eul_wid: xpw-adc
DOI 10.5281/zenodo.20335421

Commentary on Homer's Iliad: Book III by Eustathius of Thessalonica

ΕΚ ΤΩΝ ΤΗΣ ΓΑΜΜΑ ΡΑΨΩΙΔΙΑΣ

Ὅτι ἐπιγραφὴ τῆς γάμμα ῥαψῳδίας πεζὴ μέν· ὅρκοι καὶ μονομαχία Ἀλεξάνδρου καὶ Μενελάου, ἔμμετρος δὲ αὕτη· γάμμα δʼ ἂρ ἀμφʼ Ἑλένης οἴοις μόθος ἐστὶν ἀκοίταις. Ἰστέον δέ, ὅτι τὸ γάμμα στοιχεῖον γέμμα φασὶν Ἴωνες καὶ μάλιστα Δημόκριτος, ὃς καὶ τὸ μῦ μῶ λέγει, ὡς ἐν ῥητορικῷ εὕρηται Λεξικῷ. Ὅτι φιλέλλην ὁ ποιητὴς ὤν, ὡς μυριαχοῦ φαίνεται, ἀνάπαλιν πρὸς τοὺς Τρῶας διατίθεται. διὸ καὶ τὰ πολλὰ οὐκ εὐλογεῖ τὰ Τρωϊκά. ἐνταῦθα τοίνυν τὴν εἰς τὸν πόλεμον αὐτῶν ἀπροβούλευτον, ὡς ἐδηλώθη, καὶ διὰ τοῦτο οὐκ εὔκοσμον πρόοδον ὑποδηλῶν μετὰ κλαγγῆς, ἤτοι ἀνάρθρου θορύβου, προϊέναι εἰς μάχην φησὶν αὐτοὺς λέγων, ὅτι, ἐπεὶ τῶν τε Τρώων τῶν τε Ἀχαιῶν κόσμηθεν ἕκαστοι, «Τρῶες μὲν κλαγγῇ ἐνοπῇ τʼ ἴσαν ὄρνιθες ὥς» καὶ τὰ ἑξῆς. καὶ ἔστι συντομωτάτη παραβολὴ τὸ «ὄρνιθες ὥς». ὀρνίθων δὲ τὸ κλάζειν. λέγεται δέ ποτε καὶ ἐπὶ ἄλλων, ὡς προείρηται, διαφόρων. Ἰστέον δέ, ὅτι τῷ ὀνόματι τῶν Τρώων καὶ τοὺς αὐτῶν ἐπικούρους δηλοῖ. Ἐνοπὴ δὲ οὐχʼ ἁπλῶς ἡ φωνή. ἐκείνην γὰρ ὄπα λέγει εὔκοσμον οὖσαν, ὅπου γε καὶ ἡ Καλλιόπη ἐκ τῆς τοιαύτης ὀπὸς παρωνόμασται· ἀλλʼ ἔστιν ἐνοπὴ ἡ ταραχώδης βοή, ἥν ποτε καὶ φύλοπιν ἂν εἴπῃ τις. τὸ δέ «ἴσαν» πεζῷ μὲν λόγῳ οὐκ ἂν εὐχρηστηθείη, ποιηταῖς δὲ χρησιμεύει. ἔστι δὲ αὐτοῦ τὸ θέμα ἴω, οὗ τὸ πληθυντικὸν ἴομεν πολλαχοῦ εὕρηται παρὰ τῷ ποιητῇ. τοῦτο τὸ ἴω πλεονασμῷ τοῦ ε γίνεται ἐΐω, καὶ συναιρέσει εἴω, ἐξ οὗ καὶ τὸ «ᾔομεν ἀνὰ δρυμά» ἐν Ὀδυσσείᾳ, καὶ ὑπερσυντέλικος ᾔειν καὶ «ἤϊα γουνούμενος». εἰ δέ τις προϋπάρχειν μὲν ἐρεῖ τὸ εἴω διὰ διφθόγγου, ἀπʼ αὐτοῦ δὲ γενέσθαι τὸ διὰ τοῦ ἰῶτα γραφόμενον ἴω ἀπελεύσει τοῦ ε, οὐκ ἂν λέγοι τι ἄδεκτον. Δηλοῖ δέ ποτε τὸ ἴσαν καὶ γνῶσίν τινα ὡς ἐν τῷ «τάδʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο». Τὸ δέ, «ἕκαστοι» ταὐτόν ἐστι τῷ οἱ καθέκαστα, οὓς φθάσας πληθὺν ἔφη ὁ ποιητὴς ἄλλην οὖσαν παρὰ τοὺς ἡγεμόνας. διὸ λέγει «ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι», ἤγουν ἡ πληθὺς μετὰ τῶν ἡγεμόνων, κατʼ ἐξοχὴν ἰδίᾳ ἐκφωνήσας τοὺς ἡγεμόνας. Οὐκ ἔστι δὲ ἐναντία τὸ ἐκοσμήθησαν καὶ τὸ «κλαγγῇ ἐπορεύοντο». ἡ μὲν γὰρ ἄθροισις καὶ ἡ στάσις καὶ ἡ τῶν φύλων διάκρισις καὶ τοῖς Τρωσὶν εὐκόσμως εἶχεν, ἡ δὲ κίνησις οὐκ ἀθορύβως ἐγίνετο. Ἰστέον δέ, ὅτι φιλοσόφως ἰδίᾳ μὲν τέθειται τὸ ἡγεμόνεσσι κατʼ ἐξοχήν τινα, ἰδίᾳ δὲ τὸ ἕκαστοι. οἱ μὲν γὰρ ἡγεμόνες ὡς θεῖοι καὶ θεοειδεῖς τῇ μονάδι καὶ τῷ ἑνὶ ἐγγίζουσιν, ἡ δὲ πληθὺς ἑκὰς ἤτοι πόρρω τοῦ τοιούτου καλοῦ εἰσιν, ὡς καὶ ἡ ἐτυμολογία δηλοῖ. Ἀπὸ γὰρ τοῦ ῥηθέντος ἑκάς πρῶτα μέν, ὡς καὶ προδεδήλωται σαφῶς, γίνεται τὸ ἑκάτερος, ἐπὶ δύο τινῶν λεγόμενον, ὅπερ ὡς οἷα τολμῆσαν διάστασιν ἐκ δυασμοῦ ἕκαθεν τῆς μονάδος ἐστί. ἐξέστη γὰρ καὶ οἷον ἀποκεχώρηκε τοῦ μοναδικοῦ τὸ δυαδικόν. καὶ οὕτω μὲν τὸ ἑκάτερος ἑκάς ἐστί πως τῆς μονάδος δυάδα δηλοῦν κατά τινα τύπον συγκριτικόν, τὸ δὲ ἕκαστος ὡς οἷά τι ὑπερθετικὸν ἐσχημάτισται, τεθὲν μὲν ἐπὶ τριάδος πυθμενικῶς, λεγόμενον δὲ καὶ ἐπὶ τῶν ἑξῆς ἁπάντων ἀριθμῶν. καὶ ἔστι τρόπον τινὰ τὸ ἕκαστος ἀντὶ τοῦ πορρώτατος, ὡς λέγεσθαι τὸ ἑκάτερος καὶ ἕκαστος πρός τινα ὁμοιότητα τοῦ ἑκαστέρω καὶ ἑκαστάτω, ἤτοι πορρωτέρω καὶ πορρωτάτω. ἕκαστοι οὖν ἡ πληθύς, ὡς εἴρηται, ἡ μακρὰν καὶ τῆς μονάδος ναὶ μὴν καὶ τῆς δυάδος, ἥτις οὐδʼ αὐτή ἐστι πληθύς. Ὅτι ἀκύρως νῦν τὴν κλαγγὴν ἐπὶ ἀνθρώπων εἰπὼν παρεμυθήσατο τὴν τόλμαν τῇ τῶν γεράνων παραβολῇ. εἰ γὰρ ἐκείναις ἐοίκασι τὴν κραυγήν, ἄρα καὶ κλάζουσι. τοῦτο δὲ καὶ ἐπὶ ἄλλων λέξεων ποιήσει ἐν τοῖς ἑξῆς, ὡς γνωσόμεθα, τουτέστι τὰς τολμηρὰς λέξεις θεραπεύσει παραβολαῖς, ὡς κατὰ τόπους δηλωθήσεται. ἢ καὶ ἑτέρως. ἐπεὶ ἡ προλαβοῦσα σύντομος παραβολή, τὸ «ὄρνιθες ὥς» ἀορίστως εἶχεν—ἄδηλον γὰρ ἦν περὶ ποίων ὀρνίθων λέγει διὰ τὸ γενικὴν λέξιν εἶναι τοὺς ὄρνις—διαρθροῖ ἐκείνην καὶ μονονουχὶ λέγει, ὅτι ὄρνιθας τὰς γεράνους εἰδικῶς ἐνταυθοῖ νοητέον. Οὕτω γὰρ οἱ Τρῶες ἐχρῶντο κραυγῇ, καθά, φησί, «κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό, αἵ τʼ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον», ὅ ἐστι πάμπολυν, «ὄμβρον, κλαγγῇ ταί γε πέτονται ἐπʼ Ὠκεανοῖο ῥοάων ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι· ἠέριαι δʼ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται». καὶ ἄλλως δὲ τὴν ῥηθεῖσαν παραβολήν, τὸ «ὄρνιθες ὥς», σύντομον οὖσαν καὶ ἀσαφῆ, οὐ μόνον, ὡς εἴρηται, διὰ τὸ γενικὸν τῆς φωνῆς καὶ ἀόριστον, ἀλλὰ καὶ διὰ τὸ ἄδηλον τοῦ τόπου, περὶ ὃν ἡ κλαγγή, διασαφεῖ ὁ ποιητὴς ἐν στίχῳ ἑνὶ διὰ τοῦ ὡρισμένου εἴδους τοῦ τῶν κλαγκτικῶν γεράνων καὶ τῆς προσθήκης τοῦ τόπου, εἰπών· καθὰ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό. τὰ δὲ ἑξῆς ἱστορικῶς κεῖνται κατὰ ἰδίαν ἐκφώνησιν, ὅπερ ἀλλαχοῦ Ὅμηρος οὐ ῥᾳδίως εὕρηται ποιῶν. ἃ γὰρ παρενείρει ταῖς παραβολαῖς, οὐκ ἀπαρτᾷ ἰδίᾳ, παρεμπλέκει δὲ ἐκεῖνα καὶ ἐπεμβλητικῶς πρὸ τῆς ἀποδόσεως τίθησιν. ἔστι δὲ ἀναπόδοτος ἡ τῶν γεράνων παραβολὴ αὕτη. οὐ γὰρ ἐπάγει πρὸς τὸ «ἠΰτε κλαγγὴ γεράνων πέλει» τὸ οὕτω καὶ οἱ Τρῶες ἔκλαζον. τοῦτο δὲ καὶ ἀλλαχοῦ πολλαχοῦ ποιεῖ καὶ ἔστι συντομίας ἡ μέθοδος. Σημείωσαι δέ, ὅπως καὶ ἐπὶ τῆς Ἑλληνικῆς τάξεως πρὸ ταύτης τῆς ῥαψῳδίας παραβολῇ οὐ μόνον ἀπὸ γεράνων ἀλλὰ καὶ ἄλλων ὀρνίθων κλαζόντων χρησάμενος ἐπʼ ἐκείνων μὲν οὐδὲν εἶπε φορτικόν, ἐπὶ δὲ Τρώων σκωπτικὰ τὰ τῆς παραβολῆς ἔθετο. ἐπεὶ γὰρ αἱ γέρανοι καὶ ἀγεληδὸν πέτονται καὶ μετὰ κλαγγῆς καὶ ποτὲ μὲν ὑψηλαί, ποτὲ δὲ πρόσγειοι, τῷ μὲν τῆς προσγείου πτήσεως ἀγελαστικῷ τὴν τῶν Ἑλλήνων εἴκασε φθάσας πορείαν, παρέλκον ἐκεῖ θεὶς ἐπὶ τῶν ὀρνίθων τὸ κλαγγηδόν, τὴν δὲ τῶν Τρώων ἄρτι κραυγὴν εἴκασε τῇ κλαγγῇ, αὔξων τὸν θροῦν τῇ παραβολῇ, ὡς οὐκ εὐκόσμως στελλομένων εἰς πόλεμον. Ἰστέον δὲ καί, ὅτι Ὁμήρου εἰπόντος τὰς γεράνους πέτεσθαι οὐρανόθι πρό φασιν οἱ παλαιοὶ οὐρανὸν ἐνταῦθα λέγεσθαι τὸν ὑπὸ τὰ νέφη τόπον, ὥστε τῷ λόγῳ τούτῳ τὰς τοῦ ὄρους Ὀλύμπου κορυφὰς καὶ ἄλλων τινῶν μὴ νεφελουμένας οὐ μόνον ἐπουρανίους εἶναι, ἀλλὰ καὶ ὑπερουρανίους, ὡς πρὸς τὸν τοιοῦτον οὐρανόν. Ἰστέον δέ, ὅτι ἐν τῷ κλαγγή πλεονασμός ἐστι συνήθης τοῦ νῦ πρὸς ὄγκον φωνῆς, ὡς καὶ ἐπʼ ἄλλων προδεδήλωται. φύσει μὲν γὰρ κλαγή, ὡς ἐρυγή, ἐπενθέσει δὲ τοῦ ν κλαγγή κατὰ τὸ κλάζω, ἔκλαξα, ἔκλαγξα. Ἔτι ἰστέον καί, ὡς κρουστικὴ τῷ τόνῳ ἡ τῆς προθέσεως φωνὴ ἐν τῷ οὐρανόθι πρό. αἴτιον δέ, ὅτι οὐ κατασπᾷ βαρύνουσα συνέπεια. τὸ δʼ ὅμοιον, ὡς καὶ ἀλλαχοῦ φανεῖται, καὶ ἐπὶ ἑτέρων γίνεται, οἷον «δράσω τε πρός» καὶ «μικρόν τι πρό» καὶ «Ἀρτέμιδι ξύν» καὶ «οὐδὲ κακῶν ἔξ». Σημείωσαι δὲ καί, ὅτι μὴ ἔχων ἐπὶ τῆς γεράνων φωνῆς λέξιν καιριωτέραν τῆς κλαγγῆς ἐνδιατρίβει τεχνικῶς αὐτῇ, ἐπιμείνας καὶ εἰς τρὶς τῇ λέξει χρησάμενος. δῆλον δέ, ὅτι φωνητικὴ ἡ γέρανος. τοιαῦτα γὰρ φύσει τὰ δειλότερα τῶν ζῴων φωνητικώτερα τῶν ἀνδρείων. ἔτι τε εὐαισθητότερον ἡ γέρανος ἔχει καὶ ῥᾷον τοῦ ψύχους ἀντιλαμβάνεται καὶ τὸν χειμῶνα φεύγουσα, ἤτοι τὴν χειμερινὴν κατάστασιν ἢ τὰ τῆς Θρᾴκης χειμέρια, εἴς τε ἄλλους τῶν θερμοτέρων τόπων ἐκδημεῖ καὶ εἰς Ὠκεανὸν δὲ πέτεται τὸν νότιον, περὶ ὃν μυθεύεται καὶ τοὺς Πυγμαίους εἶναι. κατὰ δὲ Ἀριστοτέλην εἰπεῖν, αἱ γέρανοι μεταβάλλουσιν ἐκ τῶν ἐσχάτων εἰς τὰ ἔσχατα, ἤγουν ἐκ τῶν Σκυθικῶν πεδίων εἰς τὰ ἕλη, ὅθεν ὁ Νεῖλος ῥέει. Τὸ δέ «ἐπʼ Ὠκεανοῖο ῥοάων» ἀντιπτωτικῶς εἴρηται ἀντὶ τοῦ «ἐπʼ Ὠκεανοῖο ῥοάς». χρῶνται δὲ τῷ σχήματι τούτῳ μάλιστα καὶ οἱ συγγραφεῖς, οἷον· ἤλασεν ἐπὶ τῆς δεῖνα πόλεως ἢ ἀπῆλθεν ἢ εἴ τι τοιοῦτον. Ἰστέον δέ, ὅτι διὰ μὲν τῶν γεράνων τὸν Τρωϊκὸν ὁ ποιητὴς αὔξει θροῦν, ὡς προείρηται, τῷ δὲ τῶν Πυγμαίων ἐπεισοδίῳ διὰ τὸ ξένον τῆς ἱστορίας ψυχαγωγεῖ τὸν ἀκροατὴν τὸ σύνηθες ποιῶν. φιλοτιμεῖται γὰρ ἐν ταῖς παραβολαῖς πολλά, ὡς προγέγραπται, τῷ ἀκροατῇ συντείνοντα πρὸς πολυμάθειαν. Λέγεται δέ, ὅτι οἱ Πυγμαῖοι οὐδὲ πηχυαῖοι τὸ μέγεθός εἰσι. παρωνομασμένοι γάρ εἰσι πυγόνι. πυγούσιον δέ ἐστι διάστημα τὸ ἀπὸ ἀγκῶνος ἕως τοῦ μικροῦ δακτύλου ἢ καὶ τῶν δακτύλων συνεσταλμένων. Ἱστορεῖται δὲ καί, ὅτι κέρατα περιτίθενται καὶ ἐν σχήματι κριῶν, ὡς Ἑκαταῖός φησι, κρόταλα ψοφοῦσι καὶ οὕτω τὰς πυγμαιομάχους γεράνους ἀμύνονται καταφρονούσας ἄλλως τοῦ μήκους. γεωργικοὶ δέ εἰσιν, ὥς φασιν. ὅτι δὲ καὶ ἀξίνῃ ἐχρήσαντο ἐπὶ τὸν ἄσταχυν, γελοῖον μὲν καὶ οὐ πιθανόν, λέγεται δέ. ἀρέσκει δὲ καὶ Ἀριστοτέλει μὴ μῦθον εἶναι τὰ κατὰ τοὺς Πυγμαίους. Λέγει γάρ, ὅτι περί που τὰ ἕλη τὰ ἄνω τῆς Αἰγύπτου, ὅθεν ὁ Νεῖλος ῥέει, ἔστι κατὰ ἀλήθειαν γόνος τοιοῦτος, μικροὶ καὶ αὐτοὶ καὶ οἱ ἵπποι. εἰσὶ δέ, φησί, τρωγλοδύται τὸν βίον. ὁ δὲ Γεωγράφος πεντασπιθάμους καὶ τρισπιθάμους ἀνθρώπους ἱστορῶν πόλεμον πρὸς τοὺς τρισπιθάμους εἶναι ταῖς γεράνοις φησίν. Ἐν δὲ τοῖς τοῦ Ἀθηναίου κεῖται καί, ὅτι ἱστορεῖται, ὡς οἱ μικροὶ ἄνδρες οἱ ταῖς γεράνοις διαπολεμοῦντες πέρδιξιν ὀχήματι χρῶνται καὶ ὅτι οἱ Πυγμαῖοι πέρδιξι καὶ γεράνοις πολεμοῦσιν. Εἰ δὲ μὴ καθαρῶς ἐκ τῆς πυγόνος οἱ Πυγμαῖοι παρώνυμοι ἀλλʼ ἐκ τῆς πυγμῆς, καινὸν οὐδέν. διὰ γὰρ τὸ σαφὲς τῆς τῶν δακτύλων συστολῆς, οἷς πρὸς πῆχυν μετροῦνται συνεσταλμένοις οὖσιν, οὐ Πυγόνιοι λέγονται ἤ τι τοιοῦτον, ἀλλὰ Πυγμαῖοι. Ὅτι δὲ καὶ βόρειοι Πυγμαῖοι περί που τὰ τῆς Θούλης ἀντιπέραια, ἔνθα τὰ Ἰγκλικά, βραχύσωμοι καὶ αὐτοὶ καὶ ὀλιγοχρόνιοι ἐς τὸ παντελές, βέλεσι χρώμενοι λεπτυνομένοις ὡς εἰς βελόνην, περιᾴδεται. καί εἰσιν οἳ βεβαιοῦνται ἀνθρωπάρια τοιαῦτα ἰδεῖν. αἱ μέντοι Πιθηκοῦσσαι νῆσοι οὐ τοιούσδε τινὰς ἔχουσιν, ἀλλʼ ἑτεροῖαι περιφέρονται. Ἠέριαι δὲ τοῖς Πυγμαίοις αἱ γέρανοι ἐπιτίθενται, ὅ ἐστι πρωϊναὶ ἢ διὰ τοῦ ἀέρος πετόμεναι. ἡ δὲ λέξις κεῖται καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ. Ὅρα δὲ ἐνταῦθα καὶ τὸ φέρειν ἐνεργητικῶς τε λεχθὲν ἅμα καὶ παθητικῶς ἐν τῷ «φέρουσαι» καὶ «προφέρονται». καὶ ὅτι οὐδʼ ὅλως οὐδʼ ὑπόνοιαν βαστάγματος ἐμφαίνει ἐνταῦθα τὸ φέρειν κατὰ τοὺς τοῦ ἄγειν καὶ φέρειν παρατηρητάς, ὡς οὐδʼ ἐν τῷ διαφέρειν καὶ διαφέρεσθαι, ἀφʼ ὧν ἡ διαφορὰ καὶ ὁ τῷ πατρὶ διάφορος ἤγουν ἐναντίος, οὐδʼ ἐν τῷ ἐμφέρειν, ὅθεν ἐμφέρεια, ἡ ὁμοιότης, οὐδʼ ἐν τῷ συμφέρειν, ἐξ οὗ καὶ τὸ κοινῶς συμφέρον, τὸ καὶ συνοῖσον, καὶ ἡ ξυμφορά, ἥ τε βαρεῖα καὶ ἡ ἁπλῶς κατὰ ἀπόβασιν, οὐδʼ ἐν τῷ περιφέρειν καὶ ἀποφέρειν καὶ ὑποφέρειν, ὧν γεννήματα ἡ κατὰ κύκλον περιφέρεια καὶ ἀποφορά, ἡ ὀδμή, καὶ ὑποφορὰ καὶ ἀνθυποφορά, αἱ ῥητορικαί, οὐδʼ ἐν τῷ προφέρειν καὶ ἐκφέρειν, ὧν τοῦ μὲν ἡ κατὰ λόγον προφορά, τοῦ δὲ τὸ «ὅτʼ ἂν ἐκφέρῃ μέγα». ἡ μέντοι νεκρικὴ ἐκφορὰ καὶ ἡ ἐκφόρησις καὶ τὰ τούτων ῥήματα, δῆλον, ὅτι δηλοῦσι βάσταγμα κατὰ τούς, ὡς ἐρρέθη, παρατηρήσαντας. Ὅτι ἐπαινῶν τὸ τῶν Ἀχαιῶν ὁ ποιητὴς ἐνταῦθα εὔκοσμόν φησιν· «οἳ δʼ ἂρ ἴσαν», ὅ ἐστιν ἐπορεύοντο, καθὰ πολλαχοῦ λέγεται, «μένεα πνείοντες Ἀχαιοὶ ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισι». καὶ τῷ ὄντι ἐπαινετέοι εἰσίν, οἳ τῶν Τρώων κλαζόντων αὐτοὶ σιγῇ ᾔεσαν, πλὴν οὐ κατεπτηχότες—ἐμποιεῖ γάρ ποτε καὶ τὸ δέος σιγήν—ἀλλὰ μένεα μὲν πνέοντες καὶ ἀλεξήσειν ἀλλήλοις ἐθέλοντες, σιγῶντες δέ, ὡς ἂν ἐπιταττόντων ἔχοιεν ἀκούειν τῶν ἡγεμόνων. καὶ ὅρα τὸ «μένεα πνέοντες», ἤγουν ζῶντες μένος καὶ ἀνδρία ὄντες αὐτόχρημα, ὡς οἷα σύστασιν καὶ πνοὴν τὸ μένος ἔχοντες. ἐκ τούτου δὲ καὶ τὸ θυμοῦ πνέειν εἴληπται τοῖς μεθʼ Ὅμηρον. ἢ καὶ ἄλλως εἰπεῖν μένεα πνέοντες καὶ οὐ κατὰ τοὺς Τρῶας ἐνοπὴν καὶ κλαγγήν, ἁπλούστερον δὲ εἰπεῖν, ταὐτά εἰσι τὸ μένεα πνέοντες καὶ τὸ θυμῷ μεμαῶτες. ἐπεὶ γὰρ μένος καὶ ἡ ψυχικὴ προθυμία, μένος οἷον πνέει ὁ τῇ ψυχῇ προθυμούμενος. Ὅτι τὸν Νότον γεννητικὸν ὁμίχλης φησὶ φυσικῶς λέγων, διαγράφει δὲ καὶ τὴν αὐτῆς πύκνωσιν λέγων τοσοῦτον διϊκνεῖσθαι τὴν ὄψιν διὰ τοῦ πάνυ ὁμιχλώδους ἀέρος, εἰς ὅσον ἂν ἀφίκοιτο λίθου βολή. καὶ ταῦτα οὕτως φύσει εἰπών, εἶτα καὶ πραγματικά τινα προστίθησι διὰ πολυπειρίαν τῶν ἀκροωμένων λέγων τὴν ὁμίχλην ποιμέσι μὲν οὐ φίλην εἶναι, τῷ κλέπτῃ δὲ ἀμείνω καὶ τῆς νυκτός, διὰ τὸ μὴ πάνυ πεφυλάχθαι ἡμέρας τὰ βοσκήματα, ἀλλʼ εὐεπιβούλευτα εἶναι κλέπταις διὰ τὸ σκεδάννυσθαι αὐτὰ ἐν τοιαύτῃ ὁμίχλῃ. ᾗ καὶ ἀπεικάζει τὸν ἐν τῷ θέρει γῆθεν αἰρόμενον ἢ καὶ ὀρνύμενον κονίσαλον, προσφυῶς τῷ πράγματι διὰ τὴν ὁμοιότητα. ὁμίχλη γὰρ καὶ κονιορτὸς ὅμοιά πως καὶ ὁμοίως ἐπιπροσθοῦντα τοῖς ὄμμασιν. οὕτω κριτὴς ὁμοιοτήτων ἄριστος Ὅμηρος. τάχα δέ τις ἀκινδύνως ἀντιστρέψας καὶ τὴν ὁμίχλην ποτὲ τοιούτῳ ἂν κονισάλῳ ἐν παραβολῇ ἀπεικάσειε διʼ ὁμοιότητα. ἔστι δʼ ἐν τούτοις ἡ Ὁμηρικὴ φράσις αὕτη· «εὖτʼ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὁμίχλην ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω, τόσσον τίς τʼ ἐπιλεύσσει», τουτέστι βλέπει, «ὅσον τʼ ἐπὶ λᾶαν ἵησιν», ἤγουν ἐφʼ ὅσον διάστημα λίθον ἀφίησιν, «ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὤρνυτʼ ἀελλὴς ἐρχομένων». Γίνεται δὲ κονίσαλος ἐκ τοῦ κονίω κονίσω, ὡς ἵξω ἵξαλος, ἢ ἐκ τοῦ τὴν κόνιν σεσαλεῦσθαι. Ἰστέον δὲ καί, ὅτι ὁ κονίσαλος καὶ πάτος λέγεται, ὡς δηλοῖ ὁ εἰπών, ὅτι ὁ ἱδρὼς τῶν γυμναζομένων μιχθεὶς τῷ πάτῳ συντελεῖ πρὸς διαφόρησιν ὄγκων τῶν παρὰ φύσιν. κονίσαλον δέ, φησίν, ὀνομάζουσιν αὐτὸν ἔνιοι τῶν περιέργως ἀττικιζόντων. καὶ μέμνησο τούτου καὶ εἰς τὸ «πάτον ἀνθρώπων ἀλεείνων». Ἀμείνων δὲ νυκτὸς τῷ τῶν ποιμνίων κλέπτῃ ἡ, ὡς ἐρρέθη, βαθυτάτη ἐν ἡμέρᾳ ὁμίχλη διὰ τὸ ἀφύλακτον. νυκτὸς μὲν γὰρ τάσσονται φυλακαί, οὐ μὴν δὲ οὕτω καὶ μεθʼ ἡμέραν. Τὸ δέ «κονίσαλος ὤρνυτο» ἡ ἁπλότης ἐστὶ τοῦ συνθέτου κονιορτοῦ. Σκοπητέον δέ, εἴπερ ποιμένα ἐνταῦθα γενικῶς εἶπε καὶ τὸν αἰπόλον. ἐν γὰρ ὀμίχλῃ πάντως εὐεπιβούλευτον οὐδὲν ἧττον ποιμνίου τὸ αἰπόλιον, ᾧ καὶ μάλιστα προσφυεῖς αἱ περὶ τὰς τῶν ὀρῶν κορυφὰς νομαί. Ὡς δὲ τὸ αἰπόλιον ῥᾷόν ἐστι τηνικαῦτα κλέπτεσθαι διὰ τὸ πλατὺ νέμεσθαι καὶ οὕτως ἐσκεδάσθαι, οὐκ ἄδηλόν ἐστιν. Ἀελλὴς δὲ κονίσαλος ὁ συνεστραμμένος δίκην ἀέλλης. Ἕτερον δὲ τούτου τὸ ἀολλέες παρʼ Ὁμήρῳ καὶ τὸ ἀλέες παρʼ Ἡροδότῳ ἐν τῷ «εἰσέπεσον ἀλέες εἰς τοὺς Πέρσας». δύναται δὲ ἄλλως τὸ ἀελλής χρήσιμον εἶναι καὶ εἰς ἐτυμολογίαν τοῦ κονισάλου, ἵνα ᾖ κονίσαλος κόνις ἀελλής. Ἰστέον δὲ καί, ὅτι τὸ «κατέχευεν ὁμίχλην» τὸ τῆς ὁμίχλης ὑλικὸν αἴτιον δηλοῖ. ἐξ ὑγρότητος γὰρ καί, ὡς εἰπεῖν, ἀπέπτου δρόσου ἐστὶ καὶ αὐτή, καθὰ καὶ ἡ πάχνη. Ὅτι κυρίως διαπρήσσειν ἐπὶ θαλάσσης τὸ διαπερᾶν, ὡς πολλαχοῦ φαίνεται, νῦν δὲ καταχρηστικῶς φησι τὸ «διέπρησσαν πεδίοιο», ἤγουν διὰ τῆς πεδιάδος ἤρχοντο οἱ Ἀχαιοί. Ὅτι θρασύδειλον τὸν Θερσίτην φθάσας ὑπετυπώσατο, ὃς ἐξ οὕτω πολλοῦ καὶ ἀσχέτου θράσους κατὰ γυναῖκα ἐδάκρυε, καὶ τὸν Ἀλέξανδρον δὲ τοιοῦτον ὧδε καθυπογράφει φάμενος· «οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν», ἤγουν κατʼ ἀλλήλων, «ἰόντες, τοῖσιν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδής». εἶτα καὶ τὸν ὁπλισμὸν αὐτοῦ φράζων Ὅμηρος ἐπάγει· «παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα καὶ ξίφος· αὐτὰρ ὃ δοῦρε δύω κεκορυθμένα χαλκῷ πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους» εἰς μάχην, οἳ ἑώρων αὐτόν «ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβῶντα». καὶ νῦν μὲν οὕτω θρασὺς ὁ Πάρις. Νοήσας δὲ Μενέλαον ἐν προμάχοισι φανέντα «κατεπλήγη φίλον ἦτορ, ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων», φυγὼν ἀγεννῶς παλίνορσος, ὥσπερ τις δράκοντα ἰδὼν ἐν ὄρει καὶ εἰς ὦχρον μεταχρωσθεὶς καὶ τρόμον παθών, καθάπερ ὁ ποιητὴς ἐρεῖ προϊών. Ἐν τούτοις δὲ ὅρα τὸ κατεπλήγη, οὕτως εἰπεῖν ἀρέσαν τῷ ποιητῇ. ἄλλως γὰρ πληγῆναι μέν φασιν ἐπὶ σώματος, καταπλαγῆναι δὲ ἐπὶ ψυχῆς, ὥσπερ καὶ ἐκπλαγῆναι, οἷον· «ἔρωτι θυμὸν ἐκπλαγεῖσα» παρʼ Εὐριπίδῃ, ὅθεν καὶ ἔκπλαγος, ὡς προγέγραπται, καὶ κατὰ μετάθεσιν ἔκπαγλος, ὁ ἐκπλήττειν δυνάμενος. Σημείωσαι δὲ καί, ὡς θαυμασίως Ὅμηρος, ἐν οἷς δοκεῖ ἐπαινεῖν τὸν Ἀλέξανδρον, πλαγίως πως ψέγει αὐτόν. Τὸ γοῦν θεοειδής, ὃ πεντάκις ἐν τοῖς ἄρτι ἐπιλέγει τῷ Ἀλεξάνδρῳ, ἔστι μὲν ταὐτόν, ὡς εἴπερ εἴποι αὐτὸν θεοῖς ἐοικότα τὸ εἶδος ἤτοι περικαλλῆ. ὅτι δὲ ἐπὶ ψόγου λέγει αὐτό, δῆλον ἐν οἷς μετʼ ὀλίγα ὁ Ἕκτωρ ὀνειδίζων ἐρεῖ· «Δύσπαρι, εἶδος ἄριστε, γυναιμανές, ἠπεροπευτά». τὸ γὰρ εἶδος ἄριστε ταὐτόν πώς ἐστι τῷ θεοειδές. καὶ μετʼ ὀλίγα· «οὕνεκα καλὸν μέν σοι εἶδος, οὐκέτι δὲ βίη φρεσὶν οὐδέ τις ἀλκή». οὕτω καὶ ἐν Ὀδυσσείᾳ λέγει περὶ Ἀντινόου «οὐκ ἄρα σοί γʼ ἐπʼ εἴδει καὶ φρένες ἦσαν». καὶ τῷ ὄντι ὄνειδος εἶδος καλὸν οὐχʼ ὁμοιούμενον ψυχῇ. τινὲς δὲ τὸ θεοειδής ἀντὶ τοῦ θεοῖς εἰδόμενος, κατὰ τὸ εὐγενὲς δηλαδὴ καὶ τὸ τοῦ τοξεύειν ἐπιστημονικόν. ὅτι δὲ οὐδʼ οὕτω ἐξ ὀρθοῦ ἐπὶ ἐπαίνου καθαροῦ λαμβάνει Ὅμηρος τὸ θεοειδές, δηλοῖ εἰπών, ὡς καθʼ ὅμιλον ἔδυ Τρώων δείσας Ἀλέξανδρος θεοειδής, ὃ ταὐτόν ἐστι τῷ «ἂψ εἰς ἑτάρους ἐχάζετο». αἰσχύνει γὰρ τὸ θεοειδὲς ὁ φεύγων. εἰ δέ γε καὶ ἀληθῶς ἐπὶ ἐπαίνου εἴρηται, σημείωσαι, ὡς οὐ σκωπτικὸς ὁ ποιητής, ἀλλʼ αὐτὸς μὲν ἐπαινῶν θεοειδῆ τὸν Ἀλέξανδρον λέγει, ἀφʼ ὧν ἔχει καλῶν, τὰ δὲ ψογερά, τὸ «Δύσπαρι, εἶδος ἄριστε» καὶ τὰ ἑξῆς, οὐχʼ ὁ ποιητὴς ἀλλʼ ὁ Ἕκτωρ τοῦ ἀδελφοῦ κατέλεξεν. Ἔοικε δὲ καὶ ἀντιθετικῷ σχήματι τὸ «Δύσπαρι, εἶδος ἄριστε». οἱονεὶ γάρ φησιν, ὅτι ὁ Πάρις κακὸς μὲν ἄνθρωπός ἐστι, τὸ δὲ εἶδος ἄριστος, ἤτοι καλὸς τὸ εἶδος, ὅπερ γυναικῶν μάλιστα ἔπαινος. διόπερ ἐν τοῖς ἑξῆς εὐειδέα τὴν Ἑλένην ἐρεῖ. ἐπιτείνει δὲ τὸν ἔπαινον τοῦτον μάλιστα τῷ Πάριδι, ὅτε εἴπῃ αὐτὸν κάλλει στίλβειν. Παρδαλέην δὲ ὤμοις Ἀλέξανδρος ἔχει, ἐπεὶ μὴ ἦν βριθὺς ὁπλίτης. διὸ τόξα καὶ ξίφος καὶ δύο δόρατα ἔφερεν, ὡς ἂν ἔχοι τάχα φεύγειν ἐλαφρότερον. ἐν δὲ τοῖς ἑξῆς καὶ ἄλλους ἥρωας εὑρήσομεν δορὰς ζῴων περικειμένους, τὸν μὲν λεοντῆν, τὸν δὲ λυκέην. ἔστι δὲ παρδαλέη δορὰ παρδάλεως, ὥσπερ καὶ λεοντέη ἡ τοῦ λέοντος, κατὰ ἔλλειψιν τοῦ δορά, καὶ λυκέη ἡ τοῦ λύκου καὶ τραγέη ἡ τοῦ τράγου. Ἰστέον δέ, ὅτι παρʼ Ἡροδότῳ κεῖται καὶ ἀνθρωπείη, ἡ τοῦ ἀνθρώπου δορά, ἐν τῷ «σφάξας ἀπέδειρε πᾶσαν τὴν ἀνθρωπείην». ἐντελῶς δὲ ἔφρασεν Ἡρόδοτος ἀνθρωπείην εἰπών. τοιοῦτον δὲ καὶ ἡ ταυρείη καὶ ἡ ἐν Ὀδυσσείᾳ αἰγείη κυνέη καὶ ὅσα τοιαῦτα, ἐν οἷς καὶ ἡ ἀπαθὴς παρδαλείη καὶ λεοντείη καὶ λυκείη καὶ τραγείη, ἃ ἐξωθήσαντα μὲν τὸ τῆς διφθόγγου ι παρδαλέη γίνεται καὶ λεοντέη καὶ λυκέη καὶ τραγέη καὶ τὰ ὅμοια κατὰ τὸ κυνέη καὶ κτιδέη, κραθέντα δὲ κατὰ τὸ συκέα συκῆ, γαλέα γαλῆ καὶ μυγαλῆ, νέα νῆ, σελήνη, ὡς ἐν τοῖς ἑξῆς που φανεῖται, ἀμυγδαλέα ἀμυγδαλῆ, ἀναγκαίως περισπῶνται κατὰ τὸ χαλκέα χαλκῆ, χρυσέα χρυσῆ καὶ ὅσα τοιάδε. διὸ καὶ τὰς τραγᾶς ἀναλόγως περισπῶμεν. Ἰστέον δὲ καί, ὅτι παροιμιωδῶς παρὰ τοῖς ὕστερον παρδαλέην ἐνεῖσθαι λέγεται ὁ ποικίλος τὸν τρόπον καὶ οἷον πολύστικτος τὸ ἦθος κατὰ τὴν πάρδαλιν, ὥσπερ καὶ ἀλωπεκῆν ὁ κερδαλέος καὶ δόλιος κατὰ τὴν κερδὼ καὶ λυκέην ὁ ὕπουλος ἅρπαξ. φορεῖν δὲ καὶ νεβρίδα ῥηθείη ἂν Διονυσιακῶς ὁ δειλὸς καὶ μέθυσος, ἤδη δὲ καὶ ποικίλος καὶ παλίμβουλος, ἐπεὶ στικτόν τι καὶ ἡ νεβρίς. οὐ μὴν καὶ λεοντῆν προσφυῶς πάνυ λεχθείη ἐνάπτεσθαι ὁ ἀνδρεῖος κατὰ τὸν πάλαι Ἡρακλῆν ἢ κατὰ τὸν ὕστερον Ζιήλαν τὸν παρὰ τῷ Ἀρριανῷ. ἀχρειοῖ γὰρ τὸ ὄνομα τοῦτο ἡ κατὰ τὸν Αἰσώπειον ὄνον παροιμία, ὃς περιεδύσατο λεοντῆν, καθά που καὶ καλὸν κροκωτὸν ἡ ὁμοίως μυθευομένη γαλῆ. Τὸ δὲ καμπύλα τόξα τρόπῳ ποιητικῷ πληθύνεται, καθὰ καὶ τὸ ἅρματα καὶ ὄχεα, ὡς πολλαχοῦ φανήσεται. ὅθεν καὶ Εὐριπίδης λαβών φησιν ὀχήματα ἤγουν ἅρμα. Καμπύλα δὲ κοινῶς πάντα τὰ τόξα. οὕτω δὲ καὶ ἀγκύλα καὶ ῥαιβὰ δέ, ὡς παρὰ Λυκόφρονι, καὶ σκολιὰ καὶ παλίντονα δέ. τοῦτο δὲ δοκεῖ παρὰ τῷ Ἡροδότῳ σκέψιν ἔχειν. λέγων γάρ, ὅτι τόξα παλίντονα Ἀράβιοι εἶχον, δίδωσιν ὑπονοεῖν, ὡς οὐ πᾶν τόξον ἁπλῶς παλίντονόν ἐστιν, ἀλλὰ τὸ εἰς πλέον ὀπίσω τῇ ἀνέσει ῥαιβούμενον καὶ οἷον καμαρούμενον, ὁποῖα πολλὰ ἐν τοῖς ἐθνικοῖς τόξοις φαίνεται εἰσέτι καὶ νῦν. Δόρυ δὲ ἁπλῶς μὲν ξύλον, ὡς τὸ «οὐ γάρ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης», ἤγουν φυτὸν δέρμα ἔχον καὶ πεφυκὸς ἀποδέρεσθαι. τὸ δὲ στρατιωτικὸν δόρυ λέγεται μὲν καὶ αὐτὸ οὕτω διὰ τὸ ἐκδαρῆναι τοῦ φλοιοῦ, ἀπὸ μέρους δέ, τοῦ ξύλου δηλαδή, πολεμικὸν ὅπλον δηλοῖ. ὅτε δέ τις εἴπῃ «δόρυ κεκορυθμένον χαλκῷ», τηνικαῦτα μάλιστα ἐξ ὀρθοῦ τὸ πολεμιστήριον τεῦχος δηλοῖ. ὥσπερ γὰρ ἀνὴρ κεκορυθμένος ἤτοι κορυστής, ὁ κόρυν ἔχων περὶ τὴν κεφαλήν, οὕτω καὶ δόρυ πολεμικόν, τὸ ἔχον ἄνω οἷα κόρυν χαλκῆν, τὴν ἀπὸ σιδήρου ἐπιδορατίδα καταφράσσουσαν τὸ ξύλον ἀσφαλῶς, ὡς καὶ ἡ κόρυς τὸν μαχητήν, ἥτις καὶ αἰχμὴ κυρίως λέγεται. τροπὴ δὲ τοῦ σ εἰς θ ἐστιν ἐν τῷ κεκορυθμένος, ὥσπερ καὶ ἐν τῷ μηνιθμός καὶ ἐν ἄλλοις πολλοῖς. Δύω δὲ δοῦρε πάλλων Ἀλέξανδρος Ἀργείων προκαλίζετο πάντας ἀρίστους, ὡς ἢ τῇ φωνῇ προκαλούμενος καὶ κλάζων καὶ αὐτὸς ἢ τῷ βλέμματι μόνῳ καὶ τῷ σχήματι, ὃ καὶ κάλλιον. μετʼ ὀλίγα γοῦν φησιν, ὅτι ἔφασαν Ἕλληνες πρόμον εἶναι αὐτόν, οὕνεκα καλὸν εἶδος αὐτῷ. οὕτω καὶ σίδηρος ἐφέλκεται ἄνδρας θυμουμένους, οὐ τῇ φωνῇ, ἀλλὰ βλεπόμενος. Προεκαλεῖτο δέ, φησίν, ὁ Πάρις τοὺς ἀρίστους μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι, τουτέστιν ἐν τῷ διὰ χειρῶν πολέμῳ, οὐ μὴν λόγοις, καθὰ μαχέσατο Ἀχιλλεὺς καὶ Ἀγαμέμνων εἵνεκα κούρης. Τὸ δέ «δύο δόρατα πάλλειν» καὶ ἀμφοτεροδέξιον τὸν Ἀλέξανδρον ὑποβάλλει νοεῖν, ὁποῖός που καὶ ὁ Ἀστεροπαῖος ἱστορηθήσεται. Τὸ δὲ προκαλίζετο ἐκ τοῦ προκαλῶ παρῆκται, ὡς καὶ ἀνωτέρω τὸ προμάχιζεν ἐκ τοῦ προμαχῶ. