστοι· στέφανοι μεγάλοι, ἁδροί
ἐκκραγεῖν· ἐκβοῆσαι
ἐκκρινεῖ· χωριεῖ
ἐκκρίνεται· ἐκρίπτεται. ἐκρέει
ἔκκρισις· ἔκρευσις ἱδρώς. οὖρον. κόπρον ἢ τὸ φέρεσθαί τινα διὰ τῶν ἄνω καὶ κάτω
ἔκκριτον· ἐπίλεκτον προκεκριμένον Σ
ἐκκρούει· ἐκβάλλει
ἔκκριτος· ὁ ἐκλελεγμένος
ἐκκύεις· ἐρεθίζεις. ἐπισείεις
ἐκκυκλεῖ· ἐκκαλύπτει
ἔκκυνοι· νόσημά τι κυνῶν
ἐκκονεῖ· ἐγχωρεῖ
ἔκλαγξαν· ἄναρθρον ἐβόησαν, ἤχησαν ποιὸν ἦχον ἀπετέλεσαν ἀετοῦ τρόπον ἐβόησαν
ἐκλακτισμός· σχῆμα χορικὸν ὀρχήσεως σύντονον
ἐκλαμβανέτην· ἐλάμβανον. δυϊκῶς
ἐκ λάρνακος· νόθος
ἐκλαχών· διαλαχών
ἐκλεανθείης· ἐκτριβείης
ἐκλείποντα· δύνοντα
ἐκλέλαθον· ἐξελάθοντο
ἐκλείψει· ὑστερήσει ἀπολεῖται
ἐκλέλαθον· ἐπιλαθέσθαι ἐποίησαν
ἐκλελαπτημένον· ἐκπεπονημένον
ἐκλελυγισμένος· ἐξεστραμμένος
ἔκλεο· κλέος εἶχες
ἐκ λεχέων· ἐκ τῆς κοίτης
ἐκλέψαι· ἐκλεπίσαι
ἔκλεψε· παρελογίσατο ἠπάτησεν
ἐκληδονίζετο· ἐμαντεύετο ἀπὸ ἀκοῆς τὰς μαντείας δεχόμενος
ἐκ Λημνίης· ἐκ τῆς Λήμνου
ἐκληροδότει· ...
ἐκλήτευσεν· ἐκάλεσεν
ἐκλειᾶναι· λεπτῦναι
ἐκλίθης· ἐτράπης
ἔκλιναν· εἰς φυγὴν ἐτράπησαν
ἐκλίνθη· κατεκλίνθη
ἐκλιπαρεῖ· λίαν παρακαλεῖ
ἔκλιπεν· ἐξέλιπεν. ἐμειώθη
ἐκλιχάζει· ἐξορμᾶν ποιεῖ. ἐκσοβεῖ
ἐκλογῆ· κάλαθον. Λάκωνες
ἐκλογιστίαν· ἀρίθμησιν
ἔκλογον· μεταξὺ λόγων διήγησιν. Αἰσχύλος Σαλαμινίαις
ἐκλόνεον· ἔφθειρον
ἐκλονεῖτο· ἐταράσσετο· κλόνος γὰρ ἡ ταραχή
ἐκλούηται· ἐκνίπτηται
ἔκλυε· ἐπήκουε. καὶ ἔκλυες, ἔκλυον ὁμοίως
ἔκλυρον· χλωρόν. δίυγρον, ἢ νοτερόν, ἔνικμον, ὑγρόν
ε κλυτός· ἔνδοξος, τίμιος
ἐλύτρωσον· κάλυψον
ἐκλωπίζει· λωποδυτεῖ
ἐκλωτίζεται· ἐξανθίζεται. Ἀχαιὸς Οἰδίποδι
ἐκμαγεῖον· ἐκτύπωμα. ὑπογραμμός. σφραγίς
ἐκμαγεῖσαι· ἐκτυπωθεῖσαι
ἐκμαγειωθείς· ἐξομοιωθείς
ἐκμάσσει· ἀποσπογγίζει
ἐκ μελάθρων· ἐξ οἴκων
ἐκμελής· ἀνάρμοστος, ἄτακτος ἄρυθμος
ἐκ Μελίτης μαστιγίας· Ἀριστοφάνης ἐν Βατράχοις ὑπήλλαξεν ἀντὶ τοῦ φάναι ἐκ Μελίτης Ἡρακλῆς· μετημφίεσται γὰρ τὴν Ἡράκλειον στολήν. Καλεῖται δὲ ὁ ἐν Μελίτῃ Ἡρακλῆς Ἀλεξίκακος
ἔκμελος· ἀδύναμος
ἐκμεταιωροῦνται· μετεωρίζονται
ἐκμαρτυρία· ἡ τοῦ ἀπόντος μαρτυρία
ἔκμισθοι· οἱ μισθὸν μὴ λαμβάνοντες
ἐκμήνιεν· ὠργίζετο
ἐκμηχανῶμαι· κατασκευάζομαι
ἐκμηχανώμενος· κατασκευάζων
ἐκμειλίσσεσθαι· καταπραΰνειν
ἐκμειλιχθείς· ἐξημερωθείς
ἐκμιμούμενος· ὁμοιούμενος
ἔκμολε· ἐξῆλθεν
ἐκμυζᾶι· ἐκπιέζει.
ἐκμυζηθείς· ἐκπιεσθείς ἐκθηλασθείς
ἐκμυκτηρισμός· χλευασμός
ἐκ νέας· ἐξ ἀρχῆς
ἐκνῆναι· ἐξαπατῆσαι
ἐκνεύσας· ἐκκολυμβήσας
ἐκνενεμήκασι· παραδεδώκασιν
ἐκνενέμηται· ἐξῆλθεν ἐξῆκται
ἐκνεφίας· ἀπὸ νεφελῶν τις ἄνεμος, ἢ ὄμβρων βροχὴ ἀπὸ νεφῶν
ἐκνημοῦντο· ἐφθείροντο
ἔκνιψις· ἀπόσμηξις. κάθαρσις
ἐκνόμιον· διακριτόν
ἐκνομίως· καλῶς μεγάλως
ἔκνοον· ἔκνουν, ἀνόητον
ἐκνοσηλεῦσαι· ἀναῤῥῶσαι ἐκ νόσου, ἀναληψόμεθα
ἐκνοσφίσαι· ἐκβαλεῖν
ἐκοάθη· ἐπενοήθη. ἐφωράθη
ἐκοᾶμεν· ἠκούσαμεν, ἐπυθόμεθα
ἐκοδομεύετο· ἐφρύγετο. ἰπνεύετο
ἐκοινοβουλεῖτο· ἐκοινοῦτο
ἐκολῴα· ἐθορύβει ἠτάκτει
ἐκολλόπωσε· συνήρμοσε κόλλῃ. καὶ γὰρ ἡ κόλλα ἀπὸ τῶν κολλόπων. ἔστι δὲ τὰ νωτιαῖα μέρη τῶν βοῶν, ἐξ ὧν γίνονται οἱ κόλλοπες. καὶ ᾧ ἐπιτείνουσιν τὰς χορδάς, κόλλοπα ἔλεγον, διὰ τὸ δερματίνοις τὸ παλαιὸν χρῆσθαι. Ἀχαιὸς Ἴριδι
ἐκοοῦμεν· εἴδομεν. εὕρομεν. ᾐσθόμεθα
ἐκόμισεν· ἔλαβεν. ἐπιμελῶς ἔθρεψεν
ἐκοπίσθη· ἠπατήθη. εἰς ὅρκον διεψεύσθη
ἐκονδύλιζον· ἔτυπτον κονδύλοις ἤγουν δακτύλοις
ἐκονίετο· ἐπεσπάσατο κόνιν, ἢ ἐν κόνι ἔκαμνεν
ἐκόνιον· ἤνυον.
ἑκόντε· δυϊκῶς. βουλόμενοι
ἑκοντήν· θελήσει. ἑκουσίως
ἑκοντί· ἐθελοντί
ἐκόπασεν· ἐπαύσατο
ἐκορέσσατο· ἐκορέσθη. ἐπληρώθη
ἐκορθύετο· ὑψοῦτο. ἐκορυφοῦτο
ἐκορίζετο· ὑπεκορίζετο. παρὰ τὸν παῖδα, ὃν κοῦρόν φασιν
ἐκορυβάντιζεν· τοῖς Κορύβασιν ἐτελεῖτο
ἐκορυπτίας· ἐγαυρίας
ἑκουσιάζεται· προαιρεῖται προσφέρει
ἑκούσιον· θελούσῃ διανοίᾳ
ἐκπάγλως· ἐκπληκτικῶς. ἐξόχως μεγάλως, θαυμαστῶς ἔξοχα
ἔκπαγλον ἐπεύξατο· ἐκπληκτικὸν ἐκαυχήσατο
ἔκπαγλον· θαυμαστόν
ἐκπαγλεῖσθαι· θαυμάζειν
ἐκπαγλότατε· θαυμαστότατε. ἐκπληκτικώτατε
ἔκπαγλα· θαυμαστά. μεγάλα, ἔξοχα, περιττά
ἐκπαθές· ἀπόπληκτον
ἐκπάλαιστος· ἄνανδρος
ἔκπαλαι· δεινά. ὑπερήφανα
ἐκ παλαχῆς· ἐξ ἀρχῆς
ἐκπαλές· ἔξαρθρον
ἐκπάλη· ἐχωρίσθη. ἀπέστη. ἐξέπεσεν
ἐκπαλήσαντες· ἐκπεσόντες
ἐκπαλλακίδιοι· οἱ νόθοι
ἔκπαμον· ἀκλήρωτον
ἔκπαλιν κοτεῖν· ἐναντιολογεῖν
ἐκπλαγότητα· ἐξαισιότητα
ἐκ παραβολῆς· ἐκ παρακινδυνεύματος
ἐκ παραλλήλου· ἐξ ἰσότητος. ἐξ ὁμοίου
ἐκ παραλίας· ἐκ παραθαλασσίας
ἐκ πασέων· ἐκ πασῶν
ἐκπάτιον· τὸ ἔξω πάτου
ἐκ πάτου· ἐκποδών
ἐκπάτιον· ἀνόμοιον
ἔκπαυμα· ἀνάπαυμα
ἐκπεκτουμένη· κτενιζομένη. καὶ τίλλουσα
ἐκ πεδίου· ἐκ τοῦ ἡπλωμένου χωρίου καταστρέψαντας
ἐκπέλει· ἔξεστιν
ἐκπελλεύει· ἐξωθεῖ
ἐκπεπαταγμένος· ἐκπεπληγμένος. ἔκφρων
ἐκπεπολέμωται· ἐχθραίνει
ἐκπεπότημαι· ἐκπέπληγμαι
ἐκπερδικίσαι· τὸ διολισθῆσαι καὶ διαδρᾶναι, ἀπὸ τῶν περδίκων μεταφορικῶς· πανοῦργον γὰρ τὸ ζῷον, καὶ διαδιδρᾶσκον τοὺς θηρῶντας
ἐκ περινοίας· ἐξ ἐπινοίας
ἐκ περιουσίας· ἐκ πλήθους ἐκ τοῦ ὑπερέχοντος
ἐκ περιτροπῆς· ἐξ ἀποστροφῆς. ἐκ νίκης
ἐκπέρσαι· ἐκπορθῆσαι ἑλεῖν, λαβεῖν
ἐκπέρσαντα· ἐκπορθήσαντα
ἐκπέρσωσιν· ἐκπορθήσωσιν
ἔκπεσον· ἐξέπεσον
ἐκπετρίδδην· παχύνειν ἱμάτιον. Λάκωνες
ἐκπεφανωμένος· ἀπόπληκτος
ἐκπεφάνωται· ἀπο...
ἐκπεφύκασι· βεβλαστήκασι, γεγένηνται
ἐκπηνιεῖται· ἐκμηρύσεται
ἐκ πῖαρ· λιπαρόν
ἐκπιμπλάναι· ἀποπληροῦν
ἐκπίνειν· προπίνειν
ἐκπαιφάσσειν· ἐνθουσιᾶν. ἐξορμᾶν
ἐκπλαγείς· θαυμάσας
ἐκπλαγούμεναι· ἐκπληττόμεναι. μαινόμεναι
ἔκπλαστο· ἐξεπήδησεν
ἐκπλήωρον· ἐκπεπληρωκυῖαν ἑαυτήν
ἐκπλήγνυσθαι· ἐκπλήττεσθαι φόβῳ
ἔκπληξις· ἐκφόβησις
ἐκπλήξειν· ἐκπλαγῆναι ποιήσειν, ἐκφοβήσειν
ἐκπλήσσει· ἐκφοβεῖ, ἐκπλήττει
ἐκπλίσσοιτο· διάγοιτο
ἔκπλυτον· τὸ παρά τισιν ἐξίτηλον καὶ ἀμαυρὸν βάμμα
ἐκποδών· ἐκ μέσου ... ἐξαλείφεσθαι
ἐκποίητος· ὁ ἐκδοθεὶς ἑτέρῳ εἰσποιήσασθαι υἱός
ἐκποκιῶ· ἐκτιλῶ
ἐκπολιορκεῖ· ἐκπορθεῖ, καταπολεμεῖ πόλιν
ἐκ πολίων· ἐκ τῶν πόλεων
ἔκπομα· φιάλη, ποτήριον
ἐκπομπή· ἀποστολή
ἐκπολεμῶσαι· πολεμοποιῆσαι
ἐκπορθεῖ· αἰχμαλωτεύει
ἐκπορποῦσθαι· φιβλοῦσθαι
ἐκπορίσαι· ἐκλαβεῖν. ἐξανύσαι
ἐκπρεπέα· ἐκπρεπῆ, ὡραῖον, περικαλλῆ
ἐκπρεπές· ὡραῖον. παρὰ τὸ λίαν πρέπον
ἐκπρεπῶς· ἐκδήλως
ἔκπρησιν· ἐκπύρωσιν
ἐκπρίου· ἀγόρασον. ἐλευθέρωσον
ἔκπροθον· ἐκ παλαιοῦ
ἐκπροθορών· ὁρμήσας
ἐκπτήσονται· ἐκπετασθήσονται
ἐκπύστων· φανερῶν. ἢ πολλοῖς ἀκουστῶν
ἐκπωλεύεσθαι· προγυμνάζεσθαι
ἐκπώματα· ἀγγεῖά τινα, ἢ ποτήρια
ἐκραίαινεν· ἐπλήρου, ἐτελείου
ἐκραταίωσεν· ἐδυνάμωσεν
ἐκρατύναντο· ἐκραταίωσαν
ἐκρατυνάσθην· ἐκράτυναν. δυϊκῶς.
ἔκραινων· ἐτίμων
ἐκρᾳστωνῆσαι· εὐχερῆ ἀποφῆναι
ἐκρατηρίχθημεν· ἐμεθύσθημεν
ἐκ ῥεθέων· ἐκ τῶν μελῶν
ἐκρήμνισαν· ἐκρέμασαν, κατεπόντισαν
ἐκρήξω· ἀνοίξω
ἐκρήσσων· ἐγρηγορῶν. φυσῶν
ἐκρίθη· ὡρίσθη
ἐκρίνατο· ἐπελέξατο. ἠρίθμησεν
ἔκρινεν· ἐξελέξατο. ἐδίκασεν
ἐκρόαινον· ἐπεθύμουν
ἐκροιήν· ἔκρυσιν
ἔκρουεν· ἤσθιεν
ἐκρούσω· ἐπεκρούσω
ἐκρυῆναι· παύσασθαι. παρὰ τὸ ὕδωρ τὸ ἐκρέον
ἐκσεσοβημένοι· ἐκτεταραγμένοι
ἐκσιφωνισθείη· διασκορπισθείη
ἔκσκευα· τὰ παρεπόμενα πρόσωπα ἐπὶ σκηνῆς
ἐκ σπείρης· ἐκ τάγματος. ἐκ νουμέρου
ἔκστασιν· ὕπνον. φόβον
ἐκστέψας· ὅλον γυμνώσας, ἐκκενώσας
ἐκστύψῃς· ἐκκαύσῃς
ἐκ σῶν· ἐκ τῶν σῶν
ἐκταθῆναι· ἁπλωθῆναι
ἐκταδίην· μεγάλην, ὥστε διπλῇ χρῆσθαι
ἑκταῖον· αἱ δέκα κοτύλαι
ἑκταίους· τοὺς ἐκ χοινίκων ἕξ
ἐκτάμνῃσιν· ἐκτέμνει
ἐκτονθορύζω· τρέμω
ἔκταν· ἔκτειναν
ἔκταλος· ἀκάνθης εἶδος
ἐκταρβούμενον· ἐπτοημένον
ἐκτάσσοντα· χαράσσοντα, γράφοντα
ἐκτεθηλυσμένον· ἐκτετηκός
ἐκτεθηλυσμένοι· μαλακισθέντες. κεκοπιακότες. ἢ ὡς θήλειαι γενόμενοι
ἐκτεθυμμένα· ἐκτετυφωμένα
ἐκτεθύμμεθα· ἐκτετυφώμεθα
ἐκτείνας· ἁπλώσας, τανύσας
ἐκτελέουσιν· ἐπιτελοῦσιν
ἐκτείνεται· ἁπλοῦται
ἐκτείνου· ἁπλώθητι
ἔκ τε κονίης· ἐκ τῆς κόνεως
ἐκτενεῖ· ἐπιμελεῖ
ἐκτενές· διατεταμένον
ἐκτένεια· ἅπλωσις
ἐκτενίᾳ· συνεχῶς ποιεῖν τὸ αὐτό
ἐκτενῶς· προθύμως. ἢ διατεταμένως
ἑκτέον· ληπτέον
ἔκτεμπροι· προσμένοντες
ἐκτεταμένως· ἁπλωμένως
ἐκτετάφρευτο· ἐξώρυκτο
ἐκτετεικότας· ἀποπληρώσαντας. καταβαλόντας
ἐκτετραμμένος· ἀπεστραμμένος
ἐκτετρυχωμένους· καταπεπονημένους. ἐκνενευρισμένους
ἐκ τεφρωδέων· ἐκ τεφροειδῶν
ἑκτήμοροι· οἱ ἕκτῳ μέρει τὴν γῆν γεωργοῦντες
ἐκ τῆς ὀσφύος· ἐκ τοῦ σπέρματος
ἕκτη, τρίτη, τετάρτη· νομίσματα ἀργυρίου καὶ χρυσίου καὶ χαλκοῦ
ἑκτικῶς· σχετικῶς. ἢ κατὰ ἕξιν· ἕξις δέ ἐστι δυσμετακίνητος τρόπος, ἤτοι διάθεσις
ἐκτῖλαι· ἐκτινάξαι
ἐκτιλωμένοι· συνηθισμένοι, συνήθεις. ὁμοίως
ἔκτιμα· τὰ ἐπιτεταμένα τῇ τιμῇ
ἐκ τιμημάτων· τίμημα διανέμησις τῆς πολιτείας. Διῄρητο γὰρ ἡ πολιτεία κατὰ Σόλωνα εἰς τέσσαρα· Πεντακοσιομεδίμνων ...
ἐκτινάξαι· ἀποκινήσαι
ἐκτινύς· ἀποδιδοὺς τιμωρίας
ἔκτισαν· ᾤκισαν. κατεσκεύασαν
ἐκτίσει· ἀποδώσει
ἐκτίσων· ἀποδώσων. ἀποδώσας
ἐκτιστής· ἀποδότης
ἐκ τοῖο· ἐκ τούτου
ἔκτοθι· ἐκτός, ἔξωθεν
ἐκ τόκων· ἐκ τοκετῶν
ἐκτολυπεύσας· τελειώσας
ἐκτομαδία· εἶδος δόρατος
ἐκτομάς· περικεφαλαία, ἧς οἱ ὀφθαλμοὶ διαλάμπουσιν
ἐκτομεύς· τομεύς, τμητής
ἐκτομίας· εὐνοῦχος σπάδων
ἔκτομον· ἐλλέβορος. καὶ ἄτμητος λιβανωτός
ἔκ τʼ ὀνόμαζε· καὶ ἔλεγεν. ἐπείθετο
ἔκτοπα· ξένα
ἐκτροπάν· ἔξοδον
ἔκτοπον· χαλεπόν. ξένον
ἐκτοπώτατον· ἐξεστραμμένον
ἐκτόπως· ὑπερβολικῶς, μεγάλως ἀπρεπῶς
Ἑκτόρειοι κόμαι· ὡς Δαύνιοι καὶ Πευκέτιοι, ἔχοντες τὸν ἀπʼ Ἰλίου τοῖς ὤμοις περικεχυμένην τρίχα
Ἑκτόρεον δέ· τὸν δὲ τοῦ Ἕκτορος
ἐκ τορμῶν· ἀπὸ τοῦ καμπτῆρος, ἢ τοῦ σύμπαντος δρόμου
ἐκτορμεῖν· ἐκτετράφθαι τοῦ δρόμου
ἐκ τόρμης· ἐκ μύθου. ἐκ τοῦ καθήκοντος δρόμου
ἕκτορες· πάσσαλοι ἐν ῥυμῷ. Σαπφὼ δὲ τὸν Δία. Λεωνίδης τὸν κροκύφαντον
ἐκτός· δίχα, πάρεξ, ἢ ἔξω
ἔκτοσθεν· ἔξωθεν
ἐκ τοῦ δή· ἐξ ἐκείνου τοῦ χρόνου
ἐκ τοὔμπαλιν· ἐκ τοῦ ἐναντίου
ἐκ τοῦ παραχρῆμα· ἐκ τοῦ αὐτομάτου
ἐκτραγῳδεῖ· ἀποιμώζει, ἀποθρηνεῖ
ἐκτραχηλισθῆναι· ἐκπεσεῖν τῶν ἵππων
ἐκτρέπειν· ἀποστρέφειν ὕδωρ
ἐκτριβῆναι· ἀφανισθῆναι φθαρῆναι
ἐκτριβαί· τριβαί. χωρισμοί. προφάσεις
ἐκ τρίτης· λόγος ...
ἐκ τριτημόρου· ἐκ τεσσάρων ἡμιεκτέων
ἐκτροπαί· τρίβοι. προφάσεις. χωρισμοί. καὶ ὀφθαλμῶν τι πάθος
ἐκ τροφωλέων· σποδοειδῶν
ἐκτρόχαλον· ἔκτροχον
ἐκτρυπῆσαι· ἐξελθεῖν λεληθότως· τρυπῆσαι δὲ τὸ παρελθεῖν
ἐκτρύχωσον· ἔκτριψον
ἐκτρυχωθείς· φθαρείς
ἔκτρωμα· παιδίον νεκρὸν ἄωρον ἐκβολὴ γυναικός
ἐκτυφῆναι· ἐκτυφωθῆναι
ἐκ τύμβοιο θορών· ἐκπηδήσας μεγάλως ἐκ τοῦ τάφου, καὶ τῆς γαστρός
ἔκτυπε· ἐβρόντα
ἐκτύπωμα· ὁμοίωμα
ἐκτυπώτερον· κυριώτερον. φανερώτερον
ἐκυΐσκετο· ἐν γαστρὶ ἐλάμβανεν
ἐκυκᾶτο· ἐταράσσετο
ἐκύκων· ἐτάραττον
ἐκύπταζον· ἐκπλήρωτον. ἔκυπτον. ἠλογήθην
ἑκυρέ· πενθερέ
ἑκυρός· ἀνδρὸς πατήρ. πενθερός
ἑκυρά· ἡ μήτηρ τοῦ ἀνδρός. πενθερά
ἐκύρησα· εὗρον. ἔτυχον, ἐπέτυχον
ἔκυρσαν· τὸ αὐτό
ἐκύρωσαν· ἐβεβαίωσαν
ἔκυσεν· ἐφίλησεν
ἔκυψεν· ἀπήγξατο
ἐκφᾶναι· φανερῶσαι
ἐκφαίνει· δηλοῖ, φανεροποιεῖ
ἐκφάνδην· φανερῶς ἢ ἐξειπεῖν φανερῶς
ἔκφαντον· φανερόν
ἐκφανίζεται· μηνύεται
ἔκφαντα· πρόδηλα
ἐκφατνίσματα· τὰ ἐκβαλλόμενα, ὅτε καθαίρωσι τὰς φάτνας
ἔκφανσις· ἀπόδειξις
ἔκφερεν· ἐξέφερεν
ἐκφαντορίας· θεολογίας, θεοφανείας
ἐκφοινίξαι· ἀναχρῶσαι
ἐκφοράν· ἔξοδον. ταφήν. ἐκ τοῦ ἐπὶ μνῆμα ἐκφέρεσθαι
ἔκφρητε· ἄφετε ἔξω
ἐκφροντίζων· βουλευόμενος
ἐκφόρια· καρπούς
ἐκφορεῖ· σπανίζει ὑπάρχοντα
ἔκφρασις· ἐπιμυθία. λόγος ἐναργής
ἐκ φρυαγμοῦ· ἐξ ἐπαρμοῦ
ἔκφρων· ἐκτὸς φρενῶν. μωρός
ἐκφυλάσαι· ἐκσπάσαι
ἔκφυλον· τὸ μὴ συγγενές. ἀλλόφυλον
ἐκφῦναι· ἐκβλαστῆσαι γεννηθῆναι
ἐκ φυράματος· ἐκ σπέρματος
ἔκφυσις· βλάστησις ἔντερον ὃ ἔνιοι πυλωρός
ἐκφυσήματα· πέτραι ὑπερέχουσαι τῆς γῆς
ἐκφοιτᾷ· ἐξέρχεται
ἐκχαρεών· μαγειρεῖον
ἐκχαυνῶν· μεταίρων
ἔκχεον· ἔκχυσον
ἐκχέων· περιχέων
ἐκχοίρηξες· ἐκχοιρηλωμένοι. Λάκωνες
ἐκχυθήσεται· ἁπλωθήσεται
ἐκχυμωθῆναι· ἐκπυῆσαι
ἐκχύτριζε· ἔκβαλλε
ἐκχυμώματα· αἱ πυώδεις συλλογαί
ἔκχωνε· ἔκκλινε. Λάκωνες
ἐκ χώρης· ἐκ τῆς χώρας, ἐκ τοῦ τόπου
ἐκψύχουσι· λιποθυμοῦσιν
ἐκωδωνίζοντο· περιβόητοι ἐγένοντο
ἐκωδώνισεν· ἐδοκίμασεν
ἐκωθωνίζοντο· εἰς τὰ μεγάλα ἔπινον, ἐμεθύσκοντο, ἐχόρευον
ἐκωμῴδησεν· διέπαιζεν. διεθρύλησεν
ἑκών· θέλων, βουλόμενος
ἐκώνη· ἔστρεφεν
ἔλα· ἥλιος, αὐγή, καῦμα. Λάκωνες. βάδιζε. λέγε
ἐλάαν· ἐλαύνειν
ἐλάεως· ἀμπέλου εἶδος
ἐλάζετο· ἐκαλινδεῖτο
ἐλαθερές· ἡλιοθαλπές
ἐλαθρά· ἐλαφρά. ἢ ἐν ἐλαίῳ ἑφθά
Ἐλαιοῦς· Διὸς ἱερὸν ἐν Κύπρῳ
ἐλαία· δίφρου Κυρηναϊκοῦ μέρος
ἐλαίανεν· ἐλέπτυνεν
ἐλαιάεσσα νηδύς· Σοφοκλῆς Ὀδυσσεῖ ἀκανθοπλῆγι· ἤτοι λαιάεσσα ἀντὶ τοῦ σκαιά, ἀγρία, ἢ ἀπὸ τοῦ ληΐζεσθαι πάντα ληϊζομένη καὶ κατεσθίουσα, ἢ ἀπὸ τοῦ ἐλαίου λιπαρά
ἐλαΐζων· ἐλαιόχρους
ἐλαιοῦται θρίξ· Σοφοκλῆς Τρωΐλῳ. Ἀρίσταρχος ῥυπαίνεται, βέλτιον δὲ λαμπρύνεται
ἐλαιωτῷ· ἐλαιοβαφεῖ
ἐλαιότρυγον· ἀμόργη
Ἐλαιοῦς· ἐν Κύπρῳ ὁ Ζεύς
ἐλαιοχύτας· περιραινόμενος
ἐλαιός· φαρμακεύς, παρὰ Ῥοδίοις
ἐλαΐς· αἰγίλωψ
ἔλακεν· ἐφθέγξατο
ἔλακεν· ἐψόφησεν
ἐλάμαν· ὑπέρθυρον
ἐλάμ· ὀδός
ἔλανος· ἰκτῖνος
ἐλαναψεῖν· ἐλαύνειν
ἐλαπάχθη· συνεστάλη
ελάπεδον· τέμενος
εἰλαπίνῃσιν· ἑορταῖς
ἔλαρ· βοήθεια
ἐλάραι· τὰ ἐν τῷ αὐλῷ τῶν δοράτων ἁρμοζόμενα
ἐλάργει· ἔλαβεν, ἐπόρησεν. καθεῖλεν
ἐλάσαι· φθάσαι πατάξαι. διῶξαι. ὀρύξαι. ποιῆσαι. ἀγαγεῖν
ἐλάσασκεν· ἐνέπληττεν
ἔλασε· ἐκ χειρὸς ἔτρωσεν ἔσκαψεν ἔπληξεν
ἐλασθαίνομεν· ἠκολασταίνομεν
ἐλασία· δίωξις
ἐλασίβροντα· ἐλαυνόμενα ὡς αἱ βρονταί· ἐπεὶ δοκεῖ ὄχημα τοῦ Διὸς ἡ βροντὴ εἶναι
ἔλασκεν· ἐκάλεσεν
ἔλασμα· ὑπέρπυρον
Ἐλαμῖται· Πάρθοι
ἐλασμίη· συρμαία
ἔλα πόδʼ ὧ· ἔνρυθμον ...
ἔλασεν· διέτεμεν
ἔλασεν· ἤλασεν. ἐπέρασεν
ἐλάσσω· μικρόν, ἥττονα
ἐλάσωσιν· διώξωσι διάγωσιν
ἐλάστρει· ἐδίωκεν. ἐκυνήγει. ἤλαυνεν
ἐλαστριῶν· διαγινώσκων
ἐλάστρεον· ἤλαυνον
ἐλαστροῦται· ἐλαύνεται διώκεται
ἐλᾶται· ἡλιοῦται
ἐλάτη· λαχάνου εἶδος καὶ κώπη «ξεστῇς ἐλάτῃσιν» καὶ αὐτὸ τὸ δένδρον, ἀφʼ οὗ ἡ κώπη. καὶ πόλις τῆς Φωκίδος μεγίστη. καὶ τοῦ φοίνικος ἡ πρώτη ἔκφυσις
ἐλατήρ· τὸ πλατὺ πόπανον, ἀπὸ τοῦ ἐληλάσθαι εἰς μέγεθος, ἢ πέμμα. καὶ ἡνίοχος
ἐλατήριον· φάρμακον καθαρτικόν
Ἐλάτης· ὁ Ποσειδῶν, ἐν Ἀθήναις
ἐλάτῃσι· κώπαις, ὅτι ἐξ ἐλατίνων ξύλων
ἐλάτη· εἶδος δένδρου
ἐλατικαὶ κύνες· θηρατικαί
ἐλατόν· ἔλασιν. ἢ ἐληλασμένον
ἔλατρα· πέμματα πρὸς θυσίαν πλασσόμενα
ἐλατράβιζον· τὸ βωμολοχεύειν καὶ πανουργεῖν λατραβίζειν ἔλεγον.
ἐλάστρευον· ἐδίωκον
ἐλατρεύς· ὁ τρίτην πύρωσιν ἔχων τοῦ σιδήρου, παρὰ τοῖς μεταλλεῦσιν
ἔλατρον· Εὐκράτης ἐν Ῥοδιακοῖς ἔνδυμα, κατάζωσμα
ἔλαττον· μικρόν, ἧσσον, ἧττον
ἐλαττούμενον· λειπόμενον
ἐλάττωσις· σμικρότης
ἐλαύνει· ποιεῖ. παραβάλλει
ἐλαύνετον· μακρὸν ποιεῖτε. ἐμποιεῖτε. κινεῖτε
ἐλαύνοντες· διώκοντες. τύπτοντες
εἰρεσίαν· κωπηλασίαν
ἐλαύνωσιν· θερίζωσιν «ὄγμον ἐλαύνωσιν», ἐλάσαι γὰρ τὸ ἐκ χειρὸς πλῆξαι
ἐλαφίαι· οἱ τῶν ἐλάφων ἀστράγαλοι
ἐλαφίνης· νεβρός
ἐλάφιον· κώνειον
ἐλαφηβόλος· κυνηγός. ἀπὸ εἴδους ἑνὸς τῶν κυνηγουμένων
ἐλαφοβοσκός· εἶδος βοτάνης
ἐλαφογενές· τῆς ἐλάφου ὁ μυελός
ἔλαφον κεραόν· ἄῤῥενα. ὁ γὰρ ἄῤῥην ἔχει κέρατα
ἔλαφος· νεβρός
ἐλάφου πηρίς· οὗτος δοκεῖ βρωθεὶς πρὸς συνουσίαν ἁρμόζειν
ἐλαφρά· τὰ μὴ βαρέα. ἢ κοῦφα
ἐλαφρία· μωρία
ἐλαφρία· κουφότης
ἐλαφρίζων· παρασκευαζόμενος ῥᾳδίως
Ἐλαφρός· εὐβάστακτος κοῦφος ἢ Ζεὺς ἐν Κρήτῃ
ἐλάχαινεν· ἔσκαπτεν. ὡμάλιζεν· ἀφʼ οὗ καὶ τὸ λάχανον. ἢ τὸ μεγάλως χαῖνον
ἐλάχεια· μικρά. ἢ βαθύγειος, καὶ εὔγειος
ἐλαχία· ἐδάρη. Κρῆτες
ἐλάχιστος· μικρὸς πάνυ, ὕστερος, ἔσχατος
ἔλαχον· ἐκληρωσάμην ἐκληρώσαντο
ἐλαχύν· εὐτελῆ. ἢ μικρόν
ἔλαψα· διέφθειρα. Κύπριοι
ἔλδεται· ἐπιθυμεῖ
ἔλδομαι· ἐπιθυμῶ. θέλω
ἔλδωρ· ἐπιθυμία
ἕλε· λάβε. κατάσχες. ἢ ἔλαβεν
ἐλεά· κάνεα, πλέγματα.
ἐλέαγνος· φυτὸν θαμνῶδες
ἐλεαίρει· οἰκτείρει, ἐλεεῖ
ἐλεαίρεις· ἐλεεῖς, οἰκτείρεις
ἐλεᾶς· ὀρνέου εἶδος
Ἐλεαλή· Θεοῦ ἀνάβασις, ἐν ὑπερηφανείᾳ
Ἐλεάτης· κατὰ μὲν Ἀπολλώνιον Ἐλεατικός, ἀπὸ πόλεως Ἐλέας, διὰ τὸ Φωκαέων εἶναι τοὺς Ἐλεάτας ἀποίκους
ἐλλέβορον· δηλητήριον φάρμακον ἤτοι βρῶμα
ἐλεγεινή· χαλεπή
ἐλεγεῖα· τὰ ἐπιτάφια ποιήματα
ἐλεγεῖαι· εὐμέλειαι
ἐλέγξει· βασανίσει. ἐτάσει
ἐλεγκτά· ἐπονείδιστα, ἐλέγχου ἄξια, εὐεξέλεγκτα
ἐλέγξεις· ὀνείδει περιβαλεῖς ἢ ἐλέγχῳ
ἔλεγξις· ὀνείδισις ἀτιμία, ὕβρις
ἐλεγχέες· ἐπονείδιστοι
ἐλεγχέμεν· ἐλέγχειν
ἐλεγχές· αἰσχρόν
ἐλεγχθεῖσαι· αἰσχυνθεῖσαι
ἐλεγχείη· ὄνειδος, μέμψις, αἰσχύνη
ἐλέγχιστος· ἐπονείδιστος, αἴσχιστος
ἔλεγοι· μῦθοι. ᾠδαί, θρῆνοι ἔνθεν καὶ ἐλεγεῖα τὰ ἐπιτάφια ποιήματα
ἐλεεῖ· οἰκτείρει
ἐλεεινά· οἰκτρά. οἰκτρῶς, ἐλεεινῶς
ἐλεεινοί· ταλαίπωροι
ἐλεδώνη· ὁ πολύπους
ἑλεῖν· λαβεῖν ἀνελεῖν
ε λεϊστή· ληπτή
Ἐλεήμων· ἐν Κύπρῳ καὶ Καρχηδονίᾳ Ἀφροδίτη
ἐλέηρεν· ἠλέησεν
ἐλεθαινομένη· ἀκολασταίνουσα
ἐλεία ἢ ἔλα· ἡ τοῦ ἡλίου αὐγή. ἢ πόμα. ἢ ὕδωρ ἅλας ἔχον καὶ εἶδός τι μέλους. καὶ Ἥρα ἐν Κύπρῳ. καὶ Ἄρτεμις ἐν Μεσσήνῃ
ἐλείη· ἀγρία νόσος
ἑλειθερεῖ· εὐδίᾳ
ἑλειθερεῖς· ἐν ἡλίῳ τιθέμενοι, ἢ θερμοί
ἑλειογενές· ὄρυζα
ἑλειόριζον· κύπειρος
ἐλειός· εἶδος ἱέρακος
ἐλειούς· Ἀρίσταρχός φησι γίνεσθαι ἐν τοῖς φρυγάνοις ὡς σαύρας. ὁ δὲ Καλλίστρατος σκωληκοειδές τι, ᾧ χρήσασθαι εἰς δέλεαρ τοὺς ἁλιεῖς· εἶναι δὲ ἐν ταῖς δρυσίν. οὐκ εὖ .. ἔστι γὰρ ζῷον τετράπουν ὁ ἐλειὸς καλούμενος μῦς, ὁ σκίουρος
ἐλελεῦ· ἐπιφώνημα πολεμικόν. οἱ δὲ προαναφώνησις παιανισμοῦ. τίθησι δὲ αὐτὸ Αἰσχύλος ἐπὶ σχετλιασμοῦ ἐν Προμηθεῖ δεσμώτῃ
ἐλελιζομένη· σειομένη
ἐλέλικτο· συνέστραπτο
ἐλελιξάμενος· σείσας. ἐπιστραφείς συστρέψας
ἐλέλιξεν· διέσεισεν ἐκίνησεν ἐκράδανεν. συστραφῆναι ἐποίησεν
ἐλελίστροφε· εὔστροφε. ὁλόστροφε
ἐλελίσφακος· πόα τις ὁμοία δικτάμῳ
ἐλελιχθέντες· συστραφέντες. συναχθέντες
ἐλελίχθημα· σεισμόν
ἐλελιχθῆναι· συστραφῆναι, μεταβάλλεσθαι
ἐλελίχθησαν· μεταβαλλόμενοι συνεστράφησαν
ἕλεν· ἔλαβεν. ἀφεῖλεν. ἐνίκησεν
Ἑλένεια· ἑορτὴ ἀγομένη ὑπὸ Λακώνων
ἑλένιον· βοτάνη τις, ἥν φασιν Ἑλένην σπεῖραι πρὸς τοὺς ὄφεις, ὅπως βοσκόμενοι ἀναιρεθῶσιν
ἑλένη· λαμπάς, δετή
ἑλένιος· ἀγγεῖον, χωροῦν τέταρτον
ἑλινοί· κλήματα τῶν ἀμπέλων
ἐλεητύν· ἔλειον
ἐλεξάτην· ἐκοιμήθησαν. δυϊκῶς
ἐλέξατο· ἐκοιμήθη
ἔλεξεν· εἶπεν. ἠρίθμησεν. κατέκλινεν. ἐπέλεξεν
ἐλέξω· διελογίσω
ἐλεόθρεπτον· τὸ ἐν ἕλει τραφέν, ἢ ἑλοτρεφές
ἐλεοῖσι· μαγειρικοῖς τραπεζίοις. καὶ οἱ μὲν δασύνουσιν, ἵνα ᾖ τοῖς ἐκ λύγων πεπλεγμένοις τῶν ἐξ ἕλους ληφθέντων· οἱ δὲ ψιλοῦσιν, ἐξ ἐλαΐνων εἶναι ξύλων τὰς τραπέζας λέγοντες
ἐλεόν· μαγειρικὴ τράπεζα ἴκριον, κανοῦν
ελεος· οἶκτος ἢ ἕλους, συνδένδρου τόπου, ἢ καθύδρου
ἐλέποκες· ἰχθὺς ὅμοιος φυκίδι
ἑλεπόδιον· εἶδός τι βάναυσος
ἑλεπόλεις· μηχανήματα, οἱ κριοί ἢ οἱαδήποτε διʼ ὧν αἱ πόλεις καθαιροῦνται παρὰ δὲ Κρησὶ τὰ τῶν πλοίων ὄργανα
ἐλέπουν· οἷον ἐλέπιζον τύπτων καὶ μαστιγῶν
ἑλέσθαι· θέλειν. λαβεῖν
ἕλεσθε· λάβεσθε παρασκευάσασθε
ἐλέταιον· ἔπαιον, ἐπάτασσον
ἑλετή· ληπτή αἱρετή
ἑλέτην· εἷλον, ἔλαβον. ἀπέκτειναν. δυϊκῶς
ἕλετο· ἔλαβεν ἀφείλετο
ἐλεύθεραι αἶγες ἀρότρων· τοῦτο παροιμιωδῶς ἐλέγετο ἐπί τινος ἀπολελυμένου
ἐλεύθερον ἦμαρ· τὴν ἐλευθερίαν. περιφραστικῶς
Ἐλευθέριος Ζεύς· τὸν Μῆδον ἐκφυγόντες ἱδρύσαντο τὸν Ἐλευθέριον Δία. τοῦτον δὲ ἔνιοι καὶ Σωτῆρά φασι. τιμᾶται δὲ καὶ ἐν Συρακούσαις καὶ παρὰ Ταραντίνοις καὶ ἐν Πλαταιαῖς καὶ ἐν Καρίᾳ ὁ Ἐλευθέριος Ζεύς
ἐλευθέριον ὕδωρ· ἐν Ἄργει ἀπὸ τῆς Κυνάδρας πίνουσι κρήνης οἱ ἐλευθερούμενοι τῶν οἰκετῶν, διὰ τὸ καὶ τὸν Κέρβερον κύνα ταύτῃ διαδρᾶναι καὶ ἐλευθερωθῆναι
Ἐλευθερεύς· Διόνυσος ἐν Ἀθήναις, καὶ ἐν Ἐλευθεραῖς
ἐλευθεροστομῶ· παῤῥησιάζομαι
ἐλεύσεως· ἀφίξεως
ἐλεύθω· ἔρχομαι. Εἰλείθυια
Ἐλευσίνια· ἀγὼν θυμελικὸς ἀγόμενος Δήμητρι παρὰ Λάκωσιν. καὶ ἐν Σικελίᾳ τιμᾶται Ἄρτεμις, καὶ Ζεὺς Ἐλευσίνιος παρʼ Ἴωσιν
ἐλευσίω· οἴσω
ἐλεύσομαι· ἔρχομαι, ἐπανέλθω
ἐλεφαίρειν· ἀπατᾶν
ἐλεφαίροντα· ἐξαπατῶντα. βλάπτοντα. ἀδικοῦντα
ἐλεφαίρεται· βλάπτει. ἀδικεῖ
ἐλεφαντίασις· εἶδος λέπρας
ἐλεφάντινα· τὸ ἐλεφάντινον ὀστοῦν· «ὡς δʼ ὅτε τις ἐλέφαντα γυνή» . οἱ δὲ λευκὰ ἔρια. καὶ ῥυτὸν τρεῖς χόας χωροῦν. ἔνιοι δὲ καὶ τοὺς ὀδόντας. καὶ τὸ σωματικὸν πάθος
ἐλεφάντινα· λευκά
ἐλεφῆραι· ἀπατῆσαι
ἐλεφηρέα· ἢ βάψαν. ἢ βλέφαρα
ἐλεφηράμενος· βλάψας διαψευσάμενος
ἐλέγχει· ψηλαφᾷ
ἐλέχθη· ἠριθμήθη
ἐλεγχόμην· ἐξηλεγχόμην
ἐλευσέαν· τὴν βρυωνίαν
ἔλεψεν· ἐλέπισεν
Ἐλεών· πόλις τῆς Βοιωτίας καὶ θάμνος. καὶ ὄφις, ὃν ἔνιοι σκυτάλην καλοῦσιν
ἐλεώτερον· ἐλεεινότερον
ἕλη· σύνδενδροι τόποι
ἐληΐζοντο· διηρπάζοντο
ἐλήισατο· ᾐχμαλώτευσεν. διήρπασεν, ἀφείλατο ἐλῄστευσεν
ἐληΐσθη· ἐλῃστεύθη
ἐληλακότες· διαπεράσαντες, ὁδεύσαντες
ἐληλαμένον· ἠλασμένον
ἐλήλατο· ἢ ἥρμοστο. ἢ πεπερόνητο
ἐλήλαται· συνέχεται πεπερόνηται
ἔληξαν· ἐπαύσαντο
ἕληται· πορθήσεται
ἐλθέμεν· ἐλθεῖν
ἐλθέτως· ἀντὶ τοῦ ἐλθέ. Σαλαμίνιοι
ἔλθητον· ἔλθητε. δυϊκῶς
ἐλθοῦσα· ἀπελθοῦσα
ἐλιάνθη· ἐχλιάνθη
ἐλίασεν· ἐτίναξεν
ἐλιάσθη· ἐκλίθη, ἐστράφη, ἔφυγεν. ὤλετο. ἔπεσεν. ἀπεχωρίσθη
ἑλίβοτρυς· ἄμπελός τις μέλαινα
ἔλιγεν· ὤλισθεν
ἐλίγαινον· ὀξὺ ἀνεβόων
Ἐλυφεύς· Διόνυσος ἐν Σάμῳ
ἑλίγματα· ψέλλια
ἐλιγρόν· ὑγρόν
Ἐλιεύς· Ζεὺς ἐν Θήβαις
ἕλικα· κύκλον ἐνώτια. ἢ δακτύλιοι. ἢ τὰ περὶ τοὺς καρποὺς ψέλλια
ἕλικας· ἑλικοκεράτους ἐπικαμπῆ τὰ κέρατα ἔχοντας
ἕλικες· τῆς ἀμπέλου τὰ κληματώδη. ἢ ἐνώτια. ἢ ψέλλια ἢ δακτύλιοι ἢ ἑλίγματα
Ἑλίκη· πόλις Βοιωτίας ἐν ᾗ Ποσειδῶν τιμᾶται καὶ ἡ ἰτέα. τινὲς καὶ σπέρμα τοῦ ὑοσκυάμου
ἑλικηδόν· κυκλοειδὴς στροφή
ἕλικι· κλήματι ἀμπέλου
ἑλικοβλέφαρος· καλλιβλέφαρος
ἑλικοειδῶς· κυκλοειδῶς
ἕλικας βοῦς· ἤτοι ἀπὸ τῶν κεράτων, ἢ ἀπὸ τῶν ποδῶν ἑλικοειδεῖς. ἑλικὸν γὰρ τὸ συνεστραμμένον
ἑλικοί· οἱ ἀσφοδελοί
ἑλικόν· ὀρθόν. καὶ μέλαν περιφερές
ἕλικος βοὸς ἀμφὶ φονῆισι· περὶ βοὸς φόνοις ἐκκειμένης
ἑλικτά· στρεβλά, σκαμβά
Ἑλικώνιον ἀμφὶ ἄνακτα· ...
ἑλίκωπας· εὐοφθάλμους
ἑλίκωπες· οὐλότριχες
ἑλικώπιδα· εὐόφθαλμον εὐειδῆ
ἑλικτῆρες· ἐνώτια
ἑλικτοτέρας· πολυπλόκους
ἑλίκων ἀπὸ χειρός· νημάτων φερομένων ἐν τῷ ἀτράκτῳ
Ἑλικώνια μουσεῖα· ὡς ἐπὶ τὴν γῆν
ἑλίκωπας πλοκάμους· ἀντὶ τοῦ ἑλικούς
ἑλίκωπες· μελανόφθαλμοι. ἢ ἑλικοὶ κατὰ πρόσοψιν, ἀνακεκλασμένα ἔχοντες τὰ βλέφαρα. ἢ περιφερεῖς τὰ πρόσωπα
ἑλικῶπι· εὐοφθάλμῳ
ἐλίμαρ· κέγχρῳ ὅμοιον ἢ μελίνῃ ὑπὸ Λακώνων
ἐλινύειν· σχολάζειν, λήγειν, ὀκνεῖν, ἀναπαύεσθαι, στραγγεύεσθαι, ἢ διατρίβειν
Ἐλινύμενος· Ζεὺς ἐν Κυρήνῃ
ἐλινύων· ἀναπαυόμενος
ἕλιξ· νέος κλάδος μέλας. καὶ ὁ αἰγίλωψ. καὶ ἡ κατάγραφος καὶ ἡ ἀναγλυφὴ παρὰ τοῖς ἀρχιτέκτοσι. καὶ ψέλιον. καὶ τοῦ ὠτὸς ἡ περιοχή. καὶ δεσμός τις. ἢ τύλιγμα. ἢ παράκλησις
ἑλιξάμενος· ἐπιστραφείς
ἑλίξας· πλέξας. κάμψας, στρέψας
ἑλιξόκερως· στρεβλόκερως
ἐλίπανας· ἤλειψας. ἐφαίδρυνας πλουσίαν ἐποίησας
ἐλιπάρει· ἠξίου, ἐκολάκευε, παρεκάλει
ἐλιπάρησεν· ὁμοίως
Ἐλιπεύς· ὁ Ἐνιπεὺς ποταμός
ἕλις· μόνος. καὶ ὅλος
ἑλυσθείς· ἑλίξας ἑαυτόν
ἑλίσσει· πλέκει
ἐλίσσετο· παρεκάλει, ἐδέετο
ἑλίσσεσθαι· στρέφεσθαι
ἑλισσομένη· εἱλουμένη
ἑλισσομένου· εἱλουμένου
ἑλίσσων· πλέκων. ψευδόμενος, οὐκ ἐπὶ εὐθείας λέγων. ἢ κινῶν. Εὐριπίδης Σισύφῳ
ἐλίστρευον· ἐτάφρευον
ἐλιφαίμησεν· ἔξαιμος ἐγένετο
ἐλιχάζει· πλανᾶται
ἑλιχθέντων· συστραφέντων
ἐλιχνῶντο· τοῦτο πέπαικται ἐπὶ τοῦ λιχνεύειν παρὰ Ἀριστοφάνει ἐν Εἰρήνῃ
ἑλίχρυσος· οἱ μὲν τὸ ἀῤῥενικὸν ... οἱ δὲ τὸ ἄνθος τῆς ἑλιχρύσου βοτάνης
ἑλιττόμενος· στρεφόμενος
ἕλκανα· τραύματα
ἑλκανῶσα· ἡλκωμένη, ἢ ἡλκοποιημένη ὑπὸ πυρός
ἕλκεα· τραύματα
ἕλκει· ἀνάγει, σύρει
ἑλκέμεν· καθέλκειν
ἕλκεο· ἕλκε
ἕλκεος· τραύματος
ἑλκεσιπέπλους· ἐφελκομένας τὸν πέπλον
ἕλκετο· ἥλκυσεν
ἑλκεχίτωνες· ποδήρεις χιτῶνας ἔχοντες ἄζωστοι.
ἕλκη· λῦπαι. Σοφοκλῆς Τριπτολέμῳ
ἑλκηΐς· ἡ λιθάργυρος
ἑλκηθμοῖο· ἑλκύσεως
ἕλκος· πᾶν τραῦμα
ἑλκοποιόν· κανθαρίς
ἕλκυσον· σῦρον
ἑλκυστάζων· ἕλκων, παρασύρων
ἑλκυστῆρα· φορβεά, ἤτοι καπίστριον
ἑλκυστῷ· λείῳ
ἕλλα· καθέδρα. Λάκωνες. καὶ Διὸς ἱερὸν ἐν Δωδώνῃ
ἐλλάμψεως· φωτισμοῦ
Ἑλλάς· πόλις ἐν Θεσσαλίᾳ. καὶ τὸ ἔθνος. ἡ Ἀχαΐα. καὶ ἡ αὐτόθεν γυνή
ἐλλάσαι· συγκλεῖσαι. κωλῦσαι
ἐλλέβορος· βοτάνη, ἣν ἐσθίουσιν οἱ ὄρτυγες ἢ κόσμος γυναικεῖος χρυσοῦς
Ἐλλεσίη· ἡ Ἀθηνᾶ
ἔλλειν· ἴλλειν. κατέχειν
ἐλλεδανοί· δεσμοί, σχοῖνοι
ἐλλεδανοῖσι· τοῖς δεσμοῖς
ἔλλερα· ἐχθρά, πολέμια. ἄδικα
ἐλλείχοντα τῶν Ἀθηνῶν· ... οἱ δὲ ἀττικίζοντα, ὃ καὶ ποιοῦσιν οἱ πρόσγραφοι, ἵνα φαίνωνται ἀστοί. Ἐλλείχοντα δὲ ἐμφορούμενον, ἀπὸ τῶν τὸ μέλι λειχόντων
Ἕλληνες· οἱ ἀπὸ τοῦ Διός, τοῦ Ἕλληνος. ἢ φρόνιμοι ἤτοι σοφοί
Ἑλληνοδίκαι· οἱ κριταί, οἱ καθήμενοι εἰς τοὺς ἀγῶνας
Ἑλληνοταμίαι· οἱ τοῦ κομιζομένου φόρου παρὰ Ἀθηναίοις ταμίαι
Ἑλλήσποντος· ποταμὸς ἐπὶ τῆς παραλίας ἡ μεταξὺ Τροίας καὶ Χεῤῥονήσου θάλασσα
ἐλλίζων· τίλλων
ἑλλήθεις· οὐχ αἱ ἄγριαι μέλισσαι, ἀλλὰ φυτόν, ὁ αἰγίλωψ
ἐλλόβια· ἐνώτια
ἐλλόγει· καταλόγισαι
ἐλλόγιμος· γεγραμματισμένος
Ἑλλοί· Ἕλληνες οἱ ἐν Δωδώνῃ καὶ οἱ ἱερεῖς
ἐλλόμενα· περικλειόμενα
ἐλλόν· ἀγαθόν. γλαυκόν. χαροπόν. ἐνθαλάττιον. ταχύ. ἄφωνον. ὑγρόν. ἔλαφον νεογνόν
ἔλλοπες· ἐλλείποντες τῆς ὀπός, τουτέστιν ἄφθογγοι, ἄφωνοι καὶ οἱ λεπιδωτοί. καὶ δασεῖς. καὶ τραχεῖς. καὶ ποικίλοι
ἐλλόπιδας· ἡ λέξις παρὰ Κρατίνῳ. γέγονε δὲ παρὰ τοὺς ἐλλούς, καὶ λέγει κοινῶς τοὺς νεβροὺς καὶ τοὺς στρουθούς· ἢ νεοττοὺς ὄφεως ἀπὸ τοῦ ἅλλεσθαι
Ἐλλοπιεῖς·
Ἐλλοπιῆες· οἱ νῦν Ὠρεῖται, παρὰ Χαλκιδεῦσιν
ἐλλοπῶ· ἀγαθήν
ἐλόωσιν· ἐλάσωσιν
ἐλλός· τὸ ἔκγονον τῆς ἐλάφου νεογνόν, ὁ νεβρός, καὶ Δωδωναῖος. καὶ ὁ ἐνθαλάττιος
ἔλλυες· ζῷα ἐν τῷ Σμαράγδῳ ποταμῷ
ἔλλυσιν· ἔκλυσιν. Κρῆτες
ἐλλύτατον· οἰκτρότατον
ἐλλύτης· πλακοῦς τις
ἐλλυχᾶται· πλανᾶται. διατρίβει
Ἑλλώτια· ἑορτὴ Εὐρώπης ἐν Κρήτῃ
ἑλλωτίς· Εὐρώπης στέφανος πλεκόμενος, πηχῶν εἴκοσι
έλματα· ὁμιλήματα. ἐνειλήματα. σανιδώματα
ἐλμακίνη λειμῶνος· ἡ λεπτὴ σχοῖνος
ἕλξεις· ἑλκύσεις
ἑλξίνη· ἡ περδίκιος βοτάνη
ἕλξω· ἑλκύσω, ἀνάξω
ἐλογίζετο· ἐνοεῖτο
ἑλοίμεθα· ἐπιλεξοίμεθα λάβοιμεν
ἕλοιο· ἀνάσχοιο. βουληθείης
ἕλοιτο· θέλοι
ἑλόμην· ἀφειλόμην
ἕλον· εἷλον, ἀφεῖλον. ἐπόρθησαν
ἑλόντας· ἀφελόντας, λαβόντας. νικήσαντας
ἑλόμενοι· ἀφελόμενοι, λαβόμενοι
ἑλόντες· λαβόντες ἀνελόντες πορθήσαντες. χειρωσάμενοι
ἕλος· σύμφυτος τόπος. ἢ χεῖλος ποταμοῦ. καὶ ὁ τελματώδης τόπος. καὶ πόλις ἐν Λακεδαιμονίᾳ
ἑλοῦ· λάβε. ἐπίλεξαι
ἑλοῦσαι· ἀρξάμεναι. λαβοῦσαι
Ἐλουσία· Δημήτηρ παρὰ Αλφουσίοις
ε λόφον· τὸ ἄκρον τῆς περικεφαλαίας
ἐλόχα· ἐνήδρευεν
ἐλοχεύθη· ἐγεννήθη.
ἐλόχησεν· εἰς λόχους ἤγαγεν
ἔλπεο· ἔλπιζε
ἔλπεον· ἤλπιζον
ἔλπεται· δοκεῖ, ἐλπίζει προσδοκᾷ
ἔλπει· ἐλπιδοποιεῖ
ἐλπίς· προσδοκία
ἔλπομαι· ἐλπίζω
ἔλπομαι εὐχόμενος· καυχῶμαι ἐλπιδοποιούμενος
ἔλπονται· ἐλπίζουσιν
ἔλποντο· ἤλπιζον
ἕλπος· ἔλαιον, στέαρ. εὐθηνία
ἐλπωρή· ἐλπίς. δόκησις
ἐλπωρῇσιν· ἐλπίσιν
ἔλσαι· συσχεῖν. συνελάσαι. συγκλεῖσαι
ἔλσαν· συνήλασαν
ἐλύμην· ἐλυτρωσάμην. ἐλυτρώθην
ἐλυμήνατο ὗς ἐκ δρυμοῦ· κατέφαγε χοῖρος ἐξ ὕλης
ἔλυμα· τὸ τοῦ ἀρότρου πέριον. νύσσα. καὶ τὸ ἱμάτιον. καὶ ἡ ἀιών
Ἐλύμνιος· Ποσειδῶν ἐν Λέσβῳ. καὶ νῆσος τῆς Εὐβοίας
ἐλύμνιαι· δοκοὶ ὀρόφιναι
ἔλυμοι· τὰ πρῶτα τῶν αὐλῶν, ἀφʼ ὧν ἡ γλωσσίς. οἱ δὲ ἁπλῶς αὐλούς. καὶ σιτῶδες σπέρμα. καὶ ἡ τῆς κιθάρας καὶ τοῦ τόξου θήκη
ἔλυμος· σπέρμα, ὃ ἕψοντες οἱ Λάκωνες ἐσθίουσιν
ἐλυσάμην· ἀπέδωκα
ἔλυσεν· ἀπελύτρωσεν
ἐλυσθείς· κουφισθείς. ἑλισθείς
ἐλύσατο· ἐλυτρώσατο
ἐλύσσει· εἱλεῖται
ἐλύσθη· παρελύθη. συνειλήθη. ἔπεσεν, ἐνεποδίσθη
ἔλυται· ἔρχεται
ἐλύτροις· καλύμμασι, σκεπάσμασιν
ἔλυστα· ἄμπελος μέλαινα
ἔλυτρα· κυρίως τὰ ἐνειλήματα. ἢ τὰ καλύμματα καὶ σκέπαι. καὶ σωλῆνες δέρματα
ἔλυτρον· δέρμα θήκη. λέπυρον. ἐνείλημα. κάλυμμα, σκέπασμα
ἔλφος· βούτυρον. Κύπριοι
ελω· κατέχω, πιάζω. ἐλάσω
ἐλωβήσαντο· ἔβλαψαν
ἕλωμαι· πορθήσω. ἀφέλω. λάβω
ελων· ἤλαυνον. ἐπορεύοντο ἢ λαβών ἢ ἀρξάμενος ἢ ἀφελόμενος
ἐλώγη· ἔλεγεν
Ἐλωός· ὁ Ἥφαιστος παρὰ Δωριεῦσιν
ἕλωρ· ἕλκυσμα λύμη. ἄγρα. θοίνη· «μὴ δή με ἕλωρ» εἴλημμα. θοίναν. ἄγρευμα.
ἕλωρα· ...
