ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΕΚΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΤΕΤΑΡΤΟΝ
Τὰ παρʼ οὖς, οἷσιν ἂν ἀμφὶ κρίσιν γενόμενα μὴ ἐκπυήσῃ, τούτου λαπασσομένου ὑποστροφὴ γίνεται. κατὰ λόγον τῶν ὑποστροφέων τῆς ὑποστροφῆς γενομένης αὖθις αἴρεται καὶ παραμένει, ὥσπερ αἱ τῶν πυρετῶν ὑποστροφαὶ ἐν ὁμοίᾳ περιόδῳ. ἐπὶ τούτοισιν ἐλπὶς εἰς ἄρθρα ἀφίστασθαι.
Τοὺς παρὰ τοῖς ὠσὶν ὄγκους παρὰ φύσιν ἐπὶ τῶν νοσούντων γινομένους εἴωθεν ὀνομάζειν «ἐπάρματα», ἐνίοτε μὲν ὁλοκλήρῳ τῇ λέξει χρώμενος, ἐνίοτε δʼ ἐλλιπεῖ, καθάπερ καὶ νῦν. ἦν γὰρ ἂν ὁλόκληρος, εἰ οὕτως εἴρητο· «τὰ παρʼ οὖς ἐπάρματα γινόμενα τοῖς νοσοῦσιν·» ὥσπερ ἀμέλει κἀν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν εὐθέως ἐν ἀρχῇ τῆς πρώτης καταστάσεως ἔγραψεν· «ἐπάρματα δὲ παρὰ τὰ ὦτα πολλοῖσιν ἑτερόρροπα καὶ ἐξ ἀμφοτέρων τοῖς πλείστοισιν ἀπύροισιν ὀρθοστάδην.» ἴσμεν δʼ ὅτι, καθάπερ «ἐπάρματα» κατὰ τήνδε τὴν λέξιν εἴρηκεν, οὕτως «οἰδήματα» καλεῖ πολλάκις αὐτά. πάντας γὰρ ἐδείξαμεν ὑπʼ αὐτοῦ καλουμένους οὕτω τοὺς παρὰ φύσιν ὄγκους, οὐχ ὡς οἱ μετʼ αὐτὸν μόνους τοὺς χαύνους τε καὶ ἀνωδύνους, οἷς τοὐπίπαν ὑπάρχει καὶ χωρὶς φλογώσεως συνίστασθαι. μεμνήμεθα δʼ ὅτι καὶ τὰς φλογώσεις ἁπάσας ὀνομάζει «φλεγμονάς», κἂν χωρὶς ὄγκου παρὰ φύσιν ὦσιν. οἵ γε μὴν μετʼ αὐτὸν καὶ τὸ «τῆς φλεγμονῆς» ὄνομα κατὰ τῶν παρὰ φύσιν ὄγκων ἐπι φέρουσιν, ἐπειδὰν μετὰ φλογώσεώς τε καὶ ἀντιτυπίας καὶ σφυγμώδους ὀδύνης συστῶσιν. ὅταν οὖν, φησίν, ἐπὶ νοσήματός τινος ἐν τῷ τῆς κρίσεως χρόνῳ γενόμενα τὰ παρʼ οὖς πρὶν ἐκπυήσῃ λαπάσσηται, τουτέστι προσστέλληται καὶ ἀφανίζηται, προσδέχεσθαι χρὴ τοῖς πάσχουσιν οὕτως ὑποστροφὴν ἔσεσθαι. πολλάκις δʼ ἤδη μεμαθήκατε τὸ ἔθος αὐτοῦ τὴν κατὰ τὸ λαπάσσεσθαι φωνὴν ἐπὶ πάντα τὰ ὁπωσοῦν προσστελλόμενα φέροντος, ἐπειδὴ κενώτερα γίνεται. συμβαίνειν οὖν φησιν ὑποστροφὴν τοῦ νοσήματος οἷς ἂν αἱ παρωτίδες μὴ ἐκπυήσωσι, καί ποτε καὶ αὐτὰς — οὐ γὰρ δὴ διὰ παντός γε — πάλιν ὑποστρέφειν αὐξάνεσθαί τε καὶ κρίνεσθαι κατὰ λόγον τῶν ὑποστροφῶν, ὅπερ ἐστὶν ὁμοίως αὐταῖς καὶ κατὰ τὰς αὐτὰς περιόδους τῶν ἡμερῶν. ἐλπὶς δὲ αὐτοῖς καὶ εἰς ἄρθρα τινὰς γενήσεσθαι ἀποστάσεις. εἴρηται γὰρ πολλάκις ἐπὶ τῶν χρονιζόντων νοσημάτων τοῦτο συμβαίνειν. ἐξηγήμεθα δὲ τὴν ῥῆσιν τήνδε κἀν τῷ τρίτῳ τῶν εἰς τὸ Περὶ χυμῶν ὑπομνήματι γεγραμμένην ἐπὶ τοῦ τέλους τοῦ βιβλίου. ἐπεὶ δὲ προειπὼν τὰ παρʼ οὖς ἐπήνεγκε τούτου λαπασσομένου, διὰ τοῦθʼ, ὡς δοκεῖ μοι, Διοσκορίδης προσθεὶς τὴν «ἐκ» πρόθεσιν ἔγραψεν «ἐκ τούτου λαπασσομένου», καί φησι χρῆναι προσυπακοῦσαι «τοῦ χρόνου» ἢ ἀντὶ τοῦ «μετὰ ταῦτα» τὸ «ἐκ τούτου» λέλεχθαι. εἰ δʼ ὅλως ἕξει τις ὑπαλλάττειν τὰς παλαιὰς γραφάς, ἐνῆν αὐτῷ τὸ τούτου μεταποιήσαντι «ταῦτα» ἀπηλλάχθαι πραγμάτων. …
Οὖρον παχύ, λευκόν, οἷον τὸ τοῦ Ἀντιγένεος, ἐπὶ τοῖσι κοπιώδεσι τεταρταίοις ἔστιν ὅτε ἔρχεται καὶ ῥύεται τῆς ἀποστάσιος. ἢν δὲ πρὸς τούτῳ καὶ αἱμορραγήσῃ ἀπὸ ῥινῶν ἱκανῶς, καὶ πάνυ.
Εἰ μὲν τῷ τοῦ Ἀντιγένεος εἴη γεγραμμένον, ὑπακούσομεν ἤτοι οἰκέτῃ ἢ φίλῳ ἢ οἰκείῳ· ἐὰν δὲ «τῇ τοῦ Ἀντιγένεος», ἤτοι δούλῃ ἢ γυναικὶ ἢ καθʼ ὅντινα τρόπον οἰκείᾳ. παρῃτησάμην δὲ μεμνῆσθαι τῆς ἐν ταῖς γραφαῖς διαφωνίας, ὅταν ἡ αὐτὴ φυλάττηται διάνοια, καὶ νῦν αὖθις ἀναμεμνήσθω τοῦτο πρὸς τὰ μέλλοντα καὶ μέντοι καὶ ὅτι κοπιώδεις ὀνομάζει πυρετοὺς οὐ πάντως ἐκείνους ὧν προηγήσατο συχνὴ κίνησις, ἀλλὰ πάντας ὅσοις ἂν ᾖ κοπιώδης αἴσθησις. αὐτὸς γοῦν ἐν Ἀφορισμοῖς ἔγραψε· «κόποι αὐτόματοι φράζουσι νούσους.» καὶ νῦν δὲ μᾶλλον ἡγητέον αὐτῷ περὶ τῶν οὕτω κοπιωδῶν εἶναι τὸν λόγον ἐπὶ πλήθει παχέων καὶ φαύλων χυμῶν ὡς τὸ πολὺ γινομένων, διὸ καὶ διʼ οὔρων ἐκκενωθέντων αὐτῶν ἡ νόσος παύεται. πιστοτέρα δʼ ἡ λύσις γίνεται, τήν γε ἀρχὴν τῆς κενώσεως ἐν ἡμέρᾳ κρισίμῳ λαβούσης. ὅσοι δʼ οὔτε διʼ οὔρων οὔτε διʼ αἱμορραγίας ἐκρίθησαν, εἰς ἀπόσκημμα τούτοις ἡ νόσος εἴωθε τελευτᾶν.
ᾯ τὸ ἔντερον ἐπὶ δεξιὰ ἀρθριτικῷ ἐγένετο, ἦν ἡσυχώτερος. ἐπεὶ δὲ τοῦτο ἰητρεύθη, ἐπιπονώτερος.
Διττὴ κἀνταῦθά ἐστιν ἡ γραφὴ τὴν διάνοιαν ὑπαλλάττουσα, παλαιοτέρα μὲν ἡ μετὰ τοῦ νυ κατὰ τὴν πρώτην συλλαβὴν τοῦ ἔντερον ὀνόματος, ὕστερον δὲ προστεθεῖσα ἡ ἄνευ τοῦ νυ βουλομένων τῶν οὕτω γραψάντων ἐπὶ τῶν παρʼ οὖς συνισταμένων εἰρῆσθαι τὸ «ἕτερον», ὥσπερ γε πάλιν τῶν τὸ ἔντερον ἤτοι γʼ ἐπὶ τῶν ἀλγησάντων τὸ ἔντερον ἢ κἀπὶ τῶν τεινομένων τὸ ἔντερον. ἔντερον δʼ εἰρῆσθαι ἑνικῶς ἔνιοι μὲν τὸ κῶλον ἐνόμισαν, ἔνιοι δὲ τὸ τυφλόν, ὃ δὴ καὶ ῥᾷον ὀλισθαίνει ποτὲ εἰς τὸν ὄσχεον ὡς ἂν ἀπολελυμένον. ὅτι μὲν οὖν ἀπολέλυται τοῦτο μόνον τὸ ἔντερον, ἁπάντων τῶν ἄλλων ὑπὸ τοῦ μεσεντερίου δεδεμένων τε καὶ συνεχομένων, ἀληθεύουσιν. εἰ δὲ διὰ τοῦτο κατενεχθὲν εἰς τὸν ὄσχεον ὁ ἀρθριτικὸς ἐρρᾳστώνησεν, εἶτʼ αὖθις αὐτοῦ θεραπευθέντος ἐν τοῖς αὐτοῖς ἐγένετο, μαντείας δεῖται. πιθανώτερον γοῦν ἐστιν ἐπὶ τοῦ τὸ κῶλον ἀλγήσαντος εἰρῆσθαι τὸν λόγον. εἰκὸς γὰρ ἦν κουφισθῆναι τῶν ἀρθριτικῶν ἀλγημάτων αὐτὸν διττῶς ἐν τῇ γενέσει τῶν κατὰ τὸ κῶλον ἀλγημάτων, ἑνὶ μὲν λόγῳ, καθʼ ὃν αὐτὸς ἔφη «δύο πόνων ἅμα γινομένων μὴ κατὰ τὸν αὐτὸν τόπον ὁ σφοδρότερος ἀμαυροῖ τὸν ἕτερον», ἑτέρῳ δʼ ὅτι τῶν εἰς ἄρθρα ῥεόντων χυμῶν ἐπὶ τὸ κῶλον ἐγένετο μετάστασις. ἔνιοι δὲ τῶν ἐξηγητῶν τὸν ἀρθριτικὸν τοῦτον «ἰσχιαδικὸν» εἶναί φασι καὶ διὰ τοῦτο κατελθόντος τοῦ τυφλοῦ ἐντέρου ῥᾳστωνῆσαι, μηκέτι θλιβομένου τε καὶ βαρυνομένου τοῦ ἰσχίου, παρὰ τὸ τῶν Ἑλλήνων ἔθος ὀνομάζειν βουλόμενοι τὸν ἰσχιαδικὸν ἀρθριτικόν. ἄχρι δεῦρο μὲν οὖν αἱ ῥήσεις ἅπασαι κἀν τῷ Περὶ χυμῶν ἐπὶ τῇ τελευτῇ τοῦ βιβλίου γεγραμμέναι εἰσί. μεταβήσομαι δʼ ἤδη πρὸς τὰς ἐν μόνῳ τῷ προκειμένῳ συγγράμματι γεγραμμένας.
Ἡ Ἀγάσιος, κόρη μὲν ἐοῦσα, πυκνοπνεύματος ἦν. γυνὴ δὲ γενομένη, ἐκ τόκου ἐπίπονος ἐοῦσα ἐπιπολαίως ἦρεν ἄχθος μέγα, αὐτίκα μὲν ἐδόκεε ψοφῆσαί τι κατὰ τὸ στῆθος, τῇ δʼ ὑστεραίᾳ ἆσθμά τε εἶχε καὶ ἤλγεεν ἰσχίον τὸ δεξιόν. ὁκότε τοῦτο πονέοι, τότε καὶ τὸ ἆσθμα εἶχε, παυσαμένου δʼ ἐπαύσατο· ἔπτυσεν ἀφρώδεα, ἀρχομένη δʼ ἀνθηρά, κατασταθὲν δὲ ἐμέσματι χολώδει ἐῴκει λεπτῷ· οἱ πόνοι δὲ μάλιστα, ὁκότε πονοίη τῇ χειρί.
Πνεῦμα τὴν ἀναπνοὴν ὀνομάζοντος αὐτοῦ πολλάκις ἠκούσαμεν, ὥστε καὶ τὴν πυκνοπνεύματον ἡγητέον εἰρῆσθαι τὴν πυκνὸν ἀναπνέουσαν. οἷς δʼ ἂν ἱκανῶς αὐξηθῇ τὸ τοιοῦτον τῆς δυσπνοίας εἶδος, ἆσθμα καὶ ὀρθόπνοια τὸ πάθος ὀνομάζεται, χωρὶς πυρετοῦ δηλονότι γενόμενον, ἤτοι παχέων καὶ γλίσχρων χυμῶν καταλαμβανόντων τὰς ὁδοὺς τοῦ πνεύματος ἤ τινος ἀπέπτου φύματος ἐν τῷ πνεύμονι συστάντος. οὖσα δὲ καὶ πρόσθεν αὐτὴ δύσπνους, ἐπίπονος ἐγένετο μετὰ τὸν τόκον. εἰ μὲν οὖν μηδὲν εἰρηκὼς περὶ τῆς δυσπνοίας ἐπίπονον ἔφησεν αὐτὴν γεγονέναι, πιθανὸν ἂν ἦν ἀκοῦσαι τῷ παντὶ σώματι κοπώδη σχεῖν αἴσθησιν τὴν γυναῖκα ταύτην. ἐπεὶ δὲ πυκνοπνεύματον αὐτὴν εἶπεν εἶναι, προσηκόντως ἄν τις ἀκούσειεν ἐπὶ τοῦ θώρακος εἰρῆσθαι τὸν πόνον γεγονέναι. μετρίου δʼ ὄντος αὐτοῦ συνέβη τι καὶ ἄλλο σύμπτωμα τοιόνδε· βάρος τι διὰ τῶν χειρῶν ἀραμένη παραχρῆμα μὲν ᾔσθετό τινος ἐν τῷ στήθει ψόφου, ῥαγέντος ὡς εἰκὸς τοῦ φύματος, τῇ δʼ ὑστεραίᾳ διαδοθέντος ἕως τῆς τραχείας ἀρτηρίας τοῦ περιεχομένου κατὰ τὸ φῦμα χυμοῦ τήν τε τοῦ πνεύματος πυκνότητα ἐπιταθῆναι συνέβη καὶ μηκέθʼ ἁπλῶς εἶναι πυκνόπνοιαν, ἀλλʼ ἤδη τὸ καλούμενον ἆσθμα. κατὰ βραχὺ δʼ ἀναπτυσθέντος τούτου τελέως ἐπαύσατο τῇ γυναικὶ ταύτῃ τὰ τῆς δυσπνοίας. ἄχρι μὲν δὴ τούτου ζήτημʼ οὐδέν ἐστιν, ἀλλʼ εὐλόγως ἅπαντα γέγονε. διὰ τί δὲ συνεπετάθη τε καὶ συνερρᾳστώνησε τοῖς κατὰ θώρακα τὰ κατὰ τὸ ἰσχίον, εἰκότως ἄν τις ζητήσειεν, οὐκ οὔσης τινὸς κοινωνίας ἰσχίῳ πρὸς θώρακα, καθάπερ ἐστὶ τοῖς γεννητικοῖς μορίοις. ἴσως οὖν ἀσθενέστερον ἔχουσα τὸ ἰσχίον ἤλγησε, κατὰ τὸν αὐτὸν χρόνον ἀφικομένων τινῶν χυμῶν εἰς αὐτὸ περιττῶν. οὐ γὰρ ἀναφαίνεται τοῖς κοινωνίαν ἔχουσι φυσικὴν μορίοις ἡ συμπάθεια γινομένη φθασάντων ἐνίοτε δέξασθαι τῶν ἀσθενῶν τὴν περιουσίαν τῶν λυπούντων χυμῶν. ἔγραψε γὰρ τὰ ἀφρώδη τῶν πτυσμάτων τὴν τῶν χυμῶν φύσιν ἐνδεικνύμενα. τὰ μὲν γὰρ ἀφρώδη φλεγματικὸν εἶναι δηλοῖ τὸν χυμόν, τὰ δὲ ἀνθηρὰ τὸ αἷμα πλεονάζειν, ὥσπερ γε τὰ ὠχρὰ τὴν ὠχρὰν καὶ ξανθὴν ὀνομαζομένην χολήν, κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὰ μέλανα τὴν μέλαιναν. λέλεκται δʼ ἤδη πολλάκις, ὡς, ὅταν ἁπλῶς εἴπῃ χολώδη, τὴν ὠχράν τε καὶ ξανθὴν ὀνομαζομένην σημαίνει χολήν, τοῖς δὲ εἴδεσι τῶν ἄλλων χολῶν τὴν χρόαν προσγράφει. καὶ γὰρ ἰώδης ἐμεῖται χολὴ καὶ ὑπέρυθρος καὶ μέλαινα καὶ ὀρφνώδης. τὸ δʼ ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως προσγεγραμμένον ὡς ἐπόνει μᾶλλον ἐν ταῖς τῆς χειρὸς ἐνεργείαις πρὸς ἔνδειξιν τῆς συμπαθείας εἴρηται. ἀκηκόατε δʼ ἤδη καὶ κατʼ ἄλλον λόγον, ὁπότε τὰ τοῦ θώρακος ἄνω πάσχοι, κατὰ τὸ πρῶτόν τε καὶ δεύτερον μεσοπλεύριον, εὐλόγως τὰς χεῖρας εἰς συμπάθειαν ἔρχεσθαι νεύρων εἰς αὐτὰς ἀφικνουμένων ἐκ τούτων τῶν μεσοπλευρίων. εἰκὸς δʼ ἐστὶ καὶ ῥαγῆναί τι κατὰ τὸ δεξιὸν μέρος τοῦ θώρακος, ἡνίκα τὸ ἄχθος ἀνήρατο, καὶ διὰ τοῦτο κατʼ εὐθυωρίαν ἰσχίον παθεῖν τὸ δεξιόν. καὶ εἴπερ τῷ γενομένῳ πάθει τῶν νεύρων ἐν τῷ βάρος ἆραι τὴν γυναῖκα συνέπαθεν ὁ θώραξ τῇ χειρί, πιθανόν ἐστι κατʼ ἐκεῖνα μάλιστα τὰ μέρη παθεῖν αὐτόν, ὅθεν ἡ τῶν νεύρων ἐστὶν ἔκφυσις ἐπὶ τὰς χεῖρας.
Ταύτην εἴργεσθαι σκορόδου, χοίρου, ὄιος, βοός, ἐν δὲ τοῖσι ποιευμένοισι βοῆς, ὀξυθυμίης.
Διάφοροι καὶ κατὰ τήνδε τὴν ῥῆσιν αἱ γραφαὶ γεγόνασιν, ἐνίων μὲν γραψάντων ἐν ἀρχῇ κατὰ δοτικὴν πτῶσιν τὸ ταύτῃ καὶ ποιησάντων τὴν γραφὴν τοιάνδε· ταύτῃ εἴργεσθαι χοίρου, σκορόδου, ὄιος, βοός, ἐνίων δέ, ὡς καὶ ἡμεῖς, ἀντὶ τοῦ «ταύτῃ» τὸ ταύτην γραψάντων, ἐνίων δὲ χωρὶς τοῦ ταύτην, ἀρξαμένων γʼ ἀπὸ τοῦ εἴργεσθαι. προσυπακούειν δʼ ἀξιοῦσιν ἅπαντες τὸ «ἔδοξεν ἡμῖν τοῖς ἰωμένοις αὐτὴν» ἢ «συνεβουλεύσαμεν αὐτῇ» ἢ «συμφέρει» ἢ ὁτιοῦν τοιοῦτον. καὶ διὰ τοῦτο περὶ τῆς γραφῆς οὐ προσήκει σπουδάζειν, ἀλλʼ ὅπερ ἄν τις ἐθέλῃ, γράφειν ἐπιτρέπειν, ἐπειδὴ τὰ τῆς διανοίας φυλάττεται κοινά. ἐάσαντες οὖν τὴν ἐν λέξει λεπτολογίαν ἐπὶ τὰ διδασκόμενα πράγματα μεταβαίνωμεν βοηθοῦντα τῇ προειρημένῃ γυναικί. καὶ τοῖς ἄλλοις δὲ δηλονότι τοῖς οὕτω διακειμένοις συμφέρει χοιρείων τε κρεῶν ἐδωδῆς καὶ βοείων καὶ προβατείων σκορόδου τε καὶ τῆς χρήσεως τῶν ἄλλων ἀπέχεσθαι, τούτων μὲν ὡς ἰσχυρῶν τε καὶ δυσπέπτων, σκορόδου δὲ ὡς δριμέος τε καὶ διαβρωτικοῦ, βοῆς δέ, ὡς οὐ μόνον τὰ προερρωγότα τῶν ἀγγείων ἐπιρρήττειν δυναμένης, ἀλλὰ καὶ τὰ μήπω πρότερον πεπονθότα, ὀξυθυμίας δὲ ὡς δυναμένης τοὺς τόπους πεπονθότας τοὺς ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἀδικεῖν, τάσιν τέ τινα καὶ θερμασίαν καὶ πνευμάτωσιν ἐν αὐτοῖς ἐργαζομένης. δῆλον δʼ ὅτι ταῦτα μὲν ὡς παραδείγματα εἴρηται τῷ Ἱπποκράτει, συμβουλεύει δʼ ἀπέχεσθαι πάντων μὲν τῶν δυσπέπτων, πάντων δὲ τῶν δριμέων, ἁπάντων δὲ τῶν κακοχύμων καὶ προσέτι τῶν βιαίαν τινὰ τάσιν ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἐργαζομένων.
ᾯ ἐν τῇ κεφαλῇ ἐνέμετο, ᾧ πρῶτον ἡ στυπτηρίη ἡ κεκαυμένη ἐνήρμοσεν, εἶχεν ἄλλην ἀπόστασιν, ἴσως ὅτι ὀστέον ἔμελλεν ἀποστήσεσθαι, ἀπέστη ἑξηκοσταῖον ὑπὲρ τοῦ ὠτὸς ἄνω, πρὸς κορυφὴν τὸ τρῶμα ἦν.
Ἔνια τῶν οὕτως γεγραμμένων ἴσως μὲν αὐτῷ τῷ γράψαντι πρὸς ἀνάμνησιν ἦν ὠφέλιμα, τοῖς δʼ ἐντυγχάνουσιν ἡμῖν οὐ πάνυ σαφής ἐστιν ἡ ἐξ αὐτῶν ὠφέλεια. διηγεῖται γάρ τινος ἐν τῇ κεφαλῇ νομῶδες ἕλκος ὠφελεῖσθαι τὸ πρῶτον ὑπὸ τῆς κεκαυμένης στυπτηρίας. εἶναι μέντοι γʼ αὐτῷ καὶ κατʼ ἄλλον τινὰ τόπον ἀπόστασιν, ἔνθα καὶ ὀστοῦν ὕστερον ἀπέστη. προσγέγραπται δὲ καὶ τὸ πεπονθὸς μέρος τῆς κεφαλῆς, ἀλλʼ αὐτῷ σπάνιον τὸ πρᾶγμα ἐδόκει, διὸ καὶ συμβουλὴν οὐδεμίαν ἔγραψε, μόνα τὰ γενόμενα διηγησάμενος.
Τὰ κῶλα ἔχει οἷα κυνός, μείζω δέ· ἤρτηται ἐκ τῶν μεσοκώλων. ταῦτα δὲ ἐκ νεύρων ἀπὸ τῆς ῥάχιος ὑπὸ τὴν γαστέρα.