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα. Αἰνὴν δὲ δηϊοτῆτα λέγει οὐ μόνον πρὸς διαστολὴν τῆς, ὡς ἐρρέθη, ἐν λόγῳ μάχης, ἀλλὰ καὶ καθόλου, καθὰ καὶ κακὴν ἔριν φθάσας ἔφη τὴν μεταξὺ τῶν γεράνων καὶ τῶν Πυγμαίων. Τὸ δέ «μακρὰ βιβῶντα», ἤτοι βαίνοντα, ἔοικέ πως πρὸς τὸ διαβαίνειν, ὃ καὶ παρʼ Ὁμήρῳ κεῖται ἐν τῷ «εὖ διαβάς», ἤγουν διαστήσας τὰ σκέλη, καὶ παρὰ τῷ Κωμικῷ ἐν τῷ «τοσόνδε δʼ αὐτοῦ βῆμα διαβεβηκότος». Ὅτι ἐχάρη Μενέλαος ἰδὼν τὸν Πάριν «ὥστε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας», ὃ ἐφερμηνεύων ἐπάγει· «εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα πεινάων· μάλα γάρ τε κατεσθίει, εἴπερ ἂν αὐτὸν σεύωνται», ἤγουν διώκωσι, «ταχέες τε κύνες θαλεροί τʼ αἰζῃοί». καὶ νῦν μὲν οὕτω χαίροντι λέοντι τὸν Μενέλαον εἰκάζει, ἀφανισθέντος δὲ Ἀλεξάνδρου φοιτᾶν φησι τὸν αὐτὸν Μενέλαον ἀνʼ ὅμιλον θηρὶ ἐοικότα, δηλαδὴ λέοντι ἄγραν ἀπολωλεκότι. Ἀμφιβολία δὲ ἐνταῦθα τοῖς παλαιοῖς. ἢ γὰρ ἐπὶ ἐμψύχου λαμβάνει τὸ σῶμα, καὶ ποῦ ἡ πολλὴ παρατήρησις, ἡ λέγουσα τὸ δέμας μὲν ἐπὶ ἐμψύχου τιθέναι τὸν Ὅμηρον, ἐπὶ ἀψύχου δὲ τὸ σῶμα; ἢ ἄλλως ἐπὶ ἀψύχου εἴληπται νῦν τὸ σῶμα. καὶ μὴν οὐ θέμις, ὡς λόγος, νεκροῦ σώματος ἅπτεσθαι λέοντα. καὶ τοιαύτη μὲν ἡ τοῦ διλημμάτου διχόνοια. οἱ δὲ παλαιοὶ τὸ σῶμα ἐπὶ ἀψύχου κἀνταῦθα λαμβάνοντες τὴν διαφωνίαν ἰῶνται διὰ τοῦ «πεινάων». παρανομεῖ γάρ, φασί, λέων πεινῶν καὶ νεκριμαίου ἀήθως ἅπτεται καὶ μάλιστα τετοξευμένου ὑπό τινων, ὡς ἐνταῦθα φαίνεται. λέοντα γὰρ ἔοικε λέγειν ἐντυχεῖν τετοξευμένῳ ζῴῳ καὶ διωκομένῳ. διὸ καὶ ἐπικύρσας ἔφη, ἤγουν συγκυρήσας, καὶ κατὰ συγκυρίαν ἤτοι κατὰ τύχην εὑρὼν οἷά τι δηλαδὴ ἕρμαιον. ἄλλοι δὲ σῶμά φασι λέγειν ὧδε, ὃ αὐτὸς νεκρὸν ὁ λέων εἰργάσατο. Ὥστε πάνυ θαυμασίως ὁ μὲν Ἀλέξανδρος πτοιαλέοις εἴκασται ζῴοις φεύγειν ἑτοίμοις καὶ τούτοις νεκροῖς, Μενέλαος δὲ λέοντι, καὶ αὐτῷ πεινῶντι. χαλεπὸς γάρ, φασί, λέων πεινῶν, ὅσον ἥμερος βεβρωκώς. μήποτε δὲ οὐ μόνον διὰ τὸ δειλὸν ἐλάφῳ τὸν Ἀλέξανδρον Ὅμηρος εἴκασεν, ἀλλὰ καὶ διὰ τὸ φιλῳδὸν τοῦ ἀνδρός. τοιαῦται γὰρ καὶ αἱ ἔλαφοι, εἴπερ ἀληθὴς ἡ τοῦ Ἀριστοτέλους ἱστορία. αἳ συριττόντων, φησί, καὶ ᾀδόντων θηρεύονται κατακηλούμεναι ὑφʼ ἡδονῆς. ὅτι δὲ καὶ Ἀλέξανδρος φιλῳδός, δηλοῖ καὶ ἡ κιθάρα, ἣν αὐτῷ Ἕκτωρ ὀνειδίσει μετὰ μικρόν. καὶ ἄλλως δὲ ἐλάφῳ μὲν αὐτὸν εἰκάζει ὡς δειλόν, αἰγὶ δὲ ὡς ὀχευτικόν. τοιαῦτα γὰρ τὰ ζῷα. Ἰστέον δὲ καί, ὅτι ἀορίστως εἰπών «μεγάλῳ σώματι ἐπικύρσας» ἐφερμηνεύει αὐτὸ διὰ τοῦ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα. ἔστι δὲ κεραὸς ἔλαφος ὁ ἤδη τέλειος καὶ μηκέτι νεβρός. Τὸ δέ «ἄγριον αἶγα» ἔστι καὶ θηλυκῶς λαβεῖν τὴν ἄγριον ἢ καί, ὡς ἑξῆς φανήσεται, ἀρσενικῶς. Ἀττικὸς γὰρ ἀνὴρ τὸν αἶγα λέγει, ὥσπερ καὶ τὸν ἀηδόνα. Τὸ δέ «θαλεροὶ αἰζηοί» ἀντίκειται τῷ τοῦ Ἡσιόδου αἰζῃῷ. παρὰ γὰρ ἐκείνῳ τεσσαρακονταετὴς αἰζῃός τις εἴρηται, ἤτοι ἁπλῶς ἀνήρ, ὃς οὐκ ἂν εἴη οὕτω θαλερός. γίνεται δὲ αἰζῃός κατὰ τοὺς παλαιοὺς παρὰ τὸ αἰεὶ ζέειν, ὁ θερμὸς καὶ ὡς νεανίας ἀκμάζων τῇ ἡλικίᾳ, ἢ παρὰ τὸ α στερητικὸν καὶ τὸ ἵζειν, οἱονεὶ ὁ ἀεικίνητος καὶ μὴ εἰδὼς ἵζεσθαι, ὅ ἐστι καθῆσθαι καὶ ἀργεῖν. ὅθεν καὶ ἀκμαῖος ὁ αὐτός, ὁ ἀκάμας δηλαδή. καὶ νέος δὲ παρὰ τὸ νέω, ὁ εὐκίνητος. Ὅτι δὲ ἐπειράθησάν τινες προσγράφειν τὸ ι ἐν τῇ παραληγούσῃ τοῦ αἰζηός διὰ τὸ εὑρίσκεσθαι τετρασυλλάβως αἰζήϊος, καὶ ὅτι οὐκ ἀκριβῶς ἐδόξασαν ἐκεῖνοι διὰ τὸ χρῆναι εἶναι αἰζηός διὰ μόνου τοῦ η, ὁμοίως τῷ πηός καὶ τοῖς τοιούτοις, καὶ ὅτι ἀπορίας ἄξιον, πῶς μὴ ἐκ τοῦ αἰζήϊος συναιρέσεως γενομένης καὶ συνελεύσεως ὀξείας καὶ βαρείας προπεριεσπάσθη ὁ αἰζηός, ἐν τοῖς τοῦ Ἡρωδιανοῦ ἔστιν εὑρεῖν. Ἀγαθὴ δὲ λέξις τὸ «ἐχάρη». διὸ καὶ δὶς αὐτὴν ὁ ποιητὴς εἶπε λόγῳ ἐπιμονῆς. σημείωσαι δέ, ὅτι ἐχάρη μὲν εὕρηται ἰδοὺ παθητικῶς, ἐνεστὼς δὲ αὐτοῦ παθητικὸς οὐκ ἂν εὑρεθείη παρά γε τοῖς ἑλληνίζουσι καὶ μηδὲ παίζειν προελομένοις, ὁποῖος εἴη ἂν ὁ ἴσως ἐρῶν «ἥδομαι καὶ χαίρομαι». Ὅτι τὸ «ὀφθαλμοῖσιν ἰδών», Μενέλαος δηλαδὴ τὸν Πάριν, πρὸς διαστολὴν εἴρηται τοῦ ἄλλως κατὰ νοῦν καὶ φαντασίαν ἐκεῖνον τῷ Μενελάῳ βλέπεσθαι. τὸ δὲ ὀφθαλμοῖς ἰδεῖν καὶ νοῆσαι εἶπεν ἐν τῷ «ὡς οὖν ἐνόησεν», ἐπειδὴ νοῦς ὁρᾷ, ὥσπερ καὶ ἀκούει. Ἰστέον δὲ καί, ὅτι τὸ «τὸν δʼ ὡς οὖν ἐνόησεν ὁ δεῖνα ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ» ἐπὶ παντὸς ἂν λέγοιτο ὑπεξισταμένου διὰ φόβον τῷ κρείττονι. Ὅτι τὸ ἆλτο, καθὰ καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ εἴρηται, κατὰ μὲν τὸν καόνα τῶν ῥημάτων δασύνεσθαι ὤφειλεν, ὃς τὰ πνεύματα τῆς ἀρχούσης τοῦ ἐνεστῶτος καὶ ἐν τοῖς ἐφεξῆς χρόνοις φυλάσσει, διὰ δὲ τὴν ἐπιφορὰν τοῦ τ ψιλοῦται κατὰ κανόνα ἕτερον τὸν ἐκεῖ ῥηθέντα. καὶ τὸ μὲν ἆλτο ἐκ τοῦ α ἀρχόμενον διὰ τὸν ῥηθέντα λόγον ψιλοῦται κατὰ τοὺς παλαιοὺς ἐκ τοῦ ἧλτο μεταβληθέν. αὐτὸ δὲ τὸ ἧλτο οὐκ ἂν ἔχοι λόγον μὴ δασύνεσθαι, εἰ μὴ ἄρα τις Αἰολεὺς ἢ καὶ Ἴων καινοτομήσει καὶ αὐτὸ ψιλωτικοὶ ὄντες. Ὅτι τὰ ἀπὸ ὀνομάτων εἰς ζε λήγοντα ἐπιρρήματα τρίτην ἀπὸ τέλους ἔχουσι τὴν ὀξεῖαν, ἔραζε, Ἀθήναζε, θύραζε. τὸ δὲ χαμᾶζε ὡς ἀπὸ ἐπιρρήματος τοῦ χαμαί οὔτε συστέλλει τὸ α, ὥς φασιν οἱ παλαιοί, κατʼ ἐκεῖνα, καὶ πρὸ μιᾶς δὲ ἔχει τόνον περισπώμενον, ὡς ἀπὸ τοῦ χαμαί φύσει μακροκαταλήκτου γενόμενον. φασὶ δὲ καὶ μέταζε εἶναι χρονικὸν ἐπίρρημα ἀπὸ τῆς μετα προθέσεως. Ἰστέον δέ, ὅτι ἐν τῷ Ἀθήναζε, Θήβαζε, χαμᾶζε καὶ τοῖς ὁμοίοις ἡ τελευταία συλλαβὴ τροπὴν ἔπαθε τοῦ δ εἰς ζ κατὰ συγγένειαν, ὥς που προγέγραπται. ὡς γὰρ οἴκαδε, οὕτως ἔοικε καὶ Ἀθήναδε εἶναι καὶ Θήβαδε καὶ χαμᾶδε, ἡ δὲ τροπὴ τὸ δ εἰς ζ μετήγαγεν. Ὅτι τὸ «ἂψ δʼ εἰς ἔθνος ἑτάρων ἐχάζετο» μικρὸν ὑποκαταβὰς παραφράζει ἐν τῷ «αὖθις» ἤ «αὖτις καθʼ ὅμιλον ἔδυ Τρώων ἀγερώχων», ἵνα τὸ μὲν ἄψ ταὐτὸν εἴη τῷ αὖτις, ἤγουν ὀπίσω, τὸ δὲ ἑτάρων ταὐτὸν τῷ Τρώων. μυριαχοῦ δὲ καὶ ἐν Ἰλιάδι καὶ ἐν Ὀδυσσείᾳ δὲ τὰ ἑαυτοῦ φιλοτιμεῖται παραφράζειν ὁ ποιητής, ὡς καὶ κατωτέρω εἰπών «παλίνορσος ἀπέστη», παρακατιὼν λέγει· «ἂψ δʼ ἀνεχώρησε». ταὐτὸν γὰρ εἰπεῖν «ἀπέστη παλίνορσος» καὶ «ἂψ ἀνεχώρησεν», ὥσπερ καὶ τὸ παλίνορσος καὶ ἄψορρος. οὕτω δὲ καὶ τὸ προμάχιζε παραφράζων, ἔτι δὲ καὶ περιφράζων, ἔφη· «προκαλίζετο πάντας ἀρίστους ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι». τὸ δʼ αὐτὸ καὶ ἔρχεσθαι προπάροιθεν ὁμίλου εἶπε μετʼ ὀλίγα, εἶτα καὶ ἐν προμάχοις φανῆναι καὶ πρόμον εἶναι. Ὅτι τό, ὡς εἴρηται, θρασύδειλον ὑπογράφων καὶ εἰσέτι τοῦ Ἀλεξάνδρου παραβολικῶς διʼ ἐνάργειαν ὁ ποιητὴς ἀνδρὶ αὐτὸν εἰκάζει, ὃς ἐν βήσσαις ὄρους βαδίζων τέως μὲν ὁδῷ πρόεισιν, αἴφνης δέ πως δράκοντα ἰδὼν ἀναχωρεῖ. φησὶ γοῦν· «ὡς δʼ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη οὔρεος ἐν βήσσῃσιν, ὑπό τε τρόμος ἔλλαβε γυῖα· ἂψ δʼ ἀνεχώρησεν ὦχρός τέ μιν εἷλε παρειάς» καὶ ἑξῆς. ταῦτα δὲ καὶ ἐπὶ παντὸς δειλιῶντος ῥηθείη ἂν, ὅτε ὁ φόβος τινὰ εἰς τοιαύτην περιαγάγοι κατάστασιν. καλῶς δὲ ὁ ποιητὴς οὐ πεδιάδα παρέλαβεν ἐν τῇ παραβολῇ, ἀλλὰ βήσσας ὄρους. ἐν μὲν γὰρ πεδίῳ πόρρωθεν ἰδών τις δράκοντα οὐκ ἂν τόσον πάθοι φόβον, ἐν δὲ βήσσαις πάνυ ἂν πτοηθείη πρὸς αὐτῷ τῷ δράκοντι γεγονώς. οὐ γὰρ μακρόθεν ἔστι προϊδεῖν αὐτὸν ἐν ταῖς βήσσαις. Ἰστέον δέ, ὅτι ὁ μὲν δράκων ἐκ τοῦ δέρκω, τὸ βλέπω, οὗ δεύτερος ἀόριστος ἔδαρκον, γίνεται, κατὰ μετάθεσιν τοῦ ρ, οἷα σμερδαλέος καὶ τῇ ὄψει καταπληκτικός. Τὸ δὲ παλίνορσος, ὡς προγέγραπται, ταὐτόν ἐστι τῷ ἄψορρος. ὀρούω μὲν γὰρ τὸ ὁρμῶ, πάλιν δὲ καὶ ἂψ τὸ ὀπίσω. Τὸ δέ «ὦχρός τέ μιν εἷλε παρειάς» ταὐτόν ἐστι κατὰ σχῆμα τῷ «περὶ γὰρ ῥά ἑ χαλκὸς ἔλεψε φύλλα τε καὶ φλοιόν». καὶ εἴρηται ἱκανῶς ἐκεῖ περὶ τοῦ τοιούτου σχήματος. Ἀρίσταρχος δέ, φασίν, ἀντὶ τοῦ «ὦχρός τέ μιν εἷλε παρειάς» γράφει παρειά οὐδετέρως καὶ ὀξυτόνως, λέγων καὶ κανόνα τοιοῦτον· τὰ ἀπὸ ὀξυτόνου θηλυκοῦ μεταποιούμενα εἰς οὐδέτερα τοῦ αὐτοῦ σημαινομένου μένοντος τὸν αὐτὸν φυλάσσει τόνον, οἷον πλευραί πλευρά, πυραί πυρά. οὕτως οὖν, φησί, καὶ παρειαί παρειά, κατὰ μεταπλασμόν. οὐκ ἀντίκειται τὸ νευραί καὶ νεῦρα, διάφορα γὰρ αἱ τοιαῦται λέξεις σημαίνουσι. βαρύνεται δὲ ὁ ὦχρος ἢ εἰς ἀποφυγὴν τοῦ ἐπιθετικοῦ—τὸ γὰρ ἐπίθετον ὠχρός ἐστιν ὀξυτόνως— ἢ ὡς ὑπερτεθὲν καὶ συναιρεθὲν ἐκ τοῦ ἄχροος, ἢ διότι τὰ εἰς ος δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ω μὴ προσκειμένου τοῦ ι βαρύνεται· ὦρος, ὦμος, ὦνος. τὸ ᾠδός ὀξύνεται, διότι τὸ ι προσγράφεται εἰς τὴν ἄρχουσαν. ὅτι δὲ καὶ εἶδός τι ὀσπρίου ὁ ὦχρος, δηλοῦσιν οἱ παλαιοί. Ὅτι ἀγερώχους λέγει τοὺς Τρῶας, ὃ ταὐτόν ἐστι τῷ ὑπερηφάνους καὶ ἀξιοῦντας ἄγαν γέρας ἔχειν, ἵνα εἴη ἀγεράοχος καὶ ἐν συναιρέσει ἀγέρωχος προπαροξυτόνως διὰ τὴν σύνθεσιν. φησὶ γοῦν· «καθʼ ὅμιλον ἔδυ Τρώων ἀγερώχων δείσας Ἀλέξανδρος θεοειδής». Ὅτι δὲ ὁ θεοειδὴς καὶ θεουδής λέγεται κράσει μὲν τοῦ ε καὶ ο εἰς τὴν ου δίφθογγον, ἐξωθήσει δὲ τοῦ ι, ἐκφανεῖ που Ὅμηρος. ὁ δὲ γράψας ἐν στοιχειακῇ τάξει λέξεων λέγεσθαι θεαιδέστατον διὰ τῆς αι διφθόγγου προπαραληγούσης τὸν θεοῦ ἰδέαν ἔχοντα, καὶ παραθεὶς χρῆσιν Ἀντιφῶντος τὸ «ἄνθρωπος, ὅς φησι πάντων θηρίων θεαιδέστατος γενέσθαι» καινὸν μέν τι γράφει, πιστεύεται δὲ ὡς λόγου πολλοῦ ἄξιος. Ὅτι σκοπὸν ἐνταῦθα θέμενος Ὅμηρος καὶ σκῶψαί τι τὸν οὐκ ἀγαθὸν Ἀλέξανδρον αὐτὸς μὲν οὐ ποιεῖ αὐτόθεν τοῦτο ἀγαθολογεῖν εἰωθώς, ὡς προείρηται, καὶ μὴ θέλων σιλλογραφεῖν καὶ ἅμα, ἵνα μὴ καὶ ὡς φιλέλλην αὐτόθεν ὑποπτεύηται, Ἕκτορι δὲ τῷ γνησίῳ ἀδελφῷ τὰ τῆς ὕβρεως ἀνατίθησιν, ὃς καὶ εἶχε παρρησιάζεσθαι κατὰ τοῦ Πάριδος. φησὶν οὖν· «τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι· Δύσπαρι, εἶδος ἄριστε, γυναιμανές, ἠπεροπευτά» καὶ τὰ ἑξῆς. Ἰστέον δέ, ὅτι πολὺ τὸ γοργὸν καὶ σφοδρὸν ἐνταῦθα λαλοῦντι τῷ Ἕκτορι καὶ τῷ ὄντι ἔμψυχος αὐτῷ ἡ ὁμιλία πᾶσα κατὰ ἐνδιάθετον σφοδρότητα. πάνυ τε γάρ ἐστι πολυσχήμων καὶ συχνά, τὰ πολλὰ δὲ καὶ κατὰ κόμμα, μεταβαίνει ἀπὸ νοήματος ἄλλου εἰς ἄλλο, διά τε ὀργὴν καί, ὅτι οὐδὲ ἔχει καιρὸν ἀποτάδην λαλεῖν. Καὶ ἔξεστιν αὐτὰ ἐκ τῶν τοῦ ποιητοῦ ἀναλέγεσθαι, ἐν οἷς δύσπαριν αὐτὸν καλέσας καὶ τὰ ἑξῆς, ὡς εἴρηται, εἶτα καὶ ἐπαρᾶται εἰπών· «Αἴθʼ ὄφελες ἄγονός τʼ ἔμεναι ἄγαμός τʼ ἀπολέσθαι», ἤγουν ἔδει μὴ γενέσθαι σε ὅλως, ἐπεὶ δὲ ἐγεννήθης, ὤφελες μὴ εἰς γάμον ἐλάσαι. ἵνα δὲ μὴ δόξῃ ἀνεύλογα τὰ τῆς ἀρᾶς, ἐπάγει «καί κε τὸ βουλοίμην καί κεν πολὺ κέρδιον ἦν». οὐ γάρ, φησίν, ἁπλῶς διά τι μῖσος ἤθελον τοῦτο, ἀλλὰ πολὺ κέρδιον ἦεν «ἤπερ οὕτω λώβην τʼ ἔμεναι καὶ ὑπόψιον ἄλλων». Προϊὼν δὲ κομματικῶς ἑρμηνεύσει αὐτὸς τὰ τῆς τοιαύτης λώβης, ἐν οἷς ἐρεῖ «πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ, δυσμενέεσσι μὲν χάρμα, κατηφείην δέ σοι αὐτῷ». οἷς ἐπιφέρει στοχαστικῶς καὶ τὸ «ἦ που καγχαλόωσι καρηκομόωντες Ἀχαιοὶ φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν εἶδος ἔπι», ἤγουν ἔπεστί σοι, «ἀλλʼ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή». εἶτα καὶ ἐρωτᾷ ἐλεγκτικῶς οὕτω· «ἦ», τουτέστι ἆρα, «τοιόσδε ἐὼν πόντον ἐπιπλώσας», ἤγουν ἐπιπλεύσας, «ἑτάρους ἐρίηρας ἀγείρας, μιχθεὶς ἀλλοδαποῖσι γυναῖκα εὐειδέα ἀνῆγες ἐξ ἀπίης γαίης, νυὸν ἀνδρῶν αἰχμητάων, πατρί τε σῷ μέγα πῆμα» καὶ ἑξῆς, ὡς ἀνωτέρω κεῖται. ἐπὶ δὲ τούτοις καὶ συγκρίνων τὸν ἀδελφὸν τῷ Μενελάῳ γοργῶς, διόπερ οὐδὲ ὡρισμένον τινὰ ἔπαινον ἐκφωνεῖ, λέγει κατὰ δευτέραν συντομωτέραν ἐρώτησιν· «οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον;» κἀνταῦθα στήσας τὴν ἐρώτησιν διὰ τὴν ἐκ θυμοῦ ἐγκοπὴν ἐπάγει ἐλλειπτικῶς διὰ τὴν αὐτὴν αἰτίαν τάδε· «γνοίης κεν, οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν». λέγει δὲ καί, ὡς «οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρʼ Ἀφροδίτης ἥ τε κόμη τό τε εἶδος, ὅτε ἐν κονίῃσι μιγείης» Καὶ ἐπὶ πᾶσιν ἐκ τῆς τῶν Τρώων ἐπιεικείας μεγεθύνων τὸ κακὸν τοῦ Πάριδος καὶ ἅμα καταδημαγωγῶν τοὺς ἀκροατὰς πολίτας φησίν· «ἀλλὰ μάλα Τρῶες δειδήμονες», ἤτοι εὐλαβεῖς τὸ ἦθος, «ἦ τέ κεν ἤδη λάϊνον ἕσσο χιτῶνα», ἤγουν λίθινον ἂν ἐνεδέδυσο ἱμάτιον, λίθοις δηλονότι χωσθείς, «κακῶν ἕνεκα», φησίν, «ὅσα ἔοργας». πάνυ οὖν αὐστηρὸς ὁ λόγος ἐνταῦθα τῷ Ἕκτορι ὕβρεις ἔχων κατὰ τοῦ ἀδελφοῦ, ἀράς, ἐλέγχους, καταφοράς. Τὸ δέ «δυσμενέεσσι μὲν χάρμα» ἀποδεικνύει βαρὺ εἶναι τὸ ἐφʼ ᾧ χαίρουσιν οἱ ἐχθροί. τοῦτο δὲ δηλοῦται καὶ ἐν τῷ «ἦ που καγχαλόωσιν οἱ Ἕλληνες», ὡς προερρέθη, καὶ ἐν τῷ «ἦ κεν γηθήσαι Πρίαμος», ὡς ἐν τῇ αʹ ῥαψῳδίᾳ εἴρηται. Ἰστέον δέ, ὅτι συμβολικῶς καὶ ὡς ἐν αἰνίγματι εἶπε τὸ «λάϊνον ἕσσο χιτῶνα». τὸν γὰρ λιθασθέντα ὥσπερ τι ἱμάτιον ἀμπέχει ὁ τῶν λίθων σωρός. μήποτε δὲ ἄρα ἐντεῦθεν ἔλαβεν ἀφορμὴν ἀστείου λόγου καὶ ὁ εἰπὼν τὸ τεῖχος ἱμάτιον πόλεως, καὶ τὸ «ἠέρα δὲ ἕσσασθαι», ἤτοι ἐνδύσασθαι, τὸ Ἡσιόδειον, ἅπερ ὁμοιότητά τινα ἔχει πρὸς τοῦτο τὸ Ὁμηρικόν, καὶ τὸ ταφῆναι δέ τινα γῆν ἂν ἐνδύσασθαι εἴποι τις. οὕτω καὶ ὕδωρ ἀμφιέσασθαι τὸ γενέσθαι ὅλον ἐντὸς αὐτοῦ. ὁμοίως καὶ ὕδατα περιβαλέσθαι ποταμοῦ καὶ φῶς ἀναβαλέσθαι ἱματίου δίκην καὶ ἄλλα δὲ ὅμοια. Ἰστέον δέ, ὅτι ῥηθήσεταί ποτε ἀστείως λάϊνον χιτῶνα φορεῖν καὶ ὁ τὰ περιμάργαρα φορῶν καὶ λίθοις τιμίοις κατάπαστος. Ὅρα δὲ καί, ὡς ἐν τῷ «Τρῶες δειδήμονες» Ὅμηρος νοήματα μετεποίησεν οἰκεῖα φθάσαντα ῥηθῆναι. τὸ γὰρ οὐτιδανοῖς ἀνάσσειν τὸν Ἀτρείδην καὶ τὸ μεθήμονα καὶ ἄχολον εἶναι τὸν Ἀχιλλέα καὶ τὸ δειδήμονας εἶναι τοὺς Τρῶας μιᾶς ἐννοίας συγκροτοῦσιν ὁμοιότητα. εἰ μὴ γὰρ οὐτιδανοὶ οἱ Ἀχαιοὶ καὶ εἰ μὴ μεθήμων ὁ Ἀχιλλεὺς καὶ εἰ μὴ δειδήμονες οἱ Τρῶες, οὐκ ἂν τάδε τινὰ κακὰ ἐγένοντο. Ὅρα δὲ καί, ὡς τοὺς μὲν Ἕλληνας, εἰ λειποτακτήσαιεν, θανάτῳ ἐτιμῶντο οἱ βασιλεῖς, Ἕκτωρ δὲ τὸν ἀδελφὸν Ἀλέξανδρον λιπόντα τὴν τάξιν σκώμμασι μόνοις ἀναγκαίως ἐδικαίωσεν. Ἰστέον δέ, ὅτι αἰσχρὰ ἔπη συνήθως οἱ ὀνειδιστικοί, ὅ ἐστι ψεκτικοὶ λόγοι, ὥσπερ ἀνάπαλιν καλὰ ἔπη καὶ ὡς εἰπεῖν εὐειδῆ τὰ ἐγκωμιαστικά. Τὸ δέ «Δύσπαρι, εἶδος ἄριστε», ὅπερ Εὐριπίδης αἰνόπαρίν φησιν, ὡς καὶ τὴν Ἑλένην δυσελένην διὰ τοῦ ἐξαγγέλου Φρυγός, ἀφορμὴν ἐνδέδωκε τῷ Ἀλκμᾶνι μίξαντι ἀμφότερα εἰπεῖν «δύσπαρις, αἰνόπαρις, κακὸν Ἑλλάδι βωτιανείρῃ». ὅθεν ἀρχῆς ἐνδοθείσης καὶ αἰνελένην ἕτερός τις ἔφη ἀντὶ τοῦ αἰνὴν Ἑλένην. Καὶ σημείωσαι, ὅτι σύνηθες τοῖς παθαινομένοις καὶ κατὰ κυρίων ὀνομάτων χωρεῖν, κἂν μὴ εἶεν δυσώνυμα. τί γὰρ χρήσιμον εἰς ψόγον ἄλλως τὸ Δύσπαρις, εἰ μὴ ὅτι ἐπὶ κακῷ καὶ ἐγεννήθη καὶ ἐκλήθη Πάρις. οὕτω καὶ Ἑλένη τὴν Ἴλιον Κακοΐλιον καλεῖ, οὐχʼ ὅτι δύσφημον ἢ δυσοιώνιστον τοὔνομα, ἀλλʼ ὅτι, φησίν, ἐμοὶ οὐκ ὀνομαστέα. ἀφελεῖς δὲ καὶ γλυκεῖαι καὶ σώφρονες αἱ τοιαῦται ὕβρεις καὶ οὐ πάνυ πικραί. ὁποῖον καὶ τὸ «ἡ Σιδηρώ». γυνὴ δὲ αὕτη θρασεῖα τὸ οἰκεῖον ὄνομα φορεῖ. ἔχει δέ τι καὶ ἀντιθετικὸν τὸ Δύσπαρι μετὰ τοῦ εἶδος ἄριστε. μονονουχὶ γάρ φησιν, ὡς ἄλλως μὲν κακέ, καλὲ δὲ ἰδεῖν, οἷα καὶ θεοειδὴς ὤν. τὸ δέ «εἶδος ἄριστε» ὑφʼ ἕν τινες ἀναγινώσκουσι μετὰ τοῦ γυναιμανές, ἵνα λέγῃ, ὅτι εἶδος ἄριστε ἐπὶ ἔρωτι καὶ ἀπάτῃ γυναικῶν. διὸ καὶ ἐπάγει τὸ «ἠπεροπευτά», ὅ ἐστιν ἀπατεών, ὅπερ κατὰ τοὺς παλαιοὺς γίνεται ἐκ τοῦ ἥμερος καὶ τοῦ ὄψ ὀπός, ἡ φωνή, ἵνα ᾖ ἠπεροπευτὴς οἱονεὶ ἡμεροπευτής, ὁ διὰ ἡμέρου ὀπὸς ὑπαγόμενός τινα αἱμυλώτερον, ὃ καὶ τὴν μαστροπὸν παράγει Δωρικώτερον. δῆλον γάρ, ὅτι γυνὴ μαστροπὸς πλεονασμῷ τοῦ ἐν μέσῳ σίγμα ἡ ματέρος ὄπα σοφιζομένη ἐν τῷ αἱμύλα κωτίλλειν καθʼ Ἡσίοδον, ἵνα ᾖ τὸ ἐντελὲς ματεροπός, ὅθεν μαστροπός, ἡ καὶ ματρύλλα διʼ αὐτό, ἀφʼ οὗ καὶ ματρυλλεῖον τὸ πορνεῖον. Ὁ δὲ γυναιμανής ἢ ἐκ τοῦ γυναικομανής συγκέκοπται ἢ ἐκ τοῦ γυνομανής γίνεται ὁμοίως τῷ μεσαιπόλιος, περὶ οὗ ἐν τοῖς ἐφεξῆς που δηλωθήσεται. Δῆλον δέ, ὅτι ὁ ἄκρατος ἔρως μανίᾳ ἔοικε. διὸ τὸν τοῦτο πάσχοντα γυναιμανῆ λέγει ὁμοίως τῷ ἱππομανής, χρυσομανής, ὧν πρὸς ὁμοιότητα καὶ ἡ ἐρωμανία εἴρηται. Δῆλον δʼ ὅτι ταὐτὸν γυναιμανῆ τινα καὶ θηλυδρίαν καὶ λάγνον καὶ γύννιν προσειπεῖν. καθολικώτερον δὲ τὸ γυναιμανής τοῦ παρθενοπίπης, ὃς ἐν ἄλλοις κεῖται, ὡς καὶ τοῦ πυρροπίπης ὁ παιδοφίλης, οἳ σκώπτονται σφοδρότερον, καθὰ καὶ ὑπὸ Πριάμου οἱ τῶν ἀρνῶν καὶ τῶν ἐρίφων ἁρπακτῆρες. εἴη δʼ ἂν ὅμοιος τοῖς οὕτω σκωπτομένοις, ἔνθα εὔξατο ἔχειν τι παιδὸς ἐφολκὸν καὶ Καλλίμαχος. γυνὴ δὲ ἀνδράσιν ἐπιμαινομένη ἄλλως μὲν δριμέως φίλανδρος ἐκλήθη σεμνότερον, ἡ δὲ κωμῳδία τὴν τοιαύτην ἀνδρεράστριαν σκώπτει. ὡς δὲ οὐκ ἔστι τὸν γυναιμανῆ ἀπὸ τῆς γύναι κλητικῆς συντεθεῖσθαι, ὅ τινες ᾠήθησαν, καὶ ἐπὶ τοῦ Βακχέβακχος καὶ Ἀργεϊφόντης καὶ τῶν ὁμοίων ὁ Χοιροβοσκὸς δείκνυσι πρὸς ἀκρίβειαν. Τὸ δέ «ὄφελες ἄγονός τε εἶναι καὶ ἄγαμος ἀπολέσθαι» οἰκεῖον μὲν ἐπιφώνημα ἀνθρώπῳ φαύλῳ καὶ ἐπὶ κακῷ κοινῷ καὶ γεννηθέντι καὶ γεγαμηκότι. εὐχὴ δέ ἐστιν ἀδυνάτως ἔχουσα τελεσθῆναι, ὁποῖα πολλὰ εὔχονται οἱ ὀργιζόμενοι. πῶς γὰρ οἷόν τε τὰ ἤδη γενόμενα μὴ γενέσθαι; οὕτω καὶ ἐν τοῖς ἑξῆς ἡ Ἑλένη θανεῖν ὀφείλειν εἶπεν, ὅτε ἡρπάγη, λέγουσα «ὡς ὄφελε θάνατός μοι ἀδεῖν» καὶ τὰ ἑξῆς. ταὐτὸν δὲ εἰπεῖν κοινῶς ὤφειλες καὶ Ἰωνικῶς ὄφελες. Ἐκτείνεται δὲ ἡ λήγουσα τοῦ ὄφελες λόγῳ κοινῆς συλλαβῆς πρὸς θεραπείαν τῆς τοῦ στίχου λαγαρότητος, ὥσπερ καὶ ἐν τοῖς ἑξῆς τὸ ὁμηγερέες ἐν τῷ «πάντες ὁμηγηρέες» μακρὰν ἔχει κατάληξιν. Ἄγονος δὲ κοινότερον μὲν ὁ μὴ γεννῶν, νῦν δὲ ἄλλως ὁ μὴ γεννηθείς. ὁ δέ γε μὴ γεννῶν ἄσπερμος ἂν Ὁμηρικῶς ῥηθείη κατὰ τὸ «ἄσπερμος γενεή». Τὸ δὲ ἔμεναι νῦν μὲν ἁπλοῦν ἔχει τὸ μ καὶ μετʼ ὀλίγα ἐν τῷ «λώβην τʼ ἔμεναι», κατωτέρω δὲ διπλάζει αὐτὸ ἐν τῷ «πρόμον ἔμμεναι» καὶ ἔστι πλείων ἡ χρῆσις αὕτη πανταχοῦ. Ἰστέον δὲ καί, ὅτι λέγεται Διονύσιον τὸν σκυτοβραχίονα ἱστορεῖν Δάρδανον παῖδα Ἑλένης καὶ Παρίδος, ὅς, φασί, καὶ προφέρει μετὰ τὸ «ἄγαμός τʼ ἀπολέσθαι» στίχον τοῦτον· «μηδέ τι γούνασιν οἷσιν ἐφέσσασθαι φίλον υἱόν, Δάρδανον», ὡς εἶναι ἴσως οὕτως εὔλογον νοηθῆναι τὸ «ἄγονός τε εἶναι ἄγαμός τʼ ἀπολέσθαι» κατὰ σχῆμα ὑστερολογίας ἤτοι πρωθύστερον, ἀντὶ τοῦ μήτε εἰς γάμον ἐλθεῖν μήτε παῖδα ἐκεῖθεν σχεῖν τόν, ὡς ἐρρέθη, Δάρδανον. Τὸ δέ «καὶ βουλοίμην καὶ κέρδιον ἂν ἦν» πρὸς διαστολὴν κεῖται τῶν βουλομένων μέν τι, μὴ κερδαλέον δέ. Ὁ δὲ ὑπόψιος ἢ τὸν ἐπονείδιστον δηλοῖ καὶ ὕποπτον, ὅν τινες ὑποβλέπονται ὑπόδρα ὁρῶντες διὰ τὸ μῖσος, ἢ τὸν τοὺς ἄλλους ὑποβλεπόμενον διὰ δειλίαν. τινὲς δὲ γράφουσιν ἐπόψιον, τὸν ἐν ὄψεσι πάντων ἀσχημόνως φυγόντα. κυρίως μέντοι ἐπόψιον ἐπὶ τόπου λέγεται ὑψηλοῦ. Τὸ δέ «φάντες» φίλη λέξις τοῖς ποιηταῖς. τὸ μέντοι φάμενοι καὶ κοινόν ἐστιν Ἀττικῶς. ταύτης τῆς ἀκολουθίας καὶ τὸ ἔφη καὶ ἔφατο καὶ τὸ φῆ καὶ φάτο. Ἰστέον δὲ καί, ὅτι ἐπὶ εὐειδοῦς ἄφρονος καλὸν εἰπεῖν τὸ «καλὸν εἶδος, ἀλλʼ οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή». βίαν δὲ φρενῶν τὴν φρόνησιν λέγει. ὅτε μέντοι συνθέτως ἐκ φρενῶν καὶ ἀλκῆς ὁ ἀλκίφρων ῥηθείη, τότε συντομίας λόγῳ ἡ λέξις τὸν καὶ ἀνδρεῖον καὶ φρόνιμον ὑποδηλοῖ. ἐνταῦθα δὲ σημειωτέον καί, ὅτι πᾶν σωματικὸν πλεονέκτημα δίχα ψυχικῆς ἀρετῆς ἀχρεῖόν ἐστι. τί οὖν ὄφελος Ἀλεξάνδρῳ, εἴπερ εἶδος ἄριστος ὢν καὶ καλὸν εἶδος ἔχων καὶ κόμην—Ἀφροδίτης δὴ ταῦτα δῶρα διὰ τὸ ἐν αὐτοῖς ἐπαφρόδιτον—ἀχρεῖος τἆλλά ἐστιν, οὔτε βίην ἔχων φρεσὶν οὔτε ἀλκήν; Βελλεροφόντῃ μέντοι, κατʼ ἄμφω καλῷ ὄντι, οὐκ Ἀφροδίτη ἀλλὰ θεοὶ κάλλος καὶ ἠνορέην ἔδωκαν, ὡς ἐρεῖ ὁ ποιητὴς ἐν τοῖς ἑξῆς. Καὶ κίθαρις δέ, ἡ μὲν τοῦ Πάριδος μωμητή, ἡ δὲ τοῦ Ἀχιλλέως ἐπαινετὴ ἀείδουσα κλέα ἀνδρῶν, ὡς καὶ ἡ Ὁμήρου ποίησις. καὶ αὐτὴ γὰρ ἀνδρῶν ἀείδει κλέα. κίθαρις δὲ γίνεται μὲν παρὰ τὸ κινεῖν ἢ κεύθειν ἔρωτας κατὰ τοὺς παλαιούς. Κυθερείας γὰρ ὑπόκειται εἶναι δῶρον ὡς ἀφροδίσιον, παρωνόμασται δὲ ἐκ τοῦ κιθάρα, καὶ ἔστιν ἴσως Αἰολικόν. διὸ καὶ προπαροξύνεται κατὰ τὸ ἑορτή ἔροτις. τοιοῦτόν τι καὶ τὸ αὐλή αὖλις, ἔτι δὲ καὶ τὸ χαρά χάρις. Ὅτι δὲ τὸ σπουδαίως κιθαρίζειν ἐφιλεῖτο τοῖς παλαιοῖς, δηλοῦσι μυρίοι καὶ τῶν μεθʼ Ὅμηρον, μαρτυρεῖ δὲ καὶ ἡ κωμικὴ ποίησις, ἔτι δὲ καὶ ἡ τραγική, ἐν ᾗ προλάμπων Σοφοκλῆς περιᾴδεται οὐ μόνον δεινὸς εἶναι σφαιρίσαι, ὡς ἡ κατʼ αὐτὸν ἐδήλωσε δραματικὴ Ναυσικάα, καθὰ καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δηλοῦται, ἀλλὰ καὶ κιθαρίζειν ἄκρος, οὕτω δὲ καὶ ὀρχεῖσθαι καὶ χορεύειν. Ἰστέον δέ, ὅτι τινὲς μὴ εὑρόντες Ἀλέξανδρον παρὰ τῷ ποιητῇ κιθαρίζοντα μεταγράφουσι κίδαρις ἀντὶ τοῦ κίθαρις· ἔστι δὲ πίλου γένος ἡ κίδαρις, ἅπαξ, φασί, ῥηθεῖσα ἐνταῦθα τῷ ποιητῇ, λέγοντες καὶ ἄλλα εἶναι ἅπαξ λεγόμενα παρʼ Ὁμήρῳ τε καὶ ἄλλοις. Ὀππιανὸς οὖν λατύσσεσθαι πτερυγίοις ἰχθύας φησὶ καὶ ἔλαφον πτώσσειν ἠλέματον. Αἰσχύλος δὲ ὀβρίκαλά φησι τοὺς λεοντιδεῖς καὶ βαλῆνα τὸν βασιλέα ἐν τῷ «βαλὴν ἀρχαῖος βαλήν». γλώσσης δὲ τοῦτο, ἐξ οὗ καὶ ὄρος Βαλιναῖον, ὅ ἐστι βασιλικὸν παρὰ Πλουτάρχῳ ἐν τῷ Περὶ ποταμῶν. Λυκόφρων δὲ σίγυμνον ἢ σίγυννον, ὡς ἐν Βοιωτίᾳ ἐρρέθη, τὸ ὁλοσίδηρόν φησιν ἀκόντιον. Εὐριπίδης δὲ ἆπος οὐδετέρως τὸν κάματον ἔφη καὶ «ἐπεζάρει Σφίγξ» ἀντὶ τοῦ ἐπεβάρει, καθʼ ὁμοιότητα τοῦ βέρεθρον ζέρεθρον, καὶ κατακονάν ὀνοματικῶς τὴν διαφθορὰν Δωρικώτερον ἢ κατακονᾶν ῥηματικῶς τὸ καταθήγειν. καὶ «ῥόπτρον» δέ, φησί, «δίκης ἔπαισέ τινα», ἤγουν θεόθεν τιμωρία, ὡς ἀπὸ τοῦ ῥόπτρου, ὅπερ ἐστὶ κατὰ τοὺς παλαιοὺς πλῆγμα ἢ ῥόπαλον ἢ καὶ ἄλλως πάγη, ῥομφαία, εἶδος ξίφους ἢ ἐπίσπαστρον. διὸ Λυσίας κρίκον θύρας αὐτὸ εἶναι δηλοῖ ἐν τῷ «ἔδησε τὸν ἵππον ἐκ τοῦ ῥόπτρου τοῦ ἱεροῦ», κατὰ Ἀνδοκίδου ἐν τῷ Περὶ ἀσεβείας τοῦτο εἰπών. λέγει δὲ καὶ Πίνδαρος ἐν Ὀλυμπιονίκαις καινῶς αἶτος τὸ ἐνδιαίτημα, οἷον «Διὸς αἴτει πανδόκῳ». Πολλαὶ δὲ καὶ ἄλλαι μονήρεις λέξεις πολλαχοῦ σεσημείωνται, τυχὸν μὲν ἐπιτηδευόμεναι, ἴσως δὲ καὶ ἄλλως ἀναγκαίως τιθέμεναι πρὸς μέτρου χρείαν ἢ πολυμαθείας ἔνδειξιν. Ἰστέον δὲ καί, ὅτι πολλαχοῦ ἔστιν ἐκ τῶν αὐτῶν καὶ ἔπαινον καὶ ψόγον σοφιστικῶς πορίζεσθαι, εἴγε καὶ ἡ κόμη σεμνύνει μὲν τούς, ὡς ἐρρέθη, καρηκομόωντας Ἕλληνας, εἰς ὕβριν δὲ τῷ Ἀλεξάνδρῳ ἐπανθεῖ. κομᾶν μὲν γὰρ οὐ γυναικεῖον οὐδʼ ἐξ ἀνάγκης ἐπαφρόδιτον, ὅτι μηδὲ λέων χαίτην τρέφων πρὸς μόνον κάλλος εὐθετίζεται, ἀλλὰ καὶ διʼ αὐτῆς ἐπαύξει τὸ φοβερόν. κόμην δὲ ἔχειν καὶ εὔκομον εἶναι γυναικικώτερόν ἐστι. διὸ καὶ ὁ Πάρις ὀνειδίζεται ὡς κόμην ἔχων οὐ κατὰ τοὺς καρηκομόωντας Ἀχαιούς, οὐδὲ ὁποίαν ἔχοι ἂν Ἀπόλλων ἀκερσεκόμης, ἀλλὰ ἠΰκομος γυνή. Ἐν δὲ τοῖς γραφεῖσιν Ὁμηρικοῖς ὅρα τὸ ῥηθὲν καίριον ἀσύνδετον σχῆμα θυμῷ καὶ ἀγωνίᾳ πρέπον καὶ πάνυ σφοδρὸν κατά τε τὰς ἐννοίας καὶ τὰ κομματικὰ σχήματα καὶ τὸν τῆς ἐρωτήσεως ἔλεγχον, τὸ «ἆρα τοιόσδʼ ἐὼν ἐν ποντοπόροισι νέεσσι πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας, μιχθεὶς ἀλλοδαποῖσι, γυναῖκα εὐειδέα ἀνῆγες;» τέσσαρας γὰρ ἀσυνδέτους ἔφη μετοχὰς γοργῶς τὸν λόγον μεταχειρισάμενος. οὕτω καὶ πρὸ ὀλίγου ἔφη ἐν τῷ «μεγάλῳ ἐπὶ σώματι κύρσας εὑρὼν ἢ ἔλαφον ἢ αἶγα πεινάων». καὶ ἐκεῖ γὰρ τρεῖς μετοχαὶ κεῖνται γοργότερον δίχα συνδέσμου συνεπιτρέχοντος οἷον τοῦ ποιητοῦ τῇ σπουδῇ τοῦ λέοντος. Σημείωσαι δὲ καί, ὅπως ἐν τοῖς ῥηθεῖσιν εἰς ταὐτὸν ἄγει τῇ Ἑλένῃ τὸν Πάριν ὁ Ἕκτωρ. ἐκεῖνόν τε γὰρ εἶδος ἄριστον λέγει καὶ τὴν Ἑλένην δὲ εὐειδέα καὶ ἐξ Ἀφροδίτης δὲ αὐτὸν ἔφη λαβεῖν τό τε εἶδος καὶ τὴν κόμην, ὃ καὶ τῇ Ἑλένῃ ἂν πρέποι ῥηθῆναι, ἥτις διʼ αὐτὸ καὶ εὔκομος λέγοιτʼ ἄν. Ἕλληνες μέντοι οὐχʼ οὕτω καρηκομόωντες, ὡς καὶ προσεχῶς γέγραπται. Σημείωσαι δὲ καί, ὅτι διαφορὰν ἔχει τὸ εὐειδής καὶ τὸ θεοειδής, εἴπερ ἀνδράσι μὲν τὸ θεοειδές, γυναιξὶ δὲ τὸ εὐειδές ἐπιλέγεται. καὶ ὅτι διαφέρετον κατὰ τοὺς παλαιοὺς εὔμορφος καὶ εὐειδής· εὔμορφος μὲν γὰρ ἡ εὐπρόσωπος, εὐειδὴς δὲ ἡ κατὰ πᾶν τὸ ἐκτὸς καλὴ καί, ὡς εἰπεῖν, εὖ ἔχουσα φυῆς, ὅπερ ἐστὶ περικαλλὴς ἐν συμμετρίᾳ μελῶν καὶ μερῶν. Καὶ ὅτι Ὅμηρος πρῶτος εἰς ταὐτὸν ἄγει τὸ εὖ καὶ τὸ ἄριστον εἰπὼν κατὰ σχῆμα πολυωνυμίας εὐειδῆ μὲν τὴν Ἑλένην, ἄριστον δὲ εἶδος τὸν Ἀλέξανδρον. Ἰστέον δέ, ὅτι τὸ μέν «ἐν ποντοπόροις ναυσίν» ἄκυρον ἔχει προσθήκην, περὶ ἧς ἐν τῇ ηʹ ῥαψῳδίᾳ ῥηθήσεται. τὸ δὲ ἐπιπλώσας γίνεται μὲν ἐκ τοῦ πλώω, δισυλλάβου ῥήματος, εὕρηται δὲ ἀλλαχοῦ ἐπιπλώς κατὰ ἀποκοπήν. Τὸ δέ «τοιόσδε ἐών» ἀνεκφάντως καὶ οἷον μυστικῶς λεχθὲν διὰ θυμικὴν γοργότητα πολλὴν καί, ὡς εἰπεῖν, ἄρρητον ἐμφαίνει τοῦ Πάριδος οὐθένειαν, ὥσπερ τὸ «οἵου ἀνδρὸς ἔχεις παράκοιτιν» πολλὴν ἐκ τοῦ ἐναντίου ὑποδηλοῖ τοῦ Μενελάου καὶ ἀνέκφραστον περιφάνειαν. Ἐρίηρες δὲ ἑταῖροι οἱ ἄγαν ἀρηρότες ἢ ἐραστοί. Περὶ δὲ τοῦ ἀνάγειν, ὅτι ἐπὶ τῶν ἀναπλεόντων λέγεται, πολλαχοῦ φαίνεται. Ἀπία δὲ γῆ κἀνταῦθα, ὡς καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ, ἡ ἄπο ἀφεστῶσα καὶ ἀλλοδαπὴ καὶ, ὡς ἂν εἴποι τις Ὁμηρικός, τηλοῦ ἀπὸ Τροίας, κατὰ δὲ ἄλλους φάναι ποιητάς, ἡ τηλουρός. οἱ μέντοι νεώτεροι τὴν Πελοπόννησόν φασιν ἀπό τινος Ἄπιδος ἢ Ἄπεως, περὶ οὗ ἐν τοῖς τοῦ Περιηγητοῦ εἴρηται. Νυὸς δὲ ὄνομα συγγενικόν, ὅ ἐστι νύμφη, δηλοῦν συμβολικῶς οὕτω μαχήσασθαι προθύμως τοὺς Ἀχαιοὺς ὑπὲρ Ἑλένης, ὡς ἀδελφοὺς ὑπὲρ νύμφης, οἷα τῷ Μενελάῳ προσφερομένους ἀδελφικῶς διὰ τὸ φιλάλληλον. Ἰστέον δέ, ὡς, εἴ τις ἐρεῖ ἀπὸ τῆς λεχθείσης νυοῦ καὶ νύμφην λέγεσθαι τὴν ἀναφανεῖσαν νυόν, οὐκ ἂν εἴποι τι ψεκτόν. Τὸ δέ «ἀνδρῶν αἰχμητάων» καὶ τὰ ἑξῆς αὐξητικά εἰσι τοῦ παρόντος κακοῦ, πολυειδοῦς ὄντος, εἴγε διʼ αὐτὸ καὶ τὸν αὐτοῦ αἴτιον Πάριν μὴ μόνον αὐτὸς κατηφιᾷ τῶν δυσμενῶν χαιρόντων, ἀλλὰ καὶ ὁ πατήρ, ὃν γηρωκομεῖν ὤφειλε, πῆμα ἔχει, καὶ οὐχʼ ἁπλῶς, ἀλλὰ μέγα, σὺν αὐτῷ δὲ καὶ ἡ πᾶσα βασιλικὴ συγγένεια, ἔτι δὲ καὶ ὁ δῆμος. τούτου γὰρ δηλωτικὸν εἶναι δοκεῖ τὸ ποληΐ τε παντί τε δήμῳ, ἵνα πανώλεθρον εἴη τὸ κακόν. Ἐν τούτοις δὲ καὶ τὸ «τοιόσδε ἐών» ὑφερμηνεύων ὁ Ἕκτωρ ἐρωτᾷ σφοδρῶς τὸν ἀδελφόν· «οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον», οἱονεὶ καταψηφιζόμενος αὐτοῦ ἤδη τὴν ἧτταν. διὸ καὶ ἐπάγει πρὸς πλείω σαφήνειαν ἀσυνδέτως πάλιν κατὰ θυμόν· «γνοίης ἂν οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν». Καὶ ὅρα κἀνταῦθα τὸ «οἵου» ἀσαφῶς μὲν καὶ αὐτὸ ῥηθέν, ἑρμηνευθὲν δὲ ὅμως διὰ τοῦ «ἀρηΐφιλον Μενέλαον», καὶ ἑξῆς δὲ διὰ τοῦ «οὐκ ἄν τοι χραίσμῃ κίθαρις» καὶ τὰ καὶ τά, ὡς μὴ χρεὼν ὂν τὸν τοῦ κιθαρίζειν ἀσκητὴν ἀρηϊφίλῳ μάχεσθαι. Τὸ δέ «ἐν κονίῃσι μιγείης» ἢ ἀντὶ τοῦ θάνῃς ἢ ἀντὶ τοῦ ὅτε ἀντικαταστῇς εἰς μάχην τῷ Μενελάῳ. Κονίεσθαι γὰρ τὸ ἀγωνίζεσθαι, ὅθεν καὶ κονίστρα ἡ κατὰ τὴν παλαίστραν μάλιστα παρὰ τοῖς ὕστερον, παρʼ οἷς καί τις κόνις ἦν ἐξαίρετος τοῖς παλαίουσι. καὶ ἀλίζειν ἐλέγετο τὸ ἐν κόνει κυλίεσθαι, ὡς καὶ ὁ Κωμικὸς δηλοῖ. ἢ ἄλλως κόνει φύρεσθαι, ὅθεν καὶ ἀλινδήθρα παρʼ αὐτοῖς κυρίως μὲν ἡ κατὰ πάλην κονίστρα, τροπικῶς δὲ καὶ ἡ ἐν λόγοις, ὡς τὸ «ἀλινδήθρας ἐπῶν». Ἰστέον δέ, ὡς Ὅμηρος μὲν κονίην λέγει τὴν ἁπλῶς κόνιν, οἱ δὲ μεθʼ Ὅμηρον τὴν τίτανον, ἐξ ἧς καὶ ἡ ἐλαιοκονία σύγκειται καὶ ῥῆμα γίνεται συζυγίας δευτέρας κονιῶ κονιάσω, ἐξ οὗ καὶ τάφος καὶ τοῖχος κεκονιαμένος, καὶ ὅτι Πίνδαρος, ζηλώσας «νίκῃ μίγνυσθαι» λέγει τὸ νικᾶν καὶ «ἔργῳ μίγνυσθαι» τὸ ἐργάζεσθαι καὶ ἕτερα τοιαῦτα. Ὅτι συνετοῦ ἀνδρὸς τὸ τὰς δικαίας ἐπιτιμήσεις ῥᾴδιον φέρειν. Ἀλέξανδρος οὖν ἐπιτιμηθεὶς ὑπὸ τοῦ ἀδελφοῦ φησι· «Ἕκτορ, ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν» καὶ ἑξῆς. τοῦτο δὲ πᾶς ἂν εἴπῃ δικαίως πρός τινος ἐπιτιμώμενος. ἰδοὺ τοίνυν εὕρηται καὶ ἑτέρα τις Ἀλεξάνδρου ἀρετή, ἡ σύνεσις, ὅτι κατʼ Εὐριπίδην «σύνοιδε δεινὰ εἰργασμένος». ἄκρως δὲ αἴσιον τὸ τοῦ ἀδελφοῦ σκῶμμα ὁ Πάρις εἶναι φιλαλήθως δηλοῖ, οὐ μὴν πῇ μὲν κατʼ αἶσαν, πῇ δὲ ὑπὲρ αἶσαν, ἵνα ἡ λοιδορία μέσως δῆθεν ἔχῃ ὡς αἰσία καὶ μὴ αἰσία, κατὰ τὸ ἑκών ἀέκων καὶ τὰ τοιαῦτα. διὸ καὶ καταφατικῶς αὐτὸ καὶ ἀποφατικῶς ἐπῄνεσε. τὸ δὲ ὑπὲρ αἶσαν ἐξαίσιον ἀλλαχοῦ λέγει ὁ ποιητής. Ἰστέον δέ, ὅτι τοῦ «κατʼ αἶσαν οὐδʼ ὑπὲρ αἶσαν» μίμημα παρὰ Σοφοκλεῖ τὸ «γνωτὰ κοὐκʼ ἄγνωτά μοι» Ὅτι τὴν Ἕκτορος καρδίαν διὰ τὸ γενναῖον καὶ ὡς εἰπεῖν ἀπότομον καὶ ἀεὶ πρὸς πόνους ἀνένδοτον καὶ ἀτάρβητον καὶ ὅτι καὶ ἄλλοις αὔξει τὴν εἰς πόλεμον ὁρμήν, ὡς πέλεκυν ἀτειρῆ τινα εἶναι λέγει παραβολικῶς ὁ Ἀλέξανδρος, δυσπαθῆ λαβὼν εἰκόνα, οὐκ ἀργὸν σίδηρον, ἀλλὰ δρῶντά