eul_wid: iiy-aa

Ἀποσπάσματα
Phrygian Histories and Myths

Hermesianax of Cyprus Phrygian Histories and Myths PDF

t1 ΦΡΥΓΙΑΚΑ. E LIBRO SECUNDO. Plutarch.
1 [5] De fluv. 12, 4: Γεννᾶται δ’ ἐν αὐτῷ λίθος καλούμενος ἀστήρ. Οὗτος εἴωθε νυκτὸς βαθείας πυρὸς δίκην λάμπειν, τοῦ φθινοπώρου τὴν ἀρχὴν λαμβάνοντος· προσαγορεύεται δὲ τῇ διαλέκτῳ τῶν ἐγχωρίων βαλλὴ ν , ὅπερ μεθερμηνευόμενόν ἐστι βασιλεύς· καθὼς ἱστορεῖ Ἑρμησιάναξ Κύπριος ἐν βʹ Φρυγιακῶν. E SCRIPTIS INCERTIS.
2 [10] Idem ibid. 2, 3: Ἑρμησιάναξ δὲ ὁ Κύπριος ἱστορίας μέμνηται τοιαύτης. Ἑλικὼν καὶ Κιθαιρὼν ἀδελφοὶ τυγχάνοντες διαφόρους ἔσχον τῶν τρόπων τὰς διαθέσεις· ὁ μὲν γὰρ Ἑλικὼν, πρᾳότερος ὑπάρχων καὶ προσηνὴς, συμπαθῶς γηροβοσκεῖ τοὺς γονεῖς· ὁ δὲ Κιθαιρὼν, πλεονέκτης τυγχάνων καὶ θέλων εἰς ἑαυτὸν μεταστῆσαι τὴν οὐσίαν, πρῶτον μὲν ἐφόνευσε τὸν γεννήσαντα, τὸν δ’ ἀδελφὸν ἐξ ἐνέδρας κατακρημνίζων καὶ αὐτὸς συγκατηνέχθη. Κατὰ δὲ θεῶν πρόνοιαν εἰς ὁμώνυμα ὄρη μεταμορφηθέντες ἐγένοντο. Κιθαιρὼν μὲν διὰ τὴν ἀσέβειαν Ἐριννύων μυχὸς, Ἑλικὼν δὲ διὰ φιλοστοργίαν Μουσῶν ἐνδιαίτημα. Id.
3 [5] Ibid. 24, 1: Ἑρμησιάναξ δὲ ὁ Κύπριος ἱστορίας μέμνηται τοιαύτης· Διόνυσος ἐρασθεὶς Ἀλφεσιβοίας νύμφης, καὶ μήτε δώροις μήτε δεήσεσι πεῖσαι δυνάμενος, εἰς τὴν προειρημένην Τίγριν μετέβαλε τὴν μορφὴν τοῦ σώματος· καὶ φόβῳ πείσας τὴν ἀγαπωμένην, ἀνέλαβεν αὐτήν· καὶ διὰ τοῦ ποταμοῦ κομίσας, ἐγέννησεν υἱὸν Μῆδον, ὃς ἀκμάσας εἰς τιμὴν τοῦ συγκυρήματος τὸν ποταμὸν Τίγριν μετωνόμασε· καθὼς ἱστορεῖ Ἀριστώνυμος ἐν γʹ.