Εὔδηλον ὅτι καὶ ταῦτα ἔγραψεν εἰς ἀνάμνησιν ἑαυτῷ τῶν ἀνατομικῶν ὄντα θεωρημάτων. ὁ γὰρ ἄνθρωπος ὁμοίαν ἔχει κυνὶ τὴν τῶν κώλων φύσιν, ἀλλὰ καὶ μείζω φησὶν εἶναι αὐτὰ καὶ ἠρτῆσθαι ἐκ τῶν μεσοκώλων, ὡς εἰ καὶ «μεσεντερίων» εἰρήκει, γενικώτερον μὲν γὰρ ὄνομα τὸ τῶν μεσεντερίων ἐστίν, εἰδικώτερον δὲ τὸ τῶν μεσοκώλων. τοιοῦτον δὲ ἄλλο περὶ τῶν κατὰ τὴν νῆστιν ἐντέρων ἢ τῶν ἄλλων λεπτῶν οὐκ ἔστιν ὄνομα. «μεσονήστιον» γὰρ ἤ τι τοιοῦτον οὐδεὶς εἴρηκεν. ἔστι μὲν οὖν συνεχῆ τὰ μεσεντέρια τά τε τῶν λεπτῶν καὶ τῶν παχέων· ὅμως δὲ περι γραφάς τινας ἰδίας οὐκ ἔχειν φαίνεται καὶ χωρίζεσθαι μάλιστα κατὰ τὰς ἐν αὐτοῖς φλέβας. ἰδίᾳ μὲν γὰρ μία φλὲψ εἰς τὸ τῶν λεπτῶν ἐντέρων μεσεντέριον, ἰδίᾳ δὲ εἰς τὸ τῶν παχέων, ἃ δὴ κῶλα προσαγορεύουσι, κατασχίζεται, συγκατασχιζομένης ἑκατέρᾳ τῇ φλεβὶ δηλονότι καὶ ἀρτηρίας. τὸ δʼ ἄρτημα τοῦ μεσεντερίου, καθάπερ γε καὶ τὸ τοῦ μεσοκώλου — συνεχὲς γὰρ ὅλον ὄν, ὡς ἔφην — εἰς ἕνα τινὰ τῶν κατὰ τὴν ὀσφὺν ἀνήκει σπονδύλων μετὰ τὸ διάφραγμα κείμενον. ὑπόκειται δʼ οὗτος τῇ γαστρί. τό γε μὴν ἄρτημα τοῦτο πᾶν ὁμοιότατόν ἐστι νεύρῳ, καίτοι σύνδεσμος ὂν τὴν οὐσίαν. ὅσα γὰρ ἐξ ὀστῶν πέφυκεν ἄναιμα σώματα, «συνδέσμους» ὀνομάζομεν· ἀλλʼ ἐπειδὴ παραπλήσια τοῖς νεύροις ἐστί, «νεῦρα συνδετικὰ» προσαγορεύουσιν αὐτὰ πολλοὶ τῶν ἰατρῶν ἀντιδιαιρούμενοι τοῖς προαιρετικοῖς. εἴρηται δὲ καὶ νῦν ἐν τῇδε τῇ ῥήσει κατὰ τὴν τῶν νεύρων προσηγορίαν διὰ τὴν ὁμοιότητα.
Αἱ τοῖσι κάμνουσι χάριτες, οἷον τὸ καθαρῶς δρῆν ἢ ποτὰ ἢ βρωτά, ἢ ἃ ὁρῇ, μαλθακῶς ὅσα ψαύει· ἄλλαι· ἃ μὴ μεγάλα βλάπτει, ἢ εὐανάληπτα, οἷον τὸ ψυχρόν, ὅκου τοῦτο δεῖ.
Τίνα χρὴ χαρίζεσθαι τὸν ἰατρὸν τοῖς κάμνουσι καὶ τίνα μή, κατὰ τοῦτο τὸ βιβλίον ἐπισκεψάμενοι τελέως ἀρκεσθησόμεθα, ὥστε, καθάπερ κἀπὶ τῶν ἄλλων ἁπάντων εἰώθαμεν ποιεῖν ἕκαστόν τι τελέως τῆς διδασκαλίας αὐτῶν ἅπαξ εἰπόντες, αὖθις ἐν ἑτέροις μηκέτι διέρχεσθαι τὸ σύμπαν, ἀλλὰ μόνον τὸ κεφάλαιον. εἴρηται μὲν οὖν κἀν τοῖς Ἀφορισμοῖς εἰς τόδε τὸ σκέμμα γράψαντος αὐτοῦ· «τὸ σμικρῷ χεῖρον καὶ πόμα καὶ σιτίον, ἥδιον δὲ τῶν βελτιόνων μέν, ἀηδεστέρων δὲ μᾶλλον αἱρετέον,» κἀν τοῖς εἰς αὐτοὺς ὑπομνήμασιν ὁ Ἱπποκράτης ἡμῖν δέδεικται τῇ μὲν προχείρῳ φαντασίᾳ χαριζόμενός τι τοῖς κάμνουσιν εἰς ἡδονήν, οὐ μὴν τῇ γʼ ἀληθείᾳ τοῦτο πράττων. ὅσα γὰρ ἥδιον προσφερόμεθα τῶν ὀλίγον χείρονα τὴν φύσιν ἐχόντων, ἄμεινον ταῦτα πέττομεν. ἔστι δὲ συμφορώτατον τοῖς νοσοῦσι καλῶς πεφθῆναι τὸ ληφθέν. ἐν δὲ τῷ νῦν προκειμένῳ λόγῳ γένους ἑτέρου καὶ πράγματος ἐμνημόνευσεν, ἐν ᾧ κεχαρισμένον τε καὶ ἡδὺ τοῖς νοσοῦσιν ὁ ἰατρὸς πράττει μηδὲν τῇ νόσῳ λυμαινόμενος, ὥσπερ ὅταν ἐπιτρέψῃ πρὸ τοῦ καιροῦ λούσασθαι καὶ πιεῖν καὶ φαγεῖν ὀπώρας τινὰς ἢ ψυχρὸν ὕδωρ πιεῖν. ἐνίοτε μὲν γὰρ ὠφέλιμος καιρὸς ἑκάστου τῶν εἰρημένων ἐπὶ τῆς ὑστεραίας ἐστί. καταναγκάζουσι δὲ τοὺς ἰατροὺς οἱ κάμνοντες, ὥστε προλαβεῖν ἡμέρᾳ μιᾷ συγχωροῦσί τε πολλάκις ἔνιοι τοῖς νοσοῦσιν ἑτοίμως αὐτὰ ταῖς ἐπιθυμίαις αὐτῶν ὑπηρετοῦντες ἕνεκα τοῦ πλείονα λαβεῖν μισθόν. ἀλλὰ ταῦτα μὲν οὐ κατὰ τὸν λόγον τῆς τέχνης γίνεται, τὸ δʼ ἐν Ἀφορισμοῖς εἰρημένον ὅσα τε νῦν διεξέρχεται χρησίμως τοῖς κάμνουσι συγχωροῦσιν οἱ ἄριστοι τῶν ἰατρῶν. ἡ χρεία δὲ τῶν νῦν ἐφεξῆς ὑπʼ αὐτοῦ γεγραμμένων εἰς τὴν εὐπείθειαν ἀναφέρεται τῶν καμνόντων· οὓς γὰρ ἂν ἡδέως ὁρῶσι, τούτοις μᾶλλον πείθονται. καὶ κατὰ τοῦτο μήτηρ καὶ πατὴρ ἔπεισαν τέκνον ἀνόρεκτον καὶ αὐτὸ βιάσασθαι προσενέγκασθαι σιτίον, οὐδενὸς ἄλλου πεῖσαι δυνηθέντος· οὕτω καὶ τέκνον ἔπεισε πατέρα καὶ μητέρα καὶ ἀδελφὸς ἀδελφὸν καὶ φίλος φίλον. οὓς δʼ ἂν ἀηδῶς ὁρῶσιν οἱ ἄνθρωποι, κἂν τὰ συμφέροντα συμβουλεύωσιν, τούτοις ἀπειθοῦσιν. πρὸς τὴν τοιαύτην οὖν εὐπείθειαν αὐτὸς ὁ Ἱπποκράτης ἔλεγε καὶ τὰς προρρήσεις ὠφελεῖν ἡμᾶς καὶ ὅλως τὸ θαυμάζεσθαι τὸν ἰατρὸν ὑπὸ τοῦ κάμνοντος. οὕτω γέ τοι καὶ παρʼ ἡμῖν ἐν Περγάμῳ τοὺς θεραπευομένους ὑπὸ τοῦ θεοῦ πειθομένους ὁρῶμεν αὐτῷ πεντεκαίδεκα πολλάκις ἡμέραις προστάξαντι μηδʼ ὅλως πιεῖν, οἳ τῶν ἰατρῶν μηδενὶ προστάττοντι πείθονται. μεγάλην γὰρ ἔχει ῥοπὴν εἰς τὸ πάντα ποιῆσαι τὰ προσταττόμενα τὸ πεπεῖσθαι τὸν κάμνοντα βεβαίως ἀκολουθήσειν ὠφέλειαν ἀξιόλογον αὐτῷ.
τούτων ἔξωθέν ἐστι τὰ κατὰ τὴν προκειμένην ῥῆσιν εἰρημένα, περὶ ὧν ἤδη λέγωμεν ἕκαστον ἰδίᾳ προχειριζόμενοι κατὰ τὴν προγεγραμμένην λέξιν· οἷον τὸ καθαρῶς δρᾶν ποτὰ ἢ βρωτά. πολλὰ πολλάκις ὁ ἰατρὸς τῷ κάμνοντι προσφέρει ποτὰ καὶ βρωτὰ συντιθεὶς ἐναντίον αὐτοῦ. ἀξιοῖ δὲ ταῦτα καθαρῶς ἐργάζεσθαι καὶ γέγραπταί γε κατʼ ἔνια τῶν ἀντιγράφων ἀντὶ τοῦ καθαρῶς τὸ «καθαρείως». ἔστι δὲ τοῦτο πρῶτον μέν, εἰ μηδένα ῥύπον ἔχει τὰ σκεύη, διʼ ὧν προσφέρεται τὰ ποτὰ καὶ βρωτά, δεύτερον δέ, εἰ μηδὲ τῶν ἄλλων τι διʼ ὧν ὑπηρεσία γίνεται. πολλάκις γὰρ αὐτὸ μὲν ἐν ᾧ περιέχεται τὸ προσφερόμενον ἔδεσμα καὶ πόμα καθαρόν ἐστιν, ἐν ᾧ δὲ ψυχρὸν ὕδωρ ἢ θερμὸν ὁ ὑπηρετούμενος ἔχει ῥυπαρόν, ὥσπερ γε καὶ τῶν ἄλλων τι σκευῶν ἐνίοτε τῶν πρὸς ὑπηρεσίαν ἀνηκόντων οὐ καθαρὸν φαίνεται. καὶ πρὸς τούτοις γε καὶ αὐτὸς ὁ ἰατρός, ὃν πρῶτόν τε καὶ μάλιστα τάς τε χεῖρας ἔχειν χρὴ καθαρωτάτας καὶ τὸ πρόσωπον καὶ τὰς τρίχας ἐπί τε τοῦ γενείου καὶ τῆς κεφαλῆς, ἐφεξῆς δὲ καὶ τὰ ἄλλα μόρια τοῦ σώματος, ὥσπερ γε καὶ τὴν ἐσθῆτα λαμπράν.
Ἢ ἃ ὁρῇ.
Ἃ βλέπει, φησίν, ὁ κάμνων, καὶ ταῦτʼ ἐστὶ τῶν χαρίτων, τουτέστι καὶ τοὺς ἐπισκοπουμένους καὶ τὰ κατὰ τὸν οἶκον, ἐν ᾧ νοσεῖ, τούτων τε οὖν οὐδὲν αὐτὸν ἀηδῶς ὁρᾶν χρὴ καὶ τῶν ὑπηρετουμένων ἐκείνους παρεῖναι διὰ παντός, οἷς μάλισθʼ ἥδεται, καὶ τῶν ἐπισκοπουμένων τοὺς μὲν φιλτάτους χρονίζειν παρʼ αὐτῷ, τοὺς δʼ ἄλλους δυοῖν θάτερον, ἢ μηδʼ ὅλως εἰσιέναι πρὸς αὐτὸν ἢ μὴ μέχρι πλείονος ὁρᾶσθαι. ταῦτα δὲ πάντα πολυπραγμονήσας ὁ ἰατρὸς αὐτὸς ἐργάσεταί τε καὶ διατάξει, τινὰ δὲ καὶ χωρὶς πολυπραγμοσύνης αὐτομάτως γνώσεται. πολλάκις γοῦν ἐπισκεπτομένου τὸν κάμνοντα καὶ θεραπεύοντος τοῦ ἰατροῦ δοῦλός τις ἐπεισελθὼν ἤγγειλεν ἀφῖχθαι τόνδε τινὰ ἄνθρωπον ἐπισκέψασθαι βουλόμενον αὐτόν, εἶτα παραχρῆμα ποτὲ μὲν ἡσθεὶς ἐφάνη πρὸς τὴν ἀκοὴν ὁ νοσῶν, ἔστι δʼ ὅτε μεγάλως ἀνιαθεὶς, ὡς ἐνοχλεῖσθαι μέλλων ὑπʼ ἀνθρώπου μὴ φιλοῦντος αὐτὸν ἀληθῶς, ἀλλὰ προσποιουμένου. καὶ χρὴ τηνικαῦτα τὸν ἰατρόν, ὅταν εἰσέλθῃ τις, ὃν ὁ κάμνων οὐχ ἡδέως ὁρᾷ, μετὰ βραχὺ κελεύειν … ἀξιοπίστως ἡσυχάσαι συμφέρειν τῷ κάμνοντι καὶ κατὰ ταύτην τὴν πρόφασιν ἐξελθεῖν ἀξιοῦν εὐθὺς ἐξ αὐτοῦ πάντας τοὺς παρόντας. εὔδηλον γὰρ ὅτι συνεξελθόντες ἐν τῷ παραυτίκα τοῖς μὴ φίλοις οἱ φίλοι μετʼ ὀλίγον εἰσελθεῖν δυνήσονται. τὰ μὲν οὖν τοιαῦτα θεάματα τὴν γνώμην τοῦ κάμνοντος ἡδέως τε καὶ ἀηδῶς διατίθησιν, οὐ κατʼ αὐτὴν ἰδίως τὴν ὀπτικὴν αἴσθησιν, ἀλλὰ κατὰ τὴν διάνοιαν. ἔνια δʼ ἐστὶν ἡδέα τῶν ὁρατῶν κατʼ αὐτὴν τὴν ὄψιν, ὥσπερ γε καὶ τῶν ὀσφρητῶν καὶ γευστῶν καὶ ἀκουστῶν καὶ ἁπτῶν. οὐ μὴν ἅπασί γε ἐπὶ τοῖς αὐτοῖς ἡ ἴση τέρψις. ἄλλος γὰρ ἄλλα καὶ χρώματα καὶ σχήματα καὶ ἄνθη καὶ φυτὰ καὶ πλάσματα καὶ ζωγραφήματα θεᾶται, τὰ μὲν ὡς ἀηδῆ, τὰ δὲ ὡς ἡδέα. χρὴ τοίνυν παρὰ τῶν οἰκείων τοῦ κάμνοντος τὸν ἰατρὸν πυνθανόμενον, οἷστισιν οἱ κάμνοντες ἥδονται, ταῦτα κελεύειν εἰσφέρεσθαι τοῖς οἴκοις ἐν οἷς κατάκεινται.
Μαλακῶς ὅσα ψαύει.
Κατʼ αὐτὴν μόνην ψιλὴν τὴν ἁπτικὴν αἴσθησιν ἡδέα ταῦτʼ ἐστίν, ὥσπερ αὖ πάλιν ἄνθη τε καὶ φυτὰ καὶ ποικίλα καὶ τἄλλα ὅσα προείρηται τὴν ὄψιν μόνην τέρπει. προσθήσομεν οὖν ὅσα ταὐτοῦ μὲν γένους ἐστὶ τοῖς εἰρημένοις, παραλέλειπται δὲ ὡς σαφῆ. δυοῖν γὰρ αἰσθήσεων ἐμνημόνευσεν, ὄψεώς τε καὶ ἁφῆς. σὺ δὲ καὶ τὴν ὄσφρησιν προσθήσεις δηλονότι καὶ τὴν γεῦσιν καὶ τὴν ἀκοήν, καὶ κατά γε τὴν ἀκοὴν διαιρήσεις ὥσπερ ἐπὶ τῆς ὄψεως, ἔνια μὲν αὐτὴν τὴν αἴσθησιν μόνην τέρποντα, καθάπερ αἱ ἡδεῖαι φωναί, τινὰ δὲ τῇ ἀκοῇ λυποῦντα, καθάπερ αἱ ἀηδεῖς ἀγγελίαι, τοὐναντίον δὲ ἄλλʼ ἅττα τέρπει τε καὶ ἥδει. τοῦτό γε καὶ οἱ ἰδιῶται πάντες ἴσασιν, ὡς οὐδὲν ὧν ἀηδῶς ὁ κάμνων ἀκούσεται προσήκει λέγειν αὐτῷ, καθάπερ γε καὶ τὰ μέλλοντα μεγάλως ἥσειν αὐτὸν ἀπαγγέλλειν πάντα μετὰ τοῦ καὶ προσεπιψεύδεσθαί τι. κατὰ μέντοι τὴν ἐφεξῆς ῥῆσιν ἔνια καὶ τῶν ἐνταῦθα παραλελεῖφθαι δοκούντων ἐπαναλαμβάνων προστίθησιν.
Ἄλλαι.
Πρόγραμμα τοῦτʼ ἐστὶν ἄλλων χαρίτων μελλουσῶν λέγεσθαι. προειρηκὼς γὰρ «αἱ τοῖσι κάμνουσι χάριτες», εἶτʼ εἰπὼν «οἷον τὸ καθαρῶς δρᾶν ποτὰ ἢ βρωτά» καὶ τούτων ἐφεξῆς περὶ τῶν ὁρωμένων διελθών, εἶθʼ ἑξῆς ὑπὲρ τῶν πρὸς τὴν ἁφὴν ἡδέων ἐπαγγέλλεται πρὸς ταῖς εἰρημέναις ἑτέρας ἐρεῖν χάριτας, ὧν ἐφεξῆς ἀκούσῃ. τινὲς μέντοι τελέως ἐξεῖλον τῶν ἀντιγράφων τὸ πρόγραμμα τοῦτο τὸ ἄλλαι, τινὲς δʼ οὐ θηλυκῶς μετὰ τοῦ ἰῶτα γράφουσιν, ἀλλὰ χωρὶς τοῦ ι κατὰ τὸ καλούμενον οὐδέτερον γένος «ἄλλα».
Ἃ μὴ μεγάλα βλάπτει ἢ εὐανάληπτα, οἷον τὸ ψυχρόν, ὅκου τοῦτο δεῖ.
Καὶ τὰ μὴ μεγάλως βλάπτοντα δοτέον ἐστὶν ἐνίοτε τοῖς ἐπιθυμοῦσιν αὐτῶν σφόδρα καὶ μέλλουσι μισεῖν τε τὸν ἰατρὸν ἐκ τοῦ μὴ λαβεῖν ἀποστρέφεσθαί τε καὶ μηδὲν αὐτῷ προστάττοντι πείθεσθαι. διδόναι τοίνυν ἀναγκαῖόν ἐστιν ἐνίοτε τούτοις ἔνια τῶν ἐπιθυμουμένων, ἐὰν μὴ μεγάλως ὑπʼ αὐτῶν μέλλωσι βλάπτεσθαι, προλέγοντα μὲν ὅτι βλαβήσονται καὶ δίδωσιν αὐτὰ χαρίζεσθαί τι βουλόμενος τῷ κάμνοντι, πρὸς δὲ τὸ μέλλον αὐτὸν ἀνταιτοῦντα παρʼ αὐτοῦ τὴν ἐν τοῖς ἄλλοις εὐπείθειαν. οἶδα γὰρ ἐνίους ἐκ τοῦ λαβεῖν πεισθέντας. οὕτω γοῦν κἀγὼ πολλοῖς ἔδωκα ψυχρὸν ὕδωρ ἐν ἐκείνοις τοῖς νοσήμασιν, ἐν οἷς μετὰ μίαν ἡμέραν ἦν αὐτοῦ χρεία, τοῦτο μόνον τῷ κάμνοντι χαρισάμενος ὡς μὴ περιμεῖναι τὸν ἄριστον καιρόν. ὡσαύτως δὲ καὶ περὶ βαλανείου καὶ οἴνου καὶ πάντων τῶν τοιούτων οἶδα πράξας. εἰ μέντοι μηδʼ ὅλως δέοιτο μηδὲ μετὰ μίαν ἡμέραν τὸ νόσημα μηδενὸς τούτων, οὐ χρὴ χαρίζεσθαι τῷ κάμνοντι. βραχεῖαν γὰρ βλάβην ἐπανορθώσασθαι δυνατόν ἐστι τὴν μετὰ ταῦτα τοῦ κάμνοντος εὐπείθειαν, τὴν δʼ οὕτως μεγάλην, ὡς ἤτοι κίνδυνον ἔσχατον ἐπιφέρειν ἢ χρόνου μῆκος, οὐκέθʼ οἷόν τε πρὸς τὸ δέον πάλιν ἐπαναγαγεῖν. γράφεται δὲ καὶ κατʼ ἄλλας λέξεις ἡ προκειμένη ῥῆσις, μίαν μὲν τοιάνδε· «ἀλλὰ μὴ μεγάλα βλάπτειν, οἷον ψυχρὸν ὅκου δεῖ» — καὶ ταύτην γε τὴν γραφὴν οἱ παλαιοὶ τῶν ἐξηγητῶν ἴσασιν —, ἑτέραν δὲ γραφὴν εὑρήσεις ἐν ἄλλοις ἀντιγράφοις τοιαύτην· «ἃ μὴ μεγάλα βλάπτει εἰ μὴ ἃ εὐανάληπτα, οἷον ψυχρὸν ὅκου τοῦτο δεῖ.» βούλεται δʼ ἡ προκειμένη λέξις εὐανάληπτα σημαίνειν τὰ ταχέως ὑπεῖξαι δυνάμενα τοῖς βοηθήμασιν, ὡς ἐπανορθωθῆναι τὴν γεγονυῖαν ἤδη βλάβην.
Ἄλλαι.
Καὶ τοῦτʼ ἐστὶ πρόγραμμα τῶν ἐφεξῆς, ὥστε περὶ τούτου τοῦ πράγματος ὅσα περὶ τοῦ πρόσθεν εἶπον ἀναμνησθέντας, ὑμᾶς μηδεμιᾶς ἑτέρας ἔτι δεηθῆναι νεωτέρας ἐξηγήσεως.
Εἴσοδοι, λόγοι, σχῆμα, ἐσθής, τῷ νοσοῦντι, κουρή, ὄνυχες, ὀδμή.
Τούτων τὰ μὲν ἄλλα πάντα προφανῶς ἐπὶ τὸν ἰατρὸν ἀναφέρεται, μεταξὺ δʼ αὐτῶν παρεγκείμενον τὸ τῷ νοσοῦντι παρέχει τινὰ ζήτησιν, ὅθεν ἔνιοι παντάπασιν ἐξελόντες αὐτὸ προσεποιήσαντο μηδʼ ὅλως εὑρηκέναι γεγραμμένον. ἀλλʼ οἵ γε παλαιοὶ τῶν ἐξηγητῶν ἴσασι καὶ ταύτην τὴν γραφήν. ἴσως δʼ ἄν τινος εὐπορήσαιμεν εἰς αὐτὴν πιθανοῦ προεπισκεψάμενοι τῶν εἰρημένων ἕκαστον ἰδίᾳ.
καὶ πρώτας γε ἔλεγε τὰς πρὸς τὸν κάμνοντα τῶν ἰατρῶν εἰσόδους ὅσαι κεχαρισμένως αὐτοῖς γίνονται. τινὲς μὲν γὰρ ἐνοχλεῖσθαι νομίζουσιν ὑπὸ τῶν πολλάκις αὐτοὺς ὁρώντων, ἔνιοι δὲ πάνυ τούτῳ σφόδρα χαίρουσιν. ἰατροὶ δέ τινές εἰσιν οἳ μέχρι τοσούτου μωραίνουσιν, ὡς καὶ τοῖς κοιμωμένοις ἐπεισιέναι μετὰ ψόφου ποδῶν ἢ φωνῆς μείζονος, ὑφʼ ὧν ἐνίοτε διεγερθέντες οἱ νοσοῦντες ἀγανακτοῦσί τε πρὸς αὐτοὺς καὶ βεβλάφθαι τὰ μέγιστά φασι. ἅπαντʼ οὖν ταῦτα προορᾶσθαι χρὴ τὸν ἰατρόν, ὡς μήτε κατὰ καιρὸν ὃν οὐ χρὴ παραγίνεσθαι μήτε προπετῶς μετὰ ψόφων πολλῶν καὶ φωνῆς μεγάλης ἢ βαδίσματος ἀσχήμονος ἢ βλέμματος ἢ ὅλως οὑτινοσοῦν τοιούτου.
