eul_wid: qmm-gb
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On the Method of Healing: Book 13 by Galen of Pergamon

Part of On the Method of Healing

ΓΑΛΗΝΟΥ ΘΕΡΑΠΕΥΤΙΚΗΣ ΜΕΘΟΔΟΥ ΒΙΒΛΙΟΝ Ν.

Δύο μὲν ἤδη γένη νοσημάτων ὅπως ἄν τις ἰῷτο μεθόδῳ δεδήλωται· τὸ μὲν ἕτερον, ἡ δυσκρασία, παλαιὰν ἔχουσα προσηγορίαν, τὸ δʼ ἕτερον ὑφʼ ἡμῶν ὠνομασμένον, ἡ τῆς συνεχείας λύσις. ὑπὲρ ἧς πρώτης γράψαντες ἐν τῷ τρίτῳ καὶ τετάρτῳ καὶ πέμπτῳ καὶ ἕκτῳ τῶνδε τῶν ὑπομνημάτων, ἐφεξῆς αὐτῇ τὰ κατὰ δυσκρασίαν γιγνόμενα μέχρι τοῦ δωδεκάτου διήλθομεν. ἐν δὲ τῷδε τῷ τρισκαιδεκάτῳ τῆς ὅλης πραγματείας ὄντι περὶ τῶν παρὰ φύσιν ὄγκων ἀρξόμεθα λέγειν, ἐν οἷς δηλονότι κατὰ μέγεθος ἐξίσταται τὰ μέλη τοῦ κατὰ φύσιν. ὑγείαν δὲ καλεῖν ἢ κατὰ φύσιν οὐ διοίσει πρός γε τὰ παρόντα. πολλῶν δὲ κατʼ εἶδος ὄντων ἐν αὐτοῖς παθῶν, περὶ πρώτης ἐροῦμεν τῆς φλεγμονῆς. ἄμεινον γὰρ ἀπὸ ταύτης ἄρξασθαι διά τε τὸ συνεχέστατα γίγνεσθαι καὶ πυρετούς τε καὶ ἄλλα συμπτώματα ἐργάζεσθαι σφαλερώτατα. λεγόντων δὲ πολλάκις τῶν παλαιῶν φλεγμονὴν τὴν φλόγωσιν, ἰστέον νῦν ἡμᾶς οὐ περὶ ταύτης διέρχεσθαι τῆς φλεγμονῆς, ἀλλʼ ἥτις ἅμα τῇ φλογώσει καὶ τάσιν ἔχει περὶ τὸ μόριον, ἡμῖν θʼ ἁπτομένοις φαινομένην αὐτῷ τε τῷ κάμνοντι διὰ τῆς ἰδίως ὀνομαζομένης συναισθήσεως. οὐδὲν δʼ ἧττον τῆς τάσεως ἀντίτυπόν ἐστι τὸ φλεγμαῖνον μόριον ἐν ὄγκῳ τε μείζονι τοῦ κατὰ φύσιν· ὀδύνη δʼ αὐτῷ σύνεστιν ἤτοι γʼ ἐλάττων ἢ μείζων· ἐνίοτε δὲ καὶ μετὰ σφυγμοῦ συναισθήσεως, ὅταν ἐπιπλέον αὐξηθῇ τὸ νόσημα, καὶ μάλισθʼ ἡνίκα ἐκπυΐσκεται. οὕτω δὲ καὶ τὸ καλούμενον ἔρευθος ἤτοι γʼ ἧττον ἢ μᾶλλον. ἀεὶ δὲ πάντως ἐστὶν ἐν τοῖς φλεγμαίνουσι μορίοις· ὥστε κᾂν ἐν τῷ τοῦ ποδὸς ἴχνει, κᾂν κατὰ τὸ τῆς χειρὸς ἔνδον γένηται μεγάλη φλεγμονὴ, καὶ ταῦτα φαίνεσθαί πως ἑαυτῶν ἐνίοτε ἐρυθρότερα.

Δέδεικται γάρ τοι πᾶσα φλεγμονὴ διʼ ἐπιρροὴν αἵματος γιγνομένη τισὶ μὲν εὐθέως θερμοῦ πλέον ἢ κατὰ φύσιν ἦν θερμὸν, ἅπασι δʼ οὖν ἐν τῷ φλεγμαίνοντι μορίῳ θερμοτέρου γιγνομένου. καὶ τοῦτο κοινὸν ἁπάσαις ταῖς αἱρέσεσίν ἐστιν, εἴτε σφήνωσιν μόνην αἰτιῶνται κατὰ τὰ πέρατα τῶν ἀγγείων, εἴτε παρέμπτωσιν τοῦ αἵματος ἐν μόναις ταῖς ἀρτηρίαις, εἴτʼ ἔμφραξίν τινα, εἴτε ἔνστασιν ἐν λόγῳ θεωρητοῖς ἀραιώμασιν. ὥστε καὶ ὁ τῆς ἰάσεως σκοπὸς ἁπάσαις κοινὸς ἡ κένωσις τοῦ πλεονάζοντος αἵματος ἐν τῷ φλεγμαίνοντι μορίῳ. γιγνομένης δʼ ἔτι τῆς φλεγμονῆς διττὸς ὁ σκοπὸς ὥσπερ καὶ τῶν ἄλλων ἁπάντων ἐδείχθη νοσημάτων, ὅσα τὴν γένεσιν ἐνεστῶσαν ἔτι καὶ μήπω συμπεπληρωμένην ἔχοι. τὸ μὲν γὰρ γεγονὸς αὐτῶν ἤδη τῷ θεραπευτικῷ μέρει τῆς ἰατρικῆς ὑποπέπτωκε, τὸ δʼ ἔτι γιγνόμενον τῷ προφυλακτικῷ. καὶ διὰ τοῦτο ἔφαμεν οὐχ ἁπλῆν, ἀλλὰ σύνθετον εἶναι τὴν ὅλην ἐπιμέλειαν τῶν ἔτι γιγνομένων παθῶν ἐκ προφυλακτικῆς τε καὶ θεραπευτικῆς. ὥσπερ γε καὶ εἰ μηδʼ ὅλως ἄρχοιτο φλεγμαίνειν μηδέπω, φαίνοιτο δὲ τὸ τῶν γεννῆσαι δυναμένων αἰτίων εἶδος ἤδη κατὰ τὸ σῶμα, σκοπὸς κᾀπὶ τούτων ἁπάντων ἡ προφυλακὴ μόνη. μηδέπω δʼ αἰτίας μηδὲ μιᾶς ὑποτρεφομένης ἐν τῷ σώματι, τὸ καλούμενον ὑγιεινὸν μέρος τῆς τέχνης προνοεῖται καὶ οὕτως ἐχόντων. ὅσα τοίνυν αἴτια τὴν φλεγμονὴν ὁρᾶται γεννῶντα, ταῦτα ὅταν μὲν ἤδη πως ᾖ κατὰ τὸ σῶμα, μικρὰ δʼ ἔτι καὶ ἀρχόμενα, κωλύειν αὐτὰ δεῖ μείζω γενέσθαι, καὶ τοῦτʼ ἐστὶν ἡ προφυλακὴ τῆς φλεγμονῆς. εἰ δὲ τηλικοῦτον ἔχει τὸ μέγεθος ὡς ἤδη ποιεῖν φλεγμονὴν, ἐκκόπτειν μὲν χρὴ ταῦτα, τὸ δὲ ἤδη γεγονὸς αὐτῆς ἰᾶσθαι.

Γένεσις μὲν οὖν κοινὴ πάσαις ταῖς φλεγμοναῖς ἐξ αἵματος ἐπιρροῆς ἐστι πλείονος ἢ ὅσου δεῖται τὸ μέρος, ὡς ἔν τε τῷ περὶ τῶν παρὰ φύσιν ὄγκων ἐδείχθη καὶ τῷ τῆς ἀνωμάλου δυσκρασίας. ἐπιρρεῖ δὲ πλέον, ἐνίοτε μὲν ἑτέρου τινὸς ἢ ἑτέρων τινῶν μορίων εἰς αὐτὸ πεμπόντων, ὑποδεχομένου δὲ τοῦ φλεγμαίνειν ἀρχομένου, ποτὲ δὲ ἕλκοντος ἐφʼ ἑαυτὸ τοῦ πάσχοντος. τὰ μὲν οὖν πέμποντα ποτὲ μὲν, ὡς τῷ πλήθει περιττὸν ἢ ἀνιαρὸν τῇ ποιότητι, διωθεῖται τὸν χυμὸν, ἐνίοτε δὲ καὶ διʼ ἄμφω· τὰ δὲ ἕλκοντα διὰ θερμότητα νοσώδη. κατὰ δὲ τὰς ὀδύνας ἄρχεται μὲν ἐκ τοῦ τὴν ὀδύνην ἔχοντος ἡ αἰτία, τὰ δʼ ὑπερκείμενα τὸ σύμπαν ἐργάζεται τῆς φλεγμονῆς. τὸ μὲν οὖν ἐπὶ τὸ θερμαινόμενον ἤτοι γʼ ἕλκεσθαι τοὺς πλησιάζοντας χυμοὺς, ὡς ἡμεῖς φαμεν, ἢ ὡς Ἀσκληπιάδης ἐνόμιζε, ῥεῖν, ἐναργῶς φαίνεται καὶ φυλαττέσθω τῷ λόγῳ κᾀνταῦθα τὸ ἀληθὲς, ἐξ αὐτοῦ τοῦ βλέπεσθαι. τά γε μὴν ὀδυνώμενα φαίνεται μὲν καὶ ταῦτα φλεγμαίνοντα διὰ τὴν ὀδύνην, ἡ δʼ αἰτία τισὶ μὲν οὐδʼ ὅλως εἴρηται, τισὶ δʼ οὐδαμῶς πιθανή. καθʼ ἡμᾶς δʼ ἐστὶ τοιάδε. δέδεικται δὲ κατὰ τὴν πραγματείαν ἣν περὶ τῶν φυσικῶν δυνάμεων ἐποιησάμεθα μία καὶ ἥδε τῆς φύσεως δύναμις, ἣν ἀποκριτικὴν ὀνομάζομεν. ἐνεργεῖ δʼ αὕτη κατʼ ἐκείνους τοὺς καιροὺς ἐν οἷς ἂν αἴσθηται λυποῦντός τινος. ἓν δέ τι τῶν λυπούντων αὐτήν ἐστι καὶ τὸ τὴν ὀδύνην ἐργαζόμενον αἴτιον, ὅ τί ποτʼ ἂν ᾖ. τοῦτʼ οὖν ἀποτρῖψαι σπεύδουσα φλεγμονὴν ἔστιν ὅτε κατὰ τὸ μέρος ἐργάζεται. ὅταν γὰρ ταῖς πρώταις ἑαυτῆς κινήσεσι μηδὲν ἀνύσῃ, τηνικαῦτʼ ἤδη σφοδρότερον ἐπιχειροῦσα τὸ λυποῦν ἀποτρίψασθαι συνεκθλίβει τι πρὸς τὸ μέρος ἐκ τῶν ὑπερκειμένων αἷμα καὶ πνεῦμα. κᾀντεῦθεν ἐπὶ ταῖς ὀδύναις εἰς ὄγκον εἴρηται τὸ μέρος ἀνάλογον τῷ πρὸς αὐτὸ ῥυέντι χυμῷ.

Καὶ μέντοι καὶ πάντων τῶν παρὰ φύσιν ὄγκων ἡ ποικιλία τῆς διαφορᾶς ἕπεται τῇ τῶν ἐπιρρεόντων φύσει. πνευματωδέστεροι μὲν γὰρ, ὅταν ἡ πνευματώδης οὐσία πλείων ἀφίκηται, γίνονται· φλεγμονωδέστεροι δὲ, ὅταν ἡ τοῦ αἵματος· ἐρυσιπελατώδεις δὲ ὅταν ὁ τῆς ξανθῆς χολῆς χυμός· οἰδηματώδεις δὲ, ὅταν ὁ τοῦ φλέγματος, ὥσπερ γε καὶ σκιρρώδεις, ὅταν ἤτοι παχὺς ἢ καὶ γλίσχρος ἱκανῶς ὁ κατασκήψας εἰς τὸ μόριον ᾖ χυμός. ὁ μὲν οὖν παχὺς ἤδη πώς ἐστι μελαγχολικὸς καὶ ἤτοι γε ἧττον ἢ μᾶλλον. ὁ δὲ γλίσχρος ἔκ τε γλίσχρων ἐδεσμάτων γίγνεται, καί ποτε καὶ αὐτῶν τῶν νευρωδῶν μορίων περίττωμα πολὺ γεννησάντων. ἀλλὰ περὶ μὲν τῶν ἄλλων ὄγκων ἐφεξῆς εἰρήσεται· περὶ δὲ τῆς φλεγμονῆς τὰ κοινὰ πάντων λαβόντες εἰς τὸν λόγον οὕτως αὐτοῖς προσθῶμεν, ὅσα μόνης αὐτῆς ἐστιν ἴδια. ὅταν οὖν ἄρχηταί τι φλεγμαίνειν μόριον, ἐπισκεπτέον εἴτε διὰ θερμασίαν τινὰ παρὰ φύσιν ἐν αὐτῷ γενομένην εἴτε διʼ ὀδύνην ἤτοι γʼ οἰκείαν ἤ τινα τῶν πλησιαζόντων εἰς τοῦθʼ ἧκεν· ἵνα σοι παύοντι τὴν αἰτίαν ἡ φλεγμονὴ μηκέτʼ αὐξάνηται. μετὰ δὲ τήνδε τὴν ἐπίσκεψιν ἐφεξῆς θέασαι μή τι τῶν πλησιαζόντων μορίων ἐπιπέμπει πλέον αἷμα τῷ φλεγμαίνοντι· καὶ μετὰ τοῦτο μὴ καὶ σύμπαν τὸ σῶμα πληθωρικῶς διάκειται.