τι, ἤτοι τέμνοντα ξύλον νήϊον, ὃς καὶ ὀφέλλει ἀνδρὸς ἐρωήν, ὥσπερ τοὐναντίον ὁ μὴ τμητικὸς πέλεκυς ἀμβλύνει τὴν προθυμίαν τοῦ τέμνοντος. φησὶ γοῦν· «αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρής», ὃ καὶ πέλυξ παρὰ τοῖς ὕστερον, «ὅς τʼ εἶσι διὰ δουρός», ἤγουν ὅστις δίεισι ξύλου ὑπʼ ἀνέρος, «ὅς ῥά τε τέχνῃ νήϊον ἐκτάμνῃσιν, ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν· ὥς τοι ἐν στήθεσσιν ἀτάρβητος νόος ἐστίν», ὡς ἐοικέναι τὸν ἀτάρβητον νοῦν πελέκει ἀτειρεῖ κατά γε τὸ ἀνένδοτον ἢ δυσένδοτον. Τὸ δὲ τέχνῃ πάνυ ἀσφαλῶς κεῖται. τῷ γὰρ κατὰ τέχνην τέμνοντι ὀφέλλει τὴν ἐρωὴν ὁ ἀτειρὴς χαλκός, οὐ μὴν τῷ ἀτέχνως ξυλοκοποῦντι. Νήϊον δὲ ὑπόκειται ξύλον τέμνεσθαι, ἤγουν ἐπιτήδειον εἰς νῆα, διὰ τὸ μάλιστα περὶ τοῦτο τὴν τέχνην φαίνεσθαι τοῦ δεξιῶς τέμνοντος, ὡς τοῦ τοιούτου δεομένου σπουδαίας μεταχειρίσεως. καὶ τοῦτο μὲν εἰς ἔπαινον Ἕκτορος ὁ Ἀλέξανδρος λέγει ὁμολογήσας, ὡς ἐρρέθη, καί, ὅτι κατʼ αἶσαν αὐτὸν ὁ ἀδελφός, οὐδʼ ὑπὲρ αἶσαν ἐνείκεσεν, ἤγουν αἰσίως καὶ δικαίως, ὅπερ ἀλλαχοῦ κατὰ μοῖράν φησιν. Ὅτε δὲ εἴπῃ «μή μοι δῶρʼ ἐρατὰ πρόφερε χρυσῆς Ἀφροδίτης, οὔ τοι ἀπόβλητά ἐστι θεῶν ἐρικυδέα δῶρα, ὅσσα κεν αὐτοὶ δῶσιν, ἑκὼν δʼ οὐκ ἄν τις ἕλοιτο» ἔμφασιν ἔχει πλαγίως ὕβρεως, διότι, ὥς φασί τινες, οὐκ εὖ εἶχεν ὄψεως ὁ Ἕκτωρ, ὥστε οὐδὲ εἶχε κάλλους δῶρον θεόθεν. καὶ μὴν ὁ Ὅμηρος καὶ τεθνεῶτα τὸν Ἕκτορα θαυμάζει τοῦ εἴδους. ὅτι δὲ καὶ τὸ κάλλος οὐκ ἀπόβλητον ἀλλὰ τίμιον ἦν, δηλοῖ οὐ μόνον τὰ τῶν ἐρώτων ἀγάλματα, οἷς ἐνέπρεπον οἱ Ἑλληνικοὶ γραφεῖς, ἀλλὰ καὶ τὰ τῶν καλῶν ἡρῷα. Φίλιππος οὖν καθʼ Ἡρόδοτον Κροτωνιάτης Ὀλυμπιονίκης, κάλλιστος ὤν, ἐτιμήθη ἐν Σικελίᾳ. ἡρῷόν τε γὰρ αὐτῷ ἵδρυτο καὶ θυσίαις αὐτὸν ἱλάσκοντο. Τὸ δέ «ἑκὼν δʼ οὐκ ἄν τις ἕλοιτο» ἐλλιπῶς εἶπεν ὡς ἀγωνιῶν ὁ Πάρις καὶ μηδʼ αὐτὸς ἔχων λόγοις ἐνευκαιρεῖν, τὸ δὲ πλῆρες τοιοῦτον· οὐκ ἄν τις αὐτὸς ἑκὼν λάβοι δῶρα θεῖα, μὴ θεοῦ δηλονότι διδόντος. Τὸ δὲ ἐρατά δηλοῖ μὲν τὸ ἐρωτικά καὶ ἐράσμια. ἐπεὶ δὲ τὸ ἁπλῶς ἐρατὸν ἅπασι δοκεῖ ἐρατόν, λεληθότως πως ἅπτεται τοῦ ἀδελφοῦ ὡς καὶ αὐτοῦ ἐφιεμένου ἂν τοιούτου εἶναι, ἤγουν καλοῦ ὥσπερ τὰ εἰς ἀνδρείαν, οὕτω καὶ τὰ εἰς εἶδος. Χρήσιμον δὲ τὸ ἐρατά εἰς τὸ «γνωτὰ κοὐκ ἄγνωτα» καὶ εἰς τὸ ἀλλόγνωτος καὶ γνωτός, ὁ ἀδελφός, καὶ εἰς τὰ ἐκ τοῦ ἀνυστοῦ, ὁποῖον τὸ ἀνήνυτος καὶ Ἄνυτος κύριον καὶ δεσμός παρʼ Εὐριπίδῃ δυσεξήνυτος, καὶ εἰς τὸ κτίται παρὰ τῷ αὐτῷ, ὅ ἐστι κτίσται, καὶ εἰς τὸ «ἀσώτου Σισυφιδῶν γενεᾶς», τουτέστιν ἀσώστου, καὶ εἰς τὸ βλῆτρον, ὃ ἄλλως ἐξήνεκται ἤπερ τὸ ἀμφίβληστρον, καὶ εἰς τὸ «σωτήριόν τε τοῖς καλῶς κεκτημένοις» καὶ εἰς τὸ σωτήρ, ὧν τὴν τοῦ σ ἔλλειψιν τὰ σῶστρα δηλοῦσι. πολλὰ δὲ καὶ ἕτερα οὕτω τοῦ σ ἐστέρηνται, ὥσπερ αὖ ἐν ἄλλοις πλεονάζειν αὐτὸ οὐ πάνυ ἀναλόγως φαίνεται, ὁποῖον καὶ τὸ ὀρχῶ ὀρχήσω ὀρχηστής, οὐ κατὰ τὸ ποιητής, καὶ χηρῶ χηρώσω χηρωστής, οὐ κατὰ τὸ ἑεδνωτής. Τὸ δέ «πρόφερε» ἀρχὴν ἐνδέδωκε τῆς τοῦ προφορικοῦ λόγου κλήσεως, ὡς καὶ τὸ «ὀνείδεά τε προφέρεις». τὸ μέντοι παρʼ Ἡσιόδῳ «προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου» ἑτέραν ἑρμηνείαν ἔχει. ἔστι δὲ καὶ ἕτερον προφέρειν, ἐξ οὗ ὁ προφερέστερος. Χρυσῆ δὲ Ἀφροδίτη ἡ χρυσοφόρος, ὡς καὶ χάλκεος Ἄρης διὰ τὸ φόρημα, ἢ ἡ καλὴ ἤ, ὅτι χρυσῷ καταπράττεται, ᾧ καὶ Ζεὺς τὴν Δανάην χειροῦται. Καθὰ καὶ ἑτέρα τις γυνὴ διὰ ἵππον προὔδωκε τὸ κάλλος, ὡς ἡ τοῦ Πειριθόου μήτηρ, καί τις διὰ κύκνον, ὡς ἡ Λήδη ὑποπτεύεται, καὶ ἄλλη διὰ βοῦν, ὡς ἡ Εὐρώπη. καὶ κύων δὲ εὐγενὴς ὑπηγάγετό τινα εἰς ὅμοιον πάθος, ὁποία τις ἡ τοῦ Τρωϊκοῦ Φοινοδάμαντος, ἣν Κρημισσὸς ὁ ποταμὸς λέγεται ζεῦξαι λέκτροις «ἰνδαλθεὶς κυνί». καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Ἡ δὲ γραμματικὴ Ἱστιαῖα πεδίον εἶναί φησι χρυσοῦν καλούμενον, ἐν ᾧ χρυσῆς Ἀφροδίτης ἱερὸν καὶ τιμή. Θεόκριτος δὲ μεταλαβὼν τὸ νόημα χρυσῷ παίζουσαν Ἀφροδίτην φησί. Τὸ δὲ ἀπόβλητον λέγοιτʼ ἂν καὶ ἔκβλητον κατὰ τὸ «νέκυες κοπρίων ἐκβλητότεροι». ἔκβλητον δέ γε καὶ τὸ θαλάσσης ἔκβρασμα παρʼ Εὐριπίδῃ· καὶ βρέφος δὲ ἔκβλητον τὸ ἔκθετον, ὡς ἔξω που καὶ αὐτὸ βαλλόμενον. Ἔτι ἰστέον καί, ὅτι τὸ «αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρής» καὶ τὸ «αἰεί τοι ἐν στήθεσσιν ἀτάρβητος», ἤτοι ἄφοβος, «νόος ἐστί» πρὸς ἀνδρεῖον καὶ ὑπομενετικὸν ἄνδρα ῥηθήσεται, πρὸς ὁποῖον δή τινά φησιν αὐτὰ καὶ Ἀλέξανδρος, οἷα, ὡς ἐφάνη, ὀνειδισθεὶς εἰς μαλακότητα καὶ διὰ τοῦτο κολακεύων καὶ μονονουχὶ λέγων, ὅτι οὐδεὶς ὅμοιός σοι οὐδʼ ἔστι τινὰ συγκριθῆναί σοι. οὐ γὰρ κατʼ ἄνθρωπον καὶ σοὶ ἡ καρδία, ἀλλὰ πελέκει ἀεὶ ἔοικεν ἀτειρεῖ καὶ τμητικῷ. διὸ οἱ μὲν ἄλλοι ταρβοῦμεν καὶ φεύγομέν ποτε, σοὶ δὲ ἀτάρβητος ὁ νοῦς. σώφρων οὖν ὁ Ἀλέξανδρος, εἴγε τὴν προρρηθεῖσαν εἰς αὐτὸν ὕβριν ἐπαίνοις ἀμείβεται. δέδιε γὰρ τὸν Ἕκτορα τραχυνόμενον, ἐπεὶ παρʼ ἐκείνῳ ἦν λῦσαι τὸν πόλεμον εἴτε καὶ μή. καὶ αὐτὸς ἦν Τρώων πρόμαχος. δῆλον δέ, ὡς μαλακτικὸν ὁ ἔπαινος. διὸ καὶ Ἕκτωρ ἐπαινεθεὶς ἱλαρύνεται καὶ ὁ νῦν θάνατον τῷ ἀδελφῷ ἐπαρώμενος ὅμως ἡττώμενον οὐ προδίδωσιν, ἀλλὰ φιλάδελφος δείκνυται. Ἰστέον δέ, ὅτι καὶ ἐν τοῖς ἑξῆς που κεῖταί τις κολακεία ὁμοία τῇ κατὰ τὸν Πάριν, ἔνθα ὁ Διομήδης ἐν τῷ ἀφυλάκτως ὑπνοῦν σκωφθεὶς ὑπὸ Νέστορος ὕπεισιν ἐκεῖνον κολακευτικῶς, ἀμήχανον προσειπὼν καὶ πόνου οὔποτε λήγειν εἰδότα. Ἔτι ἰστέον καί, ὅτι τὸ «οὔ τοι ἀπόβλητά ἐστι θεοῦ ἐρικυδέα δῶρα, ὅσα κεν αὐτὸς δῷ» καὶ ἑξῆς, ὡς ἀνωτέρω κεῖται, χρήσιμόν ἐστι τῷ ὀνειδιζομένῳ ἐπὶ θεοσδότῳ τινὶ ἀγαθῷ, ὥσπερ καὶ ἐνταῦθα Ἀλέξανδρος μέμφεται τὸν Ἕκτορα ὀνειδίζοντα τοῦτον ἐπὶ δώροις, οἷς θεὸς δέδωκεν. Ὅτι ἐν τῷ «ἄλλους μὲν κάθισον Ἀχαιούς τε Τρῶάς τε, αὐτὰρ ἔμʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον συμβάλετʼ ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι» τὸ μέν «κάθισον» μεταβατικὸν κεῖται ῥῆμα κατὰ τὸ πλούτισον καὶ σωφρόνισον ἄλλον. ἔστι δὲ ὅτε καὶ ἀμετάβατόν ἐστιν, ὡς καὶ προδεδήλωται, οἷον καθίζω ἀντὶ τοῦ καθέζομαι. τὸ δέ «ἐν μέσῳ» τὸ στενὸν δηλοῖ τὸ μεταξὺ τῶν δύο στρατευμάτων. καὶ ἐπιμένει τῇ τοιαύτῃ λέξει ὁ ποιητὴς διὰ τὸ μὴ ἔχειν ὄνομα καιριώτερον. τοῦτο δὲ οἱ μεθʼ Ὅμηρον μεταίχμιόν φασιν, οἱονεὶ μεσαίχμιόν τι ὄν, Ἀττικῇ τροπῇ τοῦ σ εἰς τ, ὡς καὶ μεσόριον, μεθόριον. ἀπʼ αὐτοῦ δὲ καταχρηστικῶς μεταίχμιον καὶ τὸ ἁπλῶς μεταξὺ δύο τινῶν, ὡς εἴ τις εἴποι ἐν μεταιχμίῳ δύο φροντίδων εἶναι. τὸ δὲ τοιοῦτον στενόν, ἤτοι μεταίχμιον, καὶ οὕτω φράζει ὁ ποιητής· «ὀλίγη δʼ ἦν ἀμφὶς ἄρουρα». Βαρβαρικὸν δὲ εἶναί φασιν οἱ παλαιοὶ τὸ μονομαχεῖν, ὅπερ Ὅμηρος περιφράζων οἴους μάχεσθαί φησιν. Ἀρηΐφιλον δὲ τὸν Μενέλαον ὁ Πάρις φησὶν ἢ κατειρωνευόμενος Ἕκτορος οὕτω καλέσαντος τὸν Μενέλαον ἢ καὶ καταθέμενος ἀληθευτικῶς τοιοῦτον ἐκεῖνον εἶναι. Συμβαλεῖν δὲ μάχεσθαι λέγει τὸ συνάψαι εἰς πόλεμον, ἐξ οὗ καὶ ἡ πολεμικὴ συμβολή. ὅτι δὲ καὶ ἐπὶ ὑδάτων ἡ λέξις τοῦ συμβάλλειν τίθεται, φανήσεταί που ἐν τοῖς ἑξῆς. ἐνταῦθα δὲ σημείωσαι καί, ὅτι τὴν ἀμφί πρόθεσιν δοτικῇ συνέταξεν εἰπών· «ἀμφʼ Ἑλένῃ καὶ κτήμασιν», ὡς εἴπερ εἶπεν ἐπὶ τῇ Ἑλένῃ καὶ τοῖς κτήμασιν, ἢ ἀντιπτωτικῶς περὶ Ἑλένης καὶ κτημάτων. Ἰστέον δὲ καί, ὅτι πολεμήσουσιν Ἀλέξανδρος καὶ Μενέλαος, ἵνα ὁ μὲν λάβῃ, ἃ ἀφῄρηται, καὶ κρατήσῃ τῶν ἰδίων, Ἀλέξανδρος δὲ κτήσηται ἐν ἀσφαλείᾳ, ἃ μὴ ἀσφαλῶς ἔχει. καταπλήττει δὲ τὸ τοῦ πράγματος ξένον τοὺς Ἕλληνας καὶ ἀκὴν γίνονται σιγῇ, ὡς μετʼ ὀλίγα ἐρεῖ ὁ ποιητής. ὅμοιον γὰρ κατὰ τοὺς παλαιούς, ὡς εἴ τις μοιχείας διωκόμενος προκαλεῖται τὸν ἄνδρα εἰς μάχην ὡς μετὰ τοῦ γυναίου καὶ τὴν ψυχὴν προσαφαιρησόμενος. διὸ καὶ Ἕκτωρ μετʼ ὀλίγα φησί· «κέκλυτε μῦθον», οὐχʼ ἁπλῶς, «ἀλλὰ Ἀλεξάνδρου». οἶδε γὰρ ὡς οὐ δίκαια ἐρεῖ. διὸ οὐχʼ ἑαυτοῦ, ἀλλὰ τοῦ Ἀλεξάνδρου λόγον λέγειν φησί. Ὅτι τὴν τοῦ Πάριδος ἀρέσκειαν οὕτω φράζει ὁ ποιητὴς τὴν περί τε αὐτοῦ καὶ τοῦ Μενελάου· «ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται, κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω, οἱ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες ναίοιτε Τροίην» καὶ τὰ ἑξῆς. καὶ τοίνυν καὶ ὁ Ἕκτωρ μετʼ ὀλίγα οὕτω λαλεῖ ἐν μεταιχμίῳ τοὺς λόγους τοῦ ἀδελφοῦ, στήσας αὐτοὺς εἰς τὸ «ὅρκια πιστὰ τάμωμεν», οἷα περιττὰ λογισάμενος τὰ καθεξῆς. ὁ μέντοι βασιλεὺς Ἀγαμέμνων ἐν τοῖς μετὰ ταῦτα ἐκφωνήσει τι καὶ περὶ τιμῆς, ἤγουν ποινῆς, ἐν τῷ τῶν ὅρκων καιρῷ. Ὅρα δὲ καὶ ἐν τούτοις τὸ κρείσσων ἀντὶ τοῦ ἐπικρατέστερος συντελοῦν εἰς τὸ «κρείσσων γὰρ βασιλεύς, ὅτε χώσεται» καὶ ἑξῆς. περίφρασις δὲ τοῦ νικήσῃ τὸ «κρείσσων τε γένηται». Κτήματα δὲ πάντα λέγει τὰ τῇ Ἑλένῃ συναρπαγέντα ἐξ Ἑλλάδος. εἰ δὲ μὴ ἐθέλει καὶ οἴκοθεν ἄλλʼ ἐπιδοῦναι, γλισχρότητος ὁ ἀνὴρ ἁλίσκεται. Τὸ δὲ ὅρκιον οὐχʼ ὑποκοριστικὸν ἀλλὰ παράγωγον ὡς τὸ ἴχνιον. Τὸ δέ «φιλότητα καὶ ὅρκια ταμεῖν» ἀντὶ τοῦ φιλίαν καὶ ὅρκους ποιῆσαι διὰ ἐντόμων ἤγουν θυσιῶν. καὶ οὐκ ἐθέλει ὁ ποιητὴς ἄλλως τοῦτο φράζειν. διὸ καὶ ἀλλαχοῦ λέγει «ὄφρα ὅρκια τάμνῃ αὐτός» καὶ «ὅρκια τάμωμεν» καὶ «ὅρκια ἔταμον». Ἴωνες δὲ οὕτω λαλοῦσι. διὸ καὶ Ἡρόδοτος, ὡς προδεδήλωται, συχνὰ οὕτω λέγει. Ἰστέον δέ, ὅτι ἐριβώλακα μὲν τὴν Τροίαν, ἱππόβοτον δὲ τὸ Ἄργος, ὅ ἐστι τὴν Πελοπόννησον, καλλιγύναικα δὲ τὴν Ἀχαιΐδα καλεῖ ὁ παρʼ Ὁμήρῳ Ἀλέξανδρος, παρὰ δὲ Ἡσιόδῳ ἔστι καὶ τὴν Τροίαν εὑρεῖν καλλιγύναικα. Εἴη δὲ ἂν πάντως ἡ ἐριβῶλαξ καὶ εὔπωλος, ὅπερ ἐστὶ καλλιβῶλαξ, διὰ τὸ εὐβωλοστρόφητον. τοῦτο δὲ καὶ λιπαρὰν σημαίνει γῆν καὶ εἴκουσαν ἀρότρῳ ἐν τῷ πωλεῖσθαι. Φησὶ δὲ Ἑλλάνικος παῖδας τρεῖς Φορωνέως γενέσθαι, οἳ τοῦ πατρὸς θανόντος διενείμαντο τὴν Ἀργείαν. καὶ ἡ μὲν πρὸς Ἐρασίνῳ τῷ ποταμῷ Πελασγῷ ἔλαχε τῷ καὶ τὴν ἐκεῖ Λάρισσαν κτίσαντι, Ἰάσῳ δὲ τὰ πρὸς Ἦλιν, Ἀγήνωρ δὲ ἀναλωθείσης τῆς γῆς τὴν πατρικὴν εἴληφεν ἵππον, ὅθεν ἐν ταὐτῷ χρόνῳ ὠνομάσθη τὸ Ἄργος τριχῶς, Ἴασον, ὡς καὶ ἡ Ὀδύσσεια δηλοῖ, Πελασγικὸν καὶ ἱππόβοτον. τινὲς δὲ μετὰ θάνατον τῶν δύο ἀδελφῶν ἐπιστρατεῦσαί φασι τὸν Ἀγήνορα πολλὴν ἐπαγόμενον ἵππον, ἀφʼ ἧς κληθῆναι τὸ Ἄργος ἱππόβοτον. τισὶ δὲ τῶν παλαιῶν ἀρέσκει Ἄργος ἱππόβοτον ἐνταῦθα τὴν Θεσσαλίαν νοεῖν, Ἀχαιΐδα δὲ πᾶσαν τὴν τῶν Ἑλλήνων χώραν. Σημείωσαι δʼ ἐν τούτοις καί, ὡς ἐνεργόν τι καὶ δραστικὸν ὁ λόγος, καθὰ ἐν μυρίοις φαίνεται. ὁ γοῦν τοῦ Ἕκτορος λόγος οὕτως ἤνυσε παρὰ Ἀλεξάνδρῳ, ὥστε ὁ δειλὸς καί, ὡς ἄν τις εἴπῃ, τρεσᾶς μένει τὸν Μενέλαον κατὰ τὴν παραίνεσιν καὶ μονομαχῆσαι θέλει πρὸς αὐτὸν, ὃν πρὸ τοῦ λόγου ἔφευγε. τοιαῦτα ὁ λόγος δύναται. τοιοῦτον ἡ ἱστορία καὶ τὸν Τυρταῖον οἶδε ῥήτορα, οἷον ἐρεθίζειν προθύμως ἀποκινδυνεύειν εἰς πόλεμον, καὶ ὁ ἐντυχὼν ἔπεσιν ἐκείνου εἴσεται, ὅπως ἐνθουσιᾷ τῷ εἰς μάχην ἐγερτικῷ. Ὅτι οὐχʼ ἁπλῶς ἀλλὰ μέγα χαίρει ὁ Ἕκτωρ ἐπὶ τῇ τοῦ ἀδελφοῦ μονομαχίᾳ· «Ἕκτωρ γὰρ ἐχάρη», φησί, «μέγα μῦθον ἀκούσας». αἴτιον δέ, ὅτι ἢ νικᾷ τὸν Μενέλαον ὁ Πάρις ἢ πίπτει καὶ ἀμφοτέρως πέρας ἔσχε τὰ τοῦ πολέμου. καὶ ἄλλως δέ, εἰ μὲν νικήσει Ἀλέξανδρος, σεμνὸν τὸ πρᾶγμα. εἰ δὲ πέσῃ, ἀκλεοῦς ὁ Ἕκτωρ ἀπαλλάττεται ἀδελφοῦ. καὶ Ἀχαιοὶ δὲ καὶ Τρῶες ἐχάρησαν ἐλπόμενοι παύσεσθαι πολέμου. καίριον δὲ ἐνταῦθα καὶ τοῦ Ἡροδότου τό· «ὀλίγῳ κακῷ ἔοικε μέγα νεῖκος ἀναιρεῖν». Εὐπειθεῖς δὲ οἱ Τρῶες, οἳ ἅμα εἶδον Ἕκτορα ἐν μεταιχμίῳ γενόμενον καὶ μέσου δορὸς ἑλόντα, ἤτοι ἁψάμενον, ὡς ἔθος, καὶ ἀνείργοντα αὐτοὺς καὶ εὐθὺς ἱδρύθησαν ἅπαντες καὶ Ἕλληνες δὲ μετὰ μικρὸν τῶν βασιλέων ἐθελόντων τὸ αὐτὸ ἐποίησαν καὶ πάντες τὰ τεύχεα ἐκδυσάμενοι κατέθεντο ἐπὶ γῆς πλησίον ἀλλήλων. Καὶ σημείωσαι, ὅπως παρʼ ἐλπίδα ὁ ποιητὴς ἔγραψε παρεισοδιάσας τὴν μονομαχίαν. ὁ μὲν γὰρ ἀκροατὴς μέγαν εὐθὺς ἐλπίζει συρραγῆναι πόλεμον, ὁ δὲ ἀποδύσας τοὺς Ἕλληνας γυμνοὺς ὅπλων καθίζει, τὸ μὲν μεγαλεῖον τοῦ πολέμου ἐς ὕστερον ταμιευόμενος, νῦν δὲ ἀπροσδοκήτως ἀρτύων τὸ μονομάχιον καὶ τὴν ἐπιθυμίαν ἀποπληρῶν τοῦ ἀκροατοῦ ἐφιεμένου μαθεῖν, ὡς εἰκός, ὁπότερος κρείττων, ὁ Πάρις ἢ ὁ Μενέλαος. ὅπερ διδάσκων ὁ ποιητὴς τὴν μονομαχίαν ἄρτι πλάττει, ἐν ᾗ πολλά τε ἄλλα ποιήσας καὶ τὸν Μενέλαον δὲ δείξας κρείσσονα, ἐπὶ τὰ ἑξῆς τοῦ πολέμου μεταβαίνει ἐκ μικροῦ ἀρξάμενος, εἶτα ἐπὶ μέγα προβάς, ὁποία καὶ ἡ τῆς μάχης φύσις, ἥτις ὀλίγη μὲν τὰ πρῶτα κορύσσεται κατὰ τὸν ποιητήν, «αὐτὰρ ἔπειτα οὐρανῷ ἐστήριξε κάρη». ὅτι δὲ θαυμαστὸν τὸ πλάσμα, καὶ ὁ ποιητὴς ἐν τοῖς ἑξῆς ἐπισημαίνεται θέσκελον ἔργον λέγων τοῦτο· ποῖον δήποτε; τὸ ἀφέντας τὸν πολύδακρυν πόλεμον καθῆσθαι σιγῇ ἀσπίσι κεκλιμένους, παραπεπηγέναι δὲ τὰ μακρὰ ἔγχεα, Ἀλέξανδρον δὲ καὶ Μενέλαον μόνους μάχεσθαι. ὅτι δὲ ἄρτυμα ποιήσεως Ὁμηρικῆς καὶ τὰ τῶν μονομαχιῶν ἐπεισόδια, ἐν τοῖς ἐφεξῆς δηλωθήσεται. νῦν μὲν γὰρ οἱ τοῦ Τρωϊκοῦ πολέμου πρωταίτιοι μονομαχοῦσιν, ἐν δὲ τοῖς ἑξῆς που ἕτεροί τινες ἀριστεῖς, Γλαῦκος οὗτοι καὶ Διομήδης, οὐκ ἐκ προκλήσεως κατὰ τούτους, ἀλλὰ κατὰ τὸ παρατυχόν. εἶτα ἑτέρωθι τοιαύτης ἔσονται μάχης οἱ ἄριστοι Ἕκτωρ καὶ Αἴας ἐξ ἑτεροίου προκαλέσματος. τὸ δʼ ἐξ ἀνάγκης μονομάχημα τοῦ Ἕκτορος καὶ τοῦ πάντων ἀρίστου Ἀχιλλέως ἄλλος τόπος δηλώσει, μέγα ὂν καὶ πάνυ τι ἐναγώνιον. εἰ δὲ ὁ γέρων ῥήτωρ Νέστωρ μονομαχίαν οἰκείαν ἐκθήσεται, δοτέον καὶ αὐτὸ τῇ καθʼ Ὅμηρον γραφικῇ ποικιλίᾳ πολυειδῶς ἱστοροῦντα τὰ μονομαχικά. Σημείωσαι δέ, ὅτι παρʼ Ὁμήρῳ μὲν ἱδρύω τὸ κάθημαι ἀπὸ τοῦ ἕδω, παρὰ δὲ τοῖς Ἀττικοῖς ὕστερον ἱερὰ ἡ λέξις. ἱδρύεται γὰρ ναὸς καὶ ἱδρύεται ἄγαλμα ἐν ναῷ καὶ τὸ ἀφίδρυμα δὲ παρʼ ἐκείνοις ἐντεῦθεν ἐλέγετο. Ὅτι τῷ Ἕκτορι ἐς μέσον ἐλθόντι καὶ τὴν τοῦ Πάριδος γνώμην ἐθέλοντι ἐκβοῆσαι ἐπετοξάζοντο οἱ Ἀχαιοὶ καὶ οὐ μόνον τοξεύοντες ἰοῖς ἔβαλλον τιτυσκόμενοι, ἀλλὰ καὶ λάεσσιν, ὅ ἐστι λίθοις, ἀγνοοῦντες, ὃ βούλεται, διὰ τὸ οἴεσθαι ὡς ἀντὶ τοῦ ἀδελφοῦ προΐσταται αὐτὸς τῷ Μενελάῳ μαχησόμενος. Ἰστέον δέ, ὅτι τὸ «τῷ δʼ ἐπετοξάζοντο καρηκομόωντες Ἀχαιοί» οἰκεῖον λέγεσθαι πρὸς πάντα πολεμούμενον ἢ βλασφημούμενον ἢ ὅλως ἀντιλεγόμενον πρός τινων. διὸ καὶ Πορφύριος ἐν τοῖς πρὸς Γαιδάλιον παρῳδήσας ἔγραψε «τῷ δʼ ἐπετοξάζοντο καρηκομόωντες Στωϊκοί». Τοῦ δέ «τιτυσκόμενοι» πρωτότυπον τὸ τύκω, ἐξ οὗ τὸ «τετύκοντό τε δαῖτα». ὥσπερ δὲ ἀλύσκω ἐκ τοῦ ἀλύω, ὅθεν τὸ ἀλυσκάζω, οὕτω καὶ τύκω τύσκω πλεονασμῷ τοῦ σ καὶ κατὰ ἀναδίπλωσιν τιτύσκω, ἀφʼ οὗ τιτύσκομαι καὶ τιτυσκόμενοι, ὅ ἐστι τεύχοντες, τεχνώμενοι, καταστοχαζόμενοι. Τοῦ δέ «λάεσσιν» εὐθεῖα ὁ λᾶας, γενικὴ λάαος καὶ κατὰ κρᾶσιν λᾶος, ὡς τὸ «λᾶος ὑπαὶ ῥιπῆς», ἤγουν ὑπὸ τῆς τοῦ λίθου ὁρμῆς. ἡ πληθυντικὴ εὐθεῖα λάαες λᾶες, ὅθεν τὸ λάεσσιν, ὅ ἐστι λίθοις. Τὸ δέ «ἴσχεσθε Ἀργεῖοι, μὴ βάλλετε, κοῦροι Ἀχαιῶν» ἐρεῖ ἄν τις ἀταξίαν κωλύων λαοῦ. ἔστι δʼ ἐν τούτοις συναγαγεῖν ἐκ τοῦ «ἐπετοξάζοντο Ἀχαιοὶ καὶ ἰοῖσι λάεσσί τε ἔβαλλον», ὅτι καὶ τοξόταις πολλοῖς ἐχρῶντο καὶ σφενδονήταις, εἰ καὶ ὁ ποιητὴς οὐδεμίαν που ἐν αὐτοῖς ἀνδραγαθίαν ἐπισημαίνεται, ὅσγε καὶ τοξοτῶν ἀριστέων ὀλιγίστων τινῶν μέμνηται. δοκεῖ δὲ τὸ ἴσχεσθε κατʼ ἔλλειψιν εἰρῆσθαι, ὡς δῆλον ἐκ τοῦ «οἱ δʼ ἔσχοντο μάχης». τοιαύτη γὰρ σύνταξις ὀφείλεται καὶ εἰς τὸ «ἴσχεσθʼ Ἀργεῖοι.» Ἐν δέ γε τῷ «μακρὸν ἄϋσεν Ἀγαμέμνων» δηλοῖ ὁ ποιητὴς δεῖν καὶ εὔφωνον εἶναι τὸν ἡγεμόνα καί, ὡς αὐτὸς ἐρεῖ «βοὴν ἀγαθόν». Ὅτι ἐν τῷ «στεῦται γάρ τι ἔπος ἐρέειν Ἕκτωρ» τὸ στεῦται δηλοῖ μὲν τὸ ὑπισχνεῖται, ὡς πολλαχοῦ φαίνεται, γίνεται δὲ ἀπὸ τοῦ στέω στεύω κατὰ τὸ χέω χεύω, ἀφʼ οὗ παθητικὸν στεύεται καὶ ἐν συγκοπῇ στεῦται. στέω δὲ κυρίως τὸ ὑφίσταμαι, ὑπομένω ἀσφαλῶς κίονος δίκην. Ὅτι φθάσας μὲν ὁ ποιητὴς τὴν Ἑλληνικὴν εὐκοσμίαν ἐνέφηνεν εἰπὼν σιγῇ αὐτοὺς ἰέναι, ἐνταῦθα δὲ τὸ εὐπειθὲς αὐτῶν ὑποδηλῶν φησιν, ὅτι τοῦ βασιλέως κελεύσαντος «ἴσχεσθε», ὡς ἐρρέθη, «μὴ βάλλετε», ὡς ἐροῦντός τι τοῦ Ἕκτορος, λέγει ὅτι μάχης τε ἔσχοντο, ἄνεῴ τʼ ἐγένοντο, τουτέστιν ἄφωνοι, ὡς ἂν δηλαδὴ ἀκούσωσιν Ἕκτορος. τοῦτο γάρ ἐστιν ἐν τούτοις αἴτιον τῆς σιγῆς, ἵνα δηλονότι σιγῶντες αὐτοὶ ἑτέρων ἀκούοιεν. παρακατιὼν δὲ λέγει· «πάντες ἀκὴν ἐγένοντο σιωπῇ», τουτέστιν ἐσίγησαν. τοῦτο δὲ οὐ διὰ τὴν αὐτὴν αἰτίαν, ἀλλὰ διὰ τὸ μὴ ἐνδεδόσθαι αὐτοῖς λέγειν. εἰσὶ δὲ ὅμοια τὸ σιγῇ ἰέναι καὶ ἄνεῳ γενέσθαι καὶ ἀκὴν γενέσθαι σιωπῇ. ἔστι δὲ τὸ μὲν ἀκὴν γενέσθαι σιωπῇ τρόπου ἐτυμολογικοῦ. τὸ γὰρ σιωπᾶν καὶ τὸ ἀκὴν ἔχειν ὅμοια. γίνεται γὰρ ἀκήν ἀπὸ τοῦ α στερητικοῦ καὶ τοῦ χαίνειν, ἀχήν, καὶ Ἰωνικῶς ἀκήν, ἵνα ᾖ ἀκὴν ἔχειν τὸ μὴ χαίνειν ὥστε λαλεῖν, ἀλλὰ σιωπᾶν. Τὸ δέ «ἄνεῳ» οἱ μὲν ὄνομά φασιν εἶναι ὅμοιον τῷ «οἱ Μενέλεῳ». αὔω γὰρ τὸ φωνῶ, ἐξ οὗ ἄναυος, ὁ ἄφωνος, καὶ ἀποβολῇ ἄναος καὶ Ἀττικῶς ἄνεως καὶ πληθυντικῶς ἄνεῳ. ἕτεροι δὲ ἐπίρρημα τὸ ἄνεώ φασι μηδὲ προσγράφοντες τὸ ι ἐν τῇ ληγούσῃ, ὡς εἶναι κατʼ αὐτοὺς ὁμοίας συντάξεως τὸ «ἀκὴν ἐγένοντο» καὶ τὸ «ἄνεω ἐγένοντο». ποιητικὴ δὲ λέξις τὸ ἄνεῳ καὶ ἀσύμβολος εἰς λόγον πεζόν, ὥσπερ μετʼ ὀλίγα καὶ τὸ πέποσθε ἐν τῷ «ἐπεὶ κακὰ πολλὰ πέποσθε», ἤτοι πεπόνησθε, κατὰ συγκοπήν. Ὅτι λύπης φραστικὸν τὸ «μάλα γὰρ ἄλγος ἱκάνει θυμὸν ἐμόν». ἐντεῦθεν δὲ σύγκειται τὸ θυμαλγές, ὧν ἐναντίον ἡ θυμηδία. Ὅτι ὑποσχετικὸν εἰρήνης τὸ «φρονέω δὲ διακρινθήμεναι ἤδη, ἐπεὶ κακὰ πολλὰ πέποσθε», ἤτοι πεπόνησθε, ὡς προείρηται. διακρινθῆναι δὲ λέγει τὸ λυθῆναι τοῦ πολέμου καὶ χωρισθῆναι. καὶ κεῖται ἡ λέξις αὕτη πολλαχοῦ παρά τε Ὁμήρῳ καὶ ἑτέροις. ἐνταῦθα οὖν φησι· «φρονέω δὲ διακριθῆναι ἤδη ἡμᾶς» καὶ μετʼ ὀλίγα· «ἄλλοι δὲ διακρινθῆτε τάχιστα». ἔστι δὲ τὸ μὲν διὰ τοῦ ν ὀρθότερον, εἰ καὶ ποιητικώτερον, ὡς καὶ τὸ κλινθῆναι καὶ τὸ ἀνάκλιντρον, τὸ δὲ δίχα τοῦ ν κοινότερον καὶ Ἀττικώτερον. ἐναντίον δὲ τὸ διακρίνειν πρὸς τὸ συγκρίνειν, ὅ ἐστι συγχέειν. Σημείωσαι δέ, ὅτι τὸ διακρινθεῖτε διὰ διφθόγγου ἐν τοῖς ἀκριβεστέροις τῶν ἀντιγράφων φέρει τὴν παραλήγουσαν, οἷα συγκοπὲν ἀπὸ εὐκτικοῦ τοῦ διακρινθείημεν, ἵνα τὸ ἀκόλουθον τῆς συγκοπῆς εἴη τοιοῦτον· διακρινθεῖμεν διακρινθεῖτε διακρινθεῖεν, καὶ μυρία ταύτης τὰ παραδείγματα. Ὅτι τὴν μὲν ὑπὸ τοῦ Πάριδος ἁρπαγὴν τῆς Ἑλένης ἀρχὴν ὁ Μενέλαος λέγει, τοῦ πολέμου δηλαδή. τὴν δὲ αὐτοῦ ἐπεξέλευσιν ἔριν καλεῖ, εἰπών· «εἵνεκʼ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκʼ ἀρχῆς», διὰ τὸ τὴν ἔριν ἀληθῶς ἐπεξελευστικὴν εἶναι πρός τι κατάρξαν. πρωθύστερον δὲ τὸ σχῆμα τοῦ λόγου, ἤγουν ὑστερολογία. πρῶτον γὰρ ἡ τοῦ Ἀλεξάνδρου ἀρχή, εἶτα ἡ τοῦ Μενελάου ἔρις. δευτερεύει γὰρ ἀεὶ, ὥσπερ ὁ παρʼ Ἡσιόδῳ ζῆλος, οὕτω καὶ ἡ ἔρις γινομένη διά τι προκατάρχον. ὅρα δέ, ὡς ἐν ἑνὶ στίχῳ καὶ ἕνεκα ἔφη κοινῶς καὶ εἵνεκα ποιητικῶς, καθʼ ὁμοιότητα τοῦ εἰνάνυχες καὶ εἴνατος καὶ εἰρωτῶ καὶ εἰῶ καὶ τῶν ὁμοίων. Ὅτι Τρῶες μέν, οἷς ὁ κίνδυνος περὶ γῆς ἦν καὶ τοῦ ζῆν, ἄρνε δύο φέρουσιν, ἕτερον μὲν λευκὸν, ἑτέραν δὲ μέλαιναν εἰς θυσίαν ἐν τῇ κατὰ τὴν μονομαχίαν ὁρκωμοσίᾳ, Γῇ τε καὶ Ἡλίῳ, τῷ μὲν τὸν λευκόν, τῇ δὲ τὴν μέλαιναν, οὐ μόνον κατὰ ὁμοιότητα χρώματος, ἀλλὰ καὶ ἐνεργείας· ἄρρεν μὲν γὰρ θύεται Ἡλίῳ ὡς οἷον ἀνδρί. ἐν ἑτέρῳ γὰρ γεννᾷ, ἤγουν ἐν τῇ Γῇ, ὡς οἷα γυναικί. θῆλυ δὲ τῇ Γῇ ὡς οἷα μητρὶ τῶν ἐξ αὐτῆς καὶ Ἡλίου. Ἕλληνες δὲ τῷ Διῒ θύουσιν ἕνα τὴν χρόαν οὐ δηλοῦντος τοῦ ποιητοῦ. οὐ γὰρ οὕτως ἐναργὲς τὸ τοῦ Διὸς χρῶμα, ὡς τὸ τοῦ Ἡλίου καὶ τῆς Γῆς. Ξενίῳ δὲ ἴσως Διῒ θύουσιν, ὡς ἂν ἐκπολεμωθῇ Ἀλεξάνδρῳ ἀδικήσαντι εἰς ξενίαν. ἐνδημεῖ δὲ καὶ ὁ Πρίαμος τοῖς ὅρκοις Ἀγαμέμνονος ἀπαιτήσαντος διὰ τὸ τῶν παίδων ὑπερφίαλον καὶ ἄπιστον. Ἔνθα καὶ γνωματεύει ὁ βασιλεὺς οὕτως· «αἰεὶ δʼ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται», ὅ ἐστιν ἐκκρεμεῖς ὡς ἐν ἀέρι καὶ ἐλαφραὶ καὶ εὐσάλευτοι καὶ ἀβέβαιοί εἰσιν αἱ τῶν νέων φρένες καὶ οὐκ ἔμπεδοι καὶ παγίως βέβαιοι καὶ ἀσφαλεῖς· «οἷς δέ», φησίν, «ὁ γέρων μετέῃσιν», ἤγουν σύνεστιν, «ἅμα πρόσω καὶ ὀπίσω λεύσσει», ὅ ἐστιν ὁρᾷ, «ὅπως ὄχʼ ἄριστα μετʼ ἀμφοτέροισι γένηται». Ἔστι δὲ πρόσω μὲν τὰ πρὸ ὀφθαλμῶν καὶ ἤδη γενόμενα καὶ τὰ παρόντα δὲ καὶ οἷον ἐν ποσίν, ὀπίσω δὲ τὰ ἐσόμενα καὶ μήπω μὲν ἐλθόντα, ὄντα δὲ ἐν τῷ μέλλειν. λέγει οὖν, ὅτι ὁ γέρων ἅμα καὶ οἷον ἀχρόνως διὰ πολυπειρίαν ὁρᾷ πάντα τά τε νῦν καὶ τὰ παρεληλυθότα καὶ τὰ μέλλοντα καὶ ἐκ τῶν παρελθόντων στοχάζεται, οἷα ἔσται καὶ τὰ μετὰ ταῦτα, καὶ κατὰ τὴν τραγῳδίαν ὡς «ἔννους τὰ καινὰ τοῖς πάλαι τεκμαιρόμενος», οὕτω φυλάσσεται. ὁ δὲ νέος μόνων γίνεται τῶν ἐν ποσίν, ὥσπερ καὶ ἐνταῦθα ὁ Πρίαμος μὲν πολλοὺς εἰδὼς ἐξ ἐπιορκίας βλαβῆναι φθάσαντας φυλάξηται ἄν, ὡς εἰκός, οἱ δὲ παῖδες μηδὲν προορώμενοι κακόν, οἷα τοῦ παρόντος μόνου γενόμενοι, δηλήσωνται ἂν ὑπερβασίᾳ τοὺς ὅρκους, ἤτοι βλάψωσιν, ὡς ἀπὸ τοῦ δηλῶ δηλήσω, ἐξ οὗ καὶ τὸ δηλητήριον. Δῆλον δέ, ὅτι τε δήλησις, ἤγουν βλάβη, ὅρκων οὐδὲν ἄλλο ἢ ἡ παράβασις αὐτῶν καὶ ὅτι τὸ ἅμα ὁρᾶν πρόσω καὶ ὀπίσω συμβολικῶς εἴρηται, καθὰ καὶ προγέγραπται ἐν τῇ αʹ ῥαψῳδίᾳ, ὡς ἐκ μεταφορᾶς ζῴων, ἃ τοὺς τραχήλους ῥᾳδίως λυγίζουσιν, ὡς ἔχειν βλέπειν καὶ τὰ ἔμπροσθεν καὶ τὰ κατόπιν. ὁ δὲ τοιοῦτος νοῦς καὶ τὸν Ἄργον, ὡς ἑκάστῃ πείρᾳ ὀμματούμενον, πολυόμματον μυθολογεῖ, ἵνα μηδὲν αὐτὸν λανθάνῃ. καὶ τοῦτο μᾶλλόν ἐστιν, ἐξ οὗ οἱ γέροντες λέγονται ἅμα ὁρᾶν τά τε πρόσθεν καὶ τὰ ὄπισθεν, τὸ ἑκατέρωθεν δηλαδὴ τρόπον τινὰ ὠμματῶσθαι αὐτούς, ὡς διὰ τοῦτο ἅμα πάντα βλέπειν. τὰ γὰρ ὑγροτράχηλα καὶ εὐλύγιστα τὴν δειρὴν ζῷα, εἰ καὶ ἔμπροσθεν καὶ ὄπισθεν βλέπουσιν, ἀλλʼ οὐχὶ καὶ ἅμα τοῦτο ποιοῦσιν. ἐν τούτοις δὲ σημειωτέον καί, ὅτι αἱ πεῖραι ὄμμασιν ἐοίκασιν. Ἰστέον δέ, ὅτι κεῖται καὶ ἐνταῦθα ὅρκια τάμνειν, τὸ διὰ θυσιῶν ὀμνύειν, καὶ ὅτι ὕβρις ἐπιόρκων τὸ «ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι» καὶ οἷοι ἐν ὑπερβασίᾳ θεοῦ ὅρκους δηλήσεσθαι. Ὅρα δὲ καί, ὅτι ἐν τῷ περὶ τῶν δύο ἀρνῶν λόγῳ οὐκ ἤλλαξε τὸ ἕτερος, οἷα ἐπὶ δύο τινῶν εἰωθὸς λέγεσθαι. διὸ εἰπὼν ἕτερον λευκὸν, ἑτέρην δὲ μέλαιναν, ἐπὶ τοῦ τρίτου τὸ ἄλλος ἔθηκεν, εἰς ὃ γράφει ὁ παλαιὸς οὕτω· τὸ ἄλλον ἐπὶ τοῦ τρίτου εἶπεν, ἐπὶ δὲ δυοῖν τὸ ἕτερον τῷ ἑτέρῳ ἀντιδιέσταλκεν Ἑλληνικῶς. Ὑπερφιάλους δὲ λέγει παῖδας Πριάμου ἀπὸ ἑνὸς τοῦ Ἀλεξάνδρου συναγαγὼν τὸ σκῶμμα. τοιοῦτος γὰρ ἀληθῶς ἐκεῖνος. οὕτω δὲ καὶ Ἀλέξανδρος τὴν Ἀχαιΐδα καλλιγύναικά φησιν ἐκ μιᾶς τῆς Ἑλένης λαβὼν τὸν ἔπαινον. τὸ δὲ ὅμοιον καὶ ἐν πολλοῖς ἄλλοις Ὅμηρος ποιεῖ. ὑπερφίαλοι δὲ νῦν οἱ παρασπονδηταί, οἱ ὑπὲρ τὴν ἱερὰν φιάλην ποιοῦντες καὶ διὰ τοῦτο κατὰ τὸν ποιητὴν εἰπεῖν ἄπιστοι. ὅτι δὲ καὶ ἄλλο τι σημαίνει ἡ λέξις, ἀλλαχοῦ τε φανήσεται καὶ ἐν Ὀδυσσείᾳ δὲ εἴρηται. ἰστέον δέ, ὅτι οὐκ ἔστιν ἁπλῶς ὑπερφιάλους τοὺς παρασπονδοῦντας εἰπεῖν, εἰ μὴ καὶ τὸ ἄπιστοι πρόσκειται. Τὸ δέ «ὑπερβασίᾳ» διὰ σαφήνειαν τέθειται· ὁρκίων γὰρ βλάβη ἡ ὑπερβασία, ἣν καὶ παραιβασίαν ἕτεροί φασιν. ἔστι δὲ κυρίως ὑπερβασία τὸ ὑπερβαίνειν τοὺς τεταγμένους ὅρους τῆς γῆς καὶ οἷον ὑπὲρ τὰ ἐσκαμμένα ὅρια πηδᾶν, καταχρηστικῶς δὲ καὶ ἐπὶ ἀδικίας ἡ λέξις τίθεται καὶ ἐπὶ τῆς ἁπλῶς δὲ κακίας, ὡς δῆλον ἐκ τοῦ «ὑπερβασίας ἀλεείνων» καὶ «ὑπερβασίαι δʼ ἀλεγειναί». Ὁπλότεροι δὲ ἁπλῶς μὲν οἱ νέοι καὶ ὅπλα αἴρειν δυνάμενοι. ἐκεῖθεν δὲ καὶ ἐπὶ ψόγῳ ὑπέροπλος καὶ ὑπεροπλίζεσθαι τὸ καταθρασύνεσθαι. Ἠερέθεσθαι δὲ κυρίως μὲν τὸ ἐν ἀέρι κρέμασθαι, ἐξ οὗ καὶ ἡ αἰώρα· ἐνταῦθα δὲ ἐπὶ τοῦ ἀβεβαίως ἔχειν εἴληπται. τὰ μὲν γὰρ ἐν ἀέρι κρεμάμενα εὐμετακίνητά εἰσι, τὰ δὲ ἐν γῇ καί, ὡς εἰπεῖν, ἔμπεδα σταθερὰ καὶ βεβηκότα. ὅτι δὲ ἡ ῥηθεῖσα αἰώρα καὶ διὰ τοῦ ε ψιλοῦ ἔχει τὴν ἄρχουσαν, ὡς δηλοῖ οὐ μόνον τὸ «πλεκταῖς ἐώραις ἐμπεπλεγμένην», ἀλλὰ καὶ τὸ μετέωρος, ἕτεροι ἐπαγωνιζέσθωσαν. ὅτι δὲ καὶ κύριόν ἐστιν ὄνομα ἡ Αἰώρα γυναικὸς ἀπαγξαμένης καὶ διὰ τί ἀπαγξαμένης, τὸ τοῦ Παυσανίου δηλοῖ Λεξικόν. Ἐν δὲ τοῖς ῥηθεῖσι κειμένου καὶ τοῦ οἴσετε ῥήματος, οἷον «οἴσετε δʼ ἄρνε» καὶ ἑξῆς, σημείωσαι, ὅτι οὐδὲ τοῦ φέρω μέλλων ἐστίν, ὡς παρατετήρηται τοῖς παλαιοῖς, οὐδὲ τοῦ οἴσω, ὅ ἐστι κομίσω, εὕρηται ἐνεστώς. διό φησιν «ἄρνας φέρειν» καὶ «οἴσετε ἄρνε». καὶ ὅτι ἀλλήλαις ἰσοδυναμοῦσιν αἱ λέξεις αὗται. διὸ καὶ τὸ συμφέρον καὶ τὸ συνοῖσον ἐπὶ τοῦ αὐτοῦ σημαινομένου τίθενται. καὶ ὅτι τὸ «οἴσετε ἄρνε, λευκὸν καὶ μέλαιναν, Γῇ τε καὶ Ἡλίῳ» δοκεῖ μὲν εὐκρινές, ὡς δηλοῦν, οἷον μὲν ἄρνα οἰστέον Ἡλίῳ, οἵαν δὲ τῇ Γῇ, ἄλλως δὲ σύγχυσιν ποιεῖ καὶ συνεστραμμένον τι σχῆμά ἐστι καὶ περινενοημένον, ὡς οἷα περιοδικόν, χιαστόν, τετράκωλον. τὸ μὲν γὰρ κατὰ φύσιν καὶ σαφέστατον τοιοῦτόν ἐστιν «οἴσετε ἄρνε, λευκὸν Ἡλίῳ καὶ μέλαιναν τῇ Γῇ», ἵνα παρέκειτο τῷ Ἡλίῳ μὲν τὸ οἰκεῖον, τῇ Γῇ δὲ πάλιν τὸ ἑαυτῆς, κατά τινα γραμμικὴν εὐθυωρίαν. κατὰ δεύτερον μέντοι λόγον εἶχεν ἂν σαφήνειαν φυσικήν, εἰ μετὰ τὸν λευκὸν καὶ τὴν μέλαιναν ἔκειτο τὸ Ἡλίῳ καὶ τὸ Γῇ, οἷον· «οἴσετε ἄρνε δύο, λευκὸν καὶ μέλαιναν, Ἡλίῳ καὶ Γῇ», ἵνα ἀποδεδομένων πρὸς τὰ πρῶτα δύο εὐτάκτως τῶν δευτέρων δύο ὑπετάσσετο ὡς ἐν τετραγώνῳ καταγραφῇ τῷ λευκῷ μὲν Ἥλιος, τῇ μελαίνῃ δὲ ἡ Γῆ, οἷον οὕτως.

