eul_wid: qmm-be
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Whether Blood Is Contained In Arteries by Galen of Pergamon

Whether Blood Is Contained In Arteries is a concise medical treatise composed in Greek by the physician Galen of Pergamon during his early career in Rome, around 162–166 CE. The work presents a focused, 34-passage logical disputation aimed at systematically refuting the established theory of the Erasistratean school, which maintained that arteries naturally contain only pneuma and not blood. Galen structures his argument as a direct rebuttal, marshaling evidence from animal vivisection and practical experiments, such as the ligation of arteries, to demonstrate conclusively that blood is present within them. This treatise stands as a clear early exemplar of Galen’s methodological commitment to empirical investigation over received dogmatic theory. The text survives intact and is accepted as an authentic component of Galen’s vast corpus. It effectively settled an ancient physiological debate, establishing the presence of blood in arteries as anatomical fact. It is frequently cited as a prime illustration of Galen’s experimental approach, even though his broader model of blood movement was later superseded by the discovery of the circulatory system.

Γαληνοῦ εἰ κατὰ φύσιν ἐν ἀρτηρίαις αἷμα περιέχεται

Ἐπειδὴ τιτρωσκομένης ἀρτηρίας ἡστινοσοῦν φαίνεται κενούμενον αἷμα, δυοῖν θάτερον ἀναγκαῖον ὑπάρχειν, ἢ ἐν αὐταῖς αὐτὸ περιέχεσθαι ταῖς ἀρτηρίαις ἢ ἑτέρωθεν μεταλαμβάνεσθαι. ἀλλʼ εἰ μεταλαμβάνεται, παντί που δῆλον ὡς ὅτʼ εἶχον κατὰ φύσιν, πνεῦμα μόνον ἐν αὐταῖς περιείχετο. εἰ δὲ τοῦτο, ἐν ταῖς τρώσεσιν ἐχρῆν πρότερον τοῦ αἵματος ἐκκενούμενον φαίνεσθαι τὸ πνεῦμα. οὐχὶ δέ γε φαίνεται· οὔκουν οὐδὲ μόνον ἔμπροσθεν περιείχετο. καὶ διὰ βραχυτέρου δʼ ἂν λόγου ταὐτὸν ἀποδειχθείη τόνδε τὸν τρόπον· «εἰ τιτρωσκομένων ἀρτηριῶν αἷμα παραχρῆμα φαίνεται κενούμενον, ἦν ἄρα ἐν ἀρτηρίαις αἷμα καὶ πρὸ τοῦ τρωθῆναι». δῆλον γάρ, ὡς ἐν τούτῳ τῷ λόγῳ τὸ «παραχρῆμα» προσκείμενον ἀληθῆ ποιεῖ τὴν τοῦ ἑπομένου ἐν τῷ συνημμένῳ πρὸς τὸ ἡγούμενον ἀκολουθίαν. ἁπλῶς μὲν γὰρ ῥηθὲν χωρὶς τοῦ «παραχρῆμα» τόνδε τὸν τρόπον· «εἰ τιτρωσκομένων ἀρτηριῶν αἷμα φαίνεται κενούμενον» ἑπόμενον ἕξει τὸ κατʼ ἀρχὰς εὐθὺς ῥηθὲν τὸ «ἤτοι καὶ πρόσθεν ἐν αὐταῖς περιείχετο ἢ νῦν μεταλαμβάνεται», συνθέτου δηλονότι τοῦ παντὸς λόγου γιγνομένου τόνδε τὸν τρόπον· «εἰ τιτρωσκομένων ἀρτηριῶν φαίνεται κενούμενον αἷμα, ἤτοι ἐν αὐταῖς περιείχετο ταῖς ἀρτηρίαις ἢ ἑτέρωθεν μεταλαμβάνεται· ἀλλὰ μὴν τιτρωσκομένων τῶν ἀρτηριῶν φαίνεται κενούμενον αἷμα, οὐ μεταλαμ βάνεται δέ, ὡς δείξομεν. ἐν αὐταῖς ἄρα ταῖς ἀρτηρίαις περιείχετο». πῶς οὖν δείκνυμεν ὅτι μὴ μεταλαμβάνεται; εἰ μετελαμβάνετο, ἐφαίνετο δήπου πρὸ αὐτοῦ κενούμενον πνεῦμα· ἀλλὰ μὴν οὐ φαίνεται· οὐκ ἄρα μεταλαμβάνεται. ἀρκεῖ τοῦτο εἰς ἀπόδειξιν τοῖς μήθʼ αἱρέσει τινὶ προκατειλημμένοις μήτʼ ἀγνοοῦσιν ἀληθεῖς λόγους διακρίνειν ψευδῶν. ἐπεὶ δʼ οὐ πάντες τοιοῦτοι, πλειόνων ἴσως πρὸς ἐκείνους δεήσει λόγων. ἀντιλαμβάνονται γοῦν οἱ περὶ τὸν Ἐρασίστρατον ψεῦδος εἶναι φάσκοντες τὸ συνημμένον. οὐ γὰρ ἀληθὲς ὑπάρχειν φασὶ τὸ «εἰ μετελαμβάνετο, ἐφαίνετʼ ἂν πρὸ αὐτοῦ κενούμενον πνεῦμα»· δύναται γὰρ κενοῦσθαι μέν, μὴ φαίνεσθαι δέ, λεπτομερὲς ὂν καὶ κοῦφον καὶ διὰ τοῦτο ῥᾳδίως ἐκπεμπόμενον. ἀναγκαῖον οὖν αὖθις ἡμῖν δεικνύειν ὡς οὐκ ἂν λάθοι. πῶς οὖν ἀποδείκνυμεν; πολυειδῶς μὲν ἄν, ἵνα δὲ καὶ σαφεῖς γίγνωνται οἱ λόγοι καὶ τάξει προΐωσιν, ἀναγκαῖον αὐτοὺς ἐκείνους ἐρέσθαι, πῶς ἐκκενοῦσθαι θέλουσι τὸ πνεῦμα, πότερον ἐξ ἑαυτοῦ φερόμενον ἢ πρὸς ἑτέρου τινὸς ὠθούμενον. ἀποκρινοῦνται δʼ οὐχ ὡσαύτως ἅπαντες, ἀλλʼ οἱ μὲν ἐξ ἑαυτοῦ φέρεσθαί φασιν, οἱ δὲ ὑπὸ τῆς καρδίας ὠθεῖσθαι. καὶ τοίνυν καὶ ἡμῖν ἑκατέροις ἐν μέρει δεικτέον ἐστὶν ὡς ἀδύνατα λέγουσιν.