ἑλώρια· ἑλκύσματα. καταστρέφει δὲ εἰς σπαράγματα. βρώματα
ἐλώρη· πελώρη
Ἐλώριος ἀγών· τελούμενος ἐπὶ Ἐλώρου ποταμοῦ
ἐλώσθη· ἐφοβεῖτο. ἐμαλακίσθη
ελωσι· λάβωσιν ἐλαύνωσιν
Ἕλωτες· μισθωτοί, ἐν τῷ ἕλει ἐργαζόμενοι
ἐλώφησεν· ἔληξεν ... κυρίως ἐπὶ τῶν λόφων
ἐμὰ δάκρυα· τῶν ἐμῶν δακρύων
ἐμαίμασσε· προεθυμεῖτο. ἐκυματοῦτο. ἐκλονεῖτο. ἐταράττετο
ἐμετός· ἐξέραμα
ἐμαλάχθη· ἐνέδωκεν
ἔμαρψα· κατέλαβον
ἔμαρψας· ἐκράτησας
ἐμασάμην· εὗρον
ἔμασσε· ἠνώχλει
ἐμάσταζεν· ἐμασήσατο
ἐμάτησεν· ἐματαιώθη ἐλήρησεν. ὑστέρησεν. ἥμαρτεν
ἐμαραίνετο· ἐσβέννυτο
ἐμαργήναντο· ἐξεμήναντο
ἐμαρνάσθην· ἐμάχοντο
ἐμαρυκᾶτο· ἐμασᾶτο
ἐμαυτῷ βαλανεύσω· ἐμαυτῷ διακονήσω Λέγεται δέ, ὅταν ὁ βαλανεὺς νωθρεύηται, καὶ ἑαυτῷ τις λαμβάνων τὴν ἀρύταιναν διακονῇ. ἢ ἀπὸ τῶν τὰς βαλάνους ἐγκρυβόντων εἰς πῦρ
ἐμαυτῷ συνεπίσταμαι· ἐν ἑαυτῷ ἐπίσταμαι
ἐμβαδόν· πεζῇ διὰ θαλάσσης
ἐμβαθύνους· σεσοφισμένους, σοφούς
ἐμβάδια· τὰ ὑποδήματα
ἐμβαίη· ἐμποδὼν γένηται. ἐναντιωθῇ
ἐμβακανίτης· τὸ μετὰ τοῦ ταρίχους καὶ στέατος σκευαζόμενον βρῶμα
ἔμβαλε κύλλῃ· οἱ αἰτοῦντες κατὰ παιδιὰν τὴν χεῖρά πως περιάγοντες καὶ κοιλοῦντες παρακαλοῦσιν ἐμβάλλειν
ἐμβαλεῖν· κατακλῖναι. Λάκωνες
ἐμβάλλεο θυμῷ· ἐνθυμοῦ κατὰ ψυχήν
ἐμβάλλοντος· βλαισόπους
ἔμβαρος· ἠλίθιος, μωρός ἢ νουνεχής. Μένανδρος Φάσματι
ἐμβάς· εἶδος ὑποδήματος. καὶ μέρος τι τῆς χελώνης
ἐμβατεῦσαι· τὸ κατέχειν καὶ καρποῦσθαι χωρίον ἢ οἰκίαν ἢ ὅλον τὸν κλῆρον ἢ ζητῆσαι
ἐμβατεύσας· ζητήσας ἐπιβαίνων
ἐμβατήρ· παρὰ τοῖς ἀρχιτέκτοσι οὐδός
ἐμβατήριον· εἶδος αὐλήματος
ἐμβαφίας· λοπάδες βαθεῖαι. ἀπὸ τοῦ βάπτειν ἐν βάθει
ἐμβάφιον· ὀξύβαφον, παρὰ Ἱππώνακτι
ἐμβεβροντημένος· ἀναίσθητος
ἐμβεβίωθεν· τέθνηκεν
ἐμβεκανεῖται· ἐμπέπλεκται
ἐμβεβώς· ἐπιβεβηκώς
ἐμβείη· ἐμβῇ, ἐμποδίσῃ, χωρήσῃ
ἐμβήῃ· ἐμποδοστατῇ. ἐμποδὼν γένηται
Ἐμβίανος· Ἄρης
Ἐμβλώ· πέπλασται παρὰ τὸ ἐμβλέπειν· ὡς ἡ Δωρὼ καὶ Δεξώ
ἐμβλωκυῖαν· ἐν τῷ ἀνδρὶ ἡδοιοῦσαν
ἔμβολα· μοχλοί. ἀσφάλειαι
ἐμβολήν· πληθύν. ὁρμήν ἐνθήκην. ἀπόθετον χρῆμα
ἐμβολίδες· αἱ περιθεταί ...
ἐμβόλιμα ἔπη· τὰ ὑπὸ τῶν γραμματικῶν ὡς ἀλλότρια καὶ νόθα ἀθετούμενα
ἐμβόλιμον· τὸν μῆνα, καὶ τὴν ἡμέραν.
ἔμβολα· Εὐριπίδης Παλαμήδῃ καὶ Σκίρωνι ἔμβολα. τὸ δὲ πολὺ ἀῤῥενικῶς λέγουσι τοὺς ἐμβόλους
ἔμβολον· Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις τὸ αἰδοῖον.
ἔμβολος· εἶδος θηρίου ἐν λαχάνοις
ἐμβραμένα· εἱμαρμένη
ἔμβραχυ· μικρόν. ἢ καθόλου, ὅλως συντόμως. ἁπλῶς
ἔμβριον· θεῖον
ἔμβραται· εἵμαρται
ἐμβρέμεται· ἐμπίπτει. ἐμφυσᾷ
ἔμβρεος· ἐνεός. μωρός
ἐμβριθές· βαρύ στιβαρόν στερεόν πλατύ
ἐμβριμήματι· κινήματι
ἐμβριμῆσαι· ἐπιτιμῆσαι. κελεῦσαι, προστάξαι μετʼ ἐξουσίας
ἐμβριμώμενος· μετὰ ἀπειλῆς ἐντελλόμενος
ἐμβροντηθέντες· ἐνεοὶ γενόμενοι. μωρανθέντες
ἐμβροντησίας· μανίας, φρενοβλαβείας θάμβους
ἐμβρόντητος· παραπεπληγμένος τὴν διάνοιαν μαινόμενος
ἔμβρυλλαι· ἁγναὶ ἡμέραι. καὶ γῆς ἔντερα
ἔμβρυον· νεογνὸν βρέφος τὸ ἐν γαστρὶ γυναικὸς ἔτι διάπλασμα. ἢ ὀλίγον
ἔμβαχον· ἔμβρυον
ἐμβρόνιον· μικρὸν καὶ ἀπόρφυρον ἱμάτιόν τι Ἰβηρικόν
ἐμβύσας· ἐμπλήσας
ἐμέγηρε· ἐφθόνησεν
ἐμέθεν· ἐμοῦ
ἐμεῖο· ἐμοῦ
ἐμεῖο· ἐμοῦ ἔστι δὲ ἀσύναρθρον
ἐμείρετο· ἐπεθύμει
ἐμειδία· ἐγέλα
ἔμελλεν· ἐῴκει
ἐμέλλετε· ἐῴκειτε. ἐφαίνεσθε. οὐδαμοῦ γὰρ ἐπὶ χρόνου κέχρηται τῇ λέξει
ἐμέλησεν· ἐφρόντισεν
ἔμενον· παρέμενον
ἐμέμυξαν· ἐπέξεσαν
ἐμεῦ· ἐμοῦ
ἐμίνη· ἐμοί
ἐμήσατο· ἐτεκτήνατο. ἠπάτησεν. ἐμηχανήσατο. ἐβουλεύσατο ἐποίησεν
ἐμηχανησάσθην· ἐμηχανήσαντο. δυϊκῶς
ἐμίαινεν· ἐκ μίξεως διέφθειρεν
ἐμεσίας· διαχρήματα, ἐμετούς
ἐμίγνυτο· ὡμίλει
ἐμίν· ἐμοί
ἐμήνυθεν· ἔπρασεν
ἐμιμήσατο· ὡμοιώσατο
ἐμίως ἐμοῦ
ἐμίσγομεν· ἐμιγνύομεν
ἐμίστυλλεν· εἰς ὀλίγον διῄρει
ἐμῇ πεντόζῳ· χειρὶ ἐμῇ
ἔμιχθεν· ἐμίχθησαν. πληθυντικῶς
ἐμείωσεν· ἔφθειρεν
ἔμμα· ἱμάτιον.
ἐμμακεδονίξαι· χρήσασθαι ...
ἐμμαλάξαι· ἐμμεῖναι, τῇ χειρὶ ἐπιλαβέσθαι
ἐμμαπέως· ἐσπουδασμένως ταχέως ἅμα τῷ εἰπεῖν προθύμως
ἐμμανῶς· ὀργίλως ἐκθύμως
ἐμμάσαι· ἐνερεῖσαι
ἐμματαιάζων· ματαιολογῶν
ἐμματεῖται· ἐνερείδει. ἐνλαμβάνεται. ζητεῖ κατὰ μέρος
ἐμματέων· ψηλαφῶν. φιλονεικῶν. ὁρμῶν
ἐμμελές· ἐπιμελές. ἔμμετρον
ἐμμελέεσσι· τοῖς φροντίζουσιν
ἐμμελέστατος· κηδεμών
ἐμμέλεια· εἶδος ὀρχήσεως. καὶ Πλάτων ἐπαινεῖ τὴν ὄρχησιν, καί φησιν ἢ ἀπὸ τοῦ μέλους ὠνομάσθαι, ἢ ἀπὸ τοῦ πρὸς τὰ μέλη γίνεσθαι. Τραγικὴ δὲ ἡ ὄρχησις. ἀκύρως δὲ Αἰσχύλος ἀντὶ τοῦ σατυρική, ἥ ἐστι σίκιννις
ἐμμελής· καθήκων. προσηνής
ἐμμελῶς· προθύμως. ἐῤῥωμένως. συνετῶς
ἐμμεμαώς· ὁμοίως
ἐμμεμηνότα· μαινόμενον
ἐμμέμυκεν· καταμέμυκε. ἢ ἐπικέκλιται. παρὰ τὸ μεμυκέναι. τινὲς δὲ ἐμνήμυκεν
ἐμμένει· προθυμεῖται
ἐμμεναι· καθέζεσθαι εἶναι ἕως αὐτοῦ ἢ ἐπίμενε
ἐμμενές· ἀδιαλείπτως πρόθυμον
ἐμμενέως· προθύμως. βιαίως
ἐμμενέως· προθυμούμενος. ἐῤῥωμένως
ἐμμεσότροπος· μέτριος
ἔμμεται· ὀρχεῖται
ἐμμηλάδας αἶγας· τὰς μετὰ τῶν προβάτων νεμομένας
ἔμμηνοι· αἱ κατὰ μῆνα τελούμεναι θυσίαι
ἐμμήρους· ἐνομηρείεον ὄντας. παρὰ τοὺς ὁμήρους τοὺς ἐπὶ συμβάσει διδομένους
ἐμμόνιαι· συνθῆκαι
ἔμμονος· ἐπιμένουσα ἀεί, ἤτοι ἀδιαλείπτως
ἐμμόρατι· τετεύχασιν
ἔμμορεν· ἔτυχεν ἔλαχεν ἐκλήρωσεν
ἔμμορον· εἱμαρμένον
ἔμμορος· τετευχώς
ἐμόρμησεν· ἐπενόησεν
ἔμμοτος· τραυματίας. νοσώδης
ἐμνήμυκεν· εἰς ὑπόμνησιν ἤνεγκεν
ἐμνώοντο· μνήμην ἐποιοῦντο
ἐμόγησα· ἔκαμον, ἐκακοπάθησα
ἐμογήσατο· ἐκακοπάθησεν
ἐμοῖο· ἐμοῦ
ἔμολεν· ἦλθεν
ἔμορτεν· ἀπέθανεν
ἐμορμολύττετε· ἐδεδίττεσθε
ἔμπα γε μήν· ὅμως μέντοι
ἔμπα δέ· ὅμως δέ, ἀλλʼ οὖν
ἐμπάζεο· φρόντιζε
ἐμπάζεσθαι· ἐπιστροφὴν ποιεῖσθαι. καὶ σέβεσθαι. ἐντρέπεσθαι. φροντίζειν
ἐμπάζεται· σέβεται
ἔμπαιον· ἔμπειρον. μέτοχον. ἢ ἐπίσιτον
ἔμπαις· ἐγκύμων
ἔμπα· ὅμως
ἐμπαίττονται· ἐμπαίζουσιν
ἔμπαλιν· εἰς τὰ ὀπίσω ἐξ ἐναντίας ἢ ἐπὶ τὰ ἕτερα
ἐμπαλάξαι· ἐμπλέξαι
ἐμπαλάγματα· αἱ ἐμπλοκαί
ἐμπάμονι· πατρῳούχῳ
ἔμπαν· πάντως. ὅμως
ἔμπα πόλιος· στήριγμα τῆς πόλεως
ἐμπάρει· παρεκάλει
ἐμπαροινοῦντας· ὑβρίζοντας
ἔμπαρος· ἔμπληκτος
ἐμπάσεις· ἐγκτήσεις
ἐμπασέντας· ἀρχεῖόν τι ἐν Λακεδαίμονι
ἐμπιστῆρας μύθων· πιστωτάς, μάρτυρας
ἐμπαστήρια· μελίπηκτα
ἔμπαστον· κατανθιζόμενον
ἔμπεδα· ἐπιτελῆ. ἀληθῆ. βέβαια, ἰσχυρά. ἀμετάλλακτα. ἀσφαλῆ
ἐμπεδὴς γαμόρος μάρψεν Ἅιδης· ἔμπεδον ἔλεγεν τὸν Ἄιδην, ὡς Ἱππῶναξ ἀντὶ τοῦ οὖνεμπέδου χθόνιος. Οἱ δὲ οὕτως· ὁ Ἅιδης ἐπιμελής ἐστι γάμορος καὶ ἀσφαλής, οὐκ ἀμελῶν οὐδενός, ἀλλʼ εἰς τὴν γῆν λαμβάνων τὴν μερίδα, οἷον τὴν γῆν μεριζόμενος
ἐμπεδορκεῖν· εὐορκεῖν. παίζει δὲ Ἀριστοφάνης παρὰ τὰς πέδας
ἐμπεδοῖ· διδάσκει βεβαιοῖ, πιστοῦται, ἀσφαλίζεται
ἔμπεδον· βέβαιον, ἀσφαλές
ἔμπεδος· βέβαιος, ἀσφαλής ἀραρώς. ἀκίνητος
ἐμπέλανα· πόπανα
ἐμπέλα· ἐμπέλαζε. πρόσαγε. ἔγγιζε.
ἐμπελάσαι· προσεγγίσαι
ἐμπέπαιχα· ἐνέπαιξα, ἐχλεύασα
ἐμπολωρός· ἀγορανόμος. Λάκωνες
ἐμπεπαρμένον· ἐμπεπερονημένον. ἐνηλωμένον
ἐμπεπᾶσθαι· ἐνυπάρχειν. κεκτῆσθαι
ἐμπεπειρακται· ἐμπεπόδισται
ἔμπεπτα· πλακούντια πύρινα, εἰς ἃ ἐντίθεται τὰ διὰ τυροῦ σκευαζόμενα. Ῥόδιοι
ἔμπειρος· ὑπομονητικός
ἐμπεσεῖν· ἐμπίπτειν
ἐμπέραμον· ἔμπειρον
ἐμπερής· ἔμπειρος. Σοφοκλῆς Ὀδυσσεῖ μαινομένῳ
ἐμπερκάζουσαν· ὑποθάλλουσαν. μελανίζουσαν
ἐμπερκαίνονται· ἐμποικίλλονται
ἐμπερονατρίς· ἱμάτιον διπλοῦν
ἐμπερονῆσαι· διατρῆσαι
ἐμπεσεῖν· εἰς δεσμωτήριον ἀχθῆναι
ἐμπεταλίς· ἔδεσμα διὰ τυροῦ σκευαζόμενον
ἐμπεφυυῖα· περιπλεκομένη
ἐμπηγός· ἧλος
ἐμπήκτης· ὁ τὰ δικαστικὰ γραμματίδια παρὰ τοῦ θεσμοθέτου λαμβάνων ὑπηρέτης, καὶ πήσσων εἰς τὴν κανονίδα
ἔμπηρα· ἀνέξοχα
ἐμπήρους· Δημήτριος ἐν Σικελίᾳ· «Λακεδαιμόνιοί θʼ ἡμῶν τὰ τείχη κατέβαλον, καὶ τὰς τριήρεις ἔλαβον ἐμμήρους· ὅπως μηκέτι θαλαττοκρατοῖντο Πελοποννήσιοι.» Ἔμμηροι οὖν οἱ ἐνομήρεις ὄντες· τοὺς γὰρ ἐπὶ συμβάσει διδομένους, ὥσπερ ἐνέχυρα τῶν ὡμολογημένων, ἔνθεν ὁμήρους λέγεσθαι
ἔμπης· ὅμως πάντως. ὁμοίως
ἐμπίδες· εἶδος κωνώπων
ἐμπίνειν· πίνειν
ἐμπίπλαται· πληροῦται. χορτάζεται
ἐμπίπραται· καίεται, ἐμπυρίζεται
ἐμπίπτων· ἀπορῶν
ἐμπίς· κώνωψ. ἢ εἶδος ζῴου παρὰ τοῖς ὕδασι γενόμενον, ὅμοιον κώνωπι, μεῖζον δέ
ἐμπίσειον· καὶ τὸ βραχὺ καὶ τὸ δαψιλῶς πιεῖν
ἔμπισον· πότισον
ἔμπλαστʼ ἐρεῖς· ψεύσῃ ἀκρίτως
ἐμπλακείς· περικρατήσας, περιλαβών
ἔμπλεοι· πλήρεις
ἔμπλεῳ· πλήρεις
ἐμπλευροῦ· ἐνάλλου εἰς τὰς πλευράς. Σοφοκλῆς Αἰχμαλωτίσιν
ἐμπλήγδην· ἐμπληκτική. ἀκρίτως. εὐμεταβόλως
ἐμπλήκτους· μαινομένους, μεμηνότας. εὐμεταθέτους. καταπληκτικούς
ἔμπληκτον· εὐμετάβολον. μανιῶδες. καὶ τὰ ὅμοια
ἔμπλην· χωρίς. ἐγγύς, πλησίον
ἐμπλῆξαι· ἐμπεσεῖν. ἐγγίσαι
ἐμπλησμένην· πεπλησμένην
ἐμπλόκια· ἑορτὴ παρὰ Ἀθηναίοις. καὶ τὸ σὺν ταῖς θριξὶ πλεκόμενον γυναιξίν
ἐμπνεῖ μου· ἐρᾶι μου, ποθεῖ με
ἐμπνεῖ· πεπληρωμένος
ἔμπνευσεν· ἐνέπνευσεν
ἔμπνευστος· ἄφρων.
ἐμπνύθη· ἐν αὑτῷ ἐγίνετο, καὶ ἀνεβίωσεν
ἔμπνυτο· ἐφρόνησεν
ἔμπνοια· ἀναπνοή
ἐμποδίζειν· μασᾶσθαι. οἱ δὲ ἰσχάδας μασᾶσθαι ταῖς μελίσσαις, ἢ θλίβειν τοῖς ποσὶ τὰς ἰσχάδας
ἐμποδίζων ἰσχάδας· μασώμενος. τοῦτο δέ φασιν εἰρῆσθαι ἐπὶ τῶν μισθῷ ταῖς μελίσσαις ἰσχάδας μασωμένων. τοῦτο δέ φασί τινες εἶδος εἶναι παιδιᾶς
ἐμποιεῖ· κτᾶται
ἐμποίνιμον· τὸ ἐμ ποινῇ
ἔμπυον· τὸ γαλακτῶδες ὑγρόν
ἐμπεδοῦσθαι· βεβαιοῦσθαι, ἀσφαλίζεσθαι
ἐμπολᾷ· περιέρχεται. πραγματεύεται
Ἐμπολαῖος· ὁ κερδῷος Ἑρμῆς
ἐμπολέμια· τὰ εἰς πόλεμον εὔθετα
ἐμπολή· κέρδος οἱ δὲ τὰ φορτία. ἢ τὴν ἀργυρέην ἀλλαγήν
ἐμπολήσαντες· πριάμενοι, ὠνησάμενοι
ἔμπολις· ὁ πατρίδα ἔχων
ἐμπολόωντο· ἐνεπόλων. περιεποίουν
ἐμπολῶντο· ἐνεβάλλοντο
ἐμπομπεύων· θριαμβεύων καταστοχάζων
ἐμπόρευμα· πραγματεία, ἐμπορία
ἐμπορίδαι· μέτοικοι.
ἐμποριοδονήτας· ἐνοικίου πρακτῆρας
ἐμπόριος· μέτοικος
ἔμπορος· πραγματευτής καὶ ὁ ἐπʼ ἀλλοτρίας νεὼς πλέων μισθοῦ, ὁ ἐπιβάτης· «ἢ ἔμπορος εἰλήλουθας νηὸς ἐπʼ ἀλλοτρίης;»
ἐμπορποῦσθαι· φιβλοῦσθαι
ἐμπόρπημα· ὑφάσματος εἶδος
ἐμπόρω· ἔμποροι. δυϊκῶς
Ἔμπουσα· φάσμα δαιμονιῶδες ὑπὸ Ἑκάτης ἐπιπεμπόμενον καί, ὥς τινες, ἑνὶ ποδὶ χρώμενον Ἀριστοφάνης δὲ τὴν Ἑκάτην ἔφη Ἔμπουσαν
ἐμπρέπον· ἐπιπρέπον, πρέπον. ὅμοιον
ἐμπρέποντα· διαπρέποντα
ἐμπρῆσαι· καῦσαι
ἐμπριόεντα· τραχύν
ἐμπύλαιαι· νυμφαῖα
ἐμ πυμάτοισιν· ἐν ἐσχάτοις
ἔμπυος· ὁ ἐμπυϊκὸς παρὰ Μενάνδρῳ
ἔμπυρα· τὰ καιόμενα ἱερά
ἐμπύρευμα· λείψανον
ἐμπυρία· ὅρκος ὁ δημόσιος. καὶ μαντεία, παρὰ Βοιωτοῖς
ἐμπυριβήτην· τὸν ἐπιτιθέμενον τῷ πυρὶ
ἐμπυριβήτης· οὕτως Εὖκλος ὁ χρησμολόγος ἐκαλεῖτο. λέγεται δὲ καὶ τρίπους ὁ ἐν πυρὶ τιθέμενος
ἐμύλλανεν· ἐμυκτήρισεν
ἐμύδαινεν· ἔβρεχεν
ἐμύξατο· ἔπιεν
ἔμυζεν· ἔστενεν ἀπεθήλαζεν
ἐμυήθην· ἐμυσταγωγήθην
ἐμύθευεν· ἔλεγεν
ἐμυθεόμην· ἔλεγον
ἔμυκεν· ἐψόφησεν. ἔχανεν
ἐμυκᾶτο· ἐφώνει
ἐμύξατο· ἀηδίσθη
ἐμύς· ζῷον ἐν λίμνῃ καὶ ἐν πηγῇ γινόμενον. οἱ δὲ χελώνην τὴν ἔχουσαν οὐράν
ἐμύσαττον· ἐσίκχαινον
ἐμυσάττετο· ἀηδίζετο. ἐβδελύσσετο
ἔμυσεν· συνῆλθεν
ἐμφαίνειν· ἐνδείκνυσθαι σημαίνειν
ἐμφαίνων· δεικνύων σημαίνων
ἐμφανές· φανερόν
ἐμφανέστατα· ἄγαν φανερώτατα
ἐμφανίζων· φανεροποιῶν
ἐμφανισθήσονται· φανήσονται
ἐμφαντικῶς· ἐννοητικῶς
ἐμφανῶν· δηλαυγῶν ἐμφάσει τεκμηρίων
ἐμφανῶς ἥξει· φανερῶς ἔλθῃ
ἐμφαρυξάμενος· ἐμφαγών
ἐμφάσεως· ἐννοήσεως
ἔμφασις· δήλωσις μέγεθος νόησις
ἐμφαντικός· ἐμφανής
ἐμφαντικώτερον· δηλωτικώτερον
ἔμφατον· αἰνιγματοειδῶς εἰρημένον
ἐμφάατον· πλακοῦντα τετυρωμένον
ἐμφερές· ὅμοιον
ἐμφέρεται· ἐφίεται. φέρεται περιφέρεται. ἐμφερεῖς· ὅμοιοι
ἐμφερής· ὅμοιος
ἐμφέρεια· ὁμοιότης
ἐμ φερέτρῳ· ἐν τῷ φορείῳ
ἐμφῆναι· δεῖξαι
ἐμφιλοχωρεῖ· σχολάζει ἢ τὴν χώραν φιλῶν
ἐμφιλοχωροῦντες· ἐνοικοῦντες ἐν παραμοναῖς
ἔμφορα· προσβεβλημένα ἀγέλῃ προβάτων
ἐμφόρβιον· τελώνημα
ἐμφορηθέντες· κορεσθέντες χορτασθέντες, πληρωθέντες
ἐμφοροῦμαι· χορτάζομαι, πληροῦμαι καὶ τὰ ὅμοια
ἔμφραξις· πόνος ὤτων
ἔμφρονι· ἐχέφρονι, συνετῷ, φρονίμῳ
ἔμφρων· συνετός φρόνιμος
ἐμφύλιον· συγγενικόν ἢ τῆς αὐτῆς φυλῆς
ἔμφυλον· τὸν ἐκ τῆς αὐτῆς φυλῆς· οὐ πολέμιον, ἀλλʼ ἐμφύλιον
ἐμφύσημα· πάθος περὶ τοὺς ὀφθαλμούς
ἔμφυτον· ἐν τῇ φύσει
ἐμψηφίσαι· ὅταν δανειστὴς ἀποδιδόντος χρεώστου μὴ εὐθέως ἀναλαμβάνῃ εἰς ὄφλημα
ἐμψίουσα· ἐρέγματα διδοῦσα
ἐμφωλεύει· κρύπτεται
ἔμψυχον· ζῷον
ἐμωλύνθη· ἐπαύσατο. ἠμβλύνθη.
ἐμῶν μενέων ἀπερωεύς· τῶν ἐμῶν προθυμιῶν ὁ κωλυτής
ἐμώσατο· εὗρεν. ἐτεχνάσατο. ἐζήτησεν
ἐν· ἀντὶ τοῦ εἰς. καὶ ἀγανακτοῦντος ἐπιφώνημα. καὶ πρόθεσις
ἐναβρύνεσθαι· ὡραΐζεσθαι ἢ ἐντρυφᾶν· ἁβρὸς γὰρ ὁ τρυφερός
ἐναβρύνεται· μεγαλοφρονεῖ ἐντρυφᾷ σεμνύνεται. λαμπρύνεται
ἐναγές· μυσαρόν, ἀκάθαρτον
ἐναγής· πονηρός
ἐναγῆ· μεμισημένον
ἐναγές· μεμιασμένον
ἐναγίζειν· τὸ χοὰς ἐπιφέρειν, ἢ θύειν τοῖς κατοιχομένοις ἢ διὰ πυρὸς δαπανᾶν ἢ φονεύειν. Ἄγος γὰρ τὸ μίασμα
ἐναγίσματα· ὁλοκαυτώματα
ἐναγισμοί· τὸ αὐτό
ἐν ἀγκοίνηισιν· ἐν ταῖς ἀγκάλαις
ἐναγκωνιεῖς· ἀποκλινεῖς
ἐναγοράζειν· ἐναθροίζεσθαι
ἐναγοῦς· ἀκαθάρτου
Ἔναγρος· ἔπαγρος. καὶ Ἀπόλλων ἐν Σίφνῳ
ἔναγχος· πρώην. προσφάτως, πρὸ μικροῦ, ἀρτίως νῦν, ἐγγύς, πρὸ βραχέος
ἐναγῶν· ῥυπαρῶν
ἐν ἀγωνίᾳ· ἐν μερίμνῃ
Ἐναγώνιος· ὁ Ἑρμῆς
ἑνάδες· σύστημα
ἐναερίζει· μετεωρίζει
ἐνναΐζω· λιτανεύω πρὸς τοῖς ναοῖς
ἐν ἀέθλωι· ἄθλωι
ἐναθρεῖν· ἀτενίζειν
ἐναθύροντες· παίζοντες
ἐναθύρσας· ἐμπαίξας
ἔναιεν· ἔμενεν. ᾤκει
ἐν Ἅιδῃ· ἐν τῷ σκότῳ
ἐν αἰθρίᾳ· ἐν φανερῷ
ἐν αἰνῇ· ἐν τῇ δεινῇ
ἐν αἰνίγματι· ἐν παρεικασίᾳ ἐν παραβολῇ
ἐναίρει· ἀναιρεῖ, φθείρει
ἔναιρε· ἄνελε, φόνευε, σκύλευε
ἐναίρειν· τὰ αὐτά
ἐναιρέσει· ἐνθλίψει
ἐναίσιμα· ἀγαθά, καὶ καθήκοντα
ἐναίσιμοι· μαντευτικοί. καθήκουσαι
ἐναίσιμον· καθῆκον πρᾷον. ἡδύ. αἴσιον καλόν ἀγαθόν ἀληθές
ἐναισιμία· διοσημία
ἐναίσιμος· τὰ καθήκοντα, προσήκοντα εἰδώς. ἢ Ζεὺς ἐν Κορωνείᾳ. καὶ καθήκων
ἐναισίου· ἀριστεροῦ.
ἐναιχμάσαι· ἐνμαχέσασθαι
ἐν ἀκαρεῖ· ἐν ῥιπῇ Ἀκαρῆ, ἀκαρί, ἐν ἀκαρεῖ· η, ι, δίφθογγον
ἐν ἀκμῇ· ἐν δυνάμει
ἐν ἀλαλαγμῷ· ἐν εὐφήμῳ βοῇ
ἐνάλια· τὰ θαλάττια
ἐνάλιαι κορῶναι· αἴθυιαι
ἐναλίγκιος· ὅμοιος ἐοικώς
ἐναλίσαι· ἐγκυλῖσαι
ἔναιμος· ἀνὴρ ζωός. συγγενής. καὶ ὁ Ζεύς
ἐναλλάξαι· δοῦναι, ἀμεῖψαι
ἐνάλλονται· ἐπιπηδῶσιν
ἐνάλλοντας· ἐμπηδῶντας. ἢ ἐμπεσόντας.
ἐναλόντα· συλληφθέντα, κρατηθέντα
ἐν ἅμματι· ἐν φλογί
ἐναμμένος· ἐγκεκομβωμένος
ένανδρον· κενὸν ἀνδρῶν
ἐναμπυκίσαι· ἐγχαλινῶσαι
ἔναντα· φανερῶς
ἔναντι· ἐξ ἐναντίας
ἐναντίβιος· ἐναντίαν δύναμιν ἔχων
ἐναντίοι ἀλλήλοισιν· ἐρίζοντες πρὸς ἀλλήλους
ἐναντίον· ἐνώπιον. ἐμπρός
ἐναντιότης· ἔρις.
ἔναξεν· ἔσαξεν. ἐπίλωσεν. συνεπλήρωσεν. ἐπιμελῶς ἐμέστωσεν
ἐναπείληπτο· ἐγκατείχετο
ἐναπερείσασθαι· ἐμπῆξαι στῆσαι
ἐναπέψυξε· τέθνηκεν
ἐναπειλημένους· διακρατηθέντας
ἐναποθέρομαι· ἐνδέχομαι
ἐναπομάξασθαι· τὸν τύπον ἀναλαβεῖν
ἐναπομάξεται· ἐναποτυπώσει
ἐναπομάττεσθαι· ἀναλαμβάνειν. μανθάνειν
ἐναποματτόμενοι· ἐντυποῦντες
ἔναρ· εἰς τρίτην. Λάκωνες
ἔναρα· ὅπλα. σκῦλα, λάφυρα
ἐνάραι· ὑγιᾶναι
ἐναράνει· ἐντρυφᾷ
ἔναρα βροτόεντα· τὰ σκῦλα τὰ ἀνθρωπίνῳ αἵματι μεμιασμένα
ἐναργῆ· δῆλα, φανερά. βέβαια, ἀσφαλῆ
ἐναρεῖν· κυΐσκεσθαι. διαλέγεσθαι
ἐνάρης· ἐνηρμοσμένος
ἔναρθρον· εὐάρμοστον. ἡ ὑπὸ γράμμασι δηλουμένη φωνή
ἐναρίζει· συκοφαντεῖ
ἐναρίζειν· σκυλεύειν· ἔναρα γὰρ τὰ σκῦλα· «οὐδέ μιν ἐξενάριξε» καταχρηστικῶς δὲ ἀναιρεῖν ...
ἐνάριζεν· ἀνεῖλεν, ἐφόνευεν ἐσκύλευεν
ἐναρίζοι· φονεύοι καὶ τὰ ὅμοια
ἐνάριζον· ἐσκύλευον ἀνεῖλον
ἐναρίθμια· φίλα, συνήθη
ἐναρίθμιος· συμψηφισθείς, καταριθμηθείς
ἐνάρεσθαι· ἀπολλύειν. φθονεῖν. ἐρείδειν.
ἐναρίσασθαι· ἐξοπλίσασθαι
ἐναρκεῖ· ἐνδέχεται
ἐναρκτεύει· φωλεύει, κρύπτεται
ἐν ἄρκυσι· ἐν δικτύοις
ἐναράξει· ἐνορμήσει
ἐναρσφόρος· σκυλοφόρος
«ἐναροκτάντας δὲ φθογγ.. σκότος ὑψοῦ τέλος ἀθανάτων ἀπολείψει» Αἰσχύλος ἐν Νηρηΐσιν. οἱ ὑπομνηματισταὶ παρὰ τὸ «οὐχ ὁσίη φθιμένοισιν ἐπʼ ἀνδράσιν εὐχετάασθαι » ἵνα ᾖ ὁ νοῦς· ὁ δὲ ἐναροκτάντας θάνατός μοι ἐπικαυχώμενος τὸ ἐκ τῶν θεῶν τέλος ὑψοῦ ἀπολείψει, τὰ τῶν ἀθανάτων ὕψη, καὶ ἐπὶ τοὺς ἐχθροὺς ἥξει
ἔναρος· ἔνοχος. ἐπικατάρατος
ἐνάρων· σκύλων
ἐναρῶν· ἐπαύσατο σκύλων
ἔνας· εἰς τρίτην
ἐνασελγαίνων· πορνεύων
ἐνᾶσθαι· φθαρῆναι. γηρᾶσαι
ἐνάσθη· ᾠκίσθη
ἐνάσσατο· ᾠκίσατο
ἐν ἀσπίδος ἄντυγι πάλτο· ἐνεπλάκη τῇ ἀσπίδι
ἔναστρος ὥστε μαινάς· Ἀχαιὸς Ἀλφεσιβοίᾳ ἀντὶ τοῦ Ὑάς· τὰς γὰρ Βάκχας Ὑάδας ἔλεγον
ἐν ἄστεσιν· ἐν πόλεσιν
ἐναστεϊζόμενον· ἐνοικοῦντα
ἐν ἀτόμῳ· ἐν ῥιπήματι. ἐν τάχει
ἔναυδος· ἔμπνους. φωνήεις
ἐναυάγησαν· ἐκινδύνευσαν
ἐναυάζει· ἀμφιβάλλει
ἐναυλίζεσθαι· ἐνδιατρίβειν
ἐναυλισθήσεσθαι· ἐνοικισθήσεσθαι
ἐναύλισμα· νεωστὶ γενόμενόν τι οἴκημα
ἔναυλοι· αἱ ἐπὶ τῶν χειμάῤῥων ποταμῶν καταβάσεις. τινὲς δὲ ποταμοὺς χειμάῤῥους. ἢ διατριβαί
ἔναυλον· νέαν ἔχον τὴν εὐεργεσίαν, οὐ πρὸ πολλοῦ· ἢ διατρίβοντα
ἔναυλος· ὁ ἀκουόμενος, παρὰ τὸν αὐλόν
ἐναύλους· ποταμούς, χειμάῤῥους. διόρυγας
ἐναυλόχουν· κατὰ πλοῦν ἐλόχων
ἔναυὁν· ἔνθες. Κύπριοι
ἐναύοντες· ἀνάπτοντες πυρί. τὰ γὰρ σμήνη τῶν μελισσῶν διώκουσι διὰ πυρὸς καὶ καπνοῦ
Ἔναυρος· ὁ Ἀπόλλων
ἐναύρω· πρωΐ. Κρῆτες
ἐναῦσαι· ἐνάψαι. ἢ μεταλαβεῖν
ἐναύσασθαι· ἐξάψαι
ἔναυσμα· λείψανον. μετάληψις
ἐναύσματα· ἀρχάς. ἐμπυρεύματα φαντάσματα
ἐναυχῆσαι· ἐνλαμπρύνασθαι
ἐναυχοῦσα· ἐλλαμπρυνομένη. σεμνυνομένη. καυχωμένη
ἐνάχθη· ἐσάχθη. ἐπληρώθη. ἐπιλώθη
ἐνναύων· πρὸς τῷ ναῷ διάγων, ἱκετεύων
ἐν βένθεσιν· ἐν βάθεσιν
ἔνβεννος· ὑελοειδής
ἐν βουλῇ· ἐν φροντίδι ἐν συναγωγῇ. ἐν ὁδῷ
ἐμβρῆσαι· ἐν φόβῳ
ἔν γε δή· ἐν πρόθεσις, γε, δὴ σύνδεσμοι
ἐνγείνωνται· ἐνγεννήσωσιν
ἐνγηράσασθαι· γήρᾳ χρήσασθαι
ἐν γήρᾳ πίονι· γῆρας λιπαρόν
ἔνγλαυσιν· ἐνγλαύκεσιν
ἐν γούνασι· ταῖς φρεσί καὶ μέλεσι
ἐνγράφει· ἐγχαράττει
ἐνδακοῦσα· κατεσθίουσα
ἐνδαμεῖ· ἐμμένει
ἐνδαναία· ἐρημία
ἐνδανδαίνει· ἀτενίζει. κατατολμᾷ
ἐνδαές· ἐν διανοίᾳ ἑκάστου
ἐν δʼ ἄνεμος πρῆσεν· ἐνέπρησε δὲ ὁ ἄνεμος. ἐνεφύσησεν, ἐγέμισεν, ἐκόλπωσεν
ἐν δαπέδῳ· ἐν τῷ ἐδάφει
ἐνδάπιον· ἐγχώριον
ἐν δʼ ἄρʼ ἔβη· ἀνέβη δέ
ἔνδασαι· μέρισον
ἐν δʼ Αἴθυια· οὕτως Ἀθηνᾶ τιμᾶται παρὰ Μεγαρεῦσιν· ἐπειδὴ εἰς αἴθυιαν ἀπεικασθεῖσα ὑπὸ τὰ πτερὰ ἔκρυψε τὸν Κέκροπα, καὶ διεκόμισεν εἰς τὰ Μέγαρα
ἐνδατεῖται· ἀπομερίζει
ἐνδατουμένη· ἐπιλαμβανομένη. μερίζουσα
ἐνδατούμενος· μεριζόμενος. καὶ οἱονεὶ κακῶς λέγων σφοδρῶς. ἀπὸ τῆς δαιτός
ἔνδαυλον· λοχμῶδες. δασύ
ἐν δέ· πρὸς τούτοις δέ. ἐν αὐτῇ δέ
ἐνδεεῖ· χρείαν ἔχοντι πτωχῷ
ἐνδέειν· ἐλλείπειν
ἔνδεια· πενία, πτωχεία. πεῖνα
ἐνδείξει· ἐπιδείξει ἐντελεῖ
ἔνδειξις· ἀπόδειξις
ἐνδείξομαι· ἀπολογήσομαι
ἐνδείξω· ἐντινάξω
ἐνδεῖν· χρῄζειν, ἐν ἐνδείᾳ εἶναι, καὶ ἐλλείπειν
ἕνδεκα· ἄρχοντες, οἷς παρεδίδοντο οἱ θανάτῳ καταδικασθέντες
ἑνδεκαδικόρ· εἶδός τι φασκωλίου. Λάκωνες
ἐδεκάτευσα· τὴν δεκάτην ἐπραξάμην
ἐνδελεχεῖ· πυκνάζει
ἐνδελεχισθήσεται· ἐνβραδυνεῖ
ἐνδελεχισμός· ἐπιμονή
ἐνδελεχῶς· ἀδιαλείπτως, συνεχῶς, ἐπιμόνως
ἐνδελιτές· παντελές
ἐνδενδίλλειν· ἐμβλέπειν
Ἔνδενδρος· παρὰ Ῥοδίοις Ζεύς· καὶ Διόνυσος ἐν Βοιωτίᾳ
ἐν δεξιᾷ· ἐκ δεξιῶν, οὐκ ἐνδέξια· εἰ μὲν προπαροξυτόνως, οὐκ ἂν ἐπενέγκαιμεν τὸ ἀντικείμενον «ἔστι δὲ πόλις ἐν δεξιᾷ εἰσπλέοντι τὸν Ἰόνιον κόλπον»
ἐν δέοντι· ἐν μέρει
ἐνδέοντες· δανειζόμενοι
ἐν δέ οἱ ἦτορ· ἐν δὲ τοῖς στήθεσιν αὐτοῦ ἡ ψυχή
ἐν δʼ ἔπεσεν· ἔπεσεν δέ
ἐν δὲ ῥυτῆρσι· τοῖς λώροις
ἐν δὲ σθένος ὦρσεν· ἕκαστον ἐῤῥώννυσεν
ἐνδεές· συνεχές
ἐνδευκέα· ἐμφερῆ, ὅμοια
ἐνδευκές· ὅμοιον
ἐνδεῶς· ἐλλιπῶς
Ἐνδηΐδες· αἱ νύμφαι ἐν Κύπρῳ
ἔνδηλοι· φανεροί
ἐνδημία· παρουσία
ἐνδήμου· συγγενικοῦ
ἐνδημησάντων· ἐλθόντων
ἔνδια· ὀδύνη. λεῖψις πράγματος. ἢ μεσημβρία. διατριβή
Ἐνδίαγρος· Ἄρτεμις
ἐνδιάθετος λόγος· πᾶς λόγος ἐν νῷ λαμβανόμενος
ἐνδιαθέτως· ὁλοψύχως ἢ διηνεκῶς
ἐνδιάθηκος λόγος· πᾶς ἔγγραπτος
ἐνδιαιτᾶται· σύνεστι. διατρίβει
ἐνδιαιτᾷ· ἀρκέσει
ἐνδιαίτημα· διατριβή οἰκητήριον οἴκημα
ἐνδιατρίβων· ἐπιμένων
ἔνδειγμα· ἀπόδειξις
ἐνδιάζω· μεσημβρίας ὥρᾳ ...
ἐνδιάασκεν· διετέλεσε διάγων ἐν ὑπαίθρῳ
ἐνδίεσαν· ἐπεδίωξαν, ἐπώτρυναν, ἐσπούδασαν
ἐνδιές· ἔνυδρον
ἐν δίκῃ· δικαίως
ἔνδικον· ἀληθές δίκαιον ἄξιον
ἔνδιος· μεσημβρινός
ἐνδίκως· δικαίως ἀξίως ἀληθῶς
ἐνδίνων· τῶν μελῶν. ἀπὸ τοῦ ἐνδύσασθαι τῷ θώρακι καὶ τοῖς ἄλλοις ὅπλοις
ἐνδίοις· ὀρθρινοῖς
ἐνδιῶνται· μεσημβριάζουσιν
ἐνδοιαστόν· ἀμφίβολον ἀμφιδοξούμενον
...· ἐν δισταγμῷ, ἐν φροντίδι
ἐν δοιῇ δέ· ἐν δισταγμῷ δέ
ἐνδοιϊτίναι· οἱ ἀπὸ ἑπτὰ πατέρων καὶ μητέρων ἀστῶν κατάγοντες τὸ γένος
ἐν δοκῇ· ἐν ἐπιβουλῇ
Ἐνδοκία· Δημήτηρ παρὰ Ἀθηναίοις
ἔνδοκος· ἐνέδρα
ἐνδομενία· κτῆσις. ἢ ἀποσκευή
ἐνδόθρας· τὰς ἀποκοπὰς τῶν νεοδόρων δερμάτων
ἐνδομυχί· ἐν ἀποκρύφῳ τόπῳ
ἐνδόμυχοι· κάτοικοι
ἔνδον· ἔσωθεν
ἐνδόσθια· ἔγκατα
ἐνδόσιμον· τὸ πρὸ τῆς ᾠδῆς κιθάρισμα
ἔνδοσις· ὁμοίως
ἐνδούμενοι· ἐνδεσμεύοντες ἢ δεσμούμενοι
ἐνδούπησα· ἐνέπεσα
ἔνδρατα· τὰ ἐνδερόμενα σὺν τῇ κεφαλῇ καὶ τοῖς ποσί
ἐν Δριώνας· δρόμος παρθένων ἐν Λακεδαίμονι
ἐνδρομίδες· ὑποδήματα
Ἐνδρομώ· Δημήτηρ ἐν Ἁλικαρνασῷ
ἔνδρυον· καρδία δένδρου. καὶ τὸ μέσον
ἐνδοιάζει· ἀπορεῖ. διστάζει
ἐνδοιασμός· ἀμφιβολία δισταγμός καὶ ἀπορία
ἔνδυδαν· ἕωθεν
ἐνδυκέως· φιλοφρόνως. ἐπιμελῶς
ἐνδύκιον· πιστόν. φίλον. ἐμφερές. βέβαιον. ἀπόκρυφον
ἐνδυκές· συνεχές. συνετόν. ἀφελές. ἀσφαλές. γλυκύ. πρόθυμον. εὔνουν. πιστόν. ἐπιμελές
ἐνδῦναι· εἰσδῦναι. εἰσελθεῖν
ἐνδύλω· ἔνδοθεν
ἐνεβάτευσεν· κατέσχεν
ἔνδυνεν· ἐνεδύσατο
Ἐνδυμίωνα Κᾶρα· Ἀριστοφάνης τὸν Ἐνδυμίωνα Κᾶρά φησι διὰ τὸ περὶ τὸν Λάτμον δοκεῖν αὐτὸν τεθάφθαι
ἔνδυσις· κατάδυσις
ἐνδύτας· αὐλωτὸς στάμνος
ἐνδωρότερον· ὠμότερον. ἀκρατέστερον
ἐνδώσω· ὑποσημανῶ. παρέξω. δηλώσω
ἐνεασμός· ἐμπαιγμός. πανουργία, δόλος
ἐνεβριμήσατο· ὠργίσθη ἐτάραξεν
ἐνέβριθον· ἐνεκύουν
ἐνέγκασθαι· ἐνέγκαι φέρειν
ἔνεγκον· ἔνεγκε
ἐνεγκοῦσαν· τὴν μητέρα. ἢ πατρίδα ἢ πόλιν
ἐνεγλαυκώς· φοβερὸς ἰδεῖν
ἐνέδεκτο· ἐνεσήμηνεν. ἐνετείλατο
ἐνεδιάσθη· ἐνεπλάκη
ἐνεδίδου· ἐχαυνοῦτο
ἐνέδρα· ἔγκρυμμα δολερὸν ὑποκάθισμα
ἐνεδρεύει· δόλον μηχανᾶται ἐνκαθέζεται κατατηρεῖ
ἐνέδρη· ἐνηδρεύθη
ἔνεγκεν· ἤνεγκεν
ἐνέεικαν· ἤνεγκαν
ἐνεείκω· ἐνέγκω
ἐνέηκεν· ἐνέβαλεν
ἐνεθουσία· ἐμαίνετο
ἐνέθορεν· ἐνεπήδησεν
ἐνειπή· ἀπειλή
ἐν εἴδεσιν· ἐν διαφοραῖς
ἐνέθρεξεν· προσωρμίσθη
ἐνεθρίωσαν· θρῖον ἐποίησαν, ὅπερ ἐστὶ βρῶμα
ἐνεθυμίαζον· ἐνεθυμούμην
ἔνει· Ἀττικοί. ἔνηθεν
ἐνείληται· ἐζημίωται
ἐνειλημμένους· πολιορκηθέντας
ἐνειμάμην· ἐμερισάμην
ἐνεῖκαι· ἐνέγκαι
ἔνειμεν· ἔδωκεν
ἐνειματιών· ὁ τὰ ἐνπάσματα τοῖς ἀνδριᾶσιν ἐκτιθείς
ἔνειρα· ἐνέβαλον. ἐνεπερόνησα
ἔνειρας· ἐνέρραψας. ἐνέβαλας ἥρμοσας. συνῆψας
ἐνείρων· ἐναρμόζων. συνάπτων
ἐνείς· ἐνθέμενος
ἐνείσποι· εἴποι
ἐνεῖχον· ἐχόλουν ὠργίζοντο
ἕνεκα· τοὔνεκα, τούτου χάριν
ἐνσκήψαντα· ἐφορμήσαντα
ἐνεκολάβισε· κατέπιεν. ἀπὸ τῶν ἀκόλων. ἢ καὶ ἐπέρανεν, ὥς τινες. οἱ δὲ ἐνεκολήβασεν
ἐνεκοπτόμην· ἐνεποδιζόμην
ἐνεκότουν μοι· ἐμηνίαζον. ἐμνησικάκουν
ἐνέκρουσεν· προσέβαλεν. ἐπέσχεν
ἐνεκρίκωσεν· ἐνέδησεν
ἐνέκυρσεν· ἐνέτυχεν ἐπλησίασεν
ἐν ἐλλεδανοῖσι δέοντο· ἐν τοῖς δεσμοῖς ἐδέσμουν
ἐνέλειπεν· εἴασεν
ἐνέλειψε· παρέλειψε
ἐνελήκησα· ἔπλησα. ἐψόφησα
ἐνελήκισεν· ἐνεκύλισεν
ἐνελίπανεν· ἔπλησεν.
Ἐνελυσκίς· Δημήτηρ ἐν Σάμῳ
ἔνελος· νεβρός
ἔνεμεν· ἔβοσκεν εἶχεν
ἐνεμέσσα· ἐμέμφετο ἢ ἐμεμψάμην
ἐνένωτο· ἐνενόητο
ἐνένιπεν· ἐπέπληξεν ἐλοιδόρησεν, ὠνείδισεν. ἠπείλησεν
ἐνέμοντο· ᾤκουν
ἐνέντος· ἐμβαλόντος
ἐνέξεται· ἐνσχεθήσεται
ἐνεοί· ἄφωνοι
ἐνεόν· κωφόν. καὶ μωρόν ὅθεν καὶ ὁ ἀμνήμων
ἐνεός· νωχελής. μετέωρος κωφός μάταιος μωρός ὃς οὔτε ἀκούει οὔτε λαλεῖ
ἐνεόχμωσεν· ἐκίνησεν ἠλλοίωσεν Σ ἐκαινοποίησεν Σ
ἐνεπάγησαν· ἐνηλώθησαν
ἐνεπαρῴνησαν· ἐνύβρισαν
ἐνεπάρησαν· συνεπλάκησαν
ἐνέπασσεν· ἐνεποίκιλεν ὅθεν καὶ παστός
ἐνέποντες· λέγοντες
ἐνέπουσι· λέγουσιν
ἐνέπει· λέγει. κελεύει. ἱστορεῖ
ἐνεπιδημεῖν· ἔνδημον εἶναι
ἐνέπνεον· ἐβίουν
ἐνεπνύνθη· ἀνεβίωσεν. ἠγέρθη
ἐνέπρηθον· ἔκαιον
ἐνεργεῖ· πράττει
ἐνέργησις· ἡ εἰς γλουτοὺς κάθεσις τῶν χειρῶν
ἐνεργεῖται· κατασκευάζεται
ἐνεργεῖν· ἑτοίμως πράττειν
ἐνεργής· δυνατός ἰσχυρός
Ἐνεργίδα· Δημήτηρ
ἐνεργμός· κροῦσμα μουσικόν· τὸ δʼ αὐτὸ καὶ ἔνερξις
ἐνεργοί· ἕτοιμοι πρὸς ἐργασίαν ἢ αἱ μὴ ἀργαί
ἐνεργουμένη· εἰσακουομένη. τελουμένη
ἔνερθεν· κατωτάτω, ὑποκάτωθεν
ἐνερείσας· ἐμπήξας στηρίξας. ἢ ἐμβαλών
ἐνερείσομεν· ἐμβλέψομεν
ἐνερείδοντες· ἐμπηγνύντες
ἐν ἕρκεσι· περιφράγμασι τείχεσιν
ἔνεροι· νεκροί. ὑποχθόνιοι ἀσθενεῖς
ἐνέροις· τοῖς ὑπὸ τὴν γῆν τόποις
ἔνερθεν· κάτω
ἐνέρτατον· κατώτατον
ἐνέρτεροι· οὕτω λέγονται οἱ Τιτᾶνες διὰ τὸ κατατεταρταρῶσθαι.
ἐνέρτερος· κατώτερος ἐν τῷ κατωτέρῳ διάγων τόπῳ
ἔνεσαν· ἦσαν ἐνῆσαν
ἐνεσιάλευεν· ἔπτυεν, ἐνέπτυεν
ἐνεσίῃσιν· ἐννοίαις, καὶ βουλῇ
ἐνεσκίμβηκεν· ἐνεστήρικται. ἐνεσκίρωται
ἐνεσκίμφθη· κατεπάγη
ἐνέσκιμψεν· ἐνέπεσεν
ἐνεσκιρωμένη· ἐῤῥυπωμένη
ἐνεσκιρωμένον· τὸ ἄγαν ἔχον
ἐνεσκευάσατο· καθωπλίσατο
ἐνέστακται· ἔνεστιν κατά τι μέρος
ἔνεστιν· ἔξεστιν. ἐξόν
ἐνεστῶτα· παρόντα. προκείμενον
ἐνέτας· τοὺς ἐνοικοῦντας
Ἐνετᾶν· ἐκκεῖτ..
ἐνετείλατο· παρήγγειλεν διετάξατο. ἐσαφηνίσατο
ἐνέτῃσι· περόναις ἀπὸ τοῦ ἐνίεσθαι, ἢ πόρπαις
Ἐνετίδας πώλους στεφανηφόρους· ἀπὸ τῆς περὶ τὸν Ἀδρίαν Ἐνετίδος· διαφέρει γὰρ ἐκεῖ ...
ἐνετός· ἐγκάθετος
ἐνετύλιξεν· ἐνείλησεν
ἐνετύρευσεν· ἐνετάραξεν. ἐνεσκεύασεν
Ἐνετῶν· τελείων. ἢ ἐπὶ γένους τῶν ἡμιόνων
ἐνευναίου· ἐγκοιτίου
ἐνεύναιον μέγα καὶ πολύ· ἐγκοίτιον
ἐνεύνακτοι· οἱ παρθενίαι
ἔνευνοι· ἐπιτήδειοι τόποι εἰς κύπριν
ἐν εὐσήμῳ· ἐν καλῇ καὶ ἀγαθῇ
ἐν εὐφήμῳ· ἐν εὐβοήτῳ
ἐνεύχεσθαι· τὸ δεόμενόν τινος τυχεῖν ἐξορκίσαι τὸν ἀξιούμενον
ἐνέφει· ἐρείδει
ἐνέφηνεν· ἐνέδειξεν
ἐνεφλεβοτόμει· πολλάκις διεῖλε τὰς φλέβας
ἐνεφόρησεν· ἐνεπλήρωσεν
ἐνεφορεῖτο· ἐχορτάζετο
ἐνέφραξε· συνέκλεισε. περιετείχισεν
ἐνέφενεν· ἐλάβετο
ἐνέχεεν· ἐνέβαλεν
ἐνέχει· μνησικακεῖ. ἔγκειται
ἐνεχείρησεν· προέθηκεν
ἐν ἐχεγγύῳ· ἐν βεβαίῳ
ἐν Ἐχελιδῶν· Ἔχελος ἥρως, ὡς δὲ ἔνιοι ἐπίθετον ἥρωος, ἀπὸ τοῦ ἕλος παρακεῖσθαι τῷ ἡρῴῳ. ἔστιν δὲ ὁ Ἀθηναίων ἱππόδρομος ἐν Ἐχελιδῶν ἐν ᾧ ἱππικοὶ ἤγοντο ἀγῶνες καὶ ναὸς Ἐχέλου
ἐνέχεσθαι· ἐγκαλεῖσθαι. κρατεῖσθαι συνέχεσθαι
ἐνέχεται· συνέχεται
ἐν ἐχθέσει· ἐν ἐκρίψει
ἐνεχόμενοι· κρατούμενοι
ἐνεχρίμφθη· ἐνέπεσεν. ἐνεβλήθη
ἐνέχρισεν· ἐνεκέντρισεν
ἐνέχυρα· ἀῤῥαβῶνες
ἕνη· τριακάς. Ἀττικῶς
Ἐνηάτεκ· ὄνομα κύριον
ἐνήδοιτο· ὠφελοῖτο. χαίροιτο. φαιδροῖτο
ἐνηέας· προσηνεῖς ἀγαθούς. συνετούς. ἐπιεικεῖς
ἐνήει· ἐσώρευεν
ἔννεον· ἐκολύμβων
ἐνηής· σώφρων ἀγαθός προσηνής. πρᾷος
ἔνη καὶ ἔνης· τὸ μετὰ τὴν αὔριον
ἐνηείη· ὁμιλία. ἀγαθότης
ἐν ἠϊόσιν· ἐν τοῖς αἰγιαλοῖς
ἕνη καὶ νέα· ἡ τριακάς
ἐνήκαμεν· ἐνεβάλομεν
ἐνῆκας· ἐνέβαλας. ἐναπέθου
ἐνήνεικα· ἐντέθεικα
ἐνήλατον· μέρος νεώς
ἐνηλεγείς· ἐν ἐπιθυμίᾳ ὤν
ἐνηχῆσαι· δογματίσαι
ἐνηλινδήθημεν· ἐνεκυλίσθημεν
ἐνηλινδοῦντο· ἐνεκυλίοντο
ἐνηλύσιος· ἐμβρόντητος. κεραυνόβλητος
ἐνηλύσια· τὰ κατασκηφθέντα χωρία ἐνηλύσια λέγονται· ἔνιοι δὲ εὐκίνητα, παρὰ τὴν ἔλευσιν· ἄλλοι δὲ τὰς ἐν τοῖς ἀβάτοις χωρίοις ἀφιδρυμένας νύμφας
ἐν ἡμετέρου· παρʼ ἡμῖν, ἐν ἡμῖν
ἐνῆν· χρῆν ἢ δυνατὸν ἦν
ἐνήρατο· ἀπέκτεινεν
ἐνηρείας· συναλλαγάς
ἐνηρείψαντο· ἀνήρπασαν ἐκ τῆς γῆς
ἐνῆρκται· ἀρχὴν ἐποίησεν. ἐνήρξατο
ἐνηρκτήν· γενναῖον
ἐνῆρσεν· ἐνήρμοσεν
ἕνης· τριακάδος
ἐνήσει· ἐμβαλεῖ
ἐνήσομεν· καθήσομεν. καθελκύσομεν ἐμβαλοῦμεν
ἐνῆφθαι· ἐνηρτῆσθαι
ἔνηφι· εἰς τρίτην
ἐνηχούμενος· κατεχόμενος
ἐνηχούμενος· ὁ ἑτέρωθεν ἦχον ἐκδεχόμενος
ἐνηχοῦντος· ἐπιφωνοῦντος. ἐμβάλλοντος
ἔνθα· τότε, χρονικόν καὶ ἐν τόπῳ
ἔνθα· ὅτε. ἢ ποῦ ἢ ἐνταῦθα ἢ ἐπὶ τόπῳ. ἢ ἐκεῖ
ἐνθάδε· ἐνταῦθα ὧδε εἰς τοῦτον τὸν τόπον
ἐνθάδιος· ἐντόπιος
ἔνθα καὶ ἔνθα· τῇδε κἀκεῖσε
ἐνθαλάμια· πλάσματα ἐκ μήκωνος καὶ σησάμης
ἐν θαλάμοις· ἐν οἴκοις
ἐνθαλλῶς· οὐκ ὀρθῶς
ἔνθʼ ἄν· τότε
ἐνθαλύξας· σφοδρῶς πυρακτώσας
ἐνθεμένω· ἐνθέμενοι. δυϊκῶς
ἔνθεν· αὐτόθεν ἔσωθεν. ἐκεῖθεν. ἢ τότε. ἢ ὧδε. ἢ ἐκ τούτου
ἐνθεναρίζει· ἐνχειρεῖ
ἔνθεο· ἔνθου
ἔνθεος· ἔνδοξος. ἔντιμος. θεῖος
ἐνθεσίδουλος· ψωμόδουλος Ἀριστοφάνης
ἔνθεσις· ὁ ψωμός
ἔνθεσμον· νόμιμον ἔννομον
ἐνθορεῖν· ἐνορμῆσαι
ἔνθολκον· ἰσόῤῥοπον
ἐνθορίσκει· ἐνθρύπτει
ἐνθοργάζει· πονεῖ
ἔνθους· ἐνθουσιαστής μαινόμενος πνευματοφόρος
ἐνθουσία· ἔκπληξις
ἐνθουσιάζουσι· θαυμάζουσιν
ἐνθουσιασμός ἐστιν, ὅτε ἡ ψυχὴ ὅλη ἐλλάμπηται ὑπὸ τοῦ θεοῦ
ἐνθουσιῶν· μαινόμενος ὁρμῶν. ἢ μανίαν ἔχων
ἐνθραδές· ἐμμανές
ἐνθρεῖν· φυλάσσειν
ἔνθρια· ζῴδια
ἐνθριάζειν· παραπαίειν. ἀπὸ τῶν μαντικῶν θριῶν
ἐνθρίακτος· ἐνθουσιῶν καὶ ἔνθεος. Σοφοκλῆς Σίνωνι
ἐνθρίζειν· ἐνατενίζειν. νύσσειν
ἐνθριμματίς· οἱ μὲν πλείους διὰ τοῦ ι, ἔνιοι δὲ διὰ τοῦ υ· ἤτοι ἀπὸ τοῦ θρύου, ἢ ἀπὸ τοῦ θρύβεσθαι
ἔνθρυπτα· τὰ ἐκ πεμμάτων, ἢ τὰ ἐνθρυβόμενα βρώματα. εἴδη πεμμάτων. ἔνιοι δὲ ταῖς τελεταῖς αὐτὰ προσοικειοῦσι. καὶ Ἀπόλλων δὲ παρὰ Ἀθηναίοις Ἔνθρυπτος
ἔνθρυσκον· λάχανον, καρίῳ ὅμοιον. φέρει δὲ καὶ ἄνθος, ὥστε εἶναι καὶ βρωτὸν καὶ στεφανωτόν
ἔνθυιον· ἐρωτικόν
ἐνθύμημα· ...