Μεμνῆσθαι δʼ οἶμαί σε καὶ τούτου τοῦ δεδειγμένου πολλάκις, ὡς ἐκ τῶν ἰσχυροτέρων μορίων ὠθούμενα τὰ περιττὰ κατὰ πλῆθος ἢ ποιότητα τοῖς ἀσθενεστέροις ἐγκατασκήπτει· καὶ διὰ τοῦτό γε καὶ οἱ ἀδένες ἑτοίμως δέχονται τὸ ῥεῦμα καὶ μάλισθʼ ὅσοι μανώτεροι φύσει. σφοδρότερος μὲν γὰρ ὁ τῶν ἀρτηριῶν καὶ φλεβῶν καὶ νεύρων καὶ μυῶν ἐστι τόνος· ἀσθενέστερος δὲ καὶ ἴσως οὐδʼ ὅλως ὁ τῶν ἀδενωδῶν σωμάτων. οὕτως οὖν καὶ διʼ ἕλκος ἐν δακτύλῳ γενόμενον ἤτοι ποδὸς ἢ χειρὸς οἱ κατὰ τὸν βουβῶνα καὶ τὴν μασχάλην ἀδένες ἐξαίρονταί τε καὶ φλεγμαίνουσι, τοῦ καταρρέοντος ἐπʼ ἄκρον τὸ κῶλον αἵματος ἀπολαβόντες πρῶτοι. καὶ κατὰ τράχηλον δὲ καὶ παρʼ ὦτα πολλάκις ἐξῄρθησαν ἀδένες, ἑλκῶν γενομένων ἤτοι κατὰ τὴν κεφαλὴν ἢ τὸν τράχηλον ἤ τι τῶν πλησίων μορίων· ὀνομάζουσι δὲ τοὺς οὕτως ἐξαρθέντας ἀδένας βουβῶνας. εἰ δὲ σκιρρωδεστέρα ποτʼ αὐτῶν ἡ φλεγμονὴ γένοιτο, δυσίατός τέ ἐστι καὶ καλεῖται χοιράς. ἥτις μὲν οὖν ἐστιν ἡ τῶν χοιράδων ἴασις ἰδία, κατὰ τὸν ἑξῆς λόγον εἰρήσεται. νυνὶ δὲ περὶ τῶν φλεγμονῶν ἐπειδὴ περὶ τούτων πρόκειται διελθεῖν, ἀναλαβόντες περὶ τούτων αὖθις λέγωμεν· ὡς τὸ κωλύειν αὐτὰς ἀρχομένας ἐκκοπτόντων τὴν γεννῶσαν αἰτίαν γίγνεται. καὶ πρῶτόν γε περὶ τῶν ἐφʼ ἕλκεσι φλεγμονῶν εἴπωμεν· ἐπειδὰν γὰρ ἐγγὺς ἀρτηρίας μεγάλης ἢ φλεβὸς ἕλκος γένηται, τάχιστα μὲν οἱ βουβῶνες ἀνίστανται. φαίνεται δʼ ἐνίοτε καὶ ἡ φλὲψ αὐτὴ καθʼ ὅλον τὸ κῶλον ἐρυθρά τε καὶ θερμὴ καὶ τεταμένη, καὶ εἰ θίγῃς αὐτῆς ὀδυνωμένη. πληθωρικοῦ μὲν οὖν ὄντος ἢ κακοχύμου τοῦ παντὸς σώματος ἡ θεραπεία δύσκολος γίνεται, ὑγιεινοῦ δʼ ἀκριβῶς ῥᾳδία. θερμαίνειν τε γὰρ καὶ ὑγραίνειν χρὴ μετρίως ὅλον τὸ κῶλον, ὅπως ἀνώδυνον γένοιτο, γινώσκεις δὲ δήπου τὴν τῶν τοιούτων ὕλην, αὐτῷ μὲν οὖν τῷ ἕλκει τῆς τετραφαρμάκου δυνάμεως ἐπιτιθεμένης ἐν μοτῷ· λύεται δὲ ῥοδίνῳ μὲν μάλιστα, μὴ παρόντος δὲ αὐτοῦ, τῶν χαλαστικῶν ἐλαίῳ τινί· τῷ δὲ ὅλῳ κώλῳ περιελιττομένου πιλήματος ἐλαίῳ θερμῷ βεβρεγμένου. καὶ μέντοι καὶ αὐτῷ τῷ ἕλκει τὸ φάρμακον ἐπιτιθέναι χρὴ θερμὸν, ἔξωθέν τε καταπλάττειν αὐτῷ θερμῷ καταπλάσματι τὸ μὲν ἄλευρον ἤτοι κρίθινον ἢ πύρινον ἢ μικτὸν ἐξ ἀμφοῖν ἔχοντι, τὸ δὲ ὑγρὸν ὕδωρ μετʼ ἐλαίου βραχέος. οὕτω δὲ καὶ αὐτῷ τῷ ἀδένι τῷ φλεγμαίνειν ἠργμένῳ παρηγορικῶς χρὴ προσφέρεσθαι τήν γε πρώτην ἡμέραν ἐξ ἐλαίου θερμοῦ διάβροχον ἔριον ἐπιτιθέντας, οὐχ ὥς τινες εὐθέως μεθʼ ἁλῶν· ὕστερον γὰρ ἐκείνοις χρησόμεθα, τοῦ τε καθʼ ὅλον τὸ κῶλον ὄγκου παρηγορηθέντος, ἀνωδύνου τε τοῦ ἕλκους γενομένου. καὶ μέντοι γε καὶ τὸ μακεδονικὸν καλούμενον φάρμακον, ὡσαύτως τῇ τετραφαρμάκῳ δυνάμει κατὰ τῶν ἑλκῶν ἐπιφέρειν προσήκει· καὶ γὰρ καὶ παραπλήσιά πως ἀλλήλοις ἐστὶ, μόνῳ τῷ λιβανωτῷ πλεονεκτοῦντος τοῦ μακεδονικοῦ. πληθωρικοῦ δʼ ὄντος ἢ κακοχύμου τοῦ σώματος ἡ διὰ τῶν οὕτω θερμαινόντων ἀγωγὴ ῥευματίζει τὸ κῶλον. οὐ μὴν οὐδʼ ἄλλῃ τινὶ χρῆσθαι δυνατόν. ἀναγκαζόμεθα τοιγαροῦν ἐνίοτε κενοῦν αἵματος ἤτοι φλέβα τέμνοντες ἢ ἀποσχάζοντες τὰ μὴ πεπονθότα κῶλα. χειρὸς μὲν γὰρ κακῶς ἐχούσης τὰ σκέλη, τοῦ δʼ ἑτέρου τῶν σκελῶν πεπονθότος τὸ λοιπόν. ταύτας γὰρ τὰς κενώσεις ἐνδείκνυται τὸ πλῆθος, ὥσπερ γε καὶ ἡ κακοχυμία τὴν τοῦ πλεονάζοντος χυμοῦ κάθαρσιν. ὡς τὰ πολλὰ μὲν οὖν ἐπὶ τοῖς εἰρημένοις βοηθήμασι παύεται τῶν ἀδένων ἡ φλεγμονή. πολλάκις δʼ ἤτοι τοῦ θεραπεύοντος βραδύνοντος περὶ τὴν τοῦ παντὸς σώματος κένωσιν ἢ αὐτοῦ τοῦ κάμνοντος ὑπὸ μαλακίας αὐτὴν οὐ προσιεμένου, μείζων ἡ φλεγμονὴ γίνεται τῶν ἀδένων, ὡς εἰς ἐκπύησιν ἔρχεσθαι. καὶ μέντοι καὶ τὰ καλούμενα φύματα κατʼ αὐτοὺς τοὺς ἀδένας συμβαίνει, διὰ ῥεῦμα κατασκῆψαν ἄνευ τῆς ἕλκους προφάσεως. ὅταν οὖν ποτε διατείνωνται σφοδρῶς ἀδένες ἢ ἁπλῶς ὁτιοῦν μόριον ἄλλο φλεγμαῖνον, ἀναγκαζόμεθα προκενώσαντες τὸ ὅλον ἀποσχάζειν αὐτό. κενοῦμεν δὲ τὸ ὅλον, ὡς κᾀν τῷ περὶ πλήθους ἐδείξαμεν, οὐ μόνον ἐν πληθωρικῇ διαθέσει γιγνόμενον, ἀλλὰ καὶ διὰ μέγεθος τοῦ πάθους, ἐν συμμετρίᾳ χυμῶν καθεστηκότος τοῦ παντὸς σώματος. ἡ γὰρ ὀδύνη καὶ ἡ θερμασία τοῦ φλεγμαίνοντος μέλους αἰτίαι ῥεύματος γίνονται, κᾂν ἀπέριττον ᾖ τὸ σύμπαν σῶμα. χρὴ τοίνυν ἐνδεέστερον αὐτὸ ποιεῖν τηνικαῦτα κενοῦντα κένωσιν, ἥτις ἂν ἁρμόττειν φαίνηται μάλιστα τῇ θʼ ἡλικίᾳ καὶ τῇ φύσει τοῦ κάμνοντος, ἐπισκοποῦντα καὶ τὴν ὥραν καὶ τὴν χώραν καὶ τὰ ἔθη τοῦ νοσοῦντος· ὑπὲρ ὧν ἤδη πολλάκις ἐν πολλοῖς εἴπομεν, ὥστε κᾂν μὴ προσκέηταί ποτε τῷ λόγῳ, συνυπακούειν αὐτὰ χρή. ὅταν τὸ οἷον ζέον τῆς φλεγμονῆς παύσηται, τῶν παρηγορικῶν ἀποχωροῦντα καταπλασμάτων ἐπὶ τὰ διαφορητικὰ χρὴ μεταβαίνειν κατὰ βραχὺ, πρῶτον μὲν τοῖς παρηγορικοῖς μιγνύντα μέλιτος ὀλίγον, εἶτʼ ἀφαιροῦντα μὲν ὅλον τὸ πύρινον ἄλευρον, ἀρκούμενον δὲ τῷ κριθίνῳ μετὰ τοῦ καὶ τὸ μέλι προσαύξειν, εἶθʼ ἑξῆς ἐπί τι τῶν διαφορούντων ἰέναι φαρμάκων ὅσα ταῖς συστάσεσιν ἤτοι γʼ ὑγρὰ τοῖς ἐμμότοις ὁμοίως ἐστὶν ἢ κηρωτοειδῆ. ἀφίστασθαι δὲ τῶν σκληρῶν, οἷα πολλὰ τῶν ἐμπλαστῶν ἐστι· συντείνει τε γὰρ τὰ λείψανα τῶν φλεγμονῶν, αὖθίς τε φλεγμαίνειν ἀναγκάζει τὰ πεπονθότα μόρια. κᾂν εἰ πῦον δέ τι κατὰ τὸ διαπυῆσαν ἀξιόλογον εἴη περιεχόμενον, οὐ χρὴ τέμνειν αὐτίκα, καθάπερ ἔνιοι πράττουσιν, ἀλλὰ διαφορεῖν ἐπιχειρεῖν τοῖς τοῦτο δρᾷν πεφύκοσι φαρμάκοις, ὧν ἡ χρῆσις ἐστοχάσθω τῆς διαθέσεως· ὅταν μὲν γὰρ ἔτι φλεγμονῶδές τι κατὰ τὸ μόριον ᾖ, τὰ δριμέα τῶν φαρμάκων ἐρεθίζει μᾶλλον ἢ διαφορεῖ. ὅταν δὲ φαίνηταί σοι τὸ τῆς φλεγμονῆς λείψανον σκιρρῶδες γινόμενον, θαρρεῖν ἤδη τοῖς ἰσχυροῖς φαρμάκοις, ἐπιβλέποντα δὶς τῆς ἡμέρας ὁποῖόν τι δρᾷ κατὰ μὲν τὴν ἕω τὸ πρότερον, εἰς τὴν ἑσπέραν δὲ τὸ δεύτερον. εἰ δὲ καὶ βαλανείῳ χρῷτο, καὶ κατὰ τὸν ἐκείνου καιρόν. ὅταν οὖν ἴδῃς ποτὲ διὰ τὴν τοῦ φαρμάκου δριμύτητα τὸ πεπονθὸς μέρος ἠρεθισμένον ὡς ὀγκωδέστερον ἢ ἐρυθρότερον ἢ ὀδυνωδέστερον γεγονέναι, παρηγόρει μεταξὺ τῇ διὰ τῶν σπόγγων πυρίᾳ. καὶ αὕτη δέ σοι ποτὲ μὲν ἐξ ὕδατος ἔστω ποτίμου, ποτὲ δʼ ἁλῶν ἔχοντός τι κατὰ τὰς σκιρρωδεστέρας δηλονότι φλεγμονάς. εἰ δὲ καὶ νικηθείη ποτὲ τὰ φάρμακα πρὸς τοῦ πλήθους τοῦ πύου καὶ φαίνοιτο μὴ δυνάμενα διαφορῆσαι πᾶν αὐτὸ, τέμνειν χρὴ τὸ οὕτως ἀφιστάμενον, ἔνθα μάλιστά ἐστιν ὑψηλότατον ἑαυτοῦ· καὶ γὰρ λεπτότατον εὑρήσεις ἐνταῦθα τὸ δέρμα. μέμνησο δὲ καὶ θατέρου σκοποῦ τοῦ τῆς ὑπορρύσεως ἐν τῇ τομῇ· καὶ πρὸς ἀμφότερα ἀποβλέπων οὕτως σχάζε τὸ διαπυῆσαν· ἐπιτίθει τε φάρμακον ἐφεξῆς τῶν ξηραινόντων ἀδήκτως. εἰ δὲ καὶ σεσηπέναι φαίνοιτό τινα τοῦ διαπυήσαντος, ἐκκόπτειν ἀναγκαῖον αὐτά. τινὲς δʼ ἐπὶ τῶν κατὰ μασχάλην καὶ βουβῶνα διαπυϊσκόντων ἀεὶ κελεύουσι μυρσινοειδῶς ἐκτέμνειν τοῦ δέρματος, ἐπειδὴ φύσει χαλαρὸν ἐν αὐτοῖς ἐστι καὶ διὰ τοῦτο δεχόμενον ἑτοίμως πᾶν τὸ παραγινόμενον ἐπʼ αὐτό· καὶ φλεγμαίνουσι ῥᾳδίως ἐπὶ σμικραῖς προφάσεσι. καὶ μεγίστας γʼ ἔνιοι τὰς περιτομὰς εἰώθασι ποιεῖσθαι, διʼ ἃς αἴσχιστόν τε τὸ μέρος εἰς οὐλὴν ἀχθὲν γίνεται καὶ προσέτι καὶ ἀσθενέστερον ἐμποδίζει τε πολλάκις εἰς τὰς κινήσεις. ταῦτʼ οὖν ἡμεῖς φυλαττόμενοι τὰ μὲν πλεῖστα μόνῃ τῇ τομῇ μετὰ φαρμάκων ξηραινόντων ἱκανῶς ἰασάμεθα τὰς τοιαύτας διαθέσεις· εἰ δέ ποτε καὶ περιτέμνειν ἐδέησε, διὰ τὸ πλῆθος οὐ τοῦ πύου μόνον, ἀλλὰ καὶ τῶν ἐφθαρμένων σωμάτων, ἤρκεσεν ἡμῖν οὐ πάνυ μεγάλη μυρσινοειδὴς περιαίρεσις. ἐχούσης δὲ τῆς τοιαύτης τὸ μῆκος μεῖζον τοῦ πλάτους, ἐγκάρσιον ἔστω τὸ μῆκος ἐπὶ τοῦ βουβῶνος, οὐ κατʼ εὐθὺ τοῦ κώλου. καὶ γὰρ κατὰ φύσιν οὕτως ἐπιπτύσσεται τὸ δέρμα ἑαυτῷ, καμπτόντων τὸ κῶλον. ἐπὶ δὲ τῇ περιαιρέσει πληροῦν χρὴ τὸ πεπονθὸς μόριον τῇ καλουμένῃ μάννῃ· ἔστι δὲ ὑπόσεισμα λιβανωτοῦ τὸ φάρμακον τοῦτο, στύψεώς τε μετέχον ὀλίγης καὶ κατὰ τοῦτο καὶ αὐτοῦ τοῦ λιβανωτοῦ πρὸς ἔνια βέλτιον. ἐκεῖνος γὰρ ἐκ τῆς πυητικῆς δυνάμεώς ἐστι μόνης, ὡς ἂν μὴ μετέχων στύψεως, καὶ μᾶλλον ὁ λιπαρώτερος ἐν αὐτῷ καὶ τῇ χροιᾷ λευκότερος, ὥσπερ γε ὁ τοῦδε ξανθότερος ξηραντικώτερός ἐστι. τῇ δὲ μάννῃ καὶ φλοιοῦ τι λιβανωτοῦ μέμικται σμικρὸν, ἀφʼ οὗ τὸ στῦφον ἔχει. τοῦτο δʼ αὐτὸ τὸ φάρμακον ὁ φλοιὸς τοῦ λιβανωτοῦ καὶ στύφει καὶ ξηραίνει γενναίως. διὸ καὶ πρὸς τὰς μετριωτέρας αἱμορραγίας αὐτῷ χρώμεθα μόνῳ, καθάπερ γε καὶ πρὸς τὰς σφοδροτέρας καυθέντι μόνῳ καὶ τῷ τε διηθημένῳ δηλονότι καὶ χνοώδει γεγονότι. καὶ μὲν δὴ καὶ παρηγορῆσαι χρὴ πρότερον τὸ τμηθὲν, ὡς εἴρηται, μέρος εἰς ὅσον ἂν φαίνηται δεόμενον, ἐπιβροχῆς μὲν πρῶτον, εἶτα καταπλάσματος, εἶτα τῶν ὑγραινόντων τινὸς φαρμάκων ἢ μὴ ξηραινόντων, ἔξωθεν ἐπιτιθεμένων δηλονότι τούτων. κατʼ αὐτοῦ γὰρ τοῦ ἡλκωμένου τήν τε μάννην, ὡς εἴρηται, καὶ τῶν ἐμμότων φαρμάκων τὰ διαπυΐσκοντα μὲν πρῶτον, εἶτʼ ἀνακαθαίροντα θετέον ἐστίν· ἐφʼ οἷς εἰ μὲν εἴη κοιλότης ἔτι, τὰ σαρκοῦντα προσφέρειν, εἰ δʼ οὐκ εἴη, τὰ συνουλωτικά τε καὶ ἐπουλωτικὰ καλούμενα, καθάπερ καὶ τὸ διὰ τῆς καδμίας. ἐπεὶ δὲ καὶ κατὰ τὴν τούτων χρῆσιν οὐ σμικρόν τι παρορᾶται τοῖς πλείστοις τῶν ἰατρῶν, ἄμεινον ἂν εἴη καὶ περὶ τούτων δηλῶσαι. τηνικαῦτα γὰρ εἰς οὐλὴν ἄγειν ἄρχονται τὰ ἕλκη, τοῖς ἐπουλωτικοῖς χρώμενοι φαρμάκοις, ὁπόταν ἀκριβῶς ἀναπληρωθῇ καὶ μηδὲν ἔτʼ ἔχῃ κοῖλον, εἶτʼ αὐτοῖς συμβαίνει τὰς οὐλὰς ἐργάζεσθαι τοῦ πέριξ δέρματος ὑψηλοτέρας. ὅπως οὖν ἐκείνῳ γίγνοιντο ἴσαι, τοῖς τοιούτοις φαρμάκοις χρῆσθαι προσήκει, πρὶν ἀκριβῶς ὁμαλὲς ἀποδειχθῆναι τὸ ἕλκος, ἐπὶ μὲν τὰ χείλη διὰ μήλης πυρῆνος ἐπιτιθέντας τῶν ξηρῶν τι φαρμάκων, ὧν ἐν τῇ τῶν ἑλκῶν ἐμνημονεύσαμεν θεραπείᾳ· τῷ δʼ ἄλλῳ μοτῷ σκέποντας, κεχρισμένῳ τῶν ἐπουλωτικῶν τινι φαρμάκων, ὑγρῶν τῇ συστάσει. προκοπτούσης δέ σοι τῆς θεραπείας καὶ τοῦτο ἀφαιρήσεις ὕστερον, μόνῳ τῷ ξηρῷ φαρμάκῳ χρώμενος ἐφʼ ὅλου τοῦ ἕλκους, ἐπικυλιομένου τοῦ τῆς σπαθομίλης πυρῆνος. ἔξωθεν δʼ ἀρκεῖ μοτὸς ἤτοι ξηρὸς ἢ ἐξ οἴνου. καὶ μᾶλλον ὁ ἐκ τῶν μαλακῶν ἐλλυχνίων, οἷά πέρ ἐστι τὰ Ταρσικά· καὶ γὰρ καὶ αὐτὰ ἔχει τι καθαιρετικὸν τῶν ὑπερσαρκούντων ἑλκῶν. ταῦτα μὲν οὖν εἴρηται τῇ κοινωνίᾳ τῶν πραγμάτων ἀκολουθήσαντός μου.

