ΙΣΤΟΡΙΚΑ ΥΠΟΜΝΗΜΑΤΑ.
Ἀθήναιος Οὗτος δʼ ἐστὶ Πλάτων, ὃν Σπεύσιππός φησι φίλτατον ὄντα Ἀρχελάῳ, Φιλίππῳ τῆς βασιλείας αἴτιον γενέσθαι. Γράφει γοῦν Καρύστιος ὁ Περγαμηνὸς ἐν τοῖς Ἱστορικοῖς ὑπομνήμασιν οὕτως· «Σπεύσιππος, πυνθανόμενος Φίλιππον βλασφημεῖν περὶ Πλάτωνος, εἰς ἐπιστολὴν ἔγραφέ τι τοιοῦτον, ὥσπερ ἀγνοοῦντας τοὺς ἀνθρώπους, ὅτι καὶ τὴν ἀρχὴν τῆς βασιλείας Φίλιππος διὰ Πλάτωνος ἔσχεν. Εὐφραῖον γὰρ ἀπέστειλε τὸν Ὠρείτην πρὸς Περδίκκαν Πλάτων, ὃς ἔπεισεν ἀπομερίσαι τινὰ χώραν Φιλίππῳ. Διατρέφων δʼ ἐνταῦθα δύναμιν, ὡς ἀπέθανε Περδίκκας, ἐξ ἑτοίμου δυνάμεως ὑπαρχούσης, ἐπέπεσε τοῖς πράγμασι.»
Ἀθήναιος Εὐφραῖος μὲν γὰρ, παρὰ Περδίκκᾳ τῷ βασιλεῖ διατρίβων ἐν Μακεδονίᾳ, οὐχ ἧττον αὐτοῦ ἐβασίλευε, φαῦλος ὢν καὶ διάβολος. Ὃς οὕτω ψυχρῶς συνέταξε τὴν ἑταιρίαν τοῦ βασιλέως, ὥστε οὐκ ἐξῆν τοῦ συσσιτίου μετασχεῖν, εἰ μή τις ἐπίσταιτο τὸ γεωμετρεῖν ἢ τὸ φιλοσοφεῖν. Ὅθεν Φιλίππου τὴν ἀρχὴν παραλαβόντος, Παρμενίων αὐτὸν ἐν Ὠρεῷ λαβὼν ἀπέκτεινεν, ὥς φησι Καρύστιος ἐν Ἱστορικοῖς ὑπομνήμασιν.
Ἀθήναιος Καρύστιος δὲ ἐν τοῖς Ἱστορικοῖς ὑπομνήμασιν, «Ὅτε — φησὶ — μεθύειν προῃρεῖτο Φίλιππος, τοῦτʼ ἔλεγε, Χρὴ πίνειν, Ἀντίπατρος γὰρ ἱκανός ἐστι νήφων. Κυβεύοντος δέ ποτε αὐτοῦ, καί τινος ἀγγείλαντος ὡς Ἀντίπατρος πάρεστι, διαπορήσας ὦσεν ὑπὸ τὴν κλίνην τὸν ἄβακα.»
Ἀθήναιος Εἰς τοσοῦτον δὲ Ἀλέξανδρος ἐμέθυεν, ὥς φησι Καρύστιος ὁ Περγαμηνὸς ἐν Ἱστορικοῖς ὑπομνήμασιν, ὡς καὶ ἐπὶ ὄνων ἅρματος κωμάζειν. Ἐποίουν δὲ τοῦτο, φησὶ, καὶ οἱ τῶν Περσῶν βασιλεῖς.
Ἀθήναιος Καρύστιος ἐν Ἱστορικοῖς ὑπομνήμασι, «Χάρωνι, φησὶ, τῷ Χαλκιδεῖ παῖς καλὸς ἦν, καὶ εἶχεν εὖ πρὸς αὐτόν. Ὡς δʼ Ἀλέξανδρος παρὰ Κρατέρῳ αὐτὸν ἐπῄνεσε γενομένου πότου, ὁ Κράτερος ἐκέλευσε τὸν παῖδα καταφιλῆσαι τὸν Ἀλέξανδρον· καὶ ὃς, Μηδαμῶς, εἶπεν, οὐ γὰρ οὕτως ἐμὲ εὐφρανεῖ, ὡς σὲ λυπήσει. Ὥσπερ γὰρ ἦν ἐρωτικὸς ὁ βασιλεὺς οὗτος, οὕτως καὶ πρὸς τὸ καθῆκον ἐγκρατὴς καὶ πρὸς τὸ πρεπωδέστατον. Αἰχμαλώτους γοῦν λαβὼν τὰς Δαρείου θυγατέρας καὶ τὴν γυναῖκα κάλλει διαπρεπεστάτην οὖσαν, οὐ μόνον ἀπέσχετο, ἀλλʼ οὐδʼ ἐκείνας μαθεῖν ἐποίησεν, ὅτι εἰσὶν αἰχμάλωτοι, ἀλλʼ ὡς ἔτι Δαρείου ἐν τῇ βασιλείᾳ ὄντος πάντα αὐταῖς χορηγεῖσθαι ἐκέλευσε. Διόπερ καὶ Δαρεῖος τοῦτο μαθὼν ηὔξατο τῷ Ἡλίῳ τὰς χεῖρας ἀνατείνας, ἢ αὐτὸν βασιλεύειν ἢ Ἀλέξανδρον.»