ἐνθυιάζω· ἐμπίπτω. καὶ ἐνορμῶ
ἐνθύμιζε· ἐνθυμοῦ
ἐνθυμιζόμενοι· ἐνθυμούμενοι
ἐνθύμιον· ἄπυρον Σ
ἐνθυμῶ· ἐνθυμοῦ
ἐν θυμῶι· κατὰ θυμόν
ἓν θυμῷ μεμαῶτες· ἓν καὶ τὸ αὐτὸ φρονοῦντες
ἐνθύριον· μέρος τι τῆς νεώς
ἐνθύσκει· ἐντυγχάνει
ἐνθυσκός· ὁ ἀσφαλός, τὸ ὄρνεον
ἐνθωκεῦσαι· ἐμφωλεῦσαι, ἐνκρύπτεσθαι
ἔνι· ἔνεστιν ἐν τῷ ἐν τῇ. ἔνεισιν
ἔνια· ἄττα τινά
ἐνιᾶσιν· ἐμβάλλουσιν
ἐνιαχοῦ· εἴς τινας τόπους
ἐνὶ βένθεσιν· ἐν τοῖς βάθεσιν
ενὶ δαιτός· τῆς εὐωχίας
ἐνιδρύσασθαι· ἀσφαλῶς καθίσαι
ἐνίδρυται· ἐνκαθέζεται στερεοῦται
ἐνιείς· ἐπαφίων
ἐνιεῖσα· ἐμβάλλουσα
ἐνιέναι· ἐμβάλλειν ἐναποθέσθαι
ἐνιέντα· ἐμβάλλοντα ἐγκελευόμενον
ἐνίεται· ἐμβάλλεται
ἐνιέντες· ἐγκελευόμενοι
ἐνιζῆσαι· ἐγκαθίσαι
ἐνιζήσαντα· ἐγκαθίσαντα ἐγκαθήμενον
ἐνίημι· ἐμβάλλω. ἐναποτίθημι
ἐνιηλίζειν· τὴν Ἐνυάλιον ἑορτὴν ἄγειν
ἐνὶ ἤνοπι· ἐν κατόπτρῳ ἐνήχῳ λαμπρῷ
ἐνίησιν· ἐμβάλλει ἐπιπέμπει
ἐνικλᾶν· ἐμποδίζειν ἐγκόπτειν. ἀπὸ τῶν κατασσομένων, μεταφορικῶς
ἐνείκασθαι· ἐνέγκαι
ἔνικεν· ἤνεγκεν, ἔφερεν
ἐνείκεον· ἐφιλονίκουν
ἐνὶ καυλῷ· ἐν τῷ δόρατι
ἐνὶ Κνωσῷ· πόλει τῆς Κρήτης
ἐνιλλώπτειν· κεκλασμένῳ τῷ ὄμματι ἐμβλέπειν. καταμωκᾶσθαι
ἐνιλλώψας· καταμωκησάμενος· ἴλλους γάρ φασι τοὺς ὀφθαλμούς
ἐνὶ μεγάροις· ἐν τοῖς οἴκοις
ἐνὶ νηΐ· ἐν πλοίῳ
ἔνιοι· τινές ἢ φανεροί
ἐνὶ οἴκῳ· ἐν τῷ οἴκῳ. ἐν τῷ Ἄργει
ἐνὶ οἴνοπι πόντῳ· ἐν τῇ μελαίνῃ θαλάσσῃ
ἐνιπάζων· τύπτων
Ἐνιπεύς· ποταμὸς Θεσσαλίας
ἐνιπή· ἐπίπληξις. λοιδορία. ὀργή ψόφος. πληγή
ἐνιπῇ· τῇ διὰ λόγων ἐπιπλήξει ἢ ἀπειλῇ
ἐνιπῆσαι· ἀπειλῆσαι. βοῆσαι
ἐνιπλήξαντες· ἐμπελάσαντες πλησιάσαντες ἢ ἐπιπλήξαντες
ἐνὶ προδόμῳ· ἐν τῇ πρὸ τοῦ οἴκου στοᾷ
ἐνὶ προμάχοισιν· ἐν τοῖς ἔμπροσθεν μαχομένοις
ἔνιπτε· ἐπέπλησσεν. ἐλοιδόρει
ἐνίπτειν· κακοῦν. ψέγειν. λοιδορεῖν
ἐνισκίμψαντες· ἐνερείσαντες
ἐνισκίμφθη· προσεπελάσθη, προσηγγίσθη. ἐνεπάγη
ἔνισπεν· ἐξεῖπεν, εἶπεν
ἐνισπεῖν· εἰπεῖν, ἀγγεῖλαι
ἐνισπέσθαι· ὃ νῦν μὴ καταπίνειν
ἐνὶ σπλάγχνοισιν· ἐν τοῖς ἐντέροις
ἐνισσέμεν· ἐπιπλήττειν
ἐνίσσων· ἐπιπλήσσων λοιδορῶν
ἐνὶ σταδίῃ· ἐν τῇ συστάδην μάχῃ.
ἐνιστάμενον· ...
ἐν ἴσῳ· ὁμοίως
ἐνίστασθαι· ἀμύνασθαι
ἐνὶ στρατῷ· ἐν τῷ στρατοπέδῳ
ἐνισχημένων· κεκρατημένων
ἐνὶ φρεσὶ θῆκε· κατὰ νοῦν ἔσχεν
ἐνὶ χηλῷ· ἐν τῇ κιβωτῷ. ἐν τῷ πλοίῳ
ἐνὶ χώρῳ· ἐν τῷ χώρῳ
ἐνίψει· λέξει ἐπιπλήξει. καὶ ἐρεῖ
ἐνίων· τινῶν
ἐν καθέξει· ἐν κατοχῇ
ἐνκάθετοι· ἐνεδρεύοντες
ἐνκάθετος· ἐνεδρεύων, ἐπιτηρῶν ἐντόπιος
ἐν Καρὶ τὸν κίνδυνον· παροιμία ἐπὶ τῶν ἐν εὐτελέσι τὰς πείρας ποιουμένων
ἐν καρὸς αἴσῃ· ἐν θανατηφόρῳ μοίρᾳ· Κῆρες γὰρ αἱ θανατηφόροι μοῖραι
ἐνκαταμίξαι· ἐντίμους ποιῆσαι
ἐνκατακλώσαντες· ἐνείραντες
ἐνκατασυρφάζειν· ἐνυβρίζειν
ἐνκατασκήψασαν· ἐμπεσοῦσαν
ἐνκατελέγησαν· ἐνῳκοδομήθησαν
ἐνκέσι· ἐν τύποις. ἐν γλυφαῖς
ἐν κεφαλαίῳ· ἐν συντόμῳ
ἐν Κέῳ τίς ἡμέρα; παροιμία ἐπὶ τῶν οὐκ εὐγνώστων· «οὐδεὶς γὰρ οἶδεν ἐν Κέῳ τίς ἡμέρα» ὅτι οὐχ ἑστᾶσιν αἱ ἡμέραι, ἀλλʼ ὡς ἕκαστοι θέλουσιν ἄγουσιν. ὅθεν λέγεται· σεαυτῷ νουμηνίαν κηρύσσεις
ἐν κημῷ· ἐν κουρκούμῳ
ἐν κλήρῳ· ἐν μερίδι
ἐν κονίῃ· ἐν μάχῃ. ἢ ἐπὶ γῆς
ἐνκολάψας· ἐγχαράξας
ἐνκομβωθείς· δεθείς
ἐνκομβώσασθαι· ἐπισωρεύσασθαι. στολίσασθαι
ἔνκομον· ἐν τομαρίῳ, ἴσον θείας κελεύσεως
ἐνκόπτων· ἐμποδίζων, διακωλύων
ἐν κόσμῳ· ἐν σεμνότητι
ἐν κοτύλῃ φέρειν· παιδιᾶς εἶδος. ὁ γὰρ φέρων τινὰ ἐν κοτύλῃ, ἐποίει ὀπίσω τὰς χεῖρας, καὶ ὁ αἰρόμενος ἐνετίθει τὰ γόνατα, καὶ οὕτως ἐβαστάζετο
ἔνκτητον· κτώμενον
ἐν λαμπτῆρι· ἐν τῇ λυχνίᾳ
ἐνλαπιθάζεσθαι· μαχέσασθαι Λαπίθαις. ἢ ἐνθυμηθῆναι
ἐν λέκτροις· ἐν στρώμασιν
ἐν λιμένι· τῷ ἐν τῷ γυμνικῷ θεάτρῳ
ἐνλιμενίζειν· τελωνίζειν τὰ ἀπὸ λιμένων καὶ θαλάσσης
ἐνλείπει· διαφωνεῖ
ἐν λευκώμασιν· ἔθος ἦν τὰ πιπρασκόμενα χωρία ἢ σώματα δημοσίᾳ ἀπογράφεσθαι ἐν σανίσι λευκαῖς, οἱ δὲ πυξίοις κεχρισμένοις λευκῇ γῇ, τὰ ὀνόματα καὶ τῶν κτημάτων καὶ τῶν ἀνδραπόδων καὶ τῶν πριαμένων αὐτά, ἵνʼ εἴ τις βουληθῇ αἰτιάσασθαι ἐπʼ ἀδείας ἔχοι ἐντυχὼν τῷ λευκώματι
ἐνλόβια· ἐνώτια
ἐν μακρύμασιν· ἐν ἀποστασίαις
ἐνμαγαρεύειν· ἐγκεκλεῖσθαι παρὰ γειτόνων
ἐν μεγάροισι· ἐν τοῖς οἴκοις
ἐν μύρτου κλάδῳ· ἐν μυρσίνης κλάδοις
ἐννέα ἄρχοντες· ἀρχὴ διὰ ἐννέα ἀρχόντων
ἐννεάβοιον· ἐννέα βοῶν ἄξιον· ἢ ἐννάβυρσον. ὁ δὲ βοῦς νόμισμα
ἐννεάκροσσον· πολλοὺς κροσσοὺς ἔχον
Ἐννεάκρουνος· κρήνη Ἀθήνησι ἣν πρότερον Καλλιρόην ἔλεγον· τῶν δὲ τυράννων οὕτως αὐτὴν κατασκευασάντων ἐκλήθη Ἐννεάκρουνος, ὥς φησι καὶ Θουκυδίδης
ἐννεάπον· λοξόν
Ἐννέα ὁδοί· ἡ νῦν Ἀμφίπολις
ἐννεάμυκλος· ἰσχυρός. ἐνναέτης
ἐννεάχιλοι· ἐννακισχίλιοι
ἐννεάψυχος· ὁ κύων. παροιμιωδῶς
ἔννεεν· ἐξέτεινεν
ἐν νέμει· ἐν συμφύτῳ
ἔννεπεν· ἔλεγεν
ἐννεσίῃσι· βουλήσεσιν. ἐννοήσεσιν
ἐνένιπεν· ὠνείδισεν. ἠπείλησεν. ἐπέπληξεν
ἐννέωροι· ἐνναετεῖς· ὦρος γὰρ ἐνιαυτός
ἐννέωρος· ἐνναετής
εννεω· ἐν ναῷ. ἢ εἰς ναῦν. ἢ εἰς νεοττούς
ἐννῆ· θʹ Κυρηναῖοι
ἐνηής· σώφρων. ἀληθής. ἀγαθός. πρᾷος
ἐννῆμαρ· ἐπὶ ἐννέα ἡμέρας
ἐν νηπιέηι· ἐν νηπιότητι
ἐννηπήχεες ἦσαν· ἐπαινοῦσί τινες τὴν ἀκρίβειαν. τὰ γὰρ σύμμετρα τῶν σωμάτων τοῦ πλάτους τὸ μῆκος καὶ τετραπλάσιον ἔχει
Ἐννησιάδες· Νύμφαι παρὰ Λεσβίοις
ἐννήσει· φθείρει. ὁμοιοῖ
ἐννήυσκλοι· ὑποδήματα Λακωνικῶν ἐφήβων
Ἐννήιος· ἐν Χίῳ ὁ Ἑρμῆς
ἐννήιον· κώπης μέρος, τὸ ἐπὶ τοῦ σκαλμοῦ ἔνδον ἐν τῇ νηΐ
ἐννοδίῳ· ἀγκυροβολίῳ
ἔννομον· ἔνθεσμον
ἐνναετείρας· ἐνοικούσας
ἐννοσία· ἀλογία. ἀργία
ἐννοσίγαιε· σείων καὶ κινῶν τὴν γῆν
ἐννοσίγαιος· κινησίγαιος. ἐπίθετον Ποσειδῶνος
ἔννοσις· κίνησις
ἐννοσίχθων· ὁ τὴν γῆν σείων
ἐννοσίφυλλον· κινησίφυλλον
ἔννοια· βουλή
ἐννοαί· πηγαί
ἑννύειν· ἐνδύειν
ἔννυθεν· ἐκέχυντο
ἐννουστάταις· φρονίμοις
ἐν νύσσῃ· τῷ καμπτῆρι
ἐννύχιον· διὰ τῆς νυκτός
ἐννύχιον κρύπτεις· σκοτεινῶς καὶ δολίως· τινὲς δὲ ἐμμύχιον ἐν τῷ μυχῷ
ἐννύχιος· νυκτερινός
ἔννυχος· νυκτερινός αὐτονύχιος
ἕννυτο· ἐνεδύετο
ἐν ξυνοχῇσιν· ἐν ταῖς συμβολαῖς
Ἐνοδία· Ἄρτεμις. καὶ κυνηγετικά. ὡς Ἀνδρομενίδης
Ἐνόδιος· Ἑρμῆς ἐν Πάρῳ
ἐν ὁδῷ· ἐν ἔργοις. ἐν πίστει. ἐν βίῳ
ἑνοειδεῖς· ἑνὶ θεῷ ὅμοιοι
ἐνόησεν· εἶδεν κατὰ νοῦν
ἕνοι· οἱ περυσινοὶ ἄρχοντες
ἑνοῖ· συνάπτει, ἐκ δύο ἀποτελεῖ ἕν
ἐνοιάδες· αἶγες, αἳ μὴ κορύπτουσιν
ἐν ὅλμῳ εὐνάσω· οἱ μὲν Ὅλμον μάντιν φασί· οἱ δὲ τοὺς ἐν ὅλμῳ κοιμηθέντας μαντικοὺς γίνεσθαι
ἐν ὁμίλῳ· ἐν ἀθροίσματι. ἐν μάχῃ
ἐνομόρξατο· κατέμαξεν. ἐνέβαλεν
ἐνόν· ἐνυπάρχον ἢ δυνατόν ἐστι
ἐν ὀνείρῳ· ἐν ὕπνῳ
ἐνοπῇ· φωνῇ, βοῇ
ἐνοπτιλίζειν· ἐμβλέπειν
ἐνόπλιον· ἔνοπλον
ἔνοπτρα· κάτοπτρα. ἔσοπτρον
ἐνορταλίας· τὰς νεοσσείας. Κρῆτες
ἐνορμισθήσομαι· προσορμήσω
ἔνορμος· ἡ ἀγορὰ παρὰ Θετταλοῖς
ἔνορχα· ὄρχεις ἔχοντα ἔφηβα
ἐνόρχην λαόν· τὸν ἐπὶ ἥβης· ἀφʼ οὗ καὶ τὸ ὀρχηδόν
Ἐνόρχης· Διόνυσος ἐν Σάμῳ
ἐνόρσας· ἐμβαλών
ἔνος· ἐνιαυτός, ἐπέτειος καρπός
ἐνοσηλεύετο· νοσῶν διῃτᾶτο
ἔνοσις· κίνησις
ἐνοσιφύλλων· τῆς τῶν φύλλων κινήσεως
ἐνοσίχθων· ὁ τὴν γῆν σείων
ἐνόστησας· ἐπανῆλθες. προσέπιπτες
ἐνοσφίσατο· ἔκλεψε. μετέσχεν
ἐνοσφίσθησαν· ἀπεστράφησαν. ἀπεχωρίσθησαν
ἐνοσφίσω· ἀπηλλοτρίωσας
ἐνούσιος· συμφυής. πολυκτήμων
ἐν οὐχ ἑνί· ἐπὶ τοῦ πολλοῦ λέγεται
ἐν ὀφθαλμοῖσιν· ἐν τοῖς ὄμμασιν ἢ θεαμάτων
ἐνοχλεῖ· διοχλεῖ
ἔνοχος· χρεώστης. ὑπεύθυνος. ὑποκείμενος
ἐν παλάμαισιν· ἐν ταῖς χερσίν
ἔνπαλιν· ἐναντίον
ἐν παραβύστῳ· ἐν μυστηρίῳ, ἐν κρυπτῷ, λεληθότως λάθρα
ἐν περάτῃ· ἐν τῇ δύσει τῆς γῆς
ἐν πείσῃ· ἐν ἡσυχίᾳ. ἐν χώρᾳ. ἐν πεισμονῇ
ἐν πίθῳ τὴν κεραμείαν μανθάνω· παροιμία, ἐπὶ τῶν τὰς πρώτας μαθήσεις ὑπερβαινόντων, ἁπτομένων δὲ εὐθέως τῶν μεγάλων καὶ τελείων· ὡς εἴ τις μανθάνων κεραμεύειν, πρὶν μαθεῖν πίνακας ἢ ἄλλο τι τῶν μικρῶν πλάττειν, πίθῳ ἐγχειροίη. Δικαίαρχος δέ φησι, ἕτερόν τι δηλοῦν τὴν παροιμίαν, οἱονεὶ τὴν μελέτην ἐν τοῖς οἰκείοις ποιεῖσθαι· ὡς κυβερνήτης ἐπὶ τῆς νεώς, καὶ ἡνίοχος ἐπὶ τοῦ ἵππου
ἐν πέντε κριτῶν· ἐν ἀλλοτρίᾳ ἐξουσίᾳ ἐστίν· πέντε δὲ κριταὶ τοὺς κωμικοὺς ἔκρινον
ἐνίσπῃ· εἴπῃ
ἐν πλάδῳ· ἐν χαλάσματι. καὶ ἐν ἀνέσει
ἐνπλατειάσασα· ἐν πλατείαις τύπτουσα ταῖς χερσίν. ἢ τρυφερευομένη
ἔνπλην· πλησίον
ἐν προβλήματι· ἐν ὑποκρίσει
ἐν προσχήματι· ἐν προφάσει.
ἐν Πυθίῳ χέσαι· Πεισίστρατος ᾠκοδόμει τὸν ἐν Πυθίῳ ναόν· τῶν δὲ Ἀθηναίων παριόντων καὶ μισούντων αὐτὸν ..., οὐδὲν ἐχόντων ποιεῖν, ἐνίους προσουρεῖν τῷ περιφράγματι καὶ πλησίον ἀφοδεύειν τῆς οἰκοδομῆς, ὥστε διοχλεῖσθαι τοὺς ἐργαζομένους
ἐνραβδώσας· ἐγγράψας
ἐνριγισκάνειν· ἐνριγοῦν Φερεκράτης Μυρμηκανθρώποις
ἐν ῥύπῳ· οἱ ῥυπῶντες
ἐν Σάμῳ κομήτας· ἔνιοι Πυθαγόραν τὸν σοφόν φασι τὴν πυκτικὴν ἀσκῆσαι καὶ ἀπʼ αὐτοῦ τὴν παροιμίαν λέγεσθαι, ἁμαρτάνοντες ...
ἐνς ἀῶ· αὔριον.
ἐνδεῦσαι· βάψαι
ἐνσείσεις· διασείσεις
ἐνσημαίνεται· ἐπιδείκνυται
ἐν σηκοῖς· ἐν ναοῖς
ἐνσείεις· ἐπιβάλλεις
ἐν σικυηράτῳ· τόπος σικυδίων
ἐνσκιρωθείσης· ἐμπαγείσης· σκίρωμα γὰρ λέγεται τὸ ἀνίατον πάθος
ἐνσκῆψαι· ἐνερεῖσαι
ἐνσκήψαντες· ἐφορμήσαντες
ἐνσκευάσασθαι· καθοπλίσασθαι
ἐνσκυθίζειν· σπαράττειν
ἔνσπονδοι· οἱ μετέχοντες σπονδῶν
ἔνστασις· ἀνταγώνισμα
ἐνστάτης· ἐχθρός ἐνιστάμενος, καὶ μὴ ἀναχωρῶν
ἐν στέρνοις· ἐν στήθεσιν
ἐνστερνισάμενος· περιπτυξάμενος
ἐν στερνομάντισιν· ἐνγαστρίμυθοις. Σοφοκλῆς Αἰχμαλωτίσιν
ἐν στήθεσιν· ἐν ταῖς διανοίαις
ἐνστηνές· ἰσχυρόν. ἢ σαφές
ἐνστροβιλίσας· συστρέψας
ἐνστρωφᾶσθαι· ἐνστρέφεσθαι
ἐν σφανίῳ· ἐν κλιναρίῳ
ἐνσών· ἐλθών
ἐντακείς· ἐμφυείς
ἐν ταλάροισι· τοῖς κοφίνοις, τοῖς καλαθίσκοις τοῦ τυροῦ
ἐνταλθέντα· ἐπιτραπέντα
ἐνταμιευόμενον· ἐνθησαυριζόμενον
ἔν τʼ ἄρα οἱ· τότε δὲ αὐτόν
ἔν τʼ ἄρα οἱ φῦ χειρί· ἐν τῇ χειρὶ κατέσχεν, ἢ ἐλάβετο τῆς χειρὸς αὐτοῦ
ἐν Τάραντι· ἐν πόλει τῆς Σικελίας. εἰσέρχονται
ἐνταῦθα· καὶ τὸ χρονικόν. καὶ τὸ ἐπὶ τόπου. καὶ ἔνθα δή, ἢ ὧδε
ἐνταυθοῖ· ἐνταῦθα
ἔντεα· τεύχεα. ὅπλα
ἔντεα δαιτός· σκεύη· τὰ μὲν γὰρ ἔντεα ὅπλα, τὰ δὲ ὅπλα σκεύη
ἐν τεγέεσιν· ἐν οἴκοις
ἐντεθηλότως· θαλλόντως
ἐντεθρίωκεν· ἐνείληκεν ἢ ἐσκεύακεν, ἀπὸ τῶν θρίων. Δηλοῖ δὲ καὶ τὸ βακχεύειν, ἴσως ἀπὸ τοῦ Διονύσου· Θρίαμβος γὰρ ἐλέγετο διὰ τὴν τῆς συκῆς καὶ τῶν θρίων εὕρεσιν
ἐντείλασθαι· προστάξαι
ἐν τελαμῶνι· ἐν τῷ ἀναφορεῖ, ἐπιδέσμῳ
ἐν τελέεσιν· ἐν τοῖς τῶν στρατιωτῶν τάγμασιν
ἐντεθετταλίσθαι· ἐνκεχλαμυδῶσθαι. σύνηθες γὰρ Θετταλοῖς χλαμυδοφορεῖν
ἐντέλεια· τάξις ἀρχοντική
ἐν τέλει· ἄρχοντας
ἐντεθόρυξον· ἔνσαξον
ἐν τέλει θέσιν· ἐν οὐρᾷ θέσιν ἐν τάγματι
ἐντελεστέρῳ· τελειοτέρῳ
ἐντέλλεται· παραγγέλλει
ἐντελέχεια· ἐνέργεια
ἐν τέλμασιν· ἐν βορβόροις· τέλμα γὰρ ἰλυώδης καὶ κάθυγρος τόπος
ἐντεῖναι· πληγὰς δοῦναι
ἐντελῆ· τετελεσμένα
ἐντελέστατοι· ἐντιμότατοι
ἐντελομίσθους· τέλειον μισθὸν λαμβάνοντας
ἐντελῶς· τελείως
ἐντέμνουσι· τοῖς ἥρωσιν ἐναγίζουσιν
ἐντεομήστωρ· ὅπλων ἔμπειρος
ἐντεριώνη· τὸ ἐντὸς τοῦ ἀγρίου σικυοῦ ἢ τὰ ἔνδον
ἐντερόνεια· ἐντεριώνη, τὸ μεσαίτατον τῆς νεώς· ἤτοι τὸ μέσον τοῦ ξύλου, καρδία, οἱ δὲ μυελός
ἔντερον οἰός· αἱ χορδαί
ἔντεσα· ἔσωθεν
ἐντεσιεργούς· τοὺς μὴ ψιλῶς νωτοφόρους, ἀλλʼ ἅμαξαν ἕλκοντας
ἐντεσιμήστωρ· ἔμπειρος ὅπλων
ἔντεσιν· ὅπλοις σκεύεσιν
ἐντεσιουργούς· σκεύεσιν ἐργαζομένους, οὐ νωτοφόρους
ἐντεσμένας· κεκοσμημένας
ἐντέταται· τὸ παῖσαι ἐντεῖναί φασι
ἐντέτηκεν· ἐνκεκόλληται
ἐντετηκότος· ἐμπεπηγότος
ἐντετηκώς· ἐμπεπηγώς
ἐντετύλικται· ἐμπέπλεκται. ἐνείληται
ἔντυε· παρασκεύαζε
ἐντεῦθεν· ἔνθεν, παραυτά, ἐκ τούτου
ἔντευξις· ἀπάντησις κατὰ τῶν πλημμελησάντων. δέησις εἰς ἐκδίκησιν
ἐντύχῃ· ἐντυγχάνῃ
ἐν τῇ ἀδολεσχίᾳ· ἐν λύπῃ
ἐν τῇ ἑτέρᾳ· ἐν τῇ ἀριστερᾷ
ἐν τῇ σαρκί· ἐν τοῖς πάθεσι τῆς σαρκός
ἐντετεύχηται· ὥπλισται
ἐντί· εἰσίν
ἐντίθεσο· ψωμίζου
ἐν τίσιν· ἐν ποίοις
ἐντιτόν· ἔνδικον
ἔντομα· ὅρκια. καὶ καθάρματα
ἐντομίαι· εὐνοῦχοι
ἐντομίας· εὐνοῦχος
ἐντομίδας· σμιλάρια, ψαλίδια
ἐντομίδες· ξυσμαὶ ὀξέως γινόμεναι καὶ τοῖς σώμασιν ἐντεμνόμεναι. τοιαῦτα δὲ εἰώθασι ποιεῖν ἐπὶ τοῖς νεκροῖς αὑτῶν οἱ ἄπιστοι
ἔντομοι· ἔνορκοι
ἔντονον· ἰσχυρόν. ὀξύ
ἐντός· ἔνδον, ἔσω
ἐντὸς ἑβδόμης· ἀπείρητο Ἀθήνησι στρατείαν ἐξάγειν πρὸ τῆς τοῦ μηνὸς ἑβδόμης
ἐντὸς σαρκός· ἐντὸς τοῦ σώματος
ἔντοσθεν· ἔσωθεν
ἔντος· ὅπλον
ἐντοσθίδια· τὰ σπλάγχνα
ἐντραγεῖ· ἐντρυφᾷ
ἐντραγεῖν· ψωμίσαι. ψωμίσασθαι
ἐντραγούμενοι· μασώμενοι
ἐντραγών· φαγών
ἐντρέπεται· μετατροπὴν λαμβάνει. ἐπιστρέφεται. κάμπτεται. λόγον ἔχει
ἐντρέπονται· αἰδημονοῦσιν
ἐντρεπτικῶς· ἐλεγκτικῶς
ἐντρέχειν· ἐναρμόζειν
ἐντρεχέστερον· γοργότερον
ἐντρέψασθαι· τὸ εἴσω τρέψαι τὸ ἱμάτιον
ἐντριβάσαι· ἐναντίαν τύψαι
ἐντριβής· τετριμμένος. ἀκριβής
ἐν τριόδοισιν· ἐπὶ τῶν ἀδήλων πραγμάτων ἔλεγον, ἐπειδὴ ὁ ἐν τριόδῳ γενόμενος οὐκ οἶδεν, ποίᾳ χρήσεται ὁδῷ
ἔντριτον· τὸ διονίου ἔμβρωμα, ὃ Γαλάται ἔμβρεκτόν φασιν
ἔντριχον· ἀσθενές
ἐντριχώσεις· αἱ βλεφαρίδες τῶν ὀφθαλμῶν
ἐντροπάδην· ἐναλλάξ, μεταβολῇ χειρῶν
ἐντροπαλιζομένη· κατʼ ὀλίγον ἢ συνεχῶς ἐπιστρεφομένη
ἐντροπή· ἐπιστροφή
ἐντροπίας· εὐμετάβολος. ὀξίνης
ἐντροπῶσαι· ἐνδῆσαι
ἐντρυγηφάνιον· ὁ δευτερίας οἶνος
ἐντυγχάνει· προσέρχεται
ἔντυεν· ὥπλιζεν
ἐντύεσθαι· ὡπλίσθαι. κεκοσμῆσθαι
ἐντύνασαν· κοσμήσασαν
ἐντύνει· κελεύει. ἑτοιμάζει. σπεύδει
ἐντύνειν· κατασκευάζειν
ἔντυνον· ἑτοίμασον, εὐτρέπισον
ἐντύνοντο· ηὐτρέπιζον
ἔντυος· κόσμος
ἐντυπαδία· ὅταν τῷ ἱματίῳ τὴν χεῖρα πρὸς πρόσωπα κατειλημμένος στήσῃ
ἐντυπάς· πενθικῶς, ὥστε τὸν τύπον τοῦ σώματος φαίνεσθαι
ἐντυπές· πύγδην. ἔμπληκτον
ἐντυπάς· ἐντετυπωμένος. ἐγκεκαλυμμένος τὸ πρόσωπον τῷ ἱματίῳ. τὴν χεῖρα ἔχων πρὸ τοῦ προσώπου. ἢ κεκυφώς
ἐντυπὰς ἐν χλαίνῃ· ἐντετυπωμένος τῷ ἱματίῳ
ἐντυπούμενον· ἐγγραφόμενον
ἐντυχαλός· ἐντευκτική
ἐντυψίω· ἐντινάξω
ἐν τωὐτῷ· ἐν τῷ αὐτῷ, ὁμοῦ
ἐν τῷ ῥά σφι· ἐν τούτῳ δὴ αὐτοῖς
Ἐνυάλιος· ὁ Ἄρης, ἢ ὁ τούτου υἱός· διὰ τὴν Ἐνυώ. ἢ πολεμικός , ἢ ὁ πολεμιστής
Ἐνυαλίῳ· τῷ Ἄρηϊ
ἐνυανεῖν· τρυφᾶν
ἐνυβρίζων· ἐκπλήττων
ἐνυγροθηρευτής· ἁλιεύς
ἐνυδρίς· ζῷον ποτάμιον ἀμφίβιον, ὅμοιον κάστορι
ἐνυδρώθη· ὑδρωπικὸς ἐγένετο
ἐνύει· ἔνδον. Λάκωνες
ἐνύλαις· ὑλικαῖς
ἐνυλισμένον· κεκαθαρμένον
ἐνύπνιον· ὄναρ
ἔνυον· ἔφερον
ἔνυρεν· ἔτρισεν
ἐνυρήσεις· θρηνήσεις
ἔνυστρον· τὸ μέγα ἔντερον τῶν ζῴων. ἡ κοιλία
ἐν ὑφέσει· ἐν ἐλαττώσει
Ἐνυώ· πολεμικὴ θεά. ἢ μάχη. ἔστι δὲ πλαστὸν πρόσωπον, ὡς Φόβος, καὶ Ἔρις, καὶ Κυδοιμός
ἐν φιλότητι· εἰς συνουσίαν
ἐν φρέατι κυνομαχεῖν· παροιμία ἐπὶ τῶν δυσφεύκτων
ἐν Φρεάτου· ἐν τῷ δικαστηρίῳ, ἐν ᾧ ἐδικάζοντο ἐπὶ ἀκουσίῳ φόνῳ
ἐν φρεσίν· ἐν τῇ διανοίᾳ
ἕνα φρεσὶ θυμὸν ἔχοντες· ὁμονοοῦντες
ἐν χορείᾳ· ἐν χορῷ
ἐνχριμφθεῖσαν· ἐμπελασθεῖσαν
ἐνχρίμψας· ἐμπελάσας
ἐν χρῷ κουρά· ἡ ψιλή, καὶ πρὸς αὐτῷ τῷ χρωτί
ἐνχώριοι· ἐκ τοῦ αὐτοῦ τόπου ὄντες
ἐν ᾧ· ἐν ᾧτινι ἢ ὅταν
ἐνώλας· ἐν ᾧ ὁ ἴουλος ἐπιγίνεται
ἑνωθείς· ἓν καὶ τὸ αὐτὸ γενόμενος
ἐνώμα· ἔστρεφεν ἐκίνει
ἐν ὠμοῖς μάντεις· ὅταν ἀπʼ αὐτῶν τῶν σφαγίων μαντεύωνται· οἷον οἱ ἡπατοσκοπούμενοι ἐν ὠμοῖς λέγονται μαντεύεσθαι. καὶ ἐνωμοτεῖν ...
ἐνώμοτον· ὡρκισμένον, ἢ τοῖς ὅρκοις ἔνοχον
ἐνωμοτία· τάξις τις διὰ σφαγίων ἐνώμοτος
ἐν ὠμῷ γήραϊ· ἐν χαλεπῷ γήρᾳ· ὠμὸς γὰρ ὁ χαλεπός
ἔνωπα· ἐν ὄψει
ἐνωπῇ· ἐς ὄψιν, προσόψει, φανερῶς. ἐν μάχῃ
ἐνώπια· εὐθεῖα οἱ καταφωτιζόμενοι τοῖχοι. ἐμπρός
ἐνώπια· τὰ κατʼ ἀντικρὺ τοῦ πυλῶνος φαινόμενα μέρη, ἃ καὶ διεκόσμουν ἕνεκα τῶν παριόντων. ὁ δὲ Κράτης τὰς φλιὰς ἀπέδωκεν ἐνίνοχος
ἐνώπιον· ἐν ὀφθαλμοῖς, ἐν τῇ προσόψει
ἐνωπάλιζεν· ἐνέτεινεν, ἐνεδίδου
ἐνωπῶς· ἐμφανῶς
ἔνωρος· ἔναιμος. ζῶν
ἐνῶρσεν· διήγειρεν
ἐνῶρτο· ἐνώρμησε διεγήγερτο
ἑνώσας· συνάψας
ἐνώσατο· διενοήθη
ἕνωσις· μῖξις. σύζευξις
ἐνώταις· ἐνωτίοις. τῇ προσῳδίᾳ ὡς φιλόπαις. Σοφοκλῆς Αἰχμαλωτίσιν
ἐνωτία· ἀμέλεια
ἐνωτίζου· ἐν τοῖς ὠτίοις δέχου
ἐνώτισε· τὰ νῶτα περιεσκέπασεν
ἐνωχλήθην· ἠῤῥώστησα
ἐξ· ἡ πρόθεσις «ἐξ ἀκαλαρείταο βαθυῤῥόου» ...
ἐξάγαστον· ἄξιον θαύματος
ἐξάγειν· παροξύνειν
ἐξάγγελος· ἄγγελος, ὁ τὰ ἔσω γεγονότα τοῖς ἔξω ἀγγέλλων
ἔξαγε κούρην· ἔξαγε τὴν κόρην
ἐξάγιστον· τὸ οὐ δεόντως εἰσενεχθὲν εἰς ἱερόν· ἢ τὸ ἀκάθαρτον
ἐξαγέτης· καλαμίνθη
ἐξάγιστα· πάντα τὰ ἱερὰ καὶ ἀφωσιωμένα, ἃ οὐχ οἷόν τε ἐκκομίζεσθαι τῶν ἱερῶν. ἔνιοι δὲ ἁγνὰ ἀπέδοσαν
ἐξάγιστος· ἀκάθαρτος. πονηρός
ἐξαγκυρῶσαι θύραν· ἐκστροφῶσαι
ἐξαγορεύει· φανεροῖ
ἐξαγορεύων· πᾶσι δηλῶν. λέγων
ἐξαγρεῖν· ἐξάγειν. ἐξαιρεῖν
ἐξάγων· ἐκβάλλων. προφέρων
ἐξαγκωνίζεσθαι· ...
ἐξαγωνίοις· ἐξ ἀγώνων πόνον ἔχουσιν
ἐξαγώνιος· ἔξω τοῦ ἀγῶνος ὤν
ἐξάγω χωλὸν τραγίσκον· παιδιᾶς εἶδος παρὰ Ταραντίνοις
ἐξ ἀελπτίης· ἐξ ἀνελπίστου
ἐξ ἀήταο· ἐξ ἀνέμου
ἐξᾳρημένον· ἐξῃρημένον
ἐξαθελγόμεναι· ἐκθλιβόμεναι
ἐξαίνυται· ἐξαιρεῖται
ἐξαίνυτο· ἐξῃρεῖτο
ἐξαΐξαντες· ἐξορμήσαντες
ἐξαιρεῖται· ἐξυφαιρεῖται
ἐξαιρειν· λαμβάνειν. ὑψοῦν
ἐξαίρετα· ἐπίλεκτα
ἐξαιρέταρ· ἁρπάγη, ἢ ἅρπαξ ὁ πρὸς τὰ ἀντλήματα
ἐξαίρετον· ἐπίλεκτον προηγούμενον
ἐξαιρεύμην· ἐξαίρετα ἐλάμβανον
ἐξαιρήσοντες· πορθήσοντες
ἐξαιρούμενος· ἀποκομιζόμενος. ῥυόμενος
ἐξαίσια· ὑπέρμετρα. οὐκ ἐπιτήδεια. ἢ παντὸς ἐπέκεινα θαύματος. ὑπερβάλλοντα
ἐξαίσιοι· κωλυτικοί. ἢ πολλοί, μεγάλοι. ἀνυπέρβλητοι. ἐπέκεινα παράδοξοι
ἐξαίσιος οἰωνός· ὁ ἀσύμφορος· ἀπέστησε γὰρ ὅλως. ἀλλότριος
ἔξαιτον· ἐξαίρετον μέγα. καλόν. ἀγαθόν
ἐξαίφνης· ἐξαπίνης
ἐξακέσαιο· ἐξιάσαιο. θεραπεύσειας
Ἐξακεστήριος· ὁ Ζεύς. καὶ ἡ Ἥρα
ἐξάκουστον· περιβόητον
ἐξακριβάζει· ἐξιχνιάζει
ἐξάκτωρ· ὁ ἀπαιτῶν τὰ δημόσια
ἐξακολουθοῦσθαι· ἐκθρούζεσθαι
ἐξαλαπάξαι· ἐκπορθῆσαι
ἐξαλδαίνει· ἐκβλαστάνει
ἐξαλέασθαι· ἐκκλίνειν
ἐξαλέεινεν· ἐξέκλινεν
ἐξαλείφθησαν· ἀπώλοντο
ἐξαληλιμμένος· ἀπαλειφθείς ἢ κεχρισμένος
ἐξαλίζεται· συναθροίζεται
ἐξαλῖσαι· κυλῖσαι. ἐκκομίσαι
ἐξ ἀκαλαρρείταο· ἐκ τοῦ πρᾴως ῥέοντος
ἔξαλλα· διάφορα λαμπρά. ἀλλόφυλα ἢ ἐξόχως
ἐξάλματα· πηδήματα
ἐξαλοῦνται· ἐκπηδήσουσιν
ἐξάλειπτρον· σκεῦος ἀργυροῦν, φιάλῃ παραπλήσιον, ἐξ οὗ ἐν τοῖς συμποσίοις ἠλείφοντο μύρῳ
ἐξάλμενος· ἐξαλόμενος
ἐξ ἁλός· ἐκ τῆς θαλάσσης ἢ ἔξω τῆς θαλάσσης
ἐξάλφεις· εὑρίσκεις
ἐξαλύξωμαι· φυλάξωμαι. Σοφοκλῆς Αἴαντι Μαστιγοφόρῳ
ἐξαλφήσεις· ἐκτιμηθήσῃ μεγάλως. ἀπὸ τοῦ ἀλφαίνειν. καὶ γὰρ ἀλφηστὴς ὁ ἔντιμος· τινὲς δὲ ἐκλάμψεις
ἐξάπινα· ἐξαίφνης
ἐξαμβλίσκει· διαφθείρει ἐγκυμονούμενον
ἐξαμβλωθείς· ἐκτρωθείς
ἐξαμβρακοῦται· ἐκλύεται. ἀπὸ τοῦ ἀμβρακεύειν, ὅ ἐστι καρτερεῖν
ἐξαμαρτάνει· πλημμελεῖ
ἐξαμβλίσκοντα· διαφθείροντα
ἐξαμείψει· ἐκτελέσει. πορεύσεται. ἐναλλάξει
ἐξαμοιβάς· ἑτέροις καὶ ἑτέροις
ἐξαμοῦν· ἐκθερίζειν
ἐξ ἀμφοῖν· ἐξ ἀμφοτέρων
ἐξαμφοτερίσας· τὸ ἀμφίβολον ποιῆσαι. καὶ τὸ δύο πραγμάτων ἐκπεσεῖν
ἐξαμβλοῦμεν· ἐκτιτρώσκομεν
ἐξανάξει· ἀνάξει πρὸς τὸν ἥλιον
ἐξανδήρισον· ἐκπέρασον
ἐξανδραποδίζεται· αἰχμαλωτίζεται
ἐξανεμοῦσθαι· ἐπαίρεσθαι. ἢ ξηραίνεσθαι. ἢ μετεωρίζεσθαι
ἐξανέσασα· ἐπιστρέψασα
ἐξανεχώρει· λεληθότως ὑπέφευγεν
ἐξανθῆσαι· ἐκζέσαι
ἐξανθήσει· ἀνθήσει
ἐξανέψιοι· ὧν οἱ πατέρες ἀλλήλων ἀνεψιοί, ἢ αἱ μητέρες
ἐξανίησιν· ἀναπέμπει
ἐξάντες· ἐξεναντίας. ὁτὲ δὲ τὸ ὑγιές
ἐξάντης· ὁ τῆς νόσου ἔξω ὤν
ἐξαντῶν· ἀντιάζων. ... τῆς κόῤῥης καὶ τοῦ πώγωνος οἷον ὑπογενειάζων. ἢ οὕτως· ἐξαντῶν κατὰ τῆς ὑγείας αὐτοῦ ἐξορκῶν· τὸν ὑγιαίνοντα γὰρ ἐξάντη ἔλεγον
ἐξ ἀντύγων· ἐκ τῶν περιφερειῶν τοῦ ἅρματος
ἐξανύω· ἐξανύσω. ἐκτελέσω. κατεργάσομαι
ἐξάνω· ἄνωθεν ἐξάγῃ· ἐξενέγκῃ
ἐξαπαλλαγῇ· ὑποχωρήσῃ
ἐξαπαλλάξει· ἐκπορθήσει, ἐκκενώσει
ἐξαπατᾷ· χλευάζει. δελεάζει. φενακίζει
ἐξαπάτερθεν· ἐκ τοῦ ἑτέρου
ἐξαπάφω· ἐξαπατήσω
ἐξαπαφών· ἐξαπατήσας
ἐξαπίνης· αἰφνιδίως. ἐξαίφνης
ἐξαποπειρῆσθαι· πειρᾶσθαι
ἐξ ἀπίης γαίης· ἀλλοτρίας, ἢ ξένης. ἢ μακρὰν οὔσης
ἐξάπινα· αἰφνιδίως
ἐξαποινᾶσθαι· παραλογίζεσθαι
ἐξ ἀπόπτου· ἐπὶ τοῦ ὑψηλοῦ τόπου, ὅθεν ἔστιν περισκοπεῖν τὰ ὑποκείμενα
ἐξαπορηθῆναι· ἐξαφανισθῆναι. ἐν ἀπορίᾳ γενέσθαι
ἐξ ἀποτρόχου· ἐκ περιδρόμου
ἐξ ἀπροσεξίας· ἐξ ἀμελείας
ἐξάπτεσθαι· κρατεῖσθαι τοῦ ἅρματος
ἐξᾶραι· οὕτως λέγεται, ὅταν τι τῶν ὀρνέων εἰς μετέωρον ὕψος αἴρηται
ἐξαράξαντες· ψοφήσαντες, κρούσαντες
ἐξαράξασθαι· διῶξαι
ἐξᾶρεν· ἐκτός ἐστιν
ἔξαρθρος· ἐκμελής
ἐξαρῆξαι· ἐκφορῆσαι
ἐξαρκεῖ· ἐπαρκεῖ
ἐξαρκέσει· ἐκποιήσει
ἐξαρκῆ· ἀρκοῦσαν
ἐξ ἀρακίων· ἐκ φιαλῶν
ἔξαρνος· ἀρνούμενος
ἐξάρξατε· προκατάρξατε. καταλέξατε
ἔξαρον· ἆρον. ἐξάλειψον
ἐξαρτηδόν· μετὰ τοῦ ἐκκρέμασθαι
ἐξαρτίζει· πληροῖ. τελειοῖ
ἐξαρτῆσαι· ἐκκρεμάσαι. τελειῶσαι
ἐξαρτύειν· παιδεραστεῖν
ἐξαρύσαι· ἐξαντλῆσαι
ἐξαρώμεναι· ἐξ ἀγκῶνος φλεβοτομούμεναι
ἑξᾶς· εἶδος νομίσματος παρὰ Συρακουσίοις
ἐξασελγαίνωμεν· ἀναπληρώσωμεν ...
ἐξαυαίνεται· ἀποθνήσκει
ἐξαύδα· ἔξειπον λέγε. φώνησον. βόησον
ἐξαῦσαι· ἐξελεῖν Εὔπολις
ἐξαυστήρ· κρεάγρα
ἐξαυτῆς· παραυτίκα
ἐξαῦτις· μετὰ ταῦτα ἐκ δευτέρου
ἐξαφάζων· ἔξω ἑαυτοῦ γιγνόμενος. καὶ περιβλέπων
ἑξαφολέκτης·
ἑξαφορήσωσιν· εὐπορίσωσιν
ἐξαφύουσιν· ἐξαντλήσουσιν
ἐξέβλω· ἐξέτρωσεν
ἐξεγένετο· ἐξεποίησε
ἐξέγρετο· ἐξηγέρθη
ἐξέγρης· ἐξηγέρθης
ἐξεγρύτευσας· ἐξηρεύνησας
ἐξεδεδιῄτητο· ἔξω τῆς νομίμου διαίτης ἐγεγόνει
ἐξεδιῄτησεν· κακῶς διῴκησεν
ἐξεδίφησεν· ἐξεζήτησεν
ἐξεδίωσεν· ἐπόρθησε. κατέκοψεν
ἐξ ἑδέων· ἐκ τῶν καθεδρῶν
ἐξ ἕδρης· ἐκ καθέδρας. ἢ ἐκπρεπής
ἔξεδρον· τὸν οὐκ αἴσιον οἰωνόν, οὐκ εὔθετον ὄρνιν. οὐκ ἐν δέοντι τὴν ἕδραν ἔχοντα
ἐξεδύοντο· ἀπεδίδυσκον
ἐξέθανεν· ἐλιποθύμησεν. ἐξέπνευσεν
ἐξέθει· ἐξέτρεχεν
ἐξεθίαζε· χορείας ἐπετέλει
ἐξέθυσεν· ἀνεῖλεν
ἐξέθορεν· ἐξεπήδησεν
ἐξαιθριασθέν· λαμπρυνθέν
ἐξέθρωσκεν· ἐξεπήδα
ἐξέθωψεν· ἐξεθώπευσεν
ἐξεῖ· ἔξω. Λάκωνες
ἕξεια· τὰ ἑξῆς
ἐξειδεῖς· περισσοί. ἐκπρεπεῖς
ἐξείη· ἔξοδος. κέρδος
ἑξείης· ἐφεξῆς
ἐξεικάδιοι· οἱ ἐκ τῆς αὐτῆς εἰκάδος καὶ τάγματος τοῦ αὐτοῦ
ἐξείκοιτο· παραγένοιτο
ἐξ εἴκλω· ἀπὸ δείπνου
ἐξεικονισμένον· μεμορφωμένον
ἐξείλατο· ἐῤῥύσατο
ἐξειλεγμένων· ἐκλεκτῶν
ἐξειλλεῖν· ἐκβάλλειν
ἔξειον· ἐπιζήμιόν τι καταδικάζειν τοῖς ἑκουσίως ... οἱ δὲ ἀπόλυσιν ἐγκλήματος
ἐξείπω· φανεροποιήσω
ἐξείνισσα· ἐξένισα
ἔξειρα· σκορπίος, ὁ ἰχθῦς
ἐξείρετο· ἠρώτα
ἐξερεείνων· ἐξερευνῶν
ἐξειρύσας· ἑλκύσας
ἔξεισιν· ἐξέρχεται
ἐξειλώτισεν· ὡς ἐπὶ τοῦ λωτοῦ ἐξεπόρθησεν
ἐξείς· ἀφιείς
ἔξειτι· ἐξελεύσεται
ἐξεκαρυκεύθη· ὠψοποιήθη καὶ συνεκόπη· καρύκη γὰρ ἔδεσμα ἐκ πολλῶν συγκείμενον
ἐξεκαλέσω· παρῃτήσω
ἐξεκέδασεν· ἐξεπέτασεν
ἐξεκήλησεν· ἐξηύλησεν. ἔθελξεν
ἐξεκηρίωσας· ἐξέστησας
ἐξεκήρανεν· ἐξέφθειρεν
ἐξεκνημώθη· ἐξεφθάρη
ἐξεκοδόαξεν· ἐξέχεεν
ἐξεκόμπασεν· ἐξέπληξεν
ἐξεκ … νόθη· κατηντλήθη
ἐξεκορήθη· ἐξεκαλλύνθη
ἐξεκκλησίασεν· συνήθροισεν
ἐξεκυλίσθη· ἔπεσεν. ἀπεῤῥίφη
ἐξεκώμασεν· ἐξεπόρνευσεν
ἐξελάαν· ἐξελάσαι. ἀποδιῶξαι
ἐξελαθῆναι· ἐκδιωχθῆναι
ἐξελατέους· ἐκδιωκτέους
ἐξελάσωμεν· ἐκβάλωμεν
ἐξέχεα· ἐξήρασα
ἐξέλειπεν· ἐπαύσατο
ἐξελέσθαι· σῶσαι
ἐξέλιπον· ἐξώλισθον
ἐξελεύθεροι· οἱ τῶν ἐλευθερουμένων υἱοί
ἐξελθεῖν· ἐξωθεῖν
ἐξέλεψεν· ἐξέγλυψεν. ἐξελέπισεν
ἐξελιγμός· κίνησίς τις παρὰ τοῖς τακτικοῖς, ἡ ἐνόπλιος ...
ἐξελίσσουσι· κινοῦσιν
ἐξελκόμενος· περιαγόμενος. περισυρόμενος
ἔξελον· ἐξαίρετον ἔδωκαν
ἐξελύθη· ἐπαύσατο τῆς ὁρμῆς
ἐξελύτρωσας· ...
ἐξελώπισεν· ἀπήνθησεν. ἐξεσκύλευσεν, ἐξέδυσεν
ἐξ ἐμέθεν· ἐξ ἐμοῦ
ἐξέμεν· ἐξαφεῖναι
ἐξεμέτρει· ἐπὶ ἅλωνος ἐμέτρει
ἐξεμήμεκεν· ἀπήρασεν. ἐξέχεεν
ἐξέμμορεν· ἔλαχεν
ἐξέμολεν· ἐξῆλθεν
ἐξεμοῦντες· ἀποβάλλοντες
ἐξεμούσωσεν· ἐξεπαίδευσεν
ἐξέμπαλιν· ἐπαριστέρως
ἐξ ἐναντίων· ἐξ ἀντικειμένων
ἐξενάριξας· ἐσκύλευσας
ἐξενάριξεν· ἐσκύλευσεν. ἀπέκτεινεν
ἐξ ἐνάρων· ἐκ τῶν σκύλων
ἐξ Ἐνετῶν· πόλις Παφλαγονίας
ἐξ ἐνοπῆς· ἐκ τῆς μάχης, ἢ βοῆς
ἐξεντισμέναι· κεκοσμημέναι
ἐξ ἐπάλξεων· ἐκ τῶν προμαχώνων
ἐξέπαλτο· ἐξεπήδησεν
ἐξεπατάγησαν· ἐξεφώνησαν
ἐξεπατάχθη· ἐξεπλάγη
ἐξ ἐπαφῆς· ἐκ ψηλαφήσεως
ἐξέπερσεν· ἐξεῖλεν. ἐπόρθησεν
ἐξεπέτασεν· ἥπλωσεν ἀνέῳξεν
ἐξέπελεν· ἐξεγένετο
ἐξ ἐπιδρομῆς· ἐξαίφνης
ἐξέπινεν· προέπινεν
ἐξ ἐπιπολῆς· ἄνωθεν, ἄριζος
ἐξεπιτάξ· ἐξεπίτηδες
ἐξ ἐπιδιφριάδος πυμάτης· ἐξ ἄκρας τῆς ἄντυγος τοῦ δίφρου. ἐκ τῆς ἐπιβάσεως τοῦ παραβάτου γάρ. τοῦ δίφρου καὶ τοῦτο τὸ μέρος
ἐξεπλάγη· ἐθαύμασεν. ἐξέστη
ἐξέπλει· ἐξέπλεεν
ἐξεπολεμοῦντο· τὰ πολεμίων καὶ ἐχθρῶν ἔπραττον
ἐξεπολέμωσε· πολεμίους εἰργάσατο
ἐξεπράθομεν· ἐξεπορθήσαμεν
ἐξεπράξατο· ἐφόνευσεν
ἐξεπύρωσεν· ἐξέφλεξεν
ἐξ ἐράνου· ἔρανος εὐωχία
ἐξεργάσῃ· διαφθείρῃ
ἐξερέεινεν· ἠρώτησεν
ἐξερεείνων· ἐξερευνῶν
ἐξερέῃς· ἐξηγῇ
ἐξερεύειν· ἐξευρεῖν
ἐξέρευκα· ἐξηρεύνηκα
ἐξερεύμην· ἐξαίρετα ἐλάμβανον
ἐξερέω· λέξω.
ἐξ ἐρέβευς· ἐκ τοῦ σκότους
ἐξ ἐρέβευσφιν· ἐκ τοῦ ἐρέβους, ὅ ἐστιν σκότους
ἐξέραμα· ὁ ἔμετος
ἐξερεύξεται· ἐξενέγκῃ
ἐξέρεκτα· ἐκπέση
ἐξερίπῃ· ἐκπέσῃ
ἐξ ἔρον ἕντο· ἐξήνεγκαν τὸν ἔρωτα, τουτέστιν τὴν ἐπιθυμίαν ἐπλήρωσαν
ἐξερπετεῖν· ἐξιέναι
ἐξερύσαι· ἐξαγαγεῖν. ἑλκύσαι
ἐξέροιτο· ζητοίη. καὶ διηρώτα
ἐξερπύσαι· ἐξολισθῆσαι
ἐξέρρον· ἐξεπορεύοντο
ἐξέῤῥωσας· ἐπʼ ἐμὲ ἀφῖξαι. ἤτοι ἐπὶ τῶν νεύρων
ἐξερύησαν· ἔφυγον
ἐξερύοι· ἐξέλκοι
ἐξερύσασκεν· ἐξεῖλκεν
ἐξέῤῥω· ἐκφῦναι
ἐξερῶ· ἐξάξω
ἔξεσα· ἔξωθεν. Λάκωνες
ἐξεσίη· ἡ κατὰ πρεσβείαν ἔξοδος
ἐξεσίας· πρεσβείας
ἔξεσκον· ὑπῆρχον
ἐξεσίην· δημοσίαν ἐκπομπήν. χρείαν. ἀγοράν. λῆμα. πρεσβείαν. δημηγορίαν. ἀπαίτησιν. χρήματα
ἐξέσμων· ἔσμηχον. καὶ ἔσμων δὲ τὸ αὐτό
ἐξεστηκότα· εἰς δίκην κεκληκότα ...
ἐξεστηκὼς οἶνος· ὁ ὀξίνης
ἐξέσσυτο· ἐξώρμησεν, ἐξήρχετο
ἐξέσται· ἐπʼ ἐξουσίας ἔσται
ἐξέστην· ἐθαύμασα. ἐξεπλάγην
ἔξεστιν· δυνατόν ἐστιν
ἐξέστησεν· εἰς ἔκστασιν ἤγαγεν
ἐξέστρεψεν· μετέβαλεν
ἐξ ἑστίας ἄρχεσθαι· παροιμία
ἐξετάζεται· ἀριθμεῖται
ἐξέταμον· ἐξέκοψαν
ἐξετανύσθη· ἡπλώθη
ἐξέτασις· βασανισμός
ἐξετασμός· κρίσις. ἐρώτησις
ἐξετέλειον· ἐπλήρωσαν
ἐξέτειον· ἐκ τούτου τοῦ ἔτους, οἷον ἐπέτειον
ἐξέτηξας· ἀνήλωσας
ἐξέτηξεν· ἐλέπτυνεν
ἐξ ἔτι τοῦ· ἐξ ἐκείνου τοῦ χρόνου
ἐξετμήθη· διεκόπη
ἐξετόξευσεν· ἐξέπεσεν
ἐξετράπησαν· ἐξέκλιναν
ἐξετρίβετο· σφόδρα ἐκοσμεῖτο
ἐξευασμένου· τεθνεῶτος, γενομένου ...