λόγοι. τῶν μεγίστων ἐστὶ καὶ τοῦτο πρὸς τοὺς κάμνοντας ὑπὸ τῶν ἰατρῶν ἤτοι προσηκόντως ἢ οὐ προσηκόντως τι γινόμενον. ἔνιοι μὲν γὰρ αὐτῶν ἐσχάτως εἰσὶν ἀβέλτεροι τοιοῦτοί τινες ὄντες, οἷον ὁ Ζεῦξίς φησιν ὑπὸ Βακχείου γεγράφθαι Καλλιάνακτα γεγονέναι τὸν Ἡροφίλειον ἐν τοῖς Ἀπομνημονεύμασιν Ἡροφίλου τε καὶ τῶν ἀπὸ τῆς οἰκίας αὐτοῦ· νοσοῦντος γάρ τινος, εἶτʼ εἰπόντος τῷ Καλλιάνακτι «τεθνήξομαι», φασὶν αὐτὸν ἐπιφωνῆσαι τόδε τὸ ἔπος· εἰ μή σε Λητὼ καλλίπαις ἐγείνατο. ἑτέρῳ δὲ ταὐτὸ τοῦτʼ εἰπόντι φάναι· κάτθανε καὶ Πάτροκλος, ὅπερ σέο πολλὸν ἀμείνων. ἔνιοι δὲ τῶν νῦν ἰατρῶν, εἰ καὶ μετριώτεροι Καλλιάνακτός εἰσιν, ἀλλὰ τραχέως καὶ αὐτοὶ προσφέρονται τοῖς νοσοῦσιν ὡς μισηθῆναι, καθάπερ ἄλλοι τινὲς ἐξ ὑπεναντίου δουλοπρεπῶς κολακεύοντες ἐξ αὐτοῦ τούτου κατεφρονήθησαν. ὥσπερ δὲ οὐ χρὴ μίσους ἄξιον φαίνεσθαι τῷ κάμνοντι τὸν ἰατρόν, οὕτως οὐδʼ εὐκαταφρόνητον, ἀλλʼ ἐν τῷ φιλανθρώπῳ καὶ μετρίῳ καὶ ἡδεῖ τὸ σεμνὸν φυλάττειν. εἰ μὴ γὰρ ὥσπερ θεὸν αὐτὸν ὁ κάμνων θαυμάσειεν, οὐκ ἂν εὐπειθὴς γένοιτο, εἰ δὲ μὴ ἑκὼν εὐπειθὴς γένοιτο, βέλτιόν ἐστι μήτε κολακεύειν εἰς τοσοῦτον ὥστε καταφρονεῖσθαι μήτʼ ἄγροικόν τε καὶ τραχὺν ὁμοίως εἶναι τῷ Καλλιάνακτι. γενήσεται δὲ τοῦτο φυλάττοντος μὲν ἔν τε τῷ βλέμματι καὶ τῷ φθέγματι καὶ τῷ παντὶ τοῦ σώματος σχήματι τὸ σεμνὸν τοῦ ἰατροῦ, ἐκδιδάσκοντος δὲ τὸν κάμνοντα πείθεσθαι τοῖς προσταττομένοις ὑφʼ ἑαυτοῦ. πολλοὶ δʼ εἰσὶ λόγοι, καί σοι παραδείγματος ἕνεκεν οὐκ ὀκνήσω παραθέσθαι τινά. δυνήσεται γὰρ ὁ ἰατρὸς ἐπὶ προοιμίῳ πιθανῷ μετὰ ταῦτα πρὸς τὸν κάμνοντα διελθεῖν, ὅσα περὶ τῶν τοιούτων Ἱπποκράτης ἔγραψε, πρῶτον μὲν ἐν τοῖς Ἀφορισμοῖς εἰπών· «Δεῖ δὲ οὐ μόνον ἑωυτὸν παρέχειν τὰ δέοντα ποιέοντα, ἀλλὰ καὶ τὸν νοσέοντα καὶ τοὺς παρεόντας καὶ τὰ ἔξωθεν,» εἶτʼ ἐν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν· «Ἡ τέχνη διὰ τριῶν, τὸ νόσημα, ὁ νοσέων, ὁ ἰητρός· ὁ ἰητρὸς ὑπηρέτης τῆς τέχνης. ἐναντιοῦσθαι τῷ νοσήματι τὸν νοσέοντα μετὰ τοῦ ἰητροῦ χρή.» καὶ ὡς τριῶν ὄντων, ἰατροῦ καὶ νοσήματος καὶ κάμνοντος, ἐὰν ὁ νοσῶν ἐάσῃ μόνον πολεμεῖν τῷ νοσήματι τὸν ἰατρὸν ἢ καὶ πρὸς αὐτὸ μεταστὰς ἐναντιώσηται τῷ ἰατρῷ, συμβήσεται νικηθῆναι τὸν ἰατρὸν ὑπὸ τοῦ νοσήματος. ἐὰν δὲ καταλιπὼν τὸ νόσημα σύμμαχος κατʼ αὐτοῦ γένηται τῷ ἰατρῷ, μεγάλην ἐλπίδα τῆς νίκης ἔσεσθαι δυοῖν ἀνθρώπων πρὸς ἓν νόσημα μαχομένων, ὡς τό γε ἐναντίον ἔμπαλιν οὐδεμιᾶς ἐλπίδος ἔσται παρεκτικόν, ἐὰν ὁ κάμνων μετὰ τοῦ νοσήματος γενόμενος ἐναντιῶται τῷ ἰατρῷ· μονωθεὶς γὰρ ἂν οὗτος ὑπὸ τῶν δυοῖν νικηθείη ἄν. ἀρκεῖ δέ σοι τὸ παράδειγμα τοῦτο νοῆσαι δυναμένῳ κατὰ τὸ παραπλήσιον ἕτερα πολλὰ τοιαῦτα τῷ νοσοῦντι γίνεσθαι πρὸς τῶν ἰατρῶν. οὐ μόνον δὲ τῶν λεχθησομένων λόγων τοῖς κάμνουσιν ὑπὸ τῶν ἰατρῶν τοιαύτην εἶναι προσήκει τὴν διάνοιαν, ἀλλὰ καὶ τὸ μέγεθος τῆς φωνῆς καὶ τὸν τόνον καὶ τὴν ὅλην ὑπόκρισιν ἀνὰ λόγον εἶναι τῇ διανοίᾳ τῶν λόγων. εἰ δὲ καὶ πεπαιδευμένῳ διαλέγοιτό τις ἀνδρί, καὶ μετὰ τοῦ μὴ σολοικίζειν τε καὶ βαρβαρίζειν. καὶ γὰρ ἐκ τῶν τοιούτων εὐκαταφρόνητοι τοῖς κάμνουσιν οἱ ἰατροὶ φαίνονται.
σχῆμα. καὶ τὸ σχῆμα τοῦ σώματος ὅλου κατά τε τὴν εἴσοδον καὶ τὴν καθέδραν ὁ ἰατρὸς ἐχέτω μέσον, μήτε ταπεινὸν ὡς εὐκαταφρόνητον εἶναι μήτε χαυνότητά τινα καὶ ἀλαζονείαν ἐνδεικνύμενον. ἔνιοι μὲν γὰρ ἀνατεταμένοι καὶ πλατεῖς εἰσίασί τε καὶ καθέζονται, ἔνιοι δὲ διατεθρυμμένοι, τινὲς δὲ ἐγκεκυφότες καὶ ταπεινοί. φεύγειν οὖν ἁπάσας χρὴ τὰς ὑπερβολὰς καὶ πειρᾶσθαι μέσον αὐτῶν εἶναι. εἰ δέ ποτε κατὰ τὸ σπάνιον ὁ κάμνων φαίνοιτό σοι φιλοτάπεινός τις, ἀπὸ τοῦ μέσου βραχὺ πρὸς τὸ ταπεινότερον ἄμεινόν ἐστι σχηματίζειν ἑαυτόν. εἰ δʼ ἐναντίως ἔχοι, καὶ σὺ τἀναντία ποιήσεις ἐπὶ βραχὺ τοῦ μέσου τε καὶ κατὰ φύσιν ἐφʼ ὑπέρτερα παραχωρῶν.
ἐσθής. καὶ αὕτη κατὰ τὸν αὐτὸν λόγον ἔστω μέση, μήτε πολυτελὴς ὡς ἀλαζονείαν ἐμφαίνειν μήτε ῥυπαρὰ καὶ πάνυ ταπεινή, πλὴν εἴ ποθʼ ὁ κάμνων αὐτὸς εἴη τῶν ἀμετρότερον ἢ τὰ πολυτελῆ φιλούντων ἢ τοῖς ῥυπαροῖς ἡδομένων. ἐπὶ τούτων γὰρ ἀπὸ τῆς μεσότητος ἐπὶ τὸ τῷ κάμνοντι φίλτερον ἀποχωρήσεις, ὅσον ἂν εἰκάσῃς ἔσεσθαί σοι σύμμετρον.
τῷ νοσοῦντι. διὰ μέσου τοῦτʼ ἔφην ἐγκείμενον ἀπορίαν παρέχειν· εἰ δέ γε κατὰ τὴν ἀρχὴν τῆς ὅλης ῥήσεως ἢ τὴν τελευτὴν εἴρητο, σαφὲς ἂν ἦν ὡς ἅπαντα ταῦτα τῷ νοσοῦντι κεχαρισμένως προσήκει πράττειν τὸν ἰατρόν, εἰσόδους, λόγους, σχῆμα τοῦ παντὸς σώματος, ἐσθῆτα, κουρὰν τριχῶν, ὀνύχων συμμετρίαν, ὀσμήν. ἐπί τε γὰρ εἰσόδων ἄλλη πρὸς ἄλλον ἐστὶ τῶν νοσούντων ἡ συμμετρία, καθότι πρόσθεν εἶπον, ἔν τε τοῖς λόγοις ὡσαύτως· οἱ μὲν γὰρ μυθολογοῦσι τοῖς ἰατροῖς ἥδονται, τινὲς δὲ ἀνιῶνται, καὶ τινὲς μὲν σεμνοῖς λόγοις, τινὲς δʼ εὐτραπέλοις χαίρουσι. καὶ περὶ τῶν σχημάτων δὲ καὶ τῆς ἐσθῆτος ἀρτίως εἴρη ται, τίνα τρόπον ἐστοχάσθαι χρὴ τῶν ἡδέων τῷ νοσοῦντι.
κουρή. τῶν τριχῶν ἡ κουρὰ φύσει μὲν ἀρίστη γένοιτο ἄν, εἰ στοχάζοιτο τῆς κατὰ τὴν κεφαλὴν ὑγείας. ἄλλοις γὰρ ἄλλο προσήκει. τοῖς νοσοῦσι δὲ τὸ τῆς κουρᾶς εἶδος οὐ ταὐτὸν ἅπασιν ἡδύ. στοχάζεσθαι τοίνυν σε χρὴ καὶ τούτου πρὸς τὸν ἰατρευόμενον ἀποβλέποντα, καθάπερ ἐπʼ Ἀντωνίνου τοῦ Κομμόδου πατρὸς ἐποίουν οἱ συνόντες ἅπαντες ἐν χρῷ κειρόμενοι. Λούκιος δὲ μιμολόγους αὐτοὺς ἀπεκάλει. καὶ διὰ τοῦτο πάλιν ἐκόμων οἱ μετʼ ἐκείνου.
ὄνυχες. πηλίκους εἶναι χρὴ τοὺς ὄνυχας τοῖς ἰατροῖς αὐτὸς ἐδίδαξεν ἐν τῷ Κατʼ ἰητρεῖον, συνάπτων αὐτῶν τὴν συμμετρίαν ἡδεῖαν εἶναι τοῖς ὁρῶσι. περὶ δὲ τῶν ψώραν ἐχόντων ὀνύχων ἤ τι τοιοῦτον καθάπερ γε καὶ περὶ τῆς ἐν κεφαλῇ τῶν τριχῶν ἀλωπεκίας ἢ ὀφιάσεως οὐδὲ λόγου δεῖται. ταῦτα γὰρ ὡς ἤδη παρὰ φύσιν αἴσχιστόν ἐστιν ἔχειν ἰατρῷ, καθάπερ γε καὶ ἀρθρῖτιν ἰσχυρὰν ἤ τι τοιοῦτον ἕτερον.
ὀδμή. καὶ τῆς ὀδμῆς τοῦ σώματος ὅλου καὶ τοῦ στόματος ἡ μέν τίς ἐστιν ἐνίοις φύσει μοχθηρά, καθάπερ γε καὶ ἄλλοις τισὶν ἄμεμπτος, ἡ δʼ ἐξ ἀμελείας ἐγγίνεται μηδὲν ἡγουμένων ἁμαρτάνειν τῶν ἰατρῶν, ἐὰν ἤτοι σκορόδων ἢ κρομύων ὄζοντες ἐπισκοπῶνται τοὺς νοσοῦντας. ἐπὶ δὲ Κοΐντου τοῦ κατὰ τοὺς πατέρας ἡμῶν ἰατρεύοντος ἐν Ῥώμῃ καὶ τοιοῦτό τι συνέβη· μετʼ ἄριστον ἐπεσκέπτετό τινα τῶν πλουσίων τε καὶ πολὺ δυναμένων ἀνδρῶν ὄζων οἴνου σφοδρῶς. πυρέττων οὖν ἱκανῶς ὁ κάμνων ἅμα κεφαλαλγίαις καὶ διὰ τοῦτο μὴ φέρων τὴν ἐκ τοῦ οἴνου προσπίπτουσαν ὀσμὴν ἠξίου προσωτέρω χωρήσειν τὸν Κόιντον, ἀνιᾶν γὰρ αὐτὸν ἐξόζοντα σφοδρῶς οἴνου. ταῦτα μὲν οὖν ὁ κάμνων ἐφαίνετο μετρίως λέγειν· ὁ Κόιντος δʼ ἀβελτέρως αὐτῷ προσενεχθεὶς ἐκέλευσεν ἀνέχεσθαι τῆς ὀσμῆς. καὶ γὰρ ἑαυτὸν ἔφη τοῦ κάμνοντος ἀνέχεσθαι πυρετοῦ ὄζοντος, εἶναι δʼ οὐκ ἴσον ἢ πυρετὸν ἢ οἶνον ὀσμᾶσθαι. ἕτερον δʼ ἰατρὸν ἐπὶ τῆς ἡμετέρας Ἀσίας οἶδα δυσώδεις ἔχοντα τὰς μάλας, ὡς διὰ τοῦτο μὴ φέρειν αὐτοῦ τὴν εἴσοδον ἄνθρωπον νοσοῦντα μηδένα καθάρειον. ἐχρῆν οὖν αὐτὸν ἑαυτοῦ πρῶτον ἰᾶσθαι τὸ σύμπτωμα καὶ οὕτως ἐπιχειρεῖν ἑτέρους θεραπεύειν. ἐγχωρεῖ γάρ, εἰ καὶ σύμφυτον ὥσπερ καὶ τοῖς τράγοις ἐστίν, ἀλλά τοι μετριώτερόν γʼ αὐτὸ ποιήσαντα τὸ μέτριον αὖθις τοῦτο πραΰνειν ἑκάστης ἡμέρας διαπάσμασιν ἀμβλυντικοῖς δυσωδίας. ἄλλος γοῦν τις ἔχων δυσῶδες φύσει τὸ στόμα προὐνοήσατο μετριώτερον αὐτὸ ποιήσασθαι διά τε καθάρσεως καὶ φαρμάκων πόσεως ἐπιτηδείων εἰς τοῦτο, καὶ καθʼ ἑκάστην ἡμέραν ὀλίγιστόν τι λαμβάνων εἰς αὐτὸ ποτὲ μὲν ἀμώμου, ποτὲ δὲ μαλαβάθρου φύλλου, ποτὲ δʼ ἄλλου τινὸς τῶν εὐωδῶν οὕτως ἐκ τῆς οἰκίας προήρχετο.
Ὕδωρ ἀφεψηθὲν τὸ μὲν ὡς δέχηται τὸν ἀέρα, τὸ δὲ μὴ ἔμπλεον εἶναι καὶ ἐπίθεμα ἔχειν.
Ἐπὶ τίνων παθῶν ἢ τίνος ἕνεκα χρείας ἀφεψεῖν προσήκει τὸ ὕδωρ, εἴτʼ οὖν ἅπαν εἴτε μόνον τὸ μοχθηρόν, οὐκ εἴρηται κατὰ τὴν ῥῆσιν, ὥστʼ οὐδʼ ὠφέλειά τις ἐξ αὐτῆς ἡμῖν ὑπάρχει. φαίνεται γὰρ ὥσπερ ἄλλα πολλὰ τοῦ ζητῆσαι χάριν, οὐ τοῦ συγγράψαι πρὸς ἔκδοσιν ὁ Ἱπποκράτης ἐν τούτοις τοῖς βιβλίοις ὑποτυπούμενος, οὕτως καὶ τοῦτον γράψας τὸν λόγον ἐλλιπῶς μὲν ἡμῖν, ἑαυτῷ δʼ εἰς ἀνάμνησιν οὐκ ἐλλιπῶς. εἰ δὲ πρόβλημα θέντες εἶμεν ἡμῖν αὐτοῖς, εὑρεῖν ἂν ἐπιχειροῖμεν ὁποῖα τῶν ὑδάτων ἀφεψεῖν χρὴ πρότερον, εἶτα ψύξαντας πίνειν, εἴ γε δὴ ψυχρὰ πίνειν ἐθέλοιμεν αὐτά, καὶ κατὰ τοὐναντίον αὖ τίνα θερμὰ βουλόμενοι πίνειν, οὐχ ὁμοίως ἑψήσωμεν, ἀλλὰ τῷ μὲν ἐπίθεμα ποιήσαντες ἁρμόττον τῷ σκεύει, καθʼ ὃ θερμαίνεται, τῷ δὲ μηδὲν ἐπιθέντες, ἀλλʼ ἐπιτρέψαντες διὰ γυμνοῦ καὶ ἀστεγνώτου τοῦ ἀγγείου τὸ θερμαινόμενον ὕδωρ ὁμιλεῖν τῷ πέριξ ἀέρι· ζητήσωμεν δʼ ἀκολούθως καὶ τίνα παθήματα δεῖται θερμῶν ἢ ψυχρῶν ὑδάτων. αὐτοὶ μέντοι τι χρήσιμον εὑρήσομεν, οὐ μὴν ἐκ τῆς προκειμένης ῥήσεως εἰς τὴν εὕρεσιν ὠφεληθησόμεθα, τὴν ἀρχὴν γὰρ ὅλως οὐδὲν ἀποσαφεῖ.
διὸ καὶ τινὲς μὲν αὐτὴν συνάπτουσι τῇ προγεγραμμένῃ, καθάπερ Ἀρτεμίδωρος ἐπικληθεὶς Καπίτων, οἱ πλεῖστοι δʼ ἀποχωρίσαντες ἰδίᾳ σκοποῦνται μόνην. ἐὰν οὖν συνάπτηται τῇ προειρημένῃ, τοιόνδε τινὰ τὸν νοῦν ἕξει· αἱ τοῖσι κάμνουσι χάριτες οἷον τὸ καθαρείως δρῆν ἢ ποτὰ ἢ βρωτά, καὶ τὰ ἄλλα ὅσα τούτοις ἐφεξῆς εἶπεν ὁ Ἱπποκράτης, εἶτʼ ἐπὶ τῇ τελευτῇ· «καὶ τὸ ὕδωρ δὲ δοτέον αὐτοῖς ἐνίοτε ψυχρόν, ὅταν ἤτοι μηδʼ ὅλως ἐλπίσωμεν ἐκ τῆς πόσεως αὐτοῦ γενήσεσθαί τινα βλάβην ἢ παντάπασιν ὀλίγην», εἶθʼ ἑαυτῷ πρὸς ἀνάμνησιν, ὥς φασιν, ἐφεξῆς ἔγραψε τὸν τρόπον τῆς παρασκευῆς αὐτοῦ, τάχα μὲν οὐδέποτε βουλόμενος ἀπὸ πηγῆς ὕδωρ διδόναι πρὸ τοῦ θερμανθῆναι, τάχα δὲ διορισμόν τινα εὑρηκώς, οἷς τε χρὴ διδόναι θερμανθέν τε καὶ ψυχθέν, οἷς τε χωρὶς τοῦ θερμανθῆναι. τάχα δὲ τὸ μὲν ἄμεμπτον ὕδωρ ἄνευ τῆς ἑψήσεως, τὸ δὲ μοχθηρὸν ἑψήσας ἐβούλετο δίδοσθαι, τάχα δὲ καὶ ψῦξιν ὕδατος ἀπέφθου γράφει διττήν, ἑτέραν μὲν … ἐκ τοῦ περιέχοντος ἀέρος γινομένην. κατὰ γοῦν Ἀλεξάνδρειάν τε καὶ πᾶσαν Αἴγυπτον ἐθεασάμην ἀποψύχοντας αὐτοὺς τὸ ὕδωρ ἐν ἀγγείοις τισὶν ὀστρακίνοις τρόπῳ τοιῷδε· δύντος ἡλίου προθερμήναντες αὐτὸ τοῖς ἀγγείοις ἐνέβαλλον, εἶτα μετέωρον ἐκρέμων ὅλον τοῦτο τὸ ἀγγεῖον ἐν θυρίσιν ἐστραμμέναις πρὸς ἄνεμον, ὡς διʼ ὅλης νυκτὸς ψύχεσθαι, κἄπειτα πρὶν ἀνατεῖλαι τὸν ἥλιον ἐπὶ γῆς ἐτίθεσαν ὕδατι ψυχρῷ κατερρασμένης καὶ ἐν κύκλῳ φύλλα ψυχρὰ περιετίθεσαν ὅλῳ τῷ ἀγγείῳ, ποτὲ μὲν ἀμπέλων ἢ θριδακίνης, ἔστι δʼ ὅτε καὶ ἄλλων τινῶν ὁμοίων, ὡς διαμένειν ἐπὶ πλεῖστον ἣν κατὰ τὸν νυκτερινὸν ἀέρα τὸ ὕδωρ ἐπεκτήσατο ψῦξιν. ἔτι δὲ μᾶλλον ἐπὶ τὴν τοιαύτην ἤρχοντο παρασκευὴν οἱ ἄνθρωποι μὴ παρόντος αὐτοῖς ὕδατος ἀμέμπτου. λέγω δʼ ἄμεμπτον τὸ μήτʼ ἰλύος ἔχον τι μήτε δυσῶδες ἀποιότατόν τε γευομένοις. ἔνια γὰρ ἀτόπους ἐπιμεμειγμένας ἔχει ποιότητας ἁλῶν ἢ λίτρου ἢ θείου τε καὶ ἀσφάλτου καὶ στυπτηρίας ἑτέρων τε τοιούτων. ἐφʼ ὧν ἁπάντων ἄμεινόν ἐστιν, ὥσπερ ὄσπριά τε πολλὰ προέψοντες ἐπιτήδεια πρὸς ἐδωδὴν ἐργαζόμεθα λάχανά τε καὶ καρποὺς καὶ ζῴων μόρια, κατὰ τὸν αὐτὸν λόγον καὶ τὸ ὕδωρ ἑψήσει πρῶτον ἀλλοιοῦντας ἐπὶ τὸ βέλτιον οὕτω προσφέρεσθαι. καὶ καθʼ ἑτέραν δὲ χρείαν ὕδωρ προθερμαίνοντες ψύχομεν, εἰ καὶ μήτε γεῦσιν ἔχοι μήτʼ ὀδμὴν μοχθηράν, ἀκριβῶς δʼ εἴη καθαρόν, ὅταν αὐτοῦ πειραθῶμεν ἤτοι γʼ ἐπὶ πλέον ἐν τῇ γαστρὶ διαμένοντος ἢ πλήττοντος αὐτὴν ἢ ἐκφυσῶντος ἢ βαρύνοντος. ἔστι γὰρ ἀμέλει καὶ τοιαῦτα πολλά, περὶ ὧν μάλιστά μοι δοκεῖ γεγραφέναι τὴν διάκρισιν ἀπὸ τῶν ἀρίστων ὑδάτων ὁ Ἱπποκράτης, ἔνθα φησίν· «ὕδωρ τὸ ταχέως θερμαινόμενον καὶ ταχέως ψυχόμενον κουφότατον.» οὐ γὰρ ἐπὶ τῶν βορβορωδῶν ἢ δυσωδῶν ἢ φαρμακῶδές τι κατὰ τὴν γεῦσιν ἐμφαινόντων ἡ τοιαύτη διάγνωσίς ἐστι χρήσιμος, ἅ γε προδήλως ἐμφαίνεται πᾶσιν, ἀλλʼ ἐφʼ ὧν οὐδὲν μὲν τούτων ἐστίν, ἑτέρα δέ τις ἤτοι διʼ ἐπιμιξίαν ἀέρος μοχθηροῦ κακία περὶ τὸ ὕδωρ ἐστὶν ἤ τις ἄλλη σύμφυτος αὐτῷ τῷ ὕδατι διαλεληθυῖαν ἔχουσα τὴν αἰτίαν. ἐπὶ τούτων γὰρ ἡ εἰρημένη διάγνωσις ἄριστον κριτήριον, οὔτε γὰρ θερμαίνεται ταχέως οὔτε ψύχεται τὰ τοιαῦτα τῶν ὑδάτων· ἑτέρα τε παραπλησία τῇδε διὰ τῶν ἑψομένων ἐν αὐτῷ λαχάνων ἢ ὀσπρίων ἢ καρπῶν ἢ κρεῶν ἢ ῥιζῶν· τάχιστα μὲν γὰρ ἐν τοῖς ἀρίστοις ὕδασι, βραδύτατα δὲ ἐν τοῖς μοχθηροῖς ἕψεται, καὶ κεκλήκασί γε τὰ οὕτως μοχθηρὰ τῶν ἀρχαίων τινὲς «ἀτέραμνά» τε καὶ «ἀτεράμονα», παραπλησίως αὐτοῖς τοῖς ὀσπρίοις, ὅσα δυσχερῶς ἕψεται. διὰ τοιαύτας μὲν οὖν χρείας ἐνίοτε προθερμαίνοντες ὕδωρ ψύχομεν, οὐ μὴν ἀλλὰ καὶ θερμὸν αὐτὸ πίνειν μέλλοντες, ὅταν ᾖ βορβορῶδες ἢ ἰλυῶδες ἢ δυσῶδες, οὕτω προπαρασκευάζομεν. ὅταν γὰρ προθερμανθὲν ψυχθῇ, κατὰ μὲν τὴν αἴσθησιν ἀποτίθεται τὴν δυσωδίαν ἣν ἐκ σηπεδόνος τοὐπίπαν ἐπικτᾶται τό τε γεῶδες ἅπαν ἐφιστάμενον ἴσχει ῥᾳδίως, ὃ πρὶν θερμανθῆναι κατὰ σμικρὰ μόρια μεμειγμένον ἅπαντι τῷ ὕδατι πινόμενον ἅμα αὐτῷ βλάβην οὐ σμικρὰν ἐργάζεται, καὶ μάλιστʼ ἐφʼ ὧν τὰ κατὰ νεφροὺς ἢ κύστιν ἐπιτήδεια πρὸς λίθων γένεσίν ἐστιν. καὶ τό γε ἐξαιθριάζειν οὐ μόνον τὸ ὕδωρ τὸ θερμανθέν, ἀλλὰ καὶ ἄλλʼ ἅττα δοκεῖ μοι τοὺς ἰατροὺς ἐπινοεῖσθαι τῆς τοιαύτης διακρίσεως ἕνεκεν. ὅσα γὰρ ἐξ ἑτερογενῶν οὐσιῶν σύγκειται, κατὰ σμικρὰ μόρια τὴν μῖξιν ἐσχηκότα, ταῦτα ψυχόμενα μετὰ τὸ θερμανθῆναι ῥᾳδίως διακρίνεται. πρὶν δὲ ψυχθῆναι, μετὰ τὴν ἕψησιν ἔτι κυκᾶται καὶ διὰ τοῦτο ἀναμέμεικται πάντʼ αὐτοῦ τὰ μόρια. ψυχομένων δὲ τὸ μὲν βαρὺ καὶ γεῶδες ἐν αὐτοῖς ὑφιζάνει, τὸ δὲ κοῦφον ἐπιπολῆς ἵσταται. εἰ μὲν οὖν συνάπτοιτο τοῖς προειρημένοις ἐν οἷς ἔγραψεν ὁ Ἱπποκράτης τὰς τοῖς κάμνουσι χάριτας, ὁ περὶ τῶν ὑδάτων ἑψήσεως λόγος ἥ τε χρεία σαφής ἐστιν αὐτοῦ τό τε λεγόμενον αὐτὸ τάχʼ ἂν εὕροιμεν ἀκριβῶς ὁποῖόν ἐστιν.