Ἀρκτέον δʼ ἀπὸ τῶν ἐξ ἑαυτοῦ φέρεσθαι λεγόντων. ἢ γὰρ τοῦτο πάντως δήπου λεπτομερέστερον οἷον τὸ αἰθερῶδες ἢ ἄλλως πως θερμότερον εἶναι φήσουσιν αὐτὸ τοῦ περιέχοντος ἡμᾶς ἀέρος· οὐδὲ γὰρ τρίτον ἕξουσιν εἰπεῖν πνεύματος σύμπτωμα, διʼ ὃ φέρεσθαι δύναιτο ἄν. λεπτομερέστερον μὲν οὖν οὐκ ἂν εἴη τὸ κατὰ τὰς ἀρτηρίας πνεῦμα τοῦ περιέχοντος ἡμᾶς ἀέρος, ὡς ἡ γένεσις αὐτοῦ διδάσκει. γίγνεται γὰρ κατὰ τὸν Ἐρασίστρατον ἐκ τοῦ περιέχοντος ἡμᾶς ἀέρος εἴσω τοῦ σώματος εἰς μὲν τὰς κατὰ πνεύμονα πρώτας ἀρτηρίας ἐλθόντος, ἔπειτα δὲ εἴς τε τὴν καρδίαν καὶ τὰς ἄλλας. εἰς ὅσον οὖν ὑγροτέροις ὁμιλεῖ σώμασιν, εἰς τοσοῦτον εἰκὸς αὐτὸ παχυμερέστερόν τε καὶ ἀτμωδέστερον γίγνεσθαι. θερμότερον δὲ γίγνεται, ἀλλʼ ὡς ἀτμὸς ἄνω φερόμενον οὔτε ἀφανῆ τὴν κένωσιν οὔτε οὕτως ὠκεῖαν ἕξει. Πραξαγόρας μὲν οὖν καὶ παχυμερέστερον αὐτὸ καὶ ἱκανῶς ἀτμῶδες εἶναί φησιν, Ἐρασίστρατος δέ, ὅπῃ μὲν ἔχει πάχους, οὐ διώρισεν, ἐξ ὧν δʼ ὑπὲρ αὐτοῦ λέγει τεκμήραιτʼ ἄν τις οὐδαμῶς αὐτὸ προσήκειν εἶναι λεπτόν. τάς τε γὰρ ἀρτηρίας ὑπʼ αὐτοῦ πληρουμένας διαστέλλεσθαί φησι καὶ τὰς τῶν μυῶν κοιλίας ὡσαύτως, οὐδετέρου δὴ τούτων γίγνεσθαί ποτʼ ἂν δυνηθέντος, εἰ λεπτομερὲς ἀκριβῶς ὑπῆρχεν· οὐ γὰρ δὴ ἴσχεσθαί γε τὸ τοιοῦτον μᾶλλον ἐν τοῖς σώμασιν, ἀλλʼ ἐκπέμπεσθαι πρέπει. τί ποτʼ οὖν ἐκφυσώμενον οὐ φαίνεται παραπλησίως τῷ κατὰ τὰς ἐκτὸς τοῦ θώρακός τε καὶ τοῦ περιτοναίου καὶ τῆς φάρυγγος τρώσεις; γελοῖον δʼ ἴσως ποιοῦμεν ἐξ ἑτέρων αὐτὸ συλλογιζόμενοι, παρὸν αὐτῶν ὑπομνῆσαι τῶν ἀρτηριῶν, ἐξ ὧν ὅταν ἁθρόον ἐξακοντίζηται τὸ αἷμα, σαφῶς ἐκφυσώμενον φαίνεται. ὡς γὰρ θερμότερον, οὕτω καὶ ἀτμωδέστερον τὸ κατὰ τὰς ἀρτηρίας αἷμα. οὐ μὴν αὐτός γε καθʼ ἑαυτὸν ἀτμὸς ἢ ἀὴρ ἢ αἰθὴρ ἢ ὅλως πνεῦμα περιεχόμενον ἐν αὐταῖς φαίνεται. καὶ γὰρ εἰ τῇ λεπτοτάτῃ βελόνῃ διατρήσαις ἀρτηρίαν, εὐθὺς ἐξακοντίζεται τὸ αἷμα. ἐχρῆν δʼ οἶμαι καὶ εἰ μὴ διὰ τοῦ μεγάλου τραύματος, ἀλλὰ διὰ γοῦν τοῦ μετρίου μὴ ταχέως μηδʼ ἀναισθήτως, ἀλλʼ ἐν χρόνῳ πλείονι κενοῦσθαι τὸ πνεῦμα. πρὶν γὰρ ἐκεῖνο κενωθῆναι πᾶν, πῶς ἂν ἐκπίπτοι διὰ τοῦ τραύματος τὸ αἷμα, λέγοντός γε αὐτοῦ τοῦ Ἐρασιστράτου τὰς πορρωτάτω κειμένας ἀρτηπίας πρώτας ἀπολαύειν τῆς μεταχύσεως; εἰ δὲ καὶ μὴ πρὸς ἐκείνου γεγραμμένον ἦν, ἐξ ἀνάγκης ἠκολούθησε ταῖς ὑποθέσεσιν. εἰ γὰρ συνεχὲς αὑτῷ πάντως ἐστὶ τὸ κατὰ τὰς ἀρτηρίας πνεῦμα καὶ οὕτως εὐκίνητόν τε καὶ λεπτὸν ὡς ἐν ἀκαρεῖ χρόνῳ κενοῦσθαι ῥᾳδίως, οὐ τὸ μὲν ἐν ταῖς διαιρουμέναις ἀρτηρίαις κενωθήσεται μόνον, τὸ δʼ ἐν ταῖς ἄλλαις ἁπάσαις μενεῖ. πρόδηλον γὰρ ὡς τῷ τε προτέρῳ τῷ κατὰ τὴν τετμημένην τὸ λοιπὸν ἅπαν ἑτοίμως ἀκολουθήσει καὶ πρώτη ταῖς ὑστάταις ἐπίδηλος ἡ κένωσις γενήσεται μηκέτʼ ἐχούσαις ἑτέρας ὅθεν μεταληφθήσεται. ἐν αὐταῖς οὖν πρώταις κίνδυνος τοῦ κενὸν γενέσθαι τόπον, εἰ μή τις οὐσία πληρώσειε τὴν χώραν τοῦ μεταλαμβανομένου πνεύματος. καὶ διὰ τοῦτʼ ἐξ ἀνάγκης ἕπεται τὸ διὰ τῶν συναναστομώσεων ὡς αὐτός φησιν αἷμα τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ καὶ τοῦτο ὥσπερ προσδεδεμένον τῷ κατὰ τὰ πέρατα τῶν ὑστάτων ἀρτηριῶν πνεύματι πρῶτον μὲν ἅπαντος τοῦ ἄλλου αἵματος, ὕστερον δὲ παντὸς τοῦ κατὰ τὰς ἀρτηρίας πνεύματος κενωθήσεται. δύο οὖν ἄτοπα μέγιστα συμβήσεται κατὰ τὸν λόγον, πρότερον μὲν τὸ διὰ τοῦ κατὰ τὴν βελόνην τρήματος ἅπαν ἐκκενοῦσθαι τὸ κατὰ τὰς ἀρτηρίας πνεῦμα ταχέως οὕτως ὥστε λαθεῖν, δεύτερον δὲ τὸ ζῆν ἔτι τὸ ζῷον ἅπαντος τοῦ ζωτικοῦ πνεύματος ἐκκενουμένου. ἀλλὰ τοιαῦτα καὶ μετʼ ὀλίγον ἐξέσται διελθεῖν.

Ἐπὶ δὲ τὸ λοιπὸν τῶν προτεθέντων μεταβάντες ἐπιδείξομεν ὡς οὐδʼ εἰ παρὰ τῆς καρδίας θλιβούσης ἐπιπέμποιτο τὸ πνεῦμα ταῖς ἀρτηρίαις, πιθανὸν οὐδʼ οὕτως ἐστὶ τὸ τῆς παρεμπτώσεως δόγμα. τί γὰρ καὶ βούλεται; πότερον εἰς ἔσχατον πεφυκέναι συστέλλεσθαι τὰς ἀρτηρίας ὥσπερ καὶ τὰς φλέβας ἢ ὅπερ ἀληθές ἐστι μέχρι τινός; ἔστω πρότερον τὸ εἰς ἔσχατον, ἵνα μηδὲν παραλείπηται. ἀλλʼ εἰ τοῦτο, μοχθηρὸς ὁ λόγος ἔσται καὶ ἀπέραντος παρὰ τὸ τῆς διαιρέσεως ἐλλιπές. οὐκέτι γὰρ ἔξεστι λέγειν «κενουμένου τοῦ πνεύματος ἤτοι κενὸς ἔσται τόπος ἁθρόος ἢ τὸ συνεχὲς ἀκολουθήσει», ἀλλʼ ὑπομνήσωμεν αὐτὸν ὡς καὶ τρίτον ἔστι παραλειπόμενον ἐν τῇ διαιρέσει· «τὸ κενούμενον ἀγγεῖον συσταλήσεται», καὶ διὰ τοῦτʼ ἀπέραντος ὁ λόγος γενήσεται. προσληφθέντος γὰρ ἑνὸς λήμματος ἀληθοῦς τοῦ «ἀλλὰ μὴν οὐ γίγνεται κενὸς ἁθρόος τόπος» οὐκέτʼ ἔξεστι λέγειν «τὸ ἄρα συνεχὲς ἀκολουθήσει», ἀλλὰ τί ποτʼ ἔσται τὸ συμπέρασμα; «ἤτοι ἄρα τὸ συνεχὲς ἀκολουθήσει ἢ τὸ ἀγγεῖον συσταλήσεται». οὕτως μὲν οὖν μοχθηρὸς ὁ τῆς παρεμπτώσεως ἐπιδειχθήσεται λόγος, εἰ τελέως ἡ ἀρτηρία συστέλλοιτο. εἰ δὲ μέχρι ποσοῦ τινος, ἐκεῖνος αὖθις ὁ λόγος ἀποδειχθήσεται μοχθηρός, ἐὰν τὸ κατὰ τοὺς ἁπαλοὺς καλάμους ἀναμνησθῶμεν φαινόμενον, οἷς ἐμφυσῶντες ἐπὶ τοσοῦτον αὐτοὺς διαστέλλομεν ἐφʼ ὅσον πεφύκασιν, εἶτʼ αὖθις ἐκκενοῦται κατὰ τὸ πέρας ὁ ἀὴρ τοσοῦτον εἰς ὅσον ὁ κάλαμος πέφυκε συστέλλεσθαι. πλέον γὰρ οὐκ ἂν ὁ κάλαμος οὔτʼ ἐκτείνοιτο φυσώντων οὔτʼ αὖ συστέλλοιτο. ὅσον γὰρ ἐνεφυσήσαμεν, τοσοῦτον ἀναγκαῖον κενοῦσθαι μόνον· ὅσον δʼ ἔφθανεν ἀέρος περιέχεσθαι καὶ πρὶν ἡμᾶς ἐμφυσῆσαι, τοῦθʼ ὑπομένειν ἀναγκαῖον. οὕτως οὖν ἔχει καὶ κατὰ τὰς ἀρτηρίας. περιέχεται μὲν γάρ τι πνεῦμα καὶ συνεσταλμένων αὐτῶν, ἐπιπέμπεται δʼ ἕτερον ὑπὸ τῆς καρδίας πληρούσης, καὶ τοῦτʼ ἐπιπληροῖ μὲν αὐτῶν τὰς κοιλίας, παρʼ ὃν χρόνον εἰσέρχεται καὶ τὴν διαστολὴν ἐργάζεται, κενούμενον δὲ συστέλλεσθαι πάλιν, εἰς ὅσον ἐξ ἀρχῆς, ἐπιτρέψει. οὔκουν οὐκέτʼ οὐδὲ κατὰ τοῦτον τὸν λόγον οὐδεμία τῆς τοῦ αἵματος παρεμπτώσεως ἀνάγκη. τά τε γὰρ ἄλλα καὶ πολὺ σφοδρότερον διὰ τοῦ στόματος ἐμφυσῶμεν ἡμεῖς τοῖς καλάμοις ἢ ταῖς ἀρτηρίαις ἡ καρδία. χρὴ δὲ δήπου τὸ σφοδρότερον ἐμφυσώμενον μᾶλλόν τε καὶ θᾶττον κενοῦσθαι. ἀλλʼ ὅμως οὐδʼ εἰ τὸν κάλαμον αὐτὸν ἐπιστήσειέ τις κατὰ τῶν ἀνέμων ἁπάντων, οὐδʼ οὕτως ἔσται τις ἐν τοῖς καλάμοις τόπος κενός, ἀλλʼ ἀεὶ μὲν ὁδὸν ἕξει τὴν εὐρυχωρίαν τοῦ καλάμου τὸ διαρρέον πνεῦμα, κενωθήσεται δʼ οὐδέποθʼ οὕτως ὡς δεηθῆναί τινος ἑτέρου σώματος ἀναπληροῦντος τὴν χώραν τοῦ κενωθέντος.

