Ὅτι τὸ, πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες, ἀντὶ τοῦ, ἐῤῥωμένως ἐκινοῦντο. καὶ εἴρηται ἀπὸ τοῦ παρακολουθοῦντος. ἕπεται γὰρ τοῖς οὕτω κινουμένοις ζῴοις, σείειν τὸν ζυγὸν ὑφʼ ὃν εἰσί. καὶ φασὶν οἱ παλαιοὶ ὅτι παρεκδοχικῶς ἐῤῥέθη ἀπὸ τοῦ παρεπομένου τὸ προηγούμενον, ἀντὶ τοῦ ὥδευον. Ἰστέον δὲ καὶ ὅτι τὸ πανημέριοι, παρὰ ἑτέροις ποιηταῖς, εὕρηται πανήμεροι ὁμοίως τῷ ἐφήμεροι, ἐκβληθέντος τοῦ Ὁμηρικοῦ ἰῶτα. ὥσπερ αὖ πάλιν τὸ Ὁμηρικὸν νήδυμος, νηδύμιος λέγεται προσλήψει τοῦ ἰῶτα. ὡς δηλοῖ παρὰ τῷ Ὀππιανῷ τὸ, πνοιῇ νηδυμίῃ. Ὅτι Φεραὶ μὲν, πόλεις Θεσσαλίας. Φειαὶ δὲ Ἤλιδος αἱ καὶ Φεαί. Φηραὶ δὲ, τῆς Λακωνικῆς. εἰς ταύτας ἵκοντο κατὰ πρώτην ἡμέραν ἐφʼ ἅρματος ὁ Τηλέμαχος καὶ ὁ Νεστορίδης Πεισίστρατος. καὶ ἀναπαυσάμενοι τὴν νύκτα Διοκλῆος ποτὶ δῶμα υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα ὥς που καὶ ἡ Ἰλιὰς δηλοῖ, καὶ ξένια λαβόντες ἀπʼ αὐτοῦ, ἅμα ἡμέρᾳ ἵππους τʼ ἐζεύγνυντο, ἀνά τε ἅρματα ποικίλα ἔβαινον. καὶ ἐξελάσαντες προθύροιο, ἦλθον ἐς πεδίον πυρηφόρον τὸ ἐγγὺς Λακεδαίμονος. λεγόμενον οὕτως, ἢ ὀνομαστικῶς, ἢ ὡς εὔφορον σίτου. ἐκεῖθεν δὲ, αἶψα ἦνον ὁδόν. τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι. δύντος δὲ ἡλίου, εἶχεν ἡ Λακεδαίμων αὐτούς. δευτέραν ἡμέραν ἐκ Πύλου ἐλθόντας ἐκεῖ. Καὶ ὅρα τὸ ἦνον, ἐκ τοῦ ἄνω ῥήματος. ἐξ οὗ ἐν τῇ α ῥαψῳδία τὸ πολλὰ κατάνεται. πλὴν ὅσον ἐκεῖνο μὲν, τὸ καταδαπανᾶν δηλοῖ καὶ εἰς ὄλεθρον τελειοῦν, καθʼ ὁμοιότητα τοῦ καταφαγεῖν. καὶ ἐκεῖθεν τὸ εἰς ὄλεθρον ἀνύειν. ὡς τὸ, ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας. ἐνταῦθα δὲ τὸ ἦνον, τὸ ἁπλῶς ἤνυον καὶ ἐτελείουν δηλοῖ. Τὸ δὲ τοῖον ὑπέκφερον, σπουδαῖον δρόμον σημαίνει. ἔστι δὲ τὸ ὑπέκφερον, ἀντὶ τοῦ ἐκινοῦντο, ἐκ τοῦ φέρω. ἀφʼ οὗ καὶ φυρὰ ἡ κατὰ τόπον κίνησις. Ὅτι δὲ τὸ ἐκφέρειν, καὶ ἐκκομιδὴν δηλοῖ ἑτεροίαν τέ τινα καὶ νεκρικὴν δὲ ὅθεν καὶ ἐκφορὰ ἡ ταφὴ, πολλαχοῦ φαίνεται. σημαίνει δέ ποτε καὶ αὔξησίν τινα. οὕτω γὰρ τὸ μικρὸν, μέγα τι ἐκφέρει ἔστιν ὅτε. Ἰστέον δὲ καὶ ὅτι ἐν τῷ ὑπέκφερον, ἐπίτασιν ἡ ἐκ πρόθεσις ἐμφαίνει καὶ ὑπεροχήν. ἵνα ᾖ, ὅτι ὄντες ὑπὸ τῷ ζυγῷ οἱ ἵπποι, λίαν ταχὺ ἐκινοῦντο. καὶ ὡς εἰπεῖν, ὑπερφερῶς. Τοῦ δὲ σπουδαίου δρόμου τῶν τοιούτων ἵππων, δηλωτικὸν ἐν τοῖς ἑξῆς καὶ τὸ, ἔλυσαν ἱδρώοντας. Ἐνταῦθα δὲ κεῖται καὶ σχῆμα πρωθύστερον ἐν τῷ, ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου. οὐδεὶς γὰρ προεξελαύνει προθύρου εἶτα αἰθούσης, ἀλλὰ ἀνάπαλιν. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Δ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.
Παρὰ Μενελάῳ ξενισθεὶς σὺν Πεισιστράτῳ Τηλέμαχος, ἀπαγγέλλει τὰ κατὰ τὴν Ἰθάκην ὑπὸ τῶν μνηστήρων πραττόμενα. ἔπειτα ἐξηγεῖται αὐτῷ ὁ Μενέλαος περὶ τοῦ νόστου τῶν Ἑλλήνων, καὶ τῆς Πρωτέως μαντείας, διʼ ἧς ἔγνω τὸν Ἀγαμέμνονος θάνατον, καὶ ὡς Ὀδυσσεὺς παρὰ Καλυψοῖ εἴη. βουλὴ δὲ γίνεται τῶν μνηστήρων περὶ τοῦ τὸν Τηλέμαχον ἀνελεῖν. παραμυθεῖται δὲ ἡ Ἀθηνᾶ διʼ ὀνείρου τὴν Πηνελόπην ἐπὶ τῇ τοῦ παιδὸς ἀποδημίᾳ δυσχεραίνουσαν, διὰ εἰδώλου ὁμοιωθεῖσα Ἰφθίμῃ τῇ τῆς Πηνελόπης ἀδελφῇ. ΟΔΥΣΣΕΙΑΣ Δ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.
Ὅτι ἐπιγραφὴ τοῦ γράμματος τούτου, αὕτη. Τηλεμάχου ἄφιξις εἰς Σπάρτην. Ὅτι κοίλην τὴν Λακεδαίμονα καλεῖ καὶ κητώεσσαν. ἐκεῖνο μὲν, διὰ τὸ κύκλῳ μακροῖς ὄρεσι περιειλῆφθαι, ὥσπερ καὶ ἡ κοίλη Συρία διʼ ὁμοίαν αἰτίαν τὴν τοιαύτην κλῆσιν εἴληχε. κητώεσσαν δὲ, ὡς μεγάλην. παρὰ τὸ κῆτος. τινὲς δὲ ὧν καὶ Ζηνόδοτος, καιετάεσσαν γράφουσιν. ὅθεν παρὰ Καλλιμάχῳ τὸ, ἵππους καιετάεντας ἀπʼ Εὐρώταο κομίσεαι. ποταμὸς δὲ Λακωνικὸς ὁ Εὐρώτας ὡς καὶ ὁ περιηγητὴς δηλοῖ. εἰ δὲ καί τι μόριον σώματος εὐρώτας λέγεται, δηλοῖ ὁ γράψας ἐλεγεῖον τὸ, οὐχʼ ὅλον εὐρώταν ἀλλʼ ὅσον ἠδύνατο. φασὶ δὲ λέγεσθαι καιετάεσσαν, τὴν καλαμινθώδη, ἢ τὴν πολλοὺς ἔχουσαν καιετοὺς, ὅ ἐστι σχισμὰς καὶ ῥωχμοὺς ἀπὸ σεισμῶν. εὔσειστος γὰρ ἡ Λακωνική. ἀπὸ δὲ τῆς τοιαύτης λέξεως, καὶ δεσμωτήριόν τι σπηλαιῶδες παρὰ Λάκωσιν ὁ καιέτας, ἢ διὰ τοῦ α καιάτας. οἱ δὲ, κώους φασὶ καλεῖσθαι τὰ τοιαῦτα κοιλώματα. ὅθεν καὶ τὸ, φηρσὶν ὀρεσκῴοις παρʼ Ὁμήρῳ εἰρῆσθαι οἴονται. ὁ δὲ τὰ ἐθνικὰ γράψας, ἱστορεῖ ὅτι κῶς, ὄρυγμα ἐν Κορίνθῳ, ὅπου φῶρας καὶ δραπέτας καθείργνυον. καὶ οἱ ἐν αὐτῷ τραφέντες, κῶες ἐλέγοντο. κώους γὰρ, τὰ κοιλώματα τῆς γῆς καὶ πᾶν σπήλαιον ἔλεγον. Ἰστέον δὲ ὅτι παρὰ τὸ κῶ τὸ κεῖμαι γίνεται οὐ μόνον τὸ προσεχῶς ῥηθὲν ὄρυγμα, ἀλλὰ καὶ ὁ καιέτας καὶ ὁ κῶος. οὗτος μὲν, κατὰ πρόσληψιν συλλαβῆς, ὡς τὸ, ζῶ ζῷον. ἐκεῖνος δὲ, ἀπὸ τοῦ κῶ καίω ὡς κλῶ κλαίω. ἵστανται μὲν γὰρ, τὰ ὑπερκείμενα. κεῖνται δέ πως, τὰ κάτω καὶ ταπεινά. Ὅτι εὐτυχῶς καταλύει Τηλέμαχος παρά τε Νέστορι θύοντα ἐκεῖνον ἐφευρηκῶς, παρά τε Μενελάῳ, ὃν εὗρε δαινῦντα γάμον πολλοῖσιν ἔτῃσιν υἱέος ἠδὲ θυγατρός. τῆς Ἑρμιόνης δηλαδή. ὧν τὴν μὲν, τῷ τοῦ Ἀχιλλέως υἱῷ ἔπεμπεν ἔνθʼ ἵπποισι καὶ ἅρμασι Μυρμιδόνων προτὶ ἄστυ. ὡς ἐν Τροίᾳ πρῶτον οὐχ ἁπλῶς ὑπέσχετο ἀλλὰ καὶ κατένευσε δώσειν. τοῖσι δὲ θεοὶ γάμον ἐξετέλειον. τῷ υἱῷ Μεγαπένθει Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην. ἐγχωρίαν δηλαδή. οὐκ ἂν οὐδὲ τὴν Ἑρμιόνην πέμψων εἰς Μυρμιδόνας, εἰ μὴ φθάσας ὑπέσχετο καὶ κατένευσε. λέγει δὲ καὶ ὡς ὁ Μεγαπένθης, τηλύγετος αὐτῷ ἐκ δούλης ἐγένετο. Ἑλένῃ δὲ, θεοὶ γόνον οὐκ ἔτʼ ἔφαινον ἐπειδὴ τοπρῶτον ἐγείνατο παῖδα ἐρατεινὴν Ἑρμιόνην. ἵνα φασὶν ἐπὶ πλέον ἀκμάζῃ μὴ δαπανωμένη πρὸς τέκνων τροφήν. ἢ καὶ ἵνα ἐξ Ἀλεξάνδρου παῖδα μὴ σχῇ πρὸς ἐπιγονὴν ἀναμνηστικὴν τῆς ἁρπαγῆς. καὶ οὕτω μὲν ὁ ποιητής. οἱ δὲ ὕστερον, καὶ υἱὸν τῷ Μενελάῳ γενεαλογοῦσι, Νικόστρατον. καὶ Ἀλεξάνδρου καὶ Ἑλένης, Κόριθόν φασιν υἱὸν ἢ Ἕλενον. γέγραπται δέ τι περὶ τούτων, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. οἱ δὲ παλαιοὶ, γράφουσι καὶ τοιαῦτα. Ἀγαμέμνονος Ἀχιλλεῖ θυγατέρα ὑποσχομένου ἐν ταῖς λιταῖς, διέπεσεν ὁ γάμος ἀποθανόντων ἀμφοτέρων. συνέπεσε δὲ ἄλλως τὸ πρᾶγμα, Ἑρμιόνης τῆς Μενελάου εἰς γάμον ἐκδοθείσης Νεοπτολέμῳ τῷ τοῦ Ἀχιλλέως υἱῷ. Σοφοκλῆς δέ φασιν ἐν Ἑρμιόνῃ ἱστορεῖ, ἐν Τροίᾳ ὄντος ἔτι Μενελάου, ἐκδοθῆναι τὴν Ἑρμιόνην ὑπὸ τοῦ Τυνδάρεω τῷ Ὀρέστῃ. εἶτα ὕστερον ἀφαιρεθεῖσαν αὐτοῦ, ἐκδοθῆναι τῷ Νεοπτολέμῳ κατὰ τὴν ἐν Τροίᾳ ὑπόσχεσιν. αὐτοῦ δὲ Πυθοῖ ἀναιρεθέντος ὑπὸ Μαχαιρέως ὅτε τὸν Ἀπόλλω τινύμενος τὸν τοῦ πατρὸς ἐξεδίκει φόνον, ἀποκαταστῆναι αὖθις αὐτὴν τῷ Ὀρέστῃ. ἐξ ὧν γενέσθαι τὸν Τισαμενόν. φερωνύμως οὕτω κληθέντα, παρὰ τὴν μετὰ μένους τίσιν. ἐπεὶ ὁ πατὴρ Ὀρέστης ἐτίσατο τοὺς φονεῖς τοῦ Ἀγαμέμνονος. Ὅρα δὲ καὶ ἐν τῷ ῥηθέντι χωρίῳ τὸ ἐπαινετικὸν εἶδος. ἐν ᾧ περικλυτὸν μὲν λέγει τὸ τῶν Μυρμιδόνων ἄστυ, ὅ ἐστιν ἴσως, ἡ Φθία. κρατερὸν δὲ, τὸν Μεγαπένθην. τὴν δὲ Ἑρμιόνην, οὐ μόνον ἀμύμονα, ἀλλὰ καὶ περικαλλεστάτην. φησὶ γάρ. ἡ εἶδος ἔσχε χρυσῆς Ἀφροδίτης. Τὸ δὲ πέμπειν, πρωτότυπόν ἐστι τῆς θριαμβικῆς πομπῆς. καιρία δὲ ἡ λέξις. διὸ καὶ δὶς αὐτὴν ἐνταῦθα εἶπεν ὁ ποιητής. πρῶτον μὲν, ἁπλῶς εἰπὼν τὴν μὲν ἔπεμπεν. εἶτα καὶ περιφραστικῶς, ἐν ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι. ὃ καὶ μάλιστά ἐστι πομπή. Ἔνθα καὶ ὅρα τὸ νέεσθαι, οὐ νόστον δηλοῦν ἀλλὰ πορείαν ἁπλῶς. Τὸ δὲ θεοὺς τὸν γάμον ἐκτελεῖν, σύνηθες ἐπὶ εὐδαιμόνων γάμων τῷ μύθῳ, οὕτω γὰρ καὶ οἱ τοῦ Πηλέως γενέσθαι μυθεύονται. Καὶ ὅρα ὅτι τὸ ἐξετέλειον, τελετὴν εἶναί τινα καὶ τὸν γάμον ἐμφαίνει. Ὁ δὲ ῥηθεὶς Ἀλέκτωρ, Ἀργείου γενεαλογεῖται τοῦ Πέλοπος καὶ Ἡγησάνδρας τῆς Ἀμύκλα. θυγάτηρ δʼ αὐτοῦ, Ἰφιλόχη φασὶν ἢ Ἐχέμηλος. Ἰστέον δὲ ὅτι τὸ ἀλέκτωρ, ἐπὶ ὀρνέου οὐκ ἔστιν εὑρεῖν παρὰ τῷ ποιητῇ. ἐπὶ δὲ ἡλίου, δοκεῖ αὐτὸ εἰδέναι μετὰ ἐκτάσεως τῆς ἀρχούσης. Ἠλέκτωρ γάρ. δῆλον δʼ ἐκ τῶν παλαιῶν, ὅτι τοῦ ἀλέκτωρ ὁ ὄρνις ὃς οὕτω λέγεται διὰ τὸ ἐκ τοῦ λέκτρου ἡμᾶς ἐγείρειν, ἔστι καὶ θηλυκὸν ἡ ἀλεκτορίς. ἤδη δὲ καὶ ἡ ἀλεκτρύαινα ὡς ἐμφαίνει ὁ κωμικός. καὶ ὅτι καθὰ ὁ ὄρνις καὶ ἡ ὄρνις διγενῶς, οὕτω διχῶς καὶ ἀλεκτρυών. καὶ τοῦ μὲν ἀρσενικοῦ, χρήσεις πολλαί. τοῦ δὲ θηλυκοῦ, αὗται παρὰ τῷ Ἀθηναίῳ. πολλαὶ τῶν ἀλεκτρυόνων ὑπηνέμια τίκτουσι. καὶ, αἱ δʼ ἀλεκτρυόνες ἅπασαι καὶ τὰ χοιρίδια τέθνηκεν. Ἴων δὲ ὁ τραγικὸς, ἀλέκτορα τὸν αὐτὸν εἶπε, διὰ τὸ ἡδύ. οὗ χάριν, οὐκ ἔχει ὁ ἀκροατὴς λέγεσθαι ἤγουν κοιμᾶσθαι. ἄλλῳ δὲ λόγῳ, ἀλέκτωρ καὶ ἡ ὁμόλεκτρος καθὰ καὶ ἀγάστωρ, ὁ ὁμογάστριος. ἄλλως δὲ πάλιν, παρθένος ἀλέκτωρ, ἡ μὴ πειραθεῖσα λέκτρου. κατὰ τὸ, γενέθλιός ἐστι τῆς ἀλέκτορος Ἀθηνᾶς καὶ ἄδικος, ἡ τῆτες ἡμέρα. γριφώδεις δὲ λέξεις αὗται, δριμύτητος ἰδέαν ὑποκοριζόμεναι. διὸ οὔτε τὸ, ἀλέκτωρ Ἀθηνᾶ τέτριπται, οὔτε τὸ, ἄδικος ἡμέρα καθʼ ἣν οὐ κροτεῖται δίκη. τοιοῦτον δὲ καὶ τὸ, ἐκ Δελφῶν ἐπανῆκεν ἄχρηστος. ἤγουν μὴ λαβὼν χρησμόν. καὶ τὸ, ναῦται δὲ, μηρύσαντο νηὸς ἰσχάδα. ἤγουν ἄγκυραν διʼ ἧς ἴσχεται ἡ ναῦς. πρὸς ὅπερ ὁμόστοιχον, καὶ τὸ εἰπεῖν τὰς ἀγκύρας, Ἕκτορας πλημυρίδος ἤγουν κυμάτων ἐφεκτικάς. τούτων δὲ γλυκύτερον, τὸ εἰπεῖν ἰοχέαιραν, τὴν ἀσπίδα τὸ ζῷον. καὶ ταῦτα μὲν οὕτω εἰρήσθω. μνηστέον δὲ καὶ Ἀδαίου ὃς περιώνυμος ἦν ἐν τοῖς Φιλίππου ξένοις, ὅτι ἀλεκτρυὼν ἐπεκαλεῖτο. περὶ οὗ Ἡρακλείδης ὁ κωμικὸς παίζων ὡς περὶ ὄρνιθος, λέγει ὅτι ἀλεκτρυόνα τὸν τοῦ Φιλίππου λαβὼν ἀωρὶ κοκκύζοντα καὶ πλανώμενον, κατέκοψεν, οὐ γὰρ εἶχεν οὐδέ πω λόφον. κἆτα κόψας, μάλα συχνοὺς ἐδείπνισε Χάρης Ἀθηναίους. ὅτε δηλαδὴ ὁ τοιοῦτος Χάρης τοὺς Ἀθηναίους ἐν τῇ ἀγορᾷ εἱστίασε, θύσας ἐπινίκια μάχης τῆς πρὸς τοὺς Φιλίππου ξένους, ὧν ὁ ῥηθεὶς Ἀδαῖος ἡγεῖτο. ἔστι δὲ τὸ μὲν ἀωρὶ κοκκύζειν τὸν Ἀδαῖον ἀλεκτρυόνα, τὸ παρὰ καιρὸν ἐπιβαλεῖν τῇ μάχῃ. τὸ δὲ μήπω λόφον ἔχειν, τὸ ἄοπλον ἔτι ὄντα περιπεσεῖν κινδύνῳ. ὡς δὲ τὸ ὄρνεον ὁ ἀλεκτρυὼν, καὶ Ἄρεϊ ἀνέκειτο ὥς που καὶ ἐν τοῖς ἑξῆς φανεῖται, καὶ ὡς ἐν ἱεροῖς ἀνετίθετο, οἱ παλαιοὶ δηλοῦσιν. ἱστορεῖται δὲ καὶ ὅτι ἀλεκτρυὼν εἰσιὼν οἱανδή τινα θύραν, ἐπικλίνει τὸν λόφον. οὗ δὴ ἀλέκτορος καθὰ καὶ ἀλεκτρυόνος, καὶ παρʼ ἄλλοις μὲν πολλοῖς χρῆσις. καὶ παρὰ Κρατίνῳ δέ φασιν ἐν τῷ, κοκκύζειν τὸν ἀλεκτρυόνα οὐκ ἀνέχονται. ἤγουν ᾄδειν ὡς αὐτῷ ἔθος. ἐξ οὗ δὴ κοκκύζειν, καὶ ὁ παρʼ Ἡσιόδῳ κόκκυξ. καὶ ἐπίῤῥημα κόκκυ παρὰ τῷ κωμικῷ. ὑποβάλλει δὲ τοιοῦτον νοῦν καὶ Σοφοκλῆς φασὶν ἐν τῷ, κοκκοβόας ὄρνις. ἐναργέστερον δὲ, Δίφιλος ἐν τῷ καὶ νὴ Δίʼ ὄντως εὐθὺς ἐξέπεμπέ με ὀρθριόκοκκυξ ἀρτίως ἀλεκτρυών. καὶ Πλάτων δὲ ἐμφανῶς φασὶν ὁ κωμικὸς ἐν τῷ, σὲ δὲ κοκκύζων ἀλέκτωρ προκαλεῖται. Ὅρα δὲ ὅτι τῶν ἐκ τοῦ λέγω τὸ κοιμῶμαι γεγονότων, ἐνεργητικοῦ μὲν παρακειμένου, τὸ λέχος διὰ ε καὶ ἡ λεχώ. διὰ δὲ τοῦ ο, ἡ ἄλοχος καὶ τὸ λοχεύειν. παθητικοῦ δὲ τρίτου προσώπου, τὸ λέκτρον καὶ ὁ ἀλέκτωρ ἴσως δὲ καὶ ἡ Ἠλέκτρα. καὶ ὁ ἀλεκτρυὼν δέ. Τὸ δὲ ἤγετο κούρην, πάνυ σύνηθες ἐπὶ γάμου λέγεσθαι. τοιοῦτον γὰρ καὶ τὸ, ἠγαγόμην γυναῖκα. εἰς τὸ πᾶν δὲ εἰπεῖν, τὸ ἄγειν καὶ τὰ ἐξ αὐτοῦ, σεμναὶ λέξεις εἰσίν. εἰ δὲ ψεκτὸν ὄνομα ὁ προαγωγὸς ἔτι δὲ καὶ τὸ προαγωγεύειν, πάντως γὰρ οὐκ ἐπαινετὰ ταῦτα εἰσὶν, ἀλλʼ αὐτὸ τὸ προάγειν, σεμνότητα ἔχει. ὥσπερ καὶ ἡ προαγωγή. τιμὴν γὰρ αὐτὴ δηλοῖ. οἷον. ὑποδραμὼν τὸν βασιλέα, τῶν φίλων ἐγένετο μεγίστης τυχὼν προαγωγῆς. Περὶ δὲ τοῦ τηλύγετος, ἱκανῶς ἡ Ἰλιὰς δηλοῖ. νῦν δὲ εἰς τοσοῦτον ῥητέον. ὡς τηλύγετος παῖς παρὰ τοῖς παλαιοῖς, οὐ μόνον μεθʼ ὃν οὐκ ἔστι τεκνώσασθαι, ἢ ὁ μόνος υἱὸς ὡς ὁ Μεγαπένθης ἐνταῦθα τῷ Μενελάῳ, ἀλλὰ καὶ ὁ τῆλε ὄντι τῷ πατρὶ γεννηθεὶς, ἢ καὶ αὐξηθεὶς μετὰ γέννησιν. παράδειγμα τοῦ πρώτου, Τηλέγονος ὁ ἐκ Κίρκης τῆλέ που γεννηθεὶς τῷ Ὀδυσσεῖ. ὅθεν καὶ τοὔνομα ἔσχε. τοῦ δὲ δευτέρου, Ὀρέστης τε ὁ Ἀγαμεμνονίδης καὶ ὁ τοῦ Ὀδυσσέως Τηλέμαχος. ᾧ τοὔνομα οὕτως ἔπεσεν, ἐπειδὴ τῆλε μαχομένου τοῦ πατρὸς ἐτράφη. Ἰστέον δὲ ὡς ἐπειδὴ τῇ Ἑλένῃ γεννησαμένῃ τὴν Ἑρμιόνην οὐκ ἔτι γόνος ἐφαίνετο, εἴη ἂν καὶ αὐτὴ τηλυγέτη τοῖς τεκοῦσιν, οἷα μόνη θυγάτηρ. ὡς καὶ ὁ Μεγαπένθης, μόνος υἱός. Ἔτι ἰστέον, καὶ ὡς ἐν τούτοις καινόσχημόν ἐστι κατὰ σύνταξιν τὸ, υἱέϊ δὲ ἤγετο κούρην ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης. τὸ γὰρ κοινῶς ἀκόλουθον ἦν, υἱέϊ κρατερῷ Μεγαπένθει. ὁ δὲ, καινότερον ἀπέδωκεν αὐτὸ πρὸς τὸ, ὃς τηλύγετος γένετο. Τὴν δὲ διαληφθεῖσαν δούλην, Ζευξίππου τέ τινος εἶπον θυγατέρα, καὶ κύριον αὐτῆς ἐξέθεντο ὄνομα. οὗ τὸ ἀκριβὲς, ἀφανὲς ἐν τοῖς παλαιοῖς ὑπομνήμασιν. καὶ ὁ τῶν νόστων δέ φασι ποιητὴς, κύριον ὄνομα λέγει τὸ, δούλης. διὰ τὸ μηδέ ποτε λέγειν τὸν ποιητὴν δούλας τὰς θεραπαίνας, ἀλλὰ δμωὰς ἢ δμωΐδας. διὸ καὶ τὸ, εἰσόκέ σε ἢ ἄλοχον ποιήσεται ἢ ὅγε δούλην, ἀθετεῖται κατὰ τοὺς παλαιούς. Ὅρα δὲ καὶ ὡς εἰ καὶ μὴ ἐφαίνετο τῇ Ἑλένῃ γόνος ἐπεὶ ἐγείνατο τὴν Ἑρμιόνην, ἀλλʼ ἐκ τῆς δούλης ἀνεπληρώθη τὸ ἐκ τῆς Ἑλένης ἐλλεῖπον τῷ Μενελάῳ. ἔσχε γὰρ ἐξ ἐκείνης υἱὸν τὸν Μεγαπένθην. ὃς ἔοικεν ἁρπαγείσης τεκνωθῆναι τῆς Ἑλένης. διὸ καὶ φερωνύμως ὠνομάσθαι διὰ τὸ μέγα πένθος εἶναι τότε τῷ τοῦ Μενελάου οἴκῳ. Ἔτι ὅρα καὶ ὡς ἦν μὲν διὰ πλεῖον κάλλος, ἄπαιδα μεῖναι τὴν Ἑλένην. ἐπεὶ δέ φασι δύσδαιμον ἡ ἀτεκνία, γεννᾷ εἰσάπαξ, καὶ οὐκ εἰς δεύτερον, ἵνα τὸ κάλλος αὐτῇ ὡς ἐῤῥέθη φυλάττηται. θηλυγονεῖ δὲ, ὡς ἂν ἔχῃ χαίρειν αὐτὴ τῷ ὁμοίῳ. Ἰστέον δὲ ὅτι κατὰ Πορφύριον, καὶ ἕτερος Μεγαπένθης ἦν παλαιὸς, ἀπόγονός φησιν Αἰγύπτου ἀδελφοῦ Δαναοῦ. κληθεὶς οὕτω, διὰ τὸ πενθῆσαι τὸν Προῖτον ἐπὶ τῇ μανίᾳ τῶν θυγατέρων. ἃς ὁ Μελάμπους καθῄρας, ἔλαβε τὰ δύο μέρη τῆς ἐκείνου βασιλείας, καὶ τῷ ἀδελφῷ Βίαντι ἔδωκεν. ἔσται δέ τις μνήμη τῆς τοιαύτης ἱστορίας, καὶ ἐν τοῖς ἑξῆς. Ὅτι ἐν τῷ, δαίνυντο γείτονες ἠδὲ ἔται Μενελάου τερπόμενοι, διαφορὰ δηλοῦται τῶν λέξεων. γείτονες μὲν γὰρ, οἱ πλησιασταὶ μόνοι. ἔται δὲ, οἱ καὶ ἄλλως συνήθεις. δῆλον δὲ ὅτι καὶ ὁ γείτων ὡς ἐθὰς, ἔτης ἂν εἴη καὶ αὐτός. διὸ πρὸ βραχέων ἐν τῷ, δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν, οἱ ἔται, καὶ τοὺς γείτονας περιεῖχον εἰ καὶ ἐνταῦθα διωρίσθησαν. ψιλοῦται δὲ τὸ ἔτης κατὰ τοὺς παλαιοὺς, εἴτε ἐπὶ πολίτου εἴτε ἐπὶ ἑταίρου λέγεται. δῆλον δὲ καὶ ὅτι ἀπὸ τοῦ ἔθους, οὐ μόνον ὁ ἑταῖρος καὶ ὁ ἔτης, ἀλλὰ φανερῶς καὶ ὁ ἐθάς. ὃν τινὲς, καὶ ἠθάδα λέγουσιν ὥς φησιν Αἴλιος Διονύσιος. ὅτι δὲ ψιλοῦται τὸ ἔτης, κάλλιον ἐν τῇ Ἰλιάδι γέγραπται. Ὅτι ἐν τῷ τοῦ Μεγαπένθους γάμῳ, τοῖς δαινυμένοις ἐμέλπετο θεῖος ἀοιδὸς φορμίζων. δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτοὺς μολπῆς ἐξάρχοντες, ἐδίνευον κατὰ μέσσον. ὅ ἐστι κατὰ δῖνον ἐστρέφοντο. Καὶ ὅρα ὅτι τε θεῖόν τι κἀνταῦθα ὁ ἀοιδὸς, καὶ ὡς οὐδέν τι φορτικὸν καὶ ἀπᾷδον οὐδʼ ἐν τούτοις ὁ βασιλικὸς ἔχει γάμος, ἀλλʼ ἀρκεῖται ὀρχήσει καὶ μολπῇ. Τὸ δὲ ἐμέλπετο καὶ τὸ μολπὴ, τρόπος ἐτυμολογίας ἐστίν. Ἐνταῦθα δὲ, σημείωσαι τὰ τοῦ Ἀθηναίου. εἰπόντος ἐν τῇ κατὰ τὸν Μενέλαον γαμοποιΐᾳ μὴ συνέντες οἱ περὶ Ἀρίσταρχον ὅτι τῶν ἀκμαίων ἡμερῶν παρεληλυθυιῶν τοῦ γάμου, μονάζοντες διῃτῶντο οἱ βασιλεῖς. ἀλλʼ ἐξαπατηθέντες ὑπὸ τοῦ πρώτου στίχου λέγοντος, τόν δʼ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔταισι, προσσυνῆψαν τοιαῦτα ἔπη. ὣς οἱ μὲν δαίνυντο. καὶ ἑξῆς πέντε στίχους τούτους. παραγράψαντές φησιν ἐκ τοῦ Κρητικοῦ χοροῦ τῆς ἐν Ἰλιάδι ὁπλοποιΐας σὺν αὐτῷ τῷ περὶ τὴν λέξιν ἁμαρτήματι. οὐ γὰρ ἐξάρχοντές φησιν οἱ κυβιστητῆρες ἀλλὰ πάντως ἐξάρχοντος τοῦ ᾠδοῦ, ὠρχοῦντο. τὸ γὰρ ἐξάρχειν, τῆς φόρμιγγος ἴδιον. διὸ Ἡσίοδος ἐν ἀσπίδι φησί. θεαί δʼ ἐξῆρχον ἀοιδῆς Μοῦσαι. Καὶ Στησίχορος δὲ, καλεῖ τὴν Μοῦσαν ἀρχεσίμολπον. καὶ Πίνδαρος, ἀγησίχορα τὰ προοίμια. ἔτι φησὶν ἐν τοῖς ῥηθεῖσιν, ἀνίατον παντάπασι τὸ ἐξάρχοντες, μὴ δυναμένης τῆς ἐπὶ τὸν ᾠδὸν ἀναφορᾶς σώζεσθαι. κεῖται δέ φησιν κρεῖττον ἐν Ἰλιάδι, προηγουμένου τοῦ, πολύς δʼ ἱμερόεντα χορὸν περιΐσταθʼ ὅμιλος. Διόδωρος δέ φησιν ὁ Ἀριστοφάνειος, ὅλον τε τὸν γάμον περιγράφει. ἤγουν ἀθετεῖ. ἐκβάλλει. καὶ κελεύει γράφειν, δοιὼ δὲ κυβιστητῆρε καθʼ αὐτούς. σολοικίζειν φησὶν ἀναγκάζων ὁ ῥηθεὶς δηλαδὴ Διόδωρος. τὸ μὲν γὰρ κατʼ αὐτοὺς, κατὰ σφᾶς ἔστιν αὐτούς. τὸ δὲ λέγειν ἑαυτοὺς, σόλοικον. Καὶ ὅρα ὅτι λελήθασι σολοικίζοντες ὡς Ἀθήναιος βούλεται, οἱ λέγοντες ἑαυτοῖς καὶ ἑαυτοὺς καὶ ἑαυτῶν. αἴτιον δʼ ὅτι ἐν ἑνικοῖς μὲν, τὸ ἑαυτοῦ καὶ ἑαυτῷ καὶ ἑαυτὸν, ἐκ δύο ἕκαστον ὁμοιοπτώτων γενικῶν σύγκεινται, οἷον ἕο αὐτοῦ. ἑοῖ αὐτῷ. ἓ αὐτόν. ὁποῖόν τι καὶ τὸ, ἓ ἕδʼ αὐτὸν ἐποτρύνει μάχεσθαι. συναιρεθέντα δὲ, ποιοῦσι τὸ ἑαυτοῦ ἑαυτῷ ἑαυτὸν. ἐπὶ δέ γε πληθυντικῶν πτώσεων τοῦ, αὐτῶν αὐτοῖς αὐτοὺς, οὐκ ἔχει χώραν συνθέσεως ἡ ἀντωνυμία τὸ ἓ. ἀλλʼ ὁ προσθέμενος αὐτὴν ἀνομοιόπτωτον οὖσαν τοῖς τοιούτοις πληθυντικοῖς, οὐ ποιεῖ καθʼ Ἕλληνας. ὥσπερ οὐδὲ ὁ τολμήσας εἰπεῖν ἐμαυτοὺς ἢ σαυτῶν ἤ τι τοιοῦτον. διὸ κάλλιον ἐν τοῖς τοιούτοις ἀρκεῖσθαι τῇ τῆς ἀρχούσης δασείᾳ. καὶ ἀντὶ τοῦ, ἑαυτοῖς καὶ ἑαυτοὺς, δασύνειν τὸ ἄλφα πρὸς διαστολὴν τῶν κατʼ ἄλλην ἔννοιαν ψιλουμένων. ὃ δὴ ποιοῦσιν ἀξιολόγως, οἱ γράφοντες τὸ καθʼ αὑτοὺς καὶ καθʼ αὑτὸ καὶ καθʼ αὑτά. καὶ ὅσα τοιαῦτα. πλὴν ἐπειδὴ πολλῶν καὶ πολλοῦ λόγου ἀξίων ἀνδρῶν χρωμένων καὶ ταῖς εἰρημέναις συνθέτοις πληθυντικαῖς ἀντωνυμίαις, οὐκ ἔστι σολοικίαν καταλέγειν ἁπάντων, ῥητέον ὅτι οὐκ ἀναμφιλέκτως σύνθεσις ἀντωνυμιῶν δύο προήγαγε τὸ, ἑαυτῶν ἑαυτοῖς ἑαυτοὺς. ἀλλʼ ὡς ἁπλαὶ λογίζονται μετὰ πάθους πλεονασμοῦ, δοκεῖ γὰρ δασυνθέντων ὡς ἐῤῥέθη τοῦ, αὑτῶν αὑτοῖς αὑτοὺς, προκαθεσθῆναι πλεονάσαν τὸ ε. καὶ αὐτίκα ἐφελκύσασθαι εἰς ἑαυτὸ τὴν δασεῖαν τῆς αυ διφθόγγου πρὸς ὁμοιότητα τοῦ, ὥρακα ἑώρακα. καὶ τῶν ὁμοίων. καὶ οὕτω παῤῥησιάσασθαι ὁμοίως ταῖς ὡς λέλεκται δασυνομέναις δισυλλάβοις ἀντωνυμίαις, καὶ τὰς τρισυλλάβους. Ὅτι βιωτικὸν καὶ ἀφελὲς τὸ διὰ θεράποντος αὐτῷ δὴ τῷ βασιλεῖ ἀγγελθῆναι τὴν τῶν ξένων ἔλευσιν. φησὶ γὰρ ὅτι κρείων Ἐτεωνεὺς ὀτρηρὸς θεράπων Μενελάου ἔβη ἀγγελέων ποιμένι λαῶν. ἀγχοῦ δʼ ἱστάμενος ταυτόν δʼ εἰπεῖν παριστάμενος, ἔφη. ξείνω δή τινε τώ γε διοτρεφὲς ὦ Μενέλαε ἄνδρε δύω καὶ ἑξῆς. ποιεῖ δὲ καὶ ποικιλίαν ἡ διὰ τοῦ Ἐτεωνέως ἀγγελία. ἵνα τῷ Νέστορι μὲν, αὐτόματοι ἐντύχωσιν οἱ νέοι. τῷ Μενελάῳ δὲ, διʼ ἀναφορᾶς. Καὶ ὅρα εἰσβολὴν λόγου διηγηματικὴν ἀφελῆ, ἐν τῷ, ξείνω δή τινε τώ γε. Κρείοντα δὲ τὸν ῥηθέντα θεράποντα λέγει, ὡς βασιλικὸν ἄνδρα. ἢ καὶ ὡς τῶν συνθεραπόντων ὑπερέχοντα οὓς κέκλεται μετʼ ὀλίγα, σπέσθαι αὐτῷ. δηλοῖ δὲ ἡ λέξις φανερῶς, καὶ μὴ δὲ δοῦλον εἶναι τὸν θεράποντα. οὐ γὰρ ἂν εἴη κρείων ὁ δοῦλος. καὶ μὴν ἄλλως, οὐ καινὸν κρείοντα εἰρῆσθαι θεράποντα, εἴγε καὶ δοῦλος ἐν τοῖς μετὰ ταῦτα πιστὸς, ὄρχαμος ἀνδρῶν λεχθήσεται, ἤτοι κρείων. οὗ παραγωγὴ, ἐκ τοῦ κρατῶ κρατείω. καθά φασι καὶ γαμείων, ἐκ τοῦ γαμείω. Τὸ δὲ δύω, περιττὸν καὶ ἐνταῦθα κεῖται, ὡς καὶ ἐν τῷ, δύω κοσμήτορε. καὶ ἐν ἄλλοις. ἴσως δὲ, καὶ διὰ σαφήνειαν. ἵνα τὸ, ξείνω τώ γε ἄνδρε, καθαρῶς νοηθῶσι δυϊκὰ διὰ τὸ ἔστιν οὗ καὶ ἐπὶ πληθυντικῶν τὰ τοιαῦτα λαμβάνεσθαι. καθὰ καὶ τὰ πληθυντικὰ, πολλάκις κεῖνται ἀντὶ δυϊκῶν.
Ὅτι τὸ μὲν ἐΐκτην ἐν Ἰλιάδι, ἀπὸ ὑπερσυντελίκου ἦν, διὸ καὶ ἀμοιβῇ τοῦ ο εἰς η προήνεκτο. ἐνταῦθα δὲ τὸ, γενεῇ Διὸς μεγάλοιο ἔϊκτον, παρακειμένου ἐστὶ χρόνου τρίτον δυϊκόν. διὸ καὶ ὁμοφωνεῖ τῷ δευτέρῳ. ἔστι δὲ πρῶτον ἑνικὸν τούτου, τὸ εἶκα καὶ κατὰ διάλυσιν ἔϊκα. οὐκ ἂν δὲ πεζογραφῶν τις, ἐρεῖ οὔτε τὸ ἔϊκτον, οὔτε τὸ ἐΐκτην. Ὅτι τὸ καταλύσομεν ὠκέας ἵππους, ἀντὶ τοῦ, ἀποζεύξομεν. λύσομεν τοῦ ἅρματος. ὅθεν μετηνέχθη καὶ τὸ καταλύειν ἀντὶ τοῦ ξενοδοχεῖσθαι. καὶ ὁ τῆς ξενίας δὲ τόπος, ἐντεῦθεν λέγεται κατάλυμα, ἐν ᾧ δηλαδὴ τὰ ὑποζύγια ἢ τὰ φορτία λύονται. διὸ μετʼ ὀλίγα φησὶν, ἀλλὰ λύε ἵππους, τοῦ ζυγοῦ δηλαδή. ἄλλως γὰρ, δεθήσονται αὖθις πρὸς ταῖς φάτναις. Ὅτι ὥσπερ Πάνθοος κύριον ἐξ οὗ Πανθοΐδης πατρωνυμικὸν καὶ ἐν συναιρέσει Πανθοίδης Πολυδάμας. οὕτω καὶ ὧδε Βοηθοΐδης Βοηθοίδης ὁ Βοηθόου υἱὸς Ἐτεωνεύς. ὁμώνυμος δὲ λέξις ὁ βοηθόος. ἄνδρα τε γὰρ δηλοῖ μάχιμον ἐξ οὗ καὶ βοηθόον ἅρμα ἐν Ἰλιάδι, καὶ κύριον δὲ ἐνταῦθα ὄνομα, ὃ συγκοπὲν, τὸν παρὰ τοῖς ὕστερον βοηθὸν ἐποίησεν. Ὁ δὲ Ἐτεωνεὺς, Ἐτεωνῷ πόλει παρωνόμασται. περὶ ἧς ἡ Βοιωτία δηλοῖ.
Ὅτι ἐπὶ συνετοῦ μὲν ἀνάξια δὲ λέγοντος ὧν χρὴ, οἰκεῖον εἰπεῖν τὸ, οὐ μὲν νήπιος ἦσθα τοπρίν. ἀτὰρ μὲν νῦν γε παῖς ὣς νήπια βάζεις. πρὸς Ἐτεωνέα δὲ τὸν θεράποντα φησὶν ὁ Μενέλαος τοῦτο, ἐρωτῶντα εἰ τοὺς ξένους εἰσακτέον. Λέγων καὶ ὅτι ἡμεῖς ξένια πολλὰ φαγόντες ἄλλων ἀνθρώπων, δεῦρʼ ἱκόμεθα. λόγος δὲ οὗτος εὐχαρίστου πλάνητος, ὁμολογοῦντος τὴν ξενίαν. Προστίθησι δὲ ὁ Μενέλαος καὶ τὸ, αἴκε ποθὶ Ζεὺς ἐξοπίσω περ παύσει ὀϊζύος. ἔοικε γὰρ εἶναι δύσελπις ἕως τὴν Ἑλένην ἔχει. Ἰστέον δὲ ὅτι τὸ, οὐ μέν τι νήπιος ἦσθα ὦ δεῖνα, ἀπεναντίας ἐσχημάτισται πρὸς τὸ, νήπιος εἶς ὦ ξεῖνε. ὃ ἐν τοῖς μετὰ ταῦτά που κεῖται.
Ὅτι φιλοξένου λόγος τὸ, ἀλλὰ λύε ἵππους ξείνων. ἐς δʼ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι. ἔστι δὲ τὸ προτέρω ἀντὶ τοῦ προσωτέρω. Ὅτι καταλύσεως ξενικῆς φραστικὸν τό, οἵ δʼ ἵππους λῦσαν ὑπὸ ζυγοῦ ἱδρόωντας. καὶ τοὺς μὲν κατέδησαν ἐφʼ ἱππείῃσι κάπῃσι. Πάρ δʼ ἔβαλον ζειάς. ἀνὰ δὲ κρῖ τουτέστι κρίμνον λευκὸν ἔμιξαν. ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα. αὐτούς δʼ εἰσῆγον θεῖον δόμον. τοιοῦτος δʼ ἐνταῦθα ὁ τοῦ Μενελάου. διὸ καὶ ἰδόντες, θαύμαζον κατὰ δῶμα οἱ ξένοι ἐφʼ οἷς ἑρμηνεύων πῶς θεῖος ὁ ῥηθεὶς δόμος ἐπάγει, ὥστε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης δῶμα καθʼ ὑψερεφές. προιὼν δὲ σαφέστερον ἑρμηνεύσει τὸ τοῦ δόμου θεῖον, εἰπὼν τοιαύτην εἶναι τὴν τοῦ Διὸς αὐλήν. ἐκθήσει δὲ καὶ τὴν ἐκτιμίας ὕλης τοῦ δόμου λαμπρότητα. καὶ τοιαῦτα μὲν ταῦτα. ἐν δὲ τῷ, λῦσαν ὑπὸ ζυγοῦ ἀντὶ τοῦ ὑπέλυσαν, ὅρα ὅτι ὃ φθάσας εἶπε λύειν ἵππους καὶ καταλύειν, τοῦτο καὶ ὑπολύειν ἔφη. Ἱππείας δὲ κάπας φησὶ, πρὸς διαστολὴν τῶν βοείων. κάπη δὲ ἡ φάτνη, παρὰ τὸ κάπτω τὸ χανδὸν ἐσθίω, ὅθεν καὶ τὸ ἀνέκαψε παρὰ τῷ κωμικῷ. ἀφʼ οὗ, ἔγκαφος ὁ ψωμὸς, ἤτοι βλωμός. ὡς Εὔπολις. οὐ γὰρ λέλειπται τῶν ἐμῶν οὐδʼ ἔγκαφος. οἱ χυδαῖοι δὲ, τὸ τοιοῦτον κάπτω, χάπτω φασί. Περὶ δὲ τοῦ κρῖ λευκὸν καὶ τοῦ, ἐνώπια παμφανόωντα, δηλοῖ τὰ εἰς τὴν Ἰλιάδα, ὁμοίως δὲ καὶ περὶ τοῦ παραβαλεῖν. Τὸ δὲ ζειὰς ἀναμιγνύειν κριθῇ, ἔθος ἱπποκομικόν. Τὸ δὲ ἡλίου αἴγλη ἢ σελήνης, σημειοῦνται οἱ παλαιοὶ, διὰ τὴν ἀπὸ συγκριτικοῦ ὕψους κατάβασιν πρὸς τὸ ταπεινότερον. ἔδει γάρ φασι σελήνην εἰπεῖν πρῶτα, εἶτα εἰς τὸν ἥλιον ἐπαναβῆναι, ὡς ἂν προκόπτῃ τὰ τῆς συγκρίσεως. ἔστι δʼ εἰπεῖν, ὅτι πιθανῶς ὁ ποιητὴς ἐκ τοῦ μείζονος εἰς τὸ ἧττον κατέβη, ὡς ἂν μᾶλλον ὁ λόγος πιστεύοιτο. Τὸ δὲ ὑψερεφὲς, κατὰ φύσιν γέγραπται καθὰ καὶ ὁ ἐρετμός. ὅτε μέντοι γράφοιτο ὑψηρεφὲς, ἐκτέταται ὡς τὸ ἐπήρετμοι. Ὅτι ἐπὶ τῶν μετὰ θέαν λουομένων εἶτα δαινυμένων, καλὸν εἰπεῖν τὸ, αὐτὰρ ἐπὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν, ἔς ῥʼ ἀσαμίνθους βάντες ἐϋξέστας, λούσαντο. τούς δʼ ἐπεὶ οὖν αἱ δεῖνα λοῦσαν ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον, ἠδὲ χιτῶνας, ἔς ῥα θρόνους ἕζοντο καὶ τὰ ἑξῆς. φιλόφρονος δὲ ἀνδρὸς λόγος τὸ, σίτου ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειτα δείπνου παυσαμένω, εἰρησόμεθα. ἔστι δʼ ἐν τούτοις τὸ κατὰ σιωπὴν σχῆμα, καθὸ λούονται οἱ βασιλικοὶ ξένοι κατὰ σιωπηρὰν τοῦ βασιλέως κέλευσιν. Ὅρα δὲ τὸ, τάρπησαν ὁρώμενοι ὀφθαλμοῖς, ἀντὶ τοῦ ὁρῶντες. παθητικῶς ῥηθὲν καθʼ ὁμοιότητα τοῦ, θνήσκοντας ὁρᾶτο. διττὸς δὲ ὁ νοῦς. ἢ γὰρ ἐτάρπησαν ἐν ὀφθαλμοῖς. ἢ ὁρῶντες τοῖς ὀφθαλμοῖς. Ἀσάμινθος δὲ, ἡ πύελος ἤτοι λεκάνη, παρὰ τὸ τὴν ἄσιν ὅ ἐστι τὸν ῥύπον μινύθειν ἤγουν ἐλαττοῦν. τὴν δὲ ἄσιν, ἧς ἡ χρῆσις ἐν Ἰλιάδι, διφοροῦσιν οἱ παλαιοί. καὶ διὰ διχρόνου γράφοντες καὶ διὰ τοῦ η. καὶ ἔχει καὶ ἡ διὰ τοῦ ἦτα γραφὴ λόγον, διὰ τὸ ἄλφα τὸ κείμενον ἐν τῇ προπαραληγούσῃ τοῦ ἀσάμινθος δωρικώτερον. ὅσον γὰρ ἐκ τοῦ ἄσις, ἀσίμινθος ὤφειλεν εἶναι. ὅτι δὲ χαίρουσι Δωριεῖς τῇ τοῦ η εἰς α μεταποιήσει, δῆλον μὲν καὶ ἐξ ἄλλων. οὐ μὴν δὲ, ἀλλὰ καὶ ἐκ τῶν Αἰλίου Διονυσίου. ὃς ἀχέτην ἐκτίθησι τὸν ἠχητικὸν τέττιγα. καὶ κάλην τὴν κήλην. καὶ καλήτην φησὶν οὐχὶ κηλήτην. εἰ δὲ αὐτὸς Ἀττικὰ ταῦτα εἶναι φησὶν, ἀλλὰ τὸ δᾶμος ἐπὶ δήμου καὶ κλᾶρος ἐπὶ κλήρου καὶ ὅσα τοιαῦτα φανερῶς Δωρικά. Ὅρα δὲ ὡς οὐ παρεσημῄνατο μὲν ὁ ποιητὴς ἐνταῦθα ὁποίῳ ὕδατι λούονται οἱ βασιλικοὶ παῖδες, εἴτε δηλαδὴ θερμῷ εἴτε ψυχρῷ. ὑποβάλλουσι δὲ αἱ κατʼ οἶκον ἀσάμινθοι, θερμὰ νοεῖν λουτρὰ, ὁποίοις ὡς μάλιστα οἱ Φαίακες ἔχαιρον, ψεκτοῖς γε οὖσιν ὡς τὰ πολλά. ὡς δηλοῖ καὶ Ἀθήναιος ψόγον γράφων τοῦ θερμολουτεῖν. ἱστορῶν δὲ καὶ ὡς τὰ βαλανεῖα, οὐδʼ ἐντὸς τῆς πόλεως ἤθελον εἶναι οἱ παλαιοί. αὐτὸς δὲ καὶ εἰς ἔπαινον ἄλλως λουτροῦ στρέφων τὴν γλῶσσαν, λέγει ὅτι ἴσασιν ἥρωες καὶ λουτρὰ ἄκη πόνων, παντοῖα. κόπον μὲν, θαλάττῃ λύοντες. ἢ μάλιστα τοῖς νεύροις ἐστὶ πρόσφορος. ἀναχαλῶντες δὲ ταῖς ἐμβάσεσι, τὰς τῶν μυῶν συντάσεις. εἶτα ἐπαλείφοντες λίπα πρὸς τὸ μὴ ξηρανθέντος τοῦ ὕδατος ἀπεσκληρύνθαι τὰ σώματα. ὡς οἱ ἀπὸ τῆς σκοπιᾶς ἐπανελθόντες ἐν Ἰλιάδι ποιοῦσι. λύει δὲ κάματον, καὶ καταιόνησις ἡ κατὰ κεφαλῆς. οἷον θυμῆρες κεράσασα κατὰ κρατός τε καὶ ὤμου. αἱ γὰρ ἐμβάσεις περικεχυμένου πάντοθεν τοῖς πόροις τοῦ ὕδατος, φράττουσι τὴν τῶν ἱδρώτων ἔκκρισιν. καθά περ ἂν εἴ τις ἠθμὸς εἰς ὕδωρ βληθῇ. διέξεισι γὰρ οὐδὲν, εἰ μή τις αὐτὸν μετεωρίσας, ἀναψυχὴν τοῖς πόροις καὶ διέξοδον εἰς τὰ ἔξω παράσχῃ. Ὅτι δὲ τὸ λούειν καὶ λοέειν διαλελυμένως λέγεται καθὰ καὶ τὰ λουτρὰ λοετρὰ, καὶ ὁ τόπος αὐτῶν οὐ μόνον βαλανεῖον ἀλλὰ καὶ λουτρὼν οὗ γενικὴ λουτρῶνος τύπῳ περιεκτικῷ κοινότερον, δῆλον ἐκ τῶν παλαιῶν. Οὔλαι δὲ χλαῖναι τίνες οἰσὶ, καὶ ἀλλαχοῦ δηλοῦται. ὅτι δηλαδὴ αἱ ὑγιεῖς, παρὰ τὸ ὅλον. ἢ τριχωταὶ, παρὰ τὸ τῆς τριχὸς οὖλον. ἢ εὔκλωστοι παρὰ τὸ εἰλεῖν. ἃς ἀμφιβάλλονται οἱ Ὁμηρικοὶ ἄρτι νεανίαι ἤγουν ἐνδύονται. ἄλλως γὰρ τὸ ἀμφιβάλλειν ἐπὶ ἐνδοιασμοῦ, οὐκ οἶδεν ὁ ποιητής. Θρόνος δὲ ὅτι ἐλευθέριός ἐστι καθέδρα σὺν ὑποποδίῳ. καὶ ὅτι θρῆνυν τὸ ὑποπόδιον καλοῦντες, ἐντεῦθεν καὶ τὸν θρόνον ὠνόμασαν, τοῦ θρήσασθαι χάριν ὅπερ ἐπὶ τοῦ καθέζεσθαι λέγουσιν, ὁ Ἀθήναιος λέγει. παρʼ ᾧ καὶ χρῆσις Φιλήτα, τὸ θρήσασθαι δὲ πλατάνῳ γαίη ὕπο. ὁ δέ γε κλισμός φησι, περισσοτέρως κεκόσμηται ἐπὶ ἀνακλίσει. διορισμὸς δὲ τούτων, ἐν τῷ, κατὰ κλισμούς τε θρόνους τε. τούτων δʼ εὐτελέστερον, ὁ δίφρος. τῷ γοῦν Ὀδυσσεῖ ἐπαίτῃ δοκοῦντι, δίφρος ἀεικέλιος παρατίθεται ὀλίγη τε τράπεζα. ἴσως δὲ ἐκεῖ τὸ ἀεικέλιος, διαστολήν τινα δηλοῖ. ὡς ὄντος δίφρου καὶ μὴ ἀεικελίου. Ἐν τούτοις δὲ κεῖται ὡς καὶ ἀλλαχοῦ, τὸ δείκνυσθαι ἀντὶ τοῦ δεξιοῦσθαι, ἀπὸ τοῦ δέκω δέξω ὅθεν καὶ ἡ δεξιά. φησὶ γάρ. τὼ καὶ δεικνύμενος, προσέφη Μενέλαος. Ὅτι φυσιογνωμικῶς ἀπὸ τοῦ εἴδους στοχάζεται ὁ Μενέλαος, εὐγενεῖς εἶναι τοὺς παραβαλόντας νεανίας. εἰπών. οὐ γὰρ σφῷν γε, γόνος ἀπόλωλε τοκήων. ἀλλʼ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων σκηπτούχων. ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν. ἐπὶ εὖ δὲ γεγονότων καὶ περιφανῶν ἁρμόζει ὁ λόγος. Ἰστέον δὲ ὅτι ἐν τῷ οὐ γὰρ σφῷν γε, βούλονται οἱ παλαιοὶ σὺν τῷ ἰῶτα γράφειν τὸ σφῷν, ἵνα δηλοῖ τὸ σφῶϊν δυϊκὸν. ἐν δὲ τῷ, οὐκ ἂν κακοὶ τοιούσδε τέκνοιεν, κακοὺς λέγει, τοὺς δυσγενεῖς. Ὅτι νῶτα βοὸς παρὰ πίονα θῆκε τοῖς βασιλικοῖς νέοις ὁ Μενέλαος ὄπτʼ ἐν χερσὶν ἑλὼν, τὰ ῥά οἱ γέρα πάρθεσαν αὐτῷ. ἐνταῦθα δέ φασιν οἱ παλαιοὶ, ὅτι ἔοικε, τοῖς βασιλεῦσι μείζων μοῖρα παρατίθεσθαι εἰς γέρας. ἀφʼ ἧς εἶχον ἂν καὶ ἄλλοις ἐπιδιδόναι, ὡς νῦν ποιεῖ ὁ Μενέλαος, τοῖς ξένοις παρατιθεὶς τὸ ἑαυτοῦ γέρας. καὶ Ἀγαμέμνων δὲ ἐν Ἰλιάδι νώτοις γεραίρει τὸν Αἴαντα. ὅθεν καὶ Λυκοῦργος τοῖς Λακεδαιμονίων βασιλεῦσι διμοιρίαν ἐνομοθέτησε δίδοσθαι, παρελκύσας φασὶν ἐξ Ὁμήρου τὸ νόμιμον. Ὅρα δὲ καὶ νῦν εὐτέλειαν δαιτὸς βασιλικῆς. οὐ γάρ τι χλιδανὸν αὐτῷ παρατέθειται, ἀλλὰ νῶτα βοός. καθὰ καὶ παρʼ ἄλλοις γίνεται. πίονα μέντοι, ὡς ἂν τοῦτό γε τρυφερὸν γέρας εἴη τῷ βασιλεῖ. Ὡς δὲ τὰ μὲν ἑφθὰ ἐκ τοῦ ἕπω γίνεται, ἵνα εἶεν ἑπτὰ τὰ περιεπόμενα χάριν βρώσεως, καὶ διὰ συνεμπτώσεως ἀποφυγὴν τῆς πρὸς τὸν ἑπτὰ ἀριθμὸν, ἑφθὰ, τραπέντος τοῦ τ εἰς θ καὶ αὐτίκα καὶ τοῦ π εἰς φ ἵνα δασὺ δασέος ἡγῆται κατὰ γραμματικὸν κανόνα, τὰ δὲ ἑψητὰ ἐκ τοῦ ἕπω ἕψω γίνεται μεταπεσόντος εἰς τὸ ἑψῶ ἑψήσω, τὰ δέ γε ὀπτὰ ἐκ τοῦ ὀπτητὰ συγκέκοπται, δηλοῦται καὶ ἀλλαχοῦ. δῆλον δʼ ὅτι οὐ μόνον ὀπτοῖς ἀλλὰ καὶ ἑφθοῖς ἐχρῶντο κρέασιν οἱ ἥρωες, καὶ φαίνεται αὐτὸ, ἔκ τε τοῦ λέβητος ὃς ἐν παραβολῇ ζέει ἕψων ἁπαλοτρεφέα σίαλον, καὶ ἐκ τοῦ βοείου ποδὸς ὃς ἀφείθη κατὰ τοῦ Ὀδυσσέως ἐπιτραπέζιος κείμενος. πόδα γάρ φασι βόειον οὐδεὶς ὀπτᾷ. Πρὸς δὲ τὸ ὡς ἐῤῥέθη, ἑπτὰ εἶτα ἑφθὰ ὁμοιότητα περισώζει καὶ τὸ τίφθʼ οὕτως ἀντὶ τοῦ τί ποτε οὕτως. καὶ τὸ ἐπιφθύζειν παρὰ Θεοκρίτῳ, γενόμενον ἐκ τοῦ πτύειν. καὶ τὸ ἐτύφθην ἐκ τοῦ τύπτω. καὶ τὸ ἐβλάφθην ἐκ τοῦ βλάπτω. κατʼ ἄλλον δὲ λόγον, καὶ τὸ τέθριππον. καὶ τὸ φροίμιον. καὶ ὁ φροῦδος. καὶ ἡ φρουρὰ καὶ ἄλλα μυρία ὅσα. ὧν ἀπέοικεν ὥσπερ ἡ μητρυὰ οὕτω καὶ ὁ πατρυός. ἀλλʼ αὐτὸς μὲν, ἐκπέφευγε τὸ ἀνόμοιον, παρὰ τοῖς λέγουσιν αὐτὸν πατρῳόν. οὔκουν δὲ καὶ ἡ μητρυιά. τάχα οὖν ἀστείως εἰπεῖν, κἀνταῦθα μητρυιὰ τῷ υἱῷ ἡ τοιαύτη. διʼ ὃν συγχεθεῖσα, ἐλάθετο τῆς κατʼ αὐτὴν κοινῆς ἀναλογίας. καὶ παρεκκλίνασα εἰς τοὺς ψιλωτικοὺς Αἰολεῖς, μητρυιὰ ἐξεφωνήθη ἀντὶ μηθρυιᾶς. Ὅτι ὡς ἐν τῇ α ῥαψῳδίᾳ τῷ Μέντῃ ὡμίλησε τὴν ἀρχὴν ὁ Τηλέμαχος, οὕτω καὶ νῦν, ἄγχι σχὼν κεφαλὴν ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι. ὡς ἂν μὴ κολακεύειν δοκοίη ἀγεννῶς ἢ καὶ ἀφελὴς εἶναι διὰ τὸ πολὺ τοῦ θαύματος, φησί. φράζεο Νεστορίδη τῷ μῷ κεχαρισμένε θυμῷ, χαλκοῦ τε στεροπὴν καὶ δώματα ἠχήεντα. χρυσοῦ τʼ ἠλέκτρου τὲ καὶ ἀργύρου ἠδʼ ἐλέφαντος. ἃ δηλαδὴ τὸν τοῦ βασιλέως Μενελάου δόμον ἐκόσμουν, τεχνικῶς παρακείμενα. εἶτα συγκρίνων, φησί. Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή. Καὶ ὅρα ὡς τὸ ἶσον συνάγει ἐν τῇ συγκρίσει. οὐ γὰρ ἦν τὸ ἔλαττον ἀποδοῦναι τοῖς τοῦ Διὸς δώμασιν, ἔνθα καὶ τὸ ἶσον, αὔθαδες. διὸ καὶ ἔφη τὸ, Ζηνός που τοιήδε αὐλὴ, ἀντὶ τοῦ ἴσως τοιαύτη ἐστίν. ὃ καὶ δέδωκε θάρσος μετʼ ὀλίγα τῷ Μενελάῳ, εἰς τὴν κατὰ τὸ μεῖζον σύγκρισιν. ἐρεῖ γὰρ ἐκεῖνος οὐκέτι ῥητορικώτερον ἀλλʼ ὡς πρὸς ἀλήθειαν, ἀθάνατα εἶναι τὰ θεῖα. καὶ διατοῦτο οὐ τοιάδε οἷα τὰ τοῦ θνητοῦ Μενελάου. καὶ ἄλλως δὲ φράσαι κάλλιον κατὰ τοὺς παλαιοὺς, τὸ μὲν εἶναι πλούσιος, οὐκ ἀρνεῖται ὁ βασιλεύς. περιελὼν δὲ κἀνταῦθα τὸν φθόνον καὶ ὡς οἷον εἰπεῖν ἐκθυσάμενος αὐτὸν, πολλά φησι παθὼν, ἔχει πλοῦτον. οὐ μήν φησι καὶ ἀξιοῖ θεῷ συγκρίνεσθαι θνητὸς αὐτὸς ὤν. Σεμνύνει δὲ πάντως τοὺς βασιλικοὺς παῖδας τὸ, πρῶτον ἐν ἀλλοτρίᾳ οἰκίᾳ ἐλθόντας εἰς δεῖπνον, μὴ γαστρισαμένους εὐθὺς τοῦ συμποσίου γενέσθαι ὅλους, ἀλλά τι δοῦναί φασι πρότερον τῷ φιλοθεάμονι ἐν τῷ κατανοεῖν τὴν οἰκίαν. διὸ ποιεῖν δοκοῦσι καὶ αὐτοὶ, ὅ φασι καὶ ὁ παρὰ Ἀριστοφάνει παῖς, ὃς ῥυθμίσας γέροντα ὡς δεῖ κατακλίνεσθαι ἐπάγει τὸ, ἐπαίνεσόν τι τῶν χαλκωμάτων. Ἐπὶ δὲ τούτοις αὔξων τὸ θαῦμα ὁ Τηλέμαχος, ἐπάγει. ὅσα τά δʼ ἄσπετα πολλά. σέβας μʼ ἔχει εἰσορόωντα. οὐκ ἂν δʼ ἐνταῦθα τοὺς βασιλικοὺς οἴκους εἴπῃ τις παροιμιακῶς θαῦμα μωροῖς διὰ τὸ ἐν θαύματι κεῖσθαι τοῖς εὐγενέσι νεανίσκοις. αὐτὸ γὰρ ἐκωμικεύσατό τις εὐφυῶς κατὰ τῶν ἀκριβούντων τί ποιοῦσιν οἱ ἰχθύες. πῶς κοιμῶνται. πῶς διαιτῶνται. καὶ τὰ ἑξῆς ὡς γράφει Ἀθήναιος. Τριπλῆ δʼ ἐνταῦθα ἡ αὔξησις διὰ τριῶν ἀορίστων ἐξοχῶν, τοῦ ὅσσα. τοῦ ἄσπετα. καὶ τοῦ πολλά. ὧν ἐκ παραλλήλου ἡ αὐτὴ σημασία, ποσότητα μόνην δηλούντων, ὡς τῆς ποιότητος τοῦ κόσμου φανερᾶς οὔσης ἐκ τῶν ὀνομάτων. τίμια γὰρ, ὁ ἀστράπτων χαλκός. ὁ χρυσός. καὶ τὰ λοιπά. τὴν γὰρ στεροπὴν, ὥσπερ τῷ χαλκῷ οὕτω καὶ ταῖς ἑξῆς ὕλαις ἐπεμέρισε δίχα γε τῶν δωμάτων. αὐτὰ γὰρ εἰ καὶ συνεξέλαμπον διὰ τὰς ἀστραπτούσας περὶ ἐκεῖνα ὕλας, οὐκ εἶχε συμφράσαι κατὰ πτῶσιν γενικὴν, διὰ τὸ κωλύεσθαι τῷ μέτρῳ. διὸ καὶ σχηματίσας αὐτὰ κατὰ γενικὴν πτῶσιν, οὐ τὴν συννοουμένην στεροπὴν ἀλλὰ τὸ ἠχῆεν αὐτοῖς ἀπεκλήρωσε. Καὶ οὕτω μὲν πρὸς οὖς ἐλάλει ὁ νεανίας. Ἐπεὶ δὲ περίεργός ποτε καὶ ὁ συνετὸς ἐν δέοντι, παραβαλὼν δεξιῶς ἀκοὴν ὁ βασιλεὺς, ἀκούει τὸ ψιθυρισθὲν καὶ λαλεῖ τὰ ἐφεξῆς. φησὶ γὰρ ὁ ποιητής. τοῦ δʼ ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος. καὶ εἶπε. τέκνα φίλα, Ζηνὶ μὲν, βροτῶν οὐκ ἄν τις ἐρίζοι. ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματʼ ἔασιν. ἀνδρῶν δʼ ἤ κέν τις μοι ἐρίσσεται ἠὲ καὶ οὐκὶ, κτήμασιν. ἃ δὴ καὶ δηλῶν ὅπως περιῆλθον αὐτῷ, ἐπάγει. ἦ γὰρ, πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς ἠγαγόμην ἐν νηυσί. καὶ ὀγδοάτῳ ἔτει ἦλθον. ὃ καὶ ὁ Νέστωρ πρὸ ὀλίγων ἱστόρησεν. Εἶτα καὶ τὸ πολλὰ ἐπαληθεὶς ἀορίστως λεχθὲν, ὁρίζων ἱστορικῶς, ἐπιφέρει. Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς. Αἰθίοπάς θʼ ἱκόμην. καὶ Σιδονίους. καὶ Ἐρεμβούς. καὶ Λιβύην ἵνα τʼ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι. τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν. ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς, οὔ τέ τι ποιμὴν τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος. ἀλλʼ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι. καὶ τὰ ἑξῆς. Καὶ ὅρα ἐξ αὐτῆς καταρχῆς, ὡς ἱστοριῶν χορηγία τῷ ποιητῇ γέγονεν ὁ τοῦ Τηλεμάχου εἰς τὴν Σπάρτην πλοῦς. ἐν αἷς οὐ μόνον ξενικὰ ἐκτεθήσεται διηγήματα, ἀλλὰ καὶ Τρωϊκὰ καὶ Ἑλληνικά. πάνυ οὖν δεινῶς ἔπλασεν Ὅμηρος εἰς καλὸν τῇ ἑαυτοῦ ποιήσει ὡς καὶ προδεδήλωται, τὸν τοῦ Τηλεμάχου πλοῦν. διʼ οὗ πολλὰ ποικίλματα ἡ Ὁμηρικὴ Μοῦσα τῷ τῆς ποιήσεως ταύτης πέπλῳ ἐνέπασεν. Ἰστέον δὲ ὅτι τὸ στεροπὴν, μίαν ταύτην λέξιν, ἠρκέσθη προσαρμόσας ὁ ποιητὴς, τῷ χαλκῷ. τῷ χρυσῷ. τῷ ἠλέκτρῳ. τῷ ἀργύρῳ. καὶ τῷ ἐλέφαντι. οὐχʼ ὡς ἀπορῶν πλειόνων ἐπιθέτων, ἀλλὰ κατὰ λόγον γοργότητος. ὡς καὶ ἐπαναπαυσάμενος τῇ λέξει διὰ τὸ αὐτῆς σεμνόν. Ἠχήεντα δὲ δώματα τὰ μεγάλα. τοῖς γὰρ μικροῖς, οὐκ ἔστι προσαρμόσαι τὸ ἐπίθετον, ψεύσεται γὰρ ἐπιλεχθέν. ὀνοματοποιεῖται δὲ ὁ ἦχος καὶ τὸ ἠχεῖν καὶ ἡ ἠχὴ ὅθεν τὸ ἠχῆεν. ὡς δηλοῖ καὶ ἡ ἠχήεσσα θάλασσα. λέγεται δὲ ἡ λέξις καὶ ἐπὶ ζῴων. ὅθεν καὶ ἠχέτα τέττιξ. Ὅτι δὲ τῶν ἡρωϊκῶν οἴκων τοὺς μείζους Ὅμηρος δώματα καλεῖ καὶ μέγαρα καὶ κλισίας, οἱ δὲ νῦν, ξενῶνας καὶ ἀνδρῶνας, ἐν τοῖς τοῦ Ἀθηναίου δηλοῦται. Ἤλεκτρος δὲ, ἴσως μὲν, καὶ ὕλη τις κατὰ τοὺς πολλοὺς, χαλκώδης ἰδιαιτάτη παρὰ τὸν ἁπλῶς χαλκόν. μάλιστα δὲ, μίγμα τι χρυσοῦ καὶ ἀργύρου. δοκεῖ δὲ καὶ ὁ λοιπὸς δηλοῦσθαι νῦν ἤλεκτρος. ὃν ὁ μῦθος διὰ τὸ οἷον ἡλιῶδες τῆς χρόας δάκρυον εἶναι τῶν ἡλιάδων λέγει. ἀφʼ οὗ καὶ λαβαὶ μαχαίραις γίνονται ἀχύρων ἐπισπαστικαί. εἰκὸς γὰρ, καὶ τοιοῦτον παρεντεθεῖσθαι τοῖς τοῦ Μενελάου δόμοις εἰς δαίδαλμα. Σοφοκλῆς μέντοι ἐτόλμησε καὶ αὐτὸν τὸν χρυσὸν ἤλεκτρον εἰπεῖν ἐν τῷ, κερδαίνετʼ ἐμπολᾶτε τῶν πρὸς σάρδεων ἤλεκτρον. καὶ δόξοι ἂν ἐκ τοῦ τοιούτου καὶ ἡ βασιλικὴ θυγάτηρ Ἠλέκτρα κληθῆναι. καθὰ καὶ ἀδελφὴ αὐτῆς ἑτέρα, Χρυσόθεμις. καὶ ἤλεκτρα δὲ τὰ κατὰ Αἴλιον Διονύσιον ἐν κλίναις ποικιλλόμενα, ἐκ τοῦ ἠλέκτρου φαίνεται λέγεσθαι. ἃ καὶ θηλυκῶς προάγονται ὡς δηλοῖ τὸ, ἐκπιπτουσῶν τῶν ἠλέκτρων. ὧν ἡ εὐθεῖα, αἱ ἤλεκτροι κατὰ τοὺς τοῦ κωμικοῦ σχολιαστάς. οἵ φασι, καὶ ὅτι αἱ ἀρχαῖαι κλίναι, τοὺς πόδας εἶχον κατησφαλισμένους ἄνθραξι καὶ ἠλέκτροις. ἡ δὲ τῶν ἰδιωτῶν γλῶσσα βερονίκην λέγει τὸ ἤλεκτρον. ἠλέκτωρ μέντοι ὁ ἥλιος εἴπερ καὶ αὐτὸς οὕτω πως παράγεται, οὐκ ἔστι βεβαίως εἰπεῖν. δοκεῖ γὰρ καὶ ἀλέκτωρ εἶναι ὡς μὴ ἐῶν ἐν λέκτροις κεῖσθαι ἀλλʼ ἐξεγείρων εἰς ἔργα. Ἐλέφαντα δὲ καὶ νῦν ὡς καὶ ἐν Ἰλιάδι, τὰ τοῦ ἐλέφαντος λέγει ὀστᾶ, ἐκ τοῦ ὅλου καλέσας τὸ μέρος. Ὅτι δὲ ἡ Λιβύη περὶ ἣν καὶ αὐτὴν ὁ Μενέλαος ἐπλανήθη, μήτηρ ἐλεφάντων ἦν, δηλοῖ καὶ ὁ γράψας Ἕρμιππος τὸ, ἡ δὲ καλὴ Κρήτη, κυπάριττον τοῖσι θεοῖσιν, ἡ Λιβύη δʼ ἐλέφαντα πολὺν παρέχει κατὰ πράσιν. χρῆσις δὲ Ὁμηρικοῦ ἐλέφαντος, καὶ ἐν τῷ, ἀσπίδα εἶχεν ἐκ χρυσίου καὶ ἐλέφαντος. ὁ δὲ τοιοῦτος ποιητικὸς τρόπος, καὶ βοῦν, τὸ δέρμα λέγει τοῦ βοός. Τὸ δὲ Ζηνὸς αὐλὴ, ὡς ἐπὶ βασιλέως ἐῤῥέθη. ὅθεν καὶ Αἰσχύλος λαβὼν, ἔφη. ὅσοι τὴν Διὸς αὐλὴν οἰχνεῦσι. Σημείωσαι δὲ ὅτι τῷ τῆς αὐλῆς ὀνόματι, τὰ δώματα δηλοῖ. οὐ γὰρ ἂν αὐλὴ χρυσῷ καὶ τοιούτοις κοσμοῖτο. δηλοῖ δέ που τοῦτο καὶ Ἀθήναιος. παρʼ ᾧ καὶ στίχος τις ἐνταῦθα μεταγεγραμμένος φέρεται. λέγει γὰρ ὅτι βέλτιον γράφειν κατὰ Σέλευκον, Ζηνός που τοιαῦτα δόμοις ἐν κτήματα κεῖται. ἢ ὡς Ἀρίσταρχος, Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή. οὐ γὰρ τῆς οἰκίας φησὶ τὸ κάλλος ἀποθαυμάζουσιν οἱ ξένοι. ἐπεὶ μὴ δὲ ἦν ἤλεκτρος καὶ ἄργυρος καὶ ἐλέφας ἐν τοίχοις. ἀλλὰ περὶ μὲν τῶν δωμάτων εἶπον, ὡς ἔστιν ἠχήεντα. τοιαῦτα δὲ, τὰ ὑψόροφα καὶ μεγάλα. Περὶ δὲ τῶν σκευῶν, τὸ, χρυσοῦ καὶ ἠλέκτρου καὶ ἀργύρου καὶ ἐλέφαντος. οἷς εἰκότως ἐπάγεται τὸ, Ζηνός που τοιαῦτα δόμοις ἐν κτήματα κεῖται. ὅσσα τάδʼ ἄσπετα πολλά. Τῷ δὲ Ζηνός που τοίη αὐλὴ, οὐκ ἔστιν ἀκόλουθον ἐπειπεῖν, ὅσσα τάδʼ ἄσπετα. σόλοικον ὄν φησι τῷ ἀσυνήθη τῆς ἀναγνώσεως. ἀλλʼ οὐδὲ ἡ αὐλή φησιν ἁρμόττει ἐπὶ τοῦ οἴκου. ὁ γὰρ διαπνεόμενος τόπος, αὐλὴ λέγεται. καὶ διαυλωνίζειν φαμὲν χωρίον, τὸ δεχόμενον ἐξ ἑκατέρου πνεῦμα. ἔτι δὲ, αὐλὸς, ὄργανον ᾧ διέρχεται πνεῦμα. τοιαῦτα δὲ γράψας ὁ Ἀθήναιος, ἐν οἷς καὶ ὅτι Ὅμηρος τὴν αὐλὴν ἀεὶ ἐπὶ ὑπαίθρου τάττει τόπου, λέγει καὶ ὅτι νῦν δὲ, τὰ βασίλεια λέγονται αὐλαὶ, ἢ διὰ τὸ μεγάλους ἔχειν τοὺς πρὸ τῶν οἴκων ὑπαιθρίους τόπους, ἢ τὸ παραυλίζεσθαι καὶ παρακοιμᾶσθαι τοὺς δορυφόρους τοῖς βασιλείοις. ἐπιφέρει δὲ καὶ Διφίλου χρῆσιν ταύτην. αὐλὰς θεραπεύειν βασιλικὰς δηλαδὴ, ἔστιν ὡς ἐμοὶ δοκεῖ, ἢ φυγάδος ἢ πεινῶντος ἢ μαστιγίου. ἐν τούτοις δὲ ὁ ῥηθεὶς ῥήτωρ, αὐλών φησι καλεῖσθαι ὡς καὶ ἐν ἄλλοις παρεσημάνθη, καὶ τὸ διατεταμένον εἰς εὐθύτητα σχῆμα, ὁποῖον τὸ στάδιον. ὃ καὶ συνθέτως δίαυλος ὀνομάζεται. καὶ τὸν κρουνὸν δὲ τοῦ αἵματος. οἶον, αὐτίκα δʼ αὐλὸς ἀνὰ ῥίνας παχὺς ἦλθεν. ἐντεῦθεν δὲ καὶ τὴν περικεφαλαίαν ὅταν ἐκ τοῦ μέσου ἀνατείνῃ, αὐλῶπιν φαμέν. λέγονται δέ φησι καί τινες ἱεροὶ αὐλῶνες Ἀθήνῃσιν. ἀρσενικῶς δέ φησιν ὁ αὐλὼν παρὰ Θουκυδίδῃ καὶ τοῖς καταλογάδην συγγραφεῦσι. παρὰ δὲ ποιηταῖς, θηλυκῶς. ἐκδεκτέον οὖν φησὶ καὶ τὸ παρὰ Ἐρατοσθένει βαθὺς αὐλὼν, θηλυκῶς εἰρῆσθαι. ὁποῖον δηλαδὴ καὶ τὸ, θῆλυς ἑέρση. καὶ τὸ, ἡ πουλύς. καὶ τὸ, ἡδὺς ἀϋτμή. καὶ ὅσα τοιαῦτα. Ὅτι δὲ ὁ Τηλέμαχος οὐ δώματα μόνον ἀλλʼ ὁμοῦ οἶκον καὶ κτήματα ἐπῄνεσεν, ἑρμηνεύει ὁ βασιλεὺς ἐν τῷ, τέκνα φίλα. Ζηνὶ μὲν, οὐκ ἄν τις ἐρίζοι. οὗ ἀθάνατοι δόμοι καὶ κτήματά εἰσιν. Ἐν τούτοις δὲ τῶν τοῦ Ὁμήρου, παρασημειοῦνται οἱ παλαιοὶ ὡς καὶ τὴν περὶ τοὺς οἴκους οἶδεν Ὅμηρος πολυτελείαν. καθὰ καὶ ἐν τῇ τῶν Φαιάκων γῇ. καὶ ἐν Ἰθάκῃ δέ. Πολύβιος γοῦν ὁμοίαν τῇ τοῦ Μενελάου οἰκίᾳ ὑφίσταται Ἴβηρός τινος βασιλέως λαμπρότητα οἰκήσεως. ὃν καὶ ἐζηλωκέναι λέγει τὴν τῶν Φαιάκων τρυφήν. ἐκείνῳ μέντοι τῷ Ἴβηρι ἐπὶ κρατῆρσιν ἀργυροῖς καὶ χρυσέοις, οἶνον ἱστορεῖ κρίθινον. Σέβας δὲ, συνήθως τὴν ἔκπληξιν λέγει. Τὸ ξύνετο, ἀντὶ τοῦ, ᾔσθετο. συνήθης δὲ ἡ τοῦ ξυνιέναι σύνταξις μετὰ γενικῆς. γράφεται δὲ καὶ ξύνθετο, ἴσως δὲ τοῦτο οὐ καλῶς. Τὸ δὲ ἐρίζειν ἐνταῦθα, ἐπὶ συγκρίσεως εἴληπται. Τὸ δὲ ἤ τίς μοι ἐρίσσεται ἠὲ καὶ οὐκὶ, καθʼ ὁμοιότητα ἐῤῥέθη τοῦ, ἂν κράτος ἠὲ φερείμην. ἵνα ὥσπερ ἐκεῖ ἀμφήριστος ἡ νίκη, οὕτω καὶ ὧδε ὁ πλοῦτος. θρύπτεται δέ φησιν ἐν τούτοις ὁ Μενέλαος, μετὰ ἤθους ἐκφέρων ὡς τὰ αὐτοῦ ἀμφήριστα τοῖς ἀνθρώποις. Τὸ δὲ κτήμασιν, ἐπιεικῶς ἐῤῥέθη. οὐ γὰρ ἐπὶ ἀνδρίᾳ φησὶν ἢ ἄλλαις ἀρεταῖς ἀλλʼ ἐπὶ πλούτῳ. Τὸ δὲ ἠγαγόμην, ἐπὶ κτημάτων ἀντὶ τοῦ ἔφερον κεῖται. προσυπακούεται δὲ καὶ ἐνταῦθα ἐκ κοινοῦ τὸ πολλά. ἵνα λέγῃ ὡς πολλὰ παθὼν καὶ πολλὰ πλανηθεὶς, πολλὰ ἠγαγόμην κτήματα. καὶ ἔστιν ὅμοιον τῷ, οὐ δεινὰ, πάσχειν δεινὰ τοὺς ἐργασμένους, δεινὰ δηλαδή. Ἰστέον δὲ ὅτι ἐκ τοῦ τοιούτου ἄγεσθαι, καὶ τὸ ἀγώγιμον ἐπὶ φορτίου νηῶν λέγεται. καὶ ὁ παρὰ τῷ Δημοσθένει ἀγώγιμος τῇ τῶν Ἀθηναίων πολιτείᾳ. Ὅρα δὲ ὡς ὁμολογεῖ τουτέστι συμφωνεῖ ὁ Μενέλαος τῷ Νέστορι ἐφʼ οἷς ἐκεῖνος εἶπε τοῦτον ἀλᾶσθαι, πολὺν βίοτον καὶ χρυσὸν ἀγείροντα. οὐ μόνον γὰρ πολλὰ ἔφη ἀγαγέσθαι, ἀλλʼ ὑποκατιὼν, λέγει καὶ αὐτὸς ἐκεῖνο τὸ τοῦ γέροντος ὡς δηλωθήσεται. ἀλλὰ τί ἂν ἔσχεν ἀγεῖραι ὁ Ἑλληνικὸς βασιλεὺς Μενέλαος; πηλίκον δʼ ἂν περιεβέβλητο πλοῦτον, ἀντιπαρατιθέμενος πρὸς τοὺς ὕστερον; ἐν οἷς τῶν ἄλλων πλούτων σιωπωμένων, βασιλικὴ περσικὴ περιᾴδεται ἄμπελος. οὐ κατὰ τὴν Ὁμηρικὴν ἣν ἐκεῖνος τημελεῖ φυτεύσας ἐν τῇ τοῦ φίλου Ἀχιλλέως ἀσπίδι. ἐκείνη μὲν γὰρ, σωφρόνως ἐφάνταζε τὰ κατʼ αὐτήν, ἡ δὲ τοῦ Περσῶν βασιλέως, λιθοκόλλητος χρυσῆ τὸν βασιλικὸν ἐκόσμει κοιτῶνα. ὑπὲρ τῆς αὐτοῦ φασι κλίνης οὖσα. ἔχουσα δὲ καὶ βότρυας ἐκ τῶν πολυτελεστάτων ψήφων συντεθειμένους, λίαν πάνυ πολὺ κατεπλούτει τὸ ὑπερήφανον. καθὰ καὶ τὸ καλούμενον βασιλικὸν προσκεφάλαιον. οἴκημά τι ἐκεῖνο πεντάκλινον. ἐν ᾧ χρυσίου πεντακισχίλια διὰ παντὸς ἔκειντο τάλαντα. ἔτι δὲ καὶ τὸ προσαγορευόμενον βασιλικὸν ὑποπόδιον. ἕτερον αὐτὸ πρὸ ποδῶν οἴκημα τρίκλινον. οὗ τάλαντα τρισχίλια ἔκειντο ἀργυρίου. ὁ δὲ ταῦτα γράψας Ἀθήναιος, ἐπέκεινα τῶν ἄλλων παμπλουσίων, λέγει καὶ ὡς Νῖνος ὁ Ἀσσύριος κατὰ τὸν Κολοφώνιον Φοίνικα, χρυσίου τάλαντα, εἶχε πολλῷ πλείονα Κασπίης ψάμμου. ἔστι δὲ ὁ λόγος οὗτος, μέρος τῆς κατὰ τὸν Ἀχιλλέα ἐν ταῖς Ὁμηρικαῖς λιταῖς ὑπερβολῆς. ἐν ᾗ κεῖται τὸ, οὐ δʼ ὅσα ψάμαθός τε κόνις τε. Περὶ δὲ Κύπρου καὶ Φοινίκης καὶ τῶν ἐφεξῆς ἐθνῶν, ἐγράφη μὲν καὶ ἐν τοῖς τοῦ περιηγητοῦ. ῥηθήσεται δὲ καὶ νῦν, ὡς χρεὼν, τὰ ἀρκοῦντα. Κύπρος μὲν γὰρ ὅτι ἀνεῖται τῇ Ἀφροδίτῃ, καὶ διὰ τί τοῦτο, καὶ ὅτι Κύπρις ἐντεῦθεν ἐκείνη ὥσπερ καὶ Παφία ἐκ Πάφου Κυπρίας πόλεως, πολλαχοῦ δηλοῦται. Ἐν δὲ τῷ, Φοινίκην καὶ Σιδονίους, τῷ γένει τὸ εἶδος ἐπήνεγκε. μᾶλλον δὲ, τῷ ὅλῳ τὸ μέρος. μέρος γὰρ Φοινίκης, ἡ Σιδών. ὡς καὶ ὁ γεωγράφος σημειοῦται. οὕτω καὶ ἐν τῷ, Τρῶάς τε καὶ Ἕκτορα, τῷ ὅλῳ τοῖς Τρωσὶ τὸ μέρος ὁ Ἕκτωρ συνεκφωνεῖται. καὶ ἐν τῷ, οὐκέτι Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν, θάνε δὲ ξανθὸς Μελέαγρος. ὃς μέρος ἦν τῶν Οἰνειδῶν. καὶ ἐν τῷ Ἴδην ἵκανον Γάργαρον. τῆς γὰρ Ἴδης τὸ Γάργαρον ὡς καὶ τῆς Εὐβοίας ἡ Χαλκὶς καὶ ἡ Ἐρέτρια, ἐν τῷ, οἵδʼ Εὔβοιαν ἔχον Χαλκίδα τʼ Εἰρέτριάν τε. Ὅτι δὲ καὶ ἀπὸ Φοίνικος ἀνδρὸς ἢ καὶ παρὰ τὸ Φοινικοῦν χρῶμα ἡ φοινίκη, ἐδηλώθη καὶ αὐτὸ ἀλλαχοῦ. ὥσπερ καὶ ὅτι πονηροὶ οἱ Αἰγύπτιοι. ὅθεν αἰγυπτιάσαι καὶ αἰγυπτιάζειν, οὐ μόνον τὸ ἐπικαῦσαι. οἷον. χρόαν δὲ τὴν σὴν ἥλιος λάμπων φλογὶ αἰγυπτιάσει, ἀλλὰ καὶ τὸ πανουργεῖν καὶ κακοτροπεύεσθαι, ὡς ὁ κωμικός φασι Κρατῖνος δηλοῖ. Ἰστέον δὲ καὶ ὅτι ἐν τῷ, Αἰγυπτίους ἐπαληθεὶς, τινὲς τὸ ἐπαληθεὶς, εἰς δύο μέρη λόγου διαλύσαντες, νοοῦσιν ὅτι ἐπὶ τοὺς Αἰγυπτίους τοὺς ἀληθεῖς. τοῦτο δὲ, διὰ τὴν ἐκείνων μαντικήν. ἐφʼ ᾗ γεγόνασι περίπυστοι. ἔοικε δὲ χαίρειν ὁ Μενέλαος τῇ ἀληθείᾳ. οὗ καὶ ὁ οἰκεῖος θεράπων, Ἐτεωνεὺς ὡς προείρηται παρὰ τὸ ἐτεὸν καλούμενος. ἀφʼ οὗ καὶ Ἐτεωνὸς κύριον. οὗ πόλις ὁμώνυμος ἐν Βοιωτίᾳ ἡ Ἐτεωνός. ὡς ἐοικέναι ὅτι καθὰ πομπὸς πομπεύς. οἷον θεοὶ πομπῆες ἕποντο. Οὕτω καὶ Ἐτεωνὸς Ἐτεωνεύς. καὶ οὕτω μὲν ταῦτα. Εἰς δὲ τὸ, Αἰθίοπας ἱκόμην καὶ Σιδονίους, λέγει ὁ γεωγράφος καὶ ὅτι τοὺς ἐν τῷ Περσικῷ κατά τινας κόλπῳ, λέγει. ὧν ἄποικοι οἱ περὶ ἡμᾶς. ὡς καὶ Τυρίους τινὰς ἐκεῖθεν ἱστοροῦσι καὶ Ἀραδίους. ὧν ἄποικοι φησὶν οἱ παρʼ ἡμῖν. ἤγουν οἱ ἐκ τῆς καθʼ ἡμᾶς Τύρου καὶ Ἀράδου. Δῆλον δὲ ὅτι εἰς τοὺς νωτίους Αἰθίοπας ἐλθὼν ὁ Μενέλαος εἴγε καὶ εἰς τοὺς Ἐρεμβοὺς ἦλθε. μέρος γὰρ ἐκείνων οἱ Ἐρεμβοὶ, πολλῷ πρότερον εἰς τοὺς λοιποὺς Αἰθίοπας ἀφίκετο οὓς ὁμόρους Αἰγυπτίοις Ἡρόδοτος ἱστορεῖ. παρʼ οἷς δηλαδὴ τοῖς Αἰγυπτίοις, καὶ διαφερόντως τιμηθῆναι δοκεῖ ὁ Μενέλαος. εἴγε καὶ οἱ Λακεδαιμόνιοι οὕτω τίμιοι περὶ τὰ ἐκεῖ γεγόνασιν, ὥστε καθʼ Ἡρόδοτον ἐν Αἰγύπτῳ οἱ ἐγχώριοι νεώτεροι, μόνοις Ἑλλήνων Λακεδαιμονίοις τοῖς πρεσβυτέροις συντυγχάνοντες, ὁδοῦ τε εἴκουσι καὶ ἐκτρέπονται. καὶ ἐπιοῦσιν, ἐκ τῆς ἕδρης ἀνίστανται. Ἐνθυμητέον δʼ ἐν τούτοις, καὶ τὸν γράψαντα τὸ, Αἰθίοπες οἱ ὑπὲρ Αἰγύπτου καὶ Ἄραβες. καὶ προσεννοητέον ἀκολούθως τοῖς προγραφεῖσιν, ὡς οὐ μόνον εἰς τούτους τοὺς Ἄραβας καὶ Αἰθίοπας τοὺς ἡμῶν ἐγγυτέρω ἐπλανήθη Μενέλαος, ἀλλὰ καὶ εἰς τοὺς βαθυτάτους, ὧν μέρος οἱ Ἐρεμβοί. λέγει δὲ ὁ γεωγράφος, καὶ ὅτι πλησιαίτεροι ἦσαν ταῖς Αἰγυπτίαις Θήβαις οἱ τότε ὅροι τῶν Αἰθιόπων. καὶ ὁ εἰς Θήβας ἀφιγμένος, οὐ πόῤῥω ἦν Αἰθιόπων. καὶ ὅτι Μενέλαος πρὸς Αἰθίοπας ἦλθε κατὰ μέν τινας, περιπλεύσας τὸν Ὠκεανὸν διὰ τῶν Γαδείρων μέχρι τῆς Ἰνδικῆς. οἱ δὲ, πλησίον Αἰγύπτου εἶναι φασὶ τούς τε Ἄραβας καὶ τοὺς Αἰθίοπας εἰς οὓς ἐκεῖνος ἐπλανήθη. ὁ δʼ αὐτὸς γεωγράφος παραμυθούμενος καὶ τὰς ἐν τοῖς τοιούτοις ἀμφιβολίας, λέγει ὅτι οὔτε ὁ ποιητὴς ἕκαστα ἀκριβῶς ἐπύθετο, οὔθʼ ἡμεῖς παρʼ ἐκείνου ζητοῦμεν τὸ ἀκριβές. Ἰστέον δὲ καὶ ὅτι τὸ θηλυκὸν τοῦ Αἰθίοψ, ἰδιωτικῶς μὲν, Αἰθιόπισσα. ἄλλως δὲ περιφραστικῶς, ἡ ἐξ Αἰθιόπων. λέγεται δὲ καὶ ὁμοφώνως τῷ ἀρσενικῷ κατὰ τοὺς παλαιούς. Αἰθίοπα γοῦν φασι φωνὴν Αἰσχύλος λέγει καὶ, πότερα γυνή τις Αἰθίοψ φανήσεται; οὕτω δέ φασι καὶ ἄλλα ἐξ ἀῤῥενικῶν ἐπὶ θηλυκὰ μεταφέρονται. ὡς τὸ Κίλιξ δὲ χώρα καὶ Σηρῶν ἐπιστροφαί. καὶ Ὅμηρος. θεαὶ δʼ ἐπιποιμένες εἰσί. καὶ Φερεκράτης. ἡγούμεθα τῆς πόλεως εἶναι ταύτας σωτῆρας. καὶ Σοφοκλῆς. τύχῃ γε τῷ σωτῆρι. καὶ Θουκυδίδης. αἳ ἔτυχον φύλακες τῆς Μιλήτου. καὶ Ἀριστοφάνης. μετὰ τῆς γραμματέως συγγράψομαι. καὶ τοιαῦτα μὲν καὶ τὰ περὶ Αἰθιόπων. περὶ ὧν καὶ ἐν τῇ α ῥαψῳδίᾳ διείληπταί τι. Σιδονίους δὲ νοοῦσι τινὲς ὡς καὶ πρὸ ὀλίγων εἴρηται, οὐ τοὺς τὴν παράλιον Συρίαν οἰκοῦντας. ἀλλά τινας, ἐντεῦθεν εἰς τὴν Ἐρυθρὰν μετοικήσαντας. ἢ ὧν Ἐρυθραίων ὄντων, οἱ κατὰ Φοινίκην ταύτην ἄποικοι. Ἀλέξανδρον μὲν γάρ, φασιν, ἔδει παραπλεῦσαι ταύτην τὴν Σιδῶνα μετὰ τὴν ἁρπαγὴν τῆς Ἑλένης ἐπίτηδες περιοδεύοντα. Μενέλαον δὲ οὔτε εἰκὸς ἦν πλανηθῆναι περὶ τήνδε τὴν Φοινίκην, καὶ οὐδὲ εὖ ἔχει πρὸς ἀλληλουχουμένην ἁρμονίαν χωρογραφίας, τὸ Αἰγυπτίους Αἰθίοπάς τε καὶ Σιδονίους καὶ Ἐρεμβοὺς, εἰ τοὺς Σιδονίους ἀποσπάσαντες Αἰθιόπων καὶ Ἐρεμβῶν, εἰς τὴν νῦν Σιδώνα ἐξώσομεν. δοκεῖ γὰρ φυλάττειν εὔτακτον ἀκολουθίαν τοπογραφικὴν καὶ ὧδε ὁ ποιητὴς ἐν τῷ, Αἰθίοπας καὶ Σιδονίους καὶ Ἐρεμβοὺς, βαθυτέρους ὄντας. ὥσπερ καὶ ἐν τῷ, Ὄσσαν ἐπʼ Ὀλύμπῳ μέμασαν θέμεν. αὐτὰρ ἐπʼ Ὄσσῃ, Πήλιον. καὶ ἐν τῷ, Ἥρα δὲ ἔλιπεν Ὄλυμπον. περίην δʼ ἐπιβᾶσα καὶ ἠμαθίην ἐρατεινὴν, ἵκετʼ ἐπὶ Θρῃκῶν ὄρεα. ἐξ Ἀθόω δʼ ἐπὶ πόντον ἐδύσατο. Ἰστέον δὲ ὅτι καὶ οἱ νοοῦντες ἐνταῦθα Σιδονίους τοὺς κατὰ Φοινίκην τὴν ἡμῖν γνώριμον, ἐξ Ὁμήρου ὁρμῶνται. εἰπόντος κατευθὺ, Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους. ἧς Φοινίκης μέρος καὶ ἡ Σιδών. ὁ δὲ γεωγράφος φησὶ καὶ ὅτι Σιδόνιοι καὶ Ἐρεμβοὶ, οἱ Ἄραβες νῦν λέγονται. ὅθεν τινὲς ἀντὶ τοῦ, Ἐρεμβοὺς Ἄραβάς τε γράφουσιν, οἳ οὕτως ὀνομάζονται, ἀπὸ Ἀράβου τινὸς ὡς Ἡσίοδος ἐν τῷ ἑαυτοῦ καταλόγῳ φησί. καὶ ἄλλως δέ πως, ὡς ἐν τοῖς τοῦ περιηγητοῦ διείληπται. τινὲς δὲ Ἐρεμβοὺς, τοὺς Ἰνδοὺς νοοῦσι παρὰ τὸ ἔρεβος. διὸ Ἐρεμνοὺς γράφει ὁ Κράτης, ὅ ἐστι μέλανας. ὁ δὲ γεωγράφος ἀπάγων ἐντεῦθεν τὴν τοιαύτην γραφὴν, λέγει ὅτι Ἐρεμβοὶ δὲ, ζητοῦνται εἴτε τρωγλοδύται εἴτε Ἄραβες. τὸ δὲ Ἐρεμνοὺς γράφειν, οὐ πιθανόν. Αἰθιόπων γάρ φησι τοῦτο μᾶλλον ἴδιον. οἱ δέ γε πρὸς τὸ σαφέστερον μεταλαμβάνοντες τοὺς Ἐρεμβοὺς, τρωγλοδύτας αὐτοὺς καλοῦσι. καὶ ἔστι τοῦτο μὲν, παρὰ τὸ εἰς τρώγλας δύεσθαι. ἐκεῖνο δὲ ὡς καὶ ἀλλαχοῦ εἴρηται, παρὰ τὸ εἰς ἔραν ἐμβαίνειν διὰ τὸν ἐν τῷ περιέχοντι καύσωνα. Ἀρίσταρχος δέ φασι καὶ αὐτὸς Ἐρεμνοὺς τοὺς Ἄραβας νοεῖ. Ὅτι δὲ τὴν Σιδόνα Ὅμηρος μὲν συστέλλει ἐν τῇ παραληγούσῃ ἐκτείνων τὴν ἄρχουσαν, οἱ δὲ μεθʼ Ὅμηρον ἀνάπαλιν χρῶνται, σεσημείωται ἀλλαχοῦ καὶ αὐτό. καθὰ καὶ περὶ Λιβύης, ὅτι ἢ ἀπὸ γυναικὸς ὁμωνύμου ἐκλήθη, ἢ ἀπὸ τοῦ λιπέσθαι ὑετοῦ. ἢ παρὰ τὸν Λίβα. καὶ εἴ τι δὲ καὶ ἄλλο καίριον. Τὸ δὲ ἄφαρ κεραοὶ τελέθουσιν, ἀντὶ τοῦ, εὐθὺς ἅμα τῷ γεννηθῆναι κεράτων φυὴν προβάλλονται. καὶ συντελεῖ πρὸς τοῦτο καὶ ὁ τοῦ Ἡροδότου λόγος, εἰπόντος ἐξεναντίου κατὰ ἰδιότητα ψυχροῦ τόπου, ὡς οὐ φύει κέρατα ἐν Σκυθίᾳ τὸ γένος τῶν βοῶν. ὀρθῶς οὖν φησιν εἶπεν Ὅμηρος τὸ, Λιβύην ὅθι τʼ ἄρνες ἄφαρ κεραοὶ τελέθουσιν. ἐν τοῖς θερμοῖς γὰρ, ταχὺ παραγίνονται τὰ κέρατα. ἐν δὲ τοῖς ἰσχυροῖς ψύχεσιν, ἢ οὐ φύει κέρατα τὰ κτήνεα τὴν ἀρχὴν, ἢ φύει μόγις. Καὶ ὅρα τὸ, ταχὺ παραγίνονται τὰ κέρατα. τὸ γὰρ Ὁμηρικὸν ἄφαρ, ὑπερβολήν τινα ἔχει. καὶ πρὸς τερατῶδες εἴρηται. Σημείωσαι δʼ ἐνταῦθα μάλιστα τὸ τοῦ Ἀριστοτέλους, εἰπόντος, ὡς ἐν Λιβύῃ τὰ κερατώδη, εὐθὺς γίνονται κέρατα ἔχοντα. ἕτεροι δὲ τὸ, ἄρνες ἄφαρ κεραοὶ τελέθουσιν, οὕτω νοοῦσιν. ἔνθα οἱ μετʼ ὀλίγον ἐσόμενοι κεραοὶ, ἄφαρ γίνονται. ἤγουν εὐθὺς καὶ ταχὺ καὶ ἄλλοι ἐπʼ ἄλλοις, διὰ θερμότητα τόπου. ὃ καὶ ἑρμηνεύων σαφέστερον, ἐπάγει. τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν. τοῦτο δὲ πάλιν, διχῶς. ἢ γὰρ ὅτι μῆλα εἰσὶν ἐκεῖ τινα ὧν γόνος ἑκάστου ἔτους ἀνὰ τρὶς γίνεται. τουτέστι διόλου ἀνὰ τρὶς αἱ αὐταὶ ὄϊς τίκτουσιν. ἢ καὶ ὅτι περὶ τρεῖς ὥρας τοῦ ἐνιαυτοῦ γεννῶσι τὰ μῆλα, καὶ οὐχʼ ὡς παρʼ ἡμῖν μόνῳ τῷ ἦρι. Ἰστέον δὲ ὅτι δίχα τόπων ἄλλων οἳ καὶ ἐκεῖνοι ἐπὶ πολλοῖς ἀγαθοῖς θαυμάζονται, λέγεται παρʼ Ἀθηναίῳ, καὶ ἐν Λυσιτανίᾳ χώρᾳ τῆς Ἰβηρίας ἣν Ῥωμαῖοι Σπανίαν ὀνομάζουσι, καὶ τὰ ζῷα πολύγονα εἶναι διὰ τὴν αὐτόθι τοῦ ἀέρος εὐκρασίαν, καὶ οἱ καρποὶ οὐδέ ποτε φθείρεσθαι. καὶ ῥόδα ἐκεῖ καὶ λευκόϊα καὶ ἀσπάραγοι καὶ τὰ παραπλήσια τούτοις, οὐ πλείω διαλείπειν μηνῶν τριῶν. λέγει δὲ ἐκεῖνος ἐν τούτοις, καὶ περὶ θαλασσίου ὄψου καὶ λοιπῶν. ἐν οἷς σημειωτέον κείμενον καὶ τὸ, βοῦς ζύγιμος. Δημοσθένης δὲ ὁ τὴν Ὀδύσσειαν μεταβαλὼν, λέγει ὅτι Λυβίη, χωρίον εἰς προβατείαν ὧν οἶδα ἐγὼ, εὐφυέστατον. κυΐσκεταί τε γὰρ τρὶς ἐπʼ ἔτει ἑκάστῳ τὰ πρόβατα, καὶ αὔξεται ῥᾳδίως. Τελεσφόρος δὲ ἐνιαυτὸς, πρὸς διαστολὴν τῶν ὡρῶν. τελειωτικὸς γὰρ αὐτὸς μάλιστα τῶν κατὰ φύσιν ὡς περιεκτικὸς ἑκάστης ὥρας. λέγεται δὲ τελεσφορεῖν ὡς καὶ πληροφορεῖν, καὶ τὸ ἁπλῶς εἰς τέλος ἄγειν. ὅθεν καὶ δίκη τελεσφόρος ἔτι δὲ καὶ ἐλπίς. Ἄναξ δὲ καὶ ἐνταῦθα, οὐκ ἐπὶ βασιλέως, ἀλλὰ τοῦ ἁπλῶς δεσπόζοντος. Τὸ δὲ γάλα ὅτι γλυκερὸν, καὶ ὁ τῶν μυιῶν ἑσμὸς δηλοῖ αἳ τὴν Ὁμηρικὴν ἐν Ἰλιάδι ποιοῦσι παραβολήν. ὡς δὲ γάλα οἱ πολλοὶ καὶ τὸν τῆς συκῆς λέγουσιν ὀπὸν διὰ τὸ τῆς χρόας λευκὸν, ἔτι δὲ καὶ τὸν τοῦ τιθυμάλλου, ἐξ οὗ γάλατος παρωνομάζουσιν ἐκεῖνοι αὐτὸ, ἡ ταπεινὴ διάλεκτος δηλοῖ. ὡς δὲ καὶ ὀρνίθων γάλα κατὰ Ἀναξαγόραν τὸ ἐν τοῖς ὠοῖς, ὁ Ἀθήναιος παραδίδωσιν. ἔχει δὲ καὶ ὁ κωμικὸς χρῆσιν αὐτοῦ. καὶ ἔστι παροιμία ἐπὶ εὐδαιμονίας, τὸ, ὀρνίθων γάλα. ἐν δὲ τοῖς τοῦ Ἀθηναίου φέρεται καὶ ὅτι ὀπίας τυρὸς παρʼ Εὐριπίδῃ, ὁ δριμύς. ὁ πηγνύμενος ὀπῷ συκῆς τῷ εἰρημένῳ. οἷον. καὶ τυρὸς ὀπίας ἐστὶ καὶ Διὸς γάλα. Ἐπηετανὸν δὲ τὸ πολὺ καὶ ἐφʼ ὅλον ἔτος, διὰ τὸ τρὶς ἐκεῖ τίκτειν τὰ μῆλα, τούτου δὲ ἐφερμηνευτικὸν καὶ τὸ αἰεί. ἔφη γάρ. ἀλλʼ αἰεὶ παρέχουσιν ἐπηετανόν. Τὸ δὲ γάλα θῆσθαι, τὸ ἐν τοῖς ἑξῆς γαλαθηνὸν συντίθησι. θῆσθαι δὲ, οὐ μόνον τὸ θηλάζειν, ἀλλὰ καὶ τὸ ἀμέλγειν, ὡς νῦν. ἀμφότερα παρὰ τὴν θηλήν. τοῦ δὲ θῶ θήσω τὸ θηλάζω, παράγωγα καὶ ἡ τήθη καὶ ἡ τηθὶς ὡς ἐν ἄλλοις ἐῤῥέθη, καὶ τὰ τήθεα. περὶ ὧν κειμένων ἐν τῇ Ἰλιάδι καὶ ἀξιωθέντων λόγου, ἰστέον καὶ ὅτι εὐθεῖα τούτων παρὰ Ἀριστοτέλει, τὸ τῆθος. οἷον. πίννη ὄστρεον. μῦς. κτείς. κόγχη. λεπάς. τῆθος. βάλανος. καὶ πάλιν ὁ μὲν κτεὶς, τραχεόστρακος ῥαβδωτός. τὸ δὲ τῆθος, ἀῤῥάβδωτον. λειόστρακον. ἔστι δὲ καὶ πληθυντικὸν τούτου συνῃρημένον παρὰ Ἀθηναίῳ. οἷον. τὰ δὲ τήθη, παραπλήσια τοῖς προειρημένοις, καὶ πολυτροφώτερα. ἐπεὶ δὲ καὶ γενικὴ τούτου ἐστὶν ἀναλόγως τηθέων τηθῶν κατὰ τὸ στηθέων στηθῶν, παίζει παρὰ τοῦτο Ἀριστοφάνης ἐν Λυσιστράτῃ, εἰπών. ὦ τηθῶν ἀνδρειοτάτη καὶ μητριδίων ἀκαληφῶν. παραλαλῶν ἐκεῖνος τὸ παίγνιον, ὡς πρὸς φιλουμένας τροφοὺς καὶ μητέρας. ὧν τροφοὶ μὲν καὶ ὡς οἷον τῆθαι, τὰ τήθεα. μητρίδια δὲ, αἱ κατὰ θάλασσαν ἀκαλῆφαι. ὁμώνυμοι αὗται ταῖς περὶ γῆν βοτάναις, ἃς καὶ κνίδας φαμέν. ὧν τοὔνομα, κατʼ εὐφημισμὸν ἀντιφράσεως. οὐ γὰρ ἔχει τι ἀκαλὸν αὐταῖς ἤγουν πραῢ καὶ ἁπαλὸν, ἡ ἁφὴ τραχεῖα οὖσα καὶ ἀηδής. καὶ ἡ μὲν χερσαία οἷα δρᾷ κνίζουσα, οἴδαμεν. ἡ δὲ θαλασσία, τοὺς θηρεύοντας καὶ αὐτὴ ἀνιᾷ, κνησμὸν ἐμποιοῦσα τοῖς συνάγουσιν, εἰ μὴ προαλείψονται. διὸ καὶ αὗται κνίδαι λέγονται. ὡς δὲ τοιαύτην ἐτυμολογίαν ἔχει καὶ ἐν Ἰλιάδι Τρωϊκὸς ἐπίκουρος Ἀσκάλαφος πλεονασμῷ τοῦ σίγμα διὰ τὸ ἀπρόσψαυστος καὶ ἀνέπαφος εἶναι κατʼ ἀνδρίαν, ἐκεὶ ἐδηλώθη. ὅτι δὲ τῶν ἀνωτέρω εἰρημένων πίννης μὲν τὸ ἐντὸς, μήκων καλεῖται κατὰ Ἐπαίνετον. ὁ δὲ μῦς παραφθείρεται τοῖς πολλοῖς εἰς ὁμύδιον. ὁ δὲ κτεὶς, καὶ ἐπὶ κρυφίου σωματικοῦ λέγεται, τὴν κλῆσιν ἔχων διὰ τὰ περὶ αὐτὸν ῥαβδώματα. καὶ ὅτι βάλανος οὐ μόνον καρπὸς δρυὸς ἀλλὰ καὶ καυλοῦ τοῦ κατʼ ἄνδρας ἄκρον, ἰδοῦ δὲ καὶ ὀστράκου εἶδος, οὐ λανθάνει τοὺς εἰδότας. οὕτω δὲ οὐδʼ ὅτι σωλὴν ἄλλως μὲν, τὸ κατὰ βίον σκεῦος. ἐκεῖθεν δὲ, καὶ ὁ θαλάσσιος. οὗ καὶ ἄλλα ὀνόματα ἐξ ὁμοιότητος, κατὰ τὸν εἰπόντα. σωλῆνες, οἱ καὶ αὐλοὶ καὶ δόνακες καὶ ὄνυχες, ὧν τὸ μὲν αὐλοὶ καὶ δόνακες, πρὸς τὸ στενὸν ἴσως καὶ ἐπίμηκες. τὸ δὲ ὄνυχες, πρὸς τὸ στεγανόν. ἔτι δὲ καὶ τὴν χρόαν τοῦ περιέχοντος. Ἔτι ἰστέον καὶ ὅτι ἐκ τοῦ εἰρημένου θῶ, γίνεται καὶ ὁ τιτθὸς καὶ τὸ τιτθίον. ἴσως δὲ, καὶ ἀπὸ τοῦ τιθῶ τὸ τίθημι, διὰ τὸ ἐντίθεσθαι τοῖς βρεφικοῖς στόμασι. καὶ ὅτι περὶ γαλαθηνῶν ζῴων φέρεται λόγος, ἐν Βαβυλῶνι ἐπὶ τοῦ χρυσοῦ βωμοῦ μὴ ἐξεῖναι θύειν εἰ μὴ γαλαθηνὰ μόνα κατὰ Ἡρόδοτον. Φάλαρις δέ φασιν ἐς τοῦτο ἤλασεν ὠμότητος, ὡς γαλαθηνὰ θοινᾶσθαι βρέφη. ὁ δὲ ῥηθεὶς Βαβυλώνιος νόμος, ἀπεναντίας τῷ Ἑλληνικῷ ἔκειτο. ὃς κηδόμενος τῆς τῶν θρεμμάτων ἐπιγονῆς, ἐκώλυσεν οὐ μόνον τὴν τῶν γαλαθηνῶν σφαγὴν, ἀλλὰ καὶ τὸ ἄπεκτόν φασιν ἢ ἄτοκον πρόβατον θύεσθαι. καὶ τὴν ἱέρειαν δὲ τῆς Ἀθηνᾶς ἔθος ἦν, φασι, μὴ θύειν ἀμνήν. Σημειωτέον δὲ καὶ τὴν γραφὴν τοῦ θῆσθαι διὰ τοῦ ἦτα φερομένην ὁμοίως τῷ χρῆσθαι. χρῆσις δὲ σύστοιχος αὐτῷ, καὶ τὸ θήσατο μαζὸν ἐν Ἰλιάδι. ὅθεν καὶ θηλὴ καὶ θηλάζειν. θηλὴ δέ ἐστι, τὸ ἀκρότατον τοῦ μαστοῦ. ἡ παρὰ τοῖς ἰδιώταις ῥὰξ θηλυκῶς ἀπὸ τῆς κατὰ τὴν σταφυλὴν ῥαγὸς οὐ μὴν ῥωγός. ῥὼξ γὰρ εἰπεῖν, βαρβαρισμὸς καὶ σολοικισμός ἐστιν ὥς φησιν Αἴλιος Διονύσιος. Ἰστέον δὲ καὶ ὁ τῶν εἰρημένων μετάλλων περιουσιασμὸς ἐκ τῶν ποῤῥωτέρω βαρβαρικῶν τόπων, οὐκ ἀπιθάνως ἐπὶ τῷ Μενελάῳ πλάττεται. εἴπερ ἀληθὴς, ἀληθὴς δὲ πάντως, ὁ ἱστορήσας ὅτι ἐν ἐσχατιαῖς οἰκουμένης, καὶ ποτάμια τὰ τυχόντα, ψήματα χρυσοῦ καταφέρει. καὶ τὰ μὲν Ἰνδικὰ, σιγάσθω. ἐκεῖνος δὲ λέγει ὡς τὰ πάλαι μὲν ῥιπαῖα ὄρη τῆς Γαλατίας, ὕστερον δὲ ὄλβια, νῦν δὲ ἄλπια καὶ ἄλπεις, φησὶ Ποσειδώνιος, αὐτομάτως ὕλης ἐμπρησθείσης, ἀργύρῳ διαῤῥυῆναι. οὗ τὸ πολὺ, βαθείαις καὶ κακοπάθοις μεταλλείαις εὑρίσκεται κατὰ τὸν Φαληρέα Δημήτριον. ἐλπιζούσης φησὶ τῆς πλεονεξίας, ἀνάξειν ἐκ μυχῶν γῆς αὐτὸν τὸν Πλούτωνα, καὶ σημείωσαι εἰς ἀλληγορίαν. δηλοῖ γὰρ, ὡς ὁ τοῦ μύθου πλοῦτος ὑπόγειος πλάττεται εἶναι, οὐχʼ ὅτι κατά τινας, ψυχαῖς πλουτεῖ, ἀλλʼ ὅτι πλουτίζειν οἶδε τοῖς ἐκ γῆς μετάλλοις. τοῖς τε τιμιωτέροις, καὶ ὅσα δὲ, μὴ πολλοῦ τιμῶνται. Ὅτι ἐπαναληπτικῶς μνησθεὶς ὁ Μενέλαος ὧν προεῖπεν, ἔτι δὲ καὶ καταστατικῶς, φησίν. Ἕως ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων ἠλώμην, τείως μοι ἀδελφεὸν ἄλλος ἔπεφνε λάθρῃ. ἀνωϊστί. δόλῳ οὐλομένης ἀλόχοιο. Καὶ ὅρα ὅτι θυμῷ καὶ λύπῃ ὁ ἥρως ἐχόμενος καὶ μισῶν τὸν μοιχὸν Αἴγισθον, οὐδὲ ὀνομάσαι αὐτὸν εἵλετο. ἀλλʼ εἶπεν ἀορίστως ὡς ἄλλος αὐτὸν ἔπεφνε. Καὶ οὐκ ὠνόμασε μὲν οὐδὲ τὴν Κλυταιμνήστραν. ὅμως δὲ δύο γοῦν λέξεις προσφυεῖς ἐδαπάνησεν εἰς αὐτήν. τὸ, οὐλομένης. καὶ τὸ, ἀλόχοιο. Σημείωσαι δὲ ὅτι Νέστωρ μὲν, πλεῖόν τι περὶ Ἀγαμέμνονος ἀφηγήσατο πρὸ βραχέων, ἔνθα καὶ περὶ ἀοιδοῦ τινος ἱστόρησε. Μενέλαος δʼ ἐνταῦθα μνήμην ἐκείνου ἐν στενῷ ἔθετο ἐν οὐδὲ ὅλοις δυσὶ στίχοις, οἷα βαρυνόμενος, καὶ οὕτω πολυλογεῖν ὀκνῶν. διὸ οὐδὲ πρὸς ὄνομα ἐμνήσθη ὥσπερ οὐδὲ τοῦ Αἰγίσθου, οὕτως οὐδὲ τοῦ Ἀγαμέμνονος. ἀλλʼ ἠρκέσθη, ἀδελφεὸν αὐτὸν προσειπών. ἃ δέ γε συνέβη περὶ τὸν Ἀγαμέμνονα, ταμιεύεται ὁ ποιητὴς αὐτῷ ἐκείνῳ τῷ βασιλεῖ ἐν ᾄδου, ἔνθα ἡ ἐκείνου ψυχὴ καταλέξει πάντα τῷ Ὀδυσσεῖ. ἐρεῖ δέ τι πρὸ αὐτοῦ καὶ ὁ Πρωτεὺς ἐν τοῖς ἑξῆς, ὡς μάντις. Καὶ ὅρα ποικιλίαν γραφῆς. τέτρασι γὰρ τόποις καταμερίσας ὁ ποιητὴς τὰ κατὰ τὸν Ἀγαμέμνονα, ἑκάστῳ τὸ οἰκεῖον ἀπένειμε. Τὸ δὲ κεῖνα, τοὺς τόπους δηλοῖ οὓς ἀνωτέρω ἐτοπογράφησεν. Ἐν δὲ τῷ, πολὺν βίοτον ἀγείρων, ἐσίγησε τὸν παρὰ τῷ Νέστορι χρυσόν. ἐκεῖνος γὰρ ἔφη, βίοτον καὶ χρυσὸν ἀγείρων, ποιεῖ δὲ Ὅμηρος οὕτως, οἷα τοῦ χρυσοῦ πρὸ βραχέων μνησθείς. ὃς οἷα ἡλίου αἴγλη τοῖς βασιλικοῖς ἐναπήστραπτε δώμασιν. Ἰστέον δὲ καὶ ὅτι ὁ ῥηθεὶς ἐκ πλάνης ἀγυρμὸς ἐκ πόνου δηλοῖ κατὰ τοὺς παλαιοὺς, πεπλουτηκέναι τὸν Μενέλαον, μείζω κτησάμενον ὧν ἔσχεν ἐκ προγόνων. Τὸ δὲ τείως, καθʼ ὁμοιότητά ἐστι τοῦ εἵως ἕως. δηλοῖ δὲ τὸ τοσούτῳ. Τὸ δὲ λάθρῃ, ταυτόν ἐστι τῷ ἀνωϊστί. τουτέστιν ὡς οὐκ ἄν τις ὀΐσαιτο. ἀμφοτέρων δὲ διασαφητικὸν τὸ, δόλῳ ἀλόχου. πᾶν γὰρ ὃ λάθρα καὶ ἀνωϊστὶ γίνεται, δόλῳ γίνεται. Ὅτι ὁ μετὰ λύπης πλουτῶν, εἴπῃ ἂν ὡς οὔτι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω. Μενέλαος δὲ τοῦτο λέγει λελυπημένος ἐπὶ τῷ ἀδελφῷ. Ὁ δὲ ἀναπέμπων εἰς ἀκοὴν γονέων ἃ λέγει πρός τινας, ἐρεῖ ἂν τὸ, καὶ πατέρων τάδε μέλλετʼ ἀκουέμεν, οἵ τινες ὔμμιν εἰσί, δυστυχήσαντος δὲ ἀνδρὸς τὸ, ἐπεὶ μάλα πόλλʼ ἔπαθον καὶ ἀπώλεσα οἶκον εὖ μάλα ναιετάοντα κεχανδότα πολλὰ καὶ ἐσθλά. Ὁ δὲ προτιμώμενος ὀλίγα σχεῖν ἀπόνως ἐκ πολλῶν ὧν ἔσχεν ἐπικινδύνως, δύναται φάναι καὶ αὐτὸς, οὕτως. ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν, ναίειν. καὶ μὴ παθεῖν τό δέ τι. Μενελάου δὲ λόγοι καὶ ταῦτα. ὃν τίς φασιν οὐκ ἂν ἀγαπῴῃ τά τε ἄλλα, καὶ ὅτι περ ὑποκατιὼν, οὕτω φιλίως διάκειται περὶ τοὺς κινδυνεύσαντας ὑπὲρ αὐτοῦ, καὶ μάλιστα περὶ ἕνα τὸν Ὀδυσσέα; ὃν ὑπεξαιρεῖ τῶν ἄλλων, ἵνα μὴ δόξῃ κοινὸς ἐπίσης εἶναι πρὸς πάντας τοὺς εὐνοήσαντας. Διὸ καὶ φιλοτιμεῖται μηδενὸς τῶν τοῦ Ὀδυσσέως παραμελεῖν, ἐν τῷ μεμνῆσθαι πάντων αὐτῶν πρὸς ὄνομα. ἤγουν τοῦ πατρὸς Λαέρτου. τῆς γυναικὸς Πηνελόπης. καὶ τοῦ υἱοῦ Τηλεμάχου. Ἐν οἷς ὅρα τὸ, ἀπώλεσα οἶκον, ἀμφιβόλως λεχθέν. Δύναται γὰρ ὁ βασιλεὺς δηλοῦν καὶ τὸν ἑαυτοῦ καὶ τὸν τοῦ Πριάμου. καὶ συμβιβάζεται καὶ τὰ ἐφεξῆς πρὸς ταῦτα, διχῶς. ἵνα λέγῃ ὅτι ἀπώλεσα οἶκον ἐμὸν, ἔχοντα πολλὰ ὧν ὄφελον τριτάτην μοῖραν ἔχων ἐξ ἀρχῆς καὶ μὴ μετασχὼν τηλικαύτης, εὐδαιμονίας μὴ τοσούτους ἰδεῖν ὀλωλότας ἐν Τροίᾳ, μὴ δὲ στρατεύσασθαι ὅλως ἐκεῖ. ἢ καὶ ἄλλως, ἀπώλεσα οἶκον τὸν τοῦ Πριάμου, κεκτημένον πολλὰ ὧν ὄφελον τὰ τρίτα κτησάμενος κατά τινα θετέον συμβίβασιν ὡς εἰκὸς, μὴ προσμεῖναι τῇ ἁλώσει τῆς Τροίας περὶ ἣν τοσοῦτοι ὤλοντο, ἐνταῦθα δὲ, προσεκτέον καὶ τῇ τοῦ παραφραστοῦ Δημοσθένους μεταβολῇ, ἐχούσῃ οὕτως. ἀντί γε τῶν ἀνδρῶν τῶν ἀπολωλότων, οὐκ ἂν ἐδεξάμην τὰ πάντων χρήματα πάντως, εἰ καὶ τὴν τρίτην μοῖραν τῶν νῦν ὄντων μοι, ἔχειν τις προὔτεινεν ἐφʼ ᾧ τε σώζεσθαι τοὺς ἐν Τροίᾳ ἀπολωλότας. Ἔνθα ὅρα τὸν τε σύνδεσμον Ἀττικῶς πλεονάσαντα τὸ παρέλκον, ὡς ἐν καὶ τῷ, ἄλλως τε καὶ εἰ οἷον τε. Τὸ δὲ ναιετάοντα, συνήθως ἔφη ἀντὶ τοῦ οἰκούμενον. συνηθέστερον δὲ τὸ, εὖ ναιομένην πόλιν. ἅπερ ἔπαινός ἐστιν εὐνομουμένης καὶ εὐδαίμονος πόλεως. ὥσπερ εὐτειχίστου, τὸ, ἐϋκτίμενον πτολίεθρον. δοκεῖ δὲ τὸ ναιετάειν, προϋποκείμενον ἔχειν θέμα, οὐ βαρύτονον τὸ ναίω, ἀλλὰ τὸ ναιῶ ναιέσω. ἐξ οὗ καθὰ αἰνῶ αἰνέσω αἰνέτης καὶ αἰνετὸς, οὕτω καὶ ναιῶ ναιέσω, ναιέτης ὁ ἄλλως ναέτης. ἀφʼ οὗ ῥῆμα τὸ ναιετῶ. ὁ δὲ εἰρημένος ναέτης, ὑποβάλλει νοεῖν, ὅτι ὥσπερ κλαίω κλάω καίω κάω, οὕτω δύναται καὶ ναίω νάω εἶναι ἀφʼ οὗ ὁ ναέτης. ἴσως δὲ, ἀχρηστίαν ἐκύρωσε τοῦ νάω τὸ οἰκῶ, ἡ κοίνωσις τοῦ νάω τὸ ῥέω. εἴποι δʼ ἄν τις, τούτων κατάρχειν θεματικὸν μονοσύλλαβον ῥῆμα τὸ, νῶ νήσω τὸ σωρεύω. ἐξ οὗ ὅλα τὰ τοιαῦτα. καὶ γὰρ καὶ οἱ ναίοντές που, σεσωρευμένοι εἰσί. καὶ πηγῆς δὲ ὕδωρ ἄθρουν σωρευθὲν, οὕτω νάει ἀπόῤῥυτον. ἢ καὶ ἄλλως, στατὸν μὲν, ἀένναον δέ. ἐκ τούτων δὲ, πολλὰ παρῆκται καὶ διάφορα. ὁ ναὸς ἐν ᾧ πολλοὶ συσσωρεύονται. ἡ ναῦς εἴτε νῆυς ἣν σωρὸς ἐγκείμενος βαρύνει. τὸ νᾶμα. αἱ νηΐδες. καὶ ἕτερα. Τὸ δὲ κεχανδότα, πλεονασμὸν ἔχει τοῦ ν μετρικῶς. φύσει γὰρ, δίχα τοῦ ν ἐστὶν ὡς δηλοῖ τὸ κέχαδεν. οὐ γὰρ ἀπὸ τοῦ χαίνω ἀλλʼ ἐκ τοῦ χάζω, γίνεται. χρῆσις δὲ τοῦ κέχαδεν, ἐν τῷ, Ἥρῃ δʼ οὐ κέχαδε χόλον θυμός. εἰ γὰρ καί τινες βούλονται γράφειν ἔχαδε λόγῳ δευτέρου ἀορίστου, ἀλλʼ ἡ πλείων χρῆσις τῶν ἀντιγράφων, κέχαδεν αὐτὸ οἶδεν. Ὅτι μνησθεὶς ὁ Μενέλαος τοῦ Ὀδυσσέως, λέγει ἅπερ ἄν τις παρῳδήσας ἐν καιρῷ προσαρμόσῃ ἀνδρὶ φίλῳ χρησίμῳ ἦν ὅτε. τῷ τέως δὲ, ἐπὶ μακρὸν ἀποδήμῳ. εἰσὶ δὲ ταῦτα. πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων, πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν, ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι. ἄλλοτε δʼ αὖτε παύομαι. αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο. τῶν πάντων, οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ ὡς ἑνὸς, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν μνωομένῳ. ἐπεὶ οὔτις Ἀχαιῶν τόσσʼ ἐμόγησεν, ὅσσʼ Ὀδυσσεὺς ἐμόγησε καὶ ᾔρατο. τῷ δʼ ἂρ ἔμελλεν αὐτῷ κήδεʼ ἔσσεσθαι. ἐμοί δʼ ἄχος αἰὲν ἄλαστον κείνου. ὅπως δὴ δηρὸν ἀποίχεται. οὐδέ τι ἴδμεν ζώει ὅγʼ ἢ τέθνηκεν. ὀδύρονται νύ που αὐτὸν Λαέρτης θʼ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια. Τηλέμαχός τε. καὶ ἑξῆς. Καὶ ὅρα ὅπως ὁ ποιητὴς πολυσχήμων ὢν, τὸν μὲν Νέστορα, ἔπλασεν ἐρωτήσαντα καὶ οὕτω μαθόντα τίνες οἱ παραβαλόντες ξένοι. τὸν δὲ Μενέλαον, ποιεῖ δίχα τοῦ ἐρωτῆσαι, γνόντα τοὺς ξενισθέντας. ἅμα γὰρ μνήμη τῶν τοῦ πατρὸς περιῆλθε τὸν Τηλέμαχον ἐξ ὧν ὁ Μενέλαος ἔφη, καὶ εὐθὺς δακρύσας, γνωρίζεται. ὡς φανήσεται κατωτέρω. ἐν τούτοις δὲ καὶ πίστις λαμπρὰ τῷ νεανίᾳ γίνεται τοῦ, πάνυ τὸν Ὀδυσσέα ὑπὸ Μενελάου φιλεῖσθαι. οὐ γὰρ μαθὼν τίνες οἱ ξένοι, εἶτα ἐλάλησεν ἔπαινον τοῦ Ὀδυσσέως. ἦ γὰρ ἂν ἔδοξε πρὸς χάριν ἐπαινεῖν. ἀλλʼ ἁπλῶς οὕτω ἀνέπλευσαν καθʼ Ἡρόδοτον εἰπεῖν, τοιοῦτοι λόγοι τῷ Μενελάῳ διὰ φιλίαν ἄκραν καὶ μνήμην παλαιῶν χαρίτων. ἧς ὀφειλέται οἱ εὐγενεῖς ὅτε πρός τινος εὖ πάθοιεν. Ὅρα δʼ ἐν τούτοις τὴν τῆς πολλῆς φιλίας αἰτίαν. τὸ πολλὰ μογῆσαι ὑπὲρ τοῦ φίλου. καὶ ὡς μετʼ ὀλίγα φησὶ, πολλοὺς μογῆσαι ἀέθλους. οὐ μὴν τὸ πολλὰ συμφαγεῖν καὶ συμπιεῖν, οἷς οἱ φορτικοὶ φίλοι κρίνονται. κατὰ τὸ, οἷόν μιν ἐγὼ ἐνόησα οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε. Τὸ δὲ φρένα τέρπομαι, ἡδονήν τινα προσεῖναι καὶ τῷ δακρύειν δηλοῖ. Τὸ δὲ αἰψηρὸς κόρος γόου, γνωμικῶς ἐῤῥέθη. δηλοῖ δὲ οὐ παντελῆ παῦσιν θρήνου τοῦ ἐπὶ τοῖς φίλοις. ἀλλʼ ὅτι ταχὺ κορεννύμενοι τοῦ σφοδρῶς γοᾶσθαι, εἶτα διαλιπόντες, ἀναλαμβάνομεν αὖθις γόον. ὡς ἐδήλωσε καὶ τὸ, ἄλλοτε μὲν γόῳ τέρπομαι ἄλλοτε δὲ παύομαι. οὕτω καὶ ἐδωδῆς αἰψηρός ποτε κόρος, ὡς ἄλλοτε μὲν ἐσθιόντων ἄλλοτε δὲ παυομένων. τῷ γὰρ κόρῳ, ἀντιπίπτει ἔνδεια, οὐ μὴν παῦσις παντελής. ἔτι δὲ, κάματός τις καὶ γόος. τοῦ δὲ καμάτου, τάχιον ἡ φύσις κορέννυται. Ὅρα δὲ ὅτι τὸ σκυθρωπὸν τοῦτο χωρίον ἐκαλλώπισε διά τε ἐπαναφορᾶς τοῦ ἄλλοτε μὲν ἄλλοτε δέ. καὶ διὰ παρίσων τοῦ τέρπομαι παύσομαι. καὶ, αἰψηρὸς κόρος. καὶ, κρυεροῖο γόοιο. Τὸ δὲ οὐ τόσσον ὀδύρομαι, καὶ τὸ ἀχνύμενός περ, δηλωτικὰ καὶ αὐτὰ τοῦ μὴ σβέσιν τελείαν γίνεσθαι γόου. μὴ δὲ ταχὺν οὕτω κόρον, ὡς εἰς τὸ πᾶν παύεσθαι τὸ θρηνεῖν. ἰδοὺ γὰρ τοῦ μὲν Ὀδυσσέως, ὑπεραλγεῖ αἰὲν ἄλαστα ὁ βασιλεύς. ἐπὶ δὲ τοῖς ἄλλοις εἰ καὶ μὴ τόσσον ὀδύρεται, ἀλλʼ οὖν ἄχνυται. ὁ δὲ τόπος οὗτος, ἔχει τι καὶ ὑπερβολῆς ἐν τῷ, τῶν πάντων, οὐ τόσσον ὀδύρομαι. οὐ γὰρ δήπου καὶ τοῦ ἀδελφοῦ Ἀγαμέμνονος πλέον ὁ Μενέλαος ὀδύρεται τὸν Ὀδυσσέα. Τὸ δὲ ἐχθαίρει, οὐ δηλοῖ ἄρτι τὸ μισεῖ, ἀλλὰ τὸ, μισητὸν ποιεῖ. ὅπερ, ἐχθραίνειν φασὶν οἱ μεθʼ Ὅμηρον. Τὸ δὲ ἐμόγησε, δὶς ἔφη συναπτῶς διὰ τὸ τῆς λέξεως καίριον. Τὸ δὲ ᾔρατο, οὐ μόνον ἀντὶ τοῦ ὑπέμεινε καὶ ἐβάστασεν οἱ παλαιοὶ νοοῦσιν, ἀλλὰ καὶ ἀντὶ τοῦ ἐπολέμησε, περὶ τὸν Ἄρην φασίν. εἰ δὲ εἶχε καὶ τὴν εν πρόθεσιν, ἦν ἂν σαφέστερον. δοκοῦν τότε ἀπὸ τοῦ ἐναίρειν γενέσθαι ἀφʼ οὗ καὶ ἔναρα τὰ λάφυρα. Ἐν δὲ τῷ, ζῴει ὅγʼ ἢ τέθνηκε, λείπει σύνδεσμος. ἵνα λέγῃ ἐνδοιαστικῶς ὅτι οὐκ ἴδμεν εἴπερ ζῇ ἢ τέθνηκεν. ἢ καὶ ἄλλως, οὐκ ἴδμεν ἢ ζῇ ἢ τέθνηκεν. ὥσπερ κατωτέρω ἐρεῖ. ἢ πατρὸς ἐάσει μνησθῆναι, ἢ πρῶτα ἐξερέοιτο. Τὸ δὲ ὀδύρονται ὁ δεῖνα καὶ ὁ Τηλέμαχος, ἐπιτυχῶς εἶπεν ὁ Μενέλαος. πίστις γὰρ αὐτῷ τοῦ λόγου, τὰ εὐθὺς προλεχθέντα τῷ Τηλεμάχῳ δάκρυα. Ὅτι δαψιλῆ δηλοῖ κλαυθμὸν τὸ, δάκρυ δʼ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούων. μετʼ ὀλίγα δὲ τὸ αὐτὸ ἄλλως ἐρεῖ. αὐτὰρ ὃ, πυκνὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν. Ὅτι δὲ πολυπενθὴς ὁ χαμαὶ βάλλων ὅ ἐστι ῥίπτων δάκρυα, καὶ ἡ Ἰλιὰς ἔδειξεν. Ὅτι προσεκτικὸν ἡ μακρὰ ἐκ πλάνης πολυπειρία τὸν Μενέλαον ἔθετο. διὸ οὐ μόνον ἡσυχῆ λαλῶν πρὸ βραχέων ὁ Τηλέμαχος οὐ διέλαθεν αὐτὸν, ἀλλὰ καὶ νῦν ἐκεῖνος μὲν, ἐδάκρυε, χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖσιν ἀνασχὼν ἀμφοτέραις χερσί. Μενέλαος δὲ νοήσας αὐτὸν, ἐβουλεύετο ἢ ἐάσει τὸν παῖδα μνησθῆναι τοῦ πατρὸς, ἢ πρῶτα ἐρωτήσει. ἐν τοσούτῳ δὲ τῆς Ἑλένης ἐξελθούσης ὡς εὐθὺς εἰρήσεται, γίνεται ὁ ἀναγνωρισμὸς δεξιώτερον. πορφυρὰν δὲ χλαῖναν ὁ ποιητὴς πλάττει τῷ Τηλεμάχῳ, οἷα βασιλέως υἱῷ. ἀνέχει δὲ αὐτὴν πρὸ ὀφθαλμῶν, αἰδούμενος εἰ δακρύων φαίνοιτο ἀνὴρ ὤν. Ὅτι τὴν τῆς Ἑλένης ἔξοδον φράζων ἐνδιασκεύως, φησίν. ἐκ δʼ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ εἰκυῖα. τῇ δʼ ἂρ Ἀδρήστη κλισίην ἐΰτυκτον ἔθηκεν. Ἀλκίππη δὲ, τάπητα φέρεν μαλακοῦ ἐρίοιο. Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔδωκεν Ἀλκάνδρη Πολύβοιο δάμαρ. ὃς ἔναιεν ἐνὶ Θήβῃς Αἰγυπτίῃς. ὅθι πλείστα δόμοις ἐνὶ κτήματα κεῖται. ὃς Μενελάῳ δῶκε δύʼ ἀργυρέας ἀσαμίνθους. δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα. χωρίς δʼ αὖθʼ Ἑλένῃ, ἄλοχος πόρε κάλλιμα δῶρα. χρυσῆν τʼ ἠλακάτην, τάλαρόν θʼ ὑπόκυκλον ὄπασσεν ἀργύρεον, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράαντο. ἤγουν ἐπὶ χρυσῷ τὰ χείλη ἀπήρπιστο καὶ τετελείωτο. ἐκ τοῦ κραιαίνω. ἢ τὰ χείλη χρυσῷ ἐκέκρατο. τοῦτον ἡ Φυλὼ τὸν τάλαρον παρέθηκε φέρουσα, νήματος ἀσκητοῖο βεβυσμένον αὐτὰρ ἐν αὐτῷ, ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα. Καὶ ὅρα ἐν τούτοις περιουσισμὸν Θηβαϊκῆς ὕλης τιμίας. ἧς βραχύ τι ἀποῤῥυὲν εἰς τὸν Μενέλαον, ἔπεισεν εἰπεῖν, πολλά τε ἀγαγέσθαι καὶ ἀμφήριστον ἐν ἀνθρώποις ἐπὶ κτήμασιν εἶναι. ὅτι δὲ πολὺς ἐν ταῖς Αἰγυπτίαις Θήβαις ὁ πλοῦτος, καὶ ἡ Ἰλιὰς ἐδήλωσεν. Ἐν δὲ τῷ περὶ τῶν δουλίδων ἐνταῦθα λόγῳ, φασὶν οἱ παλαιοὶ ὡς ἄλλαι μὲν ἐν Ἰλιάδι θεράπαιναι τῇ Ἑλένῃ. ἄλλαι δὲ νῦν. οὐ γὰρ ἔδει φασὶ τὰς μετασχούσας τοῦ ἁμαρτήματος, ἐᾶν συνεῖναι τῇ γυναικί. Θυώδης δὲ θάλαμος, ὁ εὐώδης. καθʼ ὁμοιότητα τοῦ ἐν Ἰλιάδι θυόεντος νέφους. καὶ ἔστι τοῦτο σαφέστερον τοῦ, κηώεις. Ἰστέον δὲ ὅτι ἐκ τοῦ, τὸ θύος ἢ τὸ θύον, οὐ μόνον τὸ θυώδης καὶ τὸ θυόεν γίνεται, ἀλλὰ καὶ ῥῆμα θυῶ θυσώσω, συγγενές τι δοκοῦν εἶναι τῷ θειῶ θειώσω. ἐξ οὗ τό. θειώσωμεν μέγαρον ἐν τοῖς ἑξῆς. ἐκ δὲ τοῦ προῤῥηθέντος θυῶ τοῦ διὰ μόνου διχρόνου, καὶ θυώματα παρὰ Ἡροδότῳ, τὰ εὐώδη θυμιάματα. φησὶ γάρ. σμύρνης ἀκηράτου καὶ κασίης καὶ τῶν ἄλλων θυωμάτων. Ἀρτέμιδι δὲ χρυσηλακάτῳ τὴν Ἑλένην ὁ ποιητὴς εἰκάζει, διὰ τὴν κατὰ σῶμα φυήν. ἐντεῦθεν δὲ λαβόντες ἀρχὴν, οἱ μεθʼ Ὅμηρον διὰ τὸ εἰς σελήνην ἀλληγορεῖσθαι τὴν Ἄρτεμιν, σεληναίαν ἄνθρωπον τὴν Ἑλένην ἐπλάσαντο. ὡς ἐκ τοῦ κατὰ σελήνην κόσμου πεσοῦσαν. καὶ αὖθις δὲ ἄνω ἁρπαγῆναι αὐτὴν ἐμυθεύσαντο, ἐπειδὰν διʼ ἐκείνης αἱ τοῦ Διὸς ἠνύσθησαν βουλαί. καὶ τὴν Πηνελόπην δὲ Ἀρτέμιδι ἐν τοῖς ἑξῆς που εἰκάζει. ἔτι δὲ καὶ Ἀφροδίτῃ. τὸ μὲν, διὰ σωφροσύνην. τὸ δʼ ὅτι οὐκ ἀδμὴς ἀλλʼ ὑπὸ ἄνδρα ἦν. ὅλως δὲ, φιλεῖ καὶ τὴν Ἑλένην ὁ ποιητής. ἧς καὶ ἐν πολλοῖς ὑπεραπολογεῖται. φιλεῖ δὲ καὶ τὴν Πηνελόπην οὐχʼ ἥκιστα. ἐξ ὧν αὐτῷ ἡ τῶν ἀξιολόγων ποιήσεων ἀφορμή. διὸ καὶ τοιούτοις αὐτὰς ἐπιθέτοις κοσμεῖ. Σημείωσαι δὲ καὶ ὡς εἰ καὶ διαλελυμένως χρυσῆν ἠλακάτην τὴν ἐκ τῆς εἰρημένης Ἀλκάνδρης ἡ Ἑλένη μεταχειρίζεται, ἀλλʼ οὐκ ἂν ὁ ποιητὴς τολμήσῃ καὶ χρυσηλάκατον συνθέτως εἰπεῖν. τοῦτο γὰρ, ἀποκεκλήρωται τῇ Ἀρτέμιδι ὡς ἐργατικῇ καὶ τοξικῇ κατὰ τοὺς παλαιούς. Πίνδαρος δὲ, ἐθάῤῥησε συνθέτως ἐντεῦθεν χρυσηλάκατον Ἀμφιτρίτην εἰπεῖν, οὐ κατὰ τὴν Ἄρτεμιν. αὐτὴ μὲν γὰρ χρυσᾶ ἠλάκατα ἔχει ὅ ἐστι τόξα. Ἀμφιτρίτη δὲ, χρυσῆν ἠλακάτην ὁμοίως τῇ Ἑλένῃ. Ἐνταῦθα δὲ μνηστέον ζητήσεως λόγῳ, εἴπερ ἀπὸ τῆς ἠλακάτης εἴτε τῶν ἠλακάτων οἱ παρὰ τῷ δειπνοσοφιστῇ ἠλακατῆνες ἰχθύες ἐῤῥέθησαν. περὶ ὧν μυθικὸς λόγος, ὅτι Ἰχθύος καὶ Ἡσυχίας τῆς ἀδελφῆς, Γαλήνη καὶ Μύραινα καὶ Ἠλακατήν. ὧν ὁμώνυμα τὰ κατὰ θάλασσαν. Ὅρα δὲ καὶ ὅτι οὐ μόνον ὡς εἴρηται ὁ τοῦ Μενελάου οἶκος περιττῶς ἐσκεύασται ὡς οὐδεὶς ἕτερος τῶν Ἑλληνικῶν, ἀλλὰ καὶ ἡ Ἑλένη πολλὴν ἐξήρτηται πολυτέλειαν, τρυφὰς τραγικῶς εἰπεῖν ἔχουσα τρωϊκάς. ᾗ καὶ ὁ ἀργύρεος τάλαρος καὶ ἡ χρυσῆ ἠλακάτη καὶ τὸ ἀσκητὸν νῆμα, πομπικῶς ἐκφέρονται πρὸς φαντασίαν ταλασιουργίας καὶ πλούτου ἐπίδειξιν. οὐ γὰρ παραδέδοται νήθουσα τῷ τέως, εἰ μὴ ἄρα κατὰ τὸ σιωπώμενον ὡς ἔθος τῷ ποιητῇ. Κλισίαν δὲ εὔτυκτον καὶ ἐνταῦθα, τὸν προλεχθέντα κλισμὸν λέγει. ἤγουν θρόνον ἔχοντά τι ἀνάκλιντρον. ᾧ καὶ τάπης ἐξ ἐρίου ἐπίκειται, προσκεφάλαιον δηλαδή. λέγει γοῦν ὑποκατιὼν ἕζετο δʼ ἐν κλισμῷ ᾧ καὶ θρῆνυς ὑπέκειτο. περὶ δὲ κλισίας ὅτι τὲ ἐδιφορεῖτο κατὰ τὴν ἄρχουσαν καὶ ὅτι ὡς ἐπὶ πολὺ σκηνὴν δηλοῖ, ἐν τῇ Ἰλιάδι ἐῤῥέθη. ῥηθήσεται δέ τι καὶ ἐν τοῖς ἑξῆς περὶ αὐτῆς. ἔχει δὲ ἡ Ἰλιὰς καὶ περὶ ταπήτων καὶ δαπίδων, τὸ ἀρκοῦν. Τὸ δὲ φέρειν, καιρία λέξις ἐπὶ βαστάγματος οὖσα, τρὶς ἐνταῦθα κατʼ ἐπιμονὴν εἴρηται. ἀπʼ αὐτοῦ δὲ σὺν ἄλλοις τοῖς ἀλλαχοῦ δηλουμένοις, καὶ φερέπονος. οὕτω δὲ καὶ φερέκακος ὁ καρτερικός. καὶ φερνὴ ἡ προῖξ. ἣν καὶ φέρνην τινές φασι βαρυτόνως. καὶ φέρτρον, κλίνη νεκρικὴ ἐν Ἰλιάδι. καὶ φορεῖον. ὃ καὶ φέρεθρον φασί τινες λέγεσθαι, ὡς ῥέεθρον καὶ πύρεθρον. οἷον φέρεθρα ἔχοντα εἰκόνας βασιλέων. ἔν τινι δηλαδὴ πομπῇ βασιλικῇ. Ὅρα δὲ καὶ ὅτι Πόλυβος οὐ μόνον ὄνομα Ἑλληνικὸν, ἀλλʼ ἰδοὺ καὶ Αἰγύπτιον. Καὶ ὅτι ἐν μὲν Ἰλιάδι, ἔφη τι πλατύτερον περὶ τοῦ Θηβαϊκοῦ πλούτου. καὶ ὅλως, περὶ Αἰγυπτίων Θηβῶν. Ἐνταῦθα δὲ, ἠρκέσθη ἐν ὀλιγίστῳ εἰπεῖν, ὡς πλεῖστα ἐκεῖ δόμοις ἐν κτήματα κεῖται. ἅπερ ἂν εἴη κειμήλια. πολὺν πλοῦτον οὕτω δηλώσας τῆς πόλεως. οὐ μὴν καὶ δύναμιν ὡς ἐκεῖ ἐποίησεν. Ὅρα δὲ καὶ ὅτι τὸ Αἰγυπτίαις, συστέλλει τὴν προπαραλήγουσαν διὰ μέτρον ὡς καὶ ἐν τοῖς ἑξῆς. καθὰ καὶ πρὸ βραχέων ἐν τῷ παράκοιτις Θῶνος Αἰγυπτίη. καὶ Αἰγυπτίους ἐπαληθείς. αἰτία δὲ τῆς τοιαύτης συστολῆς τοῦ υ, οὐ μόνον ἡ ἀσθένεια τῶν μετʼ αὐτὸ κειμένων δύο ψιλῶν συμφώνων κατὰ τοὺς παλαιοὺς, ἀλλὰ μάλιστα ἡ ἀνάγκη τοῦ μέτρου. οὐ γὰρ ἦν ἄλλως ποδίζεσθαι τὰ ἐξ Αἰγύπτου ταῦτα παράγωγα, εἰ μὴ ἐν συστολῇ τοῦ ῥηθέντος διχρόνου. αὐτοῦ δὲ συσταλέντος, γίνεται δάκτυλος. ἡ τοιαύτη δὲ ἀνάγκη, καὶ τοῦ Σκαμάνδρου καὶ τῆς Ζελείας, ἀφείλετο τὸ δύνασθαι ἐκτείνειν τὰ πρὸ αὐτῶν βραχέα ὡς ἐν Ἰλιάδι ἐφάνη. Αἱ δὲ ἀργύρεαι ἀσάμινθοι καὶ τὰ ἐφεξῆς, τῶν κειμένων ἐν Θήβαις κτημάτων δείγματα, οἷα ἐκεῖθεν εἰς Σπάρτην ἐλθόντα. Περὶ δὲ ταλάντων, πολλαχοῦ διείληπται. Τὸ δὲ χωρὶς, ἀντὶ τοῦ, ἰδίᾳ καὶ ἐν μέρει. ἀγαθὸν δὲ πάντως τοιαύτη ἔρις γυναικὸς πρὸς ἄνδρα, δωρεῖσθαι καὶ αὐτὴν ὁμοίως τῷ ἀνδρὶ, ὡς εὐεργετικοὺς ἀμφοτέρους εἶναι καὶ οὕτω τὴν κατὰ βίον ἐξισάζεσθαι πορείαν αὐτοῖς. Τάλαρος δὲ, ὡς μὲν γίνεται ἀπὸ τοῦ τάλας καὶ τοῦ αἴρειν οἱονεὶ ὁ τλήμων φέρειν τὰ ἐν αὐτῷ, δῆλον. ἴσως δὲ λεχθείη ἄν ποτε καὶ κάλαθος. εἰ καὶ ἄλλως, δημητρειακοῦ καρποῦ συγκομιστὴς ὁ κάλαθος ὡς καὶ ὁ παρὰ τῷ Καλλιμάχῳ δηλοῖ. ἦν δέ τις φασὶ τάλαρος, καὶ τυροκομεῖον λεγόμενος. ἐν δὲ τοῖς τοῦ δειπνοσοφιστοῦ, φέρεται ὅτι Τίμων ὁ σιλλογράφος καὶ τὸ μουσεῖον τάλαρόν που φησίν, ἐπισκώπτων τοὺς ἐν αὐτῷ τρεφομένους φιλοσόφους ὅτι ὡς ἐν πανάγρῳ τινὶ σιτοῦνται. καθά περ οἱ πολυτιμότατοι ὄρνιθες πολλοὶ μὲν βόσκονται ἐν Αἰγύπτῳ πολυφύλλῳ βυβλιακῇ χαρακίται ἀπείριτα δηριόωντες μουσάων ἐν ταλάρῳ. τοῦτο δὲ χρήσιμον καὶ εἰς τὸ ἀποφώλιος, ὅπερ ἐν τοῖς ἑξῆς που ἐρεῖ ὁ Ὅμηρος· οἱ γὰρ ἐν τοιούτῳ ταλάρῳ τοιοίδε ὄρνιθες, προσφυῶς ἂν καὶ ἐν φωλεῷ μουσῶν εἶναι λεγόμενοι, ἀποφώλιοι ἂν εἶεν εἴπερ ἀποῤῥιψεῖεν ὡς ἀπῳδοί τινες καὶ παράμουσοι. ὑπόκυκλος δὲ τάλαρος, ὁ περίτροχος καὶ περιφόρητος τοῖς ὑποκάτω τροχίλοις, ἢ κυκλοτερής. Νῆμα δὲ ἀσκητὸν, τὸ πεφιλοκαλημένον καὶ ἐπιμεμελημένον. ἔστι δὲ καὶ ἔριον εἰπεῖν ἀσκητὸν, ὡς ἐκ τοῦ ἤσκειν εἴρια καλά. καὶ χιτῶνα δὲ, διὰ τὸ, πτύξασα καὶ ἀσκήσασα χιτῶνα. καὶ λέχος δέ που ἀσκητὸν ἐρεῖ Ὅμηρος ἐν τοῖς μετὰ ταῦτα. κυριολεκτεῖται δὲ μάλιστα τὸ ἀσκεῖν, ἐπὶ ἀνδρῶν ἀθλητῶν ὡς καὶ ἐν ἄλλοις δεδήλωται. Βεβυσμένος δὲ, ὁ γέμων καὶ μετὰ ὠθισμοῦ τινος μεστὸς, παρὰ τὸ βύω. ὅθεν καὶ ὁ κωμικός φησιν, τὸ στόμʼ ἐπιβύσας κέρμασι, τῶν ῥητόρων. καὶ ξύλα δὲ οὕτω παραβύει τις ὑποκαιόμενα, τρίποδι. ἐντεῦθεν καὶ παράβυστος ὃς ἑαυτὸν παρέβυσε τόπῳ τινὶ ἐπικρύψας. καὶ τὸ ἐν παραβύστῳ, ἀντὶ τοῦ ἐν τόπῳ καὶ γονίᾳ ᾧ τις οὕτω πως παραβέβυσται. καὶ ὠτίον δὲ βλαβὲν τοὺς πόρους, βεβύσθαι λέγεται μέχρι καὶ νῦν παρά τισι τῶν ὑπὲρ Σινώπην Λευκοσύρων. ἐκεῖθεν δὲ καὶ ἡ ἀκροβυστία καὶ ὁ ἀκρόβυστος. Τὸ δὲ τετάνυστο, δηλοῖ μὴ ὀρθὴν ἵστασθαι τὴν ἠλακάτην, ἀλλὰ περὶ τὸν τάλαρον κεῖσθαι ἀπὸ χείλους εἰς χεῖλος διήκουσαν. ἴσως δὲ καὶ μῆκος αὐτῆς ἡ λέξις δηλοῖ. Ἰοδνεφὲς δὲ, τὸ μέλαν φασίν. ἢ πορφυροῦν. ἢ τὸ λεγόμενον κατὰ παλαιοὺς, ἰάνθινον. σύγκειται δὲ κατὰ πλεονασμὸν τοῦ δ ἀπὸ ἴου καὶ νέφους. ἀμφοτέρων μελάνων σωμάτων. Τὸ δὲ εἶρος, πρωτότυπόν ἐστι τοῦ εἰρίον ὡς τειχίον. ὅθεν ἔριον ὡς ἴχνιον. παραβλητέον δὲ τὴν ἐνταῦθα τῆς ἡρωΐδος Ἑλένης ταλασιουργίαν, τῇ τοῦ ἐπιτρίπτου βασιλέως Σαρδαναπάλου. ἡ μὲν γὰρ εὐγενῶς προῆλθε ἐπιδεικνυμένη τὰ γυναιξὶ προσήκοντα, καὶ λαλεῖ σπουδαῖα καὶ θαυμάζεται. ὁ δὲ, ἐψιμυθιώμενος φασὶ καὶ κεκοσμημένος γυναικιστὶ, μετὰ τῶν παλλακίδων ἔξαινε πορφύραν, γυναικείαν στολὴν ἔχων, καὶ κατεξυρημένον πώγωνα, καὶ κατακεκισσηρισμένον. ἦν δέ φασι καὶ γάλατος λευκότερος, καὶ ὑπογέγραπτο τοὺς ὀφθαλμούς. Ὅτι οὕτω πρὸς θέαν προσώπου περίεργος ἡ Ἑλένη καὶ μνήμων ὄψεως, ὥστε πολλῶν εἰκασμοὺς ἐναποκειμένους φέρειν τῇ ψυχῇ. φησὶ γοῦν, ὡς οὔπω τινά φημι ἐοικότα ὧδε ἰδέσθαι οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα, σέβας μʼ ἔχει εἰσορόωσαν, ὡς ὅγʼ Ὀδυσσῆος υἱῷ ἔοικε Τηλεμάχῳ. τοῦτο δὲ, ἀφελῶς ἐῤῥέθη καὶ ἐνδιαθέτως. ἢ καὶ ὡς εἰπεῖν, ἐκ περισσοῦ. ἤρκει γὰρ εἰπεῖν μόνον τὸ, Ὀδυσσέως υἱῷ ἔοικεν. ἐπεὶ οὐχʼ ἁπλῶς Τηλεμάχου σημεῖα τὰ ῥηθέντα. υἱοῦ δὲ Ὀδυσσέως. εἰκὸς δὲ πάντως, τὴν οὕτως ἐρωτικὴν Ἑλένην πολλὰς μορφὰς ἐναπομάξεσθαι τῇ ψυχῇ. Ἀθήναιος δὲ ἄλλως τὸ τοιοῦτον πιθανευόμενος ἤγουν τὸ τὴν Ἑλένην ἐκ τῆς ὁμοιότητος τεκμαίρεσθαι, λέγει ὅτι πάνυ αἱ γυναῖκες διὰ τὸ παρατηρεῖσθαι τὴν ἀλλήλων σωφροσύνην, δειναί εἰσι τὰς ὁμοιότητας τῶν παίδων πρὸς τοὺς γονέας ἐλέγξαι. ἐν τούτοις δὲ καθὰ καὶ ἐν Ἰλιάδι, καταλέγει ἑαυτῆς. εἰποῦσα, ὡς ἐμεῖο κυνώπιδος εἵνεκʼ Ἀχαιοὶ ἤλθεθʼ ὑπὸ Τροίην, πόλεμον θρασὺν ὁρμαίνοντες. παραμυθουμένη οὕτω τὸν ἄνδρα τῆς εἰς Τροίαν ἑκουσίου ἀπελεύσεως. ὅτι δὲ ἑκοῦσα ἡρπάγη, αὐτὴ ἐρεῖ σαφῶς ἐν τοῖς ἑξῆς. ἡ δὲ εἰσβολὴ τοῦ λόγου τῇ Ἑλένῃ, κατʼ ἐρώτησιν. ἴδμεν δὴ οἵ τινες οἵ δε ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ; τοῦτο δὲ δύναται λέγεσθαι ὅτέ τινες ἀγνοούμενοι ἐνδημήσουσί που. ὥσπερ αὖ πάλιν στοχαζόμενός τις ἐρεῖ τὸ, ψεύσομαι, ἢ ἔτυμον ἐρέω. κέλεται δέ με θυμός. Τὸ δὲ ὑπὸ Τροίην, τὸ ταπεινὸν τοῦ ναυστάθμου ἐμφαίνει, κειμένου ὑπὸ τὴν ἠνεμόεσσαν Τροίαν. Πόλεμον δὲ θρασὺν, τὸν ἀναιδῆ λέγει. ἐκ τῶν θρασυνομένων στρατιωτῶν ὀνομάσας τὸ ἔργον αὐτῶν. Σημείωσαι δὲ καὶ ὅτι τῆς Ἑλένης ἀρχὴν ἐνδούσης ἀναγωρισμοῦ, ἀνακινήσας τὸ φανταστικὸν τῆς ψυχῆς ὁ Μενέλαος καὶ πορισάμενος ἐπὶ τῷ Τηλεμάχῳ πλείω τεκμήρια, φησίν. οὕτω νῦν καὶ ἐγὼ νοέω γύναι ὡς σὺ ἐΐσκεις. κείνου γὰρ, τοιοίδε πόδες. τοιαί δέ τε χεῖρες. ὀφθαλμῶν τε βολαί. κεφαλή τʼ, ἐφύπερθέ τε χαῖται. ὧν μηδὲν ὁ ῥήτωρ Νέστωρ ἐν τοῖς πρὸ τούτων παρασημηνάμενος, ἐκ τῆς ἐν λόγοις μάλιστα ὁμοιότητος πατρῴζειν ἔγνω τὸν Τηλέμαχον, ἐμφήνας ἠρέμα καὶ αὐτὸς τὸν ἐκ μορφῆς γνωρισμὸν ἐν τῷ, σέβας μʼ ἔχει εἰσορόωντα. ὁ δέ γε Μενέλαος, τοῖς ῥηθεῖσι προσεπιτίθησιν εἰς σημεῖον, καὶ τὸ πρὸ βραχέων δάκρυον τοῦ Τηλεμάχου, ὅτε μνήμη τοῦ Ὀδυσσέως ἐγένετο. Ἔνθα σημείωσαι ὅτι δίκην ἀγαθοῦ ζωγράφου, πάντῃ ἐξομοιῶν Ὅμηρος τῷ πατρὶ τὸν υἱὸν Τηλέμαχον, πεποίηκεν ἀμφοτέρους τὸν μὲν, ἐνταῦθα τῷ Μενελάῳ, ἐκεῖνον δὲ παρὰ Φαίαξι τῷ Ἀλκινόῳ, διὰ δακρύων γνωριζομένους. ὅτι δὲ καὶ τὸν Ὀδυσσέα μόνη ἀνέγνω ἡ Ἑλένη περὶ Τροίαν, ἐν τοῖς μετὰ ταῦτα φανεῖται. Σημείωσαι δὲ ὅτι κατὰ τὴν τοῦ Ἀριστοτέλους ἱστορίαν, ἔστι πλέον ἀνδρῶν εἰς μνήμην ταῖς γυναιξί. φησὶ γὰρ ὅτι γυνὴ, ἀνδρὸς ἐλεημονέστερον. καὶ ἀρίδακρυ μᾶλλον. ἀπατητικώτερόν τε καὶ μνημονικώτερον· εἰ δὴ τοιαύτη καὶ ἡ Ἑλένη, ἔστιν ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ θεωρεῖν. Ἰστέον δὲ ὡς ὁ μὲν κανὼν τῆς ἐκφράσεως ἐκ κεφαλῆς εἰς πόδας προάγει τὸν ῥήτορα. ἐνταῦθα δὲ, ἀνάπαλιν ἔφρασεν ὁ Μενέλαος, ἐπεὶ μὴ λαλεῖ πρὸς ἔκφρασιν. Ὅτι πεπαιδευμένου ἀνδρὸς ἔπαινος καὶ σιωπηλοῦ ἐν τοῖς καιρίοις καὶ μάλιστα ὅτε σοφὸς παρείη τις ἄνθρωπος, τὸ, ἀλλὰ σαόφρων ἐστί. νεμεσσᾶται δʼ ἐνὶ θυμῷ ὧδʼ ἐλθὼν τοπρῶτον, ἐπεσβολίας ἀναφαίνειν ἄντα σέθεν. οὗ θεοῦ ὣς τερπόμεθʼ αὐδῇ. Ἐπεσβολίας δὲ λέγει φασὶν, ἢ τὰς τῶν ἐπῶν εἰσβολὰς καὶ ἀρχὰς, οἷον ὅτι διὰ σωφροσύνην οὐ βούλεται προκατάρχειν λόγου. ἢ τὰς κατὰ τῶν βιαίων μνηστήρων ὕβρεις, ἢ τὰς παρʼ ἐκείνων εἰς τὸν οἶκον τοῦ Ὀδυσσέως καὶ εἰς τὸν αὐτοῦ υἱὸν γινομένας φλυαρίας. ἢ μᾶλλον καιριώτερον εἰπεῖν, λοιδορίας καὶ βλασφημίας. ἐπειδὴ ὥσπερ λοιδορία, λόγος ὡς δόρυ πλήττων. καὶ βλασφημία, βολή τις ἐν φήμαις, οὕτω καὶ ἐπεσβολία, τὸ ἔπεσι βάλλειν. καὶ ἔστιν εἰπεῖν, ὅτι καθάπερ τὸ ποταίνιον καὶ τὸ πρόσφατον ταυτά εἰσιν ἐν ἰσοδυναμίᾳ τῶν συντεθεισῶν λέξεων, οὕτω ταυτὰ καὶ ἡ ἐπεσβολία καὶ ἡ βλασφημία καὶ ἡ λοιδορία. ὡς γὰρ ἡ ποτι πρόθεσις ἡ αὐτὴ οὖσα τῇ προς καὶ ὁ αἶνος ὅμοιος ὢν τῷ, φατὸς λόγος, ποιεῖ ποταίνιον, ὅπέρ ἐστι πρόσφατον. περὶ οὗ δηλαδὴ ἐγγὺς καὶ προσεχῶς ἐλέγετό τι, οὕτω ταυτὸν καὶ ἔπος καὶ φήμη καὶ λόγος. ἃ συντεθέντα μετὰ τοῦ δόρυ καὶ φήμη καὶ βολὴ, ἐποίησαν τὴν ἐπεσβολίαν καὶ τὴν βλασφημίαν καὶ τὴν λοιδορίαν. ἔστι γὰρ λοίδορος μὲν, ὁ λόγοις οἷον καταδορατίζων. ἐπεσβόλος δὲ καὶ βλάσφημος, ὁ ἔπεσι βάλλων καὶ φήμαις. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν, ὅτι οὐχʼ ὥσπερ τὸ ποταίνιον καὶ τὸ πρόσφατον, οὕτω κατʼ εὐθὺ καὶ αἱ τοῦ ἐπεσβόλου καὶ τοῦ βλασφήμου ἰσοδύναμοι λέξεις κεῖνται, ἀλλὰ ἀναστρόφως. ἐν μὲν γὰρ τῷ ἐπεσβόλος, πρόκειται τὸ ἔπος. ἐν δὲ τῷ βλάσφημος, ἡ ἰσοδύναμος τῷ ἔπει λέξις, ὑστέρα κεῖται. τὸ δὲ ὅμοιον γίνεταί πως καὶ ἐν τῷ, βλάσφημος καὶ λοίδορος. τοιοῦτον καὶ τὸ ἀρχιερεὺς καὶ ἱεράρχης, καὶ ἄλλα τοιαῦτα. ἐν οἷς καὶ ὁ ἀλεξίκακος καὶ ὁ κηραμύνθης παρὰ Λυκόφρονι. ταυτὸν γὰρ τὸ ἀλεξῆσαι κακόν τι καὶ ἀναστρόφως εἰπεῖν, κῆρα ἀμῦναι. οὐκ ἀπέοικε δὲ τῶν τοιούτων, οὐδὲ τὸ θυμοραϊστὴς καὶ ῥαθυμία ἡ ῥαΐζουσα τὸν θυμόν. οὐδὲ τὸ ἀλεξάνεμος χλαῖνα καὶ χειμάμυνα. ἐπεὶ καὶ ὅμοια, ἀλέγειν ἄνεμον καὶ χειμῶνα ἀμύνεσθαι. οὕτω δέ πως καὶ ἐκ τοῦ πάλαι ἀρχαιρεσιάζειν, παραπεποίηται ὕστερον τὸ αἱρεσιαρχεῖν. ὅμοιον καὶ τὸ, ἀελλόπους καὶ ποδήνεμος. καὶ φερένικος καὶ νικηφόρος. καὶ Εἰδοθέα καὶ θεοειδείς. Ἰστέον δὲ καὶ ὡς ἡ λοίδορος ἐπεσβολία εἴτουν βλασφημία, καὶ αἰσχρὰ ἔπη λέγοιντʼ ἂν Ὁμηρικῶς. ἐξ ὧν οἱ ὕστερον, τὴν αἰσχροῤῥημοσύνην καὶ τὴν αἰσχρολογίαν συνέθεντο. δῆλον δʼ ὅτι κατὰ τὰς ἐκτεθειμένας προσεχῶς μεταθέσεις ἢ ἀναστροφὰς τῶν συνθέτων ἰσοδυνάμων λέξεων, καὶ τὴν ἐχενηίδα, ναυκράτην ἔγραψέ τις. τοιαύτη καὶ ἡ τοῦ γίγας καὶ γηγενὴς σκευωρία. γηγενὴς μὲν γὰρ, ὁ ἐκ γῆς γεγονὼς, ὅθεν καὶ διὰ τοῦ η ἡ ἄρχουσα. γίγας δὲ, παρὰ τὸ γίνεσθαι καὶ τὴν γῆν, διὸ καὶ διὰ διχρόνου ἔχει τὴν παραλήγουσαν. ὁμοίου δὲ τρόπου καὶ τὸ γακίνας ὁ σεισμὸς καὶ σεισίχθων ὁ Ποσειδῶν. καὶ τὸ χρονοτριβεῖν καὶ τριψημερεῖν περὶ οὗ προεγράφη καὶ τὸ, πόδας ἀργοὶ καὶ ἀργίποδες. καὶ τὸ, γυναικάνδρεσσι ποθεινοί. καὶ τὸ, ἀνδρογύνοις. οἳ καὶ ἀῤῥενόπαιδες λέγονται ὡς καὶ αὐτὸ ἐδηλώθη ἀλλαχοῦ. τὰς δὲ ἐπεσβολίας, ἐπιστομίας ὁ Ζηνόδοτος γράφει, ὥς φασιν οἱ σχολιασταί. Ὅτι Τηλέμαχος μὲν, ἐκ περινοίας ἐγνωρίσθη τοῖς βασιλεῦσιν. ὁ δὲ Νεστορίδης μήτε ἐρωτηθεὶς μήτε ἄλλως γνωρισθεὶς, ἑαυτὸν ἀναφαίνει, εἰπών. αὐτὰρ ἐμὲ προέηκε Νέστωρ. καὶ τὰ ἑξῆς. ἵνα κἀν τούτῳ ποικίλως γράψῃ ὁ ποιητής. Ὅτι γνωμικῶς ἐῤῥέθη τὸ, πολλὰ γὰρ ἄλγεʼ ἔχει πατρὸς παῖς οἰχομένοιο, ἐν μεγάροις. ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν, ὅ ἐστι βοηθοὶ σπουδαῖοι, μὴ ἀναμένοντες ὄσσαν εἰς τὸ βοηθῆσαι. ἦν γὰρ ἔθος, ἐρωτᾶν τὸ θεῖον. καὶ βοηθεῖν μὲν, εἰ προτραπείη τις. ἡσυχάζειν δὲ, εἰ κωλύεται. τοὺς δὲ σπουδαίους βοηθοὺς, ἄλλως μάλιστα ἐδήλωσεν Ἡσίοδος ἐν τῷ. ἄζωστοι κίον. σπουδαιότεροι γὰρ ἀοσσητήρων οἱ προϊόντες εἰς ἄμυναν ἄζωστοι. τοὺς δὲ ἀοσσητῆρας ἑρμηνεύων ὁ ποιητὴς, ἐπάγει. οἳ ἀλάλκοιεν κακότητα. Ὅτι στέρησιν ἀγαθοῦ οἰκοδεσπότου δηλοῖ τὸ, ὁ μὲν, οἴχεται. οὐδὲ οἱ ἄλλοι εἰσὶν, οἳ κατὰ δῆμον ἀλάλκοιεν κακότητα. Ὅτι πρὸς υἱὸν φίλου εὐεργέτου ἐνδημήσαντα, καλὸν εἰπεῖν τὸ, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς, ἐμὸν δῶ ἵκεθʼ ὃς εἵνεκʼ ἐμοῖο πολεῖς ἐμόγησεν ἀέθλους. ἐπὶ δὲ φίλῳ ἀγαθῷ ἀποδήμῳ ἐπὶ μακρὸν, ἔχοι ἄν τις εἰπεῖν κατὰ ὅρον φιλίας ἀληθοῦς τὸ, καί μιν ἔφην ἐλθόντα, φιλησέμεν ἤτοι φιλοφρονήσεσθαι, ἔξοχον ἄλλων. Καί κεν θάμʼ ἐνθάδʼ ἐόντες ἐμισγόμεθα. ὅ ἐστι συνῆμεν. οὐδέ κεν ἡμέας ἄλλο διέκρινε φιλέοντέ τε τερπομένω τε, πρίν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν. ἐνταῦθα δέ τινος παλαιοῦ γράψαντος ὅτι γηράναι ἤθελεν ὁ Μενέλαος μετὰ Ὀδυσσέως ἤγουν εἰς γῆρας ἐλθεῖν πρὸς ὁμοιότητα τοῦ δειπνάναι καὶ ἀριστάναι περὶ ὧν καὶ ἑτέρωθι δηλωθήσεται. προσενθυμητέον καὶ Ἡσιόδου τὸ, γηράντεσσι τοκεῦσιν. ὧν θέμα σεσιγημένον, τὸ γήρημι κατὰ τὸ αἴτημι. οὗ χρῆσις παρὰ Πινδάρῳ ἐν τῷ, τί ἔρδων, φίλος σοί τε καρτεροβρόντα Κρονίδα, φίλος δὲ Μοίσαις, εὐθυμία τε μελῶν εἴην; τοῦτʼ αἴτημί σε. καὶ τοῦτο μὲν, τοιόνδε. Ὅμηρος δὲ τοῖς προειρημένοις, ἐπάγει καὶ τὸ, ἀλλὰ τὰ μέν που ἔμελλεν ἀγάσσεσθαι θεὸς αὐτός. ὃς κεῖνον δύστηνον, ἀνόστιμον ἔθηκε. Καὶ ὅρα τὸ ἀνόστιμον, κατὰ στέρησιν ῥηθὲν τοῦ νοστίμου, οὐ τοῦ ἡδέος ἀλλὰ τοῦ νοστήσαντος ὃς ἐν ἄλλοις ὑπότροπος λέγεται. Τὸ δὲ εἰρημένον ἦθος τοῦ Μενελάου ἐθέλοντος εἰς ἑαυτὸν μετοικίσαι τὸν φίλον Ὀδυσσέα, ἔχοι ἂν ὁμοιούμενον καὶ τὸ τοῦ Ἀττικοῦ Θεμιστοκλέους. ὃς τρίκλινόν φασιν οἰκοδομησάμενος περικαλλέστατον, ἀγαπᾶν ἔφησεν εἰ τοῦτον φίλων πληρώσειεν. οἱ δὲ ὕστερον ἄνθρωποι, τοιοῦτον μὲν οὐδὲν φιλήσουσιν. εὔξαιντο δʼ ἂν μὴ δʼ αὐτοὶ κατʼ οἴκους εἶναι εἰ μόνον πλησθεῖεν ἀργύρου καὶ χρυσοῦ καὶ λοιπῆς φλυαρίας βιωτικῆς. Τὸ δὲ νέφος ἀμφεκάλυψεν, ὅτι καὶ ἐπὶ δικτύων λέγεται καλυπτόντων ὄρνιθας ἃ καὶ νεφέλας λέγει ὁ κωμικὸς, ἐν ἄλλοις δηλοῦται. Τὸ δὲ ἀγάσεσθαι, ταυτόν ἐστι τῷ ἀγαίεσθαι καὶ μεγαίρειν καὶ φθονεῖν. Ἐν δὲ τῷ, διέκρινε φιλέοντε, ὅρα ὅτι καθʼ ὁμοιότητα τοῦ εἴρειν ἐξ οὗ ποτὲ μὲν, ἡ φαύλη ἔρις ποτὲ δὲ ἡ ἀγαθὴ ἔρις καὶ ἡ εἰρήνη. οὕτω δὴ καὶ τὸ διακρίνειν, ἐσθʼ ὅτε μὲν, φιλητῶς λαλεῖται, ὡς ὅτε διακρίνει τις μάχιμον συμπλοκὴν καὶ νείκεα. ποτὲ δὲ, ἀνάπαλιν. ὡς ὅτʼ ἂν, φιλικήν τις ἕνωσιν ἀπαγαγὼν, διακρίνει τοὺς φιλοῦντας χωρίσας ἀπʼ ἀλλήλων. ἡ γὰρ τοιαύτη διάκρισις, οὐκ ἂν φιλοῖτο. παρὰ δέ γε τοῖς ὕστερον, ἐπαινεταὶ λέξεις τὸ διακρίνειν καὶ ἡ διάκρισις. ἀντίκεινται γὰρ, πρὸς τὸ συγκρίνειν ἤγουν συγχέειν καὶ πρὸς τὴν σύγχυσιν. Ὅτι φιλίαν πολλὴν πρὸς Ὀδυσσέα ὁ Μενέλαος ἐνδεικνύμενος, λέγει ὡς ἐβούλετο μετοικίσαι αὐτὸν τῆς Ἰθάκης καὶ εἰς τὴν κατʼ αὐτὸν γῆν ἀγαγεῖν. φησὶ γὰρ καί κέν οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʼ ἔτευξα ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ καὶ πᾶσι λαοῖσι τοῖς οἰκειακοῖς δηλαδὴ ἢ ὅσοις ἤθελεν ὁ Ὀδυσσεὺς, μίαν πόλιν ἐξαλαπάξας αἳ περιναιετάουσιν, ἀνάσσονται δʼ ἐμοὶ αὐτῷ. χρὴ δὲ νοεῖν ὡς ἡ τοιαύτη μετοίκησις ἐφύλαττε τῷ Ὀδυσσεῖ καὶ τὴν αὐτοῦ βασιλείαν. τὸ γὰρ ἄλλως μετοικῆσαι, ὅμοιον ἦν φασι φυγῇ. Ἰστέον δὲ ὅτι Ἄργος κἀνταῦθα φησὶν, ἢ τὴν Πελοπόννησον. ἢ καὶ τὴν ὑπὸ τῷ Μενελάῳ χώραν. ὅθεν καὶ Ἑλένη Ἀργεία ἔν τε Ἰλιάδι καὶ μετʼ ὀλίγα δὲ, ἡ ἄλλως μὲν, Λάκαινα, κατὰ δὲ τὸ ὅλον, Πελοποννησία. Τὸ δὲ νάσσα, ἀντὶ τοῦ κατώκισα. οὐ γὰρ ναίω μόνον, ἀλλὰ καὶ νάω. ὅθεν καὶ ναέτης ὁ ἐγκάτοικος. καὶ τοιοῦτον μὲν, τὸ νάω νάσω. τὸ μέντοι νάξαι, ἄλλό τι ἐστίν. ὥς που ἐν τοῖς ἑξῆς φανήσεται. Τὸ δὲ ἀλαπάξαι, ἀντὶ τοῦ ἁπλῶς ἐκκενῶσαι εἴληπται νῦν. οὐ γὰρ ἂν ὁ Μενέλαος ἐκπορθήσοι πόλιν ὑφʼ ἑαυτῷ οὖσαν. ἐκκενώσει μέντοι εἰς μετοικίαν ὅτέ τι κατεπεῖγον εἴη. ὅτι δὲ τὸ ἀλαπάξαι πλεονασμὸν ἔχει τὸ α, εὕρηται γὰρ καὶ λαπάζειν, εἴρηται καὶ ἐν ἄλλοις. ὥσπερ καὶ ὅτι παρὰ τὴν λάπαθον παρῆκται διʼ ἧς κενοῦται γαστήρ. ἀμέλει φασὶ, Δημόκριτος τοὺς βόθρους οὓς οἱ κυνηγοὶ σκάπτοντες, φρύγανα καὶ κόνιν ἐπʼ αὐτοῖς ἐπιβάλλουσιν ἵνα τὰ θηρία ἐμπίπτωσι, λαπάθους καλεῖ. διὰ τὸ κεκενῶσθαι ὀρυχθέντας. Τὸ δὲ ἀνάσσονται δʼ ἐμοὶ αὐτῷ, πρὸς ἀκρίβειαν κεῖται καὶ σαφήνειαν τοῦ ὡς ἐῤῥέθη ἀλαπάξαι. περίοικον μὲν γὰρ πόλιν ἐχθρὰν, ἀλαπάξοι τις ἂν ἐκπορθητικῶς, οὐ μὲν καὶ ἧς αὐτὸς ἀνάσσει. Ὅτι περιπαθῶς εἰπόντος τοῦ Μενελάου τὰ κατὰ τὸν Ὀδυσσέα καὶ οἶκτον κινήσαντος, τοῦτο γὰρ δηλοῖ τὸ, πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο, κλαῖε μὲν ἀργείη Ἑλένη. κλαῖε Τηλέμαχος καὶ Μενέλαος. οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔσχεν ὄσσε. μνήσατο γὰρ κατὰ θυμὸν, ἀμύμονος Ἀντιλόχοιο. ὃν δὴ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός. ὁ Αἰθίοψ δηλαδὴ Μέμνων. περὶ οὗ λέγει τι καὶ ὁ περιηγητής. ὡραιότητα δὲ οὐ μόνον τοῦ Μέμνονος αἰνίττεται τὸ, Ἠοῦς αὐτὸν υἱὸν λέγεσθαι, ἀλλὰ καὶ τοῦ Τιθωνοῦ. ᾧ μιγεῖσα ἡ Ἠὼς, τεκεῖν τὸν Μέμνονα λέγεται. πολὺς δὲ ὁ περὶ Τιθωνοῦ λόγος τοῖς παλαιοῖς. Ὅρα δὲ ὅτι φαεινῆς μητρὸς, ἀγλαὸς ἦν οἰκείως οὗτος υἱὸς ὡς ἡλιώδης τὴν θέαν. Ἰστέον δὲ ὅτι Ἑλένη μὲν πρῶτον κλαίει, ἐπειδὴ κάρτα φιλοίκτιστον γυνὴ κατὰ τὴν τραγῳδίαν. Τηλέμαχος δὲ μετʼ ἐκείνην, ὡς υἱὸς πατέρα, καὶ ὡς τοῦ πάθους πρωτοστατῶν. μεθʼ οὓς Μενέλαος, ἐπειδὴ οὐδʼ αὐτὸν ἐχρῆν εἶναι ἀδάκρυτον ἐπὶ τῷ πάνυ πεφιλημένῳ. ὁ δὲ ὡς ἐν δορυφορήματός φασι τρόπῳ παρὼν Νεστορίδης εἰ καὶ μὴ κατʼ ἐκείνους ἴσως ἔκλαιεν, ἀλλʼ οὖν οὐκ ἦν ἀδάκρυτος. παρείλετο δὲ αὐτῷ τοῦ κλαυθμοῦ τὸ πολὺ, διότι τὲ οὐκ ἐξορθοῦ καὶ αὐτὸς ἀλλʼ Ὀδυσσέα πρόφασιν ἔκλαιε, καὶ ὅτι οὐδὲ συνήθης ἦν τῷ ἀδελφῷ ἐν Τροίᾳ πεσόντι, αὐτὸς ἐν Πύλῳ τραφείς. καὶ διότι δὲ εὐκλεῶς ἐκεῖνος ἀπέθανεν. ἀπαθέστερον οὖν ὑποτίθεται τὸν Πεισίστρατον ὁ ποιητὴς, ὡς ἂν ἔχοι προκατάρξαι παραμυθίας. εὐθὺς γὰρ αὐτὸς παύει τὸν κλαυθμὸν εἰπὼν φίλα καὶ ἐπαινετὰ τῷ Μενελάῳ. Ὅρα δὲ καὶ τὴν ἐξαλλαγὴν τοῦ σχήματος. εἰπὼν γὰρ ἔκλαιε μὲν Ἑλένη. ἔκλαιε δὲ ὁ δεῖνα καὶ ὁ δεῖνα, ἐσχημάτισεν ἀποφαντικῶς, οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδάκρυτος ἔμενεν. οὐ διατρίβων δηλαδὴ ἐν τῷ κλαίειν ἀλλὰ πρὸς βραχὺ δακρύων. ὅτι δὲ ἀγνώριστος ἦν ὁ Νεστορίδης οὗτος τῷ ἀδελφῷ Ἀντιλόχῳ, δηλώσει ὑποκατιὼν, ἔνθα οὔτε ἀντῆσαι φησὶν ἐκείνῳ οὔτε ἰδεῖν. Ὅτι χρήσιμόν ποτε εἰς φρονίμου ἔπαινον τὸ, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι ἔφασκεν ὁ δεῖνα ὅτʼ ἐπιμνησαίμεθα σεῖο. τὸ δὲ καὶ νῦν εἴ τι που ἔστι πίθοιό μοι, καλὸν εἰς παραίνεσιν. Ὅτι γνωμικῶς λέγεται τὸ, οὐ γὰρ ἔγωγε τέρπομαι ὀδυρόμενος μεταδόρπιος. ἤγουν ἐπʼ αὐτῷ τῷ δόρπῳ ἐν ᾧ ἀνέσεως μάλιστα χρεία. ἀλλὰ καὶ ἠώς φησιν ἔσσεται. τὴν δὲ αἰτίαν, ἐν ἄλλοις ἐρεῖ ὁ ποιητής. ἵνα δηλαδὴ μήτις νεμεσήσηται καὶ εἴπῃ δακρυπλώειν βεβαρημένον τὰς φρένας οἴνῳ. εἶτα ἵνα μὴ δόξῃ ἀποτρέπειν καθόλου τοῦ κλαίειν ἐπὶ νεκροῖς, φησίν. νεμεσσῶμαι γέ μιν οὐδὲν, κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ. τοῦτό νυ καὶ γέρας οἷον βροτοῖς. κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν. οὔκουν καθάπαξ ἀναιρεῖ ὁ Νεστορίδης τὸ ἐπὶ τεθνεῶσι κλαίειν. ἀλλὰ μεταληπτικῶς, συγχωρεῖ μὲν τὸ πρᾶγμα, μέμφεται δὲ τὸν καιρόν. ἤτοι τὸ ὀδύρεσθαι τινὰ ἐνδόρπιον. Τὸ δὲ κλαίειν ὅς κε θάνῃσιν, ἔχει τι ἀμφιβολίας σχεδιαστικῆς. ὅμως δὲ οὐκ ἂν λέγοι ὡς χρὴ τὸν θανόντα κλαίειν ἤτοι κλαυθμὸν ποιεῖσθαι, ἀλλʼ ὅτι ἡμᾶς κλαυστέον ἐπὶ τῷ θανόντι. Τὸ δὲ θανεῖν καὶ πότμον ἐπισπεῖν ὃ πολλαχοῦ λέγεται, τὴν αὐτὴν ἔννοιαν παλιλλογεῖ. Τὸ δὲ γέρας οἷον, ἢ θαυμαστικῶς εἴρηται καὶ δασύνειν τὸ οἷον, ἢ ἴσως καὶ ἀντὶ τοῦ μόνον, ὅτε καὶ ψιλωθήσεται. Ὅτι ὥσπερ ἐν Ἰλιάδι τὸ, οὐ γάρ μιν ἀφαυρότατος βάλεν Ἀχαιῶν, τῷ ἀποφατικῷ κατάφασιν δηλοῖ ἀνδρικὴν ἵνα λέγῃ οὐκ ἀφαυρότατον, τὸν πάνυ ἀνδρεῖον. οὕτω καὶ ἐνταῦθα τὸ, ἐμὸς τέθνηκεν ἀδελφεὸς οὔτι κάκιστος Ἀργείων, ἀντὶ τοῦ ἀνδρειότατος εἴληπται. Πεισίστρατος δὲ περὶ Ἀντιλόχου τοῦτο φησὶ τοῦ ἀδελφοῦ. λέγων καὶ ὅτι περὶ ἄλλων φασὶ γενέσθαι ἐκεῖνον. Περὶ μὲν θείειν ταχὺν ἠδὲ μαχήτην. ὡς οἷον ἑρμηνεύων τὸ, οὔτι κάκιστος. εἰ δὲ ὁ Νέστωρ πρὸ τούτων ὡσαύτως ἐπαινέσας τὸν Ἀντίλοχον, εἶπεν ἐκεῖνον καὶ κρατερὸν καὶ ἀμύμονα, ἔχει καὶ ὁ υἱὸς Πεισίστρατος ἐνταῦθα εἰπὼν ἀντὶ τοῦ κρατερὸς, τὸ, οὔτι κάκιστος Ἀργείων. Ἀμύμονα δέ γε, αὐτὸς ὁ ποιητὴς πρὸ ὀλίγου εἶπε τὸν Ἀντίλοχον. Ὅτι καθάπερ ἐν τῷ, ὦ φίλʼ ἐπεί μʼ ἔμνησας ὀϊζύος, μακροαπόδοτος ἡ σύνταξις καὶ ὑποδύσκολος, οὕτω καὶ νῦν ἐν τῷ, ὦ φίλʼ ἐπεὶ τόσα εἶπες καὶ ἑξῆς. μετὰ ὀκτὼ γὰρ στίχους ἀποδέδοται τὸ ἀκόλουθον τῆς συντάξεως ἐν τῷ, ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν. νοουμένου τοῦ δε συνδέσμου, ἀντὶ τοῦ δή. Ἰστέον δὲ ὅτι κατὰ παλαιὰν παρατήρησιν, ἐν πολλοῖς εὑρίσκεται καὶ μάλιστα παρὰ τῷ ποιητῇ, ὁ ἐπει σύνδεσμος δυσαπόδοτος κατὰ σύνταξιν, ὅτε καθὰ καὶ ἄλλαι λέξεις, οὕτω καὶ αὐτὸ κεῖσθαι δοκεῖ ἐκ περισσοῦ.
Ὅτι καλὸν εἰς ἐγκώμιον τὸ, τόσα εἶπες ὅσʼ ἂν πεπνυμένος ἀνὴρ εἴπῃ καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη. Καὶ ὅρα ὡς ἀντὶ τοῦ εἰπεῖν καὶ γέρων, εἶπε περιφράσας τὸ, καὶ ὃς προγενέστερος εἴη. πρὸς Πεισίστρατον δὲ ὁ λόγος. ὃς ἔφη τὲ μὴ χρῆναι δακρύειν ἐπιδόρπια, καὶ ἔρεξε πρῶτος αὐτὸ τοῦτο, παύσας αὐτίκα τὸ δάκρυον. εἰ δὲ καὶ πατέρα ἔχει ἀγαθὸν ὁ ἐπαινούμενος καὶ ἑτέρους ἀξιεπαίνους υἱοὺς, προσαρμόσει καὶ τὰ ἐφεξῆς. τοίου γὰρ καὶ πατρός. ὃ καὶ πεπνυμένα βάζεις. ῥεῖα δʼ ἀρίγνωτος γόνος ᾧ θεὸς ὄλβον ἐπικλώσει γαμέον τί τε γεινομένῳ τε. ὡς νῦν τῷ δεῖνι ἔδωκεν οἷον τῷ Νέστορι διαμπερὲς ἤματα πάντα. αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν, υἱέας αὖ, πινύτους τε καὶ ἔγχεσιν εἶναι ἀρίστους. ἤγουν φρονίμους τὲ καὶ ἀνδρείους. Ἰστέον δὲ ὅτι τὸ, τοίου, γὰρ πατρὸς, οἱ γλωσσογράφοι, ἀντὶ τοῦ ἀγαθοῦ φασιν ὡς τὰ παλαιὰ σχόλια λέγει. Τὸ δὲ γαμέοντί τε γεινομένῳ τε, τὸ πεπρωμένον παραλαλεῖ. διά τε τὰ γενεθλιακὰ, καὶ τὴν μετὰ τὸν γάμον ζωήν. καὶ ἔστι πρωθύστερον. πρῶτον γάρ τις γεννηθεὶς, εἶτα εἰς γάμον ἥκει. κρεῖττον δὲ κατὰ τοὺς παλαιοὺς, νοεῖν τὸ, γεινομένῳ, ἀντὶ τοῦ γεννῶντι. τεκνοποιοῦντι. περὶ τούτου γὰρ καὶ ὁ λόγος. τέως γε μὴν, οὐ δὲ τῷ γαμέοντι, ἐστέρηται τῆς τοιαύτης ἐννοίας. Τὸ δὲ ἀρίγνωτος γόνος, γράφεται καὶ ἀρίγνωτον γένος. Τοῦ δὲ διαμπερὲς, ἑρμηνεία τὸ ἤματα πάντα. ἵνα χρονικῶς δηλοῖ, τὸ μέχρι πέρατος καὶ διʼ ὅλου βίου. ἄλλως δὲ, καὶ σωματικῶς λέγεται τὸ διαμπερές. οὕτω γάρ τις διαμπερές που βέβληται. Τὸ δὲ ἤματα ψιλοῦται, οὐ μόνον ὡς ἀπὸ τροχαϊκοῦ τοῦ ἦμαρ, ἀλλὰ καὶ πρὸς διαστολὴν τοῦ ἤματα τὰ ἀκοντίσματα. Εἰς δὲ τὸ λιπαρῶς γηράσκειν ἐξ οὗ καὶ γῆρας λιπαρὸν, συμβάλλεταί τι καὶ τὸ, λιπαροὺς πόδας. καὶ τὸ, λιπαρὸν κρήδεμνον. ἔστι δὲ λιπαρῶς γηράσκειν, τὸ εὐδαιμόνως καὶ ὡς ἄν τις εἴπῃ, τρυφερῶς. ἀνενδεῶς. ὡς ἐκ μεταφορᾶς τῶν λιπώντων ζῴων. καὶ ἄλλως δὲ λιπαρῶς γηράσκει, ὁ ἐκ γενετῆς ὄλβιος. ὃ ἐδηλώθη πρὸ βραχέων ἐν τῷ, ὄλβον ἐπικλώσει γεινομένῳ. καθά περ τὸ υἱοὺς ἔχειν πινυτοὺς καὶ ἔγχεσιν ἀρίστους, ὄλβος ἐστὶ τῷ γάμῳ ἐπικλωσθείς. ὃ καὶ αὐτὸ δεδήλωται ὁμοίως ἐν τῷ, ὄλβον ἐπικλώσει γαμέοντι. Ὅρα δὲ ὅτι τὲ τὸν κατʼ ἀνθρώπους βίον εἰς δύο διεῖλεν ἐν τῷ, γαμέοντί τε γεινομένῳ τε. ἤγουν εἰς ἀγαμίαν τὴν μετὰ γέννησιν καὶ εἰς τὸν μετὰ ταῦτα γάμον. καὶ ὡς ἄλλην τινὰ βίου ἀρχὴν τὰ μετὰ τὸν γάμον νοεῖ. καὶ ὅτι καλῶς εἶπεν ὁ Μενέλαος ὡς Νέστορι δῶκε θεὸς ἃ λέγει δοθῆναι μετὰ γάμον. αὐτῷ γὰρ τῷ Μενελάῳ γενομένῳ μὲν, ἐπεκλώσθη ὄλβος, οὐ μὴν καὶ γαμέοντι εἴγε μετὰ γάμον ἕως ἄρτι κακῶς πάσχει. Ὅτι ἐπὶ κωλύσεως κλαυθμοῦ ἐπιδορπίου, καίριον εἰπεῖν τὸ, ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν ὃς πρὶν ἐτύχθη. δόρπου δʼ ἐξαῦτις μνησώμεθα. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται.