Νῦν δὲ τὸ εἰπεῖν ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν, Γῇ τε καὶ Ἡλίῳ, ἐπὶ πλέον συγχέει τὸν λόγον διὰ τὸ χιάζειν τὸν ἐκτεθέντα τετραγωνισμόν. κατὰ φύσιν γὰρ νῦν τοῦτο ζητεῖται, ἵνα τὸ μὲν λευκὸν διὰ γραμμῆς τινος προσαρμόσῃ τῷ ἐκ διαμέτρου κειμένῳ Ἡλίῳ, τὸ δὲ μέλαν ὁμοίως τῇ Γῇ, οἷον οὕτως.

Καὶ οὕτω μὲν ὁ λόγος περινενόηται καὶ οἷον συνέστραπται τῷ σχηματισμῷ καὶ συγκέχυται μιμησαμένου τοῦ ποιητοῦ συγκεχυμένον ἄνθρωπον καὶ μὴ ἐνευκαιροῦντα φυσικῇ ὀνομάτων τάξει. τοιοῦτον δὲ καὶ ἐν τοῖς ἑξῆς τὸ «οἰμωγὴ καὶ εὐχωλὴ ἀνδρῶν ὀλλύντων καὶ ὀλλυμένων». δύναται δὲ ὁμοίῳ ζήλῳ μὴ κατὰ λέξεις μόνας γοργότερον, ἀλλὰ καὶ πλατύτερον κατὰ λόγους τοιαῦτά τις σχηματίσαι· οἷον Ἀχιλλεὺς μὲν ᾑρέθη πολέμαρχος, οἱ βασιλεῖς δὲ περὶ τὸν ναύσταθμον ἔμενον, ἵνα οἱ μὲν στενοχωρῶσι τοὺς Τρῶας, ὁ δὲ τὰ πέριξ ληΐζηται. τὸ δὲ τοιοῦτον σχῆμα καὶ ἐπὶ πλειόνων συζυγιῶν νοημάτων μεθοδευθήσεται κατὰ τὴν τοῦ γράφοντος ἰσχύν. ἔστι δὲ τοῦτο καὶ περιβλητικὸν διὰ τὴν τῶν νοημάτων μετάστασιν. ἔχει δέ τι καὶ σαφηνείας τὸ τῇ μελαίνῃ εὐθὺς συντάξαι τὸ κατὰ φύσιν οἰκεῖον, ἤγουν τὴν Γῆν, ὡς καὶ τῇ εὐχωλῇ, τουτέστι τῷ καυχήματι, τοὺς ὀλλύντας, καὶ τοῖς βασιλεῦσι τὸ ἐν Τροίᾳ μένειν. κατὰ φύσιν μὲν γὰρ ἐνταῦθα καὶ εὔτακτον καὶ σαφὲς ἡ τῶν μέσων ἕνωσις, ἀνάπαλιν δὲ ἡ τῶν ἄκρων διάστασις, ὡς ἐν τοιαύτῃ καταγραφῇ, διʼ ἧς τὸ προκείμενον σαφηνισθήσεται.

Ὅτι ἐπαινετικὸν εἰρήνης τὸ «οἳ δʼ ἐχάρησαν ἐλπόμενοι παύσεσθαι ὀϊζυροῦ πολέμοιο». ἀφοπλισμοῦ δὲ τοῦ ἐπὶ μονομαχίᾳ φραστικὸν τὸ «ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, τεύχεά τʼ ἐξεδύοντο· τὰ μὲν κατέθεντʼ ἐπὶ γαίῃ πλησίον ἀλλήλων, ὀλίγη δʼ ἦν ἀμφὶς ἄρουρα», ἥτις μεταίχμιόν ἐστιν, ὡς καὶ ἀλλαχοῦ δηλοῦται. ὅρα δὲ ὅτι ἄρουραν ἔφη καὶ νῦν οὐ λόγῳ μέτρου τινὸς κατὰ τὸ ἄκαινα καὶ πλέθρον καὶ τὰ τοιαῦτα, περὶ ὧν ἑτέρωθι δεδήλωται, ἀλλὰ τὴν ἁπλῶς πεφυκυῖαν ἀροῦσθαι γῆν. Ὅτι τὴν Ἶριν ὁ μὲν μῦθος δαίμονα χρυσόπτερον βούλεται εἶναι εἴρουσαν, ὅ ἐστιν ἀγγέλλουσαν τὰ τῶν θεῶν, ὡς δηλοῖ τρόπῳ ἐτυμολογίας καὶ τὸ «Ἶρις ἀγγελέουσα» καὶ τὸ «Ἶρις δʼ Ἑλένῃ ἄγγελος ἦλθε». διὸ καὶ ἀπὸ τοῦ τοιούτου εἴρω παράγεται, ὡς καὶ ὁ Ἑρμῆς καὶ Ἶρος ὁ Ἰθακήσιος, ὃς οὕτω ἐκλήθη, ὥς φησιν Ὅμηρος, διὰ τὸ εἴρειν, ὅ ἐστιν ἀπαγγέλλειν, ὅπου ἄν τις ἀνώγοι. τινὲς δὲ αὐτῆς καὶ Ζεφύρου γενεαλογοῦσι τὸν Ἔρωτα. καὶ ταῦτα μὲν πρὸς μῦθον. ἡ δὲ πρὸς φύσιν ἀλληγορία εἰς τὸ κατὰ τὸν ἀέρα γινόμενον φάντασμα τοῦ λεγομένου τόξου μεταλαμβάνει τὴν Ἶριν τὴν λαμπρόχρουν καὶ αὐτήν, ὁμοίως ἀπὸ τοῦ εἴρειν· ἀγγέλλει γάρ τι μέλλον ἐν ὑετῷ, διὸ καὶ Διός, ἤτοι ἀέρος, ἐκείνη ἄγγελος λέγεται. ἡ δέ γε κοινοτέρα τοῦ μύθου θεραπεία εἰς φήμην καὶ νῦν ἐκλαμβάνεται αὐτήν, ὡς καὶ ἐν τῷ Καταλόγῳ, ἀπὸ τῆς αὐτῆς ἐτυμολογίας, ἥτις φήμη καὶ τὴν Ἑλένην ἐνταῦθα ἐξάγει πρὸς θέαν μονομαχίας, πορθμευθεῖσα διὰ τῆς τοῦ Πριάμου θυγατρὸς Λαοδίκης, ὡς εἰκός, ἐπεισόδιον ἐσομένην Ὁμήρῳ εἰς ἱστοριῶν χορηγίαν εὔκαιρον. πολλαὶ γοῦν ἱστορίαι διὰ τῆς Ἑλένης ἐν τοῖς ἑξῆς παρεισοδιασθήσονται κατὰ τὴν Ὁμηρικὴν μέθοδον. Ἰστέον δέ, ὡς Ἶρις μὲν ἡ κατὰ μῦθον καὶ ἡ περὶ τὰ ἔνυδρα νέφη βαρυτονεῖται, ἰρίς δέ, μυρεψικὸν εἶδος, κατὰ παλαιὰν παράδοσιν ὀξύνεται πρὸς διαστολήν. ταύτην δὲ ἴρινον μῦρον οἱ ῥήτορες ἔγραψαν. γραφικὴ δὲ αὐτῆς ἀναλογία κατὰ τὸ κίρις, εἶδος ὀρνέου, Σίρις, πόλις Ἰταλική, ξίρις, φυτὸν ἀρωματικόν, καλάσιρις, λινοῦς χιτὼν ἱερατικός, Ὄσιρις, Αἰγυπτιστὶ ὁ Διόνυσος. Ὅτι ἡ τῆς Ἑλένης γάλως Λαοδίκη Πριάμου θυγατρῶν εἶδος ἀρίστη λέγεται, τῶν ὑπὸ γάμῳ δηλαδή, ὡς τῶν γε ἔτι παρθένων ἀρίστη ἀλλαχοῦ ἡ Κασάνδρα ἱστορηθήσεται. Ἰστέον δέ, ὅτι τὸ συγγενικὸν θηλυκὸν τοῦ δαήρ, ὃ δηλοῖ τὸν ἀνδράδελφον, οὐ δάειρα ἀναλόγως, ἀλλὰ γάλως ἑτερωνύμως προφέρεται, ὡς ἀλλαχοῦ δηλοῦται σαφέστερον. δεῖ δὲ τὸ τοιοῦτον ὄνομα βαρύνειν, ἐπειδὴ τὰ εἰς ως θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν βραχείᾳ παραληγόμενα βαρύνεται, ἅλως, Κέως, ἕως, οὕτω καὶ γάλως, καθὰ καὶ Τρύφων φησὶν ἐν τῷ Περὶ ἀρχαίας ἀναγνώσεως. τοῦ δὲ γάλως ἡ δοτικὴ γάλῳ, καὶ πλεονασμῷ τοῦ ο γαλόῳ, οἷον «εἰδομένη γαλόῳ, Ἀντηνορίδαο δάμαρτι». τοιοῦτόν τι ἔπαθε καὶ ἡ τοῦ Ἄθω γενικὴ ἐν τῷ «ἐξ Ἀθόω δὲ ἐπὶ πόντον ἐδύσετο». ὅτι δὲ καὶ διφορεῖται ἡ τοιαύτη εὐθεῖα, γάλως τε δισυλλάβως λεγομένη καὶ γαλόως ἐν τρισὶ συλλαβαῖς, πολλοῖς εἴρηται. Ὅρα δὲ καί, ὅτι σαφῶς ἑρμηνεύων ὁ ποιητὴς γάλων τὴν ἀνδραδέλφην λέγεσθαι ἱστορεῖ, ὡς ἡ τῇ Ἑλένῃ γάλως Λαοδίκη νύμφην καλεῖ τὴν Ἑλένην τῷ λόγῳ τῶν πρός τι. ἡ γάλως τε γὰρ νύμφης ἐστὶ γάλως καὶ ἡ νύμφη γαλόῳ ἐστὶ νύμφη. κείσεται δὲ μνεία τῆς λέξεως ταύτης καὶ ἐν τοῖς ἑξῆς. Ἔστι δὲ ἡ τῆς Λαοδίκης προσφώνησις πρὸς τὴν Ἑλένην αὕτη· «δεῦρʼ ἴθι, νύμφα φίλη» καὶ ἑξῆς. Τὸ δέ «θυγατρῶν» οὐχʼ ἕλκεται εἰς λόγον πεζόν, ὡς οὐδὲ τὸ πατρῶν, οἷον «ἐξέτι πατρῶν». Ἰστέον δέ, ὅτι ἐν τῷ «εἰδομένη γαλόῳ, Ἀντηνορίδαο δάμαρτι» ἐπιστομίζων τοὺς σκωπτικοὺς ὁ ποιητής, ἵνα μήτις ἴσως περιελὼν τὴν ἀναγκαίαν στιγμὴν ἐκ τοῦ γαλόῳ καὶ κατὰ συνέχειαν ἀναγνοὺς διαβαλεῖ τὴν συνθήκην τῆς γαλόῳ μετὰ τοῦ Ἀντηνορίδου καὶ ἐρεῖ παίζων τὴν Λαοδίκην γάλων τοῦ Ἀντηνορίδου, ἐπιφέρει «τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων» —πόλις δὲ αἱ Ἑλίκαι—. ἴσως δὲ καὶ ἵνα σεμνύνῃ τὸν τῆς Λαοδίκης ἄνδρα, ἐπανέλαβεν αὐτόν, ὡς πολλαχοῦ ποιεῖν εἴθισται. Ἑλίκαι δὲ αὗται πόλις Τρωϊκή, ἀλλαχοῦ δὲ Ἑλίκη πόλις Ἑλληνίς, ὡς δηλοῖ καὶ τὸ «εἰς Ἑλίκην καὶ Αἰγάς». ζητητέον δὲ καὶ τὰ ἐν τῷ Καταλόγῳ περὶ Ἑλίκης. Ὅτι εἰπόντος Ὁμήρου, ὡς τὴν Ἑλένην εὗρεν ἡ Λαοδίκη «ἐν μεγάρῳ, ἣ δὲ μέγαν ἱστὸν ὕφαινε δίπλακα μαρμαρέην, πολέας δʼ ἐνέπασσεν ἀέθλους» Τρώων τε καὶ Ἀχαιῶν, «οὓς ἕθεν», ἤγουν αὐτῆς, «εἵνεκʼ ἔπασχον ὑπʼ Ἄρηος παλαμάων», ἤγουν ὑπὸ πολέμου, ἀστείως ἐπεσημήναντό τινες τὸν πέπλον τοῦτον ἀξιόλογον ἀρχέτυπον εἶναι τῆς Ὁμήρου ποιήσεως. ἃ γὰρ ἐκείνη ἐνεποίκιλλεν ὁσημέραι τῷ πέπλῳ, ταῦτα δέλτῳ ἐντίθησιν Ὅμηρος καὶ ποιεῖ τὴν βίβλον ταύτην ὥσπερ Ἑλένης ἄλλον ἱστόν. διὸ καὶ φιλεῖ τὴν Ἑλένην ὁ ποιητὴς καὶ διατιθέμενος ὑπεραπολογεῖται, εἰς ὅσον ἔξεστι. Σημείωσαι δὲ καὶ ἐνταῦθα τὸ τῆς Ἑλένης φιλοπευστικὸν καὶ εὐμαθές. δῆλον γάρ, ὅτι πυνθανομένη καὶ σημειουμένη τὰς ὡς ἑκάστοτε πάθας τῶν διʼ αὐτὴν μαχομένων ἐζωγράφει αὐτάς, ἐν οἷς ὕφαινεν, Ἰλιάδα τινὰ τεχνωμένη χειρότευκτον. ἐπεὶ δὲ πολλοὶ οἱ ἄεθλοι, διὰ τοῦτο μέγας καὶ ὁ ἱστός. εἰκὸς δὲ καὶ πλείους ἄθλους τῶν Ὁμηρικῶν αὐτῷ ἐμπεπάσθαι. Ὅμηρος μὲν γὰρ τῇ τοῦ Ἕκτορος ταφῇ τὴν Ἰλιάδα συγκατέλυσεν, Ἑλένη δὲ οὐκ ἐξ ἀνάγκης οὕτω, ἀλλὰ καὶ ἐπὶ τὰ ἑξῆς προέβη ἄν, ὡς εἰκός, τῷ ὑφάσματι. Ὅρα δέ, ὡς καὶ οὕτω ποικίλλειν εἰδυῖα Ἑλένη, ὅμως ἐκ θαλάμου εἰς τὸν πύργον ἐξιοῦσα διὰ σωφροσύνην ἀργενναῖς, ἤγουν λευκαῖς, ἀφελῶς ὀθόναις καλύπτεται οὐδέν τι ποικίλον ἀμπεχομένη, ἀλλὰ καὶ ὁρμᾶται ἐκ θαλάμου «τέρεν κατὰ δάκρυ χέουσα». ἐν οἷς ἀργεννὸν μὲν τὸ λευκόν, ἐκ τοῦ ἀργός, ὁμοίως τῷ φάος φαεννόν, Ἔρεβος ἐρεβεννόν. Ὀθόνη δέ, ἧς ὀθόμεθα, τουτέστιν ἐπιστρεφόμεθα διὰ τὴν ἄγαν λεπτότητα, ἢ ἡ εὐκίνητος, παρὰ τὸ ὄθεσθαι, τὸ κινεῖσθαι. τέρεν δὲ δάκρυ τὸ ἐκ τειρομένης ψυχῆς. Ἰστέον δὲ καί, ὅτι ἐν τῷ «δίπλακα μαρμαρέην» λείπει τὸ ἱστουργίαν ἢ ὑφήν ἤ τι τοιοῦτον. τινὲς δὲ τὸ χλαῖναν λείπειν φασὶ νοοῦντες δίπλακα τὴν μεγάλην, ἣν ἔστι διπλῆν ἀμφιέσασθαι. καὶ μὴν οὐ ταὐτὸν χλαῖνα καὶ ἱστός, ἀλλὰ ἴσως γενικὸν μέν ἐστιν ἢ ὅλον ὁ ἱστός, εἶδος δὲ ἢ μέρος ἡ δίπλαξ, ἥν, ἰδιωτικῶς εἰπεῖν, δίμιτον νοοῦσί τινες. μᾶλλον δὲ ὁ μὲν ἱστὸς τὸ ἐργαλεῖον δηλοῖ, δίπλαξ δέ ἐστιν ἡ ἱστουργουμένη, ὡς ἐρρέθη, ὑφή, ἵνα λέγῃ, ὅτι περὶ μέγαν ἱστὸν μεγάλην δίπλακα ὕφαινε. Μαρμαρέη δὲ ἡ λάμπουσα ἐκ τοῦ μαρμαίρω, ἐξ οὗ ὁ μάρμαρος λίθος, οὗ κτητικὸν μαρμάρειος, θηλυκὸν μαρμαρεία καὶ Ἰωνικῶς καὶ Ἀττικῶς μαρμαρέη. ἐν δὲ ταῖς Ἀριστάρχου, φασί, καὶ Ζηνοδότου καὶ Ἀριστοφάνους Ἐκδόσεσι «δίπλακα πορφυρέην» γράφεται. καὶ νύμφαι γάρ, φασί, φάρεα ὑφαίνουσιν ἁλιπόρφυρα. ἔστι δὲ καὶ θαλάσσης γαληνιώσης ἐπίθετον ἡ μαρμαρέη. ἐκ δὲ τοῦ ἐνέπασσεν ἡ γαμικὴ παστὰς γίνεται. αὐτὸ δὲ γίνεται παραγώγως ἐκ τοῦ πῶ, τὸ κτῶμαι. ἀξιόκτητα γὰρ τὰ οὕτω ποικιλτά. ἐκ δὲ τοῦ τοιούτου πάσσειν καὶ ὁ τοῖς ἄνθεσι κατάπαστος νικητής. ἔοικε δὲ ἡ λέξις καθʼ ὁμοιότητα εἰρῆσθαι τοῦ ἑτέρου πάσσειν, οἷον «πάσσε δʼ ἁλὸς θείοιο», ἀφʼ οὗ καὶ τὸ ἁλίπαστον. Σημείωσαι δὲ καί, ὅτι παρὰ τῷ ποιητῇ οὐ μόνον πρόσωπα ἡρωϊκὰ γυναικῶν, ἀλλὰ καί τινα τῶν θειοτέρων ἱστουργεῖ, ὡς δηλοῖ καὶ ἡ Ὀδύσσεια, καὶ ὅτι τὸ πένθος οὔτε τῇ Πηνελόπῃ ἐν Ὀδυσσείᾳ οὔτε ἐνταῦθα τῇ Ἑλένῃ ᾄδειν ἐπιτρέπει ἐν τῷ ἱστουργεῖν. Κίρκη δὲ καὶ Καλυψὼ ὑφαίνουσαι ᾄδουσιν, ἀπαθεῖς αὐταὶ οὖσαι κακῶν. τὸ δέ «ἀέθλους» καὶ ἑξῆς ὑπολαλεῖ ἔπαθλον μὲν τοῦ Τρωϊκοῦ πολέμου τὴν Ἑλένην κεῖσθαι, ἀνταγωνιστὴν δέ τινα τοῖς ἀεθλεύουσιν εἶναι τὸν παλαμναῖον Ἄρην. τοιοῦτον γάρ τι ἐμφαίνει τὸ «ὑπʼ Ἄρεος παλαμάων». Ὅτι ἐν τῷ »δεῦρʼ ἴθι, νύμφα φίλη, ἵνα θέσκελα ἔργα» καὶ ἑξῆς, τὸ μὲν νύμφα καθὰ καὶ τὸ τόλμα καὶ τήθα Ἰωνικά τινες εἶναι βούλονται. πρὸς χρείαν δὲ μέτρου συσταλτικὴν τὸ νύμφα παρείληπται. Ὅτι θέσκελα δὲ ἔργα ἐνταῦθα τὰ τῆς μάχης, οὐχʼ ὡς θεοείκελα, ἀλλὰ θεοκέλευστα, καθὰ καὶ θέσφατα, τὰ θεόφραστα. εἶεν δʼ ἂν καὶ οὕτω θεῖα τὰ θέσκελα καὶ διὰ τοῦτο θαύματος ἄξια, εἴγε κατὰ τὸν ποιητήν «οἳ πρὶν ἐπʼ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα», νῦν κάθηνται σιγῇ, «πόλεμος δὲ πέπαυται, ἀσπίσι κεκλιμένοι, παρὰ δʼ ἔγχεα μακρὰ πέπηγε». ταῦτα δὲ καὶ παράφρασίς ἐστι τοῦ «ἵππους μὲν ἔρυξαν» καὶ ἑξῆς, ὡς πρὸ ὀλίγων εἴρηται. Οὕτω δὲ καὶ τὸ «αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο, τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις» παράφρασίς ἐστι διὰ τῆς Ἴριδος, ὧν φθάσας εἶπεν ὁ Πάρις πρὸς τὸν ἀδελφὸν Ἕκτορα. ὅτι δὲ παραφραστικὸς τῶν ἑαυτοῦ ὁ πλουσιολόγος ποιητής, πολλαχοῦ φαίνεται. Ὅτι ὁ τῆς Ἴριδος λόγος, τουτέστιν ἡ περὶ μονομαχίας φήμη, γλυκὺν ἵμερον ἐνέβαλε τῇ Ἑλένῃ ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων. τοιαῦτα γὰρ ὁ ποιητὴς αὐτῆς ὑπερλαλεῖ πολλαχοῦ μεταμελομένην ποιῶν. οἰκονομεῖ δὲ ὁ ποιητὴς ἐνταῦθα τὴν αὐτῆς εἰς τὸ τεῖχος ἔξοδον πολλὰ ἱστορήσων, ὡς εἴρηται, διʼ αὐτῆς, τὰ μὲν Εὐρωπαῖα, τὰ δὲ ἐξ Ἀσίας, ὡς φανήσεται. ὃ μιμησάμενος Εὐριπίδης ποιεῖ ἄλλως ἐν Φοινίσσαις τὸν παρʼ αὐτῷ πλαττόμενον πρεσβύτην διδάσκοντα ἐκ τοῦ τείχους πολλὰ τῶν ἔξω τὴν βασιλικὴν νεάνιδα. ὅτι δὲ καὶ ἕτεραι γυναῖκες ἀνέβησαν εἰς τὸ τεῖχος κατὰ ἀρχαῖον ἔθος, τὸ ἐν τοῖς ἑξῆς δηλωθησόμενον, νῦν μὲν σιγᾷ ὁ ποιητής, προϊὼν δὲ ἐξείπῃ, ὡς ἂν εἴη καὶ νῦν πιθανὴ καὶ ἡ τῆς Ἑλένης καὶ ἡ τῆς δοκούσης εἰροκόμου γραὸς εἰς τὸ τεῖχος ἔλευσις. Ὅτι ἡ ἀκολουθοῦσα ἐνταῦθα τῇ Ἑλένῃ ἀμφίπολος Αἴθρη, Πιτθῆος θυγάτηρ, ἡ Θησέως νοεῖται πρός τινων μήτηρ, συναρπαγεῖσα τῇ Ἑλένῃ. καὶ ἔστι μὲν ἀπίθανος ὁ λόγος διὰ πολλά. διδάσκει δὲ τὸ τῆς τύχης ὅμως καινοτόμον ἡ ἱστορία, ἐὰν ἡ βασίλισσα Αἶθρα ὡς ἐκ παρόδου εἰς δουλικὴν τύχην κατέβη. κατὰ δὲ ἑτέρους ἄλλη ἐστὶν αὕτη Αἶθρα, δούλη τῷ ὄντι. καὶ ἔστι καὶ αὐτὸ παράδειγμα Ὁμηρικῆς ὁμωνυμίας. ἡ γὰρ Αἶθρα αὕτη καὶ ὁ Πιτθεὺς οὗτος ὁμώνυμοι τοῖς εὐγενέσιν Ἑλληνικοῖς. τὴν δὲ ἑτέραν δούλην, τὴν Κλυμένην, βοῶπιν καλεῖσθαί φασιν ὑφʼ Ὁμήρου οὐχʼ οὕτω διὰ τὸ εὐωπόν, ὅσον ὅτι τρανέστατα ἐνέβλεψε, μόνη κατανοήσασα, ὥς φασι, τὴν ἐσομένην τῆς Ἑλένης ἁρπαγήν, ὅτε Ἀλέξανδρος ἦλθεν εἰς Λακεδαίμονα Ὅρα δέ, ὅτι σύνηθες ταῖς εὐγενέσιν ἀμφιπόλους ἕπεσθαι, ὅ ἐστι δουλίδας, ἐν ταῖς τοιαύταις προόδοις. ὅτι δὲ ἀμφίπολοι αἱ δουλίδες, ὡς καὶ ἐν τοῖς ἑξῆς φανεῖται, δηλοῖ καὶ Ἡρόδοτος, ἔνθα φησί· «καὶ τὰς ἐλευθέρας καὶ τὰς ἀμφιπόλους». καλοῦνται δὲ οὕτω διὰ τὸ ἀμφὶ τὰς δεσπότιδας πολεῖν. ἐντεῦθεν δὲ καὶ αἱ πρόσπολοι καὶ πρόπολοι. παρὰ Σοφοκλεῖ γοῦν ὁ Κρέων τὴν Ἰσμήνην πρόσπολον Οἰδίποδος εἰπὼν προϊὼν ἐτυμολογεῖ τὴν λέξιν ἐν τῷ «τὰς κόρας τάσδε ἆσσον προσπολουμένας». οἱ δὲ παλαιοί φασι καί, ὅτι πρόπολος μὲν καὶ ἐπὶ ἀρρένων, ἀμφίπολος δὲ ἀεὶ ἐπὶ γυναικῶν. Σημείωσαι δέ, ὅτι Πίνδαρος δριμέως ἤτοι γλυκέως τύμβον ἀμφίπολον ἔφη τὸν κύκλῳ περιπολούμενον. Ὅτι τὸ ἱκάνω ἐκτείνει, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, Ὁμηρικῶς ἀεὶ τὸ α, ὅθεν καὶ συστέλλειν ἐθέλουσί τινες, εἰ καὶ μὴ εἰσακούονται, τὴν προπαραλήγουσαν τοῦ ἱκανώτατος, ὡς ἀπὸ τοῦ ἱκάνω· ἱκανὸς γὰρ ὁ ἐπὶ πᾶν ἀπαραποδίστως ἱκάνων ἤτοι ἀφικνούμενος. Ὅτι τὰς Σκαιὰς πύλας Δαρδανίας ἐνίοτε Ὅμηρος λέγει, τὸ μὲν ἀπὸ Δαρδάνου, τὸ δὲ ἢ ἀπὸ Σκαιοῦ, οὕτω καλουμένου τεχνίτου, ἢ ὅτι δυτικαί—σκαιὰ γάρ, ἤτοι ἀριστερά, τὰ δυτικά—ἢ διότι σκαιαὶ ἤτοι ἐπαρίστεροι τοῖς Τρωσὶν ἐγένοντο δεξαμένοις κατʼ αὐτὰς τὸν δούρειον ἵππον. Ὅτι ῥητόρων ἴδιον τὸ ἀντὶ τοῦ εἰπεῖν Ἀλέξανδρον ἢ Μενέλαον ἢ Ἀγαμέμνονα λέγειν οἱ ἀμφὶ Ἀλέξανδρον καὶ οἱ ἀμφὶ Μενέλαον καὶ οἱ ἀμφʼ Ἀγαμέμνονα καὶ τὰ ὅμοια. οὕτως οὖν καὶ Ὅμηρος ἐνταῦθα ἀντὶ τοῦ εἰπεῖν, ὅτι ὁ Πρίαμος καὶ ὁ Πάνθοος καὶ ὁ Θυμοίτης καὶ ὁ Λάμπος καὶ ὁ Κλυτίος καὶ ὁ Ἱκετάων ἐκάθηντο ἐν τοῖς πύργοις, φησίν· «οἳ δʼ ἀμφὶ Πρίαμον καὶ Πάνθοον» καὶ τὰ ἑξῆς. διὸ καὶ ἐπάγει· «Οὐκαλέγων τε καὶ Ἀντήνωρ», μονονουχὶ λέγων, ὅτι, ὥσπερ ὁ Ἀντήνωρ μόνος αὐτὸς ἦν ἐκεῖ καθήμενος καὶ ὁ Οὐκαλέγων, οὕτω καὶ ὁ Πρίαμος καὶ οἱ λοιποὶ ἐμόναζον, ὡς τῶν περὶ αὐτοὺς τῶν μὲν ἔξω περὶ τὴν μάχην στρεφομένων, τῶν δὲ οἰκουρούντων, ἢ καὶ ἄλλως μὴ σὺν αὐτοῖς ὄντων. καὶ σημείωσαι τὴν τοῦ σχήματος ἐν τούτοις ἀλλαγήν, ὅπως ἐκ τοῦ πληθυντικοῦ καὶ ἀσαφοῦς τοῦ «οἳ δʼ ἀμφὶ Πρίαμον» καὶ ἑξῆς, εἰς τὸ ἑνικὸν καὶ σαφὲς μεταβέβηκεν, ἤγουν εἰς τὸ Οὐκαλέγων καὶ Ἀντήνωρ. εἰ δέ τις εἴποι, ὅτι περὶ τὸν Πρίαμον καὶ τὸν Θυμοίτην καὶ τὸν δεῖνα καὶ δεῖνα ἐκάθητο ὁ Οὐκαλέγων καὶ ὁ Ἀντήνωρ, οὐκ ἀρέσκοντα λέγει τοῖς παλαιοῖς. Σημείωσαι δὲ καί, ὅτι μόνους τὸν Οὐκαλέγοντα καὶ τὸν Ἀντήνορα πλέον ἐξαίρει τῶν λοιπῶν δημογερόντων, ἐσθλοὺς μὲν ἀγορητὰς πάντας εἰπών, αὐτοὺς δὲ καὶ ἐπὶ συνέσει σεμνύνας. φησὶ γάρ· «πεπνυμένω ἄμφω». καὶ τάχα διὰ τοῦτο καὶ εἰς αὐτοὺς τὸ σχῆμα μετήλλαξε συνεξαλλοιῶν αὐτοῖς καὶ τὸν τοῦ λόγου σχηματισμόν. Ὅρα δὲ καί, ὡς ἐξ ἀποφάσεως πέπλεκται κύριον ὄνομα ὁ Οὐκαλέγων, ὡς εἴ τις εἴποι ὁ μηδενὸς ἀλέγων. οὕτω δὲ καὶ Ὀδυσσεύς που ἐξ ἀποφάσεως τὸν πλαστὸν Οὖτιν παρήγαγεν. εἰ δὲ καὶ τὸ Ὅμηρος ἐκ τοῦ μὴ ὁρᾶν παρῆκται κατά τινας, τῆς αὐτῆς ἂν εἴη ἀγωγῆς καὶ αὐτό. εἰς δὲ τὸ τὴν μετοχήν, ἤτοι τὸ ἀλέγων, μετενεχθήναι εἰς κύριον ὄνομα ἔστω παράδειγμα ὁμοιότητος καὶ τὸ Εὐέλθων κύριον παρὰ Ἡροδότῳ. ὁμοίου δέ τινος τύπου καὶ ὁ Ἀνακρέων καὶ ὁ Κρέων δέ, ἴσως δὲ καὶ ὁ Μαίων καὶ ὁ Παίων, ἐξ ὧν ἔθνη οἱ Μαίονες, ὅ ἐστι Λυδοί, καὶ οἱ Παίονες. Ἰστέον δέ, ὅτι ὁ μὲν Πρίαμος παρὰ τὸ πρίασθαι τὴν κλῆσιν ἔχει, ὡς ἐν ἄλλοις δηλοῦται. Ὁ δὲ Πάνθοος Πολυδάμαντος ἦν πατήρ, ἀνὴρ μαντικός, ὡς ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται, ὅθεν Πανθοΐδης ἐκεῖνος καὶ ἐν συναιρέσει Πανθοίδης κατὰ πατρωνυμίαν λέγεται, ὁμοίως τῷ Βοηθοΐδης Ἐτεωνεύς ἐν Ὀδυσσείᾳ, ὁ τοῦ Βοηθόου υἱός. ὁ δὲ Θυμοίτης, ὡς καὶ προεγράφη, πλεονασμὸν ἔχει τοῦ ι ἐκ τοῦ θυμός, ὡς ἐκ τοῦ δᾶμος, ἤτοι δῆμος, ὁ Δαμοίτης παρὰ Θεοκρίτῳ καὶ ἐκ τοῦ μένος ὁ Μενοίτιος. Ὁ δὲ Λάμπος γίνεται μὲν ἐκ τοῦ λάμπω, ὡς ἐκ τοῦ φαίνω ἡ Φαίδρα καὶ ἡ Αἶθρα ἐκ τοῦ αἴθω. ἔοικε δέ πως διώνυμος εἶναι. Λάμπος τε γὰρ καὶ Λάμπετος· τὸν γοῦν υἱὸν αὐτοῦ ἀλλαχοῦ Λαμπετίδην ἐρεῖ ὁ ποιητής. ἐκ δὲ τοῦ λάμπω καὶ Λαμπετία ἐν Ὀδυσσείᾳ, θυγάτηρ Ἡλίου. ὁ δὲ Κλυτίος ὡς τρίβραχυ κύριον παροξύνεται, καθὰ καὶ τὸ Τυχίος καὶ τὸ Ὁδίος καὶ τὸ Δολίος καὶ ἄλλα πολλά, ὡς δειχθήσεται καὶ ἐν τοῖς ἐφεξῆς. τὸν δὲ Ἱκετάονα ὄζον Ἄρηος λέγει Ὅμηρος, ὡς καὶ τὸν Πρίαμον εὐμελίην καὶ τὸν Νέστορα ἱππότην, οὐχʼ ὅτι νῦν, ἀλλʼ ὅτι πάλαι ποτὲ ἦσαν τοιοῦτοι. Ὅτι τοὺς ῥηθέντας Τρωϊκοὺς δημογέροντας, οὓς καὶ Τρώων λέγει ἡγήτορας, οἳ ἄνω τοῦ πύργου τῶν Σκαιῶν ἐκάθηντο πυλῶν, ἢ θέας χάριν ἢ διὰ ἑτοιμότητα συμβουλῆς, ἀπομάχους μέν φησι διὰ γῆρας, συμβούλους δὲ ἀγαθούς, λέγων οὕτω· δημογέροντες, «γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλʼ ἀγορηταὶ ἐσθλοί, τεττίγεσσιν ἐοικότες, οἵ τε καθʼ ὕλην δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσιν», ὅ ἐστι φωνὴν πέμπουσιν ἀνθηράν. ἄνθους γὰρ εἶδος τὸ λείριον, ὅθεν καὶ Ποδαλείριος κύριον, οἱονεὶ ἀνθηρόπους. καὶ Ὅμηρος μὲν παραβολικῶς ἐκ τῶν τεττίγων οὕτω τοὺς Τρωϊκοὺς ἐτίμησε ῥήτορας, οἱ δὲ ὕστερον εὐγενεῖς Ἀθηναῖοι πραγματικῶς τέττιξιν ἐσέμνυνον ἑαυτούς, τεττιγοφόροι ὄντες. τέττιγας γὰρ ἐφόρουν χρυσοῦς, ὡς καὶ Θουκυδίδης φησίν, εἰς σύμβολον τοῦ γηγενεῖς εἶναι. Δῆλον δέ, ὅτι οἱ τέττιγες ἄναιμοι καὶ ψυχροὶ τὴν κρᾶσιν, καθὰ καὶ οἱ γέροντες, καὶ ᾠδικοὶ δέ, καθὰ καὶ οἱ ῥηθέντες ἀγορηταί, καὶ ὅτι ἀφʼ ὑψηλοῦ ἠχοῦσι. τὰ γὰρ πολλὰ ἐπὶ κλάδων καὶ οὐκ ἀπὸ γῆς αὐτῆς ἐπιδείκνυνται τὰ τῆς ᾠδῆς. ἔνθα μεμνῆσθαι χρὴ καὶ συμβολικοῦ λόγου, ἐν ᾧ ἠπειλήσατό τις ποιήσειν τοὺς τέττιγας τοῖς ἐχθροῖς χαμόθεν ᾄδειν ἀντὶ τοῦ δενδροτομήσειν αὐτοῖς τὴν χώραν, ἵνα ἐξ ἀνάγκης οἱ τέττιγες ἀπὸ γῆς ᾄδωσι. φανερὸν δὲ καί, ὅτι ἄρρενες τέττιγες ᾄδουσιν, οἱ καὶ ἀχέται παρὰ Ἡσιόδῳ, ἄφωνοι δὲ τὸ τῶν θηλειῶν εἶδος, οἱ καὶ τηγονίαι. ὃ διδασκαλία εἴη ἂν σιγῆς κοσμούσης γυναῖκας, κατὰ τὸ «γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει». εἰς δὲ τὸ αὐτὸ συντελεῖ πρὸς ἄλλοις καὶ τὸ τῶν θηλειῶν ἀηδόνων ἀμελὲς καὶ ὁ φώς ἐκ τοῦ φῶ, τὸ λέγω. Ὅλη δὲ διόλου παρατετηρημένως ἡ παραβολὴ ἐνταῦθα εὐάρμοστός ἐστι τῷ πράγματι. ψυχροὶ γὰρ καὶ ᾠδικοὶ τέττιγες ἀφʼ ὕψους ἠχοῦντες παραβάλλονται ψυχροῖς καὶ λογίοις δημογέρουσιν ἐν ὑψηλῷ τῷ τείχει λαλοῦσι. Σημείωσαι δέ, ὅτι τὸν μὲν μέγιστον τέττιγα ἀχέταν καλοῦσιν οἱ παλαιοὶ κατὰ Παυσανίαν, κερκώπην δὲ τὸ ἐλάχιστον τεττίγιον, τὸ δʼ αὐτὸ καὶ καλαμαῖον, τὸ δὲ μετὰ τοῦτο τιτιγόνιον, ἴσως παρὰ τὸ τιτίζειν, περὶ οὗ προδεδήλωται. Σημείωσαι δέ, ὅτι ὤκνησεν Ὅμηρος πλατῦναι τὴν παραβολὴν τῶν τεττίγων διὰ τὸ μὴ πάνυ σεμνῶς αὐτὴν ἔχειν πρὸς ῥητορείαν λαμπράν. τί γὰρ ἡδὺ τέττιξ ἠχῶν; διὸ πρὸς μόνην συνέχειαν λαλιᾶς καὶ ῥοῖζον ἀδιεχῆ καὶ εὔροιαν ἤχου καὶ φωνῆς τορότητα εἴληπται ἡ ποιητικὴ παραβολή. ἡδύτης μέντοι λόγου παραβάλλεται ἐν τῷ «μέλιτος γλυκίω ῥέεν αὐδήν», ὡς εἶναι τὸν Ἑλληνικὸν ἐκεῖνον ῥήτορα, μελίρρυτον ἐν τῷ αὐδᾶν. οὕτω καὶ ὁ λέγων «ἔπεα νιφάδεσσιν ἐοικότα», διʼ εὐπορίαν καὶ πυκνότητα νοημάτων, ἤδη δὲ καὶ δεινότητα καὶ σαφήνειαν, παραβέβληται πρὸς νιφάδας, οὐ μὴν διὰ τὴν ἐν λόγῳ γλυκύτητα. εἷς οὖν παρʼ Ὁμήρῳ μελίγηρυς ῥήτωρ, ὁ Νέστωρ, οἱ δὲ λοιποὶ κατʼ ἄλλος ἄλλον τρόπον παραβάλλονται, οἷον οἱ βαρβαρικώτερον τοροὶ τέττιξι τοῖς τραχυφώνοις, οἱ λέγειν εὔποροι καὶ δεινοὶ καὶ σαφεῖς νιφάσιν, οἱ ὑψηλοὶ καὶ σεμνοὶ θεογραφίᾳ κατὰ τὸ «τοῦ δὲ θεὸς μορφὴν ἔπεσι στέφει». ἀηδὼν δὲ θαμὰ τρωπῶσα φωνὴν μονῳδικὴν παραβάλλει ῥητορικήν. οὕτω καὶ ὁ ῥήτωρ ἀναπτυσσόμενος ἐτυμολογικῶς ὕδατος παραβάλλεταί πως ῥεύματι. ἐκ τοῦ ῥέω γάρ, ὡς ῥύδην χέων αὐδήν. ὕλην δὲ τὸ ὀρεινὸν δάσος καὶ νῦν, ὡς καὶ πανταχοῦ, λέγει ὁ ποιητής. Τὸ δὲ δενδρέῳ πλεονασμόν τε ἔχει τοῦ ε καὶ πάθος πάσχει συνιζήσεως, ὡς τὸ «χρυσέῳ ἀνὰ σκήπτρῳ» παθὸν οὕτω καὶ αὐτὸ διὰ πλείω χασμῳδίαν καὶ σεμνότητα φωνῆς. ἐνεχώρει γὰρ ἄλλως εἰπεῖν δένδρῳ ἐφεζόμενοι, ὥσπερ καὶ τὸ «Πηληιάδεω Ἀχιλῆος» ἦν μὲν εἰπεῖν «Πηληϊάδου Ἀχιλῆος». οὐκ ἠθέλησε δέ, ὡς καὶ ἐκεῖ ἐρρέθη, ἀλλʼ ἔφρασε μᾶλλον σεμνότερον. ὅτι δὲ ὁ στίχος τὸ «δενδρέῳ ἐφεζόμενοι» προκέφαλός ἐστι, καθὰ καὶ τὸ «χρυσέῳ ἀνὰ σκήπτρῳ», ῥηθήσεται καὶ ἐν τοῖς ἑξῆς. Ἰστέον δέ, ὅτι ἐν τῷ Αἰλίου Διονυσίου Λεξικῷ φέρεται, ὅτι λέγεται οὐ μόνον δένδρον, ἀλλὰ καὶ δένδρεον καὶ δένδρος. φησὶ γοῦν, ὅτι δένδρον μᾶλλον ἢ δένδρος καὶ δένδρα μᾶλλον ἢ δένδρη, καὶ αἱ πτώσεις δένδρου καὶ δένδρῳ μᾶλλον ἢ δένδρει καὶ δένδρους. Ξενοφῶν δέ, φησίν, ἐκείνως μᾶλλον ὀνομάζει δένδρος καὶ δένδρει καὶ δένδρεσι καὶ δένδρη καὶ δένδρεα. Ὅμηρος δὲ ἔνθα μὲν δένδρεα λέγει, ἔνθα δέ «δενδρέῳ ἐφεζόμενοι». ὅτι δʼ ἐκ τοῦ δένδρου καὶ δενδρυάζειν, ὡς καὶ ἐν Ὀδυσσείᾳ γέγραπται, τὸ δρυσὶ σκέπεσθαι καὶ τὸ καθʼ ὕδατος δύεσθαι, τὰ ῥητορικὰ δηλοῦσι Λεξικά. ὁ δὲ ῥηθεὶς Διονύσιός φησι καί, ὅτι φωνήν τινα καλοῦσιν οἱ φωνασκοὶ δενδρυάζουσαν. Ἡγήτορες δὲ Τρώων οἱ δημογέροντες ἀντὶ τοῦ ἡγεμονικοὶ καὶ βασιλικοί, οὐ μὴν βασιλεῖς. ἢ καὶ ἄλλως, οἱ ποτε στρατηγοὶ ἐν νεότητι. προσέθηκε δὲ Ὅμηρος τοῦτο ὑψῶν τοὺς δημογέροντας, ἵνα μὴ δόξωσιν εὐτελεῖς διὰ τὴν ἐκ τοῦ δήμου παρωνυμίαν. ὁ γὰρ δῆμος εὐτέλειαν ἔστιν ὅτε δηλοῖ, ὡς τὸ «οὔ σε ἔοικε δῆμον ἐόντα», ἤγουν δημοτικὸν καὶ εὐτελῆ. ὁ δὲ μῦθος τῶν τεττίγων ἐγχώριος. καὶ γὰρ Τρωϊκὸς ἦν ὁ Τιθωνός, ὃν ὁ μῦθος μετέβαλεν εἰς τέττιγα. ἴσως δὲ καὶ ἐκεῖνος μυθεύεται παθεῖν οὕτως ὡς περὶ τὸ γῆρας λαλίστερος. Σημείωσαι δέ, ὅτι σεμνύνων τοὺς ᾠδικοὺς τέττιγας τὸν τερετισμὸν αὐτῶν ὡς ἔμμουσον ὄπα λειριόεσσαν ἔφη, ὥς που καὶ ταῖς Μούσαις ὄπα καλὴν εἶναί φησιν, ἀφʼ ἧς καὶ ἡ Καλλιόπη σύγκειται. Ὅτι ἡ τῶν δημογερόντων, ὡς ἐρρέθη, ἐν τῷ πύργῳ καθέδρα γίνεται μὲν κατά τι ἔθος, καθά που καὶ ἀλλαχοῦ φησιν ὁ ποιητὴς τῷ τείχει ἐφεστάναι ἄνδρας, οὓς ἔχε γῆρας, ἀλλʼ ἐκεῖ μὲν χάριν μόνον φυλακῆς, ἐνταῦθα δὲ τὸ πρᾶγμα τῷ ποιητῇ γίνεται χρήσιμον καὶ εἰς ἱστοριῶν ἐπεισόδιον, ὡς δειχθήσεται. γλιχομένῳ γὰρ τῷ Ὁμηρικῷ ἀκροατῇ, ὡς εἰκός, μαθεῖν, οἷοι μὲν οἱ τῶν Ἀχαιῶν βασιλεῖς, οἷοι δὲ καὶ τῶν ἀριστέων τινές, ἀποπλήσει τὴν ἐπιθυμίαν συμμέτρως ἅμα καὶ εὐμεθόδως ἐνταῦθα ὁ ποιητής. καὶ Πρίαμος μὲν πεύσεται τῆς Ἑλένης, οἷα γεγυμνωμένους ἄρτι τοὺς Ἕλληνας ὁρῶν καὶ μὴ ἔχων, καθὰ πρίν, ἐκ παρασήμων τινῶν γνωρίζειν αὐτούς, ὡς ὅπλων γυμνούς. ἡ δὲ ἀποκρινεῖται ὡς εὖ πάλαι εἰδυῖα καὶ λαλήσει πρὸς ἱστορίαν καὶ οὕτως ὁ φιλήκοος ἀκροατὴς μαθήσεται. λαλήσει δέ τι πρὸς ἱστορίαν καὶ αὐτὸς ὁ Πρίαμος παλαιά τινα διδάσκων. καὶ ὁ Ἀντήνωρ δὲ Τρωϊκά τινα ἐρεῖ. ὁ πλείων δὲ λόγος ὡς διδασκάλῳ τῇ καλῇ Ἑλένῃ ἀνακείσεται, ἵνα μὴ μόνον ἀέθλους πολεμικοὺς ἐμπάσσῃ τῇ προρρηθείσῃ κατʼ αὐτὴν μαρμαρέῃ δίπλακι, ἀλλὰ καὶ ἱστορίας ἐνθήσει τῷ καθʼ Ὅμηρον τούτῳ πτυκτῷ πίνακι. Ἰστέον δέ, ὅτι καλὴν εἶναι τὴν Ἑλένην καὶ ὁ τῶν δημογερόντων ἐνταῦθα λόγος βεβαιοῖ, ὧν ὁ μὲν μανιώδης ἔρως ἀπεπτερύξατο, ἡ δὲ διʼ ὀφθαλμῶν τοῦ κάλλους κρίσις παραμεμένηκεν. οἳ καὶ λέγουσιν, ὅτι «οὐ νέμεσις», ἤτοι οὐ νεμεσητὸν καὶ δικαίως μεμπτόν, «Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν· αἰνῶς ἀθανάτῃσι θεαῖς εἰς ὦπα ἔοικεν». ἦκα δέ, τουτέστιν ἡσύχως, πρὸς ἀλλήλους ἔπεα τοιαῦτʼ ἀγόρευον, διότι τε αἰσχύνην αὐτοῖς φέρει κάλλος τοιοῦτον θαυμάζειν ἐν ἡλικίᾳ ἐξώρῳ, οὓς ἔδει ἀφυβρίσαι ἤδη. καὶ ὅτι φιλαλήθης ἡ μὴ κατὰ πρόσωπον μαρτυρία. Δῆλον δέ, ὡς ἀπὸ τοῦ ἀκήν τὸ ἦκα γίνεται καθʼ ὁμοιότητα τοῦ ἀμφαδίην ἀμφαδά, κρύβδην κρύβδα, κύβδην κύβδα. Σκοπητέον δέ, εἰ μὴ ψεύδεται τὸ «οὐ νέμεσις». πῶς γὰρ οὐ νέμεσις περιέπεσθαι γυναῖκα, ἧς τὸ μὲν καλὸν εὐμορφία, τὸ δὲ κακὸν πανωλεθρία; ἢ ἁπλῶς μὲν οὐ νέμεσις περὶ τοιαύτης μάχεσθαι—περιμάχητα γὰρ τὰ καλά—πῇ δὲ νέμεσις, ἣν ὁ ἐπιγνοὺς ἐρεῖ ἂν κατὰ τοὺς δημογέροντας τὸ «οἰχέσθω, μή ποτε ἡμῖν πῆμα γένοιτο», ἵνα μὴ ἐξ ἰδίας ἀνοίας, ὃ δὴ λέγεται, τῆς τοῦ Πάριδος, κοινὸν κακὸν γένηται. Τοῦτο δὲ τὸ χωρίον, τὸ «οὐ νέμεσις» καὶ τὰ ἑξῆς, τρίγωνον ἔφασαν οἱ καὶ περὶ τοιαῦτα