Ἐπεὶ τοίνυν τὸ προκείμενον ἱκανῶς ἀποδέδεικται, τί κωλύει προσθεῖναί τινα καὶ τῶν ἄλλων ἀτόπων; ἅπαντα μὲν γὰρ διελθεῖν ἀδύνατον, οὕτω πολὺ πλῆθος αὐτῶν ἔστιν. ἓν μὲν δὴ καὶ πρῶτον ἄτοπον τὸ δεῖν πάντως ἐπὶ πάσῃ τρώσει, κἂν τὸ δέρμα μόνον ᾖ τετρωμένον ὑπὸ τῆς λεπτοτάτης βελόνης, ἁπάσας μὲν τὰς ἀρτηρίας αἵματος πληροῦσθαι, πυρετὸν δʼ ἐξ ἀνάγκης ἕπεσθαι. φανερὸν δʼ ἔσται τὸ λεγόμενον ἁρμοζομένης ἡμῶν τῆς ἀποδείξεως ἐπʼ αὐτῶν τῶν κατὰ τὰς ἀρτηρίας τρώσεων. καὶ δὴ διῃρημένην μοι νόει βελόνῃ λεπτῇ τὴν διὰ τῆς μασχάλης εἰς ὅλην τὴν χεῖρα νενεμημένην ἀρτηρίαν. τί τοίνυν συμβήσεται κατὰ τὸν Ἐρασίστρατον; ἐκκενοῦσθαι μὲν δηλονότι τὸ κατʼ αὐτὴν πνεῦμα, συγκενοῦσθαι δʼ αὐτῷ καὶ τὸ τῶν πλησίον ἀρτηριῶν· πλησίον δʼ εἰσὶ τῆς εἰρημένης αἵ τʼ ἀπʼ αὐτῆς εἰς τὴν χεῖρα νεμόμεναι καὶ ἡ μεγάλη ἡ ἀπὸ τῆς καρδίας, ἀφʼ ἧς αὐτὴ πέφυκεν. ἀλλʼ εἴπερ αὕτη κενωθήσεται, πᾶσα δήπουθεν ἀνάγκη πλησίον οὖσαν αὐτῆς τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας συνεκκενοῦσθαι καὶ τήν τʼ ἐπὶ τὴν κεφαλὴν ἀνιοῦσαν καὶ τὴν ἐπὶ τὴν ῥάχιν καταφερομένην. εἰ γὰρ ἅπαντι τῷ κενουμένῳ μέρει τῆς ἀρτηρίας τὰ πλησιάζοντα συνεκκενοῦται—πλησιάζει δʼ ἀεὶ τὰ ἀπʼ αὐτῆς πεφυκότα καὶ ἀφʼ ὧν αὐτὴ πέφυκεν— εὔδηλον, ὡς ἥ τʼ ἀριστερὰ κοιλία τῆς καρδίας καὶ τῶν εἰρημένων ἑκατέρα συνεκκενωθήσεται τῇ κατὰ τὴν μασχάλην. ἐπεὶ τοίνυν ἀπὸ μὲν τῆς ἑτέρας αὐτῶν αἱ κατὰ τὸν τράχηλόν τε καὶ τὴν κεφαλὴν ἅπασαι πεφύκασιν, ἀπὸ δὲ τῆς ἑτέρας αἱ καθʼ ὅλον τὸ λοιπὸν σῶμα, δῆλον ὡς καὶ ταύτας ἀνάγκη συνεκκενοῦσθαι μέχρι τῶν περάτων ἀλλʼ ὅταν πρῶτον ἐπὶ τὰ πέρατα τῶν ἀρτηριῶν ἡ κένωσις τοῦ πνεύματος ἐξίκηται, μεταχεῖσθαι συμβήσεται κατὰ τὰς ἀναστομώσεις ἐκ τῶν φλεβῶν εἰς αὐτὰς τὰς ἀρτηρίας αἷμα καὶ τοῦτο ἑπόμενον τῷ κενουμένῳ πνεύματι τὸ μὲν ἀπὸ τῶν κάτω μερῶν τοῦ σώματος ἐπὶ τὴν κατὰ ῥάχιν ἀρτηρίαν καὶ τὴν καρδίαν ἀφικνεῖσθαι, κἄπειθʼ οὕτως ἐπὶ τὴν κατὰ μασχάλην, τὸ δʼ ἀπὸ τῶν κατὰ τὴν κεφαλὴν ἐπὶ μὲν τὴν ἄνω φερομένην προτέραν, ἑξῆς δʼ ἐπὶ τὴν κατὰ τὸν τράχηλον καὶ τὴν τετρωμένην. οὕτω δὲ καὶ τὸ διὰ τῶν κατὰ τὴν χεῖρα πασῶν ἀρτηριῶν μεταληφθὲν αἷμα τῷ πνεύματι συνακολουθοῦν ἐπὶ τὴν διῃρημένην ἀρτηρίαν ἐνεχθήσεται καὶ πᾶν οὕτω τὸ καθʼ ὅλον τὸν ὄγκον αἷμα ῥυήσεται πρὸς τὴν διαίρεσιν. ἀλλὰ τοῦτο μὲν καὶ πάνυ ἀληθές· φαίνεται γὰρ διὰ μιᾶς ἀρτηρίας ἡστινοσοῦν τῶν ἀξιολόγων, εἰ μὴ κωλύσειας αὐτῶν τὴν ῥύσιν, ἅπαν ἐκκενούμενον τὸ καθʼ ὅλον τὸν ὄγκον αἷμα. μάχεται δʼ ὡς ἐδείξαμεν οὐ τοῖς καὶ τὰς ἀρτηρίας αἷμα περιέχειν φάσκουσιν, ἀλλʼ Ἐρασιστράτῳ τε καὶ τοῖς οἰομένοις ὄργανα τοῦ ζωτικοῦ πνεύματος ὑπάρχειν αὐτάς. ἀναγκαῖον γὰρ ἔσται βελόνῃ τρωθείσης τῆς εἰρημένης ἀρτηρίας πρῶτον μὲν ἐκκενοῦσθαι τὸ ζωτικὸν πνεῦμα πᾶν, ἔπειτα δὲ εἰς ἁπάσας τὰς ἀρτηρίας αἷμα μεταχεῖσθαι· τὸ δὲ πάντων δεινότατον, ὅτι καὶ εἰς αὐτὴν τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας. εἶτα πῶς οὐκ ἐπνίγη τὸ ζῷον αἵματος ἐμπλησθείσης τῆς κοιλίας ταύτης ἢ οὐκ ἀπέθανεν ἔμπροσθεν, ἡνίκʼ ἐκενοῦτο τὸ πνεῦμα τὸ ζωτικόν, ἢ τὰς τῶν μυῶν κινήσεις οὐκ ἀπώλεσεν ἢ τὰς αὐτῶν τῶν ἀρτηριῶν οὐκ ἐβλάβη ἢ πυρετὸς οὐκ ἠκολούθησεν αὐτῷ; πάντα γὰρ ταῦτα ἀναγκαῖον ἦν συμπίπτειν κατὰ τὸν Ἐρασίστρατον οὕτως, ὅτε μήτε τὰς κινήσεις τῶν ἀρτηριῶν ὑπελάμβανε τεταγμένας διαμεῖναι δύνασθαι μήτε τὴν τοῦ πνεύματος χορηγίαν ἐν ἅπασι τοῖς μορίοις ἀκώλυτον, ὅταν μὴ κεναὶ παντελῶς αἵματος ὑπάρχωσιν, ἕπεσθαί τε πυρετὸν ἐξ ἀνάγκης, ὅταν εἰς τὰς ἐντὸς τῶν βουβώνων καὶ μασχαλῶν ἀρτηρίας αἵματος παρέμπτωσις γένηται. καὶ μὴν οὐδὲν τούτων φαίνεται συμπῖπτον τῷ ζῴῳ. πειραθῆναι δʼ ἔστι παντὶ τῷ βουλομένῳ, καθότι καὶ ἡμεῖς ἐπειράθημεν πολλάκις τρώσαντες τὴν προειρημένην ἀρτηρίαν. οὐ χαλεπῶς δὲ ἐξευρήσεις αὐτὴν καὶ πρὶν γυμνῶσαι τὸ δέρμα τῷ σφυγμῷ τεκμαιρόμενος· διασημαίνει γὰρ ἡ κίνησις ἐν μὲν τοῖς ἰσχνοῖς ζῴοις ἐπὶ πλέον, ἐν δὲ τοῖς πίοσιν ἐπʼ ἔλαττον πλησίον τοῦ κατʼ ὀλέκρανον ἄρθρου. ταύτην τοίνυν εἴπερ ἂν διασημαίνῃ, τίτρωσκε ἢ γραφεῖον ὀρθὸν καθεὶς ἢ βελόνην ἤ τι τῶν ἰατρικῶν μαχαιρίων τῶν ἰσχνῶν ἤ τι τῶν παραπλησίων ὀργάνων ὅσα βραχεῖαν δύναται ποιῆσαι τὴν διαίρεσιν, ἵνα τά τʼ ἄλλα πάνθʼ ὅσα πρόσθεν εἴρηται κατὰ τὸν τόπον ἀποδείξῃς αὐτῶν καὶ ὡς οὐδὲν οὔθʼ αἱ τῶν ἀρτηριῶν κινήσεις οὔθʼ αἱ τῶν μυῶν παραβλάπτονται. μὴ τοίνυν ὅτι μεγάλης ἀρτηρίας τιτρωσκομένης ἀνάγκη ταῦτα συμβαίνειν, ἀλλὰ καὶ μικρᾶς τῆς τυχούσης καὶ τοῦ δέρματος μόνον· καὶ γὰρ τοῦτο βούλεται πλέγμα τῶν τριῶν ἀγγείων ὑπάρχειν, ὥστʼ εἰ καθʼ ὁτιοῦν αὐτῶν μέρος νύξειας βελόνῃ λεπτῇ, πάντως τὰ τρία γένη τῶν ἀγγείων τετρώσεται. νυττέσθω τοίνυν τὸ κατὰ τὸν βραχίονα δέρμα τὸ ἐπικείμενον τῇ κατὰ τὰς μασχάλας ἀρτηρίᾳ, εἶτʼ ἐκκενούσθω τὸ διὰ τῆς ἀδήλου μὲν πρὸς τὴν ὄψιν … ὅπερ Ἐρασίστρατος βούλεται γίγνεσθαι τετρωμένης ἀρτηρίας πνεῦμα, συνεκκενούσθω δʼ αὐτῷ καὶ τὸ συνεχὲς τὸ κατὰ τὴν ὑποκειμένην ἀρτηρίαν τὴν μεγάλην τὴν διὰ τῆς μασχάλης. πάντῃ γάρ που τό γʼ ἐπικείμενον τοῖς μορίοις τοῦ σώματος δέρμα πρὸς τῶν ὑποκειμένων ἀρτηριῶν ἀποφύσεις τινὰς λαμβάνει· ἀλλʼ εἰ καὶ παρʼ ἄλλων τινῶν, οὐδὲν ἐμοὶ γοῦν διαφέρει. συνεκκενωθήσονται γὰρ αἵτινες ἂν ὦσι ταῖς κατὰ τὸ δέρμα τιτρωσκομέναις συνεχεῖς, ἐκείναις δʼ αἱ λοιπαὶ πᾶσαι· ταῦτα γὰρ ἐδείχθη μικρῷ πρόσθεν. εἶτα πῶς οὐκ ἄτοπον κἂν εἰ τῇ λεπτοτάτῃ βελόνῃ τρωθείη τὸ δέρμα, εὐθὺς οὕτω πάσας μὲν ἐμπίπλασθαι τὰς ἀρτηρίας αἵματος, πυρετὸν δʼ ἐξ ἀνάγκης ἕπεσθαι;

Πρὸς ταῦτʼ ἐγὼ μὲν ᾠόμην αὐτοὺς μήτʼ ἀντιλέξειν μηδὲν μαθήσεσθαί τε τὰ κακῶς ἐγνωσμένα. οὐ μὴν ἐθέλουσί γε, ἀλλʼ ὥσπερ οἱ παντελῶς ἰδιῶται παλαισμάτων οὐ γνωρίζοντες κείμενον ἐπὶ γῆς ἐνίοτε τὸν νῶτον αὑτῶν ἔχονται τραχήλου τῶν καταβαλόντων οὐδʼ ἐπιτρέποντες ἀναστῆναι, τὸν αὐτὸν τρόπον καὶ οὗτοι ἀμαθεῖς ὄντες τῶν ἐν τοῖς λόγοις πτωμάτων οὐκ ἐπιτρέπουσιν ἀπαλλάττεσθαι καινάς τινας ἀεὶ στροφὰς στρεφόμενοι καὶ παντοίως λυγιζόμενοι μέχρι τοῦ μισήσαντά τινα τήν τʼ ἀναισχυντίαν ἅμα καὶ τὴν ἀμαθίαν αὐτῶν ἀποδυσπετήσαντα χωρισθῆναι. οἵ γε καὶ νῦν οὐκ αἰδοῦνται λέγοντες ὡς ἐκ τῶν πλησίον μόνων συναναστομώσεων ἡ μετάληψις ταῖς ἀρτηρίαις τοῦ αἵματος γίγνεται, μὴ μεμνημένοι μήθʼ ὅτι τὰς ἐσχάτας αὐτὸς Ἐρασίστρατος εἴρηκε κενοῦσθαι πρώτας μήθʼ ὅτι φαίνεται τοῦτʼ ἐναργῶς ἐφʼ ὧν αὐτὸς ἐκεῖνος ἔγραψεν ἀνατομῶν. ἐν γὰρ τῷ διαιρεῖσθαι τὸ ἐπιγάστριον ἅμα τῷ περιτοναίῳ κατὰ τὸ μεσεντέριον ἀρτηρίας ἰδεῖν ἔστι σαφῶς ἐπὶ μὲν τῶν νεοθηλῶν ἐρίφων γάλακτος πλήρεις, ἐπὶ δὲ τῶν τελείων ζῴων ἀλλοίας, οὐ μὴν πνεῦμά γε μόνον ὤφθησαν ἔχουσαι πώποτε καθάπερ οὐδʼ ἄλλη τις ἀρτηρία γυμνωθεῖσα. νομίζω δʼ αὐτοὺς εἰς τοσοῦτον ἀμαθεῖς εἶναι τῶν κατὰ τὰς ἀνατομὰς φαινομένων, ὡς μηδʼ αὐτὸ τοῦτο γιγνώσκειν, ὅτι καλῶς εἴρηκεν ὁ Ἐρασίστρατος ἐσχατιὰς τὰς κατὰ τὸ μεσεντέριον ἀρτηρίας παραβάλλων αὐτὰς δηλονότι ταῖς κατʼ ἐπιγάστριον. οἴονται γὰρ ἴσως, ὅτι τῇ θέσει πλησίον εἰσίν, οὕτω καὶ τῇ συνεχείᾳ πλησίον ὑπάρχειν αὐτάς, οὐκ εἰδότες ὡς ἀπὸ τῆς ἐπὶ τῇ ῥάχει μεγάλης ἀρτηρίας ἑκάτεραι πεφύκασιν αἱ μὲν κατὰ τὸ μεσεντέριον ἅπασαι, τῶν δὲ κατʼ ἐπιγάστριον αἱ πλεῖσται. καίτοι καὶ αἱ ἀπὸ βουβώνων ἀνιοῦσαι καὶ αἱ ἀπὸ τοῦ στέρνου κατιοῦσαι συνεχεῖς εἰσι ταῖς κατὰ τὸ μεσεντέριον ἀρτηρίαις διὰ τῆς μεγάλης τῆς κατὰ τὴν ῥάχιν. οὔκουν ἐνδέχεται διαδοθῆναι τὸ πάθος ἀπὸ τῶν ἑτέρων ἐπὶ τὰς ἑτέρας, οὔτʼ οὖν κένωσιν οὔτʼ ἄλλʼ οὐδέν, μὴ διὰ τῆς ἐπὶ τῇ ῥάχει πρότερον ὁδοιπορῆσαν. ᾧ γὰρ δὴ ἔοικε μάλιστα, καὶ δὴ πειράσομαι φράσαι. νόησόν μοι τὴν μὲν ἀρτηρίαν τὴν ἐπὶ τῇ ῥάχει καθάπερ τι δένδρου πρέμνον, τὰς δʼ ἀπʼ αὐτῆς φυομένας οἷον κλάδους, ὅσαι δʼ αὖθις σχιζόμεναι τελευτῶσιν οἷον βλαστήματά τινα καὶ φύλλα. ὡς οὖν τὰ φύλλα πολλάκις ἀπὸ διαφερόντων ὄντα κλάδων πλησίον μέν ἐστι τῇ θέσει, πορρωτάτω δὲ τῇ πρὸς ἄλληλα συνεχείᾳ—διὰ μέσου γὰρ ἑνοῦται τοῦ πρέμνου—τὸν αὐτὸν τρόπον καὶ αἱ κατʼ ἐπιγάστριον ἀρτηρίαι ταῖς κατὰ μεσεντέριον ἐγγυτάτω κείμεναι διὰ μακροτάτου συνάπτονται. εἰς οὖν τὰς ἐσχάτας ἀρτηρίας—τοῦτο γὰρ ἐξ ἀρχῆς ἐλέγετο—μεταχεῖται πρό τερον ἢ εἰς τὰς ἄλλας ἁπάσας τὸ αἷμα, καὶ διὰ τοῦτʼ ἀναγκαῖον, ἵνʼ ἐπὶ τὰς τετρωμένας ἀφίκηται, ἅπαν ἐκκενωθῆναι τὸ ζωτικὸν πνεῦμα. τοῦτο δʼ ὡς ἄτοπόν ἐστιν, ἔμπροσθεν ἐδείχθη. τάχʼ ἂν οὖν ἤδη τις θαυμάζοι τε καὶ ζητοίη, πόθεν ἐπῆλθε συνετοῖς οὕτως ἀνδράσιν ἄτοπον ἐσχάτως προελέσθαι δόγμα. οὐ γὰρ δὴ ἀπʼ ὄνου γε καταπεσόντες, ἀλλὰ πάντως ὑπό τινων πιθανῶν ἀναπεισθέντες ἐπὶ τοῦθʼ ἧκον. ὑφʼ ὧν μὲν οὖν ἐπείσθησαν, αὐτοὶ διὰ τῶν ἰδίων δηλώσουσι γραμμάτων. ὅτι δὲ πιθανοῖς μέν, οὐ μὴν καὶ ἀληθέσιν ἠκολούθησαν λογισμοῖς, ἐγὼ πειράσομαι δεῖξαι, πρότερόν γε τὸ καθόλου περὶ πάντας τοὺς λογισμοὺς σφάλμα διὰ βραχέων ὑπομνήσας. ἁπάντων γὰρ τῶν εἰς γνῶσιν ἀνθρωπίνην ἡκόντων τὰ μὲν αἰσθήσει, τὰ δὲ λόγῳ φωρᾶται. καὶ τοίνυν ὥσπερ τὰς αἰσθήσεις πολλὰ τῶν αἰσθητῶν διαφεύγει κατὰ πολλὰς αἰτίας, οὕτω καὶ τὸν λόγον. ὁ μὲν δὴ φιλαλήθης ἀνὴρ οὔτε τῶν ἐναργῶς γιγνωσκομένων ἀφίσταται διὰ τὴν τῶν ἀδήλων ἀγνωσίαν οὔτε τοῖς ἀγνώστοις συγκατατίθεται διὰ τὴν τῶν ἐναργῶν γνῶσιν, ὁ δὲ μὴ τοιοῦτος ἢ τοῖς ἀδήλοις συνηπόρησε τὰ γιγνωσκόμενα ἢ διὰ ταῦτα καὶ τὸ ἄδηλον προσήκατο. πεπόνθασι δὲ τὸ μὲν πρότερον οἱ Σκεπτικοί, τὸ δὲ δεύτερον οἱ πλεῖστοι τῶν Δογματικῶν. πῶς μὲν οὖν ἄν τις μηδὲν τοιοῦτον σφάλλοιτο, διʼ ἑτέρων δεδήλωται.

Νυνὶ δὲ τοῖς περὶ τὸν Ἐρασίστρατον ἐνδείξασθαι τὸ σφάλμα πειράσομαι. οὐ γὰρ ἐξ οἰκείων ἀποδείξεων αἵματος κενὰς τὰς ἀρτηρίας ἀπεφήναντο, ἀλλʼ ἐξ ὧν ἠπόρησαν ἐν ἑτέροις ἀπιστήσαντες τῷ ἐναργεῖ, παραπλήσιόν τι παθόντες τοῖς τὴν κίνησιν ἀνελοῦσιν, ὅτι τὸν κατʼ αὐτῆς λόγον ἠπόρησαν διαλύσασθαι. βέλτιον δʼ οἶμαι τὴν μὲν κίνησιν ὡς ἐναργὲς πρᾶγμα τιθέναι, τὸν δὲ κατʼ αὐτῆς λόγον ἐπὶ σχολῆς πειρᾶσθαι διαλύεσθαι, ὡσαύτως δὲ καὶ τὰς ἀρτηρίας ὅτι μὲν αἷμα περιέχουσιν ἐκ τοῦ κἂν εἰ τῇ λεπτοτάτῃ τρωθεῖεν βελόνῃ παραχρῆμα φαίνεσθαι προ χεόμενον αὐτὸ συγχωρεῖν, διὰ τί δὲ μηδὲν ἡ φύσις εἰκῇ ποιοῦσα διττὸν ἀγγείων γένος ἐδημιούργησεν μιᾶς ὕλης περιεκτικὸν ἰδίᾳ ζητεῖν· οὕτω δὴ καὶ τὸ πῶς εἰς ἅπαν τὸ σῶμα κομισθήσεται τὸ διὰ τῆς εἰσπνοῆς ἑλκόμενον πνεῦμα τῶν ἀρτηριῶν αἷμα περιεχουσῶν ἢ μὴ κομιζομένου πῶς αἱ κατὰ προαίρεσιν κινήσεις ἔσονται ἢ πῶς ἡ κατʼ αὐτὰς τὰς ἀρτηρίας κίνησις ἀπαραπόδιστος μένει μὴ δυναμένου συνοικεῖν ἀμάχως πνεύματος ὑγρῷ. τὰ γὰρ τοιαῦτα προβλήματα μέν ἐστιν ἰδίᾳ τε καὶ καθʼ ἑαυτὰ προβάλλεσθαί τε καὶ ζητεῖσθαι δίκαια καὶ τάχʼ ἄν τῳ καὶ ἄπορα νομισθέντα, οὐ μὴν ἱκανά γε τὸ ἐναργὲς ἀνατρέπειν. αὐτίκα γέ τοι τὸ πρῶτον αὐτῶν εἰρημένον ὁμοιότατόν ἐστιν ὡς εἰ καί τις ἐν τοῖς μηρυκάζουσι ζῴοις θεασάμενος πλέονας κοιλίας τὴν μὲν τῆς τροφῆς ὑποδεκτικὴν εἶναι λέγοι, τὴν δὲ τοῦ πόματος, τὴν δὲ τοῦ πνεύματος· οὐ γὰρ τὴν μηδὲν εἰκῇ ποιοῦσαν φύσιν ὑποδοχῆς ἕνεκα μιᾶς ὕλης πολλὰς ἐργάσασθαι τὰς γαστέρας. ὡς γὰρ κἀνταῦθα χρεία τίς ἐστιν ἑτέρα διʼ ἣν αἱ πολλαὶ γεγόνασιν καίτοι τὴν αὐτὴν ὕλην ὑποδεχόμεναι, οὕτως ἔχει καὶ περὶ τῶν ἀρτηριῶν καὶ τῶν φλεβῶν. αἷμα γὰρ ἀμφότεραι περιέχουσιν ὡς ὁ πρόσθεν λόγος ἀπέδειξεν, διάφοροι δὲ τῇ κατασκευῇ γεγόνασι χρείας τινὸς ἕνεκεν, ἣν ἐν ἑτέροις ὑπομνήμασι διέξειμι. … αἱ κατὰ προαίρεσιν ἔσονται κινήσεις ἢ πῶς αἱ τῶν ἀρτηριῶν τεταγμέναι φυλαχθήσονται καὶ πῶς ἀμαχὶ δύναται συνεῖναι τὸ αἷμα τῷ πνεύματι. ὥσπερ γὰρ ὁμολογούμενον λαμβάνοντες τὸ δεῖν ἀπὸ τῆς καρδίας αὐταῖς ἐπιπέμπεσθαι τὸ πνεῦμα τὰ λοιπὰ συμπεραίνουσιν οὐκ εἰδότες ὡς καὶ τοῦτʼ αὐτὸ μοχθηρόν