εἰ δʼ ἀποσχίσαντες ἀπὸ τῆς τῶν προειρημένων συνεχείας τὴν ἄρτι προκειμένην ῥῆσιν ἐπισκοποίμεθα, μεστὸς ἀποριῶν ὁ λόγος ἔσται. πρότερον οὖν αὐτὸν ὡς συνημμένον ἐξηγησόμεθα, λέγοντες ὕδατος ἐν αὐτῷ δηλοῦσθαι παρασκευὴν ἀβλαβῆ τοῖς μέλλουσι πίνειν ψυχρόν, ἣν κἀγὼ ποιοῦμαι πολλάκις, ὅταν μέλλω τινὶ διδόναι τῶν νοσούντων ὕδωρ ψυχρόν, ἀπορῶν πηγῆς ἄμεμπτον ἐχούσης. ἐν Ῥώμῃ γὰρ ὥσπερ ἄλλα πολλὰ πλεονεκτήματα ἐν τῇ πόλει πάρεστιν, οὕτω καὶ τὸ τῶν πηγῶν κάλλος τε καὶ πλῆθος οὐδεμιᾶς οὔτε δυσῶδες οὔτε φαρμακῶδες οὔτε θολερὸν οὔτʼ ἀτέραμνον ἐχούσης ὕδωρ, ὥσπερ οὐδʼ ἐν Περγάμῳ παρʼ ἡμῖν. κατʼ ἄλλας δὲ πόλεις πολλὰς οὐκ ὀλίγα μοχθηρὰ τῶν ὑδάτων ἐστί. τά γε μὴν ἐκ τῶν Τιβουρτίνων ὀρῶν ὕδατα διὰ τῶν λιθίνων ἀγωγῶν εἰς τὴν Ῥωμαίων πόλιν ἀγόμενα τῆς μὲν ἄλλης ἀπήλλακται κακίας, ἀτέραμνα δέ πώς ἐστιν, ὡς μήτε θερμαίνεσθαι ταχέως, ὥσπερ αἱ κατὰ τὴν πόλιν πηγαί, μήτε ψύχεσθαι μήτε ἕψεσθαι διὰ ταχέων ἐν αὐτοῖς ὥσπερ ἐν πηγαίοις, ὅσαπερ ἂν ἐμβάλλῃ τις ὄσπριά τε καὶ λάχανα καὶ κρέα. τούτων δʼ ἄλλα κατʼ ἄλλας χώρας πολὺ μᾶλλόν ἐστιν ἀτέραμνα καὶ πρὸς αὐτῶν τῶν ἐπιχωρίων ὀνομαζόμενα σκληρὰ καὶ βαρέα διὰ τὸ πλήττεσθαί τε τὴν γαστέρα καὶ μετὰ τὴν πόσιν αἰσθάνεσθαι βάρους τοὺς πλείονας — εἰώθασι γὰρ ἀμέλει καὶ ἄλλα πολλὰ τῶν ποιούντων αἰτίων ὁτιοῦν ἀπὸ τοῦ γινομένου παρονομάζειν —, οὕτω γοῦν καὶ τοὐναντίον ὕδωρ τῷδε τὸ κάλλιστον ἐπαινοῦντες ὀνομάζουσι κοῦφόν τε καὶ μαλακόν. ἀλλὰ ταῦτά γε πάντα τὰ λελεγμένα χρήσιμα μέν ἐστι γινώσκεσθαι, διδάσκεται δʼ οὐδὲν αὐτῶν ἐκ τῆς προκειμένης ῥήσεως οὔτʼ οὖν ἀναποδείκτως οὔτε μετʼ ἀποδείξεως οὔτε διὰ βραχέων ἀσαφέστερον οὔτε διηρθρωμένως μακρότερον. ἄμεινον οὖν ἐστι κατά γε τὴν ἐμὴν γνώμην ὑπερβαίνειν ὅλως τὰς τοιαύτας λέξεις. εἰ μὲν οὖν κατὰ ταύτην τὴν ῥῆσιν ὅπως χρὴ παρασκευάζειν ὕδωρ εἰς πόσιν ψυχρὸν ὁ Ἱπποκράτης προὔθετο γράφειν, ὁ νοῦς αὐτῆς ἔσται τοιοῦτος· ἐὰν ἕψωμεν ὕδωρ ἕνεκεν τῆς προειρημένης χρείας, ἤτοι γʼ οὐδὲν ἐπιθήσομεν τοῖς ἀγγείοις ἐν οἷς ἕψομεν, ἀλλʼ ἐπιτρέψομεν ὁμιλεῖν τῷ πέριξ ἀέρι τὸ ἑψόμενον, ἢ τοὐναντίον ἀποκλείσομεν τὸν ἀέρα, στεγνώσαντες πώματι τὸ ἀγγεῖον. αὐτὰ δὲ δὴ ταῦτα πάλιν ἤτοι κατὰ τὴν ἕψησιν αὐτὴν ἢ κατὰ τὴν ἐπʼ αὐτῇ γενησομένην ψῦξιν εἰρῆσθαι δυνατὸν ἀκούειν ἐστί, πιθανώτερον μὲν ἐπὶ τῆς ψύξεως, ἀπιθάνως δʼ ἐπὶ τῆς ἑψήσεως. οὐ γὰρ ἔχομεν εἰπεῖν, ἥντινα χρείαν ἡμῖν παρέξει κατὰ τὴν ἕψησιν ὁ περιέχων ἀὴρ κωλυόμενος ἐμπίπτειν τοῖς ἑψομένοις ὕδασιν. ἐπὶ δὲ τῆς μετὰ τὴν ἕψησιν ψύξεως, ἔνθα εὐποροῦμεν ἤτοι φρεάτων ἐν οἷς τὸ ἀγγεῖον ἐνστήσομεν ἢ κρουνῶν ὑφʼ οἷς ὑποθήσομεν, ἀναγκαῖόν ἐστιν ἐπίθεμά τε ποιῆσαι τῷ ἀγγείῳ καὶ πάντοθεν ἀκριβῶς αὐτὸ στεγνῶσαι· ἔνθα δʼ οὐδέν ἐστι τοιοῦτον, ὡς ἐν Αἰγύπτῳ, κρεμάσαντες τὸ ἀγγεῖον ἀπώμαστον ἐῶμεν, ὡς δέχηται τὸν ψυχρὸν ἀέρα.
τινὲς δὲ τῶν ἐξηγητῶν, ὅσοι γε χωρὶς τοῦ συνάψαι τοῖς προειρημένοις ἀναγινώσκειν ἀξιοῦσι τὴν προκειμένην λέξιν, εἶναι μὲν αὐτῷ τὸν λόγον φασὶ περὶ τῶν μοχθηρῶν ὑδάτων, καὶ μάλισθʼ ὅσα διὰ γεώδη τινὰ οὐσίαν ἐμφερομένην τοιαῦτʼ ἐστί, μέτρον δʼ εἰρῆσθαι τῆς ἑψήσεως, ἄχρι τοσούτου γʼ αὐτὰ δεῖν ἕψειν, ἕως ἂν γένηται καθαρὰ καὶ διαυγῆ, δεξάμενα τὸν ἔξωθεν ἀέρα. διὰ γὰρ τὴν τούτου μῖξιν, οὐ διʼ ἑαυτὰ λαμπρὰ φαίνεσθαι τὰ κάλλιστα τῶν ὑδάτων φάσκουσί τινες εἰς φυσιολογίαν ἑαυτοὺς ἐμβάλλοντες, ὑπὲρ ἧς οὐδένα λόγον ἀποδοῦναι δύνανται. λαμπρὸν γὰρ φαίνεται τὸ καθαρὸν ὕδωρ οὐκ αὐγῆς τινος ἔξωθεν ἐμπιπτούσης εἰς αὐτὸ λαμπρᾶς, ἀλλὰ κατὰ τὴν ἀλλοίωσιν, ἣν ἐκ τοῦ προσπίπτοντος ἔχει φωτός, ὥσπερ γε καὶ αὐτὸς ὁ ἀήρ. οὐδὲ γὰρ οὐδʼ οὗτός ἐστι κατὰ τὴν ἑαυτοῦ φύσιν λαμπρός, ἢ πάντως ἂν ἦν καὶ νύκτωρ τοιοῦτος, ἀλλὰ τοῖς ἄνω πέρασιν αὐτοῦ προσπιπτούσης τῆς ἡλιακῆς αὐγῆς ὅλος ἀλλοιοῦταί τε καὶ μεταβάλλεται συνεχὴς ὢν ἑαυτῷ. τὸ δὲ κενὰς εἶναί τινας χώρας ἢ κατὰ τὸ ὕδωρ ἢ κατὰ τὸν ἀέρα τῇ μὲν Ἐπικούρου τε καὶ Ἀσκληπιάδου δόξῃ περὶ τῶν στοιχείων ἀκόλουθόν ἐστι· τῇ δʼ Ἀριστοτέλους τε καὶ τῶν Στωικῶν ἐναντίον οὐδαμόθι κενὸν οὐδὲν ἐν τῷ κόσμῳ πεπεισμένων ὑπάρχειν, ἀλλʼ ἐκπεπληρῶσθαι πάντα σώμασιν. οὐδὲ γὰρ κατὰ τὴν κίσσηριν αἱ μεταξὺ τῶν γεωδῶν σωμάτων χῶραι παντάπασιν αὐτοῖς εἶναι δοκοῦσι κεναί. περιέχεσθαι γοῦν ἐν αὐταῖς τὸν ἀέρα φασίν. κατὰ μέντοι τὸ ὕδωρ μηδʼ εἶναί τινα ποροποιίαν τοιαύτην, ὁποία κατὰ τὴν κίσσηρίν ἐστιν, ἀλλὰ συνεχὲς ἑαυτῷ παντελῶς ὑπάρχειν αὐτό.
βέλτιον οὖν εἰρῆσθαι νομίζειν, ὅ φησιν ὡς δέχηται τὸν ἀέρα, περὶ τοῦ μὴ πωμασθέντος ἀγγείου. καὶ γὰρ τὸ γεγραμμένον ἐφεξῆς οὐ προσίεται τὴν εἰρημένην ἐξήγησιν ἔχον οὕτως· τὸ δὲ μὴ ἔμπλεον εἶναι καὶ ἐπίθεμα ἔχειν, ἀντιδιῄρηταί τε τῇ προκειμένῃ λέξει, καθʼ ἥν φησιν· ὕδωρ ἀφεψηθὲν τὸ μὲν ὡς δέχηται τὸν ἀέρα. τοῦ γὰρ ἐπιφερομένου τῷδε τῷ λόγῳ τοῦ δευτέρου κατὰ τὴν ῥῆσιν ἀξιοῦντος ἐπίθεμα ἔχειν τὸ ἀγγεῖον, ὁ ἀντιδιῃρημένος αὐτῷ τὸ μηδʼ ὅλως ἔχειν τὸ ἐπίθεμα κωλύσει, καὶ τοῦτο ἐσήμηνεν ὁ Ἱπποκράτης ἐν τῷ γράψαι· τὸ μὲν ὡς δέχηται τὸν ἀέρα· τὸ γὰρ ἐπίθεμα ἔχον ἀγγεῖον οὐ δέξεται τὸν ἀέρα, τὸ δʼ οὐκ ἔχον ἑτοίμως δέχεται δηλονότι. τοῦτο δέ φαμεν ἐπὶ τῶν πρὸς ἀέρος ψυχροῦ ψυχομένων ὑδάτων γίνεσθαι, καθάπερ ἐπὶ τῆς Ἀλεξανδρείας εἰώθασι πράττειν. ἔνθα δὲ ἢ φρέασιν ἢ κρουνοῖς ὑποβάλλουσι τὸ ἀφεψηθὲν ὕδωρ, ἐνταῦθα βέλτιόν ἐστιν ἀπόκενον εἶναι τὸ ἀγγεῖον, ὅπως ὁ μεταξὺ τοῦ τε ἐπιθέματος καὶ τοῦ κατὰ τὸ ἀγγεῖον ὕδατος ἀὴρ ψυχθεὶς αὐτὸς πρότερον οὕτως τῇ ψαύσει ψύξῃ τὸ πλησιάζον ὕδωρ. ὥσπερ γὰρ ὕδωρ ἑτοιμότερον ἁπάντων τῶν γεωδῶν σωμάτων θερμαίνεταί τε καὶ ψύχεται, διότι λεπτομερέστερον αὐτῶν ἐστι, κατὰ τὸν αὐτὸν λόγον ὕδατος ἀήρ. καὶ θαυμάζοιμι ἄν, εἴ τις οὐκ ἔχει τούτου πεῖραν ὁσημέραι γινομένου. τῶν γὰρ τὸν οἶνον ἐχόντων ἀγγείων ὅ τι περ ἂν ἐάσῃς ἄνευ πώματος, ὀξύνεται ῥᾳδίως, ὥσπερ γε πάλιν αὐτῶν πωμασθέντων ἧττον τοῦτο πάσχει τὰ πεπληρωμένα. τὰ γὰρ ἀπόκενα, διὰ τὸ περιέχειν ἐν αὑτοῖς ἀέρα, διʼ ἐκείνου μέσου θᾶττον ὑπὸ τοῦ περιεστῶτος ἔξωθεν ἀλλοιοῦται. πεπληρωμένα δὲ μέχρι τοῦ ψαύειν τῶν ἐπιθεμάτων διʼ ἐκείνων μέσων ἴσχει τὴν ἀλλοίωσιν ἀσθενῆ τε καὶ ἀμυδρὰν εἰς τοσοῦτον, εἰς ὅσον ἥκει τὸ ἐπίθεμα πυκνότητος. εὑρήσεις γοῦν τὰ μὲν ὑπὸ πίττης ἢ γύψου στεγνωθέντα μονιμώτερα γινόμενα, τὰ δʼ ὑπὸ μόνου δέρματος ἧττον, ὥσπερ καὶ τὰ τοῖς φελλοῖς πωμασθέντα, καὶ διὰ τοῦτο προϋποβάλλοντες ἢ τούτους ἢ δέρματα καταγυψοῦσί τε καὶ καταπιττοῦσι τὰ κεράμια. κατὰ τοῦτον οὖν τὸν λόγον, ὅταν ἐργάσασθαι βουληθῶμεν ὕδωρ ψυχρότατον, ἔχοντες μὲν χιόνα, προθερμήναντες αὐτὸ περιτίθεμεν ἔξωθεν ἐκείνην· ἀποροῦντες δὲ χιόνος ἐκ φρεάτων ἢ κρουνῶν αὐτῷ ποριζόμεθα τὴν ψῦξιν, προθερμαίνοντες μέν, ἵνʼ εὐαλλοίωτον γένηται. δέχεται γὰρ ἑτοιμότερον εἰς ὅλον ἑαυτὸ τὴν ἐκ τῶν ὁμιλούντων ἀλλοίωσιν ἕκαστον τῶν προθερμανθέντων ὑπὸ θερμότητος. ἀέρα δὲ ψυχρὸν αὐτοῦ ψαύειν ἐπιτεχνώμενοι ψύχομεν διὰ τὴν εἰρημένην αἰτίαν. εἰ μὲν οὖν ἕνεκα τοῦ ψυχρὸν ἐργάσασθαι τὸ ἑψηθὲν ὕδωρ ὑφʼ Ἱπποκράτους εἴρηται ταῦτα, πιθανῆς εὐπορήσαμεν ἐξηγήσεως· εἰ δʼ ἕνεκα τοῦ τὸ μοχθηρὸν ἐπανορθώσασθαι, σκεπτέον ἐφεξῆς ἀρξαμένους αὖθις ἀπὸ τῆς ἑψήσεως, ἥτις ὅλον ὁμαλῶς χέουσα τὸ ὕδωρ ἐπιτήδειον ἐργάζεται εἰς διάκρισιν. διαμενούσης μὲν οὖν ἐν αὐτῷ τῆς ἐκ τοῦ τεθερμάνθαι κινήσεως ἀνάγκη μετεωρίζεσθαί τινα τῶν ἐμφερομένων αὐτῷ παχυμερῶν σωμάτων. ἀπολομένης δὲ τελέως αὐτῆς τὰ μὲν γεώδη τῷ συμφύτῳ βάρει καταφερόμενα πρὸς τὸν πυθμένα τοῦ περιέχοντος ἀγγείου παραγενήσεται, τὸ δʼ ὕδωρ ἐποχήσεται τούτοις, ὅπερ ἀτρέμα ἀποχέαντες εἰς ἕτερον ἀγγεῖον ἀβλαβῶς ἕξομεν χρῆσθαι.
Ζεῦξις δὲ οὐκ οἶδʼ ὅπως τὴν ἀρχὴν τοῦ δευτέρου μορίου τῆς ῥήσεως οὕτως ἐξηγήσατο … «βούλεται», φησίν, «ὁ Ἱπποκράτης μὴ “ἐμπλέειν” τῇ γαστρὶ τὸ ὕδωρ». ὀξύνει δὲ δηλονότι τὴν δευτέραν συλλαβὴν τοῦ ἐμπλέον ὀνόματος, οὐχ ὥσπερ οἱ ἄλλοι τὴν πρώτην, ἀκούεσθαι βουλόμενος οὐ τὸ πλῆρες ἀγγεῖον ἐξ αὐτῆς, ὥσπερ ἐκείνοις ἔδοξεν, ἀλλὰ τὸ κατὰ τὴν κοιλίαν ἐμπλέον, ὅπερ ἐστὶ μετέωρον. … ἀλλʼ ἐπεὶ τυφλώττει τὸ φιλοῦν περὶ τὸ φιλούμενον, διὰ τοῦτο ἡ φιλαυτία πολλάκις ἐργάζεται τυφλοὺς ἡμᾶς ἐπὶ τοῖς ἡμετέροις μόνοις, εἰ καὶ τὰ ἀλλότρια βλέπομεν ἀκριβέστατα. …
Ὅτι ἐξ αἱμορραγιῶν ἐξυδεροῦνται.
Τῆς αὐτῆς δυνάμεως ἔσται ὁ λόγος τῷ κατὰ τήνδε τὴν ῥῆσιν εἰρημένῳ «ὅτι αἵματος ῥυέντος ἐκχλοιοῦνται», γίνεται γὰρ ἀμφότερα ψυχομένου τοῦ σώματος. …
Ἢν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, καὶ εὐφόρως φέρουσιν.
Ἔνιοι μὲν ἄνευ τοῦ καὶ συνδέσμου γράφουσι τὴν ῥῆσιν ὡσαύτως τῇ κατὰ τοὺς Ἀφορισμούς, οἱ πλεῖστοι δὲ μετὰ τοῦ καὶ βουλόμενοι τὸ μὲν «ὅτι συμφέρει» προσυπακούειν ἡμᾶς, ὅπερ ἄντικρυς εἴρηται κατὰ τὴν ἐν τοῖς Ἀφορισμοῖς ῥῆσιν ἔχουσαν οὕτως· «ἢν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, συμφέρει τε καὶ εὐφόρως φέρουσιν», ἐνδείκνυσθαι δʼ ἐνταῦθα τὸν καὶ σύνδεσμον προσκείμενον, ὅτι πρὸς τῷ συμφέρειν καὶ τὸ εὐφόρως φέρειν αὐτοῖς ὑπάρχει τὴν ἐκ τῆς καθάρσεως κένωσιν, εἴτʼ οὖν ἡμῶν δόντων τὸ φάρμακον εἴτε καὶ τῆς φύσεως αὐτῆς ἐκκαθαιρούσης τὸ σῶμα τῶν λυπούντων χυμῶν ἡ κένωσις γίνοιτο. καθάρσεις γὰρ εἴωθεν ὀνομάζειν οὐ μόνον τὰς ὑπὸ φαρμάκων γινομένας, ἀλλὰ καὶ τὰς ὑπὸ τῆς φύσεως. ὁ δὲ Θουκυδίδης καὶ τὰς κατὰ σύμπτωμα τῷ λόγῳ τοῦ νοσήματος, οὐ μόνον τὰς διʼ ὁρμὰς τῆς φύσεως γινομένας κενώσεις ἐν νόσοις «ἀποκαθάρσεις» ὠνόμασεν εἰπών· «καὶ ἀποκαθάρσεις χολῆς πᾶσαι ὅσαι ὑπὸ ἰατρῶν ὠνομασμέναι εἰσὶν ἐπῄεσαν». εἴρηται δὲ ταῦτα ὑπʼ αὐτοῦ κατὰ τὴν λοιμικὴν διήγησιν ἐν τῇ δευτέρᾳ τῶν ἱστοριῶν.
Ἐμφανέως ἐγρηγορὼς θερμότερος τὰ ἔξω, τὰ ἔσω δὲ ψυχρότερος, καθεύδων τἀναντία.
Τὸ μὲν ἐν ἀρχῇ τῆς ῥήσεως εἰρημένον ἐμφανέως ἴσον δύναται τῷ φανερῶς καὶ ἐπιδήλως· ἃ δʼ ἐφεξῆς τούτῳ συνῆπται τῷ ἐγρηγορότι, προδήλως ἔχει, ἡγουμένου τοῦ Ἱπποκράτους τὰ μὲν ἔξω θερμότερα, τὰ δʼ ἔνδον ψυχρότερα, τἀναντία δὲ συμβεβηκέναι τῷ καθεύδοντι. καὶ γὰρ καὶ φαίνονται τοῦτο μὲν ἐπιβλημάτων πλειόνων δεόμενοι, τοῦτο δὲ καὶ σκεπάσματος ἐπὶ τῆς κεφαλῆς, ὅταν ᾖ τὸ περιέχον ψυχρὸν ὡς ἐν χειμῶνι, καίτοι διὰ τῆς ἡμέρας οὐ δεόμενοι τούτων. ἀλλὰ καὶ τὸ μεῖζον ἀναπνεῖν ἐνδεικτικόν ἐστι τοῦ πλείονα θερμασίαν ἠθροῖσθαι κατὰ τὸ βάθος τοῦ σώματος. ὡσαύτως δὲ καὶ τὸ τὰς πέψεις τοῖς κοιμηθεῖσι γίνεσθαι μᾶλλον τῶν ἀγρυπνησάντων οὐ μόνον τὰς κατὰ τὴν κοιλίαν τῶν ἐδηδεσμένων σιτίων, ἀλλὰ καὶ τὰς ἐν ἥπατί τε καὶ ταῖς φλεψὶ τῶν χυμῶν ἐνδεικτικόν ἐστι τοῦ θερμότερα τοῖς κοιμωμένοις ἀποτελεῖσθαι τὰ κατὰ τὸ βάθος τοῦ σώματος, ὁμολογουμένου γε ἡμῖν καὶ προαποδεδειγμένου τοῦ τὸ ἔμφυτον θερμὸν αἰτιώτατον εἶναι πασῶν τῶν κατὰ τὸ σῶμα πέψεων. οὕτως γε κἀν τοῖς Ἀφορισμοῖς ἔγραψεν ἐπί τε τῶν ἡλικιῶν καὶ τῶν ὡρῶν καὶ τῶν ἐπιτηδευμάτων, ἔνθα φησίν· «αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει καὶ ὕπνοι μακρότατοι. ἐν ταύτῃσιν οὖν τῇσιν ὥρῃσι καὶ τὰ προσάρματα πλείω δοτέον. καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πολύ· τροφῆς οὖν πλείονος δεῖται, σημεῖον αἱ ἡλικίαι καὶ οἱ ἀθληταί.» ἐν τούτοις μὲν οὖν συντόμως ἔγραψε περὶ τῶν ἡλικιῶν, ἐν ἄλλῳ δʼ ἀφορισμῷ μακρότερόν τε καὶ διὰ τοῦτο σαφέστερον εἰπὼν ὡδί· «τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν· πλείστης οὖν δεῖται τροφῆς, εἰ δὲ μή, τὸ σῶμα ἀναλίσκεται. γέρουσι δὲ ὀλίγον τὸ θερμόν, διὰ τοῦτο ἄρα ὀλίγων ὑπεκκαυμάτων δεῖται.» κατὰ μὲν οὖν τὰς ἡλικίας οὐ μεθισταμένης ἔσω τε καὶ ἔξω τῆς ἐμφύτου θερμασίας, ἀλλὰ μαραινομένης ἐπὶ προήκοντι τῷ χρόνῳ, ψυχροτάτη πασῶν ἡ κρᾶσις τῶν γερόντων ἀποτελεῖται. κατὰ δὲ τὸν χειμῶνα μεθισταμένης εἰς τὸ βάθος ἡ μὲν κοιλία καὶ τὰ σπλάγχνα θερμότερα, τὰ δʼ ὑπὸ τῷ δέρματι ψυχρότερα γίνεται, καθʼ ὅνπερ τρόπον καὶ τῆς γῆς φαίνεται τὸ βάθος ἐν τῷ χειμῶνι θερμὸν ὑπάρχον, ὡς καὶ τὰς πηγὰς γίνεσθαι διὰ τοῦτο θερμοτέρας ὀρύττοντάς τέ τινας ἄχρι βάθους αἰσθάνεσθαι σαφῶς τῆς θερμασίας, ὅταν ἀποχωρήσωσι πόρρω τῆς ἐπιφανείας.