καταγινόμενοι. εἰ γάρ τις τρίγωνον καταγράψει πλευρὰς ποιήσας τοὺς τρεῖς τούτους στίχους, ἐξ οἵου ἂν ἀδιαφόρως ἄρξηταί τις στίχου, δυνατόν ἐστιν ἀκωλύτως καὶ τοὺς ἑξῆς δύο συνείρεσθαι καὶ τὴν αὐτὴν διάνοιαν σῴζεσθαι. καὶ ἀρχέτυπον τοῦτο γενέσθαι λέγουσι τοῦ τοιούτου ἔργου τοῖς ὕστερον Ἐπιγραμματοποιοῖς. Ἰστέον δέ, ὅτι τὸ ἦκα, ὅ ἐστιν ἡσύχως, φθέγγεσθαι τοὺς δημογέροντας ἀμφότερα φυλάσσει, καὶ τὸ τῆς Ἑλένης ἐγκώμιον καὶ τὸ τοῖς πρεσβυτέροις, ὡς εἴρηται, πρέπον. πταίουσιν οὖν κατὰ τοὺς παλαιοὺς οἱ μεταγράφοντες ὦκα. ἄλλως γὰρ καὶ βραδυλόγοι οἱ γέροντες. Κἀκεῖνο δὲ εἰδέναι οὐκ ἀχρεῖον, ὅτι τὸ «οὐ νέμεσις» εἰς παροιμίαν ἔπεσεν ἐπὶ τῶν ἐχόντων μέν τι, ὅπερ ἂν ἔχοι τις οὐκ ἐπαινεῖν, ὅμως δὲ ἄλλως φιλουμένων διά τι σεμνὸν λόγου ἄξιον. σοφὸς γοῦν τις οὐ πάνυ παλαιὸς διὰ μόνον αὐτὸ τοῦτο τὸ «οὐ νέμεσις» πολὺν πλοῦτον βασιλικὸν περιέθετο κατὰ καιρὸν λαλήσας αὐτὸ εἰς ἔπαινον βασιλίδος, ἐχούσης μέν τι μέμψεως, καλῆς δὲ ὅμως. Ἀριστοτέλης δὲ βούλεται ἡμῶν ἕκαστον ἐπιλέγειν τῇ ἡδονῇ τοιοῦτόν τι οἷον «οὐ νέμεσις ἀμφʼ ἡδονῇ πολλὰ πάσχειν, ἀλλὰ καὶ τοίη περ ἐοῦσα νεέσθω», ἢ οἰχέσθω, «μὴ ὀπίσω πῆμα ἡμῖν λίποιτο». Ἰστέον δὲ καί, ὅτι τὸ αἰνῶς ἀντὶ τοῦ λίαν μεταληπτικόν τί ἐστιν. αἰνῶς μὲν γὰρ καὶ δεινῶς ταὐτόσημά εἰσιν. ἔστι δέ ποτε δεινῶς καὶ τὸ λίαν. καὶ αἰνῶς ἄρα ἀντὶ τοῦ λίαν. Ἔτι ἰστέον καί, ὅτι τὸ «ἀθανάταις θεαῖς εἰς ὦπα ἔοικεν» ὡς ἀπὸ τῶν Ὁμηρικῶν λεγόμενον Μουσῶν ἀκουστέον. οὐ γὰρ αὐτὸς Ὅμηρος εἶδεν, οἷον ἔχουσιν εἶδος αἱ θεαί. ἢ καὶ τοιοῦτόν τι φαίνεται λέγειν, ὡς, ἐὰν θεαὶ εἰδοποιοῖντο, κατὰ τὴν Ἑλένην ἂν καὶ αὐταὶ εἶεν. καὶ τὸ μὲν Ὁμηρικὸν οὕτω σεμνὸν καὶ ὑψηλόν· σαφέστερον δὲ καὶ ἀνθρωπικώτερον τὸ τῆς Ἑλένης ἔδειξε κάλλος ὁ εἰπὼν τραγικός· «ἣν καλλίστην χρυσοφαὴς ἥλιος αὐγάζει». Ὦπα δὲ οὐ μόνους ἂν λέγοι τοὺς ὀφθαλμούς, ἀλλὰ τὴν ὅλην πρόσοψιν, ἥτις καὶ αὐτὴ ἀπὸ τῆς ὄψεως λέγεται, καθὰ καὶ τὸ μέτωπον καὶ τὸ πρόσωπον. ὅτι δὲ τὸ πᾶν τοῦ κάλλους οἱ ὀφθαλμοί εἰσι, δηλοῖ καὶ ὁ εἰπών, ὅτι διὰ καλῶν ὀμμάτων αἴσχιστα Τροίαν εἷλε τὴν εὐδαίμονα. ἴσως δὲ τὸ «εἰς ὦπα» οὐδὲ μόνον τὸ πρόσωπον ἐνταῦθα δηλοῖ, ἀλλὰ τὴν ὅλην φυὴν τοῦ σώματος ἐκ τοῦ προσώπου φυσιογνωμονῶν. Σημείωσαι δέ, ὅτι διαφωνίας πολλῆς γενομένης τοῖς παλαιοῖς ἐπὶ τοῖς κατὰ τὴν Ἑλένην, Ὅμηρος μὲν καὶ οἱ συμφωνοῦντες αὐτῷ ἱστοροῦσι περὶ αὐτῆς, ὅσα οἴδαμεν, ἕτεροι δὲ οὐ τὴν Ἑλένην αὐτήν, εἴδωλον δὲ αὐτῆς εἰς Τροίαν ἀχθῆναι φάμενοι ὡς ἐν σκιαμαχίᾳ τὰ Τρωϊκὰ φαντάζονται. τούτων εἷς ὢν καὶ Ἡρόδοτος ἀρέσκεται μὴ εἶναι τὴν Ἑλένην ἐν Τροίᾳ. οὐ γὰρ οὕτω, φησί, φρενοβλαβεῖς οἱ Ἰλιεῖς ὥστε περὶ τῶν πάντων κινδυνεύοντες μὴ ἀποδοῦναι τὴν Ἑλένην ἢ ἑκόντος Ἀλεξάνδρου ἢ ἄκοντος. ἀρέσκεται δὲ καὶ Εὐριπίδῃ οὕτως ἱστορεῖν, ὡς τὸ κατʼ αὐτὸν δρᾶμα ἡ Ἑλένη δηλοῖ. Ὅρα δὲ καί, ὡς ἐνταῦθα δοκεῖ ἐφερμηνεύειν ὁ ποιητής, ὅπως ὁ γέρων, οἷς μέτεστιν, ἅμα πρόσω καὶ ὀπίσω βλέπει, ὅπως ἄριστα γένηται. οἱ γοῦν γέροντες ἐνταῦθα ἐπαινοῦσι μὲν τὸ πρόσω, ἤγουν τὸ παρὸν καλόν, τὴν Ἑλένην, δεδιότες δὲ περὶ τῶν ὀπίσω, ἤγουν περὶ τῷ μέλλοντι, φασίν· «ἀλλὰ καὶ ὣς τοίη περ ἐοῦσα ἐν νηυσὶ νεέσθω, μηδʼ ἡμῖν τεκέεσσί τε ὀπίσσω πῆμα λίπηται». καὶ ὅρα, ὡς οἴδασι μέν, οἷα πείσονται, οὐδὲν δὲ ὅμως δρῶσι πρὸς ἐξάλυξιν. ἐπεῖχε γὰρ αὐτοὺς οὐχʼ οὕτω τὸ κάλλος τῆς Ἑλένης, ὅσον τὸ χρεών, ἤτοι τὸ μοιρίδιον. εἰ δὲ τοὺς γέροντας οὕτω τὸ κάλλος τῆς Ἑλένης διατίθεται, τί ἄρα περὶ τῶν νεωτέρων οἰητέον, οἳ φέρουσι κινδυνεύοντες διʼ αὐτήν; Ὅτι τὸ «Πρίαμος Ἑλένην ἐκαλέσσατο φωνῇ» πρὸς διαστολὴν ὁ ποιητὴς λέγει τῆς διὰ νεύματος κλήσεως ἢ διʼ ἀγγέλου ἢ χειρῶν. ὅρα δὲ τὸ ἐκαλέσσατο παθητικῶς λεχθέν, ᾧ ἀκόλουθον τὸ προσκαλεσάμενος. παρὰ δὲ τοῖς ὕστερον Ἀττικοῖς δικαστικὴ λέξις τὸ τοιοῦτον, ὡς δηλοῖ καὶ τὸ «καλοῦμαι Στρεψιάδην». Ὅτι πρὸς γνησίαν νεότητα οἰκεῖον λαληθῆναι ἀπὸ γέροντος τὸ «δεῦρο πάροιθʼ ἐλθοῦσα», ἢ ἐλθών, «φίλον τέκος, ἵζευ ἐμεῖο». ἐνταῦθα δὲ ὅρα, ὅτι ὁ πρὸ μικροῦ εἰπών, ὡς ἐν νηυσὶ νεέσθω ἡ Ἑλένη, οὕτω συντόμως μεταβαλὼν φιλιοῦται αὐτῇ, ὥστε καὶ προσκαλεῖται καὶ φίλον τέκος ὀνομάζει καὶ πάροιθεν ἑαυτοῦ καθίζει. οὕτω ἐφελκυστικάς τινας εἶχεν ἐκείνη πόθου ἴυγγας. τὸ δέ «δεῦρο» νῦν μὲν τὸ ἐλθέ δηλοῖ, ἀλλαχοῦ δέ ποτε τὸ ἐνθάδε, ὡς καὶ Αἴλιος Διονύσιός φησιν. Ὅτι οὐ μόνον αἴτιος παρʼ Ὁμήρῳ ἁπλῶς δίχα συντάξεως ὁ αἰτιατέος ἤτοι μεμπτέος κατὰ τὸ «ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν», ἀλλὰ καὶ κατὰ σύνταξιν κοινότερον ὁ πρόξενος τοῦδέ τινος, ἀγαθοῦ ἢ φαύλου. διὸ ἐνταῦθα τὸ «οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν», ἀμφοτέρως νοεῖται, ὅτι τε οὐ σὲ μέμφομαι ἀλλὰ τοὺς θεοὺς καὶ ὅτι οὐ σύ μοι αἰτία εἶ πολέμου, ἀλλὰ θεοὶ αἴτιοί εἰσι πολέμου. Ὅτι δὲ λείπει τὸ πολέμου, δηλοῖ Ὅμηρος ἐπαγαγὼν τὸ «οἵ μοι ἐπήγαγον πόλεμον». διὸ αὐτοὶ τούτου αἴτιοι. ἐνταῦθα δὲ ὅρα καί, ὅτι, ὥσπερ καθίζω αὐτοπαθῶς ἀντὶ τοῦ κάθημαι καὶ ἀλλοπαθῶς ἀντὶ τοῦ καθίζω ἄλλον, οὕτω καὶ ἐφορμῶ οὐ μόνον ἐγὼ κατά τινος, ἀλλὰ καὶ ἕτερον κατʼ ἄλλου, ὡς δηλοῖ τὸ «οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν», ὃ ταὐτόν ἐστι τῷ ἀρίδακρυν, ὅπερ ἐντεῦθεν ἡ παροιμία ὑπηγάγετο εἰποῦσα τὸ «ἀγαθοὶ δʼ ἀριδάκρυες ἄνδρες». δῆλον δέ, ὡς τὸ μὲν πρᾶγμα πολύδακρυν ἔχει τὸν πολλῶν δακρύων αἴτιον, ἡ δὲ γραφικὴ τέχνη δακρυόεντα προφέρει αὐτὸν συμβολικῶς καὶ σκυθρωπόν, ὥσπερ καὶ αἵμασι πεφυρμένον καὶ ἰδεῖν ἄγριον. Ὅτι πολλαχοῦ ὁ ποιητὴς ἐπὶ τῶν καθʼ αἷμα συγγενῶν τὸ φίλος τιθεὶς ἐξ αὐτῶν μεταφέρει καὶ εἰς ἄλλας οἰκειότητας. καὶ ἐνταῦθα οὖν ἐν τῷ «ὄφρα ἴδῃς πρότερόν τε πόσιν, πηούς τε φίλους τε», πηοὺς μὲν δοκεῖ λέγειν τοὺς ἐξ ἀγχιστείας οἰκείους, φίλους δὲ τοὺς ἀφʼ αἵματος. Τὸ δὲ ἴδῃς γράφεται καὶ ἴδῃ μετὰ προσγεγραμμένου τοῦ ι, ὡς ἀπὸ κράσεως τοῦ ἴδηαι, οὗ πρῶτον μὲν τὸ ἴδωμαι, δεύτερον δὲ τὸ ἴδηαι, οὗ χρήσεις πολλαί. Ὅτι τῇ μὲν κεφαλῇ κατὰ τὸν τοῦ Πριάμου λόγον καὶ μείζονες ἄλλοι τοῦ Ἀγαμέμνονος ἦσαν, ὃν πρὸ τούτου Διῒ ἴκελον τὴν κεφαλὴν Ὅμηρος ἔλεγεν ἤτοι ἡγεμονικόν. «καλὸν δέ», φησίν, «οὕτω ἐγὼν οὔπω ἴδον ὀφθαλμοῖς οὐδʼ οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε». καὶ σημείωσαι, ὅτι πρὸ τούτου ἐκπρεπέα τὸν Ἀγαμέμνονα εἶπεν, οὐχʼ ὡς πλατύτατον ἢ ὑπερηρμένον τῷ μεγέθει, ἀλλʼ ὡς γεραρόν. τῇ μὲν γὰρ κεφαλῇ καὶ ἄλλοι μείζονες, Ὀδυσσεὺς δὲ ἐν τοῖς ἑξῆς τὴν μὲν κεφαλὴν μείων αὐτοῦ, εὐρύτερος δὲ ὤμοις καὶ στέρνοις ἰδέσθαι. οὔκουν ὁ Ἀγαμέμνων πεπλάτυνται ἢ ὑπερῆρται εἰς μέγεθος, εἴγε καὶ ἄλλοι τήν τε κεφαλὴν καὶ τοὺς ὤμους καὶ τὰ στέρνα πλείονος λόγου ἔχουσιν ἄξια. γεραρὸς μέντοι ὑπὲρ τοὺς ἄλλους εἶναι δοκεῖ. οὐ γὰρ μέγεθος οὐδὲ ὤμων καὶ στέρνων εὐρύτης μόνη χαρακτηρίζει τὸν γεραρόν, ἀλλὰ καὶ ἄλλον τρόπον κατὰ τὸν τραγικόν «εἶδος ἄξιον τυραννίδος», ὅ ἐστι καλόν. Καὶ οὕτω μὲν ὁ Πρίαμος, ὃς καὶ πελώριον ἄνδρα τὸν Ἀγαμέμνονα λέγει ἠΰν τε μέγαν τε εἰπών· «ὥς μοι καὶ τόνδʼ ἄνδρα πελώριον ἐξονομήνῃς, ὅς τις ὅδʼ ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε». ἃ δὴ ἔπαινός ἐστιν ἐπιφανοῦς ἀνδρὸς καὶ βασιλικοῦ κατὰ τὸν Ὁμηρικὸν χαρακτῆρα. Ἔστι δὲ ἠῢς ἢ ὁ ἀγαθὸς κατά τινας ἀπὸ τοῦ εὖ κατὰ διάλυσιν καὶ ἔκτασιν τοῦ ε, ἢ ὁ πλατύς, ὡς ἕτεροί φασιν. Ἑλένη δὲ ἄλλως αὐτὸν ἐπαινοῦσά φησιν· «ἀμφότερον βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής». βασιλικὸς δὲ τοῦτο ἔπαινος. τὸ γάρ τοι πελώριος καὶ καλός καὶ γεραρός καὶ ἑτέροις προσώποις εἰς ἐγκώμιον ἐπιπρέπουσιν. ἔστι δὲ τὸ μὲν καλός ταὐτὸν τῷ εὐειδής, γεραρός δὲ ὁ ἐκ μόνης θέας τὸ τίμιον ἔχων. μετʼ ὀλίγα δὲ καὶ τῷ Ὀδυσσεῖ προσιστορεῖ τὸν τοιοῦτον ἔπαινον λέγων, ὅτι καθήμενος γεραρώτερος ἦν Μενελάου, μείζονος ὄντος ἄλλως καὶ ὑπερηρμένου ἐν τῷ ἵστασθαι. Ὅτι ἐν τῷ «αἰδοῖός τέ μοί ἐσσι, φίλε ἑκυρέ, δεινός τε» αἰδῶ καὶ φόβον ἑαυτῇ πρὸς Πρίαμον ἡ Ἑλένη ἐπιμαρτύρεται, διʼ ὧν ἡ τῶν ἐλαττόνων πρὸς τοὺς ὑπερέχοντας σχέσις συνέχεται. ἡ γὰρ ὑπερβάλλουσα τιμὴ ἐν αἰδοῖ κεῖται καὶ φόβῳ, καὶ ταῦτά ἐστιν, ἃ σῴζει τὴν Ἑλένην ἐν Τροίᾳ. καλῶς γὰρ ἔφη ὁ εἰπών, ὅτι «δέος ᾧ πρόσεστιν αἰσχύνη θʼ ὁμοῦ, σωτηρίαν ἔχοντα τόνδʼ ἐπίστασο». Ἰστέον δέ, ὅτι αἰδοῖος μὲν ὁ ἐφελκόμενος τὴν ἐξ ἑτέρων αἰδῶ καὶ ἄξιος αἰδοῦς, αἰδήμων δὲ ὁ ἄλλους αἰδούμενος, αἰδύλος μέντοι παρὰ τοῖς ὕστερον ἀντιφραστικῶς ὁ θρασύς. καὶ ὅτι καὶ ὁ αἰδήμων αἰδοῖος ἐν Ὀδυσσείᾳ κεῖται, ὥστε διχῶς ὁ αἰδοῖος, ὁ αἰδοῦς τε ἄξιος, ὅθεν καὶ αἰδοίη ταμίη, καὶ ὁ αἰδούμενος, ὡς τὸ «κακὸν δʼ αἰδοῖος ἀλήτης». καὶ ὅτι αἰδεῖται μὲν ἡ αἰδήμων Ἑλένη ὡς μὴ τῷ κουριδίῳ ἀνδρί συνοῦσα, δέδιε δὲ ὡς ὑπὸ τῶν ἄλλων μισουμένη, καθὰ ἐν τῇ ωʹ ῥαψῳδίᾳ δηλοῦται. Διπαθὴς δὲ λαγαροειδῶς ὁ ῥηθεὶς στίχος περὶ τὸ μέσον ἐν τῷ «φίλε ἑκυρέ». δυσὶ γὰρ ποσὶ σκάζει, ὧν ὁ μὲν ψευδοδάκτυλος, ὁ δὲ σπονδεῖος βίαιος. ἡ γὰρ λε συλλαβὴ ὡς μακρὰ λαμβανομένη διά τε τὴν προκειμένην ὀξεῖαν καὶ τὸ καταπεραιοῦν στιγμικῶς καὶ διὰ τὴν ἐπιφερομένην δασεῖαν δάκτυλον ἀπαρτίζει μετὰ τῶν ὑπʼ αὐτὴν δύο συλλαβῶν, ἡ δὲ ἐφεξῆς ρε συλλαβὴ ὁμοίως ἐκτεινομένη τριχῇ λόγῳ κοινῆς συλλαβῆς διὰ τὸ ὀξέως τονοῦσθαι καὶ διὰ τὸ πέρας εἶναι λέξεως καὶ διὰ τὸ προκεῖσθαι τοῦ δέλτα, δυναμένου καὶ αὐτοῦ τεχνικῶς ἐκτείνειν διὰ τὸ πεφυκέναι διπλασιάζεσθαι, σπονδεῖον ἀποτελεῖ. καὶ οὕτως ἡ τοῦ μέτρου ποδικὴ ἐκθεραπεύεται χώλανσις. Περὶ δὲ τοῦ ἑκυρός, ὅ ἐστι πενθερός, ἑτέρωθι δηλοῦται, ὅπου καὶ περὶ ἑτέρων συγγενικῶν λέξεων. ὅτι δὲ καὶ συστέλλει τὴν παραλήγουσαν καὶ ὁ ἑκυρὸς καὶ τὸ αὐτοῦ θηλυκόν, δηλοῖ Ὅμηρος ἐν τῷ «ἢ ἑκυρή· ἑκυρὸς δὲ πατὴρ ὡς ἤπιος». Ὅτι μεταμελομένη Ἑλένη ἐν ἐπηκόῳ Πριάμου ἐπὶ τῇ κατʼ αὐτὴν ἁρπαγῇ φησιν· «ὡς ὄφελεν θάνατός μοι ἀδεῖν κακός, ὁππότε δεῦρο υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα» καὶ ἑξῆς. λυπεῖ γὰρ αὐτὴν τὸ θάλαμον λιπεῖν καὶ ἀδελφοὺς παῖδά τε, φησί, τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν, ἤτοι τὴν ἡλικιῶτιν χορείαν ἢ νεολαίαν ἢ τὴν ὁμοίαν ἡλικίην. εἶτα ὡς ἤδη κατευξαμένη ἑαυτῆς ἐπιφέρει, ὅπερ καὶ ἄλλος τις ἐκπεσὼν τῆς ἐλπίδος ἐρεῖ· «ἀλλὰ τά γʼ οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα». ὥστε πάνυ ἐγὼ δυστυχής, ἐὰν κλαίω, διότι ζῶ. καὶ νῦν μὲν ἡ Ἑλένη τοιαῦτα, προϊοῦσα δὲ καὶ κυνώπιδα καὶ κύνα ἑαυτὴν ἐρεῖ καὶ ἄλλα τινὰ λοίδορα, τρέψασα καθʼ ἑαυτῆς τὸ κατὰ τὸν Ἀριστοτέλην ταῖς γυναιξὶ φύσει προσὸν φιλολοίδορον καὶ μεμψίμοιρον. ὅλως δὲ ἐπεὶ φιλέλλην ὁ ποιητὴς ὢν ὅμως οὐκ ἔχει ἐπικρύψαι τὸ μέγα τῆς Ἑλένης κακόν, τὴν ἑκούσιον ἁρπαγήν, μεταμελομένην πολλαχοῦ ποιεῖ αὐτὴν καὶ τοιαῦτα λέγουσαν καὶ πράττουσαν, ἀφʼ ὧν ἂν τοῦ αἴσχους τὸ πολὺ ἀπαλείψειεν. Ἰστέον δέ, ὅτι τὸ «ὄφελε θάνατος μοι ἀδεῖν» ἀμφιβολίας ἐστὶ σχῆμα κρύπτον διττὴν ἔννοιαν· ἢ γὰρ ὅτι ὤφειλεν ἡδυνθῆναί μοι ὁ θάνατος καὶ κατὰ φύσιν ἀναλαβέσθαι καὶ ἀπαγαγεῖν με, ἢ ὅτι ὤφελεν ἀρεστὸς καὶ ἡδύς μοι δόξαι ὁ θάνατος, ὡς ἂν αὐτόχειρ ἐμαυτὴν τοῦ βίου ἐξήγαγον. Ἰστέον δέ, ὅτι ἐκ τοῦ ἥδω, τὸ εὐφραίνω, δεύτερος μέλλων ἐνεργητικὸς ἁδῶ, οὗ Ἰωνικῶς καὶ Αἰολικῶς, ἤδη δὲ καὶ Δωρικῶς, ψιλωθέντος καὶ ἀνελθόντος εἰς ἀρχικὸν θέμα γίνεται ἀπʼ αὐτοῦ τὸ ἀδεῖν. Κακὸς δὲ θάνατος ἢ ὁ τοῖς πλείοισι τοιοῦτος καὶ διʼ αὐτὸ καὶ φευκτὸς ἢ καὶ πρὸς διαστολὴν καλῶν θανάτων, ὁποίους πολλαὶ ἱστορίαι οἴδασι. Γνωτοὶ δὲ οἱ ἀδελφοὶ δίχα τοῦ σ καλῶς. οὕτω γὰρ καὶ ἀλλόγνωτοι λέγονταί τινες καὶ πολύγνωτοι, καθʼ ὁμοιότητα δὲ καὶ τὸ «γνωτὰ κοὐκ ἄγνωτά μοι», τὸ τραγικόν. τὸ γὰρ μετὰ τοῦ σ λέγειν γνωστούς καὶ τὰ κατʼ αὐτὸ οὐκ ἀπὸ τοῦ γνῶ γνώσω γίνεται ἀπαθῶς, ἀλλὰ ἐπένθεσιν ἔχει τοῦ σ, ἢ καὶ ἀπὸ ἐνεστώτων ἀρρήτων δοκεῖ γίνεσθαι, τοῦ γνώθω ἢ γνώζω, οὓς οὐδὲ ἤκουσέ τις. ἀναλογώτερον οὖν τὸ γνωτούς καὶ τὰ κατʼ αὐτὸ τοῦ γνωστούς καὶ τῶν ὁμοίων αὐτῷ. χρήσιμον δὲ ὧδε καὶ τὸ ἄσωτος καὶ τὸ θαυματά, ἤγουν θαυμαστά, παρὰ Πινδάρῳ. Ἰστέον δέ, ὅτι Ὁμήρῳ μὲν δοκεῖ Ἑρμιόνην μόνην εἶναι παῖδα τῇ Ἑλένῃ—τοῦτο γὰρ δηλοῖ τὸ τηλυγέτην, ὡς ἀλλαχοῦ σαφέστερον δείκνυται—, ἕτεροι δὲ καὶ υἱοὺς αὐτῇ καὶ Μενελάῳ γεννῶσι Νικόστρατον καὶ Αἰθιόλαν, οὓς καὶ παρὰ Λακεδαιμονίοις τιμᾶσθαί φασι, ἄλλοι δὲ Δίαιθον καὶ Μαράφιον, ἀφʼ οὗ γένος φασὶ τὸ τῶν Μαραφίων ἐν Πέρσαις. Σημείωσαι δέ, ὅτι θαλάμου μὲν καὶ ἀδελφῶν ἐμνήσθη καὶ θυγατρὸς καὶ ὁμηλίκων ἡ Ἑλένη, τοῦ δὲ ἀνδρὸς οὐκέτι, καὶ ταῦτα φίλανδρος οὖσα, ὡς πολλαχοῦ φαίνεται. αἴτιον δὲ νῦν τῆς τοῦ ἀνδρὸς ἀμνηστίας ὅτι δέδιεν, ὡς ἐμφαίνει καὶ ἐν τῷ δεινὸν καλέσαι τὸν Πρίαμον. διὸ καὶ οἷον κολακεύει τὸν γέροντα σιγῶσα τὸν ἄνδρα Μενέλαον, ἵνα δόξῃ φιλεῖν τὸν Ἀλέξανδρον. ἀναπληρώσει δέ γε τὸ αὐτῆς ἔλλειμμα ὁ Ἀντήνωρ μνησθεὶς αὐτοῦ ὡς ἐκ παρόδου ἐν τοῖς ἑξῆς, ἵνα μηδὲ τὰ κατὰ τὸν Μενέλαον μείνῃ ἀνιστόρητα. Ὅτι ὁ ἀποτυχών, ὧν ἤθελεν, ἐρεῖ ἂν τὸ «ἀλλὰ τά γʼ οὐκ ἐγένοντο· τό», ἤγουν διό, «καὶ κλαίουσα», ἢ κλαίων, «τέτηκα», ἤγουν ἐτάκην, οὗ χρῆσις καὶ παρὰ τῷ Κωμικῷ. Ἐρωτήσεως δὲ ἀπόδοσις τὸ «τοῦτο δέ τοι ἐρέω, ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς». Ὅτι Πρίαμος μὲν τὸν Ἀγαμέμνονα ἐκ τῶν σωματικῶν ἐχαρακτήρισε καὶ πλατύτερον ὡς ῥήτωρ ἐλάλησεν, Ἑλένη δὲ καὶ ἐκ ψυχῆς καὶ σώματος τὸν ἔπαινον συνείρουσά φησιν· «οὗτός γʼ Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων, ἀμφότερον βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής». τὸ δὲ ἀμφότερον σχῆμά ἐστι φιλούμενον καὶ αὐτὸ τῷ ποιητῇ. ἐν πολλοῖς γοῦν κεῖται, οἷον καὶ τὸ «ἀμφότερον ἀγλαΐη τε καὶ ὄνειαρ», ἀντὶ τοῦ δύο ταῦτα, τόδε καὶ τόδε. τὸ δέ «κρατερὸς αἰχμητής» ἀνδρεῖον ὑπογράφει τὸν βασιλέα. οὐ γὰρ ἁπλῶς αἰχμητής, ἀλλὰ καὶ κρατερός. ἐν ἁπλότητι δὲ λεγόμενον τὸ κρατερός σφοδρότητα δηλοῖ, οἷον· «ἀπηνέα τε κρατερόν τε». τὸ δὲ βασιλεύς ἀγαθός πέλαγος ἐγκωμίων ὑπανοίγει τῷ σκεπτομένῳ καλῶς. Πρίαμος δὲ τὸ εὐρυκρείων μεταχειρισάμενος, ὃ δηλοῖ τὸ πολλῶν ἄρχων, ἔπαινον τοῦ Ἀγαμέμνονος ἐντεῦθεν πορίσεται εἰπὼν μετʼ ὀλίγα οὐ μόνον, ὡς πολλοὶ αὐτῷ δέδμηνται κοῦροι Ἀχαιῶν, ἀλλὰ καὶ ὡς πλείστους μέν ποτε εἶδεν αὐτὸς ὑπὸ τοῖς Φρυγίοις βασιλεῦσι λαοὺς διὰ τὸ καὶ ἐκείνους κρείοντας εἶναι, μὴ τόσους δέ, ὅσοι εἰσὶν ὑπὸ τῷ Ἀγαμέμνονι, ὃς καὶ εἴη ἂν διὰ τοῦτο εὐρυκρείων. οὕτω πλατὺς μὲν τὴν ῥητορείαν ὁ Πρίαμος, ἐπίτομος δὲ καὶ καιρία ἡ Λάκαινα. τὸ δὲ κρείων ἁπλοῦν εὕρηται καὶ κρέων παρʼ Εὐριπίδῃ, ὅθεν καὶ τὰ κύρια ὁ Κρέων καὶ ὁ Ἀνακρέων. Ἰστέον δέ, ὅτι ἐκ τοῦ «δέδμηνταί σοι κοῦροι» ζευξίλεως εὕρηται παρὰ τοῖς μεθʼ Ὅμηρον ὁ βασιλεύς, ᾧ ὑπέζευκται λεώς, ταὐτὸν δʼ εἰπεῖν «δεδμήαται κοῦροι». Ὅτι συγγενικὴ λέξις τὸ δαήρ, δηλοῖ δὲ τὸν τοῦ ἀνδρὸς ἀδελφόν, οὗ γάλως τὸ θηλυκόν, ὡς προγέγραπται. ἐνταῦθα δὲ σημείωσαι τὸ «δαὴρ αὖτʼ ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτʼ ἔην γε», ἤγουν ἐμοῦ τῆς ἀναιδοῦς. καινοπρεπὴς οὖν ἡ σύνταξις ληφθείσης τῆς ἐμός κτητικῆς ἀντωνυμίας ἀντὶ πρωτοτύπου τῆς ἐμοῦ γενικῆς. Τὸ δέ «εἴ ποτʼ ἔην γε» πραΰνει τὸν ἐπὶ τῇ μνείᾳ τοῦ ἀνδρὸς λυπούμενον ἴσως κατʼ αὐτῆς, οἱονεὶ λέγουσα, ὡς οὐ νῦν ἐστιν, ἀλλά ποτε ἦν. κεῖται δὲ τοῦτο καὶ μετὰ ταῦτα ἐν τῷ «ὡς ἐόν, εἴ ποτʼ ἔην γε». ὅρα δὲ καί, ὡς, εἰ καὶ μὴ ῥητῶς ἐμνήσθη τοῦ ἀνδρὸς ἡ Ἑλένη, ὡς προείρηται, ἀλλὰ τὴν ἐπʼ ἐκείνῳ λύπην ἐμφαίνει καὶ νῦν ἄλλως, οὐ μόνον διὰ τοῦ κυνώπιδα ἑαυτὴν ὁμολογεῖν ἤτοι ἀναιδῆ, ὡς ἀναιδευσαμένην τὸ ἁρπαγῆναι, ἀλλὰ καὶ διὰ τὸ εἰπεῖν, ὅτι δαήρ μοι ἦν ὁ Ἀγαμέμνων, εἴ ποτε ἦν. τοῦτο δὲ ὡς νῦν αὐτῇ ἄλλων ὄντων δαέρων. Ὅτι γλυκέως ὑπὸ Πριάμου τῷ βασιλεῖ προσφωνηθὲν τὸ «ὦ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλβιόδαιμον» ἐπαινεῖται διὰ τὸ τὰς ἐν αὐτῷ λέξεις κατά τινα πρόοδον εὔτακτον ἀρξαμένας ἀπὸ μονοσυλλαβίας προσαύξεσθαι συλλαβικῶς κλιμακηδὸν κατὰ προσθήκην ἀνάλογον τῇ ἀνόδῳ τοῦ φυσικοῦ χύματος τοῦ ἀριθμοῦ. μονοσύλλαβον μὲν γὰρ τὸ ὦ, δισύλλαβον δὲ τὸ μάκαρ, τριῶν δὲ συλλαβῶν τὸ Ἀτρείδη καὶ ἑξῆς ἕως πεντασυλλαβίας. ἔοικε δὲ Ὅμηρος τοιοῦτόν τι τεχνάσασθαι, εἰ καὶ κολοβόν, καὶ ἐν τῷ τοῦ Ἀλεξάνδρου σκώμματι τῷ «Δύσπαρι, γυναιμανές, ἠπεροπευτά». ἐνταῦθα γὰρ ἡ μὲν κατάρχουσα τῶν λέξεων τρισύλλαβος, ἡ δὲ μετʼ αὐτὴν τετρασύλλαβος, πεντασύλλαβος δὲ ἡ ὑστέρα. καὶ μὴν καὶ τὸ «τοξότα, κέρʼ ἀγλαέ, παρθενοπῖπα» τοιοῦτόν τί ἐστι. Σημείωσαι δέ, ὅπως εὐμεθόδως ὁ ποιητὴς διαφόροις τόποις ἐνέσπειρε τοὺς τοῦ Ἀγαμέμνονος ἐπαίνους καὶ ὡς ὁ πολέμιος βασιλεὺς ἐγκωμιάζει τὸν ἀγαθὸν Ἀγαμέμνονα οὐκ ἔχων κρύπτειν τὸ ἀληθές. ἅμα δὲ καὶ φιλοῦσιν ὡς τὰ πολλὰ οἱ χρονίαν πολιορκίαν παθόντες ἀποσεμνύνειν τοὺς ἐχθρούς, ἵνα μὴ δόξωσιν οὐδένες αὐτοὶ εἶναι ὡς ἀχρείων πολεμίων μὴ περιγινόμενοι. Εἰσὶ δὲ τὰ σποράδην βασιλικὰ ἐγκώμια τὸ ἐκπρεπέα ἐν πολλοῖς καὶ ἔξοχον ἡρώεσσι, τὸ ἄνδρα πελώριον, τὸ ἠΰς τε μέγας τε, τὸ γεραρός, τὸ βασιλεῖ ἀνδρὶ ἐοικώς, τὸ ἀμφότερον βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής, τὸ μάκαρ, μοιρηγενές, ὀλβιόδαιμον, τὸ πολλοὺς αὐτῷ δεδμῆσθαι κούρους Ἀχαιῶν. ὁ δὲ Πρίαμος τεχνικῶς καὶ συγκρινεῖ τὸν τοῦ Ἀγαμέμνονος λαὸν πρὸς ἕτερον στρατὸν ἐνδόξων βασιλέων ἱστορίαν παλαιὰν κατὰ τὸν Ἑλληνικὸν ῥήτορα Νέστορα παραπλέκων τοῖς λόγοις αὐτοῦ ἐνδεικνυμένου τοῦ ποιητοῦ πολυτρόπως καὶ εὐμεθόδως τήν τε ἐν λόγοις ποικιλίαν τήν τε πολυμάθειαν. Ὅτι δὲ θαυμάσας ὁ Πρίαμος ἔφη τὸ «ὦ μάκαρ» καὶ ἑξῆς, δηλοῖ Ὅμηρος εἰπών· «τὸν δʼ ὁ γέρων ἠγάσσατο», τουτέστιν ἐξεπλάγη, «φώνησέν τε· ὦ μάκαρ» καὶ τὸ ἐφεξῆς. Ὅρα δὲ καί, ὅτι νῦν μὲν τὸ μοῖρα ἐπʼ ἀγαθοῦ εἴληπται ἐν τῷ μοιρηγενές. —δηλοῖ γὰρ τὸν ἐν εὐμοιρίᾳ γεννηθέντα καί, ὡς ἐφεξῆς δηλοῖ, τὸν ὀλβιοδαίμονα—ὅτε δὲ εἴπῃ «ἡμῶν ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται» οὐκ εὔφημόν τι ἡ μοῖρα δηλοῖ. Τὸ δὲ ὀλβιόδαιμον παρῳδηθὲν ὕστερόν ποτε τὸν ὀλβιογάστορα καὶ τὸν κοιλιοδαίμονα προέφηνεν, ὧν τοῦ μὲν χρῆσις παρὰ τῷ Δειπνοσοφιστῇ ἐν τῷ «Εὐρύβατε κνισσολοιχέ, οὐκ ἔσθʼ ὅπως οὐκ ὀλβιογάστωρ εἶ σύ». τοῦ δὲ ἐν τῷ «γάστρων καὶ κοιλιόδαιμον, οὐδὲν ἄλλο σὺ οἶσθα, οὐ λόγους διεξοδικοὺς εἰπεῖν, οὐχʼ ἱστορίας μνησθῆναι». Ἔτι ἰστέον καί, ὅτι τὸ ὀλβιόδαιμον προπαροξύνεται κανόνι τοιούτῳ· τὰ εἰς ων βαρύτονα μακρᾷ παραληγόμενα ἔχοντα κλητικὴν εἰς ον προπερισπῶνται ἁπλᾶ ὄντα, οἷον· ὦ Μαχᾶον, ὦ Ἀρετᾶον, ὦ Ἱκετᾶον. σύνθετα δὲ ὄντα ἀναδίδωσι τὸν τόνον, κυλλοπόδιον, Ποσείδαον, ὀλβιόδαιμον. Ὄλβιος δέ ἐστιν ὁ τὸν ὅλον βίον, ἤτοι τὸν τῆς ζωῆς πάντα χρόνον, ἐν εὐδαιμονίᾳ διάγων. τινὲς δὲ ὄλβιόν φασι κυρίως τὸν ἀπὸ γεωργίας πλούσιον, οὗ ἐν ὀλαῖς ἤτοι κριθαῖς ὁ βίος, ἃς καὶ οὐλὰς ἡ ποίησις λέγει, ἐξ ὧν ὡς ἀπὸ μέρους τὰ ἐκ γῆς δηλοῦται ἀγαθά. αἱ δὲ ῥηθεῖσαι ὁλαὶ καὶ τὸν ὅλμον ἴσως παράγουσιν, ἐν ᾧ δηλαδὴ αἱ τοιαῦται ὁλαὶ μειοῦνται εἰς πτισσάνης σκευήν. Ὅτι ἀμπελόεσσαν τὴν Φρυγίαν καλεῖ, τοιαύτην, ὡς εἰκός, οὖσαν κατὰ τὸ ἀμπέλων εὐφορεῖν. Καὶ ὅτι Ὀτρεὺς ὁ Δύμαντος καὶ Μυγδὼν ὁ Ἄκμονος Φρυγίας βασιλεῖς ἐπικουροῦντός ποτε Πριάμου τὸν πρὸς Ἀμαζόνας ἐξήγαγον πόλεμον στρατευσάμενοι παρὰ Σαγγαρίῳ. Φησὶ γοῦν ὁ ποιητικὸς Πρίαμος οὕτω· «ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν, ἔνθʼ εἶδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους, λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο, οἵ ῥα τότʼ ἐστρατόωντο παρʼ ὄχθας Σαγγαρίοιο· καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην», ἤγουν ἐν αὐτοῖς ἠριθμήθην, «ἤματι τῷ, ὅτε τʼ ἦλθον Ἀμαζόνες ἀντιάνειραι. ἀλλʼ οὐδʼ οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί», οἱ καὶ ἀλλαχοῦ οὕτω κληθέντες. Ἐν τούτοις δὲ τὸ ἐσήλυθον νοεῖται μὲν καὶ κατὰ ἀναστροφήν, ἵνα ᾖ καὶ ἐς Φρυγίην ἤλυθον. δύναται δὲ εἶναι ὅμοιον καὶ πρὸς τὸ «κατέδυ Τρώων πόλιν». ὁμοιοῦνται γὰρ τὸ εἰσῆλθε χώραν καὶ κατέδυ πόλιν. Φρυγίαν δὲ νῦν κατὰ τοὺς παλαιοὺς νοητέον τὴν μεγάλην, τὴν παρὰ τῷ ποταμῷ Σαγγαρίῳ, οὐ τὴν μικράν, περὶ ἣν καὶ ἡ Τροία ἐστίν. εἴρηται δὲ περὶ τούτων καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. Αἱ δὲ Ἀμαζόνες, περὶ ὧν καὶ αὐτῶν πλατύτερον αἱ τοῦ Περιηγητοῦ δηλοῦσι Παρεκβολαί, καλοῦνται οὕτω ἢ παρὰ τὸ πηροῦν τὸν ἕτερον τῶν μαζῶν, αἱ οἱονεὶ μονόμαζοι, ὡς ἂν μὴ ἐμποδίζοιντο ἐν τῷ τοξεύειν, εἴγε κατὰ τὸν ποιητὴν ἐπὶ τῶν τοξευόντων «νευρὴ μὲν μαζῷ ἐπέλαζε, τόξῳ δὲ σίδηρος», ἢ παρὰ τὸ τὰ πολλὰ μὴ χρῆσθαι μάζαις, κρέασι δὲ καί που καὶ χελώναις, ὡς αἱ ἱστορίαι φασί, καὶ σαύραις καὶ ὄφεσιν. Ὅτι δὲ τὸ α σημαίνει ποτὲ καὶ μόνωσιν, δῆλον καὶ ἐκ τοῦ ἁπλοῦν, ὅπερ ἐστὶ μόνον πέλον, ἤτουν ἕν, ὡς οἷον ἄπελον, ἤγουν ἓν πέλον, οὐ μὴν διπλοῦν. Ἄρεος δὲ μυθεύονται ἀπόγονοι εἶναι καὶ Ἁρμονίας, νύμφης Ναΐδος. ἐλέγοντο δὲ καὶ ἐπὶ πυριπνόων ἵππων ὀχούμεναι ἄλλους τε τόπους καταδραμεῖν καὶ τὴν Φρυγίαν δὲ ἡγουμένων αὐταῖς τῆς στρατείας Μελανίππης καὶ ἑτέρων τινῶν. ἐπιφανεῖς δὲ ἱστοροῦνται Ἀμαζόνες ἄλλαι τε καὶ Ἱππολύτη, ἡ Θησέως ὕστερον γυνή, Ἀντιόπη, Ἄναια, Ἀνδρομάχη, Γλαύκη, Πενθεσίλεια. Ὅτι δὲ τὸν δεξιὸν μαστὸν ἐκ νηπίων πᾶσαι Ἀμαζόνες ἐπεκαίοντο, διὸ καὶ Ἀμαζόνες ἐλέγοντο, καὶ ἡ τοῦ Γεωγράφου ἱστορία δηλοῖ, παρʼ ᾧ καὶ ταῦτα κεῖται· τίς ἂν πιστεύσειεν ὡς γυναικῶν στρατὸς ἢ πόλις ἢ ἔθνος συσταίη ἂν χωρὶς ἀνδρῶν; καὶ οὐ μόνον συσταίη, ἀλλὰ καὶ ἐφόδους ποιήσεται ἐπὶ τὴν ἀλλοτρίαν καὶ κρατήσει. ὅμοιον γὰρ τοῦτο, ὡς ἂν εἴ τις λέγῃ τοὺς μὲν ἄνδρας τοὺς τότε γυναῖκας γεγονέναι, τὰς δὲ γυναῖκας ἄνδρας. φέρεται δὲ ἱστορία καὶ τοιαύτη. Ἀμαζών τις Ἀλεξάνδρῳ συμμῖξαι λέγεται ἐν Ὑρκανίᾳ καὶ συγγενέσθαι τεκνοποιΐας χάριν. δῆλον δέ, ὅτι ἀπʼ αὐτῶν καὶ παροιμία φέρεται τὸ «ἄριστα χωλὸς οἰφεῖ». ἐπήρουν μὲν γάρ, φασίν, Ἀμαζόνες ἀρρένων σκέλος ἢ δεξιὰν χεῖρα. Σκυθῶν δὲ προκαλουμένων αὐτὰς αὐτοῖς συνοικεῖν, ὡς ἀπηρώτοις οὖσι κατὰ Παυσανίαν, Ἀντιάνειραν, φασί, μίαν τῶν Ἀμαζόνων, θρασεῖαν οὖσαν καὶ ἀκόλαστον, εἰπεῖν· «ἄριστα χωλὸς οἰφεῖ», ὡς ἀρκουμένων αὐτῶν τοῖς χωλοῖς. ὅτι δὲ οὐ μόνον χωλὸς ὁ τὸν πόδα πεπηρωμένος ἐλέγετο, ἀλλὰ καὶ ὁ τὴν χεῖρα κυλλός, δῆλον ἐκ τῶν παλαιῶν. Τοὺς δὲ Φρύγας αἰολοπώλους λέγει, ὡς εἴ τις εἴποι ταχυΐππους ἢ ἱππότας ὡς ἐφʼ ἵππων κινουμένους—αἰόλλω γὰρ τὸ ταχέως δίκην ἀέλλης κινῶ—. ἢ ποικίλως ἱππαζομένους. Τὸ δέ «παρʼ ὄχθας» ἀντὶ τοῦ κατὰ ὄχθας. οἱ δὲ μεθʼ Ὅμηρον παρʼ ὄχθαις φασίν. Ἀντιάνειραι δὲ Ἀμαζόνες ἀντὶ τοῦ ἐξισούμεναι πρὸς ἀνέρας ὡς οἷον ἴσανδροι ἢ ἐναντιούμεναι ἀνδράσι καί, ὡς ἄν τις ἀστείως ἐρεῖ, δηϊάνειραι. Ὅτι Ὀδυσσεὺς μείων μὲν κεφαλῇ τοῦ Ἀγαμέμνονος, καθά φησιν ὁ Ὁμηρικὸς Πρίαμος, «εὐρύτερος δʼ ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι». τοῦτον λέγει καθημένων Ἀχαιῶν καὶ Τρώων ὡς φιλοβασιλέα ὄντα διευθετεῖν τὰ κατὰ τὸν ἀγῶνα τῆς μονομαχίας, περιϊόντα ἡσύχως οἷα βραβευτήν. διὸ καὶ κτίλῳ ἀρνειῷ αὐτὸν εἰκάζει, τῷ ἡμερωτάτῳ τὸν ἐνηῆ, καὶ ἀρνειῷ πηγεσσιμάλλῳ διερχομένῳ μέγα πῶϋ οἰῶν λευκῶν καὶ οὕτω περιφανεῖ ὄντι. φησὶ γάρ· «τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ, αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν· ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ, ὅς τʼ οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων». Ἔστι δὲ κτίλος μὲν ὁ χειροήθης καὶ ἥμερος ἐκ τοῦ κίω, τὸ πορεύομαι, ὁ τῶν ἄλλων προπορευόμενος, ἐξ οὗ καὶ ἐκτιλωμένος παρὰ Παυσανίᾳ, ὁ συνήθης τινί, καὶ κτιλῶσαι ῥῆμα παρὰ Ἡροδότῳ εἰπόντι· «ἐκτιλώσαντο τὰς λοιπὰς τῶν Ἀμαζόνων», ἤγουν εἰς γυναῖκας ἔσχον πραΰναντες. Πορφύριος δὲ καὶ κύριον ὄνομα οἶδε Κτίλον τινά, ὃν Διὸς λέγει