ἐστι καὶ ῥᾳδίως ὅπῃ παρακρούεται φωραθῆναι δύναται. γυμνοῦντες οὖν ἡμεῖς ἑκάστοτε μεγάλας ἀρτηρίας ἃς ἐνδέχεται—μάλιστα δʼ ἐνδέχεται τὰς κατὰ κῶλα—τοὺς Ἐρασιστρατείους ἐρωτῶμεν, εἰ κἂν νῦν γοῦν, ὁπότε γεγύμνωνται, δοκοῦσιν αὐτοῖς ἔχειν αἷμα. οἱ δʼ ἐξ ἀνάγκης ὁμολογοῦσιν ἅμα μὲν ὅτι καὶ αὐτὸς Ἐρασίστρατος ἐν τῷ διαιρεῖσθαι τὸ δέρμα παρέμπτωσιν αἵματος ἐκ τῶν φλεβῶν εἰς τὰς ἀρτηρίας γίγνεσθαί φησιν, ἅμα δʼ ὅτι καὶ τὸ φαινόμενον οὕτως ἔχει. βρόχῳ γὰρ ἡμεῖς ἑκατέρωθεν τὰς γεγυμνωμένας ἀρτηρίας διαλαμβάνοντες, εἶτʼ ἐκτέμνοντες τοὐν μέσῳ δείκνυμεν αἵματος μεστόν. ἀλλὰ πῶς, φασίν, εἰς ὅλον τὸ σῶμα κομισθήσεται τὸ διὰ τῆς ἀναπνοῆς ἑλκόμενον πνεῦμα τῶν ἀρτηριῶν αἷμα περιεχουσῶν; τίς δʼ ἀνάγκη τοῦτο γίγνεσθαι; δύναται γὰρ ἅπαν ἀντεκπνεῖσθαι καθάπερ τοῖς πλείστοις τε καὶ ἀκριβεστάτοις ἔδοξεν ἰατροῖς τε ἅμα καὶ φιλοσόφοις, οἳ μὴ τῆς οὐσίας ἀλλὰ τῆς ποιότητος αὐτοῦ δεῖσθαί φασι τὴν καρδίαν ἐμψύχεσθαι ποθοῦσαν καὶ ταύτην εἶναι χρείαν τῆς ἀναπνοῆς. λαμβάνουσιν οὖν οἱ περὶ τὸν Ἐρασίστρατον κἀνταῦθα τὸ ζητούμενον αὐτὸ πρὶν ἀποδεῖξαι, δέον αὐτὸ τοῦτο πάλιν ἰδίᾳ ζητεῖν ὥσπερ ἡμεῖς πεποιήκαμεν καὶ πάντες ὅσοι τάξει περὶ τῶν πραγμάτων σκοπούμενοι ὁμοῦ ζητοῦντές τε καὶ πράττοντες. ἀποδέδεικται δʼ ἡμῖν ἐν τῷ Περὶ χρείας ἀναπνοῆς, ὡς ἤτοι παντελῶς ὀλίγον ἢ οὐδὲν ὅλως τῆς τοῦ πνεύματος οὐσίας εἰς τὴν καρδίαν μεταλαμβάνεται. τὰ δʼ αὐτὰ διαμαρτάνουσι κἀν τῷ προβάλλειν ὅπως αἱ κατὰ προαίρεσιν κινήσεις ἔσονται ἢ πῶς ἡ κατʼ αὐτὰς τὰς ἀρτηρίας κίνησις ἀπαραπόδιστος μένει καὶ τεταγμένη φυλάττεται, εἰ αἱ ἀρτηρίαι γεγυμνωμέναι περιέχουσιν αἷμα. δείκνυμεν οὖν ἐφεξῆς κινουμένας αὐτὰς ἀπαραποδίστως οὐ πρὸς τὴν ἁφὴν μόνον, ἀλλὰ καὶ πρὸς τὴν ὄψιν, εἶτα ἐπερωτῶμεν λόγον οὗ τὰ λήμματα καὶ πρὸς αὐτῶν ἐκείνων ὡμολόγηται. φασὶ γὰρ ἀληθὲς ὑπάρχειν τουτὶ τὸ συνημμένον· «εἰ καὶ αἷμα περιέχουσιν αἱ ἀρτηρίαι καὶ παρὰ καρδίας πληροῦνται πνεύματος, διαφθαρήσεται τῶν ἐν αὐταῖς κινήσεων ἡ τάξις». αὐτὸ μὲν γὰρ καθʼ ἑαυτὸ τὸ τοιοῦτον συνημμένον «εἰ αἷμα περιέχουσιν αἱ ἀρτηρίαι, διαφθαρήσεται τῶν ἐν αὐταῖς κινήσεων ἡ τάξις» οὔτʼ ἐκεῖνοι τολμῶσιν ἀληθὲς εἶναι λέγειν οὔτʼ ἄλλος τις νοῦν ἔχων, δυναμένων γε δὴ τῶν ἀρτηριῶν οὐ διὰ τὸ πληροῦσθαι παρὰ τῆς καρδίας διαστέλλεσθαι, ἀλλʼ ὅτι διαστέλλονται, διὰ τοῦτο πληροῦσθαι. χρὴ τοίνυν προωμολογῆσθαι τὸ παρὰ τῆς καρδίας αὐτὰς πληροῦσθαι πνεύματος, εἰ μέλλει τὸ συνημμένον ἀληθὲς ἔσεσθαι. ἀμφοτέρων γὰρ τεθέντων τοῦ τε περιέχειν αἷμα καὶ τοῦ παρὰ τῆς καρδίας πληρουμένας διαστέλλεσθαι, τὸ διαφθείρεσθαι τῶν κατὰ φύσιν ἐν αὐταῖς κινήσεων τὴν τάξιν ἐξ ἀνάγκης ἕπεται, θατέρῳ μόνῳ κατʼ οὐδεμίαν ἀνάγκην ἑπόμενον. ἐρωτάσθω τοίνυν ὁ λόγος ἐπὶ τῶν γεγυμνωμένων ἀρτηριῶν ὧδέ πως· «εἰ αἱ ἀρτηρίαι καὶ αἷμα περιέχουσι καὶ παρὰ καρδίας πληρούμεναι διαστέλλονται, διαφθαρήσεται τῶν ἐν αὐταῖς κινήσεων ἡ τάξις· ἀλλὰ μὴν οὐ διαφθείρεται· φαίνεται γὰρ καὶ τοῦτο· οὐκ ἄρα καὶ αἷμα περιέχουσι καὶ παρὰ καρδίας πληρούμεναι διαστέλλονται». οἱ δέ γε περὶ τὸν Ἐρασίστρατον καὶ τὰ δύο λήμματα καὶ τὸ συνημμένον καὶ τὸ ἀντικείμενον τοῦ λήγοντος ἐν αὐτῷ προσιέμενοι οὐκ οἶδʼ ὅπως οὐκέτι προσίενται τὸ συμπέρασμα, τυχὸν ἴσως ἀγνοοῦντες ἅπερ οὐδὲ τοὺς ἐπιτυχόντας λέληθεν, ὡς ἐκ συνημμένου καὶ τοῦ ἀντικειμένου τῷ εἰς ὃ λήγει τὸ ἀντικείμενον τοῦ ἡγουμένου περαίνεται. ἡγουμένου δὴ κατὰ τὸν λόγον ὄντος οὐ μόνον τοῦ περιέχειν αἷμα τὰς ἀρτηρίας, ἀλλʼ ὡς ἐδείχθη μικρῷ πρόσθεν καὶ τοῦ παρὰ καρδίας πληρουμένας διαστέλλεσθαι, τὸ συμπέρασμα γενήσεται τῆς τούτων συμπλοκῆς ἀποφατικόν. ὅταν γὰρ ἐν συνημμένῳ τῷ ὅλῳ ἀξιώματι τὸ μὲν ἡγούμενον ᾖ τι συμπεπλεγμένον, τὸ δὲ λῆγον ἁπλοῦν, εἶτα προσληφθέντος τοῦ ἀντικειμένου τοῦ λήγοντος τὸ ἀντικείμενον ἐξ ἀνάγκης περαίνεται τοῦ συμπεπλεγμένου.