Ἐνθέρμῳ φύσει ψῦχος, ποτὸν ὕδωρ, ἐλινύειν.
… Τὸ ἀξιούμενον ἐν τῇ ῥήσει πρόδηλον. ὅσοι γὰρ θερμότεροι τοῦ προσήκοντός εἰσι, τὸ κεφάλαιον αὐτοῖς τῆς διαίτης εἰς ψῦξιν ἀνάγεσθαι συμφέρει. τά τε οὖν ψυχρότερα τῇ κράσει δοτέον αὐτοῖς σιτία καὶ πίνειν κελευστέον ἤτοι γʼ ὑδαρὲς ἢ ὕδωρ αὐτὸ καὶ μὴ πολλὰ γυμνάζεσθαι. μόναι γὰρ αὐτοῖς ἀρκέσουσιν αἱ κατὰ τὰς ἀναγκαίας πράξεις κινήσεις. εὔδηλον δʼ ὅτι καὶ θυμοῦ καὶ φροντίδων συντόνων ἀπέχεσθαι χρὴ τὸν τοιοῦτον ἄνθρωπον, ἀλλὰ καὶ λουτροῖς χρῆσθαι ποτίμων ὑδάτων ἑκάστης ἡμέρας, μὴ μόνον ἅπαξ, ἀλλὰ καὶ πολλάκις, εἰ βούλοιντο. καὶ μὴν καὶ τῶν σιτίων ἃ προσφέρονται τὴν δύναμιν εἶναι ψυχροτέραν καὶ μάλιστα ἐν θέρει. μεμνῆσθαι δὲ χρὴ πρὸ πάντων ἐν τοῖς τοιούτοις λόγοις, ὅτι τὰς ἐνθέρμους φύσεις ὀνομάζειν ἔθος ἐστὶν αὐτῷ ταύτας, καθʼ ἃς οὐ τὸ σύμφυτον πλεονάζει θερμόν, ἀλλὰ τὸ δριμὺ καὶ δακνῶδες, ὅπερ ἐπίκτητόν τε καὶ οὐ κατὰ φύσιν εἶναι νομίζει.
Ὕπνος ἐν ψύχει ἐπιβεβλημένῳ.
Οἱ πλεῖστοι τῶν ἐξηγησαμένων τὸ βιβλίον ἰδίᾳ ταύτην ἐξηγοῦνται τὴν ῥῆσιν. ἐμοὶ δʼ ἄμεινον εἶναι δοκεῖ συνάπτειν αὐτὴν τῇ προγεγραμμένῃ καὶ ποιεῖν ἕνα λόγον ἅπαντα τόνδε· ἐνθέρμῳ φύσει ψῦξις, ποτὸν ὕδωρ, ἐλινύειν, ὕπνος ἐν ψύχει ἐπιβεβλημένῳ. τῆς δʼ «ἐμψύχει» λέξεως τὴν πρώτην συλλαβὴν διὰ τοῦ ν γραφόντων τε καὶ λεγόντων ἡμῶν, οὐ διὰ τοῦ μ, γενήσεται γὰρ οὕτως ἄρθρον, ὡς εἰ καὶ «ἐν τῷ ψύχει» τις ἔφη. τοὺς γὰρ ἀμετρότερον ἔχοντας θερμὴν τὴν κρᾶσιν ἄμεινόν ἐστιν ἐν χωρίῳ ψυχρῷ κοιμωμένους ἕλκειν εἴσω διὰ τῆς εἰσπνοῆς τὸν ἀέρα ψυχρὸν ὄντα δηλονότι, καὶ μάλισθʼ ὅτι κατὰ τοὺς ὕπνους εἴσω τοῦ σώματος ὑποχωρεῖ τὸ θερμόν. ἀλλʼ ἐάν, ὥσπερ ἐν τοῖς ὕπνοις ἀπολιπόντος τὴν ἐκτὸς ἐπιφάνειαν αὐτοῦ τὸ βάθος τοῦ σώματος γίνεται θερμότερον, οὕτω καὶ διὰ τὸ περιέχον ἐμψυχομένων τῶν κατὰ τὸ δέρμα θερμαίνηται τὰ διὰ τοῦ βάθους, οὐ τελέως ὁ ἄνθρωπος ἐμψυχθήσεται διὰ τῆς εἰσπνοῆς. ἄμεινον οὖν ἐστιν ἀντισπᾶν μὲν εἰς τὸ δέρμα τὴν θερμασίαν ἐπιβλήμασι θερμαίνουσιν, εἰσπνεῖν δὲ τὸν ἀέρα ψυχρόν, ὡς ἑκατέρωθεν εἰς μετριότητα κράσεως ἄγηται τὸ θερμὸν σῶμα.
κάλλιστον μὲν οὖν ἐστιν, ὡς ἔφην, συνάπτειν τοῖς προειρημένοις τὰ κατὰ τήνδε τὴν λέξιν εἰρημένα, χωρίζοντες δὲ αὐτὴν οἱ πολλοὶ τῶν ἐξηγησαμένων τὸ βιβλίον οὐ μόνον ταῖς ἐνθέρμοις φύσεσιν, ἀλλὰ πᾶσιν ἀνθρώποις οἴονται κοινῇ συμφέρειν ὑπνοῦν μὲν ἐν ἀέρι ψυχροτέρῳ χάριν τοῦ τὴν ἀθροιζομένην ἐν τῷ βάθει θερμασίαν ἐμψύχεσθαι, περιβεβλῆσθαι δʼ ἕνεκα τοῦ μὴ πᾶσαν ἀμέτρως εἴσω συννεύειν, προσερχομένης τῆς ἐκ τοῦ καταψύχεσθαι τὰ κατὰ τὸ δέρμα μόρια διὰ τὸν ἔξωθεν ἀέρα θερμασίας τῇ κατὰ τοὺς ὕπνους ἀθροιζομένῃ. τοῦτο δʼ ἀληθὲς ἐπὶ πολλῶν ἐστι φύσεων, οὐ μὴν ἐπὶ πασῶν γε. καθάπερ γάρ, ὅσοι τοῦ συμμέτρου θερμοτέραν ἔχουσι τὴν κρᾶσιν, ἄμεινον ἐμψύχειν αὐτούς, οὕτως ὅσοι ψυχροτέραν ἔχουσι τὴν κρᾶσιν ἐκθερμαίνειν. ἔνιοι δὲ οὐ μόνον ἀπὸ τῆς γεγραμμένης ῥήσεως ἐχώρισαν τὴν νῦν ἡμῖν προκειμένην, ἀλλὰ καὶ διελόντες αὐτὴν ταύτην ἰδίᾳ μὲν ἀνέγνωσαν ὕπνος ἐμψύχει, τὴν πρώτην συλλαβὴν τῆς ἐμψύχει φωνῆς διὰ τοῦ μ γράψαντες, ὡς ἓν γενέσθαι ῥῆμα τὸ ἐμψύχει, παραπλησίως εἰρημένον τῷ καταψύχει, καὶ μὴ δύο μέρη τοῦ λόγου, πρόθεσιν μὲν τὸ πρότερον, ὄνομα δὲ τὸ δεύτερον. οὗτοι δὲ τὴν ἐφεξῆς ῥῆσιν ἀναγκαίως ἑνώσαντες ἐπὶ τῷ τέλει τῆς προκειμένης ἀναγινώσκουσιν ὡδί πως· ἐπιβεβλημένῳ ὕπνος ἑδραῖος, ὀρθῶν νυσταγμός, ἐπιβεβλημένῳ φάσκοντες ἀντὶ τοῦ «κατακειμένῳ» λελέχθαι. τοῦτο δὲ πρὸς τῷ βιαίως μετενηνέχθαι τὴν «κατακειμένῳ» φωνὴν εἰς τὴν ἐπιβεβλημένῳ καὶ ἄλλως ἐστὶν εὐτελές τε καὶ ἄχρηστον, ἀκούειν ἡμᾶς ἀξιούντων αὐτῶν τὴν ὑπνώδη τοῦ σώματος διάθεσιν ἐν μὲν τῷ κατακεῖσθαι τὸν ἑδραῖόν τε καὶ βέβαιον ὕπνον, ἑστῶσι δὲ νυσταγμὸν ἐργάζεσθαι.
Ὕπνος ἑδραῖος, ὀρθῷ νυσταγμός.
Ἃ μὲν οἱ πλεῖστοι τῶν ἐξηγητῶν ἔγραψαν εἰς τήνδε τὴν λέξιν ἄμεινον σιωπᾶν, ἃ δὲ οἱ μᾶλλον αὐτῶν ἔχεσθαι τοῦ πιθανοῦ δόξαντες εἶπον, ἐστὶ τοιαῦτα· τὴν ἀγρυπνίαν ψύχειν φασὶ τὸ σῶμα καὶ τούτου τεκμήριον τίθενται τὴν ἑπομένην ἄχροιαν τοῖς ἀγρυπνήσασιν. ὅταν οὖν, φασίν, ἔνθερμον κρᾶσιν ἐμψῦξαι βουλώμεθα, πρὸς τοῖς ἄλλοις οἷς εἶπεν ἔμπροσθεν ὁ Ἱπποκράτης ἔτι καὶ τοῦτο προσθετέον, ὡς ἤτοι προφροντίζοντές τι καὶ πράττοντες ἀγρυπνοῦσιν ἢ, εἰ μὴ τοῦτο ποιεῖν δύνανται, κωλυτέον αὐτοὺς κατακλινομένους ὑπνοῦν, ὥστε ἀναγκάζονται δυοῖν θάτερον πράττειν, ἢ καθῆσθαι ἢ ἑστάναι. τὸν γὰρ τῶν καθημένων ὕπνον ἑδραῖον ὠνομάσθαι φασὶν ἀπὸ τῆς ἕδρας, ἴσον δὲ δύνασθαι τὸν τούτων ὕπνον τῷ τῶν ἑστώτων νυσταγμῷ, καὶ διὰ τοῦτο εἶπεν αὐτός· ὕπνος ἑδραῖος, ὀρθῷ νυσταγμός, ὡς εἰ καὶ οὕτως εἴρητο ὁ σύμπας λόγος· τὰς ἐνθέρμους φύσεις κωλύειν προσήκει πλείστοις ὕπνοις χρῆσθαι. βέλτιον γὰρ αὐταῖς ἐγρηγορέναι τε καὶ πράττειν τι, μάλιστα μὲν αὐτὰς εἴργειν καὶ τοῦ καθίζειν· εἰ δὲ μή, τοῦτο μὲν συγχωρεῖν παραπλήσιον ὑπάρχον τῷ τῶν ἑστώτων νυσταγμῷ, κατακλίνεσθαι δὲ κωλύειν. τινὲς δὲ τὸν ἑδραῖον ὕπνον ἀντὶ τοῦ βαθὺν περὶ τούτων εἰρῆσθαι νομίζοντες, ὅσοιπερ ἂν οὕτως ἔχωσιν ὡς ἑστῶτες ἤδη νυστάζειν, ἀλλὰ τίνος ἕνεκα χρείας ἔγραψε ταῦτα μὴ προσθέντες ἀτελῆ τὸν λόγον εἰργάσαντο. διὸ τάχʼ ἄμεινον εἰπεῖν εἰρῆσθαι ταῦθʼ ὑπʼ αὐτοῦ συμβουλεύοντος ἡμῖν, ὅσους ἑδραίως, ὅπερ ἐστὶ βαθέως, κοιμηθῆναι βουλόμεθα, τούτους ἐπὶ τοσοῦτον ἐγρηγορότας φυλάττειν, ὡς μηδʼ ἑστάναι δύνασθαι χωρὶς τοῦ νυστάζειν. ἐὰν γὰρ εἰς τοῦτο ἀφίκωνται, βαθέως κοιμηθήσονται. πολλοὺς γὰρ ἐγὼ διὰ τὸ ταχέως ἐπὶ τὸν ὕπνον ἰέναι βιασάμενος ἀγρυπνῆσαι μέχρι πλείονος ἀμέμπτως ὑπνῶσαι παρεσκεύασα, καθάπερ καὶ τῶν ἀνορεξίαν μεμφομένων ἐνίους ἀναγκάσας ἀσιτῆσαι μέχρι πολλοῦ τῆς ἡμέρας ἐποίησα πεινῆσαι. πρὸ γὰρ τοῦ δεῖσθαι τὴν φύσιν ὕπνων ἢ σιτίων ἐπʼ αὐτὰ παραγινόμενοι τοῖς εἰρημένοις συμπτώμασι περιπίπτουσι. χρὴ δὲ μὴ περιβιάζεσθαι τὴν φύσιν ἀκαίρως, ἀλλʼ ὑπηρετεῖν εὐκαίρως. ἐγὼ μὲν οὖν ἅ μοι δοκεῖ πιθανῶς τις εἰς τὴν τῆς προκειμένης λέξεως ἐξήγησιν εἰπεῖν εἴρηκα. τοὺς δʼ οἰομένους τὸν ὕπνον ἀεὶ ψύχειν ἐπίκαιρόν τι τῆς τέχνης ἀγνοεῖν ἡγοῦμαι. διὰ παντὸς μὲν γὰρ ὕπνος ὑγραίνει, καθάπερ ἀγρυπνία ξηραίνει — καὶ τοῦθʼ ἡμᾶς αὐτὸς ἐδίδαξεν —, οὐ διὰ παντὸς δὲ θερμαίνειν ἢ ψύχειν πέφυκεν. ἀλλʼ ὅταν μὲν ἀπυρέτων ὄντων ἤτοι φλεγματώδεις ἢ ὠμοὺς ἢ ὁπωσοῦν ψυχροὺς χυμοὺς εὑρὼν ἐν τῷ σώματι κατεργάσηταί τε καὶ πέψῃ, χρηστὸν ἐξ αὐτῶν ἐργασάμενος αἷμα θερμαίνει τὸν ἄνθρωπον αὐξήσει τῆς ἐμφύτου θερμασίας· ὅταν δʼ ἤδη πυρέττοντας ἐπὶ σηπεδόνι τοιούτων εὕρῃ χυμῶν, ἐμψύχει τὴν μὲν πυρετώδη θερμασίαν σβεννύς, αὐξάνων δὲ τὴν οἰκείαν. ἡνίκα δὲ πυρετοῦ χωρὶς ἢ καὶ σὺν πυρετῷ χολώδεις πλεονάζουσι χυμοί, διακρῖναι μὲν αὐτούς, εἶτʼ ἐκκρῖναι δυνηθεὶς εἰς συμμετρίαν ὑγιεινῆς κράσεως ἐπανάγει τὸ σῶμα, μὴ δυνηθεὶς δὲ ταῦτα ἐργάσασθαι τὴν αὐτὴν φυλάττει κρᾶσιν. εἰ δʼ ἐπὶ φλεγμονῇ σπλάγχνου πυρέττων τις ἐν ἀρχῇ τοῦ παροξυσμοῦ καθυπνώσειεν, αὐξήσας τὴν φλεγμονὴν ὁ ἄκαιρος οὗτος ὕπνος ἅμʼ αὐτῇ καὶ τὸν πυρετὸν αὐξήσει κἀκ τοῦδε θερμότερον ἐργάσεται τὸ σῶμα θερμῷ παρὰ φύσιν. ἐγχωρεῖ μέντοι καθʼ ἕνα χρόνον ἐνίοτε θερμότερόν τε καὶ ψυχρότερον ἅμα γίνεσθαι τὸ σῶμα διὰ τὸν ὕπνον, ἐπειδὴ τῆς κατὰ τὸ σῶμα θερμασίας διττόν ἐστι τὸ γένος, ἓν μὲν οἰκεῖόν τε καὶ σύμφυτον, ἕτερον δὲ ἀλλότριόν τε καὶ παρὰ φύσιν. ὅταν οὖν αὐτῶν τὸ μὲν αὐξήσῃ τε καὶ ῥώσῃ, τὸ δὲ καθέλῃ τε καὶ μαράνῃ, πῶς οὐκ ἄν τις εὐλόγως φαίη καθʼ ἕνα χρόνον ἐξ ὕπνου θερμότερον ἅμα καὶ ψυχρότερον ἑαυτοῦ γεγονέναι τὸ σῶμα; ταῦτα δὲ οὐδὲ γινώσκουσι τὴν ἀρχὴν οἱ πολλοὶ τῶν ἐξηγησαμένων τὰ Ἱπποκράτους βιβλία. μάθοις δʼ ἂν οὕτως ἔχον ὃ λέγω καθʼ ὃν ἐγκαλεῖ Λύκος λόγον ἐν Ἀφορισμοῖς αὐτῷ γράψαντι, «τὰ αὐξανόμενα πλεῖστον ἔχειν τὸ ἔμφυτον θερμόν.» ἀλλʼ ὅτι γε διʼ ἄγνοιαν ὧν ὁ Ἱπποκράτης ὀρθῶς ἔγραψε περὶ τῆς κατὰ τὰς θερμασίας διαφορᾶς ἐπηρεάζειν αὐτὸν ἐτόλμησε, διʼ ἑνὸς ὅλου βιβλίου δέδεικταί μοι τὴν ἐπιγραφὴν ἔχοντος «ὅτι μηδὲν ἡμάρτηται κατὰ τὸν ἀφορισμόν, οὗ ἡ ἀρχή· “τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν.”»
Αἱ ἀσθενέες δίαιται ψυχραί, αἱ δὲ ἰσχυραὶ θερμαί.
Διαίτας ἀσθενεῖς ἤτοι τὰς διʼ ἀσθενῶν ἐπιτηδευμάτων ἐδεσμάτων τε καὶ πομάτων ἢ τὰς ἀσθενὲς ἐργαζομένας τὸ ζῷον εἴρηκεν. αἱ ψυχραὶ δὲ εἴτε κατὰ τὴν ἑαυτῶν κρᾶσιν εἴτε κατὰ τὴν ἐν ἡμῖν διάθεσιν ἣν ἐργάζονται λέγοιντο, διοίσουσιν ἀλλήλων οὐδέν. ἀσθενῆ μὲν οὖν ἐπιτηδεύματα λέγοιτʼ ἂν τὰ διὰ βραχέων κινήσεων τοῦ σώματος γινόμενα, καθάπερ ἰσχυρὰ τὰ διὰ σφοδρῶν, ἐδέσματα ἀσθενῆ μέν, ὅσα μήτε ὀδμὴν ἰσχυρὰν ἔχει μήτʼ ἐν τῇ γεύσει ποιότητα σφοδρὰν ὀξύτητος ἢ γλυκύτητος ἢ ἁλυκότητος ἢ πικρότητος ἢ στρυφνότητος ἢ δριμύτητος, ἀλλʼ ἤτοι μετρίως ἐστὶ γλυκάζοντα τὴν γεῦσιν ἢ μετρίαν στύψιν ἐμφαίνοντα καὶ θερμασίαν ὁμοίως ὀλίγην, ἰσχυρὰ δὲ τὰ τούτων ἐναντία. ἐὰν μὲν οὖν ἀσθενῆ πάντα τά τε ἐπιτηδεύματα καὶ τὰ διαιτήματα προσάγηται τῷ σώματι, ψυχθήσεται σφόδρα, καθάπερ γε κἂν ἰσχυρὰ θερμανθήσεται γενναίως. ἐὰν δὲ τὰ μὲν, τὰ δὲ μή, κατὰ τὴν ἀναλογίαν τῆς μίξεως ἤτοι γʼ ἐγγυτέρω θατέρου τῶν ἄκρων ἢ πορρωτέρω παραγενήσεται.
Ὑδάτων ἀτεχνέων τὸ μὲν ἀπὸ τοῦ αἰθέρος ἀποκριθὲν ἢ βροντιαῖον ὡραῖον, τὸ δὲ λαιλαπῶδες κακόν.
Οἷς χρώμεθα κατὰ τὴν ἰατρικὴν οὐ μόνον ἐπὶ τοῖς τῶν νοσούντων, ἀλλὰ καὶ τῶν ὑγιαινόντων σώμασιν, ὗλαι τῆς τέχνης εἰκότως ὀνομάζονται καὶ γέγραπταί γέ τισι τῶν ἰατρῶν βιβλία τὴν ἐπιγραφὴν ἔχοντα Περὶ ὕλης. ἐνίοτε μὲν οὖν τοῖς αὐτοφυέσι σώμασι χρώμεθα πρός τε τὰς ἰάσεις καὶ τὴν ὑγιεινὴν δίαιταν, ἐνίοτε δʼ αὐτοί τι πράττομεν ἐν τῇ παρασκευῇ τῆς ὕλης, τὰ μὲν ἕψοντες, τὰ δὲ καίοντες, ἔνια δὲ πλύνοντες ἢ προαρτύοντες ἢ προϋγραίνοντες ἢ ψύχοντες, ἤ τι τοιοῦτον ποιοῦντες ἕτερον. οὕτως οὖν καὶ περὶ τῶν ὑδάτων παρασκευῆς ἔστιν ὅτε πράττομέν τι τεχνικόν, ὥσπερ ὀλίγον ἔμπροσθεν ἔλεγεν αὐτός· «ὕδωρ ἀφεψηθέν, τὸ μὲν ὡς δέχηται τὸν ἀέρα.» καὶ γὰρ ἡ ἕψησις αὕτη καὶ ἡ μετὰ ταῦτα ψῦξις τῆς τεχνικῆς παρασκευῆς τοῦ ὕδατός ἐστιν. πῶς οὖν γίνεται τοῦ ὕδατος ἡ ψῦξις; ἤτοι διὰ τοῦ περιέχοντος ἡμᾶς ἀέρος ἢ ἀνέμου τινὸς ἢ οἴκου ψυχρὸν ἀέρα καθʼ ἑαυτὸν ἔχοντος — εἰσὶ γὰρ ἀμέλει τινὲς ἐοικότες σπηλαίοις ψυχροῖς, ἔστι δʼ ὅτε καὶ ὑγροῖς — εἴτε διὰ τῆς τοῖς ἀγγείοις περιπλαττομένης χιόνος ἢ ὑπὸ κρουνῷ θέσει ἢ ἐν φρέατι διττῶς γινομένῃ, ποτὲ μὲν ἐν αὐτῷ τῷ ὕδατι κατατιθεμένων ἡμῶν τὸ ἀγγεῖον, ἐν ᾧ τὸ τεθερμασμένον ὕδωρ, ἐνίοτε δὲ ὑπὲρ αὐτοῦ κρεμώντων, ὥσπερ γε καὶ διὰ κεραμείων ἀραιῶν ἔστιν ὅτε τὸ θολερὸν ὕδωρ διηθούντων, ὡς ἐν Ἀλεξανδρείᾳ τε καὶ κατʼ Αἴγυπτον ἠθεῖται διά τινων οὐχ ἁπλῶς κεραμευθέντων, ἀλλὰ τεχνικῶς κατασκευασθέντων εἰς ἀραιότητα, καθάπερ γε καὶ διʼ ὀθονίου, μὴ παρόντος ἀγγείου τοιούτου. ταῦτα πάντα τεχνικὴν ἔχει τὴν παρασκευήν, ὥσπερ γε καὶ ὅσα κατὰ τοὺς ἀγωγοὺς τῶν πηγαίων ὑδάτων πράττομεν, οὐκ ἐκ τοῦ τυχόντος λίθου κατασκευάζοντες αὐτοὺς καὶ χρίοντες ἔνδοθεν ἐνίοτε. διαφορὰ γὰρ οὐ σμικρὰ κατά γε τὴν ἀλοιφὴν αὐτήν ἐστιν ἢ πίτταν ἢ γύψον οὖσαν ἢ χωρὶς ταύτης πλίνθον ὀπτὴν ἢ λίθον ἔχοντά τινα ποιότητα μοχθηρὰν ἢ ἀγαθὴν ἢ μηδεμίαν ὅλως ἔχοντα σαφῆ. καὶ μέντοι καὶ φρέατα πολλάκις ὀρύττομεν ἐν διαφερούσῃ γῇ καὶ διʼ ὀχετῶν ἢ σωλήνων ἄγομεν ὕδωρ ἐκ πηγῆς ἤτοι βέλτιον ἢ χεῖρον ἐργάζεσθαι δυναμένων ἢ καὶ μηδʼ ὅλως ἀλλοιούντων αὐτό.