Ὅτι δοκοῦσιν οἱ παλαιοὶ, καὶ μετὰ κλαυθμὸν ἀπονίπτεσθαι εἰς ἀποτροπιασμόν τινα. οἱ γοῦν βασιλικοὶ ξένοι ἐνταῦθα καίτοι νιψάμενοι πρὸ ὀλίγων, πάλιν ἐπὶ τῷ κλαυθμῷ ποιοῦσι τοῦτο. φησὶ γοῦν ὁ Νεστορίδης. Χερσί δʼ ἐφʼ ὕδωρ χευάντων, ἤτοι χεάτωσαν Ἀττικῶς. οὐ μὲν δὲ ἀλλὰ καὶ ἐλλειπτικῶς. οὐ γὰρ ἐκφωνεῖ καὶ τίνες χεύωσιν ὕδωρ. Ὅτι διαειπεῖν κεῖται ἐνταῦθα, τὸ διεξοδικῶς εἰπεῖν. καὶ εὕρηται καὶ παρʼ ἄλλοις οὕτως ἡ λέξις. ὁποῖον καὶ τὸ, δίειπέ μοι ὄφρα δαείω.
Ὅτι Ἀσφαλίων ἐνταῦθα πλάττεται ὁτρηρὸς θεράπων Μενελάου, προσφυὲς ὄνομα. ὃν οὐ χρὴ σφάλλεσθαι τοῦ δέοντος πρὸς τὸν δεσπότην. ὥσπερ καὶ Ἐτεωνεὺς πρὸ αὐτοῦ, ὃν ἀληθεύειν χρεών. Ὅτι ὥσπερ πρὸ τούτων ἦν τὸ, ἔνθʼ αὖτʼ ἀλλʼ ἐνόησεν Ἀθηνᾶ, οὕτω κἀνταῦθα, ἔνθʼ ἄλλʼ ἐνόησʼ Ἑλένη. τί δὲ ἐνόησεν; αὐτίκʼ ἄρʼ εἰς οἶνον βάλε φάρμακον ἔνθεν ἔπινον οἱ συμπόται. νηπενθές τʼ ἄχολόν τε. κακῶν ἐπίληθον ἁπάντων. οὗ καὶ παραδιδοὺς τὴν δύναμιν, σαφέστερόν φησιν. ὃς τὸ, καταβρόξειεν ἐπὴν κρατῆρι μιγείη, οὐκ ἂν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν. οὐδʼ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε. οὐδʼ εἴ οἱ προπάροιθεν ἀδελφεὸν, ἢ φίλον υἱὸν χαλκῷ δηϊόῳεν ὅ δʼ ὀφθαλμοῖσιν ὁρῷτο. ὑπερβολικὰ δὲ ταῦτα. μεγεθύνοντα εἰς ὑπερβάλλουσαν αὔξησιν, τὴν τοῦ φαρμάκου δύναμιν. εἶτα καὶ διὰ πληθυσμοῦ μεγαλεῖον ἐπάγων τῷ τοιούτῳ τῆς Ἑλένης φαρμάκῳ, φησί. τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα. ἐσθλά. τά οἱ Πολύδαμνα πόρε Θῶνος παράκοιτις, Αἰγυπτίη. τῇ, πλεῖστα φέρει ζείδωρος ἄρουρα φάρμακα. πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά. οἷς ἱστορίαν ἐπιπλέκων αἰγυπτιακὴν, φησίν. ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων ἀνθρώπων. ἦ γὰρ, Παιήονός εἰσι γενέθλης. ἐπεὶ δὲ τοιοῦτον ἐνέηκε φάρμακον ἡ Ἑλένη τῷ κρατῆρι ἐκέλευσέ τε οἰνοχοῆσαι, τότε δὴ ἀνυποστόλως μνήμη τοῦ Ὀδυσσέως ἐγένετο. καὶ ὁ Τηλέμαχος οὐκέτι ἔκλαιε διὰ τὸ φάρμακον. ὅπερ ἴσως μὲν καὶ καθʼ ἱστορίαν ἐκδεκτέον. ὡς καὶ τοιούτων ὄντων παρʼ Αἰγυπτίοις ναρκωτικῶν τινων ἢ θελκτηρίων φαρμάκων. μάλιστα δὲ, συμβολικώτερον ἐκληπτέον αὐτὸ, εἰς τὸ, καθὰ καὶ μετὰ ταῦτα φανεῖται, λαθικηδὲς τῆς ἐν συμποσίοις φιλικῆς ὁμιλίας. ἧς ἀνακιρναμένης τῷ φιλοτησίῳ κρατῆρι καὶ εἴτε σπουδαῖα εἴτε καὶ ἄλλως ἡδέα καὶ ἀστεῖα ζητήματα ὑποκινούσης, οὐκ ἔστι τὸν συμποσιάζοντα, μνησθῆναί τινος τῶν ἔμπροσθεν κακῶν, οἷα χανδὸν ἐμπιπλάμενον οὐχʼ οὕτω τοῦ περισοβοῦντος κρατῆρος, ὅσον τοῦ τῆς ὁμιλίας γλεύκους ὑφʼ ἧς πᾶν λυπηρὸν τῆς τοιαύτης ἐπικυλικίου ἡδύτητος ἐξωστράκισται. καὶ ἡ τοῦ λόγου πίστις, παρὰ πόδας ὅ φασι. κινήσασα γὰρ τοὺς περὶ Ὀδυσσέως ἐγκωμίους λόγους ἡ Ἑλένη καὶ λοιπὰς διηγήσεις, καὶ τῷ συμποσίῳ αὐτὰς λαθικηδὲς οἷον φάρμακον παραμίξασα, τὸ δάκρυόν τε τοῖς συμπόταις ἔστησε, καὶ τὴν ἀκμὴν τῆς λύπης ἐκκρουσαμένη, ἀπήμβλυνε. καὶ τοίνυν ὁ Τηλέμαχος τὰ δάκρυα συστείλας, δίδωσιν ἑαυτὸν τοῖς λαλουμένοις. καὶ δαίνυται καθήμενος. καὶ μύθοις τέρπεται. ὅπερ ἡ Ἑλένη ἐνεκελεύσατο ἀρχομένη τῆς διηγήσεως τῶν κατὰ τὸν Ὀδυσσέα. Καὶ ὅρα ὅπως ἀναγκαῖον τῷ ποιητῇ ἐνταῦθα τὸ τῆς Ἑλένης ἐπεισόδιον. δίχα γὰρ τῶν ἄλλων, ἔχει καί τινα διʼ αὐτῆς ἱστορῆσαι, ἅπερ οὐδεὶς ἄλλος ἐγίνωσκεν. ὥσπερ καὶ ἐν τοῖς ἑξῆς ὁμοίως διὰ τοῦ Μενελάου. Σημείωσαι δὲ καὶ ὅτι διὰ μὲν τὸν τῆς Ἑλένης τοῦτον κρατῆρα, οὐκ ἂν ἐφημέριός τις βάλοι δάκρυ κατὰ παρειῶν. οἱ δὲ ὕστερον ῥήτορες τῇ τῶν παραμυθητικῶν μεθόδων εὑρέσει, παντελῶς ἐξαιροῦνται τὸ πάθος. ὡς διὰ βίου μὴ δακρύειν τὸν τοῦ παραμυθητικοῦ δεόντως ἐπαΐοντα. Ἰστέον δὲ ὅτι ἐν τοῖς τοῦ Ἀθηναίου, περὶ τῶν κατὰ τὴν Ἑλένην φέρεται ταῦτα. Ἑλένη Διὸς οὖσα θυγάτηρ καὶ παρὰ τῶν ἐν Αἰγύπτῳ σοφῶν μεμαθηκυῖα, πολλοὺς λόγους εἰς τὸν οἶνον ἐμβάλλει παναλκὲς τῷ ὄντι φάρμακον. ἁπτομένη μεταξὺ καὶ ταλασιουργίας, οὐ διʼ ἀρέσκειαν, ἀλλʼ ὡς οἴκοθεν ἔχουσα τὴν τοιαύτην αἵρεσιν. Ἀφροδίτη γοῦν μετὰ τὸ μονομάχιον, γρηῒ εἰκυῖα εἰροκόμῳ τῇ ἐκ Λακεδαίμονος, προσεῖπεν αὐτήν. ἔοικε δὲ καὶ αὐτὴ τὴν ἑαυτῆς φιλοτεχνίαν συνορᾶν. τῷ γοῦν Τηλεμάχῳ πέπλον δωρουμένη ἐν τοῖς ἑξῆς, φησί. δῶρόν τοι καὶ ἐγὼ δίδωμι καὶ τὰ καθεξῆς. εὕρηται δὲ καὶ ἐν Ἰλιάδι περὶ ἱστὸν ὑφαίνουσα. καὶ ποικίλλουσα δίπλακα. καταμηνύει οὖν φησι τὴν σωφροσύνην τῆς Ἑλένης, ἡ αὐτῆς φιλεργία. ἱστορεῖ δὲ ὁ αὐτὸς σοφιστὴς, καὶ ὅτι Ἑλένη τις ὕστερόν ποτε χρόνου γέγονε δεινὴ πλεῖστα ἐσθίειν. Τὸ δὲ εἰς οἶνον βάλε φάρμακον, ἀντὶ τοῦ ἐνέβαλεν. ἐνέθετο. Τὸ δὲ ἔνθεν ἔπινον, ἀσφαλῶς ἐῤῥέθη. οὐ γὰρ ἄλλως ἁπλῶς ἐνήργει τὸ φάρμακον, ἀλλʼ οἴνῳ ἐμβαλλόμενον. ἤγουν ἐνιέμενον. διὸ φησίν. ἐπεὶ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι. Νηπενθὲς δὲ, οὐ μόνον τὸ ἐστερημένον πένθους, ἀλλʼ ἰδοὺ ἐνταῦθα καὶ τὸ στερίσκον πένθους. ὅ ἐστιν ἄλυπον. Ἄχολον δὲ, τὸ ἀόργητον. ἄλλως μέντοι, καὶ ἄχολα ζῷα τὰ μὴ ἔχοντα σωματικὴν χολήν. Τὸ δὲ ἐπίληθον, Ἀρίσταρχος μὲν προπαροξυτόνως γράφει, ὡς ὄνομα οὐδέτερον, ὃ δηλοῖ τὸ ἐπιληστικόν. ὁ δὲ Ἀσκαλωνίτης, ὡς μετοχήν φασιν οὐκ εὖ προπερισπᾷ. ἵνα ᾖ, τὸ ποιοῦν ἐπιλανθάνεσθαι. Ὅρα δὲ ὅτι ἐν μὲν τῷ ἐπίληθον καθὰ καὶ ἐν τῷ λήθη καὶ λῆστις καὶ ἐπιλησμοσύνη καὶ Λητὼ, φυλάσσεται τὸ η τοῦ λήθω ἐνεστῶτος, ἐν ἄλλοις δὲ, ἀντʼ αὐτοῦ τὸ α κεῖται ὡς ἀπὸ τοῦ ἔλαθον δευτέρου ἀορίστου. τοιοῦτον τὸ λάθρα σὺν τοῖς ἐξ αὐτοῦ. καὶ τὸ λαθικηδές. καὶ ὁ λάθαργος. ἕτερος ὢν αὐτὸς παρὰ τὸν διὰ τοῦ η λήθαργον. ὃς λάθαργος, πλεονασμῷ τοῦ ἰῶτα γινόμενος λαίθαργος, δηλοῖ μὲν, κύνα. τροπικῶς δὲ, σημαίνει καὶ ἐπίβουλον ἄνθρωπον κρύφα βλάπτοντα. καὶ ἔστιν ἐκεῖνος, ὡς περ εἴ φασιν λαθροδήκτης, ἀπὸ κυνῶν. Σοφοκλῆς. σαίνουσα δάκνεις καὶ κύων λαίθαργος εἶ. Τὸ δὲ καταβρόξειεν, ἀντὶ τοῦ καταπίη, παρὰ τὸν βρόχθον ὅς ἐστι λαιμός. ὅθεν καὶ καταβροχθίζειν τὸ καταπίνειν. ὀνοματοποιΐας δὲ ταῦτα τρόποι. Τὸ δὲ ἐπὴν κρητῆρι μιγείη, παρατετηρημένως ἐῤῥέθη καὶ αὐτό. οὐ γάρ ἐστιν ἁπλῶς νηπενθὲς καὶ τὰ λοιπὰ, εἰ μὴ καὶ κρητῆρι μιγείη. Τὸ δὲ ἐφημέριος, δηλοῖ μὲν τὸ, ἐν ᾗ ἂν ἡμέρα πίνοιτο. παρῆκται δὲ ὁμοίως τῷ πανημέριος. Τὸ δὲ δηϊόῳεν, ἐπίτηδες χασμᾶσαι τῇ τῶν φωνηέντων ἐπαλληλίᾳ. ἵνα τῇ ἀργίᾳ τῆς ἐκφωνήσεως, δηλώσῃ παράτασιν ἀναιρέσεως. Τὸ δὲ ὀφθαλμοῖσιν ὁρῷτο, πρὸς ἀσφάλειαν λόγου ἐγράφη. οὐ γάρ ἐστι πενθεῖν ἢ χολοῦσθαι τοσοῦτον, εἰ μή τις καὶ ὀφθαλμοῖς ὁρᾷ τὸν σφαττόμενον. διὸ καλῶς εἴρηται τὸ, τῶν δὲ πραχθέντων, τὰ μὲν ἄλγιστʼ ἄπεστιν, ἡ γὰρ ὄψις οὐ πάρα. ᾧ σύμφωνον καὶ παρὰ τοῖς πολλοῖς, τὸ μὴ πονεῖν τὴν καρδίαν ἐπὶ πράξεσιν αἷς μὴ ἐπέβαλον ὀφθαλμοί. Φάρμακα δὲ μητιόεντα, ἢ τὰ κατὰ σύνεσιν εὑρημένα. ἢ τὰ δραστικὰ καὶ ὡς εἰπεῖν μέρμερα. τουτέστι, βουλῆς δεόμενα εἰς ἀποφυγήν. Τὸ δὲ ἐσθλὰ, διὰ σαφήνειαν κεῖται. ἵνα φάρμακα νοοῖντο ταῦτα, ὡς εἰς μόνον καλόν. οὐ μὴν κατὰ τὰ ἐφεξῆς. ἐν οἷς, πολλὰ μὲν ἐσθλὰ πολλὰ δὲ λυγρά. Πολύδαμνα δὲ, ἢ κατὰ γένος οὐδέτερον ἐπιθετικῶς τὰ πολλοὺς δαμάζοντα φάρμακα. ἢ κύριον γυναικὸς Αἰγυπτίας ἡ Πολύδαμνα ὡς ἡ Μήθυμνα, καθὰ καὶ Εὐφορίων φησί. βλαψίφρονα φάρμακα ὅσσʼ ἐδάη Πολύδαμνα, κυταῒς ὅσα Μήδεια τουτέστι φάρμακα, ὧν ἴδρις ἦν ἡ Αἰγυπτία Πολύδαμνα, καὶ Μήδεια ἡ ἐκ Κυταίας πόλεως, ἧς καὶ Λυκόφρων μέμνηται. Ἰστέον δὲ ὅτι κατὰ Ἀῤῥιανὸν, ἐφαρμάκου μὲν οἶνον καὶ ἡ παρʼ αὐτῷ Κροκοδίκη, οὐκ ἐφʼ ὁμοίοις δέ. φησὶ γὰρ ἐκεῖνος ὅτι ἡ φαρμακὶς Κροκοδίκη οἶνον νέμουσα κατὰ τέλη τῇ τοῦ πατρὸς στρατιᾷ, ἐμβάλλει εἰς τοὺς κρατῆρας ῥίζας, λήθης καὶ ὕπνου φάρμακα. οἱ δὲ, ἔκειντο ἡμιθανεῖς ὑπὸ τοῦ πόματος. καὶ ἐφθάρησαν ὑπὸ τῶν πολεμίων διʼ ἔρωτα Πριηνέως νεανίου. ἔοικε δὲ μᾶλλον τῷ τῆς Ἑλένης κρατῆρι, τὸ παρὰ τοῖς μεθʼ Ὅμηρον γρηγόρσιον. ἐπειδὴ καὶ νηφάλιοι θυσίαι ἦσαν ἐν αἷς οἶνος οὐκ ἐσπένδετό φασιν ἀλλʼ ὕδωρ μελίκρατον. μάλιστα δὲ ὁμοιότερον πρὸς τὸν ῥηθέντα Ὁμηρικὸν κρατῆρα, τὸ παρὰ Αἰλίῳ Διονυσίῳ παυσινύσταλον εἴτε βρῶμα φησὶν εἴτʼ ἄλλο τοιοῦτον. Τὸ δὲ παυσινύσταλον, ὅμοιόν φασι τῷ, ἐγρηγόρσιον. ὃ δηλοῖ τὸ ποιοῦν ἐγρηγορέναι καὶ ὡς εἰπεῖν, νηφάλιον. Τοῦ δὲ Θῶνος εὐθεῖα, ἢ Θόων Θόωνος κατὰ τοὺς παλαιοὺς καὶ ἐν συγκοπῇ Θῶνος, ἢ μᾶλλον Θῶνις Θώνιος καὶ κατὰ συγκοπὴν Θῶνος. φασὶ δὲ αὐτὸν, βασιλέα εἶναι τοῦ κατὰ Κάνωβον Νειλῴου στόματος, εὑρετὴν ἰατρικῆς παρʼ Αἰγυπτίοις. καὶ πρὶν μὲν ἰδεῖν τὴν Ἑλένην, φιλοτίμως διακεῖσθαι πρὸς Μενέλαον. ἰδόντα δὲ καὶ περιεργασάμενον, κατεπιχειρῆσαι αὐτῆς πρὸς βίαν. καὶ τὸν Μενέλαον γνόντα, ἀνελεῖν αὐτόν. ἀφʼ οὗ καὶ πόλιν Θῶνιν ὀνομασθῆναι. καὶ τὸν παρʼ Αἰγυπτίοις δὲ πρῶτον μῆνα τὸν θὼθʼ, ἀπʼ αὐτοῦ κληθῆναι. Αἰλιανὸς δὲ ἱστορεῖ παραθήκην γενέσθαι Θώνιδι, τὴν Ἑλένην πρὸς Μενελάου, ἀνιόντος εἰς Αἰθίοπας. καὶ ὡς ἠράσθη αὐτῆς ὁ Θῶνις. καὶ ὡς ἐζήλωσεν ἡ Πολυδάμα ἢ Πολύδαμνα, καθʼ ἑτέρους. καὶ ὡς ἐξέθετο τὴν Ἑλένην εἰς φάρον οἴκτῳ καὶ ζήλῳ. δοῦσα καὶ βοτάνην ἐχθρὰν τοῖς ἐκεῖ πολλοῖς ὄφεσιν ἢ φυτευθεῖσα καὶ βλαστήσασα, Ἑλένιον ἐκλήθη. ὁ δὲ γεωγράφος λέγει ὅτι περὶ τὸν Κανωβικὸν πλοῦν, Θῶνις ποτέ τις ἦν πόλις, ἐπώνυμος βασιλέως δεξαμένου Μενέλαον καὶ Ἑλένην. Ἡρόδοτος δὲ ἱστορεῖ ὅτι Θῶνις, φύλαξ ἦν τοῦ Κανωβικοῦ στόματος. ὃς καὶ ἀνήνεγκεν εἰς Πρωτέα τὴν ἀδικίαν τοῦ Ἀλεξάνδρου ὅτε καὶ ἀφῃρέθη τὴν Ἑλένην. ἀρέσκεται γὰρ Ἡρόδοτος, μὴ εἶναι τὴν Ἑλένην ἐν τῇ Τροίᾳ, ὡς καὶ ἐν ἄλλοις εἴρηται. ὁ δʼ αὐτὸς λέγει καὶ ὅτι ἐν τῷ ῥηθέντι Κανωβικῷ στόματι, ἱερόν ἐστιν Ἡρακλέος, εἰς ὃ εἴ τις καταφυγὼν ἐπιβάληται στίγματα ἱερὰ δοὺς αὑτὸν τῷ θεῷ, οὐκ ἔστι τούτου ἅψασθαι. ὁ δὲ Πρωτεὺς τίς ἐστιν, ἐν τοῖς ἐφεξῆς ῥηθήσεται. Τὸ δὲ Αἰγυπτίη, ἢ κατὰ δοτικὴν νοητέον ἵνα λέγῃ ὅτι ἐν τῇ Αἰγυπτίᾳ χώρᾳ ἔνθα πλεῖστα φάρμακα. ἢ κατὰ ὀρθὴν καὶ εὐθεῖαν. ἵνα ᾖ Θῶνος παράκοιτις ἡ ἐξ Αἰγύπτου, ᾗ πλεῖστα γῆ ἐδίδου φάρμακα ὡς περὶ αὐτὰ ἠσχολημένη. Τὰ δὲ τοιαῦτα φάρμακα, μέσος εἴρηται, διὸ καὶ ἐπήγαγε. πολλὰ μὲν ἐσθλὰ πολλὰ δὲ λυγρά. Σημείωσαι δὲ ὅτι τὸ, φάρμακα ἔχειν πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρὰ, καὶ περὶ ἀνθρώπου λεχθείη ἂν ἔκ τε ἀγαθῶν τινων συγκροτουμένου, καὶ εἰς ἐναντία δὲ ἀποκλίνοντος. Τὸ δὲ ἰητρὸς δὲ ἕκαστος καὶ ἑξῆς, ἐγκώμιον τῶν Αἰγυπτίων ὡς τοιούτων ὄντων. τοῦτο δὲ, πρὸς πιθανότητα ἐῤῥέθη τοῦ ἐγνῶσθαι τὰ ἐκεῖ πολλὰ φάρμακα. ἅπερ οὐκ ἂν διέγνωστο εἰ μὴ ἰατροὶ ἦσαν ἀκριβεῖς ἅπαντες. τὸ παράδοξον. ὡς δὲ καὶ ἄλλως πολλὴ σοφία τοῖς κατʼ Αἴγυπτον ἐπεχωρίαζεν, αἱ ἱστορίαι δηλοῦσιν. αἳ καὶ κακοήθειαν αὐτοῖς ἐπιμαρτυρόμεναι τὴν καὶ ἐν ἄλλοις δηλουμένην, λέγουσιν ἐξ αὐτῶν καὶ αἰγυπτιάζειν τὸ πανουργεύεσθαι. συλλαλεῖ δὲ εἰς τοῦτο, καὶ παροιμία αὕτη. δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι. Παιήων δὲ, θεῶν ἰατρὸς ὡς καὶ ἡ Ἰλιὰς μυθεύεται. ἕτερος ὢν Ἀπόλλωνος ὡς καὶ Ἡσίοδος δηλοῖ. εἰπών· εἰ μὴ Ἀπόλλων Φοῖβος ἐκ θανάτου σώσει ἢ Παιήων ὃς πάντων φάρμακα οἶδε. τινὲς δὲ τὸν Παιήονα, τὸν αὐτὸν ὑπέλαβον εἶναι κἀνταῦθα τῷ Ἀπόλλωνι. δῆλον δὲ καὶ ὅτι καὶ ὕμνος εἰς Ἀπόλλωνα ὁ Παιήων. ὃν παιᾶνα φασὶν οἱ μεθʼ Ὅμηρον. Ὅτι γνωμικὸν τὸ θεὸς ἄλλο τε ἄλλῳ ἀγαθόν τε κακόν τε διδοῖ. δύναται γὰρ ἅπαντα. Καὶ ὅρα τὴν πρωτοτυπίαν τοῦ διδοῖ. ἐκ τοῦ διδῶ γάρ. ἐξ οὗ τὸ δίδωμι. Ὁ δὲ λέξων τί σπουδαῖον ἐπὶ τραπέζης, ἐρεῖ ἂν τοῖς ἀκροαταῖς τὸ, ἤτοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι καὶ μύθοις τέρπεσθε, ἐοικότα γὰρ καταλέξω. Εἰ δέ τις ἐν ἐγκωμίῳ προοιμιάζεται, προσφυῶς ἂν εἴπῃ ὡς πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω, ὅσσοι τοῦ δεῖνος ταλασίφρονός εἰσιν ἄεθλοι. ἀλλʼ οἷον τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνήρ. Ἑλένη δὲ καὶ τοῦτο φησίν. ἔνθα καθʼ ὑποβολήν φασι διηγεῖται ἡ ἡρωΐς. σχήματι χρησαμένη πρὸ τοῦ διηγήματος, παραλειπτικῷ τὲ καὶ θαυμαστικῷ. παραλειπτικῷ μὲν, ἐν τῷ, πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι ὅσα ὁ Ὀδυσσεὺς ἀέθλευσεν. ἐνδιαθέτῳ δὲ κατὰ θαυμασμὸν, ἐν τῷ ἀλλʼ οἶον τόδʼ ἔρεξε δήμῳ ἐνὶ Τρώων. εἶτα ὑποβαλοῦσα τὸ διήγημα. αὐτόν μιν πληγῇσι δαμάσας καὶ ἑξῆς. Ὅρα δὲ ἐν τοῖς ῥηθεῖσι καὶ τὸ καταλέξω. ἀφʼ οὗ μετʼ ὀλίγα τὸ, πάντα νόον κατέλεξεν. οὗ φασὶν ὁ ποιητὴς τὸ ὄνομα οὐκ οἶδεν ἤτοι τὸν λόγον ἢ τὸν κατάλογον. ὥσπερ καὶ τὸ ἔτυχε καὶ ἐτύχησεν εἰδὼς, τύχην οὐ λέγει. Τὸ δὲ οὐκ ἂν ἐγὼ μυθήσομαι, πρὸς διαστολὴν κεῖται. ἄλλος μὲν γάρ τις μυθήσεται ἴσως. ἐγὼ δὲ οὔ. Τὸ δὲ πάντα οὐκ ἂν μυθήσομαι ὅσσοι Ὀδυσσῆος ἄεθλοι, καινότητα ἔχει ἐν τῷ πάντα καὶ ἐν τῷ ἄεθλοι. ἀπὸ γὰρ οὐδετέρου μετέβη ἀνακολούθως εἰς ἀρσενικόν. Τὸ δὲ ἔρεξε, διʼ ἑνὸς γράφεται ρ οὐ κατὰ Ἀττικοὺς ἀλλὰ φύσει. Τὸ δὲ ἔτλη, καλὸν εἰς Ὀδυσσέα τὸν ταλασίφρονα καὶ πολύτλαν καὶ τλήμονα. Ὅτι Ὀδυσσεὺς κατὰ τὴν τῆς Ἑλένης ἱστορίαν αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι βαλὼν οἰκῆϊ ἐοικὼς, ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν. τὴν Τροίαν δηλαδή. ἄλλῳ δʼ αὐτὸν φωτὶ κατα-κρύπτων, ἤϊσκε. δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν. τῷ, ἴκελος Τρώων κατέδυ πόλιν. οἵδʼ ἀβάκησαν πάντες. ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα. καὶ ἀνειρώτων φησὶν αὐτόν. ὁ δὲ, κερδο- σύνῃ ἀλέεινε. ἀλλʼ ὅτε δή φησιν αὐτὸν ἐγὼ ἔλουον, καὶ ἔχριον ἐλαίῳ. ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον μὴ πρὶν αὐτὸν ἐν Τρώσιν ἀναφῆναι πρὶν εἰς νῆας ἀφικέσθαι, καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν. πολλοὺς δὲ Τρώων κτείνας ταναηκέϊ χαλκῷ, ἦλθε μετʼ Ἀργείους. κατὰ δὲ φρόνιν ἤγαγε πολλήν. ἔνθʼ ἄλλαι Τρωαὶ λίγʼ ἐκώκυον. αὐτὰρ ἐμὸν κῆρ χαῖρʼ ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι ἂψ οἶκον. ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη ἔδωκεν ὅτε μʼ ἤγαγε κεῖσε φίλης ἄπο πατρίδος αἴης. παῖδα τʼ ἐμὴν νοσφισαμένη. θάλαμόν τε. πόσιν τε οὔ τευ δευόμενον, οὔ τε φρένας οὔτέ τι εἶδος. Καὶ ὅρα ὅτι τὲ εἰς ἔπαινον τοῦ ἀνδρὸς ὁ λόγος τῇ ἡρωΐδι κατέληξε. καὶ ὅπως ἐπὶ τῇ ἁρπαγῇ μεταμέλεται. ὁμολογοῦσα καὶ ὡς ἑκοντὶ ἀφήρπαστο εἴγε τέτραπτο αὐτῇ ἡ ψυχὴ παλιννοστῆσαι καὶ μετέστενε τὸν φαῦλον ἔρωτα. Ὅρα δὲ καὶ τὴν ἱστορίαν ταύτην ἣν οὐδεὶς ἀκριβέστερον τῆς Ἑλένης οἶδεν. ὡς μὴ μάτην αὐτὴν παραχθῆναι εἰς θέαν τοῖς ξένοις ὑπὸ τοῦ ποιητοῦ. Τὸ δὲ αὐτόν μιν ὅτι ἀντὶ συνθέτου ἀντωνυμίας κεῖται δηλοῦν τὸ ἑαυτὸν, καὶ ἐν ἄλλοις ἐῤῥέθη. Πληγαὶ δὲ ἀεικέλιαι, διʼ ὧν σῶμα αἰκίζεται. ὁποῖαί τινες καὶ αἱ ὕστερον τοῦ Σίνωνος. ὃς κατεμήνυσεν ὡς δῆθεν πρὸς καλοῦ ἐσόμενον τοῖς Τρωσὶ τὸν δούρειον ἵππον. ὡς δὲ καί τινες τῶν ὑστερογενῶν, ἐπʼ ἀγαθῷ τῶν ὁμοφύλων ἑαυτοὺς ᾐκίσαντο κατὰ Ὀδυσσέα καὶ Σίνωνα, δηλοῖ καὶ ὁ Πέρσης Μεγάβυζος, κολοβώσας ἑαυτὸν καὶ ἄλλως αἰκίσας χάριν τοῦ δεσπότου βασιλέως. ἑτέρου δὲ βασιλέως Περσῶν θεράπων ὁ καλούμενος Φίλος ὡς ὁ δειπνοσοφιστὴς ἱστορεῖ, ἄλλον τρόπον οὕτως εἶχεν. ὃς τραπέζης μέν φησιν οὐκ ἐκοινώνει, χαμαὶ δὲ ὑποκαθήμενος, τὸ παραβληθὲν κυνιστὶ ἐσιτεῖτο. καὶ πολλάκις διὰ τὴν τυχοῦσαν αἰτίαν ἀποσπασθεὶς τοῦ χαμαιπετοῦς δείπνου, ῥᾴβδοις καὶ ἱμᾶσιν ἀστραγαλωτοῖς ἐμαστιγοῦτο. καὶ γενόμενος αἱμόφυρτος, πεσὼν εἰς ἔδαφος, προσεκύνει τὸν τιμωρησάμενον ὡς εὐεργέτην. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. Τὸ δὲ δαμάσας καὶ ἀμφιβαλὼν καὶ ἐοικὼς, συχναὶ ἀσύνδετοι μετοχαὶ οὐκ ἀσυνήθεις τῷ ποιητῇ. Τὰ δὲ σπεῖρα περὶ ὧν καὶ προεγράφη, πτωχικά εἰσιν ἀμφιβλήματα. ἤτοι ῥάκη. ὅθεν ὁ μὲν ψευδοδέκτης Ὀδυσσεὺς σπεῖρα κακὰ ἀμφιβέβληται. τὸν δὲ ἀληθῆ Ὀδυσσέα, ἀμφὶ εἵματα ἕσσεν ἡ Ἑλένη. ἐνταῦθα δὲ φασὶν οἱ παλαιοὶ καὶ ὅτι ὁ νῦν σπεῖρα κακὰ φορῶν καὶ ἀγνοούμενος τῇ Ἑλένῃ καὶ τοῖς ἄλλοις, πιθανῶς ἂν λάθοι καὶ τοὺς μνηστῆρας, τοιοῦτον ἔχων σχῆμα. ὁ δὲ καὶ πληγάς φασι καρτερήσας ὑπὲρ τῶν κοινῇ συμφερόντων, πῶς τῶν ἰδίων οὐ προστήσεται; καλῶς οὖν οἱ Λάκωνες ἐπαίδευον τοὺς νέους τὴν μαστίγωσιν, ἐθίζοντες καρτερεῖν τὰ δεινά. Τοῦ δὲ κατέδυ πόλιν, οὐκ ἔχει ὡς ἐν σχεδιασμῷ καιριωτέραν φράσιν ὁ ποιητής. διὸ εἰπὼν δυσμενέων κατέδυ πόλιν, μετʼ ὀλίγα ἔφη, Τρώων κατέδυ πόλιν. Τὴν δὲ πολλαχοῦ εὐρυάγυιαν Τροῖαν, ἀλλαχοῦ εὐρεῖαν φησὶν ἐν ἁπλότητι. τὸ δὲ κατακρύπτων, πάνυ τὸ οἰκεῖον πρὸς κατέδυ πόλιν. ὁ γὰρ καταδὺς, κρύπτεται. Δέκτην δὲ, Ἀρίσταρχος μὲν, τὸν ἐπαίτην λέγει, παρὰ τὸ δέχεσθαι. ὁ δὲ κυκλικός φασιν ἤγουν ὁ τῶν κυκλίων ποιητὴς ὀνοματικῶς ἀκούει τὴν λέξιν. Δέκτην τινὰ κατὰ κυριολεξίαν εἰπὼν παρʼ οὗ τὸν Ὀδυσσέα λαβόντα τὰ ῥάκη, ἀμφιβαλέσθαι. πανδήμιον ἴσως τοῖς ἐν Τροίᾳ Ἕλλησιν ὄντα πτωχόν. ὁποῖος ἦν καὶ τοῖς Ἰθακησίοις ὁ Ἶρος. Τὸ δὲ ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν, διττὴν ἔχει ἔννοιαν. ἢ γὰρ ὅτι τοιούτῳ Δέκτῃ Ὀδυσσεὺς εἰκάσθη οἷος Δέκτης δηλαδὴ οὐκ ἦν ἄλλος ἐν τοῖς ἐκεῖ κατʼ οὐδέν. ἢ ὅτι Δέκτῃ ἑαυτὸν εἴκασεν Ὀδυσσεὺς ὁ κατὰ μηδὲν τοιοῦτος ἐν τῇ Τροίᾳ. ἀλλὰ δηλαδὴ εὐσχήμων καὶ λαμπροφόρος καὶ ὅλως εἰπεῖν, ἡρωϊκός. Τὸ δὲ ἀβάκησαν, ἅπαξ μὲν καὶ αὐτὸ ἐῤῥέθη παρὰ τῷ ποιητῇ. ἔστι δὲ ἀβακεῖν, τὸ ἀγνοεῖν καὶ διατοῦτο μὴ ἔχειν τι βάζειν, ἀλλʼ ἀπορεῖν ἐπὶ τῷ βλεπομένῳ. καὶ γίνεται καθʼ ὁμοιότητα τοῦ ἀτακτεῖν ὡς οἱ ἐτυμολόγοι φασί. τὰ μέντοι ἐναντία τοῦ ἀβακεῖν, βάβαξ, ἤτοι λάλος. μαινόμενος ἄσωτος γάλλος, κατὰ τοὺς παλαιούς. οὗ χρῆσις καὶ παρὰ Λυκόφρονι. ὁ δʼ αὐτὸς, καὶ βαβάκτης ἐκ τοῦ βάζειν. ὅθεν καὶ βάκχος φασὶν ὁ μανιώδης καὶ ἀκρατής. ὁ μέντοι ἄβαξ, ἀνάπαλιν ὡς ἐν ῥητορικῷ κεῖται λεξικῷ, τὸν ἄλαλον δηλοῖ καὶ ἀσύνετον καὶ ἄπειρον, παρὰ τὸ μὴ βάζειν. δῆλοι δέ φασι καὶ σανίδιον ὁ ἄβαξ, ὅθεν ἀβάκιον ἐφʼ οὗ ψηφίζουσι. δῆλον δὲ ὅτι οὐκ ἂν χρῄζοι τῆς λέξεως τοῦ ἀβακεῖν, ὁ καταλογάδην γράφων. Τὸ δὲ ἐγώ μιν οἴη ἀνέγνων, τὸ πρὸς μορφὰς περίεργον τῆς Ἑλένης δηλοῖ ὡς καὶ προδεδήλωται. καὶ κεῖται τὸ ἐγὼ κἀνταῦθα, πρὸς διαστολὴν, ὡς καὶ πρὸ ὀλίγων ἐν τῷ, οὐκ ἂν ἐγὼ μυθήσομαι. λέγει γὰρ ἡ Ἑλένη, ὡς ἐγὼ μόνη καὶ οὐδεὶς ἄλλος καί τοι τοιοῦτον σχηματισθέντα τὸν Ὀδυσσέα, ἐγνώρισα. πῶς δὲ οὐκ ἔμελλεν αὐτὸν ἐκεῖνον τὸν Ὀδυσσέα γνῶναι ὃν μυριάκις εἶδεν, ἡ τὸν Τηλέμαχον γνοῦσα ὃν εἶδεν οὐδέποτε; εἰς γὰρ πιθανότητα τοῦ παρόντος ἐπλάσατο ἐκεῖνο ὁ ποιητής. Καὶ ὅρα ὅτι πολὺ πιθανώτερος ὁ Ὁμηρικὸς οὗτος ὑπὸ μόνης Ἑλένης ἀναγνωρισμὸς, ἤπερ ὁ κατὰ Εὐριπίδην ἐν ᾧ καὶ τῇ Ἑκάβῃ κατεῖπεν ἡ Ἑλένη. Τὸ δὲ εἰρώτων, διὰ διφθόγγου ἄρχεται ὡς ἀπὸ τοῦ εἰρωτῶ. οὗ ἡ χρῆσις ἐν τοῖς ἑξῆς. Κερδοσύνην δὲ, τὴν ἐπικερδῆ λέγει βουλήν. οἱ δὲ ὕστερον, καὶ τὴν δολιότητα, ὡς ἀπὸ τῆς κερδοῦς ἥ ἐστιν ἀλώπηξ. Τὸ δὲ λούειν, ὅρα κἀνταῦθα γυναικῶν ἴδιον. φησὶ γὰρ ἡ Ἑλένη ὡς ἐγὼ τὸν Ὀδυσσέα ἐλόευν. οὗ ἐνεστὼς τὸ λοέω. ἐξ οὗ τὸ λοετρόν. τούτων δὲ συναίρεσις, τὸ λούειν καὶ τὸ λουτρόν. Σκοπητέον δὲ εἴπερ ὁ ποιητὴς πολλαχοῦ ἐπιτηδεύεται ἱστορεῖν ὑπὸ γυναικῶν ἄνδρας λούεσθαι, ἵνα καὶ τὸ κατὰ τὴν Ἑλένην ἐνταῦθα λουτρὸν δόξῃ πιθανόν. λούει δέ φασιν Ἑλένη τὸν Ὀδυσσέα ἐπίτηδες, ἵνα τῇ γυμνώσει τῶν ῥακέων, ἀπελέγξῃ ἀρνούμενον. καὶ ἴσως μάλιστα ἐκ τῆς περὶ τὸν μηρὸν οὐλῆς, ἣν ἀπὸ πληγῆς εἶχεν ἀγρίου συὸς, εἰς λαμπρὸν παράσημον ὡς φανήσεται. ἄλλως γὰρ, ἦν καὶ ὑφʼ ἑτέρων αὐτὸν γυναικῶν λουσθῆναι. Τὸ δὲ ἀναφῆναι, δηλοῖ μὲν τὸ δεῖξαι τὸν ὡς ἐῤῥέθη κατακρυβέντα. γέγονε δὲ ἀρχὴ δικαστικῆς λέξεως παρʼ Ἀττικοῖς, τοῦ φαίνειν ὡς ἐν κατηγορίᾳ. ὅθεν καὶ τὸ συκοφαντεῖν γίνεται. φαίνει γὰρ καὶ ὁ συκοφάντης τοὺς συκοκλέπτας, ὡς ἡ ἱστορία λέγει. Ἐν δὲ τῷ, μὴ πρὶν Ὀδυσσέα Τρωσὶν ἀναφῆναι πρὶν αὐτὸν ἐς νῆας ἱκέσθαι, εἴπερ μὴ δοκεῖ πιθανὸν ἢ εὐλόγιστον τὸ ἀναφῆναι ὅλως τὸν Ὀδυσσέα Τρωσὶν, ἐνθυμητέον τὴν δύναμιν τοῦ, μὴ πρὶν ποιῆσαι τό δέ τι πρὶν ἂν τόδε γένηται. ἥτις ἐν τῇ α ῥαψῳδίᾳ τῆς Ἰλιάδος κεῖται. καὶ φανεῖται ἐκεῖθεν, ὡς οὐκ εἰκὸς τὴν Ἑλένην εἰπεῖν τοῖς Ἰλιεῦσι περὶ τοῦ Ὀδυσσέως οὐδὲ ὅτε εἰς νῆας καὶ κλισίας ἀφίκετο αὐτός. Ἰστέον δὲ ὅτι ἐν μὲν τῷ, ἀνέγνων, οὐ περιττῶς ἀλλʼ ἀναγκαίως κεῖται ἡ πρόθεσις ὡς καὶ ἐν τῷ ἀνανεῦσαι καὶ ἀναδικάσαι καὶ τοῖς ὁμοίοις, ἐν δὲ τῷ ἀναφῆναι παρέλκει ἡ πρόθεσις. Ἐν δὲ τῷ, καὶ τότε δή μοι, περιττὸς κεῖται ὁ και σύνδεσμος. Ἐν δὲ τῷ, πολλοὺς δὲ κτείνας, δοκεῖ παρʼ Ἑλένης λαβεῖν τὸ ξίφος ὁ Ὀδυσσεὺς κατὰ τὸ σιωπώμενον. οὐ γὰρ δήπου αὐτὸς εἶχεν ὁ ἐπαίτης ὁ ῥακενδύτης. οὕτω καὶ πρὸ ὀλίγων δμωαὶ τοὺς ξένους ἔλουσαν, κελευσθεῖσαι ὑπὸ Μενελάου. εἰ καὶ Ὅμηρος ἐσίγησε τοῦτο διὰ τὸ μὴ ἀναγκαῖον τοῦ λόγου. Τὸ δὲ κατὰ δὲ φρόνιν ἤγαγε πολλὴν, ἤγαγε πολλὴν, ἢ κατά τι ὑπερβατὸν νοητέον ἵνα λέγῃ ὅτι κατήγαγεν εἰς τοὺς Ἕλληνας φρόνιν ὅ ἐστι φρόνησιν πολλὴν συνετώτατος δόξας. ἢ καὶ ἄλλως, ἤγαγε καταφρόνησιν τῶν Τρώων πολλήν. τήν τε Ἑλένην ὡς εἰκὸς ἀναπείσας. καὶ τὸ τεῖχος ἀναμετρήσας. καὶ τὰ Τρωϊκὰ μαθὼν βουλεύματα. καὶ τὰς πύλας δὲ γνοὺς διὰ τὸν μηχανηθησόμενον δούρειον ἵππον, ὅσον εἶχον διάστημα. ἢ καὶ τὸ παλλάδιον ἁρπάσας περὶ οὗ καὶ ὁ Λυκόφρων ἱστορεῖ. ταῦτα γὰρ αἴτια φασὶ τοῦ καταδῦναι τὸν Ὀδυσσέα λάθρα εἰς Τροῖαν. αἰκισάμενον ἑαυτὸν ἵνα ὡς ἐχθραίνων τοῖς Ἀχαιοῖς καὶ τῷ βασιλεῖ, προσδεχθείη τοῖς πολεμίοις. συλλαλεῖ δὲ τῇ κατʼ ἀμφιβολίαν δευτέρᾳ Ὁμηρικῇ ἐννοίᾳ καὶ ὁ τῶν Ὀδυσσειακῶν μεταβολεὺς Δημοσθένης. εἰπὼν ὅτι Ὀδυσσεὺς ὅσα ἐβουλήθη διαπραξάμενος καταφρονητικῶς πάνυ, οὕτως ἐπανῆλθεν εἰς τὸ στρατόπεδον τῶν Ἑλλήνων. οἱ μέντοι νεώτεροι, φρόνιν τὴν λείαν ἀπεδέξαντο. ἵνα καὶ ληϊσάμενός τι νοοῖτο ἐκ τῆς Τροίας ὁ Ὀδυσσεύς. Ἰστέον δὲ ὡς ἐκ τοῦ, κατήγαγε φρόνιν ὡς προσεχῶς ἐῤῥέθη, ἔλαβον ἀρχὴν οἱ μεθʼ Ὅμηρον λέγειν, κατήγαγεν ὁ δεῖνα θρίαμβον. ἤγουν προῆλθε μετὰ θριάμβου. Τὸ δὲ νέεσθαι ἂψ οἶκον, συντετηρημένως ἐγράφη πρὸς δήλωσιν τοῦ νοστῆσαι. ἄλλως γὰρ, νέεσθαι λέγεται ὡς καὶ πρὸ ὀλίγων ἐφάνη, τὸ ἁπλῶς πορεύεσθαι. Τὸ δὲ μετέστενον. ὅμοιόν ἐστι τῷ μετανοεῖν. Τὸ δὲ ἤγαγε κεῖσε περὶ Ἀφροδίτης εἶπεν ἡ Ἑλένη σεμνύνουσα ἑαυτήν. ὀκνεῖ γὰρ μνησθῆναι τοῦ ἀληθῶς ἀγαγόντος αὐτὴν εἰς Τροῖαν Πάριδος. Τὸ δὲ νοσφισαμένη, γράφεται μὲν καὶ αἰτιατικὴ, διὰ τὴν Ἑλένην. δηλοῖ δὲ τὴν νόσφι καὶ χωρὶς ποιησαμένην. ἐπὶ γὰρ τοῦ ἰδιοποιεῖσθαι, οὐδαμοῦ παρὰ τῷ ποιητῇ κεῖται τὸ νοσφίζεσθαι. ἔστι δὲ χρῆσις καὶ ἐν Ἰλιάδι τῆς τοιαύτης λέξεως. Ἐν τούτοις δὲ, σημείωσαι καὶ ὅτι Πηνελόπη μέν που ἐρεῖ τὴν Τροῖαν κακοΐλιον οὐκ ὀνομαστήν. Ἑλένη δʼ ἐνταῦθα οὐδὲ ὀνομάζειν ὅλως αὐτὴν ἐθέλει. ἀνωτέρω μὲν γὰρ, δυσμενέων πόλιν εὐρυάγυιαν εἶπεν. εἶτα Τρώων πόλιν. ἐνταῦθα δὲ, ὅτε με ἤγαγε κεῖσε. ἤγουν εἰς Τροῖαν. ἴσως οὖν, ἀπώμοτον ἔχει τὴν τῆς πόλεως ταύτην κλῆσιν. Εἰς δὲ τὸν ἐκ τῆς Ἑλένης ἔπαινον τοῦ Μενελάου, φασὶν οἱ παλαιοὶ ὅτι οἱ ἄνδρες οὐχʼ οὕτως ἐπὶ φθοραῖς γυναικῶν ἀγανακτοῦσιν, ὡς ἐπὶ ταῖς αἱρέσεσιν. ὅτε δηλαδὴ αἴσθονται ὑπʼ ἄλλων παρʼ εὐδοκιμούμενοι παρʼ αὐταῖς. ὅθεν Ἑλένη ἐπαινεῖ τὸν ἄνδρα τὸ εἰς εἶδος εἰς ὃ ἐξημαρτηκέναι διαβάλλεται ὡς ἡττηθεῖσα τῆς τοῦ Πάριδος εὐμορφίας. Ὅτι διαδεξάμενος τὸν τῆς γυναικὸς Ἑλένης λόγον ὁ Μενέλαος, λέγει τι καὶ αὐτὸς περὶ τοῦ Ὀδυσσέως μεμιγμένον ἔκ τε μόνων ὧν αὐτὸς εἶδε, καὶ ἐξ ὧν δὲ ἡ Ἑλένη μόνη. καὶ ἔτι ἀφʼ ὧν ᾔδεισαν ἀμφότεροι. καὶ τέως μὲν, συναινεῖ τῇ συγγραφῇ τῆς γυναικός. εἰπών. ναὶ δὴ ταῦτά γε πάντα γύναι κατὰ μοῖραν ἔειπες. ὃ παρῴδηται ἀπὸ τοῦ, ναὶ δὴ ταῦτά γε πάντα γέρον. εἶτα καὶ αὐτὸς ὁμοίως τῇ Ἑλένῃ προοιμιασάμενος, ὑποβάλλει διήγημα τὸ κατὰ τὸν δούρειον ἵππον. χρησάμενος καὶ στίχῳ ἑνὶ ἀπαραποιήτως ὡς ἐλάλησεν ἡ γυνὴ μὴ μόνον τὴν τοῦ εἰπεῖν μέθοδον ἐξ ἐκείνου κερδήσας, ἀλλὰ καὶ ἔπος ἀκέραιον. ἡ δὲ προοιμιακὴ τοῦ Μενελάου ἔννοια, ἔπαινός ἔστι καὶ αὐτὴ ἀνδρὸς ἁπλῶς ἀγαθοῦ μέγά τι ἆθλον ἐργασαμένου. ἔχει δὲ ὁ λόγος τῷ Μενελάῳ, οὕτως. ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε ἀνδρῶν ἡρώων. πολλήν δʼ ἐπελήλυθα γαῖαν. ἀλλʼ οὔπω τοῖον ἐγὼν ἴδον ὀφθαλμοῖσιν, οἷον Ὀδυσσῆος ταλασίφρονος ἔσχε φίλον κῆρ. εἶτα θαυμαστικῶς ἐπεισβάλλων τῷ διηγήματι κατὰ τὴν Ἑλένην καὶ αὐτὸς, φησίν. οἷον καὶ τό δʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ ἵππῳ ἐνὶ ξεστῷ, ἵνʼ ἐνήμεθα πάντες ἄριστοι Ἀργείων, Τρώεσσι φόνον καὶ κῆρα φέροντες. ἦλθες ἔπειτα σὺ κεῖσε, κελευσέμεναι δέ σʼ ἔμελλε δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῆδος ὀρέξαι. καίτοι Δηΐφοβος θεοείκελος ἕσπετʼ ἰούσῃ. τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα. ἐκ δʼ ὀνομακλήδην Δαναῶν ὠνόμαζες ἀρί-στους, πάντων Ἀργείων φωνὴν ἴσκουσʼ ἀλόχοισιν. Αὐτὰρ ἐγὼ καὶ Τυδείδης καὶ δῖος Ὀδυσσεὺς, ἥμε-νοι ἐν μέσσοισιν, ἀκούσαμεν ὡς ἐβοήσας. καὶ ἡμεῖς μέν φησιν ἀμφότεροι, μενεήναμεν ὁρμηθέντες, ἢ ἐξελθέμεναι ἢ ἔνδοθεν αἶψʼ ὑπακοῦσαι. ὅ ἐστιν ἀποκριθῆναι. ὅπερ ὑποκρίνεσθαί φησιν ἀλλαχοῦ ὁ ποιητής. ἀλλʼ Ὀδυσσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ. εἶτα διηγεῖται καὶ ὡς οἱ μὲν ἄλλοι πάντες ἡσύχως ἦσαν ἔσω. Ἄντικλος δὲ μόνος ἀμείψασθαι λόγοις τὴν Ἑλένην ἤθελεν. ἀλλʼ Ὀδυσσεὺς ἐπὶ μάστακα χερσὶ πίεζε κρατεραῖς, σάωσε δὲ πάντας Ἀχαιοὺς κατέχων. ἕως ἀπήγαγέ σε ἡ Ἀθηνᾶ. τουτέστιν ἡ παρὰ σοὶ φρόνησις. ἐθέλει γὰρ ὁ Μενέλαος ἐπαινεθεὶς ὑπὸ τῆς γυναικὸς, ἀντεπαινεῖν αὐτὴν ὡς καὶ προμηθῶς ὑποχωρήσασαν, καὶ τὴν ἀρχὴν δὲ, βίᾳ ἐλθοῦσαν εἰς τὸν δούρειον ἵππον καὶ λαλήσασαν. τοῦτο γὰρ ἐδήλωσεν ἐν τῷ εἰπεῖν, ὡς ἔμελλε τουτέστιν ἐῴκει δαίμων τις ἐπίκουρος Τρώων ἀγαγεῖν σε ἐκεῖ. ἄλλως γὰρ, οὐκ ἐχρῆν τοιοῦτόν τι ποιῆσαι οἴκοθεν τὴν Ἑλένην. ἧς ἡ καρδία τέτραπτο οἴκαδε παλιννοστῆσαι μεταστενούσης τὴν ἐξ Ἀφροδίτης ἄτην. Καὶ ἔστιν ὁ Ὁμηρικὸς οὗτος τόπος λυτικὸς πολλῶν ἀποριῶν. ἡ εἰς τὸ δαιμόνιον δηλαδὴ μετάστασις τῆς αἰτίας τοῦ κακοῦ. αἰτιῶνται γὰρ ἄλλως οἱ παλαιοὶ τὴν τῆς ἱστορίας ταύτης διάθεσιν, ἀπίθανον εἰπόντες εἶναι τὸ τὴν Ἑλένην οὕτω στρογγύλλεσθαι τὴν φωνὴν καὶ μεταβάλλειν πρὸς τοσαύτην μίμησιν. καὶ ἄλλως δέ φασι, πῶς ἡ πρὸ μικροῦ εἰποῦσα ὡς ἤδη μοι θυμὸς ἐτέτραπτο νέεσθαι εἰς τὴν πατρίδα, οὕτω δολερῶς κεράννυσι τὴν φωνὴν, ὡς παρὰ βραχὺ ἂν σχεδιάσαι κακὸν τοῖς Ἀχαιοῖς ὅπερ οὐδὲ ὁ δεκαετὴς κατειργάσατο πόλεμος; πῶς δὲ καὶ ἐπίστευον οἱ ἐν τῇ πολεμίᾳ γῇ, ὡς πάρεισιν αὐτῶν αἱ γυναῖκες. γελοῖα οὖν φασιν ἡ τῶν φωνῶν μίμησις καὶ ἀδύνατος. λύεται δὲ ὡς ἐῤῥέθη τὸ ἄπορον, ἐκ τοῦ, δαίμονα ἐχθρὸν τοῖς Ἀχαιοῖς μεσολαβῆσαι. καὶ τοῦτο μὲν ῥητορικώτερον. ὁ δέ γε μῦθος φωνόμιμον παραδίδωσι τὴν Ἑλένην. ὅθεν καὶ ἠχώ φασι καλεῖσθαι αὐτήν. καὶ δῶρον αὐτὸ λαβεῖν ἐξ Ἀφροδίτης ὅτε εἰς γάμον ἐξεδόθη τῷ Μενελάῳ, ὡς ἂν εἴποτε πρὸς ἄλλην ὁ ἀνὴρ ἀπονεύσει, ἐξελέγχειν ἔχῃ αὐτὸν τῷ τῆς φωνῆς εἰκασμῷ, ὑποκρινομένη τὴν ἐρωμένην. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. Ἵππον δὲ ξεστὸν, τὸν δούρειον λέγει ὅ ἐστι τὸν ξύλινον. ξύλου δὲ ἴδιον τὸ ξέεσθαι, καθὰ καὶ λίθου. ὅθεν καὶ τὸ, ξεστοῖσι λίθοισι. καὶ τὸ, ἀσαμίνθους ἐϋξέστας. ἐπεὶ δὲ καὶ τὸ ξύεσθαι ἐπὶ ξύλου λέγεται, εἰκότως καὶ δόρυ ξυστὸν φαμέν. Τὸ δὲ ἐνήμεθα πάντες ἄριστοι, ἀνεπαχθῶς ἐῤῥέθη διὰ τὸ τοῦ ἐπαίνου κοινόν. καθὰ καὶ Νέστωρ ἐμεθώδευσεν ἐν τῷ, ἀνέτλημεν μένος ἄσχετοι Ἀχαιοί. Τὸν δὲ Δηΐφοβον νοητέον ἀκολουθεῖν τῇ Ἑλένῃ, ὡς ἂν εἴ τις ἔνδοθεν φωνήσοι, μὴ ἔχοι κρύψαι τὸ γενόμενον ἡ Ἑλένη. φασὶ δὲ αὐτὸν θανόντος Πάριδος ἀγαγέσθαι τὴν Ἑλένην, ὡς τῶν περιλειφθέντων ἀδελφῶν κρείττονα. ὃ καὶ Μενέλαος δηλοῖ, θεοείκελον ὀνομάσας αὐτόν. οὐ γὰρ ἔχει κρύπτειν τὸ ἀληθές. Τὸ δὲ περίστειξας, ἀντὶ τοῦ περιῆλθες. περιώδευσας. Κοῖλον δὲ λόχον, ἀστείως εἶπε τὸν δούρειον ἵππον. ἕτερος μέντοι τολμηρῶς ἐθέλων φράζειν, καὶ βαθὺν δόλον προσεῖπεν ἂν αὐτόν. καὶ Ἅιδου ἕρκος. καὶ εἴ τι τοιοῦτον. ἀστείως δὲ καὶ Σοφοκλῆς, ὃς λέγεται ὕπουλον εἰπεῖν τὸν δούρειον ἵππον, παρενεγκὼν αὐτὸ ἐκ τοῦ σκωπτικῶς λεγομένου ὑπούλου ἤθους τοῦ κατʼ ἄνθρωπον μὴ ὑγιῶς ἔχοντα τοῦ τρόπου, ὡς ἀπὸ ἑλκῶν ἃ δοκοῦντα ὑγιᾶσθαι, οὐκ εἰς παντελές φασι καθαρεύει. ἀλλὰ δηλαδὴ ὑπὸ τὴν προφαινομένην οὐλὴν, κακόν τι κρύπτει ὁ δὲ τοιοῦτος ὕπουλος, καὶ σκοτομήδης ὑπὸ τῶν παλαιῶν σκώπτεται. καὶ χθόνιος, ὡς διὰ δόλον στυγνὸς ὢν καὶ κατηφής. καὶ σκοτοιβόρος, ὡς ὑπὸ σκότῳ βιβρώσκων τὸν πολεμούμενον. αὐτὸ μέντοι, δύναταί ποτε δηλῶσαι καὶ τὸν κρύφα μονοφαγοῦντα. ἵνα ᾖ τότε αὐτὸς, συζυγῶν τῇ παρʼ Ἡσιόδῳ δειπνολόχῳ γυναικί. ἀναλογία δὲ πάντως τοῦ σκοτοιβόρος, πρὸς τὸ ὁδοιπόρος, ὁδοιδόκος, καὶ τὰ ὅμοια. Ἐν δὲ τῷ, πάντων Ἀργείων, ἢ ἔοικε παρέλκειν τὸ πάντων διὰ τὸ καὶ ἀπίθανον καὶ ἀδύνατον εἶναι τὸ λεγόμενον. ἢ καὶ ἄλλως πάντας Ἀργείους κἀνταῦθα λέγει, οὓς καὶ ἀνωτέρω εἶπεν ἐν τῷ. ἐνήμεθα πάντες ἄριστοι καὶ κατωτέρω δὲ ἐν τῷ, ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν. ἔχει δέ τι καὶ ἀμφίβολον ὁ τόπος οὗτος. οὐ γὰρ μόνον δύναται νοεῖσθαι φωνὴ ὁμοία ταῖς ἀλόχοις πάντων Ἀργείων, ἀλλὰ καὶ ἄλλως, ὅτι ὠνόμαζες ἀρίστους πάντων Ἀργείων. Ἐν τούτοις δὲ, ὅρα τὸ ἀλόχοισιν, ἁπλοϊκῶς ὡς ἐν σχεδιασμῷ ῥηθέν. ἐσκεμμένως γὰρ εἰπεῖν, οὐκ ἀλόχοις φωνὴν ἤϊσκεν ἡ Ἑλένη, ἀλλὰ πάντως ταῖς τῶν Ἑλληνικῶν ἀλόχων φωναῖς. ὑποκρινομένη δηλαδὴ κατὰ φωνὴν εἰ καὶ μὴ κατὰ σχῆμα. ἔστι γὰρ κατὰ τοὺς παλαιοὺς ὑπόκρισις, διάθεσις φωνῆς καὶ σχήματος, πιθανή. πρέπουσα τῷ ὑποκειμένῳ προσώπῳ καὶ πράγματι. Ἄντικλον δὲ, ὁ μὲν Ὁμηρικὸς οὐκ ἔχει κατάλογος ὡς εἶναι αὐτὸν γνώριμον κατὰ ἡγεμονίαν, ἀγαθὸς δὲ ἄλλως ἔοικεν εἶναι ἀνὴρ τὰ πολεμικὰ, διὸ καὶ ἐνεκρίθη εἰς λόχον. ὡς μὴ κατὰ ἡγεμόνας ἐπιλεγέντων ἀλλὰ ἀριστίνδην τῶν ἐν τῷ δουρείῳ ἵππῳ ἐνεδρευσάντων. Μάσταξ δὲ, οὐ μόνον ἡ τροφὴ ὡς καὶ ἐν ἄλλοις, ἀλλὰ καὶ τὸ στόμα ὡς ἐνταῦθα. παρὰ τὸ μαστᾶσθαι δὲ γίνεται καὶ ἀμφότερα. τινὲς δὲ, καὶ τὸ χεῖλος οὕτω φασὶν. ἐν δὲ ῥητορικῷ λεξικῷ εὕρηνται καὶ μάστακες αἱ ἀκρίδες, καὶ λέγεται κεῖσθαι τοῦτο παρὰ Σοφοκλεῖ ἐν Φινεῖ. ἐκεῖ δὲ, ἐμφέρεται καὶ ὅτι μάσταξ αἱ ἐπὶ τοῦ ἄνω χείλους τρίχες. πάππος δʼ, αἱ ἐπὶ τοῦ κάτω. Ἔνθα σημείωσαι ὡς ὁ παρὰ τοῖς ἄλλοις κοινῶς λεγόμενος μύσταξ διὰ τοῦ υ, μάσταξ ἐκεῖσε διὰ τοῦ α γράφεται. Αἴλιος δὲ Διονύσιος, καὶ μασταρύζειν φησὶ τὸ κακῶς μασᾶσθαι καὶ βλακικῶς. Τὸ δὲ χερσὶ κρατεραῖς, ἐνταῦθα μάλιστα καιριώτατον, ἔνθα ἐγκρατῶς πιέζουσι. Τὸ δὲ σάωσε δὲ πάντας Ἀχαιοὺς, τὸ καίριόν ἐστι τοῦ διηγήματος, ὃ ἔρεξεν ὁ κρατερὸς Ὀδυσσεύς. οὗ μὴ ῥεχθέντος, κίνδυνος ἦν, καὶ τοῦ δορείου ἵππου βοὴν ἐξηχηθῆναι τότε ὀλέθριον, ἄλλον τρόπον ἤπερ ἐπὶ τοῦ ταύρου κατὰ τὸν Φάλαριν λέγεται. Ὅτι ὁ μαθὼν οἰκείου τινὸς ἀνδραγαθίας μεγάλας μὲν οὐκ ἀλεξικάκους δὲ, δυνήσεται εἰπεῖν ὅτι, ἄλγιον. οὐ γάρ οἵ τι τά γʼ ἤρκεσε λυγρὸν ὄλεθρον, οὐδʼ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν. Τηλέμαχος δὲ τοῦτο λέγει ἐφʼ οἷς ἔμαθεν ἀνδραγαθίσασθαι τὸν κρατερὸν πατέρα. Τὸ δὲ ἄλγιον, κατὰ τελείαν στιχθὲν, ἐλλειπτικῶς εἴρηται ἀντὶ τοῦ, ἀλγεινόν ἐστι τὸ πρᾶγμα. Ὅρα δὲ ὅτι πολλαχῶς τὴν φωνὴν στρέφων ὁ ποιητὴς, τὸ ἐν ἄλλοις χάλκεον καὶ σιδήρεον ἦτορ, ἐνταῦθα καρδίαν σιδηρέην ἔφη, δοκῶν εἰς ταυτὸν ἄγειν τὸ ἦτορ τῇ καρδίᾳ. Ἰστέον δὲ ὅτι κρατερὰς χεῖρας εἰπόντος Μενελάου τὰς τοῦ Ὀδυσσέως, ὡς πρὸς αὐτό φησιν ὁ Τηλέμαχος τὸ, κραδίην σιδηρέην. μονονουχὶ λέγων, ὡς οὐ μόνον ὤνησεν εἰ κρατερόχειρ ἦν ἐκεῖνος, ἀλλʼ οὐδὲ εἰ σιδηροκάρδιος. Ὅτι προτρεπτικὸν εἰς ἀνάπαυσιν, τὸ, ἀλλʼ ἄγετʼ εἰς εὐνὴν τράπεθʼ ἡμέας. ὄφρα καὶ ἤδη ὕπνῳ ὑπὸ γλυκερῷ ταρπώμεθα κοιμηθέντες. Καὶ ὅρα καὶ νῦν τὸ τράπετε καὶ τὸ ταρπώμεθα, κάλλός τι ποιοῦντα τῇ παραθετικῇ παρηχήσει. Ὅτι τὸ τῶν βασιλικῶν ξένων παρὰ Μενελάῳ στρῶμα, οὕτω καθίσταται. δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι. στορέσαιτʼ ἐφύπερθε τάπητας. καὶ ῥήγεα καλὰ πορφύρεα ἐμβαλέειν. χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι. εἰ δὲ ὁ ποιητὴς μετὰ τὰ δέμνια ἐπάγει τὸ, ῥήγεα ἐμβαλεῖν, εἶτα τὸ, στορέσαι τάπητας, κατὰ τρόπον ὑστερολογίας τοῦτο ποιεῖ. ὑπόκεινται γὰρ τοῖς ῥήγεσιν οἱ τάπητες ὡς ἡ ἐτυμολογία δηλοῖ ἐν ἄλλοις ῥηθεῖσα. παρὰ τὸ πατεῖσθαι γὰρ γίνονται. εἰ δʼ ἴσως τὰ ῥήγεα οὐ καλά ποτε λαμπρότεροι δὲ οἱ τάπητες, τότε στορεσθεῖεν ἂν τὰ ῥήγεα ὑπὸ τοὺς τάπητας, ὅπερ ἐνταῦθα οὐκ ἂν εἴη. καλὰ γὰρ τὰ ῥήγεα ὄντα καὶ πορφύρεα, οὐκ ἂν κρύπτοιντο ὑπὸ τοὺς τάπητας. Τίς δὲ ἡ αἴθουσα καὶ τὰ ῥήγεα καὶ οἱ τάπητες καὶ αἱ οὖλαι χλαῖναι, δεδήλωται ἀλλαχοῦ. Ἰστέον δὲ ὅτι στορέσασθαι δέμνια αἱ δμωαὶ, οὐκέτι πάρεισι τοῖς ξένοις. ἀλλʼ αὐτοὺς μὲν ἐξάγει κήρυξ. αὐτοί δʼ ἐν προδόμῳ δόμου κοιμῶνται. Καὶ ὅρα ὡς καλὸν σχῆμα τὸ ἐν προδόμῳ δόμου ὡς καὶ ἀνωτέρω τὸ, ὑπʼ αἰθούσῃ θέμεναι καὶ χλαίνας ἐνθέμεναι. καὶ ὅτι πρόδομον λέγει, τὴν αἴθουσαν. Ἐν τούτοις δὲ, καὶ τὸ ἐκ λαμπάδων ἤτοι δᾴδων φῶς, δάος λέγει. εἰπὼν, δάος μετὰ χερσὶν ἔχουσαι. ὡς εἴ τις εἴποι φάος. Ὅτι ταυτὸν τὸ καθεύδειν καὶ τὸ λέγεσθαι ἀφʼ οὗ τὸ λέκτρον. φησὶ γοῦν. Ἀτρείδης δʼ ἐκάθευδε. πὰρ δʼ Ἑλένη τανύπεπλος ἐλέξατο. Τανύπεπλον δέ φασι λέγει, τὴν εὐτραφῆ καὶ πλήθουσαν. τετανυσμένου γὰρ οὕτω τοῦ σώματος, ἀνάγκη συνεσχηματίσθαι καὶ τὸν πέπλον. ἄλλως μέντοι τὸ τανύπεπλον, βαρβαρικὸν εἶναι φησί. καὶ ἴσως, οὐ κωλύει ἐκ τοιούτων ἥκουσαν τὴν Ἑλένην, τοῖς ἐκείνων εἰσέτι παραμένειν ἔθεσιν. Ὅτι πρὸ ὀλίγων εἰπὼν ὁ Μενέλαος ὡς δείπνου πασαμένους ἐρωτήσει τοὺς ξένους, ὁ δὲ, τῇ ὁμιλίᾳ παρασυρεὶς καὶ ἐκλαθόμενος, ἕωθεν ἐρωτᾷ, οὕτως. τίπτε δέ σε χρειὼ δεῦρʼ ἤγαγε Τηλέμαχʼ ἥρως ἐς Λακεδαίμονα δῖαν; δήμιον ἢ ἴδιον; οὐκ ἐρωτᾷ δὲ τοὺς δύο, ἢ ἐπεὶ ἔγνω μηδὲν ἔργον ἔχειν εἰς αὐτὸν τὸν Νεστορίδην. Τηλεμάχου δὲ χάριν ἐλθεῖν. Ὅρα δὲ ὅτι τὸ χρειὼ ἐνδεξάμενος ὡς ταυτὸν τῷ χρέος οὐδετέρῳ ὀνόματι, πρὸς αὐτὸ συνέταξεν Ἀττικῶς τὸ τίπτε, καὶ τὸ δήμιον ἢ ἴδιον, τουτέστι δημόσιον ἢ ἰδιωτικόν σου τὸ πρὸς ἐμὲ χρέος. τοῦτο γὰρ ἡ χρειώ. Σημείωσαι δὲ ὅτι ἐνταῦθα μὲν τὸ τί ποτέ σε χρειὼ ἤγαγεν εἰς Λακεδαίμονα, καὶ ἐντελῶς εἴρηται καὶ σαφῶς. ὅτε δέ που ὡς καὶ ἐν Ἰλιάδι, αὐτὸ κεῖται μόνον τὸ, τίπτε δέ σε χρειὼ, ὑποδύσκολόν ἐστι διὰ τὸ, ἢ ἀντιπτωτικῶς εἰρῆσθαι ἢ ἐλλειπτικῶς. καὶ ἐλλειπτικῶς μὲν, ἐπειδὴ καὶ ῥῆμα λείπει ἐκεῖ καὶ ἔννοια τοπική. ἵνα λέγῃ, τίπτε δέ σε χρειὼ ἤγαγεν εἰς τόνδε τόπον, ἀντιπτωτικῶς δέ, διότι ἔστι νοῆσαι τὴν σε αἰτιατικὴν ἀντωνυμίαν, ἀντὶ τοῦ σοί. ἵνα ᾖ, τί ποτέ σοι χρεία. εἰς ὅπερ χρησιμεύει καὶ Αἰσχύλου τὸ, αὐτόν σε δεῖ προμηθέως. ἤγουν αὐτῷ σοι χρεία ἐστὶ προμηθεύσασθαι. ἴσως δὲ ὕπεστι κἀνταῦθά τις ἔλλειψις κατὰ πρόθεσιν. οἷον. τί ποτε εἰς σὲ χρεία. Τὸ δὲ ἐς Λακεδαίμονα, ταυτὸν τῷ, ἐς Σπάρτην. κατὰ τὸ, πέμψω δʼ ἐς Σπάρτην τε καὶ ἐς Πύλον. Ὅτι τὸ ἐν ἄλλοις περὶ Ὀδυσσέως κλέος, κληηδόνα ἐνταῦθα φησί. λέγει γάρ. ἤλυθον εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις. Καὶ ἔστι ταυτὸν κλέος καὶ κλῃδὼν καὶ κληηδών. ὧν ἑρμηνεία, ἡ φήμη καὶ ἡ ὄσσα καὶ ἡ ὀμφὴ καὶ ὁ μαντικὸς λόγος. ἐπειδὴ ἐκ τοῦ κλέος τὸ κλεΐζω. ἀπʼ αὐτοῦ δὲ κατὰ ἔκτασιν, τὸ κληΐζω. καὶ ἐν συναιρέσει, κλῄζω. ὡς χρέος χρηΐζω καὶ χρῄζω. ἡ δὲ χρῆσις τοῦ κλῄζειν, παρά τε ἄλλοις, καὶ παρὰ τῷ κωμικῷ, ἐν τῷ, κλῇσον τὴν πόλιν ταύτην. διὸ ἀπὸ τοῦ κλῄζω ἡ κληδών. ἀπὸ δὲ αὐτοῦ, ἡ κληηδών. καθʼ ὁμοιότητά τινα τοῦ κρῆναι καὶ κρηῆναι. Ὅτι ἀπολογεῖται ὁ Τηλέμαχος πρὸς τὴν τοῦ Μενελάου ἐρώτησιν, ὀλίγα μὲν τοῦ ποιητοῦ ἐκ καινῆς εἰπόντος. τοὺς πλείονας δὲ στίχους, παρελκύσαντος ἑτέρωθεν συνήθως ἐκ τῶν ἑαυτοῦ. Καὶ ἡ μὲν εἰσβολὴ τοῦ λόγου τῷ νεανίᾳ ῥήτορι, γοργὴ καὶ κομματικὴ, κατὰ σχῆμα θυμικὸν ἐνδιάθετον. φησὶ γάρ. ἐσθίεται μοὶ οἶκος. ὄλωλε δὲ πίονα ἔργα. δυσμενέων δʼ ἀνδρῶν πλεῖος δόμος. εἶτα ἐκτραγῳδεῖ ἐν ὀλίγῳ, μήλων καὶ βοῶν εἰλιπόδων ἀπώλειαν. καὶ τοὺς μνηστῆρας ὑπέρβιον ἦτορ ἔχειν φησί. καὶ ἱκάνεσθαι τὰ βασιλικὰ γούνατα, οὐ περί τινος μεγάλου, ἀλλʼ ἐφʼ ᾧ εἰπεῖν τὸν τοῦ πατρὸς ὄλεθρον, εἴπερ εἶδεν ἢ ἤκουσε. καὶ μὴ διὰ αἰδῶ ἢ μείλιχον ἔλεον ἐπικρύψαι τὰ κατὰ τὸν πατέρα. μνησθῆναι δὲ καὶ εἴπερ ἐκεῖνός ποτε ἐν Τροίᾳ ἐλυσιτέλησέ τι τῷ Μενελάῳ. εἰ καὶ εἰς ἀντίχαριν, εἰπεῖν ἄρτι πρὸς τὸν υἱὸν ἐκείνου, τὸ ἀληθές. Καὶ ὅρα ὅτι κέντρωνος τρόπου ἐῤῥαψῴδησε τὰ ἐνταῦθα ἔπη ὁ Ὁμηρικὸς Τηλέμαχος, ἐκ διαφόρων τόπων συλλεγέντων ἐνταῦθα τῶν στίχων τῷ ποιητῇ. ὡς εἶναι αὐτὸν ἐφευρετὴν καὶ τῶν ὕστερον λεγομένων ὁμηροκέντρων ἐφʼ οἷς οὐκ ὀλίγος τισὶ μόχθος ἐγένετο. Ὅτι ἐπὶ τοῖς μνηστευομένοις ἀναξίως γυναῖκα τινὸς ἀριστέως, οὐκ ἀπᾷδον ῥηθῆναι τὸ, ὢ πόποι ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες. ἐτυμολογικὸν δὲ τὸ, ἐν εὐνῇ ἤθελον εὐνηθῆναι. Μενέλαος δὲ τοῦτο λέγει περὶ τῶν τῆς Πηνελόπης μνηστήρων. ὃς καὶ λαβὼν ἀφορμὴν ἐκ τοῦ καρτερόφρονος, καὶ ἐκ τοῦ ἀνάλκιδες. ὧν τὸ μὲν, οἰκεῖον λέοντι. τὸ δὲ, προσφυὲς ἐλάφοις, πορίζεται παραβολὴν ταύτην. ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο. λέοντος, νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς, κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα, βοσκομένη. ὅ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν. ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν, ὣς Ὀδυσσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει. Καὶ ὅρα κἀνταῦθα ταυτολογίαν καίριον τοῦ, ἀεικέα πότμον ἐφῆκε καὶ ἀεικέα πότμον ἐφήσει. Διδυμοτόκον δὲ ὑποτίθησιν ἔλαφον, ἵνα μὴ παρεικάσῃ νεβρῷ ἑνὶ τοὺς τοσούτους μνηστῆρας. οὐ γὰρ ἔδει. ἔλαφοι δὲ οὐκ ἀπεικότως ἂν νοηθεῖεν οἱ τῶν μνηστήρων γονεῖς. οἳ ἀνάλκιδες αὐτοὶ ὄντες, ἀγεννεῖς τούτους νεβροὺς ἀφῆκαν εἶναι παρὰ τῷ τοῦ Ὀδυσσέως οἴκῳ. διὸ καὶ ὕστερον κτεινομένοις, οὐκ ἐπαμύνουσι. Ξύλοχος δὲ, ἀλλαχοῦ μὲν, ἀπολύτως. ἐνταῦθα δὲ, λέοντος ξύλοχος. ὡς εἴτις εἴπῃ, κοίτη. τόπος. ὀρεινὴ κατάδυσις. Νεβροὶ δὲ, οἱ ἀτελεῖς ἔτι ἔλαφοι. διὸ ἡρμήνευσεν ἐπαγαγὼν τὸ, νεηγενέας. καὶ ἔτι σαφέστερον τὸ, γαλαθηνούς. Πάνυ δὲ ἐξευτελίζει τοὺς μνηστῆρας οὐ μόνον τῇ πρὸς ἁπλῶς ἐλάφους παραβολῇ τὰς φυζακινὰς τὰς ἀναλκίδας, ἀλλὰ καὶ ὅτι οὐδὲ τελείαις ἐλάφοις εἰκάσθησαν, ἀλλὰ νεβροῖς. ὧν ἐτυμολογία, ἐκ τοῦ, νέον βορᾶς ἢ πορείας ἄρχεσθαι. ἢ παρὰ τὸ ἐστερῆσθαι βορᾶς ἔτι διὰ τὸ θηλάζειν. ἢ καὶ παρὰ τὸ μήπω ἔχειν πορεύεσθαι. δῆλον δʼ ὅτι νεβροῦ παράγωγον, νέβρειος. καὶ οὐ μόνον ποὺς ἢ ἄλλό τι τοιοῦτον, ἀλλὰ καὶ αὐλός. ἐγίνοντο γὰρ ὥσπερ ὄνειοι καὶ ἐλάφειοι, οὕτω καὶ νέβρειοι αὐλοί. ὡς δῆλον καὶ ἐκ τοῦ, νεβρείων ὅσον σάλπιγξ ὑπερίαχεν αὐλῶν, καὶ ἑξῆς. ἐν ᾧ τοιοῦτός ἐστιν ὁ νοῦς. ὅσον ἡ σάλπιγξ ὑπερφωνεῖ τοὺς νεβρείους αὐλοὺς, τοσοῦτον καὶ ἡ ἐμμέλεια τῆσδε τῆς ποιήσεως οἷον τῆς καθʼ Ὅμηρον ἢ Ἤρινναν, τὴν τοῦ δεῖνος. Τὸ δὲ κοιμήσασα, διὰ τοῦ η ὡς τῷ ποιητῇ σύνηθες, γράφεται. Τὸ δὲ νεηγενέας, ταυτόν ἐστι τῷ νεογνοὺς, ἔτι δὲ καὶ τῷ νεογιλούς. οἳ νεογινοὶ ὄντες, τροπὴν ἔπαθον τοῦ ν εἰς λ ὁμοίως τῷ, νίτρον λίτρον. καὶ πνεύμων πλεύμων. Τὸ δὲ γαλαθῃνοὺς, ἐκ τοῦ γάλα θῆσθαι ὃ πρὸ ὀλίγου ἐγράφη, συντέθειται. Κνημοὶ δὲ ὡς ἀκριβέστερον ἐν τῇ Βοιωτίᾳ ἐδηλώθη, ὀρεινοὶ τόποι, οἱ μετὰ τοὺς πρόποδας ἀνωτέρω. Τὸ δὲ ἐξερέῃσιν, ἀντὶ τοῦ ἐρωτᾷ. καὶ ἔστι γλυκεῖα λέξις ὡς ἐπὶ λογικοῦ τινος ῥηθεῖα. ἢ μᾶλλον ἀντὶ τοῦ, ἐξερευνᾷ. πρωτότυπον γὰρ τὸ ἐρέειν, τοῦ ἐρευνᾶν. ἔστι γὰρ ἐρέω, ἐξ οὗ κατʼ ἐπένθεσιν, ἐρεύω ὡς χέω χεύω. ἀφʼ οὗ τὸ ἐρευνῶ. ὡς οἴχω οἰχνῶ ἵκω ἱκνῶ. Ἄγκεα δὲ τόποι ὀρεινοὶ ἀνακείμενοι ὅ ἐστι χθαμαλοί. ταπεινοί. καὶ ὡς οἱ παλαιοὶ φασὶ, φάραγγες. κοίλοι τόποι. κλίματα ὁρῶν. ἐν οἷς ὑγρότητος συλλειβομένης, πόαι φύονται εἰς λέχος εἴ τις ἐπʼ αὐτῶν ἀνάκειται. ἀφʼ ἧς ἐννοίας, καὶ λεχεποίης ποταμὸς, οὗ, εἰς λέχος ἡ ποίη σχεδιασθήσεται τῷ ἀνακεισομένῳ. Καὶ ὅρα τὸ κλίματα ὁρῶν, οὗ πρὸς ὁμοιότητα γέγονε καὶ τὰ ἄγκεα. κεκλίσθαι γὰρ καὶ ἀνακεῖσθαι, ταὐτά. ἐξ ὧν τὰ κλίματα καὶ τὰ ἄγκεα. ἐκ τοῦ ἀνακεῖσθαι γὰρ τὸ ἄγκος συγκέκοπται. Εὐνὴ δὲ ἐλάφου, ἡ διατριβὴ καὶ ὡς εἰπεῖν, κοίτη. ὅθεν καὶ θῆρες ὑληκοῖται. Ὅτι εὔχεται Μενέλαος, τοιοῦτον τὸν Ὀδυσσέα ἐπανελθεῖν, οἷός ποτε ἐν Λέσβῳ ἐξ ἔριδος Φιλομηλείδῃ ἐπάλαισεν ἀναστάς. Κάδ δʼ ἔβαλλεν ἤτοι κατέῤῥιψε, κρατερῶς καὶ οὐκ ἐκ μηχανῆς. κεχάροντο δὲ πάντες Ἀχαιοί. Καὶ λέγει ὁ αὐτὸς Μενέλαος ὡς καὶ πρὸ τούτων ἕτερός τις, ὡς εἰ τοιοῦτος ἐλθὼν μνηστῆρσιν ὁμιλήσειε Ὀδυσσεὺς, πάντες ἂν ὠκύμοροι καὶ πικρόγαμοι γένωνται. Φιλομηλείδην δὲ, οἱ μὲν τὸν Πάτροκλον ἤκουσαν πατρωνυμικῶς, οἷα Φιλομήλας υἱόν. οἷς οὐ μόνον ἡ γραφὴ ἐναντιοῦται, πῶς γὰρ διὰ διφθόγγου ἔσται ἡ παρατέλευτος; ἀλλὰ καὶ ὁ πατρωνυμικὸς τύπος. οὐ γὰρ εἴωθε σχηματίζειν πατρωνυμίαν ὁ ποιητὴς ἐκ μητέρων, ἀλλʼ ἐκ πατέρων. ὡς τὸ καίριον τῆς γενέσεως ἀνατιθεὶς τῷ πατρὶ διὰ τοῦ τοιούτου πατρωνυμικοῦ σχηματισμοῦ, μυστικῶς καὶ σιωπηρῶς κατὰ τὸν παρὰ γραμματικοῖς συλλογισμόν. ὅπερ Εὐριπίδης ἐκλαλῆσαι θελήσας καὶ τὴν Ὁμηρικὴν σκιαγραφίαν ἐκφανέστερον χρῶσαι ἐν οἷς φησὶν, ἄνευ δὲ πατρὸς τέκνον οὐκ ἂν γένοιτʼ ἂν, περιεσυρίχθη θεατρικῶς. ἀκούσας τὸ ᾀδόμενον τὸ, ἄνευ δὲ μητρὸς, ὦ κάθαρμʼ Εὐριπίδη, καὶ ἔμαθεν οὕτως ἐκεῖνος, ἐᾶν τὰ Ὁμήρου κατὰ χώραν κεῖσθαι. ὅπερ οὖν ἔφαμεν, οὔτε σχηματίζει ὁ ποιητὴς ἐκ μητέρων, καὶ εἴπερ δὲ ἴσως ἐξ ἔριδος παλαίσας Ὀδυσσεὺς κατέβαλε τὸν Πάτροκλον, οὐκ ἂν ἐχάρισαν Ἀχαιοὶ πεσόντος τοῦ Ἐνηέος. ὃς κατὰ τὸν ποιητὴν, πᾶσιν ἠπίστατο μείλιχος εἶναι. φασὶν οὖν οἱ ἀκριβέστεροι Λέσβου βασιλέα τὸν Φιλομηλείδην. ὃς τοὺς παριόντας εἰς πάλην προσκαλούμενος, ἐποίει τὸ αὐτὸ καὶ εἰς τοὺς Ἀχαιοὺς ἐκεῖ προσορμισθέντας. καὶ ὡς μὲν κατεπαλαίσθη, Ὅμηρος ἐνταῦθα ἱστορεῖ. ἕτεροι δέ φασι, καὶ Ὀδυσσεὺς καὶ Διομήδης δόλῳ ἀνελόντες αὐτὸν, καταγώγιον ξένων τὸν αὐτοῦ τάφον ἐποίησαν. προφέρεται δὲ ἡ τούτου παραλήγουσα διὰ διφθόγγου, ἴσως ἀπὸ τοῦ Φιλομηλεὺς, ὡς καὶ τὸ Ἀριστείδης κύριον καὶ τὸ Βασιλείδης, ἐκ τοῦ ἀριστεὺς καὶ βασιλεύς. Τὸ δὲ κεχάροντο πάντες Ἀχαιοὶ, τὴν τῶν ἀγώνων φύσιν δηλοῖ. ἐν οἷς οἱ φυλέται καὶ ἄλλως οἰκεῖοι, χαίρουσι τὸ κλέος ἐξιδιούμενοι τοῦ νικήσαντος. Τὸ δὲ ὁμιλεῖν ὅτι οὐ μόνον φιλικὴ λέξις ἀλλὰ καὶ πολεμικὴ ὡς ἐνταῦθα, πολλαχοῦ δεδήλωται. Ὅτι ἐν τῷ, οὐκ ἂν ἔγωγε ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδʼ ἀπατήσω, παρακλιδὸν λέγει τὸ παρατετραμμένως καὶ κατʼ ἔκκλισιν τοῦ ἀληθοῦς, ἐκ τοῦ παρακλίνω. καθὰ ἐκ τοῦ διακρίνειν καὶ νοσφίζειν, τὸ διακριδὸν γίνεται καὶ νοσφιδόν. καὶ ἔστι ταὐτὰ τὸ παρὲξ εἰπεῖν καὶ τὸ παρακλιδὸν εἰπεῖν καὶ τὸ ἀπατῆσαι. εἴρηται δὲ ἀλλαχοῦ ἱκανῶς περὶ τοῦ παρέξ. νῦν δὲ εἰπεῖν ἀρκεῖ, ὅτι ποτὲ μὲν τοπικῶς νοεῖται ὡς ἐν τῷ, παρὲξ ἅλα. ποτὲ δὲ, κατά τινα ποιότητα, ὡς ἐνταῦθα καὶ ἐν τῷ, παρὲκ νόον ἤγαγε. δηλοῖ δὲ καὶ νῦν τὸ παρὲξ, ἐγγύτητα μὲν, διὰ τῆς παρα προθέσεως. διάστασιν δὲ, διὰ τοῦ εξ. καὶ ἔστι παρὲξ μὲν εἰπεῖν, τὸ ἔξω μὲν ἀληθείας, ἐγγὺς δὲ ὅμως αὐτῆς πιθανότητι. ὁποῖόν τι καὶ τὸ παρακλιδόν. διʼ οὗ δηλοῦται τὸ ἐκκλίνειν μέν τινα τὸ ἀληθὲς, παραλαλεῖν δὲ ὅμως αὐτὸ πιθανολογικῶς. ὅμοιον δέ τι καὶ τὸ ἀπατᾶν. ὅπέρ ἐστι κυρίως, τοῦ πάτου ἤτοι τῆς τρίβου παρατρέπειν τὸν ὁδεύοντα. μὴ παρὲξ δὲ μὴ δὲ παρακλιδὸν εἰπεῖν μηδὲ ἀπατῆσαι, τὸ μὴ πιθανολογῆσαι μὴ δὲ παρεκκλίναι τοῦ ἀληθοῦς, μὴ δὲ ἀπαγαγεῖν τῆς ὀρθῆς. Ἰστέον δὲ καὶ ὅτι οἱ γράφοντες τὸ παρακλιδὸν διὰ τοῦ η ὡς ἐπίῤῥημα ἐκ τοῦ ῥηθέντος κλῄζω ἢ ὡς ὄνομα ἵνα ᾖ κατὰ κουφισμὸν ἤτοι ἔκθλιψιν παρὰ τὴν κληδόνα, οὐκ εὐοδοῦνται οὔτε κατὰ μέτρον οὔτε κατὰ νοῦν. Ὅτι ἐν τῷ, οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω, ἄδηλον εἴ τις ἐστὶ διαφορὰ τοῦ κρύψαι καὶ τοῦ ἐπικεῦσαι. Ὅτι ἀντεστραμμένως καὶ ἐνταῦθα ὁ ποιητὴς διηγεῖται ἐν τοῖς κατὰ τὸν Μενέλαον. ἡ μὲν γὰρ φυσικὴ τάξις, ἔχει ὡς ἐκ τῆς Φάρου ὁ Μενέλαος ἀπῆλθε παλίμπλους εἰς τὸν Αἴγυπτον ὅ ἐστιν εἰς τὸν Νεῖλον. ὅδʼ ἀπὸ τοῦ Νείλου ἀρξάμενος καὶ εἰπὼν ὡς, Αἰγύπτῳ μʼ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι ἔσχον, ἤτοι κατέσχον. καὶ θεὶς καὶ αἰτίαν κατὰ λόγον ἐγκατασκεύου διηγήματος, τὸ, ἐπεὶ οὔ σφιν ἔρεξα τελειέσσας ἑκατόμβας. καὶ ὅτι οἱ θεοὶ αἰεὶ βούλοντο μεμνῆσθαι ἐφετμέων, ὑποβάλλει ἁπλοῦν διήγημα, λέγων οὕτω περὶ τῆς Φάρου καὶ τῶν ἑξῆς. νῆσος ἔπειτά τις ἐστὶ πολυκλύστῳ ἐνὶ πόντῳ, Αἰγύπτου προπάροιθε. Φάρον δέ ἑ κικλήσκουσι. τόσσον ἄνευθεν, ὅσσον τε πανημερίη γλα-φυρὴ νηῦς ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν. ἐν δὲ λιμὴν εὔορμος. ὅθεν νῆας εἰς πόντον βάλ-λουσιν ἀφυσσάμενοι μέλαν ὕδωρ. ἔνθά μʼ ἐείκοσιν ἤματʼ ἔχον θεοί. οὐδέ ποτʼ οὖροι πνείοντες φαίνονθʼ ἁλιαέες, οἳ νηῶν πομπῆες γίνονται. καὶ δή φησιν ἤϊα πάντα κατέφθιτο καὶ μένεʼ ἀνδρῶν, εἰ μή τις θεὸς ὀλοφύρατο καί μʼ ἐσάωσε. Πρωτέος ἰφθίμη θυγάτηρ ἁλίοιο γέροντος Εἰδοθέη. ἥ μοι ἔῤῥοντι συνήντετο νόσφιν ἑταίρων. οἳ περὶ νῆσον ἀλώμενοι, ἰχθυάασκον γναμπτοῖς ἀγκίστροισιν. ἔτειρε δὲ γαστέρα λιμός. ἡ δέ μοι ἄγχι στᾶσα, νήπιος εἶς ἔφη ὦ ξεῖνε λίην τόσον, ἠὲ χαλίφρων, ἢ ἑκὼν μεθίης, καὶ τέρπεαι ἄλγεα πάσχων. ὡς δὴ δηθὰ ἐν νήσῳ ἐρύκεαι καὶ ἑξῆς. Καὶ ἡ μὲν, οὕτως ἔφη, ἐγώ δʼ ἔφην ὡς οὔτι ἑκὼν κατερύκομαι, ἀλλά που μέλλω θεοὺς ἀλιτέσθαι. ἀλλὰ σύ πέρ μοι εἰπὲ, θεοὶ δέ τε πάντα ἴσασιν, ὅς τις μʼ ἀθανάτων πεδάα καὶ ἔδησε κελεύθου. καὶ ὅπως οἴκαδε νοστήσω. καὶ τοιαῦτα μὲν τὰ τοῦ Μενελάου πρὸς τὴν Εἰδοθέην ὅτε αὐτὸν ἐκείνη ᾠκτίσατο. ἃ δὲ αὖθις ἐκείνη καὶ εἴπῃ καὶ ὠφελήσει, ἐν τοῖς ἑξῆς εἰρήσεται. Ἰστέον δὲ ὅτι τε τὸ ἀλλὰ σύ πέρ μοι εἰπὲ, ἔειπε γράφεσθαι Ἡρακλείδης φησὶν ὡς καὶ προγέγραπται ἐν τῇ α ῥαψῳδία. καὶ ὅτι τὸν εἰρημένον Αἴγυπτον καὶ αὐτὴν δὲ Αἴγυπτον, παρὰ τὸ αἶγας πιαίνειν ἐτυμολογοῦσι τῶν τινες παλαιῶν, καὶ ὅτι ὡς ἐξ ὁρμητηρίου τοῦ Νείλου μέλλων ὁ Μενέλαος εἰς τὰ οἰκεῖα παλιννοστῆσαι τὴν ἀρχὴν εἴπερ ἑκατόμβας ῥέξοι, καὶ πάλιν ὕστερον ἐκ Φάρου πλεύσας εἰς τὸν Νεῖλον κατὰ τὴν ἐκ Πρωτέως μαντείαν, κἀκεῖθεν οἴκοι ἀναπλεύσας κατʼ ὀρθὴν κέλευθον, εἰκότως πρὸ τοῦ διηγήματος μνησθεὶς τοῦ Νείλου, εἶτα ὑπέβαλε τὴν ἀφήγησιν, καὶ μάντιν οὕτω τὸν τοῦ Αἰγύπτου λόγον προέθετο. ἀλλὰ μνήμην αὐτοῦ ὡς τόπου καιρίου ἐγκατατιθεὶς τῇ ψυχῇ τοῦ ἀκροατοῦ διὰ πλείω σαφήνειαν. οὗ δὴ Αἰγύπτου ἤτοι Νείλου, τὰ μὲν ἄλλα σεμνώματα ἐκθέσθαι, μυρία τις ἔστι λόγου τριβή. ἀρκέσει δὲ πρὸς τὸ παρὸν ἐν μετρίῳ φάναι, ὅτι τε τὸ νειλῷον ὕδωρ πολυγονώτατον καὶ γλυκύτατον. εἰ καὶ μὴ πᾶν γλυκὺ ὕδωρ πολύγονόν ἐστι ἀλλʼ ἔνια τῶν γλυκέων ὑδάτων, καὶ ἄγονα. καὶ ὅτι λύει τὰς κοιλίας τῶν πινόντων, μίξιν ἔχον νιτρώδη. καὶ ὅτι κατά τινας, τοῦ κατὰ τὸν Νεῖλον ὁ ἐν τοῖς ἐκεῖ βασιλεὺς μόνου ἔπινεν ὕδατος. ὃ δὴ ἄλλοι καὶ περὶ τοῦ Σουσίου ἱστόρησαν. φάμενοι ὡς ἅμαξαι τετράκυκλοι ἡμιόνειαι κομίζουσαι ἐν Ἀργείοις ἀργυρέοισιν ὕδωρ ἀπεψημένον ἀπὸ Χοάσπεω τοῦ παρὰ Σοῦσα ῥέοντος, ἐκόμιζον τῷ βασιλεῖ, μόνῳ ἐκεῖθεν πίνοντι. τοῦτο δὲ τὸ σεμνὸν, καί τις οἶνος εἶχεν. ἱστόρηται γὰρ, ὅτι ὁ Περσῶν βασιλεὺς τὸν χαλυβώνιον μόνον οἶνον ἔπινεν, ἐν Δαμασκῷ τῆς Συρίας γενόμενον. Περσῶν αὐτόθι καταφυτευσάντων ἀμπέλους. ἦν δέ φασι βασιλεῖ ἐξαίρετον, καὶ τὸ ἀπʼ Αἰγύπτου ἅλας ἀμμωνιακὸν αὐτῷ πέμπεσθαι. ναὶ μὴν καὶ τὸ ἐλαίῳ ἀκανθίνῳ χρῆσθαι μετὰ λουτρόν. περιᾴδεται δὲ καὶ ὁ ἐν τοῖς ἐκεῖ πλοῦτος. τὸν γοῦν ἐν Ἀλεξανδρείᾳ βασιλικὸν πάνυ πολὺν πλοῦτον περιηγησάμενός τις, ἐπάγει. ποία γοῦν βασιλεία οὕτω πολύχρυσος; μόνος γὰρ ὡς ἀληθῶς ὁ χρυσοῤῥόας καλούμενος Νεῖλος, μετὰ τροφῶν ἀφθόνων, καὶ χρυσὸν ἀκίβδηλον καταφέρει ἀκινδύνως γεωργούμενον, ὡς πᾶσιν ἐξαρκεῖν ἀνθρώποις, δίκην Τριπτολέμου πεμπόμενον πᾶσαν γῆν. διὸ καὶ ὁ Βυζάντιος ποιητὴς Παρμένων ἐπικαλούμενος αὐτὸν, Αἰγύπτιε Ζεῦ φησι Νεῖλε εἰς ταυτὸν ἄγων, Δία καὶ Νεῖλον, διὰ τὸ ζωογόνον τὸ ἐξ ἀμφοῖν. τοπικὰ δὲ παράγωγα Νείλου ὅτι οὐ μόνον Νείλιος καὶ Νειλῷος ἀλλὰ καὶ Νειλώτης, δῆλον ἐκ τοῦ, οἱ δὲ Νειλῶται ἰχθύες δηλαδή τινες, γλυκεῖς εἰσιν. ὃ κεῖται παρὰ τῷ δειπνοσοφιστῇ. Ὅρα δὲ καὶ νῦν τὸ ἔρεξε διʼ ἑνὸς ρ γραφέν. Τὸ δὲ αἰεὶ βούλεσθαι τὸ θεῖον μεμνῆσθαι ἐφετμέων, γνωμικῶς ἐῤῥέθη. ἐπεὶ καὶ θεοὶ τιμαῖς εἴκουσι. Πολύκλυστον δὲ πόντον κατʼ ἐνάγειαν ἱστορικὴν λέγει, τὸν Αἰγυπτιακὸν ὅ ἐστι τὸν προπάροιθεν Αἰγύπτου τουτέστι τοῦ Νείλου, ὡς τοιοῦτον ἀληθῶς ὄντα κατὰ τὴν πεῖραν τῶν καὶ ἰδόντων καὶ παθόντων. Περὶ δὲ Φάρου, ἱστορία φέρεται κατὰ τοὺς παλαιοὺς παρὰ Ἀντικλείδῃ, ὡς Ἑλένη πόθῳ Μενελάου λάθρα ἐξελθοῦσα τῆς πόλεως ὅτε κατέσχεν αὐτὴν ὁ Πρωτεὺς ὡς μετʼ ὀλίγα ῥηθήσεται καὶ Καρικὸν εὑροῦσα πλοῖον, ἔπεισε τὸν ναύκληρον Φάρον ἀποκαταστῆσαι αὐτὴν εἰς Λακεδαίμονα. χειμῶνος δὲ ἐπιγεγονότος, ἐλθεῖν αὐτὸν εἰς Αἴγυπτον. ἔνθα, τὸν Φάρον ὑπὸ ὄφεως θανεῖν. τὴν δὲ, θάψασαν αὐτὸν, οὕτω τὴν νῆσον ἀπʼ ἐκείνου ὀνομάσαι. παράμηκες δέ φασι νησίον ἡ Φάρος πρὸς ἔσχατον τῇ ἠπείρῳ. στάδια δὲ εἰς αὐτὴν ἀπὸ τοῦ Κανωβικοῦ, ἑκατὸν καὶ πεντήκοντα. ὁ δὲ γεωγράφος φησὶ καὶ ταῦτα περὶ Φάρου. τὴν Φάρον πελαγίαν ὁ ποιητὴς λέγει. τοῦτο γὰρ δηλοῖ τὸ, νῆσος πολυκλύστῳ ἐνὶ πόντῳ. καὶ ταῦτα, πρόσγειον νῦν οὖσαν διὰ τὴν πρόσχωσιν. οἷα ἐξηπειροθείσης τῆς μεταξὺ θαλάσσης. ὃ παθοῦσα καὶ ἡ Αἴγυπτος, δῶρον εἶναι τοῦ Νείλου λέγεται. διὸ καὶ τοῦ ὀνόματος τῇ χώρᾳ οἷς ἐδωρήσατο, μετέδωκεν. ὁμωνύμως κληθείσῃ καὶ αὐτῇ, Αἰγύπτῳ. ἐπεὶ καὶ ὁ Νεῖλος, Αἴγυπτος ὀνομάζεται. φασὶ δὲ καὶ πανημέριον πλοῦν τὴν Φάρον ἀπέχειν τῆς Αἰγυπτιακῆς ναυκράτεως κατὰ τοὺς ἡρωϊκοὺς χρόνους. εἶτα ἀπογαιωθῆναι τῇ ἰλύϊ τοῦ Νείλου, ποταμόχωστος γὰρ ἡ Αἴγυπτος κατά τε ἄλλους καὶ κατὰ Ἡρόδοτον. ἦν δὲ τὸ ἐμπόριον τῆς Αἰγύπτου, περὶ Φάρον ἢ περὶ Ναύκρατιν. ἔνθα τὸν Μενέλαον ὑπονοοῦσι τὸν ἐκ Φάρου πλοῦν ἀνῦσαι. εὐλίμενον δὲ καὶ εὔϋδρον ὁ ποιητὴς τὴν Φάρον ἱστορεῖ. λέγων καὶ τὸ, ὅθεν νῆας ἐς πόντον βάλλουσι, περιφραστικὼς ἀντὶ τοῦ, ὅθεν ἀποπλέουσι. Τὸ δὲ λιμὴν εὔορμος, ὅλον μὲν εἶναί τι δηλοῖ τὸν λιμένα. μέρος δὲ αὐτοῦ, τὸν ὅρμον ἔνθα μετὰ τὸ ἐλλιμενισθῆναι, ἡ ναῦς ὁρμεῖ. Τὸ δὲ ἀφύσσασθαι, κυριολεξία ἐστὶ τοῦ, ἄφενος καὶ πλοῦτον ἀφύξειν. ἐκεῖνο γὰρ, τέτραπται. Τὸ δὲ ἁλιαέες, ἐπιτομή ἐστι τοῦ, ἀνέμων μένος ὑγρὸν ἀέντων. εἴρηται δὲ πρὸς διαστολὴν ἑτέρων τοπικῶν ἀνέμων, οἳ οὐ πνέουσι διὰ θαλάσσης. γίνεται δὲ παρὰ τὴν ἅλα καὶ τὸ ἄω τὸ πνέω. ἐξ οὗ οὐ μόνον ἀήτης ἐπὶ ἀνέμου, καὶ ἀήσυρον κατὰ τοὺς παλαιοὺς τὸ κοῦφον, ὅθεν καὶ ἀήσυροι μύρμηκες παρʼ Αἰσχύλῳ, ἀλλὰ καὶ ἀΐτης διὰ διχρόνου, ὁ ἐρώμενος ἤγουν ὁ εἰσπνέων τῷ ἔρωτι τὸν ἐραστήν, εἰσπνεῖται γάρ φασι τῆς μορφῆς τι καὶ τῆς ὥρας. ὅθεν καὶ εἰσπνίλαι παρὰ Λάκωσιν, οἱ ἐρασταί. καὶ ταῦτα μὲν, ἔν τινι ῥητορικῷ λεξικῷ. ἐν ἑτέρῳ δὲ, ὁ ῥηθεὶς ἀΐτης ἤγουν ἐρώμενος, διὰ διφθόγγου φέρεται. Σημείωσαι δʼ ἐνταῦθα καὶ ὅτι ἐν ἁπλότητι μὲν, ἀεὶς ἀέντος, διὰ τοῦ ν τ. ὡς δῆλον ἐκ τοῦ, ὑγρὸν ἀέντων. ἐν συνθέσει δὲ, ἁλιαὴς ἁλιαέος ὡς εὐγενέος εὐσεβέος. οὕτω καὶ δυσαὴς δυσαέος. καὶ ζαὴς ζαέος. καὶ παρὰ Σοφοκλεῖ εὐαὴς ὕπνος. Τὸ οἳ νηῶν πομπῆες, ἔοικεν ἑρμηνεία εἶναι τοῦ, οὖροι πνείοντες. οὖρος γὰρ, παρὰ τὸ ὀρούειν ὅ ἐστι παρορμᾶν καὶ προπέμπειν τὴν νῆα. τοῦ δʼ αὐτοῦ ἑρμηνευτικὸν καὶ τὸ ἁλιαέες. ὅμοιον γάρ τι τὸ, οὖροι πνείοντες, καὶ τὸ ἁλιαέες. Ἤϊα δὲ καὶ νῦν ὡς καὶ προδεδήλωται, τὰ ἐφόδια. Περὶ δὲ Πρωτέως, ἱστόρηται ὅτι ἀνὴρ ἦν τις Μεμφίτης, ᾧ κατὰ Ἑλλήνων γλῶσσαν, ὄνομα Πρωτεύς. οὗ καὶ τέμενος ἒν Μέμφῃ κατὰ Ἡρόδοτον, κάρτα καλὸν καὶ εὖ ἐσκευασμένον. ὅτι δὲ ὁ προῤῥηθεὶς Θῶνις φύλαξ ὢν τοῦ Κανωβικοῦ στόματος ἀνήνεγκεν εἰς τοῦτο τὸν Πρωτέα τὴν ἀδικίαν τοῦ ἅρπαγος Πάριδος, καὶ ὡς ἀφῃρέθη τότε τὴν Ἑλένην ἐκεῖνος, καὶ ὡς ἀρέσκονται οἱ πλείους μὴ εἶναι τὴν Ἑλένην ἐν Τροίᾳ, οὐ γὰρ φρενοβλαβεῖς καθʼ Ἡρόδοτον οἱ Ἰλιεῖς ὡς περὶ πάντων κινδυνεύοντες μὴ ἀποδοῦναι τὴν Ἑλένην ἢ ἑκόντος τοῦ Ἀλεξάνδρου ἢ ἄκοντος, ἐν ἄλλοις δεδήλωται. Τὴν δὲ Εἰδοθέαν, Εὐρυνόμην φασὶ γράφει ὁ Ζηνόδοτος. ἣν καὶ ἰφθίμην ὁ ποιητὴς φησὶν, ὥς που καὶ τὴν Πηνελόπην δαΐφρονα. Τὸ δὲ ἔῤῥοντι, ἀντὶ τοῦ, ἐπιπόνως ζῶντι. κατὰ τὸ, ἐνθάδε ἔῤῥων. ὅπερ Ἀχιλλεὺς ἐν Ἰλιάδι φησὶ περὶ ἑαυτοῦ. Τὸ δὲ νόσφιν ἑταίρων, πιθανῶς πέπλασται. ἵνα σχῇ οὕτως ἄδειαν ἡ Εἰδοθέα καταμόνας ἐντυχεῖν αὐτῷ. καθὰ καὶ ἐν Ἰλιάδι Ἀχιλλεὺς ἑτάρων νόσφι λιασθεὶς, ὡμίλησε τῇ θαλασσίᾳ μητρὶ Θέτιδι. Ὅρα δὲ ὡς οἱ περὶ Μενέλαον ἐν τῇ Φάρῳ ἰχθυῶνται ἀγκίστροις, λιμοῦ τὴν γαστέρα τείροντος. ἄλλως γὰρ, οὐ θέμις ἁλιεύειν τοὺς ἥρωας, οἳ ἐκρεωφάγουν ὡς τὰ πολλά. διὸ καὶ ἐν Τρινακίᾳ οἱ περὶ Ὀδυσσέα, λιμώττοντες ἐφεῖπον ἀναγκαίαν ἄγραν. ἰχθῦς. ὄρνιθάς τε. φίλας ὅ, τι χεῖρας ἵκοιτο. Οἰκείως δὲ τὸ ἀλώμενοι ἔφη ἐπὶ τῶν ἰχθυαασκόντων, καθὰ καὶ ἐπὶ πειρατῶν. οὐ γάρ τι μίην ὁδὸν ἵσταται ἰχθὺς κατὰ τὸν εἰπόντα. πλανώμενος δὲ, συμπλανᾶσθαι ποιεῖ καὶ τὸν ἀσπαλιέα. Τὸ δὲ γναμπτὸν ἄγκιστρον, καθʼ ὅμοιον λόγον καὶ περιηγές που λέγεται. περιάγεται γὰρ ἤτοι περικλᾶται καὶ γνάμπτεται ὅ ἐστι κάμπτεται. Ἰστέον δὲ καὶ ὅτι τριχῶς ἀμελεῖ τις τοῦ συμφέροντος κατὰ τὸν ποιητήν. ἢ νήπιος ὤν. ἢ χαλίφρων. ἢ ἑκὼν μεθιείς. ἔστι δὲ νήπιος μὲν, ὁ ἔτι κατὰ παῖδα φρονῶν. χαλίφρων δὲ, ὁ μὴ παῖς μὲν, ἄλλως δὲ μὴ πυκνὸς ἀλλὰ χαῦνος καὶ τὰς φρένας κεχαλασμένος. ἑκὼν δὲ μεθιεὶς ἤτοι μεθήμων, ὁ τούτων μὲν μηδέτερον, ἄλλως δὲ ἠμελημένος καὶ ῥάθυμος. Τὸ δὲ λίην τόσον, διπλῆ ἐπίτασις. ὅμοιον τῷ, λίαν πάνυ καὶ τοῖς τοιούτοις. Τὸ δὲ μεθίης, κοινῶς μὲν, διὰ τοῦ η. ὡς γὰρ τίθημι τίθης, οὕτω μεθίημι μεθίης. ἄλλως δὲ, κατʼ ἐναλλαγὴν χρόνου γράφεται καὶ διὰ διφθόγγου. ὡς γὰρ τίθημι ἐτίθην ἐτίθεις ἐτίθει, οὕτω μεθίημι μεθίην μεθίεις μεθίει. ὡς καὶ ἵημι ἵην ἵεις ἵει. Τὸ δὲ τέρπεαι ἄλγεα πάσχων παρὰ φύσιν εἴρηται πρὸς ἔνδειξιν τοῦ μεθήμονος. ὃς δέον ὂν λυπεῖσθαι ἐφʼ οἷς ἀλγεῖ πάσχων, ὁ δὲ, τέρπεται. Τὸ δὲ οὔτι ἑκὼν κατερύκομαι συντομωτάτη ἀπόκρισις. διʼ ἧς ἀποφήσας ὁ Μενέλαος τὸ μὴ ἑκὼν μεθιέναι, συνεξέβαλε καὶ τὸ νήπιος εἶναι, καὶ τὸ χαλίφρων. Τὸ δὲ θεοὶ δέ τε πάντα ἴσασιν ἑνικῶς ῥηθὲν, ὀρθὸν ἔσται γνωμικόν. τοιοῦτον γὰρ τὸ, θεὸς δέ τε πάντα ἴσησι. Τὸ δὲ πεδῶ, δευτέρας ἐνταῦθα συζυγίας τῶν περισπωμένων εὕρηται, ὡς δηλοῖ τὸ πεδάα. ὅμοιον ὂν τῷ βοάα καὶ ὁράα. τὸ μέντοι πρὸ βραχέων ῥηθὲν ἀνειρώτευν. ἀνάπαλιν ἐκ δευτέρας συζυγίας εἰς πρώτην ἦλθεν. ὅμοιον γάρ ἐστι τῷ ἐποίευν. καίτοι οἶδε καὶ τὴν δευτέραν συζυγίαν ὁ ποιητὴς, ὡς πρὸ βραχέων δηλοῖ τὸ, ἅ, μʼ εἰρωτᾷς καὶ λίσσεαι οὕτω καὶ τὸ ἔλουον βαρύτονον, ἐλόευν ἔφη, ἀπὸ θέματος τοῦ λουέω. καὶ τὸ πιέζον δὲ, πιέζευν λέγεται. τοῦτο δὲ καὶ οἱ πολιτικοὶ ῥήτορες. ἐπεὶ καὶ Πλούταρχος, πιεζοῦντες φησί. καὶ ἕτεροι δὲ ὁμοίως αὐτῷ, χρῶνται τῷ τοιούτῳ ῥήματι. Ὅτι προδιδοῦσα ἐπίτηδες ἡ ῥηθεῖσα Εἰδοθέα τὸν πατέρα Πρωτέα ἵνα γνωστὸς διὰ Μενελάου πολλοῖς γένηται, λέγει πρὸς τὸν ἱκέτην Μενέλαον τὰ ῥηθησόμενα. πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς, ἀθάνατος, Πρωτεὺς Αἰγύπτιος, ὅστε θαλάσσης πάσης βένθεα οἶδε. Ποσειδάωνος ὑποδμώς. τόν δʼ ἐμόν φασι πατέρα ἔμμεναι ἠδὲ τεκέσθαι. εἶτα λέγει καὶ ὡς εἴπως αὐτὸν σὺ δύναιο λοχησάμενος λελαβέσθαι, εἴποι ἄν σοι ὁδὸν καὶ μέτρα κελεύθου καὶ νόστον. εἴπῃ δὲ ἂν αἴ κʼ ἐθέλῃσθα, ὅττι τοι ἐν μεγάροισι κακόν τʼ ἀγαθόν τε τέτυκται οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν, ἀργαλέην τε. Καὶ οὕτω μὲν αὕτη. ὁ δὲ Μενέλαος εὐλαβηθεὶς πρὸς τὸ, εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι, φησίν. αὐτὴν νῦν φράζευ σὺ λόχον θείοιο γέροντος, μήπως με προϊδὼν ἠὲ προδαεὶς, ἀλέηται. Εἶτα ἐπάγει γνωμικὸν ἀργαλέος γάρ τʼ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι. Ἔνθα ὅρα ὅτι τὸ θείοιο, εἰς ταυτὸν ἤγαγε τῷ, θεοῦ. ὃν γὰρ ἀνωτέρω θεῖον ἔφη γέροντα, τοῦτον ἐνταῦθα θεὸν εἶπεν. ἐπὶ δὲ τούτοις ἡ Εἰδοθέα ὠφελῆσαι προθεμένη τὸν Μενέλαον ἐπὶ τιμῇ καὶ τοῦ πατρὸς, ὑποτίθησιν ὅπως λοχηθήσεται ὁ Πρωτεὺς, ὡς μετʼ ὀλίγα εἰρήσεται. Ὅρα δὲ ὡς σαφὲς μὲν τὸ σχῆμα τοῦ διηγήματος ἐν τῇ εἰσβολῇ ἥτις ἐστὶ τὸ, πωλεῖταί τις δεῦρο καὶ ἑξῆς. ἡ δὲ ἔννοια, συχνὴν ἔχει περιβολήν. πρόσωπον μὲν γὰρ, ὁ Πρωτεύς. πρᾶγμα δὲ, πωλεῖται. ποιότητες δὲ προσωπικαὶ, τὸ Αἰγύπτιος, ἀπὸ χώρας. τὸ ἅλιος, ἀπὸ τοῦ προσεχεστέρου τόπου. τὸ γέρων, ἐκ τῆς ἡλικίας. τὸ νημερτὴς, ἐξ ἀρετῆς ἢ ἐκ μαντικῆς τέχνης. τὸ ἀθάνατος, ἐκ τοῦ τῆς ζωῆς εἴδους. καὶ ὡμοίωταί πως πρὸς τὴν τοιαύτην γραφὴν, καὶ τὸ προοίμιον τῆς τοῦ Θουκυδίδου συγγραφῆς. τὸ, Θουκυδίδης ὁ Ἀθηναῖος συνεγράψατο καὶ τὰ ἑξῆς. Τούτῳ τῷ Πρωτεῖ ὅτι παῖδες μὲν ἦσαν κακόξενοι, καὶ τῷ πατρὶ δυσπειθεῖς διὸ καὶ ἀπώλοντο, ἣ δὲ θυγάτηρ Εἰδοθέα καὶ εἰσέτι παρέμενεν ὡς ἀγαθὴ, καὶ ἐξ Εὐρώπης ἐπαλιννόστησεν εἰς Αἴγυπτον ὁ Πρωτεὺς, ἱστορεῖ ὁ Λυκόφρων. Ἰστέον δὲ ὅτι τε τὸ, πωλεῖταί τις δεῦρο γέρων ἅλιος, τῶν τις ὑστερογενῶν, παρῴδησε κατά τινος φαύλου γηραλέου σκωπτικῶς εἰς τὸ, γέρων ἄθλιος. καὶ ὅτι δίχα παρῳδίας, ἠδύνατο ἐκεῖνος χρήσασθαι τῷ ἅλιος, ἀντὶ τοῦ μάταιος. ὃ καὶ αὐτὸ, ἐκ τοῦ ἃλς ἁλὸς παρῆκται ὡς ἀλλαχοῦ δεδήλωται. καὶ ὅτι πολλῶν ὄντων ἅπερ παρὰ τῆν ἅλα γίνονται, ἐκεῖθεν γίνεται καὶ ἡ πάραλος ναῦς Ἀττική. καὶ τὸ ἐκ τοιαύτης λέξεως παράγωγον, παράλιον. ᾧπερ ὁμώνυμος ἑορτὴ παλαιὰ, τὰ παράλια. ἡ ὕστερον Ῥωμαία ὡς ἱστορεῖ Ἀθήναιος. Τὸ δὲ θαλάσσης πάσης βένθεα οἶδε, καὶ τῷ Ἄτλαντι ἐν τοῖς πρὸ τούτων ἡ Ὁμηρικὴ Μοῦσα ἐπεμαρτύρησεν. εἴη δὲ ἂν ἴσως θαλάσσης βένθεα, περιφραστικῶς ἡ θάλασσα. ὅτι δὲ οἶδε τὴν θάλασσαν ἅπασαν ὁ Πρωτεὺς, ἔσταί πως δῆλον ἐν τοῖς ἑξῆς. τὴν γοῦν νῆσον τῆς Καλυψοῦς οὐ μόνον οἶδεν ἀλλὰ καὶ εἶδεν ὡς αὐτὸς ἐρεῖ. Ἐν δὲ τῷ, ὑποδμὼς, περιττὴ ἡ πρόθεσις. ὡς καὶ ἐπʼ ἄλλων πολλῶν γίνεται. Τὸ δὲ ἐμόν φασι πατέρα εἶναι, ὅμοιον τῷ, τοῦ μʼ ἐκ φασὶ γενέσθαι. καὶ προεῤῥέθη περὶ τούτου τὸ ἀρκοῦν. Τὸ δὲ πατέρα εἶναι ἠδὲ τεκέσθαι, ἀκριβῶς ἐῤῥέθη. ἐπειδὴ πολλοὶ καὶ μὴ τεκόντες, ὅμως πατέρες λέγονται. ὡς ὁ Ζεὺς, πατὴρ ἀνδρῶν. καὶ Εὔμαιος δὲ ξεῖνε πάτερ τὸν Ὀδυσσέα προσφθέγγεται. ὁμοίως δὲ καὶ Φιλοίτιος. καί τις ἐν Φαιακίᾳ, δεῦρʼ ἄγε καὶ σὺ ξεῖνε πάτερ. Τὸ δὲ εἴπως σὺ δύναιο λοχησάμενος λελαβέσθαι, οἰκεῖον εἰπεῖν ποτε περί τινος δυσκατεργάστου ἀνδρὸς ἢ καὶ ζῴου ἁπλῶς. Τὸ δὲ εἴπῃ ὁδὸν καὶ μέτρα κελεύθου καὶ ὅ, τι ἐν μεγάροισι κακὸν καὶ τὰ ἑξῆς, μάντεως ἀρίστου ἔνδειξις. Τὸ δὲ μέτρα κελεύθου, καλόν ἐστι πρὸς σαφήνειαν τοῦ, τὴν ὀλοὴν ἀναμετρήσαιμι χάρυβδιν. καὶ τῶν ὁμοίων. οὐ μόνον δὲ μέτρα ὕδατος καὶ οἴνου καὶ μυληφάτου ἀκτῆς, ἀλλʼ ἰδοὺ καὶ θαλάσσης. Τὸ δὲ αἴκʼ ἐθέλῃσθα, δεινότης καὶ αὐτὸ τοῦ ποιητοῦ προεκθετικῶς οἰκονομοῦσα τὴν τοῦ Μενελάου ἐρώτησιν οὐ μόνον περὶ τοῦ οἰκείου νόστου, ἀλλὰ καὶ περὶ ἑτέρων. Τὸ δὲ δολιχὴν ὁδὸν ἀργαλέην τε, νῦν μὲν, ἅπασαν δηλοῖ τὴν ἐν τῇ Μενελάου πλάνῃ. μετʼ ὀλίγα δὲ ἰδίως οὕτω καλέσει τὸν ἐκ Φάρου πλοῦν εἰς Αἴγυπτον. Τὸ δὲ φράζευ σὺ λόχον θείοιο γέροντος καὶ τὸ ἑξῆς, ἀκούσοι ἂν πρός τινος, ὁ πίπτων μέσος καὶ παριστῶν αὐτὸν ἀνδρὶ γεραρῷ πρὸς οἰκείωσιν. ἔστι δὲ τὸ μὲν προϊδὼν, αἰσθήσεως τῆς κατὰ θέαν. τὸ δὲ προδαεὶς, εἰδήσεως προγνωστικῆς. Ὅτι μηχανωμένη ὡς ἐῤῥέθη τὰ πρὸς κλέος τοῦ πατρὸς ἡ Εἰδοθέα ἣν καὶ Ἰωνικῶς οἴδαμεν Εἰδοθέειαν καλουμένην, ὑποτίθεται προεκθετικῶς τὸν διὰ φωκῶν λόχον τοῦ γέροντος. εὐκλεῶς προδιδοῦσα τὸν τεκόντα τῷ βασιλεῖ Μενελάῳ, ἀρξαμένη οὕτως. ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει, ὅτε μεσημβρίας καιρὸς δηλονότι, τῆμος ἂρ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς, πνοιῇ ὑπὸ ζεφύροιο, μελαίνῃ φρικὶ καλυφθεὶς ἐκ δʼ ἐλθὼν, κοιμᾶται ὑπὸ σπέσι γλαφυροῖσιν. ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς Ἁλοσύδνης, ἀθρόαι εὕδουσι. πολιῆς ἁλὸς ἐξαναδῦσαι. πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν. ἔνθά σʼ ἐγὼν ἀγαγοῦσα ἅμʼ ἠοῖ φαινομένῃφι, εὐνάσω ἑξείης. εἶτα συμβουλεύει τῷ Μενελάῳ, κρίνασθαι ἑτέρους τρεῖς ἀρίστους. καὶ ἐκθεμένη πάντα ὀλοφώϊα τοῦ γέροντος. ὅτι δηλαδὴ, φώκας μὲν πρῶτον ἀριθμήσει καὶ ἔπεισιν. ἐπὴν δὲ πάσας πεμπάσεται λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων, μεθοδεύει τὸν λόχον. εἰποῦσα, ὡς ἐπὰν πρῶτα κατευνηθέντα ἴδησθε, καὶ τότʼ ἔπειθʼ ὔμμιν μελέτω κάρτος τε βίη τε, αὖθι δʼ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι. εἶτα ἐπιφέρουσα τὸ μάλιστα ὀλοφώϊον τοῦ γέροντος, φησί, πάντα δὲ γινόμενος πειρήσεται, ὅσσʼ ἐπὶ γαῖαν ἑρπετὰ γίνονται. καὶ ὕδωρ. Καὶ θεσπιδαὲς πῦρ. ἤγουν καιόμενον καὶ λάμπον κατὰ τὸ θεόθεν πεσόν. ὅ ἐστι κατὰ τὸ κεραύνιον πῦρ ὃ καὶ θεείου ὄζειν λέγεται. ὑμεῖς δʼ ἀστεμφέως ἐχέμεν, μᾶλλόν τε πιέζειν. ἀλλʼ ὅτε κεν δή σʼ αὐτὸς ἀμείβηται ἐπέεσσι, τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδῃσθε. καὶ τότε δὴ, σχέσθαί τε βίης, λῦσαί τε γέροντα. εἴρεσθαι, καὶ τὰ ἑξῆς. Καὶ ὅρα συχνὰ ἀπαρέμφατα ληφθέντα ὡς προστακτικά. τὸ κάδδʼ ἔχειν ἀντὶ τοῦ κατέχετε. καὶ ἐφεξῆς ὁμοίως, τὸ ἀστεμφέως ἐχέμεν. τὸ πιέζειν. τὸ σχέσθαι. τὸ λῦσαι. καὶ τὸ εἴρεσθαι. Τὸ δὲ ἦμος δʼ ἠέλιος, ἢ τὸν δε σύνδεσμον ἀντὶ τοῦ δὴ ἔχει, ἢ ὥσπερ τῆμος τῆμοσδε, οὕτω καὶ ἦμος ἦμοσδε. ὁμοίως τῷ τηνίκα τηνικάδε καὶ ἔνθα ἐνθάδε. κεῖται δὲ ὁ τοιοῦτος στίχος καὶ ἐν Ἰλιάδι. Τὸ δὲ γέρων ἅλιος νημερτὴς, εἰποῦσα καὶ ἀνωτέρω ἡ Εἰδοθέα, ὅμως λέγει καὶ νῦν. οὐ θέλουσα τοῦ πατρικοῦ ἐπαίνου ἀποσχέσθαι. Τὸ δὲ μελαίνῃ φρικὶ καλυφθεὶς, ἔοικε δηλοῦν, ἢ ἐν σχήματι νηχομένου ἐξιέναι τὸν Πρωτέα εἰς αἰγιαλὸν, ἢ ὡς οἷα νέφει τινὶ καλυπτόμενον ἐν ἀγκάλῃ κύματος. ἐνταῦθα δὲ, καὶ σέμνωμά τι ἐστὶ τοῦ ζεφύρου ὡς τοῦ Πρωτέως αὐτῷ χαίροντος. περὶ δὲ φρικὸς, ἔχει σαφήνειαν τά τε τῆς Ἰλιάδος καὶ τὰ τοῦ περιηγητοῦ. Προοίμιον δὲ ἡ φρίξ. Αἱ δὲ φῶκαι ὅτι μὲν χρήσιμοι πρὸς μαγικὰς γοητείας, φασὶν οἱ σχολιασταί. διὸ καὶ τὸν Πρωτέα χαίρειν αὐταῖς. Νέποδες δὲ αὗται, οὐ κατὰ τοὺς ἰχθύας ὡς ἄποδες, ἀλλʼ ὡς ὀλιγόποδες ἤτοι μικρόποδες καὶ διατοῦτο ἐγγὺς ἀπόδων. καὶ ἐπιπολάζει τοιοῦτον στερήσεως εἶδος καὶ παρὰ τοῖς Λυκίοις μέχρι καὶ νῦν. οἳ χελιδόνας τινὰς ἃς οἱ ἰδιῶται πετροχελιδόνας φασὶν, ἐκεῖνοι καλοῦσιν ἄποδας, οὐ διὰ παντελῆ στέρησιν ποδῶν ἀλλʼ ὀλιγότητα ἤτοι σμικρότητα. δῆλον δὲ ὅτι τὸ α καὶ ἐπὶ ὀλιγότητος λέγεται. τινὲς δὲ νέποδας φώκας φασὶ, παρὰ τὸ ποσὶ νέειν ὅ ἐστι νήχεσθαι. ἵνα εἶεν φῶκαι νηξίποδες. Περὶ δὲ Ἁλοσύδνης, γέγραπται μὲν καὶ ἐν τῇ δ τῆς Ἰλιάδος. ῥητέον δὲ καὶ νῦν ὅτι ὁ μῦθος, μίαν οἶδε ταύτην τῶν Νηρηΐδων. διὸ καὶ καλὴν αὐτὴν λέγει προσωπικῶς. ἄλλως μέντοι καλὴ Ἁλοσύδνη, ὡς καὶ ὕδωρ ἀγλαὸν λέγεται. ἕτεροι δὲ, Ἀμφιτρίτης ἐπίθετον αὐτὸ νοοῦσι. καὶ οὐδὲ παρὰ τὸ ὕδωρ ἐτυμολογοῦσι τὴν λέξιν, ἀλλὰ παρὰ τὸ ἐν ἁλὶ σύεσθαι ὅ ἐστιν ὁρμᾶν. ἄλλοι δὲ, καὶ πληθυντικῶς φασὶν Ἁλοσύδναι. ὅ ἐστιν ἐν ἁλὶ δευόμεναι. ἢ εἰς ἅλα δύνουσαι. Ἰστέον δὲ καὶ ὅτι ὡς κτῆμα τῆς Ἁλοσύδνης αἱ φῶκαι πλάττονται. εἴτε φώκας Ἁλοσύδνης αὐτὰς ἀναγνώσει τις, εἴτε νέποδας Ἁλοσύδνης. διὸ καὶ ἔφη τὸν Πρωτέα ἐν μέσαις αὐταῖς κεῖσθαι, ὡς νομέα ἐν πώεσι μήλων. ἃ δὴ καὶ αὐτὰ, ἀνδρῶν κτήματα. τινὲς δὲ ἠρέσθησαν, τρόπῳ συγγενικῷ οὕτω φρασθῆναι. νέποδες γάρ φασι θαλάσσης αἱ φῶκαι, ὅ ἐστι τέκνα. νέπους γὰρ κατά τινα γλῶσσαν, ὁ ἀπόγονος. Τὸ δὲ πικρὸν ὀδμὴν, Ἀττικῶς ἐῤῥέθη. ὡς μετʼ ὀλίγα τὸ, φωκάων ὀλοώτατος ὀδμή. μυρία δὲ καὶ ἄλλα τοιαῦτα παρεσημειώθη πολλαχοῦ. ὧν ἐστι καὶ τὸ, πάντων δὲ χαλεπώτατον, στρατιὰν ἀργὸν τρέφειν. ὅτι δὲ ἀργαλέον ἡ φώκη ὄζει, δηλώσει σαφέστερον ὁ ποιητὴς ἐν τοῖς ἑξῆς. Τὸ δὲ κρίνασθαι καὶ τὸ κρινάμενος, Ἀττικώτερα. εὕρηται δὲ πολλαχοῦ καὶ ἐνεργητικῶς. ὅθεν καὶ τὸ ἐπικρίνειν. καὶ τὸ, κρίνʼ ἄνδρας. καὶ, κρίνας τʼ ἀνὰ δῆμον ἀρίστους. Ὀλοφώϊα δὲ κυρίως, τὰ ὀλεθρευτικὰ φωτῶν ἤτοι ἀνδρῶν. ἢ ἅπερ ὄλλυσιν ἐν τῷ φανῆναι. νῦν δὲ ἄλλως, ἀντὶ τοῦ, δεινὰ καὶ ἐκφοβητικά. ἦ γὰρ, οὐκ ἂν ἐξεφόβει ὁ Πρωτεὺς ὅτε πῦρ καὶ λέοντα ἐφάνταζε καὶ δράκοντα καὶ ἕτερά τινα φοβερά. Τὸ δὲ ἔπεισιν, ἐνεστώς ἐστιν ἀντὶ μέλλοντος τοῦ ἐπελεύσεται. οὕτω γὰρ ἀπαιτεῖ ἡ σύμφρασις τοῦ, ἀριθμήσει. Ἀριθμεῖ δὲ τὰς φώκας ὁ Πρωτεὺς, ὡς ἴσως καὶ τοῦτο συντελοῦν αὐτῷ. ἢ καὶ πρὸς πιθανότητα τοῦ νομεὺς ὣς πώεσι μήλων. μετρεῖ γὰρ καὶ ὁ νομεὺς τὰ ὑπʼ αὐτόν. Πεμπάζειν δὲ ὡς καὶ ἐν Ἰλιάδι ἐδηλώθη, τὸ κατὰ πέμπε ἤγουν πέντε ἀριθμεῖν. Αἰολικὴ δὲ λέξις τὸ πέμπε. ὅθεν καὶ πεμπάδαρχον οἱ παλαιοὶ καὶ πεμπάδα φασίν. ὅτι δὲ ταυτὸν πεμπάζειν καὶ ἀριθμεῖν, δηλοῖ καὶ ὁ ποιητὴς εἰπὼν, ἀριθμήσει εἶτα ἐπαγαγὼν τὸ πεμπάσεται. Τὸ δὲ νομεὺς ὣς πώεσι μήλων, παραβολὴ σύντομος. ἐπεὶ οὐκ ἐχρῆν ἐνταῦθα, παραβολικῶς ἐμπλατύνασθαι παὶ συγχέαι σπουδαῖον διήγημα. Ὅτι δὲ ἀπὸ τοῦ πῶ τὸ κτῶμαι τὸ πῶϋ, ἐξ οὗ καὶ πηὸς ὁ ἐξ ἀγχιστείας ἐπίκτητος συγγενής. καὶ παμπήδην ἐπίῤῥημα. καὶ παμπησία ἡ παγκτησία, δῆλον ἐστιν ἐκ τῶν παλαιῶν καὶ αὐτό. Ἰστέον δὲ καὶ ὡς ἡ Ὁμηρικὴ αὕτη παραβολὴ, ἀφορμὴ γέγονε τῶν τινῶν μεθʼ Ὅμηρον ποιητῶν, βοτὰ πόντου ὅ ἐστι βοσκήματα τὰ κήτη εἰπεῖν. Τὸ δὲ μελέτω ὑμῖν κάρτος τε βίη τε καὶ ἑξῆς ἕως τοῦ πειρήσεται, προτρεπτικὸν εἰς ἐπιμονὴν κατασχέσεως βιαίου τινὸς ἀνδρός. ἢ καὶ εἰς πειθὼ σκληρυνομένου ἢ καὶ ἀκκιζομένου τινός. Ὅρα δὲ τὸ πειρήσεται, δηλοῦν ὡς οὐ διὰ κακίαν ἀλλὰ πεῖραν ὁ Πρωτεὺς μετεβάλλετο. Ἑρπετὰ δὲ, ἀπὸ μέρους τὰ ζῶα δηλοῖ. ἐν γὰρ τοῖς ἐφεξῆς εἰς πολλὰ μορφούμενος ὁ Πρωτεὺς, ἑνὶ μόνῳ τῶν ἑρπετῶν εἰκάσθη, δράκοντι. μεταβληθεὶς ἄλλως ἐκεῖ καὶ εἰς λέοντα καὶ εἰς πάρδαλιν καὶ εἰς μέγαν σῦν. Ὅρα δὲ τὰ ἑρπετὰ ὡς καὶ τὰ ἑρπηστικὰ, οὐκ ἀπὸ τοῦ ἕρπω βαρυτόνου παρηγμένα οὗ παράγωγον τὸ ἑρπετὸν κατὰ Ἀριστοτέλην, ἀλλʼ ἀπὸ περισπωμένου ἀῤῥήτου τοῦ ἑρπῶ. ἵνα ᾖ ὡς τελῶ τελέσω τελεστὸν, οὕτως ἑρπῶ ἑρπέσω ἑρπεστόν. καὶ ἐκδρομῇ τοῦ σίγμα ἑρπετόν. καὶ αὖ πάλιν ὡς ποιῶ ποιήσω ποιητικὸν, οὕτω καὶ ἑρπῶ ἑρπήσω ἑρπητικόν. καὶ ἐπενθέσει τοῦ σίγμα, ἑρπηστικόν. ὡς δὲ μυρία τῶν ῥημάτων πολυφοροῦνται ταῖς κλίσεσι, πολλαχοῦ δεδήλωται σαφῶς. ἐτυμολογία δὲ τοῦ ἕρπειν οὗ παράγωγον τὸ ἑρπύζειν, τὸ κατὰ τὴν ἔραν σπᾶσθαι. Θεσπιδαὲς δὲ πῦρ, τὸ κατὰ φαντασίαν τοιοῦτον. καὶ νῦν μὲν, ὁ ποιητὴς ἀπεστένωσε τὰ ὡς ἔφη ὀλοφώϊα τοῦ Πρωτέως. προϊὼν δὲ καὶ διαπεταννὺς τὸ νόημα καὶ τοῖς μερικοῖς διασαφῶν, λέγει ὡς πρώτιστα λέων ἐγένετο. εἶτα δράκων. καὶ πάρδαλις. καὶ σῦς. καὶ ὕδωρ. καὶ δένδρον. φαντασιωδῶς πάντως καὶ ταῦτα. οὐ γὰρ ἄλλως οὕτω πολυμετάβλητος ἦν ὁ Πρωτεύς. Ἔνθα καὶ σημείωσαι σιγηθὲν τὸ ἐνταῦθα ῥηθὲν θεσπιδαὲς πῦρ. καὶ ὡς πληθυντικῶς ἑρπετὰ ἐνταῦθα εἰπὼν, ἓν ἐκεῖ μόνον ἐκφωνεῖ τὸν δράκοντα. Ὅρα δὲ καινοτροπίας μυθικὰς διʼ ὧν οὐ μόνον κεφαλαῖς καὶ ὄμμασι καὶ χερσὶ πληθύονται τυφῶνές τινες καὶ ὕδραι καὶ Ἄργοι καὶ Ἑκατόγχειρες ἤδη δέ που καὶ αὐτὸς Ἑρμῆς, ἀλλὰ καὶ μεταπτώσεσι ταῖς ἀπʼ ἄλλων εἰς ἄλλα σώματα. ὁποῖα παρὰ μὲν τοῖς ὕστερον ἡ πολύμορφος Ἔμπουσα ἧς μέμνηται καὶ ὁ κωμικός. παρὰ δὲ τοῖς παλαιωτέροις, ὁ τεράστιος Πρωτεύς. Ὅτι δὲ καθάπερ οὗτος ἔχει τινὰς θεραπείας διʼ ὧν ἀνακύπτει ἀληθείας ἔμφασις, οὕτω καὶ τοῖς ἀνωτέρω ῥηθεῖσι πλεονασμοῖς τῶν μελῶν καὶ μερῶν ὕπεστι λόγος τις ἀληθευτικὸς, μετʼ ὀλίγα κατʼ ἐπιτομὴν ῥηθήσεται. νῦν δὲ πρὸς ἀμυδρὰν ἔμφασιν, μνηστέον τοιοῦδέ τινος ἀνδρὸς, τοῦ φάγου δηλαδὴ Ἄγιδος. περὶ οὗ ἐῤῥέθη τὸ, ἑφθὸς ὁ κάλλιχθυς. νῦν ἔμβαλε τὴν βαλανάγραν, ἔλθῃ μὴ Πρωτεὺς Ἄγις ὁ τῶν λοπάδων. γίνεθʼ ὕδωρ καὶ πῦρ καὶ ὃ βούλεται. Ἰστέον δὲ καὶ ὅτι τὰ κατὰ τὸν πολυειδῆ τοῦτον Πρωτέα, οἱ μὲν, ἀνάγουσι πρὸς ἀρχεγονίαν ἀλληγορίας, σοφὴν μὲν, ἀσυμβίβαστον δʼ ἄλλως πρὸς τὴν ἀνὰ χεῖρας ὑπόθεσιν. φάμενοι, Πρωτέα τὴν πρωτόγονον εἶναι ὕλην, τὴν τῶν εἰδῶν δεχάδα. τὴν ἐνεργείᾳ μὲν οὖσαν μηδὲν τῶν εἰδῶν. δυνάμει δὲ, τὰ πάντα. στοιχεῖα δὲ δηλαδὴ ἃ διὰ τοῦ πυρὸς αἰνίττεται καὶ διὰ τοῦ ὕδατος καὶ διὰ τοῦ γεωχαροῦς δράκοντος καὶ διὰ τοῦ ἀεροδρόμου ὑψιπετήλου δένδρου. καὶ οὐ στοιχεῖα μόνον, ἀλλὰ καὶ ζῷα. καὶ ἕτερα τὰ κατὰ κόσμον. ὃν δὴ Πρωτέα, καλῶς λέγεται ἡ Εἰδοθέα ἐκφαίνειν διὰ τῆς ἐκ τοῦ δυνάμει εἰς ἐνέργειαν προαγωγῆς. ἤγουν ἡ κίνησις ἡ εἰς εἶδος θέειν αὐτὸν καὶ κινεῖσθαι μηχανωμένη. ἕτεροι δὲ φασὶ τὸν ποιητὴν συμβολικῶς παραδηλοῦν διὰ τοῦ κατὰ τὸν Πρωτέα μύθου, τὰ κατὰ τὴν ἀληθῆ φιλίαν. ἥτις οὐκ αὐτόθεν θηρατέα παρά γε τοῖς ἐχέφροσιν, ἀλλὰ μετὰ πεῖραν λίαν πάνυ συχνήν. ὁ γάρ τοι θεώμενός τινα προσφερόμενον αὐτῷ κατὰ φιλίας πρόφασιν, οὐ ῥᾳδίως καὶ ἀπραγμόνως ἐκεῖνον προσήσεται. ὁποῖόν τι ὁ Μενέλαος ποιήσας εἰς Ἀλέξανδρον, ἔπαθε τὰ ἱστορούμενα. τὴν γὰρ ἀδοκίμαστον φιλίαν καὶ ἀδιαφόρως καὶ εἰκῇ πρὸς οὓς ἂν καὶ τύχῃ γινομένην, ἄλλοι τὲ καὶ ὁ Πλάτων πόῤῥω που τῶν τῆς ἀληθοῦς φιλίας ὅρων βάλλουσιν. ὃς καί ποτε καταλύσας παρά τινι ξένῳ καὶ χαριέντως ἐπιξενωθεὶς καὶ τὸν ἄνδρα τῆς φιλοφροσύνης ἀποδεξάμενος, εἶτα καὶ ἄλλους ἐπʼ ἄλλοις ἰδὼν ἥκοντας καὶ ἀνεξετάστως καὶ αὐτοὺς φιλουμένους, διέδρα τὸν ξένον. καὶ τοὺς ἄλλους ἔσω μένειν ἀφεὶς, αὐτὸς τὴν ἀπείραστον ξενίαν διέφυγεν. οὕτω καὶ ἐν Ἰλιάδι περί τινος εἰπὼν ὁ ποιητὴς ὡς πάντας φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων, ἐπάγει, ὡς οὐδὲν αὐτῷ ἤρκεσε τοῦτο εἰς ὄλεθρον. ὡς μὴ ὂν ἀγαθὸν, οὕτω πάντας καὶ τοὺς τυχόντας φιλοφρονεῖσθαι. δοκιμάσει τοίνυν ὁ ἐχέφρων τὸν προσιόντα, μή ποτε κόλαξ εἴη. μὴ ἄρα ἐχθρός. μὴ κερδαλέος. μὴ ἐπὶ καταγέλωτι. πειράσεται δὲ πῶς; καὶ ὕδωρ δηλαδὴ γινόμενος ὅ ἐστι, σπεύδοντι ποδὶ καὶ ὡς ὁ ποιητὴς φησὶ διερῷ, διολισθαίνων τῷ δοκεῖν, τὴν μετʼ αὐτοῦ φιλίαν. καὶ εἰς πῦρ δὲ μεταπίπτων, ὅ ἐστι θυμικῶς προσφέρεσθαι προσποιούμενος. καὶ εἰς δράκοντα ἑλιττόμενος, τῷ τῶν κατὰ ψυχὴν κινημάτων ὑγρῷ καὶ πολυελίκτῳ. καί που καὶ θηριωδίαν τῷ δῆθεν ἀπροσίτῳ τοῦ ἤθους ἐπεγκαλούμενος. καὶ ὅλως, παντοῖος εἰς πεῖραν προφαινόμενος τῷ τὴν αὐτοῦ θηρωμένῳ φιλίαν. κἀπειδὰν ἐκεῖνον ἴδοι δραττόμενον αὐτοῦ ἐγκρατῶς, καὶ ἐχόμενον ἀστεμφῶς τετληότι θυμῷ, καὶ προσμένοντα, καὶ πιέζοντα, καὶ τὴν φιλίαν αὐτοῦ προκαλούμενον, τότε δὴ καὶ αὐτὸς ἡδέως ἐκεῖνον προσήσεται. καὶ μετὰ μακρὰν πεῖραν, ὁμιλήσει αὐτῷ ἱλαρῶς πρὸς ὀρθότητα. τοιοῦτος ὢν οἷος ἦν πρὸ τῆς πείρας κατά γε τὸ ἀποίκιλον. διὸ καὶ ὁ ποιητὴς φησί. πάντα δὲ γινόμενος, πειρήσεται, καὶ τὰ ἑξῆς. ὡς δέον ὂν, πείρᾳ τὴν φιλίαν ποιεῖσθαι. καὶ οὕτω μὲν καὶ οὗτοι. τινὲς δὲ, τῆς τῶν θαυματοποιῶν τέχνης καὶ τὸν εἰρημένον Πρωτέα ἔθεντο. καθʼ ἣν ἐθαυμάζετο καὶ Κρατισθένης ὁ Φλιάσιος. ὃς πῦρ τέ φασιν αὐτόματον ἀνέφαινε. καὶ ἄλλα ἐτεχνᾶτο φάσματα διʼ ὧν ἀνθρώπων ἐξίστα διάνοιαν. ἦν δὲ τοιοῦτος, καί τις Ξενοφῶν. καὶ Σκύμνος ὁ Ταραντῖνος. καὶ Φιλιππίδης ὁ Συρακούσιος. καὶ ὁ ἐκ Μιτυλήνης Ἡράκλειτος. καὶ Νυμφόδωρος ὁ πρῶτος Ῥηγίνους εἰς δειλίαν σκώψας. ἄλλοι δὲ, πρὸς τῇ λοιπῇ σοφίᾳ, καὶ ὀρχηστὴν τὸν Αἰγύπτιον τοῦτον Πρωτέα παρέδοσαν, εὐλύγιστόν τινα. καὶ πολυσχημάτιστον. καὶ ὑγρὸν τὴν κίνησιν. καὶ κοῦφον καὶ ἁλτικόν. διὸ καὶ ἡ ποίησις, τὴν εἰς διάφορα σώματα μεταβολὴν αὐτοῦ ἐπλάσατο. καὶ ὅμοιά τινα ἔφη ταῖς ποιαῖς ἐκείνου κινήσεσιν. Ὅτι δὲ καὶ εὐγενεῖς ὀρχηστικαὶ ἦσαν παρὰ τοῖς παλαιοῖς, δηλοῦσιν οἱ ἱστορικοί. καὶ εἴρηταί τι καὶ ἐν Ἰλιάδι περὶ τοιαύτης ὀρχήσεως. ῥητέον δʼ ἐνταῦθα οὐ παρέργως, καὶ ὡς οἱ φθάσαντες πολυτρόποις ἤδη δὲ καὶ κακοήθεσι πολυειδῶς ἀνθρώποις προσαρμόσαι τὸ τοῦ Πρωτέως ὄνομα, τοιούτῳ εἴκασαν καὶ τοὺς κόλακας καὶ δηλοῖ γράψας Ἀθήναιος, ὅτι κατʼ ἀλήθειαν ὁ κόλαξ ἔοικεν εἶναι τῷ Πρωτεῖ ὁ αὐτός. γίνεται οὖν παντοδαπὸς οὐ μόνον κατὰ τὴν μορφὴν, ἀλλὰ καὶ κατὰ τοὺς λόγους, οὕτω ποικιλόφωνός ἐστι. Τὸ δὲ ἡμεῖς δʼ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν, καὶ ἐπὶ ἁπλῶς ἀντοχῆς τινος οἰκεῖον εἰπεῖν. Τὸ δὲ λῦσαι γέροντα, ἐπὶ ἀφέσεως ἐῤῥέθη, οὐ γὰρ προϋπόκειταί τις δεσμός. Ὅτι πορφύρειν, τὸ βαθέως διαλογίζεσθαι. ἢ κυμαίνεσθαι διαλογισμοῖς, ὡς ἀπὸ θαλάσσης. ἐφʼ ἧς καὶ τὸ πορφύρειν, καὶ τὸ ἰοδνεφὲς καὶ τὸ μέλαν καὶ τὰ τοιαῦτα, λέγονται. τὸ δʼ αὐτὸ, καὶ καλχαίνειν. ἀπὸ τῆς κάλχης ὃ πορφύραν δηλοῖ. φησὶ γοῦν καὶ νῦν καὶ μετʼ ὀλίγα, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι. τουτέστι διενοεῖτο. ἐταράττετο. οὐκ ἀεὶ δὲ βαθὺν ταραγμὸν τὸ πορφύρειν σημαίνει, ἀλλά ποτε καὶ ἠρεμαῖον, ὡς δηλοῖ τὸ, εὔδια πορφύροντα. Ὅτι ναυτικῆς εὐτελοῦς διαίτης τὸ, ἐπεὶ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν δόρπον θʼ ὁπλισάμεσθα ἐπί τʼ ἤλυθεν ἀμβροσίη νὺξ, δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. Καὶ ὅρα ὡς διασαφεῖται κἀνταῦθα ὁ δόρπος ἐν τῷ, ἐπῆλθεν ἀμβροσία νύξ. τὸ γὰρ τηνικαῦτα ἔμβρωμα, δόρπος λέγεται. Ὅτι τρεῖς ἑταίρους κατὰ τὸν τῆς Εἰδοθέας λόγον εἰς τὸν τοῦ Πρωτέως λόχον Μενέλαος ἑταιρισάμενος, ἦγεν. οἷς μάλιστα πεποίθει πᾶσαν ἐπʼ ἠθύν. ὅ ἐστιν ἐπὶ πᾶσαν ὁρμὴν πράξεως, Καὶ ὅρα οἵους εἶναι χρὴ τοὺς εἰς λόχον ἐπικρινομένους. Ὅτι νεόδαρτα τέσσαρα φωκάων ἐκ πόντου δέρματα Εἰδοθέη ἐνεγκοῦσα, καὶ εὐνὰς ἐν ψαμάθοισι διαγλάψασα, ἧστο μένουσα τοὺς περὶ τὸν Μενέλαον. ἐλθόντας δὲ, ἑξείης εὔνησε, βάλεν δʼ ἐπὶ δέρμα ἑκάστῳ. ἔνθά κεν αἰνότατος λόχος ἔπλετον, τεῖρε γὰρ αἰνῶς φωκάων ἁλιτρεφέων ὀλοώτατος ὀδμή. τίς γὰρ ἂν εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη; ἢ πάντως οὐδεὶς δηλαδή. ἀλλʼ αὐτὴ ἐσάωσε καὶ ἐφράσσατο μέγʼ ὄνειαρ. ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα, ἡδὺ μάλα πνείουσαν. ὤλεσσε δὲ κήτεος ὀδμήν. εἴη δὲ ἂν ἀμβροσία ἐνταῦθα, ἡ ἀγαθὴ ἐλπίς. τὸ διὰ τοῦ τοιούτου λόχου ἐλπίζειν εἰς τὴν πατρίδα ἐπανελθεῖν. μυθικῶς δέ γε, νῦν οὐ θρεπτικὸν ἀλλʼ εὐῶδές τι ἡ τοιαύτη ἀμβροσία. Ὅρα δὲ καὶ ἐνταῦθα σχῆμα τὸ κατὰ τὸ σιωπώμενον. ὡς μὲν γὰρ νεόδαρτα ἦσαν τὰ δέρματα, λέγει. τίς δὲ αὐτὰ ἐξέδειρεν, οὐ λέγει. Σημείωσαι δὲ καὶ ὅτι νῦν μὲν, φωκάων δέρματα ἔφη ἐντελῶς. μετʼ ὀλίγα δὲ, φώκας αὐτὰ εἶπεν ἐν τῷ, φωκάων ὀλοώτατος ὀδμή. τῷ τοῦ ὅλου ὀνόματι τὸ μέρος καλέσας. ὡς καὶ ὅτε ἐλέφαντος λέγει ὀστοῦν, καὶ βοῦν δὲ, τὴν βύρσαν. Εὐνὰς δὲ, τὸν τόπον φησὶν ἔνθα ἔστιν εὐνασθῆναι. Γλάφειν δὲ ὅτι τὸ κοιλαίνειν δηλοῖ καὶ ὡς λειότερόν ἐστι τοῦ γράφειν κατὰ τὴν ἐκφώνησιν, ἐδηλώθη καὶ ἀλλαχοῦ. καὶ ὅτι ἐπὶ λογικῆς τινος γραφῆς ἔστιν ὅτε τίθεται, ὡς δηλοῖ παρὰ Παυσανίᾳ τὸ, τὸν ἄνδρʼ ἀπωσάμην τε κʼ ἀπεγλαψάμην. οἱονεὶ, ἀπέξεσα καὶ ἀπήλειψα ὡς ἀπὸ βιβλίου. δῆλον δὲ καὶ ὅτι ἀπὸ τοῦ τοιούτου ῥήματος γίνεται τὸ γλαφυρὸν σπήλαιον. καὶ τὸ, γλάφυ πετρῆεν. ἤδη δὲ καὶ αὐτὸ τὸ γλύφειν. μᾶλλον μὲν οὖν, ὥσπερ προϋπόκειται τὸ γρῶ τοῦ παραγώγου γράφω, οὕτω καὶ τὸ γλῶ, τοῦ γλάφω τε καὶ τοῦ γλύφω. ἔστι δὲ ὁμοιότητα τῆς τοῦ γράφω καὶ γλάφω, τοῦ μὲν τραχυφωνίας, τοῦ δὲ λειότητος, εὑρεῖν καὶ ἐν τῷ κρώζειν καὶ κλώζειν. τραχύτερον γὰρ ὁ κρωγμὸς τοῦ κλωγμοῦ. ὧν, κρωγμὸς μέν ἐστιν, ὁ τῆς κορώνης ἦχος. κλωγμὸς δὲ κατὰ τοὺς παλαιοὺς, ὁ ἐν θεάτρῳ διὰ στόματος πρὸς τὸν οὐρανίσκον ἀποτελουμενός φασι ψόφος. ᾧ πρὸς τὰς ἐκβολὰς ἐχρῶντο τῶν ποιητῶν. καὶ κλώζειν, τὸ οὕτω ἐκβάλλειν ἐκ τῶν θεάτρων. καὶ ἔστιν ἕτερον συριγμοῦ ὁ κλωγμὸς, ὡς δηλοῖ καὶ τὸ περικλώζεσθαι καὶ περισυρίττεσθαι. τὸ μέντοι ἐρηρέδαται καὶ ἐληλέδαται, ἑτεροῖον μέν τι φανήσεται ἐν τοῖς ἑξῆς. λειότερον δὲ ὅμως καὶ ἐκεῖ τὸ ἐληλέδαται. Τὸ δὲ ἧστο μένουσα, εὐεργετικὸν ἦθος ὑπογράφει. οὐ γὰρ οἱ περὶ Μενέλαον, προλαβόντες ἀνέμενον. ἀλλʼ ἡ Εἰδοθέα, ἐκείνους. ἡ καὶ τὰς εὐνὰς φθάσασα διαγλάψαι. Τὸ δὲ ἔνθα αἰνότατος λόχος, ἀντὶ τοῦ, ἐνταῦθα περὶ τὴν τῶν δερμάτων ἐπιβολήν. τὰ γὰρ ἄλλα ἡδὺς ὢν, τοῦτό γε αἰνότατος ἦν διὰ τὴν ὀλοώτατον καὶ πικρὸν ὀδμήν. Ὅρα δὲ ὅτι διγενὲς καὶ τὸ ὀλοώτατος. οὐ γὰρ μόνον κοινότερον ἀρσενικὸν, ἀλλὰ καὶ θηλυκὸν ἰδοὺ Ἀττικῶς. ὡς δὲ πολλὰ καὶ ἄλλα τοιαῦτα, πολλαχοῦ παρεσημάνθη. ὧν καὶ τὸ, ἡ πηλὸς κατὰ τὸν γραμματικὸν Διόδωρον. καὶ τὸ, ἡ λιμός. καὶ τὸ, ἡ σκώληξ. καὶ τὸ, ἡ μαργαρίτις λίθος. καὶ τὸ, ἡ χοῦς παρὰ Στράβωνι καὶ ἑτέροις. Τὸν δὲ λόχον, καὶ δόλον προέφη ἐν τῷ, δόλον δʼ ἐπεμήδετο πατρὶ ἐπαινετὸν δηλαδή. Τῆς δὲ κατὰ Δωριεῖς ὀδμῆς, προϋπάρχει τὸ ὄζειν. ἐξ οὗ κατὰ παλαιὰν μὲν ἐκφώνησιν, ὀζμὴ διὰ τοῦ ζ. κατὰ δὲ ὑστερογενῆ προφορὰν, ὀσμὴ διὰ τοῦ σ. τούτων δὲ, τῆς μὲν ὀδμῆς, οὐδέν τι πρόεισιν εἰς παραγωγήν. τῆς δὲ ὀσμῆς, παράγωγόν ἐστι τὸ ὀσμηρόν. Νίκανδρος. σισύμβριον ὀσμηρόν. καινότερον δὲ τούτου τὸ, ὕδωρ νοσηρόν. ἐκεῖνο γὰρ, ἀναλογεῖ τῷ, ζωὴ ζωηρόν. Τὸ δὲ εἰναλίῳ κήτεϊ, περιφραστικῶς φώκην δηλοῖ, οὐ μὴν τὸ ἁπλῶς κῆτος. Τὸ δὲ ὤλεσε κήτεος ὀδμὴν, ἀντὶ τοῦ ἠλλοίωσεν ἢ ὀλίγωσεν. οὐ γὰρ ἦν αὐτὴν ἄλλως ἀπολωλέναι τέλεον. Ὅτι ἐν τῷ, πᾶσαν ἠοίην μένομεν τετληότι θυμῷ, ἠοίαν λέγει, τὴν ἀπὸ πρωΐας ἕως ἕκτης ὥρας ἡμέραν. ὁμοίως τῷ ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ. ταυτὰ γὰρ ἐκεῖ τὸ ἠὼς καὶ ἐνταῦθα τὸ ἠοίη. πλὴν ὅσον ἐκεῖνο μὲν, πρωτότυπον καὶ ἀνελλιπές. τοῦτο δὲ, παράγωγον καὶ κατʼ ἔλλειψιν νοούμενον. ἀπὸ γὰρ τοῦ ἠὼς ἠόος, γίνεται ἠοῖος ὁ πρωϊνός. ὡς τὸ, πρωΐ δʼ ὑπʼ ἠοῖοι. ἔτι δὲ καὶ ὁ ἀνατολικός. ὡς τὸ, οἴχονται πρὸς τοὺς ἠοίους τῶν λιβύων. καὶ ἠὲ, πρὸς ἠοίων ἢ ἐσπερίων ἀνθρώπων. ἐκ δὲ τοῦ ἠοῖος, ἠοίη ἐλλειπτικῶς, ἡ τῆς ῥηθείσης ἠοῦς κατάστασις ἢ αὔξησις ἤτι τοιοῦτον. Ὅτι κατὰ τὸν Πρωτέα οὕτω φράζει. ἔνδιος δʼ ὁ γέρων ἦλθʼ ἐξ ἁλός. εὗρε δὲ φώκας ζατρεφέας. πάσας δʼ ἂρ ἐπῴχετο λέκτο δʼ ἀριθμόν. ἐν δʼ ἡμέας πρώτους λέγε κήτεσσιν. οὐδέ τι θυμῷ ὠΐσθη δόλον εἶναι. ἔπειτα δὲ λέκτο καὶ αὐτός. ἡμεῖς δʼ ἰάχοντες ἐπεσσύμεθα, διὰ τὸ φοβερώτερον, ἀμφὶ δὲ χεῖρας βάλλομεν. οὐδʼ ὁ γέρων δολίης ἐπελήθετο τέχνης. ἀλλʼ ἤτοι πρώτιστα, λέων γένετʼ ἠϋγένειος. αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς. γίνετο δʼ ὑγρὸν ὕδωρ, καὶ δένδρεον ὑψιπέτηλον. περὶ ὧν προεῤῥέθη τὸ κατὰ τόπον ἀρκοῦν. Ἐνταῦθα δὲ, προσθετέον εἰπεῖν, ὅτι καθάπερ ἐκεῖ τὸ τοῦ μύθου καχεκτοῦν εὗρέ τι θεράπευμα, οὕτω καὶ τὰ ἐκεῖσε παραπεπηγότα τέρατα τὸ πολυκέφαλον τὸ μυριόφθαλμον καὶ τὸ τῶν ἑκατογχείρων, ἔχουσι καὶ αὐτὰ τοὺς θεραπεύοντας. ὁποῖοί τινες, ὁ Παλαίφατος. ὁ Ἡράκλειτος οὐχὶ ὁ σκοτεινὸς ἀλλʼ ἕτερός τις ὁ τοῖς ἀπίστοις προθέμενος ἐμφῆναι πίστιν. ὁ Χάραξ. καὶ ἄλλοι, καὶ οἱ μὲν πολλοῖς ὀφθαλμοῖς βλέπον τοῖς διὰ παντὸς δηλαδὴ σώματος, ὀξυωπίᾳ σεμνύνεται. καὶ περιέργου δὲ ὄψεως ἁλίσκεται. ὁ δὲ χερσὶ πολλαῖς πεπλουτισμένος, εἰς πολυδύναμον ἢ καὶ ἄλλως πρακτικώτατον ὑπενοήθη καθὰ καὶ ἡ Ἰλιὰς ἔδειξεν. ἡ δὲ τῶν πολυκεφάλων θεραπεία, πλατεῖαν τὲ φιλαρχίαν ὑποβάλλει νοεῖν, καὶ τὸ ἐν σκέμμασι πολύβουλον. καὶ τὸ ποικίλον ἐν μηχαναῖς. καὶ μάλιστά φασι ταῖς κακοποιοῖς. φαντάζει δέ που, καὶ κόλακας ἐπιτρίπτους. οἳ ὅσα καί τινες κεφαλαί φασιν ἀρχικαὶ, τοῖς αὐτῶν ἡττωμένοις ἐπίκεινται. τοιοῦτον γάρ τι ὡς εἰκὸς, ὁ τυφὼς καὶ ἡ ὕδρα. καθὰ τὰ ἐς πολυμορφίαν, εἰς ὅμοιον ἥκουσι Πρωτεύς τε καὶ Ἔμπουσα. Ἑρμῆς δὲ τρικέφαλος, ἄλλως τὸ τριττὸν τοῦ φιλοσόφου λόγου αἰνίττεται. δοκοῦσι δὲ πολυκέφαλοι, καὶ οἱ μεθύοντες καὶ οἷον πολλὰ βλέποντες τῇ συγχήσει τῆς ὁράσεως. ἔμπορος γοῦν τις μέθυσος παρὰ Μενάνδρῳ παίζει κατὰ τὴν ἱστορίαν τοῦ Ναυκρατίστου σοφοῦ, οὕτως. ὅλην ἐπίνομεν τὴν νύκτα. καὶ σφόδρα ἄκρατόν μοι δοκῶ. ἀνίσταμαι γοῦν τέσσαρας κεφαλὰς ἔχων. ὅτι δὲ τὰς ὄψεις ὁ οἶνος πλανᾷ ὥς φησι Τίμων, δειχθήσεταί που ἐν τοῖς ἑξῆς. καὶ οὕτω μὲν καὶ ταῦτα. Ὅμηρος δὲ τὴν τοῦ Πρωτέως δολίαν τέχνην διʼ ὀλίγων φράσας, εἶτα ἐπάγει καὶ ὡς ἐπεὶ ἀστεμφέως εἶχον αὐτοὶ καὶ ὁ γέρων ἀνίαζε, καὶ τότε δὴ γνοὺς μαντικῶς τὸν λοχήσαντα, ἀνείρετο. τίς δή τοι Ἀτρέος υἱὲ θεῶν συμφράσατό φησι βουλὰς, ὄφρά μʼ ἕλοις ἀέκοντα λοχησάμενος; ὅπερ δύναται παρῳδῆσαι εἰς ἑαυτὸν, ὁ πρός τινος ἐπιβουλευθείς. Καὶ ὅρα τὸ, τίς συμφράσατο, οὐ διʼ ἄγνοιαν ἐρωτηθέν. οὐ γὰρ εἰκὸς ἀγνοεῖν τὸν μαντικώτατον Πρωτέα τίς ὁ συμφρασάμενος τὸν ἐπʼ αὐτῷ λόχον, ἀλλʼ ἁπλῶς οὕτω κατὰ θάμβος ῥηθέν. εἰ δὲ καὶ μὴ προέγνω ἐλλοχώμενος, καινὸν οὐδὲν εἶναι δοκεῖ, οὐ γὰρ προεσκέψατό φασιν. οὐκ ἂν οὖν εἴη μὴ εἰδὼς ὁ προειπὼν υἱὸν Ἀτρέος τὸν λοχήσαντα Μενέλαον ὃν οὔπω εἶδε. διὸ καὶ ὁ Μενέλαος φησίν. οἶσθα γέρον. οὕτω καὶ ἡ Θέτις ἐν Ἰλιάδι γινώσκουσα, ὅμως ἐρωτᾷ τὸν υἱὸν Ἀχιλλέα. καὶ αὐτὸς, οἶσθα φησί. Τὸ δὲ ἔνδιος, δηλοῖ μὲν τὸν μεσημβρινὸν, ἤτοι τὸν ἐλθόντα περὶ μεσημβρίαν, ὥραν ταύτην θερμὴν, ὅτέ ἐστιν ἰδίειν ὅ ἐστιν, ἱδροῦν ἡλίου καίοντος, ἵνα εἴη ἔνδιος, ὁ οἱονεὶ ἐνίδιος. ὅθεν καὶ ἴδος φασὶ τὸ θερινὸν κατάστημα. οἷον, ἴδει ἐν αἰνοτάτῳ. καὶ καῦμα ἰδάλιμον. ὅτι δὲ ἔνδιος ὁ μεσημβρινὸς, ἐδήλωσεν αὐτὸς Ὅμηρος. προειπὼν, ὅτι ἦμος ὁ Ἥλιος μέσον οὐρανὸν ἀμφιβαίνει, τότε ἁλὸς εἶσιν ὁ γέρων. εἶσι δὲ ἀμφὶ μέσον οὐρανὸν Ἥλιος, περὶ μεσημβρίαν. ὅτι δὲ ἔνδιον οὐδετέρως λέγεται καὶ ἡ διατριβὴ, δηλοῖ Ὀππιανὸς, ἔνδια πέτρης εἰπὼν τὰς διατριβάς. οὐκ ἂν δὲ ἀπᾴδοι, ἔνδιον ἑρμηνεῦσαι καὶ τὸν ὡς εἰπεῖν ἐναέριον. ἵνα ἦ ὁ Πρωτεὺς, ἐνάλιος μὲν, τὰ πρῴην. ἔνδιος δὲ, τὰ περὶ μεσημβρίαν, ὡς τηνικαῦτα ἐνδιὸς ἤτοι ἀέρος ἐλθὸν, Ἀττικῶς φάναι. διὸ καὶ ἔνδια οὐχʼ ἁπλῶς αἱ ὅπου δήποτε διατριβαὶ, ἀλλʼ αἱ πρὸς γῆν καὶ τὸν κατʼ αὐτὴν ἀέρα. ἔνθα μυθικῶς ἡ ἀρχὴ κεκλήρωται τῷ Διΐ. ὥστε, ἀντιθετικῶς ἔχει πρὸς ἄλληλα τὸ ἐξ ἁλὸς καὶ τὸ ἔνδιος. ἵνα λέγῃ ὅτι ἐξ ἁλίου εἴτουν ἐναλίου, ἔνδιος γέγονεν. ἀναλογεῖ οὖν τὸ ἔνδιος, πρὸς τὸ εὔδιος εἴτουν εὐαέριος. οὗ θηλικὸν εὐδία ὅ ἐστιν εὐαερία. ἐν τούτοις δὲ, φασὶν οἱ παλαιοὶ καὶ ὅτι δεῖ τὸν σοφὸν τεταγμένῃ διαίτῃ χρᾶσθαι καὶ μὴ ἄλλοτε ἄλλῃ. ὡς καὶ Πρωτεὺς ποιεῖ φασὶν εἰς τὸν αὐτὸν τόπον ἰὼν καὶ φώκας μετρῶν συνήθω καὶ συναναπίπτων. Ὅρα δὲ ὅτι τὸ λέκτο δὶς ἐνταῦθα κείμενον, διττὴν ἑρμηνείαν ἔχει. τὸ μὲν γὰρ λέκτο δʼ ἀριθμὸν, ἀντὶ τοῦ ἠρίθμησε. τὸ δὲ λέκτο καὶ αὐτὸς ἀντὶ τοῦ εὐνάσθη ὡς εἰς ὕπνον. Τὸ δὲ ἡμεῖς δʼ ἰάχοντες ἐπεσσύμεθα ἕως τοῦ, ἐπελύθετο τέχνης, οἰκεῖον ῥηθῆναι ἐπὶ γέροντος ἀτρέστου ἐν τοῖς δεινοῖς. Τὸ δὲ ἠϋγένειος, οὐ πρός τι φοβερὸν ἀλλʼ ὡς λέοντος ἁπλῶς ἴδιον ἐκπεφώνηται. καθὰ καὶ τὸ, φώκας ζατρεφέας, αἷς πολλὴ πιμελή. Τὸ δέ γε μέγας σῦς, καὶ τὸ δένδρεον ὑψιπέτηλον, διὰ πιθανότητα ἐῤῥέθη. ἵνα μὴ πρὸς μικρά τινα εἰκάζῃ ἑαυτὸν ὁ θέλων ἐκφοβεῖν. Τὸ δὲ ὑγρὸν ὕδωρ, οὐ μόνον ἀφελῶς οὕτω, ἀλλὰ καὶ πρὸς διαστολὴν εἰρῆσθαι δόξει τοῦ παγετοῦ. ὃς ῥηθείη ἂν τολμηρῶς, ὕδωρ ξηρόν. καθὰ καὶ ὁ τυρὸς, γάλα ξηρόν. Ὅτι δὲ ἡ μὲν πάρδαλις διφορεῖται, λέγεται γὰρ καὶ πόρδαλις, ἡ δὲ παρδαλέη ἀεὶ διὰ τοῦ α, δηλοῖ καὶ ἡ Ἰλιάς. Ὅτι τὸ οἶσθα γέρον, τί με ταῦτα παρατροπέων ἀγορεύεις, λεχθήσεταί ποτε πρὸς ἄνδρα συνετὸν ἐθέλοντα παραλογίζεσθαι. τοιοῦτον γάρ τι δηλοῖ τὸ παρατροπέων. ὃ παρῆκται μὲν καθʼ ὁμοιότητα τοῦ, περιτροπέων ἐνιαυτός. κεῖται δὲ ἀντὶ τοῦ παρατρέπων καὶ οἷον παραπλανῶν. Ὅτι ὁ ἐν τόπῳ ἀκουσίως βραδύνων, εἴποι ἂν τὸ, ὡς δὴ δηθὰ ἐν νήσῳ τυχὸν ἢ πόλει ἢ ὁπουδήποτε ἐρύκομαι, οὐδέτι τέκμωρ εὑρεῖν δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ. Μενελάου δὲ ταῦτα λόγοι ἐφʼ οἷς ἐπλανᾶτο. Ὅτι ἀναβαίνειν καὶ ἐνταῦθα, τὸ ἐκ τοῦ λιμένος ἀνάγεσθαι ὅ ἐστιν ἀναπλέειν. φησὶ γάρ. ἀλλὰ μάλʼ ὤφελες ῥέξας ἱερὰ κάλʼ ἀναβαινέμεν, ὄφρα τάχιστα σὴν ἐν πατρίδα ἵκοιο πλέων. Καὶ νῦν μὲν, πατρίδα εἶπεν ἁπλῶς. εὐθύς δʼ ἐν τοῖς ἑξῆς ἐντελέστερον ὡς καὶ ἐν ἄλλοις, πατρίδα γαῖαν ἐρεῖ, εἰπών. οὐ γάρ τοι πρὶν μοῖρα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν ὅπερ εἰκὸς εἰπεῖν ἐπὶ τοῦ μήπω εὐοδουμένου ἐπανελθεῖν οἴκαδε. Ὅτι διϊπετῆ ποταμὸν λέγει, τὸν Αἴγυπτον ἤγουν τὸν ὡς προεῤῥέθη Νεῖλον. καὶ φασὶν οἱ παλαιοὶ, τὸ διϊπετὲς προσαρμόττειν τῷ Νείλῳ, εἴπέρ τῳ ἄλλῳ. χειμάῤῥων γάρ φασιν ἐπίθετον τὸ διϊπετές. τοιοῦτος δέ πως καὶ ὁ Νεῖλος ἐξ ὄμβρων δοκῶν θερινῶν πληροῦσθαι ὥς τινες ἐδόξαζον. ὅτι δὲ τοιοῦτος ὁ διϊπετὴς δηλοῖ καὶ ὁ γεωγράφος ὅτε λέγει ὡς χλιαινομένου τοῦ ὕδατος τοῖς ἡλίοις τοῦ τʼ ἐκπίπτοντος ἐκ τοῦ Διὸς, καὶ τοῦ ποταμίου, δῆλον γὰρ ὡς τὸ ἐκπίπτον ὕδωρ ἐκ Διὸς ὅ ἐστιν ἀέρος, ποιεῖ διϊπετῆ ποταμόν. παρὰ δὲ τοῖς παλαιοῖς, φέρεται καὶ ὅτι πολλῶν εἰπόντων περὶ τῆς Νείλου ἀναβάσεως, Ὅμηρος πρῶτος τὸ ἀληθὲς εἶπε, διϊπετῆ προσαγορεύσας αὐτόν. ὅ ἐστιν ὑετῷ πληρούμενον. ἐκ γὰρ τῶν ἐν Αἰθιοπίᾳ γινομένων θέρους σφοδρῶν ὑετῶν, πληροῦται ὡς καὶ Ἀριστοτέλης καὶ Εὔδοξός φασι. λέγοντες πεπύσθαι τοῦτο, ἀπὸ τῶν ἐν Αἰγύπτῳ ἱερέων. Ὅτι πρόῤῥησις εἰς εὐοδίαν τὸ, καὶ τότε τοι δόσει ὁδὸν θεὸς ἣν σὺ μενοινᾷς. ἀνδρὸς δὲ δυσχεραίνοντος ἐπὶ ὁδῷ μακρᾷ, λόγος τὸ, αὐτὰρ ἔμοιγε κατεκλάσθη φίλον ἦτορ, οὕνεκά με αὖθις ἄνωγεν ἰέναι δολιχὴν ὁδὸν ἀργαλέην τε. τοιαύτην δὲ ὁ Ὁμηρικὸς Μενέλαος λέγει τὴν εἰς τὸν Αἴγυπτον. τοιάνδε οὖσαν ὡς ὁ γεωγράφος ἱστορεῖ, διὰ τὸ ἄξενον καὶ ἀλίμενον. μὴ δὲ γὰρ τὸν ὄντα φησὶ λιμένα τὸν πρὸς τῇ Φάρῳ, ἀνεῖσθαι. φρουρεῖσθαι δὲ ὑπὸ βουκόλων λῃστῶν, ἐπικειμένων τοῖς προσορμιζομένοις. Ὅτι πειθὼ δηλοῖ τὴν πρός τινα ἔντιμον, τὸ ταῦτα μὲν οὕτω δὴ τελέω γέρον, ὡς σὺ κελεύεις. Ὅτι καὶ ἐνταῦθα ὄλεθρος ἀδευκὴς, οὐ μόνον ὁ ἀγλευκὴς, ἀλλὰ καὶ ὁ ἀδόκητος, ἐκ τοῦ δέκω πλεονασμῷ τοῦ υ. οὐ φιλητέα δὲ τοῖς μὴ ἡρωΐζουσιν ἡ λέξις. Ὅτι ὁ τῷ ἐρωτῶντι μέλλων εἰπεῖν τινὰ δυσχερῆ, ἐρεῖ ἂν, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴ ἴδμεναι οὐδὲ δαῆναι ἐμὸν νόον. οὐδέ σε φημὶ δὴν ἄκλαυτον ἔσεσθαι ἐπὴν εὖ πάντα πύθηαι. Καὶ ὅρα τὸ ἄκλαυτον, οὐ πάθος δηλοῦν ἀλλʼ ἐνέργειαν. λέγει γὰρ, οὐ συνήθως τὸν μὴ κλαιόμενον κατὰ τὸ, ἄκλαυτος, ἄθαπτος. ἀλλὰ τὸν μὴ κλαίοντα. Τὸ δὲ ἴδμεναι καὶ τὸ δαῆναι, διαφέρει. ἴδμεναι μὲν γὰρ, τὸ οἴκοθεν εἰδέναι. δαῆναι δὲ, τὸ ἑτέρωθεν. Ὅτι τὸ πολλοὶ μὲν τούτων ἔθανον πολλοὶ δὲ λίποντο, μέθοδός ἐστι, πλάτος περιποιουμένη τῇ γραφῇ. ὡς τοῦ ποιητοῦ δυναμένου ἂν πολλὰ περὶ τοῦ νόστου τῶν Ἑλλήνων εἰπεῖν, εἰ δέον αὐτὸ ἐνταῦθα ἔκρινεν. Ὅτι ἐν τῷ νόστῳ, δύο μόνοι ἀρχοὶ ἀπώλοντο λόγου δηλαδὴ τοῦ νῦν ἄξιοι. καὶ μακρὰν τριβὴν ἔχοντες διηγήματος καὶ αὐτοὶ, καθὰ καὶ ὁ εἷς ὁ ἔτι περιών. φησὶ γάρ. εἷς δʼ ἔτι που ζωὸς κατερύκεται εὐρέϊ πόντῳ. ῥηθήσεται δʼ ἐν τοῖς ἑξῆς, Ὀδυσσεὺς οὗτος εἶναι. ἄλλως γὰρ, τί ἔδει διατρίβειν ἀκριβολογούμενόν φασι περὶ ἀδόξων ἀνδρῶν; τίνες δὲ ἀρχοὶ; ὁ Ἀγαμέμνων μὴ φθάσας τὸν οἶκον ἰδεῖν μὴ δὲ τοῦ υἱοῦ ἐμπλησθῆναι. καὶ ὁ Λοκρὸς Αἴας. ὃς ταῖς γυραῖς πέτραις πελάσας καὶ τέως περισωθεὶς, εἶτα ἀπώλετο. φησὶ γὰρ ὅτι γυρῇσί μιν πρῶτα Ποσειδάων ἐπέλασε πέτρῃσι μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης. καὶ δὴ ἂν ἔκφυγε κῆρα καὶ ἀχθόμενός περ Ἀθήνῃ, εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγʼ ἀάσθη. φῆ ῥʼ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης. τοῦ δὲ Ποσειδάων μεγάλʼ ἔκλυεν αὐδήσαντος. Αὐτίκʼ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν, ἣν ἀεὶ δοκεῖ φέρειν ἐν χερσὶν, ἤλασε γυραίην πέτρην. ἀπὸ δʼ ἔσχισεν αὐτήν. καὶ τὸ μὲν, αὐτόθι μεῖνε. τὸ δὲ τρύφος, ἔμπεσε πόντῳ. τῷ, Αἴας τὸ πρῶτον ἐφεζόμενος, μέγʼ ἀάσθη. τόν δʼ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα. Εἶτα συμπληρῶν τὸ διήγημα, φησίν. ὣς ὁ μὲν, ἔνθʼ ἀπόλωλεν ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ. τοῦτον δὲ τὸν στίχον φασὶν οἱ παλαιοὶ, ἐν οὐδεμιᾷ ἐκδόσει φέρεσθαι, διὰ τὸ λίαν εὐτελές. διὸ θαυμάζουσι πῶς ἔλαθεν Ἀρίσταρχον ὀβελίσαι αὐτόν. ἔχει δʼ εὐτέλειαν ὁ στίχος οὐ διὰ τὴν φράσιν, ἀλλὰ διὰ τὸν νοῦν. μὴ χρῆναι γὰρ δοκεῖ ἀπαθῶς οὕτω τὸν Πρωτέα φράσαι καὶ οἷον ὡς ἐν ἀστεϊσμῷ. ἀστείως γὰρ πάντως καὶ οὐ κατά τι σπουδαῖον, ἐῤῥέθη ἔξω καιροῦ τὸ, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ. ἁλμυρὸν δὲ, οὐ μόνον τὸ φύσει τοιοῦτον, ἀλλὰ καὶ τὸ πρὸς αὐτὸν τὸν πιόντα. οὗ ἀνάπαλιν οἱ Σικελοὶ ἀστεϊζόμενοι, γλυκεῖαν ἐν τοῖς ὕστερον τὴν παρʼ αὐτοῖς εἶναι θάλασσαν ἔλεγον, χαίροντες τοῖς παρʼ αὐτῆς ἐδέσμασιν. ὃ καὶ σημείωσαι εἰς τὸ Ἰάνειρα. ὅπερ ὄνομά ἐστι Νηρηΐδος ἐν Ἰλιάδι, ταυτοδύναμον τῷ Ἰάνασσα, ὡς ἀπὸ τοῦ ἰαίνω τὸ εὐφραίνω εἴτουν γλυκαίνω. δῆλον γοῦν ὅτι ᾧ λόγῳ γλυκεῖα θάλασσα Σικελικῶς φάναι, οὕτω καὶ ἰαίνουσα ἤγουν εὐφραντικὴ κατὰ τὰς εἰρημένας ποιητικὰς ὀνοματοθεσίας. ὅτι δὲ ἅλμη λαμβάνεταί ποτε καὶ ἐπὶ ἀγαθοῦ, δηλοῖ παροιμία εἰποῦσα τὸ, ἅλμη οὐκ ἔνεστιν αὐτῷ. ἤγουν ἀγλευκής ἐστι καὶ ἀηδής. ταυτόν δʼ εἰπεῖν, οὐ νόστιμος. ἡ δὲ τοιαύτη ἅλμη, ἐκ τοῦ παρʼ Ὁμήρῳ θείου ἁλὸς παρῆκται. ἀφʼ οὗ καὶ ἁλίαρον παρὰ τοῖς παλαιοῖς, τὸ ἠρτυμένον ἅλα τι. οὗ ἡ σύνθεσις, κατὰ τὸ ἁλίμικτον καὶ ἁλίπαστον. παλαιὸς δέ τις ἁλμίων ἐπικαλούμενος, παρὰ τὴν πικρὰν ἅλμην οὕτως ἐσκώπτετο. καθότι καὶ χολὴ ὁ αὐτὸς ἐπεκαλεῖτο. τοιαύτης δὲ σύνθεσις ἅλμης, καὶ παρὰ Σωπάτρῳ ἐν τῷ, δηξίθυμος ἅλμη. ἔνθα τὸ δηξίθυμος, ταυτόν ἐστι τῷ δακέθυμος οἷον δακέθυμος ἄτη. τινὲς δὲ, καὶ τὸν ἐντοῖς ἑξῆς που ῥηθησόμενον ἄναλτον, ἐκ τοῦ ἁλὸς ὡς ἐκεῖ ῥηθήσεται, παρήγαγον. ὅτι δὲ παρὰ τὴν ἅλμην σύγκειται καὶ ὁ μυσάλμης καὶ τί ποτε αὐτὸς δηλοῖ, ῥηθήσεται ἐν τῷ, οὐδʼ ἅλα δοίης. Τὸ δὲ ἐν νόστῳ ἀπώλοντο, πρὸς διαστολὴν ἐῤῥέθη τῶν ἐν τῷ Τρωϊκῷ πολέμῳ. διὸ καὶ ἐπήγαγε. μάχῃ δὲ καὶ σὺ παρῆσθα. ὅπερ ἀνάμνησίς ἐστιν Ὁμηρική. ὡς οἷα λέγοντος τοῦ ποιητοῦ, ὅτι τῶν Τρωϊκῶν τὰ μὲν τῆς μάχης, φθάσας εἶπον ἤδη. τὰ δὲ μετὰ τὸν πόλεμον ἐν τῷ νόστῳ, οὐ δέον κρίνω πάντα εἰπεῖν. Ὅρα δὲ ὅτι τὲ κοσμεῖ παρίσοις τὸ διήγημα, τῷ, ἐπέλασεν, ἐξεσάωσεν. ἔτι δὲ τῷ, γυρῇσι πέτρῃσι μεγάλῃσι. καὶ ὅτι τὰς γυρὰς ταύτας, καὶ γυρέην πέτρην ἔφη ἑνικῶς. ὁμοίως τῷ, Μάλειαν καὶ Μαλείας. καὶ τῷ Κρήτη τις νῆσος ἐστί. καὶ Κρητάων γένος εὔχομαι εἶναι. καὶ ἑτέροις τοιούτοις. ἐν οἷς καὶ τὸ, ἂψ ἀπʼ Ἀθηνάων. καὶ, Ἀθήνην εὐρυάγυιαν. δῆλον δὲ ὡς ἐκ τοῦ γυρῆ, παράγωγον ἡ γυραία. ὡς ἀρχὴ ἀρχαία. ἀνάγκη ἀναγκαία. σελήνη σεληναία. πέτραι δέ φασι περὶ Μύκονον εἰσὶν αἱ γυραί. Νῆσος δὲ κυκλὰς ἡ Μύκονος. εἰκὸς δὲ καὶ στρογγύλην εἶναι τὴν πέτραν καὶ οὕτω κεκλῆσθαι γυρήν. Τὸ δὲ καὶ ἐχθόμενός περ Ἀθήνῃ, ἐμμαρτύρως ἔχει. οὔτε γὰρ Ἀθηνᾶ ἐάσει ἀπολωλέναι τὸν Ὀδυσσέα εἰ καὶ Ποσειδῶν αὐτῷ κεχόλωται, οὐδʼ ἂν ὁ Ποσειδῶν ἀφῆκε κινδυνεῦσαι τὸν Λοκρὸν εἰ καὶ ὀργὴν εἶχεν αὐτῷ ἡ Ἀθηνᾶ. νῦν δὲ εἰπὼν, ἀέκητι θεῶν φυγεῖν, καὶ λυπήσας οὕτως ἐν τῷ κοινῷ καὶ τὸν περισωσάμενον Ποσειδῶνα, ἐξόλωλεν. Ἔστι δὲ τὸ, ἐξεσάωσε θαλάσσης τὸν Λοκρὸν ὁ Ποσειδῶν, οὐδὲν ἄλλο ἢ ὅτι κύμασιν ἠρεμαίοις φερόμενος καὶ προσπελάσας ἐκεῖνος ταῖς πέτραις καὶ ἀναβὰς, περιεποιήθη. ἀπώλεια δὲ αὖθις αὑτοῦ ὑπὸ τοῦ Ποσειδῶνος, τὸ προσραγῆναι βαρὺ κῦμα τῇ πέτρᾳ καὶ θρύψαι τι μέρος αὐτῆς δυστυχῶς τῷ Αἴαντι. οὗ ἐμπεσόντος τῷ πόντῳ, συγκατέδυ καὶ ὁ Λοκρός. Τὸ δὲ ἔκβαλε, πάνυ ἀστείως ἐῤῥέθη. οὐ γὰρ εἶπεν ἀλλʼ ἐξέβαλεν ἔπος ὑπερφίαλον, ὅ ἔστιν ἐξέῤῥιψε. καὶ δοκεῖ ὅμοιον εἶναι τοῦτο πρὸς τὸ ἐκφεύγειν ἔπος ἕρκος ὀδόντων. Τὸ δὲ μέγʼ ἀάσθη, σκληρὸν μὲν λόγῳ πεζῷ, χρηστὸν δὲ εἰς ποίησιν. διὸ καὶ δὶς ἐνταῦθα ἐῤῥέθη. δύναται δὲ καὶ ἄσθη δισυλλάβως εἶναι διὰ τὸ, ἆσέ με δαίμονος αἶσα. καὶ ἀάσθη τρισυλλάβως διὰ τὸ, ἄτη ἣ πάντας ἀᾶται. Τὸ δὲ μεγάλα αὐδῆσαι τουτέστιν ὑπερηφανεύσασθαι, πεποίηκε μὲν τὴν παρὰ τοῖς ὕστερον μεγαλοῤῥημοσύνην. ταυτὸν δέ ἐστι τῷ, ὑπερφίαλον ἔπος ἐκβαλεῖν. πλὴν ὅσον, σφοδρὸν μὲν τὸ ὑπερφίαλον, λεῖον δὲ καὶ σεμνὸν τὸ μέγα. Τὸ δὲ τρύφος, ἐπὶ ἄρτου μὲν λέγεται, δύναται δὲ καὶ ἐπὶ ἄλλων, ὡς δηλοῖ τὸ, τριχθὰ καὶ τετραχθὰ διατρυφὲν, ἔκπεσε χειρός. τὸ γὰρ διατρυφὲν, τρύφος ἂν εἴη. Ὅτι ἐκ παραλλήλου ταυτοδύναμοι καὶ ἐνταῦθα κεῖνται λέξεις τὸ ἐκφυγεῖν καὶ τὸ ὑπαλύξαι. φησὶ γάρ. σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδʼ ὑπάλυξεν. Ὅτι ἐπισυνείρων τῷ τοῦ Λοκροῦ διηγήματι τὸ κατὰ τὸν Ἀγαμέμνονα, φησὶν ὡς ἐν νηυσὶ μὲν, οὐδὲν ἔπαθε κακὸν, σάωσε δὲ πότνια Ἥρη. τουτέστιν ἀλληγορικῶς, ὁ ἀὴρ εὔκρατον πνέων. ἀλλʼ ὅτε δὴ ἔμελλε Μαλειάων ὄρος αἰπὺ ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα, πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα, ἀγροῦ ἐπʼ ἐσχατιήν. ὅθι δώματα ναῖε Θυέστης τοπρίν. τότε δὲ, Αἴγισθος. ἀλλʼ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων, ἂψ δὲ θεοὶ οὖρον τρέψαν καὶ οἴκαδʼ ἵκοντο. αὐτὸς μὲν, χαίρων ἐπεβήσετο πατρίδος αἴης. καὶ κύνει ἁπτόμενος ἣν πατρίδα. πολλά δʼ ἀπʼ αὐτοῦ δάκρυα θερμὰ χέοντο, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν· οὗτοι δὲ οἱ τρεῖς στίχοι, ἐπὶ παντὸς ἁρμόττουσιν ὃς χρόνιος παλιννοστήσει ποθὲν μετὰ κινδύνους συχνούς. Εἶτα διασαφῶν ὁ ποιητὴς καὶ ὅπως δολόμητις ἦν ὁ Αἴγιστος, ἱστορεῖ ὅτι τὸν βασιλέα ἀπὸ σκοπιῆς εἶδε σκοπὸς, ὃν καθεῖσεν Αἴγισθος δολόμητις ἄγων. ὑπὸ δʼ ἔσχετο μισθὸν, χρυσοῦ δοιὰ τάλαντα. φύλασσε δὲ εἰς ἐνιαυτὸν, μή ἑ λάθοι παριὼν, μνήσαιτο δὲ θούριδος ἀλκῆς. ἤγουν ἀντικατασταίη ἀνδρικῶς τῷ σὺν γυναιξὶ ποιουμένῳ κατὰ τὴν τραγῳδίαν τὰς μάχας, Αἰγίσθῳ. ἰδὼν δὲ τὸν βασιλέα ὡς ἐῤῥέθη ὁ σκοπὸς, ἔβη ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν. αὐτίκα δʼ Αἴγισθος δολίην ἐφράσατο τέχνην. κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους, εἶσε λόχον. ἑτέρωθι δʼ ἀνώγει δαῖτα πένεσθαι. αὐτὰρ ὃ, βῆ καλέων Ἀγαμέμνονα ποιμένα λαῶν, ἵπποισι καὶ ὄχεσφιν. ἀεικέα μερμηρίζων. τόν δʼ οὐκ εἰδότʼ ὄλεθρον, ἀνήγαγε. καὶ κατέπεφνε δειπνίσσας, ὥς τίς τε κατέπεφνε βοῦν ἐπὶ φάτνῃ. Εἶτα ἐμφαίνων ὡς εἴπερ ἐμνήσθη θούριδος ἀλκῆς ὁ βασιλεὺς οὐκ ἂν ἀπώλετο, ἐπάγει. οὐδέ τις Ἀτρείδεω ἑτάρων λίπετο οἵ οἱ ἕποντο, οὐδέ τις Αἰγίσθου, ἀλλʼ ἔκταθεν ἐν μεγάροισιν. εἰ δὲ τοιοῦτοι καὶ μετὰ δόλον οἱ περὶ τὸν βασιλέα, τίνες ἂν ἐγένοντο εἰ καὶ προῄσθοντο; Καὶ ὅρα ὅτι σαφέστερον τῶν φθασάντων ἔφρασε διὰ τοῦ Πρωτέως, τὰ κατὰ τὸν Ἀγαμέμνονα ὁ ποιητής. ὁ μέντοι τοῖς ἑξῆς, ἄλλως τὴν τοιαύτην ἱστορίαν μεταχειρίσεται κατά τε οἴκτου πάθος καὶ ποικιλίαν οἷος αὐτὸς καὶ τὰ τοιαῦτα δεινὸς. Ὅρα δὲ τὸ, ἀναρπάξασα θύελλα. ὅμοιόν τι ὂν τῷ, Ἅρπυιαι ἀνηρείψαντο. Τὸ δὲ ἔφερεν ἐπὶ πόντον, νῦν μὲν, ἐπὶ θυέλλης εἶπε. πρὸ βραχέων δὲ, ἐπὶ Ποσειδῶνος, ἐν τῷ, τόν δʼ ἐφόρει κατὰ πόντον. ταυτὸν γὰρ ἐν τούτοις τὸ φέρειν καὶ τὸ φορεῖν. ὁ δὲ ῥηθεὶς ἀγρὸς, φασὶν οἱ παλαιοὶ ὅτι κατὰ τὸν ἱστορικὸν Ἄνδρωνα, ὑφίσταται περὶ Κύθηρα εἶναι, ὅπου φασὶν ἡ τοῦ Θυέστου οἴκησις. Τὸ δὲ ἐφαίνετο νόστος ἀπήμων, ἑρμηνεύει ὁ ποιητὴς διὰ στίχου ἀκεραίου, τὸ μὲν νόστος, διὰ τοῦ καὶ οἴκαδʼ ἵκοντο. Τὸ δὲ ἀπήμων, διὰ τοῦ, ἂψ δὲ θεοὶ οὖρον τρέψαν ἢ στρέψαν, ἀντὶ τοῦ μετήλλαξαν ἀπὸ θυέλλης εἰς πνεῦμα εὐδιεινόν. ἄλλως γὰρ, ὁ τοῦ Ἀγαμέμνονος νόστος οὐκ ἦν ἀπήμων. Τὸ δὲ πατρίδος αἴης διαλύσας ὁ ποιητὴς εὐθὺς ἰδίᾳ καὶ ἰδίᾳ εἰς ὀνόματα δύο, ἐπάγει. ἣν πατρίδα. Καὶ ἀσπασίως ἴδε γαῖαν. Ἔνθα καὶ ὅρα ὅτι πατρίδα, τὴν χώραν ἔφη. τῆς γὰρ πατρίδος Μυκήνης πόλεως οὐκ ἔφθη ἐπιβῆναι ὁ βασιλεύς. διὸ καὶ ἐν τῷ νόστῳ λέγεται ἀπολέσθαι, ὡς μὴ τῆς κυρίως πατρίδος ἐπιβάς. Τὸ δὲ κύνει, ἀντὶ τοῦ ἐφίλει, ἢ προσεκύνει. κατὰ ἦθος ἀφελές. ὡς εἰ καί τις ἐξ ἀποδημίας ἐλθὼν, κυνεῖ τοὺς τεκόντας. δῆλον δὲ ὡς ἐκ τοῦ κύω τὸ φιλῶ οὗ χρῆσις παρʼ Ὁμήρῳ ἐν τοῖς μετὰ ταῦτα ὅθεν καὶ ὁ κύων, γίνεται τὸ κυνῶ. ἔστι δὲ σημειῶδες. δέον γὰρ ὂν βαρύνεσθαι κατὰ τὸ δύω δύνω, θύω θύνω τὰ βραχυπαράληκτα, τὸ δὲ περιεσπάσθη κατὰ τὸ ἵκω ἱκνῶ, οἴχω οἰχνῶ, τὰ μακροπαράληκτα. ἤδη δὲ, καὶ κατὰ τὸ κίω κινῶ. Τὸ δὲ ἀπὸ σκοπιῆς εἶδε σκοπὸς, ἐτυμολογικῶς ἐῤῥέθη. πλεονάζει δὲ τὸ ι ἐν τῇ σκοπιᾷ, καθὰ καὶ ἐν τῇ ὁρμιᾷ καὶ ἀχυρμιᾷ. Τὸ δὲ καθεῖσεν, ὡς ἐκ τροχαϊκοῦ ῥήματος προπερισπᾶται. ὡς γὰρ εὗδε καθεῦδεν, οὕτω τὸ καθεῖσεν ἐκ τοῦ εἷσεν. ὡς τὸ, εἷσε λόχον. αὐτὸ δὲ, ἐκ τοῦ ἕω τὸ κάθημαι. ὃ καιριώτατα σύγκειται τῷ λόχῳ, γινομένῳ ἐκ τοῦ λέγεσθαι ὃ δηλοῖ τὸ καθῆσθαι καὶ κεῖσθαι. διὸ καὶ ὁ λόχος, ἐνέδρα ἑρμηνεύεται διὰ τὴν τοῦ λόχου πρὸς τὰ τοιαῦτα συγγένειαν. Τὸ δὲ Αἴγισθος ἄγων, ἀντὶ τοῦ, ὑπάγων καὶ ὑποκλίνων οἷς ἐκέλευε. καὶ ἔστιν ἑτεροῖον τοῦ, τὸν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην. ἐκεῖνος γὰρ, βιαίως ἄγεται. Ὅρα δὲ καὶ ὅτι ποιμένα λαῶν ἐν τοῖς ῥηθεῖσιν, οὐ μόνον τὸν Ἀγαμέμνονα εἶπεν, ἀλλὰ καὶ τὸν Αἴγισθον. εὐφήμως τοῦτον οὕτω προσειπών. τὸν ἐπίῤῥητον, καὶ οὐ ποιμένα λαῶν. ἢ δὲ λύκον ἢ τύραννον. εἰ μὴ ἄρα φονεύσας τὸν Ἀγαμέμνονα, εἶτα ἐσχηματίζετο πρᾷος εἶναι. Εἰς δὲ τὴν δαῖτα ἣν ὁ Αἴγισθος πένεται ὅ ἐστιν ἐνεργεῖ ἐλλοχῶν τῷ Ἀγαμέμνονι, ἔστιν εἰπεῖν ὡς καὶ τοῦτο λεχθείη ἂν Ἀγαμεμνόνειος δαὶς ἢ τράπεζα παροιμιακῶς, ἐπὶ τῶν ἐπʼ ὀλέθρῳ εὐωχουμένων, ἄλλον τρόπον τοῦτο ἤπερ ὁ Σοφοκλῆς ἱστορεῖ. ἐκεῖνος γὰρ, Ἀγαμεμνόνειον δαῖτα λέγει, τὴν κατʼ ἔτος γινομένην ὅτε τὸν Ἀγαμέμνονα ἔῤῥιψαν οἱ ἀνελόντες αὐτόν. Τὸ δὲ ἀνήγαγε, περισσὴν ἔχει τὴν πρόθεσιν. ἀρκεῖ γὰρ εἰπεῖν, εἰς ὄλεθρον ἤγαγε. τὸ δὲ εἰπεῖν ὡς ἐφʼ ὑψηλόν τινα τόπον ἀναγαγὼν ἐφόνευσεν, ἀμάρτυρόν ἐστι. Τὸ δὲ δειπνίσας, ἴσως γενικῶς ἐῤῥέθη ἀντὶ τοῦ, δαίσας. ὡς καὶ δειπνολόχη γυνὴ λέγεται, ἡ ἁπλῶς ἐνεδρεύουσα τοῖς βρώμασι. Τὸ δὲ κατέπεφνεν ὡς βοῦν ἐπὶ φάτνῃ, οὐκ ἐπὶ σκώμματι ἀλλὰ πάνυ σεμνῶς ἐῤῥέθη. καὶ οὐκ ἦν σεμνοτέρᾳ χρήσασθαι παραβολῇ ἐπὶ βασιλέως οὕτως ἀνδρείου ἀναιρεθέντος ἐν τῷ δειπνεῖν. ὅτε μὲν οὖν ἐν Ἰλιάδι ἐξῆλθεν εἰς μάχην ἐμπρέπων τοῖς ἥρωσι, ταύρῳ αὐτὸν εἴκασεν ἀγέλης ἐξάρχοντι. νῦν δὲ, βοῒ αὐτὸν ὡμοίωσεν, ᾧ μὴ θαῤῥῶν τις συμμίξαι, δείπνῳ δολώσας ἐπικεκυφότα τῇ φάτνῃ ἀνέλη. Τὸ δὲ οἵ οἱ ἕποντο, ἀσφαλῶς πρόσκειται. οὐ γὰρ πάντες ἔπεσον οἱ τῷ βασιλεῖ συμπλέοντες, ἀλλʼ οἱ συνεφεπόμενοι αὐτῷ εἰς τὴν δαῖτα. ἀνδρείως μέντοι ἔπεσον ὅτι μάλιστα. ἄοπλοι γὰρ ὄντες ὡς εἰκὸς καὶ οὐδὲ νήφοντες, ὅμως συγκατέῤῥιψαν πάντας τοὺς τοῦ Αἰγίσθου ὑφʼ ὧν ἔπιπτον. Ὅτι πένθους παραστατικὸν τὸ, αὐτὰρ ἔμοιγε κατεκλάσθη φίλον ἦτορ. κλαῖον δὲ καθήμενος. οὐδέ νυ μοι κῆρ ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο. αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην, ἐγένετο τό δέ τι. Παραμυθητικὸν δὲ τὸ, μηκέτι πολὺν χρόνον ἀσκελὲς οὕτω κλαῖε, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν, ἀλλὰ τάχιστα πείρα ποιεῖν τάδε. Καὶ ὅρα τὸ πείρα ἐνεργητικῶς λεχθὲν κοινότερον. Ἀττικὸς γὰρ ἀνὴρ, πειρῶ ἂν εἴπῃ. οὕτω κοινὸν καὶ τὸ πειρᾶν ἀντὶ τοῦ Ἀττικοῦ τοῦ πειρᾶσθαι. οἷον. πειρᾶν δʼ ὥς κεν Τρῶες Ἀχαιοὺς βλάψειαν. ἄλλως μέντοι Ἀττικῶς εὕρηται πειρᾶν ἐνεργητικῶς, τὸ πειράζειν ἐρωτικῶς γυναῖκα, ὡς δηλοῖ καὶ ὁ κωμικὸς ἐν τῷ, πειρᾷ μὲν οὖν ἴσως σε καὶ τῶν τιτθίων ἐφάπτεται. Ὅρα δὲ τὸ, κατεκλάσθη φίλον ἦτορ, μετενεχθὲν ἀπὸ ξύλου ἤ τινος τοιούτου ἃ κατακλώμενα στέρονται τοῦ ἀτενῶς ἔχειν. ὡς καὶ ἐνταῦθα ἡ τοῦ κλαίοντος ψυχὴ, οὐκ ἔχει σταθερῶς, ἀλλʼ οἱονεὶ κατακλᾶται. ὃ δὴ καὶ ἐτυμολογίαν παραλαλεῖ τοῦ κλαίειν, ἐγγὺς αὐτίκα κειμένου. ἐκ τοῦ κλῶ γὰρ, τὸ κλαίω. κατὰ τὸ, ῥῶ ῥαίω ἀφʼ οὗ ὁ ῥαιστήρ. Τὸ δὲ ἀσκελὲς τί σημαίνει, ἐδηλώθη ἐν τῇ α ῥαψῳδίᾳ. Φιλικὸν δὲ τὸ δήομεν, ὡς κοινοποιουμένης τῆς συμφορᾶς. Σημείωσαι δʼ ἐν τούτοις ὅπως κλαίοντος καὶ κυλινδομένου τοῦ Μενελάου ἕως ἐκορέσθη, παρέμενεν ὁ Πρωτεὺς, καίτοι ἐνὸν ὂν ὑποχωρῆσαι. ποιεῖ δὲ τοῦτο, οἷα καθάπαξ φιλίαν θέμενος. καὶ ἀνθρωπίνως εἴξας φιλικῇ ἐπιθυμίᾳ καὶ δοὺς καιρὸν ἀποκλαῦσαι τὸν ἀδελφόν. οὕτω δὲ καὶ ἡ θυγάτηρ Εἰδοθέα θερμὴ τὰ εἰς φιλίαν. ἔφθη γὰρ καὶ αὐτὴ ὡς καὶ προεῤῥέθη, ἀναμένουσα τοὺς ἀμφὶ τὸν Μενέλαον ὅτε τὰ τῶν φωκῶν ἤνεγκε δέρματα. Οὐκ ἄδηλον δὲ ὅτι τὸ ἀσκελὲς ὥς περ καὶ τὸ σκέλος, ἐκ τοῦ σκέλλω γίνεται. ἀφʼ οὗ τὸ σκελίζω παράγωγον. συγκοπὲν δὲ ἐκεῖνο, γίνεται σηλῶ ἐξ οὗ τὸ κατεσκληκέναι. τοῦ δὲ σκλῶ παράγωγον, σκλαίνω. ὅθεν παρὰ Ἀλκίφρονι τὸ, κατασκλῆναι κινδυνεύω λιμῷ. Ὅτι πρὸς ἔνδειξιν τοῦ ἐγγὺς ἥκειν ἀληθείας τῆς ἐπὶ τῷ μέλλοντι οὐ μὴν εἰς αὐτὴν ἄντικρυς ἀλήθειαν ἀεὶ τοὺς μαντικοὺς, λέγει πρὸς τὸν Μενέλαον ὁ Ὁμηρικὸς Πρωτεὺς περὶ Αἰγίσθου τὸ, ἢ γάρ μιν ζωόν γε κιχήσεαι ἤ κεν Ὀρέστης κτεῖνεν ὑποφθάμενος. Σὺ δέ κεν τάφου ἀντιβολήσαις. ἤγουν τύχοις τοῦ ἐπὶ τῷ νεκρῷ περιδείπνου ὡς καὶ προϊστόρηται. ἦν δὲ ἂν ἀκριβοῦς ἐπιστήμης, ἕν τι εἰπεῖν ὡρισμένως ἐκ τῶν δύο, καὶ μὴ ἀορίστως ἢ τόδε ἢ τόδε. αἴτιον δὲ τοῦ μαντικοῦ τούτου ἐνδοιασμοῦ, τὸ παραβραχὺ ζῶντα ἂν εὑρεθῆναι τὸν Αἴγισθον. Ὅτι παραμυθίαν ἐπὶ λύπῃ φράζει τὸ, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς, αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ, ἰάνθη. Καὶ ὅρα ὡς νῦν μὲν, ἰαίνεται καρδία. ὅτε δὲ ἄλλως πάσχει, τότε τὸ καρδιώττειν ἐπʼ αὐτῆς λέγεται. ὅπερ δηλοῖ κατὰ Αἴλιον Διονύσιον τὸ ναυτιᾶν καὶ ἀλγεῖν τὴν καρδίαν. Ὅτι εἰ καὶ τὸ ἐξονομάζειν ἀδηλίαν ἔχει σημασίας, οὐ γὰρ ἐξανάγκης δηλοῖ τὸ ἐξ ὀνόματος καλεῖν ὡς καὶ τῷ Πορφυρίῳ δοκεῖ, ἀλλʼ οὖν τὸ ὀνομάζειν, ἐνταῦθα φανερῶς τὸ ἐξ ὀνόματός τινα δηλοῦν σημαίνει. Μενελάου γοῦν εἰπόντος ὡς τούτους μὲν δὴ οἶδα, σὺ δὲ τρίτον ἄνδρʼ ὀνόμαζε, ὅς τις ἔτι ζῇ ὡς προδεδήλωται, φησὶν ὁ ἐρωτηθεὶς Πρωτεύς. υἱὸς Λαέρτεω καὶ τὰ ἑξῆς. ὡς εἶναι ταυτὸν ἐνταῦθα τὸ ὀνομάζειν, τῷ ἀλλαχοῦ ὀνομαίνειν. οὕτω καὶ πρὸ τούτων ἐξονομακλήδην Ἑλένη ὠνόμαζεν, ἤγουν ἐξ ὀνόματος ἐκάλει τοὺς τῶν Ἀργείων ἀρίστους. Ὅρα δʼ ἐν τούτοις, καὶ ὡς Νέστωρ μὲν, φθάσας ἀμφέβαλεν ἐνδοιαστικῶς. εἰπὼν, τίς δʼ οἶδε καὶ τὰ ἑξῆς περὶ Ὀδυσσέως. ἐκ δὲ τοῦ Μηνελάου σαφέστερόν τι μανθάνει ὁ Τηλέμαχος. Ἐνταῦθα δέ τινες, ἐκτοπισμὸν σημειοῦνται τῆς κατὰ τὴν Καλυψὼ νήσου. διότι γάρ φασι Μενέλαος ἀκούσας τοῦ Φαρίου Πρωτέως ἐπαγαγόντος ὅτι τὸν Ὀδυσσέα ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα νύμφης ἐν μεγάροισι Καλυψοῦς, καὶ ὅτι αὐτὸν ἐκείνη ἀνάγκη ἴσχει ὅ δʼ οὐ δύναται νοστῆσαι, οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι καὶ τὰ ἑξῆς, οὐ μεθώδευσεν ἀναπληρῶσαι τῷ φιλουμένῳ τὸ λεῖπον, ἢ αὐτὸς πλεύσας ἢ πέμψας ναῦν περισωσομένην τὸν φίλον ὃν ἔφη ἐθέλειν μετοικίσειν ἐξ Ἰθάκης εἰς ἑαυτόν. ἢ, δῆλον ὅτι ἐκτετόπισται ἡ νῆσος. εἰ δὲ τὴν οὕτως ἔκτοπον νῆσον εἶδεν ὁ Πρωτεὺς δίχα νηὸς, οὐκ ἄνθρωπος ἄρα θνητός ἐστιν εἰπεῖν μυθικῶς. Ἰστέον δὲ ὅτι μετὰ τὸ, σὺ δὲ τρίτον ἄνδρʼ ὀνόμαζε καὶ τὸ, ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέϊ πόντῳ ὅπερ πρὸ ὀλίγων ὁ Πρωτεὺς ἔφη, ἐπάγει ὁ Μενέλαος, ἠὲ θανών. καὶ δοκεῖ ἐκ περισσοῦ εἰπεῖν τοῦτο ἀφελῶς, οἷα συγχεθεὶς ὑπὸ λύπης. ὁ γὰρ Πρωτεὺς, οὐκ εἶπεν οὕτως, ἀλλὰ μόνον ὅτι ζωὸς κατερύκεται. εἰ μή τι ἄρα τοῦτο ἔφη, πρὸς τὸ κατερύκεται εὐρέϊ πόντῳ. ὡς τοῦ κατερυκομένου ἐν θαλάσσῃ, μὴ ζῶντος ἀλλὰ θανόντος. καὶ εἰ τοῦτο ἀληθὲς, σημείωσαι ὡς ἡ ὁμωνυμία αἰτία τοῦ οὕτως εἰπεῖν. Πρωτεὺς μὲν γὰρ, ἐπὶ κωλύσεως ἁπλῶς ἔφη τὸ, κατερύκεται πόντῳ. ἴσως δὲ, καὶ διὰ τοῦ περιέχοντος πόντου, τὴν περιεχομένην νῆσον τῆς Καλυψοῦς ἐδήλωσε. Μενέλαος δὲ, ἁπλοϊκῶς ἐπὶ τοῦ ἐνειλῆφθαι θαλάσσῃ τὸν Ὀδυσσέα, ἐνόησε τὸ λεχθέν. Ἰστέον δὲ καὶ ὅτι τὸ, ἄνδρʼ ὀνόμαζε ὃς ἔτι ζωός που κατερύκεται ἠὲ θανὼν, ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι, οἰκεῖον ἐπὶ ἀνδρὸς λεχθῆναι δυσελπιστουμένου τοῖς ἑαυτοῦ εἰ ἐπανέλθῃ. Ἐπήρετμοι δὲ, ἐν μὲν τῇ β ῥαψῳδίᾳ, ἑταῖροι ἐπʼ αὐτοῖς ὄντες ὡς ἐῤῥέθη τοῖς ἐρετμοῖς. ἐνταῦθα δὲ, νῆες ἐπήρετμοι αἷς εἰσὶν ἐρετμοί. ἴσως δέ τις καὶ ἐνταῦθα τολμήσει ψυχρότερον συμβιβάσαι τὸ ἐπήρετμοι, πρὸς τὸ ἑταῖροι. συντάξας ἀναστρόφως ἐπήρετμοι καὶ ἑταῖροι. ὅ ἐστιν, καὶ ἑταῖροι ἐπήρετμοι. ὅμοιον τῷ, διοτρεφὲς ὦ Μενέλαε. καὶ τοῖς τοιούτοις. δῆλον δὲ ὅτι τοῦ ἐρέσσειν αἱ παραγωγαὶ, ποτὲ μὲν, φυλάττουσι τὴν τοῦ ῥήματος ἄρχουσαν, ὡς ἐν τῷ ἐρέτης καὶ ἐρετμός. ποτὲ δὲ, καὶ τὸ ἰῶτα προσλαμβάνουσιν, ὡς ἐν τῷ εἰρεσίᾳ. ἔστι δὲ ὅτε καὶ εἰς η ἢ εἰς ο ἐκείνην μεταβάλλουσιν. εἰς ο μὲν, ἐν τῷ ἐεικόσορος καὶ τοῖς ὁμοίοις. εἰς η δὲ, ἐν τῷ ὑπηρεσία. καὶ ἐπήρετμος. καὶ διήρης. καὶ τοῖς τοιούτοις. ἐν οἷς καὶ εὐῆρες κυρίως μὲν, πλοῖον καὶ ἐρετμός. τροπικῶς δὲ, καὶ τὸ ἁπλῶς εὐάγωγον. Ὅτι φθάσας εἰπεῖν ὁ ποιητὴς θεοὶ πομπῆες, καὶ ἀλλαχοῦ τοῖός τοι ἐγὼ πομπὸς, ἐνταῦθα τὸ ῥῆμα τῶν τοιούτων ὀνομάτων λέγει ἐν τῷ, ἑταῖροι πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης. ἐκ δὲ τοῦ τοιούτου πέμπειν, καὶ πομπίλος ἰχθὺς, ὡς καὶ Ὀππιανὸς ἐτυμολογεῖ. Ὅτι τὴν μὲν ἄνοδον Ἑλένης τῆς εἰς τὸν σεληναῖον τόπον, οἱ μεθʼ Ὅμηρον ἐλήρησαν. αὐτὸς δὲ Ὅμηρος περὶ Μενελάου λέγει, ὡς ὁ Πρωτεὺς ἔφη αὐτῷ τοιαῦτα. σοί δʼ οὐ θέσφατόν ἐστι διοτρεφὲς ὦ Μενέλαε Ἄργει ἐν ἱπποβότῳ θανεῖν. ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης, ἀθάνατοι πέμπουσιν ὅθι ξανθὸς Ῥαδαμάνθυς. τῇ περ, ῥηΐστη βιοτὴ πέλει ἀνθρώποισιν. οὐ νιφετὸς, οὔτʼ ἂρ χειμὼν πολλύς. ἀλλʼ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντας ἀήτας Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους. Καὶ ἡ αἰτία. μυθικὴ καὶ αὐτή. οὕνεκά φησιν ἔχεις Ἑλένην καὶ Διὸς γαμβρός ἐσσι. καὶ τοιοῦτος μὲν ὁ τοῦ μύθου λῆρος. σεμνύνων οὓς ἔδει καὶ ἐγκαλύπτεσθαι. Ἡλύσιον δὲ πεδίον, περί που τὰ κατὰ δύσιν πέρατα τῆς γῆς. ὃ καὶ νῆσοι μακάρων παρὰ τοῖς ὕστερον λέγεται. νῆσοι μὲν, ὅτι περὶ τὴν ἔξω θάλασσαν εἰσίν. ὅ ἐστι, περὶ αὐτὸν τὸν Ὠκεανόν. μακάρων δὲ, διὰ τὸ τοῦ τόπου εὔδαιμον καὶ μακάριον. ὃ τοῖς πᾶσι τεθρύληται. φησὶ γοῦν καὶ ὁ γεωγράφος ὅτι τὰς τῶν μακάρων νήσους, ἴσμεν οὐ πολὺ ἄποθεν οὔσας τῶν ἄκρων τῆς Μαυρουσίας τῶν ἀντικειμένων Γαδείροις εὔπνους δέ φησιν ὁ τόπος καὶ εὐάερος διὰ τὸν Ζέφυρον. λέγει δὲ, καὶ τὸν Ὅμηρον ἐμφανίζειν τὴν εὐδαιμονίαν τῶν ἑσπερίων ἀνδρῶν, πεπυσμένον ὡς εἰκὸς τὸν περὶ τοὺς τοιούτους πλοῦν. ὅπου καὶ τὸ Ἠλύσιον πεδίον ποιεῖ. ὅπερ οὕτω καλεῖσθαι δοκεῖ, διὰ τὸ ἐν αὐτῷ τὰς ψυχὰς διάγειν κατὰ μῦθον, ἀλυούσας ὅ ἐστι χαιρούσας. ἢ λελυμένας σωμάτων. τινὲς δὲ, ἀπό τινος Ἠλυσίου εὐσεβεστάτου ἀνδρὸς, τοῦ, ἐν ἐλευθῆρι τόπῳ, κληθῆναι εἶπον πεδίον Ἠλύσιον. ἄλλοι δὲ, ἀπὸ ἀλύτως ἔχειν τοὺς ἐκεῖ. ὅ ἐστιν ἀφθάρτως. ἀθανάτως. Ἀπίων δὲ κατασκευάζει τὴν περὶ Κάνωβον καὶ Ζεφύριον πεδιάδα, οὕτω κληθῆναι παρὰ τὴν τοῦ Νείλου ἰλύν. ἣν πολλὴν καταφέρων ἐκεῖνος προσέχωσε τὴν κάτω χώραν κατὰ Ἡρόδοτον πᾶσαν, πάλαι ποτὲ πέλαγος οὖσαν. ὡς δῆλον φησὶν ἐκ τῶν ἐκεῖ εὑρισκομένων κογχυλίων καὶ λεπαδίων, ὡς καὶ περὶ Μέμφιν. καὶ σκοπητέον εἰ μὴ ὁ τοιοῦτος τοῦ Ἀπίωνος λόγος, διὰ τοῦ ι γράφει τὴν τοῦ Ἠλυσίου ἄρχουσαν, ὡς ἀπὸ τῆς ἰλύος. ὁ δʼ αὐτὸς, λέγει καὶ ὅτι πείρατα γαίης ὁ ποιητὴς ἐνταῦθα φησὶν, οὐ τὰ πρὸς Ὠκεανὸν, ἀλλὰ τὰ ἐκεῖ πρὸς τῇ κατὰ Νεῖλον θαλάσσῃ. καθὰ καὶ Αἰσχύλος. εἰπών. ἔστι πόλις Κάνωβος ἐσχάτη χθονός. πᾶσα γὰρ ἀγχίαλος, ἐσχάτη χθονός. διὸ καὶ Μενελαΐτης νομὸς ἐκεῖ, ὡς τῆς τοιαύτης γῆς ὑπὸ Μενελάῳ ποτὲ γενομένης. Ἡρόδοτος δέ φησιν ὅτι οἱ περὶ Ὄασιν πόλιν Σάμιοι, ἀπέχουσιν ἑπτὰ ἡμερῶν ὁδὸν ἀπὸ Θηβῶν διὰ ψάμμου. ὀνομάζεται δέ φησιν ὁ χῶρος οὗτος κατὰ Ἑλλήνων γλῶσσαν, μακάρων νῆσοι. οὐκ ἄρα οὖν καινὸν εἰ Σάμιοι Κυδωνίαν τὴν ἐν Κρήτῃ ἔκτισαν, οἱ καὶ εἰς βαθὺ τῆς Λιβύης οἰκήσαντες. Ὅτι δὲ καὶ περὶ Θήβας τὰς ἑπταπύλους ἐφιλοτιμήσαντό τινες νήσους μακάρων εἰπεῖν διὰ τὸ κατὰ χώραν εὔδαιμον, οἱ τοῦ Λυκόφρονος δηλοῦσιν ὑπομνηματισταί. Τὸ δὲ ξανθὸς Ῥαδάμανθυς, πρὸς ἡδονὴν Μενελάῳ πέφρασται. ξανθὸς γὰρ καὶ αὐτός. Περὶ δὲ Ῥαδαμάνθυος ὃς ἀδελφὸς ἦν Μίνωος, εἴρηται καὶ ἀλλαχοῦ. Τὸ δὲ ῥηΐστη βιοτὴ, τὴν ἔμφρονα καὶ αὐτὸ ῥᾳστώνην ἐμφαίνει τῶν ἐν ταῖς μακάρων νήσοις. γίνεται δὲ ἀπὸ τοῦ ῥᾷον, οὐ μόνον τὸ ῥήϊον καὶ ῥηΐδιον καὶ τὸ ῥᾴδιον, ἀλλὰ καὶ τὸ ῥήϊστον ὑπερθετικῶς. ἐκ μέντοι τοῦ ῥᾴδιον ῥᾳδιουργὸς κατὰ Αἴλιον Διονύσιον, ὁ κακοῦργος. καὶ ῥᾳδιουργία φησὶν, ἡ περὶ πᾶν ὀλιγωρία καὶ θρασύτης. Ξενοφῶν δὲ, καὶ ἐπὶ εὐκολίας ἐχρήσατο τῇ λέξει. λέγεται δὲ καὶ ῥᾴων, ὁ ἐκ νόσου ὑγιής. καὶ ῥᾳΐζειν, τὸ ἀπὸ νόσου ἀνασφάλλειν. Τὸ δὲ ὅπου ῥηΐστη βιοτὴ καὶ οἱ ἐφεξῆς τρεῖς στίχοι, ἀγαθοῦ εἰσι τόπου ἐγκώμια. Τὸ δὲ οὐ χειμὼν πολὺς, παρατετηρημένως ἔφη. πολὺς μὲν γὰρ χειμὼν οὐκ ἄν που ἴσως γένοιτο. οὐ μὴν οὐδὲ χειμὼν ἁπλῶς. οὐ γὰρ εἰκὸς ὑπεξαιρεθῆναι τὴν τοῦ χειμῶνος ὥραν, τοῦ ἐνιαυτοῦ. Τὸ δὲ Ζεφύροιο ἀήτας, καθʼ ὁμοιότητα εἴρηται τοῦ, Νότοιό τε δεινὰς ἀήτας καὶ τῶν ὁμοίων. ἀρσενικὸν μέντοι τὸ ἀήτας ἐνταῦθα. ὡς δηλοῖ τὸ, πνείοντας ἀήτας. τὸ δέ γε Νότοιό τε δεινὰς ἀήτας παρʼ Ἡσιόδῳ, κατὰ θῆλυ γένος προῆκται Δωρικώτερον. Ἐν δὲ τῷ ἀναψύχειν, σημείωσαι ὅτι οὐ μόνον γόνιμον οἴεταί που τὸν Ζέφυρον ὁ ποιητὴς καὶ πολύκαρπον, εἰπὼν, Ζεφυρίη πνείουσα τὰ μὲν, φύει ἄλλα δὲ πέσσει, ἀλλὰ καὶ πρὸς ἐπίπνοιαν ζωτικὴν συντελεῖ. οὕτω δὲ καὶ Βοῤῥᾶς, ἐζώγρει που τὸν Ἕκτορα λειποθυμοῦντα, ἐπανάγων αὐτῷ τὴν ψυχήν. ὅπέρ ἐστιν, ἀναψύχων. ταυτὸν δέ πως εἰπεῖν, ψυχαγωγῶν. Ὅτι κολυμβητοῦ τὸ, ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσατο κυμαίνοντα. περὶ δὲ Πρωτέως ὁ λόγος οὗτος τῷ ποιητῇ. Ὅτι δηλῶν ἑσπερινὸν ἔμβρωμα εἶναι τὸν δόρπον, φησί. δόρπον ὁπλισάμεθα, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ. Ὅτι καὶ ἐνταῦθα διασκευὴ πλόου σύντομος παρὰ Μενελάου ῥηθεῖσα, ἐν τῷ, νῆας μὲν πάμπρωτον ἐρύσαμεν εἰς ἅλα δῖαν. ἐν δʼ ἱστοὺς τιθέμεθα καὶ ἱστία. Καὶ ἑξῆς ἕως τοῦ, ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. Καὶ ὅρα τὸ τύπτον οὐ μόνον ὅτι ἐπὶ ἀψύχου ἐλέχθη, ἀλλὰ καὶ ὅτι ἐκ πρώτου πληθυντικοῦ προσώπου τοῦ, ἱστοὺς τιθέμεθα, εἰς τρίτον μετεκλίθη. ὅτι μὴ δὲ ἦν, τὸν βασιλέα Μενέλαον κοινωνὸν γενέσθαι καὶ τοῦ κωπηλατεῖν. οὐ μόνη δὲ ἡ πλευστικὴ διασκευὴ ἐνταῦθα ἐστενοχώρηται, ἀλλὰ καὶ τὰ ἐφεξῆς. τὰ γὰρ ἀπὸ Αἰγύπτου ἕως καὶ τοῦ εἰς τὴν Σπάρτην κατάπλου, πέντε καὶ μόνοις στίχοις ἐμπεριείληπται. Ὅτι Ἀττικὸν τὸ, εἰς Αἰγύπτοιο διϊπετέος ποταμοῖο στῆσα νέας. δηλοῖ γὰρ τὸ, εἰς τὸν τόπον τοῦ Αἰγύπτου, ὅς ἐστι Νεῖλος ὡς καὶ προεῤῥέθη. ὃν Ὅμηρος μὲν, οὕτω καλεῖ. Ἡσίοδος δὲ ὡς ἂν νεώτερος, Νεῖλον ἤδη καλούμενον οἶδεν αὐτόν. περὶ οὗ καὶ ἐν τοῖς τοῦ περιηγητοῦ χρήσιμά τινα γεγράπται. Ὅτι δὲ καὶ πλημύρει ἐξ ὄμβρων ὁ Νεῖλος πληρούμενος καὶ διατοῦτο διϊπετὴς καλεῖται, πρὸ ὀλίγων ἐδηλώθη καὶ αὐτό.
Ὅτι θεραπείας θείας φράσις τὸ, αὐτὰρ ἐπεὶ κατέπαυσα θεοῦ χόλον αἰὲν ἐόντος. Εὐπλοίας δὲ τὸ, ταῦτα τελευτήσας νεόμην. ἔδωκε δέ μοι οὖρον θεὸς, ὅς με ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψε. Κεῖται δʼ ἐν τούτοις καὶ ὁ τύμβος ἐπὶ κενηρίου. ἔνθα φησὶν ὁ Μενέλαος ὅτι χεῦʼ Ἀγαμέμνονι τύμβον ἵνʼ ἄσβεστον κλέος εἴη. τουτέστι χυτὴν γῆν ἀνέστησα εἰς χῶμα πρὸς κλέος τῷ ἀδελφῷ. εἰ δέ τῳ δοκοίη κακόζηλον τὸ, ἄσβεστον κλέος, ὥσπερ καὶ τὸ, οὐδέ ποτʼ ἔσβη οὖρος ἔδοξεν ἐν τοῖς πρὸ τούτων κακοζήλως λεχθῆναι, εἴποι ἄν τι καὶ εἰς τοῦτο ῥήτωρ ἀγαθὸς ἀνὴρ οἷον, ὅτι οὐ κατὰ τὴν νεκρικὴν ψυχρότητα, ἔσται καὶ τὸ ἐπὶ τῷ θανόντι βασιλεῖ κλέος, ἀλλʼ αὐτὸ θερμὸν ἔσται, διὰ τὸ ἐνδιαθέτως γίνεσθαι. ἢ καὶ ὅτι τὸ οὐράνιον ἢ αἰθέριον κλέος, ἄσβεστον εἰκότως λέγοιτʼ ἂν, διὰ τὸ τοῦ αἰθέρος ἔνθερμον. Ὅτι Μενέλαος φιλοφρονούμενος τὸν Τηλέμαχον, φησίν. ἀλλʼ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν. ὄφρά κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται. καὶ τότε σʼ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα. τρεῖς ἵππους. καὶ δίφρον ἐΰξοον. αὐτὰρ ἔπειτα, δώσω καλὸν ἄλεισον. οὐχʼ ὡς οἰνόφλυγι, ἄλλʼ ἵνα σπένδῃσθα θεῷ ἐμέθεν μεμνημένος ἤματα πάντα. Καὶ ὅρα τὸ, ἐμοῦ μεμνημένος ἤματα πάντα, εἰς ἀγαθὸν δηλαδή. οὗ μάλιστα ἐφίενται οἱ ἀγαθοί. καὶ οὕτω μὲν ὁ Μενέλαος. ὅτι δὲ ὁ Τηλέμαχος ἀπαναίνεται τοὺς ἵππους καὶ διατί, μετʼ ὀλίγα εἰρήσεται. Ξυνωρίδα δέ φασι καὶ παρῄορον ἕνα ὁ βασιλεὺς τῷ Τηλεμάχῳ ὑπισχνεῖται δοῦναι, τέθριππα γὰρ οὔπω ἦσαν. Τὸ δὲ δώσω δῶρα, ἐτυμολογίας τρόπος ἐστίν. Ὅτι ἔπαινος εἰς ἄνδρα σοφὸν ὁδοῦ κωλύοντά τινα σπεύδοντα, τὸ, μὴ δέ με πολὺν χρόνον ἐνθάδʼ ἔρυκε. καὶ γάρ κʼ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοὶ ἀνεχοίμην ἥμενος. οὐδέ κε μʼ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων. αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων τέρπομαι ἀλλʼ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι. Σὺ δέ με χρόνον ἐνθάδʼ ἐρύκεις, πολὺν δηλαδὴ, ὡς προσεχῶς ἔλεγεν. ὅτε μέντοι Ὀδυσσεὺς ἐν Ἰλιάδι ἔφη, μείνατʼ ἐπὶ χρόνον, τὸν ὀλίγον παρεδήλου. Σημείωσαι δὲ ὅτι ὁ εἰς ἐνιαυτὸν ἀνεχόμενος παρά τινι καθῆσθαι καὶ ἀκούειν ὧν λέγει, οὐ μακρὰν τοῦ τῶν Σειρήνων μέλους τὰ ἐκείνου τίθεται. Ὅρα δʼ ἐνταῦθα καὶ ὅτι τὸ τῆς Ἑλένης φάρμακον τὸ λαθικηδὲς ὅπερ ἐκείνη τῷ συμποτικῷ κρατῆρι ἐνέβαλεν, ἔδρασέ τι γενναῖον. οὐ γὰρ μόνον ἐφημέριος ὁ Τηλέμαχος ἐθέλει ἀνέχεσθαι ἥμενος καὶ ἀκούων τοῦ Μενελάου καὶ μὴ ἔχων πόθον οἴκου ἢ τοκήων, ἀλλὰ καὶ εἰς ἐνιαυτὸν ὑπισχνεῖται τοιοῦτος εἶναι. Ἐν δὲ τῷ, μύθοισιν ἔπεσσί τε, οὐ δοκεῖ διαφορά τις εἶναι. ὡς οὐδὲ πρὸ ὀλίγων ἐν τῷ, κέλομαι καὶ ἄνωγα. Τὸ δὲ ἀνιάζειν ἐκ τοῦ ἀνιῶ καθʼ ὁμοιότητα τοῦ ἀμφαγαπάζειν καὶ τῶν ὁμοίων. Ὅτι παρακλητικὸν εἰς μεγαλεῖον δώρου, τὸ δῶρον δʼ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω, τοῦτʼ ἔστιν ἀπόθετόν τι. λέγει δὲ τοῦτο Τηλέμαχος, παραιτούμενος τοὺς ἵππους. ὡς καὶ ὁ πατὴρ Ὀδυσσεὺς ἐν Ἰλιάδι παρῃτήσατο τοὺς ἐκ τῆς κατασκοπῆς φασιν ἵππους. οἳ οὐκ ἂν κειμηλιωθήσονται. φησὶ γάρ. ἵππους δʼ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ ἐνθάδε λείψω ἄγαλμα. εἶτα ῥητορικῶς ἐγκωμιάζων μὲν τὴν Λακωνικὴν, κατατρέχων δὲ φιλαλήθως τῆς πατρίδος καὶ οὕτω θεραπεύων τῇ συγκρίσει τὸν Λάκωνα βασιλέα χαίροντα οἷς ἐξαίρεται τὰ τῆς κατʼ αὐτὸν γῆς, φησὶ. σὺ γὰρ πεδίοιο ἀνάσσεις εὐρέος, ᾧ ἐν μὲν λωτὸς πολὺς, ἐν δὲ κύπειρον, πυροί τε. ζειαί τε. ἠδʼ εὐρυφυὲς κρῖ λευκόν. ἐν δʼ Ἰθάκῃ, οὔτʼ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών. αἰγίβοτος. καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο. οὐ γάρ τις νήσων ἱππήλατος οὐδʼ εὐλείμων, αἵθʼ ἁλὶ κεκλίαται. Ἰθάκη δέ τι καὶ περὶ πασέων. Καὶ σημείωσαι ὅτι τοῦτό ἐστιν οὗ ἕνεκεν ἡ Ἰθάκη λέγεται κραναή. Ὅρα δʼ ἐνταῦθα καὶ τὸ φιλάληθες τοῦ Ἰθακησίου ῥήτορος. οὐ μόνον γὰρ οὐκ ἐξῆρε τὴν Ἰθάκην, ἀλλὰ καὶ ὑπήγαγεν αὐτὴν ἐλαττώσας πρὸς τὰς ἄλλας νήσους. καὶ ὅμως, ἐπήρατον αὐτῷ τὴν αἰγίβοτον Ἰθάκην λέγει μᾶλλον τῆς ἱπποβότου, διότι κοινὸν πρὸς τὰς ἄλλας νήσους τὸ αὐτῆς δυσκλήρημα. δύναται δʼ ἐνταῦθα τὸ ἱπποβότου καὶ οὐδετέρου γένους εἶναι. ἵνα λέγῃ ὅτι φίλη μοι Ἰθάκη, μᾶλλον τοῦ σοῦ ἱπποβότου Ἄργους. ἵνα ἐμφήνῃ, ὡς οὐδʼ ἂν Ὀδυσσεὺς ὁ φιλόπατρις ἐπείσθη Μενελάῳ ἐκ τῆς Ἰθάκης αὐτὸν εἰς τοιοῦτον Ἄργος μετοικίζειν ἐθέλοντι. Ὅρα δὲ καὶ ὅτι ἄγαλμα τοὺς ἵππους ἔφη κατὰ τὴν πρὸ βραχέων ῥηθεῖσαν ἔννοιαν. Τὸ δὲ, ἐν μὲν λωτὸς ἐν δὲ κύπειρον, σχῆμα Ὁμήρῳ σύνηθες. ὅμοιον τῷ, ἐν δʼ ἵμερος ἐν δʼ ὀαριστὺς καὶ τοῖς τοιούτοις. Λωτὸς δὲ, βοτάνη τις καὶ οὐχʼ οἷος ὁ τοὺς λωτοφάγους παρονομάζων. καὶ κεῖται ἡ λέξις αὕτη καὶ ἐν Ἰλιάδι. δῆλον δʼ ὡς ἱπποτροφοῦντος ἀνδρὸς εἴδησις τὸ, λωτὸν εἶναι τοῖς ἵπποις ἡδὺν καὶ κύπειρον καὶ πυροὺς περὶ ὧν ἐν τῇ Ἰλιάδι ἐῤῥέθη, καὶ ζειὰς τὰς πρὸ ὀλίγων ῥηθείσας, καὶ κρῖ λευκὸν περὶ οὗ καὶ αὐτοῦ ἡ Ἰλιὰς δηλοῖ. ὅπερ ἀποκοπὲν ἐκ τοῦ κρίμνον, ἄλλα τέ τινα παράγει, καὶ τὸν κρίβανον. ὅς ἐστι κριθῶν βαῦνος τουτέστι κάμινος κατὰ Αἴλιον Διονύσιον. ὃς καὶ κλίβανος λέγεται καθʼ ὁμοιότητα τοῦ, κεφαλαργία κεφαλαλγία. ὡς δὲ βαῦνος καὶ ἡ ἑστία λέγεται ὅ ἐστι κάμινος ἀφʼ ἧς ὡς ἀλλαχοῦ ἐφάνη, καὶ ὁ βάναυσος, ἡ Δωρικὴ ἐν Πελοποννήσῳ γλῶσσα μέχρι καὶ νῦν δηλοῖ. Εὐρυφυὲς δὲ λέγει τὸ κρῖ, παρατηρημένως. ὡς τοιοῦτον ὂν κατὰ τὴν ἔκφυσιν. Τὸ δὲ δρόμοι εὐρέες, τὸ χρήσιμόν ἐστιν οὗ χάριν ἐμνήσθη ἀνωτέρω τοῦ εὐρέος πεδίου. Λειμὼν δὲ καὶ νῦν, τὸ κοινότερον λεγόμενον λιβάδιον. ὃ θρέψοι ἂν ἵππους καὶ ποιήσοι γῆν ἱππόβοτον. Τὸ δὲ αἰγίβοτος, ἀσυνδέτως ἔφη. ὡς οἱονεὶ λέγων, ὅτι αἰγίβοτος γάρ ἐστιν. ἡ δὲ τοιαύτη, οὐκ ἔχει λειμῶνας. Τὸ δὲ νήσων αἳ ἁλὶ κεκλίαται ἤτοι περιέχονται, ἢ πρὸς διαστολὴν εἴρηται χεῤῥονήσων ὧν καὶ ἡ Πελοπόννησος περὶ ἣν ἄρτι ἐστὶν ὁ Τηλέμαχος, αἳ δὴ χεῤῥόνησοι, καὶ ἕτεραί εἰσι τῶν ἀμφιάλων νήσων. ἢ ἅλα νοητέον, τὴν ἐγγὺς τῆς Ἰθάκης. ἵνα λέγῃ, ὡς οὐδεμία νῆσος ἱππήλατος ἐκ τῶν περὶ τὴν καθʼ ἡμᾶς θάλασσαν. εἰ δὲ καὶ ὡς ἴδιον πάσης νήσου τοῦτο εἶπεν, οὐ δὲ τοῦτο καινόν. ἴσως δὲ καὶ πρὸς διαστολὴν τῶν μὴ θαλασσίων. πολλαχοῦ γὰρ εἰσὶ καὶ ποτάμιοι νῆσοι. Ὅτι τοῦ Τηλεμάχου γοργῶς ἤδη καὶ ποικίλως καὶ ἀμφιδεξιῶς λαλήσαντος κατὰ λόγον γλυκύτητος, ὁ Μενέλαος τὸ ἀστεῖον τῆς ῥητορείας ἀποδεξάμενος, ἐμείδησέ τε ὡς εἰκὸς, καὶ χειρὶ καταρέξας, φησίν. αἵματος εἶς ἀγαθοῖο φίλον τέκος. οἷʼ ἀγορεύεις. εἶτα καὶ ὑπισχνούμενος ἄλλα δῶρα δοῦναι, φησί. τοιγὰρ, ἐγώ τοι ταῦτα μεταστήσω. δύναμαι γάρ. ὡς τοῦ δυναμένου, ἐκείνου καὶ δωρουμένου. πένης γὰρ οὐκ ἂν εἴη μεγαλόδωρος. δώρων δʼ ὅσσʼ ἐν ἐμῷ φησὶν οἴκῳ κειμήλια κεῖται, δώσω ὃ κάλλιστον καὶ τιμιέστατόν ἐστι. δώσω τοι κρητῆρα τετυγμένον. ἀργύρεος δέ ἐστιν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται. ὃ καὶ ὁ τῆς Ἑλένης ὑπόκυκλος τάλαρος εἶχεν. ἔργον δʼ Ἡφαίστοιο. πόρεν δέ ἑ, φαίδιμος ἥρως Σιδονίων βασιλεὺς ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψεν, ἤγουν περιέσχε καὶ ἐσκέπασέ με. ὃ ταυτόν ἐστι τῷ, ὅτε εἰς τὸν ἐκείνου δόμον εἰσῆλθον. Καὶ ὅρα ὡς πληροῖ ἐν τούτοις ὁ Μενέλαος τὴν αἴτησιν τοῦ Τηλεμάχου. εἰπόντος. δῶρον δὲ ὃ ἄν μοι δοίης, κειμήλιον ἔστω. Τὸ δὲ κατέρεξε τί ποτε δηλοῖ. καὶ ὅτι τὸ, αἵματος ἀγαθοῦ, ἀντὶ τοῦ, σπέρματος κεῖται, ἡ Ἰλιὰς ἐδήλωσε. Τὸ δὲ μεταστήσω, ἀντὶ τοῦ, μεταλλάξω. μετασταθμήσω. ἢ ἀνταλλάξω. ἀντιδώσω. ἐκ μεταφορᾶς τῶν διὰ σταθμοῦ ἀντικαταλλασσόντων. Τὸ δὲ δῶρον δὲ ὅσα, δύναται διχῶς γράφεσθαι. ἢ γὰρ δώσω δῶρον, ἢ δώσω τῶν δώρων τὸ τιμιώτατον. Τὸ δὲ κειμήλια κεῖται, τρόπος ἐτυμολογίας ἐστί. Τὸ δὲ κάλλιστον καὶ τιμηέστατον, ἀρετὴν ὑπογράφει δωρεᾶς. ὡς γὰρ θεῷ κειμήλια καὶ θύματα τεληέστατα, οὕτω καὶ φίλοις τὰ κάλλιστα δοτέον καὶ τιμηέστατα. Τὸ δὲ κρατῆρα τετυγμένον, ἀντὶ τοῦ εὖ καὶ ἐπιτυχῶς κατεσκευασμένον. Τὸ δὲ ἔργον δʼ Ἡφαίστοιο, πρὸς ὑπερβολὴν εἴρηται, κατὰ τὸν γεωγράφον εἰπεῖν. ὥσπερ λέγεται καὶ Ἀθηνᾶς ἔργα, τὰ καλά. Τὸ δὲ φαίδιμος ἥρως, ἄδηλον κατὰ τοὺς παλαιοὺς εἴπερ κύριόν ἐστιν ὄνομα. τινὲς δὲ, Σώβαλον αὐτὸν, ἕτεροι δὲ, Σέθλων ἱστόρησαν. ὅτι δὲ πλούσιοι καὶ οἱ Σιδόνιοι, ἡ ἱστορία λέγει. ὅτι δὲ καὶ καλλίτεχνοι κατὰ τὸν γεωγράφον, δηλοῖ καὶ ὁ ἐν Ἰλιάδι κρατὴρ τοῦ Εὔνεω. Ἐν τούτοις δὲ σημειοῦνται οἱ παλαιοὶ ὡς ὁ Μενέλαος μὲν καίτοι καλὴν πρόφασιν εὐρὼν, ὅμως οὐκ ἐθέλει τὴν τοῦ φιλτάτου Ὀδυσσέως γυναῖκα διʼ ἐπικουρίας περισώσασθαι ἐφʼ ὁμοίοις εὐεργετηθεὶς, ἐπεὶ οὐδὲ ἐδεήθη κατὰ τῶν μνηστήρων ὁ Τηλέμαχος. δεῖ δὲ φίλοις συντελεῖν, εἰς ἃ βούλονται. Τηλέμαχος μέντοι οὐ προκαλεῖται τὸν Μενέλαον βοηθεῖν ὥσπερ οὐδὲ τὸν Νέστορα, ἐπεὶ ἔχει μαθὼν ἄρτι τὴν τοῦ Ὀδυσσέως ζωήν. πεπληροφόρηται δὲ ἤδη πρὸ τούτων, καὶ ὡς οὐκ ἐπὶ πολὺ ἀπέσται Ὀδυσσεὺς οὐδʼ εἴπερ αὐτὸν σιδήρεα δέσματʼ ἔχῃσιν. ὥστε τὸ πᾶν εἰπεῖν, οὔτε ζητεῖ ἐπικουρίαν, οὔτε βοηθεῖται. ἀλλʼ εἰς μόνον ἐπαρκεῖται ὅπερ ἠθέλησεν. Ὅτι ἀφεὶς τὸν Τηλέμαχον ὁ ποιητὴς ἐν Σπάρτῃ, ἀπασχολεῖ τὸν λόγον εἰς τοὺς μνηστῆρας, καὶ φησί. δαιτυμόνες δʼ ἀνὰ δώματα ἴσαν θείου βασιλῆος. οἵδʼ ἦγον μὲν μῆλα. φέρον δʼ εὐήνορα οἶνον. σῖτον δέ σφʼ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον. καὶ τὰ μὲν ἔσω, οὕτως εἶχον. μνηστῆρες δὲ πάροιθεν οἴκου, δίσκοισι τέρποντο καὶ αἰγανέῃσιν ἱέντες ἐν τυκτῷ δαπέδῳ ὅθι περ πάρος ὕβριν ἔχεσκον. Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδὴς, ἀρχοὶ μνηστήρων. ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι. εἶτα λέγει καὶ ὅτι ὁ τῆς κατὰ Τηλέμαχον νεὼς ναύκληρος Νοήμων ὁ τοῦ Φρονίου ἐγγύθεν ἐλθὼν, εἴρετο τὸν Ἀντίνοον ὁππότε Τηλέμαχος νεῖται ἐκ Πύλου νῆα ἄγων. εἰπὼν, καὶ ὅτι χρεώ μοι γίνεται αὐτῆς εἰς Ἤλιδα διαβῆναι. ἔνθά μοι φησὶν ἵπποι δώδεκα θήλειαι. ὑπὸ δʼ ἡμίονοι ταλαεργοὶ ἀδμῆτες. τῶν κέν τινʼ ἐλασσάμενος δασαίμην. καὶ οὕτω μὲν ὁ Νοήμων. οἱ δὲ μνηστῆρες, ἀνὰ θυμὸν ἐθάμβεον, οὐ γὰρ ἔφαντο ἐς Πύλον οἴχεσθαι, ἀλλά που ἀγρῶν, ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ. τῷ εὐνουστάτῳ δηλαδὴ Εὐμαίῳ. τῶν γὰρ τοῖς μήλοις ἐπιστατούντων, οὐκ ἀξιοῖ ὀνομάσαί τινα νῦν ὁ ποιητής. ὧν εἷς φανεῖται καὶ ὁ κακόνους Μελάνθιος. Ἰστέον δὲ ὅτι δαιτυμόνες ἐνταῦθα κατὰ παλαιὰν παρασημείωσιν, οὐχʼ οἱ φίλοι, ἀλλʼ οἱ τὴν δαῖτα ἑτοιμάζοντες. οὗτοι γὰρ πάντως τά τε μῆλα ἦγον καὶ τὸν οἶνον ἔφερον. οἱ γὰρ μνηστῆρες, ἔπαιζον. Ὅρα δὲ καὶ ὅτι αὐτὴ ἡ Ὁμηρικὴ Μοῦσα, θεῖον βασιλέα τὸν Ὀδυσσέα φησίν. ὃν πρὸ τούτων, θεῖον Ὀδυσσέα ἔφη. καὶ ὅτι φανερὰ ἐνταῦθα διαφορὰ τοῦ ἄγειν καὶ τοῦ φέρειν ἐν τῷ, ἦγον μὲν μῆλα ὅ ἐστι θρέμματα. ἔφερον δὲ οἶνον. ὡς τοῦ ἄγειν μὲν καθὰ καὶ ἡ Ἰλιὰς ἐδήλωσεν, ἐπὶ ἐμψύχων τὰ πολλὰ λεγομένου. τοῦ δὲ φέρειν, ἐπὶ ἀψύχων. ὅτι δέ ποτε καὶ ταυτίζονται τὸ φέρειν καὶ τὸ ἄγειν, καὶ ἐξ ἄλλων μὲν δῆλον. οὐχʼ ἥκιστα δὲ, ἐπὶ κυκλοτερῶν σχημάτων. ἐφʼ ὧν λέγεται τὸ περιφερὲς καὶ τὸ περιηγμένον. καὶ ἡ περιφέρεια καὶ ἡ περιαγωγή. οὕτω καὶ περιηγὲς ἄγκιστρον, ὃ περιάγεται, ταυτόν δʼ εἰπεῖν, περιφέρεται. Τὸν δὲ οἶνον εὐήνορα λέγει τουτέστιν ἀνδρίας περιποιητικὸν, εἰ πίνοιτο συμμέτρως. ὁ γὰρ ἄμετρος καὶ οὐδὲ ἐν καιρῷ προσφερόμενος, ἀπογυῶσαι τὲ ἔχει, καὶ ἀνήνορα θέσθαι. καὶ μένεος καὶ ἀλκῆς λαχέσθαι ποιεῖ ὡς ἡ Ἰλιὰς δηλοῖ. ὡς δὲ καὶ χαλκοῦ ἤτοι σιδήρου ἐπίθετον ὁ εὐήνωρ, δηλοῦται ἀλλαχοῦ. Ἀλόχους δὲ, τὰς τοῦ Ὀδυσσέως λέγει δμωάς. ὡς τοῖς μνηστῆρσιν εἰς ταυτὸν λέχος ἰούσας. παραχρώμενος τῇ λέξει. ὅτι δὲ μάχλοι αἱ τοιαῦται δουλίδες, ἐν τοῖς ἑξῆς δηλωθήσεται. Ὁ δὲ δίσκος, ἐκ λίθου φασὶν ἦν, καί ποτε καὶ σιδήρεος, ἱμάντι περὶ τὸ μέσον ἐνειρμένῳ, στρεφόμενος καὶ ἀφιέμενος. Ἡ δὲ αἰγανέα, εἶδος ἀκοντίου ἐπιτηδείου εἰς αἰγῶν θήραν. καὶ γίνεται παρὰ τὸ ἵεσθαι κατὰ αἰγῶν. ἢ καὶ παρὰ τὸ ἄγαν ἵεσθαι. οἱ δὲ παλαιοὶ, φασὶ καὶ ὅτι αἰγανέα γρόσχος. μικρὸν ἀκόντιον. καὶ ζητητέον μή ποτε ἔσφαλται τὸ γρόσχος. γρόσφος γὰρ μάλιστα εὕρηται διὰ τοῦ φ. εἰ μὴ ἄρα μηχανικὴ μὲν λέξις ὁ γρόσφος. ὁ δὲ γρόσχος, ἀκόντιον. Τὸ δὲ ἱέντες, καιρίως εἴρηται. ἵενται γὰρ καὶ οἱ δίσκοι καὶ αἱ αἰγανέαι, ὥσπερ καὶ οἱ ὀϊστοί. διὸ καὶ ἰοὶ λέγονται. Τυκτὸν δὲ δάπεδον, ἢ τὸ εὔτυκτον καθʼ ὁμοιότητα τοῦ, κρητῆρα τετυγμένον. ἢ τὸ μὴ φύσει τοιοῦτον, ἀλλὰ σκευασθὲν εἰς γυμνάσιον. οὐδὲ γὰρ οὐδʼ οἱ σπάταλοι μνηστῆρες ἀνέχονται μὴ γυμνάζεσθαι. Δάπεδον δὲ τί τέ ἐστι καὶ πόθεν γίνεται, ἡ Ἰλιὰς παριστᾷ. Τὸ δὲ ὕβριν ἔχοντες, παιδευτικῶς ἐῤῥέθη. ἐπειδὴ τῶν ὑβριστῶν καὶ τὰ γυμνάσια, οὐ σπουδαῖα. ὕβρις δὲ ἄντικρυς. οὔκουν σπουδαῖοι αὐτόχρημα οἱ μνηστῆρες οὕτω γυμναζόμενοι, ἀλλὰ ἔμφασιν μόνην ἐσκίαζον τοῦ πρὸς ἀνδρίαν ἡρωϊκὴν γυμνάζεσθαι. Ἀρχοὶ δὲ μνηστήρων Εὐρύμαχος καὶ Ἀντίνοος, κατὰ ἀνδρίας πρόσχημα. τοῦτο γὰρ δηλοῖ τὸ, ἀρετῇ ἄριστοι. διὸ καὶ εἷς αὐτῶν ὁ Ἀντίνοος, ναυαρχήσει μετʼ ὀλίγα κατὰ τοῦ Τηλεμάχου. φασὶ δʼ ἐνταῦθα οἱ παλαιοὶ, ὡς οὐδὲ οἱ κάκιστοι θέλουσιν ἄναρχοι διάγειν. αἱρήσονται δὲ οἱ μὲν ἀγαθοὶ, ἀγαθόν. οἱ δὲ φαῦλοι, τὸν φαυλότερον. Περὶ δὲ Ἤλιδος καὶ ἡ Βοιωτία ἱστορεῖ. Τὸ δὲ ταλαεργὸν, ἰδίως ἡμιόνοις ἀποκεκλήρωται. Ὅρα δὲ τὸ ἀδμῆτες. οὗ εὐθεῖα ἐστὶν, οὐκ ἀδμήτη, ὡς πρὸ τούτων ἐλέχθη, βοῦν ἀδμήτην. ἀλλὰ ἀδμὴς ἀδμῆτος. οὗ συνήθως ἀναδραμόντος εἰς εὐθεῖαν, γίνεται ἄδμητος ἀρσενικόν. ὅθεν καὶ τὸ κύριον, ἐκεῖθεν δὲ ἀναλόγως ἡ ἀδμήτη. Τὸ δὲ ἐλασσάμενος, λέγεται μὲν καὶ ἐλάσας. οὐ δηλοῖ δὲ ὁποῖόν τι τὸ, οὐ γάρ ποτʼ ἐμὰς βοῦς ἤλασσαν. ἀλλὰ τὸ ἀπελάσαι καὶ χωρίσαι τῶν μητέρων. ἢ ἁπλῶς τῶν συννόμων. τοιοῦτόν τι καὶ τὸ, ἐλάσει δὲ βοῶν ἐπιβουκόλος ἀνήρ. Τὸ δὲ ἀδμῆτες καὶ τὸ δαμασαίμην, ἐτυμολογικῶς ἐῤῥέθη. ἐκ τούτου δὲ τοῦ δαμάζειν, καὶ ὁ πωλοδάμνης. Ὅτι ὁ ἀπορῶν ἐπὶ λαθραίᾳ τινὸς ὁδῷ, ἐρωτήσοι ἄν τινα, οὕτω νημερτές μοι ἔνισπε πότʼ ᾤχετο. καὶ τίνες αὐτῷ κοῦροι ἕποντο ἐξαίρετοι. ἢ ἑοὶ αὐτοῦ, θῆτές τε δμῷές τε. δύναιτό γε καὶ τὸ, τελέσσαι. θαυμαστικὸν δὲ τοῦτο μετὰ βαρύτητος. οἰκεῖον ὂν λέγεσθαι ὅτε τις μέγά τι ἔργον παραδόξως ἀνύσει. Ἰστέον δὲ ὅτι ἐνταῦθα κούρους Ἰθάκης ἐξαιρέτους ὁ Ὁμηρικὸς Ἀντίνοος λέγει, τοὺς ἐκ τῶν ἄλλων αἱρεθέντας, ὅ ἐστιν ἐπικριθέντας, οἳ καὶ ἔξαιτοι λέγονται κατὰ συγκοπήν. οἷον, ἐξαίτους ἐρέτας. οὓς καὶ ἑταίρους φθάσας εἶπεν ὁ ποιητής. καὶ σκοπητέον, μή ποτε ἐκ τοῦ αἱρετὸς ὅθεν ὁ ἐξαίρετος, γίνεται ὁ ἑταῖρος κατὰ στοιχείων μετάθεσιν ὁποία τις καὶ πρὸ τούτων ἐῤῥέθη. διὸ καὶ δασύνεται ἡ ἄρχουσα κατὰ ἀναδρομὴν τῆς δασείας πολλαχοῦ γινομένην. Ἰστέον δὲ καὶ ὅτι ἑρμηνεύων ὁ ποιητὴς τὸ, κοῦροι ἐξαίρετοι, φησὶν ὑποκατιών. κοῦροι οἳ κατὰ δῆμον ἀριστεύουσι. καὶ, κρίνας ἀνὰ δῆμον ἀρίστους.