Πάλιν δʼ ἐπὶ τὸν περὶ τῆς φλεγμονῆς λόγον ἀφικόμενοι λέγωμεν ὡς κοινὸς μὲν ἁπασῶν σκοπὸς ἡ κένωσις, ὅσαι δʼ ἔτι γίγνονται, πρότερον τοῦ κενοῦν ἐστι κωλῦσαι τὸ αἷμα ῥεῖν ἐπὶ τὸ φλεγμαῖνον. ἔσται δὲ τοῦτο καλῶς, εἰ τοῦ ῥεύματος αἰτίαν εὕροιμεν. ἔστι δὲ καὶ αὕτη διττή· ποτὲ μὲν ἐξ αὐτοῦ τοῦ φλεγμαίνοντος ὁρμωμένη μορίου, ποτὲ δὲ ἐξ ἄλλου τινὸς ἢ ἄλλων. ἐξ αὐτοῦ μὲν, ὅταν ἤτοι θερμότερον ἢ ὀδυνώμενον γένηται, καθότι καὶ πρόσθεν εἴρηται· οὐκ ἐξ αὐτοῦ δὲ, ὅταν ἤτοι γʼ ἐξ ἑτέρου τινὸς ἢ ἑτέρων αὐτῷ πέμπηται τὸ περιττὸν, ἢ καὶ τῆς καθʼ ὅλον τὸ σῶμα διαθέσεως. θερμότερον μὲν οὖν γίνεται διὰ κίνησιν ἀμετροτέραν ἤ τινα θάλψιν ἐξ ἡλίου καὶ πυρὸς, ἢ διὰ δριμὺ φάρμακον. ὀδυνᾶται δὲ διά τε δυσκρασίαν καὶ τραῦμα καὶ θλάσμα καὶ στρέμμα καὶ τάσιν, ἔτι τʼ ἔμφραξίν τινα καὶ πνεῦμα φυσῶδες. ἡ δυσκρασία δὲ ποτὲ μὲν ἔξωθεν αὐτῷ γίγνεται, ποτὲ δὲ ἐκ τῶν κατὰ τὸ σῶμα χυμῶν. ἔξωθεν μὲν ἐπί τινι τῶν ἰοβόλων ὀνομαζομένων ζώων ἢ φαρμάκῳ θερμαίνοντι σφοδρῶς ἢ ψύχοντι, κᾀκ τοῦ περιέχοντος ἐνίοτε, διὰ δὲ τὸ σῶμα τοῦ κάμνοντος αὐτὸ μοχθηροὺς ἀθροῖσαν χυμοὺς ἀνομοίους ταῖς δυνάμεσι. ταῦτʼ οὖν ἅπαντα διασκεψάμενος, ὅσαι μὲν ἔτι γίγνονται φλεγμοναὶ, τὰς αἰτίας αὐτῶν ἔκκοπτε πρότερον, ὅσαι δʼ ἤδη γεγόνασιν, αὐτὰς μόνας θεράπευε. πῶς οὖν χρή σε τοῦ παντὸς σώματος ἐπιμελεῖσθαι μοχθηρῶς διακειμένου, λέλεκται μὲν οὖν οὐκ ὀλίγα καὶ διὰ τῶν ἔμπροσθεν, εἴρηται δὲ κᾀν τῷ περὶ πλήθους γράμματι· καὶ νῦν δʼ εἰρήσεται τὰ κεφάλαια τῶν λόγων. ὅταν μὲν γὰρ ὁμοτίμως ἀλλήλοις αὐξηθῶσιν οἱ χυμοὶ, πλῆθος τοῦτο καὶ πληθώραν ὀνομάζουσιν. ὅταν δʼ ἤδη ξανθῆς χολῆς ἢ μελαίνης ἢ φλέγματος ἢ τῶν ὀρρωδῶν ὑγρῶν μεστὸν γένηται τὸ σῶμα, κακοχυμίαν, οὐ πληθώραν καλοῦσι τὴν τοιαύτην διάθεσιν. ἡ μὲν οὖν πληθώρα διά τε τῆς τοῦ αἵματος ἀφαιρέσεως θεραπεύεται καὶ διὰ λουτρῶν πλεόνων καὶ γυμνασίων καὶ τρίψεων, ἔτι δὲ φαρμάκων διαφορούντων, καὶ πρὸς τούτοις ἅπασιν ἀσιτίαις, ὑπὲρ ὧν ἐν τοῖς ὑγιεινοῖς ὑπομνήμασιν εἴρηται τελέως. ἡ κακοχυμία δὲ διὰ τῆς οἰκείας ἑκάστου τῶν πλεοναζόντων χυμῶν καθάρσεως. εἴρηται δὲ καὶ περὶ ταύτης ἐν τῷ προφυλακτικῷ μέρει τῆς ὑγιεινῆς πραγματείας. ἐκεῖθεν οὖν αὐτὰ μεταφέρειν ἐνταῦθα σκοπούμενον ὅτῳ βέλτιον ἐξ ἑαυτῶν χρῆσθαι. πυρέττοντος γὰρ ἤδη τοῦ κάμνοντος οὔτε γυμνασίοις ἔτι δυνατὸν ἐκκενῶσαι τὸ πλῆθος οὔτε θερμαίνουσι χρίσμασιν οὔτε τρίψει πολλῇ, καθάπερ οὔτε τοῖς λουτροῖς· ἀφαιρέσει δʼ αἵματος ἅμα ταῖς ἀσιτίαις ἢ καθάρσει τινί. μηδέπω δὲ πυρέττοντος ἅπασι τοῖς εἰρημένοις χρῆσθαι, τὸ βέλτιον εἰς τὰ παρόντα προαιρούμενον. εὔδηλον γὰρ δήπου, κᾂν ἐγὼ μὴ λέγω, περὶ μὲν τῆς ἐν σκέλει φλεγμονῆς ὡς οὐ προσήκει διὰ περιπάτων ἢ δρόμων γυμνάζειν· ἀλλʼ οὐδʼ ἑστάναι τούτῳ κάλλιον· ἄμεινον δὲ καθήμενον ἐπὶ πολὺ τρίψασθαι, κᾄπειτα διὰ τῆς τῶν χειρῶν κινήσεως γυμνάσασθαι. τῷ δʼ ἐν τοῖς ἄνω μέρεσιν ἔχοντι τὸ φλεγμαίνειν ἀρχόμενον ἡ διὰ περιπάτων ἢ δρόμων κίνησις ὠφέλιμος. οὕτω δὲ καὶ ἡ τρίψις τούτοις μὲν ἡ τῶν σκελῶν μᾶλλον, οἷς δʼ ἐν σκέλεσι τὸ φλεγμαῖνον ἡ τῶν ἄνω· τὸ γὰρ τῆς ἀντισπάσεως παράγγελμα κοινὸν ἐπὶ τοῖς τοιούτοις ἅπασιν· οὔκουν οὐδʼ ὅταν ἤτοι κατὰ τὴν ἕδραν ἤ τι τῶν πλησίων μορίων ἀρχὴ φλεγμονῆς γίγνηται, γαστέρα λαπάξεις, ὥσπερ οὐδʼ εἰ κατὰ κύστιν ἢ αἰδοῖον ἢ νεφροὺς οὐρητικὰ φάρμακα καταπίνειν κελεύσεις· οὐδʼ εἰ γυναικὶ κατὰ μήτραν ἢ αἰδοῖον ἔμμηνα κινήσεις, ἀλλʼ ἐπὶ τὰ πορρώτατα τὴν ἀντίσπασιν ἀεὶ ποιήσεις, προσέχων δηλονότι καὶ τῷ τῆς φλεγμονῆς μεγέθει καὶ τῇ τοῦ παντὸς σώματος διαθέσει. παμπόλλου μὲν γὰρ ὄντος τοῦ πλήθους οὔτε γυμνασίοις οὔτε λουτροῖς ἀκίνδυνον χρῆσθαι, βραχέος δʼ ὑπάρχοντος ἐγχωρεῖ καὶ διὰ τούτων κενοῦν. ἀλλʼ ὅπερ ἔφην, ἔν τε τῷ προφυλακτικῷ μέρει τῆς ὑγιεινῆς πραγματείας γέγραπται ταῦτα κᾀν τῷ περὶ πλήθους γράμματι, κᾀν τοῖς περὶ φλεβοτομίας, ἔτι κᾀν τῷ περὶ τῆς τῶν καθαιρόντων δυνάμεως. ὅσον δʼ ἀναμνῆσαι μόνον αὐτῶν, αὐτάρκως εἴρηται καὶ νῦν. ἐπὶ τοὺς ἰδίους οὖν μόνης τῆς φλεγμονῆς ἀφικώμεθα λόγους. ὧν εἰσιν εἰκότως πρῶτοι γιγνομένης αὐτῆς διὰ τὴν ἐν αὐτῷ τῷ φλεγμαίνοντι μορίῳ διάθεσιν· εὔδηλον γὰρ ὡς ἐκείνην μέν σοι πρότερον θεραπευτέον, ἐφεξῆς δὲ αὐτὸ τὸ γεγενημένον ἤδη τῆς φλεγμονῆς. ἐνίοτε δὲ διὰ τῶν αὐτῶν ἀμφοτέρων καθισταμένων· οἷον ὅταν ἐπὶ φυσώδει πνεύματι καὶ πυκνώσει τοῦ μορίου γένηταί τις ὀδύνη. τηνικαῦτα γὰρ ἡ τῶν θερμαινόντων μετρίως, ἃ δὴ καὶ χαλαστικὰ προσαγορεύομεν, ἁρμόττει χρῆσις, ἅμα μὲν ἀραιοῦσα τὰ μεμυκότα τοῦ σώματος, ἅμα δὲ λεπτύνουσα τὸ φυσῶδες πνεῦμα καὶ διαφοροῦσα τὸ γεγενημένον ἤδη τῆς φλεγμονῆς. οὕτω δὲ κᾂν τοῦ ψυχροῦ κρατοῦντος ἡ δυσκρασία γίγνηται· θερμαίνων γὰρ καὶ τότε τὴν δυσκρασίαν ἅμα καὶ τὴν φλεγμονὴν ἐκθεραπεύσεις, ὥσπερ γε καὶ εἰ διὰ θερμασίαν πλείονα τοῖς ψύχουσιν ἰάμασιν ἄμφω καταστήσει· ἡ μὲν γὰρ δυσκρασία τῶν ἐναντίων ἀεὶ δεῖται. κενοῦται δὲ τὸ πεπληρωμένον οὐ μόνον τοῖς διαφορητικοῖς φαρμάκοις, ἀλλὰ καὶ τοῖς στύφουσι καὶ τοῖς ψύχουσι. καὶ μᾶλλόν γʼ ἐπὶ τῶν ἀρχομένων φλεγμονῶν τοῖς ψύχουσι καὶ στύφουσι χρηστέον ἤπερ τοῖς διαφοροῦσιν· ἔτι δὲ μᾶλλον ὅταν μὴ παχὺ τὸ ἐπιρρέον ᾖ. σφοδρᾶς δὲ τῆς τῷ φλεγμαίνοντι μορίῳ σφηνώσεως γεγονυίας οὐκ ἔθʼ οἷόν τε τοῖς ἀποκρουομένοις χρῆσθαι, ἀλλʼ ἐπὶ τὸ διαφορεῖν ἰέναι καιρός. ὅταν δὲ ἐπὶ θηρίῳ νύξαντί πως ἢ δάκνοντι τὴν ὀδύνην γίνεσθαι συμβαίνῃ, διττὸς τῆς ἀνωδυνίας ὁ σκοπὸς, ἢ κενῶσαι τὸν ἰὸν ἢ ἀλλοιῶσαι τὸ τὴν ὀδύνην ἐργαζόμενον. κενοῦται μὲν οὖν διὰ τῶν σφοδρῶς ἑλκόντων φαρμάκων, ἀλλοιοῦται δὲ διὰ τῶν ἐναντίων, ἤτοι κατὰ τὰς ποιότητας ἢ καθʼ ὅλην τὴν οὐσίαν. ἐδείχθη γὰρ ἐν τοῖς περὶ φαρμάκων ἔνια μὲν ὅλαις ταῖς οὐσίαις ἀλλήλοις ἐναντία, τινὰ δὲ ταῖς ποιότησι μόναις. ἐδείχθη δὲ καὶ ὡς ἐπὶ μὲν τῶν ἐναντίων κατὰ ποιότητα μέθοδός τίς ἐστιν, ἐπὶ δὲ τῶν κατὰ τὴν οὐσίαν οὐκ ἔστιν, ἀλλʼ ἐκ πείρας εὕρηται πάντα· καὶ σὺ τοίνυν ὅσα μὲν ἐκ μεθόδου θεραπευτικῆς ἐντεῦθεν μάνθανε, τὰ δʼ ἐκ μόνης τῆς πείρας ἐγνωσμένα κατὰ τὰς περὶ τῶν φαρμάκων πραγματείας ἔχεις ἠθροισμένα, μίαν μὲν τὴν περὶ τῆς δυνάμεως αὐτῶν, ἑτέραν δὲ τὴν περὶ τῆς συνθέσεως, καὶ τρίτην τὴν περὶ τῶν εὐπορίστων ὀνομαζομένων, ἐν αἷς ἐπιδέδεικταί μοι τίνα μὲν ἐκ μόνης τῆς πείρας εὕρηται φάρμακα, τίνα δὲ ἐκ μόνου τοῦ λόγου, τίνα δʼ ἐξ ἀμφοτέρων. ἡ τοίνυν μέθοδος, ὑπὲρ ἧς ἐν τῇδε τῇ πραγματείᾳ πρόκειται λέγειν, ἐπὶ ταῖς ὀδύναις ἁπάσαις, ὅσαι διὰ θηρίων ἢ φαρμάκων γίνονται, διττὸν ἔχει τὸν σκοπὸν, κένωσίν τε καὶ ἀλλοίωσιν τοῦ τὴν ὀδύνην ἐργαζομένου. κενοῖ μὲν οὖν τὰ θερμαίνοντα πάντα καὶ τὰ χωρὶς τοῦ θερμαίνειν ἕλκοντα σφοδρῶς, ὥσπερ αἵ τε σικύαι καί τινα τῶν κοίλων κεράτων, οἷς ὡς σικύαις ἔνιοι χρῶνται. τινὲς δὲ καὶ διʼ αὐτοῦ τοῦ στόματος ἕλκουσι τὸν ἰὸν, αὐτοὶ προσπίπτοντες τῷ πεπονθότι μορίῳ καὶ περιλαμβάνοντες αὐτὸ τοῖς χείλεσιν. ἔχεταί γε μὴν καὶ τοῦ προειρημένου σκοποῦ τὸ καυτήριον, ὅσα τε φάρμακα παραπλησίως τοῖς καυτηρίοις ἐσχάραν ἐργάζεται. ταῦτα μὲν οὖν ἐκκενοῖ πάντα τὴν οὐσίαν ὅλην τοῦ λυποῦντος. ἕτερον δὲ γένος ἐστὶ βοηθημάτων ἀλλοιούντων τὴν ποιότητα διὰ τῶν ἐναντίων, εἰ μὲν θερμασίας ὁ κάμνων αἰσθάνοιτο σφοδρᾶς ἤτοι κατʼ αὐτὸ τὸ δεδηγμένον ἢ καθʼ ὅλον τὸ σῶμα, τὰ ψύχοντα φάρμακα προσφερόντων ἡμῶν· εἰ δὲ ψύξεως, τὰ θερμαίνοντα. μεμάθηκας δὲ ἐν ταῖς περὶ τῶν φαρμάκων πραγματείαις ἑκάτερα. τοιαῦται μὲν οὖν αἱ κοιναὶ πάσης φλεγμονῆς ἰάσεις· ὑπαλλάττονται δὲ κατὰ τὰ πεπονθότα μόρια. δέδεικται γὰρ ἤδη κᾀν τῇ τῶν ἑλκῶν θεραπείᾳ τοῦτο· καὶ πολλῶν οὐ δεῖ λόγων τῷ μεμνημένῳ τῶν ἐν ἐκείνοις εἰρημένων, ἀλλʼ ἀρκέσει διὰ βραχέων ἐπελθεῖν αὐτά.

Μία μὲν οὖν ἔνδειξις ἐκ τῶν ὁμοιομερῶν καλουμένων γίνεται μερῶν τοῦ σώματος· ἑτέρα δὲ ἐκ τῶν ὀργανικῶν. ἡ μὲν οὖν ἐκ τῶν ὁμοιομερῶν τὸ ποσὸν τοῦ θερμαίνειν, ἢ ψύχειν, ἢ ξηραίνειν, ἢ ὑγραίνειν διορίζει, ἡ δʼ ἐκ τῶν ὀργανικῶν τὸν τόπον διʼ οὗ χρὴ κενῶσαι καὶ προσέσι τὸν τρόπον τῆς κενώσεως· ἔτι τε πρὸς τούτοις τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τῇ τῶν ὁμοειδῶν φαρμάκων χρήσει. περὶ μὲν οὖν τῆς ἀπὸ τῶν ὁμοιομερῶν ἐνδείξεως λέλεκται πρόσθεν ἐν τῇ τῶν ἑλκῶν ἰάσει, περὶ δὲ τῆς τῶν ὀργανικῶν ἐν τῷδε λεχθήσεται.

Τῆς γάρ τοι φλεγμονῆς κατὰ διττὸν τρόπον ἐξεστώσης τοῦ κατὰ φύσιν, ὅτι τε πεπλήρωται τὸ μόριον αἵματος πολλοῦ καὶ ὅτι θερμότερόν ἐστιν, ὁ τῆς κενώσεως σκοπὸς ἐπικρατεῖ μᾶλλον τοῦ τῆς ἐμψύξεως, οὐχ ὡς ἐν τοῖς ἐρυσιπέλασιν· ἐπʼ ἐκείνων γὰρ ὁ τῆς ἐμψύξεως ἐπείγει πρὸ τοῦ τῆς κενώσεως. καίτοι τό γε κεφάλαιον τῆς θεραπείας ἀμφοτέρων τῶν παθῶν κοινόν ἐστιν ἡ κένωσις τοῦ λυποῦντος χυμοῦ. καὶ διὰ τοῦτο μετὰ τὴν ἔμψυξιν τῶν ἐρυσιπελάτων ἐπὶ τὰ διαφορητικὰ παραγινόμεθα φάρμακα. ἐπὶ τοίνυν τῆς φλεγμονῆς ζεούσης εἰς τοσοῦτον ψυκτέον ἐστὶν, εἰς ὅσον ἐκκόψαι τε καὶ κωλῦσαι τὴν αὔξησιν αὐτῆς συμφέρει. καὶ γὰρ ὀδυνώσης τῆς πλέονος θερμασίας καί τι καὶ πρὸς τὸ πεπονθὸς ἑλκούσης, ἐξ ἀμφοῖν αὐξάνεσθαι συμβαίνει τὴν φλεγμονήν. ὅσον μὲν οὖν ὡς θερμῷ νοσήματι τῇ φλεγμονῇ τῆς ψύξεως ἁρμόττει, τοῦτο κωλυτικόν ἐστι τῆς αὐξήσεως. ὡσαύτως δὲ καὶ καθʼ ὅσον ἀναστέλλει τὸ ἐπιρρέον. ὅσον δὲ τοῦ περιεχομένου κατὰ τὸ φλεγμαῖνον ἀποκρουστικὸν εἰς τὰ πλησιάζοντα μόρια, θεραπευτικὸν τοῦτʼ ἔστι τῆς οὔσης ἤδη φλεγμονῆς. ὡσαύτως δὲ καὶ τὰ θερμαίνοντα μετρίως ἐνίοτε κατʼ ἀμφοτέρους τοὺς τρόπους ὀνίνησι, ὅταν τὴν ὀδύνην παύῃ καὶ διαφορῇ τὸ περιεχόμενον ἐν τοῖς πεπονθόσι μορίοις· ἐν μὲν τῷ παύειν τὴν ὀδύνην κωλύει τὴν αὔξησιν, ἐν δὲ τῷ διαφορεῖν ἰᾶται τὸ γεγονὸς ἤδη τῆς φλεγμονῆς.

Ἐπεὶ τοίνυν τὸ κῦρος ἅπαν ἐστὶ τῆς τῶν φλεγμαινόντων θεραπείας ἐν τῷ κενῶσαι τὸ περιττὸν αἷμα τοῦ φλεγμαίνοντος μορίου, κένωσις δὲ ἐπινοεῖται διττὴ τῶν οὕτως ἐχόντων, ἢ μεθισταμένου πρὸς ἕτερα χωρία τοῦ περιεχομένου κατὰ τὸ φλεγμαῖνον αἵματος, ἢ ἔξωθεν τοῦ σώματος ἐκκρινομένου, βέλτιόν ἐστιν ἀμφοτέροις χρῆσθαι προσέχοντα τὸν νοῦν, μὴ κατὰ συμβεβηκὸς ἕπηταί τις βλάβη. διττῆς τοίνυν ἑκατέρας τῶν εἰρημένων κενώσεως οὔσης, εἰς τέσσαρας τὰς πάσας ἡ τομὴ γίνεται τῶν κενωτικῶν ἁπάντων βοηθημάτων, τῆς μὲν εἰς τὰ ἄλλα μόρια μεταρρύσεως τοῦ αἵματος ἡ μὲν ἑτέρα διωθουμένων αὐτὸ τῶν φλεγμαινόντων μορίων, ἡ δʼ ἑτέρα τῶν ἀπαθῶν ἑλκόντων γίνεται· τῆς δὲ ἔξω τοῦ σώματος κενώσεως ἡ μία μὲν αἰσθηταῖς ἐκροαῖς, ἡ δὲ ἑτέρα λόγῳ θεωρηταῖς ἐπιτελεῖται. καὶ τῆς αἰσθηταῖς ἐκροαῖς γινομένης ἡ μὲν ἑτέρα διʼ αὐτοῦ τοῦ φλεγμαίνοντος, ἡ δʼ ἑτέρα διὰ τῶν συναναστομουμένων αὐτῷ. διὸ καὶ χρεία τῆς ἀνατομῆς ἐστιν εἰς διάγνωσιν τῆς τοιαύτης κοινωνίας. αὗται μὲν οὖν ἀπὸ τῆς φύσεως τῶν μορίων ἐνδείξεις προέρχονται, τὴν θεραπείαν ὑπαλλάττουσαι τῶν φλεγμαινόντων· ἔτι τε πρὸς ταύταις ἡ ἐκ τῆς θέσεώς τε καὶ διαπλάσεως, ἃς ὡς ὀργανικὸν ἐνδείκνυται τὸ πεπονθὸς, οὐχ ὡς ὁμοιομερές.

Ἔτι δʼ ἄλλαι κοιναὶ τῶν ὀργανικῶν εἰσι καὶ τῶν ὁμοιομερῶν, ὅταν ἐπισκεπτώμεθα τήν τʼ ἐνέργειαν αὐτῶν, καὶ εἰ ἀραιὸν ἢ πυκνὸν, ἢ ἀναίσθητον, ἢ δυσαίσθητόν ἐστιν, ἢ εὐαίσθητον. εἰς ἃς ἁπάσας ἀποβλέπειν χρὴ τὸν ἐπιχειροῦντα θεραπεύειν ὀρθῶς.