ταῦτα μὲν οὖν ἅπαντα τεχνικῶς γίνεται περὶ τὴν παρασκευὴν τοῦ ὕδατος. ὅταν δʼ ἀπὸ πηγῆς κατὰ τόπον οὔσης ἐν ᾧ διαιτώμεθα λαμβάνωμεν ἢ ἐκ λίμνης ἢ ποταμοῦ παραρρέοντος ἢ τὸ καλούμενον ὄμβριον, οὐδὲν ἐνταῦθα προστίθεμεν ἐκ τῆς τέχνης. διὰ τοῦτʼ οὖν ὁ Ἱπποκράτης εἶπεν ὑδάτων ἀτεχνέων, ἀντιδιαιρούμενος αὐτὰ τοῖς τεχνικὴν ἔχουσι τὴν παρασκευήν, ἃ κατὰ τὴν ἀναλογίαν τῶν ἀτέχνων ὀνομάζομεν τεχνικά. καθάπερ δʼ ὀλίγον ἔμπροσθεν οὐ περὶ πάντων ὑδάτων ὅσα τεχνικῶς παρασκευάζομεν ἔγραψεν, ὡς εἰ καὶ σύγγραμμα πρὸς ἔκδοσιν ἐποιήσατο, μόνου δʼ ἑνὸς ἐμνημόνευσε τρόπου παρασκευῆς, ἑαυτῷ γράφων ἐν ὑπομνήματι πρὸς ἀνάμνησιν, οὕτως καὶ νῦν οὐ περὶ πάντων ὑδάτων ἀτέχνων, ὅπερ ἐστὶν αὐτοφυῶν, ἀλλʼ ἑνὸς εἴδους μόνου διῆλθεν, ὃ καλοῦμεν, ὡς ἔφην, ὄμβριον. ἔγραψε δʼ αὐτοῦ διαφορὰς δύο, τὴν μὲν ἑτέραν, ἣν καὶ προδήλως ψέγει κακὸν εἶναι λέγων τὸ λαιλαπῶδες, τὴν δʼ ἑτέραν, ἐφʼ ἧς ἄδηλον εἴτε μόνον ἄψεκτον εἴτε καί τινος ἐπαίνου τυχεῖν νομίζει λέγων ὡραῖον αὐτό. τὸ γὰρ ἀπὸ τοῦ αἰθέρος ἀποκριθὲν ἢ βροντιαῖον ὡραῖον εἶναί φησιν. ὡραῖον δὲ ἐγχωρεῖ μὲν καὶ τὸ κατὰ τὴν προσήκουσαν ὥραν γινόμενον ὡς ἐπαινοῦντα λέγειν αὐτόν, ἐγχωρεῖ δὲ καὶ μόνον οὕτως ὀνομάζειν τὸ κατὰ τὸ μέσον θέρος ὀνομαζόμενον, ἐπειδὴ μάλιστα τὸν καιρὸν τοῦτον «ὥραν ἔτους» ὀνομάζουσιν οἱ Ἕλληνες. ἐπιφέρουσι μὲν γὰρ τὸ τῆς «ὥρας» ὄνομα καὶ φθινοπώρῳ καὶ χειμῶνι καὶ ἦρι, κατʼ ἐξοχὴν δὲ ἐνίοτε καλοῦσιν «ὥραν ἔτους» ἐκεῖνον τὸν καιρόν, ἐν ᾧ τοὺς ὡραίους ὀνομαζομένους καρποὺς τελειοῦσθαι συμβαίνει. τοῦτʼ οὖν ἄδηλόν ἐστιν, ὅσον ἐπὶ τῇ ῥήσει, πλὴν εἰ προσθείημεν αὐτοί τι περὶ τῆς ἡμετέρας ἱστορίας ἢ φυσικῆς τῶν πραγμάτων ἐνδείξεως, καὶ προσέτι διὰ τί τὸ λαιλαπῶδες μὲν ἔψεξεν, οὐκ ἔψεξε δὲ τό τʼ αἰθέριον καὶ τὸ βροντιαῖον. ἄδηλον δὲ καὶ πότερον εἰς πόσιν αὐτὸ παρασκευάζειν ἡμᾶς ἠξίωσεν ἢ πρὸς τὰς ἰατρικὰς χρείας. εἴς τε γὰρ ὀφθαλμικῶν φαρμάκων κατασκευὴν ὕδατι τοιούτῳ χρώμεθα καὶ τὸ καλούμενον ὑδάτινον ἐξ αὐτοῦ σκευάζομεν. ὡραῖον μὲν ἀκούειν ἄμεινον οὐ τὸ κατὰ τὸ ἔαρ εὐσθενοῦν, ὡς ἤκουσάν τινες — οὔτε γὰρ ἐξαιρέτως τις «ὥραν ἔτους» ὠνόμασε τὸ ἔαρ, ἀλλʼ ἁπλῶς ὥραν, ὥσπερ καὶ τὰς ἄλλας, οὔτε φαίνεταί τινα ἀρετὴν ἔχειν ἐξαίρετον ὁ τηνικαῦτα γενόμενος ὄμβρος —, ἀλλὰ πολὺ βέλτιον ἡγεῖσθαι λέγειν αὐτὸν ὡραῖον, ὅπερ ἂν ὕηται κατὰ τὸν καιρὸν ἐκεῖνον, ὃν ὀνομάζουσιν «ὥραν ἔτους». ὁμολογοῦν γὰρ αὐτῷ φανεῖται καὶ τὸ ἀπὸ τοῦ αἰθέρος ἀποκριθὲν αὐτῷ λελέχθαι.
λέγει δʼ ἐνταῦθα τὸν ἀέρα αἰθέρα. καλεῖν γὰρ ἔθος τοῖς παλαιοῖς, ὅταν μὲν ἀκριβῶς καθαρὸν ᾖ τὸ περιέχον ἡμᾶς, αἰθέρα, τὸ δʼ ἀχλυῶδες ἢ νεφῶδες ἀέρα. κατὰ τοῦτο γοῦν αὐτὸ καὶ τὸν ὑπὲρ τὰ νέφη τόπον προσαγορεύουσιν αἰθέρα καὶ σαφῶς ἐδήλωσε καὶ ὁ ποιητὴς εἰπὼν εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότʼ ἐν Ἴδῃ μακροτάτη πεφυυῖα διʼ ἠέρος αἰθέρʼ ἵκανεν. ἔμπαλιν δʼ, ὅταν εἴπῃ· ἠέρα δʼ Ἥρη πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν, ἐνδείκνυσθαι φαίνεται τόνδε τοῖς ἔπεσι. καὶ πάλιν, ὅταν εἴπῃ· ἀὴρ γὰρ περὶ νηυσὶ βαθείη, οὐδὲ σελήνη οὐρανόθεν προὔφαινε, κατείχετο δʼ ἐν νεφέεσσιν. ὅταν οὖν ἐν τῷ θέρει λεπτυνόμενον ὕδωρ ὑπὸ τῆς κατὰ τὴν ὥραν θερμότητος εἰς ἀτμοὺς ἀοράτους λυθῇ καὶ διὰ τοῦτο ἀδήλως ἡμῖν ἀνενεχθῇ πρὸς τὸν ὑπὲρ γῆς ἀέρα κἄπειτα συμβῇ διά τινα μεταβολὴν ἐπὶ τὸ ψυχρὸν ἢ ἀνέμων ἀντιπνευσάντων ἀλλήλοις καὶ πυκνωθέντος τοῦ περιέχοντος ἑνουμένους τοὺς λελεπτυσμένους ἀτμοὺς αἰσθητὸν ὕδωρ γίνεσθαι, τηνικαῦτα τοῦτον τὸν ὄμβρον ἐροῦμεν ὡραῖον εἶναι, λελεπτυσμένου τε καὶ προκατειργασμένου τοῦ ὕδατος ἀπὸ τῆς κατὰ τὸν ἀέρα θερμότητος εἶναί τε διὰ τοῦτο βέλτιον αὐτὸ τῶν λαιλαπωδῶν ἀκατεργάστων τε καὶ ἀμεταβλήτων ὄντων, ὁποῖα κατά τινας πηγὰς ὕδατα γίνεται τὰ καλούμενα πρὸς τῶν ἀρχαίων «ἀτεραμνώδη».
διὰ τί δὲ καὶ τὸ βροντιαῖον ἀποδέχεται μᾶλλον ἢ τὸ λαιλαπῶδες ἐφεξῆς ἴδωμεν. ἐμοὶ μὲν δοκεῖ, διότι τὰς βροντὰς οἶδε γινομένας ἤτοι διὰ πυρὸς ἐναπόληψιν, ὅταν ἐκκρινόμενον οἷον ῥῆξίν τινα ποιήσῃ τοῦ περιέχοντος αὐτὸ νέφους, ἡνίκα καὶ κεραυνοὶ πίπτουσιν, ἢ παρατριβομένων ἀλλήλοις τῶν νεφῶν, ὧν οὐδέτερον ὑπάρχει τῷ λαιλαπώδει. πεπύκνωται γὰρ ὁ ἀὴρ ἐν τῇ τοιαύτῃ καταστάσει συνεχοῦς καὶ μέλανος ἑνὸς νέφους ἅπαντα αὐτὸν κατειληφότος. εἰκότως οὖν οὐ γίνονται βρονταὶ κατὰ τὴν τοιαύτην διάθεσιν τοῦ περὶ τὴν γῆν ἀέρος. ἐν γὰρ τοῖς διεσπασμένοις καὶ κατὰ τὴν περιγραφὴν ἰδίαν φερομένοις νέφεσιν, ὅταν ἀλλήλοις ἐντύχῃ, τὴν παράτριψιν εὔλογον γίνεσθαι. τοῦ δʼ ὅλου συνεχοῦς τε καὶ ἡνωμένου παράτριψις οὐκ ἂν γένοιτο. διὰ τοῦτο οὐδὲ κεραυνοὶ πίπτουσιν ἐν τῇ τοιαύτῃ καταστάσει, μήτʼ ἀέρος ἐν τοῖς νέφεσι περιλαμβανομένου θερμοῦ μήτε παρατρίψεως ἰσχυρᾶς γινομένης. ὅταν γὰρ ἀλλήλοις ἀπαντῶντα τὰ νέφη τὸ μεταξὺ πυρῶδες εἰς ἑαυτὰ συνελαύνοντα καὶ σφίγγοντα πυκνώσῃ τελέως, ἐκθλίβεται τηνικαῦτα ποτὲ μὲν εἰς τὴν ἄνω χώραν ὁ κεραυνὸς ἢ τὴν εἰς τὸ πλάγιον, ἐνίοτε δʼ ἐπὶ τὴν γῆν. ταύτην μὲν τὴν φορὰν αὐτοῦ ὁρῶμεν μόνην, αἱ δʼ ἄλλαι λανθάνουσιν ἡμᾶς.
ἐμοὶ μὲν οὖν εἴρηται διὰ συντόμων εἰς τὴν ῥῆσιν, ὅπως τε γίνονται βρονταὶ καὶ διὰ τί τὸ βροντιαῖον ὕδωρ ἄμεινον ἔφησεν εἶναι τοῦ λαιλαπώδους. ἄκρως δὲ καθαρὸν καὶ λελεπτυσμένον ἐστὶ τὸ κατειργασμένον ὡραῖον. τὸ δʼ ἐν τῷ μεταξὺ τούτου τε καὶ τοῦ λαιλαπώδους, τὸ βροντιαῖον, ὅσον ἀπολείπεται τοῦ ὡραίου, τοσοῦτον πλεονεκτεῖ τοῦ λαιλαπώδους. ἕτοιμον οὖν ἤδη τοῖς ἅπαντα μεμφομένοις οὐ προσῆκον ἰατρῷ προφέρειν τὸ τοσαύτης ἅπτεσθαι φυσιολογίας. εἰ δέ γε μηδένα λογισμὸν εἰπὼν ἀπεφηνάμην ἁπλῶς βέλτιον μὲν εἶναι τὸ ὡραῖον τοῦ λαιλαπώδους, μέσον δʼ ἀμφοῖν τὸ βροντιαῖον, ἐκέλευον ἄν με προσθεῖναί τινα ἀπόδειξιν οἷς εἶπον· οὔτε γάρ τοι πιστεύειν αὐτοῖς ὡς νόμοις δίκαιον οὔτε ἀνάγκην ἔχειν ὡς τυραννικοῖς προστάγμασι πείθεσθαι. εἰ τοίνυν ἐκφεύγειν ἀδύνατόν ἐστι τὴν γλῶτταν τῶν ἀπαιδεύτων τε ἅμα καὶ πονηρῶν ἀνθρώπων, ἄμεινον δʼ ἐπὶ τοῖς βελτίοσιν ὑπʼ αὐτῶν ψέγεσθαι, καλῶς ἂν εἴημεν εἰρηκότες τὴν περὶ γενέσεως βροντῶν φυσιολογίαν. τὸ μὲν γὰρ ἀναπόδεικτον ἄπιστον εἶναι δοκεῖ πᾶσιν ἀνθρώποις, τὸ δὲ μὴ δεῖν ἅπτεσθαι φυσιολογίας ἰατρὸν οὐ παντάπασιν ὀρθῶς λέγεσθαι φαίνεται δείκνυσί τε τούτους ἀποφηναμένους αὑτοὺς ἡμῖν ὡς τυράννους, οἷς προστάττουσι πείθεσθαι κελεύοντας. ἄμεινον δʼ ἦν ἄρα μὴ τυραννικῶς προστάττειν, ἀλλὰ διδάσκειν ἡμᾶς ἤτοι γε ὡς χωρὶς ἀποδείξεως ὁ λόγος πιστότερός ἐστι τοῦ μετʼ ἀποδείξεως ἢ ὡς οὐκ ἀληθῶς εἴρηταί τι κατὰ τὴν αἰτίας ἀπόδοσιν. οἱ δέ γε τούτων μὲν οὐδέτερον πράττουσιν, ἑκατέρως δὲ ψέγουσιν ἡμᾶς, εἰ μὲν δὴ μηδεμίαν ἀπόδειξιν εἴποιμεν, ὡς ἀναπόδεικτα φλυαροῦντας, εἰ δὲ προσθείημέν τινα λόγον, ὡς οὐκ εἴη πρέπον ἰατρῷ φυσιολογίας ὡς ἀληθοῦς ἅπτεσθαι.
Ὕδωρ βορόν, ἀγρυπνίη βορόν.
Ἀφʼ ὧν πεφύκασιν ἀγρυπνία τε καὶ ὕδωρ ἐργάζεσθαι, τὴν προσηγορίαν αὐτοῖς ἔθετο, βορὸν ὀνομάσας ἑκάτερον, ἐπειδὴ βοροὺς ἡμᾶς ἐργάζεται. καλοῦσι γὰρ καὶ νῦν ἔτι συνήθως οἱ κατὰ τὴν ἡμετέραν Ἀσίαν ἅπαντες Ἕλληνες ἀνθρώπους βοροὺς τοὺς πολλὰ δυναμένους ἐσθίειν. ἐμάθετε δὲ τὰς περὶ τὴν τροφὴν ὀρέξεις ἐξ ὑδροποσίας αὐξανομένας, ᾧ λόγῳ καὶ ψυχρὸν ὕδωρ πινόντων ἢ ἔδεσμα ψυχρὸν ἢ στῦφον προσφερομένων. ὅσα μὲν γὰρ εἰς ὀλίγον συνάγει τὸ κατὰ τοὺς χιτῶνας τῆς κοιλίας αἷμα τὰς ὀρέξεις αὐξάνοντά τε καὶ γεννῶντα δέδεικται, τὰ δὲ θερμαίνοντα καὶ χέοντα τὸ αἷμα καθαιροῦντα καὶ παύοντα τὰς ὀρέξεις. κατὰ τοῦτʼ οὖν καὶ τὸ ὕδωρ γίνεται βορόν, ἡ δὲ ἀγρυπνία τῷ διαφορεῖν. ἐμάθετε γὰρ ἤδη καὶ περὶ ταύτης, ὥσπερ γε καὶ περὶ ὕπνου. πέττει μὲν οὖν ὁ ὕπνος ὡς ἂν ἔσω ῥέποντος ἐν αὐτῷ τοῦ θερμοῦ, διαφορεῖ δʼ ἡ ἀγρυπνία συνάγοντος ἑαυτῷ τοῦ συμφύτου θερμοῦ κατὰ τὴν ἐπὶ τἀκτὸς κίνησιν οὐκ ὀλίγα μόρια τῆς τοῦ σώματος οὐσίας. διὰ ταῦτα μὲν οὖν εἴρηται βορὰ τό θʼ ὕδωρ καὶ ἡ ἀγρυπνία, σὺ δὲ μὴ παρακούσῃς καὶ νομίσῃς ταὐτὸν εἶναι τὸ πολλὰ προσφέρειν τῷ πέττειν τε καὶ κατεργάζεσθαι πολλά. βελτίων γὰρ ὕδατος οἶνος οὐ μόνον εἰς τὴν κατὰ τὴν γαστέρα πέψιν, ἀλλὰ καὶ πρὸς τὴν τῶν πεφθέντων ἀνάδοσιν αἱμάτωσίν τε καὶ θρέψιν οὔρησίν τε καὶ διαπνοὴν ἐπὶ τῶν ὑγιαινόντων σωμάτων. εὔδηλον δὲ ὡς ἐπὶ τούτων ὁ λόγος εἴρηται νῦν ὑφʼ Ἱπποκράτους, οὐδενὸς ἀγνοοῦντος, ὁπηνίκα βλάπτει τοὺς πλείστους τῶν νοσούντων ὁ οἶνος. ἀλλὰ καὶ ἡ ἀγρυπνία κατὰ διττὸν τρόπον γινομένη διττὴν ἔχει καὶ τὴν ἐπὶ ταῖς ἐδωδαῖς τελευτήν. ἐὰν μὲν γὰρ πράττοντές τι διὰ νυκτός, ὡς ἐν ταῖς παννυχίσιν, ἐγρηγορότες διατελέσωσι, κενοῦται μὲν τὸ σῶμα, βλάβη δʼ οὐδεμία σαφὴς γίνεται δυνάμεως. ἐὰν δὲ κατακείμενοι μέρη μέν τινα τῆς νυκτὸς ὑπνώσωμεν, ἀγρυπνήσωμεν δὲ τὰ λοιπά, καταλύεται μὲν ἡ δύναμις. οὔτε γὰρ ὀρεγόμεθα βέλτιον οὔτε πέττομεν οὔτε τὰς ἐφεξῆς τῇ πέψει φυσικὰς ἐνεργείας ἀμέμπτους ἔχομεν, ἅπαντα χείρους γενόμενοι τῶν καλῶς κοιμηθέντων.
Ἐνθέρμῳ φύσει θερμῇ ὥρῃ ἐν ψύχει κοίτη παχύνει, ἐν θερμῷ λεπτύνει.
Τὸ μὲν ἐν ἀρχῇ τῆς ῥήσεως εἰρημένον ἐνθέρμῳ δῆλόν ἐστιν ἀπὸ τῆς «ἔνθερμος» εὐθείας κλινόμενον, τὸ δʼ ἐπὶ τῇ τελευτῇ δύναιτʼ ἄν τις ἀκούειν ὡς ἔκ τε προθέσεως τῆς ἐν καὶ πτώσεως δοτικῆς τῆς θερμῷ συγκείμενον, ὥσπερ ἀμέλει καὶ ἤκουσαν ὀλίγου δεῖν ἅπαντες οἱ ἐξηγηταί, τινὲς μὲν εἰς δύο μέρη διελόντες τὴν ῥῆσιν, ὡς ἑκάτερον ἰδίας ἐξηγήσεως δεόμενον, ἔνιοι δʼ ὅλην ὡς μίαν ἐξηγησάμενοι. Διοσκουρίδης δὲ καὶ μετέγραψεν ἐπὶ τὸ σαφέστερον αὐτήν, ὥσπερ εἴωθε ποιεῖν ἐπὶ τῶν ἀσαφῶν ῥήσεων. ἰδίᾳ μὲν ἔγραψε τὸ ἐνθέρμῳ φύσει θερμῇ ὥρῃ, προσθεὶς αὐτῷ τὸ λεπτύνειν, βουλόμενος ἡμᾶς ἀκούειν τὴν ἔνθερμον φύσιν, ὅπερ ἐστὶ πολύθερμον, ἐν ὥρᾳ θερμῇ, τουτέστι θερινῇ λεπτύνεσθαι, διαφορουμένην ὑπὸ τῆς ὀνομαζομένης ἤδη συνήθως ἅπασι τοῖς νεωτέροις ἰατροῖς «λόγῳ θεωρητῆς διαπνοῆς», ἣν καθʼ ἑτέραν λέξιν ἄλλοι τινὲς «ἄδηλον αἰσθήσει διαπνοὴν» ὀνομάζουσι, γινομένην μὲν ἅπασιν ἡμῖν ἐν ἅπαντι τῷ βίῳ, διαφέρουσαν δὲ κατά τε τὰς ἡλικίας καὶ τὰς ὥρας ἐπιτηδεύματά τε καὶ συνελόντι φάναι τὴν ὅλην δίαιταν ἣν διαιτώμεθα. ἀλλʼ ἐν ἁπάσαις γε ταῖς διαφοραῖς κοινόν ἐστιν ἐπὶ μὲν ταῖς θερμοτέραις ὥραις τε καὶ χώραις ἡλικίαις τε καὶ φύσεσι καὶ διαίταις ἀπορρεῖν ἔξω τοῦ σώματος οὐκ ὀλίγην μοῖραν ἐκ τῆς οὐσίας ἡμῶν, ἐπὶ δὲ ταῖς ψυχροτέραις πυκνουμένου τοῦ δέρματος ἴσχεσθαι μὲν τὸ πλεῖστον, ὀλίγον δʼ ἐκκενοῦσθαι. κατὰ τοῦτʼ οὖν ἀληθές ἐστι τὴν πολύθερμον φύσιν ἐν ὥρᾳ θερμῇ λεπτύνεσθαι, διπλασιαζομένης τῆς ἀπορροῆς, ἣν ἐκ τῆς οἰκείας θερμότητος ἔχοντες σύμφυτον ἐπικτῶνται τὴν προσγινομένην ἔξωθεν ἀπὸ τῆς θερμῆς ὥρας. ἀλλʼ οὔτε τῶν ἄλλων ἀντιγράφων εὗρον ἔν τινι ταύτην τὴν γραφὴν οὔτε τις τῶν ἐξηγητῶν οἶδεν αὐτήν, πλὴν ὅτι Διοσκουρίδης αὐτὴν ἐν τῷ μετώπῳ τοῦ βιβλίου προσέγραψεν, ἐν δύο μόνοις ἀντιγράφοις εὑρηκὼς ὡδί πως ἔχουσαν τὴν λέξιν· ἐνθέρμῳ φύσει θερμῇ ὥρῃ ἐν ψύχει κοίτη παχύνει, ἐν θερμῷ λεπτύνει. οὐ μὴν ἡμεῖς γε ἐν δυοῖν, ἀλλʼ ἐν πᾶσιν οἷς ἀνέγνωμεν οὕτως ἔχουσαν εὕρομεν τὴν λέξιν, ἐξεπίτηδες ἅπαντα μὲν ἰδόντες τὰ κατὰ τὰς δημοσίας βιβλιοθήκας, ἅπαντα δὲ τὰ παρὰ τοῖς φίλοις. …
ἀλλὰ ἐπὶ τὴν ἐξήγησιν αὐτῆς ἤδη τραπώμεθα, παραλιπόντες ὅσα κακῶς εἴρηται τοῖς ἐξηγησαμένοις. ἐμοὶ μὲν γὰρ δοκεῖ τὸ μὲν πρότερον μέρος τῆς ῥήσεως οὕτως συμπληροῦσθαι δεῖν· «ἐνθέρμῳ φύσει θερμῇ ὥρῃ ἐν ψύχει κοίτη παχύνει,» τὸ μὲν θερμῇ ὥρῃ κατὰ τὰς δοτικὰς πτώσεις ἀναγνόντων ἡμῶν, ὡς εἰ καὶ «ἐν τῇ θερμῇ ὥρῃ» ἐλέλεκτο, τὸ δὲ ἐν ψύχει καθάπερ εἰ καὶ οὕτως εἶπεν· «ἐν ἀέρι ψυχρῷ», συγκειμένης τῆς λέξεως ἐκ δυοῖν τοῦ λόγου στοιχείων, προθέσεως μὲν τῆς ἐν, ὀνόματος δὲ τοῦ ψύχει. γενήσεται γὰρ ὁ σύμπας νοῦς τοιοῦτος· ὠφέλιμόν ἐστι τῇ πολυθέρμῳ φύσει κατὰ θερμὴν ὥραν ἐν ψυχρῷ ἀέρι καὶ ἐν ψυχρᾷ κοίτῃ κοιμᾶσθαι, παχυνθήσεται γὰρ οὕτως. … εἰκότως δὲ ταῦτα ποιεῖν ἡμᾶς ἐπὶ τῶν πολυθέρμων φύσεων ἐκέλευσεν ὁ Ἱπποκράτης. ἑτοίμης γὰρ οὔσης τῆς θερμῆς φύσεως λεπτύνεσθαι διὰ τὸ πλῆθος τῆς ἀπορροῆς, ἐὰν καὶ τῆς ὥρας αὐτῇ προσγινομένης θερμῆς ἡ κένωσις διπλασιασθῇ, προσέλθῃ δὲ τρίτη τις ἄλλη κένωσις ἐν θερμῷ χωρίῳ καὶ στρωμνῇ θερμῇ κατακειμένου τοῦ ἀνθρώπου, συμβήσεται διαφορηθῆναι καὶ λεπτυνθῆναι τὸ σῶμα τριττὴν ὑπομεῖναν κένωσιν. ἐὰν δὲ ἐπὶ ταῖς ἀναγκαίαις δύο τῇ τʼ ἐκ τῆς φύσεως καὶ τῆς ὥρας, ἃς οὐκ ἔστι φυγεῖν, ἡ γοῦν τρίτη πρὸς τοὐναντίον ἀχθῇ, οὐ διαφορεῖν, ἀλλʼ ἐπέχειν δυναμένη τὰς ἀπορροάς, οὐκ ἂν εἰς ἔσχατον ἀφίκοιτο κενώσεως ὁ ἄνθρωπος, ἀλλὰ καὶ παχυνθείη ἂν μᾶλλον ἤπερ λεπτυνθείη. τῆς γὰρ ψυχρᾶς κοίτης σημαινούσης οὐ μόνον ὑποστορέσματα ψυχρὰ καὶ περιβλήματα, ἅπερ ἐκ σινδόνων πυκνῶν καὶ τριβάκων ἱματίων τε τοιούτων γίνεται, ἀλλὰ καὶ χωρίον ψυχρόν, προσέρχεταί τι μέγιστον ἕτερον ἐπανόρθωμα τῆς τε κατὰ τὴν ὥραν καὶ τὴν φυσικὴν κρᾶσιν ἀμετρίας τὸ διὰ τῆς εἰσπνοῆς ψυχρᾶς οὔσης ἐμψύχεσθαι τὸ σῶμα. τοῦτο μὲν οὖν ἤδη καὶ πρόσθεν ἡμῖν εἴρητο, πρόσκειται δὲ νῦν τὸ κατὰ τὴν στρωμνήν, ἵνα πανταχόθεν ἀναψύχηται τὸ σῶμα καὶ τὸ τῆς διαπνοῆς ἄμετρον εἰς συμμετρίαν ὑγιεινὴν ἐπανάγηται. τὸ μὲν οὖν ἕτερον μέρος τῆς ῥήσεως τὸ πρότερον οὕτως ἄν μοι δοκοίη μάλιστά τις ἐξηγήσασθαι.