ἐξευγενίσω· ἐλευθεροποιήσω
ἐξευδίασεν· εὐδίαν ἐποίησεν
ἐξέτρωσεν· ἐξήμβλωσεν, ἔῤῥιψε τὸ βρέφος
ἐξ εὐετηρίας· ἐξ εὐδαιμονίας
ἐξ εὐηγεσίης· ἐξ εὐδαιμονίας
ἐξευμαρίσθη· παρεσκευάσθη
ἐξευμενίσασθαι· ἐξιλεώσασθαι, ἐξιλάσκεσθαι
ἐξευμενίσονται· ἐξιλεώσονται
ἐξ εὐνῆς· ἐκ κοίτης
ἐξ εὐπατριδῶν· ἐξ εὐγενῶν
ἐξεύχομαι· ἀφίξομαι
ἐξ εὐωνύμων· ἐξ ἀριστερῶν
ἐξεφαάνθη· ἐφάνη
ἐξεφάνη· φανερὸς ἐγένετο
ἐξέφαινον· ὑπέφαινον
ἐξεφαύλιζον· ἐξευτέλιζον
ἐξ ἐφημερίας· ἐκ τοῦ συνεχοῦς
ἐξέφθιτο· ἐξέφθαρτο. δεδαπάνητο
ἐξεφόρουν· ἐξέφερον
ἐξέφρηκεν· ἀφῆκεν
ἐξέφυ· ἐβλάστησεν
ἐξεφύρθης· ἐμιάνθης
ἐξεφύσησα· διεσκόρπισα. ἐβδελυξάμην
ἐξεχαρυβδαάνθη· ἀνεπόθη
ἐξέχεαν ὅρκια· οἷον παρέβησαν
ἐξέχειν· ἀνατέλλειν ἥλιον
ἔξελʼ ἐμένα· χωρὶς ἐμοῦ. Λάκωνες
ἐξέχεσθαι· ἐξέχειν
ἐξεχύθησαν· ἠφανίσθησαν
ἐξαψάμενος· κατασχών. περιπλακείς
ἐξέωσαν· ἐξώρισαν, κατέβαλον, ἢ ἐξέβαλον
ἔξηβος· ἔξω τῆς ἥβης. τριάκοντα πέντε ἐτῶν
ἐξηγεῖσθαι· ἡγεῖσθαι
ἐξηγήσατο· ἡρμήνευσε
ἐξηγητής· ὁ περὶ ἱερείων καὶ διοσημειῶν ἐξηγούμενος
ἐξηγοῦ· καθηγοῦ
ἐξηγορίαν· ἐπαγγελίαν
ἐξηγορηκώς· ἐξειρηκώς
ἐξῆπται· ἤρτηται. κρέμαται
ἐξέθυψεν· ἐξέκαυσεν
ἐξήϊα· θυμιάματα
ἐξῃκασμένοι· ὁμοιωθέντες
Ἐξηκεστίδης· μοχθηρὸς συκοφάντης
Ἐξήκεστος· ἡταιρηκώς. ὅθεν καὶ τοὺς εὐρυπρώκτους ὁμωνύμως Ἐξηκέστους ἔλεγον
Ἐξηκεστιδαλκίδαι· παρὰ τὸν Ἐξηκεστίδην καὶ Ἀλκίδην
ἐξήμβλωσεν· ἐξέτρωσεν ἐξέφθειρεν οὐ διέ ἐξήλατον· εὐποίητον. ἢ ἓξ πτυχὰς ἔχον
ἐξήλατος· συντετριμμένος
ἐξήλεγκτα· φανερῶς γενόμενα
ἐξηλευθέρωται ὁ δοῦλος, ὁ δὲ πράγματος ἀπολυθεὶς ἠλευθέρωται
ἐξήλατον· ψιλῶς μὲν ἐξ ἐλασμάτων καὶ πτυχῶν συγκείμενον· δασέως δὲ ἑξάπτυχον
ἐξηλιασμένον· κεκαυμένον ὑπὸ τοῦ ἡλίου
ἐξ ἠλιθιότητος· ἐξ ἀναισθησίας
ἐξηλήμβωρ· ἔβλεπε. Λάκωνες
ἐξηλοιῶμεν· ἐξεκαθάραμεν
ἐξήλυξεν· ἐξέφυγεν
ἐξημεροῖ· πραΰνει
ἐξήμβλωσεν· ἐξέτρωσεν ἐξέφθειρεν οὐ διέσωσεν
ἐξήμευσε· ἀπεκίνησε
ἐξημμένοι· ἐκδεδεμένοι. ἢ ἐνδεδυμένοι
ἐξημερῶσαι· ἡμεροποιῆσαι
ἐξημοιβά· ἀλλακτὰ διὰ τὸ πλῆθος
ἐξημοιβαί· ἕτεραι
ἐξῆν· ἐξεγένετο. ἢ δυνατὸν ἦν
ἐξημάρευσε· ἐπέρασεν
ἐξηνδρωμένον· ὀρθιάζοντα
ἐξινήσαμεν· ἐξεβάλομεν
ἐξήνιοι· ἀλλότριοι, παρὰ τὸ ἔξω ἡνίων γενέσθαι· ἡνία δὲ τὰ λῶρα· ἀνυπότακτοι
ἐξήνιον· ἔξω τοῦ ζυγοῦ
ἐξηντληκέναι· ἐξαπαντλῆσαι
ἐξηπάτησεν· ἐξεπλάνησεν
ἐξήπαφεν· ἠπάτησεν
ἐξεπέδου· ἔλυε τὰ πέδα
ἐξηπειρῶσθαι· ἤπειρον γενέσθαι
ἐξηπέτριπται· δεδαπάνηται. Λάκωνες
ἐξηρεύξατο· προεβάλετο
ἐξηρμένην· ὑψουμένην ἐξῃρημένην· περιῃρημένην
ἐξήριπεν· ἐξέπεσεν
ἐξῄρηνται· ἐξηρήμωνται
ἐξηρτημένοι· κρεμάμενοι ἢ κεκοσμημένοι
ἐξηρώησαν· ἐξώρμησαν
ἑξῆς· ἐφεξῆς
ἐξησκημένον· δυσνόητον
ἐξησκληκότες· ξηρανθέντες
ἐξητασμένος· δεδοκιμασμένος
ἐξῄτησαν· ᾔτησαν. ἐδυσώπησαν. παρεκάλεσαν
ἐξηυλημένον· ἄχρηστον. αἱ γὰρ παλαιαὶ γλωσσίδες τῶν αὐλῶν ἐξαυλίδες ἐλέγοντο, καὶ αἱ κατατετριμμέναι
ἐξήχμησαν· ἠρήμωνται· διὰ τὸ τὰ ξόανα ἀπολελοιπέναι αὐτούς· ἢ ὅτι οὐκ ἐπέθυον αὐτόθι οἱ βάρβαροι τῷ θεῷ
ἐξηχεῖτο· ἐξηκούετο
ἐξήχηται· ἐξῆλθεν. ἐκηρύχθη
ἐξίατρος· ἐκθυτικός
ἐξιεροῦν· χρήματα θεοῖς ἐπαγγέλλεσθαι
ἐξιθυίω· ἔξω καθίσω
ἐξιθύνει· ὀρθοῖ
ἐξικνεῖσθαι· χωρεῖν
ἐξικμάζεται· ἐξόλλυται
ἐξικνεῖται· ...
ἐξικνούμενον· ἐξαρκοῦν. εἰσδυόμενον
ἑξικόρ· ἑκτικός
ἐξίκοιτο· παραγένοιτο
ἐξιλάσεται· προσεύξεται. πραϋνεῖ
ἐξιλάσκεσθαι· ἐξευμενίσασθαι
ἐξίλασμα· ἀντίλυτρον. ἀνακτητικὸν δῶρον
ἐξίλλειν· ἀπείργειν, κωλύειν. κτείνειν. ἐκβάλλειν
ἐξίμεναι· ἐξαφεῖναι. ἐξελθεῖν
ἐξινώμενον· ἐκκενούμενον. ἐκστραγγιζόμενον· λέγεται δὲ ἐπὶ τῶν χολὴν καθαιρομένων
ἐξιποῦται· ἐκπιέζεται
ἐξιονθίζω· «ἐξιονθίζω τρίχα» ἐκδίδωμι. ἔστι γὰρ ἴονθος ῥίζα τριχῶν, ἢ τὸ ὑπερέχον
ἕξις· ἦθος, ἢ ἐκ τοῦ ἔχειν. φρόνησις. συνήθεια
ἐξίθμη· ἔξοδος
ἐξιστορήσαντες· ἀναζητήσαντες
ἐξ ἰσοστασίου· ἐξ ἴσου· ἐκ τοῦ ὁμοίου
ἐξιστακέναι· θαυμάσαι
ἐξίσταντο· ἐθαύμαζον
ἐξίστασθαι· διαφθείρεσθαι
ἐξίσταται· ἐκπλήττεται
ἐξίστη· ἐξέπληττε
ἔξιστον· ἔχθιστον
ἐξίστιον· ἱερεῖον
ἐξίταλα· ἀναλώματα
ἐξίτηλα· ἀσθενῆ. ἀνόητα ἄχρηστα. ἀδόκιμα. ἐγγὺς ἀφανισμοῦ
ἐξιτηλία· μωρία
ἐξίτηλον· ἐξολλύμενον. ἀμαυρόν. ἢ τὸ ἀπολλύμενον· παρὰ τὸ ἐξιέναι, ὅ ἐστι ἐξελθεῖν ἢ ἀνόητον
ἐξίτηλος· ὑπερήφανος. βλάξ διεφθαρμένος
ἐξιτήρια· ἡμέρα, ἐν ᾗ τὰς ἀρχὰς ἀπετίθεντο Ἀθήνησιν
ἐξιτήριον· ἀποτακτικόν
ἐξιτητός· ἐκπορευόμενος
ἐξιχνεύει· ἐξερευνᾷ. ἀναζητεῖ
ἐξιχνιασάμην· ἐξηρεύνησα, ἀνεζήτησα
ἓξ μέτρα· ἑξάμετρα
ἐξώβλητον· ἐξόριστον. ἀπόβλητον
ἐξ οὗ δή· ἀφʼ οὗ δὴ χρόνου
ἐξοδῆσαι· ἐξοδεῦσαι
ἐξοδίαν· ἐκστρατείαν
ἐξόδιοι νόμοι· διʼ ὧν πάντες ἐξελεύσονται
ἔξομπλον· ἴσον ὑπόδειγμα
ἐξονομακλήδην· ἐξ ὀνόματος καλῶν
ἐξονομάσεις· ὀνομάσεις
ἐξονομήνῃς· ἐξ ὀνόματος ἐξείπῃς
ἕξοντες· ἔχοντες
ἐξ ὄνυχος· παροιμία
ἐξοπλίσας· ὁπλίσασθαι κελεύσας
ἐξ ὀπός· ἐκ τῆς φωνῆς
ἐξορίζειν· ὀρὸν ἐκπιέζειν τυροῦ
ἐξορίζομαι ...
ἐξόριστος· τῶν ὅρων ἐκτός
ἐξορμᾷ· ἐκπηδᾷ. ἔξεισιν ἐκτρέχει
ἐξοθύνει· παρορμᾷ
ἐξορμενίζεις· ἐκκεκαύληκας. ἐκκέχυσαι
ἐξορύξαι· ἐκφθεῖραι
ἐξορχήσομαι· χλευάσω, ὑβρίσω
ἐξοσιοῦν· δικαιοῦν
ἐξοσιούσθω· ὅσιος γινέσθω
ἐξωστρακίσθη· ἐξωρίσθη· ἐπειδὴ εἰς ὄστρακον ἔγραφον τὰς ἐξορίας
ἐξ οὗ· ἀφʼ οὗ
ἐξουδένωσας· ἀπεδοκίμασας
ἐξουδενώκασι· κατευτέλισαν
ἔξουθα· ἐκτός
ἐξουθενεῖ· παρακρίνει
ἐξουθενούμενοι· κατευτελιζόμενοι
ἐξουλάς· ἐκβολάς
ἐξουλῆς δίκη· ἐξουλῆς δικάζεταί τις, ὅταν φάσκῃ κατέχεσθαι αὐτοῦ κτῆμά τι ἐπιβάλλον αὐτῷ· ὅπερ ἐξίλλειν λέγεται, τουτέστιν ἐκβάλλειν
ἐξ οὐρίου· ἐξ ἐπιτηδείου ἀνέμου
ἕξουσιν· ἐφέξουσιν
ἐξοφρυωμένοι· ἐπηρμένοι. ὑπερήφανοι
ἐξ ὀχέων· ἐκ τῶν ἁρμάτων
ἐξοχετευόμενα· ἐκρέοντα, ἢ ἐκτὸς ἔχοντα τοὺς ὑδρηγούς
ἔξοχος· ἔνδοξος ἢ ἄριστος
ἐξοχώτατος· ὑπέρτατος
ἐξόχως· ὑπερβαλλόντως καλλίστως. πάνυ
ἔξοχον· ἐκπρεπές
ἐξπέδιτον· ...
ἐχυδαροῦται· ἐξυδατοῦται
ἐξυδατισθέν· ὡς ὕδωρ
ἐξ ὑμάλων· ἐξ ὁμοίων
ἐξ ὑπαρχῆς· ἐξ ἀρχῆς
ἐξ ὑπερκρεμῶν· ἐξ ὑπεροχῆς, ἐκ κορυφῆς
ἐξύπισθα· ἐκ τοῦ ὀπίσω
ἐξ ὑπογύου· ἐκ τοῦ σύνεγγυς
ἔξυσʼ ἀσκήσασα· ὑφάνασα
ἔξυσεν· ἐδημιούργησεν
ἐξυφήνας· κατασκευάσας
ἔξω ἀμέλγεται· ἐκθλίβεται
ἐξωβάδια· ἐνώτια. Λάκωνες
ἐξώγκουν· ἔθαπτον ἐμεγάλυνον
ἐξώγκωσεν· ὕψωσεν
ἐξωγύρου· εὐκαταπρήστου
ἔξω Γλαῦκε· τοὺς χειμαζομένους ἐν θαλάσσῃ φασὶ λέγειν. παροιμιῶδες δέ· ἐπεὶ δοκεῖ ὁ Γλαῦκος φανεὶς χειμῶνα σημαίνειν
ἐξώκοιτος· εἶδος ἰχθύος. ὁ καὶ ἄδωνις
ἐξώκειλεν· ἐξέπεσεν. ἐκ μεταφορᾶς τῶν πλοίων
ἐξώκειλον· ἐξῆλθον
ἐξώκοιτος· ἔξω κοιταζόμενος
ἐξωλίμας· οὐκ αἰσίους
ἐξώλης· κίναιδος
ἐξώλιγξε· ὤλισθεν
ἐξώμβρησεν· ἐπήγαγεν ὀξέως ἢ ἐπήνεγκεν
ἐξωμίς· χιτὼν ὁμοῦ καὶ ἱμάτιον. τὴν γὰρ ἑκατέρου χρείαν παρεῖχεν· καὶ χιτῶνος μὲν διὰ τὸ ζώννυσθαι, ἱματίου δὲ ὅτι τὸ ἕτερον μέρος ἀνεβάλλετο. παρʼ ὃ καὶ οἱ κωμικοὶ ὁτὲ μὲν ἔνδυθι ὁτὲ δὲ περιβαλοῦ ...
ἔξωμος· χιτὼν δουλικός
ἐξωμόσατο· ἀπηγόρευσεν
ἐξωμοσία· ἄρνησις μεθʼ ὅρκου
ἐξ ὠνίων· ἔξω τῶν πρασίμων πραγμάτων
ἐξώπαζεν· ἐξέπεμπεν
ἐξώπιον· ἔκτοπον. ἔξω
ἐξωραϊσμένον· κεκοσμημένον, κεκαλλωπισμένον
ἐξώργισα· ἐξεθύμωσα
ἐξώροις· γραίαις ἢ γέρουσιν
ἔξωρον· τὸν παρηκμακότα, ἄκαιρον, ἢ παλαιόν
ἐξώσθη· ἐξεβλήθη
ἐξώσθησαν· κατεβλήθησαν. κατέπεσαν
ἔξωσον· ἄπωσαι, ἔκβαλε
ἐξώσω· ἀπώσω, ἐκβαλῶ
ἐξώστρα· ἐπὶ τῆς σκηνῆς τὸ ἐκκύκλημα· Φρύνιχος
ἔξωθε πάγης· ἔξω παγίδος
ἔξω τριακάδος· οἱ μὴ μεταλαμβάνοντες παῖδες ἢ ἀγχιστεῖς κλήρου τελευτήσαντός τινος Ἀθήνησιν ἐκαλοῦντο
ἐξωτικὰς δίκας· τὰς ξενικάς
ἐξ ὠτειλῆς· ἐκ τοῦ τραύματος
ἐξώτρυνεν· ἐξέπεισεν
ἐξώφελλεν· ἐπιπολὺ ηὔξησεν
ἐξωχέτευται·
ἐξῴχοντο· ἐξεπορεύοντο
ἕο, ἑοῖο, ἕθεν· ταῦτα ἰσοδυναμεῖ· καὶ ὀρθοτονούμενα δηλοῖ ἑαυτοῦ ἢ ἑαυτῆς, ἐγκλινόμενα δὲ αὐτοῦ, αὐτῆς
ἔοι· ἔσται. εἴη, γένοιτο, ὑπάρχοι
ἔοικεν· ὡμοίωται πρέπον ἐστί δοκεῖ. ἁρμόζει. φαίνεται
ἔοικέ τοι· πρέπει σοι
ἐοικός· πρέπον. ὅμοιον
ἐοικότα· καθήκοντα. πρόσφορα Σ ὡμοιωμένα
ἐοικώς· ὡμοιωμένος
ἕοιμι· ἐμβάλλοιμι
ἑοῖο· τοῦ αὑτοῦ. ἢ ἑαυτοῦ
ἑοῖσι· τοῖς ἑαυτοῦ
ἑοῖσιν· ἰδίοις. οἰκείοις
ἐόληται· τετάρακται. ἐπτόηται. ὠδύνηται
ἔολον· πρόσφορον. χρηματιστόν
ἐολότων· εἰλημένων
ἔολπεν· ἐλπίζει. προσδοκᾷ. οἴεται
ἑόν· ἴδιον τὸν ἑαυτοῦ. ἑαυτόν «ἑὸν γένος»
ἐόντα· ὑπάρχοντα, ὄντα
ἔοργας· εἰργάσω
ἔοργεν· ἔπραξεν εἴργασται διέθηκεν
ἐοργίζεται· τορυνᾶται. ἐόργη γὰρ ἡ τορύνη
ἔορτα· ἔδοξε. κρεμνᾶται
ἐορτάς· ἀρεσκούσας. καλάς
Ἐορδός· Μακεδών, ἀπὸ ἔθνους
ἔορ· θυγάτηρ. ἀνεψιός
ἔορες· προσήκοντες, συγγενεῖς
ἐοσσητήρ· ἐπίκουρος. τιμωρός. ἀντὶ τοῦ ἀοσσητήρ
ἑοῦ· τοῦ ἑαυτοῦ
ἐοχμόν· καθʼ ἃ συνδέδεται ὁ τράχηλος
ἐπάβολος· ἐπιτυχών
ἐπαγαλλιάζων· ἐπιχαίρων
ἐπαγγείλωσιν· κελεύσωσιν
ἐπαγγεῖλαι· ἐκκαλέσαι. ἐντυχεῖν
ἐπαγγελία· ὑπόσχεσις καὶ ἐπάγγελμα
ἐπαγγέλλῃ· κελεύεις
ἐπάγει· ἐπιφέρει. ἐνποιεῖ. θηρεύει
ἐπαγείρειν· ἐπισυναθροίζειν
ἐπάγη· ἐστερεώθη. ἐπήχθη ἐνεφυτεύθη συνεπλάσθη. ἐγένετο. ὡς καὶ ἁρματοπηγὸς λέγεται
ἐπαγίνησεν· ἐπῆγεν
ἐπαγκομίζεσθαι· ἐπανάγεσθαι
ἔπαγλος· κατόθριξ
ἐπαγορίαν ἔχει· ἐπίμωμός ἐστιν
ἔπαγρον· ἀγρευτικόν, ἄγριον. ἐν τῷ ἀγρεύειν εὐτυχῆ
ἐπαγλάϊξον· ἄκρατον ἐπίχεον
ἐπαγχάσασθε· ἐπαναχωρήσατε
ἐπαγασσαμένη· ἐκπληγεῖσα
ἐπάγω· ἐπιφέρω
ἐπαγωγά· ἐπαγόμενα. τὰ ἐπαχθέντα. ἐφολκά ἢ ἀπατητικά
ἐπαγωγάς· αἰχμαλωσίας
ἐπαγωγή· συμφορά. πειρασμός. ἤτοι τὸ ὁπωσοῦν κακῶς ἐπαγόμενον
ἐπαγώγιον· ἀνηρτισμένον
ἐπαγωγή· αἰφνίδιος ... Κασάνδρᾳ
ἐπαγωνιεῖται· φιλονικήσει
ἐπᾴδοντος· φαρμακοῦ
ἐπαείρει· ἐπαίρει αἴρει
ἐπαΐεις· ἐπακούεις
ἐπαειράμενον· ἀφαιρούμενον
ἐπαείρας· ἐπεγείρας
ἐπαεσσούριον· κατήγορον
ἐπʼ αἶαν· ἐπὶ γῆν
ἐπαιγίζοντα· σφοδρότερον πνέοντα ἄνεμον· καταιγίδες γὰρ αἱ τῶν ἀνέμων ἐμβολαί
ἐπαιγίζων· ἐπικαταιγίζων, τουτέστι ἐπιπίπτων
ἐπαιδεύσατο· τὸν υἱὸν ὁ πατήρ, ἐπαίδευσε δὲ ὁ διδάσκαλος
ἐπαινέσαντος· εὐφημίσαντος
ἐπαινή· ἐπαινετή. ἢ δεινή, καὶ φοβερά
ἐπαΐειν· αἰσθάνεσθαι
ἐπαΐξας· ἐπιδραμών, ἐφορμήσας
ἐπαίνους· τὰς κρίσεις. καὶ τὰς συμβουλίας. καὶ τὰς μαρτυρίας Σοφοκλῆς Θυέστῃ Σικυωνίῳ· καὶ ἀλκέοι ταῖς ἐπαινέταισιν
ἐπʼ Αἰνύρων ὁδόν· Αἴνυρα χωρίον τῆς Θρᾴκης ἀπὸ Αἰνύρου ὀνομασθέν
ἐπαΐοι· αἰσθάνοιτο. ἐπακούοι
ἐπαΐοντα· ἐπακούοντα
ἐπαῗραι· προτρέψασθαι
ἐπαίρων· κουφίζων. ὑψῶν
ἐπαΐσαι· αἰσθέσθαι. ἐπακοῦσαι. πεισθῆναι
ἐπᾶισας· ἔτυψας, ἐπάταξας, ἔπληξας ἔδειρας. ᾖσας, ἔψαλας
ἐπαίσιοι· καθήκοντες. ἐπιβάλλοντες
ἐπαΐσσων· ὁρμῶν. ἐπερχόμενος
ἐπάϊστος· φανερός. κατάφωρος
ἐπαϊών· ἐπακούσας
ἔπαιτοι· αἴτιοι
ἐπʼ ἀκινήτοισιν· ἢ τάφοις. ἢ λίθοις
Ἐπακμόνιος· Ποσειδῶν ἐν Βοιωτίᾳ
ἐπακοντισμός· βόλου ὄνομα
ἐπάκοοι· οἱ μάρτυρες. καὶ οἱ ἐπισκοποῦντες τὰς δικαστικὰς ψήφους
Ἐπάκριος· Ζεύς. ὁ ἐπὶ τῶν ἄκρων τῶν ὀρῶν ἱδρυμένος. ἐπὶ γὰρ τῶν ὀρῶν τοὺς βωμοὺς αὐτῷ ἵδρυον ὡς ἐπιπολύ
ἐπʼ ἀκροτάτῳ· ἐπʼ ἄκρῳ
ἐπάκρισεν· ἐπέδραμεν
Ἐπακταῖος· Ποσειδῶν ἐν Σάμῳ
ἐπακτήρ· κυνηγός
ἐπακτῆρες· κυνηγοί, οἱ τοὺς κύνας ἐπάγοντες καὶ δίκτυα καὶ δόλους
ἐπακτόν· ἔξωθεν
Ἐπάκτιος· ὁ Ἑρμῆς ἐν Σικυῶνι
ἐπακτὸς ὅρκος· οὐκ ἐγχώριος, ἀλλʼ ἀπὸ ξένης ἐπηγμένος· ἢ ἐφʼ ὃν ἕτερος ἄγει, οὐκ αὐθαίρετος
ἐπακτούς· ἐπηγμένους
ἐπακτρίδας· τὰς ἁλιάδας· ἐπακτρεῖς γὰρ οἱ ἁλιεῖς καὶ καθόλου οἱ κυνηγοί. καὶ ἐπακτροκέλης δὲ εἶδος πλοίου
ἐπακτρεῖς· παροιμία· δοῦναι μὲν εἰς ἐπακτρέων, λαβεῖν δὲ μή.
ἐπακτῶν· ἔξωθεν προσγινομένων. ἢ ἐπὶ τῶν αἰγιαλῶν ἢ τῆς πέτρας· ἀκτὴ γὰρ ἡ πέτρα καὶ ὁ αἰγιαλός
ἐπάκτωσαν· ἔκλεισαν, ἐφράξαντο
ἐπαλαζονευόμενον· καταθρασυνόμενον
ἐπαλείφων· γυμνάζων
ἐπαλείφοντας· γυμνάζοντας
ἐπαλάσσετο· κατεπίμπλατο
ἐπαλλάξαντες· ἐφαμματίσαντες. ἐπιπλέξαντες. ἐναλλάξαντες ἐξ ἀντεμβολῆς ἐπεκτείναντες
ἐπαλλαχθεῖσα· ἐπαλλάξασα. Σοφοκλῆς Κολχίσιν
ἐπαλλήλων· ὁμοίων
ἔπαλλεν· ἔσειεν
ἐπάλθημεν· ...
ἐπαληθείς· πλανηθείς
ἐπʼ ἀλλοδαπῆς· ἐπὶ ξένης
ἐπάμων· δοῦλος, λάτρις
ἐπαλαστήσασα· σχετλιάσασα, δεινοπαθήσασα, ἐπιχαλεπήνασα
ἐπαλῖναι· ἐπαλεῖψαι
ἐπαλλακεύετο· παλλακῇ ἐχρῆτο
ἐπάλλησεν· ἐφθάρη
ἐπάλμενος· πηδήσας, ἐφορμήσας, ἐφαλόμενος
ἐπάλξεις· οἱ προμαχῶνες τῶν τειχῶν
ἔπαλξις· πύργος. οἱ τῶν τειχῶν προμαχῶνες
ἐπαλογῆς· σπουδῆς. ἀνταποδόσεως
Ἐπαλουσία· ἡ Ἀθηνᾶ
ἐπάλταξε· παλτῷ ἔβαλεν
ἐπάλυνεν· ἐλεύκανεν. ὕγρανεν, ἀνέδευσεν. ἢ ἐπεπάσθη. ἢ ἀπὸ τῆς πάλης, ἐλεύκανε χιόνι
ἐπᾶλτο· ἐφήλατο. ἐπέδραμεν
ἐπαμβλήδην· ἀναβαλλόμενος. ἀνακρουόμενος
ἐπαμειβόμενον· ἐπαλλαττόμενον
ἐπαμείψομεν· ἀνταλλάξωμεν, ἀντιδῶμεν
ἐπαμέτραιον· μέτρον τι παρὰ Κνιδίοις
ἐπʼ ἁμεροφάντῳ· ἐπὶ ἡμέραι φανέντι
ἐπαμήσατο· ἐπεβάλετο
ἐπαμησόμεθα· ἐπιφορήσομεν
ἐπʼ ἀμνηστείᾳ· ἐπʼ ἀμνησικακίᾳ
ἐπαμοιβαδίς· ἐναλλάξ
ἐπάμονες· ἀκόλουθοι
ἐπαμῦναι· βοηθῆσαι
ἐπαμφάδησεν· ἐθαύμασεν. περιεβλέψατο
ἐπαμφιάζοντες· ἐπενδύοντες
ἐπαμφιέσας· ἐγκρύψας
ἐπαμφίσκοντες· ἐνδύνοντες
ἐπʼ ἄμφω· ἐπὶ τοῖς δυσίν
ἐπάναγε· ἐπάνελθε. ἐπίστρεφε
ἐπάναγκες ἔχω· ἀνάγκην ἔχω
ἐπαναγνῶναι· ἐξαναγνωρίσαι
ἐπαναζεῦξαι· ἐπανελθεῖν
ἐπαναθεῖναι· μεταθέσθαι
ἐπανακροῦσαι· εἰς τοὐπίσω χωρῆσαι. ἐπὶ τῶν κωπηλατούντων, ὅταν στρέψαντες τὴν πρύμναν ἀνακρούωνται, ἵνα εἰς τοὐπίσω χωρήσῃ τὸ πλοῖον
ἐπαναλήψομαι· ἐπαναλαμβάνω ἄνωθεν
ἐπαναλύων· ἐπαναστρέφων
ἐπαναπτήσιμον· ἐπαναπτῆναι θέλοντα, καὶ πορευθῆναι
ἐπαναρύεται· μετὰ κρίσιν θύει, κρέα δίδωσιν
ἐπανάστασις· ἐπανέγερσις
ἐπανατείνει· ἐπανατείνεται. ἐφήπλωται
ἐπʼ ἀναφορέων· ἐπʼ ὤμων
ἐπαναχθέντα· ἐπανακομισθέντα
ἐπανεῖτο· ἐνεργεῖτο
ἐπανεῖπαν· ἐπεκήρυξαν
ἐπανελέσθαι· ἐπαναλαβεῖν
ἐπανελθεῖν· ἀναβῆναι
ἐπανελθών· ὑποστρέψας. δεύτερον ἐλθών
ἐπανερέσθαι· ἐπερωτᾶν
ἐπʼ ἀνέρι· ἐπʼ ἀνθρώπῳ
ἐπάνεισιν· ἐπαναστρέφει, ἀνακάμπτει
ἐπανέρχεται· ἐπαναστρέφει. ἐκ δευτέρου ἔρχεται
ἐπανέστησαν· μετʼ αὐτοὺς ἀνέστησαν
ἐπανέχειν· ὑψοῦν
ἐπάνηκε· ὑπόστρεψον
ἐπανήραντο· ἐπανέλαβον. παρὰ τὸ ἆραι
ἐπʼ ἄνθεσιν· ἐπὶ τὰ ἄνθη
ἐπανθρακίδες· τὰ ἐπʼ ἀνθράκων ὀπτώμενα ἰχθύδια
ἐπανιτέον· ἐπανοδευτέον
ἐπανιών· ἐπαναστρέφων
ἐπαντέλλων· ἀναφέρων ἀνατέλλων
ἐπʼ ἀντολαῖς· ἐπʼ ἀνατολαῖς
ἐπάξονται· ἐπιφέρουσι, βαστάζουσιν
ἐπαοιδία· φαρμακεία, γοητεία
ἐπαοιδοί· φαρμακοί, γόητες
ἐπʼ ἄπειρα· δυσνόητα. πολλά
ἐπʼ ἀπήνην· τὴν ἅμαξαν
ἐπαποδρόμιον· ἱερεία, παρὰ Κρησίν
ἐπαπόρησις· ἀπορία
ἐπάρας· κουφίσας. ὑψώσας
ἐπαράς· κατάρας
ἐπαράσαι· κουφίσαι
ἐπαράσασθαι· ...
ἐπαραμένοι· οἱ παρὰ μοῖραν ἀπολλύμενοι
ἐπάρατος· ἐπικατάρατος
ἐπάργεμος· ἀποκεκρυμμένος. ἢ νόσος ὀφθαλμῶν. Ἐπάργεμα γὰρ λέγεται τὰ ὄμματα, ὅταν ᾖ τετυφλωμένα ὑπὸ λευκωμάτων· καὶ πάντα δὲ τὰ τυφλὰ καὶ ἀφώτιστα οὕτως λέγονται
ἐπάργεμα· ὄμματα τετυφλωμένα
ἐπάργυρον· μισθωτήν
ἐπάρη· ἐκεντήθη
ἐπαρήγουσαν· βοηθοῦσαν
ἐπαρήξει· βοηθήσει
ἐπαρήρει· ἐφήρμοστο
ἐπαρίστερα· κακά. ἀηδῆ
ἐπαρκεῖ· ὑπουργεῖ. χορηγεῖ. βοηθεῖ
ἐπαρκές· αὔταρκες
ἐπάρκιοι· ἔμπειροι. βοηθοί
ἐπάρισμα· ἀφανῆ. ἄσημα
ἐπαρμόν· χῶμα κάθυγρον
ἐπαρξάμενοι· σπείσαντες ἐπιστάντες
ἐπαρξόμενος· ἐπαρχὰς ληψόμενος
ἐπάριτοι· τάγμα Ἀρκαδικὸν μαχιμώτατον. καὶ οἱ παρὰ Ἀρκάσι δημόσιοι φύλακες
ἔπαρσις· ὑπερηφανία
ἐπαρτέας· ἑτοίμους. ἀπηρτισμένους
ἐπαρτᾷ· ἐπικρεμάζει
ἐπαρτέϊ νηί· εὐτρεπεῖ νηί
ἐπάρουρος· ἐπίγειος. ἢ κηπουρὸς ἐπιμίσθιος
ἐπαρτηΐαν· παρασκευήν
ἐπαρτήσας· κρεμάσας
ἐπαρυστρίδες· ἐλαιοχύται ἢ ἀντλητῆρες
ἐπαρχία· φυλή. ἢ πατρίς
ἐπαρώμενοι· καταρώμενοι
ἐπᾷσαι· ᾆσμα εἰπεῖν γοητικόν. ἐπιλαλῆσαι
ἐπάσαντο· ἐγεύσαντο ἐκτήσαντο
ἐπασθμαίνων· πνευστιῶν
ἐπασκεῖν· σέβεσθαι. ἁγνεύειν.
ἐπασκηταί· ἀθληταί
ἐπάσκιον· ἡ χώνη. Σικελοί
ἔπᾳσμα· ᾆσμα γοητικόν
ἐπʼ ἀσπίδα· εἰς εὐώνυμα
ἔπασσεν· ἐποίκιλλεν. ὕφαινεν
ἐπασσύτεροι· ἄλλοι ἐπʼ ἄλλοις
ἐπασσύτερον· ἀλλεπάλληλον
ἐπʼ ἀσφαλοῦς· ἀσφαλεῖς
ἐπάσω· ἐκτήσω. Αἰσχύλος Πρωτεῖ Σατυρικῷ
ἐπάταξαν· ἔτυψαν ἐτροπώσαντο. ἐνίκησαν
ἐπάτερθεν· ἐπέκεινα
ἐπαίτια· ἐπιτίμια
ἐπαύλια· ἡ δευτέρα τῶν γάμων ἡμέρα οὕτως καλεῖται, ἐν ᾗ κομίζουσι δῶρα οἱ οἰκεῖοι τῷ γεγαμηκότι καὶ τῇ νύμφῃ. ἴσως ἀπὸ τοῦ ἐπαυλίζεσθαι τὴν νύμφην
ἔπαυλις· μάνδρα βοῶν. ἢ οἴκημα. ἢ αὐλή. ἢ στρατοπεδεία. καὶ ἡ ποιμενικὴ αὐλή
ἔπαυλος· ἐπίσκηνος. ἔνοικος.
ἐπαύλους· ἐπαύλεις. μάνδρας
ἐπαύρασθαι· ἀπολαῦσαι ἐπιτυχεῖν. ἐπιψαῦσαι
ἐπαυρεθέντα· ἐπιβάλλοντα
ἐπαύρῃ· ἐπιτύχῃ. ἐπιψαύσῃ
ἐπαυρεῖν· ἀπολαῦσαι
ἐπαυρίσκονται· ἐπιτυγχάνουσιν
ἐπαύροι· ἀπολάβοι. μεταλαμβάνοι
ἐπαύρους· τοὺς χειμάῤῥους ποταμούς
ἐπʼ αὐτατῶν· παρʼ αὑταῖς
ἐπαύρωνται· ἐπαίσθωνται
ἐπʼ αὐτοφώρῳ· ἐπʼ αὐτόπτῳ. ἐπʼ ὄψει
ἐπʼ αὐτοφανέσι· ἐπʼ αὐτοφώρῳ. Ἐπʼ αὐτοφώρῳ δὲ ὁ φανερῶς καταληφθείς, ὑπεύθυνος γενόμενος, ἢ ἐπʼ αὐτῷ τῷ κλέμματι εὑρεθείς, ἔτι κατέχων αὐτό
ἐπαυχεῖ· ἐπεύχεται
ἐπαφᾶται· ψηλαφᾷ ἐπιψαύει
ἐπαφῆκεν· ἐπαπέλυσεν. ἐπέδωκεν. ἐξέβλυσεν
ἐπαφησαμένη· ἁψαμένη
ἐπάφησεν· ἐπαφήσατο
ἐπαφίησιν· ἐπαπολύει
ἐπαφώμενος· ψηλαφῶν
ἐπαχθεῖς· ἐπίπονοι. ἀηδεῖς
ἐπαχνώθη· ἠνιάθη, ἐλυπήθη
ἐπάχνωσεν· ἐλύπησεν ἠνίασεν
ἔπεα· λόγοι, ῥήματα
ἔπεα πτερόεντα· τὰ ἔπη πτηνὰ εἶπε, διὰ τὸ ταχέως προφέρεσθαι τοὺς λόγους. τὰ ἁρμοστά· πτερῶν γὰρ οὐδὲν εὐαρμοστότερον
ἔπεα ηὔδα· λόγους
ἐπεβάρος· ἐπανέκαμψεν
ἐπέβεις· ἐπιβάται
ἐπέβησαν· ἐπήρχοντο
ἐπεβήσατο· ἐπέβη
ἐπέβησεν· ἐπιβῆναι ἐποίησεν
ἐπέβρισεν· ἐπεβάρησεν
ἐπεγκανάξαι· ἐπεμπιεῖν. ἢ ἐπιχέαι
ἐπεγκλάσας· τοῖς ὄμμασί πως διανεύσας
ἐπέγναψαν· ἐπεκατέκλασαν. ἐπέγναμψαν
ἐπέγνω· μετενόησεν
ἐπέγραψεν· ἐπεχάραξεν. ἐπέγλυψεν. ἐπέξυσεν
ἐπέγρετο· ἐπεγείρετο
ἐπʼ ἐδάφους· ἐπὶ γῆς
ἐπεδέετο· ἐδέετο, ἔχρῃζεν
ἐπέδησεν· κατέσχεν. ἐδέσμευσεν
ἐπεζάρηκεν· ἐπεβάρυνεν
ἐπεζάρει· ἐπεβάρει. ἐπέκειτο. ἐπεκράτει
ἐπεζήτει· ἠνώχλει. ἐπεχείρει. ἐπετήρει
ἐπεζήτουν· τὰ αὐτά
ἐπεζύγωσε· προσέκλεισεν
ἐπέθελγον· κατεδαπάνων
ἐπεθείαζεν· ἐχόρευεν. ἐθαύμαζεν ὡς θεόν
ἐπέθρωσκον· ἐπεπήδων
ἐπέθεντο· ἐπέκειντο. ἀντέκειντο
ἐπει· λέγει. ὅτι. ἢ ἐπειδή ἢ ἐπειδάν. ἢ ἐπεί τι. ἢ εἰ δὲ μή
ἐπεί· ἀφʼ οὗ χρόνου «ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν»
ἐπεὶ ἄρ τινα· ἐπὰν τινά
ἐπεὶ ἂρ τμάγεν· ἐπεὶ διεχωρίσθησαν
ἐπιβουλεύων· λοιδορῶν, ἐφυβρίζων
ἔπειγε· πορεύου. σπεῦδε
ἐπείγει· κατάγει. καθέλκει
ἐπείγεται· σπεύδει, σπουδάζει
ἐπειγωλὴ καὶ ἔπειξις· ἡ σπουδή
ἐπείγω· σπουδάζω
ἐπὶ δὲ ᾔνεον· ἐπῄνουν, καὶ συγκατετίθεντο
ἐπειδήπερ· ἐπειδή
ἐπειδή· ἐξ ὅτου
ἐπειδὴ πρῶτα θεῶν ἰότητι δαμάσθη· εὐθέως ἀπὸ τῆς γενέσεως ὑπὸ τῶν μοιρῶν κατεκρίθη
ἐπιείξω· ὑπείξομεν
ἐπειή· ἐπειδή
ἐπείθετο· ἐπείσθη
ἐπειδὴ πρῶτα· ἐπειδὴ ἅπαξ
ἐπειὴ πολὺ φέρτερος· ἐπειδὴ πολὺ κρείττων
ἐπεί κε· ἐπειδάν
ἐπεί κʼ ἕωμεν πολέμοιο· ἐπειδὰν πληρωθῶμεν τοῦ πολέμου
ἐπειλημμένη· κρατοῦσα ἐπεὶ μάθον· ἐπεὶ ἔμαθον
ἐπεικτάς· ὑπόσχεσις. σπουδή
ἐπεί μʼ ἔτεκες· ἐπειδή μʼ ἐγέννησας
ἐπεκέκλετο· ἐπεκαλεῖτο
Ἐπειοί· οἱ Ἠλεῖοι. καὶ οἱ πλησιόχωροι
Ἐπειός· ὁ Ἠλεῖος. ἀπὸ πόλεως
ἐπεὶ οὐδὲ ἔοικεν· ἐπεὶ οὐδὲ πρέπει
ἐπεὶ οὐ ἕθεν· ἐπεὶ οὐκ αὐτῆς
ἐπεὶ οὔ ποτε· ἐπειδὴ οὔποτε
ἐπεὶ οὔτι μοι αἴτιοί εἰσιν· ἐπεὶ οὔκ εἰσί μοι αἴτιοι
ἐπεὶ οὔ τοι· ἐπεὶ οὐδαμῶς σοι
ἐπείπασθαι· ἐξειπεῖν
Ἐπειός· οὕτως ἐκαλεῖτο Κρατῖνος ὁ Κωμικός· ἴσως διὰ τὸ ταξιαρχῆσαι τῆς Οἰνηίδος φυλῆς καὶ δειλότερος φανῆναι. καὶ γὰρ ὁ Ἐπειὸς δειλὸς ἦν.
ἐπεί ῥα· ἐπειδή
ἔπειραν· ἔπηξαν
ἐπειράτιζες· ἐπείραζες
ἐπειρᾶτο· ἐπείραζεν. ἐδοκίμαζεν
ἔπειρεν· ἐπέρα. ἐνεῖρεν. ἐκέντησεν
ἐπείρη· ἐπειρᾶτο
ἐπειπών· ἐπιβοήσας
ἐπειρῶντο· ἐσπούδαζον. ἐβούλοντο
ἐπεισάκτου· ἀλλοτρίου
ἐπεί σε λέοντα γυναιξίν· ...
ἔπεισιν· ἐπελεύσεται. ἐπέρχεται
ἐπέρχονται· ἐπικαταλαμβάνουσιν
ἐπεισκρινόμενον· ἐπεισερχόμενον
ἐπισπεῖν· ἐπακολουθοῦντας ἔχειν
ἐπεισρεύσαντα· ἐπεισελθόντα
ἐπεισφρήσαντες· ἐπεισενέγκαντες
ἔπειτα· μετὰ ταῦτα. τάχιστα. ἀντὶ τοῦ δή
ἐπεὶ φίλον ἄϊον ἦτορ· ἐπεὶ ᾐσθόμην τῆς ψυχῆς ἀλγησάσης
ἐπεῖχεν· προσεδόκα. προσεῖχεν
ἐπεί χʼ ἕωμεν πολέμοιο· ἐπειδὰν πληρωθῶμεν τοῦ πολέμου . παρὰ τὸ «ἐξ ἔρον ἕντο»
ἐπειχθῶμεν· σπουδάσωμεν
ἐπεῖχεν· ἐπέκειτο
ἐπέκελσεν· ἐπώκειλεν
ἐπέκεινα· παρεκεῖ. ἀνωτέρω. ἐξωτέρω
ἐπέκερσαν· ἐπέκειραν
ἐπεκεκήκαστο· ἐπωνείδιστο
ἐπέκλυεν· ἐπήκουεν
ἐπέκλωσαν· ἐπήγαγον
ἐπεκλώσαντο· ἐπικατέκλωσαν. ἐπεμοιράσαντο. ἐκύρωσαν. ἐπεκλήρωσαν . ἐπεμοίραναν
ἐπεκονίθη· κατωρύχθη
ἐπεκραίαινεν· ἐπετέλει
ἐπεκρήηνεν· ἐπετέλεσεν. ἐπεκύρωσεν, ἐβεβαίωσεν
ἐπεκύλλωσεν· ἐπηύξησεν. ἐπὶ τῶν διαρτιζόντων, οἳ καταλείπουσιν ...σταῖς, ἵνα τῷ δοκοῦντι μικρὸν προστίθηται. καὶ τοῦτό ἐστιν ἐπικυλλῶσαι
ἐπεκώμασεν· ἐπεδήμησεν, ἐπῆλθεν, ἐκ μεταφορᾶς τοῦ κώμου, ὅ ἐστι ἐνθουσιῶντος πλήθους
ἐπελάνθανεν· εἰς λήθην ἦγεν
ἐπελαύνειν· ἐπιπέμπειν
ἐπέκτασις· ἡ ἐπιπολὺ τάσις
ἐπέλαχεν· ἐκληρώσατο
ἐπελέξατο· τὰ γεγραμμένα ἀνέγνωσεν
ἐπέλετο· ἐγένετο. ἐφάνη
ἐπελήκεον· ἐκρότουν τοῖς ποσί
ἐπελήσθην· ἐληθαργήθην
ἐπέλιξεν· ἐπέδραμεν
ἐπέλυσας· ἐξείλου
ἐπελώβευον· ἐπετίμων. διέπαιζον τοῖς λόγοις. ἐπέσκωπτον. ὕβριζον
ἐπεμαίετο· ἐφήπτετο, ἐπέψαυεν. ἐπεθύμει
ἐπέμαρψε· κατέλαβεν
ἐπεμάσσατο· συνετάραξεν. ἐφήψατο, ἐψηλάφησεν
ἐπεμβάλλεται· τρώγει
ἐπεμβεβαώς· ἐπιβεβηκώς
ἐπεμβαίνει· ἀναβαίνει
ἐπέμεινεν· ἐπεκάθισεν
ἐπεμήνατο· ἐμάνη
ἐπεμάνην· ἠράσθην
ἐπεμήνιεν· ἐπωργίζετο
ἐπέμυξαν· ἐπεμυκτήρισαν, ἐπεμύχθισαν. ἐξεφαύλισαν
ἐπεμύξατο· ἐπεστέναξεν, ἐπεγόγγυσεν
ἐπʼ ἔναρ· εἰς τετάρτην. Λάκωνες
ἐπενάσθην· ἐπῳκίσθην
ἐπενδίεσαν· ἐπηφίεσαν
ἐπενδόμενοι· ἐπερειδόμενοι
ἐπενείματο· ἐπῆλθεν
ἐπενεγκεῖν· ἔτι ἐνεγκεῖν
ἐπένειμεν· ἐπέβαλλεν
ἐπενήνεον· ἐπεσώρευον
ἐπενήνοθεν· ἐπήνθει. ἔπεστιν. ἐπῆν
ἐπενήχετο· ἐπεκολύμβα. ἐπεφέρετο
ἐπένοντο· ἐνήργουν
ἐπέντυεν· εὐτρέπιζεν
ἐπενώτισεν· ἐφώρμησεν. Ἀμφιτρύωνι δευτέρῳ
ἐπεξέλευσις· ἐκδίκησις
ἐπεξέρχεται· ἐκδικεῖ
ἐπέοικεν· πρέπον ἐστίν
ἐπεπαιώνιστο· ἐπεφήμιστο
ἐπέπαστο· ἐπεπλήρωτο. ἐκτήσατο
ἐπέπηλεν· ἐκλήρωσεν
ἐπέπιθμεν· ἐπεπιστεύκειμεν
ἐπέπληγον· πλήσσοντες ἐν τῷ τρέχειν
ἐπεπλήξατο· ἔπαισεν
ἐπεπολέμωτο· πολεμίως διέκειτο
ἐπεπωλεῖτο· ἐπεπορεύετο
ἐπέρασα· ἐπώλησα
ἐπέραστος· ἐπιθυμητός, ἐράσμιος
ἐπερειδόμενος· ἐπιστηριζόμενος
ἐπέρεψα· ἐπεσκεύασα. ἐπεκόσμησα. ἐπεστέγασα
ἐπερηρεισμένα· ἐποικοδομηθέντα
ἐπερείσασθαι· ἐπιστηριχθῆναι
ἐπερείδεται· ἐμπήγνυται. εἰσβαίνει
ἐπεῤῥίσσαι· φιλοποιῆσαι
ἐπέρχομαι· τολμῶ. ἐγχειρῶ
ἐπεῤῥόθησε. ἔκραξεν.