Πρὸς ταῦτʼ οὖν οὐδὲν ἔχοντες λέγειν ὥσπερ ἐπί τινα βωμὸν ἐλέου καταφεύγουσι τὴν Πυρρωνείαν ἀγροικίαν, οὐκ ὀρθῶς ἔχειν φάσκοντες ὑποβαλέσθαι διαλεκτικαῖς περιεργίαις ἰατρικὴν θεωρίαν. εἶθʼ ἡμῶν ἐρωτώντων αὖθις αὐτούς, εἰ τοῖς ὡμολογημένοις λήμμασιν ἐπιφέρειν ὁτιοῦν ἔξεστιν ἢ μέθοδός τίς ἐστι καὶ τέχνη ἡ διδάσκουσα, τίνων ὁμολογηθέντων τί περαίνεται, πρὸς μὲν ταῦτʼ οὐδὲν ἀποκρίνονται, μάχης δʼ ἀπέρχονται. τί γὰρ δὴ καὶ ἔχουσιν ἀποκρίνασθαι νοῦν ἔχον; ἆρά γʼ ὡς οὐκ ἔστιν οὐδεμία μέθοδος, ἀλλʼ ἔξεστιν ἁπλῶς ἐπιφέρειν ὁτιοῦν τοῖς δοθεῖσι λήμμασιν ἢ ὡς ἔστι μέν, οὐ χρηστέον δʼ αὐτῇ πρὸς τὰς ἀποδείξεις; ἀλλʼ ἀμφότερα δεινῶς ἄτοπα. τὸ μὲν γὰρ πρότερον εἰ φαῖεν, ὥσπερ οὖν ἤδη τις ἀναισχυντήσας ἀπετόλμησεν εἰπεῖν, ἑξῆς γε ἀκούσονται παρʼ ἡμῶν τοιούτους λόγους οἵουσπερ κἀκεῖνος ἤκουσεν· «αἱ ἀρτηρίαι διχίτωνές εἰσιν, ἀλλὰ καὶ τὸ αἷμα ξανθόν ἐστιν, οὐκ ἄρα πνεῦμα μόνον, ἀλλὰ καὶ αἷμα περιέχουσιν αἱ ἀρτηρίαι». καὶ γελασάντων γε αὐτῶν συνείροντες ἡμεῖς ἕτερον ἐπηνέγκαμεν λόγον τοιοῦτον· «οἱ κόρακες μέλανές εἰσιν, ἀλλὰ καὶ οἱ κύκνοι λευκοί· οὐκ ἄρα πνεῦμα μόνον ἐν ταῖς ἀρτηρίαις περιέχεται», καὶ πάλιν γελώντων τρίτον γε τοιοῦτον· «τὸ πῦρ θερμόν ἐστιν, ἀλλὰ καὶ ἡ χιὼν ψυχρὰ καὶ σὺ μωρός· οὐκ ἄρʼ ἐνδέχεται πνεῦμα μόνον ἐν ταῖς ἀρτηρίαις περιέχεσθαι». ἂν γὰρ ὅλως ἐξῇ τοῖς δοθεῖσι λήμμασιν ὁτιοῦν ἐπιφέρειν καὶ μηδεμία μέθοδος ᾖ τῆς τοῦ συμπεράσματος εὑρέσεως, τί κωλύει τοιούτους ἐρωτᾶσθαι λόγους; ἐὰν δʼ ᾖ τις τέχνη καὶ μέθοδος αἷσπερ διαγιγνώσκεται, τίνων ὁμολογηθέντων τί περαίνεται, πότερον ὁ μὴ γιγνώσκων αὐτὴν ἢ ὁ γιγνώσκων μέν, μὴ χρώμενος δὲ δοκεῖ σοι σωφρονεῖν μᾶλλον ἢ ὅστις γιγνώσκει καὶ κέχρηται; θαυμάζω δʼ ὑμῶν, ὦ Ἐρασιστράτειοι, πῶς ὑμνοῦντες ἑκάστοτε τὸν Ἐρασίστρατον τά τʼ ἄλλα καὶ ὡς Θεοφράστῳ συνεγένετο, φεύγειν τολμᾶτε τὰς λογικὰς μεθόδους, ὧν χωρὶς οὔτε Θεόφραστος οὔτʼ Ἀριστοτέλης ἐνεχείρουν τι γράφειν. ταῦτά τινες αὐτῶν μόγις αἰδεσθέντες καὶ ὥσπερ ἐξ ὕπνου βαθέος ἐγερθέντες οὐκ ἔτʼ ἀγροίκως τε καὶ ἀγρίως, ἀλλʼ ἤδη λογικῶς τε καὶ ἀνθρωπίνως ἐπιστραφέντες ἐπεχείρουν διαλέγεσθαι· καὶ τί, φασί, πλέον ἂν περαίνοιτο πρὸς τοῦ λόγου τοῦ «οὐχὶ καὶ αἷμα ἔχουσιν αἱ ἀρτηρίαι καὶ παρὰ καρδίας πληροῦνται πνεύματος»; καὶ ἡμεῖς ἤδη μὲν ἔφαμεν αὐτὸ τοῦτο κακῶς ὑμᾶς ἐπιφέρειν· «οὐκ ἄρα αἱ ἀρτηρίαι αἷμα περιέχουσι»· μὴ γὰρ τοῦτʼ εἶναι τὸ περαινόμενον, ἀλλὰ τὸ μὴ δύνασθαι συνδραμεῖν εἰς ταὐτὸν αἷμά τε περιέχειν καὶ ταύτας καὶ παρὰ καρδίας πληροῦσθαι πνεύματος. ἐφεξῆς δέ τοι πάλιν ἐκ τούτου τε καὶ τοῦ περιέχειν αὐτὰς αἷμα συνάγομεν· ἔσται γὰρ ὁ λόγος τοιοῦτος· «εἰ αἷμα περιέχουσιν αἱ ἀρτηρίαι, οὐ παρὰ καρδίας πληροῦνται πνεύματος· ἀλλὰ μὴν αἷμα περιέχουσιν αἱ ἀρτηρίαι· οὐκ ἄρα παρὰ καρδίας πληροῦνται πνεύματος». ἐφʼ ᾧ πάλιν εἰ βουληθείημεν, τῶν ἔμπροσθεν ἀναμνήσαντες αὖθις ἐρωτήσαιμεν ἂν ὧδε· «εἰ αἱ ἀρτηρίαι πλήρεις αἵματος ὑπάρχουσαι καὶ αὐταὶ σφύζουσι τεταγμένως καὶ τὰς ἀπʼ αὐτῶν πεφυκυίας οὐ κωλύουσιν ὡσαύτως κινεῖσθαι, ἢ διὰ τὸ πληροῦσθαι παρὰ τῆς καρδίας πνεύματος σφύζουσιν ἢ διʼ ἄλλην αἰτίαν· ἀλλὰ μὴν οὐ τὸ πρῶτον· τὸ ἄρα δεύτερον». ἐφεξῆς δʼ ἂν αὖθις ἐρωτήσαιμεν ὡδί· «ἢ διὰ τὸ πληροῦσθαι τοῦ παρὰ καρδίας πνεύματος αἱ ἀρτηρίαι διαστέλλονται ἢ ὅτι διαστέλλονται πληροῦνται· ἀλλὰ μὴν οὐ τὸ πρῶτον· τὸ ἄρα δεύτερον»· τῷ γὰρ εἶναί τινα δύναμιν ἐν τοῖς χιτῶσιν αὐτῶν, ὑφʼ ἧς διαστέλλονται, πᾶν ἕλκεται τὸ συνεχὲς ἐκ παντὸς μέρους ὅθεν ἂν ἐγχωρῇ. νοήσαις δʼ ἂν ἔτι μᾶλλον ἐπὶ παραδειγμάτων τὴν διαφορὰν τοῦ πληρούμενον διαστέλλεσθαι καὶ διαστελλόμενον πληροῦσθαι. οἱ μὲν γὰρ ἀσκοὶ καὶ οἱ θύλακοι πληρούμενοι διαστέλλονται, αἱ φῦσαι δὲ τῶν χαλκέων διαστελλόμεναι πληροῦνται. τὰς τοίνυν ἀρτηρίας ὅτι μὲν ἢ κατὰ τὸν πρότερον ἢ κατὰ τὸν δεύτερον τρόπον ἀναγκαῖον πληροῦσθαι, παντὶ δῆλον. ὅπως δʼ ἔχει τἀληθές, ἐπιδέδεικται μὲν ἡμῖν καὶ διʼ ἄλλων ὑπομνημάτων αὐτάρκως, ἀτὰρ οὐχ ἥκιστα καὶ νῦν πέφανται τὸ διαστελλομένας αὐτὰς ἕλκειν ἐκ παντὸς τοῦ πλησιάζοντος διὰ τῶν περάτων τε καὶ τρημάτων ὅτι περ ἂν ἑτοιμότατα δύνηται πληρῶσαι τὴν διαστολὴν αὐτῶν. ἢ γὰρ τοῦτο πάντως ἢ θάτερον· ἐδείχθη δὲ ψεῦδος ἐκεῖνο· δῆλον οὖν ὡς τοῦτʼ ἀληθές.