τὸ δʼ ὑπόλοιπον, ἔνθα φησίν· ἐν θερμῷ λεπτύνει, σαφὲς ἂν ἦν, εἰ τῷ θερμῷ τὸ «ἀέρι» προσεγέγραπτο, τῆς ὅλης ῥήσεως ἐν τοιᾷδε λέξει σαφῶς ἂν ἑρμηνευθείσης· «τῇ πολυθέρμῳ φύσει ἐν ὥρᾳ θερμῇ κοίτη προσελθοῦσα ἐν ἀέρι ψυχρῷ παχύνει, ἐν θερμῷ δʼ ἀέρι γινομένη λεπτύνει.» κατὰ μὲν οὖν τὰς εὐθείας πτώσεις οὕτως ἂν μάλιστα ῥηθείη σαφῶς, ὡς εἴρηται. νυνὶ δʼ εἰ καὶ κατὰ δοτικὰς βουληθείημεν ἑρμηνεῦσαι, γένοιτʼ ἂν ἡ λέξις τοιαύτη· «τῇ πολυθέρμῳ φύσει ἐν ὥρᾳ θερμῇ καὶ τῇ ἐν ἀέρι ψυχρῷ κοίτῃ παχύνεσθαι συμβαίνει, τῇ δʼ αὐτῇ ταύτῃ ἐν ἀέρι θερμῷ λεπτύνεσθαι συμβήσεται.»
Ἄσκησις ὑγιείης ἀκορίη τροφῆς, ἀοκνίη πόνων.
Τὸ μήτε ἐμπίπλασθαι μέχρι κόρου μήτε ὀκνεῖν γυμνάζεσθαι κεφάλαιον ὑγιεινῆς διαίτης εἶναι ὑπείληφεν. …
Ἐν τῷ ἐγρηγορέναι δίψης ἐπιπολαίου ὕπνος ἄκος. τῆς δʼ ἐξ ὕπνου ἐγρήγορσις ἐνίοις.
Ἐπιπόλαιον δίψαν ἀκουστέον ἐστὶ τὴν πάνυ σμικράν, ἥτις οὔτʼ ἀπὸ παντὸς τοῦ σώματος οὔτʼ ἀπὸ μεγάλης διαθέσεως γίνεται τῶν κατὰ γαστέρα μορίων, ἀλλʼ, ὡς Ἐρασίστρατος ἔφη, ξηραινομένων ἢ ἐκθερμαινομένων τῶν τόπων, διʼ ὧν φέρεται τὸ ὑγρὸν ἐκ τοῦ στόματος εἰς τὴν κοιλίαν. ταύτης οὖν τῆς δίψης ἴαμά ἐστιν ὁ ὕπνος ὑγραινομένου τοῦ βάθους, ὡς ἂν εἴσω ῥέποντος ἐν τοῖς ὕπνοις τοῦ αἵματος. ἔμπαλιν δὲ τοῖς ἐξ ὕπνου διεγερθεῖσιν ὅταν ἐπιπόλαιος ᾖ δίψα, παύεται ῥᾳδίως ἐγρηγορόσι· τὸ γὰρ τοιοῦτον δίψος γίνεται θερμαινομένων ἐνίοτε τῶν μορίων, ὧν ἔφην Ἐρασίστρατον ἐμνημονευκέναι. θερμαίνεται δὲ κατὰ τὴν τῶν σιτίων πέψιν ἐν τῇ γαστρί. γινομένης γὰρ αὐτῆς ὑπὸ τοῦ ἐμφύτου θερμοῦ παραπλησίως τοῖς ἑψομένοις, ὥσπερ ἐκείνοις ἀναφέρεταί τις ἀτμὸς θερμός, οὕτω συμβαίνει ποτὲ καὶ κατὰ τὴν κοιλίαν καὶ μάλιστα τοῖς ἀκρατέστερον οἶνον πεπωκόσιν. ἀλλʼ ἐὰν ἐγρηγορότων αὐτῶν ἡ γαστὴρ κενωθεῖσα μηκέτʼ ἀναπέμπῃ τοὺς ἀτμοὺς ἥ τʼ ἐν τοῖς τεθερμασμένοις μέρεσι θερμασία διαφορηθῇ, παύονται διψῶντες. ἔνιοι μέντοι διψώδεις ἐξ ὕπνου γίνονται διὰ τὴν τῶν ἐδηδεσμένων ἢ πεπομένων θερμότητα τῆς γαστρὸς ἐκθερμανθείσης, ἥτις οὐ καθίσταται χωρὶς τῆς ἔξωθεν ἐπικουρίας. οὕτως γοῦν οἱ πολλοὶ τῶν ἔθος ἐχόντων ψυχροποτεῖν ὤνηντό ποτε πιόντες ὕδωρ ψυχρὸν ἐν τοιούτῳ καιρῷ πρὸ τοῦ λούσασθαί τε καὶ τροφὴν προσενέγκασθαι. διὰ τοῦτʼ οὖν ἐν τῇ δευτέρᾳ διαφορᾷ τοῦ δίψους προσέθηκε τὸ ἐνίοις. οὐ γὰρ ἅπασιν, ὡς ἐπιδέδεικται, τοῖς ἐξ ὕπνου διψῶσιν ἡ αὐτὴ διάθεσις γίνεται. ταύτην δʼ οἵ τε παλαιοὶ τῶν ἐξηγητῶν ἐπίστανται τὴν γραφήν, ἔν τε τοῖς ἀκριβέσιν ἀντιγράφοις εὑρίσκεται. …
οἷσι πλεῖστον τὸ θερμόν, μεγαλοφωνότατοι· καὶ γὰρ ψυχρὸς ἀὴρ πλεῖστος. δυοῖν δὲ μεγάλοιν μεγάλα καὶ τὰ ἔκγονα γίνεται.
Προεῖπον ἄρτι τῆς ῥήσεως ταύτης τὴν γραφὴν τὴν ἀρχαίαν οὐχ οὕτως ἀλλʼ ἐν οἷσι πλεῖστον τὸ θερμὸν ἐκεῖνοι τῶν ἐξηγητῶν ὅσοι τοῦ τέλους τῆς προτέρας ἀφείλοντο τὸ ἐνίοις. … λέγωμεν οὖν ἤδη περὶ τῆς κατὰ τὴν προκειμένην ῥῆσιν ἀληθείας. … οἷς γὰρ πλεῖστόν ἐστι τὸ θερμὸν ἐν τῇ καρδίᾳ δηλονότι — ταύτην γὰρ ἐδείξαμεν οἷον ἑστίαν εἶναι τῆς ἐμφύτου θερμασίας —, ἀναγκαῖόν ἐστι καὶ τὸν εἰσπνεόμενον ἀέρα πλεῖστον εἶναι· καὶ γὰρ καὶ τοῦτʼ ἐδείχθη κατὰ τὸ Περὶ χρείας ἀναπνοῆς. εἰ δʼ οὖν πλέον τοῦ ἀέρος ταῖς τοιαύταις φύσεσιν εἰσπνεῖταί τε καὶ πάλιν ἀντεκπνεῖται, τότε τὴν φωνὴν ἐροῦμεν γίνεσθαι μεγάλην. ἀλλʼ ἀδιορίστως ἀποφηνάμενοι σφαλησόμεθα. δέδεικται γὰρ ἐν τοῖς Περὶ φωνῆς ὑπομνήμασιν ἀδύνατον εἶναι γίνεσθαι τὴν φωνὴν μεγάλην ἄνευ τοῦ πολὺν ἀέρα ταχέως ἐκπνεῖσθαι. γίνεται δὲ τοῦτο τῆς τραχείας ἀρτηρίας καὶ τοῦ λάρυγγος εὐρέων ὑπαρχόντων. ἐὰν δὲ καὶ ὁ θώραξ ὅλος ᾖ μέγας, οὐ μόνον μεγαλοφώνους ἐργάζεται τοὺς ἀνθρώπους, ἀλλὰ καὶ πλεῖστον φωνεῖν δυναμένους, ὥσπερ οἱ κήρυκες, ὅταν τὸν καλούμενον πόδα λέγωσιν. ἐπεὶ τοίνυν ἡ μὲν καρδία εὐρύνεταί τε καὶ αὐξάνεται κατὰ τὴν ἐν τῇ μήτρᾳ διάπλασιν εὐθέως ἐξ ἀρχῆς, ἐφʼ ὧν ἐστι τὸ ἔμφυτον θερμὸν πλεῖστον, ἀνὰ λόγον δὲ ταύτῃ καὶ ὁ θώραξ ὡς τὸ πολὺ μέγας γίνεται καὶ τούτῳ πάλιν ἐξ ἀνάγκης ἕπεται τοῦ πνεύμονος μέγεθος, ᾧ πάλιν ἀκολουθεῖ τὸ τῆς τραχείας ἀρτηρίας ὡς τὸ πολύ, καὶ ταύτῃ τὸ τοῦ λάρυγγος, εἰκότως ὡς ἐπὶ τὸ πλεῖστον συμβαίνει τοὺς πολυθέρμους φύσει μεγαλοφώνους ὑπάρχειν. εἰ γὰρ δὴ πάντῃ τε καὶ πάντως ἀνὰ λόγον τῷ μεγέθει τῆς καρδίας ὁ θώραξ ηὐξάνετό τε καὶ οὐ παρενέπιπτέ ποτε μοχθηρὰ διάπλασις, οὐκ ἂν ὡς τὸ πολὺ τοὺς πολυθέρμους ἔφην γίνεσθαι μεγαλοφώνους, ἀλλὰ διὰ παντός. οὐ μὴν οὐδʼ ὥσπερ ἀνὰ λόγον τῷ θώρακι τὸ μέγεθος ἀεὶ τοῦ πνεύμονος εὑρίσκεται, οὕτω καὶ τῷ τούτου μεγέθει τὰ τρία γένη τῶν κατʼ αὐτὸν ἀγγείων ἀνὰ λόγον αὐξάνεται. φαίνεται δὲ κἀν ταῖς ἀνατομαῖς τῶν ζῴων οὐκ ἀκριβῶς ἡ ἀναλογία φυλαττομένη … ἀλλʼ ἐν μὲν δὴ τούτοις τοῖς μορίοις ὀλίγον τι τὸ μὲν ὑπερβάλλον εὑρίσκεται, τὸ δὲ ἐλλεῖπον. ἀξιόλογον δʼ ἐν τῇ τῆς καρδίας πρὸς τὸν θώρακα διαφορᾷ καὶ τοῦτʼ ἐστὶ τὸ μάλιστα ποιοῦν τοῖς ἐπίσης θερμοῖς ἀνθρώποις ὀλιγάκις διαφορὰν ἀξιόλογον ἐν τῷ τῆς φωνῆς μεγέθει. ὁ μὲν οὖν Ἱπποκράτης τῷ πλήθει τοῦ ἀέρος ἀναφέρει μόνῳ τὸ μέγεθος τῆς φωνῆς. ἔστι δʼ οὔτε μόνον οὔτε πρῶτον ἀξιώματι τοῦτο τῶν τὴν φωνὴν μεγάλην ἐργαζομένων αἰτίων. ὕλη γάρ ἐστι μεγάλης φωνῆς, οὐκ αἴτιον δραστικόν, ὡς ἐν τοῖς Περὶ φωνῆς ὑπομνήμασιν ἐδείχθη. …
Οἱ θερμοκοίλιοι, ψυχρόσαρκοι καὶ λεπτοί, οὗτοι ἐπίφλεβοι καὶ ὀξυθυμότεροι.
Ὅτι διττὸν οἶδε κατὰ τὸ σῶμα τῶν ζῴων τὸ θερμὸν ὁ Ἱπποκράτης, ἕτερον μὲν ὅπερ αὐτὸς «ἔμφυτον» ὀνομάζει, τὴν οὐσίαν ἔχον ἐν τῷ αἵματί τε καὶ ἐν τοῖς ἐναίμοις σπλάγχνοις, ἕτερον δὲ δριμὺ καὶ δακνῶδες καὶ πυρῶδες, ἐν ᾧ γένει καὶ ὁ πυρετός ἐστιν, ἐν πολλοῖς ἤδη τῶν συγγραμμάτων αὐτοῦ δέδεικται. γέγραπται δέ μοι καὶ καθʼ ἓν ὑπόμνημα τελέως περὶ τοῦδε, καθʼ ὃ τὴν ἐπιγραφὴν ἐποιησάμην «ὅτι μηδὲν ἡμάρτηται κατὰ τὸν ἀφορισμόν, οὗ ἡ ἀρχὴ “τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν”.» ἀπολογοῦμαι δʼ ἐν αὐτῷ ὑπὲρ τοῦ Ἱπποκράτους, λύων τὰ Λύκου πρὸς τὸν ἀφορισμὸν ἐγκλήματα καὶ δεικνὺς διὰ τὴν τῶν ἀρίστων δογμάτων ἄγνοιαν ἐπηρεάζοντα τῷ Ἱπποκράτει τὸν Λύκον. ἀλλὰ ταύτης γε τῆς θερμασίας τὴν διαφορὰν οὔτε Λύκος οὔτʼ ἄλλος τις ἢ Ἐρασιστράτειος ἢ Ἡροφίλειος ἢ Ἐμπειρικὸς ἐγίνωσκε καὶ διὰ τοῦτο κακῶς ἐξηγήσαντο πάμπολλα τῶν ὑφʼ Ἱπποκράτους γεγραμμένων. οὐ μὴν τούς γε Ἱπποκρατείους ἄνδρας ἐχρῆν ἐπιλαμβάνεσθαι τῶν δογμάτων αὐτοῦ τὰς ἐξηγήσεις ποιουμένους, ὡς μιᾶς οὔσης τῷ γένει τῆς ἐν τοῖς ζῴοις θερμασίας. ἀλλʼ ὅταν ἀκούσωσιν ἢ Ἱπποκράτους ἤ τινος ἄλλου θερμοκοιλίους ὀνομάζοντός τινας, ἐπισκέψασθαι βέλτιον ἦν, ὅπως εἴρηται τοὔνομα, πότερον τὸ ἔμφυτον θερμὸν ἐν τῇ γαστρὶ δαψιλὲς ὑπάρχειν ἀποφηναμένου τοῦ τὴν λέξιν εἰπόντος ἢ γράψαντος ἢ τὸ ἕτερον, ὃ πολλάκις μὲν ἐπίκτητον, ἐνίοτε δʼ οὐ φύσει, καί ποτε καὶ παρὰ φύσιν ὀνομάζομεν, ᾧ θερμῷ τοὺς θερμοτέρους συμβέβηκε δακνώδη τε καὶ θερμὴν ἔχειν τὴν διαπνοὴν καὶ διὰ τοῦτο πυρέττειν εὐθέως, ἐπειδὰν τύχῃ τὸ δέρμα στεγνωθέν, ὡς οἵ γε τὸ ἕτερον θερμὸν ἔχοντες πλεῖστον ἐπισχεθείσης τῆς διαπνοῆς πληθωρικώτεροι μὲν γίνονται, πυρετῷ δʼ οὐχ ἁλίσκονται διὰ τοῦτο. καὶ μέντοι καὶ ὅτι κατὰ τὴν γαστέρα τουτὶ τὸ ἔμφυτον θερμὸν πλεονάζον ἀρίστας ἐργάζεται τὰς πέψεις τῶν σιτίων, αὐτὸς ἐν Ἀφορισμοῖς ἐδήλωσεν εἰπών· «αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει καὶ ὕπνοι μακρότατοι. ἐν ταύτῃσιν οὖν τῇσιν ὥρῃσι καὶ τὰ προσάρματα πλείω δοτέον. καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πολύ· τροφῆς οὖν πλείονος δεῖται, σημεῖον αἱ ἡλικίαι καὶ οἱ ἀθληταί.» καθάπερ οὖν τῶν τοιούτων κοιλιῶν ἐστι γνώρισμα τὸ πέττειν ἀμέμπτως τὰς τροφάς, οὕτως τῶν ψυχροτέρων μὲν τὸ εἰς ὀξύτητα τρέπειν, τῶν θερμοτέρων δʼ εἰς κνισώδη ποιότητα. τοῖς μὲν οὖν καλῶς πέττουσι τὰ σιτία τό θʼ αἷμα χρηστόν ἐστι καὶ σύμμετρος ἕπεται σάρκωσις ἢ καὶ πλείων ἐνίοτε τοῦ δέοντος, ὅταν ἀργότερον αὐτοῖς διαιτωμένοις καὶ λουομένοις τὸ δεύτερον εἰς εὐσαρκίαν ἀφίκηται τοῦ σώματος ἕξις, ἐπειδὰν μὴ φθάσῃ πλῆθος ἀθροισθὲν εἰς νόσους ἐμβάλλειν ὅλον τὸ σῶμα. τοῖς δὲ διὰ τὴν δυσκρασίαν τῆς γαστρὸς ἀπεπτοῦσί τε καὶ διαφθείρουσιν εἰς καπνώδη καὶ κνισώδη ποιότητα τὰ σιτία μοχθηρὸν μὲν ἀθροίζεται κατὰ τὰς φλέβας αἷμα, μοχθηρὰ δὲ ἡ τοῦ σώματος ὅλου γίνεται θρέψις. ἐπὶ τούτων οὖν ἀκούειν σε χρὴ τοῦ προκειμένου λόγου. τῷ μὲν γὰρ ἥπατι καὶ τῇ καρδίᾳ τὸ ἔμφυτον θερμὸν ἐξ ἀρχῆς ὑπάρχει πολύ, ταῖς σαρξὶ δὲ ἐκ τοῦ αἵματος ἐπεισέρχεται καὶ διὰ τοῦτο ἀναγκαῖόν ἐστι ψυχρὰς αὐτὰς εἶναι κατὰ τὰς τοιαύτας φύσεις τῶν σωμάτων, ὁποίας καὶ νῦν ἔγραψεν ὁ Ἱπποκράτης, ὡς ἂν μὴ χορηγουμένας αἷμα δαψιλές, ἀλλʼ ὀλίγον τε καὶ μοχθηρόν. ἀμφότερα γὰρ γίνεται τοῖς δυσκράτοις τὴν γαστέρα κατὰ τὴν πυρώδη θερμασίαν, ὑπέρχεσθαι μὲν τὰ σιτία διαφθειρόμενα καὶ διὰ τοῦτο ὀλίγης ἐξ αὐτῶν ἀπολαύειν τὸ σῶμα τροφῆς, εἶναι δὲ καὶ αὐτὴν ταύτην οὐκ ἀγαθὴν διὰ τὸ μὴ πεπέφθαι καλῶς. οὐ γὰρ οἷόν τε γεννηθῆναι χρηστὸν αἷμα κατὰ τὸ ἧπάρ τε καὶ τὰς φλέβας, ἀπεπτηθέντων τε καὶ διαφθαρέντων ἐν τῇ γαστρὶ τῶν σιτίων. εἰ μὲν οὖν ὀλίγον, οὐ μὴν μοχθηρόν γʼ ἦν τούτων τὸ κατὰ τὰς φλέβας αἷμα, συνέβαινεν ἂν ἑλκύσαι αὐτὸ τὰς σάρκας, αὐτὰς μὲν ἧττον τρέφον, ἐκκενοῦν δʼ ἐκείνας, ὡς συνεστάλθαι τε καὶ φαίνεσθαι μόγις. ἐπεὶ δὲ οὐ μόνον ὀλίγον, ἀλλὰ καὶ μοχθηρόν ἐστιν, οὐδὲ τόθʼ ἑλκύσουσι, κἂν δέωνται, καθάπερ οὐδʼ ἡμεῖς αὐτοὶ προσιέμεθα τὰ κεκνισωμένα καί τινας ἑτέρας μοχθηρὰς ἔχοντα ποιότητας ἐδέσματα, κἂν πάνυ σφόδρα τροφῆς ὀρεγώμεθα. καὶ γὰρ καὶ ἡ ὄρεξις αὐτὴ παύεται γευσαμένων ἡμῶν τοιούτου σιτίου. κατὰ τοῦτʼ οὖν αἱ σάρκες ἐκ τῶν φλεβῶν ὀλίγον ἕλκουσιν εἰς θρέψιν αὐτὸ τὸ ἀναγκαιότατον, ὡς κατὰ βραχὺ χρόνῳ πλείονι κατὰ τὰς φλέβας ἀθροίζεσθαι μοχθηρὸν αἷμα. καὶ διὰ τοῦτʼ ἐν ταῖς φλεβοτομίαις οὐκ ἂν ἴδοις ποτὲ τῶν τοιούτων ἀνθρώπων ἐρυθρὸν αἷμα ῥέον, ἀλλʼ ὡς ἂν εἴποι τις ἑτέραν ἔχον χρόαν εὑρίσκεται τοῦτο, εὐθὺς δὲ καὶ δυσῶδες. καὶ εἰ ἐκ πολλοῦ χρόνου μὴ εἴη κεκενωμένος ὁ ἄνθρωπος, μέλαν φαίνεται τὸ αἷμα τὸ κατὰ τὴν φλεβοτομίαν ἐκκενούμενον, ἄλλοτʼ ἄλλην ἔχον ἐν πάχει τε καὶ λεπτότητι σύστασιν, ἐνίοτε μὲν ὀρρῶδες καὶ λεπτότερον, ἐνίοτε δὲ παχύτερον, ὥσπερ δὴ καὶ λίαν παχὺ καὶ μέλαν φαίνεταί ποτε, παραπλήσιον ὑγρᾷ πίττῃ.