ἀπόγονον. Ἀρνειὸς δὲ οὐχὶ τὸ ἀρνίον, ἀλλʼ ὁ τέλειος καὶ ἤδη κριός. καὶ δῆλον ἐκ τοῦ τὸν Ὀδυσσέα σώσαντος. ἐκεῖνος γὰρ ἀρνειὸς ὢν κριὸς πέπων ὑπὸ τοῦ Κύκλωπος προσεφωνήθη. γίνεται δὲ ἀπὸ τοῦ ἀρνός ὁ ἀρνειός, ὁμοίως τῷ ἀδελφειός, ἀφνειός, Ἀλφειός, Σπερχειός καὶ τοῖς ὁμοίοις. Τὸ δὲ πηγεσιμάλλῳ ἀντὶ τοῦ μελανομάλλῳ. ὁ γὰρ τοιοῦτος ἀρνειὸς ἐν μεγάλῳ λευκῷ ποιμνίῳ διάδηλος. καὶ κῦμα γὰρ πηγὸν τὸ μέλαν. οἱ δὲ πηγεσίμαλλον τὸν λευκόμαλλόν φασιν, ὡς καὶ τοῦ Λυκόφρονος πλόκαμον πηγὸν εἰπόντος τὴν λευκὴν πολιάν. Σκοπητέον δὲ μήπου ἐστὶ ῥῆμα πηγῶ πηγέσω, ἐξ οὗ πηγεσίμαλλος, ἢ τὸ πῆγος, ἐξ οὗ ἂν ὁ πηγεσίμαλλος γίνοιτο ὡς ἐκ τοῦ ἔγχος ἔγχεσιν ὁ ἐγχεσίμωρος. ἀπὸ γὰρ τοῦ πηγόν ὁ πηγόμαλλος ὤφειλεν εἶναι. Ἰστέον δὲ καί, ὅτι κατὰ τὴν παρατήρησιν τῶν παλαιῶν τὴν τοῦ οἰῶν εὐθεῖαν οὐδέποτε μονοσυλλάβως εἶπεν ὁ ποιητής «οἶς», ἀλλὰ διαλελυμένως «ὄϊς». καὶ τὰς πλαγίους δὲ διαλύει, εἰ μὴ μέτρον κωλύει, ὡς ἐν τῷ «οἰὸς ἀώτῳ». καὶ ἔστιν ἀναλογώτερον τὸ δισύλλαβον. οὐδὲ γάρ ἐστιν ἄλλο τοιοῦτον, εἰ μὴ παρὰ Ἀττικοῖς αὐτό τε καὶ τὸ φθοῖς. Σημείωσαι δὲ καί, ὅτι οὐ μικροποιὸς ἡ παραβολὴ πώεϊ τὸν τοσοῦτον λαὸν εἰκάσασα. πρὸς μόνον γὰρ τὸ τοῦ Ὀδυσσέως ἐνηὲς εἴληπται καὶ τὴν ἐκείνου ἠρεμαίαν καὶ ἀκακοήθευτον ἐν τοσούτῳ λαῷ πρὸς τὸ παρὸν κίνησιν, εἰ καὶ τρόπον ἕτερον πολυμήχανος ἦν. ἄλλως γὰρ οὐδὲν ὅμοιον ἔχει οὔτε ἀρνειῷ ὁ τηλικοῦτος Ὀδυσσεὺς οὔτε πώεϊ ὁ τοσοῦτος στρατός. Ὅρα δὲ καί, ὅτι, ὥσπερ πρὸ μικροῦ συντομωτάτῃ παραβολῇ χρησάμενος τῇ «ὄρνιθες ὥς» ἐπήγαγε πλατυτέραν ἑτέραν ἐφερμηνευτικήν, οὕτω καὶ ἐνταῦθα ποιεῖ. εἰπὼν γάρ, ὅτι Ὀδυσσεὺς κτίλος ὣς ἐπεπωλεῖτο τὸν στρατόν, ἐπήγαγεν· «ἀρνειῷ μιν ἔγωγε ἐΐσκω» καὶ ἑξῆς. τοῦτο δὲ καὶ διασαφητικόν ἐστι τοῦ κτίλος. δῆλον γάρ, ὅτι κτίλος ἐστὶν ἀρνειὸς τὸ πῶϋ πᾶν περιερχόμενος διὰ χειροήθειαν. Ἰστέον δέ, ὅτι τὸ «εὐρύτερος ἰδέσθαι» διφορεῖται τῇ φράσει. ἔστι γὰρ εἰπεῖν καὶ εὐρύτερος ἰδεῖν κατὰ τὸ «καλὸς ἰδεῖν» καὶ τὰ τοιαῦτα. Ὅτι οὐδὲν ἐμποδὼν εἰς ἀνδρὸς ἀγαθοῦ γένεσιν φαυλότης πατρίδος. καὶ τοῦτο ἔδειξε μὲν καὶ ἡ λυπρὰ Πέλλα μέγαν βασιλέα προενεγκοῦσα τὸν Ἀλέξανδρον. καὶ Ἀνάχαρσις δὲ ὁ Σκύθης αὐτὸ πιστοῦται καὶ ἡ τὸν σοφὸν δὲ Θεμίστιον προενεγκαμένη, ὡς ἐκεῖνός που ἱστορεῖ, μαρτυρεῖ. δηλοῖ δὲ πρὸς ἄλλοις μυρίοις καὶ ἡ Ἰθάκη νῆσος, οὐ πολλοῦ λόγου ἀξία, ἐξ ἧς, ὡς ἡ Ἑλένη φησί, τραχείας οὔσης ἔβλαστεν ὁ πολύμητις Ὀδυσσεύς, «ὅς», φησί, «τράφη ἐν δήμῳ Ἰθάκης», τῷ καὶ ἐν Ὀδυσσείᾳ, «κραναῆς περ ἐούσης, εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά». καὶ ὅρα, ὅτι καὶ νῦν Πρίαμος μὲν σωματικῶς ἐπῄνεσε τὸν Ὀδυσσέα, Ἑλένη δὲ εἰς τὴν ψυχὴν ἐκείνου προέκυψε. Σημείωσαι δὲ καί, ὅτι τὸ «εἰδὼς δόλους» αἰτιατικῇ συνέταξεν, ἀλλαχοῦ δὲ γενικῇ, ὡς καὶ ἐν τῷ «τόξων εὖ εἰδώς» καὶ «εὖ εἰδὼς τεκτοσυνάων». καὶ ὅτι τὸ παντοίους δόλους οὐκ ἔστιν ἄκρατος ἔπαινος Ὀδυσσέως, εἴπερ οὐχʼ ἁπλῶς δόλους οἶδεν ἀλλὰ παντοίους, ὧν εἷς καὶ ὁ κατὰ τοῦ καλοῦ Παλαμήδους, ψεκτέος πάντως ὤν, ὡς οὐκ ἂν ἀντείποι τις. Τὸ δέ «μήδεα πυκνά» μετʼ ὀλίγα σαφηνίζων ὁ ῥήτωρ Ἀντήνωρ νιφάσιν ἀπεικάζει τοὺς Ὀδυσσέως λόγους. Ἰστέον δὲ καί, ὅτι ἔδει μὲν τὸν Πρίαμον εἰδέναι τὴν ὄψιν τοῦ Ὀδυσσέως, εἴγε καὶ εἰς τὴν Τροίαν ἦλθεν, ὡς ῥηθήσεται, ὁ δὲ ἀγνοεῖ αὐτόν, ἴσως μὲν οὐκ ὀξὺ βλέπων διὰ τὸ βαθὺ γῆρας, τυχὸν δὲ καὶ ἐξελάθετο ἢ οὐδὲ τότε ἠκριβώσατο. ὁ μέντοι Ἀντήνωρ ἀκριβῶς τὸν τοῦ Ὀδυσσέως χαρακτῆρα ἐγγράψας πάλαι ποτὲ τῇ ψυχῇ ἀναγνωρίζει αὐτὸν ἅμα τῷ λόγῳ τῆς Ἑλένης. Ὅτι τὸ «ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες» παρῳδήσας ὁ ποιητὴς ἄλλως ἐν Ὀδυσσείᾳ ἔφη· «ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες». ἔστι γὰρ καὶ τοῦ παρῳδεῖν διδάσκαλος ὁ ποιητής. Ὅτι Ἀντήνωρ ἀκολούθως, οἷς εἶπεν ἡ Ἑλένη, ἀναγνωρίσας τὸν Ὀδυσσέα ἱστορεῖ, ὡς αὐτόν τε καὶ τὸν Μενέλαον ἕνεκʼ ἀγγελίης τῆς κατὰ τὴν Ἑλένην ἐλθόντας εἰς Τροίαν ἐκ Τενέδου ἐν καταρχῇ τοῦ πολέμου ἐξείνισε καὶ ἐν μεγάροισι φίλησεν ἤτοι ἐφιλοφρονήσατο καὶ ἐξένισεν, ὅπερ οἱ ὕστερον προξενῆσαι λέγουσι, μετὰ γενικῆς τὸ ῥῆμα συντάσσοντες, οἷον «πειράσομαί σου προξενεῖν», ὥσπερ καὶ τὸ ξεναγεῖν, ὅπερ ταὐτόν ἐστι τῷ προξενεῖν, γενικῇ συντάσσει ὁ Ἀρριανός. τὸν δὲ ταῦτα ποιοῦντα πρόξενον ἐκάλουν οἱ μεθʼ Ὅμηρον, ὡς δηλοῖ καὶ ὁ εἰπών· «φίλης γὰρ προξένου κατήνυσαν». οἶδε δὲ σὺν ἄλλοις καὶ Ἡρόδοτος τὴν ῥηθεῖσαν ἱστορίαν λέγων, ὅτι Ἕλληνες πέμψαντες ἀγγέλους ἤθελον τήν τε Ἑλένην ἀπαιτεῖν καὶ τῆς ἁρπαγῆς δίκας αἰτεῖν. οἱ δὲ προϊσχόμενοι τὴν τῆς Μηδείας ἁρπαγὴν οὐκ ἐπείσθησαν. Σημείωσαι δέ, ὅτι οἱ ῥηθέντες πρόξενοι χειροτονητοὶ ἦσαν ἢ ὑπὸ δήμου ἢ ὑπὸ βασιλέων. Ἡρόδοτος οὖν γέρας εἰναί φησι τοῖς βασιλεῦσιν ἐν Σπάρτῃ τὸ καὶ προξένους ἀποδεικνύειν, οὓς ἂν θέλωσι τῶν ἀστῶν. Φασὶ δὲ καί, ὅτι ἐπιβουλευομένους ὥστε δολοφονηθῆναι τοὺς περὶ Ὀδυσσέα καὶ Μενέλαον ὁ Ἀντήνωρ περιεσώσατο. διὸ καὶ ἡ Ἑλένη τὸ τοῦ Ἀντήνορος, ὡς προξένου τοῦ ἀνδρός, ἔοικε γένος ἀγαπᾶν, ὡς δῆλον καὶ ἐκ τοῦ τὴν Ἶριν πρὸ μικροῦ τῇ Ἑλένῃ ὁμιλοῦσαν μὴ ἄλλῃ τινί, ἀλλὰ τῇ Ἀντήνορος γυναικὶ Λαοδίκῃ παρεικασθῆναι. Ἀγαμέμνων δέ, φασίν, ἀπομνημονεύσας τῆς εἰς Ἕλληνας ἀγαθῆς προξενίας ἐκείνου παρδαλέην ἐξάψας, ὅ ἐστιν ἀπαιωρήσας, τῆς τοῦ Ἀντήνορος οἰκίας, ὅτε ἡ Τροία ἑάλω, ἄβατον τοῖς Ἕλλησι τὴν αὐτοῦ οἰκίαν διεφυλάξατο. ἑτέρωθι δὲ ἡ τῆς ἱστορίας ταύτης διάθεσις τοιαύτη εὕρηται. Σοφοκλῆς ἱστορεῖ ἐν ἁλώσει Ἰλίου παρδαλέην τῆς θύρας προτεθῆναι τοῦ Ἀντήνορος, σύμβολον τοῦ ἀπόρθητον ἐαθῆναι τὴν οἰκίαν. τὸν δὲ ἅμα παισὶ μετὰ τῶν περιγενομένων Ἐνετῶν εἰς Θρᾴκην περισωθῆναι, κἀκεῖθεν διεκπεσεῖν εἰς τὴν ἐν τῷ Ἀδρίᾳ Ἐνετικήν. Πιθανῶς δὲ Ἀντήνωρ ὡς ξενοδοχήσας ποτὲ καὶ ἰδὼν καὶ εὖ εἰδὼς ἐπιμαρτύρεται ἀλήθειαν τῇ Ἑλένῃ ἀναγνωρίζων τὸν Ὀδυσσέα, ἵνα μὴ ὑποπτευθῇ ἡ Ἑλένη, ἐφʼ οἷς λέγει. περὶ δὲ τῆς ῥηθείσης, ὡς μὲν Εὐριπίδης ἂν εἴποι, Ἀδριηνῆς, κοινῶς δὲ Ἀδριατικῆς, Ἐνετικῆς ζητητέον ἐν τοῖς τοῦ Περιηγητοῦ. Ἰστέον δέ, ὅτι τεσσάρων τούτων ὄντων, προξένων, ἀστοξένων, δορυξένων καὶ ἰδιοξένων, πρόξενοι μὲν κατὰ Αἴλιον Διονύσιον οἱ ὅλης πόλεως ξένοι, παρʼ οἷς καὶ πρέσβεις κατάγονται, καὶ αὐτοὶ πρεσβείας προσάγουσι πρὸς τὸ δημόσιον. ἀστόξενοι δὲ οἱ ἐκ προγόνων μὲν ἀστῶν, αὐτοὶ δὲ ξένοι καὶ ἀνανεώσεως δεόμενοι, ὁποῖος Ἀγαμέμνων ἐν Λυδίᾳ. δορύξενοι δὲ οἱ ἐκ πολέμου ξένοι γεγονότες τισίν. ἰδιόξενοι δὲ οἱ ἰδίᾳ καθʼ ἑαυτοὺς ξένοι ὄντες. Παυσανίας δὲ περὶ ἀστοξένων οὕτω φησίν· ἀστόξενοι οἱ γένει προσήκοντες τῇ πόλει τὸ ἀνέκαθεν, οὐκ ὄντες δὲ πολῖται, ὡς ἐν Κορίνθῳ Γλαῦκος, ὁ Ἱππολόχου τοῦ Βελλεροφόντου. ἕτεροι δὲ οὕτω· ἀστόξενοι οἱ γένει μὲν ἐξ ἀρχῆς προσήκοντες, ἐπὶ δὲ ἀλλοδαπῆς γεγονότες. περὶ δὲ δορυξένου ὁ αὐτὸς Παυσανίας φησίν, ὅτι δορύξενος ὁ ἐκ πολεμίων φίλος καὶ ὁ πρεσβεύων περὶ λύτρων, εἰ ζωγρηθεῖέν τινες. Σοφοκλῆς δὲ ἐν τῷ «ὁ γάρ», ἤγουν οὗτος, «μέγιστος αὐτοῖς τυγχάνει δορυξένων» ἢ παραχρᾶται τῇ λέξει ποιητικώτερον ἢ δριμέως δορυξένους λέγει τοὺς τοῖς φονεῦσι τοῦ Ἀγαμέμνονος φιλιωθέντας, ἵνα πολεμικῶς ἐχθραίνωσι τοῖς ἐκείνου παισίν, ὡς εἶναι οὕτω δορύξενον εἰπεῖν καὶ τὸν χάριν δουρός, ἤτοι πολέμου, συμμαχικῶς ξενισθέντα ὑπό τινων. Ὅτι ἐν τῷ «ἀλλʼ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν», ὁ Μενέλαος δηλαδὴ καὶ ὁ Ὀδυσσεύς, τὸ μὲν ἀγρομένοισιν ἀγορὰν Τρώων ὑπολαλεῖ, τὸ δὲ ἔμιχθεν οὐ κυριολεκτεῖται μέν, καθὰ ἐπὶ μισγαγκείας ὑδάτων, ἐφιλήθη δὲ τῷ Πινδάρῳ τε ὡς ἀγαθὴ λέξις, καθὰ ἐν τοῖς ἐκείνου δεδήλωται, καὶ τῷ εἰπόντι δέ, ὡς ἀναμὶξ ἀγκύλων ἱππόται, κατὰ τὸ «μαίνονται ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες». Ὅτι ὑπογράφων διʼ Ἀντήνορος ὁ ποιητὴς καὶ τὸ τοῦ Μενελάου εἶδος ἐκ τῆς πρὸς τὸν Ὀδυσσέα παραθέσεώς φησι· «στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους, ἄμφω δʼ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς». καὶ ὅρα, ὅτι τῇ κεφαλῇ μὲν μείων καὶ τοῦ Μενελάου ὁ Ὀδυσσεύς, ὡς καὶ τοῦ Ἀγαμέμνονος, ἄλλως δὲ γεραρώτερος τοῦ Μενελάου, ὥσπερ αὐτοῦ πάλιν τοῦ Ὀδυσσέως ὁ Ἀγαμέμνων. Σημείωσαι δὲ καί, ὅτι σολοικοφανὲς ἤγουν καινοπρεπὲς σχῆμα τὸ «ἄμφω δʼ ἑζομένω γεραρώτερος ἦν Ὀδυσσεύς». ὤφειλε μὲν γὰρ καὶ ἠδύνατο εὐσυντάκτως εἰπεῖν «ἀμφοῖν δʼ ἑζομένοιν». ὁ δὲ οὕτως ἔφρασε καινότερον διὰ τὸ ἄρξασθαι μὲν ὡς ἐν σχεδιασμῷ ἀπὸ εὐθείας δυϊκῆς, εἶτα μὴ ἔχειν ἓν κοινὸν ῥῆμα περὶ Ὀδυσσέως καὶ Μενελάου εἰπεῖν. οὐδὲ γὰρ ἦσαν ὁμοίως ἄμφω γεραροί. τοιοῦτον καὶ τὸ «σύν τε δύʼ ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησε» καὶ τὸ «οἱ δὲ δύο σκοπελοί, ὃ μὲν εἰς οὐρανὸν ἱκάνει» καὶ ἄλλα πολλά. Σημείωσαι δʼ ἐν τοῖς ῥηθεῖσι καί, ὅτι φθάσας εἰπεῖν ὁ ῥήτωρ Ἀντήνωρ προαναφωνητικῶς τὸ «ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά» ἡρμήνευσεν ἐν τοῖς προσεχῶς ῥηθεῖσι τὴν φυὴν ἐν τῷ «στάντων μὲν Μενέλαος ὑπείρεχε» καὶ ἑξῆς, ὡς εἴρηται, ἵνα εἴη φυή μὴ μόνον ἡ φύσις καὶ ἡ εὐφυΐα, καθʼ ἣν εὖ πέφυκέ τις πρὸς ἔργον, ἀλλὰ καὶ ἡ κατὰ σῶμα ὑπεροχὴ καὶ γεραρότης. καὶ οὕτω μὲν διεσάφησε τὴν φυὴν καὶ μάλιστα ἐν τῷ «οὐ τότε γε ὧδʼ Ὀδυσῆος ἀγασάμεθα εἶδος ἰδόντες», ὡς καὶ τοῦ ἀγαστοῦ εἴδους φυῆς λεγομένου. Τὸ δὲ πυκνὰ μήδεα διερμηνεύων ἐπάγει τὰ εὐθὺς ῥηθησόμενα. Ὅτι Ἀντήνωρ ἐπαινῶν ὡς ῥήτωρ τὴν κατὰ Ὀδυσσέα καὶ Μενέλαον ῥητορείαν, ὡς καὶ ὁ βασιλεὺς Πρίαμος πρὸ βραχέων τὸν ὅμοιον Ἀγαμέμνονα, ἰδέαν λόγου καθυπογράφει τῷ μὲν Μενελάῳ διὰ νεότητα ἢ καὶ ὡς Λάκωνι στενήν, ταὐτὸν δʼ εἰπεῖν γοργήν, τὰ καίρια μόνα ἐν βραχεῖ ἐπιλεγομένῳ, τὰ δὲ περιττὰ ἐπιτρέχοντι. λέγει γάρ· «ἀλλʼ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον, ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε, παῦρα μέν, ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος οὐδʼ ἀφαμαρτοεπής, ἢ καὶ γένει ὕστερος ἦεν». Τῷ δὲ Ὀδυσσεῖ πάνυ ἁδρὸν καὶ πυκνότητι νοημάτων ἐμπλατυνόμενον ἐμφαίνει τὸν χαρακτῆρα εἰπών· «ἀλλʼ ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος ἵει καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν, οὐκ ἂν ἔπειτα Ὀδυσσῆϊ γʼ ἐρίσειε βροτὸς ἄλλος». καίτοι πρὸ τῆς δημηγορίας ζακότῳ ἐοικὼς καὶ ἀνεπιστήμονι, ὡς δηλοῖ πρὸ τούτων εἰπὼν τὸ «ἀλλʼ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεύς, στάσκεν», ἤγουν ἵστατο, «ὑπαὶ δὲ ἴδεσκεν», ὅ ἐστιν ὑπεβλέπετο παρασύρων ἴσως τὸ βλέμμα λόγῳ βλοσυρότητος, «κατὰ χθονὸς ὄμματα πήξας, σκῆπτρον δʼ οὔτʼ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα, ἀλλʼ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς· φαίης κεν ζάκοτόν τέ τινʼ ἔμμεναι ἄφρονά τʼ αὔτως. ἀλλʼ ὅτε δὴ ὄπα τε μεγάλην» καὶ ἑξῆς, ὡς προσεχῶς ἐγράφη. ἐν οἷς ὅρα, ὅτι τὸ «ἀλλʼ ὅτε δή» τρὶς ἐτέθη κατʼ ἐπαναφορὰν ἐν στίχων ἀρχαῖς. Φασὶ δʼ ἐνταῦθα οἱ παλαιοί, ὅτι τρεῖς τρόποι ῥητορείας, ὁ ἀπολελυμένος καὶ βραχὺς καὶ περὶ τὰ καίρια ἔχων, οἷος ὁ τοῦ Μενελάου, ὃς ἐπιτρέχων τὰ πολλά, ὡς εἴρηται, μόνα λέγει τὰ καίρια. δεύτερος ὁ ὑψηλὸς καὶ καταπληκτικὸς καὶ μεστὸς ἐνθυμημάτων ἀθρόως λεγομένων, ὃν καὶ Δημοσθένης ζηλοῖ. καὶ τρίτος ὁ πιθανὸς καὶ πολλῶν πλήρης δογμάτων, οἷος ὁ τοῦ Νέστορος, οὗ ζηλωτὴς Ἰσοκράτης, ὃς τὸ γνωμολογικὸν καὶ σαφὲς ἐζήλωσε. Τῶν δὲ Ὁμηρικῶν λέξεων τὸ μὲν μύθους καὶ μήδεα διαφορὰν ἔχει, καθότι μῦθοι μὲν οἱ ἁπλῶς οὕτω λόγοι, μήδεα δὲ οἱ κατὰ συμβουλὴν λόγοι. δῆλον δέ, ὡς ὁμώνυμος λέξις καὶ τὰ μήδεα, δηλοῦσα νῦν μὲν βουλεύματα, ἐν ἄλλοις δὲ καὶ αἰδοῖα, τὰ παρὰ Ἡσιόδῳ μέζεα, ὧν προκατάρχει τὸ μέδω, ἤγουν ἄρχω, ἐξ οὗ μέδεα, ἀρχή τις ὄντα καὶ αὐτὰ ἐν τῷ ζῴῳ, καὶ κατὰ τροπὴν συνήθη μέζεα. Τὸ δέ «βουλὰς ὑφαίνειν» ἐκ μεταφορᾶς καὶ αὐτὸ εἴρηται συνθέσεως ὑφαινομένου ἱστοῦ. ὡς γὰρ ἡ τῆς κρόκης ἐκεῖ τῷ στήμονι ἐπισύνθεσις ἀποτελεῖ ὕφασμα, οὕτω καὶ λόγον ἡ συνθήκη τῶν λέξεων. εὑρήσει δέ τις καὶ τὸν ἐν Ὀδυσσείᾳ τῆς Πηνελόπης ἱστὸν διὰ τὴν τοιαύτην ὁμοιότητα εἰς φιλοσόφους λόγους ἐκλαμβανόμενον. Τὸ δέ «πᾶσιν ὕφαινον» δημοσίᾳ δημηγορεῖν ἐν Τροίᾳ τηνικαῦτα τὸν Ὀδυσσέα δηλοῖ. Ἰστέον δέ, ὅτι τὸ καθʼ Ὅμηρον ὑφαίνεσθαι λόγους ἠρέθισέ τινας τῶν ὑστέρων συντιθέναι στίχους ὡς ἐν τύπῳ ὑφάνσεως, οὓς καὶ ἱστοὺς ὠνόμαζον, ὧν ἕκαστος ἐν ἰσότητι γραμμάτων ἡπλωμένος κατὰ πλάτος μὲν ἄλλως ἀνεγινώσκετο, ἑτέρως δὲ κατὰ βάθος ἐν ἀνομοιότητι ἐννοιῶν. καὶ ἦν ἐν τοῖς τοιούτοις ἔπεσι τὸ μέν τι ὡσανεὶ στήμων, τὸ δὲ ὡς οἷον κρόκη. Τὸ δὲ ἐπιτροχάδην ἀντὶ τοῦ κεφαλαιωδῶς, ταχέως, ἐσπευσμένως ἐν τῷ ἐπιτρέχειν τὰ πολλά. ὃ διασαφῶν φησι· «παῦρα», ἤγουν ὀλίγα. ἐπεὶ δὲ κακία πολλάκις λόγου καὶ ἀδυναμία τὸ βραχυλογεῖν, ἐπάγει· «ἀλλὰ μάλα λιγέως». εἰς πλέον δὲ τοῦτο ἐφερμηνεύων φησί· «ἐπεὶ οὐ πολύμυθος», ἢ διὰ Λακωνισμόν, ὡς εἴρηται, ἢ διά νεότητα. οὐκ εὔποροι γὰρ λέγειν οἱ νέοι. οὐ μὴν «οὐδʼ ἀφαμαρτοεπής», ἤτοι ἁμαρτάνων ἐν τῷ λέγειν ἢ κατὰ νοήματος πιθανότητα ἢ κατὰ λέξιν καὶ τὰ περὶ αὐτήν, «εἰ καὶ γένει ὕστερος ἦεν», ἤτοι νέος, ὡς εἴρηται. τὸ γάρ «ἢ καὶ γένει ὕστερος ἦν» οὕτω διασαφοῦσιν οἱ παλαιοί, ὡς καὶ τὸ «ἢ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν», ἀντὶ τοῦ «εἰ καὶ ἐγὼ αἰχμητής εἰμι». Τὸ δὲ ἀναΐξειε μέγεθός τε ἡρωϊκὸν ἐμφαίνει τῷ Ὀδυσσεῖ καὶ δραστηριότητα τὴν καθʼ ὁρμήν. Τὸ δέ «κατὰ χθονός» Ἀττικόν ἐστιν, ὡς καὶ τὸ «τὰ κατὰ γῆς ὁ σοφὸς οὐκ ἀγνοεῖ». χρῆσις δὲ συντάξεως τοιᾶσδε σὺν ἄλλοις καὶ παρὰ τῷ Κωμικῷ. Τὸ δὲ πῆξαι κατὰ γῆς τὰς ὄψεις ὡς οἷα μελετῶντα ἐμμερίμνως διὰ σχεδιασμὸν καὶ ἵστασθαι ὑπιδόμενον καὶ τὸ σκῆπτρον μήτε ὀπίσω μήτε προπρηνὲς κινεῖν, ἀλλὰ ἀστεμφὲς ἔχειν ἤτοι ἀστρεφές, ἀμετακίνητον, εἰ καὶ ἁπλότητος ἦν, ἀλλʼ ὅμως ἄλλως ἀγωνιῶντά τε καὶ ἐκπεπληγμένον ἐμφαίνει τὸν Ὀδυσσέα καὶ οἷον ζάκοτον ἤτοι ὀργίλον διὰ τὸ σύννουν, ὥσπερ αὖ πάλιν θαρσαλέου καὶ ἔμφρονος τὰ τούτων ἔμπαλιν. Τὸ δὲ πήξας, ὅ ἐστιν ἐρείσας, στηρίξας, τὸ τοῦ βλέμματος ἐμφαίνει καθεστηκός. Ἡ δὲ ἀκινησία τοῦ σκήπτρου διαστελλομένη πρὸς κίνησιν ἐν καιρῷ γινομένην ἐμφαίνει διαφορὰν καὶ ἐν τῇ τῶν χειρῶν κινήσει τῇ ἐν δημηγορίαις, ἣν Δημοσθένης μὲν ἐποιεῖτο, Αἰσχίνης δὲ ἀπέστεργεν, ὁ καὶ ἀκούσας ἐκ Δημοσθένους χρῆναι τοὺς ῥήτορας πρεσβεύοντας ἔσω τὰς χεῖρας ἔχειν, οὐ μὴν ἐξ ἀνάγκης δημηγοροῦντας. Τὸ δὲ προπρηνές μετήνεκται μὲν ἀπὸ σωμάτων, οἷς οὐχʼ ὑπτία ἡ πτῶσις, δοκεῖ δὲ μηδὲ περιττὴν ἔχειν τὴν πρόθεσιν κατὰ τὸ προπάσας καὶ πρόπαντες, ἀλλὰ δηλοῦν διαφοράν τινα τοῦ ὀπίσω καὶ τοῦ προπρηνὲς νωμᾶν τὸ σκῆπτρον. εἰ γὰρ καὶ τῷ Ὀδυσσεῖ πρανὲς ἦν τὸ τοῦ σώματος ὀπίσω, ἀλλὰ τὸ σκῆπτρον ἐπὶ τὰ πρόσθε νωμώμενον πρηνὲς ἐνωμᾶτο κατακλινόμενον. Τὸ δέ «ἀΐδρεϊ φωτί» διὰ διφθόγγου γράφεται, ὡς καὶ τὸ ὄφεϊ ὄφει. οὐ γάρ ἐστιν οὐδὲ τὸ ἄϊδρις παρώνυμον μακροπαράληκτον, ἵνα διὰ τοῦ δ κλίνηται, ὥστε κατὰ τοὺς παλαιοὺς ἁμαρτάνει Σαπφὼ καὶ Σοφοκλῆς καὶ Φρύνιχος διὰ τοῦ δ κλίνοντες. οὐδὲν δὲ θαυμαστόν, εἰ διὰ τοῦ ι πολλάκις τῶν τοιούτων γενικῶν τὴν παραλήγουσαν Ἴωνες προφέροντες, οἷον ἴδριος, ὄφιος, τὴν δοτικὴν διὰ τοῦ ε προάγουσιν, οὐ διὰ τοῦ ι. ἴσως γὰρ τοῦτο διὰ τὸ κακόφωνον τῶν δύο ι ποιοῦσιν. οὕτω γὰρ καὶ ὁ πόσις, ἤτοι ὁ ἀνήρ, τὴν μὲν γενικὴν διὰ τοῦ ι ἔχει, οἷον «εὐνὴν αἰδομένη πόσιος», τὴν δὲ δοτικὴν διὰ τοῦ ε· «χαριζομένη πόσεϊ ᾧ». οὕτως Ἡρόδωρος. Τὸ δέ «ἄφρονά τʼ αὔτως» ψιλοῦσθαι φανερῶς δηλοῖ τὸ αὔτως Αἰολικῶς. Τὸ δέ «ὄπα μεγάλην» εὐρυβόαν ἐμφαίνει καὶ τὸν Ὀδυσσέα, ὡς καὶ ἀλλαχοῦ φανεῖται. καὶ ἔστι καὶ τοῦτο στρατηγοῦ ἀρετή. διὸ καὶ Ἀγαμέμνων πρὸ μικροῦ μακρὰν ἄϋσεν, ἀντὶ τοῦ ἐβόησεν. ἱστορεῖται δὲ καὶ ἀσκεῖσθαι τὴν μεγαλοφωνίαν τοὺς παλαιούς. Τὸ δὲ ἵει λείπεται προθέσεως, ταὐτὸν ὂν τῷ ἀφίει. Τὸ δέ «ἔπεα νιφάδεσσιν ἐοικότα» εἴρηται διὰ τὸ τάχος τῶν νοημάτων, διὰ τὸ πυκνόν, διὰ τὸ τῆς σαφηνείας διάλευκον, ναὶ μὴν καὶ διὰ τὸ φρίκης γέμον. ἔοικε γὰρ καὶ καταφορικῶς προάγειν τὸν λόγον ἐν τῇ Τροίᾳ ὁ Ὀδυσσεὺς καὶ νόμῳ κοινοῦ τόπου τὴν πρεσβείαν μεθοδεύειν, παραμιγνὺς τῷ λόγῳ καὶ ἀπειλάς, καὶ ὡς οἷον εἰπεῖν, θατέρᾳ μὲν δόρυ, θατέρᾳ δὲ κηρύκειον προϊσχόμενος. ὃ δὴ παροιμία ἦν, ὥς φησι Παυσανίας, ἐπὶ τῶν ἅμα παρακαλούντων καὶ ἀπειλούντων. οἱ δεκατευθέντες γάρ, φησίν, εἰς Δελφοὺς ὑπʼ Ἀθηναίων Γεφυραῖοι λαβόντες χρησμόν, ὡς ἀνδρὶ Γεφυραίῳ οἶκος φίλος, οἶκος ἄριστος, εἶτα βουσὶν ἀκολουθοῦντες ἕως οὗ ἐκεῖνοι κοπιάσουσιν, οἱ βόες δηλαδή, ὡς ὁ θεὸς αὐτοῖς ἔχρησεν, ὅπως ἐκεῖ καταμείνωσι, πολεμουμένων Ἀθηναίων ὑπὸ Εὐμόλπου ἐπὶ Τάναγραν ὥδευσαν δόντες μὲν τῷ προηγουμένῳ κηρύκιον ὡς ἐπὶ πρεσβείᾳ καὶ εἰρήνῃ, καθοπλίσαντες δὲ κατόπιν τοὺς νέους. ὅθεν παροιμία ἐξέπεσεν ἐπὶ τῶν ὅμοιά τινα ποιούντων λέγουσα «δόρυ καὶ κηρύκιον». ἐν ἑτέρῳ δὲ ῥητορικῷ Λεξικῷ γράφει, ὡς ὑπὸ Ταναγραίων πολεμούμενοι Γεφυραῖοι προέπεμψαν κήρυκα καὶ κατόπιν καθώπλισαν ἑαυτούς, κἀντεῦθεν ἡ ῥηθεῖσα παροιμία. Ἰστέον δὲ καί, ὅτι τὸ νιφάδεσσιν ἐοικέναι τοὺς λόγους δύναταί ποτε καὶ σκωπτικῶς ψυχρῷ ἐπιλέγεσθαι ῥήτορι, ὥσπερ καὶ τὸ τεττίγεσιν ἐοικέναι τὴν ὄπα. δύναται δὲ καὶ τὸ μήδεα πυκνά τρόπον ἕτερον ὅμοιον εἶναι τῷ «ἔπεα νιφάδεσσιν ἐοικότα», εἰ μή τις ἐκεῖ τὸ πυκνά ταὐτὸν ἐρεῖ τῷ πυκινά, ὅ ἐστι συνετά. Ὅτι ἐπιβαλὼν ὁ Πρίαμος τῇ περὶ τοῦ Αἴαντος ἐρωτήσει φησί· «τίς τʼ ἂρ ὅδʼ ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε, ἔξοχος Ἀργείων κεφαλὴν ἠδʼ εὐρέας ὤμους». ἡ δὲ τανύπεπλος Ἑλένη ἀποκριναμένη φησί· «οὗτος δʼ Αἴας πελώριος, ἕρκος Ἀχαιῶν». τὸν Ἀχιλλέα μέντοι μέγα που ἕρκος ἐρεῖ Ἀγαιῶν ὁ ποιητής. εἶπε δὲ πρὸ τούτου καὶ τὸν βασιλέα ἠΰν τε μέγαν τε καὶ πελώριον. Σημείωσαι δὲ ὡς, εἴπερ ἔπαινός ἐστιν ἀνδρὸς τὸ μέγας, οὐ τοιοῦτον ἄρα τὸ μικρός καὶ μάλιστα τὸ τυτθός. διὸ καὶ ὁ ποιητὴς ἐπὶ Τυδέως, ὃς ἐκ τοῦ τυτθοῦ παρωνόμασται, φησί· «μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής» παρὰ καὶ καλὸν κακῷ θέμενος καὶ οἱονεὶ λέγων, ὡς τοῦ μεγέθους μὲν εἶχε σμικροπρεπῶς, ὑψοῦτο δὲ οἷς ἠνδραγαθίζετο. Τὸ δὲ ἔξοχος κεφαλὴν καὶ ὤμους, καθὰ καὶ τὸ πελώριος, διασαφητικά εἰσι τοῦ μέγας. Ἰστέον δὲ καί, ὅτι ἐν τοῖς ῥηθεῖσι κατὰ σχῆμα ἐπιμονῆς ἡ Ἑλένη ἐπαναφορικῶς τῇ αὐτῇ χρᾶται πτώσει ἐν τῷ οὗτός γʼ Ἀτρείδης, οὗτος δʼ αὖ Λαερτιάδης, οὗτος δʼ Αἴας ἐστὶ πελώριος. Καὶ ὅτι τανύπεπλον τὴν Ἑλένην λέγει οὐ μόνον ὡς τανύουσαν Ῥωμαϊκῶς καὶ ἐπισύρουσαν κάτω τὸν πέπλον, ὅς ἐστιν ἐνταῦθα γυναικεῖον ἱμάτιον, ἀλλὰ καὶ ὡς εὔσαρκον καὶ οὐκ ἰσχνήν, ἀλλὰ τείνουσαν καὶ ἐξαπλοῦσαν καὶ ἐμπιπλῶσαν τὸν πέπλον τῷ εὖ διεστηκέναι αὐτῇ τὴν φυὴν τοῦ σώματος. ὅτι δὲ κατὰ τὴν ἀνωτέρω ἑρμηνείαν τῆς τανυπέπλου πεπύκνωται καὶ Ῥωμαϊκοῖς ἔθεσιν ἡ Ὁμηρικὴ ποίησις, ἐν Ὀδυσσείᾳ δεδήλωται. Ὅτι καὶ ἐνταῦθα συντομωτάτη παραβολὴ ἐν τῷ «Ἰδομενεὺς δʼ ἑτέρωθεν ἔστηκε θεὸς ὥς», οὐδὲ γὰρ ἐχρῆν αὐτὴν πλατῦναι σωματικῶς. Σημείωσαι δέ, ὅτι περὶ μὲν τῶν ἄλλων ἡ Ἑλένη ἐρωτηθεῖσα εἶπε, περὶ δὲ τοῦ Ἰδομενέως οὐχʼ οὕτως, ἀλλὰ μόνη ἀφʼ ἑαυτῆς. καὶ ὅρα τὴν Ὁμηρικὴν καὶ ἐν τούτοις ποικιλίαν. περὶ γὰρ τοῦ βασιλέως Πρίαμος μὲν ἐρωτᾷ, Ἑλένη δὲ λαλεῖ, εἶτʼ αὖθις αὐτὸς ὁ Πρίαμος ἔπαινον ἐκείνου λέγει, περὶ δὲ Ὀδυσσέως πυνθάνεται μὲν ὁμοίως ὁ Πρίαμος καὶ ἡ Ἑλένη ἀποκρίνεται, ὁ δὲ Ἀντήνωρ λαλεῖ πρὸς ἔπαινον, περὶ δὲ Μενελάου μηδενὸς ἐρωτήσαντος παραρριπτεῖ ὁ Ἀντήνωρ ὡς εὖ εἰδὼς τὰ περὶ μεγέθους καὶ φυῆς καὶ λογιότητος, περὶ δὲ τοῦ Αἴαντος ἐρωτήσας καὶ μαθὼν ὁ Πρίαμος οὐδὲν οὐδʼ ὅλως λέγει διʼ αὐτόν, τὸν δʼ Ἰδομενέα δείκνυσιν ἡ Ἑλένη μηδὲν ἐρωτηθεῖσα περὶ αὐτοῦ. μικρὸν δὲ προϊοῦσα καὶ τῶν ἀδελφῶν δίχα ἐρωτήσεως μεμνήσεται τῶν ἤδη τεθνεώτων. καὶ οὕτως ὁ ἀκροατὴς πολλὰς ἱστορίας πολυτρόπως ἐνταῦθα μανθάνει οὐ μόνον περὶ ἔτι ζώντων, ἀλλὰ καὶ μηκέτʼ ὄντων, ὡς καὶ πρὸ μικροῦ περὶ Ὀτρέως καὶ Μυγδόνος καὶ Ἀμαζόνων. οὕτως εὐμηχάνως Ὅμηρος τὰς ἔξω τε τοῦ νῦν καιροῦ ἱστορίας ἐπεισοδιάζει τῇ ποιήσει καὶ ταῖς μεθόδοις αὐτὴν καταποικίλλει τῶν ἀφηγήσεων. ἕκαστον γὰρ τῶν ἐνταῦθα προσώπων ἄλλως καὶ ἄλλως μεθοδεύσας παρέθετο ἐκφεύγων, ὡς εἴωθε, τὸ μονοειδὲς καὶ ὕπτιον τοῦ ἱστορικοῦ ἀφηγηματικοῦ. μεμάθηκε γοῦν ὁ ἀκροατὴς τὰ μὲν ἐρωτήσαντος Πριάμου, τὰ δὲ καὶ ἄλλως ἐκ παρόδου πολυειδῶς. Ὅρα δὲ καί, ὅπως ἐκ βασιλέως τοῦ Ἀγαμέμνονος ὁ ποιητὴς ἤρξατο, εἶτα εἰς Ὀδυσσέα καὶ τελευταῖον εἰς Αἴαντα διέβη τῇ ἐρωτήσει, προτάξας μὲν τὴν βασιλείαν, ὑποτάξας δὲ τὴν φρόνησιν, μετὰ δὲ αὐτὴν θεὶς τὴν ἀνδρείαν, πλεῖον δέ τι μὴ περιεργασάμενος. Ὅτι ἀγοὺς ἐνταῦθα τοὺς ὑπὸ βασιλεῖ στρατηγοὺς λέγει. φησὶ γάρ· «ἔστηκεν Ἰδομενεύς», ὁ τῶν Κρητῶν δηλαδὴ βασιλεύς, «ἀμφὶ δέ μιν Κρητῶν ἀγοί». Ὅτι οὐ μόνον ὡς συγγενὴς τῶν βασιλέων ὁ Ἰδομενεὺς εἰς Τροίαν ἦλθεν, ἀλλὰ καὶ ξενίας χάριτας, ὡς εἰκός, ἀποτίνων. φησὶ γὰρ Ἑλένη, ὅτι «πολλάκι μιν ξείνισεν ἀρηΐφιλος Μενέλαος οἴκῳ ἐν ἡμετέρῳ, ὁπότε Κρήτηθεν ἵκοιτο». τοῦτο δὲ καὶ διὰ πιθανότητα λόγου κεῖται. πῶς γὰρ ἂν ἡ Ἀργεία Ἑλένη τὸν οὕτως ἀπῳκισμένον νησιώτην ἄλλως ἐγίνωσκεν, εἰ μὴ θαμὰ ἐκεῖνος παρʼ αὐτοῖς ἐξενίζετο; Ὅτι τὸ «νῦν δʼ ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς, οὕς κεν ἐῢ γνοίην», ἤγουν εὖ γνοίην, «καὶ τοὔνομα μυθησαίμην, δοιὼ δʼ οὐ δύναμαι ἰδέειν», λέγει μὲν ἡ Ἑλένη, ἐμφαίνει δὲ ὡς ἐν σχήματι παραλείψεως εὐμεθόδως, ὅτι ἠδύνατο καὶ ἄλλας ἐνταῦθα πολλὰς ἱστορίας τοιαύτας παρενθεῖναι ὁ ποιητὴς καὶ μυθήσασθαι κατὰ ὁμοίαν ἐπιβολήν, εἰ μὴ ἔξω ἦν τοῦτο τοῦ ἔργου. δύναται δέ τις αὐτὸ παρῳδήσας εἰπεῖν καὶ ἐπὶ φίλων θανόντων ἢ καὶ ἄλλως ἀποδημούντων. πῶς δὲ ἑλίκωπες οἱ Ἀχαιοί, ἐν τῇ αʹ ῥαψῳδίᾳ εἴρηται. Ὅρα δὲ καί, ὅτι τοῦ εὖ εἰδέναι γενικῇ συντασσομένου Ὁμηρικῶς ἐν τῷ «τόξων εὖ εἰδώς», ἔτι δὲ καὶ τοῦ γνῶναι, ὡς καὶ ἡ Ὀδύσσεια δηλοῖ, τὸ «οὕς κεν ἐῢ γνοίην», ἤγουν οὓς ἂν εὖ γνοίην, αἰτιατικὴν ἔσχε σύνταξιν, ὁμόστοιχον ἐκείνοις ὄν. αἴτιον δὲ τὸ ἐπαμφοτερίζειν τὴν σύνταξιν καὶ διὰ τοῦτο καὶ τοὺς ῥήτορας ὧδε καὶ ὧδε φράζειν. ὁ γοῦν τὰ Διονυσιακὰ ποιήσας ὀκνήσας ἀκολουθῆσαι Ὁμήρῳ εἰς τὴν γενικὴν σύνταξιν, κατὰ αἰτιατικὴν πτῶσιν, ὥς που καὶ προγέγραπται, ἔφη τὸ «εὖ εἰδὼς πόνον ἄλλον ἐπὶ στονόεντι κάρητι». διὸ καὶ Σοφοκλῆς ἐν στίχῳ ἑνὶ οὐκ ὤκνησε διπλόην θέσθαι συντάξεως εἰπών· «ὦ δυσθέατον ὄμμα καὶ τόλμης πικρᾶς». ἔχων γὰρ φάναι «ὦ δυσθέατον ὄμμα καὶ τόλμη πικρά», ὅμως ἐξήλλαξε τὴν φράσιν διὰ τὸ καὶ οὕτω καὶ οὕτω δύνασθαι λέγεσθαι, οἷον· «ὦ δυσθεάτου καὶ ὄψεως καὶ τολμήματος» καὶ πάλιν· «ὦ δυσθέατος ὄψις καὶ τόλμημα». τὸ δέ «τοὔνομα μυθήσεσθαι», ἤγουν εἰπεῖν, κατὰ τὸ «τίς ἂν πάντων οὐνόματʼ εἴπῃ» μετὰ προθέσεώς φασιν οἱ μεθʼ Ὅμηρον, οἷον πρὸς ὄνομα εἰπεῖν. Ὅτι τῶν Διοσκούρων μνησθεῖσα ἡ Ἑλένη, περὶ ὧν καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν εἴρηται, αὐτοκασιγνήτους αὐτοὺς λέγει καὶ ἡγεμόνας λαῶν καλεῖ. καὶ τὸν μὲν Κάστορα ἱππικὸν οἶδε, τὸν δὲ Πολυδεύκην ἄριστον πύκτην. καὶ αὐτὴ μὲν ἐθέλει αὐτοὺς ἰδεῖν, Ὅμηρος δὲ θανεῖν ἱστορεῖ τούτους ἐν Λακεδαίμονι, ὡς καὶ ὁ Λυκόφρων ἐκτίθεται. Φράζει δὲ τὰ ῥηθέντα Ὅμηρος οὕτω· «δοιὼ δʼ οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν, Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα, αὐτοκασιγνήτω», «ἢ οὐχʼ ἑπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς, ἢ δεῦρο μὲν ἕποντο», οὐκ ἐθέλουσι δέ «πόνον καταδύμεναι ἀνδρῶν, αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλʼ ἅ μοί ἐστιν». Καὶ ὅρα, ὅτι ὁμολογεῖ καὶ νῦν ὡς καὶ ἐν ἄλλοις ἡ Ἑλένη αἰσχρὸν πρᾶγμα ποιῆσαι καὶ ἐπονείδιστον τὸ εἰς Τροίαν ἀκολουθῆσαι