Ἐπεὶ δὲ, ὡς ἀεὶ λέγομεν, οὐχ ἱκανόν ἐστιν αὐτὰ μόνον γινώσκειν τὰ καθόλου χωρὶς τοῦ γεγυμνάσθαι περὶ τὰ κατὰ μέρος, οὕτω καὶ νῦν πράξομεν οὐ διὰ πάντων τῶν κατὰ μέρος ἰόντες, ἀλλʼ ὅσα περ ἂν ἡμῖν ἱκανὰ δόξῃ τοῖς ἀναγνωσομένοις αὐτὰ γενήσεσθαι. ὑποκείσθω τοίνυν ἧπαρ ἀρχόμενον φλεγμαίνειν καὶ ζητείσθω τίς ἀρίστη θεραπεία γενήσεται τοῦ πάθους. ἐπισκέπτου δὴ πρῶτον μὲν ἁπάντων, ἀφʼ ὧν εἶπον ὁρμώμενος, εἰ δεῖται κενώσεως τὸ πᾶν σῶμα. κᾂν εὕροις δεόμενον, ἐφεξῆς σκέπτου τὴν ῥώμην τοῦ κάμνοντος, εἰ δύναται κένωσιν ἀθρόαν ἐνεγκεῖν. ἔστω δὴ πρότερον ἐρρῶσθαι τὴν δύναμιν· ἐφεξῆς σκέπτου τὴν ἡλικίαν. εἰ γὰρ παιδίον εἴη, τὴν διὰ φλεβοτομίας οὐκ οἴσει κένωσιν, ὡς ἔμπροσθεν ἐδείχθη· κατὰ μὲν τὸν τῆς ἥβης καιρὸν οἱ παῖδες ἤδη φέρουσι τὴν διὰ τῆς φλεβοτομίας κένωσιν. ἀντισπαστέον οὖν ἅμα καὶ κενωτέον τὸ φερόμενον ἐπὶ τὸ ἧπαρ αἷμα τῇ φλεβοτομίᾳ, κατὰ τὸν δεξιὸν ἀγκῶνα τὴν ἔνδον φλέβα τέμνοντες, ἐπεὶ κατʼ εὐθὺ καὶ διʼ εὐρείας ὁδοῦ τῇ κοίλῃ καλουμένῃ κοινωνεῖ· μὴ φαινομένης δὲ ταύτης τὴν μέσην τέμνειν· εἰ δὲ μήτʼ αὐτὴ φαίνοιτο, τὴν λοιπὴν καὶ τρίτην. τὸ δὲ ποσὸν τῆς κενώσεως ἔκ τε τῆς κατὰ τὸ πλῆθος εὑρήσεις ποσότητος, ὅσα τʼ ἄλλα κατὰ τὸν ἔμπροσθεν εἴρηται λόγον, ἡλικία τε καὶ φύσις ὥρα τε καὶ χώρα καὶ ἔθος, ἔτι τε πρὸ τούτων καὶ ἡ δύναμις τοῦ κάμνοντος. ἐφʼ ἁπάντων γὰρ ταῦτα κοινά. τὸ δʼ ἤτοι τὴν ἔνδον ἢ τὴν μέσην ἢ τὴν ὠμιαίαν φλέβα τέμνειν, ἢ τὴν παρὰ τὸ σφυρὸν, ἢ τὴν ἐν ἰγνύι, παρὰ τοῦ πεπονθότος μορίου τὴν ἔνδειξιν ἔχει. καὶ διώρισται μὲν ἤδη κᾀν τοῖς περὶ φλεβοτομίας ὑπὲρ τῶν τοιούτων ἁπασῶν κενώσεων· εἰρήσεται δὲ καὶ νῦν ὅσον εἰς τὰ παρόντα χρήσιμον, αὐτό τε τοῦτο πρῶτον, ὡς οὐκ ἀγκεῖ μόνον ὅτι κενωτέον ἐστὶν ἐξευρεῖν, ὡς ἂν φαῖεν οἱ τὴν ἀμέθοδον αἵρεσιν μετιόντες, οὐδὲν φροντίζοντες τῆς διαφορᾶς τῶν πεπονθότων μορίων. οὐ γὰρ ὁ λόγος μόνον, ἀλλὰ καὶ ἡ πεῖρα δείκνυσιν ἄλλην ἄλλῳ μορίῳ κένωσιν ἁρμόττουσαν. ἐθεάσω γοῦν ἐνίους τῶν ἀρξαμένων φλεγμαίνειν ὀφθαλμοὺς αὐτῷ μόνῳ τῷ καθαρθῆναι διὰ τῆς κάτω γαστρὸς ἡμέρᾳ μιᾷ θεραπευθέντας. ὅπερ ἐὰν ἐφʼ ἥπατος ἀρχομένου φλεγμαίνειν ἐπιχειρήσῃ τις πρᾶξαι, μεγίστην ἐργάσεται τὴν φλεγμονὴν, ὥσπερ γε καὶ εἰ τῶν νεφρῶν ἢ τῆς κύστεως φλεγμαίνειν ἀρξαμένων οὐρητικὰ ποτίζοι φάρμακα καταμήνιά τε κινοῖ μήτρας φλεγμαινούσης· ἀντισπᾷν γὰρ χρὴ τῶν ἀρχομένων ῥευματίζεσθαι πορρωτάτω τὸ περιττὸν, οὐχ ἕλκειν ἐπʼ αὐτά. κατὰ τοῦτον οὖν τὸν λόγον οὐδὲ γαστρὸς οὐδʼ ἐντέρων ἀρξαμένων φλεγμαίνειν ὑπηλάτῳ χρῆσθαι προσήκει. τὴν δʼ αὐτὴν ἔνδειξιν ἔχει τούτοις μὲν μήτρα, τοῖς δʼ οὐρητικοῖς ὀργάνοις αἰδοῖα. τό γε μὴν ἐμέτοις χρῆσθαι τῶν αἰδοίων πεπονθότων ἀντισπαστικόν ἐστι βοήθημα. κατὰ δὲ τὸν αὐτὸν λόγον ἐπὶ μὲν τοῖς κατὰ τὴν κεφαλὴν ἅπασιν ὑπήλατον φάρμακον, ὅσα δὲ κατὰ τὸν φάρυγγα καὶ οὐρανίσκον, ἢ τὴν ὑπερώαν, ἢ τὴν γλῶτταν, ἢ ὅλως κατὰ τὸ στόμα φλεγμαίνειν ἄρχεται, φυλακτέον ἐπὶ τούτων ἁπάντων τοὺς καλουμένους ἀποφλεγματισμούς. ὅμοιον γὰρ τοῦτο τῷ καθαίρειν κάτω τῶν ἐντέρων πεπονθότων καὶ τῷ οὖρα κινεῖν τῶν κατὰ τοὺς νεφροὺς ἢ κύστιν ἐχόντων κακῶς, ἢ ἐμέτους τῶν κατὰ τὸν στόμαχον. ἄμεινον οὖν ἐπὶ τὴν ῥῖνα παροχετεύειν, ἀρχομένων τῶν κατὰ τὸ στόμα μορίων φλεγμαίνειν. οὕτω δὲ καὶ φλέβα τέμνειν, εἰ μὲν ταῦτα πεπόνθοι, τὴν ὠμιαίαν ἐν χειρὶ, καὶ ταύτης μὴ φαινομένης τὴν μέσην· εἰ δʼ ἧπαρ ἢ θώραξ ἢ πνεύμων ἢ καρδία, τὴν ἔνδον. ἐπὶ δὲ συνάγχης πρώτας μὲν τὰς ἐν χερσὶ, δευτέρας δὲ τὰς ὑπὸ τὴν γλῶτταν. τῶν δὲ κατʼ ἰνίον πασχόντων καὶ τὴν ἐν ἀγκῶνι μὲν, οὐχ ἥκιστα δὲ καὶ τὴν ἐν τῷ μετώπῳ. ἐπὶ δὲ νεφρῶν καὶ κύστεως αἰδοίου τε καὶ μήτρας τὰς ἐν τοῖς σκέλεσι, μάλιστα μὲν τὰς κατὰ τὴν ἰγνύαν, εἰ δὲ μὴ, τὰς παρὰ σφυρόν. ἀεὶ δʼ ἐπὶ πάντων τὰς κατʼ εὐθύ. τοῦ μὲν ἥπατος ἀρχομένου φλεγμαίνειν, τὰς ἐν τῇ δεξιᾷ χειρὶ, τοῦ δὲ σπληνὸς, ἔμπαλιν. ὥστʼ εὐθὺς ἡ διαφορὰ τῶν κενώσεων πρῶτον κατὰ τὴν τῶν μορίων διαφορὰν ὑπαλλάττεται· καὶ δῆλον ὅτι τὸ κοινὸν τῆς ἐνδείξεως οὐ μᾶλλον ὠφελείας ἢ βλάβης αἴτιον. ὅτι μὲν γὰρ κενωτέον, ἔνδειξις κοινή· τὸ δʼ ὅθεν ἢ ὅπως, οἱ πεπονθότες τόποι διδάσκουσιν. οὕτω γοῦν καὶ οἱ τῶν κώλων ἐπενοήθησαν δεσμοὶ θώρακος ἢ γαστρὸς, ἢ τῶν κατὰ τὸν τράχηλον, ἢ τὴν κεφαλὴν μορίων φλεγμαινόντων. οὐ γὰρ δὴ τὸ φλεγμαῖνόν γε αὐτὸ δήσεις κῶλον, ἀλλʼ ἐπὶ μὲν σκελῶν τὰς χεῖρας, ἐπὶ χειρῶν δὲ τὰ σκέλη.

Καὶ μὴν καὶ τὸ ψύχειν καὶ στύφειν ἐν ἀρχῇ τὰ φλεγμαίνοντα χωρὶς τῆς περὶ τῶν πεπονθότων ἐνδείξεως οὐ μᾶλλον ὠφελείας ἢ βλάβης αἴτιον. ἐπὶ μὲν γὰρ τῶν κατὰ τὸ κῶλον μορίων ἀρκεῖ καὶ σπόγγον ἐπιθεῖναι, βρέξαντας ἤτοι γε ὕδατι ψυχρῷ μικρὸν ὄξους μιγνύντας ἢ ὕδατι μόνῳ· καθάπερ γε καὶ οἴνῳ τινὶ τῶν αὐστηρῶν. ἥπατος δʼ ἀρξαμένου φλεγμαίνειν οὐδεὶς ἂν χρήσαιτο τούτων οὐδενὶ νοῦν ἔχων ἄνθρωπος· ἀλλʼ οὐδʼ εἰ μήλινον ἐπιβρέξαις ἢ μύρσινον, ἢ μαστίχινον, ἢ νάρδινον, ἢ σχίνινον, ἤ τι τῶν στυφόντων ἐλαίων ἢ καὶ τῶν ἄλλων ἐναφεψήσας ἀψίνθιον, οὐδὲ τούτων οὐδὲν ἁρμόττει ψυχρὸν, ὥσπερ οὐδὲ κατάπλασμα ψυχρὸν οὐδέν. ἀλλὰ μῆλα μὲν ἐναφεψῶν οἴνῳ, καὶ μάλιστα κυδώνια, κατάπλασμα σκευάσοις διʼ αὐτοῦ, φλεγμονῆς ἥπατος ἔτι ἀρχομένης, ψυχρὸν δʼ οὐδὲ τοῦτο προσοίσεις· ὥσπερ οὐδὲ τὸ ἔλαιον ἐσκευασμένον, ὡς εἴρηται, τοῖς ὀφθαλμοῖς ἢ τοῖς ἐν τῷ στόματι μορίοις ἀρχομένοις φλεγμαίνειν. ὠτὶ δὲ κᾂν ὄξος ἐγχέῃς μετὰ ῥοδίνου, βλάψεις οὐδέν. ἀλλʼ οὐκ ὀφθαλμοῖς γε φλεγμαίνουσιν ἀγαθὸν τοῦτο, καθάπερ οὐδὲ τὸ διὰ μόρων φάρμακον ἤ τι τῶν στοματικῶν ὀνομαζομένων ἄλλο· πάντα γὰρ ἀνιαρὰ τὰ τοιαῦτα τοῖς ὀφθαλμοῖς, καίτοι κατὰ τὸ γένος ὄντα τῆς ἐνδείξεως. ἀδένων δὲ φλεγμαίνειν ἀρχομένων ἤρκεσε πολλάκις ἔλαιον μόνον θερμόν.

Ἀλλὰ καὶ ἡ ἄλλη δίαιτα τοῖς μὲν ἀδένας ἤ τι τῶν κατὰ τὰ κῶλα μορίων ἔχουσι φλεγμαῖνον, ἕνα μόνον λαμβάνει σκοπὸν, ὡς τοσαῦτα καὶ τοιαῦτα προσφέρεσθαι δεῖν, ὅσα δὴ καὶ οἷα πεφθήσεται ῥᾷστα. διαφέρει δʼ οὐδὲν ἢ χόνδρον, ἢ πτισάνην, ἢ μελίκρατον, ἢ ῥόαν, ἢ μῆλον, ἤ τι τοιοῦτον προσενέγκασθαι. φλεγμαίνοντος δʼ ἥπατος ἀκριβεστάτης διαίτης ἐστὶ χρεία, καθάπερ γε καὶ γαστρός. τὸ γὰρ ἔργον αὐτῶν ἅπαντι τῷ ζώῳ κοινόν ἐστι, καὶ μὴ πεφθείσης καλῶς τῆς τροφῆς ἢ μὴ προσηκόντως αἱματωθείσης, ἅπασι τοῖς τοῦ ζώου μέλεσι μεγίστη βλάβη προσγίνεται. τὰ δὲ τῶν κώλων μόρια τοσοῦτον λαμβάνει τῆς τροφῆς, ὅσον τρέφεσθαι πέφυκε. διὸ κᾂν ἐκ μήλου καλῶς ἐν τῇ γαστρὶ πεφθέντος ἀφίκηται πρὸς αὐτὰ τροφὴ, κᾂν ἐκ χόνδρου, κᾂν ἐκ πτισάνης, οὐ μέγα διαφέρει. κατὰ δὲ τὸ ἧπαρ ὁπόσον ἡ διαφορὰ τῶν τροφῶν δύναται καὶ ὡς μέγιστον ἐφʼ ἑκάτερα, πάρεστί σοι μανθάνειν.

Ἐκκενοῦσθαι μὲν δήπου χρὴ τοῦ ἥπατος ὅσον ἀθροίζεται κατʼ αὐτὸ τοῦ τε πικροχόλου χυμοῦ καὶ τῶν ἐκ τῆς φλεγμονῆς ἰχώρων. τοῦτο δʼ οὐκ ἂν γένοιτο χωρὶς τοῦ διαρρύπτεσθαι μὲν τὰ κατὰ τὸ σπλάγχνον ἀγγεῖα, τὸν δʼ εἰς τὴν νῆστιν καθήκοντα πόρον ἀναστομοῦσθαι. χόνδρος οὖν ἐμπλάττων μὲν τοῦτον, ἐμπλάττων δὲ τὰ κατὰ τὸ ἧπαρ ἀγγεῖα καὶ μάλιστα τὰ πέρατʼ αὐτῶν, κωλύει τήν τε χολὴν εἰς τὸ ἔντερον ὑπιέναι καὶ τὴν τροφὴν εἰς ὅλον ἀναδίδοσθαι τὸ σῶμα. χρεία τοίνυν ἐστὶ τῶν ἐκφραττόντων ἐδεσμάτων τε καὶ φαρμάκων αὐτῷ τε τῷ ἥπατι καὶ τῷ τοῦ χοληδόχου πόρου στόματι. τὰ δὲ τοιαῦτα πάντα γλίσχρα μὲν ἥκιστʼ ἐστὶ, λεπτὰ δὲ ταῖς συστάσεσι καὶ δακνώδη ταῖς ποιότησιν. ἀλλὰ πάλιν ὑπὸ τούτων δακνόμενα τὰ φλεγμαίνοντα παροξύνεται καὶ διὰ τοῦτο δεόμεθα τῶν ἄνευ τοῦ δάκνειν αὐτὰ ῥυπτόντων, οἷόν πέρ ἐστι καὶ τὸ μελίκρατον. ἀλλʼ ἴσμεν ὅτι τὰ γλυκέα πάντα καὶ σπλῆνα καὶ ἧπαρ ἐπὶ πλεῖστον ἐξαίρει. λοιπὴ τοίνυν ἄμεμπτος ὡς ἐν ἐδέσματι μὲν ἡ πτισάνη· χωρὶς γὰρ τοῦ δάκνειν ῥύπτει· ὡς ἐν φαρμάκοις δʼ ὀξύμελι μεθʼ ὕδατος κεραννύμενον. καὶ γὰρ καὶ ἡ ῥόα καὶ τὸ μῆλον ὅσα τʼ ἄλλα στύφει, συνάγοντα τοῦ χοληδόχου πόρου τὸ στόμα, κωλύει τὴν χολὴν ἐκκρίνεσθαι· καὶ διὰ τοῦτο βλάπτει φλεγμονὰς ἥπατος, καὶ μάλισθʼ ὅταν ἐν τοῖς σιμοῖς ὦσι μέρεσι τοῦ σπλάγχνου· πρὸς γὰρ τῇ διὰ φλεγμονὴν στενοχωρίᾳ καὶ ἡ ἐκ τῶν στυφόντων τε καὶ γλίσχρων ἐδεσμάτων προσέρχεται. καὶ τὰ δάκνοντα δὲ μᾶλλον βλάπτει τὰς ἐν τοῖς σιμοῖς φλεγμονάς· ὅσαι γὰρ ἐν τοῖς κυρτοῖς αὐτοῦ μέρεσι γίγνονται, φθάνει μεταβεβλημένα πρὸς αὐτὰς ἀφικνεῖσθαι τὰ ληφθέντα καὶ μήτε τὸ στῦφον ἔτι στύφειν ὁμοίως μήτε τὸ δάκνον δάκνειν μήτε τὸ διὰ γλισχρότητα τοῖς στενοῖς ἀγγείοις ἐμπλαττόμενον ἔτι μένειν ὁμοίως γλίσχρον. ἡ μεταβολὴ δʼ αὐτοῖς διττὴ, τῷ τε προπεπέφθαι καὶ διότι τῷ προϋπάρχοντι κατὰ τὸ σπλάγχνον αἵματι μίγνυται. τοῦ δέ γε σιμοῦ μέρους ἐν ἥπατι φλεγμαίνοντος εὐθὺς μὲν ἀναγκαῖόν ἐστι καὶ τὰς ἐν τῷ μεσεντερίῳ συμφλεγμαίνειν φλέβας· ἀπὸ γὰρ τῆς ἐπὶ πύλας ἅπασαι πεφύκασιν· εὐθὺς δὲ καὶ τὰ προσπίπτοντα τοῖς στόμασιν αὐτῶν ἐπιδείκνυται τὴν ἑαυτῶν δύναμιν.