Ὥσθʼ ὅταν ἀπορῶσι, πῶς εἰς ὅλον τὸ σῶμα παρὰ τῆς καρδίας κομισθήσεται τὸ πνεῦμα πεπληρωμένων αἵματος τῶν ἀρτηριῶν, οὐ χαλεπὸν ἐπιλύσασθαι τὴν ἀπορίαν αὐτῶν, μὴ πέμπεσθαι φάντας, ἀλλʼ ἕλκεσθαι μήτʼ ἐκ καρδίας μόνης, ἀλλὰ πανταχόθεν, ὡς Ἡροφίλῳ τε καὶ πρὸ τούτου Πραξαγόρᾳ καὶ Φυλοτίμῳ καὶ Διοκλεῖ καὶ Πλειστονίκῳ καὶ Ἱπποκράτει καὶ μυρίοις ἑτέροις ἀρέσκει. ὅτι μέντοι τῆς διαστελλούσης τὰς ἀρτηρίας δυνάμεως οἷον πηγή τίς ἐστιν ἡ καρδία. καὶ τοῦθʼ ἑτέρωθί τε πρὸς ἡμῶν ἐπιδέδεικται καὶ τοῖς προειρημένοις ἅπασιν ἀνδράσιν ὡμολόγηται, καὶ πολλῷ φυσικώτερόν ἐστιν οὕτω δοξάζειν ἢ ὡς διά τινων ἀψύχων σωμάτων ἡγεῖσθαι φέρεσθαι διʼ αὐτῶν τὸ πνεῦμα· δυνάμεως γὰρ μεταλήψει τὸ ζῷον τοῦ μὴ ζῶντος, οὐκ οὐσίας περιοχῇ διαφέρει. ἀλλʼ οὐ νῦν περί γε τούτων πρόκειται λέγειν οὐδʼ ἵνʼ ἐπεξέλθοιμι τελέως τὸν λόγον ὑπηρξάμην αὐτοῦ—δέδεικται γὰρ ἐν ἑτέροις ἱκανῶς περὶ τούτων καὶ μάλιστʼ ἐν τοῖς Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ὑπομνήμασιν—, ἀλλʼ ὑπὲρ τοῦ δεῖξαι, τίσιν ἀπατηθέντες οἱ περὶ τὸν Ἐρασίστρατον οὕτως ἄτοπον δόξαν προσήκαντο, καὶ τούτων τῶν δογμάτων ἠναγκάσθην μνημονεῦσαι. καὶ νῦν ἔτι προσθεὶς αὐτοῖς ἕν τι τῶν ἐξ ἀνατομῆς φαινομένων ἐνταῦθά που καταπαύσω τὸν λόγον. ἔστι δὲ τὸ φαινόμενον τόδε. τῶν προφανῶν τε ἅμα καὶ μεγάλων ἀρτηριῶν εἰ ἐθελήσεις ἡντινοῦν γυμνῶσαι πρῶτον μὲν τοῦ δέρματος, ἔπειτα δὲ καὶ τῶν ὑποκειμένων τε καὶ παρακειμένων σωμάτων, ὡς περιβάλλειν αὐτῇ δύνασθαι βρόχον καὶ μετὰ ταῦτα κατὰ μῆκος χαλάσας κοῖλον ἐνθεῖναι κάλαμον ἤ τινα χαλκοῦν αὐλίσκον εἴσω τῆς ἀρτηρίας διὰ τοῦ χαλάσματος ὡς ἐπιφράττεσθαι πρὸς αὐτοῦ τὸ τραῦμα καὶ κωλύεσθαι τὴν αἱμορραγίαν, ἄχρι μὲν ἂν οὕτως ἔχουσαν ἐπισκέπτῃ, θεάσῃ σφύζουσαν ὅλην, ἐπειδὰν δὲ βρόχον περιβαλὼν σφίγξῃς τὸν χιτῶνα τῆς ἀρτηρίας πρὸς τὸν κάλαμον, οὐκ ἔτʼ ὄψει τὰ μετὰ τὸν βρόχον ἐπισφύζοντα, καίτοι γʼ ἡ τοῦ αἵματός τε καὶ τοῦ πνεύματος φορὰ διὰ τῆς τοῦ καλάμου κοιλότητος ἐπὶ τὰ πέρατα τῆς ἀρτηρίας ὡσαύτως ἐπιγίγνεται. καὶ εἴπερ οὕτως εἶχον αἱ ἀρτηρίαι τὸ σφύζειν, ἔσφυζον ἂν καὶ νυνὶ τὰ πρὸς τοῖς πέρασιν αὐτοῖς μόρια τὰ μετὰ τὸν βρόχον. οὐ μὴν γιγνόμενα· δῆλον ὡς ἡ μὲν δύναμις ἀτρεμείη, οὐ κινεῖσθαι παρὰ τῆς καρδίας αὐτῆς, διὰ δὲ τῶν χιτώνων ἐπιπέμπεσθαι. τὰ δʼ ὑπʼ Ἐρασιστράτου περὶ κινήσεως τῶν ἀρτηριῶν εἰρημένα ψευδῆ παντελῶς ἐστιν. πρὸς γὰρ τῷ παύσασθαι τῆς γεγυμνωμένης ἀρτηρίας τὴν κίνησιν ἐν τοῖς μετὰ τὸν βρόχον μέρεσιν, ὅπερ οὐκ ἐχρῆν γίγνεσθαι, καὶ πρὸ τοῦ βρόχον αὐτῇ περιβαλεῖν ἔνεστι θεάσασθαι πᾶσαν ἑνὶ χρόνῳ κινουμένην, οὐ τὸ μὲν αὐτῆς πρότερον μόριον, τὸ δʼ ὕστερον, ὅπερ Ἐρασίστρατος βούλεται. καίτοι καὶ ταῦτʼ αὐτῷ δεινῶς ἄτοπα. πρὶν μὲν γὰρ αἷμα περιέχειν αὐτὴν ἴσως ἄν τις οὕτως ὠκεῖαν εἶναι τὴν τοῦ πνεύματος φορὰν συνεχώρησεν ὡς λανθάνειν τὴν αἴσθησιν, ποῖά ποτʼ ἐστὶ μόρια τῆς ἀρτηρίας τὰ διαστελλόμενα πρότερα· πεπληρωμένης δʼ αἵματος οὐκ ἐγχωρεῖ τὸ πνεῦμα ταχέως οὕτως ὡς πρόσθεν ἀπὸ τῆς καρδίας ἐπὶ τὰ πέρατα τῆς ἀρτηρίας διεξέρχεσθαι. ἀλλʼ εἰ καὶ τοῦτο οὕτως ὡς ἔφην ἴσως οὐ συγχωρήσειεν, ἥ γε μετὰ τὸ καθεῖναι τὸν κοῖλον κάλαμον εἰς τὴν ἀρτηρίαν τῶν κάτω μερῶν αὐτῆς κίνησις πρὶν περιβληθῆναι τὸν βρόχον, ἀκινησία δὲ περιβληθέντος ἐναργῶς ἐνδείκνυται δύναμιν ἀπὸ καρδίας ἐπιπέμπεσθαι τοῖς χιτῶσι τῶν ἀρτηριῶν τὴν διαστέλλουσαν αὐτούς, οὐχ ὕλην διὰ τῆς κοιλότητος. ὡς γὰρ καὶ τὸν τοῦ ποδὸς δάκτυλον κινῆσαι προελόμενοι παραχρῆμα κινοῦμεν αὐτὸν οὐ τὸν λογισμὸν ἔχοντες ἐν αὐτῷ τῷ μορίῳ, διαδοθείσης δέ τινος ἐπʼ αὐτὸν ἐν ἀκαρεῖ χρόνῳ δυνάμεως, οὕτω κἀπὶ τῆς καρδίας καὶ τῶν ἀρτηριῶν γίγνεται. ταῖς μὲν γὰρ δυνάμεσι τὸ τάχος τῆς κινήσεως ὁμολογεῖ, ταῖς δʼ ὕλαις ἀντιμαρτυρεῖ. ταῦτʼ εἴ τις μὴ φυλάττοι θέσιν ὡς Ἀριστοτέλης εἴωθε λέγειν, οἶδʼ ὅτι βεβαίως ἀποδεικνύναι τὸ προκείμενον αὐτῷ δόξει, φυλάττοντι δὲ φιλονείκως ἅπερ ἔθετο μήθʼ ὑπὸ τούτων πείθεσθαι μήθʼ ὑφʼ ἑτέρας ἀποδείξεως ἀναγκαῖόν ἐστιν, ἀλλὰ πρὸς τούτοις τῶν φαινομένων ἐξ ἀνατομῆς καταψεύδεσθαι. γεγράφασι μὲν γὰρ πολλοὶ τρόπους τινὰς ἀνατομῶν οἷς δείξειν ἐπαγγέλλονται κενὰς αἵματος εἶναι τὰς ἀρτηρίας, εἶτʼ οὐδεὶς ἐξ αὐτῶν ἀληθής ἐστιν. εἴρηται γὰρ δήπου καὶ πρὸς Ἐρασιστράτου πολὺ μείζονα τούτων τοίνυν ἀναισχύντως ψευδομένων ἐν ταῖς ἀνατομαῖς εξ·ν πεπορισμέν … ἀλλʼ οὐκ ἦν εἰς τοσοῦτον Ἐρασίστρατος ἀναίσχυντος, ὡς γράφειν ἐπιχειρεῖν, ἃ δὴ ἰδεῖν ἦν ἀδύνατον.