ΕΚ ΤΩΝ ΤΗΣ ΘΗΤΑ ΡΑΨΩΙΔΙΑΣ
Ὅτι τὴν ῥαψῳδίαν τῆς θῆτα οἱ μὲν ἡρωΐζοντες οὕτως ἐπιγράφουσι· Θῆτα, θεῶν ἀγορά, Τρώων κράτος, Ἕκτορος εὖχος. Οἱ δὲ πεζολογοῦντες θεῶν ἀγοράν φασιν, ἐξ Ὁμήρου λαβόντες εἰπόντος “Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν”, ὃ δὴ πολλαχοῦ κεῖται, “Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο”. Καλοῦσι δὲ αὐτὴν καὶ κόλον μάχην, ὡς καὶ προερρέθη, ὅ ἐστι κολοβήν, καθὰ καὶ βοῦν κόλον τὸν κεκολουσμένον τὰ κέρατα, ὃς καὶ κυρίως λέγεται κολοβός. Ἐκλήθη δὲ κόλος μάχη ἡ παροῦσα ῥαψῳδία διʼ αἰτίαν τοιαύτην. Ἡ πρώτη παράταξις τέσσαρσι ῥαψῳδίαις μεμέριστο, τῇ δ, τῇ ε, τῇ ζ καὶ τῇ η. ἡ δὲ τρίτη ἀπὸ τῆς λ ἕως τῆς σ μηκύνεται διηγήσεων ἐμπλεκομένων πολυειδῶν. Ἡ δὲ μέση, τουτέστι δευτέρα, μάχῃ τῇ θ ἐμπεριγραφεῖσα συντέτμηται, ὅλης ἡμέρας ἔργα περικλείσασα ἐν αὐτῇ στενῶς καὶ ὡς οἷον εἰπεῖν κολοβῶς. Τὸ γὰρ ἀπὸ πρωΐας μέχρι μέσης ἡμέρας παντελῶς παρῆλθε διὰ τὸ μὴ ἐναγώνιον τῆς μάχης δυσὶν ἐπιτεμὼν αὐτὸ ἔπεσιν, ἐν τῷ “ἕως μὲν Ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ” καὶ ἑξῆς. Ἰστέον δὲ ὡς κροκόπεπλος μὲν ἠὼς ἡ ἔχουσά τι καὶ νυκτέρου ἔτι σκότους, εἰ καὶ τὸ χρυσοφαὲς κροκωτὸν αὐτῇ ἐξ ἡλιακῶν ἀκτίνων ἐμφαίνεται, ὑφʼ οὗ χρυσοείμων δοκεῖ κατὰ τὸ κροκοειδές. ῥοδοδάκτυλος δὲ ἡ ἐπὶ πλέον πεφωτισμένη καὶ ῥόδεον οἷον πορφύρουσα καί, ὡς εἰπεῖν, ἐρυθροδάκτυλος, πρωΐαι δὲ ἀμφότεραι. Προηγεῖται δʼ αὐτῶν ἡ προδιαληφθεῖσα νὺξ ἀμφιλύκη. Εἴρηται δὲ περὶ τούτων καὶ ἀλλαχοῦ. Ἔτι ἰστέον καὶ ὅτι τὸ “Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν” περιφραστικῶς εἴρηται ἀντὶ τοῦ ἐνήρξατο ἡμέρα. Καὶ ὅτι ἡ τῆς ῥαψῳδίας ταύτης ἡμέρα τρισκαιδεκάτη μέν ἐστι μετὰ τὴν τοῦ Ἀχιλλέως μῆνιν, δευτέρα δὲ τοῦ πολέμου. Εἰ δέ τις καὶ τὰς ἐννέα τοῦ λοιμοῦ ἡμέρας ταύταις προσλογίσεται, εἴη ἂν ἡ ἐξ ἀρχῆς τῆς Ἰλιάδος ἱστορία ἕως τῶν ὧδε ἡμερῶν κβʹ, ἀριθμουμένων οὕτω· Ἡ δεκάτη τοῦ λοιμοῦ δευτέρα μὲν ἦν τῆς Διὸς ἀπελεύσεως εἰς Αἰθίοπας. χθιζὸς γάρ, φησίν, ἔβη Ζεὺς εἰς Αἰθίοπας, ἤγουν τῇ ἐνάτῃ μὲν τοῦ λοιμοῦ, πρώτῃ δὲ τῆς μήνιδος. ὅτε δὲ δωδεκάτη μὲν τῷ Διῒ ἐπανελθόντι, ἑνδεκάτη δὲ τῷ Ἀχιλλεῖ μηνίσαντι, τότε δὴ ἱκέτευσεν ἡ Θέτις. ἐπεὶ δὲ πέρας εἶχεν αὕτη, ἐπέστη νυκτὸς ὁ ἐν τῇ βʹ οὖλος ὄνειρος καὶ τῇ ἐπαύριον δωδεκάτῃ οὔσῃ τῆς μήνιδος συνέστη πόλεμος, ὃς ἐκ μονομαχίας ἀρξάμενος ἐν τῇ γ εἰς μονομαχίαν ἐν τῇ η ἔληξεν, ὡς εἶναι τὴν τῆς θ, ὡς ἐρρέθη, ἡμέραν τρισκαιδεκάτην μὲν τῆς μήνιδος, δευτέραν δὲ τῆς κατὰ μάχην ἔριδος, εἰκοστὴν δὲ δευτέραν τῆς τοῦ βιβλίου τῆς Ἰλιάδος καταρχῆς. Ὅρα δὲ ὅτι οὐ μόνον ἐπὶ ἑτέρων ἔργων τὸ ποιεῖν τίθησιν ὁ ποιητής, κοινότερον φράζων, ἀλλʼ ἰδοὺ καὶ ἐπὶ δημογορικῆς ἀθροίσεως, εἰπὼν “θεῶν ἀγορὴν ποιήσατο”. Ἰστέον δὲ καὶ ὅτι, ὥσπερ οὐκ ἤρκεσεν εἰπεῖν ὄρους κορυφὴν τὸ ἀνωτάτω, ἀλλὰ ἀκροτάτην κορυφὴν Ὀλύμπου ἐνταῦθα ἔφη ὁ ποιητής, ὁποία τις τῷ αἰθέρι Διῒ ᾠκείωται, οὕτως οὐ μόνον κορυφαῖός τις ἀρκεῖ λέγεσθαι, ἀλλʼ ἔχει χρήσεις παρά τισι καὶ ὁ κορυφαιότατος. Προϊὼν δὲ πληθυντικῶς κορυφὰς ἐρεῖ τὴν ἄρτι ῥηθεῖσαν κορυφήν, ὑπεραύξων καὶ οὕτω τὴν κορυφήν. Περὶ δὲ πολυδειράδος Ὀλύμπου ἑτέρωθι γέγραπται. Ἔτι ἰστέον ὡς καθίζει μὲν καὶ ἐνταῦθα θεῶν ἀγορὰν ὁ ποιητής, καθίζει δέ που καὶ ἐν τοῖς ἑξῆς. Ἀλλʼ ἐνταῦθα μὲν ὁ Ζεὺς βασιλικῶς ἑαυτὸν συνιστᾷ κατὰ ἐμβρίθειαν κρατεράν, ὡς φανήσεται, ἵνα πάντες εἴξωσιν οἷς αὐτὸς βούλεται, ἐκεῖ δὲ τί τε τὸ αἴτιον τῆς ἀγορᾶς καὶ ὅ τι ἄλλο παρὰ τὰ ἐνταῦθα, δηλωθήσεται, ὥσπερ καὶ τὰ πρὸ τούτων ἔν τε τῇ α καὶ τῇ δ, ἔνθα συμποσιακὸν ἦν τὸ ἄθροισμα. Ὅτι ἐνδόξῳ τινὶ λαλοῦντι πρὸς τοὺς ὑπʼ αὐτὸν οἰκεῖον παρῳδηθὲν τὸ “αὐτὸς δέ σφιν ἀγόρευεν, οἳ δʼ ὑπὸ πάντες ἄκουον· κέκλυτέ μευ πάντες πᾶσαί τε, ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει”. Εἰ δὲ καὶ πάνυ ἐνδόξων καὶ θείων ὄντων τῶν ἀκουόντων κρινεῖ τις εὔκαιρον εἶναι τὸ πᾶν Ὁμηρικῶς εἰπεῖν, ἐρεῖ ἂν ἀπαραποιήτως “πάντες θεοὶ πᾶσαί τε θέαιναι”. Δῆλον δὲ ὅτι σύνηθες τοῖς παλαιοῖς, εἰ καὶ μὴ κατὰ ἀκολουθίαν τοῦ δράκαινα καὶ θεράπαινα καὶ τῶν ὁμοίων, ὅμως θεαίνας λέγειν τὰς θεὰς κατὰ τὸ λύκαινα, φλύκταινα, γάγγραινα, μύραινα, ὕαινα, φάλαινα, σκίαινα. Αἱ δʼ αὐταὶ καὶ θεοὶ λέγονται, κατὰ τὸ “μήτε τις οὖν θήλεια θεός”, ὃ μετʼ ὀλίγα κεῖται, Ἀττικῶς τε καὶ Ἰωνικῶς, ὁποῖόν τι καὶ ἡ “ἀλιτηρὸς φρήν” παρὰ Σοφοκλεῖ, καὶ ἡ “ἀγνὼς δόκησις”. Τὸ δὲ “ὑπὸ πάντες ἄκουον”, ἤγουν πάντες ὑπήκουον, παράγει μὲν τὸν ὑπήκοον. Δοκεῖ δὲ ἡ λέξις ἐνταῦθα τὸ ἁπλῶς ἀκούειν δηλοῦν. Ἰστέον δὲ καὶ ὅτι ἄρχων βουλευόμενός τι κοινῶς ἀπαραίτητον εἴποι ἂν “μήτε τις θήλεια μήτε τις ἄρσην πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλʼ ἅμα πάντες αἰνεῖτε, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα”. Καὶ ὅρα κἀνταῦθα ὅτι τε ἁπλῶς τελευτᾶν τὸ τελειοῦν, καὶ ὅτι τὸ πειράτω ἐνεργητικῶς ἐλέχθη, ὡς καὶ πρὸ τούτου ἀλλαχοῦ τὸ πειρᾶν. Ὅτι δὲ καὶ παθητικῶς οἶδε τὴν λέξιν ὁ ποιητής, ὡς καὶ ἐν Ὀδυσσείᾳ τὸ νήχειν καὶ νήχεσθαι καὶ ἄλλα μυρία, ἐκδηλότατόν ἐστι. Γέμει δὲ τοιούτων ἡ παλαιὰ χρῆσις. τὸ γοῦν ἐξαγγέλλειν ἐξαγγέλλεσθαί φησι Σοφοκλῆς, οἷον “ὧν ὅδʼ ἐξαγγέλλεται”. οὕτω καὶ τὸ σῴζειν σῴζεσθαι, οἷον “ἐσῴζετο τὴν εὐλάβειαν”, ἤγουν εὐλαβεῖτο. Οὕτω καὶ Εὐριπίδης τὸ ἔγημε παθητικῶς ἔφη ἐν τῷ “ἣν ἐγήματο”, καὶ ταῦτα τῆς παλαιᾶς παρατηρήσεως διαφορὰν ἀμφοῖν παραδιδούσης, ὡς δηλοῖ καὶ ὁ φράσας τὸ “οὐκ ἔγημεν ἀλλʼ ἐγήματο”. Τοιοῦτον καὶ τὸ “βεβουλευκὼς ἔχει” παρὰ Σοφοκλεῖ, παρʼ ᾧ κεῖται καὶ τὸ “βεβούλευνται ποιεῖν”. παρʼ αὐτῷ δὲ καὶ ὁ ὁρῶν ὁρώμενος Ὁμηρικῷ ζήλῳ, οἷον “τοὺς ἄνωθεν φρονιμωτάτους οἰωνοὺς ὁρώμενοι”. καὶ ὁ αἴρων ἠρμένος, οἷον “τύπωμα χαλκόπλευρον ἠρμένοι χεροῖν”. Διφορεῖται δʼ ὁμοίως καὶ τὸ διορίζεσθαι, ὡς δηλοῦται ἐν τῷ “φῆμαι μαντικαὶ διώρισαν”. καὶ τὸ νοσφίζεσθαι δὲ τὸ Ὁμηρικὸν ἐν τῷ “τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων μαντεῖα” καὶ τὸ ἅζεσθαι δέ, ἐξ οὗ παρʼ Ὁμήρῳ μὲν οἱ ἁζόμενοι, παρὰ Σοφοκλεῖ δὲ τὸ “οὐδὲν ἅζοντα”, ἤγουν σεβόμενον, παρʼ ᾧ καὶ ἀπειλεῖν καὶ ἀπειλεῖσθαι, οἷον “ἀπείλει νῦν”, καὶ “ἀκραιφνεῖς τῶν κατηπειλημένων”. καὶ Πίνδαρος δὲ τὸ δρέπεσθαι δρέπειν φησίν. Οὕτω καὶ καλῶ καὶ καλοῦμαι, καὶ σέβω καὶ σέβομαί τινα, καὶ μορμολύττω καὶ μορμολύττομαί σε, καὶ “οὐχʼ ἡ πρόσοψίς μʼ ἀλλὰ τἄργʼ αἰκίζεται”, ταὐτὸν δʼ εἰπεῖν αἰκίζει. Διακέρσαι δὲ τὸ διακόψαι τῆς κατὰ τελεσφορίαν ὁλότητος. Τὸ δὲ “πάντες αἰνεῖτε” ἀντὶ τοῦ συναινεῖτε, συγκατατίθεσθε. Διὸς δὲ λόγος τὰ ῥηθέντα, διʼ ὧν προοικονομεῖ τὰ ἐφεξῆς ὁ ποιητὴς πιθανῶς ἅμα καὶ σεμνῶς, ὡς χρεὼν ὂν ἀρχικῶς τελείεσθαι τὴν προδεδηλωμένην βουλὴν τοῦ Διός. Ὅτι ὁ ὑπὸ τριῶν ποτε ἐπιβούλων μικροῦ ἂν καὶ δεθεὶς Ζεύς, ὡς ἐν τῇ α εἴρηται, νῦν ἐν φανερῷ πάντων κρατεῖν ἀλαζονεύεται, πάνυ μεγαλοπρεπῶς καὶ βασιλικῶς δημηγορῶν καὶ κάρτιστος ἁπάντων εἶναι λέγων καὶ οὐ συμβουλὴν εἰσφέρων, ἀλλὰ λέγων ἃ θυμὸς ἐν στήθεσι κελεύει, ὡς εἴρηται, καὶ ἐγκελευόμενος μήτινα διακόψαι οἱ τὸ ἔπος, ἵνα τάχιστα τελευτήσῃ τάδε ἔργα, ἃ σιγᾷ μὲν διὰ σεμνότητα, βούλεται δὲ εἰπεῖν τὴν τοῦ Ἀχιλλέως τιμήν, ἣν καὶ Διὸς βουλὴν εἶπε φθάσας ὁ ποιητής. Εἶτα καὶ ἀρχικῶς ἀπειλεῖται τῷ ἀντιστησομένῳ, θάνατον μὲν οὔ—Πῶς γὰρ τῷ θνῄσκειν οὐκ εἰδότι; —, πληγὰς δὲ δεινοτάτας. Φησὶ γὰρ “ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι, πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπόνδε. ἤ μιν ἑλὼν ῥίψω εἰς Τάρταρον ἠερόεντα τῆλε μάλʼ, ᾗχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον”, ὃ Ταρτάρου ἐστὶν ὁρισμός. “ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός, τόσσον ἔνερθʼ Ἀΐδεω, ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης”. Τοῦτο δὲ φιλοσόφως λέγει, διότι σφαιροειδὴς μὲν ὁ κόσμος, ἡ δὲ γῆ μέση τοῦ παντός, κέντρου λόγον ἐπέχουσα πρὸς τὴν σφαῖραν τοῦ οὐρανοῦ, εἰς ὃν μυθικῶς ἀνελεύσεται ὁ πληγείς, καὶ πάντοθεν ἐπίσης ἀφεστηκυῖα. Ὁ δὲ Τάρταρος κατωτάτω, ἔνθα πεσεῖται ὁ ῥιφείς, ἀπʼ ἐναντίας τῷ αἰθέρι ἀφώρισται. Διὸ καὶ ὅσον ὁ περὶ αἰθέρα ἐν ὕψει οὐρανὸς ἀφέστηκε τοῦ μέσου, ἤτοι τῆς γῆς, τοσοῦτον καὶ ὁ κατωτάτω Τάρταρος, ὁ καὶ βάθιστος καὶ ἀδιεξόδευτος. Ὧν ὁ μὲν αἰθὴρ καὶ τὰ περὶ Ὄλυμπον εὐκρινῶς ἔχει καὶ ἀνέφελά ἐστιν οὐδʼ ἀνέμοις τινάσσεται, διὸ καὶ ζωῆς καὶ ῥᾳστώνης θείας τόποι λέγονται, ὁ δὲ Τάρταρος ἀνάπαλιν, ὃς φερωνύμως τετάρακται, ναὶ μὴν καὶ κατέψυκται, ἀὴρ ὢν καθʼ Ὅμηρον καὶ αὐτός. ἠερόεντα γὰρ αὐτὸν λέγει. Ἀὴρ μέντοι ὑπόγαιος καὶ ἀνήλιος καὶ διὰ τοῦτο καὶ ψυχρός. ἐξ οὗ καὶ τὸ σφόδρα ῥιγοῦν ταρταρίζειν φασὶ λέγεσθαι. Ὁ μὲν γὰρ αἰθὴρ καταλάμπεται. διὸ καὶ Ὄλυμπος ἐφάνη λέγεσθαι τὰ ἐκεῖ διὰ τὸ ὁλολαμπές. ὁ δὲ Τάρταρος, ὡς εἴρηται, ἠερόεις ἐστίν, ἤτοι σκοτεινός, καὶ οὐ λάμπεται οὔτε αὐγαῖς ἠελίοιο τέρπεται, ὡς ἐν τοῖς ἑξῆς ἐρεῖ ὁ ποιητής. Ὁ δʼ αὐτὸς Ζεὺς μετὰ τὴν ῥηθεῖσαν ἀπειλὴν ἐπιδεικνύμενος οἷα δύναταί φησιν “εἰ δʼ ἄγε πειρήσασθε θεοί, ἵνα εἴδετε πάντες. σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες, πάντες δʼ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι· ἀλλʼ οὐκ ἂν ἐρύσαιτʼ ἐξ οὐρανόθεν πεδίονδε Ζῆνʼ, ὕπατον μήστωρα, οὐδʼ εἰ μάλα πολλὰ κάμοιτε. ἀλλʼ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι”, ὅ ἐστιν ἑλκύσαι, “αὐτῇ κεν γαίῃ ἐρύσαιμʼ αὐτῇ τε θαλάσσῃ. σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο δησαίμην. τὰ δέ κʼ αὖτε μετήορα πάντα γένοιτο. τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν, περί τʼ εἴμʼ ἀνθρώπων”, ὅ ἐστι περίειμι καὶ θεῶν καὶ ἀνθρώπων, ὡς καὶ ἀμφοτέρων πατήρ. ὃ δὴ σεμνότερόν ἐστι τοῦ “γνώσετʼ ἔπειθʼ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων”. Ταῦτα δὲ παρῳδηθέντα δεξιῶς χρήσιμα λεχθῆναί ποτε παρὰ μεγιστᾶνος ἐν καιρῷ πρὸς ἥττονας. Ἔστι δὲ ἡ ἀπειλή, σαφῶς πεζολογῆσαι, τὸ καθεῖναι ἂν χρυσῆν σειρὰν ἐξ οὐρανοῦ τοῦ εἰς κλῆρον τῷ Διῒ λαχόντος καὶ ἐκδῆσαι αὐτὴν ἑνὸς τῶν τοῦ Ὀλύμπου ὄρους ἄκρων, οἷα καὶ αὐτοῦ μέρους ὄντος τῆς γῆς καὶ ἐνερριζωμένου αὐτῇ, καὶ τῇ τοιαύτῃ σειρᾷ πάντα ἑλκύσαι σὺν αὐτῇ γῇ σὺν αὐτῇ θαλάσσῃ καὶ μετέωρα θέσθαι. Καὶ ἴδε φανερὰν κἀνταῦθα διαφορὰν Ὀλύμπου καὶ οὐρανοῦ. Ἐν οὐρανῷ γὰρ ἱδρυμένος ὁ Ζεὺς τῆς σειρᾶς τὸ ἕτερον ἄκρον ἐκδῆσαι τοῦ Ὀλύμπου φησί, τοῦ ὄρους δηλαδή. Καὶ ὅτι τὴν θάλασσαν ὀχεῖσθαι πᾶσαν οἶδεν ἐπὶ γῆς, μᾶλλον δʼ αὐτῇ συνεσφαιρῶσθαι, εἴπερ ἀνελκομένης τῆς γῆς συνανασπασθήσεται καὶ ἡ θάλασσα. Ὁ δὲ ταῦτα λέγων Ζεὺς ἡ κατὰ τοὺς Στωϊκοὺς εἱμαρμένη ἐστίν, ὃς καὶ πάντων περιεῖναι λέγει ἐν τῷ “τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν περί τʼ εἰμὶ ἀνθρώπων”, τουτέστιν ὑπὲρ πάντα εἰμὶ τὰ περὶ γῆν καὶ τὰ ὑπὲρ αὐτήν. Χρυσῆν δὲ σειρὰν οἱ μέν φασι τὴν δίκην ἁλύσεως ἐπιπλοκὴν τῶν τεσσάρων στοιχείων κατὰ τὰς ἐν αὐταῖς ποιότητας, λεγομένην χρυσῆν διὰ τὸ φύσει πολυτίμητον καὶ διὰ τὴν ἐκ τοῦ ἡλίου ἐν αὐτοῖς χρυσαύγειαν, ἧς δὴ ἐπιπλοκῆς μεταποιηθείσης ποτὲ ἄνω κάτω, φασί, γενήσεται τὸ πᾶν μεταστοιχειωθέν, ἢ μεγάλῳ χειμῶνι ἄνωθεν ἐκ Διὸς ἐν κατακλυσμῷ καὶ ἐξυδατώσει, ἢ μεγάλῳ θέρει κατὰ ἐκπύρωσιν. Οἱ δὲ χρυσῆν νοοῦσι σειρὰν τὰς τοῦ αἰῶνος ἡμέρας, αἳ χρυσῷ οἷον κέκρανται τῇ τοῦ ἡλίου λαμπρότητι καὶ ἁλύσεως δίκην ἀλλήλων ἐξήρτηνται, τὸν καθʼ ἡμᾶς βίον συνδέουσαι, ληψόμεναί ποτε πέρας καὶ αὐταὶ καὶ τὸ πᾶν ἀναστοιχειώσουσαι, τοῦ Διὸς μένοντος ἀπαθοῦς, ὃν ψυχήν φασι τοῦ παντὸς οἱ παλαιοί. Πλάτων δὲ αὐτὸν τὸν ἥλιον χρυσέαν λέγει σειράν. αὐτῷ γὰρ ἐκδεδέσθαι τὸ πᾶν. Ἕτεροι δὲ τοὺς κύκλους τῶν πλανωμένων νοοῦσι χρυσέαν σειράν, ὧν ἀνωτάτω μὲν ὁ τοῦ Κρόνου, πρόσγειος δὲ ὁ τῆς σελήνης, ἐν οἷς κύκλοις ἄλλοτε ἄλλως τῶν πλανητῶν συνιόντων πολλαὶ περὶ τὸ πᾶν γίνονται μεταβολαί. Οἱ δὲ Στωϊκοὶ τὴν Διὸς ἀπειλὴν εἰς μόνην ἀλληγοροῦσιν ἐκπύρωσιν. Ἐπεὶ γὰρ Ζεὺς μὲν ὁ αἰθήρ, χρυσῆ δέ, φασί, σειρὰ ὁ ἥλιος, εἰς ὃν κάτωθεν ὥσπερ εἰς καρδίαν ἀποχεῖται ἀναδιδομένη ἡ τῶν ὑγρῶν ἀναθυμίασις, ὅταν χρόνῳ ποτὲ ἀνελκομένη διʼ ἀναθυμιάσεως, ὡς εἰκός, ἡ θάλασσα ἐπιλίπῃ, τότε δὴ τὸ πῦρ τροφῆς ἐφιέμενον ἀνελκύσει τὰ ἐν τῷ βάθει τῆς γῆς ὑγρὰ καὶ λύσει καὶ αὐτὴν τὴν γῆν. καὶ ὁ μὲν Ζεὺς οὐ καθελκυσθήσεται, τὰ δὲ κάτω μετέωρα γένηται τοῦ πυρὸς κατισχύσαντος. Τινὲς δὲ οὐ πολυλογεῖν ἐθέλοντές φασι τὴν ἀπειλὴν ταύτην αἴνιγμα μοναρχίας εἶναι, καὶ ὡς ἑνὸς ἐξῆπται τὰ πάντα καὶ μιᾶς ἀρχῆς ἤρτηται. Ὡς γὰρ ἐν τοῖς κάτω οὐκ ἀγαθὸν πολυκοιρανίη, οὕτω καὶ ἐν τοῖς ἄνω, καὶ πολλῷ μάλιστα ἐκεῖ. Παρασημειοῦνται δὲ καὶ ὅτι, ὥσπερ ὑπὲρ γῆς ἀὴρ μέχρι νεφελῶν, εἶτα αἰθὴρ ἀνωτέρω ἕως τῶν τοῦ οὐρανοῦ φαινομένων, οὕτω πως καὶ κάτω ἐκ γῆς Ἅιδης, ἀπὸ δʼ αὐτοῦ Τάρταρος. Σημείωσαι δὲ ὅτι ἐκ τῶν ῥηθέντων Ὁμηρικῶν ἀπειλῶν ὁ δεξιώτατος Ἡρόδοτος εἴρηκε κατὰ παραποίησιν τὸ “ἦ δὴ ὅ τε οὐρανὸς ἔσται ἔνερθε τῆς γῆς καὶ ἡ γῆ μετέωρος ὑπὲρ τοῦ οὐρανοῦ”. Ἰστέον δὲ καὶ ὅτι ὁ ταπεινωθεὶς ἐξ ὕψους ἐσχάτως ἐρεῖ ἂν ἐξ Ὀλύμπου ῥιφῆναι εἰς Τάρταρον ἠερόεντα τῆλε μάλʼ, ἔνθα βάθιστον βέρεθρον. Εἰ δὲ καὶ ἀμετάβατος ἡ ταπείνωσις, προσθείη ἂν καὶ τὸ “ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός”. καὶ τοιάδε μὲν ταῦτα. Τῶν δὲ τοῦ χωρίου λέξεων τὸ μὲν “ὃν ἂν ἐγὼν ἀπάνευθε θεῶν νοήσω” διχῶς νοεῖται. Ἢ γὰρ ὃν ἂν τῶν θεῶν νοήσω ἢ ὃν ἂν νοήσω ἐθέλοντα ποιεῖν τόδε ἀπάνευθε θεῶν, τῶν ἄλλων δηλαδὴ τῶν πειθομένων μοι. Τὸ δὲ ἐγών μετὰ τοῦ ν σύνηθες Ὁμήρῳ διὰ τὴν τοῦ νῦ ἐπιφοράν. Δωριεῖς μέντοι καὶ ἄλλως τὸ ἐγώ σὺν τῷ ν προφέρονται, ὡς δῆλον ἐκ τοῦ ἐγώνγα, ἤγουν ἔγωγε. Τὸ δὲ κωλύειν ἀρῆξαι Τρώεσσιν ἢ Δαναοῖσι τὴν βουλὴν ὑπολαλεῖ τοῦ Διός, ἣν ἐκεῖνός τε λέγειν βούλεται. εἰ γὰρ μηδεὶς μηδετέροις ἀρήγει, αὐτοῦ ἄρα καὶ μόνον ἔσται τὸ πᾶν τῆς μάχης. Τὸ δὲ “πληγείς” νῦν μὲν ἀσαφὲς κεῖται, ἀλλαχοῦ δὲ διαρθροῦται πλατύτερον, ἔνθα καὶ ὄργανον φανεῖται πληγῶν τοιούτων ὁ κεραυνός. Τὸ δὲ “οὐ κατὰ κόσμον”, ἀντὶ τοῦ ἀκόσμως, οὐκ εὐτάκτως, ἀλλὰ σὺν θορύβῳ. Ἠερόεις δὲ Τάρταρος ὁ σκοτεινός, ἐπεὶ φύσει μέλας ὁ ἀήρ. ὅθεν καὶ τὸ “ἠέρα πολὺν ἔχευεν”, ἤτοι σκότος κατέχεεν, ἢ καὶ ἄλλως, ὁ ἀὴρ αὐτόχρημα, ὡς πρὸ βραχέων γέγραπται. Τὸ δὲ “τῆλε μάλα” ἐπίτασίς ἐστι τοῦ πόρρω. Διασάφησις δὲ αὐτοῦ τὸ “ᾗχι βάθιστον ὑπὸ χθονὸς βέρεθρον”. Βέρεθρον δὲ τροπῇ τοῦ α εἰς ε γέγονεν ἐκ τοῦ βάραθρον ὁμοίως τῷ πάθος πένθος, βάθος βένθος, οἷς ἀνάλογον κατά γε φωνὴν καὶ τὸ βρένθος ἐπὶ ὑπερηφανίας παρὰ τῷ Κωμικῷ. ἐξ οὗ τὸ βρένθειον, μῦρόν τι ἐκεῖνο περιᾳδόμενον, ἐξ ὧν ῥῆμα τὸ βρενθύεσθαι, ἤγουν κατατρυφᾶν ἀλαζονικῶς. Ὅτι δὲ τὸ βέρεθρον ζέρεθρον Μακεδόνες φασί, καὶ ἀλλαχοῦ δηλοῦται. Αἱ δὲ σιδήρειαι τοῦ μύθου πύλαι καὶ ὁ χάλκεος οὐδός, ἅπερ καὶ ὁ Ἅιδης ἂν ἔχοι, τὴν διηνεκῆ καὶ δυσεξίτητον τῶν κατὰ γῆς ὑδάτων καὶ πνευμάτων ἔγκλεισιν δηλοῖ, ὧν εἴ τί ποτε προκύψει ἐν τοῖς ἄνω διὰ σεισμοῦ τυχὸν ἤ πως ἑτέρως, δεινὰ γίνονται, ὁποῖα καὶ ὁ τυφὼς ποιεῖ. Τὸ δὲ πάντες ἐν τῷ “ἵνα εἴδετε πάντες” δύναται καὶ τοῖς ὄπισθεν κολληθῆναι, ἵνα ᾖ “πειρήσασθε πάντες”, καὶ οὕτω δέ, κατʼ εὐθὺ νοηθῆναι “εἴδετε πάντες”. Καὶ ὅρα τὸ “πειρήσασθε” παθητικῶς λεχθὲν ἄρτι, ἔτι δὲ καὶ τὸ “εἴδετε”, χρόνου ὂν ἐνεστῶτος, χρηστὸν Ὁμήρῳ, ἐξ οὗπερ οὐ τὸ ἰδεῖν καὶ ἰδέσθαι καὶ ἰδών καὶ τὰ σὺν αὐτοῖς, ἀλλὰ τὸ εἶδον. Ἐκεῖνα γὰρ δευτέρου ἀορίστου εἰσὶ τοῦ φαινομένου μυριαχοῦ. Ἔστι δὲ αὐτοῦ καὶ πρῶτον πρόσωπον παρὰ τῷ ποιητῇ, οἷον “ἵνα εἴδομεν ἄμφω”. ἡ δὲ ὕστερον χρῆσις οὐ δεῖται ῥημάτων τοιούτων. Τὸ δὲ “ἐξ οὐρανόθεν”, δὶς λεχθέν, περιττὴν ἔχει καὶ αὐτὸ τὴν πρόθεσιν, ὡς καὶ τὸ ἀπʼ οὐρανόθεν καὶ ὅσα τοιαῦτα. Ἐκ δὲ τοῦ κρεμάσαντες καὶ ὅλως ἐκ τοῦ κρεμῶ θέματος καὶ τὸ κρήμνασθαι γίνεται καὶ τὸ “κρήμνη σεαυτήν”, καὶ ὁ κρημνός, καὶ ὅσα τοιαῦτα, τροπῇ δηλαδὴ τοῦ η εἰς ε καὶ πλεονασμῷ τοῦ ν Τὸ δὲ “ἐξάπτεσθε” ταὐτὸν τῷ ἐκκρέμασθε, ἵνα δηλονότι καθελκύσητε τὸν Δία πεδίονδε, ὅ ἐστι κάτω εἰς γῆν, ὅπερ οὐκ ἂν δῆθεν γένοιτο. Δύναται δὲ εἶναι καὶ ἀντὶ τοῦ ἅπτεσθε, ὅ ἐστιν ἐπιλαμβάνεσθε, περιττῆς οὔσης τῆς ἐκ προθέσεως. Τὸ δὲ “ὕπατον μήστωρα” ἢ ὑφʼ ἓν νοητέον, ἵνα δηλοῖ τὸν ὕπατον ἐν βουλευταῖς, ἢ ἰδίᾳ μὲν τὸ μήστωρα, ἰδίᾳ δὲ τὸ ὕπατον. Αὐτὸ δὲ διχῶς νοεῖται. ἢ γὰρ ἁπλῶς πάντων ὕπατον, ἢ τῶν ἀρχόντων, κατὰ τὸ “ὕπατε κρειόντων”. Μήστωρ δὲ Ζεύς, ὁ ἐν ἄλλοις μητιόεις καὶ μητίετα, εἰπεῖν δὲ κοινότερον καὶ οὐδὲ συνήθως, μητιέτης. Τοῖς δὲ τοῦ ἐρύω χρόνοις τριχῇ ἐνταῦθα χρησάμενος ἐν τῷ “οὐκ ἂν ἐρύσαιτε”, καὶ “ἐθέλοιμι ἐρύσσαι”, καὶ “αὐτῇ γαίῃ ἐρύσαιμι” ἐπιμονὴν ἐποίησεν, ὡς καὶ ἐν τῷ “ἐξ οὐρανόθεν”. Τὸ δὲ “αὐτῇ γαίῃ”, “αὐτῇ θαλάσσῃ”, Ἀττικοῖς σύνηθες, ἐλλιπὲς τῆς συν προθέσεως, ὁποῖον καὶ τὸ “αὐτοῖς ἀνδράσι βεβύθισται ναῦς”, οὗ σύνθετον τὸ αὔτανδρος, καὶ ὁποῖον τὸ “αὐταῖς βουλαῖς ἐξόλοιτο”. Τὸ δὲ “δησαίμην” ἔχει καὶ ἐνεργητικὰ ἐν χρήσει. Διφορεῖται γὰρ καὶ τὸ τοιοῦτον ῥῆμα κατά τε ἐνέργειαν κατά τε πάθος. Μετήορα δὲ τὰ κοινῶς μετέωρα. Καὶ ἔστι τοῦτο εὐπαραγωγότερον τοῦ κοινοῦ. Ὡς γὰρ ἐκ τοῦ ἀείρω, τὸ συζυγῶ, παρήορος ἵππος, ὁ παρεζευγμένος, οὕτως ἐκ τοῦ ἀείρω, τὸ κουφίζω καὶ ἀνωφορῶ, τὸ μετήορον. ἐκεῖθεν δὲ καὶ τὸ μετέωρον κατὰ περίεργον σκευωρίαν. Ἐκ τοῦ ἀείρω γάρ, φασίν, ἄοιρος, ὁ εἰς ἀέρα ἐλαφρισθείς, καὶ τροπῇ τοῦ α εἰς ε καὶ τῆς οι διφθόγγου εἰς ω, ἐν συνθέσει μετέωρον. Τὸ δὲ “τόσσον ἐγὼ περίειμι πάντων” σχῆμά ἐστι συμπληρωτικόν, οὗ πολὺς νοῦς διὰ τὸ ἀορισταίνειν. τῷ γὰρ μεγαλείῳ τῶν εἰρημένων συμπαραμετρεῖται καὶ ἡ περιουσία τῆς ἰσχύος τοῦ Διός. Ἐνταῦθα δὲ καὶ ἐπαναφορὰ κατὰ κόμμα ἐστὶ τὸν βασιλικὸν πρὸς τῷ τέλει λόγον καλλύνουσα. δῆλον γὰρ ὡς ἐπαναφορικόν ἐστι τὸ “περί τʼ εἰμὶ θεῶν, περί τʼ εἰμὶ ἀνθρώπων”. Ἰστέον δὲ ὅτι ἡ ῥηθεῖσα ἐξ οὐρανόθεν χρυσέα σειρὰ καὶ εἰς βασιλικὸν γένος μεταλαμβάνεται τοῖς ῥητορικῶς ἐπιβάλλουσιν, οἳ καὶ τῶν ἑξῆς οὐκ ὀλίγα συμβιβάσουσι κατὰ καιρὸν δεξιῶς εἰς ἐγκώμιον. Ὅτι ἔκπληξιν ἐπὶ ἀπειλῇ δηλοῖ τὸ “ὡς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ”, ὅ ἐστι περιφραστικῶς ἐσίγησαν, “μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευεν”, ἤγουν ἀποτόμως ἐλάλει. Δυσωπία δὲ ἄρχοντος τραχυνομένου κατά τινων τὸ “ὦ πάτερ ἡμέτερε, ὕπατε κρειόντων, εὖ νυ καὶ ἡμεῖς ἴδμεν, ὅ τοι”, ἤγουν ὅτι σοι, “σθένος οὐκ ἐπιεικτόν. ἀλλʼ ἔμπης ὀλοφυρόμεθα” ὑπὲρ τῶν δεῖνα, “οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται”, ὅ ἐστι κακῷ θανάτῳ οἰχήσονται. Ὁ δέ γε ζητῶν εἰρηναίαν τοῖς ἑαυτοῦ συμβουλὴν ἔκ τινος ὑπερέχοντος εἴποι ἂν τὸ “ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθα, εἰ σὺ κελεύεις, βουλήν” δʼ ὑποθησόμεθα τοῖς δεῖνα, “ἥ τις ὀνήσει, ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο”, ἤγουν σοῦ ὀργισθέντος. Ἀθηνᾶ δὲ ταῦτα τῷ Διΐ φησιν ὑπὲρ Ἀχαιῶν. Ἔστι δὲ ὕπατος μέν, ὥς που καὶ ἀλλαχοῦ δηλοῦται, ὁ ὑπέρτατος, ἐξ οὗ γίνεται αὐτὸς κατὰ συγκοπήν, ἀντικείμενος τῷ νειάτῳ, ταὐτὸν δὲ εἰπεῖν νεάτῳ, οὗ πρὸς ὁμοιότητα καὶ ἡ παρὰ τοῖς μουσικοῖς ὠνόμασται ὑπάτη τε καὶ νεάτη καὶ κατὰ κρᾶσιν νήτη. Σθένος δὲ οὐκ ἐπιεικτὸν κατὰ τοὺς παλαιοὺς δύναμις οὐκ εὐσυγχώρητος, ἤγουν οὐ ῥᾳδίως εἴκουσά τινι. Ὀλοφύρεσθαι δὲ τὸ ὀλοῶς ἢ μετὰ ὀλυγῆς φύρεσθαι, δάκρυσι δηλαδή. Κακὸς δὲ οἶτος ὁ ἀπευκταιότατος καὶ διαστελλόμενος πρὸς ἑτεροῖον οἶτον, ὃν ἄν τις εὔξηταί ποτε. ὃ δὴ σὺν ἄλλοις πολλοῖς εὕρηται καὶ ἡ Πηνελόπη ἐν Ὀδυσσείᾳ ποιοῦσα. Ἐκ τοῦ οἴ δέ, θρηνητικοῦ ἐπιρρήματος, ὁ οἶτος. Ἀναπλῆσαι δὲ οἶτον τὸ τελευτὴν θανάτου ἰδεῖν. ταὐτὸν γὰρ ἀναπλῆσαι καὶ τελευτῆσαι, ὅ ἐστι τελειῶσαι, πληρῶσαι. Τὸ δὲ ὑποθησόμεθα ἡ ἀρχή ἐστι τῆς ποιητικῆς ὑποθημοσύνης τῆς ἀγαθῆς, ᾗ ἀντίκειται ἡ κακοθημοσύνη, ἔτι δὲ καὶ τῆς παρὰ τοῖς ὕστερον ὑποθήκης καὶ τοῦ νουθετεῖν ὅπερ ἐστὶ νοῦν ἐντιθέναι, ἤγουν ἐμβάλλειν, ἴσως δὲ καὶ τῆς εὐθημοσύνης. Τοῦ δὲ ὀδύσσω χρῆσις μάλιστα καὶ ἐν Ὀδυσσείᾳ. Ὅτι ὁ οὕτω σφοδρῶς πρὸ βραχέων δημηγορήσας Ζεὺς ἤπιος γίνεται, μειλίχιόν τι καὶ ὕπουλον φθεγξαμένης τῆς Ἀθηνᾶς. Ἥρα μὲν οὖν, εἴπερ ἐλάλησεν, αἰνότατόν τε προσεῖπεν ἂν τὸν Δία καὶ προσηρέθισεν εἰς θυμόν. τοιοῦτον γὰρ ὁ μῦθος ἦθος αὐτῇ ἀνεπλάσατο, καθὰ προδεδήλωται, ἥτις καὶ μετʼ ὀλίγα ἐρεῖ, ὡς “εἰ θέλομεν ὅσοι Δαναοῖς ἀρωγοὶ ἀντιπεσεῖν τῷ Διΐ, ἀκάχοιτο ἄν”. καὶ ἡ μὲν Ἥρα τοιαύτη. Ἀθηνᾶ δὲ τεχνικῶς ὑπενδίδωσι, καὶ ὀψὲ καὶ αὐτὴ λαλήσασα, ὡς καὶ ὁ Διομήδης πρὸ μικροῦ ἐν τοῖς Ἀχαιοῖς, εἰδέναι μὲν τὸ τοῦ Διός φησι σθένος, ὀλοφύρεσθαι δʼ ὅμως ὑπὲρ Ἀχαιῶν, ὡς ἐρρέθη, καὶ τὴν Διὸς μὲν ἰσχὺν ὁμολογεῖ, προΐσχεται δὲ ἐλέου εἰσβολήν, ὡς οὐ θρασυνομένη κατὰ πατρός, ἀλλʼ οἰκτιζομένη τοὺς ἐλεεινούς. Καὶ ὁ πατὴρ ἐπὶ τούτοις πραϋθυμήσας προσέφη ἐπιμειδήσας, ἅπερ καὶ ἑξῆς που ἐρεῖ “θάρσει Τριτογένεια, φίλον τέκος, οὔ νύ τοι θυμῷ πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι”, ὁποῖόν τι καὶ πᾶς εἴποι ἂν πρὸς φίλον, μεταβαλὼν ἐκ θυμοῦ εἰς πρᾳότητα. Καὶ ὅρα ὅπως θυμὸς κολακευόμενος μαλθάσσεται καὶ κατὰ τὰ δεινὰ τῶν θηρίων εἴκει τοῖς τιθασσεύουσι. Κατὰ γὰρ τὴν τραγῳδίαν ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι, καὶ ὁ τῷ θυμουμένῳ εἴκων ἐν καιρῷ τύχοι ἂν αὐτοῦ ῥᾳδίως ὅσον θέλει. Τριτογένεια δὲ ἀλληγορικῶς ἡ φρόνησις, ἐπεὶ κατὰ Δημόκριτον τρία γίνεται ταῦτα ἐξ αὐτῆς, τὸ εὖ λογίζεσθαι, τὸ λέγειν καλῶς τὸ νοηθέν, καὶ τὸ ὀρθῶς πράττειν αὐτό. Τελείας γὰρ ὄντως φρονήσεως τὸ νοῆσαι, τὸ εἰπεῖν, τὸ ποιῆσαι, καὶ πάντα καλῶς. Ὁ δὲ μῦθος οὕτω λέγει αὐτὴν ὡς ἐν τρίτῃ μηνὸς γεννηθεῖσαν, ἢ ὡς ἐκ τοῦ Διὸς κεφαλῆς γενομένην. τριτὼ γάρ, φασί, κατὰ γλῶσσαν Κρητῶν ἡ κεφαλή. Ὡς δὲ καὶ ἀπὸ τοῦ Τρίτωνος Λιβυκοῦ ποταμοῦ καλεῖται οὕτω, ἀλλαχοῦ δηλοῦται. Ὅρα δʼ ἐν τοῖς εἰρημένοις ὅτι, καθά που καὶ ἀλλαχοῦ ἐρρέθη, οὐ μόνον εἰς πάθος ἀναλύεται ἡ Τριτογένεια, ὡς γεννηθεῖσά ποθεν, ἀλλὰ καὶ εἰς ἐνέργειαν, ὡς δεδήλωται ἐν τῷ τρία γεννῶσα. Οὕτω δὲ διχῶς καὶ ἡ ἠριγένεια. καὶ γὰρ ἡ τὸ ἦρ γεννῶσα, καὶ ἡ ἐν ἦρι γεννωμένη. Ἰστέον δὲ ὅτι ὁ γεννῶν μῦθος τὴν Ἀθηνᾶν ἐκ τῆς Διὸς κεφαλῆς ἐχορήγησέ τινι τῶν παλαιῶν ὑπόψυχρον νόημα τὸ καὶ σκωφθὲν τότε. Ἦν δὲ τοιοῦτον ὡς Ἀγαθαρχίδης ἱστορεῖ. Εἰκὸς γὰρ αὐτὴν ἐκ τῆς Διὸς κεφαλῆς γεννηθεῖσαν ἔχειν τῶν ἀγαθῶν τὸ κεφάλαιον. Πρόφρονα δὲ θυμὸν ἢ τὸν πρόθυμον λέγει, καθὸ καὶ προϊὼν ἐρεῖ “πρόφρων κατένευσε Κρονίων”, ἢ κατὰ Πορφύριον τὸν ὑπέρφρονα, ἤτοι καταφρονητικόν. Οὕτω καὶ πρὸ ὀλίγων “πρόφρων ἐθέλοιμι ἐρύσσαι”, ἀντὶ τοῦ πρόθυμος καὶ ὑπὲρ ἐμοῦ αὐτοῦ φρονῶν ἢ ἀντὶ τοῦ ὑπέρφρων καὶ τοὺς ἄλλους περιφρονῶν. Ὅτι ἐν τῷ “ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω, ὠκυπέτα, χρυσείῃσιν ἐθείρῃσι κομόωντε”, ἅπερ ἔπαινος ἵππων εἰσί, χαλκόποδες μὲν οἱ στερρόποδες καί, ὡς ἀλλαχοῦ ἐρεῖ, κρατερώνυχες. Τὸ δὲ “ὠκυπέτα” ἔοικε τὸν ἵππον ἐτυμολογεῖν, ὃς παρὰ τὸ ἵπτασθαι ποσὶ λέγεται. ὁ γὰρ ποσὶν ἱπτάμενος καλῶς ὠκυπέτης τε εἶναι λέγεται καὶ οὐκ ἄκων πέτεσθαι, ὡς μετʼ ὀλίγα ἐρεῖ. Ὅρα δὲ καὶ ὅτι ἐπὶ τῆς αὐτῆς κειμένων σημασίας τοῦ θρίξ καὶ ἔθειρα καὶ κόμη, ἀλλαχοῦ μὲν καλλίτριχες λέγονται ἵπποι, οἷς καὶ ψήκτραις αἱ τρίχες κτενίζονται κατά τινα Τραγικόν. Ἐνταῦθα δὲ καὶ ἡ κόμη καὶ ἡ ἔθειρα κατὰ μύθου σεμνότητα προσαρμόττεται αὐτοῖς ἐν τῷ “ἐθείραις κομόωντες”. Ἔριον μέντοι οὐκ ἂν τολμήσῃ τις ὅλως ἐνταῦθα προσάψαι, εἰ καὶ ὁ Κωμικὸς ὄνου πόκας ἔπαιξε. Διαφορὰ δὲ τριχὸς καὶ ἐρίου καὶ ἐν τῷ “τρίχας ἀντʼ ἐρίων ἐποκίξατο”. Γίνεται δὲ ἡ ἔθειρα ἐκ τοῦ ἐθείρω ῥήματος, ὅπερ ἐν τοῖς ἑξῆς που ῥηθήσεται, ἀφʼ οὗ καὶ ἐθειράδες τὸ γένειον. Ἵπποι δὲ Διός εἰσιν οἱ ῥηθέντες, οὓς τεχνηέντως ὑπέζευξεν ἅρματι—Τοῦτο γὰρ δηλοῖ τὸ τιτύσκετο. —, ἡνίκα εἰς τὴν Τρωϊκὴν Ἴδην κατῆλθε διοικήσων τὰ κατὰ τὴν μάχην αὐτὸς μόνος μετὰ τὸ ἀπειλήσασθαι τοῖς λοιποῖς θεοῖς. Ἔστι δὲ τὸ “τιτύσκετο” λέξις ἀμεταχείριστος πεζολεκτοῦντι ῥήτορι, γινομένη ἀπὸ τοῦ τύκω, τὸ κατασκευάζω, πλεονασμῷ τοῦ σ καὶ ἀναδιπλασιασμῷ Ἰωνικῷ, ἵνα ᾖ λέγων τὸ ζευγνύειν περιφραστικῶς τιτύσκειν ὑπʼ ὄχεσφιν, ἤγουν σκευάζειν ὑφʼ ἅρματι. Ὅρα δὲ ὅπως χρυσῷ περιλάμπεται ὁ Ζεύς, ὅτε εἰς τὸ κατὰ τὴν ῥηθεῖσαν Ἴδην Γάργαρον κατήρχετο. Ἡ ξυνωρίς τε γὰρ τῶν ἵππων αὐτῷ χρυσέαις, ὡς ἐρρέθη, ἐθείραις κομᾷ, οὐ μὴν κατʼ ἄλλους φαιαῖς ἢ μελαίναις ἢ λευκαῖς ἢ ψαραῖς. “Χρυσὸν δʼ αὐτός”, ἤγουν χρυσέαν σκευήν, “ἔδυνε περὶ χροΐ, γέντο δέ”, τουτέστιν εἵλετο, “ἱμάσθλην χρυσείαν, εὔτυκτον”. Ὁ δʼ αὐτὸς καὶ τὴν οὐρανίαν πρὸ τούτου σειρὰν ἐξ ὁμοίας ὕλης συνεκρότησε, προϊὼν δὲ καὶ χρύσεα τιταίνει τάλαντα. χρύσειος δὲ καὶ ὁ θρόνος αὐτῷ. οὕτω χαίρει τῷ χρυσῷ καί που, κατὰ τὸν Μίδαν, καὶ αὐτῷ χρυσός ἐστι πᾶν οὗ ἂν ἅψηται. Ἰστέον δὲ ὅτι οἱ ἐκ μαθημάτων ἀνήκειν φασὶν Ἡλίῳ τὸν χρυσόν, ὡς τῇ Σελήνῃ ἄργυρον, Κρόνῳ δὲ μόλιβδον, καὶ ἄλλῳ τῶν πλανωμένων ἕτερόν τι τῶν μετάλλων. Διὸ χαίρειν χρυσῷ λέγεται καὶ ὁ Ζεύς, καθότι καὶ εἰς ἥλιον ἀλληγορεῖταί ποτε κατὰ τὸν εἰπόντα “Ὁ μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων”. Καὶ μὴν εἰ καὶ εἰς αἰθέρα ὁ Ζεὺς ἀλληγορεῖται, ἁρμόττει αὐτῷ διὰ τὸ πυρῶδες, εἴτʼ οὖν πυροειδές, καὶ οὕτω λαμπρὸν ὁ χρυσός, ἐπεὶ καὶ ὁ αἰθὴρ διχῇ οὕτω λέγεται. ἢ γὰρ παρὰ τὸ αἴθειν, ὅ ἐστι καίειν, πυρὸς δίκην κατά τινας, ἢ παρὰ τὸ αἴθειν, ἤγουν λάμπειν, ὅθεν καὶ ὁ ἀστήρ, εἰ καὶ μάλιστα τοῖς σοφοῖς ἀρέσκει παρὰ τὸ αἰεὶ θεῖν αἰθὴρ λελέχθαι, διὰ τὸ κατʼ αὐτὸν ἀεικίνητον συνεσφαιρωμένον τῷ οὐρανῷ. Ἐὰν δὲ καὶ εἰς οὐρανὸν ὁ Ζεὺς μεταλαμβάνηταί ποτε, ᾠκείωται καὶ οὕτως αὐτῷ ὁ χρυσός, ὀρθῶς μὲν διὰ τὸ ἀνέφελον αὐτοῦ καὶ ἀληθῶς αἴθριον, εἰ καὶ καθʼ ἕτερον τρόπον χάλκεος λέγεται. Κατὰ δέ γε τὸν μῦθον διὰ τὸ καὶ χρυσέοις δώμασι πλήθειν καὶ χρύσεον δάπεδον ἡπλωμένον ἔχειν. Συντελεῖ δὲ πρὸς νοῦν τοιοῦτον καὶ εἴ τι που χρύσεον λέγεται νέφος. καὶ ταῦτα μὲν τοιαῦτα. Ὅτι δὲ Δωρικὴ λέξις τὸ “γέντο”, γενομένη ἐκ τοῦ ἕλετο, δηλοῦται ἀλλαχοῦ. Ὁ δὲ τόπος οὗτος χρήσιμος καὶ εἰς χρυσοῦ καὶ εἰς πλουσίου ἐγκώμιον. Ὅτι τὸ πέτεσθαι τοὺς τοῦ Διὸς ἵππους μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος σύμβολόν ἐστι τοῦ ἀλληγορεῖσθαι αὐτὸν εἴς τε ἀέρα καὶ εἰς αἰθέρα, στοιχεῖα ταῦτα πληροῦντα τὸ μεταξὺ γῆς τε καὶ οὐρανοῦ. Τῆς δὲ εἰς ἀέρα τοῦ Διὸς ἀλληγορίας ἐμφαντικὸν μετʼ ὀλίγα καὶ τὸ “κατὰ δʼ ἠέρα πουλὺν ἔχευε”, τῶν αὐτοῦ ἵππων δηλαδή. Ἔνθα τὸ “πουλύν” θηλυκοῦ γένους φασὶν οἱ παλαιοί, καθὰ καὶ τὸ ἠέρα. Καὶ ἔστιν ἡ λέξις Ἰωνικὴ ὁμοίως τῷ “πουλὺν ἐφʼ ὑγρήν”. Ὅτι ἐν τῷ “Ἴδην δʼ ἵκανε πολυπίδακα, μητέρα θηρῶν, Γάργαρον” τῷ μέρει τὸ ὅλον συμπεριείληπται, ὡς καὶ πρὸ τούτων πολλὰ τοιαῦτα σεσημείωται. Καὶ ἔστι πλατὺς τρόπος ποιητικὸς προτάσσειν τὸ ὅλον, εἶτα ἐπάγειν τὸ μέρος διὰ σαφήνειαν. Ὅλον μὲν γὰρ ἡ Ἴδη, μέρος δὲ τὸ Γάργαρον, καὶ μέχρι νῦν τηροῦν τοὔνομα, κληθὲν οὕτω διὰ τὰ ἐκεῖ ἀναδιδόμενα ὕδατα καὶ τὸν ἐντεῦθεν ποιὸν ἦχον, ἐξ οὗ καὶ ἐφʼ ἡμῶν τὸ ἀναγαργαρίζειν λέγεται καὶ ὁ γαργαρεών. Οἱ δέ φασι τρία εἶναι τῆς Ἴδης ἀκρωτήρια, Γάργαρον, Λεκτόν, Φαλάκραν, τοῦ δὲ Γαργάρου τοὺς οἰκήτορας Γαργαρεῖς λέγεσθαι, αὐτὸ δὲ οὕτω κληθῆναι καθʼ ὁμοιότητα τοῦ ἐν ἡμῖν γαργαρεῶνος, λήγοντος ἀπὸ παχέος εἰς ὀξύτερον. Τὴν δὲ Ἴδην πολυπίδακα λέγει, διότι καὶ τοῦ Γαργάρου δίχα πολυπόταμός ἐστιν, ὡς καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται. Κοινότερον δὲ τὸ “πολυπίδακα”, ἐκ τοῦ πῖδαξ πίδακος, οὗ ἀναδραμόντος εἰς εὐθεῖαν, ὡς δηλοῖ τὸ “πολυπιδάκου”, εἴη ἄν ποτε καὶ ἡ αἰτιατικὴ πολυπίδακον. Ἐκ τοῦ πιεῖν δέ, φασίν, ἡ πῖδαξ, ἢ ἐκ τοῦ πιδύειν, ὅ ἐστιν γῆθεν ἅλλεσθαι. αὐτὸ δὲ κατʼ ἐναλλαγήν, φασίν, Αἰολικὴν ἐκ τοῦ πηδᾶν γίνεται, ἀφʼ οὗ καθʼ ὁμοίαν τροπὴν καὶ πιδήεσσα, ἡ κάθυγρος. ἐκ δὲ τοῦ πιδύειν καὶ Πιδύτης κύριον, ὡς ἐκ τοῦ ἠπύειν ὁ Ἠπύτης. Μητέρα δὲ θηρῶν τὴν Ἴδην φησὶν ἀντὶ τοῦ πολύθηρον. Θηρίον δὲ παρὰ τοῖς παλαιοῖς πᾶν ἄλογον ζῷον, ὅπουγε καὶ τὸν ἶπα θηρίδιόν τι λέγουσιν οἱ σοφοί. Κυρίως δέ, φασί, θῆρες, οἱ ἢ θέειν ῥᾷον δυνάμενοι κατὰ τὴν παρὰ Σοφοκλεῖ θῆρα ἔλαφον, ὁποία τις καὶ ἐν Ὀδυσσείᾳ κεῖται, ἢ καὶ φθείρειν, ὅθεν καὶ ἐτυμολογεῖσθαι ὁ θὴρ λέγεται ὡς οἷα φθείρ, εἰ καὶ ἡ ἀπέλευσις τοῦ φ μετήλλαξε τὴν τῆς διφθόγγου γραφὴν εἰς τὸ τῆς ἀναλογίας η. Ὅτι δὲ φθεῖρες διὰ διφθόγγου καὶ οἱ θῆρες, ἐν τοῖς εἰς τὴν Βοιωτίαν δεδήλωται. Ἱστορεῖται δὲ καὶ ὄφεις τὴν Ἴδην ἐνεγκεῖν ποτε, οἳ καὶ ἐλάφους, φασίν, ἀνῄρουν εἰλούμενοι περὶ τὰ σκέλη αὐτῶν καὶ περὶ τοὺς αὐχένας καὶ δένδροις προσαρτῶντες αὑτούς. Ἰστέον δὲ καὶ ὅτι γυναικὶ μεθύσῃ, ἀδίκων παίδων μητρί, ἁρμόσοι ἄν ποτε τὸ προσρηθῆναι Ἴδην πολυπίδακα, μητέρα θηρῶν. Καὶ πόλις δὲ ἢ χώρα γέμουσα ἀνδρῶν ἀδίκων μήτηρ ἂν θηρῶν λέγοιτο, καθά ποτε καὶ πόλις που ἦν πονηρῶν, ὡς αἱ ἱστορίαι δηλοῦσι, καί τις ἑτέρα συνηγόρων τοιούτων, ἀφορισθέντων ἐν αὐτῇ διὰ τὸ κακουργεῖν περὶ τὴν δικαιοτάτην θέσιν τῶν νόμων. Λέγει δὲ ὁ ποιητής, ὡς καὶ τέμενος τῷ Διῒ ἐν τῷ Γαργάρῳ ἦν, ὁποῖα πολλαχοῦ εἴρηται, “βωμός τε θυήεις”, ὡς θυσιῶν γινομένων ἐν τοῖς ὑψηλοῖς, καθὰ πολλαχοῦ φαίνεται, ἢ καὶ ὡς εὐώδους τοῦ τόπου ὄντος, παρὰ τὸ θύος, ἐξ οὗ καὶ νέφος θυόεν, οὐ μὴν θυῆεν κατὰ τὸν διχῇ οὕτω νοούμενον βωμόν. Καὶ εἰσορᾶσθαι δέ φησιν ἐκ τῶν τῆς Ἴδης κορυφῶν Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν, ὡς καὶ ἐν τοῖς μετὰ ταῦτα ἐρεῖ. Καὶ δοκεῖ παραλάλημα εἶναι τοῦτο ἐτυμολογικόν. Εἰ γὰρ ἐκεῖθεν εἰσορᾷ ὁ Ζεὺς τὰ εἰρημένα ὡς τοῦ τόπου δεξιοῦ ὄντος ἰδεῖν, ὀρθῶς ἄρα Ἴδη τὸ ὄρος ἐκεῖνο λέγεται. Ὁ δὲ Γεωγράφος Γάργαρα οἶδε καὶ πόλιν εἰπὼν “Γάργαρα τόπος ἐν τοῖς ἄνω μέρεσι τῆς Ἴδης, ἀφʼ οὗ Γάργαρα, πόλις Αἰολική”. Ἰστέον δὲ ὅτι Διὸς κατέλευσις παρὰ τῷ ποιητῇ γίνεται, ὅπου ἄξια λόγου ἔργα τελοῦνται κατὰ εἱμαρμένην τινά, ὡς καὶ νῦν καταπραχθήσεται. Ὅτι καθάπερ ἀλλαχοῦ ἡ ἐκ πρόθεσις ἀντὶ τῆς μετα λαμβάνεται, οὕτως ἐνταῦθα ἡ ἀπο ἐν τῷ “οἳ δʼ ἄρα δεῖπνον ἕλοντο Ἀχαιοὶ ῥίμφα κατὰ κλισίας, ἀπὸ δʼ αὐτοῦ θωρήσσοντο. Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀνὰ πτόλιν ὡπλίζοντο παυρότεροι· μέμασαν δὲ καὶ ὣς ὑσμῖνι μάχεσθαι, χρειοῖ ἀναγκαίῃ”, ὅ ἐστιν ἀναγκαστικῇ, “πρό τε παίδων καὶ πρὸ γυναικῶν”. Ἐν τούτοις γὰρ τὸ “ἀπὸ δʼ αὐτοῦ θωρήσσοντο”, ἀντὶ τοῦ μετὰ τὸ δεῖπνον. Τὰ δὲ συχνὰ ἐνταῦθα πάρισα, τὸ ἕλοντο, θωρήσσοντο, ὡπλίζοντο, ἀνεπιτηδεύτως κεῖνται πρὸς κάλλος φυσικόν. Ὅρα δὲ καὶ ὅτι ἀντιπαρέθετο ἀλλήλοις ὡς ἰσοδύναμα τὸ θωρήσσοντο καὶ ὡπλίζοντο. Πλειόνως μέντοι τὸ ὁπλίζεσθαι ἀντὶ τοῦ ἁπλῶς εὐτρεπίζεσθαι λέγεται. Ὅρα δὲ καὶ ὅτι δειπνῆσαι εἶτα θωρήσσεσθαι τοὺς Ἀχαιοὺς εἰπὼν ἐπὶ Τρώων σιγᾷ μὲν τὸ δεῖπνον συντομίας τρόπῳ, λέγει δὲ μόνον καὶ αὐτοὺς ὁπλίζεσθαι. Ἔνθα ὅρα καὶ τὸ “ἀνὰ πτόλιν”, ὡς μὴ πάντων τῶν Τρώων ἔξω μεινάντων, εἰ καὶ ὁ Ἕκτωρ διὰ τὸ ἀναγκαῖον παρέμεινεν. Ὅτι δὲ παυρότεροι Τρῶες Ἀχαιῶν, ἤδη πρὸ τούτων σαφῶς δεδήλωται. Τὸ δὲ “ὑσμῖνι” ὅτι μεταπλασμοῦ πάθος ἔχει, προείρηται καὶ αὐτό. ἐρρέθη δὲ “ὑσμῖνι μάχεσθαι” πρὸς διαστολὴν τοῦ ἄλλως πως μάχεσθαι, ὁποῖόν τι καὶ τὸ διὰ λόγων ἐρίζειν ἐστί. Καὶ ἔστι τὸ ὑσμῖνι μάχεσθαι ταὐτὸν τῷ χερσὶ μάχεσθαι κατὰ τὸ “χερσὶ μὲν οὔτι μαχέσσομαι”. Τὸ δὲ “χρειοῖ ἀναγκαίῃ” καὶ τούτους ἀναγκαίους ὑπεμφαίνει πολεμιστὰς κατὰ τοὺς ἐν τῇ Ὀδυσσείᾳ ῥηθέντας τῷ ποιητῇ. Ἰωνικὸν δὲ τὸ “χρειοῖ”. χρεία μὲν γὰρ τὸ κοινόν, ὁ δὲ ἰωνίζων χρειώ λέγει, χρέος δὲ οἱ Τραγικοί, πολλάκις δὲ καὶ χρῆμα. Τὸ δὲ “πρὸ παίδων καὶ γυναικῶν” ἀντὶ τοῦ ὑπὲρ τῶν φιλτάτων. Καὶ εἴληπται νῦν ἡ προ ἀντὶ τῆς ὑπερ, ἄλλως ἤπερ ἐπὶ τοῦ “θυμῷ πρόφρονι”. ἐκεῖ μὲν γὰρ κατὰ Πορφύριον ὑπερηφανίας ἡ λέξις δηλωτική, ἐνταῦθα δὲ φανερῶς προστασίας. Δῆλον δὲ ὡς ὁ πρὸ τοιούτων μαχόμενος τὸν κυρίως πρόμαχον συντίθησιν. Ὅτι ἔκχυσιν λαοῦ ἀπὸ πόλεως δηλοῖ τὸ “πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαός, πεζοί θʼ ἱππῆές τε, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει”, ὃ δὴ καὶ μετʼ ὀλίγα κεῖται. Γίνεται δὲ τὸ “ὠΐγνυντο” ἀπὸ τοῦ οἴγω οἴγνω οἰγνύω οἴγνυμι ὁμοίως τῷ ἀχνύμενος καὶ τοῖς ὁμοίοις, ἃ πολλαχοῦ ἐδηλώθη. Ὁ ὀρυμαγδὸς δὲ λέγεται μέν, ὅτε μέτρου χρεία, καὶ ὀρυγμαδός. Κεῖται δὲ οὐ μόνον ἐπὶ πολέμου κατὰ ὀνοματοποιΐαν καὶ ἐπὶ ἤχου τομῆς ξύλων κυρίως ἐν ὄρεσιν, ἀλλὰ καὶ ἁπλῶς ἐπὶ θορύβου μεγάλου. Τὸ δὲ “πᾶσαι πύλαι” δεδήλωται καὶ ἀλλαχοῦ, ὡς οἱ μὲν ἐπὶ δύο μόνων πυλῶν ἡρμήνευσαν, οἱ δὲ ἐπὶ πολλῶν. Ὅτι συμβολῆς πολέμου ἐκφραστικὸν τὸ “οἳ δʼ ὅτε δὴ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο, σύν ῥʼ ἔβαλον ῥινούς”, καὶ ἑξῆς, οἱ καὶ ἐν τῇ δʹ ῥαψῳδίᾳ πέντε στίχοι. Καὶ σημείωσαι καὶ ἐν τούτοις ὡς οὐκ αἰδεῖται ταὐτολογῶν ὁ ποιητὴς ἐν τοῖς ἐπιτυχῶς γραφεῖσι καὶ ἔνθα οὐκ ἔστι φράσαι κάλλιον. Δῆλον δὲ ὅτι τοῦ “συνέβαλον ῥινούς” περιφραστικὴ ἑρμηνεία ἐν τῷ ἐφεξῆς στίχῳ τὸ “ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι ἔπληντο ἀλλήλαις”. Ὅτι αὔξησις ἡμέρας λέγεται καθʼ Ὅμηρον τὸ ἀπὸ πρωΐας μέχρις ἡλιακοῦ μεσουρανήματος, τὸ δʼ ἐντεῦθεν φθίνειν ἡ ἡμέρα δοκεῖ, ὅθεν τὴν δύσιν Αἰσχύλος ἡλίου λέγει φθινάσματα. Δηλοῖ δὲ τὴν ῥηθεῖσαν αὔξην ὁ ποιητὴς καὶ νῦν ἐν τῷ “ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ, τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πίπτε δὲ λαός”, διὰ τὸ τῆς μάχης δηλαδὴ ἰσόρροπον. “ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει” καὶ ἑξῆς. Ὃ παραφράζων ὁ Σοφοκλῆς φησιν “ἐν αἰθέρι μέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλος”. Ἠὼς δὲ ἐνταῦθα ἢ ἡ πρωΐα, ἵνα λέγῃ, ὅτι ἕως ὄρθρος ἦν, εἶτα καὶ ἕως οὗ ηὔξετο ἡ ἡμέρα, ἢ καὶ ἄλλως, ἠὼς ἡ μεσημβρία, ἵνα ᾖ ὁ λόγος τοιοῦτος· ἕως μεσημβρία ἦν, τουτέστιν ηὔξετο ἱερὸν ἦμαρ, ὡς τοῦ και συνδέσμου διασαφητικοῦ ὄντος τοῦ “ἠὼς ἦν”. Τὸ δὲ ἀέξεσθαι πρωτότυπόν ἐστι τοῦ αὔξεσθαι. Ἔχω γὰρ ἕξω, τὸ ἐπέχω, καὶ ἀέξω τὸ οὐκ ἐπέχω, καὶ κράσει ἄξω, ἐξ οὔ, ἵνα μὴ συνεμπίπτῃ πρὸς τὸ ἄγω ἄξω, τὸ φέρω, καὶ ἄγω ἄξω, τὸ κλῶ, πλεονασμῷ Αἰολικῷ τοῦ υ γίνεται αὔξω. Καὶ ἔστιν ἀέξεσθαι τὸ μὴ ἐπέχεσθαι τῆς κατὰ φύσιν προκοπῆς ἀλλʼ εἰς μέγεθος προχωρεῖν μεῖζον τοῦ κατʼ ἀρχάς. Ἱερὸν δέ, φασίν, ἦμαρ λέγει τὸ πρὸ μεσημβρίας, ἐν ᾧ ἔθυον ὡς τὰ πολλά. τὸ γὰρ μεσημβρινὸν τοῖς κατοιχομένοις ἀπένεμον εἰς χοάς. Οὐδὲν δὲ κωλύει νοῆσαι ἦμαρ ἱερὸν ἐνταῦθα καὶ τὴν ὅλην ἡμέραν διά τε τὸ ἐντελὲς καὶ διὰ τὸ κατʼ αὐτὴν μάλιστα ἔμπρακτον τῶν ἐθελόντων ἐργάζεσθαι, ὃ δὴ θεοφιλὲς ὂν ἱερολογεῖσθαι τὴν ἡμέραν ποιεῖ. Εἰ δὲ καὶ καθʼ Ἡσίοδον “μακάρων τοι νύκτες ἔασιν”, εἶεν ἂν τοιαῦται καὶ αἱ ἡμέραι, διόπερ ἱεραὶ καὶ αὐταί. Τὸ δὲ “ἀμφοτέρων βέλεʼ ἥπτετο, πίπτε δὲ λαός” περίφρασις μέν ἐστι τοῦ “μάλα πολλοὶ ἔπιπτον ἑκατέρωθεν”. Ἐκ μέρους δὲ συνεκδοχικῶς εἶπε τὸ “βέλεʼ ἥπτετο”. οὐ γὰρ πάντες ἐβάλλοντο, ἀλλʼ ὡς εἰκός, καὶ ἄλλως ἐπλήττοντο. Ὅτι αἰνιττόμενος ὁ ποιητὴς τὴν τῆς μοίρας καὶ περὶ τὰ πολεμικὰ διπλόην ζυγοστατοῦντα πλάττει νῦν τὸν Δία, ὃς εἰς μοῖραν ἐκλαμβάνεται, καὶ ἐν πλάστιγγι τιθέντα δύο κῆρας θανάτου Τρώων τε καὶ Ἀχαιῶν, μίαν δηλαδὴ ὑπὲρ ἑκατέρου στρατεύματος, καὶ εἰς ζυγοῦ ῥοπὰς ἄγει τὸ δισταζόμενον. Φησὶ γὰρ “καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα, ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο, Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, ἕλκε δὲ μέσσα λαβών, ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν. Εἶτα ἑρμηνεύων τὸ «ἔρρεπεν» ἐπάγει «αἱ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν», ἤγουν ἤρθησαν μετέωροι. Δηλοῖ δʼ ἐν τούτοις τό, ὡς ἐρρέθη, τῆς μοίρας διπλοῦν. διχῶς γὰρ αὕτη. καὶ τὸ μὲν αὐτῆς ἠναγκασμένως εἵμαρται, οἷον τὸ δεῖν τὸν γενόμενον θανεῖν, οὗπερ οὐδὲ κρατεῖν ὁ μῦθος δοξάζει τὸν Δία, ἕτερον δὲ τὸ ἢ θᾶττον ἢ βράδιον ἢ εὐτυχῶς ἢ δυστυχῶς εἱμαρμένον καὶ οὕτως ἢ ἄλλως γινόμενον, οὗ δεσπόζειν τὸν Δία φησὶ καταλείπων τι καὶ ἐφʼ ἡμῖν. τὸν γοῦν Ἀχιλλέα διτταὶ οὕτω κῆρες λέγονται φέρειν εἰς Ἅιδην, ὡς πολλαχοῦ εἴρηται. Ποιεῖ δὲ ὁ αὐτὸς Ζεὺς καὶ ἐν τοῖς ἑξῆς ὁμοίαν ζυγοστάτησιν ἐπὶ Σαρπηδόνος καὶ Πατρόκλου, καὶ ἐπὶ Ἀχιλλέως δὲ μετὰ ταῦτα καὶ Ἕκτορος, διὰ τὸ τῶν προσώπων ἀξιόλογον. Ὅτι δὲ τάλαντον κυρίως ἐπὶ ζυγοῦ διὰ τὸ τάλαν, ἤγουν καρτερικόν, τοῦ ὀργάνου, καὶ ὅτι ὁμωνύμως τῷ ὀργάνῳ λέγεται τάλαντον καὶ τὸ ζυγοστατούμενον, καὶ ὅτι τὸ ῥέπειν κυριωτάτη λέξις ἐπὶ τοῦ κάτω βαρεῖσθαι τὸν σταθμόν, ἀφʼ οὗ καὶ ἑτερορρεπὴς πλάστιγξ καὶ δίκη καὶ φιλία, καὶ ὅτι τὰ μὲν κάτω καὶ πρόσγεια δυστυχίας τίθεται σύμβολα —Θνητότητος γὰρ τόπος τὰ περὶ γῆν. —, ἡ δέ γε μετέωρος πλάστιγξ εὐτυχίαν δηλοῖ καὶ ἐνηρτημένην ζωὴν διὰ τὸ τῶν ἄνω μακρόβιον, καὶ ἐν τοῖς ἑξῆς φανήσεται. Νῦν δὲ παραπηκτέον τῷ λόγῳ ὅτι τε πλείστη τῷ παντὶ διαφορὰ εἰπεῖν χρύσεια τάλαντα, ὡς ἐνταῦθα, καὶ αὖ πάλιν χρυσοῖο τάλαντα, ὡς ἀλλαχοῦ, καὶ ὅτι τάλαντον ἑνικῶς καὶ τάλαντα πληθυντικῶς κατὰ παλαιὰν παρατήρησιν οὐκ ἐπὶ ἀργύρου ἀλλʼ ἢ ἐπὶ πλαστίγγων, οἷον «ἀλλʼ ἔχον ὥστε τάλαντα γυνὴ χερνῆτις», καὶ «χρύσεια πατὴρ ἐτίταινε τάλαντα», ἢ ἐπὶ χρυσοῦ, οἷον «θῆκε δύο χρυσοῖο τάλαντα», καὶ «στήσας ἔφερε δέκα πάντα τάλαντα». καὶ ὅτι ὅθεν τὸ τάλαντον, ἐκεῖθεν καὶ ὁ τάλαρος ἤγουν ὁ καλαθίσκος, ὡς δηλαδὴ τάλας εἰς τὸ αἴρειν τὰ ἐντιθέμενα. Οὕτω δὲ καὶ ὁ ἀλλαχοῦ δηλούμενος ταλαπείριος, τάλας γὰρ ἐκεῖνος ἐν τῷ περᾶν κατά τινας. καὶ ὁ ταλαίπωρος δὲ τάλας καὶ αὐτὸς κυριολεκτικῶς περὶ πώρους, ἤγουν λίθους, ἐν τῷ λατομεῖν. ἔτι δὲ καὶ ὁ ἀταλός, οἷα μὴ δυνάμενος εἶναι τάλας εἰς ἔργον καί, ὡς εἰπεῖν, ταλαεργός. Ἴσως δὲ καὶ ἡ παρὰ τῷ Σοφοκλεῖ μελλόνυμφος τάλις. τάλαιναν γὰρ αὐτὴν ἡρμήνευσάν τινες, εἰ καὶ ἕτεροι ὄνομα ἡλικίας νέας αὐτό φασιν. Ὅρα δὲ καὶ ὅτι κῆρα μίαν Ἀχαιῶν ἑνικῶς ὑποθέμενος καὶ μίαν Τρώων λόγῳ προσηγορικῷ, εἶτα ἐπλήθυνε καὶ ταύτην καὶ ἐκείνην διὰ τοὺς καθʼ ἕκαστον, εἰπὼν «αἱ μὲν Ἀχαιῶν κῆρες» καὶ ἑξῆς. Φασὶ δὲ οἱ παλαιοί, ὅτι Αἰσχύλος ἐνταῦθα κῆρας οὐ τὰς εἰς θάνατον μοίρας ἀλλὰ ψυχὰς νοήσας ἐποίησεν αὐτὸς ψυχοστασίαν, ἐν ᾗ ὁ Ζεὺς ἵστησιν ἐν ζυγῷ τὴν τοῦ Μέμνονος καὶ τοῦ Ἀχιλλέως ψυχήν. Πάνυ δὲ δεξιῶς ὡς ἐπὶ ζυγοστατοῦντος ἀνδρὸς Ὅμηρος ἐνταῦθα τὴν φράσιν διεχειρίσατο. Καὶ ἔστιν ἐπὶ νοῦν λαβεῖν ἐν τούτοις ἄνδρα χρυσογνώμονα, ὃς τὸ τάλαντον, διʼ οὗ σταθμᾶται, προχειρισάμενος καὶ ἐκ τοῦ συγκεκλάσθαι ἀνεγείρας τιταίνει, ὅ ἐστιν ἐξαπλοῖ, καὶ μέσου λαβόμενος ἀνορθοῖ καὶ ἐντίθησι τὸ δοκοῦν. καὶ ἡ ῥοπὴ ὅποι τύχῃ καθέλκει, ὡς τὴν μὲν πλάστιγγα ἕζεσθαι, τὴν δὲ μετεωρίζεσθαι ὑψοῦ. Ἔνθα ὅρα τὸ ἕζεσθαι, γλυκέως ὡς ἐπί τινος ἐμψύχου λεχθέν, οἷα καὶ ἑκατέρας κηρὸς ἐμψύχου πλαττομένης μυθικῶς, ὧν ἡ μὲν ἐπὶ χθονὶ ἑζομένη διὰ πλεῖον βάρος τοὺς ἐνσχεθησομένους τῇ γῇ καὶ τεθαψομένους ἐμφαίνει, ἡ δὲ πρὸς οὐρανὸν ἀειρομένη θειότερόν τι αἰνίττεται πρᾶγμα, ὅπερ ἐστὶ τὸ ζῆν κοῦφα βιβῶντας ἐν μάχῃ καὶ οἷον ἀνωφορουμένους ταῖς ἐλπίσι καὶ μετέωρα θέοντας, οἷς αἴρει αὐτοὺς τὸ μοιρίδιον. Σημείωσαι δὲ ὅτι τε ἐκ τοῦ ῥέπειν θανασίμως τὰ τοῦ Διὸς τάλαντα καὶ ἡ Τραγῳδία λαβοῦσα ἔφη τὸ «δέδορκε φῶς ὡς ἐπὶ σμικρᾶς ῥοπῆς», καὶ τὸ «σμικρὰ παλαιὰ σώματʼ εὐνάζει ῥοπή», ἔνθα τὸ εὐνάζειν ταὐτὸν τῷ «κῆρας ἐπὶ χθονὶ ἕζεσθαι». καὶ ἡ κοινὴ δὲ γλῶσσα ἐντεῦθεν τοὺς θνῄσκοντάς φησιν εἰς τὰ τοῦ Ἅιδου κεῖσθαι ζυγά. καὶ ὅτι τῆς μάχης μὲν ἐπὶ ἶσα τεταμένης, ὅτε ἀμφοτέρων ἅπτεται τὰ βέλη, ῥοπὴν ἴσην ἔχειν ἐκείνη δοκεῖ, ὅτε δὲ θάτερον ὑπέρσχῃ μέρος, ἑτερορρεπεῖν λέγεται. καὶ ὅτι τοῦ ἕλκειν, ἐξ οὗ καὶ ἡ κατὰ σταθμὸν ὁλκή, ἀνάπαλιν ἔχει τὸ καθέλκειν. ὁ μὲν γὰρ ταλαντεύων ἕλκει μέσα λαβών, τῶν δὲ σταθμωμένων τὸ βαρύτερον καθέλκει, ῥέπον δηλαδὴ ὡς οἷα ῥιπτούμενον, ἐπεὶ καὶ ἐκ τοῦ ῥέπειν τὸ ῥιπτεῖσθαι παράγεται, ὡς καὶ προδεδήλωται. Ἰστέον δὲ καὶ ὅτι γῆς ἐπιθέτων ὄντων τοῦ πολυβότειρα, βωτιάνειρα, βότειρα καὶ παμβῶτις, τοῦτο μὲν καθολικώτερον σέμνωμα γῆς τῆς πάντα τρεφούσης. οὕτω δέ πως καὶ τὸ βότειρα. μερικὸν δὲ ἡ πολυβότειρα, ἔτι δὲ μερικώτερον ἡ βωτιάνειρα, ἧς πρωτότυπον ἡ βῶτις, ἀφʼ ἧς κατὰ σύνθεσιν ἡ παμβῶτις, ἐκτείνουσα διὰ μέτρον τὸ ω, καθὰ καὶ ἡ βωτιάνειρα καὶ ὁ βώτωρ. Τοῦτο μέντοι καὶ ὡς ἀπὸ τοῦ βούτης Δωρικῶς ἐξέτεινε τὴν ἄρχουσαν, ἐξ οὗ καὶ ἡ βῶτις εἶναι δοκεῖ. Ὡς γὰρ ὁ δεσπότης καὶ ἡ δεσπότις, οὕτω καὶ ὁ βούτης ἤτοι βώτης, καὶ ἡ βῶτις, ὅθεν καὶ ἡ παμβῶτις καὶ ἡ βωτιάνειρα. Ἰστέον δὲ ὅτι τῶν τῆς γῆς ἐπιθέτων τὸ μὲν ζείδωρος καὶ πολυβότειρα κοινὰ γῆς ἐπίθετά φασιν οἱ παλαιοί. Δῆλον δὲ ὅτι οὕτω κοινὸν καὶ τὸ παμβῶτις καὶ πρὸ πάντων τὸ ἀπείρων καὶ ἄσπετος καὶ ὅσα τοιαῦτα. τὸ μέντοι χυτὴ γαῖα ἴδιόν φασι, τουτέστι γῆς τινος ἐπίθετον, χοώδους δηλαδὴ καὶ οἵας ἐπιχέεσθαι ἢ νεκροῖς ἢ καὶ ἀλλοίοις σώμασιν. Εἴη δʼ ἂν τοιούτου ἐπιθέτου καὶ ἡ κατὰ τοὺς Ἐρεμβοὺς παρδαλέη γῆ, καὶ ἡ ἀργιλώδης δέ, ἤδη δὲ καὶ ἡ μέλαινα. Τὸ δὲ αἴσιμον ἦμαρ εἰς ταὐτὸν ἄγεται τῇ ταλαντευομένῃ κηρί, ὡς ἶσον ὂν ῥέπουσαν εἰπεῖν κῆρα καὶ ῥέπον αἴσιμον ἦμαρ, τὸ κατʼ αἶσαν δηλαδὴ κάτω φέρον τοὺς Ἀχαιούς. Ὅτι Ζεὺς ἐξ Ἴδης μεγάλα ἔκτυπεν ἐκφοβῶν τούς, ὡς εἴρηται, κατασταθμηθέντας Ἕλληνας καὶ ὡς οἷον ἀπειλητικῶς ἐκδειματῶν, οἷς οὐχʼ ἁπλῶς ἔκτυπεν, ἀλλὰ μεγάλʼ ἔκτυπε. Δαιόμενον δὲ ἧκεν, ὅ ἐστιν ἀφῆκε, σέλας μετὰ λαὸν Ἀχαιῶν, ἤγουν εἰς Ἀχαιούς. «οἳ δὲ ἰδόντες θάμβησαν καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν». Εἶτα διασαφῶν τί τὸ κατὰ πάντων χλωρὸν δέος, ἐπάγει «ἔνθʼ οὔτʼ Ἰδομενεὺς τλῆ μίμνειν οὔτʼ Ἀγαμέμνων οὔτε δύʼ Αἴαντες μενέτην, θεράποντες Ἄρηος· Νέστωρ οἶος ἔμιμνε Γερήνιος, οὖρος Ἀχαιῶν, οὔτι ἑκών, ἀλλʼ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ δῖος Ἀλέξανδρος, Ἑλένης πόσις ἠϋκόμοιο, ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν. ἀλγήσας δʼ ἀνέπαλτο, βέλος δʼ εἰς ἐγκέφαλον δῦ, σὺν δʼ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ, ὄφρʼ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε φασγάνῳ ἀΐσσων, τόφρα Ἕκτορος ὠκέες ἵπποι ἦλθον ἀνʼ ἰωχμόν, θρασὺν ἡνίοχον φορέοντες, Ἕκτορα». ὅτε καὶ ἀπώλετο ἂν ὁ γέρων, εἰ μὴ Διομήδης ἐβοήθησε. Φησὶ γὰρ «καί νύ κεν ἔνθʼ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν, εἰ μὴ ἂρ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης», ἔσχατος δηλονότι πάντων φεύγων, καὶ παρεβοήθησεν ἐξ ἀνάγκης μόνος, ὅτε αὐτὸς μὲν «σμερδαλέον ἐβόησεν ἐποτρύνων Ὀδυσσῆα», τὸν παρὰ τῷ ποιητῇ τλήμονα «Διογενὲς Λαερτιάδη, πολυμήχανε Ὀδυσσεῦ, πῇ φεύγεις μετὰ νῶτα βαλών» καὶ ἑξῆς. «οὐκ ἐσάκουσε δὲ πολύτλας δῖος Ὀδυσσεύς, ἀλλὰ παρήϊξε κοίλας ἐπὶ νῆας Ἀχαιῶν», ὡς οἷα φεύγων. «Τυδείδης δʼ αὐτός περ ἐών», ἤτοι μόνος, «προμάχοισιν ἐμίχθη». Σημείωσαι δὲ ὅτι τεράστιος ὢν ὁ ποιητὴς καὶ πολυμήχανος ἐν ταῖς διασκευαῖς τοιοῦτος κἀνταῦθα εὕρηται. Ἀνάγκη μὲν γὰρ ἀπὸ τῆς ἄρτι ἡττηθῆναι τοὺς Ἀχαιούς, ἵνα ἡ τοῦ Διὸς βουλὴ τελεσθῇ. τὸ δʼ οὐκ ἔστι γενέσθαι, εἰ μὴ συσταλῶσιν οἱ ἄρχοντες. γίνεται δὴ τοῦτο καὶ οὐδεὶς ἔτλη μένειν. ἐπεὶ δʼ ἀγεννέστατον τὸ πάντας φυγεῖν, μένει μόνος ὁ Διομήδης, ἠρεθισμένος ἔτι ἐκτῶν χθὲς λόγων τοῦ βασιλέως. ἐπεὶ δὲ ἀδύνατον μὴ καὶ αὐτὸν φυγεῖν Διὸς βουλομένου, συγχέεται, ὡς ἐρρέθη, τὸ ἅρμα τοῦ Νέστορος, κἀκεῖθεν εἰς τὸ τοῦ Διομήδους ὁ γέρων ἀναβὰς καὶ γνοὺς οἷα ὁ Ζεὺς βούλεται, πείθει τὸν ἥρωα εὐλαβηθῆναι καὶ φύγαδε τρέπει τοὺς ἵππους. καὶ οὕτως εὐσχημόνως ἡ πάντων φυγὴ οἰκονομεῖται, ἵνα μὴ θεομαχῶσιν ἀνθιστάμενοι τῷ Διῒ τὰ ἑαυτοῦ προβεβλημένῳ βέλη, τοὺς τῶν βροντῶν δηλαδὴ κτύπους καὶ σέλας τὸ δαιόμενον, ὧν αἱ μὲν βρονταὶ εἶεν ἂν κατὰ σάλπιγγας μάχην συνθηματιζούσας, καθότι καὶ ἐν τοῖς ἑξῆς οὕτω πως ἐσάλπιγξε μέγας οὐρανὸς ἐν μεγάλῳ πολέμῳ. Τὸ δὲ σέλας κατὰ τὸ ἐν μάχῃ ἐπαφιέμενον πῦρ εἰς σύμβολον τοῦ καυστειρὰν αὐτὴν εἶναι, ὡς δηλοῖ καὶ ἡ Τραγῳδία ἐν τῷ «ἐπεὶ δʼ ἀφείθη πυρσός» καὶ ἑξῆς, ὥς που προδεδήλωται. Ὅτι δὲ Διὸς βέλη, τουτέστιν ἀέρος, τὰ τοιαῦτα, δῆλον καὶ ἐκ τοῦ «οὔτε πυρὸς οὔτʼ ἄστρων ὑπέρτερον βέλος». ὅθεν καὶ ἀστροβλῆτες ἄμπελοι. Καὶ τάλαντα δὲ Διὸς ἄνωθεν τοὺς τοιούτους κτύπους καὶ τὸ δαιόμενον σέλας εἰπών τις, διʼ ὧν ἀπαίσια ἐδηλοῦτο τοῖς Ἀχαιοῖς, οὐκ ἀφυῶς εἴποι ἄν. Ἔστι δὲ νῦν σέλας δαιόμενον κεραυνός. Ἕλη μὲν γὰρ καὶ εἵλη κυρίως ἡ ἐξ ἡλίου, ὅθεν καὶ παράγεται, ὡς δῆλον ἐκ τοῦ εἱληθερεῖσθαι, καὶ τοῦ «ὕδωρ εἱληθερές», καὶ τοῦ «θειλόπεδον», ὅθεν καὶ τὸ θειλοπεδεύειν. καὶ τοιοῦτον μὲν ἡ εἵλη. Σέλας δὲ σεομένη ἕλη, ὅ ἐστι σευομένη καὶ ἐξορμῶσα, πυρὸς δηλαδὴ ἢ πυρώδους τινός. Οὕτω σέλας ἄστρων φαμὲν καὶ πυρὸς καὶ λαμπάδος, καὶ προβάλλεται μὲν ἐκ πυρὸς ἤ τινος πυρόεντος τὸ τοιοῦτον, ὡς οἷον ἀκοντιζόμενον διʼ ἀέρος, οὐ καίει δέ, ὡς οὐδʼ ἀστραπαὶ φῶς ἀφιεῖσαι. Ὁ δέ γε κεραυνὸς καὶ σέλας ἐστὶ καὶ δαιόμενον. φέρεται γὰρ καὶ φωσφορῶν κατὰ τὰ λοιπὰ σέλα καὶ αὐτὸς ἑαυτὸν κατακαίων καὶ οἷς δʼ ἂν ἐνσκήψῃ, καυστειρὸς ὢν οἷα καὶ πῦρ. Σημείωσαι δὲ ὅτι τὸν μὲν κεραυνὸν σεμνῶς καὶ οὐδὲ ταπεινῶς δαιόμενον ἔφη σέλας ὁ ποιητής, τὴν δὲ βροντὴν καὶ τὸ κατʼ αὐτὴν τραχὺ κατʼ ἐκφώνησιν ἐξ ὀνοματοποιΐας, λεάνας διὰ τοῦ κτύπον αὐτὴν εἰπεῖν—Λειότερον γὰρ πάντως τοῦ βροντᾶν τὸ κτυπεῖν. —, ὅμως ὕψωσεν ἄλλως τὸ τῆς λέξεως ταπεινὸν καὶ ὡς οἷον εἰς μεγαλεῖον ἀνήγαγεν εἰπὼν οὐχʼ ἁπλῶς «ἔκτυπεν», ἀλλὰ «μεγάλʼ ἔκτυπεν», ὥς που καὶ τὴν ἐξ ὑποκορισμοῦ σμικρότητα τοῦ «θηρίον» ἐμεγέθυνέ που ἐν τῷ εἰπεῖν «μάλα γὰρ μέγα θηρίον ἦεν». Οὕτω δʼ ἐν τοῖς ἑξῆς καὶ τὰ τοῦ Ἅιδου οἰκία, ἵνα μὴ δοκοῖεν ὑποκορίζεσθαι, ἁδρύνει πρὸς ὄγκον, σμερδαλέα εἰπὼν ἐκεῖνα καὶ εὐρώεντα. Καινὸν δὲ τῆς διασκευῆς ταύτης καὶ τὸ δύο μόνους μεῖναι ἥρωας διαφόρους τόν γε τῆς μονῆς τρόπον. Νέστωρ μὲν γὰρ ἄκων, Διομήδης δὲ ἑκὼν ἔμεινε. Καὶ τὸ ἄλλους μὲν ὁμοῦ ἐξονομάσαι ἀρίστους φεύγοντας, τὸν δὲ Ὀδυσσέα ἰδίᾳ θέσθαι χάριν ἐπικρύψεως, διʼ ἣν οὐδὲ φυγεῖν ἔφη αὐτόν, ἀλλὰ παραΐξαι τὸν Διομήδην ἐπὶ νῆας, τὴν φυγὴν οὕτω ὑποσεμνύνων τοῦ πολύτλα καὶ τλήμονος ἥρωος. Ἰστέον δὲ ὅτι οὐκ ἔστι καιριωτέραν λέξιν εὑρεῖν ἐνταῦθα τοῦ μένειν. διὸ καὶ ἐπέμεινεν αὐτῇ ὁ ποιητής, ταὐτὸν δηλῶν διά τε τοῦ μένειν καὶ διὰ τοῦ μίμνειν. ἔνθα περίφρασις τὸ «τλῆ μίμνειν», ὡς τλήμονος ὄντος τοῦ ἐν τοιούτῳ κινδύνῳ μένοντος. Ἡ δὲ ῥηθεῖσα τῶν ἡρώων ἀπαρίθμησις κατὰ τὸ παρατυχὸν ἀφελῶς κεῖται. ἄλλως γὰρ οὐκ ἂν ὁ βασιλεὺς καὶ οἱ Αἴαντες ὑπετάγησαν τῷ Ἰδομενεῖ, μετʼ αὐτὸν ἠριθμημένοι. Ἐπιτρέχει δὲ κἀνταῦθα ὁ ποιητὴς ἀναλόγως τῷ καιρῷ οὐ πάντας μετρήσας τοὺς ἀριστεῖς, ἀλλὰ τοῖς ὀλίγοις καὶ τοὺς λοιποὺς συννοεῖσθαι ἀφείς. Τὸ δὲ «οὖρος Ἀχαιῶν», ὅ ἐστι φύλαξ, σέμνωμα τοῦ γέροντός ἐστι φιλουμένου, ὅτι σώσει τὸν Διομήδην. Γίνεται δὲ ὁ ῥηθεὶς οὖρος ἢ ἀπὸ τοῦ ὁρῶ, τὸ βλέπω—Προορῶνται γὰρ τὰ ἐπιόντα οἱ φύλακες, ὅθεν καὶ φρουροὶ λέγονται. —ἢ παρὰ τὸν ὅρον τὸν ἐν τοῖς γῃδίοις. ὁρίζειν γάρ πως καὶ ὁ φύλαξ τέτακται τὰ φυλασσόμενα καὶ ἀποδιϊστᾶν τῶν ἐπιόντων βλαβερῶν. Τὸν δὲ τειρόμενον ἵππον παρῄορον νοητέον, ὡς δηλοῖ τὸ «παρῃορίας ἀπέτεμνεν», ὃ σημαίνει τὰς τοῦ παρῃόρου ἡνίας. Καὶ σημείωσαι ὅτι καὶ ἑτέρους εἰκὸς παρῃόροις ἐν μάχῃ χρᾶσθαι ἀναγκαίως, εἰ καὶ μὴ ὁ ποιητὴς παρασημαίνεται, ὃς οὐδʼ ἂν ἐνταῦθα ἐπέστησεν, εἰ μὴ ἐχρῆν. Εἰ δὲ παρῃόρῳ ἑνὶ ἐξῆν τὸν μαχόμενον χρῆσθαι, τί ἐκώλυσε καὶ δυσίν; οὐκοῦν οὐ καινοπραγεῖ Ἕκτωρ, εἰ κατά τινας ἐν τοῖς ἑξῆς τετρώρῳ χρῆται. Τάχα γὰρ καὶ εἰς πιθανότητα τῆς τετραορίας ἐκείνης τὰ ἐνταῦθα ἱστόρηται. εἰ γὰρ ὁ μικροῦ καὶ ἀπόμαχος τῷ γήρᾳ Νέστωρ φιλοτιμεῖται τοὺς τρεῖς ἵππους ἑαυτῷ, δοτέον τῷ καὶ γενναίῳ καὶ θρασεῖ Ἕκτορι τοὺς τέσσαρας. ἀλλὰ περὶ τούτων μὲν καὶ μετʼ ὀλίγα εἰρήσεται. Ὁ δὲ παρῄορος ἀπὸ τοῦ παραείρω, τὸ παραζευγνύω, γίνεται, ἵνα ᾖ παρῄορος ὁ παρεζευγμένος, ἤγουν ὁ ἐγγὺς ὢν τῶν ζυγιτῶν ἢ τῶν ζυγίων κατὰ τὸν Κωμικόν. Ὁ δὲ τοιοῦτος καὶ παράσειρος λέγεται παρὰ τοῖς ὕστερον, ἔτι δὲ καὶ σειραῖος, ὡς δηλοῖ Σοφοκλῆς, ἀπὸ τῆς σειρᾶς. ὅθεν καὶ ἀνασειράζειν ἵππον τὸ ἀναχαιτίζειν. Ὅτι δὲ ἀπὸ τοῦ ῥηθέντος ἀείρειν καὶ ὦρες αἱ γυναῖκες καὶ ξυνωρίς καὶ τέτρωρον, ἀλλαχοῦ δηλοῦται. ὡς δὲ καὶ ἀπὸ ἑτεροίου ἀείρειν τὸ μετήορον γίνεται, πρὸ βραχέων εἴρηται. Τὸ δὲ «βάλεν ἰῷ» πρὸς διαστολὴν ἑτεροίας κεῖται βολῆς, οἷον τῆς διὰ δόρατος ἢ λίθου. Τὸ δὲ τῆς Ἑλένης ὄνομα εἰς μηδὲν δέον καὶ νῦν παρέρριψεν ἐνταῦθα, καὶ οὐ πρὸς μέτρου ἀναπλήρωσιν τοσοῦτον, ὅσον διαθέσει τῆς Ὁμηρικῆς Μούσης πρὸς τὴν διογενῆ ἡρωΐδα. Τὸ δὲ «ὅθι πρῶται τρίχες ἵππων» καὶ ἑξῆς, ἑρμηνεία ἐστὶ τοῦ «ἄκραν κατὰ κορυφήν». Τὰς δὲ τοιαύτας τρίχας ἕτεροι προκόμιον ἵππου φασί. Πρῶται δὲ λέγονται ὡς πρὸς τὴν χαίτην, αὕτη γὰρ μετʼ ἐκείνας ἐστί. Τὸ δὲ κρανίον τῆς κεφαλικῆς πολυωνυμίας τμῆμά ἐστι, ἧς καὶ αἱ κατʼ εὐθεῖαν προφοραὶ καὶ τὸ ἐκεῖθεν δὲ κλίμα, κατὰ Ἡρῳδιανὸν εἰπεῖν, διαφόρως ἔχουσιν, ἵνα ᾖ καὶ τοῦτο πολυκέφαλόν τι, ὡς εἰπεῖν, χρῆμα. Τὸ μὲν γὰρ πρωτόθετον ἄκρα ἐστίν, ὡς ἐμφαίνεται καὶ ἐν τῷ «ἤλασε κῦμα κατʼ ἄκρης», ἐξ οὗ κατὰ ἀναγραμματισμὸν κάρα θηλυκῶς τε καὶ οὐδετέρως. Ὡς γὰρ ἡ νάφθα καὶ τὸ νάφθα παρά τε ἄλλοις καὶ παρὰ Πλουτάρχῳ, οὕτω καὶ τὸ κάρα παρὰ τοῖς παλαιοῖς καὶ ἡ κάρα παρὰ τοῖς ὕστερον. Ἔτι κοινῶς καὶ κράς κρατός, ἡ κεφαλή, ναὶ μὴν καὶ κράας, ὅθεν τὸ «σῷ κράατι τίσεις». ἡ δʼ αὐτὴ καὶ κάρηαρ καρήατος, ἐξ οὗ ἴσως κατὰ συγκοπὴν τὸ κάρητι παρὰ τῷ ποιήσαντι τὰ Διονυσιακά, οἷον «εὖ εἰδὼς πόνον ἄλλον ἐπὶ στονόεντι κάρητι», ἤγουν πεπειραμένος, ὁ Ζεὺς δηλαδή, πόνου, ὅτε τὴν Ἀθηνᾶν ἐκ τῆς κεφαλῆς ἐγέννα, καὶ διὰ τοῦτο ῥᾴων ἐσόμενος καὶ οὐ τοσοῦτον πονήσων ἐν τῷ γεννᾶν ἐκ τοῦ μηροῦ τὸν μυθικὸν Διόνυσον. Τὸ δʼ αὐτὸ καὶ κάρηνον καὶ ἀποκοπῇ κάρη ἄκλιτον κατὰ τὸ κρῖ καὶ τὸ δῶ, ὧν ἡ ἀποκοπὴ ἐκ τοῦ κρίμνον καὶ δῶμα. παρὰ δὲ Σοφοκλεῖ καὶ τὸ κρᾶτα εὕρηται καινότερον. Τὸ δὲ ῥηθὲν κάρηνον κάρανον ἐν συστολῇ γεγονός, εἶτα συγκοπέν, τὸ κρανίον παράγει, οὗ προϋπάρχειν τὸ κράνον δοκεῖ, ὡς δῆλον ἐκ τῶν συνθέτων, τοῦ ὠλέκρανον καὶ ἐπίκρανον. ὅπερ ἐστὶ κεφαλὴ κίονος, καὶ κατʼ Εὐριπίδην, κρήδεμνον, εἰπόντα ἐπίκρανον κεφαλῆς. ἐκεῖθεν δὲ καὶ τὸ κράνος καὶ τὸ κραναόν. Ὡς δὲ καὶ κόρση ἔστιν ὅτε ἡ κεφαλή, δῆλον ἐκ τοῦ «ὄγκον ἔχων ἐγκύμονι κόρσῃ», ὃ καὶ αὐτὸ ἐν Διονυσιακοῖς κεῖται περὶ Διός. Τὸ μέντοι «σῷ κράατι» ἐν Ὀδυσσείᾳ, καὶ τὸ «ἐπὶ κρατὶ σῷ» παρὰ τῷ Κωμικῷ, ἑτέραν ἔχει λόγου τριβὴν τεθεῖσαν ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Τὸ δὲ «ἐμπεφύασι» καιριώτατόν ἐστιν ἐνταῦθα ἐπὶ τριχῶν ἐκφυομένων κεφαλῆς. ἐξ αὐτοῦ δὲ τροπικῶς λαλεῖται τὸ «ἔν τʼ ἄρα οἱ φῦ χειρί», καὶ ὅσα ἄλλα τοιαῦτα δηλοῦνται ἀλλαχοῦ. Καίριον δὲ ἢ τὸ θανάσιμον κατὰ τοὺς παλαιούς, παρὰ τὴν κῆρα, ἢ τὸ εὔκαιρον εἰς κίνδυνον διὰ τὸν ὑποκείμενον ἐγκέφαλον. «Βέλος» γὰρ «εἰς ἐγκέφαλον δῦ». πεπείραται δὲ καὶ ἡ τυχοῦσα βολὴ τὸν τοιοῦτον τόπον λυπεῖν. Τὸ δὲ «ἀνέπαλτο» λέξις καὶ αὐτὸ καιρία, δηλοῦσα ὀρθὸν ὑπὸ ἄλγους τὸν ἵππον στῆναι, ἤτοι ἀναπηδῆσαι. Ὁ δὲ ἐγκέφαλος κοινῶς ἐρρέθη καὶ Ἀττικῶς. οἱ δὲ ὕστερον ἔγκαρον αὐτὸν εἶπον. Ὡς δὲ καὶ φοίνικος τοῦ δένδρου ἐγκέφαλος ἐκλήθη τὸ ἄνω αὐτοῦ κορυφαῖον, ὃ καὶ γλυκύτατόν ἐστι φαγεῖν, αἱ ἱστορίαι φασί. Τὸ δὲ «δῦ» ἀναλόγως ἔχει τῷ φῦ, οἷον «ἔν τʼ ἄρα οἱ φῦ χειρί». Τὸ δὲ κυλινδόμενος ἀπὸ βαρυτόνου ἐνεστῶτος τοῦ κυλίνδω, ὃν μόνον οἶδεν ὁ ποιητής. περισπᾶν γὰρ αὐτὸν τῶν μεθʼ Ὅμηρόν ἐστι. Τὸ δὲ «περὶ χαλκῷ», τῷ τοῦ ὀϊστοῦ σιδήρῳ δηλαδή, καινότερον ἔχει τὴν περι πρόθεσιν μετὰ δοτικῆς. Τὸ δὲ «ἀπέταμνεν» ἀστείως εἴρηται κατὰ τὴν παρατήρησιν τῶν παλαιῶν. οὐ γὰρ δυνάμενος ὁ οὕτω γέρων ταχὺ ἀποταμεῖν ἀπέτεμνε κατʼ ὀλίγον ἐν παρατάσει χρόνου, καίτοι μὴ ἀνιέμενος ἀλλʼ ἀΐσσων, ὅ ἐστι πάνυ σπεύδων. Εἰ δὲ καὶ ἦν εἰπεῖν ἀπέτεμνε κοινότερον, ἀλλʼ Ὅμηρος τὴν κατʼ αὐτὸν Ἰάδα γλῶσσαν τιμᾷ, τὸ τέμνειν τάμνειν λέγουσαν. Ἰωχμός δέ, κατʼ ἔλλειψιν τοῦ δ, ἡ δίωξις. ὁ δʼ αὐτὸς καὶ διωγμὸς ἂν εἴη ὁμοίως τῷ βρέγμα καὶ βρεχμός, καὶ ῥῆγμα καὶ ῥωχμός. ὥσπερ δὲ ἰωχμὸς κατʼ ἔλλειψιν τοῦ δ, οὕτω καὶ ἰωκή, ἡ δίωξις. Ὅτι δὲ λέξεις πολλαὶ τοῦ κατʼ ἀρχὴν ἐκπίπτουσαι συμφώνου τὸν αὐτὸν αὖθις νοῦν σῴζουσιν, ἐδηλώθη ἔν τε τῷ χλιαρός λιαρός, καὶ περι καὶ ἐρι τῷ ἐπιτατικῷ, καὶ πήγανον ἤγανον, καὶ σμικρόν μικρόν καὶ ἐν ἄλλοις, ὧν ἐστι καὶ τὸ μῆλα ἦλα, ὥς φασιν οἱ παλαιοὶ μετὰ καὶ χρήσεως. Τὸν δὲ Ἕκτορα Διομήδης μὲν ἄγριον λέγει ἐν τῷ «ἀλλὰ μένε, ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα», Ὅμηρος δὲ θρασὺν σεμνότερον αὐτὸς εἰπών, ὃς καὶ τοῦ ἡνιόχου πεσόντος τῷ Ἕκτορι θρασὺν αὐτῷ ἡνίοχον ἐπιλέξεται. Χαίρει γὰρ τῷ ὁμοίῳ τὸ ὅμοιον. Θρασὺς γὰρ καὶ αὐτὸς καθʼ Ὅμηρον ἡνίοχος, ὅτε δηλαδὴ ἡνιοχεῖν δεήσειε, καὶ οὐ κατεπτηχὼς κατὰ τὸν Νέστορα, ὃν ἡνιοχήσαντα τῷ Διομήδει ἐκ χειρῶν ἡνία φύγον. Τὸ δὲ «σμερδαλέον ἐβόησεν» οὐ μόνον βοὴν ἀγαθόν, ὅ ἐστιν εὐρυβόαν, παριστᾷ τὸν Διομήδην εἶναι, ἀλλὰ καὶ οἷόν τε ἐκπλήττειν τῇ βοῇ, ὅτε καιρός. Πολυμήχανον δὲ οὐχʼ ἁπλῶς, ἀλλʼ ὡς ἀληθῶς τοιοῦτον τὸν Ὀδυσσέα φησίν. Ἦν γάρ, ὡς καὶ ἐν Ὀδυσσείᾳ σημειοῦνται οἱ παλαιοί, οὐ μόνον πύκτης καὶ παλαιστὴς καὶ δισκεύειν εἰδὼς καὶ τόξῳ ἀριστεύειν καὶ ἀκοντίζειν, «ὅσον οὐκ ἄλλος τις ὀϊστῷ», ἀλλὰ καὶ γεωργός, ὅτε δρέπανον ἐκεῖ ζητεῖ καὶ πηκτὸν ἄροτρον, καὶ κυβερνήτης, ὃς καὶ πόδα νηὸς διόλου νωμᾷ, καὶ τέκτων, ὡς ἡ ἐν τῇ Ἰθάκῃ κλίνη δείκνυσι, καὶ ναυπηγός, ὡς ἡ σχεδία δηλοῖ, ἣν συνεπήξατο, καὶ κυνηγός, ὁ καὶ τὴν ἐπίσημον οὐλὴν ἔχων ἐκ τοῦ συός, ὃν ὀδόντι ἐλάσαντα ὅμως κατέβαλε, καὶ μάντις. φῆμιν γοῦν ζητεῖ ἐν Ἰθάκῃ, ἀφʼ ἧς συμβαλεῖται τὸ μέλλον. ἔτι δὲ καὶ μάγειρος δαιτρεῦσαι εἰδὼς καὶ ὀπτῆσαι, ἤδη δὲ καὶ ἰατρὸς ἐν οἷς φάρμακον, φασί, ζητεῖ «ὄφρα οἱ εἴη ἰοὺς χρίεσθαι». ὅτι δὲ καὶ ῥήτωρ ἄκρος ἦν, ἔκδηλον. εἰ δὲ καὶ Πληϊάδας ὁρῶν καὶ Ὑάδας ναυτίλλεται, ἔστι καὶ ἀστρονόμον νοῆσαι αὐτόν. Τῷ δὲ πολυμηχάνῳ ἀντίκειται ἡ ἀλλαχοῦ δηλουμένη ἀμήχανος, ὅ ἐστιν ἁπλῆ καὶ ἀπόνηρος καὶ ἀπερίεργος καὶ ἄτεχνος, εἴτʼ οὖν ἄδολος γυνή, καὶ ὁ κατʼ αὐτὴν ἀνήρ. Αὐτοῖς δὲ πάλιν ἀντιπίπτει ἡ ἀμήχανος Ἥρη, καὶ εἴ τις δαίμων ἔοικεν αὐτῇ, ὧν καὶ τὰ ἔργα ἀμήχανα κατὰ τὸ «λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα», εἰπεῖν δὲ ταὐτόν, κακομήχανα. Τὸ δὲ «οὐδʼ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς» οἱ τὸν Ὀδυσσέα ψέγοντες ὡς δειλὸν ἀντὶ τοῦ οὐχʼ ὑπήκουσεν οὐδὲ ἐπείσθη νοοῦσι, δειλίαν αὐτοῦ σημειούμενοι καὶ ἀπὸ τοῦ ἐν μέσῳ τοῦ ναυστάθμου τὰς αὐτοῦ νῆας εἶναι, οὗ ἀνάπαλιν αἱ τῶν ἀρίστων, ὡς εἰρήσεται, ἄκραι ἵσταντο. Ἔτι δὲ καὶ ἀπὸ τοῦ ἐν τῇ μονομαχίᾳ ὕστατον ἀναστῆναι αὐτόν, καὶ ἐν τῇ νυκτεγερσίᾳ δὲ τὸν Δόλωνα πρὸ τοῦ Διομήδους ἰδεῖν καὶ μηδὲ τὸν Ῥῆσον φονεῦσαι. Ὅτι δὲ ταῦτα συνέσεως μᾶλλον ἔργα καὶ ἀσφαλείας ἤπερ δειλίας, ἑτέροις δέδεικται. Τέως γε μὴν οἱ μὲν τὸ «οὐδʼ ἐσάκουσεν», ἀντὶ τοῦ οὐκ ἐπείσθη, ὡς εἴρηται, φασίν, ἕτεροι δὲ ἀντὶ τοῦ οὐκ ᾔσθετο οἷα θορυβούμενος. Εἰ γὰρ καὶ σμερδαλέον ὁ Διομήδης βοᾷ, ἀλλὰ πολλῷ μείζων ἡ τῆς φυλόπιδος καὶ ἐνοπῆς βοή, καὶ κρεῖττον οὕτω νοῆσαι τὸ «οὐδʼ ἐσήκουσεν». οὐ γὰρ ἂν Ὅμηρος τὸν οὕτω δειλανδροῦντα καὶ φυγομαχοῦντα ἐπιθέτοις κοσμίοις ἐσέμνυνε πολύτλαν καὶ δῖον ἀποκαλῶν. Βραχείᾳ γὰρ ἐπιθέτων προσθήκῃ τὰς τῶν νοημάτων ἀμφιβολίας ἔλυσεν, ὥς που καὶ χρησμὸς εἰπὼν «ὦ θεία Σαλαμίς, ἀπολεῖς τέκνα γυναικῶν» οὐκ ἂν θείαν ἐκείνην προσεῖπεν, εἰ τὰ ἑαυτῆς ἀπολέσειν ἔμελλε τέκνα καὶ μὴ τὰ τῶν Περσῶν. Ἰστέον δὲ ὅτι οὐ κατηγορητέον Ὀδυσσέως δειλίαν, οὐδὲ εἰ φεύγει ἄρτι, ὅτι μηδὲ τοῦ μεγάλου Αἴαντος κατηγορήσει τις τὸ δειλαίνεσθαι, ὅτε φεύγει καὶ ἐκεῖνος, ἵνα μὴ θεομαχῇ, ὃ καὶ Διομήδης ἄκων συμβουλεύσαντος Νέστορος μετʼ ὀλίγα πείσεται. Τὸ δὲ «μετὰ νῶτα βαλών» φιλοσόφως εἴρηται. ὁ γὰρ τὰ νῶτα στρέφων τοῖς πολεμίοις μεταβολῇ χρῆται. προβάλλων γὰρ τὰ στέρνα πρὸ τῆς φυγῆς μεταβάλλει ἐν τῷ φεύγειν δεικνὺς αὐτὰ τοῖς ἐχθροῖς. Ὅτι ὀνειδισμὸς ἀνδρὸς ἐν μάχῃ προτροπάδην φεύγοντος τὸ «πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ; μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ», ὃ δὴ πρὸς αἰσχύνης ἦν τοῖς παλαιοῖς, ἐναβρυνομένοις ταῖς κατὰ στέρνων πληγαῖς. Διομήδους δὲ λόγος οὗτος πρὸς Ὀδυσσέα, ὅτε Διὸς ἐκφοβοῦντος ἐπὶ νῆας, ὡς ἐρρέθη, παρήϊξεν, οὐκ ἐπιστραφεὶς Διομήδους μετακαλουμένου αὐτὸν ἐπικουρῆσαι κατὰ Ἕκτορος τῷ γέροντι Νέστορι. Ἐλλιπῶς δὲ ἔχει ὁ δεύτερος στίχος. λείπει γὰρ τὸ ὅρα ἢ δέδιθι ἢ ἄλλο ῥῆμα τοιούτου τόπου, ἵνα λέγῃ ὅτι ὅρα μή σε φεύγοντά τις πλήξῃ ἢ βάλῃ τὰ νῶτα. ὃ δυνάμενος οὕτω φράσαι ὁ ποιητὴς ὅμως ἄλλως ἐποίησεν, ἵνα μὴ εἰπὼν «μετὰ νῶτα βαλών», εἶτα ἐπαγαγὼν «μή τις βάλῃ» καλλωπίσῃ τὴν φράσιν ἐν οὐ καιρῷ. Τὸ δὲ «μεταβαλὼν νῶτα», περὶ οὗ καὶ προσεχῶς ἐρρέθη, ταὐτὸν δύναται τῷ μεταθέμενος, στρέψας. μεταβολὴ γὰρ ἀντιπροσώπου στάσεως τὸ στρέψαι τὰ νῶτα. Σημείωσαι δὲ ὅτι τοῦτο καὶ εἰς παράδειγμα κείσεται ἀναγκαίας διαστολῆς βελτιούσης λόγου διάνοιαν. Εἰς γὰρ τὸ «φεύγεις» ἐξ ἀνάγκης τεθήσεται ὑποδιαστολή, ἵνα μή τις νοήσῃ «πῇ φεύγεις με», εἶτα ἐπιφέρῃ «τὰ νῶτα βαλών». Τὸ δὲ «ἐν ὁμίλῳ» οὐχʼ οὕτω ψεκτέους δηλοῖ τοὺς τοῦ ὁμίλου, ὅ ἐστι τοὺς δημότας, εἶναι φεύγοντας οἷα κακούς, ὅ ἐστι δειλούς, ὡς τοὺς ἀριστέας, οὓς χρὴ προμάχους εἶναι. Ὅτι ὁ προκαλούμενος βοηθὸν ὑπὲρ γέροντος εἴποι ἄν ποτε τὸ «ἀλλὰ μένε, ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα». Γέροντι δὲ φαύλως μὲν ὑπηρετουμένῳ, ἐχθροὺς δʼ ἀγαθοὺς ἔχοντι, προσαρμόσοι ἂν τὸ «ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί, σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει», ὅ ἐστι διώκει, καταλαμβάνει ἐκ τῶν κατόπιν. «ἠπεδανὸς δέ νύ τοι θεράπων». Εἰ δὲ καὶ ἵππους παλαιοὺς ὁ τοιοῦτος ἔχοι, προσρηθήσεται καὶ τὸ «βραδέες δέ τοι ἵπποι». Προσαρμόσει δέ ποτε καὶ τὸ «ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο». Διομήδης δὲ ταῦτά φησι τῷ Νέστορι, ὃς ἐπὶ τούτοις καὶ ἀναβιβάζει αὐτὸν ἡνίοχον ἐπὶ τοὺς Τρωΐους ἵππους, «οὕς ποτε ἀπʼ Αἰνείαν», φησίν, «εἱλόμην», τουτέστιν ἐληϊσάμην, ὡς καὶ ἐν τοῖς μετὰ ταῦτά που δηλοῖ ὁ ποιητὴς εἰπὼν «οὕς ποτε ἀπηύρα Αἰνείαν». Σεμνῶς δὲ εἴρηται τὸ «οὕς ποτε ἀπʼ Αἰνείαν εἱλόμην», ἤτοι ἄκοντος ἀφειλόμην, ὡς οἷά τι δηλονότι ἐξαίρετον. Ἔνθα ὅρα τὸ «ποτέ», οὐκ ἀνέκαθεν προχρονίζον, ἀλλὰ τὴν χθὲς ἡμέραν δηλοῦν, ὅτε Διομήδης κατὰ Αἰνείου ἠνδρίσατο. Τοιαύτης δυνάμεως καὶ τὸ πάλαι παρά τε τῷ Κωμικῷ καὶ ἑτέροις δείκνυται, οὐκ ἀεὶ μακρὸν χρόνον σημαῖνον, ἀλλʼ ἔστιν οὗ καὶ πρόσφατον Ἀττικῶς, ὡς μάλιστα δῆλον καὶ παρὰ Σοφοκλεῖ, ἀλλαχοῦ τε καὶ ἐν τῷ «νῦν τε καὶ πάλαι λέγω». Νῦν μὲν γὰρ ἔφη τὸ προσεχῶς ἄρτι, πάλαι δὲ τὸ ἐν τῷ ἀνωτέρω ἐκεῖ προσεχεῖ στίχῳ. Ἰστέον δὲ ὅτι τὸ «ὦ γέρον» καὶ τὰ ἑξῆς, ὡς εἴρηται, λέγοιντο ἂν καὶ πρὸς οἱονοῦν ἄνθρωπον, ἐν νεότητι μὲν πολὺν τεχνίτην ὄντα, γήρᾳ δὲ πεπαυμένον καὶ ὑπὸ νεωτέρων ἡττώμενον. Εἰ δὲ καὶ διδάσκαλος γήρᾳ κατάπονος ἐλαττοῖτο μαθητῶν, παρῳδηθείη ἂν οὕτω «ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι μαθηταί». Εἰ δὲ καὶ λόγιος ὁ σκωπτόμενος γέρων, ἵπποι μὲν βραδέες οἱ ἐκείνου λόγοι νοηθεῖεν ἄν, οὐκέτι πτερόεντες ὄντες εἰς τὸ πᾶν ἀλλὰ νωθρῶς προϊόντες, θεράπων δὲ ὁ νοῦς μηκέτι ὀξὺς ὢν καὶ ὑψηλὸς ἀλλὰ περιπέζιος καὶ ταπεινός. Τοῦτο γὰρ δηλοῖ τὸ ἠπεδανός ἀπὸ τοῦ πέδον πλεονασμῷ τοῦ η, ὡς ἀπὸ τοῦ πάτος γίνεται κατὰ μετάθεσιν ὁ ταπεινός. Τὸ δὲ «βίη λέλυται» πάρεσιν δηλοῖ συνδέσεως νεύρων. Τὸ δὲ χαλεπὸν γῆρας εἴη ἂν ἐφερμηνευτικὸν τοῦ ὁμοίϊον γῆρας, περὶ οὗ προδεδήλωται. Τὸ δὲ «ἐπιβήσεο», οὗ κρᾶσις τὸ ἐπιβήσου, ἀσυνήθως καὶ αὐτὸ ἔχει, κανονισθὲν ὡς ἀπὸ ἐνεστῶτος τοῦ ἐπιβήσω, οὐκ ἔχοντος δύο σ, ἵνα τε μὴ ὁ βήσω μέλλων, ἐξ οὗ ἐκινήθη, ἀπολέσῃ τὸν οἰκεῖον χαρακτῆρα, καὶ ἵνα δὲ ἴσως μὴ συνεμπέσῃ τῷ βήσσω βήξω, ἐξ οὗ τὸ βήξ βηχός. Ὅτι ἔπαινος πολεμιστηρίων ἵππων τὸ «ἐπιστάμενοι πεδίοιο κραιπνὰ μάλα ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι», ἤγουν εἰδότες ὧδε καὶ ἐκεῖ τῆς πεδιάδος ποτὲ μὲν διώκειν, ποτὲ δὲ φεύγειν, καὶ ἄλλως δὲ γοργότερον φράσαι, εἰδότες καιρὸν διωγμοῦ καὶ φυγῆς. Θεῖοι δὲ ἵπποι μυθικῶς, περὶ ὧν ταῦτα εἴρηται, οἱ καὶ προδεδηλωμένοι. Διὸ καὶ τετόλμηται ἐπʼ αὐτῶν εἰπεῖν τὸ ἐπίστασθαι, τὸ κυριολεκτούμενον ἐπὶ λογικῶν, οὓς καὶ κοσμεῖ παρίσοις τέσσαρσι, δυσὶ μὲν καθαροῖς, δυσὶ δὲ μετὰ συμφώνων, εἰπὼν «οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι». Ὁ Διομήδης δὲ καὶ τὸν ῥηθέντα ἱππικὸν ἔπαινον λέγει, φίλιππός γε οὗτος ἀνήρ, ὃς ἐν οὕτω μεγάλῳ κινδύνῳ φιλενδεικτεῖ ἐπαινῶν ἵππους, ὡς αὐτῷ σύνηθες. Εἰ δὲ τὸ «οὕς ποτʼ ἀπʼ Αἰνείαν εἱλόμην μήστωρα φόβοιο», δοκεῖ ταπεινοῦν τὸν Αἰνείαν ὡς μὴ ἐπιστάμενον καὶ διώκειν καὶ φεύγειν, ἀλλὰ μόνου φόβου μήστωρα, ἴσως μὲν τῷ φόβῳ καὶ τὴν δίωξιν συννοητέον, ἵνα μὴ ὁ ἥρως ἐλαττοῖτο ἵππων ἀρετῆς. Μάλιστα δὲ νοητέον ἐκεῖνον μήστωρα φόβου, ὡς μηδόμενον, ὅ ἐστι βουλευόμενον, διʼ ὧν ἂν φόβον πάθοιεν οἱ ἀντίπαλοι. Οἱ δὲ γράψαντες «μήστωρε φόβοιο», ἤγουν μήστωρας, διὰ τοὺς ῥηθέντας ἵππους, πάνυ σφάλλονται τοῦ ὀρθοῦ. Ὅτι ποτὲ μὲν κομῶ τὸ ἐπιμελοῦμαι, ὡς καὶ ἐνταῦθα «θεράποντες κομείτων», ἤτοι ἐπιμελείσθωσαν, καὶ «θεράποντε κομείτην», ὅ ἐστιν ἐπεμελοῦντο, ποτὲ δὲ κομίζω, ἐξ οὗ κομιδή, ἡ ἐπιμέλεια. Τὸ δὲ τοιοῦτον διφόρημα καὶ ἐπʼ ἄλλων μυρίων φαίνεται. Εἰ δὲ καὶ κομᾶν οἱ ὕστερον οἴδασιν ἐν δευτέρᾳ συζυγίᾳ τῶν περισπωμένων, ἀλλʼ ὁ ποιητὴς κομείτην εἰπὼν καὶ κομείτων, οὐ κομᾶν οἶδεν, ἀλλὰ κομεῖν κατὰ ἀκολουθίαν πρώτης συζυγίας. Ὅτι καὶ ἐνταῦθα κεῖται ἡ ἐπι πρόθεσις ἐναντιωματικῶς ἐν τῷ «Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἰθύνομεν», ἤγουν κατὰ Τρώων. Ταὐτὸν δὲ παρὰ τῷ ποιητῇ ἰθύνειν ἵππους εἰς πόλεμον, καὶ ἰθὺς μαιμᾶν ἤγουν ὁρμᾶν Ὅτι μαίνεσθαι καὶ ἐνταῦθα δόρυ ἐν παλάμαις λέγει ὡς εἴπερ αὐτὸ ἔμψυχον ἦν. Φησὶ γὰρ Διομήδης τὸ καὶ ἀλλαχοῦ ῥηθὲν «ὄφρα καὶ Ἕκτωρ εἴσεται, εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν», ἀντὶ τοῦ «εἰ καὶ ἐγὼ αἰχμητής εἰμι», καθὰ ἑτέρωθι σαφῶς ἐξήγηται. Ὅτι δὲ τὸ μαίνεσθαι οὐκ ἐπὶ μόνου τοῦ συνήθους ἀεὶ τίθεται, ὡς τὸ «μαινόμενε φρένας ἠλὲ διέφθορας», ἐξ οὗ καὶ ὁ μαινόλης καὶ ἡ κυριολεκτουμένη μανία, ἀλλὰ καὶ ἐπὶ σφοδρᾶς κινήσεως καὶ ἐνεργείας, ὡς τὸ «μαίνεται δʼ ὡς ὅτʼ Ἄρης», ὁ Ἕκτωρ δηλονότι, ᾧ δὴ λόγῳ καὶ δόρυ μαίνεται ἐν παλάμαις, παρασημειοῦνται οἱ παλαιοί. Ὡς δὲ καὶ τὸ καθʼ ὑπερβολὴν ἐρᾶν μανίᾳ ἔοικε, καὶ ὁ πάσχων αὐτὸ μαίνεσθαι δοκεῖ, ὁμοίως δὲ καὶ ὁ κατʼ ἄλλην ἄλογον καὶ ἀσύμμετρον ἔφεσιν πλεονάζων τοιούτῳ ἐνίσχεται σκώμματι, δῆλον ἐκ τῶν σοφῶν. Μαίνεται γοῦν τις ὑφʼ ἡδονῆς παρὰ Σοφοκλεῖ. Οὕτω δὲ καὶ ὁ χρυσομανὴς ἐπὶ χρυσῷ καὶ ὁ οἰνομανὴς ἐπὶ οἴνῳ καὶ ὁ γυναιμανὴς δὲ καὶ ὁ νοσῶν ἐρωμανίαν εἰς τοιαύτην ὁμοιότητα πίπτουσι. Θεραπεία δέ τις ἀμυδρὰ τῆς τόλμης τοῦ δόρυ τὸ ἄψυχον μαίνεσθαι, τὸ ἐν παλάμῃσι. διὰ γὰρ τὰς ἀρεϊκὰς παλάμας τὸ δόρυ μαίνεται, οὐ μὴν αὐτὸ καθʼ αὑτό. σκληρᾶς γὰρ τοῦτό γε τροπῆς καί, κατὰ τὸν Τεχνικὸν εἰπεῖν, ἀτηρᾶς. Ὅρα δὲ ὅτι τε περιήγαγεν ὁ ποιητὴς ἐνταῦθα μάχιμον τύχην εἰς τὸ ἡνιόχους μὲν δύο τὸν τοῦ Διομήδους καὶ τὸν τοῦ Νέστορος ἐφʼ ἑνὸς ἅρματος γενέσθαι, αὖθις δὲ ἐφʼ ἑτέρου ἑνὸς παραιβάτας τοὺς ῥηθέντας δύο ἀριστεῖς, καὶ ὅτι ἐνταῦθα ἔοικεν ὁ Νέστωρ ἐκλαθέσθαι τῆς οἰκείας παραγγελίας. Ὁ γάρ που εἰπών, ὅτι «ὃς ἂν ἐξ οἰκείων ὀχέων ἕτερα ἅρματα ἵκηται ἔγχει ὀρεξάσθω», νῦν ἐπιβὰς τοῦ κατὰ Διομήδην ἅρματος οὐκ ἐθέλει δόρατος ἅπτεσθαι, ἀλλʼ ἡνιοχεῖ. Φησὶ γὰρ «Νέστωρ δʼ ἐν χερσὶ λάβʼ ἡνία σιγαλόεντα». Ἔστι δὲ εἰπεῖν ἢ ὅτι ὁ κίνδυνος ἐξέκρουσεν αὐτὸν τῆς μνήμης ἢ μάλιστα ὅτι ἐκεῖνα μὲν πρὸς εὐσθενοῦντας ἐρρέθη, αὐτὸς δὲ ἐς τοσοῦτον ἀπάλαμνος, ὥστε, καθὰ προείρηται, μόλις τὰς τοῦ ἵππου παρῃορίας ἀπέταμνε. Διὸ ἀναγκαίως παραχωρεῖ τοῦ ἔγχους τῷ δυναμένῳ πολεμεῖν, ἔχων καὶ αὐτὸς εἰπεῖν πρὸς τὸν ψέγοντα, ὅτι πρὸς τὰς τύχας τὰς φρένας κεκτήμεθα. Σημείωσαι δʼ ἐν τούτοις καὶ σχῆμα καινὸν τὸ «τὼ δʼ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην», ἤγουν οὗτοι ἄμφω εἰς τὸ τοῦ Διομήδους ἔβησαν ἅρμα. Ἡ γὰρ τοιάδε ὑπέρβασις τῆς προθέσεως οὐ πάνυ συνήθης, ὡς οὐδὲ τὸ εἰπεῖν «οἱ δʼ εἰς ἅπαντες νῆα μίαν ἔβησαν». καὶ ὅμως ἐκ τούτου εἴληπται παρὰ τοῖς ὕστερον τὸ κατʼ ἄλλος ἄλλο μέρος καὶ τὴν αὐτὸς ἐμαυτοῦ τύχην, καὶ ὅσα τοιαῦτα. Ὅτι τὸ «ὑπερώησαν δέ οἱ ἵπποι» δύναται μὲν ὡς ἐκ τοῦ ὑπερῴου νοηθῆναι ἀντὶ τοῦ ὀρθοὶ ἔστησαν ὡς εἰς ὕψος καί, ὡς εἰπεῖν, ἀνεπάλθησαν κατὰ τὸ «ὃ δʼ ἀλγήσας ἀνέπαλτο». Ἀρέσκει δὲ μάλιστα δηλοῦν τὸ ἀφώρμησαν, ἀνεχώρησαν, ἀνεπόδισαν, ἀπὸ τοῦ ἐρωή, ἡ ὁρμή, ὅθεν ἐρωῶ, τὸ ὁρμῶ. Ὅτι τὸ «Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο», ἤγουν τὰς τοῦ Ἕκτορος φρένας ἐκάλυψεν ἢ ἐπύκνωσε λύπη, συνήθως τῷ ποιητῇ ἐσχημάτισται. Καὶ ζήτει τὴν ἀντιπτωτικὴν ταύτην ὁμοιότητα καὶ ἐν τῷ «περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε φύλλα». Τὸ δὲ «ἄχος πύκασεν ἡνιόχοιο» λείπεται προθέσεως τῆς ὑπερ. οὕτω δʼ εὐθὺς καὶ τὸ «ἀχνύμενός περ ἑταίρου», ἤγουν ὑπὲρ τοῦ αὐτοῦ ἡνιόχου. Κεῖται δʼ ἐν τούτοις καὶ μεθέπειν τὸ ζητεῖν καὶ ἀνερευνᾶν. Φησὶ γὰρ «ὃ δʼ ἡνίοχον μέθεπε θρασύν», ὃν καὶ ἵππων σημάντορά φησι, ὡς ἀπὸ τοῦ σημαίνειν, ὃ δηλοῖ τὸ ἐπιτάσσειν. Φησὶ γὰρ «οὐδʼ ἂρ ἔτι δὴν ἵππω», τουτέστιν οἱ ἵπποι, «δευέσθην», ὅ ἐστιν ἐδέοντο, «σημάντορος». Καὶ οὕτω κατὰ ἄρσιν εἰπὼν ἐπάγει θέσιν γοργήν, τὸ «αἶψα γὰρ εὗρεν». Οὔτε γὰρ τὸν ποιητὴν ἐχρῆν ἐν κενοῖς χρόνον τρίβειν οὔτε τὸν Ἕκτορα εἰκὸς ἦν μὴ ταχὺ εὑρεῖν ὃν ἐζήτει. Γλυκέως δὲ ὡς ἐπὶ λογικῶν ἐρρέθη σημάντωρ ὁ ἡνίοχος. κυρίως γὰρ σημαίνειν ἐπὶ ἀνθρώπων, οἷον «μὴ γὰρ ἔμοιγε σήμαινε». Εἰ δὲ καὶ ἵπποι σήμασι πείθονταί τισιν, οὐκ ἀπᾴδει οὐδὲ ἐπʼ ἐκείνων ἡ λέξις. Ὅτι Διομήδης βουληθεὶς μὲν πρὸ ὀλίγων Ἕκτορι μονομαχῆσαι, κλήρῳ δὲ τότε ἀποσφαλείς, ἐφιλοτιμήσατο νῦν ἀναπληρῶσαι τὸ ἐλλεῖψαν καὶ πάντων φευγόντων διὰ τὰς διοσημίας αὐτός, ὡς ἐρρέθη, ἔμεινεν ὁρμῶν κατὰ Ἕκτορος. ἀλλʼ ὁ τότε δυσκληρήσας δυσπραγεῖ καὶ νῦν διὰ τὸν Δία, ὃς καὶ ἐπʼ αὐτῷ βροντῶν καὶ κεραυνοβολῶν μόλις ἐπέχει αὐτὸν τῆς ὁρμῆς, τολμῶντα οὐ κατὰ πυρὸς ἁπλῶς, ὡς ἡ παροιμία φησίν, ἀλλὰ κατὰ οὐρανίου πυρός. Καὶ ἰδοὺ αἰγὶς δεινὴ αὕτη Διὸς ἀλληγορουμένη, ὅ ἐστι καταιγίς, διʼ ἧς ἄνωθεν κινουμένης ἵπποι τε καὶ ἄνδρες ὑποπτήσσουσιν. Ἐρεῖ γὰρ ὅτι «βροντήσας δʼ ἄρα δεινὸν ἀφῆκεν ἀργῆτα κεραυνόν, κὰδ δὲ πρόσθʼ ἵππων Διομήδεος ἧκε χαμᾶζε, δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο. τὼ δʼ ἵππω δείσαντε καταπτήτην», ὅ ἐστι κατεπτηξάτην, «ὑπʼ ὄχεσφι. Νέστορα δʼ ἐκ χειρῶν φύγεν ἡνία φοινικόεντα» ἢ «σιγαλόεντα», τουτέστιν, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, κατεστιγμένα πρὸς κάλλος, ἐλλείψει τοῦ τ, ἢ ἁπαλὰ καὶ μὴ ψοφοῦντα, ἢ σιγὴν ποιοῦντα τῷ βλέποντι διὰ τὸ εὖ πεποιῆσθαι, ὅθεν καὶ οἶκοι σιγαλόεντες, οἳ ἄλλως ἠχήεντα δώματα λέγονται σχήματι ἀντιθετικῷ. Τοιοῦτον γὰρ πάντως τό, σιγαλόεντα δώματα, καὶ αὖ πάλιν ἠχήεντα. Ἀστείως δὲ εἴρηται ὥσπερ ἀλλαχοῦ τὸ «ποῖόν σε ἔπος φύγεν», οὕτως ἐνταῦθα τὸ φυγεῖν ἐκ χειρῶν τὰ ἡνία, ὡς εἴπερ ἔμψυχά τινα ἦσαν. Αἴτιον δὲ νῦν τὸ δέος, ἐκλῦσαν τὰ νεῦρα. ὅθεν ἐπάγει «δεῖσε δʼ ὅ γʼ ἐν θυμῷ». Σημείωσαι δὲ ὅτι αὐξάνει τὸ τοῦ Διομήδους μένος καὶ θάρσος ἐνταῦθα ὁ ποιητής, εἴπερ οὐκ ἂν ἔφυγεν, «εἰ μὴ ἂρ ὀξὺ νόησε» Ζεύς, βροντήσας δὲ ἀργῆτα κεραυνὸν πρὸ τῶν τοῦ Διομήδους ἵππων ἀφῆκεν ἢ καθῆκεν. ἄμφω γὰρ αἱ λέξεις κυρίως ἐνταῦθα κείσονται. Ὡς πρίνγε τὰ ἐκ Διὸς ἐλθεῖν δείματά φησιν, ὅτι «ἔνθα κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, καὶ νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες», οἱ Τρῶες δηλαδὴ παρὰ τοῦ Διομήδους διωκόμενοι, ἅπερ σημείωσαι ὅτι ἐσίγησεν ὁ ποιητὴς ἢ συγκατασπεύδων τοῖς πραττομένοις τὴν φράσιν ἢ διὰ τὸ ἔκδηλον. Καὶ ὅρα ὅτι οὓς εἴκασεν ἐν ἄλλοις πρὸς ὄϊς βοώσας ἐν αὐλῇ ἀνδρὸς πολυθρέμμονος, ἐνταῦθα ὡς ἄρνας φησὶ κατὰ Ἴλιον σηκάσεσθαι ἄν. Λέγεται δὲ τὸ σηκάζεσθαι κατὰ τοὺς παλαιοὺς οὐχʼ ἁπλῶς ἐπὶ πάντων θρεμμάτων, ἀλλὰ κυρίως ἐπὶ ἀρνῶν, καὶ σηκὸς ὁ τόπος τῆς αὐτῶν στάσεως, εἰ καὶ οἱ μεθʼ Ὅμηρον, ὡς καὶ ἑτέρωθι δηλοῦται, καὶ ἐπὶ ναοῦ τὴν λέξιν ἔθεντο τοῦ σηκοῦ, εὐλόγως ποιοῦντες. Σημείωσαι δὲ ὡς εἰπὼν ὁ ποιητὴς ἐπὶ Τρώων τὸ σηκάσεσθαι ἀντὶ τοῦ ἐγκλεισθῆναι τῇ πόλει καὶ τῇ λέξει παραχρησάμενος τολμηρότερον θεραπεύει αὐτίκα συνήθως διὰ συντόμου παραβολῆς τῆς «καθὰ ἄρνες». Ὅρα δὲ καὶ ὅτι ἀνδρίας ἐνταῦθα συζυγείσης οἷον τῇ φρονήσει, καθὰ καὶ ἐν τῇ εʹ ῥαψῳδίᾳ, μεγάλα ἔργα ἐγένοντο, καὶ ὡς ἀλλήλους ὁ ἀνδρεῖος Διομήδης καὶ ὁ συνετώτατος Νέστωρ περιεσώσαντο, συμφερτῆς καὶ ἐπʼ αὐτῶν γενομένης ἀρετῆς. Τοῦ δὲ δεινὰ τὸν κεραυνὸν καὶ τὴν φλόγα εἶναι πίστις τὸ δέος τῶν ἵππων καὶ τὸ δεῖσαι τὸν Νέστορα οὐχʼ ἁπλῶς ἀλλʼ ἐν θυμῷ. Ἔστι δὲ διασαφητικὸν τοῦ «δαιόμενον σέλας» ἡ φλὸξ αὕτη τοῦ κεραυνοῦ. Ἐν δὲ τῷ θεείου πλεονάζει μὲν τὸ ε, λείπει δὲ τὸ ως. ὤφειλε γὰρ εἰπεῖν ὡς θείου καιομένου. ἔνθα γὰρ κεραυνὸς πέσῃ, ἐκεῖ ὡσανεὶ θείου καιομένου ὄζει. Τοῦτο δέ, ὡς καὶ ἐν τῇ Ὀδυσσείᾳ δηλοῦται σαφέστερον, διὰ τὴν ὕλην γίνεται τοῦ κεραυνοῦ, ἀναθυμίασιν οὖσαν ξηρὰν καὶ καπνώδη. Ἢ καὶ ἄλλως τὸ «ὡς θεείου» εἶπεν οὐ διὰ τὴν ὀδμήν, ἀλλὰ διὰ τὸ οἷα εἰκός οὐκ αὐτόχρημα φλόγεον τοῦ κεραυνοῦ ὡς καὶ ἀκοντίζεσθαι ὑψοῦ, ταπεινούμενον δέ, ὡς εἰ καὶ θέειον ἐφλογοῦτο. Παραβολικὸν δὲ τὸ «θεείου καιομένοιο», ἀντὶ τοῦ ὡς θεαφίου ἐκπυρωθέντος. Καὶ ἔστιν ἡ τούτου γοργότης, ἔτι δὲ καὶ ἔλλειψις, κατὰ τὸ «ἐμάχοντο δέμας πυρός», ἤγουν ὡς πῦρ. Παραβολικῶς γὰρ καὶ ἐκεῖνο ἔχει. Τὸ δὲ «καταπτήτην» συγκέκοπται καὶ αὐτό, καθὰ πρὸ ὀλίγων τὸ κιχήτην. Ἰστέον δὲ καὶ ὅτι τὸ «ἔνθα κε λοιγὸς ἔην» καὶ τὰ ἑξῆς τῶν εἰρημένων, χρήσιμα εἰς γραφὴν καὶ κατὰ παραποίησιν καὶ κατὰ Ὁμηρικὴν φράσιν τιθέμενα. Ὅτι προτροπὴ ἐλλόγου φυγῆς καὶ παραμυθία ἥττης τὸ «ἄγε δʼ αὖτε φόβονδʼ ἔχε μώνυχας ἵππους. ἢ οὐ γινώσκεις ὅ τοι ἐκ θεοῦ οὐχʼ ἕπεται ἀλκή; νῦν μὲν γὰρ τούτῳ θεὸς κῦδος ὀπάζει σήμερον, ὕστερον αὖτε καὶ ἡμῖν, αἴκʼ ἐθέλῃσι, δώσει. ἀνὴρ δέ κεν οὔ τι θεοῦ νόον εἰρύσαιτο οὐδὲ μάλα ἴφθιμος, ἐπεὶ πολὺ φέρτατός ἐστιν», ὃ δὴ κατασκευή ἐστι τοῦ «αἴκʼ ἐθέλῃσιν». ἐθέλων γάρ, φησί, δώσει κῦδος, οὐ μὴν ὑπὸ θνητοῦ τινὸς βιασθείς. Γνωμικῶς δὲ ταῦτα εἴρηκε πρὸς Διομήδην ὁ Νέστωρ. Ἔστι δὲ τὸ μὲν «φόβονδʼ ἔχε» ἀντὶ τοῦ εἰς φυγὴν ἔλαυνε, ὡς τοῦ ἔχειν καὶ ἐπὶ ἐλάσεως ἱππικῆς πολλαχοῦ νοουμένου διὰ τὸ δέον εἶναι τὸν ἐλαύνοντα οὕτως ἢ οὕτως ἐπέχειν τοὺς ἵππους ἢ ἔχειν τὰ χαλινά. Τὸ δὲ «οὐχʼ ἕπετʼ ἀλκή» ἀστείως ἔχει. Ἐθέλει γὰρ εἰπεῖν ὡς, ἐπεὶ ἐθέλουσιν ἡμῖν διώκειν τὸν Ἕκτορα οὐκ ἐπακολουθεῖ θεόθεν ἰσχύς, στρεπτέον τοὺς ἵππους εἰς φυγήν. Τὸ δὲ «σήμερον» τοῦ νῦν ἐστὶ συνήθως διασαφητικόν, ἵνα μὴ ἀχθεσθῇ ὁ Διομήδης νοήσας πλατικῶς τὸ «νῦν κῦδος ἔσται τῷ Ἕκτορι». Οὐ γάρ μοι πολλάς, φησίν, ἡμέρας δηλοῖ τὸ νῦν, ἀλλὰ μόνην τὴν σήμερον. Τὸ δὲ «εἰρύσαιτο» ἀντὶ τοῦ μεθελκύσει ἢ κωλύσει. Ἰστέον δὲ ὅτι ἐκ τοῦ «φόβονδʼ ἔχε», ἤτοι, ὡς ἐρρέθη, ἔλαυνε εἰς φυγήν, ὥρμηται τὸ λέγεσθαι τὸν παραιβάτην ἡνίοχον, ὡς αὐτοῦ δὴ τοῦ παραιβάτου εἰς φυγὴν καὶ δίωξιν δοκοῦντος ἐλαύνειν τῷ πρὸς τὸν ἡνίοχον ἐπιτάγματι. Ἐνάγει δὲ εἰς τοῦτο καὶ τὸ ἐφεξῆς, ἔνθα λέγει ὡς μερμήριξε Τυδείδης ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι. Ἡνιόχου μὲν γὰρ τὸ στρέφειν ἵππους. οὐκ ἂν δὲ αὐτὸ γένηται, μὴ τοῦ παραιβάτου τῷ ὑφηνιόχῳ ἐγκελευσαμένου. Ἴσως δὲ καὶ θεραπεύει οὕτως ὁ Νέστωρ, ὃ μὴ καλῶς ἤδη πεποίηκε. Φθάσας γὰρ παραινέσαι τὸν ἐξ οἰκείου ἅρματος ἀναβάντα εἰς ἕτερον πολεμεῖν, οὐ μὴν ἡνιοχεῖν, αὐτὸς δὲ ἄρτι ἐπὶ ἅρματος τοῦ Διομήδους οὐ πολεμῶν, ἀλλὰ ἡνιοχῶν, προβάλλεται τὸν Διομήδην εἰς ἡνιοχείαν, εἰπὼν τὸ «φόβονδʼ ἔχε ἵππους», ὡς εἴρηται, ἵνʼ οὕτως ἡνίοχος ὁ Διομήδης εἴη, οὐ μὴν αὐτός. Ὅτι ὁ συγκαταθέμενος γεροντικοῖς λόγοις εἴποι ἂν «ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες». Λυπουμένου δὲ τὸ «ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει». Μῖσος δὲ δηλοῖ καυχήσεως ἐχθροῦ τὸ «ὥς ποτʼ ἀπειλήσει», ἤγουν καυχήσεται, «τότε μοι χάνοι εὐρεῖα χθών», ὃ καὶ ἀλλαχοῦ εἴρηται. Ὡς δὲ ἀπειλὴ καὶ τὸ καύχημα λέγεται καὶ ἀπειλεῖν τὸ αὐχεῖν, οὐκ ἔστιν ἀμφιβαλεῖν. Γίνεται δὲ καὶ ἡ τοιαύτη λέξις παρὰ τὴν ἀπο πρόθεσιν καὶ τὸ εἰλεῖν. Ἀποστρέφεται γὰρ ὁ καυχώμενος τοὺς ὑπερηφανευομένους, καθὰ καὶ ὁ ἄλλως λόγοις τοῖς πρὸς ὀργὴν ἀπειλούμενος. Ὁ μέντοι εὐχόμενος ἀπειλεῖσθαι καὶ αὐτὸς λέγεται παρὰ τὰς ἱεράς, φασί, πέλλας ἤτοι φιάλας, αἷς χρῶνται οἱ θεοκλυτοῦντες, πλεονάσαντος ἐκεῖ τοῦ α, ἵνα ᾖ ἀπελή, ἡ εὐχή, καὶ ἐπενθέσει τοῦ ι ἀπειλή. Δῆλον δὲ ἐκ τῶν τῆς Ὀδυσσείας, ὡς πέλλαι οὐχʼ ἁπλῶς αἱ φιάλαι ἀλλʼ αἱ πελεκηθεῖσαι Ὅτι Διομήδης μὲν αἰδεῖται φυγεῖν, λογιζόμενος ὡς ἄρα, οἷα εἰκός, «Ἕκτωρ δή ποτε φήσει ἐνὶ Τρώεσσιν ἀγορεύων· Τυδείδης ὑπʼ ἐμοῖο φοβεύμενος», ἤτοι οὐχʼ ὑπὸ Διός, ἀλλʼ ἐμοῦ φεύγων, «ἵκετο νῆας». καὶ ἐπεύχεται τότε θανεῖν, εἰπών, ὡς εἴρηται, προσεχῶς τὸ «ὥς ποτʼ ἀπειλήσει» καὶ ἑξῆς. Καὶ οὕτω μὲν ὁ Διομήδης ὀκνεῖ φυγεῖν, μέγα φρονῶν, ὡς πρέπον ἥρωϊ. Ὁ δὲ ῥήτωρ Νέστωρ ἀνθυπάγει ἀντιπαραστατικῶς «ὦ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες. εἴπερ γάρ σʼ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει, ἀλλʼ οὐ πείσονται Τρῶες καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων, τάων ἐν κονίῃσι βάλες», ἤγουν ἔθου, ἔρριψας, «θαλεροὺς παρακοίτας». Καὶ εὐθὺς ὁ Νέστωρ, καὶ ταῦτα Διομήδους οὐ κατανεύσαντος, ὅπερ καὶ σημείωσαι, «φύγαδʼ ἔτραπε μώνυχας ἵππους αὖτις ἀνʼ ἰωχμόν», ἤγουν ὀπίσω, ἔνθα ἦν ἡ τῶν λοιπῶν Ἀχαιῶν δίωξις, ὥστε εἰ καί τι μεμπτέον τὸν ἥρωα ὡς φυγόντα, τῷ Νέστορι ἐπιγραπτέον τὸ αἴτιον. Ἰστέον δὲ ὡς εἶχε μὲν ὁ σοφὸς Νέστωρ καὶ ἐνστατικῶς εἰπεῖν, ὡς οὐκ ἂν ὁ Ἕκτωρ ἀλαζονεύσηται κατὰ Διομήδους. ἐπεὶ δὲ φεύγειν σπεύδων οὐκ ἔχει πολυλογεῖν καὶ οὐδὲ θαρρεῖ οὕτως εἰπεῖν, ἀντιπαρίσταται, ὡς εἰ καὶ εἴπῃ ἀλαζονικόν τι, ἀλλʼ οὐδένα ἂν πείσοι. Τὸ δὲ «κακὸν καὶ ἀνάλκιδα» ταὐτὸν ἄμφω νοοῦσι, ταὐτολογικῶς ῥηθέντα καὶ νῦν πρὸς διασάφησιν, ἵνα μὴ κακόν τις νοήσῃ τὸν κατὰ ψυχὴν οὐ χρηστόν. Τὸν δὲ ἀνάλκιδα καλῶς ἐνταῦθα εἰπεῖν ἐταμιεύσατο. Εἶχε μὲν γὰρ πρὸ βραχέων ἐν τῷ «οὐδὲ μάλʼ ἴφθιμος» εἰπεῖν οὐδὲ μάλʼ ἄλκιμος, ὤκνησε δὲ εἰπεῖν ἐκεῖ αὐτό, ἐπεὶ προέκειτο τὸ «οὐχʼ ἕπετʼ ἀλκή». Φυγὼν οὖν τὸ κάλλος ἔθετο ἐκεῖ μὲν τὸ ἴφθιμος, ἐνταῦθα δὲ τὸ ἄλκιμος. Ὅρα δὲ καὶ ὅτι τὸ «μεγαθύμων ἀσπιστάων» οὐχʼ ἁπλῶς παρέρριπται ἀλλὰ πρὸς ἔπαινον, ὡς τοιούτους ἄνδρας ἀνελόντος τοῦ ἥρωος, κάλλους δὲ ποιήσει πρέποντος τὸ «ἀσπιστάων, τάων» ἐοικὸς τῷ «Σαμία μία ναῦς», καὶ τοῖς ὁμοίοις. Τὸ δὲ «ἐν κονίαις βαλεῖν» τὸ κτεῖναι περιέφρασε, καὶ ἄλλως δὲ εἰπεῖν, παλαιστικὴ ἡ φράσις. ἐν πάλῃ γὰρ οἱ ἀγωνισταὶ ἐν κονίαις βάλλονται. Ἴσως δὲ καὶ ταφῆς ἔννοιαν ὁ λόγος ἔχει, ὡς τῶν θνῃσκόντων ὑπὸ χοῦν βαλλομένων. Διὸ καὶ τὸ «θαλερούς» ἔχει τι καὶ οἴκτου. οἰκτρὸν γὰρ τοὺς ἔτι θάλλοντας ὑπὸ κόνιν βαλεῖν. Τὸ δὲ «φύγαδε» ταὐτὸν ὂν τῷ φόβονδε ἐσχημάτισται, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, καθὰ τὸ οἴκαδε. Ὡς γὰρ οἶκονδε οἴκαδε, οὕτω καὶ φυγήν φύγαδε. Ὅτι οὐ μόνον πολεμικὸν ἀλλά ποτε καὶ ἄκρας λοιδορίας φραστικὸν ἔσται τὸ «ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο». Βέλη δέ φησιν ὀϊστούς, λίθους, δόρατα, καὶ εἴ τι ἄλλο ἀφίεται μήκοθεν, ὁποῖα Τρῶες καὶ Ἕκτωρ ἀφιᾶσι κατὰ Διομήδους φύγαδε τραπέντος. Τὸ δὲ «χέοντο» πολὺ καὶ νῦν πλῆθος δηλοῖ βελῶν ὡς ἄνωθεν ὄμβρου δίκην χεομένων. Καὶ σημείωσαι ὅτι τὸ παρʼ Ἡροδότῳ νέφος βελῶν, ὑφʼ ᾧ ὡς ὑπὸ σκιᾷ ἐχρῆν μάχεσθαι, συγγενῶς ἔχει τῇ Ὁμηρικῇ ταύτῃ λέξει. δοκεῖ γὰρ ὡς ἐκ νέφους χέεσθαι τὸ χεόμενον ἄνωθεν. Εἰπεῖν δὲ καὶ ἄλλως, εἰ νέφος παρʼ Ὁμήρῳ ἡ τῆς στρατιωτικῆς συντάξεως πυκνότης κατὰ τὸ «νέφος πεζῶν», οὐδὲν καινὸν φάναι, ὡς ἐκ τοιούτων νεφέων βέλεα στονόεντα χέοντο. Ὅτι Ἕκτωρ φεύγοντα τὸν Διομήδην μεμφόμενος ὀνειδίζει, ὡς μέχρι νῦν πολλὰ τιμώμενος ὑπʼ Ἀχαιῶν οὐκ ἔτι ἔσται τίμιος φεύγων οὕτω. Φράζει δʼ ἐνταῦθα Ὅμηρος οὕτω «τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαιόλος Ἕκτωρ· Τυδείδη, πέρι μέν σε τίον Δαναοὶ ταχύπωλοι ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι, νῦν δέ σʼ ἀτιμήσουσι. γυναικὸς ἄρʼ ἀντετέτυξο. ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο πύργων ἡμετέρων ἐπιβήσεαι οὐδὲ γυναῖκας ἄξεις ἐν νήεσσι. πάρος τοι δαίμονα δώσω». Καὶ ὅρα κἀν τούτοις ὡς σμικροπρεπῆ τὰ τῶν ἡρώων γέρα, οἷον προεδρία καὶ κρέατα καὶ οἴνου πλήρη ποτήρια. Συντομώτατα δὲ νῦν ἔφρασε διὰ τὸ στενόν τε τοῦ καιροῦ καὶ διότι ἀλλαχοῦ σαφῶς ἡρμήνευκε. Τὸ δὲ «πλείοις δεπάεσσιν» εὐθεῖαν ἔχει τὸ πλεῖον, ὅ ἐστι πλῆρες, οὗ ἀρσενικὸν μὲν ὁ πλεῖος, θηλυκὸν δὲ ἡ πλείη, ὡς τὸ «πλείη μὲν γαῖα κακῶν». Ἁπλᾶ δὲ τούτων ὁ πλέος, ἤτοι γέμων, καὶ τὸ ἐξ αὐτοῦ πλέον. κοινὰ δὲ ταῦτα καὶ παλαιά. ὕστερον γάρ, ἤγουν μεθʼ Ὅμηρον, ὁ πλέως, Ἀττικῶς κατὰ ἔκτασιν, καὶ τὸ πλέων ὁμοίως, ὅθεν ὁ ἔμπλεως καὶ τὸ ἔμπλεων, ὃ καὶ αὐτὸ ἡ ποίησις ἐνίπλειον λέγει καινότερον, ὡς τὸ «δῶμα ἐνίπλειον βιότοιο». Τὸ δὲ «ἀτιμῆσαι» ὅτι ἀτιμῶσαι λέγουσιν οἱ μεθʼ Ὅμηρον, πολλαχοῦ δηλοῦται. Τὸ δὲ «γυναικὸς ἀντετέτυξο» σκῶμμα μέν ἐστι δειλοῦ, κερτομεῖ δὲ ἀντὶ γυναικὸς γενέσθαι τὸν Διομήδην, ἤγουν ἶσον γυναικί. Καὶ ἔοικε τῷ «Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοί», περὶ οὗ προγέγραπται γλαφυρώτερον. Ἐξ αὐτοῦ δὲ παρὰ Σοφοκλεῖ τὸ «γυναῖκες ἀντʼ ἀνδρῶν», ἀντιστρόφως τῷ Ὁμηρικῷ. Τὸ δὲ «ἔρρε κακὴ γλήνη» ῥηθήσεται μὲν πρὸς τὸν μηδὲ βλέπεσθαι ἄξιον, δηλοῖ δὲ τὸ «κακὴ θέα». Περὶ δὲ τούτου καὶ αὐτοῦ προγέγραπται τὸ ἀρκοῦν, ἔνθα ἐφάνη ὡς μεταληπτικῶς ἡ ἐνταῦθα γλήνη κόρην δηλοῖ, οὐ τὴν κατʼ ὀφθαλμὸν ἁπλῶς, ἀλλὰ διὰ μέσης αὐτῆς γυναῖκα παρθενικήν, εἰς ὃ συλλαμβάνεταί τι καὶ τὸ «ἀντὶ γυναικὸς ἐτέτυξο». Ἰστέον δὲ καὶ ὅτι τὸ ἀντὶ γυναικὸς τετύχθαι ἴσως μὲν ἀνόμοιόν ἐστι πρὸς τὸ εἶδος ἀγητόν τινα εἶναι, ἴσως δὲ ὅμοιον, κατὰ τὸ «Ἀχαιοὶ εἶδος ἀγητοί». Τὸ δὲ «οὐκ εἴξαντος ἐμοῦ πύργων ἡμετέρων ἐπιβήσῃ» σεμνύνων ἑαυτὸν ὁ Ἕκτωρ φησίν, ὡς αὐτοῦ δὴ καὶ μόνου πολιουχοῦντος ἐν τοῖς Τρωσί. Τὸ δὲ «οὐδὲ γυναῖκας ἄξεις» δοκεῖ ἀστείως εἰρῆσθαι, ὡς μὴ δυνατὸν ὂν τὸν ἀντὶ γυναικὸς τετυγμένον γυναῖκας ἀριστέων εἰς αἰχμαλωσίας ἀπάγειν. Καὶ ἄλλως δέ, τὸν Πάριν πλαγίως ὑπερτίθησι τοῦ Διομήδους, ὡς ἐκείνου μὲν καὶ τὴν Ἑλένην καὶ ἄλλας ἐξ Ἑλλάδος ἀγαγόντος, τοῦ δὲ Διομήδους οὐ δυνησομένου τοιοῦτόν τι. Ἴσως δὲ καὶ τοῦ Νέστορος ἐθέλει λεληθότως καθάψασθαι, οἷα μαθών, ὡς εἰκός, βουλεύσασθαί που τὸν γέροντα τοῖς Ἀχαιοῖς μὴ ἐθελήσειν αὐτοὺς οἴκοι νοστῆσαι πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι. Δαίμονα δὲ δώσειν φησί, κακὸν δηλαδή, λαβὼν τὸ κακὸν ἀπὸ κοινοῦ ἐκ τοῦ κακὴ γλήνη, μᾶλλον δὲ ἀφεὶς ἀναλόγως τῇ ἀπειλῇ νοηθῆναι τὴν λέξιν, μέσην καὶ αὐτὴν οὖσαν, καθὰ καὶ ἡ μοῖρα καὶ ἡ τύχη καὶ ὁ πότμος. Μέσως δέ πως εἴρηται τὸ δαίμονα, δηλοῦν οὐ μόνον θάνατον, ἀλλὰ καὶ ἑτεροίαν τινὰ τύχην. οὐ γὰρ οὕτως ἄφρων ὁ Ἕκτωρ, ὡς ἀποφαίνεσθαι περὶ τῶν μὴ ἐπʼ αὐτῷ. Ἐντεῦθεν δὲ ἴσως οἱ πολλοὶ τὸν θροήσαντά τινας ἐπὶ ἐκπλήξει δαίμονα δοῦναι τοῖς τεθαμβημένοις φασί. Σημείωσαι δὲ ὅτι κατʼ ἦθος θυμικὸν πλεονάζει ἐνταῦθα ὁ Ἕκτωρ τοῖς κατὰ κόμματα συχνὰ νοήμασιν. Ὅτι ὀνειδίσαντος, ὡς ἐρρέθη, τοῦ Ἕκτορος, διάνδιχα μερμήριξε Διομήδης ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι, ἀχθόμενος, ὡς προείρηται, καὶ αἰδούμενος. «Τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν, τρὶς δʼ ἂρ ἀπʼ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς σῆμα τιθεὶς Τρώεσσι, μάχης ἑτεραλκέα νίκην». καὶ οὕτω Διομήδης μὲν ἄπεισιν. Ἕκτωρ δὲ τὴν ἐκ Διὸς γνοὺς ῥοπὴν ἄλλα τε λέγει ὀτρύνων τοὺς ὑπʼ αὐτὸν εἰς μάχην καὶ τὸ «γινώσκω δʼ ὅτι μοι πρόφρων κατένευσε Κρονίων νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα». Εἶτα καὶ ἐπαρθεὶς τούς τε Ἀχαιοὺς ἐξουθενοῖ καὶ τοῦ τείχους καταλέγει καὶ ἀπειλεῖται εἰπὼν «νήπιοι, οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο, ἀβληχρά, οὐδενόσωρα· τὰ δʼ οὐ μένος ἁμὸν ἐρύξει, ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν. ἀλλʼ ὅτε δὴ ἐπὶ ναυσὶ γένωμαι, μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω, ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς Ἀργείους ἀτυζομένους περὶ καπνῷ», ἤγουν ὑπὸ καπνοῦ. Οὕτω μεγαλόφρων ὁ Ἕκτωρ καὶ θρασὺς καὶ φέρειν μετρίως εὐτυχίαν οὐκ εἰδώς. Ὅρα δὲ ἐν τούτοις φανερῶς ἡρμηνευμένην τὴν καὶ ἀλλαχοῦ δηλωθεῖσαν κατάνευσιν τοῦ Διός. Ὡς γάρ που ἔφη ὁ Νέστωρ κατανεῦσαι τὸν ἀέρα Δία ἐναίσιμα σήματα φαίνοντα, οὕτω κἀνταῦθα Ζεὺς τοῖς Τρωσὶ σῆμα τίθησι μάχης, κτυπῶν ἄνωθεν καὶ οὕτω δηλῶν ἑτεροκλινῆ νίκην, ὃ δὴ κατανεῦσαι νίκην τὸν Δία φησί. Καὶ ἰδοὺ κατάνευσις καὶ νῦν Διὸς τὸ ἄνωθεν σῆμα, ὅπερ πῆμα τοῖς Ἀχαιοῖς ὁ ποιητὴς εἶναι ἀστείως φησίν, ἐν ἀρχῇ μὲν στίχου θέμενος τὸ σῆμα, ἄλλον δέ τινα στίχον περατώσας εἰς τὸ πῆμα. Ἐρεῖ δὲ καὶ μετʼ ὀλίγα ὁ ποιητής, ὡς ἔνευσεν ὁ Ζεὺς λαὸν σόον εἶναι πέμψας αἰετόν, ὃν καὶ ὄρνιν ἐρεῖ ὡς σημαντικὸν μέλλοντος, καθὰ καὶ ἐν τοῖς ἑξῆς που φανήσεται. Ἰστέον δὲ ὅτι τὸ μὲν ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι οὐκ ἔστι τελεία διασάφησις τοῦ διάνδιχα μερμηρίξαι. οὐ γὰρ εἶπεν ἢ ἵππους στρέψαι ἢ μαχέσασθαι—ἀδιανόητον γὰρ στρέψαι ἵππους τὸν ἤδη στρέψαντα εἰς φυγήν—, ἀλλʼ ἕν τι δηλοῦσι ἀμφότερα, ἤγουν τὸ στραφῆναι καὶ ἀντιστῆναι τῷ διώκοντι. τὸ δέ γε ἕτερον μέρος τοῦ διάνδιχα, ὅπερ ἦν τὸ προτροπάδην φεύγειν ἀφιέντα τὸν Ἕκτορα κομπάζειν, σεσίγηκεν ὁ ποιητὴς καὶ ὡς δῆλον καὶ διὰ τὸ οὐκ εὔφημον καὶ διὰ συντομίαν. Τὸ δὲ «μερμήριξε» καιρία ποιητικὴ λέξις ὂν ἐπιμονὴν κἀνταῦθα πεποίηκε. Τὸ δὲ «ἀπʼ Ἰδαίων ὀρέων ἔκτυπε» τοῦ ἐβρόντησέν ἐστι περίφρασις. Ἐν δὲ τῷ «σῆμα τιθεὶς μάχης ἑτεραλκέα νίκην» τὸ μάχης δύναται καὶ εἰς τὸ σῆμα κεῖσθαι καὶ εἰς τὴν νίκην. ὀρθὸν γὰρ καὶ μάχης εἰπεῖν σῆμα καὶ μάχης ἑτεραλκέα νίκην. Τὸ δὲ «νήπιοι» ὤφειλε μὲν κατὰ δοτικὴν φρασθῆναι ἀκολούθως τῷ «πῆμα Δαναοῖς», εἴρηται δὲ ὅμως καινότερον καὶ αὐτὸ κατʼ εὐθεῖαν ἀποστατικῶς, ὡς ἀπὸ ἀρχῆς, ἵνα λέγῃ ὅτι νήπιοί εἰσιν οἱ Ἀχαιοί. Ἀβληχρὰ δὲ τείχη τὰ ἀσθενῆ. καὶ κεῖται ἡ λέξις πολλαχοῦ, καὶ μάλιστα ἐπὶ σαρκῶν. Ἐν δὲ τοῖς Ἡροδώρου καὶ Ἀπίωνος φέρεται, ὅτι Ἡρακλείδης μὲν ὁ Μιλήσιος βαρύνει τὴν λέξιν, λέγων ὡς βληχρόν ἐστι τὸ ἰσχυρόν, καὶ ἐν συνθέσει ἄβληχρον ὡς ἄκακον. ἡ δὲ παράδοσις ὀξύνει. Βληχρὸν γὰρ τὸ ἀσθενές, ὡς Ἀλκαῖος «βληχρῶν ἀνέμων ἀχείμαντοι πνοαί», καὶ Νίκανδρος «βληχρὸν μυὸς οἷα μυληβόρου ἐν χροῒ νύγμα». ἐν τούτῳ πλεονάσαν τὸ α φυλάσσει τὸν αὐτὸν τόνον, ὡς καὶ ἐν τῷ λαλητός ἀλαλητός, στεροπή ἀστεροπή. οὐκ ἐκεῖνο μέντοι διηνεκές, φασί, λέγομεν, ὅτι ὁ πλεονασμὸς τοῦ α φυλάσσει τὸν αὐτὸν τόνον ἀεί. οἴδαμεν γὰρ τὸ γαῦρος ἄγαυρος, στάχυς ἄσταχυς. καὶ οὕτω μὲν περὶ τούτου αὐτοί. Τὸ δὲ «οὐδενόσωρα» προπαροξύνεται μὲν ὡς τὸ κυνόσουρα, δηλοῖ δὲ τὰ οὐδεμιᾶς ὤρας, ὅ ἐστι φροντίδος, ἄξια. Μένος δὲ ἁμὸν ἤθελε μὲν εἰπεῖν ἐμόν, μὴ ἔχων δὲ ποιῆσαι οὕτω διὰ τὸ μέτρον ἔθηκε τὸ ἁμόν ἀντὶ τοῦ ἡμέτερον, τρέψας τὸ ἰδικὸν εἰς τὸ κοινόν. Τάφρος δὲ ὀρυκτὴ ἡ εὖ ὀρωρυγμένη, λείποντος τοῦ εὖ, ὡς καὶ ἐν ἄλλοις, ἢ πρὸς διαστολὴν τῶν μὴ ὀρυκτῶν, αἳ καὶ κυρίως λέγονται τάφροι ἀπὸ τοῦ ἔτραφον. οὗ ἐνεστὼς τρέφω, ὅθεν τράφος ἰδιωτικῶς, εἶτα καὶ τάρφος, τὸ δάσος, καὶ ὀρυκτὴ τάφρος κατὰ μετάθεσιν, ἡ ἔχουσα πόας τρέφειν δυναμένας διὰ τὸ χειμαρρῶδες τοῦ ῥωχμοῦ. Τινὲς μέντοι τὸ πρὸ τῶν τειχέων ὄρυγμα τάφρον καλεῖσθαί φασιν ἀπὸ τοῦ ἀφαιρεῖσθαί τι αὐτῆς ἀναγκαίως ἐν τῷ ὀρύσσεσθαι, ἵνα ᾖ ἄφαιρος καὶ ἐν συγκοπῇ καὶ πλεονασμῷ τοῦ τ τάφρος. Ἐνταῦθα δὲ πολὺ τὸ τοῦ Ἕκτορος ἀλαζονικόν, εἰ καὶ τὴν εὐρεῖαν τάφρον ὑπερθορεῖν τοὺς ἵππους θαρρεῖ, οὓς ἐν τοῖς ἑξῆς ἐπʼ ἄκρῳ χείλει ἑστῶτας ἡ τάφρος ἀποδειδίσσεται. Μνημοσύνη δὲ ἡ μνήμη, καὶ συντελεῖ τοῦτο εἰς ἀλληγορίαν τῆς τῶν Μουσῶν μητρός, Μνημοσύνης. Τὸ δὲ «πυρὸς δηΐου» διαστέλλει τὸ παρὸν πῦρ πρὸς τὰ λοιπὰ πυρά, ἐν οἷς καὶ τὸ θυτικὸν καὶ τὸ γαμήλιον καὶ τὸ ἐν θήραις καὶ τὸ φρυκτωρικόν. Τὸ δὲ «πρήσω» ἐκ τοῦ πῦρ γίνεται, ἀφʼ οὗ ἐμπυρίσω καὶ ἐν συγκοπῇ ἐμπρήσω, ἐν ἑτεροίᾳ γραφῇ καθʼ ὁμοιότητα τοῦ διαχειρίσασθαι διαχρήσασθαι. Σαφέστερον δὲ εἰπεῖν, ἐκ τοῦ πῦρ πυρός γίνεται μετὰ τῆς εν προθέσεως ἐντελὲς τὸ ἐμπυρίζω, οὗ ὁ μέλλων ἐμπυρίσω. ἐκ δὲ τοῦ αὐτοῦ πυρός γίνεται καὶ περισπώμενον τὸ πυρῶ, καὶ ἐν συγκοπῇ πρῶ, οὗ μέλλων πρήσω διὰ τοῦ η ἐξ ἀνάγκης. ἐκ δὲ τοῦ εἰρημένου πρῶ παραγώγως μὲν τὸ πρήθω, ἐν δὲ ἀναδιπλασιασμῷ καὶ ἐνθέσει τοῦ ν πιμπρῶ, τὸ καίω. καὶ τοῦτο μὲν τοιοῦτον. Ἐκ δὲ τοῦ χείρ χειρός γίνεται ὁμοίως καὶ τὸ διαχειρίζω κατὰ ἐντέλειαν, ὅθεν τὸ διαχειρίσασθαι, καὶ τὸ διαχρῶ, ἀφʼ οὗ τὸ διαχρήσασθαι. καὶ ἰδοὺ συγκοπαὶ αὗται ἀλλάξασαι πρωτοτύπους συζυγίας. Εἰ δέ τις ἐνταῦθα ἐνθυμηθῇ καὶ τὸ ἀόργητος καὶ ἀοργησία, τὰ ἐκ τοῦ ὀργίζω γινόμενα, ἔχοι ἄν τι καὶ τοῦτο παρασημειώσεως ὁμοίας ἄξιον, πλὴν ὅσον οὐ συγκοπὴ ἐνταῦθα ἐποίησεν ἀλλαγὴν συζυγίας, ἀλλὰ σύνθεσις. τὸ μὲν γὰρ ἁπλοῦν ὀργίζω βαρυτόνως, τὸ δὲ ἀπʼ αὐτοῦ σύνθετον δοκεῖ ἀοργῶ εἶναι καὶ ἀπʼ αὐτοῦ παρῆχθαι, ὥσπερ τὸν ἀόργητον, οὕτω καὶ τὴν ἀοργησίαν. Τοιοῦτον δέ τι γίνεται καὶ ἐπὶ τοῦ χειρίζω, ἐγχειρῶ, καὶ σκοτίζω, ἐπισκοτῶ, καὶ κακίζω, ἐκκακῶ. Ἰστέον δὲ καὶ ὅτι παρὰ Ἡροδότῳ πυρῶσαι κεῖται τὸ ἐμπρῆσαι ἐν τῷ «πυρώσω τὰς Ἀθήνας». Κεῖται δὲ ἡ λέξις καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ «ἀμφικίονας ναοὺς πυρώσων ἦλθεν», ἤγουν καύσων. Ἔνθα ναοὶ ἀμφικίονες ἐρρέθησαν οἱ, ὡς καὶ μέχρι νῦν ἐνιαχοῦ φαίνεται, κύκλῳ ὑπὸ κιόνων περιεχόμενοι, ταὐτὸν δʼ εἰπεῖν, κυκληδόν, ὃ κεῖται παρὰ τοῖς παλαιοῖς. Ὅτι ἐνθουσιῶν οἷον ὁ Ἕκτωρ ἐφʼ οἷς ἄρτι ἐθάρρησεν, ἢ καὶ ἀφελῶς λαλῶν, ἐγκελεύεται τοῖς ἵπποις ὡς εἴπερ ἦσαν λογικοὶ «Ξάνθε τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπε τε δῖε, νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν Ἀνδρομάχη, θυγάτηρ μεγαλήτορος Ἠετίωνος, ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν οἶνόν τʼ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγει, ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι. ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον, ὄφρα λάβωμεν ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει πᾶσαν χρυσείην ἔμμεναι, κανόνας τε καὶ αὐτήν, αὐτὰρ ἀπʼ ὤμοιϊν Διομήδεος ἱπποδάμοιο δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων. εἰ τούτω κε λάβοιμεν, ἐλποίμην ἂν Ἀχαιοὺς αὐτονυχεὶ νηῶν ἐπιβησέμεν ὠκειάων». Τοιαῦτα καὶ ταῦτα τὰ τοῦ Ἕκτορος οὐ μακρὰν εὐηθείας εἰρημένα, οἷς ὡς πρὸς νοοῦντας τοὺς ἵππους λαλῶν τροφεῖά τε ἀπαιτεῖ—Τοῦτο γὰρ δηλοῖ τὸ τὴν κομιδὴν ἀποτίνειν. —, καὶ κοινοῦται τὸ ἀριστεῖον αὐτοῖς ἐν τῷ «ὅπως λάβωμεν ἀσπίδα καὶ θώρακα». Τῶν δὲ παλαιῶν οἱ μὲν τὰς τέσσαρας τῶν ἵππων κλητικὰς μίσγοντες εἰς δύο συναλείφουσι συζυγίας καὶ ξυνωρίδας ποιοῦσιν ἵππων, δύο νοοῦντες ὀνόματα ἐπίθετα, κείμενα δυσὶν ὀνόμασιν ἵππων κυρίοις, οἷον λόγου χάριν «Ξάνθε τε καὶ σὺ Λάμπε, πόδαργε καὶ αἴθων, τουτέστι ταχύτατε καὶ πυρρέ. Χρῶνται δὲ πρὸς ἀπόδειξιν καὶ τῷ “ἀποτίνετον” δυϊκῷ ῥήματι καὶ τῷ “ἐφομαρτεῖτον καὶ σπεύδετον”. Ὡς ἐπὶ συνωρίδος γάρ, φασί, κεῖνται τὰ τοιαῦτα δυϊκά. Λέγουσι δὲ καὶ οὐδὲ τεθρίππου χρῆσιν εἶναι τοτὲ τοῖς ἥρωσιν, ἀλλὰ ξυνωρίσι χρᾶσθαι πάντας, καί που καὶ παρῃόρῳ ἑνί, ὡς ἐφάνη ἐπὶ Νέστορος. Ἔτι δέ φασιν ὡς, εἴπερ ἦν τέθριππον, καὶ δύο ἂν εἶχε ῥυμούς, ὡς Αἰσχύλος φησίν “ἐν διρρυμίᾳ πῶλοι”. καὶ οὕτω μέν τινες. Ἕτεροι δέ, ὡς καὶ προερρέθη, τεθρίππῳ νοοῦσι τὸν Ἕκτορα χρήσασθαι ἐπὶ καταπλήξει τῶν Ἀχαιῶν, ἐπαρθέντα τοῖς τέρασι καὶ παραδόξως ὑπὲρ τοὺς ἄλλους φιλοτιμούμενον. διὸ καὶ δευτέρῳ παρῃόρῳ πλείονι τῶν συνήθων τριῶν προσχρήσασθαι. Ὅθεν, φασί, καὶ Ὅμηρος θρασὺν ἡνίοχον φθάσας προσεῖπεν αὐτόν. Οἱ δὲ ταῦτα εἰπόντες καὶ ἕκαστον τῶν ἐνταῦθα ὀνομάτων ὡς κύριον ἵππου τιθέασι· τὸ Ξάνθε, τὸ Πόδαργε, τὸ Αἴθων, τὸ Λάμπε, ὧν τὰ τρία μὲν ἀπὸ χροιᾶς, τὸ δὲ ἓν τυχὸν μὲν ὁμοίως καὶ αὐτὸ διὰ τὴν ἐν ποσὶ λευκότητα, ἴσως δὲ ἀπὸ ταχυτῆτος ποδῶν. Οἱ δʼ αὐτοί φασι καί, ὡς ψυχρόν ἐστι νοεῖν ἐπίθετα μὲν τὰ δύο, τὰ δὲ λοιπὰ κύρια, ἐπεὶ κατὰ Ἡρόδωρον καὶ Ἀπίωνα οἱ σύνδεσμοι παρακείμενοι χωρίζουσιν αὐτὰ ἀπʼ ἀλλήλων. κύρια γὰρ πρὸς ἐπίθετα οὐδέποτε συνδεῖται. Οὐδεὶς γὰρ εἰπεῖν θέλων Ἀχιλλεὺς ποδώκης καὶ Αἴας βουγάϊος συνδήσει τὸν λόγον οὕτως· Ἀχιλλεύς τε καὶ ποδώκης καὶ Αἴας βουγάϊός τε. Ἐκεῖνοι δὲ καὶ τὸ ἀποτίνετον καὶ ἐφομαρτεῖτον καὶ σπεύδετον οὐ πρὸς ξυνωρίδα νοοῦσιν, ἀλλὰ πρὸς δύο συστήματα, ἤγουν πρὸς τὴν δεξιὰν συζυγίαν καὶ τὴν ἐξ ἀριστερῶν, ἢ πρὸς τὴν τῶν ζυγίων σύστασιν, ἤγουν τῶν ζυγοφόρων, καὶ πρὸς τοὺς δύο παρῃόρους. Ἄλλοι δὲ παρασημειοῦνται καὶ ὅτι ὀνόματα Τρωϊκῶν ἵππων οὐ παραδέδωκεν ὁ ποιητὴς καὶ ὅτι τὰ ἐνταῦθα ὀνόματα ἐξ ἄλλων συμπεφόρηται. Ξάνθος μὲν γὰρ Ἀχιλλέως, Πόδαργος δὲ Μενελάου, Αἴθων δὲ παρὰ τὴν Ἀγαμεμνονέην Αἴθην πέπλασται, ὁ δὲ Λάμπος τῆς Ἠοῦς ἐστιν ἵππος. Καὶ ὅλως πολλὴ σπουδὴ τοῖς τοιούτοις ἀθετῆσαι τὰ Ὁμηρικὰ ἔπη ταῦτα, ὡς καὶ ἑξῆς εἰρήσεται. Ἰστέον δὲ ὅτι, εἰ καὶ μὴ τετρώρῳ ποιεῖ Ὅμηρος χρωμένους τοὺς ἥρωας, ἀλλʼ αὐτὸς ἐν Ὀδυσσείᾳ οἶδε τετρώρου χρῆσιν, ἔνθα νῆα Φαιακικὴν θέειν φησίν, ὡς ἐν πεδίῳ τετράορες ἵπποι. ἀπὸ γὰρ τοῦ τετράορες τέτρωρον δηλοῦται. Ἡρόδοτος δὲ λέγει καὶ ὅτι τέσσαρας ἵππους ζευγνύναι παρὰ Λιβύων Ἕλληνες μεμαθήκασι. καὶ ἐν τούτοις μὲν τὰ κατὰ τοὺς Ἑκτορέους ἵππους. Τὸ δὲ “κομιδὴν ἀποτίνειν”, ὅ ἐστιν ἐπιμέλειαν, ὅμοιόν ἐστι τῷ “θρέπτρʼ ἀποδιδόναι”, ὅ ἐστι τροφεῖα. Ἐκεῖνο μέντοι ἐπʼ ἀνθρώπων. τοκεῦσι γὰρ φίλοις θρέπτρα καὶ ὀφείλεται καὶ ἀποτίνεται. Τὸ δὲ “μάλα πολλήν” ἀκοστεῖν καὶ τοὺς Ἕκτορος ἵππους δηλοῖ. Ἀγαθοῦ δὲ καὶ ἁπλοῦ ἤθους ἐν τοιούτῳ καιρῷ ἐπαινεῖν ἄνδρα φίλον, ὁποῖος τῷ Ἕκτορι ὁ ἐνταῦθα μνημονευθεὶς μεγαλήτωρ Ἠετίων. Τὸ δὲ “ὑμῖν προτέροις πυρὸν παρέθηκεν οἶνόν τε” καὶ ἑξῆς, οἱ μὲν οὕτω καθιστῶσιν ἐν ὑπερβατῷ σχήματι· ὑμῖν παρὰ προτέροις ἔθηκε καί, ὡς ἀλλαχοῦ φησιν, ἔβαλε τὴν ἀνωτέρω λεχθεῖσαν κομιδήν, ἤπερ ἐμοὶ μελίφρονα πυρὸν ἔθηκεν οἶνόν τʼ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγει, ὁ ἐμὸς δηλαδή. Ἄλλως γάρ, φασίν, ἀδιανόητον τὸ μὴ οὕτω νοούμενον. ἵπποις γὰρ οὔτε πυρὸς παρατίθεται οὔτε κιρνᾶται οἶνος. Καὶ οὕτω μέν τινές φασιν, εἰ καὶ μὴ εὐσυντάκτως, ἀλλʼ οὖν συνήθως καὶ ἀνθρωπίνως. Ἕτεροι δὲ καὶ τὸ “πυρὸν παρέβαλε” καὶ τὸ “οἶνον ἐνεκέρασε” τοῖς ἵπποις προσαρμόττουσι διὰ τὸ τῇ συντάξει εὐθὺ καὶ ἀπερίεργον καὶ ἀνυπέρβατον καὶ τῇ ὀρθῇ φράσει κατάλληλον. Τὸ γὰρ ἐπὶ Ἕκτορος αὐτὰ νοεῖν ὀρθὸν μέν ἐστι τῷ νοήματι, στρεβλὸν δὲ τῇ συντάξει καὶ οὐ σύνηθες Ὁμήρῳ. Εἰ δέ τις λέγει μὴ ἵππων εἶναι τὸ οἰνοποτεῖν ἢ πυροφαγεῖν, εἰς μὲν τὸ ἓν πλατέως ψεύδεται. πολλοὶ γὰρ τῶν ἵππων οὐ μόνον κριθοφαγοῦσι καὶ ὀλύρας ἐρέπτονται, ταῦτα δὴ τὰ συνήθη, ἀλλὰ καὶ πυροὺς καὶ ἄλλα τῶν σπορίμων προσιέμενοι τρέφονται, οὓς ὁ συνεθισμὸς καὶ ἀρτοφαγεῖν προκαλεῖται, ἤδη δέ που ἐθιζομένους καὶ εἰς κρεῶν ἐνάγει βορὰν καὶ αὐτῶν ὠμῶν, ὡς μηκέτι ἀπίθανον εἶναι τοὺς τοῦ Θρᾳκὸς Διομήδους ἵππους ἀνθρωποφαγεῖν. Εἰς δὲ τὸ μὴ οἰνοποτεῖν τοὺς ἵππους τὰ μὲν ὡς ἐπὶ πολὺ φαινόμενα συμφωνεῖ, ἡ δὲ τοῦ γίνεσθαι δύναμις ἐὰν εὐοδωθῇ πρὸς συνήθειαν, οὐκ ἂν οὐδὲ τοῦ τοιούτου συνεθισμοῦ ἀπείρξῃ τοὺς ἵππους. καὶ ὦπται καὶ τοῦτο οὐκ εἰς πλάτος μέντοι πραχθέν. Οὔκουν ἀδύνατον τὴν καὶ φίλανδρον καὶ φίλιππον Ἀνδρομάχην προσιτὸν ποιῆσαι τοῖς ἵπποις κατά τι μέτριον κρᾶμα τὸν οἶνον ἀφελέστερον καὶ οἷον εὐηθέστερον ἱπποκομοῦσαν, καὶ τοῦτο οὐκ ἀεί, ἀλλʼ ὅτε αὐτῇ θυμὸς ἀνώγει, ὃς πολλοὺς πρὸς οὐδὲν ἀναγκαῖον φιλοῦντας τὸ ζῷον πείθει παραμιγνύειν καί τι μελιτόεν τῷ ὕδατι, κολακεύοντας οὕτω τὸ ἄλογον. Ὅλως οὖν ἀμφίβολος καὶ ἡ ἔννοια αὕτη διὰ τὸ ἐπὶ μὲν ἵππων νοηθῆναι τὸ πυροφαγεῖν καὶ οἰνοποτεῖν ἀπεμφαῖνον δοκεῖν εἶναι καὶ γελοῖον—Διὸ καὶ ἠθετοῦντο οἱ στίχοι παρά τινων. —, ἐπὶ δὲ Ἕκτορος αὐτὰ οὐκ εὖ ἔχειν διὰ τὸ τῆς συντάξεως ἀγκύλον καὶ οὐκ εὐσύνθετον. Καὶ ἔστιν ἀστείως ἐνταῦθα εἰπεῖν ἐπί τε τῇ στρεβλώσει τοῦ τοιούτου νοήματος καὶ τῇ κατὰ τοὺς ἵππους αὖθις ἀμφιβολίᾳ, ὡς ἄρα ὁ Ὁμηρικὸς Ἕκτωρ οὐ μόνον τοῖς Ἕλλησι τότε παρέσχε πράγματα οἷς ἐποίει, ἀλλὰ καὶ γραμματικῶν παισὶν ὕστερον, οἷς οὐκ εὐκρινῶς ἐνταῦθα λαλεῖ. Εἰ δέ τις εἴποι τὸν ποιητὴν ἐπίτηδες νῦν τῷ Ἕκτορι περιθεῖναι κακοσύνθετον λόγου σύνταξιν, μιμούμενον τὴν ἐκείνου περὶ τὴν μάχην θερμότητα ἢ καὶ τὴν ταραχήν, διʼ ἣν οὐκ ἔσχεν ἐπιμεληθῆναι τῆς φράσεως, ἀκούσοι ἂν ὅτι καὶ τοῦ τὴν πυροφαγίαν καὶ οἰνοποσίαν τοῖς ἵπποις προσνεῖμαι τὸ αὐτὸ αἴτιον. διὰ γὰρ σπουδὴν ἐξεκρούσθη τοῦ ὀρθοῦ νοήματος καὶ τὰ ἑαυτοῦ τοῖς ἵπποις προσήρμοσεν. Ἔχοι δʼ ἂν ἐντεῦθεν ἀπολογίαν καὶ ἡ κατὰ τοὺς ἵππους ἀσάφεια, οἷα τοῦ ποιητοῦ μὴ καθʼ ἑαυτὸν ἀεὶ φράζοντος, ἀλλὰ καὶ κατὰ προσώπων ἔστιν οὗ μίμησιν. Ἰστέον δὲ ὅτι γυναικείαν διακονίαν ὁμοίαν τινὰ τῇ κατὰ τὴν Ἀνδρομάχην καὶ Ἡρόδοτος ἱστορεῖ, ἐν οἷς φησιν, ὅτι γυνή τις, ἐπεὶ ἀφίκετο ἐπὶ τὸν ποταμόν, ἦρδε τὸν ἵππον, ὅ ἐστιν ἐπότιζεν, ἀφʼ οὗ ἀρδάνιον παρὰ Αἰλίῳ Διονυσίῳ τὸ ἀπὸ τοῦ πυθμένος τοῦ κεραμείου ἕως τῆς γαστρός, ἐν ᾧ ἄρδουσι θρέμματα. Παυσανίας δέ φησιν, ὅτι ἀρδάνια κεράμων γάστραι ἀπὸ τοῦ ἄρδειν τὰ βοσκήματα. προετίθεντο δέ, φησί, τῶν θυρῶν. Εἰ δὲ καὶ ὁ ἄρδαλος καὶ τὸ ἀρδαλῶσαι καὶ ἡ ἀρδαλία ἐκ τοῦ τοιούτου γίνεται ῥήματος, οὐκ ἔστι σταθερῶς ἐπικρῖναι. Τέως δὲ κατὰ Παυσανίαν Φερεκράτης ποιεῖ τινα ἐκμασσόμενον ἀπὸ πυρετοῦ, λέγοντα “τὸν ἱδρῶτα καὶ τὴν ἀρδαλίαν ἀπʼ ἐμοῦ σπόγγισον”. Τὸ μέντοι ἄρδην ἐπίρρημα οὐκ ἂν οὐδʼ αὐτὸ παραγάγοι τινά, ὡς ἐκ τοῦ ἄρδω γίνεται, ἀλλὰ μάλιστα ἐκ τοῦ αἴρειν, ὥσπερ ἐκ τοῦ ἀείρειν γίνεται τὸ ἀέρδην. Ἔστι γάρ, φασί, τὸ ἄρδην ἀντὶ τοῦ φοράδην. Εὐριπίδης Ἀλκήστιδι “νέκυν ἤδη πρόσπολοι φέρουσιν ἄρδην ἐς τάφον τε καὶ πυράν”. Ἔτι ἰστέον καὶ ὅτι τινὲς μὲν τὸ “μελίφρονα πυρόν” ἐπὶ σίτου νοοῦντές φασι διʼ αὐτοῦ ἄρτον σημαίνεσθαι τὸν ἐξ ἀποτελέσματος ἢ τοῖς ἵπποις ἢ τῷ Ἕκτορι παρατιθέμενον. Τινὲς δὲ εἶδος ἀντὶ εἴδους λαβόντες, ὃ μάλιστα διʼ ἀσάφειαν πλεονάζει παρὰ Λυκόφρονι, κριθὴν ἐνόησαν τὸν πυρὸν καὶ ἐπὶ μόνων ἵππων τὴν λέξιν συνεβίβασαν. Παρὰ μέντοι τῷ Γεωγράφῳ δοκεῖ διαφορά τις εἶναι σίτου καὶ πυροῦ, ἔνθα λέγει γίνεσθαι ἐν Ἰνδίᾳ σῖτον αὐτοφυῆ ἐοικότα πυρῷ. Πιθανὸν δὲ νοῆσαι νῦν τὸν πυρὸν ἐπὶ σίτου, ὃν μελίφρονα λέγει, καθά που καὶ τὸν οἶνον. ἀκόλουθον γὰρ τῇ διʼ οἴνου ἱπποκομούσῃ καὶ διʼ ἄρτου τρέφειν συζυγοῦντος τῷ οἴνῳ. Τὸ δὲ κερᾶν ἀπὸ τοῦ κέρατος εἴληπται. Οἱ γὰρ παλαιοὶ πρὸ τῆς τῶν ποτηρίων χρήσεως κέρασιν ἐχρῶντο ἀντὶ ἐκπωμάτων, ὡς ἐξ ἄλλων τε δῆλον καὶ τοῦ Ξενοφῶντος λέγοντος “κέρατα δὲ οἴνου περιέφερον καὶ πάντες ἐδέχοντο”, καὶ “φέρων τὸ κέρας ὁ οἰνοχόος ἧκε”, καὶ “λαβὼν κέρας μεστὸν εἶπε· προπίνω σοι”, καὶ “ἀναστὰς συνεξέπιε καὶ συγκατεδάσατο μετʼ αὐτοῦ τὸ κέρας”. Θαλερὸς δὲ πόσις ὁ ἐκ παρθενίας ἀνὴρ καὶ ἐκ νεότητος κατὰ τοὺς παλαιούς, ὥσπερ καὶ κουριδίη ἄλοχος ἡ ἐξ ἔτι κόρης. Ἐφομαρτεῖν δὲ ἐνταῦθα τὸ διωκτικῶς ἐπακολουθεῖν. Ἐν δὲ τῷ Νεστορέην ἀσπίδα καὶ Διομήδεος θώρηκα, ὃς εἰκότως ἡφαιστότευκτος λέγεται, καὶ οὐχʼ ἁπλῶς, ἀλλὰ καμάτῳ κατασκευασθεὶς διὰ τό, ὡς εἰκός, φιλοτεχνηθῆναι μετʼ ἐπιμελείας πολυπόνου, τὸ σχῆμα, ὡς οἱ παλαιοί φασιν, ἀλληγορία. Ὁπλίτας γὰρ θέλων εἰπεῖν λαλεῖ ὅπλα. Πάντως γὰρ οὐ διὰ τὴν ἀσπίδα τοῦ συνετωτάτου Νέστορος καὶ τὸν θώρακα τοῦ ἀνδρείου Διομήδους ἐπιβήσονται νηῶν αὐτῇ τῇ νυκτὶ καὶ φεύξονται Ἀχαιοί, ἀλλὰ διὰ τοὺς ἔχοντας αὐτά, οὓς ἀνελὼν Ἕκτωρ τούς τε Ἕλληνας καιριώτατα βλάψει καὶ τὰ ἔναρα λήψεται. Καὶ ὅρα ὅτι, καθὰ πρὸ βραχέων ἑαυτῷ ἐλογίσατο τῆς Τροίας τὸ πᾶν ὁ Ἕκτωρ, ἔνθα εἴξαντος αὐτοῦ ἔφη πύργων ἐπιβήσεσθαι τὸν Διομήδην, οὕτως ἐνταῦθα τῷ Νέστορι καὶ τῷ Διομήδει ἐγκεῖσθαι λέγει τὴν τῶν Ἀχαιῶν σύστασιν, εἴπερ αὐτῶν ἁλόντων ἐκεῖνοι φεύξονται. Ἔτι ὅρα ὡς καὶ γέρων ὢν ὁ Νέστωρ ὅμως ἄριστα ὥπλιστο, ἀσπίδα ἔχων οὕτως ἐπίσημον. Τὸ δὲ “κλέος οὐρανὸν ἵκει” ὠφέλησε τὸν Ἡρόδοτον εἰπεῖν τῷ τοῦ Διὸς αἰθέρι ὁμορέουσαν. Κανόνας δὲ λέγει, ὥς φασιν οἱ παλαιοί, ῥάβδους τινάς, ἀναφορέας τῆς ἀσπίδος, τορευτοὺς ἴσως ὄντας καί, ὡς εἰπεῖν, κανονωτούς. Οὔπω γὰρ ἐπενοήθησαν οἱ νῦν ἐξ ἱμάντων πόρπακες, ἤγουν τὰ ὄχανα, διʼ ὧν αἱ ἀσπίδες ἔχονται καὶ ἀναβαστάζονται. Φασὶ γὰρ αὐτοὺς Καρῶν ἐπινοήματα εἶναι, ὡς Ἀνακρέων “Καριοεργέος ὀχάνοιο”. Σημείωσαι δὲ ὅτι τὸ τῆς ῥηθείσης χρυσονώτου ἀσπίδος παράσημον εἰς τὴν τοῦ γέροντος ἀλληγοροῦσί τινες πολυτίμητον φρόνησιν καὶ εἰς τοὺς παρʼ ἐκείνῳ μεθοδικοὺς κανόνας, ὧν εἰ στερηθῶσιν Ἀχαιοί, μεγάλα βλαβήσονται. Σημείωσαι δὲ καὶ τὴν ἐπὶ τῷ θώρακι τοῦ Νέστορος ποιητικὴν μέθοδον. Πάνυ γὰρ σεμνύνας Ὅμηρος τὴν αὐτοῦ ἀσπίδα τὸν θώρακα ἠρκέσθη πρὸς ἑτεροῖον σέμνωμα Ἡφαίστου ἔργον εἰπεῖν, καὶ οὕτως ὑποκρουσάμενος δύνασθαι καὶ αὐτὸν εἰς πλάτος σεμνολογῆσαι, ὅμως ἀφῆκε πλεῖον εἰπεῖν τι ὡς μὴ ἔχων καιρόν. Τὸ δὲ “αὐτονυχεί” ἐν τοῖς Ἀπίωνος μὲν καὶ Ἡροδώρου διὰ τοῦ ι γράφεται, ἄλλοι δὲ διὰ διφθόγγου αὐτὸ ἔγραψαν. Τὸ δὲ “νηῶν ἐπιβησέμεν” χρήσιμον ἐν τοῖς πρὸ τούτων εἰς τὸ “κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν”. Εὐλαβῶς δὲ εἶπεν Ἕκτωρ τὸ νηῶν ἐπιβησέμεν, ἤγουν εἰς νῆας ἀναβιβάσαι, οἷα μὴ θαρρῶν καὶ εἰς φυγὴν πλείω τοὺς Ἀχαιοὺς κινῆσαι. Ὅτι ἐφʼ οἷς Ἕκτωρ ἀλαζονευόμενος εὔχεται “νεμέσησε πότνια Ἥρη. σείσατο δʼ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον”. Δῆλον δὲ ὡς ἀγανακτεῖ ἡ τοῦ μύθου Ἥρα τὴν ἄγαν προθυμίαν μισοῦσα τοῦ Ἕκτορος κατὰ τὸ “μισεῖ θεὸς γὰρ τὰς ἄγαν προθυμίας”. Τὸ δὲ “ἐλέλιξε” διὰ τῶν ὑγρῶν ἀμεταβόλων, ἤγουν τῶν δύο λάμβδα, τὴν τοῦ οὐρανοῦ ταχεῖαν καὶ ἄπονον κἀνταῦθα ἐδήλωσε κίνησιν, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη. Ἔστι δὲ τὸ λεχθὲν ὡς οἷον προαναφώνησις τοῦ ἐθελήσειν ἂν τὴν Ἥραν κακόν τι διαθέσθαι τοὺς Τρῶας, ἐφʼ οἷς δρῶσι τοὺς Ἀχαιούς. Ὅτι Ἐννοσίγαιος μὲν διὰ δύο νῦ κατὰ πλεονασμὸν ἀεί, ὡς ἂν ἀπαρτίζῃ ἀναγκαίως ἐξ ἀρχῆς δάκτυλον, οἷον “ὢ πόποι, Ἐννοσίγαιʼ εὐρυσθενές”, Ἐνοσίχθων δὲ διʼ ἑνός. Δηλοῦσι δὲ ἄμφω τὸν ἐνόθοντα, ἤτοι σεισμοῖς κινοῦντα, τὴν γῆν. Ὡς δὲ ταὐτὸν ἐννοσίγαιον εἰπεῖν καὶ ἐνοσίχθονα καὶ σεισίχθονα καὶ γακίναν, δηλοῦται καὶ ἀλλαχοῦ. Λέγοιντο δʼ ἂν τοιοῦτοι τροπικῶς καὶ οἱ ἔθνος ἢ πόλεις ταράσσοντες ἢ ὅλως λαόν τινα. Τὸν δὲ Ποσειδῶνα καὶ μέγαν θεὸν ἐνταῦθα ἡ Ἥρα προσφωνεῖ διὰ τὸ κατʼ αὐτὸν πρεσβεῖον μυθικῶς τε καὶ ἀλληγορικῶς. Εἰ δὲ Ποσειδῶν Ποτειδὰν παρὰ Δωριεῦσι λέγεται κατὰ τὸ Ἀλκμάν, οὐδὲν τούτου μέλον τοῖς ἰωνίζουσι. Ὅτι σκληρῷ ἀνθρώπῳ προσρηθήσεται τὸ “οὐδέ σοί περ ὀλλυμένων τῶν δεῖνα ὀλοφύρεται ἐν φρεσὶ θυμός;” Ἥρα δὲ πρὸς Ποσειδῶνα καὶ τοῦτό φησιν ἐρεθίζουσα καθʼ Ἕκτορος ὑπὲρ Ἀχαιῶν, ὃν καὶ εὐρυσθενῆ ἔφη διὰ τὸ ἐνδύναμον τοῦ στοιχειακοῦ ὕδατος, καθὸ καὶ Ἐννοσίγαιος ὁ αὐτός, ὡς προσεχῶς ἐρρέθη, συμβαλλομένης αὐτῷ πρὸς τοῦτο καὶ τῆς εἰς ἀέρα ἀλληγορουμένης Ἥρας. διὸ καὶ προσφυῶς φιλιοῦται κατὰ τὸν μῦθον αὐτῷ πολλαχοῦ. Ὅτι Ἑλίκη μὲν τόπος περὶ Πελοπόννησον, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, Αἰγαὶ δὲ περὶ Εὔβοιαν, ἀφʼ ὧν δοκεῖ καὶ πέλαγος Αἰγαῖον παρονομασθῆναι. διαφερόντως δʼ αὐτόθι Ποσειδῶν ἐτιμᾶτο. Διό φησι Ἥρα τῷ Ποσειδῶνι προκαλουμένη αὐτὸν ἀμείψασθαι βοηθητικῶς τοὺς καὶ ἐκεῖθεν Ἀχαιοὺς τὸ “οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσι πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην”, ἤγουν θέλε νικήσαντας αὐτοὺς περιγενέσθαι τῶν Τρώων. Καὶ ὅρα τὴν ἐπίτασιν. οὐ γὰρ δῶρα εἶπεν ἁπλῶς, ἀλλὰ καὶ πολλὰ καὶ χαρίεντα, ὡς ἂν καταιδέσῃ τὸν λαβόντα καὶ πείσῃ ἀμείψασθαι. Εἰσὶ δὲ καὶ ἕτεραι Αἰγαί, ὡς ἱστοροῦσιν οἱ παλαιοί. ὁ μέντοι Γεωγράφος φησίν, ὅτι ὁμώνυμοι ταῖς Ἀχαϊκαῖς Αἰγαῖς αἱ ἐν Εὐβοίᾳ. καὶ τὴν μὲν Ἀχαϊκὴν δηλοῖ Ὅμηρος ἐν τῷ “οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσιν”. ὅταν δὲ φῇ “Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης”, τὰς ἐν Εὐβοίᾳ λέγει, ἀφʼ ὧν εἰκός, φησί, καὶ τὸ πέλαγος Αἰγαῖον κληθῆναι. Ὥστε κατὰ τὸν Γεωγράφον Αἰγάς ἐνταῦθα οὐ τὰς ἐν Εὐβοίᾳ νοητέον, ἀλλὰ τὰς Ἀχαϊκάς, ὧν τοῖς ἐποίκοις ὀφειλέτης βοηθεῖν ὁ Ποσειδῶν. Τὸ δὲ ἀνάγουσιν ἀντὶ τοῦ ἁπλῶς ἄγουσι. καὶ κεῖνται καὶ ἐν Ὀδυσσείᾳ πολλαχοῦ τοιαῦται λέξεις. Ὅτι δὲ δυσωποῦσι τοὺς τοῦ μύθου θεοὺς εἰς ἄμυναν αἱ θυσίαι κατὰ τὸ “δῶρα καὶ θεοὺς πείθει”, πολλαχοῦ δηλοῦται. Ὅτι ἀναιδὴς μὲν κἀνταῦθα συνήθως ἡ Ἥρα, εὐλαβὴς δὲ ὁ Ποσειδῶν, ὃς καὶ κωλύει αὐτὴν θρασύνεσθαι κατὰ Διός, παιδεύοντος τοῦ ποιητοῦ ἓν μέν, μὴ χρῆναι ἁπλῶς κατὰ ἀρχόντων θρασύνεσθαι, ἕτερον δέ, μὴ κατεπαίρεσθαι γυναῖκα ἀνδρός, καὶ τρίτον, σωφρονίζεσθαι τοὺς ἀφελεστέρους ὑπὸ τῶν κρειττόνων. Ἡ μὲν οὖν Ἥρα ἐθέλει τοὺς τῶν Δαναῶν ἀρωγοὺς θεοὺς ἀντιστῆναι τῷ Διῒ εἰποῦσα “εἴ περ γάρ κʼ ἐθέλοιμεν, ὅσοι Δαναοῖσι ἀρωγοί, Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆνʼ, αὐτοῦ κʼ ἔνθʼ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ”, τουτέστι μονάζοι ἂν ἐκεῖ ὡς μηδένα ἔχων ἐπιστρεφόμενον αὐτοῦ. Καὶ οὕτω μὲν ἡ Ἥρα, θρασεῖα καὶ νῦν οὖσα καὶ τὰς τοῦ Διὸς ἀπειλὰς ἐκβαλοῦσα τῆς μνήμης. Ποσειδῶν δὲ μεμφόμενος, καὶ οὐχʼ ἁπλῶς, ἀλλὰ μέγα ὀχθήσας, φησὶν “Ἥρη ἁπτοεπές, ποῖον τὸν μῦθον ἔειπες; οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι Διῒ μάχεσθαι ἡμέας τοὺς ἄλλους, ἐπειῆ πολὺ φέρτερός ἐστι”. Τοῦτο δὲ καὶ πᾶς εἴποι ἂν ὁ κατὰ μεγάλου προσώπου ἔκ τινος οὐχʼ ὁμοίου ἀκούσας λόγον θρασύν, ἀλλάξας μόνον τὸ ὄνομα τῆς Ἥρας καὶ τοῦ Διός. Ἰστέον δὲ ὡς τὸ ὀχθῆσαι, ὃ πολλαχοῦ τῆς Ἰλιάδος κεῖται, Ὅμηρος μὲν διὰ τοῦ η γράφει, εὕρηται δὲ καὶ διὰ τοῦ ι, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη. Χρῆσις δὲ αὐτοῦ καὶ παρὰ Ὀππιανῷ ἐν τῷ “ὀχθίζων σφακέλῳ”. Τὸ δὲ “ἁπτοεπές” ἢ δασύνεται καὶ δηλοῖ τὴν καθαπτομένην ἐν ἔπεσι καὶ ὑβριστικήν—ὅθεν ἡ συρφετώδης ἴσως ὑπολείξασα γλῶσσά φησιν ἁψοὺς τοὺς ἐν λόγῳ θρασεῖς—, ἢ ψιλοῦται καὶ σημαίνει τὴν ἀπτόητον ἐν ἔπεσι καὶ θρασείαν. Τὸ δὲ “ἐπειῆ” ὅτι περισπᾶται, ἐν τῇ ἄλφα γέγραπται. Σημείωσαι δὲ ὅτι ἐν τῷ τόπῳ τούτῳ εἰπόντος τοῦ ποιητοῦ τὸν Δία Ζῆνα ἐν τέλει στίχου, κατὰ δὲ τὸν ἐφεξῆς στίχον ἀρξαμένου ἀπὸ φωνήεντος τοῦ α, ὡς ἀνωτέρω κεῖται, καὶ ἐκθλίψαντος τὸ α τοῦ Ζῆνα, οἱ γραφεῖς τὸ τοῦ Ζηνὸς ν, τὸ ἐναπομεῖναν ἀπὸ τῆς παθούσης τὴν ἔκθλιψιν αἰτιατικῆς, τῷ δευτέρῳ στίχῳ προστιθέασι. Καὶ δοκεῖ μέν τισι καινὸν τοῦτο, ἔχεται δὲ κανόνος γραμματικοῦ λέγοντος ὡς, εἰ μέσον δύο φωνηέντων εὑρεθῇ σύμφωνον ἐν ἁπλότητι ἢ συνθέσει ἢ καὶ συναλιφῇ, τῷ δευτέρῳ, τουτέστι τῷ ἐπαγομένῳ φωνήεντι, ἀκολουθεῖ. Ἐφʼ ἑνὸς γοῦν τῶν συμφώνων τοῦ τ παραδειγματίσαι τὸν λόγον, ἐν ἁπλότητι μὲν ἐπὶ τοῦ ἔτι τὸ τ τῷ ι συντάττεται, ἐν συνθέσει δὲ ἐπὶ τοῦ κατάγω ὁμοίως τῷ μετʼ αὐτὸ α συμβιβάζεται, ἐν συναλιφῇ δὲ ἐπὶ τοῦ “κατʼ ἐμέ” τῷ ἐφεξῆς ε συγγράφεται. Δηλοῦται δὲ περὶ τούτου κρειττόνως καὶ ἀλλαχοῦ. Τὸ δὲ “αὐτοῦ ἔνθα” ἐκ παραλλήλου θέσεως δηλοῦσι τὸ αὐτόθι. Τὸ δὲ “ἡμέας τοὺς ἄλλους” πολλὴν διαφορὰν τῶν λοιπῶν πρὸς τὸν Δία δηλοῖ. ἄλλοι γάρ, φησίν, ἐσμὲν πρὸς τὸν Δία καὶ οὐχʼ ἁπλῶς ἀλλοῖοι. Ἐξ οὗ ἐοίκασι λαβόντες οἱ σοφοὶ εἰπεῖν τῶν διαφορῶν τὰς μὲν ἄλλο, τὰς δὲ ἀλλοῖον ποιεῖν. Ὅτι τὸ μεταξὺ τοῦ τείχους καὶ τῆς τάφρου, περὶ ἣν ὁ Ἕκτωρ ἦν, οὕτω φράζει “ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργεν, ἔπληθεν ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων”, πύργον ὡς ἐκ μέρους τὸ τεῖχος λέγων. Τὸ δὲ τοιοῦτον διάστημα καὶ στεῖνος ἐν τοῖς μετὰ ταῦτα ἐρεῖ διὰ τὴν κατʼ αὐτὸ συστολὴν καὶ στενοχωρίαν. Ὅτι χρῆσις ἐνταῦθα ἐν στίχῳ ἑνὶ συναπτῶς εὕρηται τοῦ εἴλω βαρυτόνου καὶ τοῦ εἰλῶ περισπωμένου. Φησὶ γὰρ ὅτι ἔπληθε τὸ ῥηθὲν διάστημα ἀνδρῶν εἰλομένων, εἴλει δὲ Ἕκτωρ, ὃν καὶ ἀτάλαντον Ἄρηϊ λέγει, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν. Ὁπηνίκα καὶ ἐνέπρησεν ἂν πυρὶ κηλέῳ νῆας ἐΐσας, εἰ μὴ θεὸς ἐπὶ φρεσὶν ἔθηκε τῷ βασιλεῖ, αὐτῷ ποιπνύσαντι, τουτέστι πονήσαντι, θοῶς ὀτρῦναι Ἀχαιούς, ὃς “πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ στῆ ἐπʼ Ὀδυσσέως μεγακήτεϊ νηῒ μελαίνῃ, ἣ δὴ ἐν μεσσάτῳ ἔσκε, γεγωνέμεν ἀμφοτέρωσε”, ἤγουν, κατὰ τὸν ποιητήν, ἐπὶ τὰς Αἴαντος καὶ Ἀχιλλέως κλισίας. “ἤϋσε δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς” τὰ ῥηθησόμενα. Δίδωσι δὲ πορφύρεον Ὅμηρος φᾶρος τῷ Ἀγαμέμνονι ὡς βασιλεῖ. Ὃ καὶ ἔχων ἐκεῖνος ἐπιστρέφει οὕτω τοὺς θεατὰς Ἀχαιούς, καθὰ καὶ ἀλλαχοῦ παρεσημάνθη, τῷ παραδόξῳ τῆς θέας, κατασείων αὐτὸ καὶ οὕτω κατασιγάζων τὸν ὄχλον, ὡς ἐξακούεσθαι. Μέγα δὲ τὸ τοιοῦτον φᾶρος, δηλοῦν κατὰ τρόπον ποιητικοῦ συλλογισμοῦ, ὡς μέγας καὶ ὁ φορῶν καὶ εὐμήκης, καθὰ καὶ ἡ ἐν τοῖς ἑξῆς ἀπὸ αἰγίλιπος πέτρας καταρρέουσα κρήνη παραβολικῶς παριστᾷ. Ἐνταῦθα δὲ καὶ τὸ “χειρὶ παχείῃ” καιρίως λεχθὲν ἀνάπαλιν ἐπὶ γυναικὸς ἔχει κατεχούσης κληῗδα χειρὶ παχείῃ, ὡς καὶ προδεδήλωται. Τὸ δὲ κήλεον πῦρ, ὅ ἐστι καυστικόν, παρὰ τὸ κῆαι κατὰ τὸ δαιδάλεον καὶ τὸ τέλεον παρῆκται. αὐτά τε γὰρ ἐκ τοῦ δαιδάλειον καὶ τέλειόν εἰσι, καὶ αὐτὸ ἐκ τοῦ κήλειον. Τοῦ δὲ ποιπνύειν, ὃ πολλαχοῦ κεῖται, ἀρχὴ τὸ πονῶ πονύω, τουτέστιν ἐνεργῶ. καὶ ἔπαθε συγκοπὴν καὶ ἀναδιπλασιασμὸν καὶ ἐπένθεσιν τοῦ ι, καθά φασιν οἱ παλαιοί. Ἰστέον δὲ ὅτι τοῦ ἀναδιπλασιασμοῦ ἀφαιρεθέντος, ἤγουν τῆς ποι συλλαβῆς, τὸ πνύσαντι σύστοιχόν ἐστι τῷ πεπνυμένος, ὡς ἀπὸ θέματος τοῦ πνύω. Τὸ δὲ “μεγακήτεϊ” τὴν μεγάλην σημαίνει, ὡς τοῦ κήτους πολὺ δηλοῦντος μέγεθος, ἀφʼ οὗ κατά τινας, εἰ καὶ πάνυ σμικροπρεπῶς, ἀλλʼ ὅμως καὶ Λακεδαίμων κητώεσσα. Ἐν τῷ μέσῳ δὲ ἡ τοῦ Ὀδυσσέως ναῦς οὐ διὰ δειλίαν, ὡς οἱ ψέγοντες εἶπον, ἀλλʼ ἵνα τῷ στρατῷ οἷον καρδία τις εἴη, ἐκ τοῦ μέσου πᾶσιν ἐπαρκοῦσα τῷ ζωογόνῳ τῆς φρονήσεως. Διὸ καὶ ὁ βασιλεὺς ἐπʼ αὐτῆς ἵσταται, ὥστε γεγωνεῖν ἀμφοτέρωσε, ἤγουν ἐξάκουστον βοᾶν. Ἐπὶ τοιούτου γὰρ σημαινομένου τὸ γεγωνέναι εἴωθε τίθεσθαι. Γνώω γάρ, φασί, τὸ νοῶ, οὗ μέσος παρακείμενος γέγνωα, καὶ μεταθέσει γέγωνα, τὸ γνωστῶς βοῶ, ἐξ οὗ τὸ γεγωνέναι καὶ ὁ γεγωνώς καὶ τὸ γεγώνω παρὰ Σοφοκλεῖ, οἷον “τί γεγώνω”. Ὅτι δὲ καὶ γεγωνῶ περισπώμενον ῥῆμά ἐστιν, ἐξ οὗπερ οὐ μόνον τὸ γεγωνεῖν, ὅθεν τὸ γεγωνέμεν, ἀλλʼ ἀναλόγως καὶ μετοχὴ ἄρρητος γεγωνηκώς καὶ ἐν συγκοπῇ διʼ εὐφωνίαν γεγωνώς, ἥτις εὐφωνία ἐπραγματεύθη καὶ ἐν τῷ δέδοικα καὶ δεδοικώς ἐκ τοῦ δέδοιδα δεδοιδώς, πολλαχοῦ φαίνεται. Τὸ δὲ “ἐν μεσσάτῳ”, οὗ πρωτότυπον ὁ μέσος, ὡς ὁ τρίτος τοῦ τρίτατος, μεσαιτάτῳ λέγουσιν οἱ μεθʼ Ὅμηρον Ἀττικῶς. Διαπρύσιον δὲ ἢ τὸ φανερὸν καὶ διάδηλον, ὡς ἐκ τοῦ πυρσοῦ, ἤγουν φανοῦ, κατὰ μετάθεσιν τοῦ ρ, ἢ τὸ εἰς μακρὸν διῆκον καὶ διαπεράσιμον, ἐκ τοῦ περῶ περύω περύσω κατὰ συγκοπήν. Δῆλον δὲ ὅτι εὐρυβόας ἦν ὁ οὕτω βοῶν διαπρύσιον. Ἰστέον δὲ καὶ ὅτι Αἴας καὶ Ἀχιλλεύς, ὡς καὶ ἀλλαχόθεν δῆλόν ἐστι, “ἔσχατα”, τουτέστιν ἐν τοῖς ἐσχάτοις καὶ ἄκροις μέρεσι τοῦ ναυστάθμου, “νῆας ἐΐσας εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν”, κἀντεῦθεν μὴ δεδιότες ὡς ἀφύλακτοι τὰ ἐκ τῆς λείας κακά. Ὅτι δὲ ὕπεστιν ἄρρητος εὐθεῖα ἤνωρ ἤνορος, ὅθεν καὶ ἠνόρειος κτητικόν, ἐξ οὗ ἠνορέη, ἡ ἀνδρία, καὶ ὅτι Συρακουσία λέξις ὁ πίσυνος ἐκ τοῦ πείθω πείσω γινομένη, καὶ ἐν ἄλλοις δηλοῦται. Ἀναλογία δὲ τοῦ πίσυνος κατὰ τὸ δεσπόσυνος, θάρσυνος. τοιαῦτα δέ τινα καὶ τὸ εὐφρόσυνος, καὶ παρὰ τῇ τραγῳδίᾳ τὸ “ποὺς κηδόσυνος”. Ὅτι ἡ ῥηθεῖσα τοῦ βασιλέως ἐνταῦθα διαπρύσιος δημηγορία τοιαύτη ἐστὶν “αἰδώς, Ἀργεῖοι, κάκʼ ἐλέγχεα, εἶδος ἀγητοί, πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι, ἃς ὁπότʼ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε, ἔσθοντες κρέα πολλὰ βοῶν” τῶν, ὡς πολλαχοῦ δηλοῦται, “ὀρθοκραιράων, πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο, Τρώων ἄνθʼ ἑκατόν τε διηκοσίων τε ἕκαστος στήσεσθʼ ἐν πολέμῳ, νῦν δʼ οὐδʼ ἑνὸς ἄξιοί εἰμεν”, ἤγουν ἐσμέν, “Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ”. Ἐφʼ οἷς, ὡς εἰκός, ὁ αὐτὸς βασιλεὺς ἐφʼ οὕτω μεγάλῃ σχετλιάσας λύπῃ ἐρωτᾷ πάνυ περιπαθῶς στρέψας τὸν λόγον “Ζεῦ πάτερ, ἦ ῥά τινα”, ἤγουν ἆρα δή τινα ἤδη, “ὑπερμένεων βασιλήων τῇδʼ ἄτῃ ἄασας”, ἤγουν τοιᾴδε βλάβῃ ἔβλαψας, “καί μιν μέγα κῦδος ἀπηῦρας;” Εἶτα ὑπομνήσας ὧν ἀεὶ ἔθυε διὰ τὴν τῆς Ἰλίου ἅλωσιν καὶ εἰπών, ὡς “οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων, ἀλλʼ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρίʼ ἔκηα, ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι”, ἐπεύχεται περιπαθῶς ἀντιλαβεῖν μικρὰν γοῦν χάριν, τὸ τοὺς Ἀχαιοὺς περισωθῆναι. Φησὶ γὰρ “ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ· αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι, μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς”. καὶ ὁ Ζεὺς κατανεύει, ὡς εὐθὺς δηλωθήσεται. Καὶ ὅρα τὸ καὶ ἀλλαχοῦ κείμενον προοίμιον σφοδρῶς ἐξενεχθέν. Τρεῖς γὰρ κομματικὰς ἐννοίας ὀνειδιστικὰς ὁ πρῶτος ἔχει στίχος, ὧν ἡ κατάρχουσα καὶ ἐλλέλειπται διὰ συντομίαν καιρίαν, καὶ μάλιστα τὴν διὰ θυμόν. Τὸ γὰρ “αἰδὼς Ἀργεῖοι” ῥήματος ὑπαρκτικοῦ ἐλλιπῶς ἔχει, ἵνα λέγῃ· αἰδὼς ὑμῖν ἔστω ἢ αἰδώς ἐστι τὰ βλεπόμενα. Βαρὺς δὲ ὁ πᾶς λόγος τῷ βασιλεῖ ὀνειδισμόν τε σφοδρὸν ἔχων κατʼ Ἀχαιῶν καὶ ἐξ ἀποστάσεως ἐντυχίαν πρὸς Δία, οὐδʼ αὐτὴν ἀπηλλαγμένην ὀνείδους, εἰ λαβὼν πολλὰ ἐκεῖνος ὑπέρ τινος τέλους εἶτα οὐκ εὐοδοῖ ἐκεῖνο, καὶ ἐπὶ τούτοις ἐντρέπων τὸν Δία βιωτικώτερον, ὡς ἐπεὶ οὐ δίδως τὸ ζητηθέν, αὐτὸ γοῦν τοῦτο δὸς τὸ μὴ ἐξολέσθαι οὕτως ἡμᾶς. ὃ καὶ γενήσεται, οἷα δικαιώτατα αἰτηθέν. Ὅμηρος γὰρ τελεσφορεῖσθαι τὰς δικαίας εὐχὰς οἶδε. Τὸ δὲ “εἶδος ἀγητοί”, ὅ ἐστι θαυμαστοί, ὅτι ψόγον ἐμποιεῖ τοῖς μὴ καὶ τὰ ἔργα θαυμαστοῖς, πολλαχοῦ λέγεται. Δῆλον δὲ ὅτι τὸ “κακὰ ἐλέγχεα, εἶδος ἀγητοί” ἀντιθέτῳ ἔοικε σχήματι. Λέγει γὰρ ὅτι καλοὶ μὲν τὸ εἶδός ἐστε, κακοὶ δὲ τὰς πράξεις καὶ ἐλέγχιστοι. Τὸ δὲ “πῇ ἔβαν εὐχωλαί”, ἤτοι αἱ καυχήσεις, καὶ ἑξῆς ὁ στίχος ὅλος, καὶ τὸ “ἅς ποτε κενεαυχέες”, καὶ τὸ ἑξῆς, κατὰ πάντων ἐστὶ καίριον τῶν ἐν συμποσίῳ ἀλαζονευομένων. Ἔτι τὸ “πῇ ἔβαν εὐχωλαί” ἀπειλητῆρας δηλοῖ τοὺς Ἀχαιούς, ὃ καὶ ἀλλαχοῦ εἴρηται. Δηλοῖ δέ πως καὶ ὡς εἰς ἀέρα ἐκεῖναι κενῶς ἐσκεδάσθησαν. διὸ καὶ κενεαυχέας αὐτούς φησιν, ἤτοι αὐχοῦντας κενεά. Εἶεν δʼ ἂν οἱ τοιοῦτοι καὶ προδοσίκομποι κατὰ τοὺς παλαιούς, ὅ ἐστιν εἰς μάτην ὑποσχετικοί, οἱ τὰς ἑαυτῶν ὑποσχέσεις ἐν οὐδενὶ τιθέμενοι ἀλλὰ προδιδόντες. Τὸ δὲ “ἔφαμεν” παραμυθητικῶς ἔχει, λεαῖνον τὸ τραχὺ τοῦ λόγου, οἷα τοῦ βασιλέως κοινοποιουμένου τὸ ὄνειδος. Διὸ καὶ “οὐδʼ ἑνὸς ἄξιοί ἐσμεν” εἶπεν, ἵνα μὴ ἄγαν ὁ ὄχλος λυπῆται ἀκούσας τὸ “ἐστέ”. Ἦν γὰρ τῷ ὄντι σφοδρότατον ἀκοῦσαι ὡς οὔκ εἰσιν ἀξιόμαχοι, οὐδὲ πρὸς ἕνα γοῦν οἱ τοσοῦτοι, ὧν ἕκαστος ἔναντι ἑκατὸν καὶ διακοσίων ἠλαζονεύετο στῆναι, σοβούσης τῆς μέθης ἐν Λήμνῳ, ἣν καὶ πρὸ ὀλίγων πολύοινον ὁ ποιητὴς ἱστόρησε. Τὸ δὲ “ἃς ὁπότε” ἀντὶ τοῦ ποτέ εἴρηται, ἀσυνήθως μέντοι, διὸ καὶ σημειῶδές ἐστι. Τὸ δὲ “κρέα πολλά” ἀφειδῆ τε τὸν βασιλέα δαπάνης δηλοῖ καὶ δίαιταν ὑπογράφει στρατιωτικήν, ὡς δέον ὂν τοὺς τοιούτους μὴ συντήκεσθαι ὀλιγοσιτοῦντας. Τὸ δὲ “ἐπιστεφέας οἴνοιο” ἐκ τοῦ “ἐπεστέψαντο ποτοῖο” ὥρμηται, ὅπερ προδεδήλωται. Ἀφʼ οὗ καὶ ὁ ἡμέτερος Χρυσολόγος κρατῆρας ἐστεμμένους οἴνου φησίν. Ἰστέον δὲ ὡς, εἴπερ ἡ τροπὴ κρατῆρος οἶδε κεφαλὴν τὸ ἄνω αὐτοῦ ἄκρον κατὰ τὸ “κρατήρων κρᾶτα ἔρεψαι θαλλοῖς”, κεφαλῆς δὲ ἴδιον τὸ στέφεσθαι, ἀσφαλῶς ἄρα ἔχει τὸ λέγειν “κρατῆρας ἐπιστεφεῖς οἴνου”, ὥσπερ καὶ τὸ “κρατῆρας ἐπιστέφεσθαι ποτοῖο”. Τὸ δὲ “πίνοντες κρατῆρας” ἀφελῶς μὲν ἔχει, ἄλλως δὲ ἀσφαλῶς διὰ τὸν ἐμπεριεχόμενον οἶνον. οὐ γὰρ κρατὴρ ἢ ἀμφορεὺς ἢ πίθος πίνεται, ἀλλὰ τὸ ἐν αὐτοῖς ποτόν. Διʼ αὐτὸ δὲ λέγεται τὸ ἀγγεῖον πίνεσθαι, νοουμένου τοῦ περιεχομένου τῷ τοῦ περιέχοντος ὀνόματι. Τὸ δὲ “ἄντα ἑκατόν τε διηκοσίων τε” πάνυ ἐντρέπειν ἔχει τοὺς Ἕλληνας, ὡς ἑκάστου ἀλαζονευομένου μὲν τότε πρὸς ὑπερβολήν, ἄρτι δὲ εἰς τὸ μηδὲν περιελθόντος. Τοῦ δὲ τοιούτου λόγου πλεῖον ἐν Ὀδυσσείᾳ, οὐ μὴν πρὸς ἀλαζονείαν, τὸ καὶ τριηκοσίοις ἔχειν ἀντιστῆναι τὸν Ὀδυσσέα. Τὸ δὲ “οὐδʼ ἑνὸς ἄξιοί ἐσμεν” ἐν δυσὶ μέρεσι λόγου, συνείληπται ἀντὶ τοῦ “οὐδὲ κἂν γοῦν ἑνὸς ἀνδρός”. Καὶ ἔστιν ἑτεροῖον τοῦτο πρὸς τὸ ἄλλο “μηδείς”, τὸ ἀορισταῖνον καὶ ὡς ἓν λόγου μέρος λαμβανόμενον. ὅ τινες τῶν παλαιῶν οὐδὲ ἐκ τριῶν συγκεῖσθαι εἶπον τοῦ μη καὶ δε καὶ εἷς, ἀλλὰ τοῦ μη καὶ τοῦ δεις, ἀρρήτου ὀνόματος. Διὸ μηδὲ περισπᾶσθαι, ὡς ἀπὸ τοῦ εἷς ἑνός, ἀλλὰ ὀξύνεσθαι, ἵνα ᾖ, ὥσπερ κτείς κτενός, οὕτω καὶ δείς δενός καὶ μηδενός, ᾧ σύστοιχον καὶ τὸ οὐδείς οὐδενός. Δοκεῖ δὲ τὸ “οὐδʼ ἑνὸς ἄξιοι” σαφηνισθῆναι διὰ τοῦ προστεθεῖσθαι τὸ Ἕκτορος, οὗ μὴ προσκειμένου ῥητῶς ἦν ἂν τὸ “οὐδʼ ἑνός” νοούμενον τῇ ἐκφωνήσει ὡς ἓν μέρος λόγου ἀσυναλείπτως δίχα δασείας καὶ ἀποστρόφου, ὡς εἴπερ ἔλεγεν ὅτι τοῦ μηδενός ἐσμεν ἄξιοι. Τὸ δὲ “ἐμπρήσει” φαίνεται παρέλκον ἀφελῶς ἔχειν τὸ “πυρὶ κηλέῳ”, ὃ καὶ ἐπʼ ἄλλων πολλῶν γίνεται. Ἴσως δὲ καὶ πρὸς διαστολὴν εἴρηται μάχης, ἥτις ὡς δέμας πυρὸς εἰκάζεται, ἵνα λέγῃ ὅτι οὐ νικήσει μόνον καυστειρὰν ἀρτύων μάχην καὶ δέμας πυρὸς μαχόμενος, ἀλλὰ καὶ πυρὶ καύσει. Κήλειον δέ, ὡς καὶ πρὸ βραχέων ἐρρέθη, πῦρ, καὶ Ἰωνικῶς κήλεον, οὐ μόνον παρὰ τὸ κῆαι ἀλλὰ καὶ παρὰ τὸ κᾶλον, ὅ ἐστι ξύλον. ξύλοις γὰρ ὡς τὰ πολλὰ διοικονομεῖται ἡ καῦσις. Τὸ δὲ “ὑπερμενέων βασιλήων” διαστολήν τινα ἔχει. πολλοὶ μὲν γὰρ ἀφῄρηνται κῦδος μέγα βασιλεῖς, οὐ μὴν οὕτως ὑπερμενέες κατὰ τὸν Ἀγαμέμνονα. Τὸ δὲ “τῇδʼ ἄτῃ ἄασας” Ὁμήρῳ δόξαν ἐγράφη οὕτως. Ἦν δὲ καὶ κατὰ αἰτιατικὴν εἰπεῖν “τήνδʼ ἄτην ἄασας”, κατὰ τὸ βουλὴν ἐβούλευσας καὶ λόγον ἔλεξας, καὶ μυρία ὅσα τοιαῦτα. Ἐκ τοῦ ἄασας δὲ καὶ κατὰ κρᾶσιν ἆσας, ὡς τὸ “ἆσέ με δαίμονος αἶσα κακή” γίνεται ἀάτη καὶ κράσει ἄτη. Τὸ δὲ “κῦδος ἀπηῦρας”, ἤγουν ἀφείλου, ἐναντίον πρὸς τὸ ἐπαυρεῖν, ὃ γενικῇ συντάσσεται. Τὸ δὲ “περικαλλέα βωμόν”, οὐχʼ ἁπλῶς οὕτω εἰκαίους ποιεῖσθαι δηλοῖ τοὺς βωμούς, ἀλλὰ πρὸς κάλλος διασκευάζεσθαι, ἵνα μὴ μόνον θυσίαις θεραπεύηται τὸ τιμώμενον, ἀλλὰ καὶ κάλλει ἐπισκευῆς. Βωμὸν δὲ εἰπὼν προσηγορικῶς ἔφη ἀντὶ τοῦ βωμούς. Διὸ καὶ ἐπάγει “ἀλλʼ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρίʼ ἔκηα”, ἤγουν οὐδένα βωμὸν παρῆλθον ἀγέραστον, ἀλλʼ ἐπὶ πᾶσιν ἔθυσα. Τοῦ δὲ “πολυκλήϊδι” εὐθεῖα βαρύτονος διὰ σύνθεσιν ἡ πολυκλήϊς, ἐκτείνουσα τὴν λήγουσαν, ὡς προδεδήλωται. Τὸ δὲ “ἐνθάδε ἔρρων” βαρέως εἴρηται, φθορᾷ εἰκάζοντος τοῦ βασιλέως τὴν αὐτοῦ ἐν Τροίᾳ διαγωγήν. Μονονουχὶ γὰρ λέγει, ὅτι αὐτὸς φθίνων ὅμως τιμαῖς ηὖξόν σε, καλλύνων τέ σοι τὸν βωμόν, ὃν καὶ προϊὼν αὖθις περικαλλέα ἐρεῖ, καὶ θύων. Διὰ δὲ τῶν βοῶν καὶ τὰ λοιπὰ ὡς ἐκ μέρους δηλοῦνται βοσκήματα, καθὰ καὶ ἀνωτέρω ἐν τῷ “βοῶν ὀρθοκραιράων”, ἤτοι γαύρων καὶ ὀρθοκεφάλων ἢ ὀρθοκεράτων. Κραῖρα γὰρ Ἀττικῶς τὰ περὶ τὴν κεφαλήν, ὅθεν παρὰ τῷ Κωμικῷ ἐψίλωταί τις τὴν ἑτέραν ἡμίκραιραν, ἤτοι τὸ ἡμίκρανον. Ἐντεῦθεν δὲ καθʼ ὁμοιότητα καὶ νῆες ὀρθόκραιραι, ὧν τὰ ἄκρα εἰς ὀρθὸν ἀνίστανται. Δημὸς δέ, τὸ λίπος, ὀξύνεται μὲν πρὸς διαστολὴν τοῦ κατʼ ἀνθρώπους δήμου, πρὸς ὃ καὶ παίζει που ὁ Κωμικὸς “δημὸν βόειον”, ὡς ἐν παρῳδίᾳ, φράσας τὸν Ἀττικὸν δῆμον, οὐ διά τι βουγάϊον, ἀλλὰ διὰ τὸ ἁπλῶς ἀλόγιστον. καὶ οὕτω μὲν ὀξύνεται. Γίνεται δὲ παρὰ τὸ δαίω, τὸ καίω, εὐέξαπτον γὰρ τὸ λίπος. Τὸ δὲ “δημὸν καὶ μηρία” χρήσιμον εἰς τὸ “μηροὺς ἐξέταμον κατά τε κνίσσῃ ἐκάλυψαν”. ὃ γὰρ ἐκεῖ μηροὶ καὶ κνίσσα, τοῦτο ἐνταῦθα δημὸς καὶ μηρία. Τὸ δὲ “εὐτείχεον” παράγωγον τοῦ τεῖχος τείχεος, ὅθεν εὐθεῖα ἡ εὐτείχεος. Τὸ δὲ “ὑπεκφυγέειν καὶ ἀλύξαι” φανερῶς ταὐτολογοῦνται διὰ σύγχυσιν τὴν τοῦ λέγοντος. Ὅτι δὲ τὸ ἀλύξαι οὐ μόνον κοινότερον αἰτιατικῇ συντάσσεται, ἀλλὰ καὶ γενικῇ, δηλοῖ Σοφοκλῆς ἐν τῷ “οὐκ ἀλύξετον μόρου κακίστου”. Ὅτι Ζεὺς τὸν βασιλέα ᾤκτειρε κλαίοντα. Φησὶ γὰρ “ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δακρυχέοντα, νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδʼ ἀπολέσθαι”. Καὶ σημείωσαι τὸ “οὐδʼ ἀπολέσθαι”, ὡς συντελοῦν τι πρὸς τὸ “βούλομαι λαὸν σόον εἶναι ἢ ἀπολέσθαι”. Ὅρα δὲ τὸ τοῦ βασιλέως ἑτοιμόδακρυ, ὅπερ ἐν τοῖς ἑξῆς ἐπιταθήσεται. Δακρύει δὲ ἐπιλογικῶς μετὰ τὴν δημηγορίαν ἐν αὐτῇ τῇ ἀξιώσει τῇ πρὸς τὸν Δία, διὸ καὶ εἰσβαλὼν ἔλεον πείθει αὐτόν. Τὸ δὲ “πατὴρ ὀλοφύρατο” ἢ κατʼ ἐξοχὴν ἢ ἐλλειπτικῶς ἐρρέθη. τὸ μέντοι τέλειον “πατὴρ ἀνδρῶν τε θεῶν τε”. Κατάνευσις δὲ καὶ νῦν Διός, ἤτοι νεῦσις, ἡ ἐν διοσημίᾳ δήλωσις ἄνωθεν τοῦ μέλλοντος, ὡς καὶ προδεδήλωται. Διὸ ἐπάγει “αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν, νέβρον ἔχοντα ὀνύχεσσι, τέκος ἐλάφοιο ταχείης. πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν, ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί”. Ἐδήλου δὲ ὁ μὲν ἀετὸς τοὺς περὶ Ἕκτορα, οἳ σήμερον κρατοῦσι διὰ τὸν Δία, ὁ δὲ κρατούμενος νεβρός, ὁ τῆς φυζακινῆς καὶ δειλῆς ἐλάφου γόνος, τοὺς τεθηπότας καὶ κατεπτηχότας καὶ κρατουμένους Ἕλληνας, ἡ δὲ παρὰ τῷ βωμῷ τοῦ Διὸς καταβολὴ τοῦ νεβροῦ, ὡς ἐκφευξοῦνται τοὺς κρατοῦντας οἱ Ἕλληνες διὰ τὸν Δία, οὗ τὸν βωμὸν οὔποτε, ὡς ἐρρέθη, παρῆλθεν ἀγέραστον ὁ βασιλεύς. Ἔστι γὰρ ἀεὶ ἀμοιβὴ τῇ εὐσεβείᾳ. ὅθεν οὐδὲ μετὰ ὥρας τινὰς ἀλλʼ αὐτίκα ὁ ἀετὸς πέμπεται. Ὃν διὰ τί τελειότατον λέγει, ἐν τοῖς ἑξῆς ῥηθήσεται, ὅπου κείσεται καὶ εἴ τι ἄλλο λεχθῆναι χρὴ περὶ ἀετοῦ. Ἐνταῦθα δὲ ῥητέον ὅτι τε ἀετός παρὰ τὸ α ἐπιτατικὸν καὶ τὸ ἐτεόν ὠνόμασται οἱονεὶ ὁ ἀεὶ ἀληθὴς καὶ αἴσιος, καὶ ὅτι φέρεται μῦθος, ὅτε ὤδινεν ἡ Ῥέα γεννωμένου Διός, ἀετὸν φανῆναι. ὅθεν καὶ κατὰ τὴν ἀποκλήρωσιν τῶν Τιτάνων ὁ Ζεὺς αὐτὸν ἐν τῇ διανεμήσει τῶν πτηνῶν ἐπελέξατο. Νεβρὸς δὲ οὐ τελεία ἔλαφος, ἀλλʼ ὁ νεωστὶ βορὰν δεχόμενος. Διὸ πρὸς διασάφησιν περιφράσας ἐπήγαγε “τέκος ἐλάφοιο ταχείης”, τουτέστιν ᾗ τάχος ἐξαίρετον ἡ φύσις ἐφιλοτιμήσατο εἰς ἀποφυγὴν τῶν ἐπιβούλων. Φέρεται δὲ καὶ Ἀνακρέοντος χρῆσις αὕτη “οἷά τε νεβρὸν νεοθηλέα γαλαθηνόν”. Ἕτερος δέ τις γράφει οὕτω “ἐλάφων τὰ μὲν νέα νεβροί, αἱ δὲ ἀρτίως ἐκ νεβρῶν ἐπʼ ἐλάφους μεταβάλλουσαι καλοῦνται κεμάδες, τὰ δὲ τέλεια οὐκ ἄλλο τι ἢ ἔλαφοι.” Εἰ μὴ ἄρα, φησίν, οἱ ἀχαιΐναι καὶ οἱ σπαθίναι λεγόμενοι ἡλικίᾳ τινὶ διαφέρουσιν ἢ εἴδει καὶ κεράτων ἰδιότητι καὶ μεγέθει. Λέγει δʼ αὐτὸς καὶ τὰς πρόκας παρὰ Ἀρχιλόχῳ ἐπὶ ἐλάφου τεθεῖσθαι, παρʼ ᾧ καί τις διὰ δειλίαν προσωνομάσθη πρόξ. Εἰς δὲ τοὺς ῥηθέντας ἀχαιΐνας ἐνθυμητέον τὴν παρʼ ἑτέρῳ ποιητῇ ἀχαιϊνέην ἔλαφον, περὶ ἣν πολλὰ πονοῦνται οἱ ἐξηγηταί. Εἰ δὲ καὶ αἱ δορκάδες καὶ αἱ ζόρκες ἐλάφου εἴδη κατὰ τὰς πρόκας, ἄλλοθι ζητητέον. Τὸ δὲ νεβρόν κατὰ πτῶσιν αἰτιατικὴν κείμενον ἐν ἀρχῇ στίχου καὶ αὖθις ἐν τέλει ἑτέρου στίχου σχῆμα ἐθέλει κύκλου περιαγαγεῖν. Περικαλλέα δὲ καὶ νῦν βωμὸν λέγει, ἐπεί, ὡς πρὸ ὀλίγων ἐρρέθη, κοσμίως καὶ αὐτὸν ἔχειν ἐφιλοτιμοῦντο οἱ παλαιοί. ᾌδεται γοῦν καὶ Παριανὸς βωμὸς ἐπὶ μεγέθει καὶ Ἐφέσιος δὲ κεράτινος. Πανομφαῖος δὲ Ζεὺς κατὰ μὲν ἀλληγορίαν, εἰς ὃν πᾶσα ὀμφή, ἤγουν ἁπλῶς φωνή, ἀνάγεται, τουτέστιν ὁ πάσης φωνῆς αἴτιος ἀήρ. Φωνὴ γὰρ ἀέρος ἐστὶ πληγή. Κατὰ δὲ μῦθον πανομφαῖός ἐστιν ὁ πάσης μαντείας αἴτιος. οἱ γὰρ ἄλλοι πάντες ὑποφῆται Διός εἰσιν, εἴτε δαίμονες ἐκεῖνοι εἴτε ἄνθρωποι. Ὀμφὴ δὲ κυρίως ἡ ἀληθὴς φήμη ἡ τὸ ὂν φαίνουσα, ὡς καὶ ὄνειρος κατὰ κυριολεξίαν τὸ ἀληθὲς ἐνύπνιον, διʼ οὗ τὸ ὂν εἴρεται. Ἡ δʼ αὐτὴ ὀμφὴ καὶ κληδὼν λέγεται, ὥστε τὸν ὀμφαῖον εἶναι πάντως καὶ κληδόνιον. Ἅπαξ δὲ τὸ πανομφαῖος εἶπεν ὁ ποιητής, ὡς παρετήρησαν οἱ παλαιοί. Τὸν δὲ ἀετὸν καὶ ὄρνιν λέγει, τουτέστι σημαντικὸν τοῦ μέλλοντος, ὡς καὶ ἐν τοῖς ἑξῆς που φανήσεται. Φησὶν οὖν “οἳ δʼ ὡς οὖν εἴδοντο ὅ τʼ ἂρ ἐκ Διὸς ἤλυθεν ὄρνις, μᾶλλον ἐπὶ Τρώεσσι θόρον”, τουτέστι κατὰ Τρώων ὥρμησαν, “μνήσαντο δὲ χάρμης”. Καὶ σημείωσαι τὴν Ἑλληνικὴν καὶ ἀνδρίαν καὶ πολυπειρίαν, ταύτην μὲν ὅτι οὐ δέονται μάντεως ἑρμηνέως ἀλλʼ αὐτοὶ τὸν οἰωνὸν συμβάλλονται »μάντεων, ὅ φασιν, «ὑπέρτερον», ὃ δὴ παροιμιωδῶς κεῖται παρὰ τῷ Σοφοκλεῖ, καὶ ἀναθαρροῦσιν, ἐκείνην δὲ ὅτι ἀνδρίζονται οἱ οὕτω κακῶς διατεθειμένοι ἅμα ῥοπῇ βραχείᾳ τῇ ἐκ τοῦ ὄρνιθος. Φησὶ γοῦν· «ἔνθʼ οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων εὔξατο», τουτέστιν ἐκαυχήσατο, «Τυδείδαο πάρος», ἤγουν πρὸ τοῦ Διομήδους, «ἐχέμεν ὠκέας ἵππους τάφρου τʼ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι. ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστήν», Ἀγέλαόν τινα ὁμώνυμον τῷ ἐν Ὀδυσσείᾳ, μετὰ δʼ αὐτὸν οἱ βασιλεῖς καὶ οἱ ἑξῆς. Φησὶ γὰρ «τὸν δὲ μετὰ Ἀτρεῖδαι, Ἀγαμέμνων καὶ Μενέλαος, τοῖσι δʼ ἔπʼ Αἴαντες, θοῦριν ἐπιειμένοι ἀλκήν, τοῖσι δʼ ἔπʼ Ἰδομενεύς» καὶ Μηριόνης, ὃν καὶ ἐπιθέτοις ἀρεϊκοῖς τιμᾷ, τοῖσι δʼ Εὐρύπυλος καὶ ἕτεροι, «Τεῦκρος δʼ εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων». Καὶ ὅρα ὡς κἀνταῦθα εἰς τὸν ἐννέα ἔστησεν ἀριθμὸν τοὺς ἀριστέας ὁ τὴν ἐννεάδα διὰ τὰς Μούσας φιλῶν ποιητής. Ἀριστεύει δὲ πρὸ πάντων Διομήδης οἷα πρῶτος ὑποστρέψας, ὡς καὶ ὕστερον φεύγων. Τὸ δὲ εἰς αὐτὸν ποιηθὲν «ἔνθʼ οὔτις πρότερος» καὶ ἑξῆς, παρῳδηθὲν εὐφυῶς οἰκεῖον ἔσται παντὶ πρωταγωνιστῇ. Τὸ δὲ «πολὺ πρῶτος» οὐκ ἀναγκαίως μὲν ἐπῆκται μετὰ τὸ «οὔ τις πρότερος» Διομήδεος ἐξήλασε, ποιεῖ δὲ ὅμως κάλλος τὸ κατὰ ἄρσιν καὶ θέσιν. ἄρσις μὲν γὰρ τὸ «οὔ τις πρότερος», θέσις δὲ τὸ «ἀλλὰ πολὺ πρῶτος». Ἔτι δὲ καὶ ἐνδιαθέτως ταὐτολογεῖ ὁ ποιητὴς φιλῶν τὸν ἥρωα. ταὐτὸν γάρ πως τὸ «οὔ τις πρότερος Διομήδους», καὶ τὸ «ἀλλὰ πολὺ πρῶτος αὐτός». Κατὰ τοιαύτην δὲ φιλίαν καὶ Ἀτρεῖδαι εἰπὼν οὐκ ἠρκέσθη, ἀλλὰ καὶ νῦν πρὸς ὄνομα ἐξεφώνησε τοὺς φίλους αὐτῷ κοσμήτορας εἰπὼν «Ἀγαμέμνων καὶ Μενέλαος». Τὸ δὲ «τοῖσι» τρὶς τεθὲν ἐν καταρχῇ στίχων μετὰ τῆς ἐπι προθέσεως καὶ τοῦ δε συνδέσμου κάλλος καὶ αὐτὸ ποιεῖ τὸ κατʼ ἐπαναφοράν, ἁβρύνοντος οὕτω τοῦ ποιητοῦ τὴν φράσιν διὰ τοὺς καλοὺς ἥρωας. Ἐπιειμένοι δὲ ἀλκὴν ἀντὶ τοῦ προβεβλημένοι, ὡς πολλαχοῦ κεῖται, καὶ φανερὰν ἀνδρίαν ἔχοντες, ἢ οὐχʼ ὅπλοις ἀλλʼ αὐτόχρημα τῇ ἀνδρίᾳ σκεπόμενοι, ὃν τρόπον καὶ ὁ βασιλεὺς ἀναιδείην που ἐπιειμένος εἴρηται. Τὸ δὲ «εἴνατος», καθὰ καὶ ἀλλαχόθι δηλοῦται, ποιητικὴν ἐπένθεσιν ἔχει τοῦ ἰῶτα, ὡς ἀπὸ τοῦ ἔνατος, ὅπερ οἱ μὲν λόγιοι διʼ ἑνὸς νῦ γράφουσιν ὡς ἀπὸ τοῦ νέατος, ὃ δηλοῖ τὸν ἔσχατον. παρέσχατος γὰρ ὁ ἐννέα ἐν μοναδικοῖς ἀριθμοῖς. ἢ καὶ ἄλλως, διὰ παραγωγῆς ἀλλοίωσιν. Ὡς γὰρ τέτταρα μὲν ἐν δυσὶ ταῦ, τέταρτος δὲ ἐν ἑνί, ἐξ οὗ ὁ τέτρατος, οὕτω καὶ ἐννέα ἔνατος. Οἱ δὲ χύδην βάζοντες διπλασιάζουσι καὶ ἐν τῷ ἔννατος διʼ ἀναλογίαν τὸ ἀμετάβολον, οἷς δοκεῖ καὶ τροπῇ τοῦ ἑνὸς ν εἰς ι γενέσθαι ἀπὸ τοῦ ἔννατος τὸ εἴνατος, ὡς καὶ αἰεί αἰέν, καὶ ἐνείκω ἐνέγκω. ὅτι δὲ ταῦτα ἀντιλέγονται, δῆλον. Ὅρα δὲ καὶ τὸ «Τεῦκρος ἦλθε». Διομήδης μὲν γὰρ εἷλεν ἄνδρα, ὁμοίως δὲ καὶ ἕκαστος τῶν μετʼ αὐτόν. Τεῦκρος δὲ οὐχʼ εἷλεν οὐδένα, ἀλλʼ ἦλθε τοξεύσων. Παλίντονα δὲ δοκεῖ μὲν ἅπαντα εἶναι τὰ τόξα. Ἡρόδοτος δὲ ἐπιστήσας τινὶ ἔθνει παλίντονα τόξα ἔχοντι ὑπέβαλε νοεῖν μὴ πᾶν τόξον εἶναι παλίντονον ἁπλῶς, ἀλλὰ κυρίως καὶ μάλιστα τὸ κατʼ ἐπίτασιν ἔμπαλιν τεινόμενον, ὡς καὶ οὕτω κυκλοτερὲς γίνεσθαι, ἢ καὶ ἄλλως φράσαι, τὸ ἐπὶ θάτερα μέρη κλινόμενον, ὥς φασιν οἱ παλαιοί. Τὸ δὲ τιταίνειν, ὅ ἐστι τείνειν, παράγει μὲν καὶ τοὺς Τιτᾶνας κατὰ τὸν Ἡσιόδου μῦθον, καὶ διὰ μέσων αὐτῶν τὸ προδηλωθὲν ἐν Βοιωτίᾳ τίτανον. Κυριολεκτεῖται δὲ καὶ ἐπὶ ταλάντων, ἃ τὸν ἄλλον καιρὸν ἀνιέμενα ἐν τῇ ζυγοστατήσει τείνονται. Διὰ μέσων δὲ τῶν εἰρημένων κεῖται καὶ διασάφησις μεταφρένου, ἡ προδεδηλωμένη, οὕτως· «μεταφρένῳ ἐν δόρυ πῆξεν ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν», ταὐτολογήσαντος καὶ ἐν τούτοις τοῦ ποιητοῦ ὡς αὐτῷ σύνηθες. Ὅτι Τεῦκρος ὑποδὺς τὸ τοῦ Αἴαντος σάκος μάχεται νῦν, καινὸν τοῦτον ἐπινοησάμενος ὁπλισμόν. τοξότης γὰρ ἦν καὶ διὰ τοῦτο ἄφρακτος καὶ ἐλαφρὸς ὁπλίτης καὶ οὐ προσήκων τοιούτῳ πολέμῳ. Δεξιότης δὲ Ὁμηρικὴ καὶ τὸ ποιῆσαι τὸν μὲν Αἴαντα οὐ μαχόμενον, τὸν δὲ Τεῦκρον ἀσπιζόμενον ὑπʼ αὐτοῦ καὶ κρυπτόμενον οἷα πύργῳ τινὶ κἀκεῖθεν ὡς ἀπὸ ἐπάλξεως βάλλοντα. Γράφει δʼ ἐνταῦθα Ὅμηρος οὕτω «στῆ δʼ ἂρ ὑπʼ Αἴαντος σάκεϊ Τελαμωνιάδαο. ἔνθʼ Αἴας μὲν ὑπεξέφερε σάκος, αὐτὰρ ὅ γʼ ἥρως», ἤγουν ὁ Τεῦκρος, «παπτήνας, ἐπεὶ ἄρ τινα ὀϊστεύσας ἐν ὁμίλῳ βεβλήκει, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὤλεσεν, αὐτὰρ ὃ αὖτις ἰών», ἤτοι ἀναποδίζων, «πάϊς ὣς ὑπὸ μητέρα δύσκεν εἰς Αἴαντα· ὃ δέ μιν σάκεϊ κρύπτεσκε φαεινῷ». Καὶ ὅρα κἀνταῦθα σύντομον καιρίως παραβολήν, ἐν ᾗ τὸ εὐνοϊκόν τε τοῦ Αἴαντος ἐπὶ τῷ Τεύκρῳ δηλοῦται, καὶ τὸ πολὺ τοῦ μεγέθους τοῦ τε σάκους καὶ τοῦ ἥρωος, καὶ τὸ ἄοπλον τοῦ τοξότου, καὶ τὸ δεξιὸν εἰς ἐπίκρυψιν, καὶ ὡς πάνυ ἐφοβεῖτο τὸν Ἕκτορα. Ὅρα δὲ καὶ ὅτι τῶν ἄλλων ἀριστέων ἀνδραγαθούντων αὐτοχειρίᾳ, ὁ μέγας Αἴας αὐτό τε ἐποίησε μετὰ τοὺς βασιλεῖς, καὶ διὰ τοῦ ἀδελφοῦ δὲ ἀτεχνῶς ὑπασπιζομένου ἀριστεύει, δοκῶν αὐτὸς πράττειν οἷς ἐκεῖνον ἀριστεύοντα συνετήρει, ὡς ἀπὸ πύργου τοξεύοντα, στάσιμος καὶ ἄλλως ὢν καὶ οὐχʼ ὁρμητίας καὶ εἰς τοὺς ἑξῆς δὲ κινδύνους φυλαττόμενος. Ἡ δὲ ὑπο πρόθεσις ἐνταῦθα καὶ δοτικῇ συντέτακται Ἀττικῶς ἐν τῷ «ὑπʼ Αἴαντος σάκεϊ», καὶ αἰτιατικῇ κοινότερον ἐν τῷ «ὑπὸ μητέρα». Τὸ δὲ «στῆ δʼ ἄρ» παρεσημάνθη καινότητος χάριν, ὡς τοῦ Τεύκρου μὴ κατακλωμένου ἔσω τοῦ ἀδελφικοῦ σάκους ὑπὸ στενοχωρίας, ἀλλʼ ὀρθοῦ ἑστῶτος. Τὸ δὲ «ὑπεξέφερεν» οὐδʼ αὐτὸ κενῶς ἐστοίβασται προθέσεσιν, ἀλλʼ ἡ μὲν εξ φορὰν δηλοῖ τῆς ἀσπίδος ἐπὶ τὸ ἔξω καὶ πορρωτέρω τοῦ κατὰ τὸν Αἴαντα στήθους, ἡ δὲ ὑπο τὸ κρυφαῖον σημαίνει καὶ λεληθὸς τοὺς ἐχθρούς. λάθρα γὰρ ἐξανοίγων ὁ Αἴας τὸν ἑπταβόειον θυρεὸν ἐνεδίδου τῷ ἀδελφῷ βαλεῖν, εἶτʼ αὖθις ἔσκεπε, ποιῶν μόνος αὐτὸς διʼ εὐρύτητα ἑαυτοῦ τε καὶ τοῦ σάκους, ὅπερ οἴδαμεν τοὺς ἄλλους σύνδυο πράττειν ἐπὶ τοῖς οὕτω βάλλουσιν ἀπὸ ἀσπίδων σκεπάσματος. Τὸ δὲ «αὐτὰρ ὅ γʼ ἥρως παπτήνας» καὶ ἑξῆς, δόξοι ἂν σόλοικον εἶναι, εἰ μή τις ἀναστρέψας τὴν φράσιν καταστήσει τὴν σύνταξιν οὕτως· Ἐπειδὰν δὲ ὁ ἥρως παπτήνας βάλοι τινὰ ὀϊστεύσας ἐν ὁμίλῳ, ὁ μὲν βληθεὶς ἔκειτο πεσών, Τεῦκρος δὲ ἀναχωρήσας ἐγίνετο ὑπὸ τῷ σάκει τοῦ Αἴαντος. Ἐστρύφνωται οὖν ἡ φράσις ἐπίτηδες ἀκολούθως τῇ ἐνταῦθα συγχυτικῇ ἀγωνίᾳ τῶν ἡρώων, ἴσως δὲ καὶ λόγῳ ποιητικοῦ σχεδιασμοῦ διὰ τὸ ἀμελέτητον. Τὸ δὲ «δύσκεν εἰς Αἴαντα» σεμνότερον τοῦ εἰπεῖν ὑπὸ Αἴαντα. τὸ γὰρ τοιοῦτον οἰκεῖον ἦν βρέφει τῷ, ὡς εἴρηται, ὑπὸ τὴν μητέρα δύντι. Ὅτι ἐνδιάθετον σχῆμα, ὡς ἐν θαύματι, τὸ «ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων». Καὶ μὴν οὐ πολλοὺς πάνυ ἀλλά, ὡς καὶ ἐκεῖνος λέγει, ὀκτὼ μόνους ἀνεῖλε. Διὸ οὐδὲ ἠξίωσεν εἰπεῖν καὶ ἐνταῦθα ὁ ποιητὴς «τίνα πρῶτον, τίνα δʼ ὕστατον», ὡς ἐποίησεν ἀλλαχοῦ. Ἐν δὲ τοῖς ῥηθεῖσιν ὀκτώ, οὓς ἕως νῦν ἔρριψεν ὁ Τεῦκρος, ὀνομάζει τινὰ ὁ ποιητὴς Ἁμοπάονα, ὃν οἱ γράφοντες ἅμʼ ὀπάονα ἐν δυσὶ μέρεσι λόγου σφάλλονται τῆς ὀρθότητος. Ὅτι τὸ ὀϊστοῖς θανατοῦν ἀπὸ τόξου ἀπόλλειν φησίν, ἔνθα τὸν Τεῦκρον ἰδὼν γήθησεν «Ἀγαμέμνων τόξου ἀπὸ κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας». Καὶ ὅρα τὸ «κρατεροῦ», ἐξ οὗ καθʼ ὁμοιότητα καὶ ἀνὴρ κρατερός καὶ μῦθος κρατερός καὶ Ἀΐδης πυλάρτης κρατερός. Ὅτι δεῖ τοὺς στρατηγοὺς περιϊέναι ἀναγκαίως τὰ κατὰ τὴν μάχην καὶ τοὺς πολεμιστὰς ἐφορᾶν, ὡς ἂν καὶ ἐκεῖνοι ἐπιστρεφῶς ἔχοιεν τοῦ ἀριστεύειν, εἰδότες ὡς ἐπιστατοῦσι τοῖς αὐτῶν ἔργοις οἱ στρατηγοί, καὶ αὐτοὶ δὲ εἰδεῖεν, τίς μὲν ὁ ἀριστεύων, τίς δὲ ὁ ἐθελοκακῶν ἢ καὶ λειποτακτῶν, καὶ τὸν μὲν γεραίρωσι, τὸν δὲ ἐρεθίζωσι, τὸν δὲ κολάζωσι. Χρὴ δὲ καὶ ὑποσχέσεσιν ἀγαθαῖς ἐπαίρειν τοὺς μαχομένους, ὡς ἂν ἔχοιεν τὰ ἐν ἐλπίσι δῶρα, οἷον ἄπονα λάφυρα, ἃ δὴ πάντα καὶ Ἀγαμέμνων, ὡς εἰκός, ἐποίει. Οὔκουν ἔλαθεν αὐτὸν ἄρτι οὐδʼ ὁ Τεῦκρος ἀριστεύων. Διὸ στὰς παρʼ αὐτὸν λόγοις τε ἐξαίρει καὶ δώρων ὑποσχέσεσιν ἐπαίρει διαθερμαίνων εἰς πόλεμον, εἰπὼν «Τεῦκρε, φίλη κεφαλή, Τελαμώνιε, κοίρανε λαῶν, βάλλʼ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι πατρί τε σῷ Τελαμῶνι, ὃς ἔτρεφε τυτθὸν ἐόντα, καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ. τὸν καὶ τηλόθʼ ἐόντα ἐϋκλείης ἐπίβησον. σοὶ δʼ ἐγὼν ἐξερέω, ὡς καὶ τετελεσμένον ἔσται· αἴ κέν μοι δῴη Ζεὺς καὶ Ἀθήνη Ἴλιον ἐξαλαπάξαι, πρώτῳ τοι μετʼ ἐμὲ πρεσβήϊον ἐν χερσὶ θήσω, ἢ τρίποδα ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν ἠὲ γυναῖχʼ, ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι». Ἐφʼ οἷς ὁ Τεῦκρος λαλεῖ καὶ ποιεῖ τὰ δηλωθησόμενα. Ἰστέον δὲ ὅτι ἐν τῷ «φίλη κεφαλή» τὸν ὅλον Τεῦκρον ἐδήλωσεν ἀπὸ τοῦ καιριωτάτου μέρους. Καθόλου γὰρ οὐκ ἔστιν ἄλλως ἀπὸ μέρους καλέσαι τὸ ὅλον, εἰ μὴ τὸ μέρος ἐκεῖνο εἴη λόγου ἄξιον. Τοιοῦτον σὺν ἄλλοις καὶ τὸ «ὤνησας κραδίην Διός», ἤγουν αὐτὸν τὸν Δία, καὶ τὸ «ἤγομεν ἐνθάδε πάντα». Ἐκ μέρους γὰρ τοῦ τῶν ἀγομένων ἐμψύχων καὶ τὰ φερόμενα ἐξ αἰχμαλωσίας ὡς ἄψυχα ἐδήλωσε, τουτέστι τὰ φορτίου δίκην βασταζόμενα. Ἰστέον δὲ ὡς Ὁμήρου ἀρχὴν ἐνδόντος λαλεῖται παρὰ τοῖς ὕστερον οὐ μόνον τὸ τιμία κεφαλὴ καὶ ἀξία τοῦ παντὸς καὶ σεβασμία, καὶ ὅσα τοιαῦτα σεμνά, ἀλλὰ καὶ ἀνάπαλιν. Κακὴ γοῦν κεφαλή ποτε καὶ ἀναιδὴς καὶ μισητὴ καὶ τοιαῦθʼ ἕτερα. Τὸ δὲ «βάλλʼ οὕτως» καὶ ἑξῆς ὁ στίχος ὅλος, εἴωθεν ἐπιλέγεσθαι τῷ ἐπιτυχῶς εἰς ἔργον σπεύδοντι. Βάλλειν γὰρ τὸ ἐπιτυγχάνειν καὶ ἐνταῦθα. οὐ μὴν ἔστι νοῆσαι βάλλειν ἄρτι καὶ τὸ ἁπλῶς ἀφιέναι βέλος ἐκ τόξου, καὶ ὡς ἄν τις εἴποι, ῥίπτειν. Καὶ συλλαλεῖ τῇ ἐννοίᾳ ταύτῃ καί τις παλαιὸς αἶνος, ἤγουν γρῖφος, εἰπεῖν δὲ σαφέστερον, αἴνιγμα, κείμενον παρὰ Κλεάρχῳ, εἰπόντι ἐμμέτρως οὕτω «αἶνός τίς ἐστιν ὡς ἀνήρ τε κοὐκ ἀνήρ, ὄρνιθά τε κοὐκ ὄρνιθα, ἰδών τε κοὐκ ἰδών, ἐπὶ ξύλου τε κοὐ ξύλου, καθημένην τε κοὐ καθημένην, λίθῳ τε κοὐ λίθῳ, βάλοι τε κοὐ βάλοι». Ἐνταῦθα γὰρ τὸ μὲν βάλοι ἀντὶ τοῦ ἀφήσοι, πέμψοι, ῥίψοι, τὸ δὲ οὐ βάλοι ἀντὶ τοῦ οὐκ εὐστοχήσοι, οὐκ ἐπιτύχοι, ἵνα λέγῃ τὸ συμποσιακὸν ἐκεῖνο γριφῶδες πρόβλημα, ὅτι εὐνοῦχος νυκτερίδα θεασάμενος καὶ οὐ παριδὼν ἐπὶ νάρθηκος κυρίως μὲν οὐ καθημένην, ἄλλως δὲ καθημένην, ἐπειδὴ τὰ πτηνὰ καθέζεσθαί φαμεν, ὅτε μὴ πέτανται, ψευδολίθῳ κισσήρει βάλοι μὲν κατὰ μόνην ῥῖψιν καὶ ἄφεσιν κισσήρεως, οὐ μὴν καὶ βάλοι ἐπιτυχῶς καὶ εὐστόχως. Ἵνα νοῆται, ὅτι ἀφῆκε μὲν βέλος κίσσηριν, οὐκ ἐπέτυχε δέ. ὥστε βαλεῖν ἔσται ποτὲ καὶ τὸ ἁπλῶς ἀφεῖναι βέλος ἐφέσει τοῦ τυχεῖν. Φῶς δὲ κἀνταῦθα τὴν νίκην λέγει, ὡς τῶν ἡττωμένων ὑπὸ σκότει δοκούντων εἶναι, καθὰ καὶ Πίνδαρος φράζει σαφῶς. Κατὰ πλεονασμὸν δὲ τὸ φῶς γίνεται φόως, ὡς καὶ ἡ Κῶς Κόως. Τὸ δὲ «ὃς ἔτρεφε» λείπεται τῆς σε ἀντωνυμίας. Τὸ δὲ «ἐόντα» τρὶς ἐνταῦθα κεῖται διὰ τὸ καίριον· τυτθὸν ἐόντα, νόθον ἐόντα, τηλόθι ἐόντα. Νόθον δὲ τὸν Τεῦκρον ὁ βασιλεὺς λέγει ἁπλοϊκῶς αὐτὸ λέγων τὸ ὄν, οὐ μὴν ὀνειδίζων ὅτε καὶ κολακεύειν ἐχρῆν. Δῆλον δʼ ὅτι οὐδʼ ἦν ἐν ὀνείδει τοῖς παλαιοῖς ἡ νοθεία. Ἐπεὶ γὰρ νενόμιστο παλλακὰς ἔχειν, διὰ τοῦτο καὶ οἱ ἐξ αὐτῶν νόθοι μὲν ἐκαλοῦντο ἀκαταγνώστῳ καὶ ἀνεμεσήτῳ κλήσει, οὐδὲν δὲ ἧττον ἐτιμῶντο τῶν γνησίων οἱ ἐν νόθοις ἀγαθοί, ἐπεὶ οὐδὲ ἡ παλλακὴ ἐφύβριστον ἦν ὄνομα. Πόθεν δὲ γίνεται ὁ νόθος, ἡ Ὀδύσσεια δηλοῖ. Βασιλικὸς δὲ ἦν εὐγενὴς ὁ Τεῦκρος Ἡσιόνῃ γεννηθείς, τῇ ἀδελφῇ τοῦ Πριάμου, ἣν ὁ Τελαμὼν γέρας ἔλαχε πολέμου ἐν Τροίᾳ ποτὲ ὑφʼ Ἡρακλέους, ὅτε διὰ τοὺς ἵππους τοῦ Λαομέδοντος πλεύσας εἷλε τὴν Τροίαν. Διὸ καὶ οἰκείως Τεῦκρος ἐκλήθη, ὄνομα τοῦτο ἐπιχώριον τοῖς Τρωσί. Τεῦκροι γὰρ οἱ Τρῶες, ἢ Τευκροί ὀξυτόνως, ὡς πολλοῖς δοκεῖ τῶν παλαιῶν, ἀπό τινος ὁμωνύμου ἀνδρός. ὅθεν οἰκεῖόν ἐστι Τεῦκρον καλεῖσθαι τὸν προσεχῶς μὲν Σαλαμίνιον υἱὸν Τελαμῶνος, ἀνέκαθεν δὲ Τρωϊκόν. Τὸ δὲ «ᾧ ἐνὶ οἴκῳ» διασαφητικόν ἐστι τοῦ κομίσατο, ὅ ἐστι κομιδῆς ἠξίωσε. κομίζει μὲν γάρ τις ἄγων τινὰ εἰς οἶκον, ἐπιμελείας δὲ ἀξιοῖ οὐκ εἰς οἶκον, ἀλλʼ ἐν οἴκῳ. Τὸ δὲ «ἐπίβησον εὐκλείας», ἀντὶ τοῦ ἐπιβίβασον, ὅμοιόν ἐστι τῷ «αὐτονυχεὶ νηῶν ἐπιβησέμεν». Τοιοῦτον δὲ καὶ τὸ «κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν», καὶ παρὰ Σοφοκλεῖ τὸ «εὐσεβείας ἐπιβαίνοντες», ἤγουν εὐσεβοῦντες. Λέγει οὖν ὅτι ἀναβίβασον εἰς εὔκλειαν τὸν πατέρα σου, εἰ καὶ τηλόθι ἐστίν. Ὡς γὰρ θανὼν πατὴρ κλεΐζοιτʼ ἂν ὑπὸ παιδὸς ἀγαθοῦ, ὡς οἷον ἀναγόμενος ἄνω τῷ κλέει, φελλοὶ ὅπως δίκτυον ἀνέχουσιν ἄνω κατʼ Αἰσχύλον, οὕτω καὶ τηλόθι ὢν κλέος ἔχει. Ἔστι δὲ τὸ «ἐϋκλείης ἐπίβησον» περίφρασις τοῦ κλέϊσον. Οὕτω δὲ καὶ τὴν Ἴλιον περιφραστικῶς Ἰλίου εὐκτίμενον πτολίεθρον λέγει, ὡς καὶ ἀλλαχοῦ Τροίης ἱερὸν πτολίεθρον ἀντὶ τοῦ Τροίαν. Τὸ δὲ «πρώτῳ σοι μετʼ ἐμέ» πρὸς ἀκρίβειαν ὑποσχέσεως κεῖται, ἵνα μὴ καὶ πρὸ αὐτοῦ τοῦ βασιλέως λαβεῖν ἴσως ἐθελήσῃ πρεσβεῖον ὁ Τεῦκρος, ὅπερ ἐζήτησεν ἄν, εἰ μὴ τὸ μετʼ ἐμὲ νῦν προσέκειτο. Πρόσκειται δὲ τὸ τοιοῦτον καλῶς, ἵνα τὸ βασιλικὸν καὶ οὕτω φυλάττοιτο σέμνωμα καὶ μὴ τὸ καθῆκον κλέος εἰς οὐδὲν δέον πρόοιτο ὁ βασιλεύς. Τὸ δὲ πρεσβήϊον, ἤτοι πρεσβεῖον, δῶρον δηλοῖ τίμιον, ἤγουν τοῖς πρεσβυτέροις καὶ ἐντίμοις διδόμενον, ὅπερ ἀριστεῖον οἱ μεθʼ Ὅμηρόν φασιν, ἵνα ἐπεὶ οἱ αὐτοὶ καὶ γέροντες λέγονται καθʼ Ὅμηρον ὡς τίμιοι καὶ ἀριστεῖς δέ εἰσιν, εἴη καὶ τὸ αὐτῶν γέρας καὶ ἀριστεῖον διὰ τοὺς ἀρίστους καὶ πρεσβεῖον διὰ τοὺς κατὰ τιμιότητα γέροντας. Μικρὸν μὲν οὖν τρίπους ἢ ξυνωρὶς ἢ γυνὴ αἰχμάλωτος, μέγα δὲ ἄλλως ἕκαστον τούτων, ὡς γέρας. Ἀχιλλεὺς μὲν οὖν γυναικὸς τοιαύτης στερηθεὶς τὴν θρυλουμένην μῆνιν ἔπαθε. Τεῦκρος δὲ ἐκ τοιούτου δώρου Τελαμωνιάδης ἐστί. Τὸ δὲ «αὐτοῖσιν ὄχεσφιν» ἀντὶ τοῦ σὺν αὐτοῖς ἅρμασιν Ἀττικῶς. Ἓν δὲ νοητέον ἅρμα διὰ τοὺς δύο ἵππους, εἰ καὶ συνήθως Ἀττικῷ ἔθει πεπλήθυνται καὶ νῦν τὸ «ὄχεσφι». Τὸ δὲ «ὁμὸν λέχος εἰσαναβαίνοι» ἐκερδάνθη μὲν τῷ βασιλεῖ ἐκ τῆς τοῦ φιλοβασιλέως ῥήτορος δημηγορίας, εἰπόντος «ἄλοχοι δέ», αἱ τῶν Τρώων δηλαδή, «ἄλλοισι μιγεῖεν». Σεμνῶς δὲ πέφρασται ἀντὶ τοῦ· «ἥτις ἂν εἴη συγκοιμωμένη σοι», ὡς μὴ ἁπλῶς αἰχμάλωτος δούλη, ἀλλὰ καὶ οἵα εἶναί σοι εἰς παλλακὴν καί που καὶ παῖδα τεκέσθαι ὑπὸ σοί, ὁποῖος αὐτὸς τῷ Τελαμῶνι ἐκ τοιαύτης γέγονας. Τὸ γὰρ λέχος εἰσαναβαίνειν τὸ εἰς τὴν αὐτὴν κοίτην ἰέναι δηλοῖ σαφῶς καὶ ἄλοχον εἶναι, ἐπείπερ τὸ ὁμὸν λέχος εἰ συντεθῇ, ποιεῖ τὸν ὁμόλεκτρον, τοῦτο δέ ἐστιν ἄλοχος. Ὅτι ὁ ἐφʼ οἷς σπεύδει ἐποτρυνόμενος καὶ ἀκούων τὸ «βάλλʼ οὕτως» καὶ ἑξῆς, ὡς εἴρηται, καλῶς ἂν εἴποι τὸ «τί με σπεύδοντα καὶ αὐτὸν ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι, παύομαι», ἢ «παύσομαι». τοῦτο δὲ ἑρμηνεία τοῦ σπεύδειν ἐστί. σπεύδει γὰρ πάντως ὁ μὴ παυόμενος πονεῖν, ὅση δύναμίς γε πάρεστι. Τὸ δὲ ῥηθὲν Ὁμηρικὸν ῥητόν, ὃ Τεῦκρος εἶπεν ὀτρύνοντι τῷ βασιλεῖ, παρεποιήθη τοῖς μεθʼ Ὅμηρον εἰς παροιμίαν ἀποφαντικὴν ταύτην· σπεύδοντα ὀτρύνεις. Ἐν τούτοις δὲ κεῖται καὶ τὸ δεδεγμένος, ὁ προσέχων καὶ παρατηρῶν, ἐξ οὗ καὶ ἡ ἀλλαχοῦ ῥηθεῖσα ὁδοῦ προδοκή. Φησὶ γὰρ «τόξοις δεδεγμένος ἄνδρας ἐναίρω». Ἴσως δὲ καὶ ταὐτόν ἐστιν ἀστείως τῷ φιλοφρονούμενος, δεξιούμενος, ἵνα ὥσπερ δώροις ἢ δαιτὶ δεξιοῦνταί τινες, οὕτω καὶ Τεῦκρος τοὺς Τρώας τόξοις οἷς ῥίπτει αὐτούς. Οὕτω καὶ τὸν Ἅιδην παρὰ Λυκόφρονι, καθά τινες νοοῦσι, τόξοις ὁ Ἡρακλῆς ἐδεξιώσατο βαλὼν ἐκεῖνον. Σύστοιχον δὲ τῷ δεδεγμένος καὶ τὸ «ἠὲ σὺ τόνδε δέδεξο». Ὅτι ἐν τῷ «ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς, πάντες δʼ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν. τοῦτον δʼ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα», ἢ «λωβητῆρα», κύνα τὸν Ἕκτορα καλεῖ ὁ Τεῦκρος διὰ τὸ πολὺ τῆς θρασύτητος. Ἐνταῦθα δέ τις ψέγειν ἐθέλων τὸν Τεῦκρον ἐπιχειρήσοι ἂν οὕτως, ὡς ἢ κατὰ τοῦ Ἕκτορος ἀφίησι τοὺς ὀϊστοὺς ἢ οὔ. εἰ μὲν οὖν οὐ τοξεύει κατʼ ἐκείνου, ἀλλʼ ἐν ὁμίλῳ, καθὰ προείρηται, τί δή ποτε δυσχεραίνει μὴ βάλλων ὃν οὐ προέθετο εἰς σκοπόν; εἰ δὲ σκοπὸς αὐτῷ τῆς βολῆς ὁ Ἕκτωρ, μάτην αὐτὸν ὁ βασιλεὺς ἐξαίρει, ἐπιτυχῆ νομίζων τοξότην ἐν οἷς δυστυχεῖ μὴ ἐπιτυγχάνων τοῦ σκοποῦ. Λυθήσεται δὲ τὸ ἄπορον, εἴ τις εἴποι ὅτι θέλει μὲν ὁ Τεῦκρος βαλεῖν τὸν Ἕκτορα καὶ δύναται δὲ ὡς τοξότης εὔστοχος, καὶ ἄλλως γε μὴν οὐ δύναται ὡς ἢ μὴ ἐξικνούμενος τῷ ἀσυμμέτρῳ τοῦ διαστήματος ἢ διὰ τὸ ὑπὸ θυμοῦ σφάλλεσθαι. Φησὶ γὰρ προϊὼν ὁ ποιητής, ὅτι «καὶ τόθʼ ἅμαρτε, παρέσφηλε γὰρ Ἀπόλλων». Σημείωσαι δὲ ὅτι τὸ ὀκτὼ παρῳδήσας τις παλαιὸς καὶ εἰπὼν «πολλοὺς δὴ προέηκα» καὶ ἑξῆς τοὺς δύο στίχους τὸν πρῶτον καὶ τὸν τρίτον ἕως τοῦ λυσσητῆρα, προσήρμοσε τὰ ἔπη τῷ κυνικῷ Διογένει, ὡς οἷα τῆς τύχης λεγούσης, ὡς πολλοῖς μὲν βέλεσι δυσπραγιῶν κατεστοχασάμην τοῦ φιλοσόφου τούτου κυνός, βλάψαι δὲ οὐκ ἔσχον αὐτόν. Τανυγλώχινες δὲ ὀϊστοί ἀντὶ τοῦ ὀξυγώνιοι, μακρογώνιοι. Γλωχίν γὰρ καὶ ἀλλαχοῦ ἡ γωνία δηλοῦται. Τὸ δὲ «λυσσητῆρα» ἐπίτασίς ἐστι σκώμματος, εἴγε μὴ μόνον κύων ὁ Ἕκτωρ, ἀλλὰ καὶ λυσσητήρ. Ὅτι ἀποτυχίαν τοξότου φράζει ἐν τῷ «καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῇφιν ἴαλλε τοῦ δεῖνος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός· καὶ τοῦ μὲν ἀφάμαρτε». τοῦτο δὲ καὶ μετʼ ὀλίγα οὕτω κεῖται διττολογηθὲν συνήθως. Ὅρα δὲ τὸ «ἴαλλε», δηλοῦν φανερῶς τὸ ἔπεμπεν. Ἐξ οὗ πάντως καὶ τὸ χεῖρας ἐπὶ δαῖτα προϊάλλειν λέγεται τροπικώτερον. Ὅτι Γοργυθίων νόθος Πριάμου υἱός, ὃν «ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ, καλὴ Καστιάνειρα, δέμας εἰκυῖα θεῇσιν», εἴνατος ὑπὸ Τεύκρου κατὰ τὸ στῆθος ἐβλήθη. «Μήκων δʼ ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τʼ ἐνὶ κήπῳ καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσι». Νοητέον δὲ τὸν Πριαμίδην τοῦτον σφηκώδη τὰ μέσα τοῦ σώματος καὶ κρέασι μὲν οὐ πεπληθυσμένον, μήκους δὲ διαστάσει πεφιλοτιμημένον ἐκ φύσεως καὶ ἐπιεικῶς ὄρθιον. Ταῦτα γὰρ λογίζεσθαι δίδωσιν ἡ παραβολὴ τῆς μήκωνος, ἥτις ἐκ τοῦ μήκους παρωνομασμένη μάκων εἰσέτι καὶ νῦν παρʼ ἐνίοις λέγεται, βαρβάροις μέν, ἐοικόσι δὲ ἀπήχημα φυλάττειν γλώσσης Ἑλληνίδος παλαιᾶς. Εἰ δὲ καὶ ἡρωϊκῆς εἶχέ τι γενναιότητος ὁ ἀνήρ, αἰγείρῳ ἂν αὐτὸν ἢ ἑτέρῳ τινὶ φυτῷ μεγαλοφυεῖ παρείκασεν ὁ ποιητής, ἐξ ὧν τοῖς ἥρωσι τεκταίνεται τὰς παραβολάς. Ἐνταῦθα δὲ ἀστεία τις περιπέτεια τὸ κατὰ Πριαμίδου τοῦ Ἕκτορος βαλόντα τὸν Τεῦκρον ἐκείνου μὲν ἀποτυχεῖν, Πριαμίδην δὲ ὅμως ἕτερον ἀνελεῖν καὶ αὐτὸν νόθον τῷ Πριάμῳ, ὁποῖος καὶ ὁ Τεῦκρος ἦν τῷ Τελαμῶνι, ὡς εἶναι τὸν Τεῦκρον εἰπεῖν καὶ αὐτόν, ὅτι οὐδʼ οὕτω κακῶς, ὃ δὴ λέγεται εἰπεῖν καὶ ὁ κατὰ κυνὸς μὲν λίθον ἀφείς, κρούσας δὲ τὴν μητρυιάν. Οὐ τοῦτον δὲ μόνον ὁ Τεῦκρος ἔρριψεν ἐρεθισθεὶς οἷς ὁ βασιλεὺς εἶπεν, ἀλλὰ καὶ θρασὺν ἡνίοχον Ἕκτορος ὁμοίως βαλὼν ἀνεῖλε. Καὶ οὕτως ἐγγὺς μὲν ἥκει τοῦ καὶ εἰς τὸν Ἕκτορα κακοῦ, ἀνελεῖν δὲ αὐτὸν οὐκ ἔχει, ὅτι μηδὲ δύναται ὁ ποιητὴς πλάσασθαί τι παρὰ τὴν τῆς ἱστορίας ἀλήθειαν. Τὸ δὲ «ἐξ Αἰσύμηθεν» ἀντὶ τοῦ ἐξ Αἰσύμης πόλεως Θρᾳκικῆς, ὡς ὁ τὰ Ἐθνικὰ γράψας δηλοῖ. Περισσῶς δὲ κεῖται ἡ ἐξ πρόθεσις καὶ ἐν τῷ «ἐξ Αἰσύμηθεν», ὡς καὶ ἐν τῷ «ἐξ οὐρανόθεν» καὶ ἐν ἄλλοις. Τὸ δὲ ὀπυίειν, ἐξ οὗ ἡ ὀπυιομένη, οὐ διὰ μόνου τοῦ υ διχρόνου ἀλλὰ σὺν τῷ ι ἔχει τὴν παραλήγουσαν κατὰ παλαιὰν παράδοσιν. Διὸ οὐδὲ κινεῖται ὁ τοιοῦτος ἐνεστὼς εἰς μέλλοντα καὶ τοὺς ἐφεξῆς χρόνους, εἰ καὶ ἡ σχεδικὴ τόλμα ἐθρασύνατο ἐν τῷ ὠπύθη, νεωτερισαμένη κατὰ τῶν παλαιῶν. Καλὴν δὲ εἰπὼν τὴν ῥηθεῖσαν γυναῖκα ἑρμηνεύει τὴν λέξιν περιφραστικῶς εἰπὼν «δέμας ἐοικυῖα θεαῖς», ὡς τοῦ κάλλους, ᾧ παρονομάζεται ἡ καλή, μὴ προσώπῳ μόνῳ ἐμφαινομένου ἀλλὰ καὶ καθʼ ὅλον δέμας, ὡς ἐν συμμετρίᾳ θεωρουμένου τῶν ὅλων μερῶν τοῦ σώματος. Τὸ δὲ «εἰκυῖα», ὃ γίνεται ἀπὸ τοῦ εἴκω, τὸ ὁμοιῶ, καθὰ καὶ ἄλλα ὅμοια, οὐκ ὤφειλε μὲν ἔχειν τὸ σύμφωνον τοῦ ἐνεστῶτος, ὡς τὸ ἐοικυῖα, ὃ χρόνου μέσου παρακειμένου ἐστίν. ἔσχε δὲ ὅμως αὐτὸ διὰ τὸ εὐφωνότερον ὡς ἀπὸ ἐνεργητικοῦ παρακειμένου τοῦ εἶκα. Ὅτι δὲ ἀναλογώτερον τὸ οἰκυῖα, δῆλον ἐκ τοῦ οἰκός, ἤγουν ἐοικός, ὃ κεῖται παρά τε Ἡροδότῳ καὶ ἄλλοις. Ὅτι δὲ μήκων καὶ σηπίας μέρος ἐστί, δῆλον, ὡς εἶναι καὶ τὴν λέξιν ταύτην ὁμώνυμον. Ὅρα δὲ καὶ τὸ «κάρη βάλεν», ἀντὶ τοῦ ἔκλινε τὴν κεφαλήν, καινῶς οὕτω λεχθέν. καὶ ἴσως ἀντὶ τοῦ ἔθηκε συνήθως εἴληπται. εἰκὸς γὰρ κλιθεῖσαν τὴν κεφαλὴν ἐπιτεθῆναί που τοῖς ἐκ πλαγίων μορίοις. δύναται δὲ εἶναι καὶ ἀντὶ τοῦ ἔρριψε. Τὸ δὲ «ἣ ἐν κήπῳ καρπῷ βριθομένη», ὀρθῶς μὲν εἰπεῖν, λείπεται τοῦ ἔστιν, ἵνα λέγῃ ὅτι ἥτις τῷ καρπῷ βαρουμένη ἐστί. Τῶν τινες δὲ παλαιῶν ἠθέλησαν τὸ βριθομένη νοῆσαι ἀντὶ τοῦ βρίθεται, εἰπόντες εἰλῆφθαι μετοχὴν ἀντὶ ῥήματος καὶ σημειωσάμενοι τὴν λέξιν ὡς καινοσχήμονα. Ἔχει δὲ ὁμοιότητα πρὸς τοῦτο καὶ τὸ «μῦθος δʼ ὃς μὲν νῦν εἰρημένος ἔστω», ἤγουν ὃς νῦν εἴρηται. Ὅμοιον καὶ παρὰ τῷ Ὁμηρικῷ ζηλωτῇ Σοφοκλεῖ τὸ «πρῶτά σε κεκλόμενος». ἢ γὰρ καὶ ἐκεῖ λείπει τὸ εἰμί ἢ τὸ κεκλόμενος ἀντὶ τοῦ κέκλομαι εἴληπται. Χρῆσις δὲ ὁμοία σεσημείωταί που εἶναι καὶ παρὰ τῷ Πινδάρῳ ἐν Ὀλυμπιονίκαις. Τὸ δὲ «καρπῷ βρίθεσθαι καὶ νοτίαις ἔαρος» πρὸς τὸ τῆς παραβολῆς ἀσφαλὲς εἴρηται. Τοιαύτῃ γὰρ μήκωνι ὁ βληθεὶς ἔοικεν, οὐ μὴν τῇ ὀρθοτενεῖ διὰ τὸ καὶ ἄκαρπον καὶ ἀνότιστον. Τὸ δὲ «νοτίαις» ἔπεσε μὲν ἤδη καὶ εἰς κοινολεξίαν παρὰ τοῖς ὕστερον διὰ τὸ σαφῶς πεφράσθαι, ἐλλιπῶς δʼ ἔχει. Τὸ γὰρ ἐντελές, νοτίαις πνοαῖς ἢ ὑγρότησι, ταῖς ἐκ νότου δηλαδή, αἷς κατὰ τὴν ἐκ μέρους δήλωσιν τοῦ ὅλου συννοοῦνται καὶ αἱ βόρειοι καὶ αἱ κατὰ ζέφυρον καὶ αἱ λοιπαὶ πνοαί. Ἰστέον δὲ ὅτι τὸ ἔβαλεν ἤμυσε κατωτέρω φησίν, ὃ καὶ αὐτὸ σημαίνει τὸ ἔκλινε. Φησὶ γὰρ «ὣς ἑτέρωσε ἤμυσε κάρη, πήληκι βαρυνθέν». Καὶ σημείωσαι τοῦτο πάνυ συστατικὸν τῆς παραβολῆς ὄν. Ὡς γὰρ καρπὸς καὶ ὑγρότης πλαγιάζει τὸ ἄνω τῆς μήκωνος, οὕτω καὶ πήληξ βαρύνασα κεφαλὴν ἑτέρωσε αὐτὴν βάλλει. Ὅτι δὲ ἡ μήκων καὶ κώδεια λέγεται, ὃ δὴ καὶ αὐτὸ λαλεῖται μέχρι καὶ νῦν, δηλοῖ ἀλλαχοῦ ὁ ποιητὴς ἐν τῷ «φῆ κώδειαν ἀνασχών». Ὅτι ὡς ἐπὶ πολὺ μὲν τὸ σφάλλειν τινὰ καὶ σφάλλεσθαι ὑπό τινος ἐμποδισμὸν δηλοῖ κατὰ τὸ σύνηθες, ὅθεν καὶ τὸ ἐν Ὀδυσσείᾳ σφέλας, καὶ ἀνασφάλλειν, τὸ ἀνεγείρεσθαι εἴτε ἀπὸ νόσου εἴτε ἀπὸ ἑτεροίου πτώματος. Ἐνταῦθα δὲ σφάλμα ἡ τῆς βολῆς ἀποτυχία, ἐν τῷ «ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτε, παρέσφηλε γὰρ Ἀπόλλων», ἤγουν ἐγγὺς τοῦ σφαλῆναι ἤγαγεν. Ἐγγύτητα γὰρ ἐνταῦθα δοκεῖ σημαίνειν ἡ παρα πρόθεσις, ἴσως δὲ καὶ παρέκνευσίν τινα τῆς ὀρθῆς. Ὅρα δὲ τὸ «καὶ τότε», διʼ οὗ δηλοῦται ὅτι καὶ τὰς ἄλλας βολὰς ὁ Ἀπόλλων παρέσφαλλεν. Ὅτι τὸ ἔθανε περιφράζων φησὶ «τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε». Ὅτι διαχέει μὲν ἡ χαρά, ὡς δῆλον καὶ ἐκ τοῦ χαίρειν, ὅπερ ἀπὸ τοῦ χέω χῶ γίνεται, πυκνοποιεῖ δὲ ἡ λύπη. Διό φησιν ὁ ποιητής, ὅτι τὸν Ἕκτορα αἰνὸν ἄχος πύκασεν, ἤγουν ἐπύκνωσε. Πυκάζειν γὰρ οὐ μόνον τὸ σκεπάζειν καὶ κρύπτειν, ἀλλὰ καὶ τὸ πυκνοῦν, ὡς ἀπὸ τοῦ πτύσσειν. Ὅτι ὁ σπεύδων ἐπί τι μεῖζον ἀμελήσοι ἄν, ὡς εἰκός, ποτε τοῦ ἥττονος. Οὕτω καὶ Ἕκτωρ ἐνταῦθα ἐπὶ Ἀρχεπτολέμῳ οἰκείῳ ἡνιόχῳ σχὼν ἄχος βληθέντι πρὸς Διομήδους, αὐτὸν μὲν ἀφῆκε κεῖσθαι, ποιεῖ δέ τι ἄλλο τῶν πρὸ ἔργου. Φησὶ γοῦν ὁ ποιητὴς «τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου» καὶ ἑξῆς. Ἐνταῦθα δὲ καὶ τὸ ἡνιοχεύειν ἀναλύων περιφραστικῶς ἵππων ἡνία ἔχειν φησί. Ὅτι ὁπηνίκα δέκατον ἔβαλε Τεῦκρος, ὡς ἐρρέθη, Ἀρχεπτόλεμον, Ἕκτορος ἡνίοχον, τότε δὴ «αὐτὸς ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος σμερδαλέα ἰάχων. ὃ δὲ χερμάδιον λάβε χειρί. βῆ δʼ ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἄνωγεν», ὅπερ ἐστι περίφρασις τοῦ προεθυμεῖτο βαλεῖν, «ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν, θῆκε δʼ ἐπὶ νευρῇ. τὸν δʼ αὖ κορυθαιόλος Ἕκτωρ αὖ ἐρύοντα παρʼ ὦμον, ὅθι κληῒς ἀποέργει αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι, βάλε λίθῳ ὀκριόεντι, ῥῆξε δέ οἱ νευρήν, νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ, στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός». Ἐνταῦθα δὲ τῶν τις παλαιῶν γραμματικῶν, Νεοτέλης τὴν κλῆσιν, λέγων Σκυθικὴν εἶναι τὴν τῆς νευρᾶς ἕλξιν, πρὸς τὸν ὦμον αὐτήν φησιν ἑλκυσθῆναι νόμῳ Σκυθῶν, καὶ ἐκεῖ γενέσθαι τὴν πληγὴν τῷ Τεύκρῳ καὶ τὴν νευρὰν οὕτω ῥαγῆναι, ὡς εἶναι δεξιὰν χεῖρα τὴν πληγεῖσαν τῷ λίθῳ καὶ ναρκήσασαν. Λέγει δὲ οὕτω διὰ τὸ τὸν Ὅμηρον εἰπεῖν «αὖ ἐρύοντα παρʼ ὦμον». καὶ οὕτω μὲν ὁ Νεοτέλης. Ἕτεροι δὲ εἰς τὸ «αὖ ἐρύοντα» στίζοντες, τὸ δὲ «παρʼ ὦμον» τοῖς ἑξῆς συντάσσοντες, ἵνα λέγῃ ὅτι παρʼ ὦμον ἔβαλε λίθῳ, νοοῦσι τὸν μὲν τῆς νευρᾶς ἑλκυσμὸν εἰς τὸν δεξιὸν γενέσθαι μαζὸν συνήθως τοῖς τότε, κατὰ τὸ «νευρὴν μὲν μαζῷ πέλασσε», τὸν δὲ λίθον ἐκ δεξιῶν, ὡς εἰκός, ὑφʼ Ἕκτορος ἀφεθέντα ῥῆξαι μὲν ὡς ἐκ παρόδου τῇ ῥύμῃ καὶ τὴν νευράν, ἐμπελάσαι δὲ τῷ ἀριστερῷ τοῦ Τεύκρου ὤμῳ. Διὸ καὶ τὸ τόξον ἐκπεσεῖν ναρκησάσης κατὰ συμπάθειαν αὐτῆς δὴ τῆς τοξοφόρου χειρός. Καὶ δοκοῦσιν οὗτοι κρεῖττον εἰπεῖν. Καὶ γὰρ ἄλλοι τε καὶ ὁ Καισαρεὺς Προκόπιος τοῖς μὲν παλαιοῖς παρὰ μαζὸν ἱστοροῦσιν ἕλκεσθαι τὴν νευράν, τοῖς δὲ ὕστερον παρʼ αὐτὸ μάλιστα τὸ δεξιὸν ὠτίον. Εἰ μὴ ἄρα παίζειν ἐθέλοντες οἱ περὶ τὸν Νεοτέλην τρεῖς ἐροῦσιν ἑλκυσμοὺς νευρᾶς, δύο μὲν παλαιάς, τὴν παρὰ μαζὸν καὶ τὴν παρʼ ὦμον, τρίτην δὲ τήν, ὡς εἴρηται, περὶ τὸ δεξιὸν ὠτίον. καὶ τοῦτο μὲν οὕτω. Δίφρος δὲ παμφανόων, καθʼ ὃ δηλαδὴ μέρος οὐ πέπλεκται. ἄλλως γὰρ εὔπλεκτοι καὶ εὐπλεκέες λέγονται. Παμφαίνει δέ, ὡς εἰκός, χαλκῷ καί τισι τοιούτοις. Ὅρα δὲ τὸ «ὃ δὲ χερμάδιον λάβε». Περιττὸν γὰρ ἐνταῦθα τό «ὃ δέ». τί γὰρ ἐχρῆν εἰπεῖν «αὐτὸς δʼ ἐκ δίφροιο θόρεν, ὃ δὲ χερμάδιον λάβε», δυνατὸν ὃν εἰπεῖν «καὶ χερμάδιον λάβε». Καὶ ἔστι καὶ τοῦτο σχῆμα ὡς οἷα ἐπιτετηδευμένον. ἄλλως γὰρ εἶχεν ἀσφάλτως εἰπεῖν «χαμαὶ θόρεν ἰδὲ χερμάδιον λάβεν». Ὅτι δὲ πρωτότυπον τοῦ χερμάδιον ἡ χερμάς, καὶ ὅτι ἐν τῷ χερμάδιον λείπει τὸ λίθον, διὸ ὑποκατιὼν λίθον ὀκριόεντα τοῦτον λέγει, καὶ ὅτι ἐκ τοῦ χερὶ μάσασθαι, ὅ ἐστιν ἅψασθαι, λέγεται, —Λίθος γὰρ χειροπληθὴς ὁ χερμάδιος. —δῆλόν ἐστι. Τὸ δὲ «βαλέειν δέ ἑ θυμὸς ἄνωγε» πρὸ τούτων ἄλλως ἔφη ἐν δυσὶ τόποις «βαλέειν δέ ἑ θυμὸς ἵετο», ἔνθα καὶ ἐν ὅλοις στίχοις ἐταὐτολόγησε. Τὸ δὲ «ἐξείλετο» ἀντὶ τοῦ ἐξήγαγεν ἢ ἐξελέξατο. Πικρὸν δὲ ὀϊστόν ἢ τὸν πικροποιὸν ταῖς ὀδύναις ἢ τὸν θανάσιμον, ὁποῖον ἀλλαχοῦ τὸ τοῦ Ἀπόλλωνος βέλος ἐχεπευκές. Ἐν δὲ τῷ «ἔθηκεν ἐπὶ νευρῇ» τὰς τοῦ ὀϊστοῦ γλυφίδας πελασθῆναι νοητέον τῇ νευρᾷ. Τὸ δὲ «αὖ» δὶς ἐνταῦθα ἐγγυτάτω τεθὲν διάφορον σημασίαν ἔχει. Ἐν μὲν γὰρ τῷ «τὸν δʼ αὖ Ἕκτωρ» παραπλήρωσιν ἔχει ἄσημον. Ἐν δὲ τῷ «αὖ ἐρύοντα» τὸ ἔμπαλιν καὶ ὀπίσω δηλοῖ, ἐξ οὗ καὶ τὸ σύνθετον αὐερύειν προδεδήλωται. Τὸ δὲ καίριον τί σημαίνει, προγέγραπται. Νῦν δὲ τοσοῦτον μόνον ῥητέον, ὅτι τε τὴν κλεῖδα ἐνταῦθα ἐγνώρισε διὰ τοῦ εἰπεῖν ἀπείργειν αὐτὴν τὸν αὐχένα καὶ τὸ στῆθος, μεσολαβοῦσαν οἷα καί τι κλειδίον, καὶ ὅτι θανάσιμον δηλοῖ τὴν αὐτόθι σφοδρὰν βολήν. Ὁ δὲ ὀκριόεις λίθος, ἤτοι ἄκρας ἔχων καὶ τραχύς, πιθανολογεῖ τὴν ῥῆξιν τῆς νευρᾶς. ὁ γὰρ λεῖος ποιεῖν οὕτως οὐ δύναται. Τοῦ δὲ «ῥῆξε νευρήν» οὐκ ἔστι κρείττων λέξις. οὔτε γὰρ τὸ διέκοψεν οὔτε τὸ διέκερσεν οὔτʼ ἄλλο τι. Περὶ δὲ καρποῦ τοῦ κατὰ χεῖρα προγέγραπται. Γνὺξ δὲ πεσεῖν τὸ ἐπὶ γόνυ, ὅτε δηλαδὴ τὸ λοιπὸν τοῦ σώματος ἀνέστηκε. Διὸ ἔφη «στῆ δὲ γνὺξ ἐριπών», ὅ ἐστι πεσών. Ὁ γὰρ οὕτω σχηματισθεὶς τοῖς κάτω μὲν ἤριπεν ἕως εἰς γόνυ, τοῖς δὲ ἄνω ἔστηκεν. Ὅτι Αἴας οὐκ ἠμέλησε κασιγνήτου, ὡς προσεχῶς ἐρρέθη, πεσόντος, ἀλλὰ θέων περίβη, ἤγουν τῷ κειμένῳ ἐπέστη, ὥστε ὑπερμαχῆσαι. Διὸ ἐπάγει «καί οἱ σάκος ἀμφεκάλυψε». Δῆλον δʼ ὅτι ταὐτὸν περιβῆναι καὶ ἀμφιβῆναι, καί εἰσιν ἄμφω λέξεις συμμαχικαί. Ὁ δὲ ῥηθεὶς Ὁμηρικὸς λόγος προσφυής ποτε παρῳδηθῆναι καὶ εἰς ἁπλῶς φιλικὴν ἐπικουρίαν, ἐφʼ οἷς οἰκεῖον καὶ τὸ παροιμιῶδες «γόνυ κνήμης ἔγγιον», ὥς φασιν οἱ τὰς παροιμίας ἀναγραψάμενοι. Ὅτι φέρειν καὶ ἐνταῦθα τὸ βαστάζειν. Φησὶ γὰρ «τὸν μὲν ἔπειτα», ἤγουν τὸν Τεῦκρον, «ὑποδύντε δύω ἐρίηρες ἑταῖροι νῆας ἐπὶ γλαφυρὰς φερέτην βαρέα στενάχοντα». Καὶ ὅρα τὸ «ὑποδύντε» ἀστειότητός τι ἔχον. ὃς γὰρ ἀριστεύων πρὸ βραχέων πάϊς ὣς ὑπὸ μητέρα δύσκεν εἰς Αἴαντα, νῦν δύο ὑποδύντων αὐτὸν φέρεται. Ὧν ὁ ἕτερος Ἀλάστωρ κατὰ κυριωνυμίαν. Ὅρα δὲ οἵα ἡ τοῦ Ἕκτορος ἐν καιρίῳ βολή, διὰ χερμαδίου οὕτω ῥίψασα τὸν Τεῦκρον. Ὅτι βληθέντος Τεύκρου, ὡς εἴρηται, λίθῳ καὶ πεσόντος «ἂψ Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν. οἳ δʼ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς». Οὕτω δὲ καὶ ἐν ἄλλοις ἀριστέων βλαβέντων μεταβολαὶ μάχης γίνονται. Ὅρα δὲ τὸ «ὦσαν» οὐ τὴν ἐκ τῶν κάτω εἰς τὰ ἄνω ἐνταῦθα συνήθως δηλοῦν κίνησιν, ἀλλὰ τὸν ἁπλῶς ὠθισμόν. Ὅτι «σθένεϊ βλεμεαίνειν» κυρίως ἐπὶ λέοντος. δηλοῖ δὲ τὸ καὶ μόνῳ βλέμματι ἐκφοβεῖν, ἢ τὸ ἐνταῦθα καὶ ἐκεῖ ἐπιστρεφῶς περιβλέπεσθαι. Οἱ δὲ ἀπὸ τοῦ βρέμειν τὴν λέξιν παράγουσι, λέγοντες προϋπῆναι τὸ βρεμεαίνειν καὶ ἐξ αὐτοῦ γίνεσθαι τὸ βλεμεαίνειν, ὁμοίως τῷ «κρίβανος κλίβανος». Τῷ Ἕκτορι δὲ νῦν τὴν τοιαύτην λέξιν ἐπιλαλεῖ ὁ ποιητὴς εἰπὼν «Ἕκτωρ δʼ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων», τουτέστιν οὐχʼ ἁπλῶς ὢν βλοσυρός, ἀλλὰ καὶ μετὰ ἀνδρίας, ὁποῖον καὶ λέοντά που δείξει διὰ παραβολῆς. Ὅτι κἀνταῦθα κυνὶ παραβάλλει τὸν Ἕκτορα, οὐ λυσσητῆρι δέ, ἀλλʼ ὃς τεχνίτης ὢν θηριομαχεῖν ποιεῖ, ἃ ἐκτίθεται ὁ ποιητής, εἰπὼν οὕτως «ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος ἅπτηται κατόπισθεν ποσὶ ταχέεσσι πεποιθώς, ἰσχία τε γλουτούς τε, ἑλισσόμενον