Ἀθήναιος Καὶ ἀμβροσίαν δὲ ἄνθος τι ἀναγράφει ὁ Καρύστιος ἐν Ἱστορικοῖς ὑπομνήμασι, λέγων οὕτως· «Νίκανδρός φησιν, ἐξ ἀνδριάντος τῆς κεφαλῆς Ἀλεξάνδρου τὴν καλουμένην ἀμβροσίαν φύεσθαι ἐν Κῷ.» Προείρηται δʼ ἄνω περὶ αὐτῆς, ὅτι τὸ κρίνον οὕτω λέγουσι.
Ἀθήναιος Καρύστιος δʼ ὁ Περγαμηνὸς ἐν Ἱστορικοῖς ὑπομνήμασι, «Κηφισόδωρος, φησὶν, ὁ Θηβαῖος, Πολύδωρον τὸν Τήιον ἰατρὸν Ἀντιπάτρῳ συσσιτεῖν, ψιλοτάπιδα ἔχοντι κρικωτὴν καθάπερ τοὺς στρωματεῖς εὐτελῆ, ἐφʼ ἧς κατακεῖσθαι, κάδους δὲ χαλκοῦς καὶ ποτήρια ὀλίγα· γεγονέναι γὰρ ὀλιγοδίαιτον καὶ τρυφῆς ἀλλότριον.»
Ἀθήναιος Περὶ οὗ φησι Καρύστιος ἐν Ἱστορικοῖς ὑπομνήμασιν, ὅτι οὕτως ἦν φιλόμηρος, ὡς διὰ στόματος ἔχειν τῶν ἐπῶν τὰ πολλά· καὶ Ἰλιὰς ἦν αὐτῷ καὶ Ὀδυσσεία ἰδίως γεγραμμέναι.
Ἀθήναιος Εἶτʼ οὐκ ἐγὼ δικαίως πάντας ὑμᾶς τοὺς φιλοσόφους μισῶ, μισοφιλολόγους ὄντας; οὓς οὐ μόνον Λυσίμαχος ὁ βασιλεὺς ἐξεκήρυξε τῆς ἰδίας βασιλείας ἀπελαύνων, ὡς ὁ Καρύστιός φησιν ἐν Ἱστορικοῖς ὑπομνήμασιν, ἀλλὰ καὶ Ἀθηναῖοι.
Ἀθήναιος Καρύστιος δὲ ὁ Περγαμηνὸς ἐν τρίτῳ Ὑπομνημάτων, «Δημήτριος, φησὶν, ὁ Φαληρεὺς, Ἱμεραίου τοῦ ἀδελφοῦ ἀναιρεθέντος ὑπʼ Ἀντιπάτρου, αὐτὸς μετὰ Νικάνορος διέτριβεν, αἰτίαν ἔχων, ὡς τὰ Ἐπιφάνεια τοῦ ἀδελφοῦ θύων. Κασάνδρῳ δὲ γενόμενος φίλος, μέγα ἴσχυσε. Καὶ κατʼ ἀρχὰς μὲν ἦν αὐτοῦ τὸ ἄριστον ὀξύβαφα παντοδαπὰς ἐλάας ἔχοντα καὶ τυρὸν νησιωτικόν. Ὡς δʼ ἐπλούτησε, Μοσχίωνα, τὸν ἄριστον τῶν τότε μαγείρων καὶ δειπνοποιῶν, ἐωνήσατο, καὶ τοσαῦτα ἦν τὰ παρασκευαζόμενα καθʼ ἡμέραν, ὥστε, χαρισαμένου τῷ Μοσχίωνι τὰ λείψανα, Μοσχίων ἐν ἔτεσι δύο τρεῖς συνοικία ἐωνήσατο, παῖδάς τʼ ἐλευθέρους ὕβριζε καὶ γυναῖκας τὰς τῶν ἐπιφανεστάτων. Ἐζηλοτύπουν δὲ πάντες οἱ παῖδες τὸν ἐρώμενον αὐτοῦ Θέογνιν· καὶ τοσοῦτον ἦν τῷ Δημητρίῳ προσελθεῖν, ὥστε, μετʼ ἄριστον αὐτοῦ περιπατήσαντος παρὰ τοὺς Τρίποδας, συνῆλθον εἰς τὸν τόπον παῖδες κάλλιστοι ταῖς ἑξῆς ἡμέραις, ἵνʼ ὀφθεῖεν αὐτῷ.»
Ἀθήναιος Ἀριστοφῶν δὲ ὁ ῥήτωρ, ὁ τὸν νόμον εἰσενεγκὼν ἐπʼ Εὐκλείδου ἄρχοντος, ὃς ἂν μὴ ἐξ ἀστῆς γένηται νόθον εἶναι, αὐτὸς ἀπεδείχθη ὑπὸ Καλλιάδου τοῦ κωμικοῦ ἐκ Χορηγίδος τῆς ἑταίρας παιδοποιησάμενος, ὡς ὁ αὐτὸς ἱστορεῖ Καρύστιος ἐν τρίτῳ Ὑπομνημάτων.
Ἀθήναιος Φιλέταιρον δὲ, τὸν Περγάμου καὶ τῆς Καινῆς ταύτης λεγομένης βασιλεύσαντα χώρας, Βόας αὐλητρίδος, ἑταίρας, τὸ γένος ἀπὸ Παφλαγονίας, υἱόν φησι γενέσθαι Καρύστιος ἐν Ἱστορικοῖς ὑπομνήμασιν.
Ἀθήναιος Περιηνέχθησαν ἡμῖν καὶ αἱ δεύτεραι καλούμεναι τράπεζαι, πολλάκις ἡμῖν διδόμεναι οὐ μόνον ταῖς τῶν Κρονίων ἡμέραις, ἐν αἷς Ῥωμαίων παισὶν ἔθος ἐστὶν ἑστιᾶν τοὺς οἰκέτας, αὐτοὺς τὰς τῶν οἰκετῶν ἀναδεχομένους λειτουργίας. Ἑλληνικὸν δὲ τοῦτο τὸ ἔθος. Ἐν Κρήτῃ γοῦν τῇ τῶν Ἑρμαίων ἑορτῇ τὸ ὅμοιον γίνεται, ὥς φησι Καρύστιος ἐν Ἱστορικοῖς ὑπομνήμασιν. Εὐωχουμένων γὰρ τῶν οἰκετῶν οἱ δεσπόται ὑπηρετοῦσι πρὸς τὰς διακονίας. Καὶ ἐν Τροιζῆνι δὲ μηνὶ Γεραιστίῳ· πανήγυρις δὲ τότε γίνεται πολυήμερος, ἧς ἐν μιᾷ οἱ δοῦλοι μετὰ τῶν πολιτῶν κοινῇ τε ἀστραγαλίζουσι, καὶ οἱ κύριοι τοὺς δούλους ἑστιῶσιν, ὡς ὁ αὐτός φησι Καρύστιος.
Ἀθήναιος Ὅτι Καρύστιος ὁ Περγαμηνὸς ἱστορεῖ, τὰς Κερκυραίας γυναῖκας ἔτι καὶ νῦν σφαιριζούσας ᾄδειν. Σφαιρίζουσι δὲ παρʼ Ὁμήρῳ οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες.
Ἀριστοφάνους Σχόλια Αὐτίκα Νίκη πέταται Νεωτερικὸν τὸ τὴν Νίκην καὶ τὸν Ἔρωτα ἐπτερῶσθαι. Ἄρχεννον γάρ φασι, τὸν Βουβάλου καὶ Ἀθήνιδος πατέρα, οἱ δὲ Ἀγλαοφῶντα, τὸν Θάσιον ζωγράφον, πτηνὴν ἐργάσασθαι τὴν Νίκην, ὡς οἱ περὶ Καρύστιον τὸν Περγαμηνόν φασιν.
Σχόλια εἰς Θεόκριτον Κυανέων Καρύστιος ὁ Περγαμηνός φησι Κυανέας μὲν ὑπὸ ἀνθρώπων, ὑπὸ δὲ θεῶν Φόρκου πύλας κεκλῆσθαι.
ΔΙΔΑΣΚΑΛΙΑΙ.
Ἀθήναιος Τὸν δὲ νῦν λεγόμενον παράσιτον Καρύστιος ὁ Περγαμηνὸς ἐν τῷ Περὶ διδασκαλιῶν εὑρεθῆναί φησιν ὑπὸ πρώτου Ἀλέξιδος, ἐκλαθόμενος ὅτι Ἐπίχαρμος ἐν Ἐλπίδι ἢ Πλούτῳ παρὰ πότον αὐτὸν εἰσήγαγεν.
Σοφοκλέους βίος Νίκας δὲ ἔλαβεν Σοφοκλῆς εἴκοσιν, ὥς φησι Καρύστιος.
ΠΕΡΙ ΣΩΤΑΔΟΥ.
Ἀθήναιος Ἤκμασε δὲ ἐν τῷ εἴδει τούτῳ Σωτάδης ὁ Μαρωνίτης, ὥς φησι Καρύστιος ὁ Περγαμηνὸς ἐν τῷ Περὶ αὐτοῦ Σωτάδου συγγράμματι, καὶ ὁ τοῦ Σωτάδου υἱὸς Ἀπολλώνιος.