τῷ μοιχῷ Πάριδι. Ἰστέον δὲ καί, ὡς Ἑλένη μὲν ἀμφιβάλλει, ὡς εἰκός, εἰ μὴ ἦλθον εἰς Τροίαν οἱ Διόσκουροι, Ζηνόδοτος δὲ διοικητὰς ἐν Λακεδαίμονί φησι καταλελεῖφθαι αὐτούς. Σημείωσαι δέ, ὅτι ἐν ἰατρικῷ βίβλῳ εὕρηνται αἱ παρωτίδες καλούμεναι διόσκουροι. ἐν δὲ τῷ αὐτῷ καὶ ὁ στάχυς ἐπὶ μέρους σώματος εὑρέθη κείμενος, ὃ καὶ παρὰ πολλοῖς εἰς ἔτι νῦν φέρεται, οἳ συὸς ἢ προβάτου στάχυν φασὶ τὰ περὶ τὰς ψόας. Ὅτι δὲ οἱ Διόσκουροι καὶ εἰς τὰ δύο ἡμισφαίρια τοῦ παντὸς ἐνοήθησαν καὶ εἰς τοὺς τροπικοὺς δὲ μάλιστα κύκλους, ὁ παραβάτης Ἰουλιανὸς ἔγραψεν, ὡς δηλοῦται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Ἔτι ἰστέον καί, ὅτι δυνατὸν μὲν ἦν τὴν Ἑλένην διὰ τοσούτων ἐτῶν μαθεῖν τὰ κατὰ τοὺς ἀδελφοὺς ἀπὸ αἰχμαλώτων ἢ καὶ ἄλλως πως, ἐπεκρύπτετο δὲ αὐτῇ ὁ θάνατος ἐκείνων ἐπίτηδες Ἀλεξάνδρου, οἷα εἰκός, τοῦτο μηχανωμένου, ὡς ἂν μὴ τήκοιτο δακρυχέουσα. Ὁμηρικὸν δὲ πολλαχοῦ ἔθος φανεῖται κατὰ οἰκείαν τεχνικὴν μέθοδον τὸ ἐν πράγμασι μὴ μόνον αὐτὸ τὸ ὂν λέγειν, ἀλλὰ στοχαστικῶς καὶ τὸ μὴ ὄν, ὡς καὶ ἐνταῦθα ποιεῖ πλάσας τὴν Ἑλένην μὴ μόνον τὸ ἀληθὲς εἰποῦσαν, ὡς οἴκοι μεμενήκασιν οἱ ἀδελφοί, ἀλλὰ καί, ὡς εἰς Τροίαν ἐλθόντες εὐλαβοῦνται φαίνεσθαι ὅπερ οὐκ ἔστιν. Ὅρα δέ, ὅτι τε δυνάμενος Ὅμηρος Πολυδεύκην εἰπεῖν κοινῶς, ὅμως εἵλετο ἰωνίσαι καὶ γράψαι Πολυδεύκεα, ἐξ οὗ πάθος γέγονε στιχηρόν, λεγόμενον ὑπέρμηκες, τὸ δʼ αὐτὸ καὶ δολιχόουρον, καὶ ὅτι τοὺς αὐτοκασιγνήτους ἑρμηνεύουσά φησι· «οὕς μοι μία γείνατο μήτηρ», πρὸς οὓς δηλαδὴ γνησιώτερον οἱ πολλοὶ διάκεινται ἤπερ πρὸς τοὺς ὁμοπατρίους μέν, ἀμφιμητρίους δέ, ὡς δηλώσει που καὶ ἐν τοῖς ἑξῆς τὸ «ἐπεὶ οὐχʼ ὁμογάστριος Ἕκτορός εἰμι». αἰτία δὲ τοῦ φιλεῖσθαι μάλιστα τοὺς τοιούτους, διότι, φασί, τοὺς μὲν ὁμογαστρίους ἴσασιν ἀδελφοὺς οἱ ἄνθρωποι, τοὺς δὲ ἀμφιμητρίους οἴονται. Ὅρα δέ, ὅτι Ὁμήρου τοὺς κασιγνήτους ἑρμηνεύσαντος Σοφοκλῆς τὴν ὅμαιμον διασαφεῖ ἐν τῷ «πρὸς σῆς ὁμαίμου καὶ κασιγνήτης». ποιεῖ δὲ τοῦτο ἐκεῖνος διὰ τὸ μὴ πάντα ὅμαιμον ἤδη καὶ κασίγνητον εἶναι. ὅμαιμοι γὰρ πολλαχοῦ καὶ οἱ ἁπλῶς καθʼ αἷμα καὶ προσγενεῖς, ὡς δηλοῖ καὶ Λυκόφρων, ὁ καὶ αὐθομαίμους τοὺς τοῦ αὐτοῦ γένους εἰπών. Ἰστέον δὲ καί, ὅτι Ὁμήρου τοὺς κασιγνήτους αὐτοκασιγνήτους εἰπόντος κατά τινα ἐνδιάθετον ἐπίτασιν λαβόντες οἱ μεθʼ Ὅμηρον ἀφορμὴν ἐντεῦθεν τὸ αὐτοζῷον καὶ τὸν αὐτοάνθρωπον ὑπεροχικῶς εἶπον καὶ ὅσα τοιαῦτα, καὶ ὅτι ἐκ τοῦ ὁ γνωτός δοκεῖ τροπῇ τοῦ ω εἰς η γενέσθαι ὁ κασίγνητος. Ἐρατεινὴν δὲ Λακεδαίμονα λέγει, ὡς καὶ πρὸ ὀλίγου εἶπεν ὁμηλικίην ἐρατεινὴν καὶ φίλην πατρίδα, καὶ διότι δὲ χώρα εὐδαίμων ἡ Λακεδαίμων. Πόνον δὲ ἀνδρῶν τὴν ἐν πολέμῳ λέγει νῦν ἐνέργειαν ἢ κακοπάθειαν. Τὸ δὲ δειδιότες τὴν ἄγαν πολλὴν δηλοῖ εὐλάβειαν καὶ αἰδῶ. Φυσίζοος δὲ ἡ φύουσα τὰ πρὸς ζωὴν χρήσιμα. αἰτία δʼ ἐνταῦθα τῆς ἐν τῇ παραληγούσῃ μικρογραφίας οὐ ποιητικὴ ἄδεια, ἀναλογία δέ τις γραμματική. τὸ γὰρ ζωή ἀπὸ τοῦ ζέω ζῶ γεγονός, διὰ τὴν τῶν ζώντων θερμότητα, οὐκ ἀλόγως ἂν διὰ τοῦ ο μικροῦ ἔχοι γράφεσθαι, ὡς ἔχον τὸ ε προεγκείμενον ῥήματι, ἵνα ᾖ ὅμοιον τῷ ῥέω ῥοή, χέω χοή καὶ τοῖς ὁμοίοις. Ἐπεὶ δὲ ἐν τῷ ζωή, ἁπλῷ ὀνόματι, ἐμεγέθυνε τὸ ω κανὼν ἐκνικήσας, ὁ τῆς προσλήψεως τῆς συλλαβῆς ἐν τῷ ἐνεστῶτι τῷ ζῶ, —ὡς γὰρ ῥῶ, τὸ ὁρμῶ, ῥωή καὶ ἐρωή, ἡ ὁρμή, οὕτω καὶ ζῶ ζωή. οὕτω δὲ καὶ ζῷον, ὡς λῶ λῷον. —προσήρμοσε λοιπὸν τῷ συνθέτῳ τῷ φυσίζοος ἡ ἑτέρα γραφὴ καὶ ἀντὶ τοῦ ε, τοῦ ἐν τῷ ζέω ζῶ θεματικῷ ῥήματι ἐγκειμένου, ἀντετέθη ἐνταῦθα τὸ ο. εἰ δὲ τὰ Ἡροδότου ἀντίγραφα ἀσφαλῶς ἔχει κατὰ τὴν διὰ τοῦ ο μικροῦ γραφὴν τῆς ζωῆς ἐν τῷ «ὁ θάνατος μοχθηρᾶς οὔσης τῆς ζοῆς αἱρετώτερος τῷ ἀνθρώπῳ γέγονεν», —εὕρηται γάρ που καὶ τοιαύτη γραφή—ἐκεῖθεν ἂν εἴη συντεθὲν τὸ φυσίζοος γῆ, ὃ ταὐτόν πώς ἐστι τῷ ζείδωρος. Ἰστέον δέ, ὅτι τινὲς φυσίζοον εἶπον τὴν ζῷα φύουσαν, ὡς ἐν ῥητορικῷ φέρεται Λεξικῷ. Ὅτι ὅρκια πιστὰ οὐ μόνον αὐτοὶ οἱ ἔνορκοι λόγοι, ἀλλὰ καὶ τὰ ἐν ὅρκοις χρειώδη. φησὶ γοῦν· «κήρυκες δʼ ἀνὰ ἄστυ φέρον ὅρκια πιστά, ἄρνε δύο καὶ οἶνον ἐΰφρονα, καρπὸν ἀρούρης, ἀσκῷ ἐν αἰγείῳ». τοιοῦτον καὶ τὸ «σύναγον ὅρκια», ἤγουν συνῆγον τὰ εἰς ὅρκον χρήσιμα. Καὶ τὸ τάμνειν δὲ ὅρκια παρʼ Ὁμήρῳ καὶ Ἡροδότῳ τὸ θῦσαι τὰ ἐπὶ ὅρκῳ σφάγια δηλοῖ. Ἰωνικὴ δὲ λέξις τὸ τάμνειν ἐπὶ τοῦ θύειν καὶ τὸ ἔταμον καὶ τὰ ὅμοια καὶ πολλαχοῦ κεῖται καὶ ἔχει συντομίαν καὶ πολὺν νοῦν. συγκροτεῖται δὲ διά τε ἄλλων καὶ τοῦ «ἐκ κεφαλέων τάμνε τρίχας» καὶ «ἀπὸ στομάχους ἀρνῶν τάμε». Τὸ δὲ ὅρκους προβῆναι προϊὼν ὅρκια πιστὰ γενέσθαι φησίν. Ἔστι δὲ φέρειν μὲν τὸ βαστάζειν, ἐξ οὗ καὶ τὸ φοράδην ἐπίρρημα. διὸ καὶ τὸ «ἔφερε δὲ κρητῆρα φαεινόν» ταὐτόν ἐστι τῷ ἐβάσταζεν. Οἶνος δὲ εὔφρων ὁ εὐφραντικὸς καί, ὡς ἀλλαχοῦ ἐρεῖ, μελιηδής. Τὸ δέ «καρπὸν ἀρούρης» πρὸς διαστολὴν εἶπε τοῦ λοιποῦ τοῦ μὴ ἐξ ἀρούρης, ὃν αἱ ἀγριάδες γεννῶσιν. ἐκεῖνος γὰρ οὐκ ἂν εἴη οὕτως εὔφρων. Σημείωσαι δέ, ὅτι νῦν μὲν ἁπλῶς ἄρουρα ἡ ἀρουμένη γῆ, παρὰ δὲ Ἡροδότῳ καὶ ὥρισται, εἰπόντι «ἄρουρα ἑκατὸν πήχεων Αἰγυπτίων πάντῃ». Τὸ δέ «ἀσκῷ ἐν αἰγείῳ» διὰ πολυπειρίαν τοῦ ἀκροατοῦ παρέρριπται, ἵνα μὴ λανθάνῃ τὸν ἀκούοντα, ὡς ἐκ προβάτου μὲν οὐκ ἂν ἀσκὸς εὔχρηστος γένοιτο, ἐξ αἰγὸς δέ. Οἱ δὲ ὕστερον καὶ βόειον ἀσκὸν καινοπραγήσαντες εἰς οἴνου ἀγγεῖον εἰς ἑτεροίους καιροὺς ἐξεῦρον αὐτόν. ἄλλου δὲ καιροῦ καὶ οἱ νενασμένοι οἴνου ἀμφορέες. οἱ δὲ βῖκοι οὐδὲ αὐτοὶ γνωστοὶ τῷ ποιητῇ, καθάπερ οὐδὲ αἱ πυτῖναι, ὧν παράγωγα τὰ πυτιναῖα πτερὰ παρὰ τῷ Κωμικῷ. γενικὴ δέ τις λέξις ὁ ἀσκός, εἴγε καὶ ἄνθρωπος ἀποδαρῆναί που εἰς ἀσκὸν ἱστόρηται καὶ δελφῖνος δὲ ἀσκῷ λέγεται ὁ ποιητικὸς Αἴολος ἀνέμους ἐγκλεῖσαι. Σημείωσαι δὲ καί, ὅτι δίχα βουλῆς τῶν βασιλέων ἡ τῶν σφαγίων ἐπιλογὴ γέγονε πρὸς τῶν κηρύκων, ὡς ἢ κατὰ τὸ σιωπώμενον τῶν βασιλέων καὶ ταῦτα κελευσάντων, ὁποῖα πολλὰ καὶ τοιαῦτα παρὰ τῷ ποιητῇ, ἢ ὅτι ἐξῆν οἴκοθεν ποιεῖν τινα τοιαῦτα καὶ τοὺς κήρυκας. οὕτω δὲ καὶ ἐν ἡρωϊκῇ μονομαχίᾳ κήρυκες ὁμοίῳ λόγῳ τοὺς μονομάχους συμβιβάσαντες παύσουσιν. Ὅτι ἠνεμόεσσαν ὁ ποιητὴς πολλαχοῦ τὴν Ἴλιον λέγων ὡς ἐφʼ ὑψηλοῦ ἱδρυμένην διὰ τοῦτο ἐς πεδίον ἔφιππον ἐκεῖθεν καταβῆναι τὸν Πρίαμον ἄρτι φησίν, ὅ ἐστιν εἰς τὴν πεδιάδα, ὃν τρόπον καὶ τὸ κλίσιον κλισιάδα Ἡρόδοτός φησι. πίστις δʼ ἐνταῦθα προκαταβέβληται τῆς μετὰ ταῦτα διφρείας τοῦ γέροντος, ἣν καὶ ἐν τῷ τέλει τῆς Ἰλιάδος ἀναγκαίως ποιήσεται λυσόμενος Ἕκτορα. Ἰδαίου δὲ τοῦ κήρυκος καλέσαντος κατέβη ὁ Πρίαμος ἀκούσας τὸ «ὄρσεο καλέουσιν ἄριστοι» καὶ ἑξῆς. Ὅτι ῥιγῶ μὲν ῥιγώσω ἐπὶ τοῦ κατὰ σῶμα πάθους ἐκ κρύους, ῥιγῶ δὲ ῥιγήσω ἐπὶ τοῦ κατὰ ψυχὴν δέους καὶ τῆς ἐντεῦθεν φρίκης. ὁ γοῦν γέρων Πρίαμος οὕτως ἐνταῦθα ἐρρίγησεν ἀκούσας μέλλειν μονομαχήσειν τὸν υἱόν. ἔπαθε γὰρ τὴν ψυχὴν οἷα πατήρ. διφοροῦνται δέ, ὡς προεγράφη ἐν τῇ αʹ ῥαψῳδίᾳ, καὶ ἕτερα ὁμοίως ῥήματα. δηλῶ γοῦν δηλώσω, τὸ δείξω, δηλῶ δὲ δηλήσω, τὸ βλάψω, κυκλῶ κυκλώσω κοινῶς, κυκλῶ δὲ κυκλήσω παρʼ Ὁμήρῳ, τὸ ἐφʼ ἁμάξης ἄξω, δινῶ δινήσω, τὸ συστρέψω, δινώσω δὲ ἀντὶ τοῦ τορεύσω, ὅθεν καὶ δινωτόν τὸ τορευτόν, ζηλῶ ζηλώσω, τὸ μιμήσομαι, ζηλῶ δὲ ζηλήσω, τὸ φθονήσω, ἐξ οὗ οἱ παρὰ τῷ ποιητῇ ζηλήμονες θεοί καὶ ἕτερα. ἐκ δὲ τοῦ Ὁμηρικοῦ ῥιγήσω καὶ ῥιγεδανὴ Ἑλένη καὶ ῥιγηλόν τὸ φρικτόν, ᾧ ἴσον τὸ ῥίγιον. Ὅτι ἀναβῆναι μὲν εἰς δίφρον ἐλέγετο ὁ ἡνίοχος, ὡς ἐνταῦθα ὁ Πρίαμος ἀνέβη, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω. παραβῆναι δὲ καὶ παραιβάτης, ὡς μυριαχοῦ φανήσεται, ὁ σὺν ἐκείνῳ εἴτε ὅπλα φορῶν, ὡς ἐπὶ μάχῃ, εἴτε καὶ ἄλλως διὰ συνοδίαν, ὡς ἐνταῦθα ὁ ἀγχίνους Ἀντήνωρ, καθὰ δηλοῖ τὸ «πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσατο δίφρον», ὃν δὴ Ἀντήνορα καὶ ὡς πεπνυμένον συμπαραλαμβάνει ὁ Πρίαμος καὶ ὡς φίλον δὲ τοῖς Ἕλλησι, καθὰ προγέγραπται, ἵνα ἔχῃ διʼ αὐτοῦ ἀσφάλειαν, εἴ που καὶ παραπέσοι τι κακόν, ἅμα δὲ καὶ ὡς λόγιον, ἐὰν δημηγορίας τύχοι καιρός. ὅτι δὲ Θεόκριτος τὴν παρʼ αὑτῷ ἐριθακίδα ἤτοι μισθώτριαν παραιβάτιν λέγει καὶ διὰ τί, ζητητέον ἐκεῖ. Δίφρος δὲ τόπος τοῦ ἅρματος ὁ τοὺς ῥηθέντας φέρων, διὸ καὶ δίφρος λέγεται ὡς οἱονεὶ δύφορος καὶ τροπῇ καὶ συγκοπῇ δίφρος. ἀπʼ αὐτοῦ δὲ ὡς καιριωτέρου μέρους καὶ τὸ ὅλον ἅρμα δίφρος ἐλέγετο, ὡς καὶ ἀπὸ τοῦ βωμοῦ, καθὰ προεδηλώθη, ὁ ναὸς καὶ ἀπὸ τῆς ἑστίας ὁ πᾶς οἶκος καὶ ἐκ τοῦ ὅρμου ὅλος ὁ λιμήν. παρὰ μέντοι τοῖς ὕστερον καὶ ἐπὶ τῆς κοινότερον λεγομένης σέλλας ἡ λέξις κειμένη εὕρηται. Ὅμηρος δὲ τῷ Εὐμαίῳ δίφρον ἀεικέλιον, ἤγουν θρόνον, παρατίθησι καθεσθῆναι, καὶ ἡ Ἑλένη δὲ τῇ Ἀφροδίτῃ ἐν τῷ τέλει τοῦ γράμματος τούτου, ὥστε πολυσήμαντον καὶ ὁ δίφρος. οὐκ ἄδηλον δέ, ὅτι καὶ ἐπʼ ἄλλων τροπὴ διχρόνου ὡς ἐν τῷ δίφρῳ γίνεται. τὸ γοῦν μῖσος ἐκ τοῦ μύειν παρῆκται, ἀφʼ οὗ καὶ τὸ μῦσος· μύει γὰρ ἐπὶ τοῖς ἐχθροῖς ὁ μισῶν, ἤγουν ἀλλὰ ὄσσε πάλιν κλίνει μηδὲ εἰσορᾶν ἐθέλων. οὕτω καὶ τὸ στρυφνός, εἰ καὶ ὁ λόγος κατὰ Ἡρωδιανὸν διὰ τοῦ υ αὐτὸ ἀπαιτεῖ, —ὡς γὰρ τέρπω τερπνός, στέγω στεγνός, οὕτω καὶ στύφω στυφνός. καὶ καθάπερ κέντον, κέντρον, οὕτω πλεονασμῷ τοῦ ρ καὶ στυφνός στρυφνός—ὅμως εὕρηται καὶ διὰ τοῦ ι προφερόμενον. στριφνός γάρ φησιν. ὁμοίως καὶ ἐκ τοῦ Μοῦσα κοινῶς ἡ Αἰολικὴ Μοῖσα καὶ πάντα τὰ κατʼ αὐτήν, ἃ καὶ παρὰ Πινδάρῳ κεῖνται. καὶ ἐκ τοῦ ὕδωρ ὁ ἱδρώς, διὸ καὶ δασύνεται. καὶ ἐκ τοῦ ἶφι καὶ θυμός ὁ ἴφθιμος, ὡς προγέγραπται· καὶ ἐκ τοῦ δύο τὸ δίς ἐπίρρημα· καὶ ἡ Ἀφροδίτη δὲ ὡς ἐξ ἀφροῦ ἀναδῦσα τροπὴν ὁμοίαν ἔχει· καὶ ὁ χιτών δὲ ὡσαύτως ἐκ τοῦ χύω γίνεται καὶ ὁ φῖτυς ἐπὶ πατρὸς καὶ ὁ φιτρός, ὁ ἔστι κορμός, ἐκ τοῦ φύω· καὶ ἐκ τοῦ δεύω δεύσω δεῖσσα, ἡ ὑγρασία, καὶ ἐκ τοῦ χεύματος ὁ χειμών. Ἰστέον δὲ καί, ὅτι αὐτοδιάκονοι τὰ πολλὰ οἱ Ὁμηρικοὶ βασιλεῖς. οὕτω γοῦν ἐνταῦθα Πρίαμος ἡνιοχεῖ, Ἀγαμέμνων δὲ τάμνει, ἤτοι θύει, τὰ ὅρκια καὶ Ἀχιλλεὺς δὲ ἀλλαχοῦ τάμνει κρέα. Ὅτι τὸ τοῦ ἅρματος καταβῆναι ἵππων ἀποβῆναί ἐστι. φησὶ γοῦν ὁ ποιητής· «ἐξ ἵππων ἀποβάντες ἐς χθόνα πουλυβότειραν ἐς μέσον ἐστιχόωντο». Ὅτι τὰ κατὰ τοὺς ὅρκους Ἀγαμέμνων μεταχειρίζεται καὶ Ὀδυσσεύς, ὃς καὶ πρὸ ὀλίγου ἐπεπωλεῖτο στίχας ἀνδρῶν. φησὶ γάρ· «ὤρνυτο δʼ αὐτίκʼ ἔπειτʼ ἄναξ» καὶ ἑξῆς. Νέστωρ δὲ ἐνταῦθα οὐδαμοῦ. ἀπρακτῶν γὰρ διὰ τὸ γῆρας δημηγορίαις ταμιεύεται. Ὅτι κρατῆρι οἶνον μίσγουσιν οἱ κήρυκες τὸν τῶν Ἀχαιῶν καὶ τὸν ἐκ Τροίας εἰς ἓν ἄγοντες αὐτόν, καθὰ καὶ τὰ ὅρκια σύναγον ἤτοι τὰ σφάγια. ἄλλως δέ γε οὐ μεμιγμέναι ἀλλʼ ἄκρατοι ἐλείβοντο αἱ σπονδαί, ὡς καὶ προγέγραπται. Τὸ δὲ συνάγειν τὰ ὅρκια καὶ τὸν οἶνον μίσγειν ἕνωσιν ὑποσημαίνει στρατευμάτων τὴν ἄρτι βλεπομένην, ἣν ὁ ἀδικήσας ἐπιορκήσει πάντως. Σημείωσαι δέ, ὅτι σχῆμά ἐστι καὶ ἐνταῦθα τὸ κατὰ τὸ σιωπώμενον. νοητέον γάρ, ὡς καὶ ὕδωρ ἤχθη ἄρτι, κἂν ὁ ποιητὴς αὐτὸ ἀπεσιώπησε. Τοῖς γοῦν βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας χέεται ὡς μέλλουσι θύειν. εἰ δὲ Πρίαμος οὐκ ἔθυσεν, Ἀγαμέμνων δὲ τὸ πᾶν ἐποίησεν, ἀλλὰ καὶ ἐκεῖνος μετεχειρίσατο τοὺς τυθέντας ἐγχωρίους ἄρνας εἰς τὸν δίφρον αὐτοὺς θείς. Ὅτι τὴν τοῦ βασιλέως παραξιφίδα μάχαιραν καλεῖ ἐν τῷ «Ἀτρείδης δʼ ἐρυσάμενος χείρεσσι μάχαιραν», ἣν καὶ ἐφερμηνεύων ἐπάγει· «ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο», ἤγουν ᾐώρητο καὶ ἐκρέματο, καὶ κατὰ συγκοπὴν τοῦ η καὶ συστολὴν τῆς ἀρχούσης ἄωρτο. εἰ δὲ συστέλλεται κατά τινας τὸ ο τῆς παραληγούσης, δηλοῖ μὲν καὶ οὕτως τὸ ἐκρέματο. γίνεται δέ, ὅθεν καὶ ὁ ἀορτήρ, ὃ δηλοῖ τὸν κρεμαστῆρα τοῦ ξίφους, ἀπὸ τοῦ ἀείρω, τοῦ κουφίζω, ἐξ οὗ καὶ τὸ ἠερέθω, τὸ κρεμῶ. Ἰστέον δέ, ὅτι ἡ παραξιφὶς καὶ ἐγχειρίδιον λέγεται. φησὶ γοῦν Ἡρόδοτος· «καὶ ἐγχειρίδια παρὰ τὸν δεξιὸν μηρόν». δῆλον δέ, ὅτι ἐκ τοῦ «πὰρ ξίφεος» ἡ παραξιφὶς συντέθειται Ὁμήρου καὶ εἰς τοῦτο ἐνδόντος ἀρχήν, καθὰ καὶ εἰς τὸ ἐγχειρίδιον. καὶ αὐτὸ γὰρ δοκεῖ λεχθῆναι τοῖς ὕστερον ὡς ἀπὸ τοῦ «ἐρυσσάμενος χείρεσσι μάχαιραν». καὶ ἡ ταπεινὴ δὲ γλῶσσα ἐκ τούτων τὸ παραμάχαιρον ἐσοφίσατο. Τὸ δέ «μέγα κουλεόν» κατὰ τὸ κέλευθον καὶ τὸ ζυγόν καὶ τὸ δεσμόν καὶ τὰ τοιαῦτα μεταπέπλασται. ὅμοιον δὲ καὶ τὰ δάκτυλα καὶ τὰ χαλινά καὶ τὰ ταρσά δέ, ὡς τὸ «βένθεϊ ταρσὰ πέπηκτο». Ὅτι τῶν τυθησομένων ἐπὶ ὅρκοις ἀρνῶν τρίχας ἐκ κεφαλῶν τέμνων ὁ βασιλεύς—αὐτουργεῖ γάρ, ὡς εἴρηται, τὰ ὅρκια—ἔνειμε τοῖς τῶν Τρώων καὶ Ἀχαιῶν ἀρίστοις διὰ τῶν κηρύκων, ἵνα οὕτω πάντες δοκῶσι συνεφάπτεσθαι τῆς θυσίας. σύμβολον δὲ ἦν τοῦτο τοῦ εἰς κεφαλὴν τραπήσεσθαι τὰ κακὰ τοῖς ἐπιορκήσουσι, καί πως κατὰ τὴν Σοφόκλειον Μοῦσαν εἰποῦσαν τὸ «κακὸς κακῶς ἄθαπτος ἐκπέσοι χθονὸς γένους ἅπαντος ῥίζαν ἐξημημένος αὕτως», ἤγουν οὕτως, «ὅπωσπερ τόνδʼ ἐγὼ τέμνω πλόκον», ἔλεγε τότε καὶ ὁ Ὁμηρικὸς Ἀγαμέμνων, ὡς οὕτως ἐκθερισθεῖεν τοῦ βίου οἱ παρασπονδήσοντες, ὡς ἐγὼ τέμνω τὰς τοῦδε τοῦ ἱερείου τρίχας. ὅτι δὲ ἡ ῥηθεῖσα τῶν τριχῶν τομὴ καὶ ἀνάμνησις ἦν τῆς παλαιφάτου ἐνδύσεως, ἐν τοῖς μετὰ ταῦτα δηλωθήσεται. Ὅτι χεῖρας ἀνασχών, ἤτοι ἄνω σχὼν καὶ ἀνατείνας, ὁ βασιλεὺς μεγάλα εὔχετο ἄνω τε βλαβῆναι ζῶντας καὶ κάτω θανόντας τοὺς ἐπιορκήσοντας. εὔχεται δὲ μεγάλα, ἵνα πᾶσιν ἀκουστὸς ᾖ καὶ μηδεὶς ἀγνοῇ ἢ τὴν ἀρὰν ἢ τὴν συμφωνίαν. Σημείωσαι δέ, ὅτι οὐδεμία δικαία εὐχὴ παρὰ τῷ ποιητῇ ἀργὴ πίπτει, ἀλλὰ πᾶσαι ἀνύονται, ὡς πολλαχοῦ αὐτὸς ἱστορεῖ. οὕτω παιδευτικὸς ὁ ποιητὴς εἰς καλοκἀγαθίαν πανταχοῦ, ὃς καὶ ἐνταῦθα καὶ ἐν τῇ Ὀδυσσείᾳ οἶδε τιμωρίας ἔνερθεν, ἤτοι ἐν Ἅιδου, καὶ ὑπὸ τὴν ἔραν, ἤγουν τὴν γῆν, τῶν ἐνταῦθα οὐκ εὖ βεβιωκότων. δοξάζει δὲ καί τινας δυνάμεις θείας, αἳ μάρτυρες καὶ φύλακες τῶν ὅρκων εἰσὶ καὶ τῶν ἐπίορκον ὀμνυόντων τιμωροί. Τὸν ἥλιον δὲ ταμίαν τῶν ὅρκων ἐνταῦθα καλεῖ ὡς πάντα ἐφορῶντα. διὸ καὶ Βιθυνοί, ὡς Ἀρριανὸς ἱστορεῖ, δίκας ἐδίκαζον καθεζόμενοι ἀντίοι τοῦ ἡλίου, ὡς ἂν ὁ θεὸς ἐποπτεύοι. τὰ μέντοι κρύφια ὑπὸ σκότῳ τε πράττεσθαι λέγεται καὶ τὸν σκότον ἔχειν ἐπιστάτην καὶ οὐκ ἂν Ἠέλιος αὐτὰ διαδράκοι καθʼ Ὅμηρον ἤ, κοινότερον εἰπεῖν, ὄψεται Ἥλιος. Τὸν δὲ Δία πολλῷ πρότερον, καὶ μάλιστα τὸν Ἰδαῖον, μάρτυρα καλεῖ καὶ αὐτόν, ὡς τοῦ ζῆν αἴτιον. ζωογόνος γὰρ ὁ Ζεὺς ἀήρ, οὗ στερηθῆναι θέλει τοὺς ἐπιορκήσοντας. ὅτι δὲ Ζεὺς καὶ ὁ ἀήρ, δεδήλωται πολλαχοῦ. ἐξ οὗ καὶ ἡ εὐδία, ὅ ἐστιν ἡ εὐαερία. ὡς δὲ καὶ ζωογόνος ὁ ἀλληγορικὸς Ζεύς, δηλοῖ Ἀριστοτέλης ἐν τῇ αὐτοῦ Ῥητορικῇ λέγων, ὅτι Ἀφροδίτη ὡς ἄρχουσα ἀφροσύνης καὶ Ζεὺς ὡς ζωῆς αἴτιος ὤν. Εὔχεται δὲ ὁ βασιλεὺς ἐκπολεμωθῆναι τοῖς ἐπιορκήσουσι καὶ τοὺς ποταμοὺς καὶ τὴν γῆν, τοὺς μὲν ὡς τῆς ὑγρᾶς τροφῆς δοτῆρας, τὴν δὲ ὡς τῆς ξηρᾶς. καὶ οὕτως αὐτοῖς ἐπανιστᾷ τὰ στοιχεῖα. πάντας οὖν ἐπικαλεῖται θεοὺς καὶ τοὺς ἁπανταχοῦ, τούς τε ἐμφανεῖς καὶ τοὺς ἀφανεῖς, ἤγουν τοὺς αἰθερίους, τοὺς ἐν ὑγροῖς, τοὺς περὶ γῆν, τοὺς ὑπὸ γῆν, καὶ οὐ μόνον Δία καὶ Γῆν καὶ Ἥλιον, οἷς οἱ ἄρνες ἐνταῦθα θύονται. καὶ τὸ πᾶν ἐπεγείρει τοῖς ἐπιόρκοις, οὓς οὐκ ἔσθʼ ὅπως οὐκ ἐκτρίβει τὸ θεῖον, οὐ μόνον ἐπὶ μεγάλοις πταίσαντας, ἀλλὰ καὶ ἐπὶ σμικροῖς. Γλαῦκος γοῦν καθʼ Ἡρόδοτον ὁ Λακεδαιμόνιος βουληθεὶς ἐπιορκῆσαι πρόρριζος ἐξετρίβη ἐκ Σπάρτης, ὅτι διενοήθη ἀποστερῆσαι παραθήκης. καὶ χρησμὸς δὲ παρʼ αὐτῷ, οὗ ἀρχή «τὸ μὲν αὐτίκα κέρδιον ὅρκῳ νικῆσαι», λέγει, ὅτι ἀλλʼ Ὅρκου παῖς ἐστιν ἀνώνυμος, οὐδʼ ἔπι χεῖρες οὐδὲ πόδες, κραιπνὸς δὲ μετέρχεται, εἰς ὅ κε πᾶσαν συμμάρψας ὀλέσῃ γενεὴν καὶ οἶκον ἅπαντα. ἔστι δὲ ἡ φράσις ἐνταῦθα τῷ ποιητῇ αὕτη· «Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, κύδιστε, μέγιστε, Ἠέλιός θʼ, ὃς πάντʼ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις, καὶ ποταμοὶ καὶ γαῖα καὶ οἳ ὑπένερθε καμόντας ἀνθρώπους τίνυσθον, ὅστις κʼ ἐπίορκον ὀμόσσει· ὑμεῖς μάρτυροί ἐστε, φυλάσσετε δʼ ὅρκια πιστά». Ἰστέον δέ, ὡς τὸ «Ἠέλιος, ὃς πάντʼ ἐφορᾷς» Ἀττικῶς εἴρηται ἀντὶ τοῦ «ὦ Ἥλιε», ὁποῖον σὺν ἄλλοις καὶ τὸ «τράγος γένειον ἄρα πενθήσεις σύ γε», ἀντὶ τοῦ «ὦ τράγε, πάνυ στερήσῃ γενείου, εἰ τὴν φλόγα φιλήσεις». καὶ ὅτι σύνηθες Ὁμήρῳ σχῆμα τὸ ἐκ πληθυντικῆς καταβαίνειν εἰς ἑνικόν, οἷον καὶ τὸ ἀνθρώπους τίνυσθε, ὃς ἐπίορκον ὀμόσει. ἐκ γὰρ τοῦ ἀνθρώπους εἰς τὸ ὅστις μετέβη, διότι οὐ πάντες οἱ καμόντες ἤτοι θανόντες κολάζονται, ἀλλʼ ὁ κακός. τοιοῦτον σὺν ἄλλοις μυρίοις καὶ παρʼ Εὐριπίδῃ τὸ «δεσποτῶν ὠμῶν τύχοιμι, ὅστις μʼ ὠνήσεται» καὶ τὸ «δίκη γὰρ οὐκ ἔστιν ἐν ὀφθαλμοῖς βροτῶν, ὅστις, πρὶν ἀνδρὸς σπλάγχνον ἐκμάθῃ σαφῶς, στυγεῖ». καὶ παρὰ Σοφοκλεῖ τὸ «τὰ περισσὰ κἀνόνητα σώματα» πάσχει τόδε τι «ὅστις ἀνθρώπου φύσιν γεγώς, ἔπειτα μὴ κατʼ ἄνθρωπον φρονεῖ». τοιοῦτον δέ τι καὶ τὸ «λέξω τὰ πάντα, ἅσσα μʼ ἱστορεῖς» καὶ τὸ «ἔλεξα πᾶν ὅσονπερ ἐξηπιστάμην». καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ τὸ «πάντες ὅσοι θεοί εἰσιν ἐνʼ Ὀλύμπῳ» καὶ ἐν τῇ δʹ τὸ «ταῦτα δʼ ἀρεσόμεθα, εἴ τι κακὸν εἴρηται». Σημείωσαι δὲ καί, ὅτι τὸ πάντʼ ἐφορᾶν διαφέρειν δοκεῖ ποτε τοῦ πάντα ὁρᾶν. Ἠέλιος μὲν γὰρ ἀψόγως πάντʼ ἐφορᾷ καί, ὡς οἱ ὕστερόν φασιν, ἐφορεύει, παρʼ οἷς καὶ θηλυκὸν ἡ ἐφορεία. ὁ δὲ παρὰ Σοφοκλεῖ Ὀδυσσεύς, ὡς πάντων ἀεὶ κακὸν ὄργανον, ἐπιψόγως πάνθʼ ὁρᾶν λέγεται, καὶ εἴη ἂν οὕτως ἀλάστωρ, ἐπείπερ οὐκ ἄν τι διαλάθοι τὸν οὕτω περιέργως πάνθʼ ὁρῶντα. Τὸ δὲ τίνυσθον δηλοῖ μὲν τὸ τιμωρεῖτε, ἐπεκρίθη δὲ εἰς φράσιν ὡς ποιητικώτερον. ἄλλως γὰρ τὴν αὐτὴν ἀναπληροῖ χρείαν καὶ τοῦτο καὶ τὸ τίνυσθε στιχηρᾶς λαγαρότητος ποιουμένης καὶ ἐν ἀμφοῖν. Ὅτι Ἀλέξανδρος μὲν πρὸ ὀλίγου συνέθετο, ἐὰν τὸν Μενέλαον νικήσῃ, τὰ καὶ τὰ γενέσθαι, ἐὰν δὲ ἡττηθῇ, τάδε καὶ τάδε, καὶ ἤρεσε τότε ὁ λόγος καὶ ἐπὶ τούτοις ἀποδυσάμενοι τὰ ὅπλα ὁ στρατὸς κάθηνται. Ἀγαμέμνων δὲ ἄρτι οἷον ἐπιδιορθούμενος καὶ ἀναπληρῶν ὅπερ ἐνέλειψεν ὁ ἀδελφός, ποινήν τε προστίθησιν, ὡς μὴ δίκαιον ὂν ἐπὶ τοῖς ἴσοις ἀπαλλαγῆναι τοὺς τοῦ κακοῦ κατάρξαντας, καὶ τὰ ἄλλα δὲ οὕτω διατίθεται· «εἰ μέν κεν Μενέλαον», φησίν, «Ἀλέξανδρος καταπέφνῃ, αὐτὸς ἔπειθʼ Ἑλένην ἐχέτω καὶ κτήματα πάντα, ἡμεῖς δέ» νοστήσομεν, ἀνεμεσήτως, φασί, προτάξας τὸν φόνον τοῦ ἀδελφοῦ. «εἰ δέ κεν Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος, Τρῶας ἔπειθʼ Ἑλένην καὶ κτήματα πάντʼ ἀποδοῦναι, τιμὴν δʼ Ἀργείοις ἀποτινέμεν» καὶ ἑξῆς. ἐνίκησε μὲν οὖν ἐν τοῖς ἐφεξῆς ὁ Μενέλαος, οὐκ ἀπέκτεινε δὲ τὸν Ἀλέξανδρον, καὶ διὰ τοῦτο ἔχουσιν ἀντιλέγειν οἱ Τρῶες καὶ οἱ Ἀχαιοί. καὶ λέγεται ἡ ὑπόθεσις κατὰ τοὺς ῥήτορας ἀντινομία ἑκατέρου μέρους προβάλλεσθαι δυναμένου τὰ ἑκατέρων ῥητὰ πρὸς δικαίωσιν, οἷον ἐρεῖ ὁ Μενέλαος· εἶπας, ὦ Ἀλέξανδρε· «εἰ νικήσω». νενίκηκα οὖν, ἀποδοτέα μοι τοίνυν ἡ Ἑλένη. ὁ δʼ αὖθις ἀπολογίαν πορισάμενος ἐξ Ἀγαμέμνονος εἰς παράβασιν τῶν συνθηκῶν ἀντερεῖ, ὅτι «ἐάν με κτείνῃς» ἐρρέθη παρὰ τοῦ Ἀγαμέμνονος. σὺ δέ με οὐκ ἔκτεινας, οὔκουν λήψῃ τὴν Ἑλένην. ἰσχυροτέρα δὲ κατὰ τοὺς παλαιοὺς ἡ τῶν Τρώων ἀπολογία, διότι μάλιστα δεῖ, φασίν, ὁρᾶν τὰ ἐπὶ τοῖς ὅρκοις ὁριζόμενα. ὅτι δὲ ἀληθῶς νενίκηκεν ὁ Μενέλαος, καὶ ἄλλως μὲν δῆλον, ἀποφαίνεται δὲ τοῦτο καὶ ὁ ἐν τοῖς ἑξῆς εἰπών· «νίκη μὲν δὴ φαίνεται ἀρηϊφίλου Μενελάου», ἤγουν φανερῶς δήλη ἐστίν, ὁποῖον καὶ ἐν ἄλλοις τὸ «ἀλλὰ τὰ μὲν ὑμῶν ἀεικέα ἔργα φαίνεται», ἤγουν πᾶσι δῆλά ἐστιν. Ὅτι τὴν ὑπὲρ τοῦ πταισθέντος ἔκτισιν ἤτοι τὸ πρόστιμον, ὅπερ Ἡρόδοτος δίκας λέγει τῆς ἁρπαγῆς, τιμὴν καὶ ποινὴν ὁ Ἀγαμέμνων καλεῖ λέγων· «εἰ δʼ ἂν ἐμοὶ τιμήν» οἱ περὶ Πρίαμον «τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος, αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς αὖθι μένων, εἵως κε τέλος πολέμοιο κιχείω», ἤγουν ἕως ἐκτελέσω τὸν πόλεμον. Καὶ γίνεται ἡ τιμὴ αὕτη, ὡς ποινή, ἐκ τοῦ τίω τὸ τιμωρῶ, ἢ καὶ ἀπὸ τοῦ τίω, τὸ ἀνταποδίδωμι, ὅθεν καὶ τὸ τιμὴν ἀποτινέμεν καὶ τὸ τιμὴν τίνειν ἐτυμολογικῷ τρόπῳ ἐν τοῖς ῥηθεῖσι κεῖσθαι δοκεῖ. Πίνδαρος μέντοι πολλαχοῦ ποινὴν τὴν ὑπὲρ καλοῦ ἀμοιβὴν λέγει. Σημείωσαι δέ, ὅπως ὁ Ἀγαμέμνων τοῦ προδεδηλωμένου διοπέμπτου ἐνυπνίου ἀντέχεται. εἰπόντος γὰρ ἐκείνου τοῦ ὀνείρου τὸ πεποθημένον αὐτῷ, ὅτι δηλαδὴ νῦν ἕλοις τὴν Τροίαν, δεδιὼς ὁ βασιλεύς, μήποτε μετὰ τὴν ἐπὶ διακειμένοις μονομαχίαν διὰ τὰς σπονδὰς ἀπόρθητος ἡ Τροία μείνῃ, ὡς τῶν ὁρκίων τυχὸν ἐκπληρωθέντων καὶ τῶν Τρώων κατὰ τὴν σύμβασιν ἀποδόντων τὴν Ἑλένην καὶ τὰ κτήματα, παραρρίπτει τὸ περὶ ποινῆς εἰς ἀφορμὴν πάλιν μάχης, ἵνα, εἰ καὶ μὴ νῦν, ἤγουν σήμερον, ἕλοι Τροίαν, ἀλλὰ νῦν, ἤγουν κατὰ τὸν ἐνιαυτὸν τοῦτον, διὰ τὴν ποινήν. διὸ οὐδὲ ὁρίζει αὐτήν, ἀλλὰ θέλει τοὺς Τρῶας τιμὴν Ἀργείοις ἀποτινέμεν, ἥντινʼ ἔοικεν. εἰ δὲ μή, πολεμήσειν εἰσαῦθις, ἵνα τὸ τοῦ ὀνείρου λοξὸν λόγιον πληρωθῇ οὐκ εἰπόντος, ὅτι νῦν ὁ πόλεμος λυθήσεται, ἀλλʼ ὅτι νῦν ἕλοις τὴν Ἴλιον. οὐ γὰρ ἀρκεῖται ὁ βασιλεὺς μόνῃ τῇ Ἑλένῃ, ἐὰν ὁ Ἀλέξανδρος πέσῃ, οὐδὲ τοῖς ἐκείνῃ συναρπαγεῖσι κτήμασιν, εἰ μή τι καὶ ἐπέκεινα λάβῃ, ἤγουν ποινήν, ἣν ἐπέοικεν. ὅπερ ἐφερμηνεύων φησίν· «ἣ καὶ ἐσσομένοισιν ἐν ἀνθρώποισι πέληται», οὐδʼ οὕτως αὐτὴν ὁρίσας, ἵνα ὕστερον ἔχῃ μάχης εὐλόγους λαβὰς διὰ τὸ τῆς τιμῆς, ἤτοι ποινῆς, ἀόριστον. ἦν δʼ ἂν ἴσως ποινὴ ἀρέσκουσα τῷ βασιλεῖ τὸ ἄνδιχα δάσασθαι, ὅσην κτῆσιν ἡ Τροία ἐντὸς ἐέργει, ὁποῖόν τι ἔθος ἐν τοῖς ἑξῆς που ὑπολαλεῖ ὁ ποιητής. Τὸ δέ «αὖθι μένων» καὶ ἑξῆς, περίφρασίς ἐστι τοῦ πολιορκεῖν. Ὅτι ἐν τῷ «ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ» σφάζεσθαι τοὺς ἄρνας φησὶν Ὅμηρος κατὰ στομάχους, οὐ λαμβάνων τὸν στόμαχον κατὰ τὴν νῦν συνήθειαν, ἀλλὰ κατὰ τὴν τότε. στόμαχοι γάρ, φασί, τὰ κάτω μέρη τοῦ λαιμοῦ, οἱ βρόγχοι, καὶ στομάχοιο ἀλλαχοῦ θέμεθλα ἡ φάρυγξ ἢ καὶ στόμα κοιλίας. Τὸ δὲ σφαδάζειν καὶ σπᾶσθαι αὐτοὺς ἐν τῷ σφάζεσθαι ἀσπαίρειν λέγει, ὡς ἐκ τοῦ σπῶ σπαίρω κατὰ πλεονασμὸν τοῦ α. Ἡρόδοτος δέ που καὶ τὸ θερμότερον σπεύδειν καὶ οἷον ἀνασκιρτᾶν καὶ πάνυ προθυμεῖσθαι ἀσπαίρειν ἔφη εἰπών· «Ἀδείμαντος ἤσπαιρε μόνος ἀποπλεύσεσθαι». ἀπὸ δὲ τοῦ σπαίρειν καὶ σπαρίζειν κατὰ τὸ σκαρίζειν, ὡς ἐν ῥητορικῷ σεσημείωται Λεξικῷ. Φράζει δʼ ἐνταῦθα ὁ ποιητὴς οὕτω· «καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας», ὃ διασαφῶν ἐπάγει «θυμοῦ δευομένους». τοῦτο δὲ πάλιν ἐφερμηνεύων φησίν· «ἀπὸ γὰρ μένος εἵλετο χαλκός», ὁ καὶ διὰ τοῦτο ἀνηλεής ῥηθείς. ταῦτα δὲ ποιητικῆς διασκευῆς ἐστιν, ἄλλως δέ γε οὐκ ἀναγκαῖα φράζεσθαι. Ὅτι δαπάνην οἴνου δηλοῖ τὸ «οἶνον δʼ ἐκ κρητῆρος ἀφυσσάμενοι δεπάεσσιν ἔκχεον». εἰ δὲ καὶ ἐπʼ ἀγαθῷ τοῦτο γίνεται, οἰκεῖον ἐπαγαγεῖν καὶ τὸ «ἠδʼ εὔχοντο θεῷ». καὶ ὅτι ἐκχεομένων ἐπὶ ὅρκοις τῶν σπονδῶν ἐπέλεγον οἱ ἐκεῖ· ὡς ὅδε ὁ οἶνος χέεται, οὕτω τοῖς ἐπιορκήσασιν ὁ ἐγκέφαλος χαμαὶ χεθείη. τάχα δὲ καί, ὅτε αἱ τρίχες, ὡς ἐρρέθη, τῶν κεφαλῶν τοῖς σφαγίοις ἐτέμνοντο, καὶ τοιοῦτόν τι ἐπελέγετο, ὡς εἰς κεφαλὴν τὸ κακὸν τρέποιτο τοῖς ἐπιόρκοις ἢ οὕτως ἐκτμηθεῖεν τοῦ βίου, εἰ καὶ ὁ ποιητὴς οὐ λέγει ταῦτα, οἷα νοεῖν κατὰ τὸ εἰκὸς αὐτὰ ἀφιείς, ὁποῖα καὶ τοιαῦτα πολλὰ ποιεῖ. Ἰστέον δέ, ὅτι ἔθος τῷ ποιητῇ ἐν ταῖς κατὰ πλῆθος ἠθοποιΐαις συντέμνειν τὸν λόγον τεχνικῶς, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη. ὅτε γοῦν εἴπῃ· «ὧδε δέ τις εἴπεσκεν», ὀλίγους ἀεὶ λόγους ἐπάγει, ὡς καὶ ἐνταῦθα ποιεῖ λέγων· «ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε· ὦ Ζεῦ κύδιστε, μέγιστε, ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν, ὧδέ σφʼ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος, αὐτῶν καὶ τεκέων, ἄλοχοι δʼ ἄλλοισι δαμεῖεν», ἤ «μιγεῖεν». Ἔνθα ὅρα καί, ὅπως ἐν