Ἆρά σοι δοκεῖ σμικρὰ διαφορὰ προσέρχεσθαι τῇ κοινῇ τῶν φλεγμονῶν θεραπείᾳ παρὰ τῶν μορίων; ἐμοὶ μὲν γὰρ μεγίστη φαίνεται, κᾂν εἰ τὴν Θεσσάλειον ἀναισθησίαν ζηλοῦντες οἴονται τὴν κοινὴν ἔνδειξιν ἀρκεῖν μόνην. ἀναμνῆσαι δέ σε βούλομαι καὶ τῆς καλῆς αὐτῶν θεραπείας, ἣν ἐπὶ Θεαγένους ἐποιήσαντο τοῦ Κυνικοῦ φιλοσόφου· ταύτην γὰρ ἔγνωσαν οὐκ ὀλίγοι διὰ δόξαν τἀνθρώπου, δημοσίᾳ διαλεγομένου κατὰ τὸ τοῦ Τραϊανοῦ γυμνάσιον ἑκάστης ἡμέρας. ὁ μὲν οὖν θεραπεύων αὐτὸν ἦν εἷς τῶν Σωρανοῦ μαθητῶν, Ἄτταλος τοὔνομα. κατέπλαττε δὲ ἑκάστης ἡμέρας τὸ ἧπαρ ἀρτομέλιτι, μὴ γινώσκων ὅτι στύφεσθαι μετρίως δεῖται τὸ σπλάγχνον τοῦτο, διότι τῆς θρεπτικῆς δυνάμεως ἀρχὴ τοῖς ζώοις ἐστὶ καὶ τὸ φλεβῶδες γένος ἀπʼ αὐτοῦ πέφυκεν. οὕτως οὖν ἐθεράπευσε τὸ σπλάγχνον, ὡς τοὺς βουβῶνας ἀμίκτῳ καὶ μόνῃ τῇ διὰ τῶν χαλώντων ἀγωγῇ, καταπλάττων μὲν ἀρτομέλιτι, προκαταιονῶν δὲ ἐλαίῳ θερμῷ καὶ τρέφων ἐκ χόνδρου ῥοφήματι. ταῦτα γὰρ ἀρκεῖ τὰ τρία σχεδὸν ἅπασι τοῖς νῦν ἀμεθόδοις Θεσσαλείοις εἰς τὴν τῶν ὀξέων ἴασιν. ἔδοξε δέ μοι κατὰ μόνας εἰπεῖν τῷ Ἀττάλῳ, προσμιγνύναι τι τῶν στυφόντων καὶ μὴ ψιλῇ χρῆσθαι τῇ διὰ τῶν χαλαστικῶν ἀγωγῇ. περὶ μὲν οὖν τῆς τοῦ σπλάγχνου φύσεως οὐκ ἔμελλον ἐρεῖν αὐτῷ· τοῦτο γὰρ ἦν ὄντως ὄνῳ μῦθον λέγειν· ὃ δʼ ᾤμην εἰπὼν πείσειν αὐτὸν, ᾧ καὶ πάντας ἀνθρώπους ὁρῶ τάχιστα πειθομένους, τοῦτο διῆλθον μόνον· ὡς ἡ μακρὰ πεῖρα ἐδίδαξε τοὺς ἰατροὺς θεραπεύειν ἧπαρ ὕλῃ φαρμάκων μικτῇ· γεγραμμένην δʼ αὐτὴν εὑρήσεις ἐν τοῖς θεραπευτικοῖς γράμμασι τῶν ἰατρῶν. ἐὰν οὖν σοι δοκῇ, μῖξον, ἔφην, ἀψινθίου τι τῆς κόμης μὲν ἀκριβῶς κεκομμένης τῷ καταπλάσματι, τῆς πόας δʼ ὅλης τῷ ἐλαίῳ, καθάπερ ὁρᾷς ἄλλους ἐναφέψοντας αὐτῷ μετρίως. τῷ καταπλάσματι δὲ μυροβαλάνου πίεσμα καὶ ἴριν καὶ σχίνου τὸ ἄνθος ἢ τῆς ναρδίτιδος βοτάνης τὴν ῥίζαν ἢ κυπέρου μῖξον· οὐ χεῖρον δὲ καὶ διʼ οἴνου ποτʼ αὐτὰ κατασκευάσαι καὶ μῖξαι ποτὲ τῆς ἰλύος αὐτοῦ, καί τι τῶν στυφόντων ἐναφεψῆσαι μήλων, ὁποῖα τὰ κυδώνιά τε καὶ στρούθια καλούμενα καὶ ταῦτα δὴ τὰ πλεονάζοντα κατὰ τὴν Ῥωμαίων πόλιν, ἃ προσαγορεύουσι κεστιανά. τὸ δʼ ἔλαιον, ὁρῶ γάρ σε καὶ τοῦτο μιγνύντα, μὴ τὸ τυχὸν ἔστω, ἀλλʼ ἤτοι τὸ ἀπὸ τῆς Ἱσπανίας ἢ τὸ Ἰστρικὸν, ἢ τὸ ὀμφάκινον, ἢ σχίνινον, ἢ μύρτινον, ἢ μήλινον, ἢ νάρδινον μύρον. πολλὴν δὲ καὶ ἄλλην ἔφην ὕλην ἄφθονον εἶναι τῶν ἐναφεψεῖσθαι δυναμένων. καὶ γὰρ σχίνου τοὺς ἁπαλοὺς κλῶνας καὶ μυρσίνης καὶ βάτου καὶ ἀμπέλου καὶ μᾶλλον τῆς ἀγρίας, ἀφʼ ἧς καὶ τὴν οἰνάνθην καλουμένην λαμβάνομεν. οὐ χεῖρον δʼ ἂν εἴη καὶ τὸ Ἀττικὸν ὕσσωπον τῷ τε καταπλάσματι καὶ ταῖς κηρωταῖς μιγνύναι· καὶ γὰρ καὶ κηρωτάς τινας ἐξ ὕλης τοιαύτης αὐτῷ συνεβούλευον ἐπιτιθέναι μετὰ τὸ κατάπλασμα. καὶ συνάπτειν γʼ ἐπειρώμην ἐφεξῆς αὐτῷ τὴν ὅλην ἀγωγὴν, ἵνα καὶ τὰ καλούμενα πρὸς τῶν ἰατρῶν ἐπιθέματα διὰ μικτῆς ὕλης σκευάζῃ. βέλτιον γὰρ, ἔφην, ἐστὶν ἀρθέντος τοῦ καταπλάσματος ἐπικεῖσθαί τι τῷ σπλάγχνῳ. καὶ ὁ Ἄτταλος ὑποτεμνόμενός μου τὸν λόγον, εἰ μὴ σφόδρα σʼ ἐτίμων, ἔφη, τούτων οὐδενὸς ἂν ἠνεσχόμην· ἐν οἷς γὰρ ἐναυάγησαν οἱ πρόσθεν ἰατροὶ, πρὶν τὴν ὄντως ἰατρικὴν ὑπὸ τῶν ἡμετέρων εὑρεθῆναι, ταῦτά μοι συμβουλεύεις ὥσπερ οὐκ εἰδότι. τρεῖς οὖν ἡμέρας ἢ τέσσαρας, ἔφη, συγχώρησόν μοι προνοήσασθαι τοῦ Θεαγένους ὡς ἐγὼ βούλομαι, καὶ θεάσῃ τελείως αὐτὸν ὑγιαίνοντα. τί οὖν, ἔφην, ἐὰν ἐξαίφνης ἱδρώτων ὀλίγων καὶ τούτων γλίσχρων ἐπιφανέντων ἀποθάνῃ, μνημονεύσεις ὧν ὑπέσχου καὶ μεταθῇ τοῦ λοιποῦ; καταγελῶν ἐπὶ τούτοις ὁ Ἄτταλος ἐχωρίσθη, μηκέτʼ ἀποκρινόμενος μηδὲν, ὥστʼ οὐδὲ περὶ τοῦ χόνδρου τι συμβουλεῦσαί μοι συνεχώρησεν, οὐδʼ ὅτι δεήσει τῶν οὐρητικῶν φαρμάκων μιγνύναι τῷ ὕδατι μικρὸν ὕστερον, ἐπειδὴ τὰ κυρτὰ τοῦ ἥπατος ἐπεπόνθει. καθάπερ γὰρ τὰ σιμὰ διὰ τῆς γαστρὸς ἐκκενωτέον ἐστὶν, ὡς ὀλίγον ἔμπροσθεν εἶπον, οὕτω τὰ κυρτὰ διὰ τῶν μετρίως οὐρητικῶν φαρμάκων, οἷόν ἐστι τὸ σέλινον. ἐν δὲ τῷ χρόνῳ προϊόντι πεττομένης ἤδη τῆς φλεγμονῆς καὶ τοῖς ἰσχυροτέροις ἐγχωρεῖ χρήσασθαι, τῷ ἀσάρῳ καὶ τῇ Κελτικῇ νάρδῳ καὶ τῷ καλουμένῳ φοῦ καὶ πετροσελίνῳ καὶ σμυρνίῳ καὶ μήῳ· καθάπερ γε καὶ διὰ τῆς γαστρὸς κενοῦν, εἰ τὰ σιμὰ πεπόνθασι, κνίκον μιγνύντα τοῖς ἐδέσμασι καὶ ἀκαλήφην καὶ λινοζῶστιν, ἐπίθυμόν τε καὶ πολυπόδιον καὶ πάνθʼ ὅσα μετρίως ὑπάγει. ἔτι δὲ μᾶλλον ἐν ταῖς παρακμαῖς αὐτοῖς τε τούτοις χρῆσθαι θαρσαλεώτερον ἢ πρόσθεν, ὅσα τε τούτων ἐστὶ σφοδρότερα, τὰ μὲν ἐναφέψοντας τῇ πτισάνῃ, τὰ δὲ κόψαντας, ὡς χνοώδη γενέσθαι· διδόναι δὲ καὶ ταῦτα διὰ πτισάνης ἢ μεθʼ ὕδατος. ἐγὼ γοῦν καὶ πολυποδίου τι ποτὲ συνέψησα τῇ πτισάνῃ καὶ μέλανος ἐλλεβόρου φλοιόν. καὶ διὰ τῶν κλυσμάτων δὲ κενοῦν αὐτοὺς προσῆκεν, ἐν ἀρχῇ μὲν ἀρκουμένους ἁλσὶν ἢ νίτρῳ ἢ ἀφρονίτρῳ μεμιγμένοις τῷ μελικράτῳ· κατὰ δὲ τὰς παρακμὰς καὶ μάλιστα ἐὰν σκιρρῶδές τι καταλείπηται τῆς φλεγμονῆς, ἰσχυρότερα μιγνύντας φάρμακα· τὸ γοῦν ὕσσωπον ἐναφεψόμενον τῷ ὕδατι τηνικαῦτα καὶ τὴν ὀρίγανον καὶ τὴν κολοκυνθίδα καὶ τὸ λεπτὸν κενταύριον. ἐπιτηδειότατα γάρ ἐστι σκιρρωθῆναι τὰ δύο σπλάγχνα, τό θʼ ἧπαρ καὶ ὁ σπλὴν, ἐὰν ἀμελήσῃ τις αὐτῶν ἢ τοῖς γλίσχροις ἐδέσμασι χρήσηται, καθάπερ καὶ ὁ Ἄτταλος ἐπὶ τοῦ Θεαγένους ἑκάστης ἡμέρας χόνδρον προσφέρων καὶ μηδὲν διδοὺς τῶν ἐκφραττόντων τε καὶ ῥυπτόντων. ἀλλὰ τό γε συμβὰν τῷ Θεαγένει, μᾶλλον δὲ τῷ Ἀττάλῳ, καιρὸς εἰπεῖν. ὡς γὰρ ὑπέσχετό μοι, μετὰ τρεῖς ἡμέρας ἐπιδείξειν τὸν ἄνδρα τῆς φλεγμονῆς τοῦ ἥπατος ἀπηλλαγμένον, ὁ μὲν ἔτι δὴ καὶ μᾶλλον ἐπὶ πλεῖστόν τε κατήντλει τὸ σπλάγχνον ἐλαίῳ θερμῷ· κατέπλαττέ τε συνεχέστερον ἐκ τῆς ἐπιμελείας ἐλπίζων αὑτῷ προχωρήσειν τὰ τῆς θεραπείας ἄμεινον, ἀπεκρίνατό τε πυνθανομένοις γαυριῶν ὑπὲρ τοῦ Θεαγένους τὰ βελτίω. ἀλλὰ συνέβη γε καθʼ ὃν ἐγὼ τρόπον εἶπον, ἐξαίφνης ἀποθανεῖν αὐτόν. καὶ τὸ πάντων γελοιότατον, ὁ μὲν Ἄτταλος ἦγέ τινας τῶν ἠρωτηκότων φίλων ὅπως διάγοι, δεῖξαι βουλόμενος αὐτὸν οὕτως ἔχοντα καλῶς ὡς λούεσθαι μέλλειν, ἀγαλλόμενός τε μετὰ πολλῶν εἰσῆλθεν εἰς τὸν οἶκον ἐν ᾧ κατέκειτο· τὸν Θεαγένη δὲ τεθνεῶτα λούειν ἐνεχείρουν ἔνιοι τῶν φίλων, ταῦτα δὴ τὰ νενομισμένα, Κυνικοί τέ τινες ὄντες καὶ ἄλλως φιλόσοφοι. διὸ καὶ μέχρι τοῦ νεκροῦ παραγενέσθαι συνέβη τῷ Ἀττάλῳ μετὰ τοῦ χοροῦ τῶν θεατῶν, ἅτε μηδενὸς ἔνδον οἰμώζοντος. οὔτε γὰρ οἰκέτης οὔτε παιδίον οὔτε γυνὴ τῷ Θεαγένει ἦν, ἀλλʼ οἱ φιλοσοφοῦντες μόνοι παρῆσαν αὐτῷ φίλοι, τὰ μὲν ἐπὶ τοῖς τεθνεῶσι νομιζόμενα πράττοντες, οὐ μὴν οἰμώζειν γε μέλλοντες. οὕτω μὲν ὁ Θεσσάλειος ὄνος εὐδοκίμησεν, ἐπὶ πολλῶν θεατῶν ἐπιδείξας ἀπηλλαγμένον τῆς φλεγμονῆς ἐντὸς τῶν τεττάρων ἡμερῶν, ὡς ὑπέσχετο, τὸν ἄνθρωπον. οἱ δʼ ἄλλοι μεθοδικοὶ μυρίους ἀποκτείνοντες ὁσημέραι τὴν ἀγωγὴν τῆς θεραπείας οὐδέπω καὶ νῦν ὑπαλλάξαι τολμῶσιν, οὐδὲ πειραθῆναί ποτε κᾂν ἅπαξ τῆς τοῖς ἄλλοις ἰατροῖς, οἷς ὄντως ἐσπουδάσθη τὰ τῆς τέχνης ἔργα, γεγραμμένης· οὕτω δευσοποιόν τι πρᾶγμά ἐστιν ἀμαθία σφοδρὰ, καὶ μᾶλλον ὅταν ἀλαζονίᾳ μιχθῇ. τοιοῦτοι μὲν οὖν ἐν ἅπασιν οἱ Θεσσάλειοι.

Χρὴ δʼ ἡμᾶς φεύγοντας τὰ τοιαῦτα ἁμαρτήματα κᾂν εἰ μηδὲν ἄλλο, ἀλλʼ οὖν τῇ ἐμπειρίᾳ πιστεύειν. ὅπερ ἀεὶ παραινῶ τοῖς ἀγυμνάστοις περὶ τὸν λόγον. ἄμεινον γὰρ αὐτοῖς ἐστι μηδʼ ὅλως ἐξ ἀναλογισμῶν τι λαμβάνειν, ὅταν ἀμαθεῖς τε ἅμα καὶ ἀγύμναστοι τῶν λογικῶν ὦσιν μεθόδων, ἃς νῦν ἡμεῖς γράφομεν. ἡ γάρ τοι τοῦ ἥπατος οὐσία ῥᾷστα σκίρροις ἁλίσκεσθαι πέφυκεν, ἔχουσά τι καὶ φύσει πηλῶδες, ὡς παίζων τις ἔλεγεν ἰατρὸς τῶν καθʼ ἡμᾶς. ἡ δὲ τοῦ σπληνὸς ἀραιοτέρα μέν ἐστι τοῦ ἥπατος, ἁλίσκεται δὲ συνεχέστερον ἐκείνου τῷ σκιρρώδει παθήματι διὰ τὴν τῆς τροφῆς ἰδέαν ᾗ χρῆται. δέδεικται γὰρ ὑπὸ τοῦ παχέος αἵματος τρεφόμενος, ὃ καθάπερ τις ἰλύς ἐστι τοῦ καθαρωτέρου καὶ ῥᾷστα γίγνεται μέλαινα χολή· διὸ καὶ μελαγχολικὸν αὐτὸ ἢ μέλαν καλοῦμεν περίττωμα. ταῦτα μὲν οὖν τὰ δύο σπλάγχνα καὶ ἡ ἐμπειρία δείκνυσιν ἐναργῶς ἁλισκόμενα τοῖς σκιρρώδεσιν ὄγκοις. οἱ νεφροὶ δὲ τῷ κατακεκρύφθαι λανθάνουσι τὴν ἁφήν· ὅ γε μὴν λόγος ἡμᾶς διδάσκει καὶ τούτους ἑτοίμως ἁλίσκεσθαι σκίρροις· καὶ διὰ τοῦτο τὰς μὲν ἀλύτους τὸ πάμπαν εἶναι νεφρίτιδας, τὰς δὲ δυσλύτους· ἄμφω γὰρ ἔχουσιν οἱ νεφροὶ τὰ λελεγμένα τῶν προειρημένων σπλάγχνων ὑπάρχειν ἑκατέρῳ, τήν τε τῆς οὐσίας ποιότητα καὶ τὴν τῶν διερχομένων ἐν αὐτοῖς περιττωμάτων φαυλότητα. διὸ καὶ οἱ τὰ παχύχυμα τῶν ἐδεσμάτων ἐσθίοντες ἁλίσκονται τῷ τῆς λιθιάσεως πάθει. προορᾶσθαι τοιγαροῦν χρὴ τοσοῦτον μᾶλλον, ὅσον δυσιατότεραι τῶν τριῶν τούτων εἰσὶ σπλάγχνων αἱ σκιρρώδεις διαθέσεις, ὅπως μή τις αὐταῖς περιπέσῃ. μάλιστα δʼ, ὡς εἴρηται, περιπίπτουσιν οἱ φλεγμηνάντων αὐτῶν ἐδέσμασι χρώμενοι παχεῖς ἢ γλίσχρους χυμοὺς γεννῶσι. καὶ μέντοι καὶ τὰ ἰάματα τῶν τοιούτων παθῶν ὡμολόγηται πᾶσιν εἶναι τὰ τέμνοντα καὶ διαλύοντα καὶ θρύπτοντα, τοῦ γένους μὲν ὄντα δηλονότι τοῦ τῶν ἐκφραττόντων καὶ ῥυπτόντων, ἰσχυρότερά γε μὴν ταῖς δυνάμεσι. μεμάθηκας δʼ ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ τήν τε δύναμιν αὐτῶν καὶ τὴν ὕλην. διὸ καὶ νῦν ὁ λόγος μοι γενήσεται σύντομος ἀρκουμένῳ ταῖς καθόλου δυνάμεσι καὶ μόνῃ τῇ μεθόδῳ μετὰ παραδειγμάτων ὀλίγων. ὅπου γὰρ ἥ θʼ ὕλη τῶν δυνάμεων ἤδη προπαρεσκεύασταί σοι καὶ τὰ συνενδεικνύμενα τὴν θεραπείαν ἔμπροσθεν εἴρηται, καταλείπεται νῦν οὐδὲν ἄλλο, πλὴν τῶν οἰκείων ἑκάστου νοσήματος ἐνδείξεων ἐπιμνησθῆναι. τὰ συνενδεικνύμενα δὴ λέγω δηλονότι δύναμιν καὶ φύσιν καὶ ἡλικίαν καὶ ὥραν καὶ χώραν καὶ ἔθος, ὅσα τʼ ἄλλα τοιαῦτα. καὶ τοίνυν περὶ τῆς ἀπὸ τῶν μορίων ἐνδείξεως ἐφεξῆς ἐρῶ, τὴν ἀρχὴν ἀπὸ τῶν κατὰ τὸ ἧπαρ ποιησάμενος. ἐνδείκνυται γὰρ τοῦτο τὰ μὲν ἔξωθεν ἐπιτιθέμενα κατὰ τὰς φλεγμονὰς αὐτοῦ μικτῆς εἶναι χρῆναι δυνάμεως οὐ μόνον ἐν γενέσει τῆς φλεγμονῆς οὔσης, τοῦτο μὲν γὰρ κοινὸν ἁπασῶν φλεγμονῶν, ὁπότε γε καὶ μόνοις τοῖς ἀποκρουστικοῖς βοηθήμασι κατὰ τὸν χρόνον ἐκεῖνον οὐκ ἄν τις ἁμάρτοι χρώμενος, ἀλλὰ κᾀπειδὰν μήτʼ ἐπιρρέῃ μηδὲν ἔτι, μήτε ἀπώσασθαι δυνατὸν ᾖ τὸ ἐν τῷ φλεγμαίνοντι μορίῳ περιεχόμενον. γίγνεται γὰρ καὶ τοῦτο διὰ πλείους αἰτίας. ἐν ἀρχῇ μὲν οὖν ὀλίγον τε τὸ ἐπιρρέον ἐστὶ καὶ λεπτότερον ὡς τὸ πολύ· ἐνίοτε δὲ καὶ ἡ κατʼ αὐτὸ τὸ δεχόμενον μόριον ἰσχυροτέρα δύναμις, ὡς ἂν μηδέπω κεκμηκυῖα καὶ τὸ περιεχόμενον αὐτὸ κατὰ τὸ φλεγμαῖνον οὐδέπω βιαίως ἐσφηνωμένον. ἀκμαζούσης δὲ τῆς φλεγμονῆς τό τε περιεχόμενον αἷμα πολὺ καὶ πολλάκις παχύτερον, ἐσφηνωμένον τε σφοδρῶς, ἥ τε τοῦ μορίου δύναμις ἀσθενεστέρα· δεόμεθα δὲ καὶ ταύτης ἰσχυούσης, ὡς ὠθεῖν δύνασθαι τὸ περιττὸν ἀφʼ ἑαυτῆς· ἐπειδὴ τῶν στυφόντων φαρμάκων ἡ δύναμις οὐχ ἱκανὴ τηνικαῦτα τὸ πᾶν ἐργάσασθαι μόνη. συνάγουσα μὲν γὰρ καὶ σφίγγουσα καὶ οἱονεὶ πιλοῦσα καὶ θλίβουσα τὰ σώματα δύναται τὰ λεπτότερα ταῖς συστάσεσιν ὑγρὰ πρὸς τοὺς περικειμένους ἀποπέμπειν τόπους, οὐ μὴν ἄνευ γε τοῦ συνεπισχεῖν τι καὶ τὴν ἐν τῷ πάσχοντι μορίῳ δύναμιν, ἀξιόλογον αὐτοῖς γίνεται τὸ ἔργον. τηνικαῦτα γοῦν ἡ μὲν ἀπὸ τῆς φλεγμονῆς ἔνδειξις τῶν ποιητέων ἐστὶ μία· καλοῦσι δʼ αὐτὴν διαφόρησιν, ἐκκενοῦσαν λόγῳ θεωρητοῖς πόροις τὸν ἐν τῷ φλεγμαίνοντι μορίῳ χυμόν. ἡ δʼ ἀπʼ αὐτοῦ τοῦ μορίου πρὸς τοὐναιτίον ἀντισπᾷ, κελεύουσα φυλάττειν αὐτοῦ τὸν τόνον. ἐπιπλεκομένων οὖν ἀλλήλαις ἐναντίων ἐνδείξεων ἐπιπεπλέχθαι χρὴ καὶ τὸ φάρμακον. μηροῦ δὲ φλεγμαίνοντος, ἢ κνήμης, ἢ πήχεος, ἢ βραχίονος, ἢ καὶ ἐν αὐτοῖς ἀδένων, οὐ δεόμεθα φυλάττειν τὸν τόνον. οὗτος ὁ σκοπὸς ἔστω σοι κοινὸς ἐπὶ πάντων τῶν μορίων, ὧν ἔργον τι τοιοῦτόν ἐστιν, ὡς ὅλῳ τῷ σώματι χρήσιμον ὑπάρχειν.