τε δοκεύει, ὣς Ἕκτωρ ὤπαζε καρηκομόωντας Ἀχαιούς, αἰὲν ἀποκτείνων τὸν ὀπίστατον, οἳ δʼ ἐφέβοντο». Καὶ κατὰ τοῦτο μὲν εἰκάζονται τοῖς ὡς εἴρηται διωκομένοις ζῴοις. Καθότι δέ γε καὶ πλήττονται, ὁμοιότητα σῴζουσι πρὸς ἐκεῖνα, ὧν κύων, ὡς ἐρρέθη, κατόπισθεν ἅπτεται. Ὅρα δὲ ὅτι καὶ δυσπραγοῦντα τὸν Ἑλληνικὸν στρατὸν συάγρῳ καὶ λέοντι ὁ ποιητὴς εἰκάζει διὰ τὸ φύσει ἀνδρεῖον. καὶ τὸν Αἴαντα δὲ ἐν τοῖς ἑξῆς ἀναχωροῦντα, ὅτε ὁ Ζεὺς αὐτὸν ἐφόβησε, λέοντι παραβαλεῖ. Τὸν μέντοι νῦν διώκοντα Ἕκτορα κυνὶ ἀπεικάζει, ὡς διὰ θράσος καὶ τάχος ἐπιτιθέμενον τοῖς καὶ τοσούτοις καὶ ἀνδρείοις, ὡς ὁ κύων τοῖς γενναιοτέροις θηρίοις. Ὅρα δὲ καὶ ὅτι τὸ ἅπτεσθαι αἰτιατικῇ συνέταξεν ἐν τῷ «ἅπτηται ἰσχία καὶ γλουτούς», εἰ μή τις ἴσως τὴν κατα πρόθεσιν προσλογίσεται, ἵνα ᾖ κατὰ ἰσχία καὶ γλουτούς. Ἐνταῦθα δὲ ὅρα καὶ τὸ ἅπτηται ἀναιτίως ἐκτεῖνον τὴν παραλήγουσαν Ἰώνων ἔθει, ὁποῖα μυρία ἐκεῖνοι ποιοῦσι. Τοιοῦτον δὲ καὶ πρὸ τούτων τὸ «ἀλλὰ σὺ τόν γʼ ἐπέεσσι καθάπτεσθαι». σύνταξιν γὰρ ὁμοίαν καὶ ἐκεῖνο ἔσχε. Γλουτοὶ δέ, φασί, περὶ ὧν καὶ προδεδήλωται, σφαίρωμα κοτύλης ἢ τὸ ὄπισθεν βαθὺ τῶν μηρῶν καὶ ἁπαλὸν καὶ γλοιῶδες, ἵνα ᾖ γλουτὸς ὡς οἷον γλοιτός. Ἰσχίον δέ, φασί, τὸ ὑπὸ τὴν ὀσφὺν ὀστοῦν, εἰς ὃ ἔγκειται τὸ ἱερὸν ὀστοῦν, ὃ καὶ γλουτὸς καλεῖται, καὶ κοτύλη δὲ διὰ τὴν κοιλότητα. καὶ ἄλλως δὲ ἰσχίον τὸ κοῖλον τοῦ γλουτοῦ, ἐν ᾧ ἡ κοτύλη στρέφεται. Ῥοῦφος δὲ εἰπὼν πυγὰς τὰ μετὰ τὴν ὀσφὺν σαρκώδη καὶ ἐφέδρανα, τὰ ἐφʼ ὧν καθεζόμεθα, ἐπάγει· ἄλλοι δὲ γλουτοὺς καλοῦσιν. Ἰσχίον δέ, φησί, καὶ τὸ νεῦρον τὸ πρὸς τὴν κοτύλην καὶ ὅλον τὸ ἄρθρον. Ὀπάζειν δὲ καὶ νῦν οὐ τὸ παρέχειν, ἀλλὰ τὸ κατόπιν διώκειν ἐν τῷ «ὤπαζεν Ἀχαιούς». Τὸ δὲ «οἳ δʼ ἐφέβοντο» διὰ σαφήνειαν κεῖται, ἵνα δηλώσῃ ὅτι ἔκτεινεν Ἕκτωρ τὸν ἐν τοῖς φεύγουσιν ὄπισθεν ὄντα. Σημείωσαι δὲ ὅτι ὡς μὲν ἐκ τοῦ ὄπισθεν ὀπίσθατος ὤφειλεν εἶναι, οὐχʼ εὕρηται δὲ τοιαύτη γραφή. Καὶ ἔοικε συνεκδραμεῖν ἡ λέξις τῷ κλεπτίστατος καὶ λαλίστατος καὶ τοῖς ὁμοίοις. Δύναται δὲ καὶ ἀπὸ τοῦ ὀπίσω εἶναι ὀπισώτατος καὶ ἐν συγκοπῇ ὀπίστατος. Ὅτι τροπῆς ἐν μάχῃ καὶ κινδύνου μεγάλου δηλωτικὸν τὸ «αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν φεύγοντες, πολλοὶ δὲ δάμεν τῶν δεῖνα ὑπὸ χερσίν, οἳ μὲν δὴ ἐρητύοντο μένοντες, ἀλλήλοισί τε κεκλόμενοι καὶ θεῷ χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος». Ἔνθα ὅρα τὸ «ἀνίσχοντες», ἤγουν ἄνω ἔχοντες, ὁμώνυμον ὂν τῷ δηλοῦντι τὸ ἀνατέλλειν, ἣ δὴ ὁμωνυμία καὶ ἐπὶ τοῦ ἀνέχειν ἐστί. Τὸ δὲ «μεγάλα εὔχεσθαι» διέσταλται τοῦ σιγῇ εὐχὴν ποιεῖσθαι, οἷα ὁμοιούμενον τῷ ἀμφαδίην εὔχεσθαι. Ὅτι Ἕκτωρ συγκλείσας τοὺς Ἀχαιοὺς εἰς τὴν τάφρον «ἀμφιπεριστρώφα καλλίτριχας ἵππους, Γοργοῦς ὄμματʼ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος», μαινόμενος καὶ πολλὰ κακὰ ἐοργώς. Τὸ δὲ ἀμφιπεριστρωφᾶν τὴν ἐνταῦθα καὶ ἐκεῖ τῆς τάφρου καὶ ὡς εἰπεῖν ἀμφὶς καὶ πέριξ στροφὴν δηλοῖ τοῦ Ἕκτορος, οἷα περιεργαζομένου πάροδον ὡς πρὸς τὰς νῆας. Ἐκτείνεται δὲ τοῦ στρωφᾶν ἡ παραλήγουσα κατὰ τὴν ἀλλαχοῦ ῥηθεῖσαν κίνησιν τοῦ στρέφω στρόφος στρωφῶ, τρέχω τρόχος τρωχῶ, τρέπω τρόπος τρωπῶ, καὶ τῶν ὁμοίων ὅσα δευτέρας συζυγίας τῶν περισπωμένων εἰσί. Τὸ δὲ «Γοργοῦς» κλίνεται ὡς ἡ Σαπφώ τῆς Σαπφοῦς. ἴσως δὲ καὶ τὸ ἀηδοῦς, ὅ ἐστι ἀηδόνος, παρὰ Σοφοκλεῖ, καὶ τὸ χελιδοῖ παρὰ τῷ Κωμικῷ ἀπὸ ὁμοίας εὐθείας ἐκλίθησαν. Ζηνόδοτος δὲ «Γοργόνος ὄμματα ἔχων» γράφει, Ἀρίσταρχος δὲ «Γοργοῦς οἴματα ἔχων», ὅ ἐστιν ὁρμήματα. Ἀλληγορικῶς δὲ καὶ ἐνταῦθα λαμβάνει τὴν Γοργόνα ἐπὶ τῆς κατὰ ψυχὴν καὶ σῶμα γοργότητος. Ἔοικε γὰρ τοιοῦτος εἶναι ὁ Ἕκτωρ καὶ μάλιστα νῦν ὅτε ἀρεϊκῶς ἠρέθισται, ὡς δῆλον ἐκ τοῦ «Γοργοῦς ὄμματʼ ἔχων καὶ Ἄρεος». Ὅτι δὲ ὁ μὲν μῦθος τεράστιόν τι χρῆμα καὶ δεινὸν τὴν Γοργόνα οἶδε καὶ ὀφεωπλόκαμον, ἡ δὲ ἱστορία σεμνά τινα περὶ Γοργόνων λαλεῖ, ἐν ἄλλοις δεδήλωται. Ὅτι ἐπί τινος ἑνὸς πολλοὺς βλάπτοντος οἰκεῖον εἰπεῖν τὸ «οἳ δὴ κακὸν οἶτον», ὥς που καὶ ἀλλαχοῦ κεῖται, «ἀναπλήσαντες ὄλωνται ἀνδρὸς ἑνὸς ῥιπῇ. ὃ δὲ μαίνεται οὐκέτʼ ἀνεκτῶς». Μαίνεσθαι δὲ καὶ ἐνταῦθα τὸ ἐνθουσιᾶν ἔφη πρὸς μάχην, ὅπερ ἐπίτασίς ἐστι τοῦ μαιμᾶν καὶ τοῦ ὁρμᾶν καὶ τῶν ὁμοίων. Περὶ Ἕκτορος δὲ ἡ Ἥρα ταῦτά φησιν, ἐλεήσασα διωκομένους τοὺς Ἀχαιοὺς ὑπʼ αὐτοῦ, ὅτε καὶ προσεταιρίζεται τὴν Ἀθηνᾶν εἰς ἐπικουρίαν τῶν διωκομένων, πείσασα καὶ κατειπεῖν ἀφελέστερον τοῦ πατρὸς Διός, καὶ περιτρέψαι αὐτῷ τὴν κατὰ τοῦ Ἕκτορος ὕβριν, εἴπερ ἐκεῖνος μὲν κατὰ τὸν τῆς Ἥρας λόγον μαίνεται οὐκέτʼ ἀνεκτῶς, Ἀθηνᾶ δὲ τὸν πατέρα ἐρεῖ φρεσὶ μαίνεσθαι οὐκ ἀγαθαῖς. Ἐν τούτοις δὲ κεῖται καὶ λέξις ποιητική, τὸ «κεκαδησόμεθα», τουτέστι κηδήσομεν, φροντίσομεν. οὐ φιλεῖ δὲ ταῦτα λόγος πεζός. Γίνεται δὲ ἀπὸ τοῦ κηδῶ κηδήσω, τὸ φροντίζω, κατὰ χρόνον μετʼ ὀλίγον μέλλοντα, ἐξ οὗ καὶ ἀκηδῆσαι, τὸ ἀφροντιστῆσαι, καὶ ἀκηδέστως, τὸ ἀφροντίστως, καθʼ ἕτερον μέλλοντα. Ἔστι γὰρ οὐ μόνον κηδῶ κηδήσω, ἀλλὰ καὶ κηδέσω, ἐξ οὗ καὶ κηδεμών καὶ κηδεστής. Προϋπόκειται δὲ τούτων ἐνεστὼς ἐντελὴς τὸ κηδέω, ἐξ οὗ ἐπενθέσει τοῦ υ τὸ κηδεύω ἐπί τε τοῦ θάπτειν, ὅθεν καὶ κηδεὸς νέκυς, καὶ τοῦ ἐπιγαμβρεύειν, καθʼ ὃ ἔφη Αἰσχύλος, ὡς τὸ κηδεύειν καθʼ ἑαυτὸν ἀριστεύει μακρῷ. Ἡ δὲ ἀκηδία οὐκ ἂν εἴη δῆλον εἴτε ἀπὸ τοῦ κηδῶ περισπωμένου εἴτε ἀπὸ βαρυτόνου τοῦ κήδω γίνεται, στέρησιν τοῦ φροντίζειν δηλοῦσα. Τὸ δὲ χωρίον, ἐν ᾧ ἡ ῥηθεῖσα κεῖται λέξις, τοιοῦτον «ὢ πόποι, Διὸς τέκος, οὐκ ἔθʼ ἡμεῖς ὀλλυμένων Δαναῶν κεκαδησόμεθα ὑστάτιόν περ;» Τὸ δὲ σχῆμα κατʼ ἐρώτησιν. Ἐρωτᾷ γὰρ ἡ Ἥρα τὴν Ἀθηνᾶν, ὡς οὐκ ἐπιμελησόμεθα ὕστατον τοῦτο τῶν Ἀχαιῶν, «οἳ τάχʼ ἂν οἰχήσονται ὑφʼ Ἕκτορος κακὸν οἶτον ἀναπλήσαντες». Δύναται δὲ τὸ αὐτὸ νοηθῆναι καὶ ἀποφαντικῶς, ἵνα λέγῃ, ὡς ἐπεὶ ὄλλυνται νῦν οἱ Ἀχαιοί, οὐκέτι ἄρα ἕξομεν φροντίσαι αὐτῶν. Ὅτι ἀπειλὴ ἐπὶ θανάτῳ τὸ «καὶ λίην οὗτός γε μένος θυμόν τʼ ὀλέσειε, φθίμενος ἐν πατρίδι γαίη». Μικροψύχου δὲ τέκνου λόγος τὸ «ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι, σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς», ἤγουν κωλυτὴς τῶν ἐμῶν προθυμιῶν καὶ οἷον ἀναποδιστής, ἐκ τοῦ ἐρωῶ, ἐξ οὗ πολλαχοῦ καὶ τὸ «ἵπποι δʼ ὑπερώησαν». Ἀθηνᾶ δὲ ἡ μυθικὴ ταῦτά φησι περὶ Διός. Ἔνθα καὶ ὅρα οἷον ὁ θυμός. Ἡ γὰρ σώφρων θυγάτηρ οὐκ ἄξια ἑαυτῆς ποιοῦσα ὑβρίζει νῦν τὸν πατέρα διὰ θυμόν. Ἀλιτρὸς δὲ ὁ τοῦ δέοντος ἀλιτών, ἤτοι ἁμαρτών, ἵνα ᾖ ἀλιτός, καὶ πλεονασμῷ τοῦ ρ ἀλιτρός ἢ ἀλιτηρός καὶ ἐν συγκοπῇ ἀλιτρός. ἐκ τούτου δὲ κατά τινας καὶ ὁ ἀλιτήριος. Ἔχει δὲ καὶ ἑτέραν ἐτυμολογίαν ἐκεῖνο. Ὥσπερ δὲ ἀπὸ τοῦ ἤλιτον δευτέρου ἀορίστου ἀλιτός, ὅθεν ὡς εἴρηται ὁ ἀλιτρός, οὕτως ἀπὸ τοῦ ἀλείτω ἐνεστῶτος ἀλοιτός παρὰ Λυκόφρονι, τοῦ ῥηματικοῦ ε μεταπεσόντος εἰς ο, καθὰ καὶ ἐν τῷ λείπω λοιπός καὶ τοῖς ὁμοίοις. Ὅτι ὀνειδίζει Ἀθηνᾶ, ὡς αὐτὴ μὲν Διὸς χάριν τὸν υἱὸν μάλα πολλάκις τειρόμενον, φησί, «σώεσκον ὑπʼ Εὐρυσθῆος ἀέθλων». Ζεὺς δὲ οὔτι τῶν μέμνηται, ὡς πρὸς ἀντίχαριν δηλαδή. Ἐκτίθεται δὲ καὶ σχῆμα ἱκετικὸν Ἡρακλέος, ὡς «ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς τῷ ἐπαλεξήσουσαν ἀπʼ οὐρανόθεν προΐαλλεν». Εἶτα καὶ ὡς οἷα μετάμελον παθοῦσα, ἐφʼ οἷς τότε ὑπήκουσε, φησὶν «εἰ γὰρ ἐγὼ τάδε ᾔδεʼ ἐνὶ φρεσὶ πευκαλίμῃσι», περὶ ὧν λέξεων ἀλλαχοῦ δηλοῦται, «εὖτε μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο, οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα. νῦν δʼ ἐμὲ μὲν στυγέει, Θέτιδος δʼ ἐξήνυσε βουλάς, ἥ οἱ γούνατʼ ἔκυσε καὶ ἔλλαβε χειρὶ γενείου, λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον». Εἶτα ἐπάγει ἀφελὲς νόημα καί, ὡς ἂν εἴποι τις κορικόν, τοῦτο «ἔσται μὰν ὅτʼ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ», τουτέστιν, εἰ καὶ οὕτω με λυπεῖ ὁ πατήρ, ἀλλʼ ἐν καιρῷ ὑποκορίσεται με συνήθει προσφθέγματι. Οὕτω θαρρεῖ Ἀθηνᾶ πεφιλῆσθαι τῷ Διΐ, ὡς φρόνησις νοΐ, ὃς εἰ καί ποτε θυμοῦ ἐπισκοτοῦντος ἢ ἐπιθυμίας ἀποστρέψεται τὴν φωσφόρον Ἀθηνᾶν, οὐκ εἰς μακρὸν τοιοῦτος μένει, ἀλλὰ ταχὺ ἐπίστροφος αὐτῆς γίνεται. Ἰστέον δὲ ὅτι πολλὴν καὶ τὸ τοιοῦτον χωρίον ποικιλίαν ἔχει. Ἱστορίᾳ τε γὰρ ἤρτυται καὶ μύθῳ γλυκάζεται καὶ ἀλληγορίας ὑπόνοιαν ἔχει καὶ ἤθη διαζωγραφεῖ, ὡς εὐθὺς εἰρήσεται. Αὐτίκα γοῦν Ἀθηνᾶ θυμὸν ἔχουσα υἱὸν Διὸς ἔφη ἀντὶ τοῦ Ἡρακλέα, οὐχʼ οὕτω κατʼ ἐξοχήν, ἀλλʼ ὡς μηδὲ πρὸς ὄνομα ἐθέλουσα ἐκείνου μνησθῆναι. καί γε ἐχρῆν τήν, ὡς ὁ μῦθος βούλεται, ἀεὶ κόρην μὴ ἔχειν ἐνδιαθέτως πρὸς τὸν λαγνίστατον. Τὸ δὲ περὶ τῆς Θέτιδος ζηλήμονα τὴν Ἀθηνᾶν ἐμφαίνει καὶ βαρύθυμον, εἰ διὰ φίλημα γονάτων καὶ γενείου ἁφὴν παρʼ οὐδὲν τίθεται τὸ θεραπευτικὸν τῆς Ἀθηνᾶς ὁ πατὴρ Ζεύς. Διαγράφει δὲ καὶ σχῆμα παθητικόν, ἐν οἷς Ἡρακλῆς κλαίει, ὡς εἰκὸς δὲ καὶ εὔχεται ἀναβλέπων εἰς οὐρανόν. Ὑποσμύχεται δέ τι καὶ ἀπειλῆς ἐν τῷ «ἔσται μὰν ὅτε φίλην γλαυκώπιδα εἴπῃ». Βούλεται γὰρ ὑπολαλεῖν ὡς Διὸς ἀξιοῦντος ἀκκίσεται καὶ οὐ ῥᾳδίως ὑπακούσεται. Κάθοδον δὲ Ἡρακλέος εἰς Ἅιδην καὶ φθάσας μὲν ἐδήλωσεν ὁ ποιητής, ἔνθα καὶ ἐρρέθη ὅσον ἐχρῆν. Ἐνταῦθα δὲ καὶ αἰτίαν τῆς καθόδου λέγει τὸν τοῦ Ἅιδου κύνα, οὗ τὴν κλῆσιν Ὅμηρος μὲν σιγᾷ, οἱ δὲ νεώτεροι Κέρβερον αὐτὸν καλοῦσι. Καὶ κυνὸς μὲν κεφαλὰς αὐτῷ προσάπτουσι τρεῖς, οὐρὰν δὲ προσπλάττουσι δράκοντος, ἐπὶ δὲ νώτου προσφύουσιν ὄφεων κεφαλάς. Καὶ τὴν τούτου ἐξ Ἅιδου ἀναγωγὴν ἕνα φασὶν εἶναι τῶν Ἡρακλέους ἄθλων, οἳ ἐν μηνὶ καὶ ἔτεσιν ὀκτὼ ἐκείνῳ ἠνύσθησαν. καὶ ταῦτα μὲν ὁ μῦθος. Οἱ δὲ ἱστοροῦντες λέγουσιν, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, ἄφυκτον εἶναι κύνα τὸν Κέρβερον Ἀϊδωνέως Θρᾳκῶν βασιλέως. ἔνθα σταλέντα τὸν Ἡρακλέα ὑπὸ Εὐρυσθέως περιγενέσθαι τοῦ κυνός. Καὶ τὸν μῦθον ἐντεῦθεν πλασθῆναι διὰ τὸ τὸν Ἀϊδωνέα τὸν Θρᾷκα τῷ ὑπὸ γῆν Ἅιδῃ ὁμωνυμεῖν. Ἡ δὲ ἀλληγορία εἰς μέθην αὐτὸν ὑπονοεῖ ἢ ἄλλο τι τοιοῦτον κακόν, παρὰ τὸ τὸ κέαρ βαρύνειν, ὅ ἐστι τὴν ψυχήν. οὗ δὴ Κερβέρου περιγίνεται Ἡρακλῆς, ὁ εἰς τὸν λόγον ἀναγόμενος, καθὰ καὶ αὐτὸ ἐν ἄλλοις εἴρηται. Μέμνηται δὲ Κερβέρου καὶ ὁ Περιηγητής. Ἰστέον δὲ ὅτι τὸ μὲν «οὐδέ τι τῶν μέμνηται», ὅτι τὸν δεῖνα μάλα πολλάκις «τειρόμενον σώεσκον ὑπʼ ἀέθλων», καὶ τὸ «ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ ὁ δεῖνα ἐπαλεξήσουσαν», ἢ «ἐπαλεξήσοντα, προΐαλλε» χρήσιμά ποτε εἰς ὀνειδισμὸν τὸν ἐπὶ ἀχαριστίᾳ, ὅτε τις βοηθείας οὐ μέμνηται ἣν ἔπαθεν. Ἔχεται δὲ τοιαύτης ἐννοίας καὶ τὸ «εἰ γὰρ ἐγὼ τάδε ᾔδεα ἐνὶ φρεσίν, οὐκ ἂν ὁ δεῖνα ὑπεξέφυγε κινδυνεύων», καὶ τὸ «νῦν δὲ ἐμὲ μὲν στυγέει, τοῦ δεῖνος δʼ ἐξήνυσε βουλάς». Ἐλπίδα δὲ παρακλήσεως παρῳδεῖ τὸ «ἔσται μὰν ὅτʼ ἂν αὖτε φίλον εἴπῃ», ἤγουν προσείπῃ. Ἔνθα ὅρα ὅτι οὐ μόνον τῷ ἔσεται χρᾶται ὁ ποιητὴς ἐντελῶς, ἀλλὰ καὶ τῷ ἔσται, οὗ τὴν συγκοπὴν καινὴν κρίνουσιν οἱ παλαιοί, καὶ ὡς εἰπεῖν μονήρη, καθά που προδεδήλωται. Θέμα δὲ αὐτῶν κοινότερον μὲν ἔω, ἀφʼ οὗ καὶ τὸ εἰμί καὶ τὰ κατʼ αὐτό. Ἡρακλείδης δὲ πεποιῆσθαι λέγει τὸ ἔσομαι ἀπὸ μονοσυλλάβου τοῦ ὦ, ἤγουν ὑπάρχω, ἵνα ᾖ ὥσπερ καλῶ καλέσω καλέσομαι, οὕτω καὶ ὦ ἔσω ἔσομαι, ὃ καὶ πλατύνει ἐκεῖνος καινότερον. Ὅρα δὲ τό τε «πολλάκις», διʼ οὗ δηλοῦται τὸ πλῆθος τῶν Ἡρακλείων ἄθλων, καὶ τὸ «σώεσκον», ἐξ οὗ δυνατὸν ὂν τὸ σῷος διὰ τοῦ ω μεγάλου γράφεσθαι, ὅμως ἑτέρῳ λόγῳ συστέλλεται παρὰ τῷ ποιητῇ, καθὰ προδεδήλωται. Γίνεται δὲ τὸ σωέσκω οὐκ ἀπὸ τοῦ σώω βαρυτόνου, ἀλλʼ ἐκ τοῦ σωῶ σωέσω ἀχρήστου, πλεονασμῷ τοῦ κ, ὁμοίως τῷ ζωέσκω καὶ τοῖς τοιούτοις, ἐν οἷς καὶ τὸ κλαιέσκω, ἀφʼ οὗ τὸ κλαίεσκε κατὰ τὸ ποθέεσκε. Τὸ δὲ «ὑπʼ Εὐρυσθῆος ἀέθλων» ἢ πρόθεσιν ἔχει ἀντὶ προθέσεως, ἵνα ᾖ ἀπὸ ἄθλων ὧν ἐπέταττεν Εὐρυσθεύς, ἢ ἀναστροφὴν ἡ πρόθεσις πάσχει, ἵνα λέγῃ ἡ Ἀθηνᾶ ὑποσῴζειν τὸν Ἡρακλέα τῶν τοῦ Εὐρυσθέως ἄθλων, ὡς ἂν εἶεν οἱ αὐτοὶ ἆθλοι καὶ Εὐρυσθέως διὰ τὸ ἐπιτάσσειν καὶ Ἡρακλέους διὰ τὸ ἐπιτάσσεσθαι. Τὸ δὲ «κλαΐεσκε πρὸς οὐρανόν» οὐ μόνον ἤθους, ὡς εἴρηται, ὁποίου καὶ τὸ ἀνέχειν ἐν εὐχαῖς χεῖρας ὑψόσε, ἀλλὰ καὶ ὅτι μυθικῶς ὁ Ἡρακλῆς ἄνωθεν ἐδόκει εἶναι, ὡς οἷα ἐκ Διός, ὅθεν καὶ ἐστέλλετο ἡ Ἀθηνᾶ ἐπαλεξήσουσα, διʼ ἧς δηλοῦται μὴ θρασέως, ἀλλὰ μετὰ Ἀθηνᾶς φρονήσεως κατορθοῦν ὁ Ἡρακλῆς. Δοκεῖ δὲ ἐλλειπτικῶς εἰρῆσθαι τὸ «πρὸς οὐρανόν», τὸ δὲ πλῆρες εἶναι «κλαίεσκε πρὸς οὐρανὸν ἀναβλέπων». Τὸ δὲ «ᾔδεα» διάλυσίς ἐστι τοῦ ᾔδειν, ἀντὶ τοῦ ἠπιστάμην, Ἰωνική, ὡς καὶ προδεδήλωται. Οὕτω καὶ τὸ πεποιήκειν πεποιήκεά φασιν Ἴωνες, καὶ τοὺς λοιποὺς δὲ ἐνεργητικοὺς ὑπερσυντελίκους ὁμοίως προφέρουσι. Τὸ δὲ «εὖτε» νῦν μὲν χρονικὸν ἐπίρρημα ἰσοδυναμοῦν τῷ ὅτε καὶ ὁπηνίκα. Ἡ δὲ γʹ ῥαψῳδία καὶ ὁμοιωτικὸν αὐτό, ἤτοι παραβολικόν, ἔφηνεν ἐν τῇ περὶ ὀμίχλης παραβολῇ «εὖτʼ ὄρεος κορυφῇσι» καὶ ἑξῆς. Τὸ δὲ «εἰς Ἀΐδαο», καθὰ καὶ τὸ Ἄϊδόσδε, Ἀττικῶς ἐσχημάτισται κατὰ τὸ ἐς μυσταγωγῶν καὶ ἐν Κλωπιδῶν καὶ τὰ τοιαῦτα. Πυλάρτην δὲ τὸν Ἅιδην φησὶν ἀντὶ τοῦ ἀδιεξόδευτον παρὰ τὸ τὰς πύλας ἀραρυίας εἶναι αὐτῷ, τουτέστιν εὖ ἡρμοσμένας. Τὸ δὲ «εἰς Ἀΐδαο προὔπεμψε» σημειωτέον ὡς πάντῃ ἑτεροῖον ὂν πρὸς τὸ «ψυχὰς Ἄϊδι προΐαψεν». Ἔνθα, ὡς καὶ προδεδήλωται, τὸ προΐαψεν οὐχʼ ἁπλῶς δηλοῖ τὸ προΐαλλεν ἢ τὸ προέπεμψεν, ἀλλὰ τὸ μετὰ βλάβης. Τὸ δὲ «Ἐρέβευς» διὰ τὸ ποιητικώτερον ἔφρασεν. ἄλλως γὰρ εἶχε καὶ Ἐρέβους εἰπεῖν. Οὐ γὰρ τὸ κοινὸν τῆς γραφῆς φίλον ὡς ἐπὶ πολὺ ποιηταῖς, ἐξ οὗ οἱ λογοειδεῖς γίνονται στίχοι, ἀλλʼ εἰς πλέον τὸ ἀσύνηθες καὶ σκληρότερον. Τὸ δὲ «στυγεροῦ» καὶ τὸ «Στυγός» καὶ τὸ «στυγέει» ἐγγὺς ἀλλήλων παρακείμενα οὐ μακράν εἰσιν ἐτυμολογίας ἢ παρηχήσεως, ἣν ὁ ποιητὴς ἐπετηδεύσατο, καθὰ καὶ τὰ πάρισα τὸ «πυλάρταο» καὶ τὸ «Ἀΐδαο. Ἐθέλει γὰρ οὐ μόνον ὁ μῦθος, ἀλλὰ καὶ τὰ τῶν νοημάτων σκυθρωπὰ τοιούτοις ἱλαρύνεσθαι καὶ γλυκάζεσθαι σχήμασιν. Ἡ δὲ Στύξ, ὡς πολλαχοῦ λαλεῖται, πηγὴ ἐν Ἅιδου κατὰ τὸν μῦθον, ἀστείως πλασθεῖσα διὰ τὴν τῆς λέξεως δεξιότητα, ἐπειδὴ στυγητά εἰσι τὰ ἐν Ἅιδου, τουτέστι φρικτά. Ἡ δὲ ἱστορία, ὡς δεδήλωται καὶ ἐν ἄλλοις, πηγὴν αὐτὴν οἶδεν ἐν Φενεῷ ἢ Νωνάκρει τῇ περὶ Ἀρκαδίαν. Ὅτι δὲ ὁ Γεωγράφος λιβάδιον αὐτὴν ὀλεθρίου ὕδατος λέγει, καὶ ὅτι ψυχρότατον τὸ κατʼ αὐτὴν ὕδωρ, ὃ μηδὲν ἀγγεῖον στέγειν εἶχεν, ἐξ ὀστράκου δηλαδὴ εἴτε ὑέλου, πλὴν εἴπερ ἀπὸ κέρατος, καὶ αὐτὰ ἐν ἄλλοις ἐρρέθη. Προέγνωσται δὲ καὶ ἄλλην ὑπὲρ γῆς εἶναι Στύγα, εἴπερ ἀπορρὼξ αὐτῆς ὁ εἰς τὸν Πηνειὸν ἐμβάλλων Τιταρήσιος προϊστόρηται. Προσφυέστατον δὲ τῷ Ἀΐδῃ τὸ στυγερόν, εἴπερ τινὶ ἄλλῳ, διὰ τὸ κάτω ἐν Ἅιδου μεμυθεῦσθαι εἶναι τὴν Στύγα, ἧς παράγωγον καὶ ὁ στυγερός. Παράγεται δὲ ἀπὸ τῆς τοῦ μύθου Στυγὸς οὐ μόνον τὸ στυγεῖν, ὅ ἐστι μισεῖν καὶ φρίσσειν, καὶ ὁ στυγητός, ἀλλὰ καὶ ὁ στυγνός, ὃς δηλοῖ καὶ τὸν στυγνάζοντα, ὅ ἐστι λυπούμενον, καὶ τὸν μισητὸν δὲ παρὰ Σοφοκλεῖ, παρʼ ᾧ καὶ Στύγιος δόμος τὰ κάτω. Ἐκ τοῦ στυγεῖν δὲ τὸ στυγνάζειν ἐστὶ πλεονασμῷ τοῦ ν καὶ παραγωγῇ συνήθει. Ἰστέον δὲ ὅτι ἐνταῦθα τὸ “ἐμὲ μὲν στυγέει”, ἀντὶ τοῦ μισεῖ κεῖται, ὅθεν καὶ τὸ “στυγερὸς δέ οἱ ἔπλετο”. Ἐν δὲ τῷ “στυγέῃ δὲ καὶ ἄλλος”, καὶ ἐν τῷ “κατὰ δʼ ἔστυγον αὐτήν” τὸ φρίσσειν ἡ λέξις δηλοῖ. τὰ αὐτὰ δὲ καὶ ἐν ἄλλοις ὅτι μάλα πολλοῖς. Τὸ δὲ “αἰπά” βαρύνεται ἢ ἀπὸ σεσιγημένης εὐθείας τῆς τὸ αἰπόν, ὡς κακόν κακά, ἢ κατὰ τοὺς παλαιοὺς ἀπὸ τοῦ αἰπέα κατὰ συγκοπήν. Κεῖται δέ που καὶ ἐν τοῖς μετὰ ταῦτα ἡ λέξις ἐπὶ ποταμοῦ Τρωϊκοῦ. Συζυγεῖ δὲ πρὸς τό, ὡς ἐρρέθη, αἰπόν καὶ ἡ αἰπή, ἧς χρῆσις ἀλλαχοῦ. Τὸ δὲ Θέτιδος βουλάς, αἳ ἦσαν τὸ τιμῆσαι τὸν Ἀχιλλέα, βαρέως εἴρηται. Ἦν γὰρ ὀρθὸν εἰπεῖν τὴν Ἀθηνᾶν Διὸς βουλάς. ἐκείνου γὰρ αὗται, ὡς δηλοῖ καὶ τὸ “Διὸς δʼ ἐτελείετο βουλή”. Τὸ δὲ “κῦσε γούνατα” μέρος τοῦ γουνάζεσθαι, ὡς τοῦ ἱκέτου μὴ μόνον χειρὶ ἁπτομένου γονάτων, ἀλλά που καὶ φιλοῦντος αὐτά. Τὸ δὲ “ἔλλαβε χειρὶ γενείου” ἀλλαχοῦ ὑπʼ ἀνθερεῶνος ἑλεῖν εἶπε καὶ ποτὶ στόμα χεῖρα ὀρέξαι. Πολλαχοῦ δὲ τὸ λαβεῖν γενικῇ συντάσσεται ταὐτὸν ὂν τῷ ἅψασθαι. Ἰστέον δὲ ὅτι τὸ “γούνατʼ ἔκυσε καὶ ἔλλαβε χειρὶ γενείου” προσφυὲς ἔσται ποτὲ σκωφθῆναι εἰς πρόσωπον κακόηθες καὶ ὕπουλον, ὃ πῇ μὲν γουνάζεταί τινα ἱκετευτικῶς, πῇ δὲ θρασύνεται, ὡς εἰ καὶ καθεῖλκε τοῦ πώγωνος. Δῆλον δʼ ὅτι γένειον καὶ ἐπὶ ἀλόγων κεῖται. λὶς γοῦν ἠϋγένειος καὶ πάρδαλις ἠϋγένειος λέγεται. Ὅρα δὲ καὶ ὡς ἐπιτηδείως παρέρριψεν ὁ ποιητὴς κἀνταῦθα τὴν τοῦ φιλουμένου αὐτῷ Ἀχιλλέως μνήμην, ὡς μυριαχοῦ ποιεῖ. Καὶ ὅτι πτολίπορθον τὸν Ἀχιλλέα λέγει, ὡς καὶ ἐν τοῖς ἑξῆς που ἐρεῖ, διὰ τὰς πολλὰς πόλεις, ἃς εἷλεν, ὡς αὐτὸς Ἀχιλλεὺς ἐν τοῖς ὑπὲρ ἑαυτοῦ δηλώσει. Πολέμαρχος γὰρ ὢν αὐτὸς αἰτίαν εἶχε τῶν πορθουμένων πόλεων. Ὀδυσσεὺς μέντοι πτολίπορθος διὰ μίαν λεχθήσεται κορυφαίαν πόλιν, τὴν Ἴλιον, ἥτις, ὡς ἐν Ὀδυσσείᾳ λέγεται, τῇ τοῦ Ὀδυσσέως ἥλω βουλῇ. Τὸ δὲ “ἔσται μάν” ἔλλειψιν ἔχει καὶ αὐτό. λείπει τὸ χρόνος ἢ ἀνάγκη ἢ τοιοῦτόν τι. Τὸ δὲ “φίλην γλαυκώπιδα” ποθητὸν εἶναι δηλοῖ τῇ μυθικῇ Ἀθηνᾷ τὸ οὕτω καλεῖσθαι ὑπὸ τοῦ πατρός. Διὸ καὶ Ὅμηρος, ὡς οἷα ἐκ Μουσῶν πεπαιδευμένος καὶ τοῦτο, πλεονάζει τῷ ἐπιθέτῳ τῆς γλαυκώπιδος. Ὅτι ὁ μετὰ θάρρους ὁπλιζόμενος κατὰ ἐχθροῦ εἴποι ἂν κατὰ τὴν ἐνταυθοῖ Ἀθηνᾶν μικρόν τι παρῳδήσας τό “ἀλλὰ σὺ μὲν ἐπέντυε”, ὅ ἐστιν ὅπλιζε, εὐτρέπιζε, “μώνυχας ἵππους, ἐγὼ δὲ τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι, εἴ μοι ὁ δεῖνα γηθήσει προφανέντι ἀνὰ πτολέμοιο γεφύρας, ἤ τις καὶ τῶν” δεῖνα, ὡς ἐνταῦθα τῶν “Τρώων, κορέει κύνας ἤδʼ οἰωνοὺς δημῷ καὶ σάρκεσσι πεσών”. Λέγει δὲ γεφύρας πολέμου τὰς διὰ τοῦ ῥεύματος τῶν αἱμάτων διόδους. πᾶσα γὰρ γέφυρα ἐφʼ ὑγροῦ διαβάσεως λέγεται. πῶς δὲ καὶ ἄλλως οἱ παλαιοὶ ταύτας φράζουσιν, ἀλλαχοῦ κεῖται. ἔσται δὲ καὶ μετʼ ὀλίγα μνήμη αὐτῶν. Τὸ δὲ “ἔντυε” πρωτότυπόν ἐστι τοῦ ἐντύνειν, ὡς καὶ τὸ δύειν καὶ θύειν τοῦ δύνειν καὶ θύνειν. Ἐν τούτοις δὲ κεῖται καὶ σχῆμα σολοικοφανὲς τὸ “ὄφρα ἴδωμαι εἰ νῶϊ Πριάμου παῖς γηθήσει προφανείσα ἀνὰ πτολέμοιο γεφύρας”. Δυϊκὴ γὰρ πάντως θηλυκῶν εὐθεῖα ἢ αἰτιατικὴ τὸ “νῶϊ” καὶ τὸ “προφανείσα”. Τὸ δὲ τοιοῦτον οὐκ εὐσύντακτον. οὐ γὰρ εἰώθαμεν λέγειν, ὡς ἡμεῖς φανεῖσαι ἢ ἡμᾶς φανείσας γηθήσει ὁ δεῖνα. ἐπίτηδες δὲ κἀνταῦθα τὴν φράσιν ἐτάραξεν ὁ ποιητὴς ἀναλόγως τῷ θυμουμένῳ προσώπῳ, ἢ καὶ ἐκτροπὴν ὑπεμφαίνων καὶ τάραχον, ἃ πάθοι ἂν ὁ Ἕκτωρ τὰς θεὰς ἰδών. Δύναται δὲ θεραπευθῆναι τὸ σολοικοειδὲς ἢ διʼ ἀντιπτώσεως, ὡς εἴτις εἶπεν “εἰ νῶϊν προφανείσαιν γηθήσει”, ἀντὶ τοῦ ἡμῶν φανεισῶν, ἢ προσλήψει τῆς εἰς προθέσεως ἢ τῆς δια, ἵνα λέγῃ, ὅτι ἴδω, ἐὰν ὁ Ἕκτωρ εἰς ἡμᾶς ἢ διʼ ἡμᾶς γηθήσει φανείσας ἐν τῷ πολέμῳ. Χρήσιμον δὲ εἰς τὴν ῥηθεῖσαν σύνταξιν καὶ τὸ “τίς ἂν τάδε γηθήσειεν”. Ἰστέον δὲ καὶ ὅτι ἐπὶ νεκρῷ ἀτάφῳ ῥηθήσεται ὥσπερ τὸ “ἕλωρ κεῖται κύνεσσιν οἰωνοῖσί τε πᾶσιν”, οὕτω καὶ τὸ “κορέει κύνας ἠδʼ οἰωνοὺς δημῷ καὶ σάρκεσσι πεσών”. ἔνθα ὅρα, ὡς διέσταλται σαρκῶν ὁ δημός. Τὸ δὲ “κορέει” ἀντὶ μέλλοντός ἐστι τοῦ κορέσει, οὐ κατʼ ἀνάγκην τινὰ μέτρου τεθέν, ποίαν γὰρ ἐκείνην; ἀλλὰ κατʼ ἔθος ποιητικόν. Ἰστέον δὲ ὅτι τὸ “Τρώων κύνας ἠδʼ οἰωνούς” σαφέστερον ἔχει τοῦ “κύνεσσιν οἰωνοῖσί τε πᾶσι”. Τοῦτο μὲν γὰρ ἀφορίζει τοὺς οἰωνοὺς Τρωϊκοὺς εἶναι λέγον, ἐκεῖνο δὲ διὰ τοῦ “πᾶσιν” πλείους εἰσάγον δέεται διορισμοῦ, ἵνα προσθήσει τις τό· οἰωνοῖς ἅπασι τοῖς περὶ Τροίαν, καὶ αὐτοῖς οὐ τοῖς ἁπλῶς, οἷον καὶ τοῖς σπερμοφάγοις, ἀλλὰ τοῖς πρὸς χάριν ὁρῶσι βορᾶς τῆς ἀπὸ σαρκῶν. Ὅτι καὶ ἐνταῦθα ὡς καὶ ἐν τῇ εʹ ῥαψῳδίᾳ ἡ Ἀθηνᾶ “πέπλον μὲν καταχεύει ἑανόν”, τὸν ἑαυτῆς δηλαδή, “πατρὸς ἐπʼ οὔδει”, ἤγουν ἐπὶ ἐδάφει Διός, τῷ κοιτωνικῷ ἴσως, “ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν. ἣ δὲ χιτῶνα ἐνδῦσα Διὸς τεύχεσιν ἐς πόλεμον θωρήσσεται δακρυόεντα”. Λέγει δέ, ὥσπερ ἐκεῖ, καὶ φλόγεα Ὅμηρος τὰ αὐτῆς ἅρματα καὶ τὸ ἔγχος βριθύ, μέγα, στιβαρόν, προϊὼν δὲ καὶ πελώριον. Διηγεῖται δὲ καὶ περὶ τῶν τοῦ οὐρανοῦ πυλῶν καὶ τῶν Ὡρῶν, ὅσα καὶ ἐν τῇ ῥηθείσῃ ῥαψῳδίᾳ. καὶ ζητητέον μὲν περὶ τούτων ἐκεῖ. Καὶ νῦν δὲ ῥητέον ἐν ἐπιτόμῳ, ὅτι τὸ μὲν ποικίλον τοῦ τῆς Ἀθηνᾶς πέπλου τὸ πολυειδὲς δηλοῖ τῆς φρονήσεως. διὸ καὶ ὁ συνετὸς Ὀδυσσεὺς πολύμητις καὶ πολυμήχανος καὶ δόλους πολλοὺς εἰδὼς λέγεται. Τὸ δʼ ὅτι αὐτὴ τὸν πέπλον ἐποιήσατο, τὸ ἀπροσδεὲς καὶ αὔταρκες δηλοῖ τῆς φρονήσεως. Τὸ δὲ τὸν Διὸς ἐνδύεσθαι χιτῶνα τὸ αὐτῆς ἀγχίστροφον αἰνίττεται, ποτὲ μὲν ὑπενδιδούσης μαλθακώτερον, ὡς καὶ δοκεῖν εἶναι θηλύφρονα, ὅτε καὶ δοκεῖ πέπλον ἔχειν, ὃς γυναικεῖόν ἐστι παράβλημα, ποτὲ δὲ ἀρρενωποῦ φαινομένης καὶ ἀνδρικῆς. ἀνδρώδης γὰρ ὁ χιτὼν τοῦ Διὸς καὶ βασιλικὸς καὶ πολεμικός. Τὸ δὲ πύρινον ἅρμα τὸ κατʼ αὐτὴν θερμουργὸν δηλοῖ, καὶ ἄλλως δὲ φράσαι, τὸ αὐτῆς ὀξὺ καὶ δραστικόν, ὥσπερ καὶ τὸ ἔγχος τὸ βριθὺ καὶ πελώριον. Ἐν τούτοις δὲ κεῖται καὶ ῥῆμα ποιητικὸν μαίω, τὸ προθυμοποιῶ, οἷον “μάστιγι θοῶς ἐπεμαίετο ἵππους”, ὅ ἐστι περιφραστικῶς ἐμάστιζεν. Εὐριπίδης δʼ ἂν εἴποι “κέντρον ἐπῆγεν ἵπποις”. οὓς διὰ τοῦτο καὶ κεντρηνεκέας ἡ ποίησις καλεῖ ὡς διὰ κέντρων ταχύνοντας τὸν δρόμον. οἱ δʼ αὐτοὶ καὶ χρυσάμπυκες, περὶ ὧν ἐρρέθη ἀλλαχοῦ. Καλεῖ δὲ καὶ τὸν Κρόνον συνήθως ἐν τούτοις μέγαν ὁ ποιητὴς εἰπὼν “Ἥρη πρέσβα θεά, θυγάτηρ μεγάλοιο Κρόνοιο”. καὶ Ζεὺς δὲ οὕτω μέγας κατὰ τὸ “Διὸς μεγάλοιο ἕκητι”, καὶ “τί νυ μήσῃ μεγάλε Ζεῦ”. εἰ καὶ ἡ Δημὼ τῷ Κρόνῳ τὸ μεγαλεῖον ἀποκληροῖ διὰ τὸ τοῦ ἀστέρος μέγεθος. Λέγει δὲ καὶ τὴν Ἶριν χρυσόπτερον, τὸν μὲν χρυσὸν παρενθεὶς διὰ τὴν λαμπρότητα τῶν χρωμάτων τῆς ἀερίας ἴριδος, τὸ δὲ πτερὸν διὰ τὸ ταχὺ τοῦ γίνεσθαί τε αὐτὴν καὶ ἀπογίνεσθαι. Ὅτι δὲ Ἶρις παρὰ τὸ εἴρειν, ὅ ἐστιν ἀγγέλλειν λέγεται, ὡς καὶ ὁ Ἶρος καὶ ὁ Ἑρμῆς, ὅθεν καὶ Ὅμηρος ἐνταῦθα Ἶρίν φησιν ἀγγελέουσαν, καὶ ὅτι Διὸς ἄγγελός ἐστιν, ἤγουν ἀέρος, οἷα ποτὲ μὲν εὐδίαν, ὅ ἐστιν εὐαερίαν, δηλοῦσα, ποτὲ δὲ ὑετὸν, δῆλόν ἐστιν. Ἰστέον δὲ καὶ ὅτι τὸ “ὅν ῥʼ αὐτὴ ποιήσατο” ἦν μὲν λείως φρασθῆναι δίχα τοῦ ῥα συνδέσμου, Ὅμηρος δὲ εἵλετο τραχυφωνῆσαι ποιητικῷ ἔθει, οὐ μὴν διὰ μέτρον, ὃ καὶ ἄλλως εἶχε θεραπείαν. Ἰστέον δὲ ὅτι πόλεμος δακρυόεις ποιητικῶς μὲν κατὰ μῦθον ὁ καὶ τοιούτους ἔχων ὀφθαλμοὺς καὶ οὕτω διαζωγραφούμενος συμβολικώτερον, ἄλλως δὲ πραγματικώτερον ὁ δακρύων αἴτιος. ἔχοι δὲ ἂν καὶ διαστολὴν πρὸς τὸν ἄδακρυν, ὁποῖος ὁ ἐν λόγοις ψιλοῖς, ὁ ὡς εἰπεῖν λογομαχικός. Ὅτι γεροντικοῦ θυμοῦ φραστικὸν τὸ “πατὴρ δὲ ἐπεὶ ἴδε, χώσατʼ ἂρ αἰνῶς”. περὶ Διὸς δὲ ὁ λόγος ὀργισθέντος ἐπὶ Ἥρᾳ καὶ Ἀθηνᾷ. Ὅτι τὸ “βάσκʼ ἴθι, Ἶρι, πάλιν τρέπε”, ἀντὶ τοῦ στραφῆναι ὀπίσω καὶ ἀνακάμψαι τῆς ὁδοῦ ποίησον. ὅμοιον δὲ τούτῳ ἀλλαχοῦ καὶ τὸ “πάλιν τρέπεν ὄσσε φαεινώ”. προϊὼν δὲ τὸ πάλιν τραπῆναι ἂψ ἱκέσθαι φησί. Δῆλον δὲ ὡς ἐκ τοῦ πάλιν τρέπειν ὁ παλίντροπος σύγκειται καὶ τὸ παλιντροπάασθαι, ὃ καινότερον διὰ τοῦ ο μικροῦ γράφεται, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ἀνάπαλιν τοῦ τρωπᾶσθαι, ἴσως διὰ τὴν σύνθεσιν, καθὰ καὶ τὸ “γαστρὶ δὲ πάντας ἐπιτροπόωσι κάλωας”. Ἑρμηνεία δὲ τοῦ “πάλιν τρέπε” τὸ “μηδʼ ἔα ἄντην ἔρχεσθαι”, ὅπερ εὐθὺς ἐπήγαγεν ὁ ποιητής. Ὡς ἐκ μεταφορᾶς δὲ ἅρματος παλινδρομοῦντος εἴρηται τὸ πάλιν τρέπε, κατὰ τὸ “πάλιν τρέπε μώνυχας ἵππους”. Τὸ δὲ “βάσκʼ ἴθι”, ὡς καὶ προδεδήλωται, τὸ αὐτὸ νοεῖ παραλλήλως διά τε τοῦ βάσκε καὶ τοῦ ἴθι. Ἐκτείνεται δὲ ἀεὶ τῆς Ἴριδος, καθὰ καὶ τοῦ Ἴρου, ἡ ἄρχουσα. Ὅτι ἀπειλὴ πρὸς ἀντίδικον τὸ “μηδὲ ἔα ἄντην ἔρχεσθαι, οὐ γὰρ καλὰ συνοισόμεθα πόλεμόνδε”. Ἔστι δὲ κἀνταῦθα τὸ μὲν καλά ἀντὶ τοῦ καλῶς, τὸ δὲ συνοίσεσθαι τὸ κατὰ τὰ συμφερτὰ συγκομισθῆναι καὶ εἰς ἓν ἐλθεῖν καὶ συμβαλεῖν. Ὅτι ὁ τοῦ μύθου Ζεὺς τῇ γυναικὶ καὶ τῇ θυγατρὶ Ἀθηνᾷ ζευγνυούσαις ἅρμα καὶ κατὰ Τρώων ὁπλιζομέναις ἀπειλεῖται ταῦτα διʼ ἀγγέλου τῆς Ἴριδος “γυιώσω μὲν σφῶϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους, αὐτὰς δʼ ἐκ δίφρου βαλέω κατὰ δʼ ἅρματʼ ἄξω”. τὰ δὲ ἀπὸ κεραυνοβολίας αὐταῖς γενησόμενα ἕλκη μὴ ἂν ταχὺ ἰαθήσεσθαί φησιν. Ἐπάγει γὰρ “οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός, ὄφρʼ εἰδῇ γλαυκῶπις ὅτʼ ἂν ᾧ πατρὶ μάχηται. Ἥρῃ δʼ οὔτι τόσον”, φησί, “νεμεσίζομαι οὐδὲ χολοῦμαι. αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττι νοήσω”, ἤγουν ἀεὶ ἔθος αὐτῇ ἐμποδὼν εἶναι καὶ κατακάμπτειν καὶ ὡς οἷον κατακλᾶν τὰ εἰς ὀρθὸν ἐμοὶ βουλευθέντα. Ἐκ μεταφορᾶς δὲ φυτῶν ὀρθοτενῶν εἴληπται τὸ ἐνικλᾶν. εἰσὶ γὰρ καὶ τῇ ψυχῇ βλαστοὶ εὐγενεῖς κατὰ τὸ “ὃς ἂν βλαστοῖ νοῦς” παρὰ Σοφοκλεῖ, καὶ παρʼ Αἰσχύλῳ τὸ “κεδνὰ βλαστάνει βουλεύματα”. Καὶ ὅρα ὡς τοῖς μὲν ἀγαθοῖς νεμεσῶμεν, εἴ τί που καὶ σφαλεῖεν, τοὺς δὲ μὴ τοιούτους οὐ καινοπραγεῖν δοκοῦμεν σφαλλομένους, οἷα ἐν ἕξει ἐθίμῳ γενομένους φαυλότητος. οὕτω γὰρ Ζεὺς Ἀθηνᾶν μὲν σφαλεῖσαν μέμφεται, Ἥραν δὲ οὔ, τὴν ἀεὶ φίλεριν. οὐ γὰρ ἁπλῶς ἀπολύει τὴν Ἥραν ὁ Ζεὺς τῆς αἰτιάσεως, ἀλλὰ φέρει διὰ τὸν μακρὸν συνεθισμόν. αἰεὶ γὰρ τῷ Διῒ τοιαύτη φαίνεται εἶναι. Σημείωσαι δὲ ὅτι τὰ τέσσαρα ἔπη τῆς ἀπειλῆς, τὸ “γυιώσω μὲν σφῶϊν” καὶ ἑξῆς, προϊὼν διὰ στίχου ἑνὸς ἐπιτέμνει μετʼ ὀλίγα ἐν τῷ “ἐφʼ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ”. Γυιῶσαι δὲ τὸ χωλῶσαι λέγει, ἀφʼ οὗ καὶ γυιόν ὀξυτόνως τὸ χωλόν, ὡς παρὰ Λυκόφρονι γυιαὶ μοῖραι, αἱ χωλαί, καὶ Ἥφαιστος ἀμφιγυιήεις ὁ ἀμφοτέρους τοὺς πόδας χωλός. Τὸ δὲ “ἐκ δίφρου βαλέω”, ἀντὶ τοῦ ἐκβαλῶ, ἔξω θήσω, ἐκρίψω, οἷα καὶ κατακλάσας τὸ ἅρμα. Τὸ δὲ “εἰς δεκάτους”, ἢ ἁπλῶς ἀντὶ τοῦ εἰς δέκα, ἵνα ᾖ παράγωγον ἀντὶ ἁπλοῦ, ἢ ἀντὶ τοῦ εἰς πολλὰς δεκάδας. Περιτελλόμενοι δὲ ἐνιαυτοί ἢ οἱ ἀλλαχοῦ περιπλόμενοι, ὅ ἐστι συντελούμενοι, ἀφʼ οὗ ῥήματος καὶ τὸ τέλος γίνεται, ἢ μᾶλλον οἱ ἀπαρτιζόμενοι διὰ τῶν πέριξ ἀνατολῶν τοῦ ἡλίου, ἀφʼ οὗ καὶ τὸ ἐπιτέλλειν καὶ τὸ ἀνατέλλειν λέγεται. Ἀπαλθήσεσθαι δὲ τὸ θεραπευθήσεσθαι ἢ καὶ ἐνεργητικῶς θεραπεῦσαι εἰς ὑγίειαν, ἀπὸ τοῦ ἄλδω, τὸ αὐξάνω, κατὰ τὴν προδηλωθεῖσαν συγγένειαν τοῦ δ πρὸς τὸ θῆτα, ἧς ἔνδειξις καὶ ἐν τῷ προτένθης, ὃ ἐκ τοῦ τένδω γίνεται τροπῇ τοῦ δ εἰς θ, δηλοῦν τὸν προγεύστην. τοῦτο δέ, ὡς τῆς νόσου φθίνειν ποιούσης, ὅπερ ἐναντίον τῷ ἀλθεῖσθαι, ἤτοι αὔξεσθαι, οὗ τὸ πρωτότυπον, ἤγουν τὸ ἄλδω ἢ περισπωμένως ἀλδῶ ἀλδήσω, ἐξ οὗ καὶ ἀλδήσκω, τὸ αὐξάνω, καὶ Ἄλδησκος ποταμός, ἐκ τοῦ ἅλλω ἅλλομαι γίνεται ἐπενθέσει συνήθει τοῦ δ. ἅλλονται γάρ πως ὑψοῦ τὰ αὐξόμενα. Ὅρα δὲ ἐν ταῖς ῥηθείσαις ἀπειλαῖς, ὡς ὁ ἄρχων τὰ δεινότατα ἐν καιρῷ καὶ αὐτοῖς τοῖς οἰκειοτάτοις ἀπειλήσεται, καὶ ὡς λεπτόσωμα τὰ δαιμόνια ἡ ποιητικὴ παχύτης νοεῖν βούλεται, εἴγε ὑπὸ κεραυνῶν ἕλκεα πάσχουσι. καὶ καινὸν οὐδὲν τοῦτο τοῖς λογιζομένοις ὡς καὶ βάλλονται ποιητικῶς καὶ τιτρώσκονται. Προκατασκευάζει δʼ ἐν τούτοις ὁ ποιητὴς καὶ τὴν ἐν τοῖς ἑξῆς ἀναιδέστερον μυθολογουμένην μάχην τῶν θεῶν ὡς δυναμένην καὶ αὐτὴν γενέσθαι. Τὸ δὲ μάρπτειν κυρίως ἐπὶ λογικῶν, ὡς τὸ “μάρπτων ἑξείης ὅς τʼ αἴτιος ὅς τε καὶ οὐχί”. ἐπὶ δὲ κεραυνοῦ νῦν ἀφελῶς εἴρηται ὡς οἷον χεῖρας ἔχοντος. πρὸς διαστολὴν δὲ ἑτέρων ἑλκέων εἴρηται τὸ “ἃ μάρπτῃσι κεραυνός”. Καὶ ἄλλως δὲ εἰπεῖν ἔχων Ὅμηρος “ὅ κεν βάλλῃσι κεραυνός” ἐπέκρινεν εἰπεῖν μάρπτῃσιν, ὡς τοῦ διοβόλου κατὰ τὴν τραγῳδίαν κεραυνοῦ μὴ ἁπλῶς βάλλοντος κατά τινα μετρίαν βολῆς περιγραφήν, ἀλλὰ μάρπτοντος εἰς πλατύτερον. Τὸ δὲ “ὄφρα εἰδῇ γλαυκῶπις ὅτʼ ἂν ᾧ πατρὶ μάχηται” ἐλλιπῶς ἔχει διὰ μυθικὴν λόγου ἐγκοπήν. Καὶ ἄδηλον μὲν τί ἐλλείπει τῷ λόγῳ. Ἔστι δὲ νοῆσαι “ἵνα εἰδῇ τί ἐσφάλη”, ἢ “ἵνα εἰδῇ ὅτι ἀφραίνει”, ἢ ὅτι κρείττονι ἀντιφερίζει, ἢ τοιοῦτόν τι, ὁποῖον μάλιστα τὸ “ἣν ἄτην”, κατὰ τὸ “γνῷ δὲ καὶ Ἀτρείδης ἣν ἄτην”, ὃ δὴ Ἀχιλλεὺς ἔφη περὶ τοῦ βασιλέως. Καὶ ἄλλως δὲ ἔστι νοῆσαι τὸ ῥηθὲν οὕτως ἀνελλιπῶς· ὄφρα ἡ γλαυκῶπις μάθοι, πότε ἂν μάχοιτο τῷ πατρί, ὡς εἰκὸς ὂν θυγατέρα πατρὶ σωφρόνως ἀνθίστασθαί ποτε, οὐ μὴν ἐπὶ τοιούτοις, ὅτε δηλαδὴ ἐκεῖνος ἄλλα σπουδαῖα βούλεται. Τὸ δὲ χολοῦσθαι παρακολούθημά ἐστι νεμέσεως ἀπρακτούσης. διόπερ ὁ μὴ νεμεσιζόμενος οὐδʼ ἂν χολοῖτο. καὶ ἄλλως δέ, ἐπεὶ ὁ μὲν χόλος ἔστιν ὅτε ἀλόγιστός ἐστιν, ἡ δὲ νέμεσις ἀγαθόν ἐστιν ἄχολον, ὁ ἀπεγνωκὼς διόρθωσιν φαύλου προσώπου ὀρθῶς ἂν εἴποι, ὡς οὔτε νεμεσίζεται τῷ τοιούτῳ οὔτε χολοῦται, ὡς οἷα ἐθισθεὶς τὴν ἐκείνου ἀπόνοιαν. Τὸ δὲ “ἔωθεν” ἀσύνηθες μέν, ὀρθὸν δὲ κατὰ Ἴωνας, εἰ καὶ συνεμπίπτει κατὰ μόνην φωνὴν τῷ ἕωθεν ἐπιρρήματι. Τὸ δὲ ἐνικλᾶν κατὰ στερεῶν καί, ὡς ἐρρέθη, ἀτενῶν σωμάτων λέγεται, ὁποῖά τινα ὄντα καὶ τὰ τοῦ Διὸς βουλεύματα ἡ Ἥρα ἐνικλᾶν λέγεται. Ὅτι οὕτω ταχεῖα κατὰ τὴν ἀλληγορουμένην Ἶριν καὶ ἡ μυθική, ὥστε ἅμα σταλῆναι πρὸς Διὸς καὶ εὐθὺς ἄντεσθαι ταῖς θεαῖς παρὰ πρώταις πύλαις Ὀλύμπου. καὶ μὴν ἐκεῖναι πρὸ τοῦ αὐτὴν σταλῆναι διὰ τῶν πυλῶν ἐξήρχοντο. Πρώτας οὖν πύλας λέγει τὰ προπύλαια καθʼ ὁμοιότητα τοῦ πρώταις θύραις, ὅπερ ἐν τοῖς ἑξῆς που λεχθήσεται. καὶ ἐκεῖ γὰρ πρῶται θύραι τὰ πρόθυρα. Φράζει δʼ ἐνταῦθα ὁ ποιητὴς οὕτω “ὦρτο δʼ Ἶρις ἀελλόπος ἀγγελέουσα, βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς μακρὸν Ὄλυμπον. πρώτῃσι δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο ἀντομένη κατέρυκεν”, εἰποῦσα τὰ ἐπιταχθέντα. Ἰστέον δὲ ὅτι, ὥσπερ ταὐτὸν ποδώκης καὶ τραγικῶς ἀνεμώκης, οὕτω καὶ ποδήνεμος καὶ ἀελλόπους, ἐξ οὗ ἀπελθόντος τοῦ υ γίνεται ἡ ἀελλόπος ἀναγκαίως. Ἄλλως γὰρ ἄχρηστος ἡ λέξις μέτρῳ δακτυλικῷ, καθὰ καὶ ὁ Οἰδίπους καὶ ὅσα ἀμφίμακρα. Τὸ δὲ “βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἐς Ὄλυμπον” οὐκ ἐξ ἀνάγκης τὴν Ἴδην ὑψηλοτέραν τοῦ Ὀλύμπου εἶναι δηλοῖ, ἀλλὰ λέγοι ἄν, ὅτι κατέβη τῆς Ἴδης, ὡς τὸ ἐντεῦθεν ἀνελθεῖν εἰς ὁπότερον ἂν εἴπῃ τις Ὄλυμπον. Εἰ δὲ καὶ ἄλλως ἔγνωσται Ὁμήρῳ ἐξ Ἴδης ὡς ὑψηλοτέρας καταβαίνειν εἰς τὸ ὄρος τὸν Ὄλυμπον ταπεινότερον ἐκείνης ὄντα, οἶδεν αὐτός. Τὸ δὲ πολύπτυχος, ὡς καὶ ἀλλαχοῦ φαίνεται, ὡς ἐπὶ ὄρους τοῦ Ὀλύμπου εἰρῆσθαι δοκεῖ, ὃς πολλὰς πτύχας, ἤτοι φαραγγώδεις πτύξεις, ἤγουν περιοχάς, ἔχει. οὐρανῷ γὰρ οὐκ ἂν οἰκείως τὸ πολύπτυχον ἐπιλέγοιτο. Ὄλυμπος δέ ἐστιν, ὡς μετʼ ὀλίγα ἐρεῖ, ἀθανάτων ἔδαφος. Φησὶ γὰρ “ἐς Ὄλυμπον, ἵνʼ ἀθανάτων ἕδος ἐστί”. Παρηχητικῶς δέ πως ἢ ἐτυμολογικῶς παράκεινται ἡ πύλη καὶ ὁ πολύπτυχος. Παρὰ τὸ πτύσσειν γὰρ καὶ ἄμφω, ἵνα ᾖ πολύπτυχος ὁ πολύπυλος. πάντως δὲ ὁ πολυδειρὰς Ὄλυμπος κατά γε τὰς ὀρεινὰς ἐξοχὰς εἴη ἂν καὶ πολύπτυχος διὰ τὰς μεταξὺ τῶν πολλῶν δειράδων πολλὰς πτύχας ἢ πτυχάς. Τοῦ δὲ ἀντομένη ὁ ἐνεργητικὸς ἐνεστὼς τὸ ἄντω ὅτι καὶ περισπᾶται, δηλοῖ τὸ ἤντησε καὶ ὅσα τοιαῦτα. Σύστοιχα δὲ τούτοις καὶ τὸ ἀντιᾶν καὶ τὸ ὑπαντιάζειν. Ἐν δὲ τοῖς περὶ τὴν Ἶριν ἄρτι ὅρα καὶ οἷον ὑπεῖναι χρὴ τοῖς ὑπακούουσι ζῆλον ὑπὲρ τοῦ ἄρχοντος. Ἶρις γὰρ καίτοι μὴ ἐπιταγεῖσα ὑβρίσαι τὴν Ἀθηνᾶν ὅμως αὐτὴ θερμότητι διαθέσεως οὐ μόνον μανιώδη καὶ αὐτὴν ἔφη, καθὰ καὶ τὴν Ἥραν ἐν τῷ “πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ;” ἀλλὰ καὶ εἰποῦσα τὰ τοῦ Διός, ὡς ἐπετράπη, ἐπάγει “ἀλλὰ σύ γʼ αἰνοτάτη κύον ἀδδεές, εἰ ἐτεόν γε τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι”, τουτέστι “σὺ ὦ κύον ἀπτόητε, αἰνοτάτη εἶ, ἐὰν τῷ πατρὶ ἀντιστῇς”. Ἡ δʼ αὐτὴ καὶ ἄλλως δεικνῦσα, ὡς ἀγαθὸν ὁ συνετὸς ἄγγελος, πρὸ τοῦ εἰπεῖν τὴν ἀπειλὴν ἔφη “ὧδε γὰρ ἠπείλησεν, εἰ τελέει περ”, ὑπὲρ τοῦ Διὸς οἷον λαλοῦσα, ὡς ἴσως ἐν λόγοις αὐτῷ καὶ μόνοις ἔσται τὰ τῆς ἀπειλῆς. Ἔστι δὲ τοῦτο καὶ Ὁμηρικὴ προαναφώνησις, ὡς ἂν μὴ ἀναρτῴη τὸν ἀκροατὴν καραδοκοῦντα πληρώσεσθαι τὰς τοῦ Διὸς ἀπειλάς. Δύναται δὲ τὸ “εἰ τελέει περ” καὶ ἀποφαντικὸν εἶναι κατὰ ἀπειλὴν ἀντὶ τοῦ “ἐπειδὴ τελέσει”. κρεῖττον δὲ τὸ πρῶτον νόημα. Ἰστέον δὲ ὅτι ἐν τῷ “ἀλλὰ σύ γʼ αἰνοτάτη” οὐκ ἂν ῥᾳδίως εἶχέ τις τὸ “σύ γε” ἐπὶ εὐθείας νοῆσαι, εἰ μὴ ὁ μετρικὸς δάκτυλος αὐτὸ ἐδήλου. Ἔστι γὰρ ὁ τῆς Ἴριδος λόγος τοιοῦτος “Ἥρῃ δʼ οὔτι τόσον νεμεσίζεται Ζεὺς οὐδὲ χολοῦται, ἀλλὰ σύ γε” καὶ ἑξῆς. Ἔστι δὲ συμβιβάσαι καὶ ἄλλως τὴν τοιαύτην διὰ τοῦ υ ψιλοῦ γραφὴν οὕτω, νοουμένου ἀπὸ κοινοῦ τοῦ “νεμεσίζεται καὶ χολοῦται”, ἵνα λέγῃ ὅτι ἀλλʼ ἀγανακτεῖ ὁ Ζεύς, εἴπερ σὺ τολμήσεις ἀντιστῆναι αὐτῷ. Ἰστέον δὲ καὶ ὅτι τὸ “ἀλλὰ σύ γʼ αἰνοτάτη κύον ἀδδεές” καὶ ἑξῆς, παρῳδηθήσεταί ποτε, ὅτε τις μεγάλῳ τινὶ ἀντιβαίνειν βούλεται. Ὁμοίως δʼ ἐν τούτοις κωλυτικόν τινων ἀπιόντων εἰς ἄμυναν τὸ “πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ; οὐκ ἐάᾳ ὁ δεῖνα ἐπαμύνειν”. Ἔστι δὲ ἐν τῷ “ἐάᾳ” τὸ παραλῆγον α ἐκ πλεονασμοῦ. ὡς γὰρ ὁρᾷ ὁράᾳ, βοᾷ βοάᾳ, οὕτω καὶ ἐᾷ ἐάᾳ Ἡ δὲ διπλόη τοῦ δ ἐν τῷ “ἀδδεές” ὁμοία τῇ τοῦ “ἔδδεισε δʼ ὁ γέρων”. Ὅτι δὲ ὁ ἀδεὴς καὶ ἀδειὴς ποιητικῶς λέγεται, δηλοῦται ἐν τῷ “εἴ περ ἀδειής ἐστιν”. Ὅρα δʼ ἐν τούτοις καὶ ὅπως τὰ τοῦ Διὸς δεξιῶς ταὐτολογεῖ Ὅμηρος διὰ τῆς Ἴριδος ἐγκλίσεις τε ἀλλάξας καὶ πρόσωπα. Τὸ μὲν γὰρ γυιώσω καὶ βαλέω καὶ ἄξω μετήμειψεν ἀπαρεμφάτως διὰ τοῦ ἠπείλησε γυίωσειν, βαλέειν, ἄξειν. Τὸ δὲ “εἰδῇ γλαυκῶπις” καὶ τὸ “μάχηται” καὶ τὸ “νεμεσίζομαι καὶ χολοῦμαι”, καὶ “αἰεὶ γάρ μοι”, καὶ “ὅττι νοήσω” προσωπικῶς μετέβαλεν ἐν τῷ “ὄφρʼ εἰδῇς γλαυκῶπι”, καὶ “ὅτʼ ἂν μάχηαι”, καὶ “Ἥρῃ οὐ νεμεσίζεται οὐδὲ χολοῦται, αἰεὶ γάρ οἱ ἐνικλᾷ, ὃ νοήσει”. Οὐκ ἂν δὲ οὐδὲ τὰ τοιαῦτα ἐνήλλαξεν Ὅμηρος, εἰ μὴ τὸ πρᾶγμα ἠνάγκαζεν, ἀλλʼ ἐταυτολόγησεν ἂν ἀπαραποιήτως κατὰ νόμον οἰκεῖον, οὐκ ἐγκαλυπτόμενος πολλάκις λαλεῖν τὸ γραφὲν πάνυ ἐπιτυχῶς. Ὅτι ἀπόγνωσιν βοηθοῦ δηλοῖ τὸ “οὐκέτʼ ἔγωγε ὑμᾶς ἐῶ ἄντα τοῦ δεῖνος βροτῶν ἕνεκα πολεμίζειν”. Τὸ δὲ ἐφεξῆς “τῶν”, ἤγουν τούτων, “ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω, ὅς κε τύχῃ” οἰκεῖον ἐπὶ τοῦ μὴ φροντίζοντος, εἴτε περίεισί τινες εἴτε καὶ μή. Πρὸς δὲ ἄρχοντα πεισματικὸν καλὸν εἰπεῖν τὸ “κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ τοῖς δεῖνα δικαζέτω, ὡς ἐπιεικές”. Ἥρα δὲ καὶ ταῦτά φησι μετὰ τὰς ἀπειλὰς τοῦ Διός, ἀπογνοῦσα τοῦ συμμαχῆσαι τοῖς Ἀχαιοῖς. Ὅτι δὲ τὸ ἀποφθίσθω διφορεῖται παρὰ τοῖς παλαιοῖς, καθὰ καὶ ὁ θεματικὸς ἐνεστὼς αὐτοῦ, καὶ ὅτι παρʼ Ὁμήρῳ ἐπιεικές ἀεὶ τὸ πρέπον λέγεται, πολλαχοῦ δηλοῦται. Τοῦ δὲ “φθίσθω” τὸ ἀπαθὲς καὶ ἄκρατον φθιέσθω, ἐξ οὗ κατὰ κρᾶσιν ἢ συγκοπὴν τὸ φθίσθω. Τὸ δὲ “βιώτω” δοκεῖ βιούτω εἶναι ὡς χρυσούτω καὶ μεταβολῇ ἐθίμῳ τῆς ου διφθόγγου εἰς μέγα ω βιώτω. Ὅτι καὶ αἱ Ὧραι ὡς ὑπηρετητικαί τινες πλάττονται δαίμονες. Ὧραι γοῦν ἔλυσαν καλλίτριχας ἵππους τῇ Ἥρᾳ καὶ τῇ Ἀθηνᾷ, θυμωθείσαις ἤδη κατὰ τοῦ Διός, καὶ αὐτοὺς μὲν κατέδησαν ἐπʼ ἀμβροσίῃσι κάπῃσιν, ἅρματα δʼ ἔκλιναν καὶ αὐταὶ πρὸς ἐνώπια παμφανόωντα. καὶ οὕτω μὲν ὁ μῦθος. Ἡ δὲ πρὸς ἦθος ἀλληγορία αἴνιγμα ἐνταῦθα νοεῖ τοῦ χρῆναι ὥραν εἶναι δέουσαν τοῖς ἐνδόξοις καὶ λύσεως θυμοῦ, τοῦ ἀλόγου μέρους τῆς ψυχῆς. τῷ δέ γε Διῒ μετʼ ὀλίγα τοὺς ἵππους κλυτὸς Ἐννοσίγαιος λύει, ὡς τοῦ ἀέρος μέχρι τοῦ κατὰ Ποσειδῶνα ὕδατος ἄνωθεν ἥκοντος, ἐκεῖσε δὲ καταλύοντος. Ἔνθα εἰπὼν Ὅμηρος “τῷ δὲ καὶ ἵππους μὲν λῦσεν Ἐννοσίγαιος” ἀργὸν ἐκ περιττοῦ ἔθετο τὸν και σύνδεσμον. Τὸ δὲ “ἔλυσαν ἵππους καὶ ἔδησαν ἐπὶ φάτναις” ἀντιθετικόν τι σχῆμά ἐστιν, ἐπεὶ τὸ λῦσαι καὶ τὸ δῆσαι ἀντιτέθεινται. οὕτω καὶ Τρῶες ἐν τοῖς ἑξῆς ἵππους μὲν ἔλυσαν ὑπὸ ζυγοῦ, ἤγουν ὑπέλυσαν τοῦ ζυγοῦ, ἔδησαν δὲ ἱμάντεσσιν. Ἐντελέστερον δὲ ἐκεῖνο εἴρηται. ἐνταῦθα γὰρ ἐλλέλειπται τὸ ὑπὸ ζυγοῦ καὶ τὸ ἱμάντεσσι. Τὸ δὲ λύειν καὶ παθητικῶς μετʼ ὀλίγα φησὶν ἐν τῷ “ἵππους λύσασθʼ ἐξ ὀχέων”. Ἀμβρόσιαι δὲ κάπαι διὰ τὸν μῦθον, παρʼ ᾧ πολλὴ ἀμβροσίας χορηγία, ἣν καὶ Σκάμανδρος ἵπποις μυθικοῖς ἀνέτειλέ που νέμεσθαι. Ἄλλως γὰρ ἵπποι ἀτιτάλλονται Πριάμῳ ἐϋξέστῳ ἐπὶ φάτνῃ, ὁποία καὶ ἡ ἐν τοῖς ἑξῆς ἱππεία φάτνη. Ὥσπερ δὲ φάτνη ἀπὸ τοῦ φαγεῖν, οὕτω καὶ κάπη παρὰ τὸ κάπτειν, ὅ ἐστιν ἐσθίειν, οὗ ἡ χρῆσις καὶ παρὰ τῷ Κωμικῷ. Ἐνώπια δέ, τὰ καὶ ἀλλαχοῦ κείμενα, πολλοὶ μὲν τοὺς παροδίους τῆς οἰκίας λέγουσι τοίχους, τουτέστι τοὺς ἀντικρὺ τῆς εἰσόδου, οἳ ἐν ὀφθαλμοῖς εἰσι τῶν παροδευόντων ἔξωθεν. διὸ καὶ παμφανόωντα τὰ τοιαῦτα. Ἡ μέντοι Ὀδύσσεια ἐν τῇ κατὰ τοὺς μνηστῆρας μάχῃ ἐμφαίνει ἐνώπια μάλιστα τοίχων εἶναι τὰ ἐν τῇ τῶν θυρῶν εἰσόδῳ καὶ ἐξόδῳ πλάγια, ὡς ἐκεῖ δεδήλωται. Εἰ δὲ μὴ παμφανόωντα ταῦτα, θετέον ἄρα ἐνταῦθα τὴν λέξιν ταύτην ὑπερβατῶς εἰς τὸ ἅρματα, ὃ καὶ οἰκειότερόν ἐστι μάλιστα. Ὅτι ἀπὸ χρυσοῦ κἀνταῦθα κοσμῶν τὰ κατὰ τὸν μῦθον θεῖά φησι περὶ Ἥρας καὶ Ἀθηνᾶς, ὡς “αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον μίγδʼ ἄλλοισι θεοῖσιν”. Ἔνθα ὅρα καὶ τὰ συχνὰ ποιητικὰ πάρισα, καὶ τὸ “μίγδα” ἐκ τοῦ μίγδην μεταπλασθὲν ὁμοίως τῷ κρύβδην κρύβδα, ὧν χρῆσις καὶ ἐν Ὀδυσσείᾳ. Ὅτι διώκειν ἐνταῦθα τὸ ἁπλῶς κατὰ σπουδὴν ἐλαύνειν. Φησὶ γοῦν “Ζεὺς δὲ Ἴδηθεν ἅρμα καὶ ἵππους Ὄλυμπόνδʼ ἐδίωκεν”. Ἀστεία δὲ ἡ λέξις, καθότι δοκεῖ ὁ πλήττων ἵππους διώκειν αὐτούς. Ἀκολούθως δὲ καὶ ἐκεῖνοι κατὰ σπουδὴν συντόνως θέοντες φεύγειν ἂν λέγοιντο, καὶ λαλεῖται καὶ τοῦθʼ οὕτως νῦν ἐν τοῖς ἱππικοῖς ἀγῶσι. Δοκεῖ δὲ προϋποκεῖσθαι ἰώκειν, τὸ ἰέναι ὦκα, ἐξ οὗ κατὰ συνήθη πλεονασμὸν τοῦ δ τὸ διώκειν γίνεται. Ὅτι βωμοὶ οὐ μόνον ἐφʼ ὧν ἔθυον, ἀλλὰ καὶ κτίσμα τι ἁπλῶς καὶ ἀνάστημα, ἐφʼ οὗ ἔστι βῆναί τι καὶ τεθῆναι. Οὕτω γοῦν ἐν Ὀδυσσείᾳ ἀγαλμάτιά τινα δᾷδας ἐν χερσὶν ἔχοντα, ἱστάμενα ἐπὶ βωμῶν, ἤτοι βάσεων τινων, ἔφαινον τοῖς δαιτυμόσι. Καὶ ἐνταῦθα δὲ Ποσειδῶν τὰ τοῦ Διὸς ἅρματα “ἂν βωμοῖσι τίθει κατὰ λῖτα πετάσας”, ἤγουν καταπετάσας ὕφασμά τι λιτὸν καὶ οὕτω σκεπάσας, ἵνα δῆθεν εἴη ἄχραντα ῥύπῳ, καὶ μή ποθεν καταικίζηται κατὰ τὴν ἐν Ὀδυσσείᾳ Ὁμηρικὴν ῥῆσιν. Καὶ ὅρα καὶ νῦν τὴν ἀνα πρόθεσιν, ὡς καὶ προδεδήλωται, δοτικῇ συντεταγμένην, ὡς καὶ ἐν Ὀδυσσείᾳ ἐν τῷ “ἀνὰ φαιδίμῳ ὤμῳ”. Ἰστέον δὲ ὅτι ὅθεν παρῆκται τὸ καταπετάσας λῖτα, ἐκεῖθεν γέγονε καὶ τὸ καταπέτασμα, ὅπερ ὁ Κωμικὸς παραπέτασμα λέγει, δυνάμενον, ὡς εἰκός, ῥηθῆναι καὶ περιπέτασμα, ὡς δηλοῖ ὁ ἐξηγησάμενος παρʼ αὐτῷ τὸ “ὀνόματι περιπέττουσι τὴν μοχθηρίαν”. Τὸ δὲ “λῖτα” ἔχει καὶ δοτικὴν εἰς ι λήγουσαν γένους καὶ αὐτὴν οὐδετέρου, οἷον “ἑανῷ λιτὶ κάλυψεν”, ἤγουν εὐτελεῖ τινι περιβολαίῳ οἷον λινῷ. Καὶ γίνεται κατὰ μεταπλασμὸν ἐκ δοτικῆς τῆς τῷ λιτῷ, οὗ αἰτιατικὴ τὸ λῖτα βαρυνόμενον διὰ τὸ μηδέποτε δισύλλαβον αἰτιατικὴν ἑνικὴν εἰς α λήγουσαν ὀξύνεσθαι πλὴν τοῦ τινά. περὶ δὲ τούτου καὶ ἐν τῇ α τῆς Ὀδυσσείας πλατύτερον εἴρηται. Σημείωσαι δὲ καὶ ὅτι τὸ ῥῆμα, ἐξ οὗ γίνεται ὁ βωμός, βῶ γὰρ βωμός, ὡς βλῶ βλωμός, ψῶ ψωμός, ἐκεῖθεν καὶ τὸ παρὰ τοῖς παλαιοῖς βῆμα παράγεται. ἀπὸ γὰρ τοῦ βῶ βέβηκα βέβημαι, βῆμα, ἐφʼ οὗ οἷα καί τινος ὀκρίβαντος ἀναβαίνοντες ἐλάλουν. Ὅτι ἀνωτέρω εἰπὼν “χρυσέοις ἐπὶ κλισμοῖς κάθιζον” λέγει νῦν καὶ περὶ Διὸς ὅμοιον. Φησὶ γὰρ “αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον Ζεὺς ἕζετο, τῷ δʼ ὑπὸ ποσὶ πελεμίζετʼ Ὄλυμπος”. ἔνθα εἰς ταὐτὸν ἄγει θρόνον καὶ κλισμόν. Ἐν οἷς ὅρα καὶ ὅτι ἐκεῖ μὲν ἐπὶ κλισμοῖς εἶπεν, ἐνταῦθα δὲ ἐπὶ θρόνον κατὰ σύνταξιν αἰτιατικήν. Καὶ ὅτι, ὥσπερ δάπεδον ἐν ἄλλοις χρυσοῦν καὶ νέκταρος πόσις ἐν χρυσέοις δεπάεσσι καὶ συγκρότησις ἅρματος ἀφειδὴς χρυσοῦ, οὕτω κἀνταῦθα κλισμοὶ καὶ θρόνοι χρύσεοι, ὡς οἷα θείᾳ φύσει πρέποντος τοῦ χρυσοῦ διὰ τὸ ἀνίωτον καὶ ἀεὶ καθαρόν. Πελεμίζεται δὲ οὐρανὸς ὑπὸ Διΐ, καθὰ καὶ Ἥρα σεισαμένη ἐν θρόνῳ μέγαν ἐλέλιξεν Ὄλυμπον. Πελεμίζειν δὲ κυρίως τὸ παλάμῃ κινεῖν. ὅθεν ἴσως καὶ πόλεμος ὁ καὶ παλαμναῖος καὶ παλαμναίων δεόμενος. Προσφυὴς δὲ λέξις τοιᾷδε ἠρεμαίᾳ κινήσει Ὀλύμπου ὡς τὸ ἐλελίζειν, καθὰ ἐρρέθη ἀλλαχοῦ, οὕτω καὶ τὸ πελεμίζειν, οἷα λείως ἐκφωνούμενον καὶ αὐτὸ καθὰ καὶ ὁ Ὄλυμπος, οὗ τραχύτερον ἀπηχεῖται οὐρανός. Τερατείας δὲ ποιητικῆς αἱ τοιαῦται πᾶσαι πελεμίξεις καὶ λοιπαὶ στοιχειακαὶ παρακινήσεις, ὧν εἴ τις ἀποστερήσει τὴν ποίησιν, καιρίῳ δή τινι μέρει ἐζημίωκεν αὐτήν. Ὅτι λύπης πολλῆς ἐνδεικτικὸν ἐπὶ Ἀθηνᾶς καὶ Ἥρας τὸ “ἀμφὶς ἥσθην”, ἤγουν χωρὶς καὶ ἰδίᾳ τοῦ Διός, “οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο”. Ἔνθα κεῖται καὶ ἀστεία ἔννοια, σκώπτοντος τοῦ Διὸς τὴν ἐκείνων ἀποστροφήν. Φησὶ γὰρ “τί ποτε οὕτω τετίησθον”, ἤγουν τεταλαιπώρησθε κατὰ τοὺς παλαιούς. “οὐ μέν θην”, ἤγουν οὐ μὴν δή, “κάμετόν γε μάχῃ ἐνὶ κυδανείρῃ ὀλλῦσαι Τρῶας, τοῖσι κότον αἰνὸν ἔθεσθε”. Ἀστεΐζεται γὰρ τὴν λύπην ἐκείνων εἰς κόπον φράζων, ὡς εἴπερ ταλαιπώρως εἶχον καταπονηθεῖσαι τῇ κατὰ Τρώων μάχῃ, οὗ μὴ γεγονότος δῆλον ὡς ἀχθόμεναι οὕτω κάθησθε, εἴποι ἂν ὁ Ζεύς. Ἰστέον δὲ ὅτι τοῦ “οὐ προσεφώνεον οὐδʼ ἐρέοντο”, καθὸ μὲν ὑπὸ τὸ φωνεῖσθαι ἄμφω ἀνάγονται καὶ ἡ προσφώνησις καὶ ἡ ἐρώτησις, οὐκ ἔστι διαφορά. Ἑτέρως δὲ διαφέρουσι, καθότι προσφωνεῖ μέν τις ἁπλῶς κατά τι ἑτεροῖον λόγου σχῆμα. Ἡ δὲ ἐρώτησις ἰδιάζει παρὰ τὰ λοιπά, πέμπτον οὖσα μέρος τοῦ παρὰ φιλοσόφοις λόγου. Τοῦ δὲ “τετίησθον”, ῥήματος οὐ πεζολογικοῦ, ἐνεστὼς τὸ τιῶ τιήσω ἄχρηστον, ὁμοίως τῷ λιῶ λιήσω, ὅθεν ὁ λελιημένος. Εἰκὸς δὲ καὶ ὡς παίω παιήσω, τὸ τύψω, παρὰ τῷ Κωμικῷ, οὕτως εἶναι καὶ τίω τιήσω. Τὸ δὲ “οὐ μέν θην κάμετόν γε” οὕτω μὲν γεγραμμένον, σαφῶς ἔχει. Ἔστι δὲ καὶ ἑτεροίας ἐκδόσεως γραφὴ ὑποδύσκολος καθʼ Ἡρακλείδην αὕτη· οὐ μέντον κάμετόν γε, ἀντὶ τοῦ οὐ μέντοι. Καὶ ἔστι κατʼ αὐτὸν τὸ “οὐ μέντον” Ἀργείων καὶ Κρητῶν γλώσσης, οἳ πολλάκις ἐξαιροῦντες, φησί, τὸ ι ἐντάττουσι τὸ ν, τὴν εἰς πρόθεσιν ἔνς λέγοντες καὶ τὸ τιθείς τιθένς, οἷς ὅμοιον καὶ τὸ σπείδω σπένδω, καὶ τὸ οὐ μέντοι οὐ μέντον, καὶ τὸ αἰεί αἰέν. Σικελοὶ μέντοι, φησίν, ἔμπαλιν τὸ ἰῶτα ἀντὶ τοῦ νῦ τάττουσι, τὸ ἔνδον ἔνδοι λέγοντες ἢ ἐνδοῖ περισπωμένως, καὶ Ὅμηρος εἰνάνυχες ἀντὶ τοῦ ἐννεάνυχες. ταῦτα ὁ Ἡρακλείδης. Ἐξ ὧν στομοῦνται πῇ μὲν οἱ λέγοντες τρέπεσθαι τὸ ἰῶτα εἰς νῦ Ἀργολικῶς τε καὶ Κρητικῶς ἐν τῷ αἰεί αἰέν, πῇ δὲ οἱ τὸ ἀνάπαλιν κατὰ Σικελούς. Τὸν δὲ αἰνὸν κότον ἑρμηνεύει ὁ Ζεὺς ἀλλαχοῦ, ἔνθα φησὶ μὴ ἂν κορεσθήσεσθαι τὴν Ἥραν εἴπερ ὠμὸν βεβρώθοι Πρίαμον καὶ τοὺς ἀμφʼ αὐτόν. Τὸ ἔθεσθε δὲ καιριώτατον ἐν τῷ κότον ἔθεσθε. δῆλον γὰρ ὅτι χόλος ἀπόθετος ὁ κότος ἐστίν, ἐπεὶ καὶ ἐκ τοῦ κέεσθαι, ἤγουν κεῖσθαι, παράγεται. Ὅτι ἀλαζονευόμενος καὶ νῦν ὁ Ζεύς φησιν, ἃ δὴ καὶ πᾶς ἐρεῖ ἂν παρῳδήσας ἄρχων συνιστῶν μεγαλοφρόνως ἑαυτὸν “πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι, οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσιν ἐν Ὀλύμπῳ”. τοῦτο δὲ συντομωτάτη ἐστὶ παράφρασις τῶν πρὸ μικροῦ λαληθέντων ἐν τῷ περὶ τῆς χρυσέας σειρᾶς λόγῳ. Ἐπὶ δὲ τούτοις ἐπέμυξαν, φησίν, Ἀθηναίη τε καὶ Ἥρη καὶ τὰ ἑξῆς. Ἔστι δὲ μύζειν τὸ μεμυκότων χειλέων ἦχον ἀποτελεῖν διὰ τῆς ῥινός, ἐξ οὗ καὶ ὁ μυκτήρ. Ἔστι δὲ καὶ ἕτερον μύζειν, ὃ πάθος οὐκ ἔχει ψυχῆς. καὶ ἐξ ἐκείνου ἡ γλαγόεσσα μύξα ἐν Ἁλιευτικοῖς. τροπικῶς δὲ καὶ ἡ κατὰ τὸν λύχνον μύξα, καὶ αὐτὴ δὲ ἡ μύτις. Ἐξ ἐκείνου δὲ καὶ κοινῶς ἀπομύσσεσθαι, οὗ χρῆσις ἐν τῷ “πατὴρ τῷ ἀγκῶνι ἀπομυσσόμενος”, διὰ τὸ μὴ ἔχειν δηλαδὴ τοῦτο ποιεῖν τῇ χειρὶ ἀσχολουμένῃ περὶ ἁλίπαστα. Ἀρχὴ δὲ τῶν τοιούτων ῥημάτων τὸ μῦ ἐπίρρημα παρὰ τῷ Κωμικῷ. Ἀσύνδετος δὲ καὶ μετὰ θαύματος ἡ ἐπιβολὴ τῆς ῥηθείσης ἐννοίας ἀναλόγως τῷ θυμῷ τοῦ Διός. Ἔτι δὲ καὶ ἀξιωματικὴ διὰ τὸ “πάντως”. ἀποφατικῶς γὰρ ἔχει ὡς ἐπὶ ὁμολογουμένῳ πράγματι. Ὅτι δειλίας ἄκρας δεικτικὸν τὸ “ὑμῶν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα”. Ἀνωτέρω δὲ παρῳδηθὲν τὸ “οὐ μὴν κάμετόν γε μάχῃ ἐνὶ κυδιανείρῃ” καὶ ἑξῆς ὄνειδός ἐστι τῶν εὐλαβηθέντων μάχην. Ὅτι τὸ “πληγέντε κεραυνῷ”, ῥηθὲν ἐπὶ Ἥρας καὶ Ἀθηνᾶς, ὡς καὶ προδεδήλωται, Ἀττικῶς δίκην ἀρσενικοῦ ἢ οὐδετέρου ἐσχημάτισται. Καὶ Ἡσίοδος δὲ οὕτω φησί “προλιπόντε ἀνθρώπους αἰδὼς καὶ νέμεσις”, καὶ Εὐριπίδης “ταὐτὰ ἔχοντε γράμματα”, ἤγουν ἔχουσαι, αἱ δύο αἰδοί. καὶ ἡ τοῦ Σοφοκλέους δὲ Ἠλέκτρα ἐφʼ ἑαυτῇ καὶ τῇ ἀδελφῇ λέγει “ἴδεσθε τώδε τὼ κασιγνήτω”, ἤγουν ταύτας τὰς αὐταδέλφας, “τούτω χρὴ τιμᾶν, ὣ ψυχῆς ἀφειδήσαντε”, ὅ ἐστι ταύτας, αἳ ψυχῆς ἀφειδήσασαι. Καὶ οὐ ταῦτα μόνον καινοτομοῦσιν Ἀττικοί, ἀλλὰ καὶ εὐθείας ἑνικὰς ἀρρενικὰς τῇ προφορᾷ ἐκθηλύνοντες ἡ κλυτός καὶ ἡ γενναῖός φασι, καὶ ἡ ἀδελφὸς δέ, ἧς δυϊκὸν παρὰ Σοφοκλεῖ τὼ ἀδελφώ. καὶ ἄρρενα δὲ ἄρθρα τοῖς θήλεσι προσαρμόζουσι τὼ γυναῖκε λέγοντες καὶ τὼ χεῖρε καὶ τὼ θεώ, τουτέστι τὰς θεάς, τὴν Δήμητραν καὶ τὴν Κόρην. Ὅτι γοργὰ πάρισα καὶ ἐνταῦθα τὸ “πλησίαι ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην”, Ἥρα δηλαδὴ καὶ Ἀθηνᾶ. Λαλεῖ δὲ οὕτω πρὸς κάλλος ὁ ποιητής, ἁβρυνόμενος οἷς ἡ ὀργὴ αὕτη κατὰ τὸ αὐτῷ θελητὸν γίνεται. Ὅρα δὲ τὸ “πλησίαι” γενόμενον ἀπὸ τοῦ ὁ πλησίος ἀρσενικοῦ ὀνόματος, ἐξ οὗ καὶ τὸ πλησίον ἐπίρρημα, ὁμοίως τῷ ἐναντίος ἐναντίον. Χρῆσις δὲ τοῦ πλησία καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ “παρούσης τῆσδε πλησίας ἐμοί”, καὶ ἐν τῷ “πλησία τῷ νυμφίῳ”. Ὅτι ἐν τῷ “ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε”, τρόπος ἐτυμολογίας ἐστί. τὸ γὰρ ἀκέων, ὡς καὶ ἀλλαχοῦ φαίνεται, ταὐτόν ἐστι τῷ ἀκήν. Αὐτὸ δὲ γίνεται ἀπὸ τοῦ α στερητικοῦ καὶ τοῦ χαίνειν. τὸ δὲ μὴ χαίνειν ὅλως ταὐτόν ἐστι τῷ μηδέν τι εἰπεῖν. Καὶ ἄλλως δέ, εἰ χαίνειν ἐστὶ τὸ λέγειν κατά τινα παρακολούθησιν—Διὸ καὶ ὡς ἀπὸ τοῦ φῶ, τὸ λέγω, πρόφασις, οὕτω ἡ αὐτὴ καὶ ἀπὸ τοῦ χαίνω προχάνη κατὰ τοὺς τοῦ Σοφοκλέους Ὑπομνηματιστάς, παρʼ ᾧ κεῖται καὶ τὸ “ἀνοιμωκτὶ χανεῖν τὰ δεινά”, ὅπερ ἐστὶ δεινοὺς λόγους πρὸς ὕβριν εἰπεῖν—, εἴη ἂν καὶ ἀκέων καὶ ἀκήν τὸ ἐκ τοῦ μὴ χαίνειν γινόμενον, ταὐτὸν τῷ ἀφώνως, καὶ κατὰ Σοφοκλῆν εἰπεῖν, ἀλόγως, ὃ κεῖται ἐν τῷ δευτέρῳ Οἰδίποδι, ταὐτὸν ὂν τῷ ἀλαλήτως. Ἰστέον δὲ ὅτι ἐκ τῶν εἰρημένων ἔστι λογίσασθαι, ὡς εἴη ἂν ταὐτόν τι τὸ προχαίνειν καὶ τὸ προφασίζεσθαι, ὧν τὸ μὲν ἐκ τοῦ κατάρχοντος, τὸ δʼ ἐκ τοῦ ἐφεπομένου λέγεται. διὸ καὶ ἀχανὴς ἵστασθαί τις λέγεται ἀντὶ τοῦ ἄφωνος. Εἰ δὲ καὶ προέχεσθαι τὸ προφασίζεσθαι λέγεται, ἀλλὰ τοῦτο τροπῆς ἐστιν. Ὡς γὰρ ὁ μαχόμενος προΐσχεται εἴτʼ οὖν προβάλλεται, τι ἑαυτοῦ ὅπλον πρόβλημα, οὕτω προὔχεται λόγον τινὰ ὡς οἷον βοηθητικὸν πρόβλημα ὁ προφασιζόμενος. Σημείωσαι δὲ καὶ ὅτι πρὸ ὀλίγου ἐθυμομάχει μὲν Ἀθηνᾶ, ἡσύχαζε δὲ Ἥρα οἷα χαίρουσα οἷς ἐκείνη ἔλεγε κατὰ Διός, ἐνταῦθα δὲ τῆς Ἀθηνᾶς σιγώσης ἐκρήγνυσιν αὕτη θυμόν. Ὅρα δὲ καὶ οἷον ὁ φρόνιμος. Ἦν μὲν γὰρ Ἀθηνᾶ “σκυζομένη Διῒ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει”, οὐ τολμᾷ δὲ κατὰ πρόσωπον ἀντιλέγειν τῷ πατρὶ αἰδοῖ καὶ δέει αὐτοῦ, εἰ καὶ πρὸ τούτων ἀπόντα ἔσκωπτε. Τῆς δέ γε Ἥρας περιγίνεται ὁ συνήθης χόλος καὶ οἱ λόγοι τυραννήσαντες προέρχονται, φαῦλοι δορυφόροι θυμοῦ, δεσπότου κακοῦ. Φησὶ γὰρ “Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα· αἰνότατε Κρονίδη” καὶ τὰ ἑξῆς, ὥσπερ καὶ ἡ Ἶρις πρὸ μικροῦ αἰνοτάτην εἶπε τὴν Ἀθηνᾶν. Ἰστέον δὲ ὅτι, ὥσπερ τὸ “ἀκέων ἦν” ἡρμήνευται διὰ τό “οὐδέ τι εἶπεν”, οὕτω καὶ τὸ “σκυζομένη” διὰ τοῦ “χόλος δέ μιν ἄγριος ᾕρει”. Σκύζεσθαι γὰρ τὸ χόλῳ αἱρεῖσθαι. Γίνεται δὲ ἴσως μὲν καὶ παρὰ τὸ κύων πλεονασμῷ τοῦ σ, ἵνα ᾖ σκύζεσθαι τὸ κύνεόν τινα σχεῖν ἦθος ἢ κυνῶπα εἶναι. ὅθεν καὶ τὸ ἐπισκύνιον, ὡς ἀλλαχοῦ δηλοῦται. Μάλιστα δὲ κατὰ τοὺς παλαιοὺς παρὰ τὸν Σκύθην, ὡς τῶν Σκυθῶν μάλιστα ἑτοίμων ὄντων χολᾶν. Καιρίᾳ δὲ οὔσῃ τῇ λέξει ἐπιμένει ὁ ποιητής, θέμενος αὐτὴν καὶ μετʼ ὀλίγα. Ἔνθα καὶ δοκεῖ συγκροτεῖν εἰς τὸ ἀπὸ τοῦ κυνὸς εἶναι τὸ σκύζεσθαι. Εἰπὼν γὰρ “οὐ σκυζομένης ἀλέγω”, ἐπιφέρει εὐθὺς ὡς οἷον ἐτυμολογικῶς τὸ “ἐπεὶ οὐ σέο κύντερον ἄλλο”. Τὸ δὲ “χόλος ᾕρει, Ἥρῃ δʼ οὐ κέχαδε χόλον στῆθος”, οἵου σχήματός ἐστιν, εἴρηται καὶ ἐν τῷ “ἔδδεισαν μάκαρες θεοὶ οὐδʼ ἔτʼ ἔδησαν”. Τὸ δὲ “οὐ κέχαδε χόλον”, ὡς ἐπὶ ἀγγείου εἴρηται. οἱονεὶ γάρ, φησί, πλεονάσας ὁ χόλος ἐξ ὑπερζέσεως ἀπήφρισεν ὕβρεις. Ἢ δὲ “κέχαδε” μετὰ τοῦ κ, ἵνα ᾖ μέσος παρακείμενος, ἀπὸ τοῦ χῶ χάζω, τὸ χωρῶ, ὡς φράζω πέφραδα, χλάζω κέχλαδα παρὰ Πινδάρῳ, ἢ ἔχαδε δεύτερος ἀόριστος τοῦ αὐτοῦ ῥήματος. Ἰστέον δὲ ὅτι πάνυ ἀστειότερον καὶ βαθύτερον τοῦ “ἔπος φύγεν ἕρκος ὀδόντων” τὸ “οὐ κέχαδε στῆθος χόλον”. Δηλοῦσι δʼ ὅμως ἄμφω λαλιὰν ἄκαιρον. πλὴν ἐκεῖνο μὲν τὴν ἁπλῶς, τοῦτο δὲ τὸ τῆς Ἥρας τὴν ἐξ ὑπερβολικοῦ χόλου. Ἐν ἀμφοῖν δὲ ψεκτὸν τὸ ἀθυρόγλωττον καί, καθʼ Ὅμηρον εἰπεῖν, ἀκριτόμυθον, ἅπερ ὁ πάσχων λέγοιτʼ ἂν καὶ ἀπύλωτον ἔχειν στόμα, κατὰ τὸν Κωμικὸν φάναι. Ὅτι δηλωτικὸν ὑπεροχῆς τὸ “εὖ νυ”, ἤγουν καλῶς δή, “καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν”, ἤγουν ὅτι σοι τὸ σθένος οὐδενὶ εἴκει ἀλλὰ πάντων ὑπερέχει. Χρησιμεύσει δέ ποτε καὶ τὸ ἐφεξῆς “ἀλλʼ ἔμπης τῶν δεῖνα ὀλοφυρόμεθα” καὶ ἑξῆς, ὡς προγέγραπται. Ἐνταῦθα δὲ σημείωσαι, ὡς Εὐριπίδης μέν φησι “τὸν αὐτὸν λόγον ἐκ τε δοκούντων ἰόντα καὶ ἐκ μὴ δοκούντων, οὐ ταὐτὸν σθένειν”. Ἔστι δέ τινα τὸ ἐκείνου παρῳδήσαντα εἰπεῖν, ὡς ὁ αὐτὸς λόγος ἔκ τε τῶν εἰκόντων τοῖς κρείττοσι καὶ ἐκ τῶν ἀντιπιπτόντων λεχθεὶς οὐ ταὐτὸν σθένει. Ἰδοὺ γὰρ ἡ Ἥρα φθέγγεται μὲν αὐτὰ ἐκεῖνα ὅσα καὶ ἡ Ἀθηνᾶ ἐν ἀρχῇ ταύτης τῆς ῥαψῳδίας, τὸ μὲν σθένος ὁμολογοῦσα τοῦ Διός, ὀλοφύρεσθαι δὲ ὑπὲρ Ἀχαιῶν λέγουσα, εἰ κακῶς ὄλωνται. Ἀλλʼ ὅτι Ἀθηνᾶ μὲν ἐκεῖ προοιμιάσατο κολακικώτερον, Ἥρα δὲ νῦν τραχύνασα τὸ προοίμιον ἐλάλησε, διὰ τοῦτο ἐκείνη μὲν εἰς μειδίαμα κινεῖ τὸν Δία καὶ “θάρσει φίλον τέκος” ἀκούει καὶ ἑξῆς, ἡ δὲ Ἥρα σκορακίζεται καὶ ἀκούει τὰ μὴ φίλα. Ἐν οἷς σημείωσαι καὶ οἷα δύναται τὸ προοίμιον, εἴπερ Ἀθηνᾶ μὲν φιλεῖται προοιμιασαμένη τεχνικῶς, Ἥρα δὲ δυσπραγεῖ, ὡς ἐκ προοιμίων λυπήσασα. Ἰστέον δὲ ὅτι τὸ “ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθα”, ἤγουν ὑπὲρ Δαναῶν ἢ χάριν Δαναῶν, ὅμοιόν ἐστι τῷ “χωόμενον εὐζώνοιο γυναικός”, ἤγουν λυπούμενον ἕνεκεν τῆς Βρισηΐδος. Ὅτι σχῆμα Ὁμηρικῆς προαναφωνήσεως καὶ τὸ “ἠοῦς δὴ καὶ μᾶλλον”, ἤγουν ἐκ πρωΐας αὔριον, τὸν Δία ὄψεαι, ὦ Ἥρα δηλαδή, ὀλλύντα Ἀργείους. “οὐ γὰρ πρὶν πολέμου”, φησίν, “ἀποπαύσεται ὄβριμος Ἕκτωρ πρὶν ὄρθαι”, ἤγουν διεγηγέρθαι, “παρὰ ναῦφιν”, ἤγουν ἀπὸ νηῶν, Ἀχιλλέα, ὅτε ἡ μάχη πρὸς αὐταῖς ταῖς ναυσὶν ἔσται Πατρόκλου θανόντος. ὣς γὰρ θέσφατόν ἐστι». Καὶ ὅρα κἀνταῦθα μνήμην Ἀχιλλέως τὴν συνήθη τῷ ποιητῇ, καὶ ὅτι συνεκεφαλαιώσατο προεκθετικῶς, ὅπως πιθανῶς διασκευάζει τὰ ἐφεξῆς. Κεῖται δʼ ἐνταῦθα καὶ τὸ προϊστορηθὲν στεῖνος, τὸ μεταξὺ τῆς τάφρου καὶ τοῦ τείχους, ὃ καὶ αἰνότατον λέγει διὰ τοὺς ἐκεῖ γενησομένους φόνους. Τὸ δὲ «ὣς γὰρ θέσφατόν ἐστι» τὴν τοῦ Διὸς ὑποδηλοῖ βουλὴν ἀλληγορικῶς. ταὐτὸν γὰρ εἰπεῖν «Διὸς δʼ ἐτελείετο βουλή», καὶ «ὣς γὰρ θέσφατόν ἐστι». Ὅτι τὰ τοῦ Διὸς πρὸς τὴν Ἥραν λεχθήσεταί ποτε παρῳδηθέντα καὶ παραποιηθέντα δεξιῶς ἐπὶ προσώπου φορτικοῦ ἀκκιζομένου καὶ προσποιουμένου χωρισμόν, ὁποῖος ἦν τις πρὸ βραχέων τῇ Ἥρᾳ Διὸς ἀμφὶς καθημένῃ. Φησὶ γὰρ «σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω χωομένης, οὐδʼ εἴ κε τὰ νείατα πείραθʼ ἵκηαι γαίης καὶ πόντοιο, ἵνʼ Ἰαπετός τε Κρόνος τε ἥμενοι οὔτʼ αὐγῇς», ἤγουν αὐγαῖς, «Ὑπερίονος ἠελίοιο τέρπονται οὔτʼ ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς», ἤγουν ἀμφὶ αὐτούς. «οὐδʼ ἢν ἔνθʼ ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο», ἤγουν χαλεπώτερον ἢ κυρίως ἀναιδέστερον, ὡς καὶ ἀλλαχοῦ σαφῶς δηλοῦται. Καὶ ὅρα ὡς ὁ ποιητικὸς Ζεὺς τόποις τὸ φοβερὸν διαφόροις κατεμέρισε, πρὸ μὲν ὀλίγων ἀπειλησάμενος Ἥρᾳ καὶ Ἀθηνᾷ διὰ τῆς Ἴριδος, ἐνταῦθα δὲ δεινὸς προσενεχθεὶς τῇ Ἥρᾳ διʼ ἑαυτοῦ, τραχυνθησόμενος δὲ ὁμοίως καὶ ἐν τοῖς ἑξῆς. Πολλαχοῦ δὲ καταμερίζειν οὕτω τὰς αὐτὰς ἐννοίας εἴωθεν ὁ ποιητής. Ἐν δὲ τοῖς ῥηθεῖσιν ὅρα καὶ ὅτι τὸν Τάρταρον, ὡς καὶ προεδηλώθη, ὑπόγειον ἐν βάθει ἀέρα ὁρίζεται ἡλίῳ ἀφώτιστον, βάθους νοουμένου τοῦ περὶ τὰ νείατα πέρατα γῆς καὶ πόντου. Ἰαπετὸς δὲ κατὰ τοὺς παλαιοὺς ἡ ὀξυκινησία τοῦ οὐρανοῦ παρὰ τὸ ἵεσθαι καὶ πέτεσθαι. Κρόνος δὲ ὁ τῶν λοιπῶν ἀνωτάτω πλανητῶν, ὃς ὑπὸ γῆν ἐνεχθεὶς ἐν τῷ τὴν ἀπλανῆ στρέφεσθαι κατωτάτω γίνεται καὶ οἷον ταρταροῦσθαι τηνικαῦτα δοκεῖ ἅμα τῷ οὐρανίῳ ἡμισφαιρίῳ, περὶ ὃ τύχῃ ἐκεῖνος εἶναι. Καὶ τοῦτο μὲν ἀεὶ γίνεται, οἷα ποτὲ μὲν ἀνωτάτω αὐτῶν ὄντων, ποτὲ δὲ κατωτάτω στρεφομένων. Ὁ δὲ μῦθος τὸ φυσικῶς γινόμενον καὶ διηνεκῶς κατὰ τὸ πάλιν καὶ πάλιν, τὴν ῥηθεῖσαν δηλαδὴ τοῦ Ἰαπετοῦ καὶ Κρόνου κατένεξιν, εἰς κόλασιν ἐκείνοις ἀπονέμει, καὶ ὡς καθάπαξ κάτω ῥιφέντας ἐκεῖ μένειν φησὶ τοῦ λοιποῦ, ψευδόμενος ἐπί τι καὶ αὐτός. Ὅρα δὲ τὸ νείατα πείρατα, ἤγουν ἔνθα καὶ ἡ ἀπείρων γῆ τελειοῦται. εἴρηται γὰρ πρὸς διαστολὴν ἑτέρων περάτων κελεύθου καὶ ὁδοῦ, ἅπερ οὐκ ἤδη καὶ νείατα. Καὶ ὅτι τὸ αὐτὸ ἀλεγίζω εἶπε καὶ ἀλέγω διὰ τὸ τῶν λέξεων ἰσοδύναμον, καὶ τὴν χωομένην δὲ σκυζομένην εἶπεν ἑρμηνείας χάριν καὶ τοῦ ταὐτοδυνάμου τῶν μετοχῶν. καὶ τοιαῦτα μὲν ταῦτα. Ἡ δὲ ῥηθεῖσα τοῦ Διὸς ἔννοια ὑπερβολικήν τινα ἔχει ἀστειότητα, φαμένου, ὡς εἰπεῖν, ὅτι οὐ μόνον εἴπερ ἀμφὶς ἐμοῦ ἕζεσθαι θέλεις κατὰ βραχύ τι διάστημα, οὐδέν μοι μέλει, ἀλλʼ οὐδὲ εἰ τὸν Τάρταρον αὐτὸν ὑποδύσῃ. Ἐν δὲ τῷ «οὐδʼ ἢν ἔνθʼ ἀφίκηαι, οὔ σευ ἔγωγε ἀλέγω» περιττὴ συνήθως καὶ Ὁμήρῳ κατὰ Ἀττικοὺς ἡ ου ἄρνησις. Ὅτι μέγαν εἶναι τὸν θυμὸν τῶν ὑπερεχόντων δηλοῖ ὁ ποιητὴς καὶ ἐν οἷς ποιεῖ τὴν θρασυτάτην Ἥραν σιωπῶσαν, ἐφʼ οἷς ὁ Ζεὺς ὀργίζεται. Φησὶ γὰρ «τὸν δʼ οὔ τι προσέφη λευκώλενος Ἥρη», οὐ ταχὺ μὲν οὕτω θρασυνθεῖσα, θᾶττον δὲ ἢ λόγος δειλιάσασα κατὰ τοὺς θρασυδείλους καὶ ψοφοδεεῖς, οἷα καὶ αὐτὴ πτοηθεῖσα, μὴ ἅμʼ ἔπος ἅμʼ ἔργον ἔσται τῷ ἀπειλησαμένῳ Διΐ. Σημείωσαι δὲ ὡς οἰκονομικῶς οὕτω πεποίηται, ἵνα παυθῇ πιθανῶς ἡ μυθοποιΐα. Εἰ μὴ γὰρ φόβος ἐπεστόμισε τὴν Ἥραν, ἐξηνέχθη ἂν ἡ ποίησις καὶ εἴς τι κακόζηλον. Ὅτι τὸ ἔδυ ὁ ἥλιος περιφράζων Ὅμηρός φησιν «ἒν δʼ ἔπεσεν Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο, ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν». Καὶ ὅρα τὸ ἐνέπεσεν ἀστείως λεχθὲν διὰ τὴν ἐξ ὕψους κατένεξιν. ὁμοίως καὶ τὸ ἕλκον. τὸ γὰρ ἕλκον ἑλκόμενόν τι ἕλκει, ὡς καὶ ἡ τοῦ φωτὸς δύσις τὴν νύκτα ἐφέλκεται. ἅμα γὰρ ἡλίου κατάδυσις, ἅμα σκότος. Ἀστείως δὲ τὸ ῥηθὲν ἔφη ὁ ποιητὴς ὡς ἐπί τινος σώματος ἐν τῷ καθίεσθαι εἰς βάθος ἐφελκομένου ἄλλο τι σῶμα, ὁποῖον ἡ κλεψύδρα κατὰ βυθοῦ, ἔτι δὲ καὶ ἡ ἄγκυρα καὶ ὁ βολίζων μόλιβδος καὶ ὁ καδδίσκος, οἷς συγκαθέλκεται καὶ συγκαθίεται ἡ ἱμονία. Οὕτω γάρ πώς φησι καὶ τὸ φῶς τοῦ ἡλίου, ὅ ἐστιν αὐτὸν τὸν ἥλιον, τῷ ὠκεανῷ ἐμπίπτοντα ἕλκειν νύκτα. ὑποκαταβὰς δὲ ἁπλοϊκῶς φράζει «ἔδυ φάος καὶ ἐπήλυθε νύξ». Ὠκεανός δὲ ἀλληγορικῶς κἀνταῦθα ὁ διανοητὸς κύκλος, ὁ τὸ τοῦ κόσμου φανερόν τε καὶ ἀφανὲς ὁρίζων, ἤγουν τὸ ὑπὲρ γῆς ἡμισφαίριον καὶ τὸ ὑπὸ γῆν. Ὅτι Τρωσὶ μὲν ἀέκουσιν ἔδυ φάος, Ἀχαιοῖς δὲ ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή. Τούτους μὲν γὰρ τὸ κνέφας ἔσωσεν, ὡς ὁ Ἕκτωρ ἐρεῖ, οἱ δὲ Τρῶες εὐτύχουν ἐν ἡμέρᾳ νικῶντες. διὸ οὐδὲ ἤθελον δῦναι τὸν ἥλιον. Ὁ δὲ λόγος οἰκεῖος ἐπὶ πάντων, ὧν τοὺς μὲν εὐτυχοῦντας, τοὺς δὲ δυστυχοῦντας παύει τοῦ ἔργου ἡ νύξ. Τρίλλιστος δὲ ἐν δυσὶ λ κατά τινα τῶν ἀντιγράφων ἡ πολυλιτάνευτος, ἐκ τοῦ τρία, ὃ δηλοῖ τὰ πολλά, καὶ τοῦ λίσσεσθαι, τὸ παρακαλεῖν. Κεῖται δὲ ἡ λέξις καὶ παρὰ τῷ Περιηγητῇ. Καὶ ἡ λιτὴ δὲ ἀπὸ τοῦ αὐτοῦ γινομένη ῥήματος, εἰ μὴ ἄρα ἐκ τοῦ λίτω παράγεται, ὑποστολὴν ἔπαθε τοῦ σ, ὁμοίως τῷ Ἐπήριτος κύριον, ὅπερ ἐν Ὀδυσσείᾳ κεῖται δοκοῦν παρῆχθαι ἐκ τοῦ ἐριστός κατὰ τὸ Νήριτον ὅρος τὸ οἷον ἀνέριστον διὰ τὸ δασὺ τῆς ὕλης. Ἰστέον δὲ ὡς ἐπεὶ τὰ τρία καὶ πολλά εἰσιν, εἰ καὶ μὴ ἀντιστρέφει ὁ λόγος, διὰ τοῦτο τὸ τρίλιστον καλῶς καὶ πολύλιστον λέγεται, ὡς ἐν Ὀδυσσείᾳ κεῖται. Οὕτω δὲ καὶ τὴν τριγλώχινα τοῦ Ποσειδῶνος τρίαιναν πολυγλώχινά τις λέγει ποιητής, καὶ τρισάθλιος δὲ τῷ αὐτῷ λόγῳ ὁ κατὰ πολὺ ἄθλιος, καὶ τρισμάκαρες δὲ Δαναοὶ οἱ λίαν μακάριοι. Τοιαῦτα δὲ καὶ ἕτερα οὐκ ὀλίγα, ἐν οἷς καὶ ὁ παρὰ τῷ Κωμικῷ τρισκακοδαίμων καὶ ὁ ἀνάπαλιν τρισόλβιος. Τοιαῦτα δὲ καὶ ἅπερ τῶν τις παλαιῶν ἔθετο παραδείγματα βλασφημιῶν τῶν ἀπὸ ἀριθμοῦ, οἷον, τρισεξώλης ὁ πάνυ ἐξώλης, καὶ τριπέδων ὁ πολλάκις πεδηθεὶς κακοῦργος δοῦλος, ὃς καὶ πέδων πέδωνος ἐν ἁπλότητι λέγεται καὶ στίγων, εἴτʼ οὖν στιγματίας. Φέρει δὲ καὶ ἀπὸ χρήσεως τοῦ Κωμικοῦ τὸ παλίμβολος τρίπρατος καὶ πολλάκις ἀπημπολημένος. Σοφοκλῆς δὲ τρίδουλον τὸν ἐκ προγόνων δοῦλον ἔφη, Ἀνακρέων δὲ τρισκεκορημένον τὸν πολλάκις ἐκσεσαρωμένον, Ἀρχίλοχος δὲ τρισοιζυρὴν πόλιν ἔφη τὴν Θάσον, Ἱππῶναξ δὲ τὸν τρία ὑπεραναβὰς ἀριθμὸν ἑπτάδουλον ἔφη τινά. Ὑπὲρ δὲ ταῦτά ἐστι τὸ τοῦ Κωμικοῦ εἰπόντος τρίπαλαι καὶ δεκάπαλαι καὶ μυριόπαλαι. Ὅτι συσκευάζων μακρόθεν Ὅμηρος τὴν τοῦ Ἕκτορος ὑπὸ τῷ Ἀχιλλεῖ πτῶσιν, ἣν οὐκ ἂν ἔπαθεν, εἰ μὴ ἐθάρρησεν ἀντιστῆναι, πλάττει αὐτὸν ἀπὸ τῆς ἄρτι θάρσυνον διὰ τὸ θέσφατον καὶ εἰς τόσον καταθαρροῦντα τῶν Ἀχαιῶν, ὡς μηκέτι ἐθέλειν ἀναδραμεῖν εἰς τὴν πόλιν, ἀλλὰ μακρὰν αὐτῆς αἰθριοκοιτεῖν, ἵνα ταχὺ ἕωθεν ἐπιτρέχῃ τοῖς ἐχθροῖς. καὶ δὴ νικῶν κατὰ τὴν τοῦ Διὸς βουλὴν καὶ οὕτω φρονηματισθεὶς καὶ ἐπαυξήσας τὸ θάρσος τολμήσει πιθανῶς ἐν τοῖς ἑξῆς ἀντιστῆναι τῷ Ἀχιλλεῖ καὶ πεσεῖται. Φησὶ γοῦν «Τρώων δʼ αὖτʼ ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἐπὶ δινήεντι, ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος», ἤγουν ἔνθα τόπος ἦν καθαρεύων νεκρῶν. Συντάσσεται γὰρ καθʼ ὑπερβατὸν «ἐν καθαρῷ νεκύων, ὅπου διεφαίνετο χῶρος», ἤτοι διαφανὴς ἦν. Ἕτεροι δὲ οὕτως· ὅθι νεκύων, ἤγουν ἔνθα τῆς τῶν νεκρῶν πτώσεως, ἦν διαφαινομένη ἡ γῆ, ὅπερ ἐστὶ ἑρμηνεία τοῦ ἐν καθαρῷ. Ἄλλοι δὲ τὸ «διεφαίνετο» γενικῇ συντάξαι τολμήσαντές φασιν· ἔνθα διεφαίνετο νεκύων ὁ χῶρος, ἤγουν ἔνθα καθαρὰ νεκρῶν ἦν ἡ γῆ. Καὶ ἀληθῶς πολλαὶ κοιναὶ συντάξεις καινοτροποῦνται παρά τισιν. Ἀττικοὶ γοῦν τὸ ὑπερορᾶν αἰτιατικῇ ἀσυνήθως συντάσσουσιν, οὕτω δὲ καὶ τὸ ἀνέχεσθαί. οἱ δʼ αὐτοὶ καὶ τὸ ἀρέσκειν δοτικῇ φιλοῦν συνεῖναι κατὰ αἰτιατικὴν προάγουσι. Σοφοκλῆς «ἀλλʼ ἐμέ γε ἡ στονόεσσα ἀηδὼν ἄραρεν», ὃ ταὐτὸν τῷ «ἀρέσκει μοι». ὁ δʼ αὐτὸς καὶ ἐν τῷ «τοῖς θανοῦσιν ὠφελεῖν» οὐ συνήθως συνέταξεν, ὡς οὐδὲ ἐν τῷ «ψαύων τὸν θεόν». Ὅτι τὸ καταβῆναι τοῦ ἅρματος ἀποβῆναί φησιν ἐξ ἵππων ἐν τῷ «ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον», οἱ Τρῶες δηλαδὴ τὸν τοῦ Ἕκτορος. Ὅτι δημηγορεῖ μετὰ νίκην ὁ Ἕκτωρ νύκτωρ ὀρθός ἐν ὀρθοῖς τοῖς Τρωσὶν ἔγχος ἀντὶ σκήπτρου ἔχων τὸ τῆς ἀνδραγαθίας ὄργανον. Ἡ δὲ δημηγορία ὑπέρφρων καὶ πολὺ τὸ θάρρος προβεβλημένη, ἐξ ὧν οἶδεν ὡς νῦν Ἀργεῖοι κακὰ πείσονται. ἀναρριπίζει δὲ τῇ μνήμῃ τὸν θυμὸν καὶ κατὰ Διομήδους τοῦ πρὸ μικροῦ ἀντιστάντος. Πρὸ δὲ τούτων συμβουλεύει πεισθῆναι τῇ νυκτὶ καὶ δορπήσειν καὶ ἵππων ἐπιμελήσεσθαι. ἐθέλει δὲ καὶ πυρὰ πολλὰ καίεσθαι, εἰπὼν καὶ τὴν αἰτίαν. εἶτα καὶ φυλακὴν τῆς πόλεως ἐπιτάσσει. Ἔστι δὲ τὰ τῆς δημηγορίας τοῦ Ἕκτορος τοιάδε «Ἕκτωρ ἀγόρευε Διῒ φίλος, ἐν δʼ ἄρα χειρὶ ἔγχος ἔχεν», ᾧ ἐρεισάμενος ἔφη «κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι. νῦν ἐφάμην νῆάς τʼ ὀλέσας καὶ πάντας Ἀχαιοὺς ἂψ ἀπονοστήσειν ποτὶ Ἴλιον ἠνεμόεσσαν, ἀλλὰ πρὶν κνέφας ἦλθε, τό», ἤγουν ὅπερ, «νῦν ἐσάωσε μάλιστα Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ δόρπα τʼ ἐφοπλισόμεσθα. ἀτὰρ καλλίτριχας ἵππους λύσαθʼ ὑπʼ ἐξ ὀχέων, παρὰ δέ σφισι βάλλετʼ ἐδωδήν. ἐκ πόλιος δʼ ἄξασθε βόας καὶ ἴφια μῆλα καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε σῖτον τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε, ὥς κεν παννύχιοι μέσφʼ ἠοῦς ἠριγενείης καίωμεν πυρὰ πολλά, σέλας δʼ εἰς οὐρανὸν ἵκῃ, μή πως καὶ διὰ νύκτα καρηκομόωντες Ἀχαιοὶ φεύγειν ὁρμήσωνται ἐπʼ εὐρέα νῶτα θαλάσσης. μὴ μὰν ἀσπουδεί γε νεῶν ἐπιβαῖεν ἕκηλοι, ἀλλʼ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα» καὶ ἑξῆς. Καὶ ὅρα ὡς ἅμα τεῖχος Ἑλληνικὸν ἅμα ἐπέλευσις Τρωϊκή, ὃ δὴ ἐθέλει ὁ σοφὸς μεθοδευτὴς Ὅμηρος. Δοκεῖ δὲ οὕτω ταχὺ γενέσθαι ἡ ἐπιδρομὴ διὰ τὸ ὑπόνοιαν, ὡς εἰκός, ἐγγενέσθαι τῷ Ἕκτορι πάνυ δειλανδρήσαντας τοὺς Ἀχαιοὺς προβαλέσθαι τὸ τεῖχος ἑαυτῶν ὡς οἷον εἰς συγκλεισμόν. Στρατηγικῶς δὲ τῶν ἵππων ὁ Ἕκτωρ προμηθεῖται