ἐπεῤῥώοντο· ἤλουν· καὶ ἔστιν οἷον μετὰ ῥώμης ἐκινοῦντο καὶ ἤλουν. καὶ ἐπηκολούθουν
ἐπεῤῥώσαντο· ἐῤῥωμένως ἐπεσείσθησαν. ἢ ῥώμην καὶ ἰσχὺν ἐπέβαλον. ἢ ἐῤῥωμένως ὠρχήσαντο
ἐπεῤῥώπτην· ὑπηρέτην
ἔπερσεν· εἷλεν. ἐπόρθησεν
ἐπέρτερα· μείζω. καὶ ὑψηλότερα
ἐπερόνησεν· διέτρησεν
ἐπέσαξεν· ἔστρωσεν
ἐπεσβολίαι· λοιδορίαι. ἐπιτιμήσεις. πολυλογίαι. κακολογίαι
ἐπεσβόλος· λοίδορος. πρόγλωσσος. τοῖς ἔπεσι βάλλων
ἕπεσθαι· ἀκολουθεῖν
ἔπεσι· λόγοις, λέξεσιν
ἐπέσκαζεν· ἐχώλευεν
ἐπεσκεμμένως· συνετῶς
ἐπέσκεψαν· ἐπέβλεψαν, ἐπεῖδον
ἐπέσπεν· ἠκολούθησεν
ἐπέσπερξα· ἐφώρμησα
ἐπεσσεύοντο· ἐπῄεσαν. ἐφώρμων. ἐπηκολούθουν μετὰ σπουδῆς
ἐπέσσηθον· ἐπελέκων. ἐπελέπτυνον
ἐπέσσευον· ἐτάβλιζον. ἐδαπάνιζον
ἐπεσσύμενος· ἐπελθών. ἐπορούσας, ἐφορμήσας
ἐπεσσύμενον· πορευόμενον. προθυμούμενον
ἐπέσσυται· ἐφορμᾶται
ἐπέσσυτο· ὥρμα. ἐπῆλθεν
ἐπεστενάχοντο· ἐπέστενον. καὶ ἤχουν
ἐπεστέψαντο· ἐπεστεφάνωσαν. πλήρεις ἐποίησαν, ἐπλήρωσαν
ἔπεστιν· ἐπέτυχεν
ἐπεστιασόμεθα· εὐωχούμεθα
ἐπέστιον· ἔποικον. κατάλυμα
ἐπεστράτευσαν· ἐπολέμησαν
ἐπʼ ἐσχαρόφιν· ἐπὶ ἐσχάρᾳ
ἕπεται· ἀκολουθεῖ. συνεπάγεται. πρέπει
ἑπέται· ἀκόλουθοι, θεράποντες. ἐφέται· οἱ τὰς φονικὰς δίκας δικάζοντες
ἐπετέτακτο· ἐν τάξει ἢ ὄπισθεν ἠκολούθει
ἐπέτειον· ἐπὶ τοῦ νῦν ἔτους
ἐπέταξεν· ἐνετείλατο
ἐπέτελλεν· ἐνετέλλετο
ἐπετέλλετο· παρήγγειλε. παρετίθετο
ἐπετήδευσεν· ἐμηχανήσατο. ἐσπούδασεν
ἐπετιμήσατο· τιμωρίαν ἐπέθηκεν
ἐπετοξάζοντο· ἐτόξευον, ἐστοχάζοντο. ἐφώρμων τόξοις καὶ δόρασι βάλλειν ἢ τιτρώσκειν
ἐπέτρεψεν· ἐπέτρεπεν. ὑπεχώρει
ἐπέτριψαν· ἦραν
ἔπεττον· ἐπίτινων
ἐπετώθαζεν· ἐπενέβη. ἐπέπληττεν. ἐπέχαιρεν
ἕπευ· ἕπου, ἀκολούθει
ἐπευθόμεθα· ἠκούομεν
ἐπευκτή· ἐπιθυμητή
ἐπευνακτοί· οἱ συγκοιμηταί
ἐπʼ εὐνάων· ἐπὶ τῶν ἀγκυρῶν
ἐπεύξατο· ἐκαυχήσατο
ἐπʼ εὐρέα· ἐπὶ τὰ πλατέα
ἐπʼ Εὐρυγύῃ ἀγών· Μελησαγόρας τὸν Ἀνδρόγεων Εὐρυγύην εἰρῆσθαί φησι τὸν Μίνωος, ἐφʼ ᾧ τὸν ἀγῶνα τίθεσθαι ἐπιτάφιον Ἀθήνησιν ἐν τῷ Κεραμεικῷ. καὶ Ἡσίοδος· Εὐρυγύης δʼ ἔτι κοῦρος Ἀθηνάων ἱεράων
ἐπʼ εὐσεβίῃ· ἐπʼ εὐσεβείᾳ
ἐπεύχεο· καυχῶ
ἐπεύχεται· καυχᾶται
ἐπεφάνη· ἐπʼ αὐτοφώρῳ ὤφθη
ἐπευφήμησεν· ἐν εὐφήμῳ βοῇ εἶπεν
ἐπάφεσαν· ἐφῆκαν
ἐπέφλυσεν· βλαστῆσαι ἐποίησεν
ἔπεφνεν· ἐφόνευσεν, ἀνεῖλεν, ἀπέκτεινεν
ἐπέφραδεν· διεσάφησεν εἶπεν
ἐπέφραδον· εἶπον. ἐπέγνωσαν
ἐπέφρασαν· διεσήμαναν. εἶπον
ἐπεφύοντο· ἐπήρχοντο
ἔπεχε· ἐπίκεισο. πρόσεχε. κάτεχε. ἐπίμενε
ἐπεχερ· ἀκόλουθον
ἐπέχει· ἐπιμένει
ἐπέχεται· κωλύεται
ἐπεχείρεον· ἐπετίθεσαν. ἐπεχείρουν
ἐπεχθισμένου· βάρος βαστάζοντος
ἐπέχοντες· κρατοῦντες
ἐπεχωρίαζεν· ἐπεδήμει
ἐπέχραον· ἐπεβάρησαν ἐπῆλθον
ἐπέχραον· ἐπέθεντο. ὥρμησαν. ἄθροι ἐπέστησαν
ἔπεψεν· ἐπραΰνθη
ἐπέων· λέξεων, λόγων
ἐπεβαλλομένη· ἐνθεαζομένη
ἐπηβολή· μέρος. ἢ ἐπιβολή
ἐπήβολος· ἔμπειρος ἐπιστάτης. δεσπότης. μέτοχος. ἐπιβολὴν ἔχων. δεσπόζων
ἐπηβόλους· ἐπιτευκτικούς, ἐπιτηδείους, ἢ ἐπιτυχεῖν μέλλοντας· βάλλειν γὰρ τὸ ἐπιτυγχάνειν
ἐπήγαγεν λίβα· ἐπήνεγκεν ἄνεμον
ἐπήγαγον· ἐπηγαγόμην εἰς τὸ πεῖσαι
ἐπηγανίδες· ἐπινύγματα
ἐπηγγελλόμην· παρεκάλουν. ἐπέστελλον. Σοφοκλῆς Ἠλέκτραι
ἐπήγετο· ἐπεφέρετο
ἐπηγκενίδες· τὰ διηνεκῆ τῆς σχεδίας ξύλα. αἱ εἰς μῆκος καθηλούμεναι σανίδες. οἱ δὲ τὰ παραθέματα, ἢ πλάγια
ἐπηγμένως· κατασπουδαζόντως
ἐπηγορίαν· ὀνομασίαν
ἐπῄει· ἐπήρχετο
ἐπῄεσαν· ἐπήρχοντο
ἐπηετανόν· συνεχές. ἀδιάλειπτον. παρατεταμένον διὰ παντὸς τοῦ χρόνου. δαψιλές
ἐπηετανῶν· ἀδιαλείπτων
ἐπιεθανις· λεπτὸν πρόβατον
ἐπʼ ἤϊα· ἐπὶ σιτία
ἐπήκοοι· κριταί. καὶ οἱ μάρτυρες. καὶ οἱ δικάζοντες
Ἐπήκοος· Ἀφροδίτη ἐν Καρχηδόνι
ἐπήκρισεν· ἐπʼ ἄκρον ἤγαγεν. τέλος ἐπέθηκεν
ἐπήλεγεν· ἐπῇρεν. ἐκίνησεν
ἐπηλήθισεν· ἠλήθευσεν
ἐπῆλθε· κατέλαβεν
ἐπῆλθέ μοι· ἦλθέ μοι
ἐπηλύγαιον· ἐπινεφές. σκοτεινόν
ἐπηλυγασάμενος· ἐπίπροσθεν ποιησάμενος
ἐπήλπιζον· ἠλπιδοποίουν
ἐπηλυγίζονται· ἐπισκιάζονται. ἐπικρύπτονται
ἐπήλυδας· νεωστὶ ἐλθόντας ἐξ ἑτέρας γῆς. ἐπιλεκτούς. ἢ οὐκ ἰθαγενεῖς
ἔπηλυς· ξένος, νεωστὶ ἐλθών, ἄλλοθεν ἐλθών
ἐπηλυσία· ἐπῳδὴ φαρμάκων. ἢ ἔφοδός τινος
ἐπήλυσις· ἔφοδος. ἐπαγωγή
ἐπήλυθεν· ἐπῆλθεν
ἐπήλυτος· ἔποικος. προσήλυτος
ἔπηλις· τὸ πῶμα τῆς λάρνακος
ἐπʼ ἤματος· τὸ ἐν μιᾷ ἡμέρᾳ ποιῆσαί τι
ἐπημοιβοί· ἐνηλλαγμένοι
ἐπʼ ἤματι· ἐν μιᾷ ἡμέρᾳ
ἐπημοιβοί· διπλοῖ. παράλληλοι. ἀλλασσόμενοι
ἐπημύει· ἐπικατακλίνει. ἐμπίπτει
ἐπήμυνον· ἐβοήθουν
ἐπήν· ἐπειδάν
ἐπῄνεον· ἐπῄνουν
ἐπήνθησεν· ἐβλάστησεν
ἐπήν κεν· ἐπάν, ὅταν
ἐπήνυσεν· ἐπετέλεσεν
ἔπηξεν· ἔστησεν
ἐπήπυον· ἐπεβόων
ἐπήρατε· καλέ
ἐπηρᾶτο· ἐκρέμασεν
ἐπήρατον· ἐπέραστον
ἐπηράτου· ἐπεράστου
ἐπηρεάζει· βιάζει
ἐπήρεια· βία
ἐπῆρεν· ἀνέπεισεν
ἐπήρετο· ἐπηρώτα
ἐπήρετμοι· ἐπίκωποι
ἐπηρέσσατο· εὐαρέστους ἐποίησεν
ἐπηρεφέας· ἐπεστεγασμένας
ἐπήρθη· ὑψώθη
ἐπήρκεσεν· ἐβοήθησεν
ἐπῆρξε· κατῆρξεν
ἐπῆρσεν· ἐφήρμοσεν. ἐπέρασεν
ἐπηρτημένην· ἐπικειμένην. ἐπικρεμαμένην
ἐπήρτυεν· ἐφήρμοζεν
ἐπήρωσεν· ἐκάκωσεν
ἐπησθεῖεν· ἐπιχαρεῖεν
ἐπησθέντες· χαρέντες
ἐπῄσθετο· ἔγνω
ἐπήσκηται· ἐπικεκαλλώπισται. κεκόσμηται
ἐπῇσται· ἐπιδέδεται ἐπῳδῇ
ἐπητέος· εὐλογίστου. εὐγνώμονος, συνετοῦ. πρᾴου
ἐπητές· αἴσιον
ἐπητής· σώφρων. λόγιος. ἀληθής. δίκαιος. φρόνιμος. παρὰ τὰ ἔπη. πρᾷος. χρηστός
ἐπήτριμα· ἄλλα ἐπʼ ἄλλοις, πυκνά
ἐπίτριπτος· λόγιος. πανοῦργος
ἐπηύδων· ἐπεφώνουν
ἐπηύρουν· ἐπέτυχον παρὰ τὸ ἐπαυρεῖν
ἐπήορα· κρεμάμενα. μετέωρα
ἐπήωρσαν· ἐφόρμησαν
ἔπι· ἔπεστιν, ἔνεστι. καὶ ἐπὶ τόπῳ ἡ πρόθεσις ἐπί· «αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει»
ἐπιαλές· τερπνόν
ἐπιάλης· ὁ ἐφιάλτης· ὃν Αἰολεῖς ἐφέλην, ἄλλοι ἐπιάλλην, καὶ ἐπωφέλην καλοῦσιν
ἐπιαλμένον· ἐφαλλομένον
ἐπιανδάνει· συναρέσκει
ἐπιανέω· ἐπιτρέπω
Ἐπίασσα· Δήμητρος ἐπώνυμον
ἐπίασσεν· ἐβόησεν
ἐπίαχον· ἐπεβόησαν
ἐπιβάθρα· ἐπίβασις
ἐπίβαθρον· μισθὸς τῆς βάσεως τῆς εἰς τὴν ναῦν, τουτέστιν ναῦλον
ἐπίβδαι· αἱ μεθέορτοι ἡμέραι· ἀπὸ τοῦ ἐπιβιβάζεσθαι ταῖς
ἑορταῖς οὐκ οὔσας ἐξ αὐτῶν. ἢ ἐπίδαι κατὰ πρόσθεσιν τοῦ β, διὰ τὸ ἐπὶ τῇ δαιτὶ καὶ ἑορτῇ ἄγεσθαι αὐτάς
ἐπιβαλεῖ· ἐπιρρίψει
ἐπίβαλοι· πτέρναι
ἐπιβαλλόμενος· ἐπιβολὴν κατὰ πρόθεσιν ἔχων. ἐπιθυμῶν
ἐπίβαμα· ὑποπόδιον
ἐπίβασιν· ἀνάβασιν. βάδισιν
ἐπιβασκέμεν. ἐπιβιβάζειν
ἐπιβατεύουσιν· ἀμφισβητοῦσι. ζητοῦσι
ἐπιβάτην· τὴν πτέρναν τοῦ ποδός
ἐπιβάτης· ἐπὶ νῶτον βαίνων. ἢ ὁ μὴ κωπηλάτης, ἀλλὰ πλέων μαχητής
ἐπιβατόν· ὁδευομένην
ἐπιβήματα· εἴδη χορικῆς ὀρχήσεως
Ἐπιβήμιος· Ζεὺς ἐν Σίφνῳ
ἐπιβήσομαι· καταφύγω
ἐπίβησον· μετασχεῖν ποίησον
ἐπιβιβῶ· ἀναφέρω
ἐπιβατικά· ἃς ἡμεῖς λέγομεν παρενθήκας, ἐπὶ τῶν ἐμπορικῶς πλεόντων
ἐπίβλημα· πῶμα. ἢ ῥάκος
ἐπιβλής· μοχλός
ἐπιβλήτης· δοκός. μοχλός
ἐπιβλύξ· συνεχής
ἐπιβοᾷ τὸν Μύσιον· ὅταν θρηνῶσιν αἱ Μυσαί, τὸν Μύσιον Ὕλαν ἀνακαλοῦνται
ἐπιβλαί· περόναι
ἐπιβόλαια· ἐπιβλήματα
Ἐπιβολεύς· ὁ Ἡρακλῆς παρὰ Θουρίοις
ἐπιβολή· ὁρμή. ἐγγραφή. ζημία
ἐπιβουλεύει· ὁρμᾷ. ζημιοῖ
ἐπίβουλος· ἐχθρός. ἐπηρεάζων. λοίδορος
ἐπιβόλως· φρονίμως
ἐπιβότορι· ποιμένι, βοσκήτορι. ἐνόρχει, μὴ ἐκτετμημένῳ, ἐπιβαίνοντι
ἐπιβοῶνται· ἐπικαλοῦνται
ἐπιβρέμοντες· ἐπηχοῦντες
ἐπιβρέξαι· ἐπαρύτειν. βρέξαι
ἐπὶ βρέγμα. ἐπὶ στόμα καὶ κεφαλήν
ἐπιβρίσει· ἐπισχύσει. ἐπιβαρήσει
ἐπιβρίθων· ἐπιβαρῶν
ἐπιβρέμει· ἐπιφωνεῖ
ἐπιβρῖσαι· ἐπαγαγεῖν. ἐπελθεῖν. ἐπιστηρίξαι. ἐπιβαρεῖν. ἐφορμῆσαι. βιάσασθαι
ἐπιβυσάτωσαν· φραξάτωσαν. φιμωσάτωσαν
ἐπιβωμίζοντι· θύοντι
ἐπιβώσομαι· ἐπικαλέσομαι, ἐπιβοήσομαι
ἐπίβωτος· λεῖος, ὁμαλός
ἐπιβώτορι μήλων· βοσκήτορι τῶν ποιμνίων. ἐπιστάτῃ. ἢ ἐφιππαστῆρι. οἱ γὰρ τῶν βασιλέων υἱοὶ πρῶτον ἐπὶ τῶν κριῶν ἱππεύειν ἐμάνθανον
ἐπιγαμία· συγγένεια. ἢ τὸ παρʼ ἀλλήλων ἄγεσθαι
ἐπίγαμος· πατρωὸς ἐπιγήμας
ἐπιγάνυσθαι· χαίρειν
ἐπίγαυρον· ἰσχυρόν
ἐπιγαυρωθείς· ἐπαρθείς
ἐπιγεινομένοις· ἐπιγενομένοις
ἐπιγελαστάς· ὁ καταγελῶν. Λάκωνες
ἐπιγλωσσώμεναι· ἐπιλαλοῦσαι
ἐπιγλωσσῶ· ἐποιωνίζου διὰ γλώττης. Αἰσχύλος Ἡρακλείδαις
ἐπιγνάμψασα· ἐπικατακλάσασα. συμπείσασα. στυγνάσασα
ἐπιγνάμψω· ἐπικλάσω
ἐπίγνωθι· μάθε, γνώρισον
ἐπιγνώμη· συγγνώμη. διάγνωσις
ἐπιγνώμονος· συνετοῦ. γνῶσιν ἤτοι γνώμην ἔχοντος
ἐπιγνώμων· ἐπόπτης
ἐπειγομένων· ἐπὶ πάντων σπευδόντων
ἐπιγονή· γέννημα
ἐπὶ γούνασι· παρὰ γόνασιν
ἐπιγουνίδα· τὸ ἐπάνω τοῦ γόνατος. Λέγει δὲ τὸν μηρόν, ἀφʼ οὗ ἐκδεκτέον τὴν τοῦ σώματος εὐεξίαν
ἐπιγράβδην· ἐπʼ ἄκρων ξύσαι, ἐπιξεστικῶς
ἐπιγράμματα· αἱ ἐπιγραφαί
ἐπιγραφεύς· ζωγράφος
ἐπιγράψαι· ἐπιτελεῖν. ἐπιξύσαι
ἐπιγράφεται· ξύεται, χαράσσεται. ὀνομάζεται
ἐπιγύων· τῶν πρυμνησίων κάλων, ἅ τινες πείσματα καλοῦσιν
ἐπίδαιτρον· ὄψον
ἐπιδαιτήσομαι· ἐπιστελῶ. εὐωχηθήσομαι
ἐπιδακρυνθέντα· ἐπιγραφέντα
ἐπίδαλον· λοιμικόν
Ἐπιδαύριον· τὸ Τροιζηνικόν
Ἐπιδαύριοι· ἔθνος Πελοποννήσου
Ἐπίδαυρος· πόλις ἐν Ἄργει
ἐπιδαψιλεύσει· μεγαλοψυχήσει
ἐπιδαψιλευόμενος· μεγαλοψυχούμενος. ἐπιχορηγὼν πλουσίως
ἐπιδεᾶ· ἐνδεῆ. ἐλλιπῆ
ἐπιδείκνυται· φανεροποιεῖ
ἐπιδεικτιῶντα· ἐπιδείκνυσθαι θέλοντα,
ἐπίδειξις· ἐπιδεικτικός
ἐπιδινήσας· συστρέψας. συσσείσας
ἐπὶ δὲ κληῖδʼ ἐτάνυσσεν ἱμάντι· τὴν δὲ κληῖδα παρήγαγε τῷ ἱμάντι
ἐπιδεκτικός· ἐπίδεκτος
ἐπιδέξιος· καλός, ἀγαθός. εὔμορφος
ἐπιδεξιπολίης· ἐκ τῶν δεξιῶν μερῶν περιστρέψας
ἐπίδεσον· ἐπίστρεψον
ἐπιδευεῖς· ἐνδεεῖς, χρῄζοντες
ἐπιδεύετο· ἐπιδεής, ἢ ἐλλιπὴς ἦν
ἐπὶ δʼ ἕψονται· ἐπακολουθήσουσιν
ἐπιδεῦσαι· ἐπιστρέψαι
ἐπίλεκτον· ἐπίσημον. μέγα
ἐπιχειλέα σκύφον· τὸν μὴ κενόν
ἐπὶ Δελφινίῳ· τοῦτο δικαστήριον, ἐφʼ οὗ οἱ ὁμολογοῦντες πεποιηκέναι φόνους ἐκρίνοντο
ἐπιδεχόμεθα· προσδοκῶμεν
ἐπιδειπνίς· Μακεδονικὸς κώθων, ἥδυσμα. ἐθισμός
ἐπιδημεύεις· ἐν τῷ δήμῳ ἀναστρέφεις
ἐπιδημία· παρουσία
ἐπιδήμιον· κοινόν, δημόσιον Σ ἢ ἐμφύλιον
ἐπιδημίου· ἐνδήμου. ἐμφυλίου. καὶ μὴ πρὸς πολεμίους γινομένου
ἐπίδημον· ὡς ἐπὶ πολὺ τὸν ὑπὸ δήμου τεταγμένον. ἢ ἐν τῷ δήμῳ ὄν
ἐπὶ Δηλίῳ μάχη· Δήλιον, τὸ ἐν Βοιωτίᾳ τοῦ Ἀπόλλωνος ἱερόν, ὃ ἐτείχισαν Ἀθηναῖοι. καὶ περὶ αὐτοῦ Βοιωτοῖς μαχεσθέντες ἡττήθησαν Ἱπποκράτους στρατηγοῦντος
ἐπιδικάζεται· ἀντιποιεῖται
ἐπίδικος· ἥτις οὐκ ἔστιν ἄνευ δικασίας. παῖς, εἰς πλείους συγγενεῖς καὶ οὐσίας ἐστὶ δικάζοντες
ἐπιδίφρια· τὰ ἐπὶ τῷ ἁρματείῳ δίφρῳ
ἐπιδιφριάδος· ἐκ τῆς περιφερείας τοῦ ἅρματος
ἐπίδναι· πέλειαι ἢ πίλαι
ἐπίδοκα· προσδόκιμα
ἐπιδοκίδες· προσδοκίαι
ἐπίδοξα· προσδοκώμενα
ἐπίδοξος· προσδόκιμος Σ
ἐπιδορατίς· ὁ σίδηρος τοῦ ἀκοντίου, τὸ ἄνω μέρος
ἐπιδορπίσασθαι· ἐπιδειπνῆσαι
ἐπιδορπίσματα· τραγήματα, ἐπίδειπνα
ἐπίδοσις· ἡ προῖξ. καὶ αὔξησις
ἐπιδούριτον· ἐπιπαραστροφίδα
ἐπιδραμέτην· ἐπεδίωκον. ἐπήρχοντο
ἐπιδράμωμεν· ἐπιδιώξωμεν
ἐπιδράττονται· κρατοῦνται
ἐπιδρομάδην· παρέργως. κατὰ σπουδήν
ἐπιδρομή· ἔφοδος. ἁρπαγή. ἐπίβασις
ἐπίδρομον· κατωφερές, καθʼ ὅ ἐστιν ἐπιδραμεῖν κατερχόμενον ἀπὸ τοῦ τείχους. ὡς· «καὶ ἐπίδρομον ἔπλετο τεῖχος». καὶ τὸ ἱστίον τὸ ἐν τῇ πρύμνῃ κρεμάμενον, ὃ καλοῦσι σίφαρον καὶ ἔλασσον
ἐπιδυοχεῖν· ἐπιπωμάζειν
ἐπιδώμεθα· ἐπιδῶμεν θεούς, ἴδωμεν
Ἐπιδώτας· Ζεὺς ἐν Λακεδαίμονι
ἐπίεζεν· ἐξεπίασεν
ἐπιεικέα· τὸν ἀστεῖον. ἢ τὸν ἀψευδῆ. ἄλλοι τὸν ἐγχωροῦντα καὶ πρέποντα
ἐπιεικές· καθῆκον, πρέπον, προσῆκον, ἱκανόν. ἐπεοικός. προσηνές. εὔγνωμον. μέτριον. εὐφυές. σπουδαῖον. πρᾷον. ἀγαθόν
ἐπιεικτά· φορητά, ὑποχωρητά
ἐπιεικεύσατο· ἠγάθυνεν
ἐπιεικῶς· πάνυ, λίαν πρᾴως
ἐπιειμένε· ἠμφιεσμένε, ἐνδεδυμένε
ἐπιείξας· ἐπιδεικτικῶν. κενοδοξῶν
ἐπιεισαμένη· ἐφορμήσασα, ὁμοιωθεῖσα
ἐπιείσεται· ἐπελεύσεται
ἐπιείστορε· ἐπιμάρτυρας. δυϊκῶς ἡ λέξις
ἐπιέναι· ἐπελθεῖν
ἐπὶ ἐπιτοῦτο· ὑπέρθεσις. Λάκωνες
ἐπίεσσαν· ἐπήρχοντο
ἐπιέπεται· ἀκολουθεῖ
ἐπιέσασθαι γῆν· ταφῆναι
ἐπιεσάμενος· λαβόμενος
ἐπιέψω· ἐπιτελέσω
ἔπιξα· ὄρνεα. Κύπριοι
ἐπιζάξ· ἐπὶ τὰ ἀριστερά. καὶ ἐπʼ εὐθείας. καὶ ἐπὶ τὴν σύντομον. καὶ ἐπίτηδες. ἐκ πλαγίου. ἢ συντόμως. Ἀθηναῖοι
ἐπιζαφελές· θυμῶδες, ὀργίλον. χαλεπόν. ἰσχυρόν. ἐπίκοτον
ἐπιζαφελῶς· ηὐξημένως ἄγαν
ἐπιζευκτήρ· σπεῖρα. καὶ σειρά
ἐπιζύγιον· μέρος τῆς νεώς
ἐπιζυγκεῖν· ἐπισκαρδαμύττειν. ἐπιστέγειν. ἐπικατακλείειν
ἐπιζυγοῦσα· ἐπικλείουσα. μύουσα
ἐπιζυγῶν· ἀπολαμβάνων. συνέχων
ἐπηγορέων· κατηγορῶν
ἐπίηλεν· ἐπεξέτεινεν. ἔπεμψεν. ἐπήγαγεν. ἐπηύξησεν
ἐπίηρα· τὴν μετʼ ἐπικουρίας χάριν μεγάλην, ἢ ἐκ τῆς περιουσίας ὡς Ἀντίμαχος
ἐπιήρανα· ἐπικουρητικὰ τῆς ψυχῆς· «ποδῶν ἐπιήρανα θυμῷ ποδάνιπτρα»
ἐπιήρανος· ἐπίκουρος. ἐπιθυμητός
ἐπίηρος· βοηθός. χάριν ἀποδιδούς
ἐπιήρανα· ἐπιχάριτα
Ἐπιθαλαμίτης· Ἑρμῆς ἐν Εὐβοίᾳ
ἐπιθάλπωντι· ἐπιφλεγμαίνωσιν
ἐπιθαλπές· τερπνόν
ἐπὶ θάτερα· ἐπὶ τὰ ἕτερα
ἐπιθαρσύνων· προτρεπόμενος
ἐπιθάνατος· προσδοκώμενος ἀποθανεῖν Σ
ἐπιθεάζει· θεοὺς ἐπικαλεῖται
ἐπίθετα· τὰ μὴ πάτρια ἱερὰ παρὰ Ἀθηναίοις
ἐπιθειάσας· κατευξάμενος
ἐπίθεος· σημεῖον ἐν θυτικῇ
ἐπίθεσις· ὁ τῶν δύο ἀριθμὸς παρὰ τοῖς Πυθαγορικοῖς
ἐπίθετον· ἡ στοιβή
ἐπίθεμα· τὸ ἐπιτιθέμενον
ἐπιθεῖναι· κλεῖσαι
ἐπιθέτωσαν· ἀντικείσθωσαν
ἐπιθήκη· φερνή ... «μείζων δʼ ἐπιθήκη»
ἐπίθημα· πῶμα
ἐπιθήσει· ἐπιβαλεῖ
ἐπιθήσοντας· ἐποξύνοντας. ἐπιφέροντας
ἐπιθειάσας· τὸ θεῖον δεξάμενος θεοφορηθείς
ἐπιθιγγάνει· ἐφάπτεται
ἐπιθλάσας· συντόμως εἰπών
ἐπιθολοῦσιν· ἐπισκοτοῦσιν. ταράττουσιν
ἐπιθράνιον· μέρος τι τῆς νεώς
ἐπιθρέξαντος· ἐπιδραμόντος, ἐπιξύσαντος
ἐπιθορνύμεναι· σπερμαίνουσαι καὶ ζωογονοῦσαι· θόρος γὰρ τὸ σπέρμα
ἐπιθρᾶξαι· ἐπιθρύξαι. ἐπινύξαι
Ἐπιθριδάκια· ἑορτὴ Ἀπόλλωνος
ἐπιθρώσκει· ἐφάλλεται, ἐπιπηδᾷ
ἐπιθρώσκουσιν· ἐπιπηδῶσιν
ἐπὶ θρωσμῷ πεδίοιο· ὁδῷ πεδίου μὴ ἐπιδρόμῳ
ἐπιθυμελίαν ἀγῶνα· τὴν τῶν διαφραγμάτων στάσιν
ἐπιθυμίδες· τὰ παντοδαπὰ στεφανώματα
ἐπιθυμῶν· ὀρεγόμενος
ἐπιθύω· ὥρμημαι
ἐπίθωνται· σπουδάζουσιν. ἐπιτίθενται
ἐπιθωΰσσειν· ἐπικελεύεσθαι
ἐπιείκελον· ὅμοιον
ἐπιΐστορα· ἔμπειρον
ἐπικαγχάζων· ἐπιγελῶν
ἐπὶ κάρ· ἐπὶ κεφαλήν· διʼ οὗ δηλοῖ τὸ καταφερὲς τοῦ ῥεύματος. ἐπὶ κάρα
ἐπικαρπία· καρποφορία
Ἐπικάρπιος· Ζεὺς ἐν Εὐβοίᾳ
ἐπίκαιρος· εὔκαιρος
ἐπικάρπιον· καρπόν
ἐπικάρσια· «ἐπικάρσια δὴ προπεσοῦμαι» πλάγια, οὐ κατʼ εὐθεῖαν φερόμενα
ἐπικαρυκεύεται· ἀρτύει
ἐπικαχλάζεται· διακινεῖται
ἐπεί κε λάβῃσιν· ἐπὰν λάβῃ
ἐπικέλια· ἔπερα ἱμάτια
ἐπικαταδαρθεῖν· ἀφυπνῶσαι
ἐπικεῖραι· διακόψαι. διαφθεῖραι
ἐπικεκλιμένας· ἐπικειμένας. ἐπικεκλεισμένας
ἐπικεκόνημαι· ἐξέφθαρμαι, ἀπόλωλα
ἐπικέλσαντες· ὁρμήσαντες, ἢ ἐπὶ τὸ ξηρὸν ἀγαγόντες τὴν ναῦν
ἐπικερτομέων· ἐπισκώπτων
ἐπικεύσω· κρύψω
ἐπὶ κεφαλήν· ταχέως
ἐπικέφαλον· τὸ ἐπικεφάλιον
ἐπικεχήνασι· προσέχουσιν
ἐπικήδειον· ἐπιθανάτιον
ἐπίκηρα· ἐπίνοσα. μοῖρα. ἢ ἐπιθανάτια
ἐπικηραίνειν· ἐπιδυσμεναίνεσθαι
ἐπικήραν· ἐπιμοίραν. ἐπιθανατίαν σαθράν
ἐπικηρότατοι· ἐπισαθρότατοι
ἐπικηρυκεύεται· προκηρύσσεται
ἐπικίδναται· σκορπίζεται ἐφορμᾶται. ἐφαπλοῦται
ἐπικίδνανται· ἐφαπλοῦνται
Ἐπικιχράδας· ὁ Ζεὺς ἐν Κῷ
ἐπικλασθῆναι· συμπαθῆσαι, ἐλεῆσαι
Ἐπικλείδια· ἑορτὴ Δήμητρος Ἀθήνησι
ἐπικλενύσας· ἀπελθὼν λάθρα
ἐπικλέπτοιτο· ἐπιθυμοίη
ἐπικλεηδόνα· ἐπικληδόνα
ἐπίκλην· ἡ ἐπίκλησις παρὰ Ἀττικοῖς
ἐπίκλην· ἐπωνυμίαν
ἐπίκλημα· μέμψις ἢ ἔγκλημα
ἐπίκληρος· ἐνούσιος γυνὴ. δέσποινα, εἰς ἣν κατήντησαν πολλοὶ κλῆροι
ἐπίκλητος· ἐπίξενος. ἔξωθεν ἐπεισερχόμενος. δαιτυμών. καὶ οἱ σύμμαχοι
ἐπικλινής· ἐπιπίπτων. προσρέπων
Ἐπικλόπειος· Ζεὺς οὕτως καλεῖται
ἐπίκλοπος· δόλιος, πανοῦργος. ἢ ἐπιθυμῶν τοῦ κλέπτειν
ἐπίκλυσις· ἐπιῤῥοή
ἐπικλυτόν· ἐπονείδιστον. ἐπίδοξον
ἐπὶ κοινῆς· ἀντὶ τοῦ κοινῇ
ἐπὶ κνάφου ἕλκων· διαφθείρων. τὸ γὰρ πρότερον οἱ γναφεῖς ἀκανθῶν σωρὸν συστρέψαντες, τὰ ἱμάτια ἐπὶ τοῦ σωροῦ ἔκναπτον· ὁ δὲ σωρὸς ἐλέγετο γνάφος. ὁ οὖν Κροῖσος τὸν ἐχθρὸν περιέξαινε ταῖς ἀκάνθαις καὶ οὕτως ἔφθειρεν
ἐπικοιμητηριάσασθαι· ὑπηρετικὸν ὄνομα
Ἐπικοίνιος· Ζεὺς ἐν Σαλαμῖνι
ἐπικομπῶν· ἐπικαυχώμενος
ἐπικόκκουρος· ὁ παρατηρητὴς ἐν σταδίῳ παρὰ Λάκωσιν
ἐπίκοπος· χάραγμα ἐκ δευτέρου πληγέν
ἐπίκορον· ἐπίκοπον. Πάφιοι
ἐπὶ κόῤῥης· ἐπὶ κεφαλῆς, ἢ γνάθου
ἐπίκοῤῥι· ἐπὶ κονδυλίῳ
ἐπικόῤῥιστον· κατακονδύλιστον
ἐπίκοτα· ἐπίμομφα, ἃ πᾶς ἄν τις μέμψαιτο. Σοφοκλῆς Ναυπλίῳ καταπλέοντι
ἐπικότως· ἐπιστρεφῶς
ἐπίκουρος· βοηθός
ἐπικουρίας· βοηθείας, συμμαχίας
ἐπικουρήσοντας· βοηθήσοντας
ἐπίκουροι· βοηθοί, σύμμαχοι.
ἐπικράδιον· ἐπικάρδιον
ἐπίκρανα· περικεφάλαια, καλύμματα. ἐπιστύλια
ἐπικρανεῖς· ἐπιτελέσεις. ἐπιμεληθήσῃ
ἐπικρανής· ἐπιμελητής
ἐπικρᾶναι· τῇ κεφαλῇ ἐπινεῦσαι. τελέσαι
ἐπικρατεῖ· ἐξουσιάζει
ἐπικρατίδιον· στημονικὸν κάλυμμα ἄχρι τῆς κεφαλῆς
ἐπικρατύνειν· ἐπισχύειν, ὀχυροῦν
Ἐπικρήναια· ἑορτὴ Δήμητρος παρὰ Λάκωσιν
ἐπίκρηνον· κεφαλόδεσμον
ἐπικρήνωμεν· ἐπιτελέσωμεν
ἐπικριδόν· ἐπίλεκτον
ἐπικρίνασθαι· ἀριθμῆσαι καθʼ ἕνα ἕκαστον
ἐπίκροκον· σπαθητόν
ἐπίκρουμα· ἐπίπληγμα, ἢ ἐπιχάραγμα· διὰ τὸ παρωνομάσθαι τῷ Ἄργει· «Ἐπίκρουμα χθονὸς Ἀργείας.» Σοφοκλῆς Ἰνάχῳ
ἐπικτένια· τὰς ἠλακάτας. καὶ τοῦ ποδὸς τὸ πρὸς τοῖς δακτύλοις μέρος
ἐπὶ κτέρεα· ἐντάφια
ἐπίκτητον· ἔξωθεν ἐπανελθόν
ἐπικύλλωμα· ἐπικορύφωμα
ἐπικύθριον· τὸ πῶμα τῆς χύτρας
ἐπικυδέστερος· ἐπικρατέστερος. ἐνδοξότερος
Ἐπικυκλίδιος· Ζεύς
ἐπικύψ· ἐπικύψας
ἐπίκωλος· τὸν πόδα σκάζων
ἐπικωμάζω· χλευάζω μυκτηρίζω
ἐπικωμάσας· κρατήσας ταῖς θριξίν
ἐπίκωμος· ὁ ἐπᾴδων τῇ φίλῃ. ἢ ἀπὸ οἴνου ᾄδων. ὑβριστής . συγχαίρων
ἐπικωπητήρ· τροπωτήρ
ἐπιλαμφθέντες· φωτισθέντες
ἐπὶ λείαν· ἐπὶ λῃστείαν
ἐπιλεγόμενος· ἐπιλογιζόμενος
ἐπιλειψάσης· καταλιπούσης. παρελθούσης
ἐπιλείψει· καταλείψει
ἐπιλεξαμένη· ἐπικαλεσαμένη
ἐπιλεξάμενος· διαλεγείς. ἐνθυμηθείς
ἐπιλελησμένη· ἐπιλανθανομένη
ἐπιληΐδες· οὕτω τῶν ἑσπερίων ... τινὲς ἐκαλοῦντο
ἐπιλήμητος· ὁ τετυφλωμένος
ἐπιλημένος· κατέχων. τετυχηκώς
ἐπιληπτικός· πασχικός. κατεχόμενος
ἐπίληπτος· καταφανής. καὶ ὁ τῇ ἱερᾷ νόσῳ συνεχόμενος
ἐπιλήπτῳ· ὑπαιτίῳ. δαιμονιζομένῳ
ἐπὶ Ληναίῳ ἀγών· ἔστιν ἐν τῷ ἄστει Λήναιον περίβολον ἔχον μέγαν καὶ ἐν αὐτῷ Ληναίου Διονύσου ἱερόν, ἐν ᾧ ἐπετελοῦντο οἱ ἀγῶνες τῶν Ληναίων, πρὶν τὸ θέατρον οἰκοδομηθῆναι
ἐπιλησμονείη· ἐπιλαθείη
ἐπιλήσονται· ἐπιλανθάνονται
ἐπιλλίζουσα· καταμωκωμένη
ἐπιλλίζουσι· διανεύουσιν. ἐγκελεύονται
ἐπιλίγδην· ἐπιράγδην ἐξ ἐπιδρομῆς ὅσον ἐπιψαῦσαι, ἐπιξύσαι, ἐφάψασθαι ἐξ ἐπιπολῆς. ἐπιγράβδην, ἐξ ἐπιγραφῆς
Ἐπιλίμνιος· Ποσειδῶν
ἐπιλίημι· ἐπιτρέπω
ἐπιλινᾶν· ἐπιπορεύεσθαι τὰ ἑστῶτα λινὰ καὶ ἐπιβλέπειν
ἐπιλιπές· ἐλλιπές
ἐπιλιτρίς· τὸ μέσον τοῦ ζυγοῦ
ἐπιλοβίς· μέρος τοῦ ἥπατος
ἔπιλλοι· ὕπουλοι
ἔπιλλος· παράστραβος, ἡσυχῆ διάστροφος· παρὰ τοὺς ἰλλούς, οἵ εἰσιν οἱ ὀφθαλμοί· δενδίλλων εἰς ἕκαστον
Ἐπιλύκειον· ἀρχεῖον τοῦ πολεμάρχου Ἀθήνησιν
Ἐπιλυσαμένη· ἐλευθερία. καὶ μία τῶν Εἰλειθυιῶν. καὶ ἐπώνυμον Δήμητρος, παρὰ Ταραντίνοις καὶ Συρακουσίοις
ἐπὶ Λειψυδρίῳ μάχη· οἱ φυγάδες Ἀθήνηθεν, ὧν οἱ Ἀλκμαιωνίδαι ἡγοῦντο, κατιέναι θέλοντες, πολλάκις ἔπταιον, καὶ Λειψύδριον τειχίσαντες ...
ἐπιλώγεον· τὸ μέγα ἄχυρον
ἐπιμαίεσθαι· ἐπιζητεῖν. ἐπιλαμβάνεσθαι. ἐπιψαύειν
ἐπίμαλθα· ἀγαθά. προσηνῆ. ἢ μαλακά. ἢ ἀσθενῆ λίαν
ἐπὶ μάστακα· τὸ στόμα. ἐν τῇ Ὀδυσσείᾳ
ἐπίμαστον· ἐπαίτην, ἐπιζητοῦντα τροφήν. ἐνδεᾶ τῶν ἀναγκαίων.
ἐπίμαστον κακόν· ἐπισπαστόν, ἐφειλκυσμένον. δεινόν
ἐπίμαστος· ἐπίληπτος. ὀχληρός. δραπέτης. πεινητικός, τροφὴν ἐπιζητῶν, ἐνδεής
ἐπὶ μακρὸν ἄϋσεν· μεγάλως ἐφώνησεν
ἐπιμάρτυρος· μάρτυς ἐπὶ τοῖς γινομένοις
ἐπιμασσάμενος· ἐφαψάμενος, ψηλαφήσας
ἐπιμάσσεται· ἐπαύξεται ἐπὶ πλέον, ἀπὸ τοῦ μάσσονος, ὅ ἐστι μακροτέρου· οἱ δὲ ἐφάψεται, ψηλαφήσει. ἢ οἷον οὐ λιμώσσει, ἀλλὰ καὶ προσεπιμάσσεται πλείω. Σοφοκλῆς Αἰχμαλώτισιν
ἐπιμαχία· ἡ τοῖς ἀμυνομένοις βοήθεια
ἐπίμαχοι· ἐπίκουροι, βοηθοί
ἐπίμαχον· χωρίον, ᾧ οὐ δύναταί τις προσιέναι μαχόμενος
ἐπιμέλεια· σπουδή
ἐπιμειλίξαι· δοῦναι
ἐπιμελείας οἶκος· ἔνθα τὰ δημόσια ἔγγραφα ἔκειτο
ἐπιμελῶς· συνεχῶς. σπουδαίως
ἐπιμέμφεται· ἐγκαλεῖ. ἐπιδεῖται. ἐπαιτιᾶται
ἐπιμερής· ἀριθμὸς οὕτως λέγεται, ὅταν ὁ μείζων τοῦ ἐλάττονος ὑπερέχῃ μέρει τινί
ἐπίμεστα· πλήρη, τουτέστιν ἐπὶ κεφαλῆς, καὶ μὴ ἀπεψημένα. Φερεκράτης· «βριθομένης ἀγαθῶν ἐπίμεστα τραπέζης»
ἐπιμάξας· ἐπισπάσας
ἐπιμετρίδα· τὸ ἐπίμετρον, ὃ προσάπτεται τῷ χιτῶνι
ἐπὶ μήδεα κείρει· τὰ βουλεύματα ἐπικόπτει. ἢ τὰ ἔργα ἐπιτέμνει χειρί
ἐπιμηλίς· πόρπη. καὶ ἀπίου γένος
ἐπιμήνιοι· οἱ ἱεροποιοί. Ἐκαλεῖτο δὲ καὶ θυσία τις ἐπιμήνια, ἡ κατὰ μῆνα τῇ νουμηνίᾳ συντελουμένη
ἐπὶ μηρῶν· ...
ἐπιμίλεια καὶ δώσω· τὰ ἀπόθετα χρήματα
ἐπιμίξ· ἀναμεμιγμένως
ἐπίμονοι· κάτοχοι
ἐπὶ μοῖραν· ἐπὶ θάνατον
ἐπιμόριος· ἀριθμὸς ὑπερέχων ἑτέρου μέρει
ἐπίμορτος· σπόριμος γῆ. ἢ ἐπιμεριστή. λέγεται οὕτω καὶ ὁ ἐπὶ μέρει ἐργαζόμενος. Μορτὴ γὰρ τὸ μέρος ἐκαλεῖτο καὶ ἑκτήμοροι οἱ τὸ ἕκτον τελοῦντες
ἐπιμορφάζουσι· σχηματίζονται
ἐπίμοχθον· ἐπίπονον
ἐπιμοχθῆσαι· σὺν μόχθῳ ἐπιπονῆσαι
ἐπιμυλίδας· ἐπιγονατίδας
ἐπίμυξις· στεναγμός
ἐπιμύσας· καμμύσας. κλείσας
ἐπιμωρέων· ἀδικουμένοις ἐβοήθουν
ἐπινάξαι· ἐπιπακτῶσαι
ἐπινάκτιον· τὸν ἐπιδιδόμενον ἔξω ναύτην
ἐπινειμάτω· ἐπαναγνώτω
ἐπινείσεται· ἐπελεύσεται
ἐπινέμησις· ἐπιμερισμός
ἐπινένακται· τέτρωται, συντέτριπται τὰς φρένας
ἐπινενύχθαι· παραφρονεῖν
ἐπινενυγμένον· τὸ ἐπίτριπτον
ἐπινεφρίδιον· τὸ ἐπὶ τῶν νεφρῶν λίπος
ἐπὶ νῆας· ἐπὶ τὰς ναῦς
ἐπὶ νηόν· ἐπὶ τὸν ναόν
ἐπὶ νέωτα· εἰς ἕτερον ἔτος
ἐπινήαται· ἐφέλκεται
ἐπίνητρον· ἐφʼ ᾧ τὴν κρόκην τρίβουσιν
ἐπινίκιον· νικητήριον. βασιλέως σύμβολον
ἐπίνειον· μικρὸς λιμὴν. καὶ αἱ περὶ αὐτὸν στοαί
ἐπίνοια· ἐπιτήδευμα
ἐπινομίς· ἐν τοῖς ναυτικοῖς λέγεται
ἐπίνομοι· κληρονόμοι
ἐπινυκτίς· φυλακὴ δοκοῦντι ἀδικεῖν
ἐπίνυσεν· ἐσωφρόνισεν
ἐπιξενοδοκεῦμαι· ἐπιμαρτυροῦμαι
ἐπίξενος· ἐπιχθόνιος
ἐπιξενοῦσθαι· μαρτύρεσθαι. πορεύεσθαι. Σοφοκλῆς Ἀχαιῶν Συλλόγῳ καὶ Αἰσχύλος Κρήσσαις
ἐπίξηνον· ξύλον, ἐφʼ οὗ τὰ κρέα τιθέντες ἔκοπτον, οἷον τὸ κρεωκόπον ξύλον καὶ τὸ παρʼ ἐνίοις ἐπίκοπον
ἐπιξήνου δίκη· ἣν συνηγορεῖ ἐπὶ ἐπιξήνῳ, καὶ ἡττηθεὶς ἀπόλλυται
ἐπίξομεν· ἐφήξομεν
ἐπίξυλον· ἐπιπαραστροφίδα τοῦ ὑφαινομένου ἱματίου.
ἐπιξύνῳ· ἐπικοίνῳ
ἐπὶ ξυροῦ· ἐπὶ κινδύνου. ἢ ἐπὶ τοῦ ὀξυτάτου, ἢ ἀκροτάτου
ἐπίορα· χωρίου μέρος ἐν Σικελίᾳ
ἐπιοραντές· τερπνόν. ἁρπαλέον
ἐπιορκία· ψεῦσμα
ἐπίορκον· ὅρκου μὴ φροντίζοντα
ἐπιορεξάμενος· ἐπιδούς
ἐπιόσσομαι· ἐφορῶ. προαγορεύω. ἐπισημαίνομαι
ἐπίουρα· ὅρια
ἐπίουροι· ἐπίσκοποι. καὶ ἧλοι ξύλινοι
ἐπίουρος· εἰ μὲν προπερισπωμένως περισσὴ ἡ πρόθεσις· οὖρος γὰρ ὁ φύλαξ. εἰ δὲ προπαροξυτόνως πάλιν ὁ φύλαξ, ἀπὸ ξυλίνου ἐπιούρου
ἐπιοῦσα· ἐπερχομένη
ἐπιοψάμενος· ἐπιδών. ἐπιλέξας
ἐπιόψονται· προχειρίσονται. προΐδωσιν. ἐπιλέξονται
ἐπίπαγος· τὸ ἐπὶ τῶν ἑψομένων, ἡ γραῦς
ἐπιπαιδειάζειν· τὸ μὴ ἐν καιρῷ θύειν φρατρίαν. Λάκωνες
ἐπίπταιμα· ἐπίπταισμα, πρόσκομμα
ἐπιπαιωνίζουσα· ἀλαλάζουσα
ἐπὶ Παλλαδίῳ· δικαστήριον, ἔνθα ἐδίκαζον οἱ ἐφέται τοῖς ἀκουσίων φόνων δικαζομένοις
ἐπιπαματίδα· τὴν ἐπίκληρον
ἐπιπάξ· συντόμως. ἐπίτομος ὁδός, καὶ ἡ ἐπʼ εὐθείας. καὶ εἰκῇ. ἢ ἐπὶ τὰ ἀριστερά
ἐπίπαππος· ὁ τοῦ πάππου πατήρ
ἐπὶ παρατάξεως· ἐν πολέμῳ
ἐπιπαστάς· ἑταίρας ἐπώνυμον
ἐπίπαστα· τὰ ἐπιπασσόμενα τῷ ἔτνει ἄλφιτα. οὕτως γὰρ ἤσθιον αὐτά
ἐπίπεδον· ἐπὶ τὴν γῆν. χαμόγαιον. ἰσόπεδον
ἐπιπείθηται· πεισθῇ
ἐπιπεῖν· καταλαβεῖν
ἐπὶ πείραι· ἐπὶ διαπείραι ἢ ἐπὶ λῃστείαι καὶ πειρατικῇ βλάβῃ
ἐπιπείρει· μοιχεύεται, ἢ μοιχεύει
ἐπιπελάνιαι· ὀλαί. καὶ πόπανα
ἐπὶ παιπαλοέσσῃ· ἐπὶ τραχείᾳ
ἐπίπεται· φθίνει καὶ συμπίπτει
ἐπίπετρον· εἶδος βοτάνης παρὰ Θεοφράστῳ
ἐπιπήχη· τῶν πηχῶν τὰ ἄνω
ἐπιπίσσειν· ἐπιπάσσειν
ἐπιλίσσασα· σείσασα. διατινάξασα
ἐπιπειθείη· ἀναπεισμονή· σα
ἔπιπλα· ἱμάτια γυναικεῖα. ἢ χρήματα, ἢ σκεύη, τὰ μὴ ἔγγεια, ἀλλʼ ἐπιπόλαια
ἐπίπλαδον· φέρεσθαι
ἐπὶ πλακός· ἐπὶ μνήμης πάσης
ἐπίπλατορ· πλακοῦντος εἶδος
ἐπιγλέποι· ἐπόψεται
ἐπιπλεῖ· ἐπιπλέει
ἐπίπλευρα· τὰ παρὰ τοῖς μαστοῖς ὑπὸ τὰς μασχάλας
ἐπιπλήξειν· ἐπελθεῖν. ἐπιτιμῆσαι. ὑβρίσαι
ἐπίπλοον, ἐπίπλοιον· ὁ πιμελώδης ὑμὴν ἐπὶ τῆς κοιλίας καὶ τῶν ἐντέρων, ἐπίπλους λεγόμενος
ἐπιπλομένων· κυκλουμένων. πληρουμένων. ἐπερχομένων
ἐπιπλώσας· πλεύσας
ἐπιπνείηται· ἐπιθυμῇ
ἐπιπνείουσι· ζῶσι. πνέουσιν
ἐπιπνεῦσαι· ἐφορᾶν, ἐπισκοπεῖν
ἐπιπνεύων· ἐπιβλέπων. Αἰολικῶς. καὶ Ἀλκαῖος. ἤπου σύναγʼ ἄνδρων δὰσμενον στρατὸν νομισμένοι πνέοισα
ἐπιπνοίας· ἐπιπνεούσης
ἐπίπνοι· οἱ ὑπὸ θεοῦ κατεχόμενοι
ἐπιποθῶ· ἐπιθυμῶ
Ἐπιπολαία· οὕτως ἐν Λακεδαίμονι ἡ Δημήτηρ ἱδρυμένη τιμᾶται
ἐπιπολάζει· ἐπιπλέει
ἐπιπολαιοτέρων· τῶν μὴ βαθέων
ἐπιπολάσαντες· ἐπάνω τοῦ ὕδατος περιφερόμενοι
ἐπιπόλαιον· τὸν ἐπίπλουν ὑμένα
ἐπιπολῆς· ἀνωτάτω. τὸ ἐπάνω ἐπιπλέον
Ἐπιπολίαιος· Ἑρμῆς ἐν Ῥόδῳ, ὡς Γόργων ἱστορεῖ
ἐπιποληΐδες· αἱ περόναι, αἷς αἱ γυναῖκες περονῶνται
ἐπιπόλισον· ἐποικοδόμησον
ἐπίπονον· καματηρόν.
Ἐπιποντία· ἡ Ἀφροδίτη
ἐπιπόρπαμα· τὸ ἐπάνω τῆς πόρπης. καὶ τῶν ἱππέων ἡ τὰς χλαμύδας συνέχουσα πόρπη.
ἐπὶ πότμῳ· ἐπὶ θανάτῳ
ἐπιπρηνές· ἐπικάτω κατεστραμμένον
ἐπιπρηνής· ἐπὶ στόμα. λοξός. ἐπικλινὴς ἐπʼ ὄψιν
ἐπιπρητήν· αἰγὸς ἡλικία
ἐπιπρίων· τοὺς ὀδόντας τρίζων
ἐπιπροίηλεν· ἐξέτεινε. παρέθηκεν
ἐπίπροικος· ἐπὶ προικὶ ἐκδοθεῖσα
ἐπίπροικα· τὸ δεύτερον ἐπὶ προικὶ δῶρον
ἐπακούη· ἐπικαλοῦ
ἐπιπροσθεῖ· ἀντιπίπτει
ἐπὶ πρύμνῃσιν· ἐπὶ ἄκραις
ἐπιπρῴρους· τὰς μὴ κατὰ πρύμναν προσεσχηκυίας
ἐπιπτάρνυμαι· μετακαλῶ. κατέχω· ἐπισχετικὸν γὰρ ὁ πταρμὸς πολλάκις
ἐπιπτέσθαι· ἐπιπτῆναι
ἐπιπτύξαι· ἐπερεῖσαι
Ἐπιπυργῖτις· ἡ Ἀθηνᾶ οὕτως ἐν Ἀβδήροις ἐκαλεῖτο
ἐπιπωλεῖται· ἐπιπορεύεται
ἐπίρεγμα· ἐπίθυμα
ἐπιρέκων· ἐπισπεύδων
ἐπιρέζεσκον· ἐπετίθεσαν. ἔθυον
Ἐπιρνύτιος· Ζεὺς ἐν Κρήτῃ
ἐπιρέξαι· ἐπιθῦσαι. ἐπαγαγεῖν
ἐπιρρέπῃ· ἐπιβαρῇ. ἐπικρατῇ. ἐπιστήκῃ. ἐπικρέμηται
ἐπιρρεπής· ἐμβριθεστέρα
ἐπίρρημα· ποιημάτιον τετράμετρον
ἐπιρρήματα· οὕτω προσαγορεύεται τὰ μετὰ τὴν παράβασιν τασσόμενα τετράμετρα, ὑπὸ τοῦ χοροῦ λεγόμενα μηδέπω τοῦ ἑξῆς μέλους ἐπεληλυθότος. ἄλλοι δὲ ἐπῴδια μεταξὺ τῶν χορικῶν μελῶν ἰαμβεῖα βραχέως ἐπιλεγόμενα καὶ ἐφύμνια
ἐπιρρήξας· ἐπαγαγών
ἐπὶ ῥηγμῖνι· ἐπὶ τῷ αἰγιαλῷ
ἐπιρρήσσει· ἐπικλείει
ἐπιρρήσεσκον· ἐπεσπῶντο. ἐπεβάλλοντο. ἐπέκλειον μεθʼ ὁρμῆς
ἐπίρρησις· ψόγος
ἐπιρρησσέσκοντο· ἔπραττον. ἐπέκλειον
ἐπίρρηται· ἐπικάτακται
ἐπίρρητον· ἐπίψογον. αἰσχρόν
ἐπίρρητος· ἐπὶ κακῷ λεγόμενος, ἐπʼ αἰσχρότητι
ἐπιρροήν· ἐπίρροιαν ὑδάτων
ἐπιρροιζεῖν· ἐπισίζειν. ἐπισεύειν. ἐπεγκελεύειν
ἐπιρρόθησαν· ἐπήχησαν, ἐπεβόησαν
ἐπιρρόθητα· ἐπίψογα
ἐπίρροθος· ἰσχυρός. ἐπίκουρος. βοηθός
ἐπιρρόγανον· ἀπόμακτρον
ἐπὶ ῥοπῆς· ἐπὶ μικροῦ
ἐπιρρύσασα· ἐπιθεμένη. ἐπιστάξασα
ἐπιρρωγολογοῦσι· καλαμωμένοις ἀμπελῶνα
ἐπιρρωννύς· ἐνισχύων, ἐκ τῆς ῥώσεως ἢ ῥώμης
ἐπιρρώννυσιν· ἰσχυροποιεῖ
ἐπίρρωσις· βεβαίωσις. διόρθωσις. ὑγεία
ἐπιρρυθμίζει· διατυποῖ. ἐπανορθοῦται
ἐπιρύσμιον· ἐπιρέον
ἐπιρύζειν κύνας· ἐπαφιέναι. καὶ παρορμᾶν
ἐπιρρώπια· εὐτελῆ
ἐπιρρωσθῆναι· ἐπιθέσθαι. ἐπισωθῆναι. ἐπείγεσθαι
ἐπίσαλον· ἡ ἐξ ... ἐπικινουμένη
ἐπίσαμον· λευκόν
ἐπισαχθής· χρεωφειλέτης
ἐπισείειν· ἐκφοβεῖν. ἀνατείνεσθαι
ἐπισειούσης· ἐπικελευομένης. ἀπὸ τῶν τὰς ἡνίας ἐπιχαλώντων. Σοφοκλῆς Ἀχαιῶν Συλλόγῳ
ἐπίσειον· ἐφήβαιον. καὶ τὸ αἰδοῖον ἀνδρός τε καὶ γυναικός
ἐπίσειστος· εἶδος κουρᾶς
ἐπισέπτυλον· ἐπίταξον
ἐπισέληνα· πόπανα μηνοειδῆ
ἐπίσημα· τὰ ἐπὶ προσώπῳ σημεῖα. ἢ εὔφωνα. ἢ εὔμορφα
ἐπίσημος· ἐπιφανής. ἔνδοξος. προφανέστερος
ἐπίσθμιον· σκέπασμα περὶ τὸν τράχηλον
ἐπίσιγμα· ἐπεγκέλευμα κυσίν
ἐπισινές· βλαβερόν
ἐπισινής· ἀσθενής
ἐπισίνιος· ἐπίβουλος
ἐπισίξαι· ἐφορμῆσαι
ἐπισίξας· ἐπαφεὶς ἐπὶ ὁρμήν. ἢ ἐπιτάξας
ἐπισίτιος· ὁ τροφῆς χάριν ἐργαζόμενος
ἐπισιτισμόν· ἐφοδιασμόν
ἐπισίττειν· κυνηγετικῶς παρορμᾶν
ἐπισίφλιον· αἰσχρόν. μωμητόν
ἐπισκαλμίς· τὸ ὑπὸ τῷ σκαλμῷ σανίδιον
ἐπισκαφεύς· ὁ μετὰ τὸν ἀροτῆρα ἐπισκάπτων
Ἐπισκάφια· ἑορτὴ παρὰ Ῥοδίοις
ἐπὶ σκέλος· εἰς τὰ ὀπίσω
ἐπισκέπτει· ἐπιβλέπει, ἐφορᾷ
ἐπισκευασάμενοι· εὐτρεπισθέντες
Ἐπίσκηνα· ἑορτὴ ἐν Λακεδαίμονι
ἐπισκήνιον· τὸ ἐπὶ τῆς σκηνῆς καταγώγιον
ἐπισκήπτει· σημειοῦται. μέμφεται. προνοεῖται. ἐντέλλεται . ἐπιτιμᾷ
ἐπισκηπτέτω· ἐπιμεμφέσθω
ἐπισκήπτω· ἐπαρῶμαι. καὶ ἐνερείδω τὴν γνώμην, ἐπισκηρίπτω
ἐπισκήψασθαι· ἐπιβαρῆσαι
ἐπισκηψάμενον· ἐπισημειωσάμενον
ἐπισκιασμόν· κάλυμμα
ἐπίσκοιος· ἐπίσκοτος
ἐπίσκοπα· τυγχάνοντα τοῦ σκοποῦ
ἐπισκοπή· ἐκδίκησις
ἐπίσκοπος· βασιλεύς. ἐπήκοος. φύλαξ. ἐπόπτης κατάσκοπος
ἐπισκύζονται· ὀργίζονται
ἐπισκυκλεῖν· εἰσφέρειν. συνάπτειν
ἐπισκυκλήσας· συνάψας
ἐπισκύνιον· τὸ ἐπάνω τῶν ὀφθαλμῶν ὀφρύδιον, ἢ τὸ μεσόφρυον
ἐπίσκυρος· ὁ μετὰ πολλῶν σφαιρισμός.
ἐπισμηγεῖν· ἐπικόπτειν. ἐπικωλύειν
ἐπισμῇ· ἐπιτρίβει, ἀπὸ τοῦ σμήχειν ἢ τρίβειν ἢ πλύνειν· λοιδορεῖ, πλήττει. σμῶξαι γὰρ τὸ πατάξαι. ἔνθεν σμῶδιξ αἱματόεσσα
ἐπισμυγερῶς· ἐπιπόνως
ἐπισμυκτόν· ἐπιμυκτηρισμόν
ἐπίσπαστον· αὐθαίρετον, ὅπερ ἑαυτῷ τις ἐπισπᾶται κακόν
ἐπίσομαι· ἐπελεύσομαι
ἐπὶ σοί· κατὰ σοῦ
ἐπισπάσει· ἐπιτεύξεται. Σοφοκλῆς Ἀτρεῖ ἢ Μυκήναις, ἀπὸ τῶν ταῖς λίνοις λαμβανόντων
ἐπισπάσθω· ἑλκυέτω τὸ δέρμα
ἐπισπᾶται· ἐφέλκει
ἐπίσπαστρον· βρόχον
ἐπὶ σπείρας σχοινίον· τὸ ἀναγκαιότατον. ἐν γὰρ χειμῶσι τοῖς σχοινίοις πιστεύουσι. δηλοῖ οὖν τοὺς ἀναγκαίους φίλους
ἐπισπέρχειν· ἐπισπεύδειν. ἐπείγειν
ἐπισπέρχουσαι· ἐπισπεύδουσαι. ἐπειγόμεναι
ἐπισπερχῶς· μετὰ σπουδῆς
ἐπισπέσθαι· ἐπακολουθῆσαι
ἐπισπομένη· ἐπακολουθοῦσα
ἐπίσπῃ· ἐπισπάσηται. πληρώσῃ. καταλάβῃ
ἐπίσπορα· τὰ λάχανα
ἔπισσα· ὕστερον γενομένη. νεωτέρα
ἐπισσεύας· ἐφορμήσας
ἐπισσεύουσα· παρακελεύουσα
ἔπισσον· τὸ ὕστερον γενόμενον
ἐπισσοῦ· ἐφώρμησας
ἐπίσσοχον· ἀκόλουθον
ἐπισσυτέρη· ὁρμητικωτέρα. ταχεῖα. τομωτέρα
ἐπίσσωτρα· τὰ ἐπικείμενα τοῖς τροχοῖς σιδήρια, ἐπὶ τὴν γῆν σοούμενα
ἐπισταδόν· ἐφεστῶτες. ἢ ἐφιστάμενοι ἐμπείρως. ἢ κατὰ τάξιν ἑστῶτες
ἐπισταδόν· ἐφεστηκώς. ἢ προστασία ἢ κατὰ τὸ ἑξῆς
ἐπισταθμία· ὑποδοχὴ ξένων
ἐπίσταμαι· δύναμαι. οἴομαι
ἐπιστάμεθα· δυνάμεθα
ἐπισταμένως· ἐμπείρως. δυνατῶς. ἐπιστημόνως, συνετῶς
ἐπιστασίαν· προστασίαν. παραμονήν
ἐπίστασις· γνῶσις. ἢ μέρος τι τῆς νεώς
ἐπιστατέον· ἐπανοδευτέον. γνωστέον
ἐπιστάτῃ· μεταίτῃ. ἀπὸ τοῦ ἐφίστασθαι τῇ τραπέζῃ
ἐπιστατήρ· τὸ στόμα τῆς νεώς
ἐπιστατῆρες· ἀγορανόμοι. καὶ οἱ τῶν ποιμνίων νομεῖς
Ἐπιστατήριος· Ζεὺς ἐν Κρήτῃ
ἐπιστάτης· ἐφέτης ἢ ἐπαίτης, ἀπὸ τοῦ ἐφίστασθαι. ἢ ἐπίτροπος. ἢ διδάσκαλος. καὶ ὁ τακτικός. καὶ ὁ βραβευτής. καὶ ἄρχων τις Ἀθήνησι. καὶ ὁ ἐφεστηκώς
ἐπιστῇ· ἐφιστῇ
ἐπιστείβοντες· πατοῦντες
ἐπιστελεῖ· πέμψει
ἐπιστέφει· κεραννύει. οἰκοδομεῖ
ἐπιστεφέας οἴνοιο· ἐπεστεφανωμένους
ἐπιστεφές· πλῆρες. κεκραμένον
ἐπίστῃ· εἰδῇς
ἐπίστηθι· γνῶθι
ἐπίστημα· στήλη
ἐπιστήμης· γνώσεως
ἐπιστημονικώτατος· ἀκριβής. εἰσηγητής. ὑφηγητής
ἐπιστήμων· σοφός
ἐπιστῆναι· φανῆναι. ἐπικηδεύειν
ἐπίστηται· γινώσκηται
ἐπισίγματα· ἐπικελεύσματα. Σοφοκλῆς Ἀθάμαντι. ἐπιστάλματα
ἐπισίξαι· ἐφορμῆσαι
ἐπὶ στίχας· κατὰ τάξεις. ἢ κατὰ τὸ ἑξῆς
ἐπίστιον· οἴκημα. κατάλυμα
ἐπίστιον· ἐποίκιον
ἐπιστολαί· ἐντολαί, ἐπιταγαί. Αἰσχύλος Προμηθεῖ. διαγράμματα. καὶ ἐπιστάλσεις
ἐπιστομίζων· φιμῶν. ἐλέγχων
ἐπιστιχθεῖσαν· παρασημειωθεῖσαν στιγμῇ
ἐπίστρατα· ἀποπίπτοντα τῶν πεμμάτων. καὶ ἕρματα
ἐπιστραβὴς ὄχημʼ ἀκινδύνως φέρων
ἐπὶ στρατόν· ἐπὶ στρατιάν
ἐπιστροφάδην· ἐπιστρεφόμενος. ἰσχυρῶς. ἢ μετὰ ἐπιστροφῆς τοῦ σώματος, οἷον ἐπεστραμμένως. καὶ ἐνεργῶς
ἐπιστρέφομαι· πλανῶμαι. φροντίδα ποιοῦμαι
ἐπίστροφος· ἐπιστροφὴν ποιούμενος, καὶ φροντίζων. ἢ εἰς ἑαυτὸν ἐπιστρέφων τοὺς ἀνθρώπους. ἢ ἐπιμελητής
ἐπιστροφαί· διατριβαί. δίαιται. Αἰσχύλος Φρυξίν
ἐπιστροφίς· τρίχες συνεστραμμέναι. ἢ ὅταν ἡ ὀσφὺς ᾖ στρεβλή
ἐπιστύξῃ· ἐπαφῇ
ἐπιστυνιής, ἐπισυνιής· ἢ ἐπιμελητής
ἐπισυρόμενοι· προκυλινδούμενοι
ἐπισύστητε· συνάχθητε
ἐπιστώθη· ἐπείσθη. ἐπληροφορήθη
ἐπισφαλής· βλαβερός ἐπικίνδυνος
ἐπίσφατον· ἐπιμωμητόν. ἢ συνομιλητόν. ἢ ἐπὶ κακῷ ὠνομασμένον
ἐπισφελίτης· ὁ θρανίτης· σφέλας γὰρ τὸ ταπεινὸν διφρίον, τὸ ὑποπόδιον. τοιοῦτος δὲ καὶ ὁ θρᾶνος. ἔχει δὲ τὴν ἄνω ἕδραν
ἐπισφοραῖς· δῶρα, ξένια. καταδίκαις
ἐπισφύρια· τὰ καλύπτοντα τὰ σφυρά
ἐπισφραγίζω· σφραγίζω
ἐπεισφρήσας· ἐπεισενεγκών
ἐπίσχειν· κρατεῖν. ἢ κωλύειν
ἐπίσχεο· ἐπέχου
ἐπίσχες· ἀπέχου
ἐπισχεδόν· σύνεγγυς.
ἐπισχερώ· ἐφεξῆς, κατὰ τὸ ἑξῆς
ἐπισχεσίη· πρόφασις
ἐπισχοίης· ἐπιβάλοις
ἐπισχόμενον· καταστοχαζόμενον
ἐπισχύρους· ἐπικούρους
ἐπισχών· προσάγων
ἐπίσωτρα· ἡ ἔξω τοῦ τροχοῦ ἐπιφάνεια
ἔπειτα· εἶθʼ οὕτως. ἢ μετὰ ταῦτα
ἐπιτάδιος· ὁ ἐραστής
ἐπὶ τὰ κανᾶ· τοῖς ἐπιτηδείοις
ἐπιταδόν· πολυχρόνιον
ἐπιταλαιπωρεῖν· ἐπικάμνειν. ἢ ἐπιπονεῖν
ἐπὶ τὰ Μανδροβούλου· παροιμία ἐπὶ τῶν ἀεὶ ἐπὶ τὸ χεῖρον τρεπομένων, ἀπὸ Μανδροβούλου τινός
ἐπιταξίδις· σιδηραῖ τινες, ὡς ἄγκυραι
ἐπιτάρροθος· ἰσχυρός. βοηθός σύμμαχος
ἐπὶ τὰ πρόσω· ἐπὶ τὰ ἔμπροσθεν
ἐπίταρχον· ἐπιτάφιον, ἐντάφιον
ἐπεὶ τὰ χερείονα· ἐπεὶ τὰ κακά
ἐπιτελής· ὡραία γαμεῖσθαι
ἐπιτεῖλαι· ἐντείλασθαι
ἐπίτειλον· ἔντειλον, ἐπίταξον, πρόσταξον
ἐπιτεθυμμένων· ἐκκεκαυμένων
ἐπιτειμήτωρ· ἔκδικος, τιμωρός
ἐπιτεῖναι· μεγαλῦναι, μακρῦναι
ἐπιτείνεται· ἐπὶ τῷ ὄντι πλεονάζει, ἢ αὔξει, ἢ εἰς ἐπίδοσιν ἄγεται
ἐπιτειχίζουσιν· ἐποικοδομοῦσιν
ἐπιτεκταντῆρες· οἱ παρασκευασταί
ἐπιτέλλει· ἐντέλλεται. ἐπέρχεται
ἐπιτέλλειν· ἐντέλλεσθαι
ἐπιτέλλεο· ἐντέλλου
ἐπιτελέωμα· τὸ ἐπὶ θυσίᾳ γινόμενον
ἐπιτελεῶσαι· ὅπερ νῦν ἀφιερῶσαι λέγομεν
ἐπιτελείωσις· αὔξησις
ἐπιτερῆ· ἐκπιάσματα ἐλαιῶν
ἐπιτέρεναι· εἶδος ἄρτων
ἐπιτέρμιον· ἐπὶ τοῦ τέρματος, οἷον ἐπὶ τοῦ τέλους
Ἐπιτέρμιος· Ἑρμῆς
ἐπιτετανύσθαι· ἡπλῶσθαι
ἐπιτέτραπται· ἐπʼ ἐξουσίας ἐστίν
ἐπιτετράφαται· ἐπιτετραμμένοι εἰσίν
ἐπιτέταται· αὔξει
ἐπιτέτατο· ηὔξανεν. ἤκμαζεν
ἐπιτέτροφεν· ἐπιπέπηγεν
ἐπιτετυφωμένον· ἐπικεκαυμένον
ἐπίτευγμα· ἐπιτυχία
ἐπίτευκται· ἐν ἐπιτυχίᾳ ἐστί
ἐπιτευξόμενος· ἐπιτυχών
ἐπιτεχνήσεως· μηχανῆς
ἐπίτηδες· ἑκούσιον. ἐπιμελές. ὀξυτόνως δὲ καὶ ἐπιτηδείους
ἐπιτήδειον· ἕτοιμον. ὠφέλιμον
ἐπιτήδειος· ὁ φίλος ἀνεπιτήδειος ὁ ἐχθρός
ἐπιτηδείως· ἐπιμελῶς. ἁρμοδίως
ἐπιτήδευμα· ἐπίνοια. ἔργον, ποίημα
ἐπὶ τῇ ἐμῇ αἰτίᾳ· ὃ νῦν τῷ ἐμῷ κινδύνῳ
ἐπιτιμᾷ· τιμωρεῖται. ἢ τὴν τιμὴν αὔξει
ἐπιτιμήτορα· βοηθόν. τιμωρόν
ἐπίτειλον· παράγγειλον
ἐπιτίμιον· πρόστιμον. τιμωρία
ἐπίτιμον· πλούσιον Σ. τιμωρόν. τιμητόν
ἐπιτμήγειν· ἐπιτέμνεσθαι. σπεύδειν
ἐπίτονος· δεσμός, ᾧ κατησφάλισται ... τὸν ἱστὸν τῆς νεώς
ἐπὶ τὸ αὐτό· ὁμοῦ, εἰς τὸν αὐτὸν τόπον
ἐπιτοθάζει· κολακεύει. χλευάζει, ἐπιγελᾷ
ἐπιτολή· ἀνατολὴ ἄστρου, ἢ φανερώσεως Σ
ἐπὶ τοῦ ἐνεστῶτος· ἐπὶ τοῦ παρόντος, ἢ τοῦ ἐνισταμένου
ἐπὶ τούτοις· πρὸς τούτοις
ἐπιτραπεζώματα· τὰ ἐπιτιθέμενα ταῖς τραπέζαις βρώματα
ἐπιτραπεζίδιος· ὁ παράσιτος
ἐπὶ τραφερήν· ἐπὶ τὴν ξηρὰν γῆν
ἐπιτρέχων· συντόμως
ἐπιτρέψαι· ἐπιτροπὴν δοῦναι.