Οὐκοῦν οὐδὲ τὸν σπλῆνα παντάπασι χαλᾷν χρὴ, καὶ γὰρ καὶ οὗτος ἐκκαθαίρει τοῦ ἥπατος ὅσον ἰλυῶδές τέ ἐστι καὶ μελαγχολικὸν, ἐπεὶ δʼ ὑπὸ τοιούτου τρέφεται. καὶ διὰ τοῦθʼ, ὅταν ἔμφραξίς τις ἢ φλεγμονὴ κατʼ αὐτὸν γένηται, καὶ μάλιστα ὅταν ᾖ ἐσκιρρωμένος, τῶν ἐκφραττόντων καὶ τεμνόντων ἰσχυροτέρων δεῖται. οἷον γάρ ἐστι φάρμακον ἥπατι τὸ ἀψίνθιον, τοιοῦτον τῷ σπληνὶ καππάρεως φλοιός· ὁποῖον δʼ ἥπατι τὸ καλούμενον εὐπατόριον, τοιοῦτον τῷ σπληνὶ τὸ σκολοπένδριον. ὁμοίων μὲν γὰρ δεῖται φαρμάκων κατὰ τὸ γένος ἀμφότερα τὰ σπλάγχνα· τοσούτῳ δʼ ἰσχυροτέρων ὁ σπλὴν, ὅσῳ παχυτέρᾳ χρῆται τροφῇ. σκιρρουμένοις οὖν αὐτοῖς αἱ προσήκουσαι τροφαὶ κοιναὶ μὲν τῷ γένει, διαφέρουσαι δὲ τὸ μᾶλλόν τε καὶ ἧττόν εἰσιν. ὅθεν εἰ καὶ διʼ ὀξυμέλιτος ἡ κάππαρις ἐσθίοιτο, χρησίμη μὲν ἀμφοτέροις ἐστὶ τοῖς σπλάγχνοις, ἀλλʼ οὔτʼ ἴση τὸ πλῆθος οὔθʼ ὁμοίως κεκραμένον ἔχουσα τὸ ὀξύμελι· πλείων τε γὰρ αὕτη καὶ διʼ ἀκρατεστέρου τοῦ ὀξυμέλιτος ἐπὶ τοῦ σπληνὸς ὠφελιμωτέρα γίγνοιτʼ ἄν. αὕτη μὲν οὖν ἡ διαφορὰ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον. τῶν δὲ ὁμοίων κατὰ γένος ἢ εἶδος ἢ ὡς ἄν τις ἐθέλοι ὀνομάζειν βοηθημάτων, ἔκ τε τῆς ἐνεργείας αὐτῶν εἴληπται καὶ διαπλάσεως. ἀπὸ δὲ τῆς εἰς τὰ παρακείμενα κοινωνίας, ὅπερ ἐστὶ ταὐτὸν τῇ θέσει, τὸ τὰ μὲν κυρτὰ τοῦ ἥπατος ἐκκαθαίρεσθαι διὰ νεφρῶν, τὰ δὲ σιμὰ διὰ τῆς κάτω γαστρός. ἐπὶ δὲ σπληνὸς τὴν ἑτέραν μόνην εἶναι κένωσιν τῶν περιττῶν, ἡ γὰρ ἐπὶ τοὺς νεφροὺς οὐκ ἔστι τούτῳ τῷ σπλάγχνῳ. διὰ τοῦτʼ οὖν ὅταν φλεγμαίνῃ, τοῖς κατωτερικοῖς ὀνομαζομένοις φαρμάκοις ἐρεθίζομέν τε καὶ διαρρύπτομεν αὐτὸν, ὅπως μεθιῇ καὶ χαλάσῃ τὰ περιττά. διττὸς δʼ ὁ τρόπος ἐστὶ τῆς τῶν τοιούτων φαρμάκων χρήσεως. ἐπὶ μὲν τῶν ἀνωτέρω κειμένων διὰ τῶν μὲν ἐσθιομένων καὶ πινομένων, ἐπὶ δὲ τῶν κατωτέρω διὰ κλυστῆρος ἐνιεμένου, ἐπειδὴ τῶν μὲν ἐσθιομένων καὶ πινομένων ἡ δύναμις ἐκλύεται πρὶν ἐπὶ τὰ κάτω μέρη προχωρῆσαι, τὰ δʼ ἐνιέμενα τὴν ἀρχὴν οὐδʼ ἐπαναβῆναι δύνανται πρὸς τὴν νῆστιν· ἀλλʼ εἰ καὶ πάνυ σφόδρα βιάζοιο, τάχʼ ἂν ἅψαιο τῶν λεπτῶν ἐντέρων μόνων. καὶ τοῦτʼ οὖν αὐτὸ παρὰ τῆς τῶν μορίων θέσεως ἐδιδάχθημεν, ἐνιέναι μέν τι τοῖς κατωτέρω κειμένοις ἐντέροις, ἄνωθεν δὲ διδόναι τοῖς τʼ ἀνωτέρω καὶ αὐτῇ τῇ γαστρὶ καὶ σπληνὶ καὶ στομάχῳ. λέγω δὲ νῦν στόμαχον, ὅνπερ δὴ καὶ κυρίως ὀνομάζουσιν· ἐνίοτε γὰρ οὕτω καλοῦσι καὶ τὸ στόμα τῆς γαστρός· ὥσπερ ὅταν εἴπωσι συγκόπτεσθαί τινας στομαχικῶς. ἀλλʼ ἐπί γε τοῦ κυρίως ὀνομαζομένου στομάχου καὶ τὰ καταπλάσματα κατὰ τῆς ῥάχεως ἐπιτίθεμεν, οὐκ ἔμπροσθεν, ὥσπερ ὅταν τὸ στόμα τῆς γαστρὸς φλεγμαίνῃ· κατὰ γάρ τοι τῆς ῥάχεως ὁ στόμαχος ἐπίκειται διά τε τοῦ τραχήλου καὶ τοῦ θώρακος φερόμενος κάτω μέχρι τῆς γαστρός.

Οὔτʼ οὖν ταῦτα γινώσκουσιν οἱ Θεσσάλειοι, καὶ διὰ τοῦτο πάντας ὁμοίως θεραπεύουσιν, οὔθʼ ὅτι πᾶν τὸ φλεγμαῖνον μέλος, ἐὰν μὴ στεγνὸν ἔχῃ τὸ περικείμενον ἑαυτῷ δέρμα, χαλᾷ τι καὶ μεθίησιν ἔξω τῶν λεπτομερῶν ἰχώρων. καὶ διὰ τοῦτʼ ἔκ τε τῶν κατὰ τὸ στόμα καὶ τὴν ῥῖνα καὶ τὴν φάρυγγα καὶ στόμαχον, ἔντερά τε καὶ γαστέρα καὶ τὰ σπλάγχνα πάντα, ῥεῖ τι πρὸς τοὐκτός. οὕτω δὲ καὶ κατὰ τὴν ἔνδον ἐπιφάνειαν τοῦ θώρακος ἐκκρίνεταί τις ἰχὼρ, ὅταν φλεγμαίνῃ. καθάπερ οὖν ὁ μὲν σπλὴν καὶ τὰ σιμὰ τοῦ ἥπατος ἐκκαθαίρεται διὰ τῶν ἐντέρων, οἱ νεφροὶ δὲ καὶ κυρτὰ τοῦ ἥπατος διὰ τῶν οὔρων, οὕτως ὁ θώραξ, ὅταν γε τὰ ἔνδον αὐτοῦ φλεγμαίνῃ, κατὰ τὸν ὑπεζωκότα μεθίησί τι πρὸς τὴν μεταξὺ χώραν ἑαυτοῦ καὶ τοῦ πνεύμονος· ἐκκαθαρθῆναι δὲ τοῦτο δεήσεται διὰ τῶν αὐτῶν ὁδῶν τῷ πνεύμονι. δώσομεν οὖν τοῖς οὕτω κάμνουσι φάρμακα τῆς λεπτυνούσης δυνάμεως, ὅπως ἀναστομῶνται μὲν αἱ ὁδοὶ, τέμνωνται δὲ τὰ διʼ αὐτῶν ὁδοιπορήσειν μέλλοντα, καὶ μάλισθʼ ὅταν ᾖ παχέα ταῖς συστάσεσιν ἢ γλίσχρα, καθάπερ ἐπὶ τῶν ἐμπύων ἐστίν. ἐκλεξώμεθα δὲ καὶ τούτων ὅσα μὲν μέτρια, φλεγμαινόντων ἔτι τῶν πεπονθότων μελῶν, ὅσα δὲ ἰσχυρότερα, κατὰ τὰς ἀκριβεῖς παρακμὰς τῶν φλεγμονῶν ἢ καὶ τελέως μὲν αὐτῶν πεπαυμένων, ἐκκριθῆναι δὲ τῶν περιττῶν δεομένων. μέτριον μὲν οὖν ἐν τοῖς τοιούτοις ἐστὶν ὅ τε τῆς πτισάνης χυλὸς καὶ τὸ μελίκρατον, ἰσχυρότερον δὲ τὸ τῆς ἀκαλήφης σπέρμα, καὶ ὅταν ἐμβληθῇ βραχύ τι τῷ μελικράτῳ τῶν δριμέων βοτανῶν, οἷον ὀριγάνου καὶ ὑσσώπου καὶ καλαμίνθης καὶ γλήχωνος, ἴρεώς τε τῆς Ἰλλυρίδος ἡ ῥίζα. πλέον δʼ εἰ μίξαις τούτων ἢ καὶ τὴν ἴριν οὕτω κόψαις καὶ σήσαις ὡς χνοώδη ποιῆσαι, κᾄπειτα ἐπιβάλλοις τῷ μελικράτῳ, τμητικώτατον ἕξεις φάρμακον. οὕτω δὲ καὶ τὸ διὰ πρασίου σκευαζόμενον ὀξύμελί τε καὶ ἄλλα τοιαῦτα, τέμνειν ἱκανῶς πέφυκε τὰ παχύτερα τῶν ἐν θώρακι καὶ πνεύμονι περιττῶν. καὶ πάντων αὐτῶν τὴν εὐπορίαν ἔχεις ἐν ταῖς περὶ τῶν φαρμάκων πραγματείαις.

Οὐ μόνον δὲ τὴν εἰρημένην τῶν βοηθημάτων διαφορὰν ἐκ τῶν πεπονθότων ἐμάθομεν τόπων, ἀλλὰ καὶ τὸ τὰ μὲν ἐπιπολῆς φλεγμαίνοντα τοῖς τῆς φλεγμονῆς ἰδίοις βοηθήμασιν ἰάσασθαι, τὰ δʼ ἐν τῷ βάθει μετὰ τοῦ μιγνύναι τι καὶ τῶν δριμυτέρων· ἐκλύεται γὰρ ἡ δύναμις εἰς τὸ βάθος αὐτῶν διαδιδομένων. οὕτω δὲ καὶ ἡ σικύα βοήθημα γενναῖον εὕρηται τῆς τʼ ἔξω φορᾶς τῶν ἐν τῷ βάθει καὶ τῆς οἱονεὶ μοχλείας τῶν ἤδη σκιρρουμένων. ἀλλʼ οὐ χρηστέον ἐστὶ σικύᾳ κατʼ ἀρχὰς ἐπὶ μορίου φλεγμαίνοντος, ἀλλʼ ἐπειδὰν ὅλον τὸ σῶμα κενώσῃς καὶ χρεία σοι γένηται κενῶσαί τι καὶ ἐκμοχλεῦσαι τῶν κατὰ τὸ φλεγμαῖνον ἢ πρὸς τοὐκτὸς ἀποσπάσασθαι. γινομένων δʼ ἔτι τῶν παθῶν οὐκ αὐτοῖς τοῖς ἀρχομένοις κάμνειν μέλεσιν, ἀλλὰ τοῖς συνεχέσιν αὐτῶν ἐπιβάλλειν τὴν σικύαν ἀντισπάσεως ἕνεκεν. οὕτω γοῦν καὶ μήτρας αἱμορραγούσης πρὸς τοὺς τιτθοὺς ἐπιβάλλομεν σικύαν, ἐπʼ αὐτῶν ἐρείδοντες μάλιστα τῶν κοινῶν ἀγγείων, θώρακός τε καὶ μήτρας, τὸ τῆς σικύας στόμα. κατὰ δὲ τὸν αὐτὸν τρόπον αἱμορραγίας διὰ ῥινῶν γιγνομένης ἐπιβάλλομεν τοῖς ὑποχονδρίοις μεγίστας σικύας. οὕτω δὲ καὶ πᾶσαν ἄλλην αἱμορραγίαν ἀντισπῶμεν ἐπὶ τἀναντία διὰ τῶν κοινῶν φλεβῶν, ὥσπερ αὖ πάλιν ἕλκομεν, εἰ τούτου δεοίμεθα· κατὰ γοῦν ἐφηβαίου τε καὶ βουβῶνος ἐπιτίθεμεν σικύαν, ἔμμηνα κινῆσαι βουλόμενοι. καὶ κατʼ ἰνίου δὲ σικύα τιθεμένη γενναῖόν ἐστι βοήθημα ῥεύματος ὀφθαλμῶν. χρὴ δὲ προκεκενῶσθαι τὸ σύμπαν σῶμα· πληθωρικοῦ γὰρ ὄντος αὐτοῦ, καθʼ ὅ τι περ ἂν ἐρείσεις μέρος τῆς κεφαλῆς τὴν σικύαν, ὅλην αὐτὴν πληρώσεις.

Οὗτος οὖν ὁ κοινὸς σκοπὸς ἁπάσης φλεγμονῆς οὐχ ὡσαύτως ἐφʼ ἑκάστου τῶν μορίων ἐπιτελεῖται. προσέρχεται δʼ ἅπασι τοῖς εἰρημένοις οὐ σμικρὰ μοῖρα καὶ ἡ τοῦ προσενεχθησομένου φαρμάκου φύσις. οὐ γὰρ ἁπλῶς εἰ στῦψαι δεοίμεθα τὴν ἀρχομένην φλεγμονὴν, ἅπαν τὸ στῦφον προσοίσομεν ἐπὶ τῶν καταπίνεσθαι μελλόντων, ἀλλʼ ὅσοις ἂν αὐτῶν οὐδεμία μέμικται δύναμις φθαρτική. χάλκανθος γοῦν ἐν τοῖς μάλιστα στύφει, καθάπερ γε καὶ τὸ μῖσυ καὶ σῶρυ καὶ χαλκίτης καὶ διφρυγὲς, ὅ τε κεκαυμένος χαλκὸς ἥ τε λεπὶς αὐτοῦ καὶ τὸ ἄνθος· ἀλλʼ ἔστι βλαβερὰ τὰ φάρμακα ταῦτα καταπινόμενα· διόπερ οὐδὲ τοῖς στοματικοῖς ἀσφαλῶς μίγνυνται· παραρρεῖ γὰρ ἐνίοτε αὐτῶν τι μέχρι τῆς γαστρός. οὐ μὴν οὐδʼ ἀλόη καλῶς ἂν μιχθείη τοῖς καταπίνεσθαι μέλλουσι φαρμάκοις, ἕνεκα φλεγμονῆς τῶν ἔνδον· ἐπειδὴ καὶ ταύτῃ μέμικταί τις δύναμις καθαρτική. παρηκμακυίας μέντοι τελέως τῆς φλεγμονῆς, εἴ τις μικρὸν ἀλόης μίξειεν ἕνεκα τοῦ τὴν γαστέρα κινῆσαι μὴ διακεχωρηκυῖαν τελέως, οὐδὲν βλάψει. βέλτιον δὲ διὰ λινοζώστιδος ἢ ἀκαλήφης ἢ κνίκου ἤ τινος τῶν τοιούτων ὑπάγειν τὴν γαστέρα τῶν οὕτω καμνόντων. ὅλως δὲ, ἄν τις ἀφέλῃ τὴν ἀπὸ τῶν μορίων ἔνδειξιν, οὐδὲν κωλύει τὴν ἰατρικὴν οὐχ ἓξ μησὶν, ἀλλʼ ἓξ ἡμέραις ὅλην ἐκμαθεῖν. οὐ μὴν οὐδὲ προσθέντες τὴν ἀπὸ τῶν μορίων ἔνδειξιν ἔχοιμεν ἂν ἤδη τὸ πᾶν εἰς τὴν θεραπείαν ἄνευ τοῦ τὰς περὶ τῶν φαρμάκων ἐκμαθεῖν μεθόδους. ἐπʼ ἐκείνας οὖν ἰτέον ἐστὶ τῷ μέλλοντι τελέως ἰάσασθαι τὰ νοσήματα. νυνὶ γὰρ, ὡς πολλάκις εἶπον, εἰ καί τινος ἐμνημόνευσα φαρμάκου, παραδείγματος ἕνεκα τοῦτʼ ἔπραξα.