πρὸ τῶν ἀνδρῶν, ὅπερ πρὸ τούτων καὶ ἡ Ἀνδρομάχη ἐδηλώθη ποιεῖν εἰς αὐτόν. Τὸ δὲ ῥηθὲν ἔγχος τοῦ Ἕκτορος πλείονος ἀξιῶν λόγου φησὶν «ἔγχος ἔχʼ ἑνδεκάπηχυ, πάροιθε δὲ λάμπετο δουρὸς αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης». Ἰστέον δὲ ὅτι τὸ μὲν ναυμάχον δόρυ πήχεών ἐστιν εἰκοσιδύο παρὰ τῷ ποιητῇ, τὸ δὲ πεζομάχον ἑνδεκάπηχυ. Ὡς δὲ τὸ «ἔγχος ἔχεν» ἐτυμολογικοῦ τρόπου ἐστί, πολλαχοῦ ἐφάνη. Τὸ δὲ λάμπετο ἔχει καὶ ἐνεργητικὸν τὸ ἔλαμπεν. Αἰχμὴ δὲ κἀνταῦθα ἡ ἐπιδορατίς, ἤτοι ὁ μετὰ τὸ δόρυ, τουτέστι τὸ ἐκδεδαρμένον ξύλον, ἐστομωμένος σίδηρος. οὗπερ εἴγε πάγχρυσος ὁ πόρκης καὶ μὴ ἑτεροίας ὢν ὕλης ἀλήλιπτο χρυσῷ, μεγαλοπρεπὴς ὁ Ἕκτωρ, οὕτω τιμίαν ὕλην περιθεὶς ξύλῳ καὶ σιδήρῳ, τοῖς εὐτελέσιν. Ἔστι δὲ πόρκης κρίκωμα συνεκτικὸν τοῦ ξύλου καὶ τῆς αἰχμῆς, οὗ ἡ ἐτυμολογία προδεδήλωται. οἰκεῖον δὲ ἐπʼ αὐτοῦ τὸ περιθέειν, ἤτοι περικυκλοῦν, ὥσπερ καὶ τὸ περιϊέναι. ὅθεν ἴτυς ἡ περιφέρεια καὶ τὸ περιάγεσθαι, ἀφʼ οὗ ἄγκιστρον περιηγὲς τὸ περιφερές. Ἐκ δὲ τοῦ εἰρημένου θέειν καὶ ὁ ἐν Ὀδυσσείᾳ περιφερὴς θόλος καὶ ὁ κάλαθος δέ, οὗ χρῆσις παρὰ πολλοῖς, ὃν δηλαδὴ ἀπαρτίζουσι κᾶλα θέοντα, ἤγουν ξύλα, καὶ λύγοι περιηγμένοι ἐς κύκλον. Ἐρείδεται δὲ τῷ ῥηθέντι δόρατι ὁ ἥρως οὐχʼ οἷα σκήπτρῳ βασιλεὺς δημηγορῶν, ἀλλʼ ὅσα καὶ βακτηρίᾳ κατάκοπος ἀνήρ. Διῒ δὲ φίλος ὁ Ἕκτωρ τά τε ἄλλα καὶ μάλισθʼ ὅτι ἀπὸ τῶν ἄρτι ὁ κατὰ πεπρωμένην Ζεὺς ὑπὲρ αὐτοῦ γίνεται. Ὅρα δὲ καὶ ὅτι συχνοῖς παρίσοις καὶ νῦν ὁ ποιητὴς καλλύνει τὸν λόγον, ἁβρότερον φράζων διὰ τὴν ἐν τοῖς ἄρτι λεγομένοις σεμνότητα, ὡς δηλοῖ καὶ τὸ πειθώμεθα, ἐφοπλισόμεσθα, καὶ τὸ ἄξασθε, οἰνίζεσθε, λέγεσθε. Τὸ δὲ «ποτὶ Ἴλιον» διασαφητικόν ἐστι τοῦ ἂψ ἀπονοστήσειν. Πῶς δὲ πείθεταί τις νυκτί, προδεδήλωται. Ταὐτὸν δὲ νύκτα εἰπεῖν καὶ κνέφας, ὃ σαῶσαι μάλιστα τοὺς Ἀργείους φησίν, ὡς καὶ τοῦ τείχους μὲν καὶ τῆς τάφρου καὶ τῶν σκολόπων καὶ τῆς κατὰ φύσιν δὲ ἠνορέης περισωσαμένων τοὺς Ἀχαιούς, μάλιστα δὲ τῆς νυκτός. Τὸ δὲ δόρπα γένους μεταπλασμός, καθὰ καὶ παρὰ Σοφοκλεῖ τὸ σταθμά καὶ τὸ ἔπαυλα. Ὁπλίσασθαι δὲ ὅτι τὸ ἁπλῶς εὐτρεπίσαι, πλεισταχοῦ δηλοῦται. Ἡ δὲ τῶν ἵππων λύσις πολλαχοῦ πέφρασται. Ἔλυσαν γὰρ ἵππους αἱ Ὧραι, καὶ νῦν «λύσατε ἐξ ὀχέων», καὶ μετʼ ὀλίγα «λῦσαν ὑπὸ ζυγοῦ». Ἐντεῦθεν δὲ εἴληπται καὶ τὸ λύεσθαι, ἀφʼ οὗ λύτρα, οἷς οἱ αἰχμάλωτοι ὡς ἐκ δεσμοῦ λύονται. Παραβάλλειν δὲ ἐδωδὴν ἀντὶ τοῦ παρατιθέναι, ὡς καὶ ἀλλαχοῦ. Καὶ ὅρα ὡς καὶ ἐπὶ ἀλόγων κεῖται ἡ ἐδωδή, οὐ μὴν οὕτω καὶ ἡ δαίς, ὡς καὶ προδεδήλωται. Τὸ δὲ ἄξασθε Ἀττικῶς ἐρρέθη κατὰ πάθος. ἄλλως γὰρ ἡ τοῦ ἄγειν κίνησις καὶ ἐνεργητικῶς κεῖται ἐν πολλοῖς παρὰ τῷ ποιητῇ. Ἐν δὲ τῷ «οἶνον οἰνίζεσθε» καὶ μετʼ ὀλίγα δὲ «οἶνον οἰνίζοντο» παρέλκει μὲν τὸ οἶνον, οὐκ ἀσυνήθως δὲ Ὁμήρῳ πέφρασται Ἀττικώτερον, ὡς καὶ μετʼ ὀλίγα εἰρήσεται. Καινὸν δέ τι δοκεῖ ἐν τούτοις μὲν παρελκύσαι τὸν οἶνον, ἐν δὲ τῷ σῖτον σιγῆσαι τὸ ῥῆμα. Ἐχρῆν γὰρ ἀκολούθως τῷ «οἶνον οἰνίζεσθε», καὶ «οἶνον οἰνίζοντο» εἰπεῖν καὶ «σῖτον σιτεῖσθε» καὶ «σῖτον ἐσιτοῦντο», ὁ δὲ παρῆκε διὰ τὸ πάντῃ γνώριμον οἷα σύνηθες, ἔχων καὶ οὕτω λαλεῖν ἐλλιπῶς ἔν τε τῇ Ἰλιάδι καὶ τοῖς κατὰ τὴν Ὀδύσσειαν. Οἶνον δὲ μελίφρονα εἰπεῖν, ὅπερ ἐστὶ κατὰ μέλι εὐφραίνοντα, ὅμοιον ὡς εἰ καὶ μελιηδῆ φαίη τις. Τὸ δὲ «ξύλα λέγεσθε», ὅ ἐστι συνάγετε, δοκεῖ ἀναπέμπειν τὸ αὐτὸ ῥῆμα καὶ εἰς τὸ «σῖτον δʼ ἐκ μεγάρων», ἵνα λέγῃ ὅτι σῖτον οἴκοθεν λέγεσθε. Οὐδετέρου δὲ γένους τὸ σῖτον, δηλοῦν ἄρτους, οὐ μὴν τὸ ἀκατέργαστον σπόριμον. Τὸ δὲ «μέσφα», ἤγουν μέχρι, «ἠοῦς», ἤτοι πρωΐας, διασαφητικόν ἐστι τοῦ παννύχιοι. Ποιηταὶ δὲ μόνοι τὴν τοῦ μέσφα λέξιν φιλοῦσιν. Ἡ δὲ παραγγελία τοῦ πυρὰ καίεσθαι γίνεται, ὡς ἂν μὴ λάθωσι φεύγοντες, φησίν, οἱ Ἀχαιοί, ἀλλὰ καταλάμπωσιν αὐτοὺς τὰ πυρὰ καὶ οὕτω φαίνωνται, διὰ τὸ καὶ πολλὰ εἶναι αὐτὰ καὶ μεγάλα δέ, ὡς εἰκός. Ἄλλως μέντοι ἀστρατήγητος ἡ συμβουλή. οὐ μᾶλλον γὰρ οἱ τὰ πυρὰ καίοντες τοὺς ἐν σκότει ὁρῶσιν ἢ ὑπʼ ἐκείνων ὁρῶνται Τὸ δὲ «διὰ νύκτα» ἀντὶ τοῦ κατὰ νύκτα. Πρόθεσις γὰρ καὶ νῦν ἀντὶ προθέσεως εἴληπται, ὥσπερ καὶ ἐν τῷ «ἐπʼ εὐρέα νῶτα θαλάσσης». Τοῦ δὲ «ὁρμήσωνται» συνηθέστερον τὸ ὁρμήσωσιν ἐνεργητικῶς λεγόμενον. Ἀσπουδεὶ δὲ ἀντὶ τοῦ ῥᾷον καὶ ἀμογητί καὶ δίχα κακοπαθείας καί, κατὰ τὸν ποιητήν, ἡσυχῇ. τοῦτο γὰρ ἐμφαίνεται διὰ τοῦ «ἕκηλοι». Τὸ δὲ «ἀλλʼ ὥς τις» ἢ ἀντὶ τοῦ ἀλλʼ ὅπως ἤ, κατὰ τοὺς παλαιούς, ἀντὶ τοῦ ἀλλὰ πάντως καὶ λίαν. Πέσσειν δὲ βέλος τὸ θεραπεύειν. Τὰ γὰρ πρὸς θεραπείαν, φασί, γενόμενα ἕλκη πέττεσθαι λέγεται. Νοεῖται δὲ καὶ ἀντὶ τοῦ παρακατέχειν ὁμοίως τῷ «χόλον καταπέψῃ». Τὸ δὲ «βλήμενος ἰῷ ἢ ἔγχεϊ» οὐκ ἐπεξῆλθε μὲν πᾶσι βέλεσι, βάλλεται γάρ τις καὶ λίθῳ καὶ σκώλοις ἐπαφιεμένοις, φυγὴν δὲ καταψηφίζεται τῶν Ἀχαιῶν κατὰ κράτος, εἰ βλήμενοι ἔσονται καὶ οὐδεὶς ἀντιστήσεται ὡς φέρειν πληγὴν προστέρνιον. Τὸ δὲ «νηὸς ἐπιθρῴσκειν» ἀνάπαλιν ἔχει πρὸς τὸ νηὸς ἀποθρῴσκειν. Τὸ δὲ «ἵνα τις στυγέῃσι καὶ ἄλλος» ποιεῖν τόδε, συνῳδόν ἐστι τῷ «ὄφρα τις στυγέῃσι καὶ ἄλλος ἶσον ἐμοὶ φάσθαι». Τὸ δὲ «Τρωσὶν ἐφʼ ἱπποδάμοισιν» ἀντὶ τοῦ κατὰ Τρώων ἱπποδάμων. Ὁ δὲ πολύδακρυς Ἄρης ἀνάπαλιν ἔχει πρὸς εἰρήνην, καθʼ ἣν καὶ φιλομειδής ποτε Ἀφροδίτη παρρησιάζεται. Ὅτι καὶ ἐνταῦθα τρίτον πληθυντικὸν προστακτικὸν τὸ «ἀγγελλόντων», ἀντὶ τοῦ ἀγγελλέτωσαν. Φησὶ γὰρ Ἕκτωρ «κήρυκες δʼ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων», ἤγουν ἔστωσαν τῶν ἀγγελλόντων. οὕτω δὲ καὶ μετʼ ὀλίγα «πῦρ καιόντων», ἀντὶ τοῦ ἔστωσαν καίοντες. Δῆλον γὰρ ὡς τὰ τοιαῦτα προστακτικά, κατὰ φυσικὸν γραμματικὸν κανόνα ἀναλυθέντα εἰς ῥῆμα ὑπαρκτικὸν τῆς αὐτῆς ἐγκλίσεως καὶ τοῦ αὐτοῦ ἀριθμοῦ, δύνανται διχῶς προφέρεσθαι, οἷον τὸ καιέτωσαν οὕτως ἀναλυθὲν ποιήσει τὸ ἔστωσαν καίοντες ἢ ἔστωσαν τῶν καιόντων. Ὁμοίως καὶ τὸ κλαιέτωσαν ἀποτελέσει τὸ ἔστωσαν κλαίοντες ἢ ἔστωσαν τῶν κλαιόντων. Ὡσαύτως καὶ τὰ λοιπά, ἐν οἷς καὶ τὸ ἀγγελλέτωσαν, οὗ ἀνάλυσις τὸ ἔστωσαν ἀγγέλλοντες ἢ ἔστωσαν τῶν ἀγγελλόντων. καὶ τοιαύτη μὲν ἡ ἀνενδεὴς ἀνάλυσις. Οἱ δὲ Ἀττικοὶ ἐλλείψαντες ἐν τούτοις τὸ ὑπαρκτικὸν ῥῆμα ἀρκοῦνται ταῖς μετοχαῖς εἰς γοργὴν σημασίαν ὁλικὴν καὶ φράζουσι τὰς πληθυντικὰς γενικὰς ἀντὶ προστακτικῶν. Τὸ δὲ «κήρυκες ἀνὰ ἄστυ ἀγγελλόντων» ἀποτελέσει ἐν τοῖς ἑξῆς τὸ «κῆρυξ ἀστυβοώτης». Διῒ δὲ φίλοι οἱ κήρυκες οὐ κατὰ τὸν Ἕκτορα, ὃ προσεχῶς ἐλέχθη, ἀλλὰ διὰ τὸν ἐξ Ἑρμοῦ κήρυκα, ὡς καὶ ἐν ἄλλοις ἐρρέθη, καὶ ὡς βασιλέων δὲ ὑπουργοί, οὓς δίους καὶ διοτρεφεῖς καὶ διογενεῖς ὁ παλαιὸς οἶδε λόγος. Ἡ δὲ ἀλληγορία Διῒ φίλους κήρυκας, ἤγουν ἀέρι, φησί. Φωνητικοὶ γὰρ οἱ κήρυκες, ὅθεν καὶ ἠερόφωνοι κατὰ τὴν ποίησιν, οἳ καὶ ἀπὸ τοῦ γαρύω, τὸ φωνῶ, τὴν ἐτυμολογίαν ἔχουσι. Τὸ δὲ «Διΐ» ἐκτείνει τὴν λήγουσαν καὶ ἐνταῦθα τρόπῳ κοινῆς συλλαβῆς. Ὅτι ἡ διὰ κηρύκων ἀνὰ ἄστυ στρατηγικὴ ἀγγελία τοῦ Ἕκτορος τοιαύτη ἦν «παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας λέξασθαι», τουτέστι συναχθῆναι, «περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων· θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη πῦρ μέγα καιόντων, φυλακὴ δέ τις ἔμπεδος ἔστω, μὴ λόχος εἰσέλθῃ πόλιν λαῶν ἀπεόντων». Λόχον δὲ νῦν φανερῶς τὸ ἔγκρυμμα λέγει, οὐ μὴν τάξιν ἐκ τοσῶνδε συνεστηκυῖαν ἀνδρῶν. Ὅρα δὲ ὅτι οὐδεμίαν ἡλικίαν ἀσυντελῆ βούλεται εἶναι τῇ πατρίδι, οὐ τοὺς πρωθήβας, οὐ τοὺς γέροντας, οὐ τὰς γυναῖκας, πολλῷ δὲ πλέον τοὺς ἡβῶντας καὶ τοὺς τελείους ἄνδρας, οἳ καὶ ἔξω τῆς πόλεως κάμνουσιν. Ἀπόλεμοι δὲ οἱ μὲν πρωθῆβαι, ὡς ἐγγὺς ὄντες ἀνήβων καὶ ἄρτι μέλλοντες ἀλκὴν ἐνδύεσθαι, οἱ δὲ γέροντες, ὡς ἤδη ἀπεκδυσάμενοι αὐτήν, καὶ κατὰ τοὺς δηλωθέντας ἐν τῇ γʹ δημογέροντας, πύργῳ, οὐ πεδιάδι, πρέποντες. Ὅρα δὲ ὅτι τε παῖδας καὶ τοὺς πρωθήβας λέγει ὁ ποιητής, καὶ ὅτι οὐχʼ ἁπλῶς παῖδας ἀνάγει ἐπὶ πύργους φυλακῆς νυκτερινῆς χάριν. —Πῶς γὰρ οἱ νηπίαχοι παῖδες καὶ οἱ μικρόν τι ὑπὲρ αὐτοὺς πόνον τοιοῦτον ἀναδέξονται; —, ἀλλὰ παῖδας πρωθήβας. Δῆλον δὲ ὡς ἐκ τῆς ἥβης οὐ μόνον εἰς ης παράγονται ἀρσενικὰ ὀνόματα, ὧν καὶ ὁ πρωθήβης, ἀλλὰ καὶ εἰς ος, ὡς καὶ ὁ ἄναβος παῖς παρὰ Θεοκρίτῳ δηλοῖ καὶ ὁ παρʼ Αἰσχύλῳ ἔξηβος. εἴη δʼ ἂν ἴσως που καὶ πρώθηβος, ἐξ οὗ ἐν Ὀδυσσείᾳ τὸ «πρωθήβην ἔτʼ ἐοῦσαν». Ἰστέον δὲ ὅτι, ὥσπερ ὁ πρωθήβης, οὕτω καὶ ὁ ἔφηβος διαφέρουσι τῶν παίδων, οἱ δὲ παῖδες τῶν παιδαρίων καὶ τῶν παιδίσκων, καθὰ δηλοῖ ὁ εἰς πλάτος γράψας περὶ τῶν εἰρησομένων. βρέφος τὸ ἄρτι γεγονός. παιδίον τὸ τρεφόμενον ὑπὸ τηθῆς. παιδάριον τὸ περιπατοῦν καὶ ἤδη λέξεως ἀντιλαμβανόμενον. παιδίσκος ὁ τῆς ἐχομένης ἡλικίας. παῖς ὁ διʼ ἐγκυκλίων ἤδη μαθημάτων δυνάμενος ἰέναι. τὴν δὲ ἑξῆς ἡλικίαν πάλλακα καὶ βούπαιδα καὶ ἀντίπαιδα καὶ μελλέφηβον καλοῦσι. τοὺς δὲ μετʼ αὐτοὺς ἐφήβους Κυρηναῖοι μὲν τριακάπους καλοῦσι, Κρῆτες δὲ ἀποδρόμους, οὐ διὰ τὸ πεπαῦθαι τῶν δρόμων, —καθʼ ὃ δὴ σημαινόμενον τῆς ἀπο προθέσεως ἄπιχθυς λέγεται ὁ μὴ ἐσθίων ἰχθῦς, καὶ ἄποινος θυσία ἡ νηφάλιος, καὶ ἀποβώμια ἱερά τὰ μὴ ἐπὶ βωμοῦ ἀλλʼ ἐπὶ ἐδάφους καθαγιζόμενα, καὶ ἀπόμουσος ὁ ἄμουσος, καὶ ἀπότριχες παρὰ Καλλιμάχῳ οἱ ἄνηβοι—, ἀλλὰ δηλαδὴ ἀπόδρομοι ἐν Κρήτῃ, οἱ μήπω τῶν κοινῶν δρόμων μετέχοντες ἔφηβοι, μεθʼ οὕς φασι τὸ μειράκιον, εἶτα μεῖραξ καὶ νεανίσκος καὶ νεανίας ὁ αὐτός. Λάκωνες δὲ τούτους ἱππεῖς ἐκάλουν καὶ τοὺς προεστῶτας αὐτῶν ἱππαγρέτας. Ἔχεται δὲ τῶν τοιούτων ἱππέων ἡλικία ἡ τοῦ ἐν καιρῷ νυμφίου, μεθʼ ὃν ὁ κατὰ τὸ εἰκὸς πατήρ, εἶτα ἀνὴρ νέος, εἶτα ἀνὴρ μέσος, εἶτα προβεβηκώς, ὑποπόλιος, ὁ καὶ ὠμογέρων, εἶτα γέρων ὁ καὶ πρεσβύτης, εἶτα ὁ ἐσχατόγηρως. Πολιοκρόταφοι δὲ οἱ ἐκεῖθεν ὡς τὰ πολλὰ πολιοῦσθαι ἀρχόμενοι, ὡς παρασημειοῦται καὶ Θεόκριτος εἰπὼν «ἀπὸ κροτάφων πελόμεθα πάντες γηραλέοι». Διὸ καὶ κρόταφος κατά τινας ὁ κηρύσσων τάφον, εἰ καὶ ἕτεροι παρὰ τὸ κροτεῖν περὶ τὴν ἁφὴν αὐτὸν ἐτυμολογοῦσι διὰ τὸ σφύζειν, καὶ ἄλλοι ἄλλως. Θεόδμητοι δὲ Ἰλίου πύργοι οἱ ὑπὸ θεῶν δομηθέντες, ὡς καὶ ἐν τοῖς ἑξῆς που ῥηθήσεται. Τὸ δὲ «θηλύτεραι δὲ γυναῖκες» ἐξήλλακται ἀσολοίκως τῆς ἀκολουθίας ἥτις ἦν· παῖδας πρωθήβας, θηλυτέρας δὲ γυναῖκας. Καὶ σημείωσαι κἀνταῦθα τὴν Ὁμηρικὴν ἔντεχνον ποικιλίαν, στήσασαν τὸ πρῶτον νόημα εἰς τὸ ἐπὶ πύργων, εἶτα ἑτέρως σχηματίσασαν. Θηλύτεραι δὲ ἢ ἁπλῶς θήλειαι, καθὰ καὶ νεώτερός που ὁ νέος λέγεται, ἢ κατὰ Πορφύριον συγκριτικῶς, αἱ τῶν ἄλλων θηλέων ζῴων θηλύτεραι. οὐ γὰρ τέτακταί τις καιρὸς καὶ αὐταῖς, καθὰ τοῖς ἄλλοις, ὁμιλίας τῆς εἰς τὸ γεννᾶν. Δύναται δὲ καὶ κατὰ τὸ παρέλκον κεῖσθαι. Πρὸς ὁμοιότητα δὲ τούτου καὶ Εὐριπίδης εἶπε «σῶμα ἐν γυναιξὶ θηλείαις πρέπον». Εἰ δὲ μέγα φησὶ τὸ ἐν οἴκοις πῦρ, πολλῷ πλέον τοιαῦτα τὰ ἐν τῇ πεδιάδι. Ἰστέον δὲ καὶ ὅτι φυλακῆς μέν, καί ποτε καὶ πανηγύρεως, ἐκ τῶν προρρηθέντων τὸ «καίωμεν πυρὰ πολλά, σέλας δʼ εἰς οὐρανὸν ἵκοι», μόνης δὲ φυλακῆς τό «πῦρ μέγα καιόντων, φυλακὴ δέ τις ἔμπεδος ἔστω». Βεβαίωσις δὲ ἐπιτάγματος ἐκ τῶν ἐν τοῖς ἐφεξῆς τὸ «ὧδʼ ἔστω, ὦ οὗτοι μεγαλήτορες, ὡς ἀγορεύω», καὶ τὸ «μῦθος δὲ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω», τουτέστιν ὁ μὲν λόγος, ὃς νῦν εἰρημένος ἐστίν, ὑγιὴς ἔστω. καὶ συντέτακται μὲν καθʼ ὑπερβατόν. Ἔστι δέ πως ὅμοιον, ὡς καὶ προερρέθη, τῷ «μήκων ἥτις ἐν κήπῳ καρπῷ βριθομένη». Ὑγιὴς δὲ λόγος ὁ ἀπαραποίητος καὶ ἀκολόβωτος. Καὶ σύνεσιν δέ τινα δύναται ἡ λέξις δηλοῦν, ἐπεὶ τὸ ὑγιαίνειν καὶ ἐπὶ φρονήσεως τιθέασιν οἱ μεθʼ Ὅμηρον Ἀττικοί, ὡς μυριαχοῦ φαίνεται, καὶ μάλιστα παρὰ τῷ καλῷ Ἀττικιστῇ Κωμικῷ. Δηλοῖ δὲ αὐτὸ οὐχʼ ἥκιστα καὶ ὁ πολλὰ μὲν ἀκούσας ἀλαζονικὰ πρός τινος γραφέντα, μόνον δὲ ἀντεπιστείλας τὸ «ὑγίαινε», ἤγουν φρόνει. Ὅτι ὥσπερ νυκτός ἀντὶ τοῦ κατὰ νύκτα, οὕτω καὶ ἠοῦς ἀντὶ τοῦ κατὰ πρωΐαν Ἀττικῶς, οἷον «ἠοῦς ἀγορεύσω», ἤγουν ἕωθεν. Ὅτι τοὺς Ἀχαιοὺς ὁ Ἕκτωρ κύνας κηρεσσιφορήτους λέγει ἐν τῷ «εὔχομαι ἐλπόμενος θεοῖς ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους». Εἶτα ἐτυμολογικῷ τρόπῳ τὴν τελευταίαν λέξιν ἀναπτύσσων ἐπάγει «οὓς κῆρες φορέουσιν ἐπὶ νηῶν», μονονουχὶ λέγων ὅτι κηρεσσιφορήτους λέγω οὐ τοὺς ἐνεργητικῶς ἐπάγοντας κῆρας τοῖς Τρωσίν—οὐ γὰρ δύνανται τοῦτο. —, ἀλλὰ οὓς κῆρες φέρουσι πάσχοντας τὸ φέρεσθαι, ἤγουν οἳ ἐπὶ κακῷ ἑαυτῶν ἡμῖν ἐπεστράτευσαν. Φασὶ δὲ οἱ παλαιοί, ὅτι τὸ κηρεσσιφορήτους καινὴν ἔχει σύνθεσιν. οὐδέποτε γὰρ δοτικὴ ἐπέκτασιν ἔχουσα συντίθεται κατʼ ἀρχάς, ἀλλὰ μόνη φυσικὴ δοτικὴ συντίθεται, οἷον «Ἀργὼ πασιμέλουσα» οὐ μὴν παντεσσιμέλουσα. ὁμοίως καὶ Ναυσίθοος καὶ ἐγχεσίμωρος. Πρόσκειται τὸ κατʼ ἀρχάς, διότι παρὰ Ἐπιχάρμῳ εὕρηται κατὰ τὸ τέλος συντεθειμένη ἐπεκτεταμένη δοτική, οἷον «γυναικάνδρεσσι ποθεινοί». Ἰστέον δὲ καὶ ὅτι τὸ «εὔχομαι ἐλπόμενος ἐξελάαν ἐνθένδε κύνας» καὶ ἑξῆς ἔστι ῥηθῆναι καὶ παρʼ ἑτέρου ἀνδρείου κατευχομένου ἐχθρῶν ἀνδρῶν. Ὅτι καὶ ἐνταῦθα κεῖται ἠοῖος, ὁ πρωϊνός, ἐκ τοῦ ἠώς, ἡ πρωΐα, ἧς γενικὴ ἠόος, ὅθεν προσθέσει τοῦ ι ὁ ἠοῖος. Φησὶ γοῦν στρατηγικῶς ὁ Ἕκτωρ «ἀλλʼ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς, πρωῒ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες ἐγείρομεν ὀξὺν Ἄρηα», ὃς εἴρηται καὶ ἑτέρωθι. Ὅτι δὲ λέγεται ἠοῖος καὶ ὁ ἀνατολικός, ἄλλοθι δηλοῦται. Ἔστι δὲ τὸ πρωΐ διασαφητικὸν τοῦ ἠοῖοι, ὃ μετʼ ὀλίγα ἐρεῖ «ἠελίου ἀνιόντος». Ὡς δὲ ταῦτα δηλοῦσι καὶ τὸ αὔριον, φανερὸν ἐκ τοῦ ἐπάγειν «αὔριον διαείσεται», καὶ «ἡλίου ἀνιόντος ἐς αὔριον». καὶ καλόν ἐστι τοῦτο. Ἐκ τοῦ ἄω γάρ, τὸ λάμπω, γίνεται καὶ ἠώς καὶ ἠοῖος καὶ αὔριον. Ἰστέον δὲ καὶ ὅτι σπάνια τῶν ἀντιγράφων γράφουσιν «πρωῒ δʼ ὑπʼ ἠοῖ», ἵνα ἐκ παραλλήλου ταὐτολογῆται τὸ πρωΐ καὶ τὸ ἠοῖ. Ἰστέον δὲ ὅτι ὡς παντός παντοῖος, ἄλλος ἀλλοῖος, νέος νεοῖος, ὅθεν καὶ νεοίη Ὁμηρικῶς ἡ νεότης, οὕτω καὶ ἠώς ἠόος, ἠοῖος Ἰωνικώτερον. ἐξ αὐτοῦ δὲ ἠῷος τὸ κοινόν. Ἴσως δὲ καί, ὥσπερ ἕως ἑῷος, οὕτω καὶ ἠώς ἠῷος. Ἐν δὲ τοῖς εἰρημένοις ἀστείως κεῖται τὸ «ἐγείρομεν Ἄρηα». Οἱονεὶ γὰρ λέγει ὅτι μετὰ νύκτα ἐγερθέντες εἰς μάχην, τότε δὴ ἐγεροῦμεν καὶ Ἄρην ὃς εὗδε παννύχιος. Ὅτι οὕτω πεφρονημάτισται ὁ Ἕκτωρ, ὥστε τῷ Διομήδει μὲν οὐδὲ μικρόν τι ἀνατίθησι κατόρθωμα, ἑαυτῷ δὲ τὸ μέγιστον εἰπὼν «εἴσομαι αἴ κε μʼ ὁ Τυδείδης πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται ἤ κεν ἐγὼ τὸν χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι», λέγων οἱονεί, ὡς ἐκεῖνος μὲν ὁ δῆθεν κρατερὸς οὐκ ἄν με οὐδʼ ἀπώσηται, ἐγὼ δʼ αὐτὸν καὶ ἀνελῶ καὶ σκυλεύσω. Ὅτι ἀνδρείου στρατηγοῦ ἀπειλὴ κατὰ ὁμοίου τινὸς τὸ «αὔριον ἣν ἀρετήν», ἤγουν ἰδίαν ἀνδρίαν, «διαείσεται ὁ δεῖνα, αἴ κʼ ἐμὸν ἔγχος μείνῃ ἐπερχόμενον, ἀλλʼ ἐν πρώτοισιν ὀΐω κείσεται οὐτηθείς, πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι», κείσονται δηλαδή. Καὶ ὅρα τὸ «ἐπερχόμενον» ὡς ἐπὶ ἐμψύχου τοῦ ἔγχους λεχθέν, εἰ μὴ ἄρα τὸ ἐμὸν ἔγχος εἴληπται περιφρασθὲν ἀντὶ τοῦ ἐμέ, ἵνα ᾖ τὸ «ἐπερχόμενον» αἰτιατικὴ ἀρσενικὴ περὶ αὐτοῦ Ἕκτορος, οὗ λόγοι κατὰ Διομήδους καὶ τὰ εἰρημένα. Ἐν οἷς σημείωσαι ὡς τὸ θάρσος τοῦ ἥρωος αὐτὸς ὁ Ἕκτωρ ἐμφαίνων καὶ τὸ πρόμαχον ὡς ἀνδρεῖον ἐκεῖνον εἶναι—Φιλαλήθης γὰρ ὁ Ἕκτωρ τοῦτό γε. —, ἐν πρώτοις τὸν Διομήδην αὐχεῖ πεσεῖν, σφαλλόμενος ἐνταῦθα τοῦ ἀληθοῦς, εἰ καὶ κατὰ τὸ πεσεῖν ἂν τὸν Διομήδην οὐτηθέντα, οὐ μὴν βληθέντα, εὐστόχησε. Σημείωσαι γὰρ ὅτι ἐν τῇ τοῦ Ἕκτορος δημηγορίᾳ συμπεπλεγμένοι εἰσὶ λόγοι καὶ ἔμφρονες καὶ ἄλλως θυμικοί. Ἡ μὲν γάρ, ὡς ἐρρέθη, τῶν ἵππων προμήθεια καὶ τῶν ἀνδρῶν καὶ τῆς πολιτικῆς φυλακῆς σπουδαῖά εἰσι, τὸ δὲ τῶν ἐλπίδων ἀλλόκοτον καὶ τὰ καθʼ Ἑλλήνων καὶ Διομήδους αὐχήματα καὶ ἡ παράλογος εὐχὴ ἀνδρός εἰσιν οὐ καθεστῶτος τὸν νοῦν διὰ τὸ τοῦ θράσους πολύ. Εὔχεται γὰρ καὶ οὕτως «αἲ γάρ», ἤγουν αἴθε ἐγών, «ὣς εἴην ἀθάνατος καὶ ἀγήραος ἤματα πάντα, τιοίμην δʼ ὡς τίεται Ἀθηναίη καὶ Ἀπόλλων, ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι». καὶ αὐτὸς μὲν οὕτω. «Ἐπὶ δὲ Τρῶες κελάδησαν», ὅ ἐστιν ἐθορύβησαν, ὥσπερ καὶ Διομήδους ἐν τοῖς ἑξῆς δημηγορήσαντος πάντες ἐπίαχον υἷες Ἀχαιῶν. Ἔνθα φασὶν οἱ παλαιοὶ ὡς ἡρωϊκώτερον τὸ ἰάχειν τοῦ κελαδεῖν. Ἡ δʼ ἐνταῦθα σύζευξις Ἀθηνᾶς καὶ Ἀπόλλωνος ληρεῖται ὑπὸ τοῦ Παραβάτου, ὡς καὶ ἄλλοθί που ἐρρέθη, διὰ τὸ Δία μὲν νοεῖσθαι τὸν ἥλιον, ἐξ αὐτοῦ δὲ γεννᾶσθαι τὴν Ἀθηνᾶν, ἤτοι τὴν πρόνοιαν, ὡς ἐκεῖνός φησι. καὶ οὕτω μὲν καὶ τοῦτο. Τοῦ δὲ «διαείσεται», ᾧ παρισοῦται τὸ κείσεται, τὸ μὲν πρῶτον πρόσωπον ἁπλοῦν ἀνωτέρω κεῖται. εἴσομαι γάρ. τοῦτο δὲ πρόθεσιν ἔχει κατὰ τὸ εἰπέ δίειπε, οἷον «δίειπέ μοι, ὄφρα δαείω», τουτέστι δαῶ, μάθω. Τὸ δὲ «καὶ ἀγήραος», οὗ κρᾶμα ὁ ἀγήρως, μύθου ἤρτηται τοῦ κατὰ Τιθωνόν, ὃς ὑπεργηράσας οὐδὲν τῆς μυθικῆς ἀθανασίας ἀπώνητο. Τὸ δὲ «νῦν ἡμέρη ἥδε» ὅμοιον τῷ νῦν σήμερον. ὡς γὰρ διὰ τοῦ σήμερον διασαφεῖται τὸ νῦν, οὕτω καὶ διὰ τοῦ ἡμέρη ἥδε, ἄλλως ἀσαφὲς ὄν, ὡς πλατικόν. ὅθεν καὶ τὸν βασιλέα ἠπάτησε φθάσας διʼ αὐτοῦ ὁ ὄνειρος. Ὅρα δὲ καὶ ὡς πρὸ βραχέων μὲν συχνὸν θέμενος Ἕκτωρ τὸ «νῦν» οὐ διεσάφησεν ἐκεῖνο, ἐνταῦθα δὲ ἑρμηνεύει περιφράσας τὸ «νῦν σήμερον» εἰς τὸ «νῦν ἡμέρη ἥδε», ἣ καὶ ἐν Ὀδυσσείᾳ κεῖται, ἀφʼ ἧς καὶ γίνεται τὸ σήμερον. Οὕτω καὶ πρὸ ὀλίγων τὸ τοῦ ἐσαύριον πλατὺ διʼ ἀνατολῆς ἡρμήνευσεν, εἰπὼν «ἠελίου ἀνιόντος ἐς αὔριον», ἤγουν αὔριον ἕωθεν ἅμα ἡλίου ἀνατολῇ. Ὅτι φράζων ὁ ποιητής, ὡς ὑπήκουσαν οἱ Τρῶες Ἕκτορι, φησὶν «οἳ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας, δῆσαν δʼ ἱμάντεσσι παρʼ ἅρμασιν οἷσιν ἕκαστος. ἐκ πόλιος δʼ ἄξαντο βόας καὶ ἴφια μῆλα καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο, σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο», καθὰ Ἕκτωρ ἐκέλευσε, «κνίσσην δʼ ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω», ἤγουν εἰς τὸν ἀέρα, σκεδάζοντες δηλαδὴ αὐτὴν ἐπὶ πολύ, ὡς πολλῶν ὄντων τῶν ὀπτωμένων κρεῶν. Τούτων δὲ τῶν λόγων τὰ πλείω χρηστὰ καὶ εἰς ἔκφρασιν δαιτὸς πολυτελοῦς. Ἴφια δὲ καὶ νῦν μῆλα τὰ ἰσχυροποιὰ θρέμματα, ἐπεὶ καὶ κρέας τὸ ἐξ αὐτῶν παρὰ τὸ κρατύνειν τὰ σώματα λέγεται. ἢ καὶ ἄλλως, ἴφια τὰ μὴ ἀσθενῆ ὑπὸ νόσου, ἀλλὰ ἀναλόγως ἰσχυρά, ὡς λιπαρά. Ὁ δὲ γράψας Παρῳδὸς ἐπὶ ὀπώρας «ἴφια μῆλα» τὰ εὐτραφῆ ἔπαιξε πάντως, καθὰ καὶ ὁ φράσας «ἀμύγδαλα σιγαλόεντα» τὰ λεπτόφλοια καὶ μὴ θορυβοῦντα ἐν τῷ θραύεσθαι. Ἰστέον δὲ ὡς ἀποκεκλήρωταί πως μήλοις μόνοις τὸ «ἴφια» ὡς οἷά τισιν ἐξαιρέτοις. Ἶφις μὲν οὖν κύριόν ἐστιν ἐπὶ γυναικός, βόες δὲ ἢ ἄλλο τι ζῷον οὐχʼ εὗρον τοιοῦτον ἐπίθετον. Οὗ ἄδηλος ἡ εὐθεῖα, εἴτε κατὰ τὸ ἴχνιον κλίνεται, εἴτε κατὰ τὸ στίμμι, ὃ δηλοῖ τὸν καὶ παρὰ τοῖς παλαιοῖς καὶ παρὰ τοῖς ἄρτι δὲ χολλᾶν, ὃν κόχλον ἡ γυναικεῖα γλῶσσα φιλεῖ καλεῖν. Αἴτιον δὲ τῆς ῥηθείσης ἀδηλίας τὸ μονῆρες τοῦ ἴφια. οὐκ ἔχομεν γὰρ καὶ ἄλλας πλαγίους, ἐξ ὧν ἡ ἑνικὴ ὀρθὴ θηραθείη ἂν τοῦ ἴφια. καὶ τοιόνδε μὲν καὶ τόδε. ᾯ συμμνηστέον καὶ ὅτι τὸ εἰρημένον οὐδέτερον ὄνομα τὸ στίμμι καὶ στίμμις εὕρηται λεγόμενον θηλυκῶς. Γράφει γοῦν τις οὕτω· στίμμις ἡ εἰς τὰ ὄμματα χρήσιμος, Αἰγυπτίων φωνῇ. Φέρων δὲ καὶ χρῆσιν τὸ «καὶ τὴν μέλαιναν στίμμιν ὀμματογράφον» ἁμαρτάνειν φησὶ τοὺς λέγοντας τὸ στίμμι. Τὸ δὲ «οἶνον οἰνίζοντο», οὗ λόγος ἦν καὶ πρὸ βραχέων, Ἀττικῶς εἴρηται, καθὰ καὶ τὸ «δαῖτα δαινυμένους», καὶ «λέγω λόγον ἄρρητον» παρὰ Σοφοκλεῖ, καὶ τὰ ὅμοια. Ἔθος γὰρ εἶναι Ἀττικοῖς πέφανται συνεκλαλεῖν ποτε τῷ ῥήματι περιττῶς καὶ τὸ ἐκεῖθεν ὄνομα. Τὸ δὲ «σῖτόν τʼ ἐκ μεγάρων» ἐλλέλειπται, ὡς καὶ αὐτὸ οὐ πρὸ πολλῶν ἐρρέθη. νοεῖται γὰρ καὶ ἐπʼ αὐτοῦ ἐξ ἀναλόγου τὸ ἐσιτοῦντο. καὶ ἔστιν ἡ ἔλλειψις εὔλογος, οἷα καιροῦ ἐπιτομῇ συσπεύδουσα. Τὸ δέ γε εἰπεῖν ὅτι σῖτον ἐκ μεγάρων καὶ ξύλα λέγοντο, ἤτοι συνῆγον, ψόγον μὲν οὐκ ἔχει, οὐκ ἀρέσκει δὲ τοῖς ἀκριβεστέροις τῶν παλαιῶν. Ἰστέον δὲ καὶ ὅτι, ὥσπερ τὰ περὶ ἵππων καὶ ἀνδρῶν ὑφʼ Ἕκτορος παρηγγελμένα τετέλεσται, οὕτω χρὴ νοῆσαι καὶ τὰ ἐπὶ φυλακῇ τῆς πόλεως, εἰ καὶ ὁ ποιητὴς αὐτὸ σιγᾷ, εἰωθὼς οὕτω ποιεῖν ἐφʼ ὧν οὐ ψεκτὸν ἡ σιωπή. Κνίσσα δὲ καὶ νῦν οὐ τὸ λίπος αὐτό, ἀλλʼ ἡ ἐξ αὐτοῦ καπνώδης ἀναγωγή, τὸ δαίμοσι φίλον. τὸ γὰρ ἔλαχον γέρας ἐκεῖνοι. Ὅτι ἐνταῦθα εἰπὼν Ὅμηρος, ὡς ἐκάθηντο οἱ Τρῶες, «μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρῃ» ἢ «γεφύραις, παννύχιοι», φαίνεται γεφύρας πολέμου λέγειν, ὃ προλαβὼν ἔφη «ἐν καθαρῷ, ὅπου νεκύων διεφαίνετο χῶρος», ἤγουν τὸν τόπον, ἐν ᾧ οὐ γέγονέ τι πολέμου κακόν. Διὸ οἱ παλαιοί, ὡς καὶ προδεδήλωται, γεφύρας πολέμου τὰς διεξόδους φασί. Καὶ ἄλλως δέ, μέγα φρονοῦσι Τρῶες ἐπὶ γεφύραις, ἃς οἷον ῥυμοτομίας τινὰς καὶ ἀγυιὰς ἤνοιξαν ἑαυτοῖς, ῥήξαντες τὰς τῶν Ἀχαιῶν φάλαγγας. Ἴσως δὲ φρονοῦσι μέγα ἐπὶ γεφύρῃ τῇ κατὰ τὴν Ἀριστάρχειον μίαν ἱππήλατον πύλην, διʼ ἧς θαρροῦσιν αὔριον εἰς τὰ ἐνδότερον διαβήσεσθαι, ἢ καὶ κατὰ γραφὴν ἄλλην ἐπὶ γεφύραις, ταῖς πολλαῖς ἱππηλάτοις κατὰ τοὺς ἄλλους Ἐξηγητὰς πύλαις, διʼ ὧν καταπηδήσουσι τῶν νεῶν, διαβάντες τὰ στενωπὰ τῆς τάφρου οἷα καὶ γεφύρας τινάς. Ὅτι τὰ Τρωϊκὰ πυρὰ πρὸ ὀλίγου πολλὰ εἰπὼν ὁ ποιητής, νῦν δὲ προθέμενος εἰδοποιῆσαι ὡρισμένῳ ἀριθμῷ τὸ πλῆθος αὐτῶν, πρῶτα μὲν δεξιῶς ἀνακυκλεῖ διʼ ἐπαναλήψεως τὸ «πυρὰ δέ σφισι καίετο πολλά». Εἶτα ἐπάγει παραβολὴν τοιαύτην «ὡς δʼ ὅτʼ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην φαίνεται ἀριπρεπέα, ὅτε τʼ ἔπλετο νήνεμος αἰθήρ. ἔκ τʼ ἔφανον πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι καὶ νάπαι, οὐρανόθεν δʼ ἂρ ὑπερράγη ἄσπετος αἰθήρ, πάντα δέ τʼ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν, τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων Τρώων καιόντων πυρὰ φαίνετο», τουτέστιν ἔλαμπεν, «Ἰλιόθι πρό», ἤγουν οὐκ ἔσω ἀλλʼ ἔξω πρὸ τῆς Ἰλίου. Εἶτα μετὰ τὴν παραβολὴν σεμνῶς μὲν δηλοῦσαν ὅσα τὰ πυρά, πλὴν ἄλλως διὰ τὸ ἀορισταίνειν οὐ σαφῶς ἔχουσαν, ὁρίζει αὐτὰ διʼ ἀριθμοῦ, εἰπὼν «χίλιʼ ἂρ ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ εἵατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο», τουτέστι παρὰ ἑκάστῳ σέλαϊ πυρὸς ἐκάθηντο ἄνδρες πεντήκοντα, ὥστε οἱ πολεμισταὶ οὗτοι τῆς Τροίας πεντακισμύριοι ἦσαν. Εἰς τοσοῦτον γὰρ κορυφοῦται ὁ τοῦ πεντήκοντα πολλαπλασιασμὸς πρὸς τὰ χίλια. Νοητέον δὲ τούτους μὴ τοὺς ἐφεστίους εἶναι μόνους Τρῶας κατά τινας, ὡς τῶν ἐπικούρων καθευδόντων, οἷα τοῖς Τρωσὶν ἐπιτρεψάντων τὴν φυλακήν, ἀλλὰ πάντας, ἤγουν τούς τε αὐτόχθονας Τρῶας τούς τε ἐπικούρους. Εἰ γὰρ αἱ πέντε αὗται μυριάδες αὐτοὶ δὴ καὶ μόνοι εἰσὶν οἱ ἐγχώριοι, περιΐσταται ὑπὲρ πεντήκοντα μυριάδας τὸ Ἑλληνικὸν εἶναι στράτευμα, ὡς Ὁμήρου φθάσαντος ἀριθμῆσαι τοὺς Ἕλληνας ὑπὲρ δεκαπλασίονας τῶν ἐφεστίων Τρώων. Εἰ γοῦν οἱ ἐφέστιοι ἄρτι, ὥς τινες εἶπον, πεντακισμύριοι τυγχάνουσιν ὄντες, εἶεν ἂν διὰ τὸ ὑπὲρ δεκαπλάσιον οἱ Ἕλληνες ὑπὲρ μυριάδας πεντήκοντα, ὅπερ οὐχʼ οὕτως ἀλλʼ ἑτέρως ἐλογίσαντο οἱ τὸ τῶν Ἑλλήνων ἀριθμήσαντες πλῆθος ἐκ τῆς Βοιωτίας, ἤτοι τοῦ τῶν νεῶν Καταλόγου, κατά τινα εἰκοτολογίαν λογιστικήν. Ἰστέον δὲ ὅτι ἐν τῷ «φαεινὴν ἀμφὶ σελήνην» οὐ τὴν πλησιφαῆ νοητέον καὶ πληροσέληνον. ἐν αὐτῇ γὰρ ἀμαυρά εἰσι τὰ ἄστρα ὡς ὑπεραυγαζόμενα, καθὰ καὶ ἡ Σαπφώ πού φησιν «ἀστέρες μὲν ἀμφὶ καλὰν σελάναν ἂψ ἀποκρύπτουσι φαεινὸν εἶδος, ὁπότʼ ἂν πλήθοισα μάλιστα λάμπῃ γᾶν». ἀλλὰ φαεινὴν λέγει κατὰ Ἀρίσταρχον τὴν φύσει τοιαύτην, κἂν μὴ πλήθουσα εἴη φωτός. Οὕτω καὶ Ναυσικάα εἰς πλυνοὺς ἰοῦσα φέρει ἐσθῆτα φαεινήν, οὐ τὴν τότε φαεινήν—Πλυνθῆναι γὰρ αὐτὴν ἔδει. —, ἀλλὰ τὴν κατά τι ἴδιον λαμπράν. εἰς γὰρ τὴν ἰδιότητα τῆς ἐσθῆτος ἐκεῖ ἀναφέρεται ἡ λέξις. Τινὲς δέ, ὡς ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρου φέρεται, διχοτομήσαντες τὴν σελήνην ἐν τῷ «φαεινήν» τὸ μὲν φάει παρώξυναν, τὸ δὲ νῆν περιέσπασαν εἰπόντες τὴν τῷ φάει νῆν, ὅ ἐστι νέην, ἤγουν ἄρτι φωτίζεσθαι ἀρξαμένην, ὅτε αὐτῆς ἀμυδρὸν φαινούσης ἀριπρεπῆ τὰ ἄστρα φαίνεται. Τὸ δὲ «φαεινὴν ἀμφὶ σελήνην φαίνεται» τρόπος ἐτυμολογίας ἐστὶ κατά γε τὸ φαεινήν καὶ τὸ φαίνεται. καὶ αὐτὸ δὲ τὸ «φαεινὴν ἀμφὶ σελήνην» τοιοῦτον ἐμφαίνει τρόπον, εἴπερ σελήνη μὲν παρὰ τὸ σέλας γίνεται, σέλας δὲ ταὐτὸν τῷ φάει, ὃ συστοιχεῖ τῇ φαεινῇ. Ἀριπρεπέα δὲ ἄστρα τὰ λίαν ἐκπρεπῆ τῇ λαμπρότητι. Καὶ ἔστι ταὐτὸν ἐκπρεπέα βασιλέα εἰπεῖν Ὁμηρικῶς καὶ ἀριπρεπὲς ἄστρον διὰ τὸ ἐν ἀμφοῖν, ὡς εἰπεῖν, περιφανές. Ὡς γὰρ ἐπιτείνει τὸ ἀρι ἐπιρρηματικὸν μόριον, οὕτω πολλαχοῦ καὶ ἡ ἐξ πρόθεσις καὶ ἡ περι. Ἐναντίον δὲ τῷ ἐκπρεπεῖ καὶ ἀριπρεπεῖ τὸ ἀπρεπές, ὡς ὑπʼ οὐδενὸς περιεπόμενον, τὸ δὲ μεγαλοπρεπές ἀρετὴν δηλοῖ λαμπράν. Τὸ δὲ «ὅτε νήνεμος αἰθήρ» ἀσφαλίζεται τὴν παραβολήν, ὡς τῶν ἄστρων τηνικαῦτα λαμπόντων μάλιστα, ὅτε ἄνεμοι εὕδουσιν, οἷς τὰ ἐπιπροσθοῦντα νέφη τοῖς ἄστροις νύκτωρ ἐλαύνονται. Αἰθὴρ δὲ νῦν μὲν ὁ ὑψηλότατος ἀήρ, κατωτέρω δὲ ἐν τῷ «ὑπερράγη αἰθήρ» οὐ τὸν ἁπλῶς ἀλλὰ τὸν φωτὶ λαμπρὸν ἀέρα δηλοῖ, ἀφʼ οὗ καὶ ἡ αἰθρία λέγεται. Τὸ δὲ «ἔφανον» ὁ πρῶτος ἐνεργητικὸς ἀόριστός ἐστιν, ὅθεν τὸ ἐξεφάνησαν. Οἱ πρώονες δὲ πλεονασμὸν ἔχουσι τοῦ μικροῦ ο, κλίσις δὲ αὐτῶν καθʼ ὁμοιότητα τοῦ λῴονος καὶ τῶν ὁμοίων. Προϋπάρχει δὲ τὸ πρών πρωνός, ὃ δηλοῖ τὸν ὑψηλὸν τόπον, ὡς ἀπὸ τῆς προϊών μετοχῆς κατὰ τοὺς παλαιούς, ἐκδρομῇ τοῦ ι καὶ κράσει τῶν λοιπῶν φωνηέντων. Ὁ δʼ αὐτὸς καὶ πρηών λέγεται ἐν ἄλλοις, πλεονασμῷ ἴσως τοῦ η. Ἰστέον δὲ ὅτι ἐνταῦθα μὲν μετὰ τὸ μεμεγεθυσμένον ω ἐπλεόνασε τὸ μικρὸν διὰ ἀπαρτισμὸν δακτύλου, ἐν δὲ τῷ «φόως» πρὸ τοῦ μεγάλου ω πλεονασμὸς ὅμοιος γέγονεν, ἵνα μὴ τοῦ μικροῦ ο πεσόντος εἰς τὴν λήγουσαν ἐπισκοτωθῇ ἡ κλίσις τοῦ φωτός. Νάπαι δὲ κατὰ τοὺς παλαιοὺς δρυμοί, φάραγγες, κοιλάδες. Γίνεται δὲ ἢ παρὰ τὸ νη ἐπιτατικὸν καὶ τὸ πῶ, τὸ πίνω, ὅθεν ἔστι πίνειν τὰ ἐκεῖ ζῷα, ἤ, ὡς οἱ παλαιοί φασιν, ἀπὸ τοῦ νη στερητικοῦ καὶ τοῦ φῶ, τὸ λάμπω, οἱονεὶ νάφη τις ἡ ἀφώτιστος καὶ οὐ κατὰ σκοπιὰς ἐκκειμένη φωτί. Καὶ ἔχει προσφυῶς ἡ ἐτυμολογία τῇ παραβολῇ. τοσαύτη γὰρ ἡ φαῦσις ὡς καὶ τὰς νάπας φωτισθῆναι. Ὅτι δὲ τὸ νη καὶ ἐπίτασιν δηλοῖ καὶ στέρησιν, δεδήλωται καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. Δῆλον δὲ καὶ ὅτι, ὥσπερ ἡ νάπη, οὕτω καὶ τὸ νέφος στέρησιν φωτὸς δοκεῖ δηλοῦν, καὶ ὅτι εὕρηται καὶ οὐδετέρως τὸ νάπος παρʼ ἑτέροις ποιηταῖς τε καὶ πεζογράφοις, ὁμοίως τῷ βλάβη βλάβος, κνίση κνῖσος, πάθη πάθος, καὶ τοῖς ὁμοίοις. Καὶ ὅτι ἀντιδιαστέλλονται, ὥσπερ αἱ σκοπιαί, οὕτω καὶ οἱ πρῶνες ταῖς νάπαις. οἱ μὲν γὰρ ἐξοχαὶ ὀρῶν, ἐν αἷς τὸ πρωῒ μάλιστα διαφαίνεται, ὅθεν καὶ ἐτυμολογεῖσθαι δοκεῖ τισι τοὺς πρῶνας. αἱ δὲ χθαμαλαί εἰσι καὶ διὰ τοῦτο ἀφώτιστοι, ὡς εἴρηται. Τὸ δὲ «οὐρανόθεν ὑπερράγη αἰθήρ» ἀντὶ τοῦ αἰθρία γέγονε καὶ πανταχοῦ ἐξηπλώθη οὐκ ἐκ μεγάλου φωστῆρος ἀλλʼ ἐκ τῶν ἀνωτέρω σποράδων ἀστέρων. Τοῦτο δʼ ἐναντίον ἐστὶ τῷ «ὀρώρει δʼ οὐρανόθεν νύξ», ὃ λέγοι ἂν ὅτι σκότος γέγονεν ἀερόθεν νεφῶν ὑποδραμόντων τὸν ἥλιον. οὐ γάρ ἐστιν ὁ οὐρανὸς νυκτός αἴτιος. μᾶλλον μὲν οὖν αὐτὸς λύει τὸ σκότος ἢ τὸν ἥλιον περιάγων ἢ τὴν σελήνην στρέφων ἢ τοῖς ἄστροις αἰθριάζων. Καὶ ἄλλως δὲ εἰπεῖν, εἴη ἂν ὁ οὐρανόθεν αἰθὴρ οὐρανία λαμπηδών, ῥηθεῖσα πρὸς διαστολὴν ἑτέρων φώτων, ὁποῖον καὶ τὸ «φῶς ἡλίου» παρʼ Εὐριπίδῃ καὶ «φῶς σεληναίης» παρὰ τῷ Κωμικῷ. Καιρίως δὲ εἴρηται τὸ «ὑπερράγη» κατά τε τὴν ὑπο πρόθεσιν καὶ τὸ ἐρράγη. Ἄνωθεν γὰρ ἐκφανεὶς ὁ ῥηθεὶς αἰθὴρ κατεσπάρη καὶ εἰς τὰ ταπεινά, οὗ δηλωτικὸν τὸ «ὑπερράγη», ὅπερ εἰ καὶ κατερράγη ἐρρέθη, οὐδʼ οὕτως ἂν φαύλως πέφραστο. Τὸ δὲ «εἴδεται ἄστρα» καιρίως μὲν εἴρηται, ληφθὲν ἀντὶ τοῦ φαίνεται κατὰ πολυωνυμίας λόγον καὶ δηλοῖ εἰδοποίησιν τοῦ παντὸς διὰ τοῦ φωτός. Καιριώτερον δέ γε τὸ φαίνεσθαι. διὸ ἐκεῖνο μὲν πολλάκις, τοῦτο δὲ ἅπαξ ἐν τῇ παραβολῇ ἐρρέθη. Τὸ δὲ «γέγηθε φρένα ποιμήν» δοκεῖ μὲν ἐκ περισσοῦ νόμῳ παραβολικῷ κεῖσθαι, οὐκ ἔχει δὲ τὸ ἀκριβὲς οὕτω. Πραγματικῶς τε γὰρ ἐτέθη καὶ τῇ παραβολῇ συμβάλλεται. Σκοπιαὶ μὲν γὰρ καὶ πρώονες καὶ τοῖς πόρρωθεν φαίνοιντʼ ἂν λαμπόμεναι, νάπην δὲ φαεινομένην ποιμὴν ἂν ἴδοι ἐκεῖ βόσκων, ὃς καὶ εἰκότως χαρήσεται. Ὡς γὰρ ἡμέρας ὀμίχλῃ ζοφουμένης ἄχθεται διὰ τὸν κλέπτην, ὥς που προείρηται, οὕτω χαίροι ἂν αἰθριαζούσης νυκτός. Καὶ ἄλλως δὲ φάναι, ὥσπερ ἀηδὲς ἡμέρα νυκτίμορφος, οὕτως ἡδὺ νὺξ ἡμεροφαής. Τοῦ δὲ «πυρά» εὐθεῖα τὸ πῦρ. Αἰθόμενον δὲ πῦρ τὸ καὶ φλόγα ἔχον πρὸς διαστολὴν ζωπύρου τε καὶ ἄνθρακος καὶ τῶν τοιούτων. Ὅτι κἀνταῦθα, ὡς καὶ ἀλλαχοῦ, ἵπποι κρῖ λευκὸν ἐρέπτονται καὶ ὀλύρας. Δῆλον δὲ ὅτι τε, ὡς καὶ προεδηλώθη, ἀποκοπὴν ἔπαθε τὸ κρῖ ἀπὸ τοῦ κρῖμνον. —Διὸ καὶ οὐδετέρου γένους ἐστὶ καὶ αὐτὸ καθʼ ὁμοιότητα τοῦ δῶμα δῶ, καὶ κάρηνον κάρη—, καὶ ὅτι λευκὸν κρῖ, ὡς ὄντος που καὶ μέλανος τὴν ἐπιφάνειαν, καὶ πρὸς διαστολὴν δέ τινα σίτου, καὶ ὅτι τὸ ἐρέπτεσθαι ἀλόγοις μόνοις οἰκεῖον, οἷς τῇ ἔρᾳ ἐπικύπτουσιν ἡ τροφή, καὶ ὅτι ὀρόβου βραχύτερον σπέρμα ἡ ὀλύρα, καὶ ὅτι ἀκίνητον εἰς κλίσιν τὸ κρῖ. Ἐστέρηται γὰρ τοῦ οἷον ποδὸς τῆς ληγούσης, καθʼ ἣν ἐκινεῖτο. Οὕτω δὲ καὶ τὸ δῶ καὶ τὸ κάρη καὶ ὅλως τὰ παθόντα ἀποκοπήν. Ὅτι τὴν Ἥραν χρυσόθρονόν που καλέσας ἐΰθρονον ἐνταῦθα τὴν ἡμέραν φησί, μυθικώτερον οὕτω φράσας. Ἄλλως γὰρ οὐ πρέπει τῇ ἡμέρᾳ θρόνος, ἐπεὶ ὀρθίους ἐν ἡμέρᾳ εἶναι χρὴ τοὺς σπουδαίους, ἀφʼ οὗ καὶ ὁ ὄρθρος γίνεται, ὃς εἰς ἔργα ἡμᾶς ὀρθοῖ. Οὕτω δὲ μύθου καὶ τὸ τὸν ἀεικίνητον Δία ἐπὶ θρόνου καθίζειν. Εἴτε γὰρ αἰθὴρ ὁ Ζεὺς εἴτε ἥλιος εἴτε οὐρανός, οὐκ ἂν ἀκινητίζοι καθήμενος. Ἐνταῦθα δὲ ὁ ποιητὴς μεθοδεύων συνήθως, ὡς ἡ ποίησις οὐ τοῖς ἀναγκαίοις μόνον, ἀλλὰ καί τισι παρέργοις ἁβρῶς ἐμπλατύνεται, οὐκ ἠρκέσθη εἰπὼν ἵππους ἐρέπτεσθαι, ἃ προσεχῶς ἔφη, ἀλλὰ προσέθετο ἁπλῶς οὕτω εἰς οὐδὲν δέον καὶ τὸ «ἑσταότες παρʼ ὄχεσφιν ἐΰθρονον ἠῶ μίμνον», γλυκέως μὲν εἰπών, ὡς εἴπερ λογικοὶ ἦσαν, οὐκ ἂν δὲ ὀφειλέτης ὢν ἢ ἐλπιζόμενος καὶ οὕτω φράσαι, ἀλλὰ παρὰ προσδοκίαν λαλήσας, ὁποῖος αὐτὸς τὰ πολλά.