ἐπιτρίβεται· ἐπιφέρεται
ἐπιτριβόμενοι· ἐπαιρόμενοι
ἐπιτρίμματα· ποικίλματα
ἐπιτριμμοί· ἀλλεπάλληλοι
ἐπιτρίψεις· συντρίψεις. συντελέσεις
ἐπιτροπάδην· ἐπιθέτως. οὐκ ἐκ ψυχῆς.
ἐπιτροπή· ἔφοδος
ἐπίτροπος· ὁ προστατῶν χωρίων καὶ ὅλης τῆς οὐσίας καὶ ὀρφανῶν
ἐπιτροχάδην· ταχέως
ἐπιτρόχαλον· πυκνῶς. καὶ ταχέως
ἐπίτροχον· ῥᾴδιον. ἕτοιμον. γοργόν
ἐπιτρύζουσιν· ἐπιγογγύζουσιν. ἐπιλέγουσιν
ἐπιτρύσσειν· ἐπίμεινον. Λάκωνες
ἐπιτυφῇ· ἐπικαῇ. ἐπιπυρωθῇ
ἐπιτυφῶ· ἐπαπολύω. Συρακούσιοι
ἐπιτυφῶσα· ἐπιπυριάσασα
ἐπιτυχόντων· εὐτελῶν
ἐπὶ τῷ δήμῳ· ἐπὶ τῇ τοῦ δήμου καταλύσει
ἐπιτωθάζοντες· χλευάζοντες, ἐπιγελῶντες.
ἐπὶ Φαληνίου· τὸν Ἀλκιβιάδην φησὶ ὁ Ἀριστοφάνης ἐπὶ Φαληνίου γεγενῆσθαι, σκώπτων παρὰ τὸν φάλητα· ἐπασχητία γάρ
ἐπιφάμεναι· συγκαταθέσθαι
ἐπίφατος· ὁ πρὸς εὐμορφίαν φαινόμενος. ἐπιθέτης
ἐπιφάτνιος. ὁ ἑωσφόρος ἀστήρ
ἐπιφαύσκοντα· ἀνατέλλοντα, φαίνοντα
ἐπιφημισμοῖς· ὀδυρμοῖς
ἐπιφερομένους· ὡρμηκότας
ἐπιφέρει· προσήκει
ἐπιφέρεται· ἀλαζονεύει
ἐπιφημητῆρες· οἱ εὐφημοῦντες. ἢ ἐπιφωνοῦντες. ἢ συγκατατιθέμενοι
ἐπιφημίζουσα· εὐφημουμένη. ἐπιφημιζομένη
ἐπιφημίσμασιν· οἰωνίσμασιν
ἐπʼ ἰφθίμῳ· ἐπὶ τῇ ἰσχυρᾷ
ἐπιφλέγει· ἐπικαίει
ἐπιφοιτᾷ· παραγίνεται
ἐπιφοιτήσεως· ἐπελεύσεως. παρουσίας
ἐπιφοράς· καταδίκας
ἐπιφορήματα· τραγήματα μετὰ τὸ δεῖπνον
ἐπιφόριμα· ἐπίδρομα
ἐπίφορον· τὴν φέρουσαν σῦν, ἔγκυον. Λάκωνες. καὶ ἀμπέλου ὄνομα
ἐπίφορος· τοῦ τεκεῖν ἐγγὺς οὖσα
ἐπιφράγματα· τὰ ὑπὸ τὸ στόμα
ἐπιφραδέστερον. συνετώτερον
ἐπιφρασαίμεθα· σκεψαίμεθα
ἐπιφράσασθαι· ὑπονοῆσαι. ἢ ἐπινοῆσαι
ἐπιφράδμων· ψευδολόγος
ἐπίφρενα· ὑποχόνδρια
ἐπὶ φρεσί· ἐν ταῖς διανοίαις
ἐπίφρονα· φρόνιμον, συνετόν
ἐπιφρονέουσιν· ἐπακούουσιν
ἐπιφροσύνη· σωφροσύνη ἐπιλογισμός
ἐπίφρων· φρόνιμος
ἐπιφυέσθω· βλαστησάτω
ἐπιφυλλίς· βοτρύδιον μικρόν, ἐπὶ τέλει βλαστάνον
ἐπιφύοιντο· ἐπιγίνοιντο
ἐπιφωνεῖ· βοᾷ, κράζει
ἐπιχαλκίδα· τὴν τὸ κανοῦν φέρουσαν εἰς τὰς θυσίας θεράπαιναν
ἐπιχαλκῖται· ὁπλῖται
ἐπίχαλκον στόμα· τὸ τῶν αὐλητῶν, διὰ τὴν φορβειάν, οἱονεὶ ἐπιστομίδα
ἐπίχαλκος· ἀσπίς· ἔχει γὰρ χαλκῆν τὴν ἐπιβολήν· ἔνιαι δὲ βόειαί εἰσιν
ἐπὶ Χαριξένης· ἐπὶ μωρίαις ἡ Χαριξένη διεβεβόητο, ἀρχαία οὖσα· ἔνιοι δὲ καὶ ποιήτριαν αὐτὴν ἐρωτικῶν λέγουσιν. Ἔστι δὲ καὶ παροιμία οἷα τὰ ἐπὶ Χαριξένης
ἐπίχαρις· ἡ παρὰ Ἀττικοῖς ἅβρα
ἐπίχαρμα· χάρμα, ᾧ τινι χαίρει τις. καὶ ὁ ἐπίχαρτος
ἐπιχαίρειν· συγχαίρειν
ἐπίχειρα· τὰ ὑπὲρ τὸν μισθὸν διδόμενα τοῖς χειροτέχναις
ἐπεχείρεον· ἐπετίθεσαν
ἐπιχειρεῖ· τολμᾷ
ἐπίχειρον· ἀνταπόδοσις
ἐπιχειρονομοῦντες· ταῖς χερσὶν ὡς νόμοις χρώμενοι
ἐπιχερία· χάριν ἐπιφέρουσα
ἐπιχητίας· ἐνδεής
ἐπιχιλάδιον· τὸ χιλιοστόν
ἐπιχειλές· τὸ ἐλλιπές
ἐπιχειλοῦντες· πληροῦντες
ἐπίχνουν· ἐπεσκοτισμένον
ἐπιχθεῖσθαι· βεβαιοῦσθαι
ἐπὶ χθονί· ἐπὶ γῇ
ἐπιχοά· κατάχυσις
ἐπίχρονος· ἐπίχαρτος
ἐπιχρίσας· περιχέας
ἐπιχρισταί· ἐπιχρωννύμεναι
ἐπιχρώζω· χρίω
ἐπίχυσις· κονίασις
ἐπίχυτον· εἶδος πέμματος, καὶ νομίσματος ἐξ ἀργύρου καὶ μολύβδου κεχυμένον
ἐπιχώνια· κάρυα
ἐπιχώρησον· ὕπαγε. μείωσον
ἐπιχώρια· συκοφαντικά. εἰς τοῦτο γὰρ Ἀθηναῖοι κωμῳδοῦνται
ἐπὶ χώρας· ἐπὶ τόπου
ἐπιχωρεῖ· ἐπιγειτνιᾷ
ἐπὶ ψαμάθοις· ἐπὶ ταῖς παραθαλασσίαις ψάμμοις
ἐπιψαῦσαι· ἐφάψασθαι
ἐπιψαύσῃ· ἐπιθίγῃ, ἅψηται
ἐπιψίσει· ἐπιψιεῖ. ἐπιψωμιεῖ
ἐπιψηφιεῖται· ψῆφον παρέχει καὶ νίκην τοῖς ἡμετέροις
ἐπιψηφιζόμενος· ἐπικρίνων
ἐπιωγαί· οἱ ἀνειμένοι τόποι καὶ ἀλίμενοι, ὑπαγωγὰς δὲ ἔχοντες καὶ ὑποσκέπην καὶ καταγωγάς
ἐπιωγάς· ἀνειμένοι τόποι, ἐφʼ οὓς δύναται ἡ ναῦς ἐπέρχεσθαι
ἐπιών· ἐπιπορευόμενος
ἐπλάγχθην· ἐπλανήθην
ἐπλαζόμην· ἐπλανώμην
ἐπλάδα· κατέδευεν
ἐπλακίζετο· τὰς κοιλίας ἐξεῖλεν
ἐπλατάγησεν· ἐψόφησεν, ἔνθεν τὸ πλαταγώνιον παίγνιον ξύλινον, ᾧ ψοφοῦσιν
ἔπλει· ἐπορεύετο
ἔπλεο· ἐγένου
ἔπλετο· ἐγένετο. ἠνύετο. ὑπῆρχεν
ἔπλευ· ἐγένου
ἐπλήγην· ἐμάνην
ἔπληντο· ἐπλησίαζον ἤγγιζον
ἐπλήσθη· ἐγεμίσθη
ἐπλίνθευσαν· οἱ αἰχμάλωτοι πλίνθους ἐβάσταζον, ἕως τοῦ λύτρα εἰσενεγκεῖν
ἐποβελία· τόκος
ἐπόγδοον· τόνος μουσικός
ἐπογκίαι· αἱ τοῦ πλοίου παρενθῆκαι
ἔποι· λέγοι
Ἐποικιδίη· Δημήτηρ ἐν Κορίνθῳ
ἐποικτίσας· οἰκτείρας
ἐποίπνυον· διηκόνουν. ἐπορεύοντο. ἐθεράπευον. ἐνήργουν
ἐποίνασεν· λύτρον ἀπέδοτο. ποινὴν ἔλαβεν τοῦ νεκροῦ
ἐποίσει· ἐπενέγκοι
ἐποισθήσεται· ἐπενεχθήσεται
ε ποιπνύοντα· ἐνεργοῦντα
ἐποίχεται· ἐπιπορεύεται ἐργάζεται
ἕποιτο· ἀκολουθοίη
ἐποιχόμεναι· διακονοῦσαι. ἐπιπορευόμεναι. ἐργαζόμεναι. ὑφαίνουσαι. αἱ γὰρ ἡρωΐδες ὀρθαὶ ὕφαινον
ἐποιχνεῖ· ἐπιφοιτᾷ
ἐποκεῖλαι· ἐπὶ τὸ ξηρὸν ἐλθεῖν
ἔπολμις· εἶδος μάντεως
ἐπολυώρησας· πολὺ ἐφύλαξας
ἐπολολύζει· θρηνεῖ
ἑπόμενοι· ἀκολουθοῦντες
ἐποπίζεο· ἐντρέπου. ἐπιστρέφου. κατασκεύαζε. φυλάσσου
ἔποπος· ὄρνεον
ἐπόπται· θεαταί
Ἐπόπτης· Ζεύς. ἢ θεατής
ἐποπτεύσαντες· θεωρήσαντες
ἐπορβεῖται· φθονεῖ
ἐπʼ ὄρει· ἐπὶ τῷ ὄρει
ἔπορεν· ἔδωκεν ἐχαρίσατο
ἐπʼ ὀργῇ· ἐπὶ τρόπῳ
ἐπορεξάμενος· ἐφορμήσας. ἐπελθών. ἐπιλαβόμενος
ἐπόρησεν· διεπέρασεν
ἐπόρθμευεν· ἔπλεεν
ἐπόρθουν· κατέσκαπτον. ἐδίωκον
ἐπορθρεῦσαι· ἐπαγρυπνῆσαι
ἐπόρκιον, ἐπορκίσει· ἐπιορκίσει
ἔπορσον· ἐφορμῆσαι ποίησον
ἐπορσύνετο· ἡτοιμάζετο
ἔπος· ῥῆμα, λόγος. φωνή
ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· τόν τε λόγον εἶπε καὶ τὰ μέρη αὐτοῦ διεξῄει
ἐπισσόμενος· προσορώμενος
ἐποστρακίζειν· ὀστράκοις παίζειν
ἐποτούδιζε· κατέβαλλεν ἐπὶ γῆν
ἐπʼ ὅτευ· διατί. ἢ ἐπὶ τίνος
ἐποτρύνει· παροξύνει. παρορμᾷ
ἕπου· ἀκολούθει
ἐπʼ οὖδας· ἐπὶ τὸ ἔδαφος
ἐπουδαῖοι· ἐπιχθόνιοι
ἐπʼ οὔρεϊ· ἐπὶ τῷ ὄρει
ἐπούρισας· ἐφώρμησας
ἐπούρισεν· ὥρμησεν. ἀπέπεμψεν
ἔπουρος· εἶδος ἰχθύος
ἕπουσαν· ἐπʼ εὐθείας ἤγαγεν ἢ συνεργοῦσαν
ἑπούσῃ· πονουμένῃ. φοιτώσῃ.
ἕπουσιν· ἐνεργοῦσιν. ἀκολουθοῦσιν
ἐπουτίς· θυσία παρὰ Ῥοδίοις
ἐποφρύδιον· μέτωπον
ἔποχοι· οἱ ἐπὶ τῶν ὀχημάτων διαβαίνοντες
ἐποχωτέρα· ἐπιμονωτέρα
ἔποχος· ὁ ἐπὶ τοῦ ὀχήματος
ἐποχούμενος· βασταζόμενος
ἔποψ· ἐπόπτης. δυνάστης. καὶ εἶδος ὀρνέου
Ἐπόψιος· Ζεύς. καὶ Ἀπόλλων
ἐπόψομαι· θεωρήσω
ἐπὶ τὸ σίνεσθαι· ἐπὶ τὸ βλάπτειν
ἔπραθον· ἐπόρθησαν
ἐπράνιξε· κατέβαλεν
ἔπρασσεν· ἐπραγματεύετο
ἐπρέσβευε· πρεσβύτατος ἦν
ἔπρηξας· ἐτέλεσας, ἐπλήρωσας, ἐφύσησας. ἐκύρτωσας
ἐπρίατο· ἠγόραζεν
ἔπρησεν· ἔκαυσεν
ἐπρυτάνευεν· ἐδιοίκει
ἔπρωσεν· ἐμοίρασεν Σ
ἑπταβόειον· ἑπτάβυρσον
ἑπτὰ γράμματα· τὸ ὀργίλον. ἢ σκληρόν. καὶ Σάραπιν
ἐπτάγρυτο· ἐπτάρνυτο
ἑπτάενον· ἑπταετῆ
ἐπταικότα· πεσόντα
ἐπταικώς· σφαλείς. ἢ πεπτωκώς
ἐπτακέναι· κεκρυφέναι
ἑπταπόδην· τηλικοῦτον τῷ μεγέθει, ἑπτὰ ποδῶν μέγεθος ἔχοντα
Ἑπτάπορος· ποταμὸς ἐν Τροίᾳ
ἑπτάπους σκιά· τοῖς ποσὶ κατεμέτρουν τὰς σκιάς, ἐξ ὧν τὰς ὥρας ἐγίνωσκον
ἑπτάστομον· ἑπτάπυλον
ἔπτατο· διεφορήθη. ἠφανίσθη
ἑπτάτονος· ἑπτάχορδος
ἕπταχα· εἰς ἑπτὰ μέρη
ἑπτάχορδα· παλαιὰ μέλη διʼ ἑπταχόρδου ᾀδόμενα
ἑπτάπεκτος· ἡ βαθείας τρίχας ἔχουσα
ἐπτέρνισεν· ἐσκέλισεν
ἐπτερύγη· ἀνέπτη
ἐπτερύξατο· προσετρίψατο
ἔπτηξαν· ἐκρύβησαν. ἔπεσαν. ἐφοβήθησαν
ἔπτη· ἐπετάσθη
ἐπτόημαι· πεφόβημαι
ἐπτοιῆσθαι· τὸ ὀργᾶν πρὸς συνουσίαν
ἕπτυσχλοι· ἀνδρεῖον ὑπόδημα
ἐπτύσσοντο· ἐκραδαίνοντο
ἐπύθετο· ἤκουεν. ἠρώτα. ἐμάνθανε τὸ αὐτὸ καὶ τὸ ἐπιθμός
ἐπύκασεν· ἐνεκάλυψεν
ἐπυλλίοις· στίχοις
ἐπυστιᾶτο· ἐπυνθάνετο
ἐπῳάζουσι· νεοττεύουσιν ἐπὶ τοῖς ᾠοῖς βοῶσιν
ἐπωβελία· παραβόλιον τῆς δίκης. ἔστι δὲ τὸ ἀκόλουθον τῷ τῆς καταδίκης τιμήματι ὄφλημα, ὡς Δίδυμος, τὸ ἕκτον μέρος τοῦ τιμήματος· οἱ δὲ τὸ ιτʹ
ἐπῴζειν· ἐπικαθῆσθαι τοῖς ᾠοῖς. Αἰσχύλος Νιόβῃ μεταφορικῶς· ἐφημένη τάφον τέκνοις ἐπῴζει ... τοῖς τεθνηκόσιν
ἐπῳδός· ἡ ἐπᾴδουσα τοῖς νοσοῦσι παισίν Σ
ἐπωμάδιον· τὸ ἐπὶ τῶν ὤμων
ἐπώκειλαν· ἐπανέπαυσαν
ἐπωμίδα· ὡς λέντιον, ἱερατικὸν περιβόλαιον
ἐπʼ ὤμων· ἐπὶ τῶν ὤμων
ἐπώνασθε· ...
ἐπώνυμοι· οἱ τῶν φυλῶν ἐπώνυμοι ἥρωες, οἵπερ ἦσαν δέκα
ἔποπα· ἀλεκτρυόνα ἄγριον
ἐπωπᾷ· ἐφορᾷ, ἐποπτεύει
ἐπωπάζει· τὰ αὐτά
Ἐπωπέτης· Ζεὺς παρὰ Ἀθηναίοις
ἐπώπῃ· ἐπόπτῃ, ἐφορῶντι
ἐπωπίδες· ἐπίσκοποι. ἀκόλουθοι. παρὰ Λακεδαιμονίοις
Ἐπωπίς· Δημήτηρ παρὰ Σικυωνίοις.
ἐπώρεον· ἔθαπτον
ἐπωρεύει· ὡραῖα συντελεῖ
ἐπωριάζειν· μεριμνᾶν
ἐπώρουσαν· ἐφώρμησαν
ἐπωρυδόν· ἐπιρρεόντως
ἐπωρύετο· ἐπένθει ἢ φωνὴ θηρίων
ἐπώχατο· ἐπικεκλιμέναι ἦσαν
ἐπωρώθησαν· ἐτυφλώθησαν
ἐπωστρίδες· αἱ κατὰ Σάμον ταῖς γυναιξὶ τὴν δεξιὰν χεῖρα ἐπέχουσαι κατὰ τὴν ὀσφύν
Ἐπωφέλης· ὁ καλούμενος Ἐφιάλτης
ἐπῴχετο· ἐπορεύετο
εραι· γῆ. καλὴ καὶ ποθεινή ἐπιθυμεῖ
ἐράασθε· ἐπιθυμεῖτε
ἔραδος· παρὰ τὸ ἐρίζειν. παιδίονα νῖκος συνδρομή. λοιδορία. ἀνεξικακία
ἐρᾳδιούργησεν· ...
ἔραζε· χαμᾶζε. εἰς τὴν γῆν. χαμαί
ἐραίσθη· ἀπώλετο. διεσκεδάσθη. διεχωρίσθη
ἔραμαι· ἐρῶ, ἐπιθυμῶ
ἐράμενος· ἐπιθυμήσας
ἔρανα· ἐκ συνεισφορᾶς δῶρα ἢ δόσις πολλῶν αὐτῶν γινόμενα συμπόσια
ἐράναι· βωμοί
ἐρανέμπολοι· οἱ ἐξ ἐράνων ἐμπολῶντες
ἐρανίζεται· συλλέγει
ἐράνιζε· ἀνῄρει. ἐσκύλευεν
ἐράνιον· ἐκ συνεισφορᾶς δῶρον Σ ἢ ἀνταπόδοσις
ἐραννῆς· ἐπεράστου. καλῆς τιμίας
ἔρανον· συνεισφορά δῶρον. εὐωχία. ἢ ἀνὰ μέρος δεῖπνον. ἢ ἐκ συμβολῆς δεῖπνον
ἐράνου· συλλογῆς
ἐράπεδα· ἃ ἡμεῖς δαπέδα
ἐράπτομεν· ἐβουλεύομεν
ἔρας· γῆς
ἐρᾶσαι· κενῶσαι
ἐρασιχρημάτους· φιλαργύρους
ἐράσμιον· ἐπίδοξον, ἐπέραστον, ἀγαπητόν, ἐπιθυμητόν
ἐραστής· φίλος. ἐπιθυμητής ἢ ὁ παρὰ τὸν μικρὸν τοῦ ποδὸς δάκτυλος
ἐρατά· ἐραστά. καλά. ἐαρινά. ἐπέραστα, ἐράσμια
ἐρατίζων· ἐρῶν ἐπιθυμῶν
ἐρατεινή· ἐρασμία. ἐπιθυμητή
ἐρατεινεύειν· στρατεύεσθαι. ἢ δυσφορεῖν
Ἐρατινοί· ἔθνος ὑπεράνω Ἀράβων
ἐρατινόν· ἐπέραστον. ἔνδοξον.
ἐρατόν· ἐράσμιον. ἡδύ. ποθεινόν, ἐπιθυμητόν
ἐραχάται· οἱ δεσμεύοντες
ἔραχος· τὸ δράγμα. Βοιωτοί
ἔραται· ἐπιθυμεῖ. ἐρᾷ
ἔρθει· φθέγγεται
ἔρβως· εὔρως
ἔργα· ποτὲ μὲν τὰ περὶ τὴν ταλασιουργίαν· ποτὲ δὲ τὰ κατὰ τὴν γεωργίαν. ἢ ἐργάζει
ἔργαθεν· ἐκώλυσεν
Ἐργαῖος· ἀέριος Ζεύς
ἔργανα· ἐργαλεῖα, σκεύη χειρῶν
ἐργαλεῖον· ἐργαστήριον παρὰ Ταραντίνοις
Ἐργάνη· ὡς δαπάνη. ἐργασία. παρὰ δὲ Σαμίοις ἡ Ἀθηνᾶ ἐλέγετο ὡς ...
ἐργαστῖναι· αἱ τὸν πέπλον ὑφαίνουσαι
ἐργάται· οἱ παρʼ ἡμῖν ἐργαστικοὶ παρὰ Ἀττικοῖς. τοὺς παρʼ ἡμῖν ἐργάτας ἐκεῖνοι μισθωτούς
Ἐργάτια· ἑορτὴ Ἡρακλεῖ τελουμένη παρὰ Λάκωσιν
ἐργατίναι· ἐργάται
ἐργᾷ· ἐργάζῃ
ἐργάτις· τὴν Νεοβουλείαν λέγει, καὶ παχεῖαν
ἐργατῶνες· οἱ ἐν τοῖς ἀγροῖς τόποι, ἔνθα οἱ οἰκέται κοιμῶνται, οἱ παρὰ Ἀττικοῖς ἐργαῶνες· παρὰ δὲ Κρησὶν ἐργάτωνες οἱ ἐπὶ τῆς ταφῆς τῶν τεθνηκότων τεταγμένοι
ἔργει· κωλύει
ἔργεσθαι· κωλύεσθαι
ἐργέτην· ἐργασίαν
ἔργετος· φραγμός
ἔργμασι· κωλύμασι. περιφράγμασιν
ἔργματα· πράγματα
ἔργνυσι· κρύπτει. κατακλείει
ἐργομωκῶν· ἐμπαίζων
ἔργον· ὁ δὲ ποιητής, ὅταν ψιλῶς λέγῃ μηδενὸς συμφραζομένου, τὸ κατὰ γεωργίαν δηλοῖ
ἔργον· δυσχερές, δύσκολον ἢ ποίημα
ἐργότρυς· κατάσκοπος ἔργων
ἐργύλον· ἐργάτην. Ἴωνες
ἐργῶδες· ὀχληρόν. δύσκολον
ἐργωδέστερον· δυσκαταληπτότερον. σπουδαιότερον ἢ πλέον τι
ἔρδε· πρᾶττε
ἔρδοι· πράττοι
ἔρδειν· πράττειν. θύειν.
ἐρδόμενον· θυόμενον
ἐρδόντων· πλουτούντων. θυόντων. τελούντων. πρασσόντων
ἔρεαι· ἐρευνᾷς
ἐρέας· τέκνα. Θεσσαλοί
ἐρεβεννή· σκοτεινή
ἐρέβινθος· εἶδος ὀσπρίου. τὸ αἰδοῖον
ἐρεβίνθινος Διόνυσος· οὐδενὸς ἄξιος. παρά τινα παροιμίαν ἐρεβίνθινος ζωμός
ἔρεβος· σκότος. ζόφος, νύξ
ἔρει· ἀνιᾷ. ἀπολλύει
ἐρέειν· ἐρωτᾶν. ζητεῖν. λέγειν
ἐρέεινεν· ...
ἐρεείνων· ...
ἐρεείνω· ἐρωτῶ
ἔρεζεν· ἔθυεν ἔπραττεν
ἐρέεσφι· τέκνοις
ἔρεθε· ἐρέθιζε
ἐρέθει· ἐρεθίζει, παροξύνει
ἐρεθέντα· ἐν ὕδατι ἀποπνιγέντα
ἐρέθιζε· παρόξυνε
ἐρεθίζει· παροξύνει. λυπεῖ. μηρύεται
ἐρεθισμός· παροξυσμός
Ἐρεθίμιος· ὁ Ἀπόλλων παρὰ Λυκίοις. καὶ ἑορτὴ Ἐρεθίμια
ἐρέθοιμι· ἐρεθίζοιμι.
ερέθονται· κρέμανται
ἐρεῖ· λέγει. ἐρωτᾷ
ἔρειδε· συντόμως ἔσθιε. ἡ μεταφορὰ ἀπὸ τῶν ἐρεσσόντων
ἐρείδει· ἐπιστηρίζει, ὑποστηρίζει
ἐρείδει· στηρίζει
ἔριθος· ἐρεθιστής. παροξυντικός
ἐρεικόμενος· περισχιζόμενος
ἔρειο· ἐρώτησον
ἐρείσματι· ὑποβαστακτῆρι
ἐρεῖσαι· ἐπερεῖσαι, ἐπιστηρίξαι
ἐρεισάμενος· ἐπερεισθείς, ἐπιστηριχθείς
ἐρεκρούων· στηρίζων
ἐρείομεν· ζητήσομεν. ἐρωτήσομεν
Ἐρεμβοί· νομάδες. Αἰθίοπες, Ἄραβες, Ἰνδοὶ Ἀράβιοι
ἐρεμνή· σκοτεινή. μέλαινα. οἱ δὲ ἐρεβεννὴ παρὰ τὸ ἔρεβος. καταπληκτική
ἐρέμοισιν· ἀποκλείσμασιν
ἔρεξα· ἔπραξα. ἔθυσα
ἐρέοντο· ἠρώτων
ἐρέοι· εἴποι
ἐρέουσα· ἐροῦσα, λέξουσα, φέρουσα. ἀγγέλλουσα
ἔρεπτα· τροφεῖα
ἐρέπτει· ἐρέφει
ἐρεπτόμενοι· ἐσθίοντες. ἀπὸ τοῦ τῆς ἔρας τουτέστι τῆς γῆς ἅπτεσθαι. ἐπὶ γὰρ τῶν νεμομένων τετραπόδων τάσσεται ἡ λέξις
ἐρεσσέμεναι· κωπηλατεῖν
ἔρεσθαι· πυνθάνεσθαι. ἐρωτᾶν
ἐρησιμετρίην· τὴν γεωμετρίαν
Ἐρέσιος· Ἀπόλλων
ἐρεσμεῖ· καταπνεῖ
ἐρεσμεί· κώπη
ἐρεσμίονες· αἱ χεῖρες
ἐρέσσει· ἐλαύνει κώπῃ
ἔρεσσον· ἤλαυνον. ἐκωπηλάτουν
ἐρεσχελεῖ· ἀηδίζεται. ὀχλεῖται. ἐρεθίζει. ἀδολεσχεῖ. χλευάζει, παίζει, σκώπτει. διαμάχεται
ἐρεσχελία· φιλονεικία. φλυαρία Σ. ἔνστασις
ἑρετή· ἐπιθυμητή
ἐρέταις· κωπηλάταις. ἐρευταί· κατάσκοποι
ἐρετμαῖς· κώπαις
ἐρετμόν· κώπη καὶ τὸ ἀνδρεῖον αἰδοῖον
ἔρετο· ὡρμήθη
ἐρετμῶσαι· κώπαις ἁρμόσαι
Ἐρέτρια· πόλις Εὐβοίας
ἐρετριάζει· σκώπτει. ἢ παίζει
Ἐρετριακὸς κατάλογος· ἐπὶ Διφίλου ψήφισμα ἐγράφη ἐξ Ἐρετρίας καταλέξαι ὁμήρους τοὺς τῶν πλουσιωτάτων υἱούς. τοῦτο οὖν τὸ ψήφισμα ἔχει ἐπιγραφὴν Ἐρετριακὸς κατάλογος
Ἐρετριέων ῥῶ· Ἐρετριεῖς τῷ ρ κατακόρως χρῶνται
ἐρέτανεν· ἤλαυνε τὴν ναῦν
ἐρετίνης· ναύτης
ἐρεύγεται· ἀναβάλλει
ἐρεύγετο· ἐβρύχετο. ἔβρυεν
ἐρευγομένη· βράττουσα
ἔρευε· ἐρεύνα
ἐρεύθει· ἐρυθρὸν ποιεῖ
ἐρεύξεται· βρύσεται
ἐρεύθεται· πίμπλαται. λάμπεται
ἐρευθιόωντες· ἐρυθριῶντες
ἔρευθος· ἐρύθημα. αἰδώς. ἄνθος
ἐρεύθων· ἐρυθριῶν, φοινίσσων, ἐρυθραίνων
ἐρευνᾶν· ζητεῖν
ἐρεῦσαι· ἐρυθρὰν ποιῆσαι τῷ αἵματι, ἢ βρέξαι
ἐρεύσομεν· ζητήσομεν
Ἐρεχθεύς· Ποσειδῶν ἐν Ἀθήναις
ἐρεχθομένη· σαλευομένη. ἐλαμβανομένη. βαρυνομένη . ὑπὸ τῶν ἀνέμων ταρασσομένη
ἐρέχθων· διακόπτων ...
ἔρεψα· ἐστεφάνωσα, ἔστεψα. ἐστέγασα, ᾠκοδόμησα. ὠρόφωσα
ἐρέψιμον· στεγάσιμον ἢ βοσκηματῶδες χωρίον
ἐρέψομεν πρὸς αἰετόν· στεγάσομεν πρὸς ἀέτωμα
ἐρέω· λέξω. ἀπαγγελῶ. σημαίνω. ἐπερωτῶ
ἐρέων· μαντευσόμενος. ἐρωτήσων. ζητήσων
ἔρημα· ἀφύλακτα. δειλά. οἰκτρά
ἔρημαι· βούλομαι ἐρωτῆσαι
ἐρήμη· μονομερὴς δίκη, ὅταν μὴ ἀπαντήσας ὁ διωκόμενος ἐπὶ τὴν κρίσιν καταδιαιτηθῇ
ἐρήμῃσιν· νομάσιν
Ἐρημήσιος· Ζεὺς ἐν Λέσβῳ
ἐρήμωσον· ἀποσκέδασον
ἐρημία· ἡ ἐκπύρωσις
ἐρημικῷ· εἰς τὰς ἐρήμους διάγοντι
ἐρημόθωκος· ἐρημόδομος
ἔρημον· μάταιον. καὶ τὸ πλανᾶσθαι
ἐρήμους· ἀπεριστάτους
ἐρήμους λόγους· τοὺς ἀπόρους. ματαίους
ἐρηρέδαται· ἐρηρεισμέναι εἰσί.
ἐρηρεῖσθαι· ἡρμόσθαι. ἠσφαλίσθαι
ἐρίηρες· εὐάρμοστοι
ἐρήριπται· πέπτωκεν
ἐρήρεισται· πέπηγεν
ἐρηρεισμένος· ἀσφαλής. πεπηγμένος
ἐρήρισται· ἐρίζει
ἐρίσαντες· φιλονεικήσαντες
ἐρήσεο· ἐρωτήσειας
ἐρήσομαί σε· ἐρωτήσομαί σε
ἐρήτυεν· παρεσκεύαζεν
ἐρητύειν· παύειν. κωλύειν. πραΰνειν. κατέχειν
ἐρήτυθεν· διακατέσχον
ἐρήτυον· ἐπεῖχον. ἐκώλυον
ἐρητύσαι· πραῧναι. ἀνακόψαι. ἀναπαῦσαι. κωλῦσαι
ἐρι· πολὺ μέγα. ἰσχυρόν
ἐριαύχενες· γαῦροι. μεγαλαύχενες. μεγάλοι, ἀπὸ μέρους
ἐριβρεμέτης· μεγαλόψοφος, μεγαλόηχος
ἐριβρεμέτεω· μεγάλα βροντῶντος
ἐρίβοια· νύξ. καὶ μεγάλως τιμωμένη
ἐρίβρομον· μεγαλόηχον
ἐριβώλακι· μεγαλοβώλῳ. εὐγείῳ
ἐρίβωλος· μεγαλόβωλος
ἐρίγδουποι· μεγαλόψοφοι
ἐριγδούποισι· μεγαλοκτύποις
ἐρίγδουπος· μεγάλους ψόφους ποιῶν διὰ τῶν βροντῶν
ἐρίγηρυς· μεγαλόφωνος
ἐριγνύειν· κρύπτειν. κατακλείειν
ἔριγεν· ἔφριττεν
ἔριδα· ἔριν. μάχην
Ἐριδάντας· Ἡρακλῆς παρὰ Ταραντίνοις
ἐριδαίνωσιν· ἐρίζωσι. φιλονεικῶσιν
ἐρίδεται· μανθάνει. ἐξετάζει
ἐριδήσασθαι· ἁμιλληθῆναι. φιλονεικῆσαι
ἔριδι· φιλονεικίᾳ
Ἐριδίμιος· Ζεὺς ἐν Ῥόδῳ
ἐριδία· ἅμαξα
ἔριδας· τὰς ἐν οὐρανῷ ἴριδας. Ἀττικῶς
ἐριδμαίνουσιν· ἐρεθίζουσιν
ἐριδόμενος· ἐπιστηρίζων. ἐπακολουθῶν
ἐρίδων· βαστάζων
Ἐριέντης· Ἀφροδίτης ἐπώνυμον
ἐριζέμεναι· ἐρίζειν. φιλονεικεῖν
ἐριζώοισι· πάνυ ζῶσιν
ἐρίηρες· μεγάλως τιμώμενοι. ἀγαθοί. πρόθυμοι. εὐχάριστοι, εὐάρμοστοι. μεγαλωφελεῖς.
ἐριθάκη· ἡ ὑπὸ τῶν μελισσῶν παρατιθεμένη τροφή. καὶ τὸ ἐγκοίλιον τῶν ἰχθύων τῶν μαλακῶν. καὶ τὰ τῶν ὑῶν ἔμβρυα
ἐριθαλές· εἶδος δένδρου
ἐριθαλῶν· πολυθαλῶν
ἐριθαλεῖς· μεγάλως θάλλοντες
Ἐριθασεύς· Ἀπόλλων ἐν τῇ Ἀττικῇ
ἐριθεύει εἰκῆ· ἐργάζῃ μάτην
ἐριθεύς· ὁ ἐριθακός, τὸ ὄρνεον
ἐριθηλέα· μεγάλως θάλλουσαν
ἐριθηλές· μεγάλως καὶ καλῶς ἢ πάνυ θάλλον
ἐριθηλέων· μεγάλως θαλλουσῶν
ἐριθεῖαι· ἐργασίαι. ἐρεθισμοί
ἔριθοι· οἱ γεωργοί. παρὰ τὸ τὴν ἔραν ἐργάζεσθαι, ἥτις ἐστὶ γῆ. καταχρηστικῶς δὲ καὶ οἱ ἐριουργοί ἢ μισθωτοί
ἐρίθοισιν· ... ἔριθοι· ἐργάται γεωργοί
ἑρικάνην· φραγμόν
ἐρικάς· ὁ ἐρεγμός, Κρῆτες δὲ ὠστριμάς· λέγουσι δὲ οὕτως καὶ τὰ ἰτρία. τὰ ὑπό τινων λάγανα
ἑρίκεα· φράγματα
ἐρίκει· σχίζει πρίζει. ῥηγνύει. ἐσθίει
ἑρίκεος· φραγμοῦ
Ἐρίκη· θυγάτηρ τοῦ Ἀναγύρου
ἐρικευθές· πυθμήν
ἐρικνωμένον· ῥυτίδας ἔχον
ἐρικόμενος· σχιζόμενος
ἐρίκη· εἶδος φυτοῦ
ἐρικτά· σῖτος πεφρυγμένος· καὶ κοπτόμενος εἰς ἄλφιτα. σχιστὰ ἄλευρα
ἐρικτόν· κοπανιστόν
ἐρικυδέα· λίαν ἔνδοξα μεγάλως ἔνδοξα
ἐριμύκων· μεγαλοφώνων. ἢ μυκώμενος, μεγάλως μυκῶν
ἐρινάδες· ὄλυνθοι. ἢ συκαῖ ἄῤῥενες
ἐρινάζειν· συκᾶς περιάπτειν τοῖς ἐρινοῖς εἰς τελεσφορίαν
ἐρινάς· νέας βοῦς
ἐρινάσαι· ἀπὸ τῶν λεγομένων ἐρινεῶν. οὕτω δὲ λέγεται συκῆ φέρουσα ὀλύνθους, ἐξ ὧν οἱ ψῆνες γίνονται. Ψῆνες δέ εἰσι τὰ ἄνθη τῶν ἐρινῶν. γίνονται δὲ ἐπὶ τῶν φοινίκων ἐρινοί
ἐρινάσει· ἐρωτήσει. ἐρευνήσει
ἐρίνεμος· ἄνεμος μετὰ συστροφῆς
ἔρινε· ἐρώτα
ἐρινεός· ἀγρία συκῆ
ερινον· νέφος
ἐρινός· ὄλυνθος ἢ σῦκον ἄῤῥεν
ἐρινύας· τὰς ἁμαρτίας νῦν
Ἐρινύς· δαίμων καταχθόνιος. ἢ Ἀφροδίτη ἢ εἴδωλον
ἐρίξει· κωλύσει
ἐριοῖ· ἐργάζεται
ἐριούνης· μεγάλως ὠφελῶν, ἢ μεγάλην ὄνησιν καὶ ὠφέλειαν τοῖς ἀνθρώποις παρέχων
ἐριούνιον· πόρον τὸν ὑποχθόνιον
ἐριούνιος· πολυωφελής. ἀγαθός
ἐρίπει· καταβάλλει
ἐρίπεια· σκηνώματα ἐπίπεδα καὶ τὰ ἐπὶ τὴν ἔραν καταπεσόντα
ἐριπεῖν· καταπεσεῖν
ἔριπες· δαλοί
ἐρίπεσθαι· φθίνειν
ἐριποῦσα· πεσοῦσα
ἐρίπιον· τὸ ἡμίπτωτον οἴκημα. ἢ πτῶμα
ἐριπίων· πτώσεων τῶν τειχῶν
ἐρίπνας· ὑψηλὰ μέρη ...
ἔριπε· κατέπεσεν
ἐρίπναι· αἱ ἀπεῤῥωγυῖαι πέτραι
ἐρίπνη· κορυφή. ἄκρα. κρημνός
ἐριπών· ἀνατρέπων. καταπεσών
ἔρις· φιλονικία. μάχη
ἐρίσαι· παῖξαι
ἐρίσει· ὑποστηρίξει στερεώσει. παίξει. φιλονικήσει
ἔρισεν· ἔπεσεν. ἤρεττεν
ἐρισθενέος· μεγαλοσθενοῦς. μεγαλοδυνάμου
ἐρισθενές· μέγα. ἰσχυρόν
ἐρίσμασιν· εἰρεσίαις
ἔρισμα· στήριγμα
ἐρίσκηπτα· ἱερὰ βοτάνη, εἰς ἣν ἂν εἶρις ἐπισκήψῃ
ἐριστάφυλον· καλλιστάφυλον. πολύν. ἢ τὸν ἐξ εὐγενοῦς σταφυλῆς ἢ μεγάλης
ἐριστήρ· μαρσίππιον, σάκκος. ἢ ἔρκτης καὶ πράκτης
ἐρισύβη· ὁ ὡς κονιορτὸς κατερχόμενος καὶ ἀφανίζων τὸν σῖτον
ἐρισφάραγος· μεγαλόηχος. ὑψηλόφωνος
ἐριταρβής· μεγάλως δειλός
ἐρίτιμον· ἰσχυρῶς τετιμημένον, ἄγαν ἔντιμον, μεγαλότιμον
ἐριφίας· χίμαρος
ἐριφήματα· ἔριφοι. Λάκωνες
Ἐρίφιος· ὁ Διόνυσος
Ἐριφύλης· τῆς χρυσίου προδεδωκυίας τὸν ἴδιον ἄνδρα
Ἐριφύλλιον· τὸν Ἀπόλλωνα καὶ τὸν Ἑρμῆν
ἐρίφυλλος δρῦς· ἡ πλατύφυλλος καὶ ἡ καλουμένη φελλός
ἔριψ· σωμάτιον
ἐρίψαι· ἀφανίσαι. στεγάσαι. καταρρῖψαι
ἐρίψιμα· πτώσιμα
ἐριωδία· ἅμαξα
ἐριώδυνον· μεγαλώδυνον
ἐριώδων· μεγάλους ἔχων ὀδόντας
ἐριῶλαι· ἀνέμων συστροφαί, αὖραι, πνοαί
ἐριώπιδος· εὐώπιδος
Ἐριῶπις· μεγαλόφθαλμος. καὶ ἡ Ἀγχίσου γυνή
ἔρκαδε τεῖχος· ἔπιπτεν
ἐρκάζειν· σκώπτειν
ἑρκάνη· φυλακή
ἕρκεϊ χαλκείῳ· τῷ τῶν ἀσπίδων κυκλώματι
ἑρκεῖαι· οἰκίαι. τείχη. φραγμοί. σκηναί
ἑρκίοις· τειχίοις
ἑρκείου Διός· τοῦ ἀσφαλίου. ἢ τοῦ κατὰ τὴν οἰκίαν. ἔστι δὲ ἕρκειος Ζεὺς παρὰ Ἀθηναίοις
ἕρκεσι· δικτύοις. Σοφοκλῆς Ἀθάμαντι δευτέρῳ
ἑρκῖται· οἱ ἐν ἀγρῷ οἰκέται
Ἑρκύνια· ἑορτὴ Δήμητρος
ἕρκη· ὅπλα. Σοφοκλῆς Τρωίλῳ
ἑρκίον· κύκλος αὐλῆς. οἰκία. τειχίδιον. στεφάνη δώματος
ἑρκόπεζα· τὰ τῶν νεῶν ἔξωθεν περιτιθέμενα πρὸς τὸ μὴ ὑπερβατὰ εἶναι, ἀκανθώδη ξύλα
ἕρκος· ἀσφάλεια. τεῖχος. περίβολος. περίφραγμα ὡς τῶν ὀδόντων τὰ χείλη ἕρκος ἤγουν φραγμός «αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος» . καὶ λίνον· «ἕρκει ἐνιπλήξωσιν»
ἕρμα· ἔρεισμα. ἢ τὸν πετρώδη καὶ ἐπικυματιζόμενον, ὥστε μὴ βλέπειν, τόπον τῆς θαλάσσης· καὶ Ἀνακρέων· «ἀσήμων ὑπὲρ ἑρμάτων φορεῦμαι» καὶ τὸ τὴν ναῦν ἔρεισμα στηρίζον. καὶ τὸ σκήνωμα τῆς νεώς
ἑρμαῖ· παραφυάδια δένδρων ἄχρηστα. οἷς παίζοντας ἑρμομαχεῖν λέγουσιν
ἕρμαιον· εὕρημα, ἢ κέρδος
Ἕρμαιος λόφος· τοὺς σωροὺς τῶν λίθων ἑρμᾶς, τοὺς ἐν ταῖς ὁδοῖς γινομένους εἰς τιμὴν τοῦ θεοῦ· ἐνόδιος γάρ
ἕρμακες· αἱ ὕφαλοι πέτραι. ἢ αἱμασιαί
ἕρμακον· ὄρνεον
ἑρμάσαι· ἐλαφρῶς περιελίξαι
ἑρμάσει· μαλάσσει. στηρίζει
ἕρματα· περιφράγματα. ὑπερείσματα. ἐνώτια, ἀπὸ τοῦ εἴρεσθαι καὶ ὕφαλοι πέτραι
Ἕρμειος· ἀπὸ δήμου. λέγονται γάρ τινες Ἕρμειοι τῆς Ἀκαμαντίδος φυλῆς
ἑρμηνεύοντες· φράζοντες
Ἕρμηνοι· Σειληνοί
Ἑρμῆς· κήρυξ θεῶν
Ἑρμῆς ἀμύητος· Ἀθήνησιν ἐν τῇ ἀκροπόλει
Ἑρμῆς· τὸν Ἑρμῆν ἐπὶ πόσεως ἰδέας ἔλεγον, καθάπερ Ἀγαθοῦ δαίμονος καὶ Διὸς σωτῆρος. καὶ ἐν τοῖς κλήροις· οἷον ἀγαθὸς οἰωνός. καὶ πέμματος εἶδος κηρυκειοειδές
Ἑρμῆς τρικέφαλος· Ἀριστοφάνης ἐν Τριφάλητι. τοῦτο ἔφη παίζων κωμικῶς, παρόσον τετρακέφαλος Ἑρμῆς ἐν τῇ τριόδῳ τῇ ἐν Κεραμεικῷ ἵδρυτο
Ἑρμῆς στροφαῖος· ὁ παρὰ στρόφιγγι τῆς θύρας ἱδρυμένος
ἑρμῖνα· πόδα κλίνης. ἀπὸ τοῦ ἐνείρεσθαι τῷ ἐνηλάτῳ. ἢ ἀπὸ τοῦ Ἑρμᾶς ἐγγεγλύφθαι
Ἑρμιόνη· καὶ ἡ Δημήτηρ καὶ ἡ Κόρη ἐν Συρακούσαις. καὶ πόλις ἐν Ἄργει. καὶ ἡ θυγάτηρ Μενελάου
ἑρμίς· τόρνος. ποὺς κλίνης
ἑρμοκοπίδαι· οἱ περικόψαντες τοὺς Ἑρμᾶς Ἀθήνησιν, ἐπὶ Ἀριμνήστου ἄρχοντος, τοῦ Πελοποννησιακοῦ ἐνεστῶτος πολέμου
Ἕρμος ἢ Ἕρμοι· δῆμος Ἀττικῆς. καὶ ποταμὸς Λυδίας
Ἑρμοῦ κλῆρος· ὁ πρῶτος ἑλκόμενος κλῆρος Ἑρμοῦ νομίζεται
Ἑρμοχύμιος γῆ· ἡ Αἴγυπτος τὸ πρότερον οὕτως ἐκαλεῖτο
Ἑρμοῦ ψῆφος· τὰ ἐν ταῖς ὁδοῖς ἕρμαια
Ἑρμώνιος χάρις· παροιμία ἀπὸ Ἕρμωνός τινος τῶν τῆς Λήμνου τυράννων, ὃς ἐπελθόντων τῶν Ἀθηναίων, μὴ δυνάμενος αὐτοῖς ἐναντιοῦσθαι, ἔφη τὰ προστασσόμενα ὑπʼ αὐτῶν διὰ χάριν ποιεῖν. τάσσεται οὖν ἐπὶ τῶν κατʼ ἀνάγκην τι ποιούντων, καὶ προσποιουμένων χαρίζεσθαι
ἔρνατις· ἀναδενδράς
ἔρνη· κέρατα. ἢ βλαστήματα
ἐρνοκόμων· παραδεισαρίων
ἔρνος· κλάδος. στέλεχος. δένδρον εὐθαλές. βλάστημα . φυτόν
ἔρνυγας· ἔρνη. βλαστήματα. κλάδοι
ἔρξεν· ἔπραξεν
ἔρξιν· ἡ ἔδρια
ἔρξον· ποίησον, πρᾶξον δῆσον. πνῖξον. θῦσον. κώλυσον
ἐρόεντα· ἐπέραστα
ἔριοι· καινοί
ἐρόδανα· ἔργον ἐρινάξει
Ἐροιάδαι· δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς
ἔροιτο· ἐρωτήσειεν, ἐπύθετο
ἐρόμενος· ἐρωτῶν, πυθόμενος
ἐρομένῳ· φίλῳ. ἐρωτῶντι
ἔρον· ἐπιθυμίαν, Αἰολικῶς. ἔρωτα
ἐρόντι μάλα· λίαν, πάνυ
ἔροτιν· ἑορτήν
ἐροῦντες· λέγοντες
ἐρούα· ἀναπαύου. Κύπριοι
ἔροψ· ὄρνις ποιός
ἕρπε· βάδιζε
ἔροτις· ἑορτή. πανήγυρις
ἐρπεδόεσσα· ἐπίπεδος
ἕρπει· βαδίζει τῇ κοιλίᾳ περιπατεῖ. παραγίνεται
ἑρπετά· τὰ ἄποδα, παρὰ τὸ εἰς τὴν ἔραν πεπτωκέναι· καταχρηστικῶς δὲ καὶ τὰ λοιπὰ τῶν ἀλόγων ζῴων καὶ ἄνθρωποι· γήϊνα γὰρ καὶ ἐπίγεια πάντα
ἑρπύζει· ἑρπυστάζει· ἐκ μεταφορᾶς. βαδίζει ἢ πορεύεται
ἑρπυλλίς· τέττιξ
ἑρπύσῃ· βαδίσῃ
ἑρπυσμός· ἡ φωνὴ τῶν χοίρων
ἔρυξ· τὸ ἕρκος τῶν πρασιῶν
ἔρυμα· φρούριον. ἀσφάλισμα. κώλυμα
ἔρυμα· ἀσφάλεια
ἔρρα· ζιζάνια
ἐρράγη· ἐσπάσθη. ἐσχίσθη ἠνοίχθη
ἐρράδαται· ἐῤῥασμένοι εἰσίν
ἐρράδατο· ἔῤῥαντο. πέφυρτο
ἔρρει δέ· ἔρεε δέ. ἐλθὲ ὧδε
ἐρραθάγει· ἐκρότει
ἐρραθάμιζε· ἐρόφη
ἐρράσθαινεν· ὕγραινεν, κατέβρεχεν
ἐρραίσθη· διεφθάρη
ἔρρε ὡς ... ταχέως
ἔρραος· κριός
ἐρράχιζον· διέκοπτον
ἐρράπτομεν· ἐβουλεύομεν
ἐρραχώθης· ὑβρίσθης, ἐρραπίσθης
ἔρρε· φθείρου ἀπαλλάσσου
ἔρρει· ἀπόλωλεν, ἔφθαρται. οἱ δὲ ἔρρα
ἐρείδων· τύπτων
ἐρρεγένοντο· ἔρεψαν
ἔρρεις· ἐφθάρης
ἔρεξα· ἔπραξα
ἔρρετε· φθάρητε
ἐρρετός· φθόρος
ἐρρέτω· ἀπίτω. οἰμωζέτω. ὀζεσάτω
ἐρρέξομαι· φθέγξομαι
ἐρρήεντα· δροσώδη. καταψυκτικά
ἐρρήσει· ἥξει, εἰσελεύσεται
Ἑρρηφόροι· οἱ τῇ Ἕρσῃ ἐπιτελοῦντες τὰ νομιζόμενα
ἐρρίγασι· φοβοῦνται, εὐλαβοῦνται
ἔρριγε· φοβεῖται φρίττει
ἐρρίγοι· φοβηθείη, φρίξειεν
ἐρρίζωται· ἵδρυται
ἐρρικνωμένον· ἐσπιλωμένον
ἔρρʼ ἰών· εἰς φθόρον, εἰς ὄλεθρον
ἔρριπτο· ἔκειτο
ἔρρον ἐρρεντί· ἀπολώλασιν ...
Ἔρρος· ὁ Ζεύς
ἐρρύησαν· ἔβρυον
ἐρυθρά· πυρρά
ἐρρύξει· κράξει
ἐρυσάμενος· σπασάμενος
ἐρύσομεν· ἑλκύσωμεν
ἐρρώγασιν· ἐσχίσθησαν ὑγιαίνουσιν
ἔρρωμαι· ὑγιαίνω νήφω
ἐρρωμενέστερον· ὑγιεινότερον
ἐρρῶσθαι· ὑγιαίνειν
ἐρρωγότες· διεσκορπισμένοι. διεστῶτες
ἔρρων· μετὰ φθορᾶς παραγινόμενος ἢ μόλις παραγινόμενος . ἢ φθειρόμενος
ἐρρώοντο· κίνησιν ἐλάμβανον
ἐρρωπίζομεν· Ἴων Ὀμφάλῃ. Τινὲς ῥωπίζειν ἀπέδοσαν τὸ ἀτεχνεύεσθαι καὶ ἀματεύεσθαι, κακῶς· ἔστι γὰρ ῥῶπος ὁ λεπτὸς φόρτος καὶ ποικίλος καὶ βέβαιος, καὶ τὰ ἐκ τῶν ῥωπῶν πλέγματα, κανᾶ καὶ σῆστρα κυρίως
ἐρρώσαντο· ἐτάχυναν
ἐρρῶσθαι φράσας· οἰμώζειν εἰπών
ἔρρωσο ἐν κυρίῳ· ὑγίαινε ἐν θεῷ
ἔρσαι· οἱ ἐν τῷ χειμῶνι γινόμενοι ἔριφοι. καὶ τὰ ἁπαλὰ τῶν προβάτων αἱ καὶ δρόσοι
ἐρσαῖα· ἐαρινά. νέα. ἁπαλά. δροσώδη
ἐρσαίη· δροσώδης
ἔρσεο· διεγείρου
ἔρση· δρόσος. νοτία. ὁμίχλη
ἔρσῃ· ὁρμήσῃ
ἐρσήεις· δροσώδης
ἐρσῆεν· ἁπαλόν. δροσῶδες. νεαρόν
ἐρσήεντα· καλόν. ἔνικμον. δροσινόν
ἔρτις· κρημνός
ἐρυγαί· ἐρεύξεις
ἐρυγάστωρ· μεγαλογάστωρ
ἐρυγγάνων· ἐρευγόμενος
ἐρυγεῖν· φωνεῖν
ἐρυγή· ἔκβρασις φωνὴ καὶ βοή τις
ἐρυγεία· ζῷον. στάχυς. βοτάνη
ἐρυγμήλη· ἐπίθετον ῥαφάνου
ἐρυγμαίνουσα· ἡ βοῦς. καὶ ὁ ταῦρος ἐρυγμαίνων. ἀπὸ τῆς ἐρυγμῆς
ἐρύγμηλον· ἐρευγόμενον καὶ μεγάλως μυκώμενον , μεγαλόφωνον καὶ μέγα πρόβατον τέλειον
ἐρύεσθαι· σῴζειν σῶσαι
ἐρύειν· ἕλκειν
Ἐρυθῖνοι· πόλις καὶ χώρα ἐν Παφλαγονίᾳ. καὶ εἶδος ἰχθύος
ἐρύετο· ἐφύλασσεν
ἐρυθαίνει· πυῤῥὸν ποιεῖ. ὅθεν καὶ ἐρύθημα ἡ ῥίζα ἡ λεγομένη ἐρυθρόδανον
ἐρύθημα· βαφή
ἐρυθήνας· βάψας
ἐρύθμισεν· ἐκανόνισεν
Ἐρυθρά· πόλις ἐν Βοιωτίᾳ
Ἐρυθραί· πόλις Ἰωνίας
ἐρυθραίνετο· ἐρυθρὰ ἐγένετο, πυῤῥά
ἐρυθροδανωμένα· πυῤῥά. κόκκινα. πυροειδῆ
ἐρυΐσκετο· ἔῤῥεεν. ἐχεῖτο
ἐρύκειν· κατέχειν. κωλύειν
ἐρυκέμεν· τὰ αὐτά
ἐρύκοις· ἀποκωλύοις
ἐρυθρόπους· ὀρνέου εἶδος
ἐρύκεσθαι· κωλύειν
ἔρυμα· ὀχύρωμα. φυλακή. κάλυμμα. φύλαγμα
Ἐρύμανθος· πόλις Ἀρκαδίας. καὶ ποταμός. καὶ ὄρος
ἐρυμνόν· ἰσχυρόν μέγα. ὑψηλόν, καὶ ὀχυρόν. οὗ ταχέως οὐδεὶς ἐπιβαίνει. ἢ σκοτεινόν
ἐρυμνῶδες· λύπην καὶ φλεγμονὴν παρέχον. ἢ ὑπερήφανον
Ἐρυμός· Ζεύς. καὶ ζυγός. καὶ ζεύγλη
ἐρυνόν· σκοτεινόν. ἠσφαλισμένον
ἐρύξας· ποιήσας. κωλύσας
ἔρυξαν· κατέσχον, ἐκώλυσαν
ἐρύοντα· ἕλκοντα. κυρίως λύοντα
ἐρύουσιν· ἐρύσουσιν. ἑλκύσουσιν. ἐξ οὗ τὸ κατέδονται· οὕτω γὰρ οἱ γῦπες ἐσθίουσιν
ἐρυκομένη· κατεχομένη. κωλυομένη
ἐρύσαι· καθελκύσαι.
ἐρύσαιτο· φυλάξαιτο
ἐρυσάμενος· ἐκσπάσας, ἑλκύσας
ἐρυσάρματες· ταχεῖς. ταχεῖαι. καὶ οἱ ἕλκοντες τὰ ἅρματα
ἐρύσατο· ἔσωσεν
ἔρυσεν· εἷλκεν
ἐρύσειεν· ἑλκύσειεν.
ἐρυσίβη· νόσος τις ἐξ ἀέρος ἐπιγινομένη τοῖς φυτοῖς καὶ καρποῖς
ἐρύσιμον· κάρδαμον ἄγριον
ἐρυσίπτολις· σωσίπολις
ἐρυσίπτολι· ῥυομένη τὴν πόλιν, καὶ φυλάσσουσα
ἐρυσμός· πόλεμος
ἐρύσονται· περιποιήσονται. ἑλκύσωσιν
ἔρυσος· σπυρίς, κάλαθος
ἐρύσταζεν· εἷλκεν
ἔρυτο· ἐρύσατο. ἔσωσεν. ἐφύλαξεν
ἐρύφαζε· κατεπάτησεν. ἐτόξευσεν
ἔρχατο· καθειργμένοι ἦσαν
ἐρχανήεντα πυλῶνα· τὸν πεπυκνωμένον, καὶ συνεχόμενον
ἔρχαται· πέφρακται. συνέχονται
ἔρχατος· φραγμός
ἐρχατόωνται· συνέχονται
Ἑρχιά· δῆμος φυλῆς τῆς Αἰγηΐδος
ἔρχεο· ἀπέρχου ἔρχου
ἐρχθέντα· ἐν ὕδατι πνιγέντα
ἔρχομαι· ἀπέρχομαι. ἔρχομαι λέξων· μέλλω λέγειν
ἐρῶ· λέξω, εἴπω, λέγω
ἐρωάζει· ἡσυχάζει
ἐρωγάς·
ἐρῳδιός· εἶδος ὀρνέου
ἐρωή· ὁρμή. ὑποχώρησις. ῥεῦσις. κώλυσις
ἐρωδία· ἅμαξα
ἐρωῆσαι· ἡσυχάσαι. χωρῆσαι. κωλῦσαι. ὑποχωρῆσαι
ἐρωήσει· χωρήσει. ῥεύσει. καὶ τὰ ὅμοια
ἐρώει· ὑποχώρει
ἔρωι· ἔρωτι
ἐρωτίδα· ἐρωμένην
ἔρωμαί σε· ἐρωτήσω σε
ἐρώμεθα· ἐρωτήσωμεν. πυθώμεθα. ἀγαπώμεθα
ἐρωμένη· ἀγαπωμένη. ἀγαπηθεῖσα
ἐρώμενος· ἀγαπώμενος.