Προσθῶμεν οὖν ἔτι τῆς ἀπὸ τῶν μορίων ἐνδείξεως ὅσα μήπω λέλεκται, καταβάλλοντες προφανέστατα τὴν τῶν Θεσσαλείων αἵρεσιν· οἳ μήτε ἀνατομῆς ἁπτόμενοι μήτʼ ἐνεργείας ἢ χρείας εἰδότες, ὅταν ἴδωσί τινα κροκιδίζοντα καὶ καρφολογοῦντα, τολμῶσιν ὀξυροδίνῳ καταβρέχειν τὴν κεφαλὴν ἡμῖν ἑπόμενοι. διὰ τί γὰρ οὐ τὸν θώρακα μᾶλλον; εἴπερ ἐνδεικτεκῶς μὲν εὑρίσκουσι τὰ βοηθήματα, δυνατὸν δʼ ἐστὶ καὶ τῆς καρδίας πασχούσης φρενιτικὸν γίνεσθαι τὸν ἄνθρωπον. ὁ μὲν γὰρ ἐμπειρικὸς ἐκ τῆς πείρας φησὶ τὴν τῶν τοιούτων βοηθημάτων εὕρεσιν ἐσχηκέναι, τῷ δὲ καὶ ταύτην ἀτιμάσαντι καὶ τὴν τῶν ἐνεργειῶν ζήτησιν φυγόντι πόθεν ἐπῆλθεν ἀντὶ τοῦ θώρακος ἑλέσθαι τὴν κεφαλὴν ἐπὶ τῶν φρενιτικῶν ἐπιβρέχειν· ἀλλὰ τοῦτό γε τὸ ὀξυρρόδινον ὃ τῇ κεφαλῇ προσφέρομεν ἐπὶ τῶν φρενιτικῶν, ὥσπερ τις ἔλεγε τῶν ἑταίρων, οὐ μόνον τοὺς ἀμεθόδους Θεσσαλείους, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας ἐξελέγχει φανερῶς, ὅσοι κατὰ τὴν καρδίαν ἡγοῦνται τὸ ψυχῆς ἡγεμονικὸν ὑπάρχειν. ἰδὼν γοῦν ποτὲ τῶν ἀπʼ Ἀθηναίου τινὰ τὴν κεφαλὴν αἰονῶντα ῥοδίνῳ καὶ ὄξει μεμιγμένοις ἐκώλυον ἀξιῶν ἐπιφέρειν τῷ θώρακι τὸ βοήθημα· βεβλάφθαι μὲν γὰρ τῷ παραφρονοῦντι τὸ ἡγεμονικὸν, εἶναι δʼ ἐν καρδίᾳ τοῦτο κατὰ τὸν Ἀθήναιον, οὔκουν ὀρθῶς αὐτὸν ποιεῖν ἀποστάντα τοῦ θώρακος ἐνοχλεῖν τῇ κεφαλῇ καὶ πράγματα παρέχειν ἀπαθεῖ μορίῳ, νυνὶ μὲν ὀξυρροδίνῳ καταντλοῦντα, νυνὶ δὲ ἀποκείροντα καὶ σπονδύλιον ἢ ἕρπυλλον ἤ τι τοιοῦτον προσφέροντα· καὶ εἰ χρονίζοι τὸ πάθημα καὶ τὸ καστόριον ἢ καὶ νὴ Δία σικύαν· ὅμοιον γὰρ εἶναι τοῦτο τῷ φλεγμαίνοντος μηροῦ τῇ περόνῃ προσάγειν τὸ βοήθημα. καὶ μὲν δὴ κᾀπὶ τῶν ληθαργικῶν οὐδείς ἐστιν ὃς οὐ προσφέρει τῇ κεφαλῇ τὰ βοηθήματα· καὶ τοῦτο γὰρ τὸ πάθος ἐναντίον μέν πώς ἐστι κατὰ τὴν ἰδέαν τῇ φρενίτιδι. γίνεται δʼ ἐγκεφάλου πάσχοντος, ἐν ᾧ τῆς ψυχῆς ἐστι τὸ ἡγεμονικόν. ὅταν μὲν οὖν ὁ πλεονάζων ἐν ἐγκεφάλῳ ψυχρὸς ᾖ χυμὸς, ἀναισθησία τε καὶ ἀκινησία καταλαμβάνει τὸν ἄνθρωπον· ὅταν δὲ θερμὸς, εὐκινησία μᾶλλον, ὡς ἂν εἴποι, τις ἅμα τῇ τοῦ λογισμοῦ βλάβῃ. συμβαίνει γὰρ, ὡς ἐν τοῖς περὶ τούτων δέδεικται λόγοις, διὰ μὲν τὴν ψύξιν ἡ ἀργία, διὰ δὲ τὴν θερμασίαν ἡ ἄμετρος κίνησις, ἐκ δὲ τῆς χυμῶν μοχθηρίας ἡ ἄνοια. φλεβοτομητέον οὖν ἐστιν ἐπὶ τῶν τοιούτων παθῶν κατʼ ἀρχὰς εὐθὺς ἰσχυρᾶς μὲν οὔσης εἰς τοσοῦτον τῆς δυνάμεως ὡς ἐνεγκεῖν ἀλύπως τὴν φλεβοτομίαν, ἑτέρου δὲ μηδενὸς κωλύοντος ὧν ἐν τοῖς περὶ φλεβοτομίας εἴπομεν, οἷον ἤτοι πλήθους ὠμῶν χυμῶν ἢ παιδικῆς ἡλικίας ἢ ὥρας ἢ χώρας ἐσχάτως θερμῆς ἢ ψυχρᾶς. τοῦτο μὲν οὖν κοινὸν ἀμφοτέροις τοῖς νοσήμασιν, ὅσα τε μετὰ καταφορᾶς καὶ ὅσα μετʼ ἀγρυπνίας γίνεται. κοινὸν δὲ καὶ τὸ κατὰ τὴν ἀρχὴν ὀξυρόδινον προσφέρειν· ἀπώσασθαι γὰρ χρὴ τῆς κεφαλῆς τὸν χυμὸν, ὁποῖος ἂν εἴη. τὰ δʼ ἐφεξῆς ἐναντία, πραΰνειν μὲν γὰρ προσήκει τὰ μετὰ τῶν ἀγρυπνιῶν, ἐπεγείρειν δὲ τὰ μετὰ τῆς ἀκινησίας. εἰκότως οὖν ἀκμαζόντων αὐτῶν τοῖς μὲν ἀγρυπνιτικοῖς καὶ περικοπτικοῖς νοσήμασι τὰς διὰ μήκωνος κωδειῶν ἐπιβροχὰς προσοίσομεν, ὀσφρανοῦμέν τε καὶ διαχρίζομεν, ἤτοι τὰ πτερύγια τῆς ῥινὸς ἐκ τῶν ἔνδοθεν μερῶν ἢ τὸ μέτωπον ὁμοίοις φαρμάκοις. καρῶσαι γὰρ χρὴ καὶ ναρκῶσαι ποιῆσαι τὸ ἡγεμονικὸν, ἐμψύχοντα δηλονότι τὸν ὑπερτεθερμασμένον ἐγκέφαλον. ἐπὶ δὲ τῶν ἐναντίων παθῶν ἐπεγεῖραι καὶ τεμνεῖν καὶ θερμῆναι προσήκει τὸ πάχος τοῦ λυποῦντος χυμοῦ, ὅστις ἄνευ μὲν τοῦ σήπεσθαι καταφορὰς βαθείας ἐργάζεται, χωρὶς πυρετῶν, ἃς ὀνομάζουσιν ἀποπληξίας καὶ κάρους καὶ κατοχάς. εἰ δὲ καὶ σήποιτό ποτε, μετὰ πυρετοῦ γίνεται τὰ τοιαῦτα καὶ καλεῖται τὸ τοιοῦτο νόσημα λήθαργος. ἐναφεψοῦντες οὖν ὄξει θύμον καὶ γλήχωνα καὶ ὀρίγανον, ὅσα τʼ ἄλλα τοιαῦτα, τῇ ῥινὶ τῶν οὕτω διακειμένων προσοίσομεν, ὅπως ὁ ἀτμὸς ἐπὶ τὸν ἐγκέφαλον ἀναφερόμενος τέμνῃ τὸ πάχος τοῦ χυμοῦ. μετὰ δὲ ταῦτα καὶ τὸν οὐρανίσκον ἰσχυροῖς καὶ δριμέσι φαρμάκοις χρίσομεν. ἑξῆς δὲ τούτων καὶ πταρμικοῖς χρησόμεθα. καὶ κατὰ τῆς κεφαλῆς ἐπιθήσομεν ὁμοίας δυνάμεις φαρμάκων, ἄχρι καὶ τοῦ νάπυος, ἐπιτείνοντες ἀεὶ τὸ σφοδρὸν αὐτῶν, εἰ χρονίζει τὸ πάθος. ἀλλὰ καὶ ταῖς σικύαις ἐπʼ ἀμφοτέρων χρονιζόντων χρησόμεθα καὶ τῷ καστορίῳ. πέττει γὰρ αὐτὸ καλῶς ἐπὶ προήκοντι τῷ χρόνῳ παραληφθέν. ὥστε κᾀνταῦθα πάλιν εἰς κοινὴν θεραπείαν ἄγεσθαι λήθαργόν τε καὶ φρενίτιδα ἐπὶ τῆς παρακμῆς. ἐν μὲν δὴ τοῖς τοιούτοις πάθεσιν ἐξελέγχονται προφανῶς οἵ τε ἀπὸ τοῦ Θεσσάλου πάντες οἵ τʼ ἐν τῇ καρδίᾳ τὸ ἡγεμονικὸν τῆς ψυχῆς μέρος εἰπόντες ἰατροί. μὴ γὰρ ὅτι τῶν εἰρημένων τινὸς εὐπορῆσαι βοηθημάτων αὐτοῖς ἐστι δυνατὸν, ἀλλὰ μηδὲ ὅτῳ μορίῳ προσφέρειν δεῖ τὰ βοηθήματα. οὐ γὰρ δὴ ὥσπερ ἐπʼ ὀφθαλμίας ἢ πλευρίτιδος ἢ συνάγχης αὐτός τε ὁ κάμνων αἰσθάνεται τοῦ πεπονθότος μορίου, ἡμῖν τε διὰ τῆς ἁφῆς καὶ τῆς ὄψεως εἰς γνῶσιν ἥκει, κατὰ τὸν αὐτὸν τρόπον ἐπί τε ληθάργου καὶ φρενίτιδος ἐπιληψίας τε καὶ παραπληξίας καὶ σπασμῶν καὶ τετάνων, ἔτι τε τῆς καλουμένης ἰδίως κατοχῆς. ἐφʼ ὧν ἁπάντων ἡ μὲν ἰδέα τῶν βοηθημάτων ἐκ τῆς τοῦ πάθους φύσεως εὑρίσκεται, τὸ δὲ χωρίον ᾧ μάλιστα χρὴ προσφέρειν αὐτὰ διὰ τοῦ προεγνῶσθαι τὰς ἐνεργείας τε καὶ χρείας τῶν μορίων.