Ὅτι σχῆμα καινὸν τὸ, ἤ σε βίῃ ἀέκοντος ἀπηύρα ἤτοι ἀφείλετο νῆα μέλαιναν, ἀντὶ τοῦ ἀέκοντα. αἴτιον δὲ τῆς καινότητος, ὅτι πλαγιασμὸς οὐκ οἶδε σολοικίζειν. δύναται δὲ ὁ τοιοῦτος λόγος ἐντελῶς ῥηθῆναι μετὰ τῶν ἐφεξῆς αὐτοῦ κατʼ ἐρώτησιν, πρὸς τὸν ἐπιβαρῶς χαρισάμενόν τινι. οἷον. ἤ σε βίῃ ἀέκοντες ἀπήυρα τό δέ τι, ἢ ἑκὼν οἱ δῶκας ἐπεὶ προσπτύξατο μύθῳ; ὁ δὲ δούς τι μέγα πρὸς χάριν ἀνδρὶ μεγάλῳ, εἴποι ἂν τὸ, αὐτὸς ἑκών οἱ δῶκα. τί κεν ῥέξειε καὶ ἄλλος ὁππότʼ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ, αἰτίζει. χαλεπόν κεν ἀνῄνασθαι δόσιν εἴη. ὥσπερ δυσχερὲς ἦν καὶ τῷ Ἰθακησίῳ Νοήμονι μὴ ὑπακοῦσαι τῷ τοῦ βασιλέως υἱῷ Τηλεμάχῳ αἰτοῦντι νῆα. καὶ ἔστιν ἐντρεπτικὸς ὁ λόγος πρὸς τοὺς βιαίους μνηστῆρας. Ὅρα δὲ τὸ, προσπτύξατο μύθῳ. ἀντὶ τοῦ, ὡμίλησε τὰ πρὸς πειθώ. τὸ μέντοι πρὸ τούτων ῥηθέν που ὑπὸ τοῦ Τηλεμάχου, ποτιπτυσσοίμεθα μύθῳ, ἐριστικὴν καὶ οὐ φιλικὴν ἐδήλου πρόσπτυξιν. Τὸ δὲ ἀνὴρ τοιοῦτος, ἐν μιᾷ λέξει μέγαν ἔπαινον ὑπεμφαίνει. δηλοῖ γὰρ, ὅτι βασιλέως υἱός. καὶ βασιλέως, ἀγαθοῦ. ἀγαθὸς καὶ αὐτός. καὶ ἀδικούμενος. καὶ οὐδὲ ζητήσας τι βαρὺ οὐδὲ ἄδικον. Μελεδήματα δὲ, αἱ φροντίδες καὶ αἱ λύπαι, παρὰ τὸ τὰ μέλη ἔδειν. ὅθεν καὶ αἱ μελεδῶνες. Τὸ δὲ χαλεπὸν, ἀκριβῶς κεῖται. λυτικὸν ὂν τῆς ἀπορίας. οὐ γὰρ ἀδύνατον ἦν ἀπειθῆσαι τῷ Τηλεμάχῳ, ἀλλὰ μόνον χαλεπόν. Ὅτι ἐκπλήττει ὥσπερ τοὺς ἄλλους, οὕτω καὶ τὸν Ἀντίνοον, τὸ, ἐκ τόσσων ἀέκητι νέον ὄντα παῖδα τὸν Τηλέμαχον, οἴχεσθαι νῆα ἐρυσάμενον κρίναντά τε ἀνὰ δῆμον ἀρίστους. διὸ καὶ ἄχνυται, καὶ μένεος αὐτῷ φρένες ἀμφιμέλαιναι πίμπλανται. καὶ οἱ ὀφθαλμοὶ πυρὶ λάμπονται. Καὶ σχετλιάζων φησὶν ἄλλά τε καὶ, ὢ πόποι. ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη Τηλεμάχῳ ὁδὸς ἥδε. Φάμεν δὲ οἱ οὐ τελέεσθαι, ὅτε δηλαδὴ ἐλέγομεν μυκτηρίζοντες, τούτῳ δʼ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδʼ Ἁλιθέρσης. Λέγει δὲ ὁ Ἀντίνοος καὶ ὅτι, ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι. Εἶτα καὶ ἐπαρᾶται, εἰπών. ἀλλά οἱ αὐτῷ Ζεὺς ὀλέσειε βίην πρὶν ἡμῖν πῆμα φυτεῦσαι Ἐνήχθη δὲ εἰς τοῦτο Ἀντίνοος, πτοηθεὶς ἐξ ὧν φθάσας ὁ Νοήμων εἶπεν. ὡς ἀρχὸς ἔβη τῷ Τηλεμάχῳ τῆς νηὸς, Μέντωρ ἢ θεός. καὶ τὰ ἑξῆς. διὸ καὶ κατεύχεται τοῦ Τηλεμάχου ὡς ἐῤῥέθη, ὅ τις εὔξεται κατὰ ἐχθροῦ, παρῳδήσας τὸ Ζεὺς εἰς τὸ θεός. Καὶ ἐπὶ τούτοις, ζητεῖ καὶ αὐτὸς νῆα θοὴν καὶ εἴκοσιν ἑταίρους ὥς τε λοχήσασθαι καὶ φυλάξειν ἐν πορθμῷ Ἰθάκης τε Σαμοιό τε παιπαλοέσσης. ὡς ἄν φησιν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός. καὶ οὕτω μὲν ὁ Ἀντίνοος. θαῤῥῶν ὡς μετὰ εἴκοσιν ἐνόπλων, τοσούτων ἀόπλων τῶν μετὰ Τηλεμάχου περιγενήσεται. οἵ δʼ ἄρα πάντες ἐπῄνεον ἠδὲ κέλευον. τί δὲ ἐκέλευον οὐ λέγει ὁ ποιητὴς, ὡς αὐτόθεν δῆλον ὄν. Ἰστέον δὲ ὅτι ἐπίτηδες πλάττει τοὺς μνηστῆρας ἐλλοχῶντας ὁ ποιητής, διά τε τὸ ἐναγωνιώτερον τῆς ποιήσεως καὶ μὴ ὕπτιον, καὶ εἰς εὐπορίαν γραφῆς ἤγουν πλατυσμὸν ποιήσεως. ἐπανελεύσεται μέντοι ἀκίνδυνος ὁ Τηλέμαχος, καὶ εἰς κενὸν οἱ μνηστῆρες πλευσοῦνται, διά τε τὸ πιθανόν. οὐ γὰρ ἦν τοὺς ἀμφὶ Τηλέμαχον ἀόπλους, ὡπλισαμένοις τοῖς μνηστῆρσιν ἀντιτάξασθαι. καὶ ὅτι τὰ τῆς μάχης ὁ ποιητὴς ἐν ὑστέρῳ ταμιεύεται. ἀναίσχυντος δέ φασιν ἐν τούτοις ὁ Ἀντίνοος, σχετλιάζων ὡς δεινὰ παθὼν εἰ Τηλέμαχος ἀπεδήμησεν. οὐδενὶ ἔχων φασὶν ἐγκαλεῖν ἢ τῇ ἑαυτοῦ ῥᾳθυμίᾳ. Τὸ δὲ ἄρξει καὶ προτέρω κακὸν εἶναι, ἀντὶ τοῦ ἀρχὴν ἀπὸ τοῦ νῦν ποιήσει εἰς τὸ καὶ προσωτέρω καὶ ἐπὶ τὰ ἑξῆς κακῶσαι ἡμᾶς. Ὁ δὲ ῥηθεὶς πορθμὸς, τοπογραφικῶς ἐδηλώθη. κείμενος μεταξὺ Ἰθάκης καὶ τῆς περὶ τὴν Κεφαλληνίαν Σάμου τῆς καὶ Σάμης. περὶ ἧς πολλαχοῦ δηλοῦται. Ὅτι δὲ περὶ Ἀστερίαν νῆσον ὁ λόχος γέγονε, δηλωθήσεται ἐν τοῖς ἑξῆς. Περὶ δὲ τοῦ σμυγερῶς, προγέγραπται. Πολλαχοῦ δὲ δηλοῦται καὶ ὁ πορθμὸς, στενὴ θάλασσα εἶναι μεταξὺ δύω γεῶν. ἀνάπαλιν πάντως τῷ ἰσθμῷ ὃς δύο μεσιτεύει θαλάσσαις. Ὅτι τὸ ἀπευθὴς ἤτοι μηδὲν μαθὼν ὃ πρὸ τούτων ἐῤῥέθη, ἄπυστος ἐνταῦθα φησίν. εἰπών. οὐδʼ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος μύθων οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον. Καὶ ὅρα ὅτι διττὸν καὶ τὸ ἄπυστος καθὰ καὶ τὸ ἀπευθὴς. καὶ νῦν μὲν, ὅμοιόν ἐστι πρὸς τὸ, ὣς ἦλθον φίλε τέκνον ἀπευθής. ἐν δὲ τῷ, οἴχετʼ ἄϊστος ἄπυστος, ἶσον δύναται τῷ, κείνου δὲ καὶ ὄλεθρος ἀπευθής. Τὸ δὲ οὐδʼ ἄρα ὁ δεῖνα πολὺν χρόνον ἦεν ἄπυστος μύθων οὓς οἱ δεῖνα ἐνὶ φρεσὶ βυσσοδόμευον, μυστηρίου φράζειν φανέρωσιν. ἔστι δὲ τὸ βυσσοδομεύειν καθὰ καὶ τὸ μῆτιν ὑφαίνειν, οἷον, οἵδʼ ἔνδοθι μῆτιν ὕφαινον, καὶ τὸ πῆμα φυτεύειν οἷον πρὶν ἡμῖν πῆμα φυτεῦσαι, τολμηρά. καὶ ἐγγὺς κακοζήλων διὰ τὸ μεμονῶσθαι καὶ μὴ ἔχειν καί τινας ἑτέρας λέξεις συστοίχους συγκροτούσας τὴν τροπήν. γοργότητα μέντοι ἄλλως ἔχουσι καὶ ποιητικὸν ὄγκον. Ἰστέον δὲ καὶ ὅτι οἰκεῖον τὸ βυσσοδομεύειν, ταῖς ἐπικεκρυμμέναις βουλαῖς. ῥηθὲν παρά τε τὸν βυσσὸν, ἐπεὶ καὶ πορφύρειν λέγεται τὸ ἐν βάθει διαλογίζεσθαι, καὶ παρὰ τὸ δομεύειν, ὃ ἔχοι ἂν ὁμοιότητα πρὸς τὸ ὑφαίνειν, ἐπεὶ καὶ ἄμφω στοιβή τινα ἔχουσι τὸ μὲν, νημάτων. τὸ δὲ, ὕλης ἑτέρας ἑξῆς οἱ δόμοι. Δῆλον δὲ ὅτι καθὰ ἐκ θαλάσσης τέτραπται τὸ βυσσοδομεύειν καὶ τὸ πορφύρειν, οὕτω καὶ τὸ καλχαίνειν ὡς καὶ προείρηται. καὶ ὅτι ἐκ τοῦ βυσσοδομέειν κατʼ ἐπένθεσιν τοῦ υ γέγονε τὸ βυσσοδομεύειν πρὸς χρησιμότητα μέτρου ἡρωϊκοῦ. ὁμοίως τῷ ἡνιοχεύειν καὶ ἀμφιπολεύειν καὶ τοῖς τοιούτοις. Ὅτι κήρυξ ὁ Μέδων αὐλῆς ἐκτὸς ὢν καὶ ἀκούσας τῶν μνηστήρων βουλευομένων κατὰ Τηλεμάχου, ἤγγειλε τὸ κακὸν τῇ Πηνελόπῃ. ὅμοιον δέ τι καὶ ἐν τοῖς ἑξῆς που ποιήσει. πάνυ γὰρ εὔνους ὁ ἀνὴρ τῷ τοῦ Ὀδυσσέως οἴκῳ. διὸ καὶ περισωθήσεται. Καὶ ὅρα ὡς οὐκ ἀδύνατον καθὰ ἐν πολλοῖς ἀγαθοῖς εὑρίσκεσθαι καί τινα μὴ τοιοῦτον, οὕτω καὶ ἐν ὁμίλῳ κακῶν ἀνδρῶν, παρεμεμίχθαι καὶ ἀγαθούς. ὁποῖοι καὶ ἐν Ὀδυσσείᾳ τῷ βασιλικῷ οἴκῳ, Εὐρύκλεια. Εὐρυμέδων. Μέντωρ. καὶ ἕτεροι. οὐ γὰρ μόνον κατὰ τὴν τραγῳδίαν ἐν χορείαις οὖσα σώφρων οὐκ αἰσχύνεται, ἀλλὰ καὶ ἀνὴρ σώφρων φαύλοις συνὼν κατά τι ἀναγκαῖον, οὐκ ἂν αἰσχρὸς εἴη. Ὅτι τὸ κατʼ οὐδοῦ βῆναι, ἀντὶ τοῦ, τῇ θύρᾳ ἐγγίσαι. ἢ καὶ εἰσελθεῖν. λέγεται δὲ καὶ ὁδὸς ἀρσενικῶς, ὁ οὐδός. ὥς που καὶ ἐν Ἰλιάδι ἐῤῥέθη. Ὅτι πρόκλησις εἰς τρυφὴν τὸ, εἰπέμεναι ἔργων παύσασθαι, σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι. ἔργα δὲ καὶ ἐνταῦθα, τὰ γυναικεῖα φησίν. ὡς καὶ ἐν τῷ, τὰ σαυτῆς ἔργα κόμιζε. Καὶ ὅρα ὡς τὸ δαῖτα πένεσθαι, οὐκ εἰς λόγον ἔργου τίθεται. Ὅτι ἐνδιάθετος ἀρὰ ἡ τῆς Πηνελόπης κατὰ τῶν μνηστήρων τὸ, μὴ μνηστεύσαντες, μὴ δʼ ἄλλοθʼ ὁμιλήσαντες, ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν. τινές δʼ ἐνταῦθα δύο τελείας ἐννοίας ἐνόησαν. μίαν μὲν ἐλλειπτικὴν, ἐν τῷ πρώτῳ στοίχῳ. ἵνα λέγῃ, μὴ μνηστεύσαντες εἶεν, καὶ ἑξῆς. ἑτέραν δὲ τὸ, ὕστατα δειπνήσειαν. καὶ ἔστι φασὶν ἡ τοῦ πρώτου στίχου ἔλλειψις, συγκεχυμένης καὶ ἀγωνιώσης ψυχῆς. Τὸ δὲ ὁμιλήσαντες, ἀντὶ τοῦ ὅμιλον ποιήσαντες. ὡς τὸ, τίς δαίς. τίς ὅμιλος. Τὸ δὲ ὕστατα καὶ πύματα, λέξεις εἰσὶν ἰσοδύναμοι. ἵνα λέγῃ τῇ ἐκ παραλλήλου θέσει, ὡς πάνυ ἔσχατα δειπνήσαιεν. καὶ ὡς εἰπεῖν, ἔσχατα ἐσχάτων. Τὸ δὲ ἐνθάδε, ἐπιεικῶς ἐῤῥέθη ὡς μὴ ἁπλῶς ἐπαρωμένης τῆς Πηνελόπης ἔσχατον τοῦτο δεῖπνον τοῖς μνηστῆρσιν εἰ καὶ ἄλλοθι δειπνεῖν ἐθέλουσιν. ἐφεξῆς δὲ, κεῖται ἄλλο σχῆμα ἐνδιαθέτου λόγου κατὰ ὀργὴν τὸ, οἳ θάμʼ ἀγειρόμενοι, βίοτον κατακείρετε πολύν. οὐδέτι ἀκούετε καὶ τὰ ἑξῆς. οὐκέτι γὰρ πρὸς τὸν Μέδοντα ὁ λόγος, ἀλλʼ ὡς πρὸς παρόντας καὶ ἀκούοντας καὶ αὐτοὺς δὴ τοὺς μνηστῆρας, τὰ τοιαῦτα φησὶ σχετλιάζουσα, ἤγουν τὸ κείρετε καὶ τὸ ἀκούετε. ἐν τούτοις δὲ, καὶ τὸν ἄνδρα ὡς ἀγαθὸν βασιλέα ἐπαινεῖ. Ὅτι ὀνειδισμὸς πρὸς ἄνδρας ἀπροσεκτοῦντας τῇ τῶν παλαιῶν πράξεων μαθήσει τὸ, οὐδέ τι πατέρων ἡμετέρων τὸ πρόσθεν ἀκούετε παῖδες ἐόντες, οἷος ὁ δεῖνα ἦν. Ἰστέον δὲ ὅτι ὥσπερ θυγατέρων θυγατρῶν, ὡς τὸ Πριάμοιο θυγατρῶν, οὕτω καὶ πατέρων πατρῶν. ὃ καὶ μετὰ ταῦτα κεῖται ἐν τῷ ἐξ ἔτι πατρῶν. Ὅτι ἔπαινος βασιλέως καὶ ἀγαθοῦ δὲ ἁπλῶς ἀνδρὸς, τὸ, οἷος ὁ δεῖνα ἔσκεν, οὔτέ τινα ῥέξας ἐξαίσιον, οὔτέ τι εἰπὼν ἐν δήμῳ. ἥ τʼ ἐστὶ δίκη θείων βασιλήων. ποία δὲ ἡ τοιαύτη δίκη; ἄλλον κʼ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη. κεῖνος δʼ οὔποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει. περὶ Ὀδυσσέως δὲ ταῦτα. ὃν ἄλλως φθάσας ἐπῄνησε πάνυ γοργῶς κατὰ ὁμοίαν ἔννοιαν, ἐν τῷ, πατήρ δʼ ὣς ἤπιος ἦεν. εἴη δὲ ἂν οὕτως ἤπιος ὁ μή τινα βλάψας ἢ ἔργοις ἢ λόγοις. Ἐξαίσιον δὲ, τὸ ἔξω τοῦ αἰσίου ὡς καὶ ἐν Ἰλιάδι κεῖται. οὕτω δὲ καὶ ἔκδικον παρὰ τοῖς παλαιοῖς, τὸ ἔξω τοῦ δικαίου, τὸ μέντοι μὴ τοιοῦτον, ἔνδικον λέγεται καὶ ἐναίσιμον. οὕτω καὶ ἔκτιμον παρὰ Σοφοκλεῖ ἐν Ἠλέκτρᾳ, τὸ ἔξω τιμῆς. ἑτεροῖον ὂν παρὰ τὸ ἔντιμον. ὅτι δὲ τὸ ἐκ τούτου ῥῆμα τὸ ἐκτιμᾶσθαι, τιμῆς ἐπίτασιν δηλοῖ, ὁ αὐτὸς ἐν ἄλλοις ἐκφαίνει. Τὸ δὲ ἥτις ἐστὶ δίκη, ἀντὶ τοῦ ὅπέρ ἐστι δίκαιον καὶ οἱονεὶ νόμος ἢ ἔθος. περὶ δὲ τοῦ τοιούτου σχήματος, διείληπται καὶ ἐν τῇ Ἰλιάδι. ὡς καὶ περὶ τοῦ, ὃς νόμος τῷ δεῖνι καὶ ὃς τρόπος τοῦ δεῖνος. Τὸ δὲ θείων βασιλήων, παιδευτικῶς ἐῤῥέθη. ὡς τῆς βασιλικῆς θειότητος μηδέν τι ἀλλοιουμένης εἰ καί τι ῥέζουσιν ἐξαίσιον ἐχθαίροντες. ἐπεὶ καὶ κατὰ τὸν τραγικὸν Σοφοκλέα, τὸν τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον. ὅ ἐστιν ἀεὶ δικαιοπραγεῖν ὡς πᾶσιν ἀρέσκειν. καὶ ὡς εἰπεῖν, σεβαστὸν εἶναι. Τὸ δὲ ἀτάσθαλον ἐώργει, ἐφερμηνευτικόν ἐστι τοῦ, ῥέξας ἐξαίσιον. ταυτὸν γὰρ ἐξαίσιόν τι ῥέξειν καὶ ἀτάσθαλόν τι ἐοργέναι. Ἀρχαϊκὸν δὲ τὸ, οὔ ποτε ἀτάσθαλον ἄνδρα ἐώργει, λείπει γὰρ πρόθεσις. ἵνα ᾖ, ὡς οὐκ ἐποίησέ τι κακὸν εἰς ἄνθρωπον. Ὅτι ἀχαριστίας ἔνδειξις τὸ, ἀλλʼ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα, φαίνεται. οὐδέ τις ἐστὶ χάρις μετόπισθʼ εὐεργέων, ἤγουν τῶν εὐεργετῶν. κεῖται δὲ τὸ εὐεργὴς καὶ ἐπὶ ἑτεροίου σημαινομένου παθητικῶς ὡς δηλοῖ τὸ, εὐεργέα λώπην. καὶ τὸ, εὐεργέος ἔκπεσε δίφρου. Τὸ δὲ φαίνεται, ἀντὶ τοῦ φανερώτατός ἐστιν. ἐκ τοῦ φάω φῶ. ἐξ οὗπερ οὐ μόνον τὸ φαείνω καὶ τὸ ἐξεφαάνθη, ἀλλὰ καὶ τὸ φαίνω, ὡς χρῶ χραίνω. ῥῶ ῥαίνω. καὶ τὰ τοιαῦτα. Ὅτι τὸ, αἲ γὰρ δὴ, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη, ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο μνηστῆρες φράζονται ὃ μὴ τελέσειε Κρονίων. παρῳδηθήσεταί ποτε ὅτέ τινος ἐπὶ μικρῷ τινι ἀγανακτοῦντος, μεῖζόν τι μέλλει κακὸν ἐπελθεῖν. ὁ Μέδων δὲ καὶ τοῦτο τῇ δεσποίνῃ λέγει ἐφʼ οἷς οἱ μνηστῆρες ἐπιβουλεύονται τῷ υἱῷ. Τὸ δὲ βασίλεια, ὅτι καὶ βασίλισσα παρὰ τοῖς ὕστερον λέγεται καὶ βασίλιννα, προγέγραπται. ὅτι δὲ καὶ ὡς ἱερεὺς ἱέρεια οὕτω καὶ βασιλεὺς βασίλεια, καὶ ὡς Ἀττικόν ἐστι, δῆλον καὶ αὐτό. Ὅτι καὶ ἐνταῦθα ῥηθὲν τὸ, Πύλον ἠγαθέην, δηλοῖ καὶ ἐν τῷ, Πύλον ἠμαθόεντα, θηλυκῶς αὐτὴν λέγεσθαι.
Ὅτι λύπην μεγάλην φράζει τὸ, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ. δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε. τὼ δὲ οἱ ὄσσε δακρυόφιν πλῆσθεν. θαλερὴ δέ οἱ ἔσχετο φωνή. ὀψὲ δὲ ἔπεσσιν ἀμειβομένη προσέειπε. Πηνελόπη δὲ οὕτως ἔπαθε, μαθοῦσα τὴν κατὰ τοῦ παιδὸς ἐπιβουλήν. Τὸ δὲ λύτο γούνατα καὶ φίλον ἦτορ, ἐπὶ ὕπνου μετʼ ὀλίγα παραφράσας, ἐρεῖ. λύθεν δέ οἱ ἅψεα πάντα. ἡ δὲ ἀμφασία, πλεονασμὸν ἔχει τοῦ ν διὰ φωνῆς ὄγκον ὡς προδεδήλωται. Δοκεῖ δὲ ἐκ περισσοῦ κεῖσθαι τὸ ἐπέων. καὶ δίχα γὰρ αὐτοῦ, ἀμφασία νοοῖτʼ ἂν ἡ τῶν ἐπῶν σιγὴ, εἰ μὴ ἄρα πρὸς διαστολὴν ἴσως κεῖται τῆς τῶν στεναγμῶν βοῆς. Τοῦ δὲ ἀμφασίη ἐπέων λάβε, σαφὴς παραποίησις τὸ, θαλερὴ δέ οἱ ἔσχετο φωνή. Τὸ δὲ τῆς φωνῆς θαλερὸν, οἰκεῖον ἐπὶ γυναικός, καὶ μάλιστα τοιαύτης. Ὅτι ἀπορήσασα Πηνελόπη τίς χρείᾳ τῷ υἱῷ νηῶν ἐπιβαίνειν αἵθʼ ἁλὸς ἵπποι ἀνδράσι γίνονται, περόωσι δὲ πουλὺν ἐφʼ ὑγρὴν, λύει εἰποῦσα. ἢ ἵνα μὴ δʼ ὄνομʼ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται. οὕτω δὲ καὶ πρὸ ὀλίγων ἐρωτήσασα, κῆρυξ τί ποτε ἦλθες, λύει οὕτως. ἢ εἰπεῖν δμωαῖς ἔργων παύσασθαι. Καὶ σημείωσαι ὡς καὶ τοῦ τοιούτου τῶν λύσεων σχήματος, Ὅμηρος κατῆρξε τοῖς ἐσύστερον. καὶ ἔστιν ὅμοιον ὡς εἴ τις εἴποι, τί δή ποτε θνητὸς ὁ ἄνθρωπος. ἢ ὅτι καὶ γενητός. Σκοπητέον δὲ εἰ κατὰ καιρὸν εἴρηται τῇ Πηνελόπῃ ἡ ἀπὸ τῶν ὠκυπόδων ἵππων ἐπὶ τὰς ὠκυπόρους νῆας μεταφορά. καλῶς μὲν γὰρ μετηνέχθη. οὐκ ἂν δὲ ἴσως εἴπῃ τις, τῇ οὕτω πενθούσῃ ἄδειαν εἶναι τοιαύτῃ τροπῇ ἐνευκαιρεῖν καὶ ἀστεΐζεσθαι. Ὅρα δʼ ἐνταῦθα καὶ τὸ τῆς φράσεως ἀσφαλές. οὐ γὰρ εἶπεν, αἵθʼ ἁλὸς ἵπποι εἰσὶν, ἵνα μὴ ψυχρεύσηται. εἰ γάρ που καὶ θαλάσσης ἵπποι κατὰ τοὺς ποταμίους, ζῷα εἶεν ἂν καὶ αὐτοί, ἀλλὰ ἵπποι φησὶ θαλάσσης γίνονται τοῖς ἀνθρώποις. ὡς ἂν εἴη λέγων ἐλλειπτικῶς, ὅτι αἱ νῆες ὡς ἵπποι ἁλὸς γίνονται τοῖς ἀνθρώποις. ὁμοίως τῷ, δέμας πυρὸς ἀντὶ τοῦ ὡς πῦρ. ἢ καὶ ἄλλως, ὡς ἵπποι ἐπὶ ἁλός. ὅθεν ὥσπερ ἀναβάται κατὰ τοὺς ἐπὶ γῆς ἵππους, οὕτως ἐπιβάται ἐπὶ τῶν νηῶν. Ἰστέον δὲ ὅτι ἐντεῦθεν λαβὼν, Εὐριπίδης, ναΐαν ἀπήνην τὸ πλοῖον ἔφη. ὁ δὲ ἅρμα εἰπὼν αὐτὸ, ἐξ Ὁμήρου καὶ αὐτὸς τὴν λέξιν ἐκέρδανεν. ὃς ἐν τοῖς ἑξῆς, νῆα Φαιακικὴν τετρόρῳ εἰκάζει ἀσφαλῶς θέοντι. πόδας δὲ εἰπεῖν ἀνδρῶν τὰ πλοῖα, Ὁμηρικήν τινα καὶ αὐτὸ ἔχει μέθοδον δηλωθησομένην ἐν τοῖς ἑξῆς. ἐξ οὗ ναυσίποδες οἱ νησιῶται παρὰ τοῖς παλαιοῖς, ὡς ναυσὶ χρώμενοι πρὸς τὸ διὰ θαλάσσης ὁδεύειν, ὅσα καὶ ποσί. φανερὸν δὲ, ὅτι καὶ πόδες νηὸς λέγονται οὐ μόνον οἱ τῇ τάσει τοῦ ἱστίου συντελοῦντές τι ὡς τὸ, ἐν δʼ ὑπέρας τε πόδας τὲ, ἀλλὰ καὶ αἱ κῶται. ὅθεν καὶ ποδήρης ναῦς κατὰ ἰδέαν δριμύτητος, ἡ ἐρεσσομένη ποσὶν ὅ ἐστι κῶπες. Τὸ δὲ πουλὺν ἐφʼ ὑγρὴν, Ἰωνικῶς πέφρασται. Ἰώνων γὰρ, ἡ πολύς. ὡς καὶ τὸ, θῆλυς ἑέρση. Ἰστέον δὲ ὅτι τὸ, περόωσι πουλὺν ἐφʼ ὑγρὴν, ἔοικε πρὸς τὴν τροπὴν εἰρῆσθαι τοῦ, αἵθʼ ἁλὸς ἵπποι ἀνδράσι γίνονται. ὠκύτατον γὰρ καὶ ἵππος ἐν ζῴοις, καὶ πολλὴν ἔχων περιϊέναι γῆν ὠκυπορῶν, διὸ καὶ Ἡλίῳ ἀνάκειται. ὡς ταχυτάτῳ φασὶ, ταχύτατος. Ὅτι ἀμφιβάλλων πῶς ἐπεχείρησέ τις παραβόλῳ ἔργῳ, εἴποι ἂν τὸ, οὐκ οἶδʼ εἴ μιν θεὸς ὤρορεν ἠὲ καὶ αὐτοῦ θυμὸς ἐφωρμήθη ποιῆσαι τόδε. ὁ Ὁμηρικὸς δὲ Μέδων τοῦτο περὶ Τηλεμάχου φησὶ πάνυ καλῶς, εἰς ἀλληγορίας αἴνιγμα, μυθικῶς μὲν γὰρ, Ἀθηνᾶ ὤρινεν αὐτόν. ἀληθῶς δὲ, οἴκοθεν ἐφωρμήθη ἀποπλεῦσαι. Ὅρα δὲ ὡς καὶ ἐνταῦθα τὸ ὤρορε, μετάθεσιν αὐξήσεως ἔπαθε διὰ μέτρου ἀνάγκην. Ὅτι ἐν τῷ, ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπε, περιφραστικῶς ὁ λόγος ἀντὶ τοῦ, ἢ νόστον ἢ θάνατον. Ὅτι πολλὴν γυναικὸς ἀδημονίαν δηλοῖ ἐπὶ λύπῃ μεγάλῃ τὸ, τήν δʼ ἄχος ἀμφεχύθη θυμοφθόρον. οὐδʼ ἂρ ἔτι ἔτλη δίφρου ἐφέζεσθαι, πολλῶν κατὰ οἶκον ἐόντων. ἀλλʼ ἂρ ἐπʼ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο οἴκτρʼ ὀλοφυρομένη. Περὶ δὲ δμωαὶ μινύριζον πᾶσαι ὅσαι κατὰ δώματʼ ἔσαν νέαι ἠδὲ παλαιαί. Καὶ ὅρα καὶ νῦν τὸ τῶν γυναικῶν φίλοικτον. συγκλαίουσι γὰρ τῇ δεσποίνῃ αἱ δμωαί. καὶ τὴν αἰτίαν σιγήσας ὁ ποιητὴς, ἀφίησι νοεῖν, ὡς φιλοῦσαι τὴν δέσποιναν κοινοῦνται τὸν θρῆνον. διὸ καὶ αὐτὴ οὕτως αὐτὰς προσφωνεῖ. κλῦτε φίλαι καὶ τὰ ἑξῆς. ἀπᾷδον δὲ οὐδὲν, φίλας κληθῆναι τὰς εὔνους θεραπαινίδας, εἴγε διὰ τὴν δεσποτικὴν εὔνοιαν καὶ ὁ δοῦλος Εὔμαιος, δῖος ἐν τοῖς ἑξῆς ῥηθήσεται. ἐλεινὸς δὲ ὁ πρὸς τὰς δουλίδας οὗτος λόγος. οἱ γὰρ διὰ δυστυχίαν καταβαίνοντες ἐκ τοῦ ἀξιωματικοῦ εἰς τὸ ταπεινὸν, πολὺν ἐκ τῶν ἀκροατῶν ἴσχουσιν ἔλεον. καὶ νῦν μὲν, φίλας ἔφη τὰς δμωὰς ἡ δέσποινα. ὅτε δὲ καὶ προϊοῦσα κατʼ αὐτῶν ἀγανακτεῖ, ἀρκεῖται εἰποῦσα, σχέτλιαι οὐδʼ ὑμεῖς ἐν φρεσὶν ἔθεσθε, καὶ τὰς ἑξῆς. Ἔνθα καὶ σημείωσαι ὅτι τὸ οὕτω διατίθεσθαι ὡς σχέτλιον τινὰ λέγειν, τοῦτό ἐστι τὸ σχετλιάζειν. Ἰστέον δὲ καὶ ὡς εἴποι ἐκ τοῦ α ἐπιτατικοῦ καὶ τοῦ χῶ τὸ χέω γίνεται ἄχος ἡ ἄγαν δηλαδὴ σύγχυσις τῆς ψυχῆς, ἔχοι ἄν τι ἐτυμολογίας καὶ παρηχήσεως, τὸ, ἄχος ἀμφεχύθη. Δίφρος δὲ, οὐ μόνον ὁ τοῦ ἅρματος, ἀλλʼ ἰδοῦ καὶ θρόνου κατʼ οἶκον εἶδος ἐοικὸς ἴσως τῷ τοῦ ἅρματος δίφρῳ. ἔχει δέ ποτε καὶ εὐτέλειαν ὁ τοιοῦτος. Εὔμαιος οὖν ἐν τοῖς ἑξῆς, δίφρον εἷλεν ἔνθα δαιτρὸς ἐφῖζε κρέα πολλὰ δαιόμενος. καὶ τῷ Ὀδυσσεῖ δὲ, ἡ Εὐρηνόμη δίφρον ἔφερε καὶ κῶας ἐπʼ αὐτοῦ. Ἐν δὲ παλαιῷ ῥητορικῷ λεξικῷ εὕρηνται καὶ, σκολύθρια, διφρία βραχέα. καὶ ἄλλως δὲ, σκόλυθρα, διφρία ταπεινά. καὶ ἔστι τὸ μὲν διφρίον ἐκεῖ, ὡς γένος. τὸ δὲ σκόλυθρον ἢ σκολύθριον, ὡς εἶδος. ἡ δὲ χρῆσις αὐτοῦ ἀναφέρεται εἰς Πλάτωνα ἐν Εὐδυδήμῳ. ἐν τούτοις δέ φασιν οἱ παλαιοὶ, καὶ ὅτι περιπαθὲς τὸ ἐπεισόδιον, εἰ τὸν Ὀδυσσέα θρηνοῦσα ἡ Πηνελόπη, τὴν ἐπὶ τῷ παιδὶ ἀγωνίαν προσλάβοι. Τὸ δὲ πολλῶν κατὰ οἶκον ἐόντων, ἁπλῶς οὕτω παρενετέθη πρός τε ἀναπλήρωσιν στίχου, καὶ πολυκτημοσύνης ἔνδειξιν. Τὸ δὲ ἐπʼ οὐδοῦ ἷζεν οὐ μακρὰν μέν ἐστι τοῦ χαμᾶζε καθεσθῆναι. προσφυῶς δὲ ἔχει τῇ πενθούσῃ ἐπὶ τῇ ἐξόδῳ τοῦ υἱοῦ καὶ ἐθελούσῃ τὴν αὖθις ἐκείνου εἴσοδον. Τὸ δὲ μινυρίζειν, καὶ ἀλλαχοῦ ἐδηλώθη ἐπὶ ὑφειμένου κλαυθμοῦ τίθεσθαι, ὡς ἀπὸ τοῦ μινυὸν ὃ δηλοῖ τὸ μικρόν. Τὸ δὲ νέαι ἠδὲ παλαιαὶ, πρὸς ἑρμηνείαν ἐπῆκται τοῦ πᾶσαι. Ὅτι γυνὴ πενθοῦσα καὶ ἐπὶ ἀνδρὸς ἀγαθοῦ ἀπωλείᾳ καὶ ἐπὶ ὁμοίῳ φόβῳ τῷ περὶ παιδὸς, εἴποι ἂν τῶν Ὁμήρου ταῦτα. περὶ γάρ μοι Ὀλύμπιος ἄλγεα δῶκεν ἐκ πασέων ὅσσαι μοι ὁμοῦ τράφεν ἠδʼ ἐγένοντο. ἡ πρὶν μὲν, πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα, παντοίῃς ἀρετῇσι κεκασμένον. ἐσθλόν. τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος. νῦν δʼ αὖ, παῖδʼ ἀγαπητὸν ἀκλέα ἐκ μεγάρων κίνδυνος ὀλέσθαι. Πηνελόπης δὲ λόγοι ταῦτα, σοφώτερον ἐπαινούσης ἄρτι τὸν ἄνδρα ἤπερ ὅτε τὸν ἕνα μόνον εἶπε στίχον τὸ, οὗ κλέος εὐρὺ καὶ ἑξῆς. Τὸ δὲ θυμολέοντα, κάλλιον εἶπεν αὐτὴ, ἤπερ ὁ Μενέλαος λέοντι τὸν Ὀδυσσέα φθάσας εἴκασεν ἐν παραβολῇ. λέων μὲν γὰρ, οὐκ ἂν εἴη Ὀδυσσεὺς ὅτι μὴ μόνον παραβολικῶς. θυμολέων δὲ, πιθανῶς ἂν εἶναι λεχθείη. Τὸ δὲ ἐσθλὸν, δὶς ἐνταῦθα εἶπε, μιμούμενος γυναῖκα σχεδιάζουσαν καὶ μὴ ἐνευκαιροῦσαν εὑρέσει ἐπιχύσεως διαφόρων λέξεων. Τοῦ δὲ ἀκλεὴς, ἡ μὲν κοινὴ αἰτιατικὴ, ἀκλεέα καὶ ἀκλεῆ. ὡς τὸ, ὑγιέα ὑγιῆ. Καὶ εὐφυέα εὐφυῆ. ἡ δὲ Ἀττικὴ, εὐκλεᾶ κατὰ τὸν ὑγιᾶ καὶ τὸν εὐφυᾶ. τὸ μέντοι ἀκλέα, συγκοπὴν ἔπαθεν ἐκ τοῦ ἀκλεέα ὁμοίως τῷ, δυσκλέα Ἄργος ἱκέσθαι. Ἰστέον δὲ ὅτι Ἰωνικώτερον ἔχει τὸ ἀκλέα. καὶ ὅτι εἰ καὶ ἀκλεᾶ ἐγράφη Ἀττικῶς, εἶχε συμβιβάζεσθαι καὶ τοῦτο εἰς μέτρον οὐ μόνον σπονδειακῶς κατὰ συνίζησιν, ἀλλὰ καὶ δακτυλικῶς διὰ τὴν εἰς φωνῆεν περαίωσιν καὶ τὴν μετʼ αὐτὸ θέσιν τοῦ ἐπαγομένου φωνήεντος. φησὶ γάρ. ἀποκτεῖναι μεμάασιν ἀκλέα ἐκ μεγάρων. τούτου δὲ καλλίων ἐστὶν ἑτέρα γραφὴ τὸ, ἀνηρείψαντο θύελλαι ἀκλέα ἐκ μεγάρων. ὅπερ ἀστείως ἔχει λεχθὲν, διὰ τὸ τὸν παῖδα πλεύσαντα, ἐπιτρέψαι ἀνέμοις ἑαυτόν. Ὅτι τὸ, οὐδʼ ὑμεῖς ἑκάστη, ταυτὸν μὲν τῷ, ὑμῶν ἑκάστη. Ἀττικώτερον δὲ τοῦτο. καὶ ἔστιν ἐκ παραλλήλου ταυτὸν τὸ ὑμεῖς καὶ τὸ ἑκάστη.
Ὅτι ἐνταῦθα δείκνυται ὡς καλῶς τὸν Τηλέμαχον ἐποίησεν Ὅμηρος ἀποπλεύσαντα λάθρα τῆς μητρός. ὁ μὲν γὰρ ἀπέκρυψε τὸν πλοῦν ἵνα μὴ κλαίουσα χρόα καλὸν ἰάπτῃ. αὐτὴ δὲ, φησίν. ὡς εἴπερ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα, τῷκε μάλʼ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο, ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλιπε. Χρήσιμος δέ ποτε ὁ λόγος, παντὶ μεταμελομένῳ ἐφʼ οἷς φίλος τις λαθὼν ἀπεδήμησε. Τὸ δὲ καὶ ἐσσύμενος περ ὁδοῖο, ὅμοιον τῷ, ἐπειγόμενός περ ὁδοῖο. Ὅτι Δολίος, παροξύτονον τρίβραχυ κύριον ἐνταῦθα. δοῦλος δὲ οὗτος προικῷος τῇ Πηνελόπῃ. φησὶ γάρ. ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ. καί μοι κῆπον ἔχει πολυδένδρεον. τοῦτον ἐθέλει στεῖλαι ἡ Πηνελόπη τῷ Λαέρτῃ ὡς ἂν μαθὼν ἐκεῖνος ἔλθῃ καὶ λαλήσῃ ἐν τῇ πόλει τὰ ὑπὲρ Τηλεμάχῳ. ὃν αὐτοῦ τὲ καὶ τοῦ Ὀδυσσέως γόνον καλεῖ, ὡς Ὀδυσσέως μὲν, ἔκγονον. ἐκείνου δὲ ἔγγονον. Σημείωσαι δὲ ὅτι ὁποῖα καὶ ἄλλα τοιαῦτα ποιεῖ Ὅμηρος, ἐλαλήθη μὲν πρὸ τῆς Πηνελόπης, κληθῆναι τὸν κηπουρὸν Δολίον, οὐχʼ εὕρηται δὲ τοῦτο πραχθὲν, διὰ τὸ κωλυθῆναι ὑπὸ τῆς Εὐρυκλείας μετʼ ὀλίγα. ἐπεὶ μὴ δὲ ἐχρῆν, τὸν γέροντα σκυλμὸν παθεῖν οὐκ εὔχρηστον τῷ ποιητῇ. καὶ οὐδὲ τὰ ὑπὸ τῶν δεσποτῶν ἀσκέπτως ἐπιταττόμενα, πληροῦσθαι χρεών. Ἐνταῦθα δὲ προσθετέον ἐκ τῶν μεθʼ Ὅμηρον, καὶ ὅτι πᾶσα ἡ Πανορμίτις τῆς Σικελίας κῆπος προσηγορεύετο διὰ τὸ πλήρης εἶναι δένδρων ἡμέρων. ὅτι δὲ καὶ ἡ Συράκουσα κῆπον εἶχε πολυτελῆ ὃς ἐκαλεῖτο μῦθος ἐν ᾧ Ἱέρων χρηματίζων ἦν, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐδηλώθη. ἐκαλεῖτο δʼ ἂν ἴσως μῦθος ὁ κῆπος ἐκεῖνος, διὰ τὸ μὴ ἂν ῥᾳδίως ἐξ ἀκοῆς πιστεύεσθαι τοιοῦτος εἶναι ἀλλὰ μυθικῶς πεπλάσθαι. παραδέδοται δὲ καί τι κουρᾶς εἶδος, κῆπος λέγεσθαι. ἡ δὲ μανιόκηπος γυνὴ τουτέστιν ἡ περὶ μίξεις μεμηνυῖα, κήπῳ τῷ κατʼ αὐτὴν οὕτω σκώπτεται. περὶ ὃν δηλαδὴ μέμηνεν ἀποφραγνῦσα τοῖς ἐθέλουσι τὴν τῆς ὥρας ὀπώραν δρέπεσθαι. Τὸ δὲ πολυδένδρεον, διαστέλλει λειμῶνος τὸν κῆπον. ὁ γὰρ λειμὼν οὐκ ἐξ ἀνάγκης πολύδενδρος. Ὅτι θρεψαμένη τὸν Ὀδυσσέα ἡ γραῦς Εὐρύκλεια καὶ ὡς ἐπὶ υἱῷ ἐκείνῳ διακειμένη, νύμφην προσφωνεῖ τὴν καὶ δέσποιναν καὶ βασίλειαν ἐν τῷ, νύμφα φίλη. ὡς εἴπερ εἶπε, νύμφη τοῦ υἱοῦ μου. κεῖται δὲ καὶ ἐν Ἰλιάδι τὸ, νύμφα φίλη. Ὅρα δὲ ὅτι φίλη κληθεῖσα πρὸ ὀλίγων καὶ ἡ γραῦς ἐν τῷ, κλῦτε φίλαι, αὐτὸ τὲ νῦν ἀνταποδίδωσι, καὶ πλεῖον δέ τι προστίθησιν ἐν τῷ, νύμφα φίλη. Ὅτι ὁ ἐπικρύψας ἀποδημίαν ἀνδρὸς ἐπαχθῶς τινι μεγάλῳ προσώπῳ εἶτα ἐξομολογούμενος, δύναταί ποτε εἰπεῖν τὸ, σὺ μὲν ἄρ με κατάκτανε νηλέϊ χαλκῷ, ἢ ἔα ἐν μεγάρῳ. μῦθον δέ τι οὐκ ἐπικεύσω. ᾔδεʼ ἐγὼ τάδε πάντα. πόρον δέ οἱ ὅσσʼ ἐκέλευε. σῖτον καὶ μέθυ ἡδύ. ἐμεῦ δʼ ἕλετο μέγαν ὅρκον, μὴ πρίν σοι ἐρέειν πρὶν τοσήδε ἡμέρα γένηται. λέγει δὲ ταῦτα Εὐρύκλεια τῇ δεσποίνῃ, προστιθεῖσα καὶ τὸ αἴτιον οἷα ὑπὲρ αὐτῆς ὄν. ὡς ἂν μὴ κλαίουσα ὡς καὶ προεῤῥέθη, κατὰ χρόα καλὸν ἰάπτῃ. Εἶτα καὶ συμβουλεύεται τὸ ποιητέον. εἰποῦσα τοιαῦτα. ἀλλʼ ὑδρηναμένη καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα εἰς ὑπερῷʼ ἀναβᾶσα, εὔχεο τῇ Ἀθηνᾷ. Ἐφεξῆς δὲ θείαν παριστῶσα δύναμιν, ἐπάγει. ἢ γάρ κεν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι. ὃ παρῳδηθείη ἂν, ἐπὶ θεοῦ. χρήσιμον ὂν καὶ εἰς ἔπαινον φρονήσεως ἣν Ἀθηνᾶ αἰνίττεται. Τὸ δὲ ὑδρηναμένη, ἀντὶ τοῦ λουσαμένη διὰ καθαρότητα. ὡς καὶ ἐν τῇ α ῥαψῳδίᾳ ἐγράφη. ὅπου καὶ Τηλέμαχος εὔξασθαι μέλλων, ἐνίψατο. Ὅρα δὲ τὰς ἀσυνδέτους κἀνταῦθα μετοχὰς καὶ τὰ γοργὰ κομματικά. τὸ, ὑδρηναμένη. καθαρὰ εἵματα ἑλοῦσα. εἰς ὑπερῷʼ ἀναβᾶσα. Παραινεῖ δὲ, καὶ σὺν ταῖς ἀμφιπόλοις εὔχεσθαι αἷς καὶ συνέκλαιε. καὶ ποιεῖ οὕτως ἡ βασίλεια. Ὅτι παροιμιῶδές τι καὶ γνωμικὸν τὸ, μὴ δὲ γέροντα κάκου κεκαμωμένον. Εὐρύκλεια δὲ καὶ τοῦτο λέγει, κωλύουσα σκυλθῆναι τὸν γέροντα Λαέρτην. οἷα κηδομένη τοῦ παλαιοῦ ὡς ἡ α ῥαψῳδία ἐδήλωσεν, ἐραστοῦ. Ὅτι ἐλπίδος ἀγαθῆς ἐπὶ διαδοχῇ γένους ὅτε ὁ πρόγονος δυστυχεῖ τὸ, οὐ γὰρ ὀΐω πάγχυ θεῷ γονὴν τὴν τοῦ δεῖνος ἔχθεσθαι. ἀλλʼ ἔτι ποῦ τις ἐπέσσεται ὅς κεν ἔχῃσι δώματά θʼ ὑψηρεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς. Τὸ δὲ ἐπέσσεται, ἀντὶ τοῦ μετὰ ταῦτα ἔσται. καὶ ὡς εἰπεῖν, ἐπιγενήσεται. ὅθεν καὶ ἐπίγονος ὁ γένους διάδοχος.
Ὅτι ἐκ τοῦ ἀρκέω ἀρκέσω τὸ ἐπαρκῶ, ἀρκέσιος, καὶ πλεονασμῷ, Ἀρκείσιος κύριον ὁ τοῦ Λαέρτου πατήρ. διὸ Ἀρκεισιάδην αὐτὸν ἐνταῦθα φησίν. οὗ ὁ τύπος, ὅμοιος τῷ, Φημιάδης, ὁ τοῦ Φημίου. Ἡλιάδης ὁ τοῦ Ἡλίου. καὶ τοῖς τοιούτοις.
Ὅτι εὔνησε γόον εἰπὼν ἀντὶ τοῦ ἔπαυσε τὸν θρῆνον, ἐπάγει πρὸς ἑρμηνείαν τὸ, σχέθε δʼ ὅσσε γόοιο. ἤτοι τοῦ μετὰ δακρύων θρήνου. ἄλλως γὰρ, οὐ γοᾶται ὀφθαλμός. ὡς δηλοῖ καὶ τὸ, κλαυθμοῖο γόοιό τε δακρυόεντος. ἀπὸ δὲ τοῦ εὐνῶ εὐνήσω, παράγωγον τὸ εὐνάζω. ὡς ἐκ τοῦ σκεδῶ τὸ σκεδάζω. καὶ τοῦ σκιῶ τὸ σκιάζω. Ὅτι κατεύξασθαι μέλλουσα τῶν μνηστήρων ἡ Πηνελόπη, οὐλοχύτας μόνους κανέῳ ἐνέθετο καὶ ηὔχετο τῇ Ἀτρυτώνῃ. καὶ ἀντὶ βωμοῦ μὲν, τῷ κανῷ καθιεροῖ τὰς κριθὰς. ἀντὶ δέ γε θυσίας ζῴων, χρᾶται τῇ ἀναμνήσει τῶν ποτὲ θυσιῶν τοῦ ἀνδρός. εἰποῦσα. Εἴ ποτέ τι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρίʼ ἔκηε, τῶν, νῦν μοι μνῆσαι. καί μοι φίλον υἷα σάωσον. μνηστῆρας δʼ ἀπάλαλκε κακῶς ὑπερηνορέοντας. ἐκ τούτων δὲ δύναται παρῳδία τις γενέσθαι χρησίμη ὅτε τις ὑπερεύχεται υἱοῦ κινδυνεύοντος ὑπό τινων ἐπιβούλων. Ἀτρυτώνη δὲ Ἀθηνᾶ, ἡ ἄτρυτος ὅ ἐστιν ἀτειρής. ὡς ἀπὸ τοῦ τρέω τρῶ, ἐξ οὗ καὶ τὸ τείρω καὶ τὸ τρύω. ἀφʼ οὗ καὶ τρυτάνη ἐπὶ ζυγοῦ, ἡ τειρομένη τῷ βάρει τῶν ὄγκων. ἀπʼ αὐτοῦ δὲ, καὶ τρύμη παρὰ τῷ κωμικῷ, ὁ πανοῦργος καὶ ἰτητικὸς καὶ κατʼ ἐκεῖνον εἰπεῖν, ἴτης ὅ ἐστιν ἰταμός. ἐξ αὐτοῦ δὲ, καὶ τρύσιππον ὃ τοῖς τετρυμμένοις καὶ ἀχρήστοις ἵπποις ἐπιβάλλεται. ἢ κατὰ Αἴλιον Διονύσιον, τρυσίππειον τετρασυλλάβως, ἔγκαυμα ἵππου γεγηρακότος, ἐπὶ τῆς γνάθου ὅμοιον τροχῷ. φέρει δὲ αὐτὸς καὶ χρῆσιν Εὐπόλιδος ταύτην, ἀλλʼ ὥσπερ ἵππῳ μοι ἐπιβαλεῖς τρυσίππειον. ἔοικεν οὖν τὸ εἴτε τρύσιππον εἴτε τρυσίππειον, θεραπεία ἢ σημεῖον εἶναι γηραιοῦ ἵππου διʼ ἐγκαύσεως. ἐκ δὲ τοῦ τρύω, καὶ ἄτρυτος ἐν πόνοις λέγεται ὃν πόνοι οὐ τείρουσιν. ἐκεῖθεν δὲ καὶ ἡ τρυμαλιὰ ἐκ τῆς τρύμης παρηγμένη. Τὸ δὲ εἴποτέ τοι πολύμητις Ὀδυσσεὺς, καθʼ ὁμοιότητα ἐσχημάτισται τοῦ, εἴ ποτέ τοι πίονα μηρίʼ ἔκηα. ὅπερ ἐν Ἰλιάδι ὁ Χρύσης ηὔξατο. Ὅτι εὐχῆς ἐνεργοῦς ἔνδειξις τὸ, ὣς εἰποῦσʼ ὀλόλυξε. θεὸς δέ οἱ ἔκλυεν ἀρῆς. Ὅτι δὲ γυναικεία εὐχὴ λιγύφωνος τὸ ὀλολύζειν, προδεδήλωται. Ὅτι ὀλολυζούσης ἐπὶ εὐχῇ τῆς Πηνελόπης ὅ ἐστιν ὡς θέμις γυναικὶ γεγωνότερον ἀναβοώσης αἰσθόμενοι οἱ μνηστῆρες, ὁμάδησαν. ὧδε δέ τις ἂν εἶπεν. ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια ἀρτύνει. ὃ γάρ τις φασὶ βούλεται τοῦτο καὶ οἴεται. διὸ καὶ αὐτοὶ γάμον αὐτοῖς ἀρτύεσθαι οἴονται ἀπατώμενοι. ἐπεὶ μὴ θρηνούσης ἀλλʼ εὐχομένης ὡς ἐῤῥέθη τῆς δεσποίνης ἤκουον. Καὶ ὅρα ὡς δυνάμενος ὁ ποιητὴς καὶ νῦν ποιῆσαι τὴν Πηνελόπην ἐπιφαινομένην τοῖς μνηστῆρσιν, ὅμως οὐ ποιεῖ οὕτω, διὰ τὸ ἀνήνυτον. ταμιεύεται δὲ αὐτὸ τοῖς ἑξῆς ἐν ἑτέρᾳ ἐπιβουλῇ μελετωμένη κατὰ Τηλεμάχου, ἐκκλίνων τὸ ὁμοειδές. Καὶ σημείωσαι ὅτι κἀνταῦθα βραχυλόγος ἡ κοινὴ ἠθοποιΐα ἐστί. δίστιχος γάρ.
Ὅτι ἀστοχίαν δηλοῖ νοήματος τὸ, ὡς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ἤτοι ἔγνων ὡς ἐτέτυκτο. Ἔστι δὲ τὸ ἴσαν, παρατατικὸς τοῦ ἴσημι. Ὅτι παίδευσις εἰς τὸ ταχὺ ἐκτελέσαι τὸ μυστηριωδῶς βουλευθὲν, τὸ τοῦ Ὁμηρικοῦ Ἀντινόου, τὸ, δαιμόνιοι. μύθους μὲν ὑπερφιάλους ἀλέασθε πάντας ὁμῶς, μήπου τις ἀπαγγείλῃσι καὶ εἴσω. ἀλλʼ ἄγε σιγῇ τοῖον ἤγουν οὕτως ὡς ἔχομεν ἀναστάντες, τελέωμεν μῦθον ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν. Ἰστέον δὲ ὅτι τὸ, ὃς ἐν φρεσὶν ἤραρεν, ἀντὶ τοῦ ὅσπερ θυμήρης ἡμῖν. ταυτὸν γὰρ θυμῆρες εἰπεῖν καὶ φρεσὶν ἀραρός. καὶ ὅτι ἐκ τοῦ φρεσὶν ἄραρε, καὶ ὁ φρενήρης σύγκειται. Ὅτι πρὸ βραχέων ἐνεργητικῶς εἰπὼν, κρίνας ἀνὰ δῆμον ἀρίστους, ἐνταῦθα παθητικῶς φησίν. ἐκρίνατο ἐείκοσι φῶτας ἀρίστους. διφορεῖται γὰρ καὶ ἡ τοῦ ῥήματος τούτου διάθεσις ὡς πολλαχοῦ φαίνεται. Ὅτι τὴν εἰς ἀνάπλουν ἑτοιμασίαν, συντόμως οὕτω φράζει ὁ ποιητής. νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν. ἐν δʼ ἱστόν τε τίθεντο καὶ ἱστία νηῒ μελαίνῃ. ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι. τεύχεα δέ σφʼ ἤνεικαν ὑπέρθυμοι θεράποντες. ὑψοῦ δʼ ἐν νοτίῳ τήν δʼ ὥρμισαν. Καὶ ὅρα τὸ ἀρτύνειν πλεονασμῷ τοῦ ν γεγονὸς ἐκ τοῦ ἀρτύειν ὅπερ ἀνωτέρω εἶπεν Ὅμηρος. Τὸ δὲ ἐρετμὰ, μεταπέπλασται. ἔστι γὰρ καὶ ἀρσενικὸν ὁ ἐρετμός. Τροποὶ δὲ ὀξυτόνως ἤτοι κοινότερον εἰπεῖν τροπωτῆρες, ἱμάντες οἷς ἡ κώπη πελάζουσα ἐνείρεται τῷ ἰδιωτικῶς λεγομένῳ σκαλμῷ. ἐν δὲ λεξικῷ ῥητορικῷ, κεῖται καὶ ὅτι ὁ ῥηθεὶς ἱμὰς, καὶ ἐπικωπητὴρ λέγεται. γίνεται δὲ παρὰ τὸ τρέπεσθαι ὅ ἐστι στρέφεσθαι. κάμπτεσθαι. κλώθεσθαι. εἰλεῖσθαι. γυροῦσθαι. ὥσπερ δὲ τρόχος μὲν κατὰ τοὺς παλαιοὺς, ὁ ἄγγελος ἔτι δὲ καὶ ὁ δρόμος. τροχὸς δὲ ὀξυτόνως ἐπὶ ἅρματος καὶ ἀπήνης καὶ τῶν τοιούτων. οὕτω καὶ τρόπος μὲν βαρυτόνως, ἐπὶ ἤθους. τροπὸς δὲ, ὁ ῥηθεὶς ἱμάς. ὃν διεσάφησεν ὁ ποιητὴς ἐν τῷ, τροποῖς ἐν δερμαντίνοις. Τὸ δὲ ὑψοῦ ἐν νοτίῳ, δηλοῖ διττὸν εἶναι τὸ ἐφʼ ὕψους ὁρμίζεσθαι. τὸ μὲν, ἐπὶ ξηρᾶς τῆς ὑπερκειμένης τοῦ παραιγιαλίου ὕδατος ἔνθα ἡ ναῦς ὁρμεῖ καταπλέουσα καὶ παυομένη τοῦ πλοῦ. τὸ δὲ, ἐπὶ ὕδατος ὑπερκειμένου γῆς. ἐν ᾧ ἡ ναῦς ὁρμίζεται ἀναπλέουσα. καὶ τοῦτό ἐστι τὸ ὑψοῦ ἐν νοτίῳ. τουτέστιν ἐν ὑγρῷ. ὥσπερ ἐκεῖνο, ὑψοῦ ἐν ξηρῷ. τουτέστιν ἐπὶ τοῦ κατὰ τὴν ξηρὰν αἰγιαλοῦ. ὥστε τὸ, ὑφοῦ ἐν νοτίῳ ὥρμισαν, πρὸς διαστολὴν εἴρηται τοῦ ἐπὶ γῆς ὁρμισθῆναι. ὅπερ ἦν, ὑψοῦ ἐν ξηρῷ. Ὅτι ὀψὲ μὲν ὥρας μετὰ δείλην ὁ δόρπος, οὐ μὴν νύκτερος, ἀλλὰ πρὸ ἑσπέρας, ὡς δηλοῖ τὸ, δόρπον ἕλοντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν, ἤτοι τὴν ἑσπέραν ὡς καὶ προηρμήτευται. Ὅτι καὶ ἐνταῦθα ἐν δυσὶ τόποις, τὸ ὁρμαίνειν κεῖται ἐπὶ τοῦ διαλογίζεσθαι καὶ μήπω καταστῆναι ἢ στῆσαι τὸ βούλευμα, ἀλλʼ ἐν κινήσει ἔτι καὶ ὁρμῇ εἶναι. Ὅτι λύπης παραστατικὸν τῆς ἐπὶ κινδύνῳ υἱοῦ ὑπὸ ἐχθρῶν τὸ, κεῖτʼ ἂρ ἄσιτος ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος, ὁρμαίνουσα ἢ ὁρμαίνων εἴ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων, ἢ ὅγε ὑπὸ τοῖς δεῖνα ὑπερφιάλοισι δαμείη. Τὸ δὲ ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος, διασαφητικόν ἐστι τοῦ ἄσιτος. ἵνα μὴ νοοῖτο ἐπὶ μόνης ἀσιτίας. Ὅτι πάνυ ἀποσεμνύνει τὴν Πηνελόπην ὁ ποιητὴς, λέοντι παραβαλὼν αὐτὴν ἐν οἷς φησίν. ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ δείσας ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι, τὸν ἐκ δικτύων δηλαδὴ ἢ ἀνδρῶν περικυκλούντων, τόσσά μιν ὁρμαίνουσαν, ἐπήλυθε νήδυμος ὕπνος. καὶ ἰδοὺ κατὰ τὸν πρὸ βραχέων θυμολέοντα Ὀδυσσέα, τοιαύτη τις καὶ ἡ γυνὴ Πηνελόπη. Καὶ ὅρα ὅπως οὐ λέοντι αὐτὴν εἴκασε θρασυνομένῳ καὶ βλεμεαίνοντι καὶ ἀνδρικά τινα δρῶντι, τοῦτο γὰρ ὑπὲρ γυναῖκα, καὶ ἀνδρὸς ἄντικρυς θυμολέοντος, ἀλλὰ λέοντι παραβάλλει αὐτὴν, δεδιότι, καὶ διʼ αὐτὸ μερμηρίζοντι, καὶ ἀπρακτοῦντι. Τὸ δὲ ἐπήλυθεν, Ὅμηρος μὲν αἰτιατικῇ συνέταξεν. οἱ δὲ μεθʼ Ὅμηρον, δοτικῇ. Ὅτι ὕπνου βαθέος φραστικὸν τὸ, εὖ δʼ ἀνακλινθεῖσα. λύθεν δέ οἱ ἅψεα πάντα. περὶ οὗ προγέγραπται.
Ὅτι διδάσκαλος ὁ ποιητὴς Δημοκρίτῳ γέγονε καὶ τοῖς κατʼ αὐτὸν, τοῦ, κατὰ εἴσκρισιν καὶ ἔμπτωσιν εἰδώλων τινῶν ἔξωθεν τοὺς ὀνείρους γίνεσθαι. εἴδωλον οὖν φησι ἀμαυρὸν ποίησεν ἤτοι ἔτευξεν ἡ Ἀθηνᾶ. δέμας δʼ ἤϊκτο γυναικὶ ἰφθίμῃ κούρῃ μεγαλήτορος Ἰκαρίοιο. τὴν, Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων. πέμπε δέ μιν εἰς Ὀδυσσέως εἵως Πηνελόπην παύσειεν ὀδυρομένην γοόωσαν. Ὅτι δὲ σωματοειδὲς τὸ μυθικὸν τοῦτο εἴδωλον, λεπτὸν μέντοι ὡς ἀεροειδὲς καὶ οἷον εἰπεῖν λεπτόσωμον ἐναπομεμαγμένον τῷ ἀέρι κατὰ τὰς ἐν Αἵδου Ὁμηρικὰς ψυχὰς, δηλοῖ τὸ, ἐς θάλαμον δʼ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα. ἤγουν κατὰ τὴν ὀπὴν ἧς διείρηται ὁ τῆς θύρας ἱμὰς, περὶ οὗ ἐν τῇ α ῥαψῳδίᾳ δεδήλωται. στῆ δʼ ἂρ ὑπὲρ κεφαλῆς. καὶ τὸ, ὣς εἰπὼν, σταθμοῖο παρὰ κληῖδʼ ἐλιάσθη ἐς πνοιὰς ἀνέμων. καὶ τὸ, ἐναργὲς ὄνειρον ἐπέσσυτο. τουτέστι φανερόν. διὸ καὶ ἰάνθη τῇ Πηνελόπῃ τὸ κῆρ διὰ τὴν τοιαύτην ἐνάργειαν τοῦ εἰδώλου. ὅ ἐστι, διὰ τὴν σαφήνειαν καὶ τὸ μὴ ἔχειν τι λοξόν. ἀλλὰ φανερῶς λέγειν τὸ ἐσόμενον κατὰ τὰ οὕτω καλούμενα ἰδίως ὁράματα καὶ μὴν ἔχει τι λοξότητος καὶ ὁ τοιοῦτος ὄνειρος ὡς μετʼ ὀλίγα ῥηθήσεται. Ὅρα δὲ τὸ, εἴδωλον ποίησε. τὸ μὴ ὂν δηλαδὴ πρότερον. Ὅτι δὲ ἀδελφὴν Πηνελόπης ὤπυιεν ὁ ᾀδόμενος Φεραῖος Εὔμηλος, αἱ ἱστορίαι δηλοῦσιν. εἰ δὲ καὶ κύριον αὐτῆς ἡ ἰφθίμη, ἀλλὰ τοῦτο οὐκ ἔστιν ἀναντίῤῥητον. Τὸ δὲ εἵως Πηνελόπην παύσειε κλαυθμοῦ, ἀντὶ τοῦ, ὅπως. καὶ γίνεται ἀπὸ τοῦ ως, πλεονασμῷ ἕως καὶ εἵως. καθὰ καὶ ἀλλαχοῦ ἐφάνη. ὁμώνυμον ἄρα τὸ εἵως καὶ τὸ ἕως. χρόνον τε γὰρ δηλοῖ ποτε, καὶ ὡς σύνδεσμος αἰτιολογικῶς ἔστιν ὅτε λαμβάνεται. Τὸ δὲ παρὰ κληῖδος ἱμάντα, καὶ τὸ, σταθμοῖο παρὰ κληῖδα, τὴν αὐτὴν ἔχουσιν ἔννοιαν. Τὸ δὲ στῆναι ὑπὲρ κεφαλῆς τὸν ὄνειρον, καὶ ἡ Ἰλιὰς ἔχει ἐν τῇ κατὰ τὴν β ῥαψῳδίᾳ. καὶ ἐῤῥέθη ἐκεῖ ἅπερ ἐχρῆν.