ἐρωμένους. ἠγαπημένους
ἐρωμήσει· ῥωμαλέως βαδίσει
ἐρῶν· ἐρωτῶν. ποθῶν. λέγων
ἐρωπεύομεν· προεπωλοῦμεν
ἔρως· πόθος. ἀγάπη. φιλία
ἔρωσις· ἐρώμενος
ἔρωτι· προθυμίᾳ
ἐρώτιον· ἐρώμενον. Ταραντίνοις
ἐς· εἰς. ἐν. ἐκ. πρός. ὑπέρ
ἐσαθρεῖν· ἐνατενίζειν
ἐσανύριζεν· ᾔκαλλεν
ἐς ἀεί· διαπαντός
ἐσάκουσεν· εἰσήκουσεν
ἐσαλάλαζεν· ἐποτνίαζεν
ἐσάμεθα· ἐθεωροῦμεν. Λάκωνες
ἔσαν· ἦσαν. ἐπορεύοντο
ἐς ἅπασαν· εἰς ἅπασαν
ἐς Αὐλίδα· ἐς τὸν λιμένα
ἐς ἀῶ· εἰς μίαν ἡμέραν
ἐσαώθην· ἐσώθην
ἐσαώρας· εἰς καιρούς
ἐσάωσεν· ἔσωσεν
ἔσβη· ἐσβέσθη
ἔσβηκε· πέπαυται πνέων. ἐσβέσθη
ἔσβηνες· εἶδος ποτηρίου
ἐς βόθυνον· εἶδος παιδιᾶς παρὰ Κρατίνῳ
ἔς γε μίαν· κατὰ τὸ αὐτό
ἐς δʼ ἄγε· εἰσήγαγε δέ
ἐς δέ· εἰς δέ
ἐς δεκάδας· εἰς δεκανίας
ἐς δʼ ἐρέτας· εἰς ταύτην δὲ κωπηλάτας
ἐς δῆριν· εἰς μάχην
ἐς δόκον· εἰς ἐνέδραν
ἐσδραμύλιξον· εἴσδραμε
ἐσεβάσθησαν· σεβάσμασι προσεκύνησαν
Ἐσεβών· διαλογισμός. καὶ πόλις Μωαβιτικῆς. χωρία ἄκαρπα
ἐσεμάσσατο θυμόν· καθήψατο τῆς ψυχῆς. ἐλύπησεν εἰς τὸν θυμόν.
ἐσεμάχθην· ἐβλάβην. ἐκολάσθην
ἐς ἔνας· εἰς τρίτην
ἐσεργνῦσι· ἐγκλείουσιν
ἔσεσθαι· γενήσεσθαι
ἔσευα· ὥρμησα. ῥυῆναι ἐποίησα. ἐδίωξα. εἰς φυγὴν ἔτρεψα
ἔσευαν· ὤρχηντο. ἐσπούδαζον
ἐπεσφάσσεται· λαθεῖν. Λάκωνες
ἐσέφθην· ἐσεβάσθην. ἡσύχασα. ᾐσχύνθην. Σοφοκλῆς Δαιδάλῳ
ἐσέχυντο· ἀθρόως προσῇσαν
ἔσῃ· γίνῃ
ἐς ἠγάθεον· ἄγαν θαυμαστόν
ἐσήκασθεν· συνεκλείσθησαν, κατὰ σηκοὺς ἠλάσθησαν. κυρίως ἐπὶ προβάτων
ἐσήλατο· εἰσῆλθε λαθών. ἢ ἔσεισεν. κατέβαλεν. ἐτίναξε. κατέπεσεν
ἐσημήναντο· ἐφανεροποίησαν
ἐσημειώθη· ἐτυπώθη
ἐς θατύν· εἰς θεωρίαν
ἔσθενεν· ἴσχυεν
ἐσθήματα· ἱμάτια
ἔσθιε· ἀνάλισκε, τρῶγε
ἐσθλά· ἀγαθά
ἐσθλαί· ξύλινα παίγνια. Ἀμαθούσιοι. καὶ λαίεσθλα· ὀρθά
ἔσθορεν· εἰσεπήδησεν
ἔσθος· περίβλημα. ἱμάτιον. οὐδετέρως
ἔσθʼ ὅτε· ἔστιν ὅτε. ἢ ἴσως. ἐνίοτε. πολλάκις
ἔσθων· τρώγων
ἐσιάλλοντι· ἐκτείνουσιν. ἐκπέμπουσιν
ἐσιγάθη· ἐσιωπήθη
ἐσιώθην· ἐσώθην
ἐς γωνίαν· εἰς κοπρῶνα
ἐσιναμώρεον· ἐσίνοντο. μεμωρημένοι ἦσαν
ἐσίνετο· ἔβλαψεν
ἐσίνευσεν· ἐσίμηνεν
ἐσιτήριον· τὸ ἐν μέσῳ αὔλημα
ἐσιτέσκοντο· ἐμέτρουν τὸν σῖτον. ἤσθιον
ἐσίχναι· συγχαράξαι καὶ συμπηκτεῦσαι. Λάκωνες
ἔσκαζεν· ἐχώλαινεν
ἐς καιρόν· εὐκαίρως
ἐσκάλευεν· ἐκινεῖτο. ὤρυσσεν. ἀνελογίζετο
ἔσκαλλον· ἀνεζήτουν. ἀνηρεύνουν
ἐς κάλλος γράφειν· καλλιγραφεῖν
ἐσκατάμιζεν· ἐσκάριζεν
ἔσκεν· ἦν, ὑπῆρχεν
ἐσκένιψε· διέφθειρε. διεσκέδασεν
ἐσκευώρησεν· ἔβλαψεν. ἐπεβούλευσεν
ἐσκήνωσεν· ὤκησεν
ἐσκέψαντο· ἔγνωσαν
ἐσκίδαμαν· ἐπέτυχον. Λάκωνες
ἐσκίδνατο· ἐσκορπίζετο. ἐσκεδάζετο
ἔσκιμψεν· ἐνέσκηψεν
ἐσκίμψαντο· ἐστηρίχθησαν
ἐσκλείει· εἰσάγει
ἔσκλεπεν· διέτριβεν
ἐσκληκότα· ἀντὶ τοῦ προσλιπαροῦντα προσεσκληκότα· μετῆκται δὲ ἀπὸ τῶν προσξηραινομένων Σ οἱ δʼ ἀφινήσονται Νέδαν ἐσκληκότα.
ἐσκλητόρ· ὁ δοκιμαζόμενος
ἔσκλητος· ἡ τῶν ἐξόχων συνάθροισις ἐν Συρακούσαις
ἐσκνᾶσθαι· ξυρῆσαι
ἔσκον· ἤμην, ὑπῆρχον
ἐσκολυμμένον· ἀποσεσυρμένον
ἐς κόρακας· εἰς ἔρημον. εἰς τὸ σκότος. εἰς ὄλεθρον
ἐσκοράκισεν· ἐλοιδόρησεν
ἐσκορδινήθη· ἐχασμήσατο
ἐσκοροδισμένος· σκόροδα βεβρωκώς. Ἀριστοφάνης ἐν Ἀχαρνεῦσι παίζει ἅμα μὲν ὅτι σκοροδοφαγοῦσιν οἱ Θρᾷκες, ἅμα δὲ ὅτι παροξύνονται οἱ ἀλέκτορες πρὸς τὰς μάχας, ὅταν ἐμφάγωσι τῶν σκορόδων
ἐσκόροδοι· τόρμοι
ἐς κουλεόν· εἰς τὴν ξιφοθήκην
ἐσκύζοντο· ἐμέμφοντο
ἐσκυθισμένης· κεκαρμένης
ἐσκύκληνται· διεσκεδασμένοι εἰσίν
ἐσκύλατο· διεσπάσατο
ἐσκύλευον· ἐγύμνουν τῶν ὅπλων
ἐσκύλευσεν· ἐρήμωσεν
ἐσκύλωσεν· ἀπὸ τοῦ σκῦλον, τὸ κεκαλύφθαι
ἐσλῶν· ἀγαθῶν
ἐσμασσόμενος· ἐμβαλλόμενος
ἐσματτευόμενον· ζητοῦντα, ἐρευνῶντα. κακοπαθοῦντα
ἐς μέσον· τὸ δίκαιον
ἐς Μενέλαον· εἰς Μενέλαον
ἐς μέσον ἀμφοτέροισι· μεσολαβήσατε τὸ πρᾶγμα ἢ τὴν δίκην
ἐς μέσον συνῄεσαν· εἰς τὸ φανερὸν ἀλλήλοις ὡμολόγησαν
ἐσμέν· ὑπάρχομεν
ἐσμιλευμένος· κατακεκομμένος
ἑσμός· ὄχλος. πλῆθος. συναθροισμός. κυρίως δὲ ἐπὶ μελισσῶν ἀθροίσμασιν
ἔσμιον· νόστιμον
ἐσμολίω· ἐξελεύσομαι
ἑσμός· ὄχλος πλῆθος Σ.
ἔσμυξα· ἔφθειρα
ἐσμυριγμέναι· μεμυρισμέναι
ἐσμυρνισμένον· διασμυρνισθέντα
ἐσμυρνισμένον· χρίσματα ἔχον. σμύρνης ἐνεστυμμένον
ἔσμωξεν· ἐπάταξεν, ἔπαισεν
ἔσο· γενοῦ
ἐς ὅ· ἐξ ὅσου
ἐσόβδην· εἰς ἐμφάνειαν
ἐς ὄλεθρον· εἰς Ἅιδην
ἐσόμεθα· βιώσομεν
ἐσομένους· γενησομένους
ἔσονται· γενήσονται
ἔσοπτρον· κάτοπτρον
ἐσόρα· βλέπε ἐσοπίσω· ὄπισθεν, ὀπίσω
ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν· ἐντὸς βέλους γενέσθαι
ἐς ὃ ἄν· μέχρις ὅτου. ἄχρι
ἐσοφισάμεθα· ἐτεχνασάμεθα
ἐσπάθα· ... τὸ μὲν γάρ ἐστι σπάθῃ καθυφαίνειν· τὸ δὲ διαφορεῖν τὰ οἰκεῖα. ἔστιν οὖν διέφθειρεν. ἢ ὕφαινεν, ἀπὸ τῆς σπάθης
ἐσπαθημένος· πεπυκνωμένος
ἐς πάνδοκον· εἰς τὸν πάντας δεχόμενον
ἐσπάραξαν· διέφθειραν
ἐσπαργάνωσε· περιετύλιξεν, ἔδησεν, ἔσφιγξε πρὸς τὴν ζώνην
ἐσπάργων· ἐν περιστάσει ἦσαν
ἐσπάρθαι· εὖ συγκεκρίσθαι
ἐσπάριξεν· ἔσπαιρεν
ἐσπάσατο· εἵλκυσεν
ἐσπασμένη· γεγυμνασμένη
ἕσπεο· ἠκολούθεις
ἐσπερέθοντο· ἔσπειρον
ἑσπέρια· δυτικὰ μέρη
Ἑσπερίδων μῆλα· ἐν Λακεδαιμόνι ἄβρωτά τινα μῆλα
ἑσπέριον ξένον· τὸν ἑσπέρας ἥκοντα
ἑσπέριος· ἕσπερος
ἐσπερξάμην· ἠπείλησα. ὠργίσθην
ἕσπερον κέλευθον· τὴν πρὸς ἑσπέραν ὁδόν
ἔς περ ὀπίσω· εἰς τὸ μέλλον
ἕσπερος· ὁ ἀστήρ «ἕσπερος, ὃς κάλλιστος»
ἔσπερχεν· ἤπειγεν. ἤλαυνεν
ἔσπετε· εἴπατε, ἐξηγεῖσθε. ἀκολουθεῖτε. ἱστορεῖτε. ἀκούσατε
ἕσπετο· ἠκολούθησεν
ἔσπευσεν· ἐτάχυνεν
ἐς Πηλῆʼ ἱκέτευσε· πρὸς Πηλέα ἀφίκετο
ἐσπινθεύετο· ἠξήροντο
ἐς πλησίον ἄλλον· εἰς ἄλλον τὸν ἐγγύς, πρὸς τὸν πλησίον
ἐς πόθʼ ἕρπες· πόθεν ἥκεις. Πάφιοι
ἑσπόμεθα· ἠκολουθήσαμεν
ἑσπόμενοι· ἀκολουθοῦντες
ἐσπωμένου· ἀποσπῶντος. ἁρπάζοντος
ἐσπόδηρεν· ἠσφάλισεν
ἐσπόζεται· ἐκτένισεν
ἐς πῦρ κορίζομεν· εἰς πῦρ ἐξαίνομεν
ἕσσας· καθίσας
ἑσσάμενος· ἐνδυσάμενος
ἕσσασθαι· περιβαλέσθαι
ἔσσι· ὑπάρχεις
ἕσσεν· ἐνέδυσεν. εἷσεν, ἐκάθισεν
ἔσσευαν· ἐδίωκον
ἐσσεύαται· ἔρχονται
ἐσσεύοντο· ἔτρεχον. ἐδίωκον. ὥρμων
ἔσσευται· ὥρμηται
ἐσσήν· βασιλεύς. ἡγεμών
ἐσσῆαι· ἐκχέαι
ἐσσείῃ· ἐκχεύσῃ
ἐσσήτιοι· μάντεις
ἔσσεται· γενήσεται
ἐσσεῖται· ἔσται
ἐσσίταλα· πρόσοδος. ἐμπολή
ἕσσο· ἐνεδέδυσο
ἑσσόν· ἱμάτιον
ἐσσοημένον· τεθορυβημένον. ὡρμημένον
ἐσσομένοις· μεταγενεστέροις
ἐσσοῦσθαι· ἐνηνέχθαι
ἐσσύμενον· προθυμούμενον
ἐσσυμένως· ταχέως. προθύμως. ἠπειγμένως
ἔσσυντο· ἐπορεύοντο. ὥρμων
ἔσσυτο· ὥρμησεν. ἔθανεν
ἐσσύτερον· ἰσχυρότερον
ἐσσυρευτόν· βλοσυρόν. δοκερόν
ἐσύλα· ἀφῄρει. ἐπονηρεύετο. ἐσκύλευεν. ἐγύμνου. ἐλάμβανεν
ἐσταθευμένος· ἠρέμα ὑπὸ πυρὸς ὠπτημένος. σταθεῦσαι γὰρ τὸ τῷ πυρὶ ἡσυχῆ χλιᾶναι κρέας ἢ ὁτιοῦν
ἕστα· ἐνδύματα
ἔσται· γενήσεται. ἢ μέχρι τέλους
ἔσται μήν· ἔσται δή
ἕστακε· κεῖται
ἐστάλαξεν· ἔσταξεν
ἕσταμεν· ἑστήκαμεν
ἐσταλμέναι· ἐστολισμέναι ἢ φοροῦσαι ...
ἐς τὰ λωπία· ἡ τῶν ἱματίων ἀγορά, ὑπὸ Ταραντίνων
ἐσταλάδατο· ἐστολισμένοι ἦσαν
ἐστάμενον· περίστειλον
ἔσταξεν· ἔῤῥανεν
εσταν· ἕως οὗ. ὅτε ἄν ἢ ἔστησαν
ἑσταότα· ἱστάμενον
ἑστᾶσιν· ἑστήκασιν
ἔστασαν· ἐδάνεισαν σταθμῷ
ἕστατο· ἐκάθητο
ἐστε· ὑμεῖς ὑπάρχετε ὀξυτόνως. βαρυτόνως δὲ γίνεσθε
ἐστείρωται· συνείληται. συνέστραπται
ἐστείλατο· ἔπεμψεν
ἔστειλα· ὁμοίως
ἐστείλαντο· συνέστειλαν. ἢ ἀπέστειλαν
ἔστελσεν· ἔστειλεν
ἐστέλλετο· ἡτοιμάζετο
ἐσταλμένον· ἐξεφθαρμένον
ἐστελεχώθη· ἐπάγη
ἐστεφάνωται· περιέχει
ἐστέφθαι· κεκοσμῆσθαι, ἐστεφανῶσθαι
ἔστη· στολή. Κύπριοι. ἠγέρθη, ἵστατο
ἐστηλίτευται· δεδημοσίευται
ἐστήλωτο· εἱστήκει
ἑστήξεται· σταθήσεται
ἐστηρίξαντο· ἐνήρεισαν
ἐστηρίσατο· ἐστερέωσεν
ἔστησαν· εἵλοντο
ἑστία· βωμός. ἢ οἰκία
ἑστιάθη· εὐωχήθη. εὐφράνθη
Ἑστίαια· ἡ πάλαι Παλλαντία ὀνομαζομένη
Ἑστίαι θύομεν· ἦσάν τινες θυσίαι, ἀφʼ ὧν οὐχ οἷόν τε ἦν μεταδοῦναι ἢ ἐξενεγκεῖν
ἑστιᾶν· τρέφειν. ἀριστίζειν
ἑστίασεν· ηὔφρανεν
ἑστίασις· εὐωχία. τροφή.
Ἑστίας χῶρος· μέρος τοῦ ἥπατος ἐν θυτικῇ
ἑστιατήρ· ὁ δοκιμαζόμενος
ἑστιατορία· εὐωχία
ἑστιάτωρ· ὁ δειπνίζων. ὁ εἰς εὐφροσύνην καὶ εὐωχίαν καλῶν . ἤγουν τροφεύς
ἐστίβακα· πεπάτηκα
ἑστιᾶχος· οἰκουρός. οἰκῶναξ. καὶ Ζεὺς παρʼ Ἴωσιν
ἔστιβεν· ἐπάλυνεν
ἐστιγμένην οἰκίαν· ὑποκειμένην χρεώσταις
Ἑστίη· πῦρ. καὶ ἡ γῆ. καὶ ἡ θεός
ἔστιν ἄρα· ἔστιν ὡς ἔοικεν
ἐστίχαται· ἔρχεται
ἔστιχον· ἐβάδιζον
ἐστιχόωντο· ἐπορεύοντο. ἠκολούθουν. εἵποντο στοιχηδόν
ἑστιώμενοι· ἐσθίοντες, εὐωχούμενοι
ἑστιῶν· ἀριστοποιῶν
ἑστιῶντος· ἀριστοποιοῦντος
ἕστο· περιβέβλητο
ἐστοιβασμένη· συγκειμένη σύνθεσις
ἔστʼ ὅκα· ἐνίοτε παρὰ Ταραντίνοις
ἐστόμφασα· ἠλαζονευσάμην· στόμφος γὰρ ἡ ἀλαζονεία
ἐστόν· ἐστίν, ὑπάρχετε, ἐστέ
ἐς τὸν λιμένα· εἰς τὸν λιμένα. Ἀριστοφάνης ἐν Βαβυλωνίοις . παρὰ τὴν παροιμίαν· Ἀττικὸς ἐς λιμένα. οἱ γὰρ Ἀθηναῖοι συντόνως ἤλαυνον καταπλέοντες διὰ τὸ θεωρεῖσθαι ὑπὸ τῶν ἐκ τῆς γῆς
ἕστορα· τὸ κοίλωμα τοῦ ἁρματίου, ἤτοι ζυγοῦ, ἔνθα ὁ τράχηλος τῶν ἵππων ἐντίθεται, ἢ τὸν πρὸ τοῦ κρίκου τοῦ ῥυμοῦ τόπον· οἱ δὲ κατὰ Ἀρίσταρχον τὸν πάσσαλον τὸν πεπηγότα περὶ ἄκρον τῶν ῥυμῶν, περὶ ὃν δεσμεῖται καὶ εἰλεῖται τὰ ζυγόδεσμα
ἐστόρεσαν· ἔστρωσαν
ἐστορέσθη. ἐστρώθη
ἐστόρχαζον· ἔκλειον
ἐστρέβλουν· ἐβασάνιζον
ἐστρατόωντο· ἐστρατοπεδεύοντο
ἔστυγμαι· κατεστύγνωμαι
ἔστυγεν· κατεπλάγη
ἔστυγον· ἔδεισαν. ἐμίσησαν. κατεστύγνασαν
ἐστυφέλιξε· διέσεισε. προεπηλάκισεν
ἐστω· γενέσθω. ἀίδιον ὑπάρχον, ὕπαρξις
ἕστωρ· σφήν. ἔμβολος. γόμφος. στῦλος, ἐν ᾧ ὁ ζυγὸς προσδεῖται
ἐσύλα· ἐγύμνου. ἀφῃρεῖτο
ἐσύλευον· ἐσκύλευον
ἐσφάδαζον· διηπόρουν. ἐφρόντιζον
ἐσφάλιξεν· ἔσφηλεν. ἔδησε. σφαλὸς γὰρ ὁ δεσμός
ἔσφαλτο· διημαρτήκει
ἐσφαράγιζον· ἐδόνουν. μετὰ ψόφου ἤχουν
ἐσφηκωμένον· ἐσφιγμένον
ἐσφήκωντο· ἐδέδεντο, ἐσφιγμένοι ἦσαν. συνεσφιγμένοι
ἔσφηλεν· σφαλῆναι ἐποίησεν. κατέβαλεν
ἐς φοινικίδα καταξῆναι· αἱματόῤῥυτον ποιῆσαι
ἐς Φρεάτου· ἕν τι τῶν ἀρχαίων δικαστηρίων Ἀθήνησιν ἐν Φρεάτου λεγόμενον, ἔνθα ἐκρίνοντο οἱ φυγάδες οἱ δράσαντες ἐν τῇ φυγῇ ἀκούσιον φόνον ἑστῶτες ἐπὶ πλοίου
ἔσφυται· εἰσπέμπεται
ἐσχάρα· βωμὸς ἰσόπεδος, οὐκ ἐκ λίθου ὑψούμενος. ἢ ἱστία . σιδηρᾶ φακαραῖα. τὸ πῦρ, καὶ ὁ τόπος αὐτοῦ. χυτρόπους ἢ πυρφόρον σκεῦος
ἐσχάραι· πυραί. ἐπὶ ἐδάφους ἀνθρακιαί καὶ αἱ τῶν γυναικῶν φύσεις. ἐξώστρας τετράγωνα
ἐσχαρίτην· ψωμίον ἐπὶ κλιβάνου
ἐσχάριον· κοῖλον θυμιατήριον
ἔσχαρος· ἰχθῦς
ἐσχαρίτης· ἄρτος ἔγκρυπτος
ἐσχατιά· ἄκρα, τὸ ἔσχατον μέρος χωρίου, τὸ συνάπτον τοῖς ὄρεσιν. ἐρημία
ἐσχατιή· ἐρημία. ἄκρα. τελευταία
ἔσχατον· ἐσώτατον. πρῶτον. τελευταῖον. ὕστερον, ὕστατον
ἔσχατος Μυσῶν· παροιμία, ἣν ἐξηγοῦνται οὕτως· Μετὰ τὰ Τρωϊκὰ λοιμοῦ καὶ ἀκαρπίας τὴν Ἑλλάδα κατασχόντων, μαντευομένων περὶ τούτων, χρῆσαι τὴν Πυθίαν ἐπὶ τὸν ἔσχατον Μυσῶν πλεῖν
ἐσχάτως· ὑπεραγόντως. ἄκρως
ἔσχεν· ἐπέσχεν
ἐσχεδιάζομεν· ἠγγίζομεν
ἐσχεδίασε· δυσχερές τι διέλυσεν. ἑτοίμως εἶπεν
ἔσχεθεν· κατέσχεν
ἐσχεθέτην· συνέσχον
ἔσχεν· ἐπέσχεν, κατέσχεν
ἐσχελύνασεν· ἐφλυάρησεν
ἐσχετλίαζεν· ἤλγει. ἐλίσσετο
ἔσχετο· κατεσχέθη. ἠκολούθει
ἐς χεῖρα· παραχρῆμα
ἔσχον· προσέσχον. κατήχθησαν
ἔσχοντο· κατεσχέθησαν. ἐπαύσαντο
ἔσω· ἐντός, ἔνδον
ἐσωληνευόμην· συμπεριεφερόμην
ἐσομματώσασθαι· εἰσηγήσασθαι
ἔσοπτρον· κάτοπτρον. καθρέπτην
ἐσωρῆαἱ· ὑπουργῆσαι τοὺς αὐτούς ...
ἔσωσεν· ἐῤῥύσατο, ἐλυτρώσατο
ἐτράβλιζον· ἔτρωγον
ἐτά· ἀληθῆ ἀγαθά
ἐτάζεσθαι· ἀριθμίζεσθαι. κρίνεσθαι. βασανίζεσθαι
ἔται· ἑταῖροι. συνήθεις. πολῖται. δημόται. φίλοι. ἐπίκουροι
ἑταίρα· φίλη. πόρνη καὶ ἑταιρεύουσα
Ἑταίρας ἱερόν· τῆς Ἀφροδίτης Ἀθήνησιν. ἀπὸ τοῦ τὰς ἑταίρας καὶ τοὺς ἑταίρους συνάγειν
ἑταιρήσας· πορνεύσας
Ἑταιρεῖος· Ζεὺς ἐν Κρήτῃ
ἑταιρίζειν· συνεργεῖν
ἑταιρικῆς· πορνικῆς
ἑταιρικός· πρὸς ἑταίρας εὐφυής
ἑταιρίδων· πορνῶν
ἑταιρίσαιτο· συνεργὸν λάβοι
ἑταιρίστριαι· τριβάδες
ἑταῖροι· φίλοι· «κακά περ πάσχοντες ἑταῖροι». καὶ συνεργοί. ναῦται
ἑταῖρον· συνεργόν. φίλον παράνυμφον
ἑταῖρος· ὁ φίλος καὶ ἕταρος ὁ αὐτός
Ἐταιφίλη· ἡ Περσεφόνη
ἐτάθη· διέτριβεν. ἡπλώθη ἐκρεμάσθη
ἐταλαιπώρησα· ἐκακοπάθησα
ἐταλάνισα· τάλας, ἄθλιος· παρὰ τὸ ὑπομένειν τὰ ἀβούλητα. ἐθρήνησα
ἐτάλασας· ὑπέμεινας
ἐτάλασεν· ἐτόλμησεν. ὑπέμεινεν
ἔταμον· ἐποιησάμην
ἔταμνον· ὁμοίως
ε τανηλεγέος· μακροκοιμήτου
ἐτανόν· ἀληθῶς. σφόδρα
ἐτανταλίχθη· ἐσείσθη
ἐταντάλιζεν· ἔτρεμεν
ἐτανύσθη· ἐξετανύσθη, ἡπλώθη
ἐτάρβει· ἐδεδίει
ἑτάρη· φίλη ἑταίρα. συνεργός
ἑταρίσσαιτο· ἑταῖρος, συνεργὸς γένοιτο
ἐτάρπη· ἐπλήσθη, ἐκορέσθη
ἔτας· τοὺς κατʼ ἐπιγαμίαν οἰκείους. καὶ πολίτας
ἔτασιν· ἐξέτασιν ἢ βάσανον
ἐτασμός· ἐξέτασις. ἢ ὁ ἀριθμὸς παρὰ τοῖς Πυθαγορικοῖς
ἐταυτῶς· ἀληθῶς
ἔταφεν· ἐθαύμασεν. ἐθάμβησεν
ἐτεα· ἔτη. ἀγαθά. ἀληθῆ
ἐτεὰ τύχη· ἀγαθὴ τύχη
ἐτεαὶ τύχαι· ἀληθεῖς τύχαι
ἐτεθήλει· ἔθαλλεν
ἐτεθήπεα· ἐξεπλάγην. ἐθαύμασα
ἐτεθήπει· ἐξεπέπληκτο. ἐτεθαυμάκει
ἔτεια· ἐπέτεια. νέα
ἔτειον· τὸ κατʼ ἔτος, ἐτήσιον
ἔτειρε· κατεπόνει. ἠνία
ἐτεκμήραντο· ἐπὶ τέλος ἤγαγον
ἐτεκμηρίωσεν· ἐβεβαίωσεν
ἐτεκνώθη· τέκνον ἔσχεν
ἐτεκτήνατο· κατεσκεύασεν
ἐτεκτόνουν· κατεσκεύαζον οἱ τέκτονες
ἐτέλεθεν· ἐγένετο
ἐτέλει· ἐτέτακτο
ἐτελείετο· συνετελεῖτο
ἐτελέσθη· ἐγένετο
ἐτελέσθησαν· μετέσχον. ἐκοινώνησαν
ἐτέλεσεν· ἔλαβεν. ἐπλήρωσεν
ἔτελλεν· ἔλεγεν. ἐπέτασσεν, προσέταττεν
ἐτελεσιούργει· ἐτελείου. ἔτελλεν
ἐτέλει· ἐλάμβανεν. ἐπλήρου
ἐτελίς· χρύσοφρυς ὁ ἰχθῦς
ἔτεμεν· ἤμελγεν
Ἐτεοβουτάδαι· γένος Ἀθήνησι πάνυ λαμπρόν
Ἐτεόκρητες· οἱ αὐτόχθονες
ἐτεόν· ἀληθές. ἐπέτειον. ἢ νέον. πρόσφατον
ἐτεοδμώων· τῶν εὖ καὶ γνησίως δουλευόντων
ἑτεραλκέα δῆμον· τοῖς ἑτέροις τὴν ἀλκὴν διδοῦντα. ἢ τὸν παρεχόμενον ὄχλον εἰς βοήθειαν
ἑτεραλκέα νίκην· ἑτεροκλινῆ, ἑτερορρεπῆ. τὴν τοῖς προτέροις νενικημένοις ἀλκὴν περιποιοῦσαν
ἑτερεγκεφαλᾶν· παραφρονεῖν
ἑτερήμεροι· διηλλαγμένοι. παρʼ ἡμέραν ζῶντες
ἑτερήμερος· ὁ μίαν παρὰ μίαν ἡμέραν ...
ἑτερήρυσμος· οἶος, μονότροπος
ἑτερήρεα· ἀμφίβολα
ἑτερόκλιτον· ἐφʼ ἑτέρῳ κείμενον κανόνι. ἑτέρωθεν κεκλιμένοι καὶ οὐ συνέχοντες
ἑτερόγναθος· σκληρόστομος. ἀπειθής. ἐπὶ τῶν ἵππων
ἑτερόζυγοι· οἱ μὴ συζυγοῦντες
ἑτερογενές· ἀλλογενές, ἀλλόφυλον
… ἑτερόδοξος· ὁ αἱρετικός
ἑτεροδοξία· τὸ ἄλλως δοξάζειν ἤπερ ἔχει ἡ ἀλήθεια
ἑτερόθρουν· ἀλλόφυλον
ἑτεροῖον· ἀλλοῖον
ἑτεροίως· ἄλλως πως
ἑτεροκλινές· πλάγιον. καταρρεπές
Ἐτεοκληείης· τοῦ Ἐτεοκλέους
ἕτερον· ἄλλον. ἢ ἀλλοῖον. ἢ ἓν τῶν δυοῖν. ἢ ἀριστερόν. νέον. δεύτερον
ἑτερομάσχαλος· χιτὼν δουλικὸς ἐργατικός· ἀπὸ τοῦ τὴν ἑτέραν μασχάλην ἔχειν ἐῤῥαμμένην
ἕτερον πόδα· τὸν ἕνα πόδα τὸν εὐώνυμον
ἑτερορεπές· ἐπὶ τὸ ἕτερον ῥέπον καὶ βαροῦν
ἑτερόρυσμα· ἀνόμοια
ἑτερομόλιος δίκη· εἰς ἣν ἀντίδικοι οὐκ ἦλθον
ἑτέρωσε· εἰς τὸ ἕτερον μέρος
ἑτερόστοιχα· ἀσύμφωνα
ἑτερουατίδα· τρυβλίον μόνωτον
ἑτερόφθαλμος· μονόφθαλμος
ἑτεροφυές· ἀλλοφυές
ἑτερόφυλος· ἀλλόφυλος
ἐτέρσατο· ἐξηράνθη
ἔτερσεν· ἐφόβησεν
ἐτέρσετο· ἐξηραίνετο
ἑτέρωθεν· ἀλλαχόθεν. ἐκ τοῦ ἐναντίου
ἑτερώνιον· ὡσαύτως ἑτέρωθεν, ἀλλαχόθεν,
ἑτέρωσε· εἰς τὸ ἕτερον μέρος
ἐτέταλτο· ἐντεταλμένον ἦν, ἐπετέτραπτο
ἔτετμε· κατέλαβεν εὗρεν
ἐτετάχατο· τεταγμένοι ἦσαν
ἐτετεύχατο· πεποιημένοι ἦσαν
ἐτέτυκτο· κατεσκεύαστο. ἦν
ἐτέτυξο· ἐτύγχανες
ἐτήτυμον· ἀληθές. ἢ ἀληθῶς
ἐτεύξατο· ἔτυχε. κατεσκεύασεν
ἔτευξε· τὸ αὐτό
ἔτευχεν· ἐποίει
ἐτέφρισεν· ἐνέπρησεν
ἐτεωνεῖ· ἀληθεύει
ἐτεώνια· ἀληθῆ
Ἐτεωνός· πόλις Βοιωτίας
ἔτη· χρόνοι
ἐτήσιον· κατʼ ἔτος γινόμενον
ἐτήτυμος· ἀληθής
ἐτητύμως· ἀληθῶς
ἔτι· πάλιν. ἀκμήν
ἓ ταρχύσωσιν· αὐτὸν θάψωσιν
ἐτισεν· ἐτίμησεν
ἐτιθηνήσατο· ἔθρεψεν
ἐτιθήνευσεν· ἐτρόφησεν. ἐτιθηνήσατο
ἐτιμησάμην· τιμῆς ἄξιον ἡγησάμην
ἐτιμογράφησεν· ἐγγράφως καὶ ὡρισμένως αὐτοὺς ἐζημίωσεν
ἐτίναξεν· διέσεισεν
ἐτίομεν· ἐτιμῶμεν
ἔτισας· ἐτίμησας
ἐτίσατο· ἐτιμωρήσατο
ἐτίταινεν· ἔτεινεν. εἷλκεν
ἐτιτίει· ἐτίμα
ἐτιτρωσκόμεθα· ἐβαλλόμεθα
ἐτήτυμα· ἀληθῆ. ἢ ἀλλαχοῦ ...
ἔτλης· ὑπέμεινας
ἔτμαγον. ἔτεμον
ἔτμηξεν· διεῖλεν. διεσκέδασεν
ἐτνήρυσις· ἔπαιξεν Ἀριστοφάνης, ἀντὶ τοῦ φάναι τὴν σανίδα τὴν ἐτνήρυσιν εἰπών· παρὰ τὸ ἔτνος. ἔστι δὲ ἐτνήρυσις ...
ἐτνίτας ἄρτος· οὕτως ὁ λεκιθίτας
ἔτνος· ἐρεγμός. ἕψημα ἀθηρῶδες καὶ εἶδος ὀσπρίου.
ἕτοιμος· εὔτροπος. ηὐτρεπισμένος. ταχύς
ἐτονθόρυζον· ἐψιθύριζον
ἐτόπαζον· ὑπενόουν. ὑπώπτευον
ἔτορεν· ἔτρησεν. ἔτρωσεν. διέτρησεν
ἔτος· ἐνιαυτός
ἐτός· μάτην
ἔτουσα· σταλαγμός
ἔτραπεν· παρέτρεψεν ἀλλαχόσε
ἔτραπεν· ἐνίκα
ἐτράπετο· ἐτρέπετο
ἔτρεψεν· ἐπέτρεψεν. ἠπάτησεν. παρέτρεψε Ἀρχίλοχος
ἔτρεμεν· ἐφοβήθη
ἔτριβον· κατανήλισκον
ἐτριακάδιξεν· εἰς τριακάδας ἐνέγραψε. Σικελοί
ἐτρέψατο· ἐφυγάδευσεν
ἐτρίβην· συνετρίβην
ἐτρόπωσεν· ἐνίκησεν, κατέβαλεν
ἐτροφοφόρησεν· ἔθρεψεν
ἐτρύγη· ἐξηράνθη, ἐπὶ λίμνης
ἐτρύφη· ἐκλάσθη. διέπεσεν
ἐτρύχοντο· ἐταλαιπώρησαν. κατεπονοῦντο
ἐτρώθη· ἐπλήγη
ἔτρωσεν· ἔβλαψεν. ἔφθειρεν
ἔττασαν· ἔστησαν
ἐττημένα· σεσησμένα
ἐττία· ἑστία
ἐττῶν· ἐκ τῶν
ἐτύγχανεν· ἐπετύγχανεν
ἐτύθη· ἐσφάγη
ετυκτο· ἐτύγχανεν
ἐτύλιξεν· ἐνείλησεν
ἐτυμᾶναι· σιτοποιῆσαι
ἐτυμβοχόησεν· ἔθαψεν
ἐτυμόδρυς· ἡ τὰς γλυκείας βαλάνους ἔχουσα
ἔτυμον· ἐτήτυμον, ἀληθές
ἐτυμώνιον· ἀληθές
ἐτύμως· ἀληθῶς
ἐτυμπανίσθησαν· ἐκρεμάσθησαν. ἐσφαιρίσθησαν
ἐτυρώθη· ἐσκληρύνθη
ἐτύφωσεν· ἐνέπρησεν
ἐτύχθη· ἐποιήθη. ἐγένετο. κατεσκευάσθη, ἐτελειώθη
ἐτύχθης· ἐγένου. καὶ τὰ ὅμοια
ἔτυψεν· ἔθιγεν
ἐτώσια· μάταια. ἄπρακτα.
εὖ· καλῶς. ἰσχυρῶς. δασέως δὲ αὐτοῦ. ἢ αὐτῆς
εὖα· ἐπευφημιασμὸς ληναϊκὸς καὶ μυστικός. καὶ ἔα
εὐαγγέλια· μηνύματα. κηρύγματα
Εὐάγγελος· ὁ Ἑρμῆς
εὐαγές· ἁγνόν. καθαρόν. εὐσεβές, ὅσιον. εὔοπτον. ἅγιον
εὐάγκαλον· εὐβάστακτον εὐπροσαγκάλιστον
εὐαγοῦς· ὁσιωτάτης
εὐάγωγον· εὐχερές. καλῶς, εὐκόλως ἀγόμενον
εὔαδεν· ἤρεσκεν. ἢ ἀρέσκει
εὐαές· εὔπνουν
εὐαεῖ· εὐκράτῳ
εὐάζει· θρηνεῖ, καλῶς ὑμνεῖ, ἐπιφθέγγεται
εὐαής· εὐήνεμος
εὐαίων· ἀγήρως. εὔμοιρος
εὐαλῶς· εὐχερῶς θηρώμενος
εὐαλδῆ· εὐαυξῆ
Εὐαλωσία· Δημήτηρ, ὅτι μεγάλας τὰς ἅλως ποιεῖ καὶ πληροῖ
εὐάλωτον· εὐθήρατον
εὐαμερία· θεοσημία
εὐάν· ὁ κισσός, ὑπὸ Ἰνδῶν
Εὐάνασσα· ἡ Δημήτηρ
εὐανδρείας· καλῆς ἰσχύος
εὐανδρία· πλῆθος νέων
εὐανδρίας ἀγών· ... βάραθρον οὕτως ἐκαλεῖτο ἐν τῇ Θεσπρωτίᾳ
εὐάνθεμον· ἠράνθεμον
εὖ ἂν ἔχοι· καλῶς ἂν ἔχοι
εὐάνιος· ὁ μηδενὶ ἀνιώμενος. πρᾷος. πειθήνιος
εὐάντητος· καλῶς ὑπαντῶν
εὐαπόδεικτος· φανερός
εὐάρεστον· πάνυ ἀρέσκοντα
εὐάρητος· ὄνειρος εὔτακτος
εὐαρχιῶ· ἀπάρξομαι
εὐαρχίσασθαι· ἀπάρξασθαι
Εὔας· Διόνυσος
εὐαφές· εὐμάλακτον
εὗ ἀφείδησεν· ἀφρόντισεν αὐταῖς ἰσχυρόν
εὐάσκεται· εὐωδεῖται
εὖ βεβηκότι· εὐσταθεῖ
Εὐβοίας μυχόν· τὸ ἐνδότατον τῆς Εὐβοίας
Εὐβοεύς· ὁ Παλαμήδης, ὁ πολλῶν εὑρετής· ἢ ἐπίφθονος
Εὐβοίης· ὄνομα τῆς Τυχίου μητρός
εὐβοϊκά· τὰ καστάνια
εὐβοσίης· εὐτροφίας
εὔβοτοι· εὔτροφοι. εὐανθεῖς
Εὐβουλεύς· ὁ Πλούτων παρὰ τοῖς πολλοῖς, ὁ δὲ Ζεὺς ἐν Κυρήνῃ
εὐβουλία· φρόνησις σύνεσις
εὔβουλος· φρόνιμος, συνετός
εὐγάλακτες· εὔτροφοι
εὔγαμος· ἐπίθετον Ἀθηναίων
εὖγε· καλῶς. ὁσίως
εὐγενής· ἐλεύθερος τῷ γένει
εὐγένιος· εὐγενής. καὶ εἶδος ἀμπέλου
εὐγενέστατος· εὐγενέστερος τῷ γένει
εὐγηρότατος· καλὸς γέρων
εὔγματα· καυχήματα
εὐγμένος· εὐξάμενος
εὐγνάπτοις· καλῶς κατεσκευασμένοις
εὖ γνοίης· εὖ μάθοις
εὐγνωμόνως· εὐδιαθέτως
εὐγνωμοσύνη· εὔνοια
εὔγνωστος· δῆλος, φανερός
εὐδαιμονεῖ· εὖ πράττει
εὐδαίμονες· θεῖοι. μακάριοι
εὐδαιμονία· πλοῦτος. μακαριότης, εὐτυχία
εὐδαιμονίζει· μακαρίζει
εὐδαίμων γῆ· ἔχουσα πλοῦτον, Ἀραβία
Εὐδαλαγῖνες· αἱ Χάριτες
εὐδάμας· εὐδάμαστος
Εὑδάνεμος· ἰθαγενεῖς παρὰ Ἀθηναίοις
εὖ δʼ ἀσπίδα θέσθω· εὐθετισάτω τὴν ἀσπίδα
εὖ δέ· καλῶς δέ
εὗδε· ἐκοιμήθη
εὐδαρκής· εὐόφθαλμος
εὐδείελον· εὔδηλον. εὖ πρὸς δείλην κείμενον, οἷον πρὸς δύσιν. εὐπεριόριστον
εὕδειν· καθεύδειν, κοιμᾶσθαι
εὐδείπνοις· θυσία τις παρὰ Ἀθηναίοις ἐπʼ Ἠριγόνης. καὶ αἱ τοῖς νεκροῖς ἐπιφερόμεναι σπονδαί, ἤγουν χοαί
εὕδεις· κοιμᾶσαι
εὕδῃσι· ἡσυχάζῃ
εὔδια· εἰρηνικά
εὐδιάβολον· διαβολῆς ἄξιον
εὐδίαιον· τὸ γυναικεῖον μόριον· ἀπὸ τῶν ἐν τοῖς πλοίοις γινομένων τρημάτων διὰ τοὺς ὄμβρους. οἱ δὲ τὸν βρόχον ... ἢ τὸν χείμαρρον εὐφημιζόμενοι
εὐδιάλλακτος· ταχέως καὶ καλῶς διαλλαττόμενος
εὐδικίας· δικαιοπραγίας. δικαιοσύνας
εὐδινά· πραέα. κατεσταλμένα
εὔδιον· ὃν ἡμεῖς σκεπεινὸν τόπον
εὐδιόωσαν· γαληνιῶσαν
εὔδμητον· εὖ κατασκευασμένον. εὖ ᾠκοδομημένον
εὐδόκησαν· ἐβούλοντο, ἠθέλησαν. ἠγάπησαν
εὐδοκία· παρὰ τὸ καλῶς καὶ εὖ δεδόχθαι προσαγορεύεται
εὐδοκιμεῖ· χρησιμεύει
εὗδον. ἐκοιμῶντο, ἐκάθευδον
εὕδοντι δʼ αἱρεῖ πρωκτός· παροιμία ἀπὸ τῆς εὕδοντι κύρτος αἱρεῖ. λέγουσι δὲ ὅτι, ὅταν τοὺς κύρτους καθῶσιν, αὐτοὶ μὲν καθεύδουσιν, ὁ δὲ κύρτος αἱρεῖ τοὺς ἰχθῦς. Κρατῖνος Ἀρχιλόχοις
εὐδράνεια· ἰσχύς
εὐέδρως· εὐθέτως. βεβαίως
εὖ δρῶσι· καλῶς ποιοῦσιν
εὐδυκήμερος· εὔστοχος
Εὐδώρου σύλας· ἱερόσυλος ὁ Εὔδωρος
εὔεδνα· ἀγλαΐα
Εὐδωσώ· ἡ Ἀφροδίτη ἐν Συρακούσαις
εὐέθωκεν· εἴωθεν
εὐειδέα· εὔμορφα
εὐΐους· Διονυσιακούς
εὐείκαστος· εὔκολος εἰς τὸ εἰκασθῆναι
εὔεικτον· εὐπειθῆ
εὐεκτεῖ· εὐρωστεῖ. ὑγιαίνει
εὐεκτικῶς· σχετικῶς
εὖ εἱμένος· εὖ ἠμφιεσμένος
εὐέλιον· ἐλλιπὲς ἐν ἱερείῳ
εὐείρῳ· εὐπόκῳ
Εὐελίδης· αὐθάδης. καὶ ὁ Ζεὺς ἐν Κύπρῳ
εὐελιέστερα· εὐάγωγος
εὔελον· εὐήλιον
εὐέμπτωτος· εὐχερῶς πίπτων
εὖ ἐντύνασα· εὖ κοσμήσασα
εὐεξία· ὑγίεια. εὐφυΐα
εὔεξος· εὐφυής
εὐεπής· εὔλαλος
εὐεπιβούλευτος· ῥᾳδίως καὶ εὐχερῶς ἐπιβουλευόμενος
εὐεπίγνωστος· εὐκατάληπτος
εὐεργέα· καλῶς κατασκευασμένα
Εὐεργεσία· Ἥρα ἐν Ἄργει
εὐεργέος· εὖ εἰργασμένου
εὐεργέτης· ἀγαθοποιός. ἢ Διονύσου ἐπίθετον
εὐεργία· τορύνη. εὐπιστία
εὐερκείας· ἀσφαλείας
εὐερκέος· εὐστίχου. εὐπεριβόλου
εὐερκές· ἀσφαλές
εὐερμία· εὐτυχία. ἔμπαλιν δὲ δυσερμία ἡ δυστυχία
εὐερμής· εὐτυχής
εὐερνές· εὐθαλές, καλῶς βλαστῆσαν
εὐερνέστατα· εὐστελεχῆ
εὐερνεῖς· καλῶς βλαστάνοντες
εὐερνής· εὐμήκης
εὐεστώ· εὐθηνία· ἀπὸ τοῦ εὖ εἶναι. καὶ εὐδαιμονία· ἀπὸ τοῦ εὖ ἑστάναι τὸν οἶκον. ἢ ἀπὸ τοῦ δαψιλεῖν τὰ πρὸς τὸ ἐσθίειν. εὐετηρία
εὐετηρία· εὐθηνία. καλὸς ἐνιαυτός. ἢ καλῶς διακεῖσθαι . καλοκαιρία
εὔζηλος· ἐπὶ καλῷ ζηλουμένη
εὐζωΐα· καλὴ ζωή
εὐζωΐου· καλῆς ζωῆς
εὔζωνοι· εὔοπλοι ἔνοπλοι
εὐζώνοιο· καλῆς. ἀπὸ μέρους
εὔζωνος· εὔτοκος. καλή
εὐζώνως· εὐστόλως. μὴ ἔχων φορτίον
εὔζωρον· εὐκέραστον
εὐηγενέος· εὐγενοῦς
εὐηγενέων· εὐγενῶν. εὐδαιμόνων
εὐηγεσίη· εὐαρχία. εἰ μὲν δασέως παρὰ τὸ εὖ ἡγεῖσθαι· εἰ δὲ ψιλῶς εὐδαιμονίας. Ἠγὸν γὰρ τὸν εὐδαίμονα Ἴωνες λέγουσιν
εὐηγορεῖν· εὐλογεῖν
εὐηγορία· καλολογία. καλορρημοσύνη
εὐήθεια· μωρία, ἄνοια
εὔηθες· ἁπλοῦν. μωρόν, ἀνόητον. ἀσύνετον
εὐήθης· βλάξ. χρηστοήθης. ἀνόητος
εὐήθης γύη· καλὰς ὑπʼ αὐτὸ ἔχουσα διατριβάς
εὐήθως· ἀνοήτως
εὐήκεος· τῆς καλῶς ἠκονημένης
εὔηκες· ὀξύ. εὐεκτοῦν. εὖ ἠκονημένον. ἀκμάζον. εὐρωστοῦν. εὔπλευρον
εὐηκέστατοι· εὖ ἥκοντες
εὐήκης· ἀκμάζουσα. εὐεκτοῦσα.
εὖ ἥκων· πλουτῶν. εὖ πράττων. σῳζόμενος. εὐδαίμων
εὐηλάκατος· περὶ βέλη ἢ ἔργα εὐπρεπής
εὐήλατον· καλῶς ἐληλαμένον, ἢ ἐλαυνόμενον
εὐήλατος· ὁ πεδεινὸς καὶ εὐάροτος χῶρος. εὐέλατος
εὐημερία· εὐδαιμονία
εὐημονία· ἐμπειρία ...
Εὐηνίνης· Εὐήνου θυγατρός
εὐήνιον· καλῶς ἡνιοχούμενον. ἐπὶ μηδενὶ ἀνιώμενον, πρᾷον
εὐηνέμους· εὐδινούς. καλούς. ἀχειμάστους
εὐήνορα· ἀγαθά. λαμπρά. ὀνήσιμα
εὐήνορα χαλκόν· τὸν εὖ εἰς ἀνδρείαν διατιθέντα ἐν τῷ καθοπλίζεσθαι. εὐόρατον. καλόν. λαμπρόν, στίλβοντα
Εὔηνος· ποταμὸς Αἰτωλίας
εὐήνυτα· εὐκατόρθωτα
εὐηπελεῖς· πρᾷοι. εὐήνιοι
εὐηπελία· εὐθηνία. εὐεξία
εὐήρεας ἵππους· εὐαγώγους. καὶ εὖ ἡρμοσμένους
εὐῆρες· εὐέλαστον. εὖ πεποιημένον πρὸς τὸ ἐρέσσειν
εὐηργημένοι· τετορυνημένοι
εὐηρότατον· εὔδιον. καλὴ γῆ. εὐήροτον. εὔγειον
εὖ ἴσθι· καλῶς γίνωσκε
εὖ ἤσκηται· καλῶς κατεσκεύασται
εὐήτριον· εὐκοίλιον
εὐηφενέων· εὖ πλουτούντων
εὐηχές· εὔφωνον. εὔφημον
εὐήρεια· εὐχέρεια. εὔπλοια
εὐθαλέοντι· εὐδαιμονοῦντι
εὐθαλεῖς· εὐθησαυροφύλακες
εὐθεῖν· ἐλθεῖν
εὐθενεῖν· εὐπαθεῖν
εὐθενής· εὐπαθοῦσα. ἰσχυρά
εὔθῃ· ἥκῃ
εὐθέρα· μέρος τι τῆς νεώς
εὐθετίζει· εὖ διατίθησιν, ὀρθῶς
εὐθήμονα· εὔθετον. εὐσχήμονα
εὐθηνῶν· καὶ εὐδαιμονῶν, πλουτῶν
εὐθίκτως· εὐψηλαφήτως
εὔθραυστα· ἀσθενέστερα
εὐθρόοισιν· εὐήχοις
εὐθύ· ὀρθόν. ἁπλοῦν. ἐγγύς. παραχρῆμα. εἰς εὐθεῖαν
εὐθυβόλῳ· πλεομένῳ ἐξ εὐθείας
εὐθυβόλως· εὐστόχως. εὐσκόπως
εὐθύδημον· ἁπλοῦν δημότην. Εὐριπίδης Ἀντιόπῃ
εὐθυεπείαις· ὀρθολογίαις
εὐθύκαινα· ἡ σχοῖνος· διὰ τὸ εὐθέως κτείνειν. καὶ δύναται εἶναι εὐθύκταινα
εὐθυκρέων· παχύς
εὐθυκτέανον· εὖ πεφυκυῖαν, εἰς ὀρθόν
εὐθυμία· εὐθημοσύνη. ἀμεριμνία χαρά
εὔθυμον· ἁπλοῦν. εὔπνουν. εὐμενῆ. καλῶς διακείμενον
εὔθυμος· καλόψυχος. εὔψυχος
εὔθυνα· δικαία διόρθωσις. ἐξέτασις
εὐθῦναι· ἐξετάσαι. διορθῶσαι
εὐθύνας· τιμωρίας. δίκας. τὸ δοῦναι λόγον ἐφʼ ἑκάστῳ ἁμαρτήματι.
εὐθυνθῇ· δικασθῇ
εὐθύνει· διοικεῖ. ἐλέγχει. ζημιοῖ. κυβερνᾷ
εὐθύνοιτο· κρίνοιτο
εὐθύνιον· εὔτακτον. εὐπειθές
εὐθύνονται· κρίνονται. ἐρωτῶνται. δίκας εἰσπράττονται ἢ ἀπαιτοῦνται. ἢ ἡνιοχοῦνται
εὔθυνος· εὐθυντήρ. δικαστικός. χρεώστης. κυβερνήτης. διορθωτής
εὐθυντής· τὰ αὐτά. καὶ εὐθυντήρ
εὐθυντηρία· τὸ ἐν τῷ ἐδάφει σύμμαγμα ὑπὸ τῶν ἀρχιτεκτόνων. καὶ μέρος τι τῆς νεώς
εὐθύνω· τιμωροῦμαι
εὐθυρρήμων· ἑτοιμολόγος
εὐθύς· ἀντίον
εὐθύτριχας· ὀρθότριχας
εὐθυφερές· εἰς ὀρθὸν φερόμενον
εὐθὺ φέρεσθαι· ἐναντίον ὁρμᾶν
εὔϊα· δέδια
εὐϊάδες· ἄμπελοι
εὐϊσατία· εὐπιστία
εὔϊρον· πρόβατον μαλακόν
εὐΐλατος· ἵλεως
εὐϊλατεύειν· εὐμενῆ εἶναι
εὖ ἴσθι· καλῶς γνῶθι
εὐΐων· Διονυσιακῶν
εὐκαλεῖ· ἀτρεμίζει
εὐκαλεία· ἡσυχία. εὐκαμία
εὔκαλον· ὅσιον
εὐκατάπρηστον· εὔκαυστον, εὐχερῶς καιόμενον
εὐκατάτροχος· εὐκατάφορος
εὐκεάτοιο· ξηρᾶς
εὐκέατον· ξηράν. εὔσχιστον. εὔκαυστον
εὔκηλα· εὐπρεπῆ
εὐκηλήτειρα· ἡσυχάστρια
εὔκηλος· ἥσυχος. πρᾷος. σῶος. εὐόμιλος. στάσιμος.
εὐκλεᾶ· ἔνδοξον
εὐκηλία· ἡσυχία
εὔκλεια· εὐδοξία, ἐνδοξότης
εὐκληρία· εὐημερία. εὐτυχία.
ἐὺ κληῖσʼ ἀραρυῖα· εὔκλειστος καὶ ἀσφαλής
εὔκηλον δρυός· εὔσχιστον. εὔξυλον. εὔκαυστον
Εὐκλῆς· ὁ Ἅιδης. καὶ ὀνομαστός. καὶ εὐειδής
ἐϋκλειῶς· ἐπιφανῶς
Εὐκλέος· Διὸς ἱερὸν ἐν Μεγάροις καὶ ἐν Κορίνθῳ
εὔκυκλος· εὔχωρος
εὔκμητον· εὐπαγῆ
ἐυκνήμιδας· εὐόπλους ἢ εὔοπλοι ἀπὸ μέρους τῶν ὅπλων, ἤγουν τῶν κνημίδων
εὔκολος· εὐχερής. καὶ ὁ ἐναντίος τῷ δυσκόλῳ. καὶ Ἑρμῆς παρὰ Μεταποντίοις
εὐκολίδες· τῆς εὐκολίας ποιητικαί
εὐκομιδής· εὖ ἠγμένος. εὐκόμιστος, ἐν ἐπιμελείᾳ ...
εὐκόμιστος· ἐπιμελείας εὖ τετυχηκώς· κομιδὴ γὰρ ἡ ἐπιμέλεια
εὔκομοι· εὔτροφοι. καλλίκομοι
εὐκλεΐζεσθαι· ἐνδοξάζεσθαι
εὐκράς· εὐκέφαλος. εὔκρατος
εὐκρινές· εὐχερές. σαφές. εὐδιαίρετον
εὐκρινῆ· εὔκολα
εὐκρινής· ὁ ἐξ ἀῤῥωστίας ἀναλαμβάνων. καὶ ὁ νεκρός
εὐκταίως· ὑγιῶς
εὐκτάζου· εὔχου
εὐκταῖον· τὸ κατʼ εὐχὴν ἀποδιδόμενον
εὐκτιτόν· καλῶς κατεσκευασμένον, εὖ ἐκτισμένον
ἐυκτιμένη· εὖ οἰκουμένη
ἐυκτίμενον· εὖ οἰκούμενον
εὐκτόν· εὐχῆς ἄξιον
εὐκυβεῖν· ὅπερ νῦν εὐβολεῖν. Ἄμφις ἐν Γυναικομανίᾳ
εὐκύκλους· στρογγύλας
εὐλάβεια· σεμνότης
εὐλαβεῖσθαι· φυλάττεσθαι. φοβεῖσθαι
εὐλαβεῖτο· ἐφοβεῖτο. ἐφυλάσσετο
εὐλάζει· σαπριᾶι. σκωληκιᾶι
εὐλαί· οἱ ἐν τοῖς τραύμασι γινόμενοι σκώληκες
Εὐλοχία· Ἄρτεμις
εὐλάς· σκώληκας
εὐλῶν· σκωλήκων
εὐληματεῖ· λήματος καὶ ἀνδρείας εὖ ἔχει. Αἰσχύλος Κερκυόνι σατυρικῷ
εὐληνής· εὐέριος
εὔληρα· ἱμάντες, ἡνίαι. λέγεται παρὰ τὸ εἱλεῖσθαι ταῖς χερσίν
εὔληρον· ἱμάς
εὐληρωσίων· πληγῶν
εὔληπτον· εὐκόλως λαμβανόμενον
εὐληπτότερον· εὐχερέστερον
εὔλητο· ἐπέφυρτο. ἐτετάρακτο
εὐλογείτω· ἐπαινείτω
εὐλόγησεν· ὕμνησεν. εἴρηται δὲ παρὰ τῇ γραφῇ καὶ κατὰ ἀντίφρασιν ἀντὶ τοῦ ἐβλασφήμησεν
εὐλογιστία· εὐβουλία
εὐλύτρωσον· ἀπάλλαξον
εὐλογχεῖν· εὐμοιρεῖν
εὔλοφος· ῥᾴδιος. εὐχερής
εὔλωστοι· εὐυφεῖς
εὖ μάλα· καλῶς πάνυ
εὐμάρεια· εὐχέρεια ἡσυχία. ἀπόπατος
εὐμάριδες· εἶδος ὑποδήματος
εὐμαρές· εὐχερές. ὑγιές. ῥᾴδιον. ἀσφαλές
εὐμειλές· εὐμείλικτον
ἐυμελίω· τοῦ εὖ ποτε τῇ μελίᾳ χρησαμένου, οἷον πολεμικοῦ· μελία δὲ εἶδος δένδρου εὐθέτου εἰς δόρατος κατασκευήν. ἢ καλοῦ, ἀπὸ τῶν μελῶν τοῦ σώματος. ἢ εὐκτήμονος, πολυχρημάτου
εὐμενέσι· φίλοις
εὐμένεια· φιλία. διαλλαγή. συγχώρησις
εὐμενές· ἀγαθόν. σπουδαῖον
εὐμενέτειρα· εὐμενής
εὐμενέτῃσι· φίλοις. προσηνέσι. τοῖς οἰκείως ἔχουσι, καὶ ἰδίοις
εὐμενῶς· πρᾴως. ἱλαρῶς
ἐυμελίης· εὔοπλος, ἀπὸ τῆς μελίας
εὐμελίω· πολεμικοῦ
εὐμετάβλητον· ἀλλοπρόσαλλον
Εὐμενής· Ἀφροδίτη
εὐμεζέος· εὐφυοῦς τοῖς αἰδοίοις
εὐμείλιχοι· εὐμείλικτοι. εὐαφεῖς. μείλιχος γὰρ ὁ ἡδύς
εὐμερδής· εὔρωστος
εὐμολπία· εὐφωνία. εὐυμνία
Εὐμολπίδαι· οὕτως οἱ ἀπὸ Εὐμόλπου ἐκαλοῦντο, τοῦ πρώτου ἱεροφαντήσαντος. πολλοὶ δὲ γεγόνασιν ὁμώνυμοι Εὔμολποι
εὐμοίρησεν· εὐτύχησεν. ἐκληρώσατο
εὐμόχθων· τῶν ἐπʼ ἀγαθῷ ἱδρώτων
εὔμωλα· εὔθετα. εὔοπλα
εὔμωλος· ἀγαθὸς πολεμιστής. εὔοπλος
εὐμωλύτατον· ἁπαλόν. νεώτατον
εὐναί· ἄγκυραι «ἐκ δʼ εὐνὰς ἔβαλον» καὶ κοίτη
εὐναῖαι· αἱ ἄγκυραι, ἀπὸ τοῦ εὐνάζεσθαι αὐτάς. εὐναὶ ...