Ὅτι δʼ ἀεὶ μεμνῆσθαι χρὴ τῶν συνενδεικνυμένων ἁπάντων, κᾂν παραλειφθῇ ποτε ἐπὶ τῷ λόγῳ, πολλάκις εἴρηται πρόσθεν. ἀλλὰ νῦν γε τὴν ἀπὸ τῶν μορίων ἔνδειξιν μόνην πρόκειται διελθεῖν, οἷον εὐθὺς ἐπὶ τῶν κατὰ τὴν κεφαλὴν, εἰ καὶ μηδὲν ἄλλο, τοῦτο γοῦν ἔνεστιν ἅπαντι νοῆσαι προχείρως, ὅτι πρόκειται τοῦ ἐγκεφάλου πρῶτον μὲν ἡ παχεῖα μῆνιγξ, ἐοικυῖα ταῖς ἐκτὸς ταύταις βύρσαις· ἐπʼ αὐτῇ δʼ ἐστὶ τὸ κρανίον. ἀναγκαῖον οὖν ἐκλύεσθαι τῶν ἐπιτιθεμένων φαρμάκων τὴν δύναμιν, ἐν τοῖς προβλήμασι πυκνοῖς καὶ σκληροῖς οὖσι· καὶ εἰ μὴ ῥαφαὶ κατὰ τὸ τῆς κεφαλῆς ὀστοῦν ὑπὸ τῆς φύσεως ἐγεγόνεισαν, οὐδὲν ἂν μέγα τῶν φαρμάκων οὐδὲν ἤνυσεν ἔξωθεν ἐπιτιθέμενον. ἐπεὶ δὲ καὶ αἱ ῥαφαὶ, καὶ μάλιστα ἡ στεφανιαία, παρίησιν ἔσω ῥᾳδίως οὐ τὰς ποιότητας μόνας τῶν ἐπιτιθεμένων φαρμάκων, ἀλλὰ καὶ τὰς οὐσίας, ὅταν γε ᾖ λεπτομερὴς, εἰκότως πολλὰ τῶν κατὰ τὸν ἐγκέφαλον ὠφελεῖται παθῶν ὑπὸ τῆς τῶν ἔξωθεν ἐπιτιθεμένων φαρμάκων δυνάμεως. ἐγὼ γοῦν ἀπʼ ἐμαυτοῦ πειραθεὶς οἶδα, καταντληθέντος ῥοδίνῳ ψυχρῷ, ταχίστης τε καὶ σαφεστάτης εἴσω διαδόσεως αἰσθανόμενος ἐν τῷ κατὰ τὸ βρέγμα τόπῳ. καὶ μέντοι καὶ διαφορὰ παμπόλλη τοῖς ἀνθρώποις ὁρᾶται πρὸς ἀλλήλους ἐναργῶς ἐπὶ τῆς ῥαφῆς τῆσδε καὶ πρὸ τῆς ἀνατομῆς. ἐθεασάμεθα γοῦν τινων ἐξυρημένων ἔτι ἐν τῷ μασσᾶσθαι σαφεστάτην κίνησιν τῆς συναρθρώσεως τῶν κατὰ τὴν στεφανιαίαν ῥαφὴν ὀστῶν, ὡς εἶναι πρόδηλον ὅτι χαλαρὰ τοῖς ἀνθρώποις ἐκείνοις ἡ σύνθεσις ἦν τῶν ὀστῶν τῆς κεφαλῆς. εἰκότως οὖν κατὰ τοῦτο μάλιστα τὸ χωρίον ἐπιφέρουσιν ἅπαντες ἰατροὶ τὰς ἐπιβροχὰς τῇ κεφαλῇ, κατὰ διαδοχὴν μὲν ἀπὸ τῶν πρώτως εὑρόντων ἐπὶ τοὔργον ἐρχόμενοι, θεώμενοι δὲ καὶ αὐτοὶ, ὅσοι γε προσέχουσι τὸν νοῦν οὐκ ἀργῶς τοῖς γινομένοις, ὅπως μὲν ἡ ῥαφὴ φαίνηται κινουμένη σαφῶς, ὅπως δʼ αἰσθάνωνται κατὰ τοῦτο τὸ μέρος οἱ ἄνθρωποι, τάχιστα θερμαινόμενοί τε καὶ ψυχόμενοι διὰ τῶν ἔξωθεν αὐτοῖς ὁμιλούντων· πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ λεπτότατόν ἐστιν ἐν τούτῳ τῷ μέρει τὸ κρανίον καὶ ἀραιότατον. ὅταν οὖν τινος εἴσω διικνεῖσθαι φαρμάκου τὴν δύναμιν ἰσχυρῶς ἐθελήσῃς, κατὰ τοῦτο μάλιστα τὸ χωρίον ἐπιτίθει. κάλλιον δὲ καὶ μετὰ ἀνατρίψεως αὐτὸ πράττειν, ἀποκείραντα τῶν τριχῶν ἢ ξυρῶντα τελέως· εἰ δʼ ὑγρὸν εἴη τὸ προσφερόμενον, ἐξ ὑψηλοτέρου βάλλοντα καὶ οἷον κατακρουνίζοντα· διικνεῖται γὰρ εἴσω μᾶλλον ὑπὸ τῆς βολῆς ὠθούμενον. ὥσπερ δʼ ἐνταῦθα τὸ σφοδρότερον τῆς βολῆς συμφέρον ἐστὶν, οὕτως ἐπʼ ὀφθαλμῶν ἀλυσιτελές· ἐν κεφαλῇ μὲν γὰρ ὀστοῦν ἐστὶ τὸ πληττόμενον, ἐπὶ ὀφθαλμοῦ δὲ ὑμενώδη τινὰ καὶ ἀσθενῆ σώματα. καὶ κατὰ μὲν τὴν κεφαλὴν ἕτερον μέν ἐστι τὸ πληττόμενον, ἄλλο δὲ τὸ θεραπευόμενον, ὃ τῆς μὲν πληγῆς οὐκ αἰσθάνεται, τῆς δὲ διὰ τὴν βολὴν ἀφικνουμένης εἰς αὐτὸ δυνάμεως ἀπολαύσει· κατὰ δὲ τὸν ὀφθαλμὸν οὐκ ἄλλο μέν τι τὸ πληττόμενον, ἄλλο δὲ τὸ θεραπευόμενόν ἐστιν· ἀλλʼ ὅπερ χρὴ θεραπευθῆναι, τοῦτο καὶ πλήττεται σφοδρῶς. ἔτι τε πρὸς τούτοις τὸ μὲν ὀστοῦν τῆς κεφαλῆς ἀναίσθητόν ἐστιν, αἰσθητικώτερον δὲ μόριον ὁ ὀφθαλμός. ἐγχεῖν οὖν αὐτῷ τὰ φάρμακα, πρῶτον μὲν ἐπαίροντας τὸ ἄνω βλέφαρον, ὡς ὅτι μαλακώτατα, δεύτερον δὲ μὴ καταράσσοντας, καθάπερ ἐπὶ τῆς κεφαλῆς. ἐξευρίσκειν δὲ καὶ αὐτὰ τὰ ἐγχεόμενα μετὰ τῶν φαρμάκων ὑγρὰ, φύσεως ἀδηκτοτάτης. καί μοι δοκοῦσιν οἱ παλαιοὶ μετὰ πολλῆς περισκέψεως ἐπὶ τὸ τῶν ὠῶν ὑγρὸν ἀφικέσθαι, τό τε ἀδηκτότατον αὐτοῦ καὶ τὸ γλίσχρον ἑλόμενοι. διὰ μὲν γὰρ τοῦ μηδʼ ὅλως δάκνειν ὁ προειρημένος αὐτοῖς ἐπληροῦτο σκοπός· διὰ δὲ τοῦ γλίσχρου συντέλειά τις εἰς ἀνωδυνίαν ἐγίγνετο· λεαίνειν γὰρ πέφυκε τὰ τοιαῦτα τῶν ὑγρῶν ἁπάσας τὰς τραχύτητας, ὅσαι διὰ ῥεῦμα γίγνονται δριμύ. καὶ προσέτι μονιμώτερα τῶν ὑδατωδῶν τε καὶ λεπτῶν ὑγρῶν ἐστι τὰ παχέα μετρίως καὶ γλίσχρα. ὅτι μὲν οὖν τὸ χωρὶς τοῦ δάκνειν γλίσχρον, ὅταν καὶ μετρίως ᾖ θερμὸν, ἀνωδυνώτατόν ἐστιν, ἔμαθες δή που κᾀπὶ τῶν κατὰ τὴν γαστέρα δακνωδῶν διαχωρημάτων, ἐφʼ ὧν ἐνιέμενον στέαρ εὐθέως πραΰνει τὴν ὀδύνην. ὅτι δὲ καὶ διαμένειν ἄμεινόν ἐστι τὸ τοιοῦτον ὑγρὸν ἐν τῷ πεπονθότι μορίῳ πρόδηλον. ἐπὶ μὲν γὰρ τῶν κατὰ τὴν γαστέρα τὸ κλύζειν συνεχῶς ἀνιαρόν· ἐπὶ δὲ τῶν κατὰ τὸν ὀφθαλμὸν ἀνατείνειν τὸ βλέφαρον. ἥ γε μὴν εὐαισθησία τοῦ μορίου καὶ τὸ λεῖον αἱρεῖσθαι πάντως τὸ μέλλον ἐνίεσθαι καὶ μηδὲν ἐν αὐτῷ ἔχειν τραχὺ καὶ ψαμμῶδες ἐνδείκνυται. διὰ τοῦτʼ οὖν ἐπενοήθη καλῶς ἥ τʼ ἐκ τῶν ὠῶν ὑγρότης καὶ τὸ λελειῶσθαι χρῆναι σφόδρᾳ ἀκριβῶς, ὅσα γε τῶν γεωδῶν σωμάτων ἀναμίγνυται τοῖς ὀφθαλμικοῖς φαρμάκοις. ὅταν γε μὴν ὀδύναι γίγνωνται σφοδραὶ κατʼ αὐτοὺς, ἀναμνησθεὶς ὅσα περὶ γενέσεως ἁπασῶν ὀδυνῶν ἔμαθες, ἐπισκέπτου κατὰ τίνα διάθεσιν ἐξ αὐτῶν ὀδυνᾶσθαι συμβαίνει τὸν ὀφθαλμὸν ἐν ταῖς φλεγμοναῖς, ὑπὲρ ὧν νῦν ὁ λόγος ἐστίν. ἤτοι γὰρ ἐπὶ τὸ δάκνεσθαι σφοδρῶς ἐκ τῆς τῶν ἐπιρρεόντων δριμύτητος, ἢ διὰ τὸ τείνεσθαι πεπληρωμένους τοὺς χιτῶνας αὐτῶν, ἢ διʼ ἔντασίν τινα παχέων ὑγρῶν ἢ πνευμάτων φυσωδῶν, ὀδύναι γίνονται σφοδραὶ κατʼ αὐτούς. τὰς μὲν οὖν δήξεις διά τε τῶν καθαιρόντων φαρμάκων ἀντισπῶντας κάτω καὶ κενοῦντας θεραπεύειν προσήκει καὶ αὐτῷ τῷ μορίῳ τοῦ ὠοῦ τὸ ὑγρὸν ἐγχέοντας, ὅπως ἀλύπως ἐκκλύζηται σὺν αὐτῷ τὸ δριμὺ ῥεῦμα. προπεπεμμένης δὲ τῆς φλεγμονῆς ἤδη καὶ κενοῦ τοῦ σώματος ὄντος, ἐπιτηδειότατα τούτοις ἐστὶ λουτρά· καὶ γὰρ ἀνώδυνοι παραχρῆμα γίνονται καὶ παύεται τὸ ἐπιρρέον ὑγρὸν τοῖς ὀφθαλμοῖς, ἐκκριθέντος μὲν τοῦ πλείστου διʼ ὅλου τοῦ σώματος ἐν τοῖς λουτροῖς, ἐπικερασθέντος δὲ τοῦ λοιποῦ. τὰς δʼ ἐπὶ τῇ πληρώσει τάσεις διά τε κενώσεως αἵματος καὶ γαστρὸς ὑπαγωγῆς καὶ τρίψεως τῶν κάτω μορίων ἰάσασθαι προσήκει· εἰ δʼ ἀναγκαζοίμεθά ποτε, καὶ δεσμοῖς τῶν κώλων, ἔπειτα πυριάσεσιν αὐτοῦ τοῦ φλεγμαίνοντος μορίου, διʼ ὕδατος ποτίμου θερμοῦ συμμέτρως· τὰς δʼ ἐντάσεις προκενώσαντα κᾀπὶ τούτων τὸ πᾶν σῶμα καὶ μέντοι καὶ ἀντισπάσαντα κάτω τὴν ῥοπὴν τῶν χυμῶν. ἑξῆς αὐτοῖς τοῖς τοπικοῖς ὀνομαζομένοις βοηθήμασι θεραπεύειν, οὐ τοῖς ἀποκρουομένοις καὶ ἀναστέλλουσι φαρμάκοις χρώμενον, ἀλλὰ τοῖς διαφοροῦσι. πυριατέον οὖν αὐτοὺς, ὡς ἀρτίως εἴρηται, καὶ τὸ τῆς τήλεως ἐγχυτέον ἀφέψημα, προπλύναντας ἐπιμελῶς τὴν τῆλιν, ὅπως μηδὲν αὐτῇ προσιζηκὸς ἤτοι κόνεως ἢ ψάμμου λάθῃ. διαφορητικὸν γὰρ ἀλύπως ἐστὶ τὸ φάρμακον τοῦτο, πάντων μάλιστα τῶν ὀφθαλμοῖς προσφερομένων. μεμνῆσθαι δὲ χρὴ τῶν κοινῶν παραγγελμάτων ἐπὶ πάντων τῶν κατὰ μέρος. ὧν ἓν καὶ τόδʼ ἐστὶν, ὡς τὰ διαφορητικὰ φάρμακα πλήθους ὄντος ἐν ὅλῳ σώματι μορίοις τισὶ προσφερόμενα πληροῖ μᾶλλον ἢ κενοῖ. ταῦτά τε οὖν καὶ τὰ ἄλλα θεραπεύων νοσήματα καὶ τὰς φλεγμονὰς, ὑπὲρ ὧν νῦν ὁ λόγος ἐστὶ, μηδενὶ θαρρήσεις τῶν διαφορητικῶν ὀνομαζομένων βοηθημάτων, πρὶν τῇ τοῦ σώματος ὅλου χρήσασθαι κενώσει. πρόσεχε δὲ κᾀκείνῳ τὸν νοῦν ἐπὶ πάντων παθῶν, οὐ μόνον φλεγμονῶν, ὡς ἐνίοτε τὸ μὲν ὅλον σῶμα μετρίως διάκειται κατά τε ποιότητα καὶ συμμετρίαν χυμῶν· ἓν δέ τι τῶν ὑπερκειμένων ἢ δύο τῷ κάμνοντι μορίῳ τὴν ἑαυτοῦ περιουσίαν ἐκπέμπει· καθάπερ ἀμέλει κᾀπὶ τῶν ὀφθαλμῶν οὐ σπανιάκις, ἀλλὰ καὶ πάνυ πολλάκις ἰδεῖν ἐστι γιγνόμενον, ἐπιπεμπούσης αὐτοῖς τῆς κεφαλῆς τὸ ῥεῦμα. πρόδηλον οὖν, οἶμαι, κᾀπὶ τούτων ἐστὶν ὡς χρὴ τὴν κεφαλὴν ἰάσασθαι προτέραν, εὑρόντα τὴν διάθεσιν αὐτῆς, ᾗ τῶν περιττωμάτων ἡ γένεσις ἕπεται. καὶ τά γε χρονίζοντα τῶν ὀφθαλμῶν ῥεύματα θεραπεύομεν ἀφιστάμενοι μὲν αὐτῶν τῶν ὀφθαλμῶν, ἐπὶ δὲ τὴν τῆς κεφαλῆς ἀφικνούμενοι πρόνοιαν· ἐκ μὲν τοῦ γένους τῶν δυσκρασιῶν οὖσαν, ἐνδεικνυμένην δὲ θεραπείαν ἐναντίαν ἑαυτῇ, καθὸ δέδεικται πρόσθεν. ὡς τὰ πολλὰ μὲν οὖν ἤτοι ψυχρὰ δυσκρασία γίγνεται βλαβερὰ κατὰ τὴν κεφαλὴν ἢ ὑγρά· καὶ δῆλον ὅτι καὶ ἀμφότεραι συνέρχονται. σπανιώτεραι δέ εἰσιν αἱ διὰ θερμότητα δριμὺ ῥεῦμα τοῖς ὀφθαλμοῖς ἐπιπέμπουσαι, καθʼ ἃς οὐ προσήκει τοῖς διὰ θαψίας καὶ τοῦ νάπυος χρῆσθαι φαρμάκοις, ἀλλὰ τοὐναντίον ἅπαν, ἐλαίῳ μὲν ὀμφακίνῳ τε καὶ Ἱσπανῷ καὶ ῥοδίνῳ, λουτροῖς δὲ ποτίμων ὑδάτων πλείοσιν. ἐνίοτε μὲν οὖν ὁ ἐγκέφαλος ἐπιπέμπει τὸ ῥεῦμα· καὶ χρὴ τούτου μὲν τὴν κρᾶσιν ἐπανορθοῦσθαι τοῖς ὅλης τῆς κεφαλῆς ἐπιθέμασιν. ἐνίοτε δὲ τῶν ἀγγείων ἐστὶ τὸ πάθος ἤτοι τῶν φλεβῶν ἢ τῶν ἀρτηριῶν ἀτονωτέρων ὑπαρχουσῶν, ὡς δέχεσθαι τὴν τῶν ἄλλων ἀγγείων περιουσίαν. ἡνίκα ἐκτέμνοντές τι μέρος αὐτῶν ἢ καὶ διατέμνοντες ὅλα μέχρι πολλοῦ βάθους, διαλαμβάνομεν οὐλῇ σκληρᾷ τὰ μεταξὺ διορίζοντες μόρια τοῦ τμηθέντος, ὡς μηκέτʼ εἶναι συνεχῆ, μηδʼ ἐπιρρεῖν ἐκ τοῦ ἑτέρου πρὸς τὸ ἕτερον. ἀλλʼ ὅταν γε τῶν ἐν τῷ βάθει κειμένων ἀγγείων τῶν ἄνωθεν ἡκόντων ἅμα τοῖς νεύροις ἐπὶ τοὺς ὀφθαλμοὺς ἢ τὸ πάθημα, τούτων οὐδὲν οἷόν τʼ ἐστὶ πρᾶξαι· διὸ καὶ δυσίατα πάντα τὰ τοιαῦτα ῥεύματα γίγνεται. τὰ δʼ ἔξωθεν ἀγγεῖα καὶ χωρὶς χειρουργίας ἔνεστι ῥῶσαι, φαρμάκοις καταχρίοντα τονωτικοῖς. ἐνίοτε δὲ καὶ θερμὸν αἷμα καὶ ἀτμῶν μεστὸν ἐπὶ τὴν κεφαλὴν ἀναφέρεται καὶ πληθύει μάλιστα κατὰ τὰς ἀρτηρίας. ἐφʼ οὗ χρησιμώτατον εὕρηται βοήθημα τοῖς ἰατροῖς ἡ ἀρτηριοτομία. χρὴ δὲ ξυροῦντα τὴν κεφαλὴν ἐπιμελῶς ἅπτεσθαι τῶν τʼ ὀπίσω καὶ καθʼ ἑκάτερον οὖς ἀρτηριῶν καὶ τῶν ἐν τῷ μετώπῳ τε καὶ τοὺς κροτάφους. ὅσοι δʼ αὐτῶν θερμότεραί σοι φαίνονται τῶν ἄλλων εἶναι καὶ μᾶλλον σφύζειν, ἐκείνας τέμνειν· ὅσαι δὲ μικραί τέ εἰσι καὶ ὑπὸ τῷ δέρματι, κᾂν μέρος αὐτῶν ἐκτέμνῃς, ὥσπερ ἐν τοῖς σκέλεσιν ἐπὶ τῶν κιρσῶν εἰώθαμεν πράττειν, ἄμεινον ἐργάσῃ. καὶ τῶν καθʼ ἡμᾶς γέ τις ὀφθαλμικῶν οὐχ ὁ φαυλότατος ἐξέκοπτε τῶν ἐποχουμένων τοῖς κροταφίταις μυσὶν ἀρτηριῶν οὐκ ὀλιγίστην μοῖραν. ὡς τὰ πολλὰ μὲν οὖν ἀνασπᾶται τῆς ἐκτμηθείσης ἀρτηρίας τὰ καταλειπόμενα μόρια πρὸς τὸ συνεχὲς ἀμφοτέρων, καὶ μᾶλλον γίνεται τοῦτο ἐπί τε τῶν μικρῶν ἀγγείων καὶ ἧττον σφυζόντων. εἰ δʼ ἐν τῷ γυμνοῦν φαίνοιτό σοι μέγα τὸ ἀγγεῖον ἢ μεγάλως σφύζοι, ἀσφαλέστερον αὐτῷ βρόχον περιβάλλοντα πρότερον, οὕτως ἐκκόπτειν τὸ μεταξύ. γιγνέσθωσαν δʼ οἱ τοιοῦτοι τῶν βρόχων ἐξ ὕλης δυσσήπτου· τοιαύτη δʼ ἐστὶν ἐν Ῥώμῃ μὲν ἡ τῶν Γαϊετανῶν ὀνομαζομένων, ἐκ μὲν τῆς τῶν Κελτῶν χώρας κομιζομένων, πιπρασκομένων δὲ μάλιστα κατὰ τὴν ἱερὰν ὁδὸν, ἥτις ἐκ τοῦ τῆς Ῥώμης ἱεροῦ κατάγει πρὸς τὰς ἀγοράς. τούτων μὲν οὖν ἐν Ῥώμῃ ῥᾷστον εὐπορῆσαι· καὶ γὰρ εὐωνότατα πιπράσκεται. κατʼ ἄλλην δὲ πόλιν ἰατρεύοντί σοι παρασκευάσθω τῶν νημάτων τι τῶν σηρικῶν ὀνομαζομένων. ἔχουσι γὰρ αἱ πλούσιαι γυναῖκες αὐτὰ πολλαχόθι τῆς ὑπὸ Ῥωμαίων ἀρχῆς, καὶ μάλιστα ἐν μεγάλαις πολέσιν, ἐν αἷς εἰσι πολλαὶ τῶν τοιούτων γυναικῶν. εἰ δὲ μὴ παρείη τοῦτο, τῶν κατʼ ἐκείνην τὴν χώραν ἐν ᾗπερ ἂν ὢν τυγχάνῃς ἐκλέγου τὴν ἀσηπτοτέραν ὕλην, οἵα πέρ ἐστιν ἡ τῶν ἰσχνῶν χορδῶν· αἱ μὲν γὰρ εὔσηπτοι ταχέως ἀποπίπτουσι τῶν ἀγγείων. ἡμεῖς δὲ βουλόμεθα περισαρκωθέντων αὐτῶν ἀποπίπτειν τὸν βρόχον. ἡ γὰρ ἐπιτρεφομένη τοῖς ἀποτετμημένοις μέρεσι τῶν ἀγγείων σὰρξ ἐπίθεμα γίγνεται καὶ μύει τὸ στόμιον αὐτῶν. ἐπειδὰν δὲ φθάσῃ γενέσθαι, καιρὸς ἤδη τοῖς βρόχοις ἀκινδύνως ἀπορρυῆναι. τὰς μέντοι φλέβας, ὅτʼ ἄν ποτε ἐκτέμνῃς τι μόριον αὐτῶν, οὐκ ἀναγκαῖον οὕτως ἀσήπτοις ὕλαις διαδεῖν, ἀλλʼ ἀρκεῖ καὶ τῶν ἄλλων τις. ἐπὶ μὲν γὰρ τῶν ἀρτηριῶν ἡ διηνεκὴς κίνησις ἀνοίγνυσι τὰ στόματα τῶν τετμημένων ἀγγείων· ἐπὶ δὲ τῶν φλεβῶν, ὅταν ἅπαξ μύσῃ καθʼ ὁντιναοῦν τρόπον ἤτοι πιληθέντα διʼ ἐπιδέσεως ἢ στυφθέντα διὰ φαρμάκων, ἐπιτρέπει τῇ πέριξ σαρκὶ περιφύεσθαι, καὶ μάλισθʼ ὅταν ἀκίνητον ἔχῃ τὸ μέρος ὁ χειρουργηθεὶς ἄνθρωπος, ἔτι δὲ μᾶλλον, ἐὰν καὶ ἀνάρροπον ἔχῃ ἐπὶ κενῷ τῷ σύμπαντι σώματι. καὶ γάρ τοι καὶ τοὺς κιρσοὺς οὕτω θεραπεύομεν. ὀνομάζεται δὲ κιρσὸς ἡ ἀνευρυσμένη φλέψ. ἀνευρύνεται δʼ ἐν ὄρχεσί τε καὶ σκέλεσι τοὐπίπαν. ἐπεὶ δὲ γραφομένων ἔτι τῶνδε τῶν ὑπομνημάτων ἠξίωσαν οὐκ ὀλίγοι τῶν ἑταίρων ἐπὶ τῇ τελευτῇ τῆς ὅλης πραγματείας ἁπάντων ἐφεξῆς με τῶν κατὰ χειρουργίαν μνημονεῦσαι, διὰ τοῦτο καὶ νῦν ὁ περὶ τῶν κιρσῶν ἀναβεβλήσθω λόγος. ὄντων δʼ οὐκ ὀλίγων κατὰ μέρος ἐν ὀφθαλμοῖς παθῶν εἰδικωτέρας θεραπείας δεομένων, οὐδʼ ὑπὲρ ἐκείνων ἔτι λέγειν ἐνταυθοῖ προσήκει. τῷ μὲν γὰρ ἐπιμελῶς ἀνεγνωκότι τὰ πρόσθεν εἰρημένα καὶ φύσει συνετῷ ῥᾷστόν ἐστι κατὰ τὴν ἀκολουθίαν ἐξευρίσκειν ἅπαντα· τοῖς δὲ μὴ τοιούτοις ἄμεινον ἰδίᾳ γράψαι θεραπευτικὴν πραγματείαν ἁπάντων τῶν ἐν ὀφθαλμοῖς παθῶν, ἐπεὶ καὶ πολλοὶ τῶν ἑταίρων οὕτως ἀξιοῦσιν.