ταῦτʼ οὖν ἅπαντα τὰ νῦν ἐπὶ κεφαλαίων εἰρημένα κατʼ ἄλλα μέν τινα τῶν εἰρημένων ὑπομνημάτων καὶ μάλιστα τῆς Θεραπευτικῆς μεθόδου τελέως ἐξείργασται, νυνὶ δὲ διὰ συντόμων εἴρηται παραλελειμμένα τοῖς ἐξηγηταῖς. εἰώθασι γὰρ πλεονάζειν μὲν ἐν τοῖς ἀχρήστοις, ἐκλείπειν δʼ ἐν τοῖς χρησιμωτάτοις. ἐγὼ γοῦν, ἐπειδὴ πάνυ χρήσιμός ἐστιν ὁ προκείμενος λόγος, ἀναλαβὼν αὐτὸν ἐπὶ κεφαλαίων αὖθις ἐρῶ, συνάψας τῇ τῆς προκειμένης ῥήσεως ἐξηγήσει. θερμοκοιλίους μὲν ἡγητέον αὐτὸν λέγειν, οὐχ ὥσπερ τοὺς παῖδας εἶπε καὶ τοὺς ἀθλητὰς πολὺ τὸ ἔμφυτον ἔχειν θερμὸν οὐδʼ ὡς ἐν χειμῶνι τὰς κοιλίας τῷ φυσικῷ θερμῷ θερμοτάτας ὑπάρχειν, ἀλλʼ ὡς τὸ δακνῶδές τε καὶ μοχθηρὸν θερμὸν οὐκ ὀλίγον ἔχοντας ἐν τῇ δυσκράτῳ γαστρί. τοὺς τοιούτους δὲ ψυχροσάρκους εἰκότως ὠνόμασεν, ἀτροφοῦντας ἀπορίᾳ χρηστῆς τε ἅμα καὶ δαψιλοῦς τροφῆς, ἣν ἐκ τοῦ κατὰ φύσιν αἵματος ἔχουσιν ἐν τοῖς εὐκράτοις σώμασιν. ἕπεται δὲ τῇ τοῦ αἵματος ἐνδείᾳ τὸ ψυχρὰς γίνεσθαι τὰς σάρκας, ἐπίκτητον δὴ τὴν θερμασίαν ἐξ αἵματος ἐχούσας, οὐκ οἰκείαν οὐδʼ ἔμφυτον ὡς ἧπάρ τε καὶ καρδία. λεπτοὶ δὲ ἐξ ἀνάγκης οὗτοι γίνονται διὰ τὴν ἔνδειαν τῶν σαρκῶν, ὧν αἱ μειώσεις τε καὶ αὐξήσεις εἰς λεπτότητα καὶ παχύτητα τὸ σύμπαν σῶμα προάγουσιν. λέγει δὲ τοὺς αὐτοὺς τούτους ἐπιφλέβους ὑπάρχειν, ὥσπερ εἰ καὶ οὕτως εἶπε· «τοῖς τοιούτοις ἐπιφανεῖς αἱ φλέβες εἰσί», τουτέστιν ἐκκείμεναι καὶ σαφεῖς ὡς ἂν αὗταί γε πλήρεις αἵματος οὖσαι καὶ γεγυμνωμέναι διὰ τὴν ἔνδειαν τῶν σκεπουσῶν αὐτὰς σαρκῶν. ἀλλὰ καὶ ὀξυθυμοτέρους αὐτοὺς εἶναί φησιν, οὐχ ἁπλῶς ὀξυθύμους ἢ ὑπερβολικῶς ὀξυθυμοτάτους, ὅπερ ἂν ἔπαθον, εἰ τὸ κατὰ τὴν καρδίαν θερμὸν ἦν πάμπολυ. τὸ δʼ ἐν τῇ γαστρὶ τῇ κακώσει τοῦ στόματος αὐτῆς ὀξυθυμοτέρους ἐργάζεται. δέδεικται γὰρ ὡς καὶ τοῦτο τὸ μόριον ἑαυτῷ συνδιατίθησι τὴν ψυχήν, ἀργαβοτέρους μὲν ἐργαζόμενον εἰς τὸ νοῆσαί τι καὶ πρᾶξαι, καθʼ ὃν ἂν χρόνον ἑαυτοῦ γένηται ψυχρότερον, ἑτοιμοτέρους δὲ νοῆσαι καὶ ὀργιζομένους ἐπὶ μᾶλλον θερμανθέν, οὐ τῇ κατὰ φύσιν δηλονότι θερμασίᾳ, τῇ δʼ ἐπικτήτῳ τε καὶ παρὰ φύσιν, περὶ ἧς ὁ λόγος ὅδε σύμπας ἡμῖν διήνυσται.
τοῖς δʼ Ἱπποκρατείους μὲν ἑαυτοὺς ὀνομάσασιν, ἀγνοοῦσι δὲ τὰ κυριώτατα δόγματα τῆς Ἱπποκράτους τέχνης, οἷς καὶ τὰ διὰ τῆς ἐμπειρίας φαινόμενα μαρτυρεῖ, μέμψασθαι δίκαιον, οὐχ ὡς ἡμεῖς εἰρήκαμεν, ἀλλʼ ἑτέρως ποιησαμένοις τὴν ἐξήγησιν. οἴονται γὰρ ἐπὶ τῶν θερμοτέρων κοιλιῶν τὰ τοῦ συμφύτου θερμοῦ ῥέπειν εἰς τὸ βάθος, ἀπολείπειν δὲ τἀκτὸς μέρη καὶ διὰ τοῦτο ψυχροσάρκους ἐργάζεσθαι τοὺς ἀνθρώπους. ἀλλʼ αἱ τοιαῦται ῥοπαὶ κατὰ μὲν τὰς ὥρας καὶ τὰς χώρας καὶ ὅλως τὰς καταστάσεις τοῦ περιέχοντος καὶ ἐγρηγόρσεις τε καὶ ὕπνους γίνονται, καθάπερ γε κἀν τοῖς ψυχικοῖς πάθεσι, λύπαις καὶ φόβοις, ἡδοναῖς τε σωματικαῖς καὶ χαραῖς ψυχικαῖς. οὔτε δὲ φυσικὴ κατασκευὴ σώματος οὔθʼ ἡλικία κατεργάζεται τοιαύτην μετάστασιν ἐμφύτου θερμασίας, ἀλλʼ εἰσίν, ὡς κἀν τοῖς Ὑγιεινοῖς ἐδείχθη, μοχθηραὶ κατασκευαὶ σώματος, ἔνιαι μὲν ἐν ὅλῳ τῷ ζῴῳ δυσκρασίαν ἔχουσαι, τινὲς δʼ ἐν τῇ τῶν μορίων ἀνωμάλῳ κατασκευῇ, καθάπερ καὶ ἡ κατὰ τὴν προκειμένην ῥῆσιν εἰρημένη περὶ τῶν ἐν μοχθηρᾷ καταστά σει τὴν κοιλίαν ἐχόντων, οὐκ ἐν ἀρίστῃ, καθάπερ αἱ τὸ ἔμφυτον ἔχουσαι θερμὸν πολὺ καὶ διὰ τοῦτο εἰς εὐσαρκίαν συντελοῦσαι τὰ μέγιστα καὶ παχύνουσι τὴν ἕξιν, οὐ καθαιροῦσι καὶ λεπτύνουσι ταῖς δυσκράτοις ὁμοίως.
Αὐχμῶν ἐπὶ γῆς οἰωνῶν γένος εὐθηνεῖ. Οἱ γὰρ ὄρνιθες, ὡς ἂν ξηρότεροι τὴν κρᾶσιν ἡμῶν ὄντες, ἐν τοῖς αὐχμοῖς ὑγιαίνουσι μᾶλλον. ἴσμεν δὲ καὶ τροφαῖς αὐτοὺς ξηροτέραις ὀλίγῳ τε ποτῷ χρωμένους, οὐχ ὥσπερ οἱ σύες ὕδατι συνεχῶς λούεσθαι ποθοῦντες ἐμπίπλασθαί τε συνεχῶς οὐκ ὀλίγου ποτοῦ.
Τράγος, ὁκότερος ἂν φανῇ ἔξω ὄρχις, ἢν μὲν δεξιός, ἄρρεν, εὐώνυμος δὲ θῆλυ.
Ἐν τῇ μεταβολῇ τῆς τῶν παίδων ἡλικίας εἰς τὴν τῶν μειρακίων, ὥσπερ ἥ τε τοῦ σπέρματος αὐτοῖς γένεσις ἄρχεται καὶ τριχῶν τῶν ἐπὶ τοῖς αἰδοίοις, οὕτω καὶ ἡ τῶν ὄρχεων αὔξησις ἀθρόα, καθάπερ γε ταῖς παρθένοις ἡ τῶν τιτθῶν ἅμα τῇ τῶν καταμηνίων φορᾷ. τηνικαῦτα τοίνυν καὶ ἡ τῆς φωνῆς γίνεται μεταβολὴ τοῖς ἄρρεσι μάλιστα, πρότερον γὰρ ὄντες ὀξύφωνοι, τελέως μὲν ἡβήσαντες ἀποτελοῦνται βαρύφωνοι, κατὰ δὲ τὸν μεταξὺ χρόνον οἱονεὶ βραγχώδης αὐτοῖς ἡ φωνὴ γίνεται. διὰ τί μὲν οὖν ἐπιφαίνεται ταῦτα πάντα κατὰ τὴν εἰρημένην ἡλικίαν, ὁ παρὼν οὐ χρῄζει λόγος ἀναζητεῖν· ὅτι δʼ ἐπιφαίνεται ταῦτα πάντα καὶ ἡ ἐμπειρία δείκνυσιν, ὥσπερ γε καὶ ὅτι τῶν ὄρχεων εἰ μὲν ὁ δεξιὸς πρότερον εἰς ὄγκον ἀρθείη, τὰ τοιαῦτα μειράκια τελειωθέντα καὶ ἀνδρωθέντα παῖδας ἄρρενας γεννᾶν ἰσχύει μᾶλλον ἤπερ θηλείας· εἰ δʼ ὁ ἀριστερός, ἔμπαλιν. οὕτω δὲ καὶ περὶ τῆς μήτρας φρονεῖ. κατὰ γοῦν τοὺς Ἀφορισμοὺς ἔγραψεν· «ἔμβρυα τὰ μὲν ἄρρενα ἐν τοῖς δεξιοῖς, τὰ δὲ θήλεα ἐν τοῖσιν ἀριστεροῖσι μᾶλλον.» ἅπερ οὖν εἴρηταί μοι περὶ τοῦδε κατὰ τὴν τῶν Ἀφορισμῶν ἐξήγησιν, ἐπὶ τὸν ἐνεστῶτα μετοίσεις λόγον, αἰτίας μιᾶς οὔσης κοινῆς ἐπί τε τῶν ἀρρένων καὶ τῶν θηλειῶν, διʼ ἣν τὰ μὲν ἀριστερὰ μέρη τῶν θηλειῶν ἐστι γεννητικά, τῶν δʼ ἀρρένων τὰ δεξιά. λέλεκται δὲ περὶ τούτου κἀν τοῖς Περὶ χρείας μορίων.
Ὀφθαλμοὶ ὡς ἂν ἰσχύος, οὕτω καὶ γυῖον καὶ χροιὴ ἐπὶ τὸ κάκιον ἢ βέλτιον ἐπιδίδωσιν.
Εὔδηλον δὴ ὅτι προσυπακοῦσαι χρὴ τῷ ὡς ἂν ἰσχύος τὸ ἔχωσιν, ὅπερ ἔνιοι καὶ προσέγραψαν. … ἡ γοῦν διάνοια τῆς ῥήσεως, ὡς ἐμοὶ δοκεῖ κάλλιστά τις ἐξηγήσασθαι παραλιπὼν τὰ μοχθηρῶς εἰρημένα τοῖς πλείστοις, ἥδʼ ἂν μάλιστα γένοιτο· «ἡγοῦμαι τὸν Ἱπποκράτην διδάσκειν, ὅπως ἄν τις ἀπὸ τῶν ὀφθαλμῶν διαγινώσκοι περὶ τῆς ἐν ὅλῳ τῷ σώματι διαθέσεως, ἐπειδὴ μάλισθʼ οὗτοι τὴν βεβαιοτάτην ἐνδείκνυνται διάγνωσιν.» ἐπὶ γοῦν τῶν λειποθυμησάντων ἢ ἄλλως ἐκλυθέντων τὴν δύναμιν οὐδὲ θεασάμενος χεῖρά τις ἢ σκέλος ἢ τοῦ προσώπου τἄλλα μόρια χωρὶς τῶν ὀφθαλμῶν ἐξευρεῖν τι δυνήσεται περὶ τῆς κατὰ δύναμιν ἀρρωστίας τε καὶ ῥώμης, ὥσπερ εἰ τοὺς ὀφθαλμοὺς θεάσαιτο· προδήλως γὰρ ἐν αὐτοῖς εὐτονία τε καὶ ἀτονία φαίνεται, τινῶν μὲν οὖν ὀξυδερκούντων ἀναπεπταμένων τῶν βλεφάρων, ἐνίων δὲ μηδὲ διοῖξαι τελέως αὐτὰ δυναμένων. καὶ ἡ χρόα δʼ αὐτῶν καὶ ὁ ὄγκος ἐνδείκνυταί τι περὶ τῆς δυνάμεως. ἀρρωστούσης μὲν γὰρ αὐτῆς οἱ ὀφθαλμοὶ κοῖλοί τε καὶ αὐχμηροὶ καὶ κακόχροοι φαίνονται. ῥωσθείσης δʼ εὐχροοῦσί τε καὶ εἰς ὄγκον αἴρονται καὶ στιλπνὴν ἔχουσιν ὑγρότητα. ταῦτα μὲν οὖν ἐναργῶς φαίνεται γινόμενα καὶ χωρὶς τοῦ τὴν αἰτίαν ἐπίστασθαι, διʼ ἣν γίνεται. δήλη δὲ καὶ ἡ αἰτία τοῖς ἐπισταμένοις, ὁποία τίς ἐστιν ἡ φύσις τῶν ὀφθαλμῶν, ὑπὲρ ἧς ἐν ἄλλοις τε καὶ τοῖς ὀπτικοῖς λόγοις ἀπεδείξαμεν, ὡς αὐγοειδὲς πνεῦμα ψυχικὸν ἐξ ἐγκεφάλου πλεῖστον εἰς ὀφθαλμοὺς παραγίνεται. τοῦτʼ οὖν ὅταν ἄρρωστον ἢ ὀλίγον ᾖ, κατὰ τοὺς ὀφθαλμοὺς τὰ ἄρτι λελεγμένα γίνεται συμπτώματα.
καὶ ἡ χροιὴ δέ, φησί, τουτέστι τὸ χρῶμα, μεταβάλλει πρὸς τὸ βέλτιον ἢ χεῖρον. εὔδηλον δέ, εἴτε περὶ τῶν ὀφθαλμῶν ἔτι ποιεῖται τὸν λόγον εἴτε περὶ τῆς καθʼ ὅλον τὸ σῶμα χρόας. ἑκάτερον γὰρ αὐτῶν ἀληθές ἐστι, τῶν μὲν ὀφθαλμῶν ὥσπερ ἰσχὺν καὶ ἀσθένειαν, οὕτω καὶ εὔχροιάν τε καὶ δύσχροιαν ὑπαλλαττομένων, ἀκολουθούσης δὲ τούτοις καὶ τῆς καθʼ ὅλον τὸ σῶμα διαθέσεως. ἐὰν μὲν γὰρ εὐχροῶσιν οἱ ὀφθαλμοί, τὸ γυῖον ὑγιεινῶς ἔχειν δηλοῦσι, τουτέστιν ὅλον τὸ σῶμα. κακόχροιαν δέ τινα ἔχοντες καὶ εὐθὺς αὐτὸ πᾶν βεβλάφθαι δηλοῦσι. θᾶττον δὲ τῶν ἄλλων μορίων ἐν ὀφθαλμοῖς ἡ μεταβολὴ φαίνεται τῶν χρωμάτων διὰ τὸ καθαρόν τε καὶ λαμπρὸν αὐτῶν. οὐ μόνον δὲ τοῦτο δύναται σημαίνειν ἡ λέξις, ἀλλὰ καὶ τὴν ἐν ὅλῳ τῷ σώματι μεταβολὴν τῆς χρόας ἕπεσθαι τοῖς κατὰ τὼ ὀφθαλμὼ σημείοις. ἀπὸ μὲν οὖν τῶν ὀφθαλμῶν οὕτως ἡ διάγνωσις ἐφʼ ὅλον τὸ σῶμα μετάγεσθαι δύναται, καθʼ ἑαυτὴν δὲ τὴν λέξιν ἐξηγεῖσθαι δυνα τὸν ἄνευ τῶν ὀφθαλμῶν, ἐὰν συνάπτῃ τις αὐτῇ τὴν ἐπιφερομένην. ἑξῆς οὖν ἀπʼ ἄλλης ἀρχῆς οὕτως αὐτὴν ἐξηγήσομαι.
Καὶ χροιὴ ἐπὶ τὸ κάκιον ἢ βέλτιον ἐπιδίδωσι. δίκαιον δὲ, ὡς ἂν ἔχῃ ἡ τροφή, οὕτω καὶ τὸ ἔξω ἕπεσθαι.
Τὴν χρόαν ἀνὰ λόγον τῇ τροφῇ, τουτέστι τῷ αἵματι, πρὸς τὸ κάκιον ἢ βέλτιον ἐπιδιδόναι φησί. αἷμα δὲ λέγει νῦν ὅλον τὸν ἐν τοῖς ἀγγείοις χυμόν, ἐν ᾧ καὶ φλέγματός τι καὶ χολῶν καὶ ἰχώρων περιέχεται. τοῦτο γὰρ ἄμεινόν τε καὶ χεῖρον γίνεται. τὸ δʼ ἐν αὐτῷ περιεχόμενον, ὃ κυρίως αἷμα λέγεται καὶ κατὰ τὴν ἐπικράτειαν αὐτοῦ τὸ σύμπαν ὀνομάζεται, μοχθηρὸν εἰπεῖν ἀδύνατον, ὥσπερ οὐδʼ ἄλλην τινὰ χρόαν ἔχον ὅτι μὴ τὴν ἐρυθράν.
Σημεῖα θανατώδεα ἀνὰ ῥινὸν θερμὸς ἀτμός· πρότερον δὲ ῥὶς ψυχρὸν πνεῦμα ἀφίησιν.
Ἐάν τε κατʼ αἰτιατικὰς πτώσεις γεγραμμένον ᾖ θερμὸν ἀτμόν, ἐάν τε κατʼ εὐθείας θερμὸς ἀτμός, ἑκατέρως δεῖ τι προσυπακούεθαι. βούλεται γὰρ ὁ νοῦς τῆς λέξεως εἶναι τοιοῦτος· «ἐκ τῶν θανατωδῶν σημείων ἐστὶ καὶ ταῦτα, τὸ θερμὸν ἀτμὸν ἐκκενοῦσθαι διὰ τοῦ δέρματος ἐπὶ προηγησαμένῳ ψυχρῷ πνεύματι κατὰ τὴν ἐκπνοήν.» εἰ δὲ καὶ κατʼ εὐθείας πτώσεις ἐθέλοις ἑρμηνεῦσαι τὴν αὐτὴν διάνοιαν, οὕτως ἂν εἴποις μάλιστα· «σημεῖα θανατώδη διὰ τοῦ δέρματος θερμὸς ἀτμὸς ἐκκενούμενος ἐπὶ προηγησαμένῳ ψυχρῷ πνεύματι κατὰ τὴν ἐκπνοήν.» ἀλλὰ τοῦτο μὲν αὐτὸ τὸ τῆς ψυχρᾶς ἐκπνοῆς ὅτι τῶν ὀλεθριωτάτων ἐστί, καὶ κατὰ τὸ Προγνωστικὸν εἴρητο κατὰ τήνδε τὴν λέξιν· «ψυχρὸν δʼ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίνεται.» νυνὶ δὲ προσέθηκέ τι σύμπτωμα τοῖς οὕτως ἔχουσιν οὐκ ἀεὶ γινόμενον. ἐκρεῖ γὰρ ἀτμὸς θερμὸς ἀθρόως ἐκ τοῦ δέρματος, ἀλλʼ οὔτε πᾶσιν, ὡς ἔφην, οὔτʼ ἐν παντὶ καιρῷ, καὶ ταῦτʼ ἐχρῆν διδάσκειν τοὺς ἃ μὴ δεῖ φλυαροῦντας ἐξηγητάς. ἐπʼ ἐκείνων γὰρ μόνων εὑρήσεις τὸ τοιοῦτον γινόμενον, ἐφʼ ὧν προηγήσατο τοῦ θανάτου θερμότατος πυρετὸς ἐκφρύξας τὸ τῆς καρδίας αἷμα καὶ διὰ τοῦτο καταψύξας αὐτὴν ἐπὶ τῇ τελευτῇ. λυθέντος οὖν τοῦ ζωτικοῦ τόνου, νεκρουμένης τῆς καρδίας, ἐπὶ μὲν τῶν ἄλλων ἱδρῶτες γίνονται συγκοπτικοί, περιουσίας ὑγρῶν οὔσης κατὰ τὸ σῶμα. τοῖς δὲ ἀπὸ τοῦ διακαοῦς πυρετοῦ προεξηρασμένοις ἀντὶ τῶν ἱδρώτων ἀτμὸς θερμὸς ἁπτομένῳ σοι φανεῖται διαπνεόμενος, οὐ μὴν οὐδʼ οὗτος ἐν παντὶ καιρῷ τοῦ νοσήματος, ἀλλʼ ὁπότε τῷ χρόνῳ προήκοντι καταψύχεται τὸ δέρμα, κενωθείσης τῆς ἀτμώδους οὐσίας, ἥτις ὑπὸ τοῦ διακαοῦς πυρετοῦ λεπτυνομένων τῶν χυμῶν ἤθροιστο κατὰ τὸν τοῦ νοσήματος χρόνον. οὐ γὰρ δὴ κατʼ ἐκεῖνόν γε τὸν καιρόν, ἐν ᾧ συμβαίνει νεκροῦσθαι τὴν καρδίαν, οἷόν τε γεννηθῆναι μὴ ὅτι θερμὸν ἀτμόν, ἀλλὰ μηδὲ ψυχρὸν ἢ χλιαρόν. ἅπασα μὲν οὖν καρδία πλησίον τοῦ θανάτου ψυχρὰν ἴσχει δυσκρασίαν, οὐ μὴν ἐν ἁπάσῃ γε νόσῳ θανατώδει τοιαύτη διὰ παντός ἐστιν, ἀλλʼ, ὡς εἴρηται, θερμοτάτη πολλάκις ἐν τοῖς περικαεστάτοις πυρετοῖς. ὅταν οὖν νοσῇ ψυχρὰν δυσκρασίαν ἡ καρδία, τὸν θερμὸν ἀτμὸν οὐκ ἂν εὕροις ἐκκενούμενον, ὅταν ἐγγὺς τοῦ θανάτου γενόμενος ὁ κάμνων ἄρξηται ψυχρὸν ἐκπνεῖν, οὐδὲ προλελέπτυνται τοῖς οὕτως ἔχουσι τὰ ὑγρά, μήτε πυρετὸν διακαῆ πυρέξασι μήτε χυμοὺς ἔχουσι χολώδεις, θερμοὺς μὲν τῇ κράσει, λεπτοὺς δὲ τῇ συστάσει. ἐν γὰρ ταῖς ψυχραῖς δυσκρασίαις οἱ φλεγματώδεις καὶ ὠμοὶ καὶ παχεῖς καὶ ὅλως ψυχροὶ χυμοὶ πλεονάζουσιν, οὐχ οἱ χολώδεις καὶ θερμοὶ καὶ λεπτοί.
Τὰ δὲ ζωτικὰ ἐναντία.
Μάχεται τοῦτο φανερῶς τοῖς εἰρῆσθαι νομίζουσι θανατῶδες σημεῖον ἐν τῇ προειρημένῃ ῥήσει τὸν θερμότατον πυρετόν. ὡς γὰρ ἀνταποδιδοὺς τῷ κατʼ ἀρχὴν εἰρημένῳ «σημεῖα θανατώδεα» νῦν ἔγραψε τὰ δὲ ζωτικὰ ἐναντία. καίτοι κατὰ τὴν ἐκείνων ἐξήγησιν οὐ συνῆπται τῷ «θανατώδη σημεῖα» τὸ μετὰ ταῦτα γεγραμμένον, ἀνάρρινον θερμότατον, … καίτοι τὸ «ἀνάρρινον θερμότατον» οὐκ ἔχει τὸ αὐτῷ προσκείμενον, εἴτε θανατῶδές ἐστιν εἴτε μή. οὐ γάρ ἐστι θανατῶδες, εἰ μὴ προηγήσαιτο τὸ εἰρημένον ὑφʼ Ἱπποκράτους «πρότερον δὲ ῥὶς ψυχρὸν πνεῦμα ἀφίησιν.» ἐὰν γὰρ ἄνευ τούτου γένηται θερμότατος ἀτμὸς κατὰ τὸ δέρμα, δύναται λεπτομερῶν χυμῶν ἐν θερμῷ πυρετῷ σύμπτωμα γεγονέναι, μὴ πάντως θανάτου σημεῖον, ἀλλʼ ἔστιν ὅτε καὶ πρὸς ἀγαθοῦ διαπνεομένων τῶν λελεπτυσμένων χυμῶν, οὕς, ὅταν ὦσι παχυμερέστεροι, διʼ αἰσθητῶν ἐκκρίσεων ἡ φύσις ἐκκενοῖ τοῦ σώματος ἱδρῶτάς τε κινοῦσα καὶ πλῆθος οὔρων ἢ διαχωρημάτων ἢ ἔμετον ἐπάγουσα. ἔσται τοιγαροῦν ἐναντία τῶν εἰρημένων θανατωδῶν σημείων τὰ ζωτικὰ μήτε ψυχρὸν ἐκπνεῖν μήτʼ ἐκκενοῦσθαι διὰ τοῦ δέρματος ἀτμὸν θερμόν. εἰκότως δὲ καὶ οἱ περὶ τὸν Ζεῦξιν ἰδίᾳ τὸ «σημεῖα θανατώδεα» προεξηγησάμενοι περιεῖλον ὅλην τήνδε τὴν λέξιν, ἐν ᾗ φησι τὰ ζωτικὰ ἐναντία.