εὐναῖος· λαγώς. Σοφοκλῆς Δόλοψι. κατεπτηχώς
εὐνάς· κοίτας. ἢ ἀγκύρας
εὐναστήριον· συνοίκησιν
εὐνάτορα· κοιμώμενον
Εὐνεῖδαι· γένος ἀπὸ Εὔνεω κεκλημένον, τοῦ Ἰάσονος υἱοῦ, οἷον γένος ὀρχηστῶν καὶ κιθαριστῶν. ἐνταῦθα γὰρ ᾤκησαν οἱ ἀπόγονοι αὐτοῦ. οἱ δὲ γένος τι Ἀθήνησι κιθαριστῶν
εὖ ναιομένων· καλῶς οἰκουμένων
Εὔνεως· Ἰάσονος καὶ Ὑψιπύλης υἱός
εὐνή· κοίτη. στρωμνή, κλίνη. ἄγκυρα
εὐνηθέντας· κοιμηθέντας
εὐνηθῆναι· κοιμηθῆναι
εὐνήτης· ἀνήρ
ἐΰνητον· εὖ κατασκευασμένον
εὐνήτων· καλῶς νενησμένων
εὔνιδες· χῆραι
εὐνικές· εὐκρινές
εὐνίκμητον· εὐλίκμητον
εὐνίκῳ· εὐκρινεῖ. πολὺ νικώσῃ
εὖνις· ἐστερημένος. ὀρφανός. ἐνδεής
εὔνοια· φιλία
εὐνοϊκῶς· φιλικῶς
εὐνομουμένη· καλῷ, ἀγαθῷ νόμῳ διοικουμένη
Εὔνοστος· ἀγαλμάτιον εὐτελὲς ἐν τοῖς μυλῶσιν, ὃ δοκεῖ ἐφορᾶν τὸ ἐπίμετρον τῶν ἀλεύρων, ὅπερ λέγεται νόστος· ὡς Κεράων· ἀπὸ τοῦ κεράσαι
εὔνουν· συνετόν. ἢ γνήσιον φίλον
εὐνουχίαι· κάλαμοι
εὐνοῦχος· σπάδων, τομίας.
εὐνόως· προσηνῶς
εὖ νυ· ἀκριβῶς δέ
εὖνιν· ἐστερημένον
εὔξατο· ἐκαυχήσατο
εὔξεινος· εὐμενής. καὶ ὄνομα πελάγους
ἐϋξέστῃ· καλῶς ἐξεσμένῃ
εὔξοος· καλῶς ἐξεσμένος
εὔξουν· εὐποίητον
εὐοδία· εὐπραξία
εὔοδμος· εὐώδης
εὐόδμων· ἡδέων
εὔοδος· ἀγαθή
εὐοδώσει· κατευθυνεῖ
εὐοδωθῇ· ἑτοιμασθῇ
εὐοδῶται· προθύμως εἰς τὸ παρέχειν
εὑόμενοι· φλογιζόμενοι
εὔομφα ὀνόματα· ...
εὐόργητος· ὁ τῇ ὀργῇ εὖ χρώμενος
εὐοργία· εὐπειστία
εὐόργοις· «ὄχλος γὰρ οὐδὲν τοῖσιν εὐόργοισʼ ἔπος» νῦν ἐπὶ ψόγου, τοῖς μὴ ὀργιζομένοις ἐφʼ οἷς δεῖ, ἀλλὰ πάντα εὖ φέρουσιν. ἔσθʼ ὅτε δὲ ἐπὶ ἐγκωμίου
εὐωχεῖται· εὐφραίνεται
εὐόρμου· ἐπιτηδείου ...
εὐοχθεῖν· εὖ ἔχειν, εὐθυμεῖν. πλήρη εἶναι. εὐτροφεῖν· ὀχὴ γὰρ ἡ τροφή
εὐπαλές· ῥᾴδιον
εὐπαράφοροι· ἐξεστηκότες. ὅμοιοι
εὐπαθεῖν· εὐεργεῖν
εὐπαθείας· εὐθαρσίας
εὐπαθοῦντες· εὔρωστοι
εὐπαρακολούθητοι· ὀξεῖς εἰς τὰ πράγματα, καὶ οὐ νωχελεῖς
εὐπάρεδρον· καλῶς παραμένον
εὐπάροιστοι· εὐπαράγωγοι
εὐπάρυφα· καλῶς ὑφασμένα
εὐπάρυφος· ἀγαθοῦ πατρὸς θυγάτηρ ἢ υἱός
εὐπαρύφων· εὐμεταχειρίστων
εὐπατέρειαν· ἀγαθοῦ πατρὸς θυγατέρα
εὐπατρίδαι· αὐτόχθονες καὶ μὴ ἐπήλυδες
εὐπειθεῖς· πειθηνίους
εὐτειχῆ πάγον· πόλιν καλῶς τετειχισμένην, καὶ ἐν ὄρει κειμένην
εὐπέκτων· εὐπόκων
εὐπερίστατον· εὔκολον, εὐχερῆ
εὐπέταστον· πλατύ. εὐρίπιστον
εὐπετές· εὐχερές
εὐπετῶς· εὐχερῶς. ῥᾳδίως. εὐκόλως. εὐθέτως. ἀρτίως
εὐπηγής· εὖ τεθραμμένος. εὐπαγὴς τῷ σώματι
εὔπηκτος· εὐπαγής, καλῶς πεπηγμένη
εὐπινῆ· πεπινωμένον
ἐυπλοκαμῖδες· καλλιπλόκαμοι
εὔπλουτον κανοῦν· εὖ ἔχον πλούτου, διὰ τὰς ἐπʼ αὐτῷ ὀλάς. πλοῦτον γὰρ ἔλεγον τὴν ἐκ τῶν κριθῶν καὶ τῶν πυρῶν περιουσίαν· καὶ οὐλοχύτας τὰ κανᾶ, ἃ οἱ Δωριεῖς ὀλβάχνια
εὐποιοί· εὐποιητικοί. δίκαιοι
Εὐπορία· ἡ Ἄρτεμις ἐν Ῥόδῳ
εὐπόρητος· ὁ καλῶς διοικῶν
εὐπραγία· εὐποιΐα
εὐπότμως· εὐτυχῶς
εὖ πράσσειν· εὖ πράττειν, εὐτυχεῖν
εὐπρέμνοις· εὐστελεχέσιν
εὐπρέπεια· εὐμορφία
εὐπρεπῶς· εὐκόσμως
εὔπρηκτον· ἐξεργαστικόν
ἐῢ πρήσσεσκον· ὑπηρέτουν
εὔπρηστον· εὐφύσητον
εὔπρῳρον· εὐπρόσωπον. εὐκέφαλον
εὐπρόσιτοι· εὐχερεῖς. εὐπρόσδεκτοι
εὐπρόσιτος· ᾧ τις εὐκόλως προσέρχεται· ἀπρόσιτος δέ, ᾧ ἀμήχανον προσελθεῖν
εὐπροσφθέγκτους· εὐήχους
Εὐπυρίδαι· δῆμος καὶ τόπος Ἀθήνησιν
εὔπωνος ὄμβρος· εὔποτος
εὐραί· πλῆμναι
εὔπυργον· εὖ τετειχισμένην
εὔπωλον· καλοὺς πώλους ἔχουσαν
εὐράξ· ἐκ πλαγίου ἐκ δεξιῶν
εὐρεῖα· μεγάλη. πλατεῖα
ἐυρεῖος· καλῶς ῥέοντος, μεγάλως
ἐυρείταο· τοῦ καλῶς ῥέοντος
εὑρεσιεπίαις· εὑρεσιλογίαις ἐτυμολογίαις
εὑρεσίλογος· φλύαρος
εὕρημα· ἐπιτυχία. ἐπινόημα
εὑρήματα· βουλεύματα. ἢ τὰ ἐν τοῖς μετάλλοις εὑρισκόμενα
εὔρημον· καλλιεπές
εὑρήσει· λοιδορήσει
εὑρητοῖς· τοῖς ἀτιμασθεῖσιν
εὐρίζων· πλατύνων
εὐρίζων ἀγαλλιάματι· καλὰς ῥίζας ἔχοντι καὶ χαροποιούς
εὔρινος· εὔπνους
εὐρινοτάτην· εὐοσφραντικωτάτην
Εὐρίπιος· Ποσειδῶν
εὔριπος· θαλάσσιος τόπος πολύχροος τὸ πλάτος τῆς μεσότητος τῶν ὑδάτων. ἢ ὁ εὐχερῶς μεταβαλλόμενος
εὐρίπους· δοχὰς ὑδάτων
εὐροῖ· τράπεζα ἐπιμήκης, ἐν τοῖς σκήδεσι παρατιθεμένη
εὖρος· πλάτος. καὶ ἄνεμος· ἀπηλιώτης
εὔροος· ἰσχυρῶς ῥέων
εὔροον· καλῶς ῥέοντα
εὐρύ· μεγάλως. πλατέως
εὐρυάγυια· μεγάλη καὶ πλατεῖα ῥύμη πλατυάμφοδον
Εὐρύαλος· ὁ Ἀπόλλων
Εὐρυάνασσα· ἡ Ἥβη.
Εὐρυβάλινδος· ὁ Διόνυσος
Εὐρυβάτης· πανοῦργος, ἀπατεών, κέρκωψ
Εὐρυβάτου πρᾶγμα· δεινός τις ἦν ἄνθρωπος ὁ Εὐρυβάτης
Εὐρυθίωνι· τάφος ἐπʼ Εὐρυθίωνι. καὶ ἑορτὴ Δήμητρος. καὶ παιγμάτια ἐν τοῖς σκοτοταρίοις
Εὐρυκλῆς· ὁ ἐνγαστρίμυθος. ἦν δὲ γένος μάντεων, οὓς ὁμωνύμως Εὐρυκλεῖς ἔλεγον
εὐρυκόας· μεγαλόνους. μέγα ἰσχύων. εὐήκοος. εὔνομος. εὔτονος. εὐμενής
εὐρυκόωσα· εὐρυνόμος. ἢ πολυάστερος νύξ. ἢ μεγάλη. ἢ πολλὰ κοιλώματα ἔχουσα· κώους γὰρ οἱ ἀρχαῖοι τὰ κοιλώματα ἔλεγον
εὐρυκρείων· μεγάλως βασιλεύων
Εὐρυμᾶς· Ὠλένιος τὸ γένος, διάβολος δέ, ὅθεν ἀνῃρέθη ὑπὸ Πολυδεύκους. κεῖται ἡ ἱστορία παρὰ Φερεκύδῃ
Εὐρυμέδων· ὁ Περσεύς. ἢ Ποσειδῶν. ἢ ἀετός. καὶ Ἑρμῆς
εὐρύ· πλατύ. μέγα
εὔρυναν· πλατύτερον ἐποίησαν
εὐρύνειν· αὔξειν.
Εὐρυόδεια· μεγαλάμφοδος. καὶ ἡ Δημήτηρ οὕτως ἐν Σκαρφίᾳ. καὶ ἡ γῆ
εὐρυοδείης· ὁμοίως
εὐρυμέτωπον· πλατυμέτωπον
εὐρυπόροιο· πλατεῖς πόρους ἐχούσης, ἢ μεγάλους
εὐρυπυλές· μεγαλόπυλον
εὐρυπύλω· πλατείας ἔχοντος πύλας
εὐρυσάκης· ὁ μεγάλην ἔχων ἀσπίδα καὶ γενναῖος
εὐρυσθενέα· μεγάλως ἰσχύοντα
εὐρυσθενές· μεγάλως ἰσχύον, μεγαλοδύναμον, μεγαλοσθενές
Εὐρυσθεύς· Σθενέλου καὶ Νικίππης υἱός
εὐρύστερνος· ὁ μεγάλα στήθη ἔχων. καὶ συνετός
εὐρυτέρα· πλατυτέρα
εὐρύχωρον· μεγάλως πολύχωρον
εὐρώεντα· πλατέα. ἀναπεπταμένα. σκοτεινά . καὶ ἃ περὶ τοὺς ἄρτους γίνεται
εὐρώεντος· σκοτεινοῦ, ἀπὸ τοῦ εὐρῶτος
εὐρύοπα· μεγαλόφθαλμον. ἢ μεγαλόφωνον. ἢ τὸν μεγάλως ἐφορῶντα. οἱ δὲ τὸν μεγάλους ἤχους ἀποτελοῦντα διὰ τῶν βροντῶν
εὐρωΐαν· εὐεξίαν. ὑγείαν
Εὐρωπία· ἡ Ἥρα
Εὐρώπη· χώρα τῆς δύσεως. ἢ σκοτεινή
εὐρῶπις· ἡ πατρίς
εὐρωπόν· σκοτεινόν. πλατύ
εὐρωστίαν· ῥῶσιν. ὑγείαν
εὐρώστως· ὑγιῶς. ἰσχυρῶς
Εὐρώτας· ποταμός
εὐρωτίαν· ἰόν. μελανίαν
εὐρωτιῶν· ἠφανισμένος. ἐκ μεταφορᾶς τῶν ἄρτων, ὅταν ἄζυμοι ὄντες χρονίσωσιν, ἢ ὑγροὶ τῷ ἡλίῳ καὶ μὴ ξηρανθέντες
εὐρωτιῶντες· σαπέντες
ἐΰς· ἀγαθός, καλός μέγας. εὐτυχής
εὖσαι· καῦσαι
εὔσαμα· ἀναφώνημα εὐαστικόν, καὶ βακχικὸν ἐπίφθεγμα. καὶ γὰρ τὸ βακχεύειν εὐάζειν, καὶ σαβαῖοι βακχεύοντες
εὕσανα· χύτρα. ὄρυγμα, ἐν ᾧ τοὺς ὗς βυθίζουσι. καὶ τὰ ἐγκαύματα
εὐσέληνος· εὐφεγγής
εὐσέλανον Διὸς οἶκον· ἤτοι παρὰ τὸ σέλας, ἢ παρὰ τὴν σελήνην· ἵνα ᾖ ἀπὸ μέρους ἔναστρον
εὔσελμος· εὔζυγος
ἐϋσέλμοιο· εὐκώπου. εὐκαθέδρου. εὐσανιδώτου
ἐϋσέλμου· ὁμοίως
ἐϋσέλμων· τὰ αὐτά
εὗσεν· ἐμάδισεν
εὔσημον· εὔδηλον, φανερόν
εὐσθένεια· δύναμις
εὔσκαιροι· ταχεῖς
ἐΰσκαρθμοι· εὔποδες, εὐκίνητοι, ταχεῖς· σκαρθμὸς γὰρ ἡ κίνησις, τὸ δὲ σκαίρειν τὸ κινεῖσθαι
εὔσκοπος· ἄνετος
εὔσμακτον· εὔχαρι
εὐσμερδής· εὔρωστος
εὐσμίλωτα· εὖ κατασκευασμένα· ἀπὸ τῆς λατυπικῆς σμίλης. δύναται δὲ καὶ τὰ σμιλάκινα εὔβαφα
εὔσοια· εὐθηνία· σωτηρία
εὔσοοι· ἀσφαλῶς σῳζόμενοι
εὕσοντας· ἐκδέροντας
εὔσους· ὁ διευτυχῶν. καὶ ἥρως ἐγχώριος. καὶ εὐκίνητος. εὐφόρος
εὐσπαλές· εὐσταλές
εὔσπλαγχνον· εὔκηλον
εὐσπάρτεος ἱστός· οὗ μήτε ἀραιὸς μήτε πυκνὸς ὁ στήμων τυγχάνει
εὔσπολον· εὐείμονα. εὐσταλέα
εὐσταλεῖ· ἀτρεμεῖ
εὐστάθεια· παγιότης. τὸ ἐρηρεισμένον
εὐσταθειῶν· ἡδονῶν
ἐϋσταθέος· καλῶς βεβηκότος. εὐποιήτου
εὐσταθής· βέβαιος
εὐσταθήσουσιν· ἡσυχάσουσιν
εὐσταθῶς· ἑδραίως. καλῶς ἑστώς
εὐσταλεῖς· καλῶς ἐσταλμένους
εὐσταλής· καλῶς ἐστολισμένος
εὐσταλέσιν· εὐσχήμονα γὰρ ἐστολισμένα
εὐστείλεον· καλὴν λαβὴν ἔχουσαν
εὐστέφανος· εὐκέφαλος. εὔκοσμος· γυναικεῖος γὰρ κόσμος ἡ στεφάνη καὶ ἐπὶ πόλεως μεταφορικῶς εὔπυργος, εὔτειχος. καλὸν στέφανον ἔχων
εὐστιβές· καλῶς πεπατημένον. τετριμμένον
εὐστόν· τὸ σειόμενον
εὔστομον· ἀπὸ μέρους, εὐπρόσωπον
εὕστρα· βόθρος, ἐν ᾧ τοὺς ὗς εὕουσι. καὶ ὁ στάχυς, ὅταν μήπω πέπειρος ὢν ἀποφλογισθῇ
ἐϋστρέπτοισιν ἱμᾶσι· σειραῖς δερματίναις
ἐϋστρόφῳ· καλῶς ἐστραμμένῳ
εὐσύμβολον· εὐσυνάλλακτον
εὐσυναλλάκτως· εὐμεταδότως
εὐσύνοπτον· φανερόν, εὐθεώρητον, σαφές
εὔσφυρος· καλλίσφυρος. ἀπὸ μέρους, καλή
εὐσχήμονες· εὐσχημόνως καὶ εὖ σχήματα ἐν ὀρχήσει ποιοῦντες
εὐσχημόνως· εὐλαβῶς
εὐσχολῶ· σχολὴν ἄγω
εὐσωπία· ἡσυχία
εὔσωτρον· εὐκύλιστον· σωὴ γὰρ ἡ ἐφορμὴ καὶ φορά, ἧς εἶδος ἡ κύλισις
ἐυσώτρου· εὐδρόμου
εὖτʼ ἄν· ὅταν. ὁπόταν
εὐταξία· εὐκοσμία
εὖτε· ἡνίκα, ὅτε. καὶ καλῶς
εὖτε κενοῖο· ὁπότε αὐτοῦ
εὐτέκμαρτον· καλῶς τυπούμενον
εὐτελές· ὀλίγης δαπάνης. καὶ σύντομον
εὐτελής· σύντομος· πολυτελὴς γὰρ ὁ πολλὴν σκευωρίαν ἔχων χρόνου καὶ ἀναλωμάτων
εὐτέλεια· ταπείνωσις. πενιχρότης
εὖτε πυκασθῇ· ὅτε σκεπασθῇ
εὖτέ τις· ὁπότε τις
εὐτεχνία· σοφία, σύνεσις
εὐτμαδιέων· εὐτυχημένων
ἐυτμήτοις· εὖ κατασκευασμένοις
εὐτονία· ἀνεξικακία καρτερία. ὑπομονή
εὔτονος· εὐμενής. γενναῖος
εὐτόνως· ἰσχυρῶς. ἐλαφρῶς
εὐτραπελία· κουφότης. μωρολογία αἰσχρολογία
εὐτράπελος· γελοιώδης
εὐτρεπῆ· ἡτοιμασμένον
εὐτρεπής· ἕτοιμος. δίκαιος
Εὔτρη· πόλις Ἀρκαδίας
Εὐτρηἵους· τοὺς ἀπὸ Εὔτρης, τῆς πόλεως τῆς Ἀρκαδίας. Δωρικῶς δὲ εἴρηκε Τηλεκλείδης. θέλει γὰρ εἰπεῖν Εὐτρησίους
ἐϋτρήτοισι· καλῶς τετρημένοις
εὐτρόσσεσθαι· ἐπιστρέφεσθαι. Πάφιοι
εὐτρόχαλον· εὔκυκλον. ταχινόν
εὐτυκάζου· εὔτυκον ἔχε, ἕτοιμον
εὐτυκές· εὐεργές. εὐχερές. εὐποίητον. ῥᾴδιον
εὐτυκῶς· ῥᾳδίως καὶ τὰ ὅμοια
εὐτυκίσων· εὐτυκῆ ποιήσων
Εὔυπνος· ὁ Ζεὺς παρὰ Δελφοῖς
εὐφάλαρα· λαμπρά
Εὐφάμιος· ὁ Ζεύς
εὐφάρμακον· εὔχροον
εὐφημίαν· σιωπήν. εὐλογίαν
εὐφεγγεῖς· λαμπρούς
εὖ φερόμενοι· εὐδοκιμοῦντες
εὔφημα· καλά. ἐπαινετά
εὐφημεῖ· καλὰ λαλεῖ, ἢ ἐπαινεῖ
εὐφημῆσαι· βοῆσαι μετʼ εὐφημίας
Εὔφημος· ὁ Ζεὺς ἐν Λέσβῳ
εὐφημοῦσι· στένουσι. κωκύουσι, κατὰ ἀντίφρασιν
εὐφήμως· ἡδέως
εὐφήμοις γόοις· δυσφήμοις, κατὰ ἀντίφρασιν. Αἰσχύλος Γλαύκῳ Ποτνιεῖ
εὔφλεκτα· εὐκαῆ ξύλα
εὐφορία· εὐθηνία. καλὸς ἐνιαυτός
εὐφορῶν· καλῶς φέρων
εὐφραδής· καλῶς φράζων Πάταικος ἐπιτραπέζιος
Εὐφράτης· ποταμός, παρὰ Ἰουδαίοις Ἐδδεκελ. καὶ ἰχθύς
εὐφρόνη· νὺξ καὶ εὐφροσύνη
εὐφρονέων· εὖ τὰς φρένας διακείμενος. φρόνιμος. χαίρων
εὐφροσύνη· εὐθυμία
εὔφρων· ἡδύς, αἰδέσιμος. ἱλαρός. καλόφρων
ἐϋφρονέων· καλῶς φρονῶν
εὐφυΐα· ὀξύτης. γνῶσις
εὐφυής· ὁ ἐξ ἑτοίμου λέγων, καὶ σκώπτων. μέτριος. σπουδαῖος. ὡραῖος. ἐπιεικής
εὐχάς· τάγματα
εὐχατῆσαι· ἐπικαυχήσασθαι
εὐχατότερον· πλουσιώτερον
εὔχεαι· καυχᾷ. αὐχεῖς. λέγεις
εὔχιλον· εὔτροφον. εὔχορτον
εὔχεο· ἐκαυχῶ. ηὔχου
εὐχερής· εὔκολος εὔστομος
εὐχέρεια· κουφότης
εὔχεσθαι· ἱκετεύειν. καυχᾶσθαι. αὐχεῖν. λέγειν
εὔχεται· καυχᾶται
εὐχετάασθαι· εὔχεσθαι
εὐχετίαζον· ηὔχοντο
εὐχήμονα· εὐχῆς ἄξιον
εὐχόμεθα· φαμέν
εὐχομένης· καυχωμένης
εὖχος· καύχημα. βούλησις. νίκη
εὔχους· χώνη. Σαλαμίνιοι
εὔχρηστος· χρήσιμος
εὐχωλή· εὐχή. καύχησις. θυσία. νίκη. τέρψις. χαρά
εὐχώλησεν· ἐχώλησεν
εὔψυχος· ἱλαρός
εὕω· καίω, φλογίζω
εὐώδεϊ· εὐόσμῳ
εὐωδία· εὐοσμία
εὔολον· συνετόν
εὔωνον· εὔπρατον, εὐαγόραστον. ἢ ὃ μὴ ἄξιον λόγου
Εὐώνυμον· ἀριστερόν. καὶ δῆμος φυλῆς τῆς Ἐρεχθηΐδος
εὐώνῳ· εὐτελεῖ
εὐῶπα· εὐόφθαλμον. φίλον
εὐῶπι· Οὖπις θεὰ παρθενικὴ ἐν Τροιζῆνι
εὐωρεῖ· παίζει
εὐωρεῖν· τὸ μηδενὸς ἔχειν λόγον, ἢ μηδενὸς φροντίζειν
εὐωρία· ὀλιγωρία, ἀμέλεια
εὐωριάζειν· ὀλιγωρεῖν, μὴ ἔχειν φροντίδα. παρακούειν
εὐώροιο· δικαίας
εὔωρος· καταφρονητικός. ἢ φροντιστής
εὔωρος· γῆ ἡ τὰ ὡραῖα ἔχουσα. ἢ ὥριος. ἢ ὀλίγωρος
εὔωρος γάμου· Σοφοκλῆς Ἔριδι. ἤτοι ὥριος. ἢ ὀλίγωρος. οὕτω γὰρ λέγουσι κατὰ ἀντίφρασιν· ὡς ὁ αὐτὸς ἐν Σκυρίοις χρῆται τῷ εὐωριάζειν
εὐωχηθέντα· εὐφρανθέντα
εὐωχία· εὐφροσύνη
ἐφαιδύνθησαν· ἱλαροὶ ἢ λαμπροὶ ἐγένοντο
ἐφαίνετο· ἔδοξεν
ἔφαλον· ἐπιθαλάσσιον βραχυθαλάσσιον
ἐφαλῶν· προσηλῶν
ἐφαλλόμενος· πηδήσας
ἐφάμην· ᾠήθην. ἔλεγον. ὑπέλαβον. ἐδόκουν
ἐφάμιλλον· ὅμοιον
ἔφαν· εἶπον
ἐφάπτεται· προσεγγίζει
ἔφανεν· ἔδειξεν, ἐφανέρωσεν
ἐφαπτίδας· πόρπας
ἐφαπτός· ὑπὸ θεοῦ κεχαρισμένος
ἐφάργνυσαν· ἔφραξαν
ἐφαρδμόν· ἀρδευτὸν πεδίον
ἐφατίξαντο· ἐψηφίσαντο
ἔφασαν· διηγοῦντο. ἔλεγον
ἔφασκεν· ἔλεγεν
ἐφάτισαν· εἶπον. διεφήμισαν
ἔφατο· εἶπεν
ἐφαύλιζον· εὐτέλιζον
ἐφαύλισα· ἀπέβαλον, φαῦλον ἡγησάμην
ἐφαύλισεν· ἀπεδοκίμασεν
ἐφʼ αὑτάς· πρὸς αὑτάς
ἐφάψαι· δῆσαι ἱμάντα
ἐφέασθεν· ἐγέλασαν. διεχύθησαν
ἐφʼ ἑαυτοῦ· καθʼ ἑαυτοῦ
ἐφέβοντο· ἔφευγον
ἐφεγρήσσων· ὁ ἀγρυπνῶν
ἐφεδές· ἐπίπεδον, ταπεινόν, χαμαί
ἐφεδέται· ἀρχή τις ἐν Σάμῳ
ἐφέδρα· πόα τις, ἣν καὶ ἵππουριν καλοῦσι. καὶ κίονος μέρος. καὶ οἱ γλουτοί. καὶ ὄργανα ἰατρικὰ εἰς καταρτισμούς
ἐφʼ ἕδρανα· ἐφʼ ὧν καθῆντο οἳ τὰς λύρας ἔχουσι. Φρύνιχος Ταντάλῳ
ἐφέδριζεν· ἐδιέσκευεν. ἔπαιζεν
ἐφεδρίζειν· παίζειν τὴν λεγομένην ἐφεδριασμὸν παιδιάν, ὅταν περιαγαγὼν τὰς χεῖράς τις κατὰ νώτου, ἐκ τῶν κατόπιν βαστάζῃ τὸν νικήσαντα. ταύτην δὲ τὴν παιδιὰν Ἀττικοὶ ἐν κοτύλῃ λέγουσιν· ἄλλοι δὲ ... τὴν συναφὴν τῶν χειρῶν, παρὰ τὸν κρίκον
ἐφεδρήσσων· παρακαθήμενος
ἐφεδριστῆρας· τοὺς ἐπικαθημένους ἐν τῇ εἰρημένῃ παιδιᾷ
ἔφεδροι· ἐπιτηροῦντες
ἔφεδρον· ὀστοῦν τι ἐν ἡμῖν
ἔφεδρος· ταβλιστὴς τρίτος. ἐνεδρεύων. καὶ ὁ ὑφʼ ἡμῶν ἐπίκληρος. καὶ δίφρος τις. καὶ ὁ ἐπιδίφριος χειροτέχνης
ἐφέζεται· ἐπικαθέζεται
ἐφεῖτο· ἐνετείλατο
ἐφείω· ἐπενέγκω. ἐπιβάλω
ἐφέλης· ἐπίαλτος
ἐφελγύνοντες· ἀλγύνοντες
ἐφέλκυσον· ἕλκυσον
ἐφέμεν· παρεῖναι
ἐφενάκιζον· ἐχλεύαζον
ἐφεπτᾶσθαι· ἐπακολουθῆσαι. Λάκωνες
ἐφέξει· σταθῇ. ἀποκαθέξει. παύσει
ἔφεξιν· χάριν. ἕνεκα. κώλυσιν. ἢ πρόφασιν
ἔφεξιν. ἐποχήν. πρόφασιν. Εὐριπίδης Πειρίθῳ .
ἐφέξω· πέμψω
ἐφέπειν· ἐπακολουθεῖν. ἐπιπορεύεσθαι
ἔφεπε· ἐφεῖπε. κατήπειγεν
ἐφέπεσκεν· εἷπεν. περιέτρεχεν
ἐφέπεσκον· ἐπεπορεύοντο
ἐφεπόμενοι· ἐπακολουθοῦντες
ἐφʼ ἑπταπόδην· ζυγὰ νεώς, ἢ θρόνον, ἢ ὑποπόδιον ἑπτὰ πόδας ἐπὶ δώδεκα
ἔφεπεν· ἐπεδίωκεν
ἐφέποντες· ἐπερχόμενοι. ἐπιδιώκοντες. ἐπιπορευόμενοι
ἔφερβεν· ἔτρεφεν
ἐφʼ ἕργμασιν· ἔργοις
ἔφερσεν· ἐκύησεν
ἔφες· ἄφες. ἐπιβαλοῦ. ἐπίπεμψον
ἐφέσει· ὀρέξει
ἐφέσεως· ἐπιθυμίας, ὀρέξεως
Ἐφέσια· ἀγὼν ἐν Ἐφέσῳ ἐπιφανής
Ἐφέσια γράμματα· ἦν μὲν πάλαι ςʹ, ὕστερον δὲ προσέθεσάν τινες ἀπατεῶνες καὶ ἄλλα. Φασὶ δὲ τῶν πρώτων τὰ ὀνόματα τάδε· ἄσκιον, κατάσκιον, λίξ, τετράξ, δαμναμενεύς, αἴσιον. Δηλοῖ δὲ τὸ μὲν ἄσκιον σκότος, τὸ δὲ κατάσκιον φῶς, τὸ δὲ λὶξ γῆ, τετρὰξ δὲ ἐνιαυτός, δαμναμενεὺς δὲ ἥλιος, αἴσιον δὲ ἀληθές. Ταῦτα οὖν ἱερά ἐστι καὶ ἅγια
ἐφέσασθαι· ἐπικαθῆσθαι
ἐφεσίαν· ἀντιποίησιν. ἐπιθυμίαν
ἐφέσιον· ἐγκλητεύσιμον
ἔφεσις· ἔκκλησις. ἐπιθυμία, ὄρεξις. καὶ ἡ ἐκ δικαστηρίου εἰς ἕτερον δικαστήριον μεταγωγή
ἐφεσπερεύεσθαι· ἑσπέρας ἐγρηγορέναι
ἐφεσπόμεθα· ἀκολουθοῦμεν
ἐφέσσατο· ἐπεβάλλετο
ἐφέσσαι· ἐπικαθίσαι τῇ νηΐ
ἐφέσσεσθαι· ἐφέζεσθαι, καθέζεσθαι
ἐφεστιασάμενος· εὐωχηθείς, εὐφρανθείς
ἐφέστιοι· ἔνοικοι, ὅσοι ἑστίαν καὶ οἶκον ἔχουσι. ξένοι, ἐπίδημοι. οἰκέται. Σκυθῶν βασιλέως ἀποστάται
ἐφέστιος· αὐτόχθων. ἢ πολίτης. ἢ ἔνοικος
ἐφέστα· τὸ ἑσπερινὸν δίκτυον
ἐφεστρίς· χλανίς
ἐφεστρίδες· τὰ ἐπιβλήματα
ἐφέται· δικαστῶν εἶδος Ἀθήνησι, ἐπὶ τῶν ἐφʼ αἵματι διωκομένων
ἐφέτας· τοὺς ἡγεμόνας τῶν Περσῶν καταχρηστικῶς. κυρίως δὲ οἱ τὰς φονικὰς δίκας Ἀθήνησι δικάζοντες
ἐφέτην· καταληπτήν
ἐφετίνδα· εἶδος παιδιᾶς, ὅταν σφαῖραν ἄλλῃ προτείναντες ἀλλαχῇ βάλλωσι. καὶ πεποίηται παρὰ τὸ φενακίζειν
ἐφετίς· παιδίσκη. διάκονος
ἐφετμή· ἐντολή. ἐπιστολή, νουθεσία, πρόσταγμα
ἐφετμῶν· τὰ αὐτά
ἔφευξαν· ἔφυγον
ἐφέψει· καταλήψεται
ἐφεψιώμενοι· ἐπιπαίζοντες, ἐπισκώπτοντες
ἐφεψιόωνται· ἐπιπαίζουσιν. ἐπικαταλαμβάνουσιν. ἐφήδονται
ἐφέωται· ἐφεῖται
ἔφη· εἶπεν. ἔδοξεν. ἀπεκρίθη
ἐφηβίαν· νεότητα
ἔφηβοι· οἱ ἡβῶντες. ἐλέγετο δὲ καὶ ἐπὶ παρθένων
ἔφηβος· παῖς μικρός, ἐν τῇ ἀκμῇ
ἐφήβων· νεωτέρων
ἐφήδεσθαι· ἐπιχαίρειν, ἐπιτέρπεσθαι
ἐφήδοιτο· τέρποιτο
ἐφηδόμενοι· χαίροντες
ἐφησθείς· ἐπιχαρείς
ἐφήκατο· ἐνετείλατο
ἐφῆκεν· ἐξεκαλέσατο. ἐφώρμησεν. ἔπεμψεν
ἐφήκει· ἐφορμᾷ. ἐπέρχεται
ἐφήλιδες· περόναι. καὶ πάθος ἐπὶ προσώπου τραχύτητα παρέχον. καὶ αἱ τοῦ ἡλίου ἐπικαύσεις, αἱ καὶ ἐφήλεις
ἔφηλος· ἡλοφόρος. ἢ ἐφήλιδας ἔχων εἰς τὴν ὄψιν
ἐφήλωσεν· ἠπάτησεν
ἐφήμερα· μετάβολα. φθαρτά
ἐφʼ ἡμέραι· ἐφʼ ἑκάστης ἡμέρας
ἐφημερία· ἡ τῆς ἡμέρας λειτουργία
ἐφημέριοι· ἄνθρωποι θνητοί, ἐπιθετικῶς
ἐφημερίων· ἀνθρώπων
ἐφήμερον· τὸ κώνειον. καὶ μύρον τι. καὶ ζῷον οὕτω καλούμενον, ὅπερ ζῇ μίαν ἡμέραν
ἐφημίαι· ἀγροί. καὶ βέλτιον ἀφημίαι
ἐφημοσύνη· ἐντολή
ἐφʼ ἡμῶν· ἐπὶ ἡμῶν. ἐν τοῖς χρόνοις ἡμῶν
ἔφηνεν· ἔδειξεν. ἐποίησε φανερόν
ἐφήσεις· ἀναπείσεις
ἐφῆπται· περιῆπται. πρόσκειται. ἐπίκειται
ἔφησθα· εἶπας
ἐφησθεῖεν· ἐπιχαρεῖεν
ἐφήσθης· ἐχάρης
ἐφήσομαι· ἐπιθήσομαι. ἐντελοῦμαι. ἐπισκήψω. ἐπισκέψομαι . πέμψω, ἀποστελῶ
ἑφθά· ἐμάλασσε διὰ τοῦ καίεσθαι
ἑφθαλέας· ὀπτοῦ ἐξ οὗ καὶ ἑφθοῦν τὸ ὀπτᾶν
ἔφθης· προέλαβες. ἔφθασας
ἐφθίατο· ἐφθάρησαν
ἐφθίσθη· ἀπέθανεν
ἔφθιτο· ἐφθάρη, ἐτελεύτησεν
ἑφθόν· τὸ ὠπτημένον
ἐφίαλεν· ἐπεχείρησεν
ἐφιάλτης· ὁ ἐπιπηδῶν
ἐφιγμένους· ἐπιτυχόντας
ἐφιδύειν· ὀκνεῖν
ἐφίει· ἐπιπέμπει
ἐφιείς· ἐπιβάλλων, ἐπιπέμπων, συγχωρῶν
ἐφίεμαι· ἐπιθυμῶ. καταλαμβάνω
ἐφιέμεναι· ἐνδιδόναι
ἐφιέμενοι· ἐπιθυμοῦντες
ἐφιέντα· ἐπιθυμοῦντα
ἐφιέμενος· ἐπιθυμῶν. ἐντελλόμενος
ἐφιέρεια· τὰ ἐπὶ τοῖς ἱερείοις ἀποθυόμενα
ἐφιζάνει· ἐπικαθέζεται
ἐφίημι· ἐφιέναι κελεύω, ἐπιτρέπω
ἐφίησιν· ἐπιτρέπει
ἐφικέσθαι· καταλαβέσθαι
ἐφικνεῖται· καταλαμβάνει
ἐφικνούμενος· νοῶν. φθάνων. ἐγγίζων. παραγενόμενος. ἢ γνούς
ἐφίκοιτο· παραγένοιτο. νοήσοι
ἐφικτόν· δυνατόν. καταληπτόν
ἐφίλατο· ἐφίλησεν. φίλον ἐποιήσατο
ἐφίληθεν· ἐφιλήθησαν
ἐφινίους· τὰς ἐπὶ τοῦ ἰνίου σάρκας
Ἔφιπνος· Ζεὺς ἐν Χίῳ
ἔφιππος· ἀγὼν γυμναστικὸς παρὰ Λάκωσιν
ἐφʼ ἵππων· ἐπὶ τῶν ἵππων
ἐφίεσαι· ὁρμᾷς
ἐφιστάνουσιν· ἐκζητοῦσιν
ἐφιστορεῖν· ἐπερωτᾶν
ἐφίτυσεν· ἐγείνατο, ἐγέννησεν
ἔφλα· ἐμάλασσεν. συνεμίσγετο. συνῆν
ἔφλεγεν· ἔκαιεν σφοδρῶς
ἔφλιβεν· ἔθλιψεν, ἔθλιβεν
ἔφλιδεν· διέῤῥεεν. ἐῤῥήγνυεν
ἔφλυεν· ἀνέβαλλεν. ἔστι δὲ τῶν πεποιημένων
ἐφλυάρει· ἐλήρει
ἐφλυήρει· ἐλήρει, ἐμωρολόγει
ἐφόβει· εἰς φόβον ἦγεν
ἐφόβηθεν· ἐφοβήθησαν, ηὐλαβήθησαν
ἐφόβησαν· ἐδίωξαν
ἐφοδευσάτωσαν· κατασκοπησάτωσαν
ἐφόδια· ἁρμόδια εἰς ὁδόν
Ἐφραῒμ ἀντίληψις τῆς κεφαλῆς καὶ Ἐφραῒμ ὁ παράκλητος· κεφαλὴ δὲ ἡ διάνοια
ἐφοδεία· τὸ ἐπιέναι τὰς φυλακὰς τὸν ἄρχοντα
ἔφοδος· ὁρμή. ἄφιξις. ἐπιδρομή. παρουσία. βλάβη
ἐφοίτησε· παρεγένετο
ἐφολκά· τὰ ἀγαγεῖν δυνάμενα
ἐφόλκαιον· ἐφολκίδα. πηδάλιον
ἐφόλκια· μικρὰ καράβια, παρὰ τὸ ἕλκεσθαι ὑπὸ τῶν κωπηλατῶν ἢ τῶν μεγάλων πλοίων
ἐφολκίδα· ἐπάχθειαν. σκάφος
ἐφόλκιον· διὰ τοῦ ι τὸ πηδάλιον, ἀπὸ τοῦ ἐφέλκεσθαι
ἐφομαρτεῖτον· ἐπιδιώκετε. ἐπισπεύδετε. ἐπακολουθεῖτε
ἐφομαρτεῖτον· ὁμοζυγεῖτε
ἐφοπλίζει· παρασκευάζει, ἑτοιμάζει
ἐφόπτης· θεατής. αὐτόπτης
Ἐφόρκιος· Ζεύς, ἐν Κιτάνω τάματι
ἐφορμήν· ὅθεν ἄν τις ἐν πολέμῳ ἐφορμήσειεν
ἐφορμήσαντα· ἐπελθόντα
ἔφορος· ἐπίσκοπος, ἐπιστάτης, θεατής. θεός. ἐπόπτης
ἐφόρμῳ· νεωλκίῳ
ἐφορεύειν· ἐποπτεύειν, ἀπὸ τῶν ἐν Σπάρτῃ ἐφόρων
ἐφʼ ὅτῳ· ἐφʼ ᾧτινι, ἐπί τινι
ἐφουδ βαρ· ἱερατικὸν ἔνδυμα. τὸ δὲ βαρ μικρὸν λέγεται
ἐφουδ Ἑλληνικῇ ἐπωμίδι προσέοικε. γίνεται γὰρ τοῦτον τὸν τρόπον· ὑφανθὲν ἐπὶ βάθος πηχυαῖον, ἔκ τε χρωμάτων παντοίων, καὶ χρυσοῦ συμπεποικιλμένου, ἀπερίπτυκτον τὸ μέσον τοῦ στέρνου καταλιμπάνει, χειρῖσι τε ἠσκημένον, καὶ τῷ παντὶ σχήματι χιτῶνα εἶναι πεποιημένον Σ. τοῦτο τὸ ἐφοὺδ ἦν, τὸ ἔχον τοὺς δώδεκα λίθους, καὶ ... εἰς αὐτὸ ἐπηρώτων, ὅτε ἀπήρχοντο εἰς πρᾶγμα
ἔφρασεν· ἐδήλωσεν
ἐφρασάμην· συνῆκα, ἔγνων
ἐφράσθη· συνῆκεν, ἔγνω, ἐνόησεν
ἔφρικα· πεπλήρωτο. ἀνεγνωρίσθη
ἔφριξεν· ὀρθὰ δόρατα ἔσχεν. ἐδειματώθη. ἐπεῤῥώσθη
ἐφρύαξαν· ἐκινήθησαν. ἐπήρθησαν. συνήχθησαν
ἐφρύγη· ἡμίφλεκτος ἐγένετο
ἐφρυκτωρήθησαν· ἐπυρσεύοντο
ἔφυ· ἐγένετο
ἔφυγον κακόν, εὗρον ἄμεινον· νόμος ἦν Ἀθήνησιν ἀμφιθαλῆ παῖδα ἀκάνθαις μετὰ δρυείων στεφάνων στέφεσθαι, καὶ τὸ λίκνον ἄρτων ἀναλαμβάνειν πλῆρες, εἶτα ἐπιλέγειν· ἔφυγον κακόν, εὗρον ἄμεινον· τὸ γὰρ ἐκ τῶν δρυῶν καὶ ἀκανθῶν ἅμμα κακὸν ἔλεγον
ἐφʼ ὑγρήν· ἐπὶ τὴν θάλασσαν
ἔφυδρος· ὕδωρ ἄγων
ἐφʼ ὕδωρ λαχεῖν· λαγχάνει τις ὕδωρ παρατηρήσων τὸ ἐν ταῖς δίκαις
ἐφυμνεῖς· ἐπάιδεις. Σοφοκλῆς Ἀλεάδαις
ἐφύμνια· ᾠδαί
ἐφύπερθεν· ὑπεράνωθεν
ἐφυπνῶσαι· καθευδῆσαι
Ἐφύρη· ἡ νῦν Κόρινθος. καὶ Κίχυρος καλουμένη ἐν τῇ Ἠπείρῳ, καὶ ἡ Οἰνόη
ἔφυρον· ἔβρεχον, ἐμόλυνον. ἔπλυνον
Ἐφύρους· τοὺς Ἀκαρνᾶνας
ἔφυς· ἐβλάστησας. ἐγένου
ἔφυρσαν· ἐπάτησαν
ἐφυσίασεν· ἀνέπνευσεν
ἐφυσίησεν· ἀνέπνευσεν
ἐφυσίησα· ἐπυῤῥίησα. ἐπεῤῥώσθην
Ἔφυροι· ἔθνος
ἐφώδει· ἐπέληγε. Λάκωνες
ἐφώδευσεν· ἐπέρασεν
ἐφωδιάσθημεν· τὰς χρείας τῆς ὁδοῦ ἐλάβομεν
Ἐφωδίων· Ἐρατοσθένης διὰ τοῦ τ Ἐφωτίων ἀναγράφει Μαινάλιον περιοδονίκην παγκρατιαστήν· ὁ δὲ Πολέμων διὰ τοῦ δ
ἐφʼ ᾧ πάρει· ἐπὶ ποίῳ σκοπῷ πάρει, καὶ παραγέγονας ἐνταῦθα
ἐφωπλίζοντο· παρεσκευάζοντο
ἐφωράθη· ἠλέγχθη. ἐθριαμβεύθη
ἐφώρμησεν· ἐνέσκηψεν
ἐφωσιωμένα· τὰ νομιζόμενα
ἐφώτισεν· ἐδίδαξεν
ἐφʼ ὅτῳ· ἐφʼ ᾧ, ἢ ἐπὶ τίνι
ἔχαδε· κατέσχεν. ἐχώρησεν
ἐχάζετο· ὑπεχώρει, ἀνεχώρει
ἐχάζετο κῆρʼ ἀλεείνων· ἀνεχώρει τὸν θάνατον ἐκκλίνων
ἐχάλασεν· ἐνέδωκεν. ἀφῆκεν
ἐχαλέφθη· ἐχαλέπηνεν
ἐχάλεψεν· ἐκάκωσεν
ἐχάνδανεν· ἐχώρει
ἔχανεν· ἤνοιξεν. ἐκάλει. συνεῖχεν
ἐχάνη· σκεῦός τι ὁδοιπορικόν
ἐχαράκωσεν· ἐκύκλωσεν. ἐπολιόρκησεν
ἐχάραξαν· ἤρξαντο
ἐχάσατο· ἀνεχώρησεν. ἀπέστη
ἔχε· ἐγεγαμήκει
ἔχεαι· συνέχῃ
ἐχέγγυος· ὁ ἀσφαλὴς ἐγγυητής
ἐχεγγύῳ· πιστῷ. βεβαίῳ. ἐξ αὑτοῦ ἔχοντι τὴν ἐγγύην
ἐχέγγυοι· ἀξιόπιστοι
Ἐχεδημία· ἡ νῦν Ἀκαδημία καλουμένη
Ἐχεδωρίδες· αἱ νύμφαι
ἔχεεν· ἔχωσε Σ, χῶμα ἤγειρεν
ἔχει· κατέχει, κρατεῖ. νέμεται. διείργει. τημελεῖ. ἀξιοῖ. βαστάζει, φέρει. ὑπομένει
ἔχες· ἔχεις, ἢ εἶχες
ἐχειμάσθην· ἐταράχθην. τὴν ζάλην ὑπέμεινα
ἐχειμίων· ἐρίγουν. καὶ ἐχείμων Λάκωνες
ἔχει τέλος· τετελεύτηκε
ἐχειρούργει· ἔπραττεν
ἐχεκήλην· κηλήτην
ἐχέμεν· ἔχειν
ἐχεμυθεῖ· ἔχει ἐν ἑαυτῷ τὸν λόγον. σιωπᾷ
ἐχενηΐς· εἶδος ἰχθύος
ἐχεμυθεῖν· σιωπᾶν, λόγους στέγειν
ἐχέμυθος· ἔχων ἐν ἑαυτῷ τὸν λόγον, ἤτοι κρατῶν τὸν λόγον σιωπῇ
ἐχεπευκές· ἔχον πικρίαν
ἐχέπωλοι· ἱππικοί. ἱπποτρόφοι
ἐχερμάζομεν· τὴν γῆν εἰργαζόμεθα
ἐχεσαμία· ὅτε θέρους ὄντος ψακάζῃ, ἢ βροντήσῃ
ἐχέσκει· ἀνιᾶται
ἔχεσκε· κατεῖχεν
ἔχεσφιν· ἅρμασιν
ἔχεται· ἕπεται. ἀντιλαμβάνεται
ἐχέτλαις· ἀροτριάμασιν. αὔλαξιν
ἐχέτλη· ὃ κατέχει ὁ ἀροτὴρ τοῦ ἀρότρου. καὶ ἡ αὖλαξ. καὶ ἡ σπάθη τοῦ ἀρότρου
ἐχετλεύειν· ἀροτριᾶν
ἔχετο· ἐγαμεῖτο
Ἔχετος· ὄνομα βασιλέως τυράννου. οὗτος βασιλεὺς Ἠπειρωτῶν ὠμότατος, Αὐχήνορος καὶ Φλογίας παῖς, γνοὺς τὴν θυγατέρα ἐφθάρθαι, ἐτύφλωσε, καὶ ἠνάγκασεν ἀλεῖν σίδηρον, τινὲς δὲ χαλκᾶς κριθάς· ἐκαλεῖτο δὲ Μετώπη. καὶ εἰς τοσοῦτον ὠμότατος ἦν, ὥστε καὶ τὰ ὦτα ἀφαιρεῖν καὶ τὰς ῥῖνας καὶ τὰ αἰδοῖα τῶν παριόντων. μέμνηται καὶ Ἀπολλώνιος τῆς ἱστορίας
ἔχευαν· ἔχεαν. κατέχυσαν
ἐχεύατο· ἐξεχύθη, διεχύθη
ἔχευε· κατέχυσεν
ἔχε φρεσί· μνημόνευε
ἐχέφρων· συνετός. ἔχων φρένας, σώφρων
ἔχε φύζα· εἶχε φυγή
ἔχεων· ἐχιδνῶν
ἔχει· κατέχει
ἔχθεα· ἔχθρας, μίση
ἐχθαίρειν· μισεῖν
ἔχθεται· μισεῖται
ἐχθειάσας· μεγάλως θαυμάσας
ἐχθοδοπήσεις· ἐχθροποιήσεις
ἐχθίστων· μεμισημένων, μυσαρῶν ἐχθροτάτων
ἔχθιμα· μισήματα. Σοφοκλῆς Τυροῖ αʹ
ἔχματα· στηρίγματα
ἐχθοδοπῆσαι· διεχθρεῦσαι
ἐχθοδοπός· ὁ ἔχθραν ποιῶν
ἐχθοῖ· ἔξω
ἐχθραίνειν· μισεῖν
ἔχθος· μῖσος.
ἔχθρασμα· ἔχθρα
ἐχθῦσαι· ἐξεμέσαι
ἐχθύσσῃ· ἐκφυσήσῃ. ἐκπνεύσῃ
ἐχῖνος· μικρὸν τῆς θαλάσσης ζῷον, ἢ τὸ πετεινόν
Ἐχινάων· νήσων, αἳ καλοῦνται Ἐχινάδες
ἐχῖνοι· πέμμα νησιωτικόν, ὡς πλακοῦς. καὶ κοιλίας μέρος τῶν μηρυκαζομένων ζώων. καὶ τῶν πτηνῶν ἡ κοιλία. καὶ σκεῦος μαγειρικόν. καὶ τῶν δρυῶν οἱ κύτταροι. καὶ τῶν πλατάνων ὁ καρπός. καὶ τῶν κιονοκράνων μέρος. καὶ τοῦ χαλινοῦ μέρος. καὶ οἱ τῶν τειχῶν ἀγκῶνες. καὶ λοπάς. καὶ ζῷον θαλάσσιον ἐδώδιμον. καὶ εἶδος ῥοιῶν. καὶ μύες. καὶ οἱ ἀκανθόχοιροι
ἐχμάζει· κωλύει. ἡσυχάζει. στηρίζει. κρατεῖ. δεσμεύει
ἔχμασον· ἐπίσχες, κατάσχες
ἔχματα· κωλύματα, ἀπὸ τοῦ ἐπέχειν, ἐρείσματα ὑδάτων
ἔχμενος· ὑποτεταγμένος
ἔχναυον· ἐπέκνιζον
ἐχνόαζεν· πρῶτον ἤκμαζεν
ἔχοιτο· συνέχοιτο. ἀντέχοιτο
ἐχολώσατο· ὠργίσθη
ἐχόλωσεν· εἰς ὀργὴν ἤγαγεν
ἐχόμενα τρίβου· πλησίον, ἐγγυτάτω
ἐχόμενοι· ἐγγίζοντες
ἐχόμενος· ἀντεχόμενος. πλησίον ὤν
ἐχόμην· ἐξειχόμην. ἀπειχόμην
ἔχον· εἶχον. ἤλαυνον. ἐφύλασσον
ἔχονσι· ἔχουσι. Κρῆτες
ἔχου· μεταποιοῦ. φρόντιζε
ἔχραε· ἐπεβάρησεν
ἔχραε κήδειν· ἐπεβάρησε πρὸς τὸ βλάπτειν
ἔχραον· ἐπέκλυσαν. ἐπέθεντο. ἐβάρησαν κατὰ βίαν. ἀθρόοι προσῆλθον
ἔχρας· ἔφυ
ἔχραυσεν· ἐπέτυχεν
ἐχραύτιζεν· ἴξευεν
ἔχρῃζεν· ἐδεῖτο. ἱκέτευεν
ἐχρηματίσθη· προεφητεύθη
ἐχρῆν· ἔδει. ἔπρεπεν
ἔχρησεν· ἐμάντευσεν. ἠθέλησεν. ἔδωκε χρησμόν
ἔχριμψαν· ἔπεσαν. ἐπλησίασαν
ἔχρισεν· ἐκέντησεν. ἐπήλειψεν
ἐχρωματίσθη· συνεχρώισθη. Σοφοκλῆς Ἀθάμαντι
ἐχρέωντο· ἐλάμβανον. ἐξελάμβανον
ἐχρωτίσθη· ἐχρωματίσθη
ἐχύη· ἐχύθη
ἐχύμισαν· ἤρτυσαν
ἐχυρά· πιστή, καὶ βέβαιος, ἀσφαλής, ἰσχυρά, ὀχυρά
ἐχυρῶσαι τῷ διὰ χειρὸς ὅρκῳ· συνθέσθαι.
ἐχυρόν· δυσαντίρρητον. ἀσφαλές
ἐχυρόφρονες· αἱ σπουδαῖα φρονοῦσαι. ἢ ἀσφαλεῖς ἐν φρονήσει
ἐχυρῶς· ἰσχυρῶς, ἀσφαλῶς
ἐχώλαναν· ἔκλιναν
ἐχώμεθα· ἀπεχώμεθα. ἀντεχώμεθα. ἀντιλαμβανώμεθα
ἔχων· φέρων. οἰκῶν. κατέχων
ἐχώσατο· ὠργίσθη, ἐχολώθη
ἐψαθήλατο· ἐκνήσατο
ἐψάκασεν· ἔσταξεν
ἐψαλάξατο· ἔψαυσεν. ἐκινήθη
ἑψάναι· αἱ τῶν λαχάνων δέσμαι
ἑψάνη· ἑψητήριον. λοπάς
ἕψατο· ἠκολούθησεν
ἕψεαι· ἐπακολουθήσεις
ἑψία· παίγνια
ἑψίη· γέλως. παιδιά
ἕψειν· τὸ τὰς τρίχας βάπτειν
ἕψημα· ὅπερ ἔνιοι σίραιον καλοῦσιν, ἄλλοι γλυκύ
ἕψεο· ἀκολούθει, ἕπου
ἕψεται· ἀκολουθήσει
ἐψεύσθη· ἠπατήθη. ἀπέτυχεν
ἑψητήριον· ἑψάνη. ἡ λοπάς
ἑψητοῖς· τὰ μικρὰ ἰχθύδια ...
ἑψιήσεται· καταπαίξεται
ἑψία· γέλως, παιδιά, χλεύη. ἔφοδος· ἀπὸ τοῦ ἕπεσθαι. ὁμιλία. Σοφοκλῆς Ἀθάμαντι δευτέρῳ
ἑψιᾶται· γελᾷ. παίζει γυμνάζεται
ἑψιατέον· παικτέον
ἑψιάτιμον· γυμναστικόν. παιγνιῶδες
ἔψιδδεν· ἔκλαυσεν
ἑψιαάσθων· παιζέτωσαν.
ἑψίονται· ἀκολουθήσουσιν
ἐψιλωμένη· ἐὰν μὲν μακρῶς, ἔσται τετραμμένη καὶ ψιλή, ὅπερ ἔνιοι ἑτερόμαλλον· ἐὰν δὲ βραχέως, ἔσται δασεῖα παρὰ τὰ ψίλα ἃ τοὺς κροσσοὺς περὶ τὰ ἄκρα δηλοῖ
ἑψιόωντο· ἔπαιζον
ἔψισεν· ἐψώμισεν
ἐψίσθη· ἀπέθανεν
ἑψόμενον· ἀκολουθησόμενον
ἔψυθεν· ἐψεύσατο
ἔψυξεν· ἀπέπτυσεν. ἀπεδίωξεν
ἐψυχαγώγησας· παρεμυθήσω. ηὔφρανας
ἕψομαι· ἀκολουθήσω, ὀπαδήσω
ἐψωμένω· παίζοντες
εω· ψιλούμενον τὸ ὑπάρχω ἀνατολήν. ἢ ἰδίῳ
εω· τῷ ἑαυτοῦ. συγχωρῶ, παραχωρῶ, ἀφῶ
ἐῴα· ἀνατολή. καὶ ἡ τοῖς προβάτοις περιτιθεμένη διφθέρα. καὶ θυσία ἐν Κύπρῳ
ἕωθεν· ἅμʼ ἡμέρᾳ, ὄρθρου. πρώϊμα
ἑωθινὴ δίκη· ὡς μέν τινες ἡ ἕως τινὸς τιμήματος· ὡς δέ τινες ἀπὸ τόπου· ἔνιοι ἀπὸ τῆς ὥρας, τῆς ἕω, ὃ καὶ βέλτιον
ἑωθινός· ὀρθρινός
ἐῴκει· ὡμοίωτο
ἑῷ· τῷ ἑαυτοῦ. τῷ ἰδίῳ.
ἑωλοκρασία· χθεσινὴ μέθη. ἕωλος κρᾶσις, ἣ παρʼ Ἀθηναίοις κατεχεῖτο τοῖς παννυχίζουσι, διὰ τὸ μὴ δύνασθαι στέγειν τὸ παννυχίζειν
ἕωλον· χθιζόν, ἐχθεσινὸν. διὰ δασέος. ψυχρόν
ἐώλπει· ἤλπιζεν
ἑῶμεν· ἅδην ἔχωμεν, κορεσθῶμεν. ἀφῶμεν
ἐωμοῦ· ἱματίου γυναικείου
εων· ἰδίων αὐτοῦ δασέως ψιλῶς δὲ ὑπάρχων
ἐωνημένων· ἀγορασάντων, ἢ ἠγορασμένων
ἐῳνοχόει· διηκόνει. ἐνέχει
ἐών περ· καίπερ ὤν
ἐῶν χαίρειν· παραπεμπόμενος
ἔῳξεν· ἀνέῳξεν
ἐώρα· νόσος
ἑῷος· ὀρθρινός, πρωϊνός
ἐωρηθήτω· κρεμασθήτω
ἐωρίζεται· μετεωρίζεται. ἀναπατεῖ
ἐωρούμενος· κρεμάμενος. ὑψούμενος
ἕως· ἡ πρὸ τῆς τοῦ ἡλίου ἀνατολῆς ὥρα
ἕως· ὄρθρος, ἡμέρα. ἀπὸ τοῦ ἕως ταύτης ἡμᾶς κατακεκλίσθαι, ἢ διὰ τὸ ἵεσθαι ἐν αὐτῇ
ἕως ῥά· οὕτω δή
ἔωσας· τὸ χαλᾶν τὸ αἰδοῖον ...
ἑωσφόρος· ἀνατολικὸς ἀστήρ, ὁ τὸν ὄρθρον φέρων. λέγει δὲ τὸν φωσφόρον