μεγάλῳ κακῷ τίθενται οἱ ὄχλοι τὸ ὑπʼ ἄλλοις γενέσθαι τὰς αὐτῶν ἀλόχους ἤτοι ὁμολέκτρους ἤ, τραγικῶς εἰπεῖν, κοινολεχεῖς γυναῖκας. καλῶς ἄρα καὶ Νέστωρ ἐν τοῖς πρὸ τούτου ἐμέμνητο τῆς μετὰ Τρωϊκῶν ἀλόχων κατακοιμήσεως, ὡς τούτου μεγίστου κακοῦ ἐσομένου τοῖς Τρωσί. καὶ μετʼ ὀλίγα δὲ τοιαύτη τις εὐχὴ βραχεῖα γενήσεται κατὰ τοῦ αἰτίου τῶν κακῶν. Τὸ δέ «αὐτῶν καὶ τεκέων» ἀντιπτωτικῶς ἔχει. ἄλλως γάρ «αὐτοῖς καὶ τέκεσιν» ὤφειλεν εἶναι πρὸς ἀκολουθίαν τοῦ «ὧδέ σφιν ἐγκέφαλος χαμάδις ῥέοι». δῆλον δʼ ὅτι ἐν τοιούτοις οὐ σολοικίζει ἀντιτιθεμένη ἡ γενική. Τὸ δέ «ὑπὲρ ὅρκια πημήνειαν» περίφρασίς ἐστι τοῦ ἐπιορκήσειαν. δῆλον δέ, ὅτι πήμανσις ὅρκων ἐστὶν ἡ τούτων παράβασις, ὡς ἐδήλου πρὸ τούτων καὶ τὸ «ὅρκια δηλήσαιτο». Ὅτι σχῆμα προαναφωνήσεως τὸ «ὣς ἔφατʼ, οὐδʼ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων», διʼ οὗ προεκτίθεται, ὡς τελεσθήσονται μὲν αἱ τοῦ βασιλέως ἀραί, οὔπω δὲ νῦν, ἀλλὰ μετὰ ταῦτα. τὸ δέ «οὐδʼ ἄρα πώ σφιν», οὐκ ἂν ἀνευλόγως ὀξυνόμενον ἔχοι τὸν πω σύνδεσμον ὡς ἐγκλινόμενον, καθὰ δηλοῖ καὶ τὸ οὔπω, εἰ δέ τις φιλονεικοίη περισπᾶν αὐτό, ἀκολουθείτω τοῖς προπερισπῶσι τὸ πώποτε. τὸ δὲ Κρονίων ἐκτείνει κἀνταῦθα ὡς καὶ ἐν ἄλλοις τὴν παραλήγουσαν. Ὅτι κἂν μισητὸς ἦν ἅπασιν ὁ Ἀλέξανδρος, ἀλλʼ ὁ πατὴρ Πρίαμος λέγει μὴ ἂν τλήσεσθαι ὀφθαλμοῖς ἰδεῖν αὐτὸν μαχόμενον. φησὶ γάρ· «ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν ἄψ, ἐπεὶ οὔπω τλήσομαι ὀφθαλμοῖσιν ὁρᾶσθαι μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ». οὕτω δὲ καὶ ὁ Ἕκτωρ συμπαθῶς διὰ φιλαδελφίαν διακείσεται, ὃς εἰ καὶ φεύγοντι, ὡς εἴρηται, ὠνείδισεν, ὅμως ἡττηθέντα τὸν ἀδελφὸν οὐ προδώσει. νοητέον δέ, οἷον ἔσται πένθος ὕστερον τῷ γέροντι ἐπὶ τῷ Ἕκτορι. εἰ γὰρ τὸν Πάριν οὐ τλήσεται ὁρᾶν μαχόμενον, πῶς οἴσει βλέπων τὸν Ἕκτορα καὶ τοῦτο ποιοῦντα καὶ πίπτοντα καὶ ὑπὸ Ἀχιλλέως ἀεικιζόμενον. δῆλον δʼ ὡς οὐδὲ ἐπὶ τῷ τείχει καθεδεῖται ὁ γέρων, ἵνα μὴ ὀφθαλμοῖς ἐκεῖθεν ὁρᾷ, φαντασίᾳ δὲ μόνῃ, ἔνδον που μένων παράβυστος. Σημείωσαι δέ, ὅτι πιθανῶς ὑποχωροῦντα ποιεῖ τὸν γέροντα Πρίαμον ὁ ποιητής, ἵνα μὴ παρὼν ἀνάγκην σχοίη τελέσαι τὰ τῶν ὅρκων καὶ οὕτω κακοήθης ἡ ποιητικὴ γένηται διασκευή. ἀποδημοῦντος γάρ, οὐ μὴν παρόντος, τοῦ συνετωτάτου Πριάμου συγχεθήσεται πιθανῶς τὰ ὅρκια. καὶ οὕτως εὐοδωτέρα ἡ τῆς ποιήσεως ἔσται περιπέτεια. Ἵνα δὲ μὴ δόξῃ ὁ γέρων καταψηφίζεσθαι τοῦ υἱοῦ ἧτταν διὰ τὴν ἀναχώρησιν καὶ ἀπαιτηθείη τὰ δόξαντα, φησὶ παρὰ τῷ θεῷ κεῖσθαι τὰ τοῦ τέλους· «Ζεὺς γάρ που τό γε οἶδε», φησίν, «ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν», ἤτοι πεπερατωμένον ἐξ εἱμαρμένης, οἱονεὶ λέγων, ὅτι οὐχʼ ὡς ἡττηθησόμενον προλείπει τὸν Πάριν, εἰ καὶ ἀρηΐφιλος ὁ Μενέλαος, ἀλλὰ διότι οὐκ ἂν τλαίη βλέπων μαχόμενον τὸν φίλον υἱὸν καὶ ἀγωνιῶν. εἰ γὰρ καὶ ἅρπαξ ὁ Πάρις καὶ μισητός, ἀλλʼ αὐτῷ φίλος υἱός ἐστιν. ὅτι δὲ εἰκὸς ἦν ὑπὸ Πριάμου ἐκδοθῆναι τὴν Ἑλένην, εἰ παρῆν, ὅτε ἡττήθη Ἀλέξανδρος, ἐμφαίνει ὁ τῶν δημογερόντων λόγος, ὅτε ἐπὶ τοῦ τείχους ἦσαν, εἰπόντων, ὅτι καὶ τοιαύτη οὖσα οἰχέσθω, ἵνα μὴ κακὸν ἡμῖν γένηται. εἶχε δὲ καὶ ὁ τῶν Τρώων ὄχλος ἑτοίμως, εἰ ὁ Πρίαμος ἐπένευσεν. ἐμίσουν τε γὰρ τὸν Ἀλέξανδρον ἀπεχθόμενον ἶσον κηρὶ μελαίνῃ καὶ εὔξονται δὲ θανεῖν ἐκεῖνον, «ὃς τάδε ἔργα ἐν ἀμφοτέροισιν ἔθηκεν». ὁ δὲ ἦν ὁ ἀρχέκακος ἐπάρατος Ἀλέξανδρος. Ἠνεμόεσσαν δὲ τὴν Τροίαν εἶναι πολλαχοῦ δηλοῖ ὁ ποιητὴς διὰ τὸ ἐφʼ ὑψηλοῦ κεῖσθαι. Τὸ δέ «οὔπω τλήσομαι» ἀσύνηθες τοῖς ὕστερον. ἐνταῦθα μὲν γὰρ τὸ οὔπω ταὐτόν ἐστι τῇ οὒ ἀρνήσει. ἐκεῖνοι δὲ τὸ οὔπω χρονικὸν οἴδασιν, οἷον· οὔπω ἦλθεν, ἀλλὰ δηλαδὴ ἐλεύσεται· καί· οὔπω ἔγραψεν, ἀλλὰ γράψει. Τὸ δέ «εἶμι ἄψ» ταὐτὸν τῷ ἀναχωρήσω, ἐπανελεύσομαι, νοστήσω. Σημείωσαι δὲ καί, ὅτι δύο ἄρτι ῥήτορας τοῖς βασιλεῦσιν ὁ ποιητὴς παραζευγνύς, Ἀγαμέμνονι μὲν τὸν Ὀδυσσέα, Πριάμῳ δὲ τὸν Ἀντήνορα, ὅμως λαλοῦντας οὐδὲν ἢ ποιοῦντας πλάττει αὐτούς, ἀλλὰ τὸ πᾶν τοὺς βασιλεῖς. πρῶτος οὖν Ὅμηρος, ὥς φασιν οἱ παλαιοί, καὶ τὰ σιγῶντα πρόσωπα ἐν τοῖς δραματικοῖς ἐπενόησεν. Ὅτι τὰ ἐπὶ ὅρκοις σφαγιαζόμενα οἱ μὲν ἐγχώριοι κατώρυττον κρύπτοντες ὑπὸ γῆν, οἱ δὲ ἐπήλυδες, εἰ καὶ Ὅμηρος νῦν τοῦτο σιγᾷ κατὰ σχῆμα σύνηθες, θαλάσσῃ ἐπέρριπτον ἢ ἄλλο τι ὅμοιον ἐποίουν, ὡς ἐκ τοῦ κάπρου δῆλον ἔσται, ὃν ἐπὶ ὅρκῳ σφάξει που ὁ βασιλεύς. γεύσασθαι δὲ αὐτῶν ὅλως ἀπώμοτον ἦν. διὸ καὶ Πρίαμος τοὺς τῶν ὁρκίων ἄρνας εἰς δίφρον αὐτὸς θέμενος ἀνεχώρησεν, ἅμα καὶ κατορύξων αὐτούς, ὡς εἴρηται, καὶ τοῖς πολίταις δὲ ἄνω δείξων διὰ τὸ τοῦ ἔργου θαυμάσιον, καὶ ἵνα καὶ οὕτω γένηται τῶν ὅρκων ταμίας. Ὅτι κατατείνειν ὀπίσω τὰ ἡνία λέγει τὸν ἡνίοχον. καὶ σημείωσαι τὴν φράσιν. οὐκ ἔστι γὰρ κάλλιον φράσαι. Ὅτι τὸ «ἄψορροι ποτὶ Ἴλιον ἀπονέοντο», περίφρασίς ἐστι τοῦ ἐπαλιννόστησαν. Ὅτι διαμετρεῖται καὶ τόπος τῇ Ἀλεξάνδρου καὶ Μενελάου μονομαχίᾳ διὰ τὸ αὐτοῖς ἐγκεῖσθαι τὸν ἐπὶ πᾶσι κίνδυνον καὶ δόξοι ἂν ἡττηθῆναί πως ὁ παρεξελθὼν τόν, ὥς φησιν ὁ ποιητής, διαμετρητὸν χῶρον. ἐπὶ μέντοι Ἕκτορος καὶ Αἴαντος ἐν τοῖς ἑξῆς τοῦτο οὐ γίνεται. ἴδιος γάρ ἐστιν ἐκεῖ τοῦ παθόντος ὁ κίνδυνος. πάλλουσι δὲ καὶ κλήρους ἐν κυνέῃ, ὁππότερος προαφήσει τὸ ἔγχος. φράζει δὲ ὁ ποιητὴς ἐνταῦθα οὕτω· Ἕκτωρ δὲ καὶ Ὀδυσσεύς «χῶρον μὲν πρῶτα διεμέτρεον. αὐτὰρ ἔπειτα κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες, ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος». Ἔστι δὲ κλῆρος, ὡς καὶ ἐν τοῖς ἑξῆς φανήσεται, σημεῖον, ὅ τις ἐμβαλεῖ τῷ ἀγγείῳ τοῦ λαχμοῦ, ψηφὶς τυχὸν ἢ δακτύλιος ἢ βῶλος ἀρούρης κατὰ Σοφοκλῆν ἤ τι τοιοῦτον, τὸ δʼ αὐτὸ καὶ πάλος λέγεται. ἀλλὰ τοῦτο μὲν παρὰ τὸ πάλλω, τὸ κινῶ, κλῆρος δὲ ἀπὸ τοῦ τέλους τῆς κινήσεως παρὰ τὸ κλῶ, τὸ καλῶ, διʼ οὗ ἐκπηδήσαντος καλεῖταί τις εἰς ἔργον, ἢ μᾶλλον ἀπὸ τοῦ κᾶλον, τὸ ξύλον, κατὰ Ἡρωδιανόν, ὡς ξύλων μάλιστα πάλλεσθαι διδομένων ἐν τοῖς τοιούτοις. χρῆσις δὲ τοῦ ῥηθέντος πάλλειν καὶ τοῦ κατʼ αὐτὸν κλήρου καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ «οἱ τεταγμένοι βραβεῖς κλήροις ἔπηλαν». Ἰστέον δέ, ὅτι ὁ μὲν κλῆρος καὶ πάλος λέγεται κατὰ πολυωνυμίαν, τοῦ δὲ πάλλειν ῥήματος οὐκ ἔστι καιριωτέρα λέξις ὡς ἐν ποιήσει. παρὰ δὲ τοῖς ὕστερον ἀπὸ τοῦ κλήρου καὶ τὸ κληροῦν καὶ τὸ κληροῦσθαι λέγεται. Εὐριπίδης δὲ ἐν μὲν Φοινίσσαις καὶ μαντικάς τινας ψήφους κλήρους καλεῖ, ἅς, φασί, δέλτοις παρεσημειοῦντο ἔν τε πτήσεσιν ὀρνίθων καὶ λοιποῖς. ἐκεῖ δὲ οἱ παλαιοὶ κλήρους νοοῦσι καὶ τοὺς ὑπὲρ μαντείας μισθούς. ἐν δὲ τῷ «δέλτος κλήρους οὐ δεδεγμένη» κλήρους, φασί, λέγει ἢ τὰς μαντείας ἢ σημεῖά τινα διδόμενα τῷ μάντει, ἐξ ὧν ὁρμώμενος προεφήτευε. Δῆλον δὲ καί, ὡς ἐκ μὲν τοῦ καθʼ Ὅμηρον κλήρου καὶ ἡ κατὰ βίον λαχοῦσά τινι περιουσία κλῆρος λέγεται μεταφορικῶς καὶ ἡ ῥητορικὴ δὲ ἀποκλήρωσις ἐκεῖθεν εἴληπται. ἐκ δὲ τοῦ πάλου ἐρρέθη ὁ ἀντίπαλος, ὃς οὐ μόνον δηλοῖ τὸν ἐξ ἐναντίου πάλου ἐρίζοντα, ἀλλά ποτε καὶ τὸν σαφῶς οὕτω λεγόμενον ἰσοπαλῆ. Ὅτι τὸ «λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον» ἀμφιβολίας ἐστὶ σχῆμα εἰς μίαν ἀφορώσης ἔννοιαν. εἴτε γὰρ εἴποι τις θεοῖσι τρισυλλάβως εἴτε δισυλλάβως θεοῖς, εἶτα ἐπάγει «ἰδὲ χεῖρας ἀνέσχον», ἡ αὐτή ἐστιν ἔννοια. δῆλον δέ, ὡς καὶ προεγράφη, ὅτι οὐ μόνον ἐπὶ ἀνατάσεως χειρῶν τὸ ἀνασχεῖν, ἀλλὰ καὶ ἐπὶ ἀνατολῆς ἡλίου. τὸ μέντοι ἐξανίσχειν ἐπὶ μόνου ἡλίου λέγεται καὶ τὸ ὑπερῆρθαι δὲ εἰς ὕψος ἐντεῦθεν ἐξανέχειν φαμέν. Ὅτι ἀρὰ κατὰ ἀρχεκάκου τὸ «ὁππότερος τάδε ἔργα μετʼ ἀμφοτέροισιν ἔθηκε, τόν, θεέ, δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω, ἡμῖν δʼ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι». Τρῶες δὲ κατʼ Ἀλεξάνδρου ταῦτά φασιν. ὅρα δέ, ὡς εὐπαίδευτος ὁ τοῦ λαοῦ λόγος ἐν τῷ «ὁππότερος τάδε ἔργα ἔθηκεν». εὐφήμως γὰρ ἔργα λέγει τὰ πολλὰ κακά, ὧν αἴτιος ὁ Ἀλέξανδρος, οὐ μὴν ὁ Μενέλαος. ὡς γὰρ προείρηται, ὁ μὲν Ἀλέξανδρος ἦρξεν, ὁ δὲ Μενέλαος ἔριν σχὼν ἠμύνατο. καί πώς ἐστι τὸ ῥηθὲν ὅμοιον τῷ «μυρίʼ Ἀχαιοῖς ἄλγεα ἔθηκε». Τὸ δέ «ἀποφθίμενον δῦναι εἰς Ἅιδην» πρὸς διαστολὴν εἴρηται τῶν δίχα φθορᾶς μυθευομένων δῦναι εἰς Ἅιδου, ὁποῖος ὁ Πειρίθους καὶ ὁ Ὀδυσσεὺς καὶ ὁ Ἡρακλῆς. συγκέκοπται δὲ τὸ ἀποφθίμενον Αἰολικῶς, τὸ γὰρ ἐντελὲς ἀποφθιόμενον ἐκ τοῦ φθίω. Ὅτι ἔπαλλε τοὺς κλήρους ὁ Ἕκτωρ ἄψ, ἤγουν ὀπίσω, ὁρῶν, ἵνα μὴ δόξῃ κακουργῆσαί τι. καὶ ὅμως εὐτυχῶς Πάριος θοῶς ἐκ κλῆρος ὄρουσεν, ἤγουν ταχὺ ἐξέθορε. καὶ τὰ μὲν τῆς τύχης ἐνταῦθα φιλοτίμως ἔχει τῷ ἅρπαγι, ὑπερτερήσει δὲ ἀρετῇ ὁ ἀγαθὸς Μενέλαος. Ὅτι ἐν τῷ «ἔνθα ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχεα ἔκειτο» ἐξ ἀναλόγου νοητέον ἐν τῷ «ἵπποι» τὸ ἵσταντο. οὐ γὰρ ἔκειντο καὶ οἱ ἵπποι. πολλὰ δὲ τοιαῦτα σχήματα παρὰ τῷ ποιητῇ, ὁποῖον σὺν ἄλλοις καὶ τὸ «σῖτον καὶ οἶνον ἔδοντες». ἐκ τοῦ ἀναλόγου γάρ, ὥσπερ σῖτον ἔδοντες, οὕτω νοητέον καὶ οἶνον πίνοντες. τινὲς δὲ φιλοσοφώτερον ἐπιβάλλοντες ἐν τῷ ἔκειντο νοοῦσι καὶ τὸ ἵσταντο. κεῖσθαι γὰρ γενικῶς καὶ τὸ ἵστασθαι. τινὲς δὲ στίξαντες εἰς τὸ «ἵπποι ἀερσίποδες», κατὰ ἔλλειψιν τοῦ ἦσαν, ἐπάγουσι «καὶ ποικίλα τεύχεα ἔκειτο». ἀερσίποδες δὲ οἱ λίαν ταχεῖς καὶ ὠκύποδες ἢ ἀελλόποδες καί, ὡς εἰπεῖν, κουφόποδες ἐκ τοῦ ἀείρω ἀέρσω. ἀείρεσθαι δέ ἐστι τὸ εἰς ἀέρα κουφίζεσθαι, ἀφʼ οὗ καὶ «ἀερσιπότητος ἀράχνης» παρὰ Ἡσιόδῳ. Ὅτι ὥσπερ δίφρον περικαλλέα ἔφη τὸν τοῦ Πριάμου, οὕτω καὶ τεύχεα καλὰ τὰ τοῦ Ἀλεξάνδρου, οὗ καὶ αἱ κνημῖδες καλαὶ ῥηθήσονται. δεῖ γὰρ καὶ πρὸς κάλλος ἠσκῆσθαι τὰ πολεμιστήρια ὄργανα, ὡς πολλαχοῦ δείκνυται. Ὅτι χαίρων ὁ ποιητὴς πραγμάτων διασκευῇ, ὡς μυριαχοῦ φαίνεται, ἤγουν τῇ κατὰ λεπτὸν ἀφηγήσει, διατυποῦται καὶ ἐνταῦθα τὴν τοῦ Πάριδος ὅπλισιν λέγων, ὅτι «δῖος Ἀλέξανδρος, Ἑλένης πόσις ἠϋκόμοιο, κνημῖδας μὲν πρῶτον περὶ κνήμῃσιν ἔθηκε, καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας», τοῖς καλύπτουσι δηλαδὴ τὰ σφυρά, ὁπλισάμενος πρῶτον τὰ κάτω, ἕως ἐπικύπτειν ἔχει ἐλαφροῖς τοῖς ἄνω μέρεσι. «δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν οἷο κασιγνήτοιο Λυκάονος, ἥρμοσε δʼ αὐτῷ· ἀμφὶ δʼ ἂρ ὤμοισι βάλετο ξίφος ἀργυρόηλον, χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε, κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν, ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν· εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμῃφιν ἀρήρει». Καὶ οὕτω διασκευάσας εἰς λεπτὸν τὴν τοῦ Πάριδος ὅπλισιν ἐπὶ Μενελάου πάνυ συντέμνει τὸ νόημα, ὡς ἂν μὴ ἀκαίρως τὰ αὐτὰ λεπτολογῇ, καί φησιν· «ὡς δʼ αὕτως Μενέλαος ἀρήϊος ἔντεʼ ἔδυνε» προτιμηθέντος κἀνταῦθα τοῦ Πάριδος, ἵνα σὺν τῇ ἄλλῃ φιλοτιμίᾳ ἔχῃ καὶ τοῦτο. Καὶ σημείωσαι τὸ «Μενέλαος ἀρήϊος». τὸν Ἀλέξανδρον μὲν γὰρ δῖον προσεῖπεν ἁπλῶς οὕτω, τὸν δὲ Μενέλαον ὥσπερ πρὸ τούτου ἀρηΐφιλον, οὕτω νῦν ἀρήϊον, ἤτοι πολεμιστήν, νίκης ἐλπίδας ὑποτείνων τῷ ἀκροατῇ. Ἑλένης δὲ πόσιν τὸν δῖον Ἀλέξανδρον λέγει σκωπτικώτερον. οὐ γὰρ ἔδει τὸν δῖον τὴν ἀλλοτρίαν ἔχειν. συχνὰ δὲ τοῦτον καὶ ἐν τοῖς ἑξῆς, ὡς φανεῖται, πόσιν τῆς Ἑλένης φησίν. εἰ δέ τινα ἔχει διαφορὰν ὁ πόσις καὶ ὁ ἀνήρ, ὡς ἐν Τραχινίαις ἐμφαίνει Σοφοκλῆς, ἑτέρωθι φανήσεται. Κνημῖδες δὲ καὶ νῦν ὅπλον σκέπον τὰς κνήμας, ἀφʼ ὧν καὶ παρονομάζονται. τούτων τὰ ἄκρα ἐπισφύρια λέγεται, ὡς τοῖς τῶν ποδῶν κάτω σφυροῖς προσαρμόζοντα. διὸ καὶ ἀργύρεα ταῦτα, ὡς καὶ αἱ κνημῖδες καλαί. καὶ ἡ ἀσπὶς δὲ φαεινὴ καὶ πολυδαίδαλος, ἤγουν ποικίλη, κατὰ τὰ ἔργα τοῦ Δαιδάλου. τινὲς δὲ ἐπισφύρια τοὺς γλυμμούς φασι τῶν σφυρῶν τοῦ ποδός, ἃ καὶ ἀργυρᾶ φησι σκώπτων, ὥς που καὶ τὴν Θέτιν φησὶν ἀργυρόπεζαν, ἵνα ἐμφήνῃ γυναικίαν τὸν Ἀλέξανδρον, ὥσπερ τὰ κατὰ ψυχήν, οὕτω καὶ κατὰ σῶμα. Ὁ δὲ θώραξ, ὃν ἐνδύνει ὁ Πάρις, κασιγνήτου ἦν. οἰκεῖον γὰρ οὐκ εἶχε θώρακα πρόχειρον. παρδαλέη γὰρ περιέκειτο τοῖς ὤμοις αὐτοῦ, ὅτε ἐκ Τροίας κατέβη. ἵνα δὲ μὴ δόξῃ τοῦτο αἴτιον ἥττης τῷ Πάριδι ὡς ἀπροσφυοῦς ἴσως ὄντος τοῦ θώρακος, φησί· «ἥρμοσε δʼ αὐτῷ», προδεδοκιμασμένος, οἷα εἰκός, καθὰ καὶ τὸ ἔγχος ἥρμοστο αὐτοῦ τῇ παλάμῃ. τὸν δὲ τοῦ Λυκάονος φορεῖ θώρακα, ὅμοιος, φασίν, ὁμοίου. Ἀλέξανδρός τε γὰρ μαλακὸς εἰς μάχην καὶ Λυκάων δὲ ἐν τοῖς ἑξῆς ἱστορηθήσεται εἰς πόνους εὐένδοτος. Τὸ ξίφος δὲ ἀμφὶ τοῖς ὤμοις βάλλεται κατὰ ἀρχαϊσμόν. οὔπω γὰρ ἦν ἔθος αὐτὸ περιζώνυσθαι. ἔνθα καὶ ὅρα καί, ὅτι θώρακα δύνειν καὶ ἔντεα δύνειν λέγει, ξίφος δὲ ἀμφιβαλέσθαι, ὥσπερ καὶ σάκος. Τὸ δὲ σάκος μέγα καὶ στιβαρὸν λέγει, ὡς ἂν ὁ Μενέλαος γενναῖος εἶναι δόξῃ, ὅτε τὸ δόρυ διελάσει αὐτοῦ. Τὸ δέ «κρατὶ δʼ ἐπʼ ἰφθίμῳ» Ἀττικῶς δοκεῖ λεχθῆναι. κοινῶς γὰρ ἰφθίμῃ ὤφειλεν εἶναι. τοιοῦτον δὲ ἦν καὶ τὸ «ψυχὰς ἰφθίμους». δύναται δὲ καὶ τριβὴν ἔχειν λόγου, ὁποίαν ἐν Ὀδυσσείᾳ τὸ «σῷ κράατι τίσεις». Τὸ δὲ κυνέη χρήσεως παλαιᾶς ἐστιν ὄνομα. ὡς γὰρ ἐν τῷ παρδαλέη, λεοντέη, λυκέη, ἐλλείπει τὸ δορά, οὕτω καὶ ἐν τῷ κυνέη. δηλοῖ γὰρ κυνέην δοράν, ἤγουν κυνὸς ποταμίου, σκέπουσαν τὰς κεφαλὰς τοῖς παλαιοῖς. ὕστερον δὲ ἡ μὲν τοιαύτη ὕλη τοῦ σκεπάσματος ἠμελήθη, τὸ δʼ ὄνομα οὐκ ἐκλέλοιπεν, ἀλλὰ καὶ τὸ ἐξ ἄλλης ὕλης ἔρυμα τῆς κεφαλῆς κυνέη καλεῖται διὰ τὴν παλαιὰν χρῆσιν, καθʼ ἣν καὶ ἡ τοῦ Ἄϊδος περικεφαλαία κυνέη λέγεται. κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ τὰ ἐκ σιδήρου ὅπλα χάλκεά φαμεν διὰ τὸ ἀρχαῖον. ἦν γὰρ ὅτε χαλκὸς βαπτόμενος ἐστομοῦτο πρὸς ὅπλα. καὶ ὁ πίναξ δὲ ἐπὶ βιβλίου καὶ τὸ πυξίον παλαιᾶς εἰσιν ἐγκαταλείμματα χρήσεως. πάλαι γάρ ποτε πίναξιν ἤτοι σανίσι, καὶ ταύταις ἐκ πύξου μάλιστα, τὰ γράμματα ἐνεκόλαπτον. καὶ τὸ γράφειν δὲ παλαιᾶς ἐνεργείας ὄνομα. ξυσμαῖς γάρ τισιν ἐτυποῦντο τὰ στοιχεῖα, τὸ δὲ ξύειν γράφειν ἐλέγετο. καὶ τὸ σπαρτίον δὲ καὶ τὸ σχοινίον, ὡς καὶ προεγράφη, ἐκ παλαιοῦ ἔργου κρατεῖ λέγεσθαι, παρώνυμα ὄντα φυτοῖς ἐξ ὧν ἐγίνοντο, ἤγουν τῇ φυομένῃ σχοίνῳ ἐν τόποις ὑγροῖς καὶ τῇ σπάρτῳ, ἐξ ἧς παρέφθαρται χυδαϊζόμενον τὸ πλεκτὸν σπαρτίον, ὃ σωμάτων ῥύπους ἐκτρίβει ἐν λοετροῖς. καὶ ἡ νευρὰ δὲ τμῆμα μέν ἐστι δέρματος βοὸς ἄρτι ἐν τοῖς τόξοις. διότι δέ ποτε νεῦρα βόεια συνεκρότουν αὐτήν, παρέμεινε μέχρι καὶ νῦν τὸ τῆς κλήσεως. καὶ τὸ κερᾶν δὲ παλαιᾶς οἰνοχοείας τῆς διὰ κέρατος ὄνομα τοῖς ὕστερον συμποσίοις παρέμεινε. τοιοῦτόν τι, ὡς προεδηλώθη, καὶ ὁ ὀβολός, εἰς ὀξὺ λήγων παρὰ τοῖς ἀρχαίοις κατὰ τοὺς ὀβελούς, κἂν νῦν μικροῦ δεῖν ὡς εἰς ἐπίπεδόν τι κατήνεκται. ἀλλὰ καὶ ἡ δραχμή, τουτέστιν οἱ ἓξ ὀβολοί, ἐξ ἀρχαίας χρήσεως, ὡς καὶ αὐτὸ προείρηται, ἔτυχε τοιαύτης κλήσεως. τοσούτων γὰρ ὀβολῶν εἶχε τότε ἡ χεὶρ ἐπιδράττεσθαι, ὡς ἱστορεῖ καὶ Πλούταρχος. καὶ λίνον δὲ τὴν χορδὴν λέγειν ἐκ τῶν ἀνέκαθεν εἰς τοὺς ὕστερον καθήκει. πάλαι γάρ ποτε δοκεῖ λινέας εἶναι τὰς μουσικὰς χορδάς, ὡς καὶ ὁ αἴλινος ὑποδηλοῖ. καὶ ἡ βίβλος δὲ ἀρχαιοτροπίαν δηλοῖ παλαιγόνου πράγματος. ἐγίνετο γάρ ποτε τὰ τῶν χαρταρίων σώματα ἐκ φυτοῦ, ὅ, καθὰ καὶ ἀλλαχοῦ δεδήλωται, βύβλος ἐλέγετο. καὶ τὸ τῆς δέλτου δὲ ὄνομα ὁμοίως ἄνωθεν κατέβη ἀπὸ τῶν δελτωτῶν βιβλίων εἴτʼ οὖν ἐκ τῶν κατὰ δέλτα πτυσσομένων γραφῶν, αἳ κυρίως δέλτοι καλούμεναι ἀφῆκαν τοῖς ὕστερον βιβλίοις κληρονομῆσαι τοιαύτης κλήσεως. Τὸ δὲ εὔτυκτον γίνεται μὲν ἐκ τοῦ τεύχω, ἀπέβαλε δὲ τὸ ε διὰ εὐφωνίαν, ὥσπερ καὶ ἡ κύστις ἐκ τοῦ κεύθω οὖσα καὶ ἐκ τοῦ πεύθω ἡ πύστις, ὅ ἐστιν ἡ μάθησις. οὕτω καὶ τὸ νευστάζειν νυστάζειν φαμὲν καὶ τὸ ἐτεύχθη ἐτύχθη. καὶ ἡ τέχνη δὲ ὁμοίως καὶ ὁ τέκτων ἀπέβαλον τὸ υ ἐκ τοῦ τεύχω γενόμενα. Ἵππουρις δὲ ἡ ἄνω ἔχουσα περὶ τὸν λόφον τρίχας ἐξ ἵππων οὐρᾶς, ὅπερ ἐγίνετο διὰ τὸ φοβερώτερον. διό φησιν ὁ ποιητής, ὅτι «δεινὸν δὲ λόφος καθύπερθεν ἔνευε». φοβερώτερον γὰρ τὸν ὁπλίτην ἡ τοιαύτη ἐποίει, ὥς που δηλώσει καὶ τὸ τοῦ Ἕκτορος βρέφος ταρβῆσαν χαλκὸν καὶ λόφον ἱππιοχαίτην δεινὸν ἐπʼ ἀκροτάτης κόρυθος νεύοντα. ἔνθα δῆλον ὡς ὁ λόφος ἀκροτάτη κόρυς ἐστίν, ὁμωνυμῶν τῷ τοῦ ὄρους λόφῳ, ἐξ οὗ καὶ ὁ γήλοφος καὶ λοφνίδες, αἱ ἐκεῖθεν λαμπάδες, καὶ λοφιὰ ζῴου καὶ ζῷα λόφουρα. τὴν δὲ ἵππουριν καὶ ἱπποδάσειαν ἐρεῖ, ἐπίτηδες καὶ τοῦτο πλάσας ὁ ποιητής, ὡς ἂν πιθανῶς ἐν τοῖς ἑξῆς ἔχῃ ἑλκῦσαι τὸν Πάριν δραξάμενος τῶν τριχῶν ὁ Μενέλαος. Θεόκριτος δὲ τὸ Ὁμηρικὸν περιφραστικῶς ἑρμηνεύων φησίν· «ἵππειαι κόρυν σκεπάσασαι ἔθειραι». Δῆλον δέ, ὅτι καὶ οὐρὰ ἵππου καὶ χαίτη δὲ συνετέλουν εἰς τὸ τῆς κόρυθος ἄκρον, ὡς ἡ ἵππουρις δηλοῖ καὶ ὁ ἱππιοχαίτης λόφος. Ὅτι ἀγριότητα ὑπογράφει προσώπου τὸ «δεινὸν δερκόμενοι, θάμβος δʼ ἔχεν εἰσορόωντας». Ὅτι μονομάχων πολεμίων ἴδιον τὸ «καί ῥʼ ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ σείοντʼ ἐγχείας ἀλλήλοισι κοτέοντε». τίς δὲ ὁ διαμετρητὸς χῶρος, προείρηται. ὥσπερ δὲ ἔλεγχος ἐλεγχείη, οἷον «ἐλεγχείην καταχεύῃ», οὕτω καὶ ἔγχος ἐγχείη. ἔοικε δὲ διαφορά τις εἶναι τῶν δοράτων, ἃ πρὸ μικροῦ ἔπαλλεν ὁ Ἀλέξανδρος, καὶ τούτων τῶν ἐγχειῶν. ἔγχος μὲν οὖν ἐνταῦθα καὶ ἐγχείας πολλάκις φησί, δόρυ δὲ οὐδὲ εἰσάπαξ. καὶ ἴσως αὗται μὲν ὀρεκταί, ἐκεῖνα δὲ καὶ ἀφίεντο, τυχὸν δὲ καὶ τῷ μήκει διέφερον. διὸ περὶ τῶν μονομάχων τούτων φησίν, ὅτι μακραῖς ἐγχείαις μαχήσονται. Ὅτι καὶ ἐν τῷ «πρόσθε δʼ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος» καὶ ἐν ἄλλοις δὲ πολλαχοῦ δολιχόσκιον ἔγχος λέγει ἢ τὸ μακρόν, οὗ δολιχὴ καὶ ἡ σκιά, ἢ τὸ εἰς δολιχὸν κιὸν ἤτοι εἰς μακρὸν πορευόμενον πλεονασμῷ τοῦ σ ἤ, ὅπερ δολιχὸν γέγονε διὰ τὸ ἐν σκιᾷ τραφῆναι, ὡς καὶ ἀλλαχοῦ ῥηθήσεται. ὁ δὲ τοῦ σ πλεονασμὸς ἐν πολλαῖς εἴθισται βραχυνομέναις λέξεσι κατʼ ἐπαλληλίαν πυκνήν, ὁποῖαι καὶ τὸ θέσκελον, θέσφατον, θεσπέσιον, θεόσδοτον, μογοστόκος Εἰλείθυια. ἦν δʼ ἂν οὕτω καὶ θεοστόκος ἐν μέτρῳ δακτυλικῷ, εἰ μὴ τραπέντος τοῦ ο εἰς η θεητόκος ἐγράφη καθʼ ὁμοιότητα τοῦ στεφανοφόρος, βοτρυοφόρος, σικυέλατον, ὑπέλατον, ἐνέλατον καὶ τῶν ὁμοίων. τὸ μέντοι ὁδοδόκος καὶ ὁδόπορος ἄλλως ἐθεράπευσε τὸ πολύβραχυ τῶν συλλαβῶν, διʼ ἐπενθέσεως τοῦ ι, καθὰ καὶ τὸ μεσαπόλιος μεσαιπόλιος, Πυλαμένης, Ἰθαμένης καὶ ὅσα τοιαῦτα. δύναται δὲ δολιχόσκιον ἔγχος λέγεσθαι καὶ πρὸς διαστολὴν ξίφους, ἔγχος γὰρ καὶ τὸ ξίφος παρὰ τοῖς τραγικοῖς. Ὅτι βαλεῖν, οὐ τὸ ἀφεῖναι βέλος, ἀλλὰ τὸ ἐπιτυχεῖν, ὡς ἐπὶ πλεῖστον εὑρίσκεται παρὰ τῷ ποιητῇ. δηλοῖ δέ ποτε καὶ τὸ καταρρῖψαι. οὕτω γὰρ καὶ Ἀχιλλεὺς ἔβαλε πρὸς τῇ γῇ τὸ σκῆπτρον. λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ θεῖναι, ὡς τὸ «φιλότητα μετʼ ἀμφοτέροισι βάλωμεν», ἤγουν θήσομεν, καὶ «ἐν φρεσὶ βάλῃ», ἤγουν εἰς νοῦν θήσεις, ἐξ οὗ σύνθετον τὸ νουθετεῖν. Ὅτι τὴν ἀσπίδα τοῦ Μενελάου καὶ τὴν τοῦ Πάριδος πάντοσε ἴσας εἶναι ἱστορεῖ ὡς περιφερεῖς. δοκεῖ δὲ ἡ τοῦ Μενελάου ἀσπὶς καὶ χαλκῆν ἔχειν πτύχα ἐπιφαινομένην. διὸ εἰπών· «καὶ βάλεν Ἀτρείδαο κατʼ ἀσπίδα πάντοσε ἴσην» ἐπάγει «οὐδʼ ἔρρηξε χαλκόν», τὸν ἐπιπολάζοντα δηλαδή, «ἀνεγνάμφθη δέ οἱ αἰχμή», τουτέστιν, ὡς καὶ ἀλλαχοῦ κεῖται, ἀνεκάμφθη, ἠμβλύνθη. τινὲς δὲ γράφουσιν «οὐδʼ ἔρρηξε χαλκός», ἤγουν οὐ διεπέρασε τῆς τοῦ Μενελάου ἀσπίδος ὁ κατὰ τὸ δόρυ τοῦ Ἀλεξάνδρου σίδηρος. Ἰστέον δέ, ὡς αἰχμὴ κυρίως ἡ ἐπιδορατίς, ἤγουν τὸ ξίφος τοῦ δόρατος, παρὰ τὸ αἷμα χέειν, μετατεθέντος τοῦ μ. ἀπὸ δʼ αὐτοῦ ὡς χρησιμωτάτου μέρους καὶ ἅπαν τὸ δόρυ αἰχμή συνήθως καλεῖται, ὡς δηλοῖ τὸ «ἀνεγνάμφθη δέ οἱ αἰχμὴ ἀσπίδι ἐνὶ κρατερῇ». οὕτω δὲ ἀνάπαλιν καὶ δόρυ τὸ ὅλον ἀπὸ τοῦ ξύλου λέγεται, ὥστε δύο ὄντων μερῶν τῷ τοιούτῳ ὅπλῳ, ξύλου τε καὶ σιδήρου, δόρυ μὲν ἀπὸ τοῦ ξύλου λέγεται, αἰχμὴ δὲ ἀπὸ τοῦ σιδήρου. Ὅτι Μενέλαος μὲν εὔχεται ξενίῳ Διῒ κατὰ τοῦ ἅρπαγος μοιχοῦ τίσασθαι καὶ δαμάσειν ἐκεῖνον—πέποιθε γάρ, ὡς δίκαια τὰ τῆς εὐχῆς—, Ἀλέξανδρος δὲ εἰδὼς ἄδικα εὔξεσθαι κατὰ τοῦ Μενελάου οὐ παρρησιάζεται, ἀλλὰ σιωπᾷ. τί γὰρ ἂν εἴη τέλος ἀδίκου εὐχῆς; Σημείωσαι δέ, ὅτι ἡ τοῦ Μενελάου εὐχὴ παρῳδηθεῖσα ἐκ τοῦ «Ζεῦ ἄνα» πρέποι ἂν εἰς κακοξένου ἀράν, οἷον «θεὲ ἄνα, δὸς τίσασθαι, ὅ με πρότερος κάκʼ ἔοργε, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον, ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ», ἤγουν ὃς οὔτε ἀποπέμψει οὔτε λῃστρικῶς βλάψει τὸν ξενισθέντα, φιλοφρονήσεται δέ, ὡς ἐγώ ποτε τὸν Πάριν ἐν Λακεδαίμονι. Ἰστέον δέ, ὅτι ἐν τῷ «Ζεῦ ἄνα», ἤτοι ὦ Ζεῦ βασιλεῦ, τὸ ἄνα ἢ ἀπὸ τῆς ἀνα προθέσεως τῆς δηλούσης τὴν ἄνω σχέσιν εἴληπται εἰς ὄνομα ἢ ἀπὸ τοῦ ἄναξ ἀποβολῇ τοῦ διπλοῦ γέγονεν ὁμοίως τῷ γύναι. ὅτι δὲ θεία, ὡς καὶ προδεδήλωται, λέξις ἐστὶ τὸ ἄναξ, δηλοῖ καὶ ὁ γράψας οὕτω· «ἄναξ, θεοὺς γὰρ δεσπότας καλεῖν χρεών», ὡς ταὐτὸν ὂν ἄνακτα εἰπεῖν καὶ θεόν. Τὸ δέ «ὅς με πρότερος κακὰ ἔοργε» κακοῦργόν τε συνθέτως εἰπεῖν τὸν Πάριν εἶναι δηλοῖ καὶ διασαφητικόν ἐστι τοῦ «Ἀλεξάνδρου ἕνεκʼ ἀρχῆς», τοῦ καὶ ἀρχεκάκου διὰ ταῦτα. Τὸ δέ «καὶ ἐμαῖς ὑπὸ χερσὶ δάμασσον» διασαφητικόν ἐστι τοῦ «δὸς τίσασθαι», ὥσπερ καὶ τοῦ ξεινοδόκου ἐφερμηνευτικόν ἐστι τὸ «ὃς ἂν φιλότητα παράσχῃ». Τὸ δὲ ξεινοδόκος παροξύνεται διὰ τὴν ἐν αὐτῷ νοουμένην ἐνέργειαν. τὰ γὰρ παρὰ ῥῆμα σύνθετα ὀνόματα παροξύνεται μέν, ὅτε ἐνέργειαν ὑπισχνεῖται, προπαροξύνεται δὲ ὅτε πάθος, εἰ μὴ κανόνες κωλύοιεν, οὓς παρατίθεται Ἡρωδιανός· λιθοβόλος μὲν οὖν παροξυτόνως ὁ λίθον βάλλων, προπαροξυτόνως δὲ ὁ λίθῳ βεβλημένος· καὶ πρωτοτόκος μὲν ἡ πρώτως τεκοῦσα, πρωτότοκος δὲ ὁ πρῶτος τεχθείς· οὕτω καὶ ξεινοδόκος ὁ ξένους δεχόμενος ἐνεργητικῶς. φιλικὴ δὲ λέξις ὁ ξένος παρὰ τῷ ποιητῇ, παρὰ δὲ ἄλλοις ξένος ὁ ἀλλότριος. Ἡρόδοτος δὲ λέγει καί, ὅτι ξένους οἱ Λάκωνες ἐκάλουν τοὺς βαρβάρους. γίνεται δὲ ἀπὸ μὲν τοῦ Ὁμηρικοῦ ξένου ἡ ξενία καὶ ὁ ξεινοδόκος καὶ τὸ ξενίζειν, ἀπὸ δὲ τοῦ λοιποῦ τὸ ἀποξενοῦσθαι. Τὸ δὲ ἐρρίγῃσι μέσος ἐστὶ παρακείμενος τοῦ ῥιγῶ ῥιγήσω, οὗ τὸ ἔρριγα, ἐξ οὗ τὸ ἐρρίγω. Ὅρα δʼ ἐν τοῖς ῥηθεῖσι καί, ὅτι δῖον τὸν Ἀλέξανδρόν φησιν ὁ Μενέλαος εἰπών· «δὸς τίσασθαι δῖον Ἀλέξανδρον» παιδεύοντος Ὁμήρου δεῖν τὸν σπουδαῖον ἄνδρα εὐλογητικὸν εἶναι ὡς τὰ πολλὰ καὶ μὴ σκωπτικὸν ἐν οἷς οὐ χρή. ἔχει δέ τι καὶ βαρύτητος ὁ λόγος, ὡς μὴ δέον ὂν τὸν δῖον ἄνδρα κακὰ ἐοργέναι. Ὅτι γενναίας βολῆς δόρατος φραστικὸν τὸ «ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος» καὶ βάλε κατʼ ἀσπίδα, «διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο, ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα ἔγχος», ἤτοι ῥᾷον διέκοψε καὶ οἷον ἐθέρισε. Κυρίως γὰρ ἐπὶ θέρους τὸ ἀμᾶν, ὅθεν ἀμᾶσθαι τροπικῶς καὶ τὸ δρακὶ συνάγειν, ὡς τὸ «κόνιν ἐπαμησάμενος». Γίνεται δὲ ἡ λαπάρα, διʼ ἧς ὁ κενεὼν δηλοῦται, παρὰ τὸ λάπτω, τὸ ἐκκενῶ, ὡς καὶ ὁ κενεὼν ἐκ τοῦ κενῶ, ὁ λαπαχθεὶς τόπος καὶ κενὸς ὀστῶν. ὅτι δὲ ἐκ τοῦ λάπτω γίνεται καὶ τὸ ἀλαπάζω, προείρηται. ἀπʼ αὐτοῦ δὲ καὶ λάπαθος, φυτὸν εὔθετον εἰς γαστρὸς ὑπαγωγήν. Ὅτι ἀνασχόμενος οὐχʼ ὁ ὑπομείνας, ὡς παρὰ τοῖς μεθʼ Ὅμηρον, ἀλλʼ ὁ ὑψοῦ τείνας τὴν χεῖρα. φησὶ γάρ· «ἐρυσάμενος ξίφος ἀργυρόηλον πλῆξεν ἀνασχόμενος κόρυθος φάλον». ἀλλαχοῦ δὲ ἐνεργητικῶς χεῖρας ἀνασχών φησιν ἐπὶ εὐχῇ καὶ χεῖρας ἀνέσχον. Φάλος δὲ κόρυθος ἀσπιδίσκιον, ὡς καὶ ἀλλαχοῦ φανεῖται, ἢ ἀστερίσκος τις προμετωπίδιος, λευκὸς καὶ λαμπρός, ἐκ τοῦ φάλιον, τὸ λευκόν. αὐτὸ δὲ παρὰ τὸ φάειν λίαν, ὅθεν καὶ φαλακρός, ὁ τὸ κάρα φάλιος ἤτοι λαμπρός, ὡς καὶ ἐν Ὀδυσσείᾳ σκώπτει τις τὸν Ὀδυσσέα. καὶ πέτρα δὲ φαληριῶσα παρὰ Λυκόφρονι, ἡ λευκὴ νῆσος. καὶ κύματα παρʼ Ὁμήρῳ φαληριόωντα, τὰ λευκά. Ὅτι ἐν τῷ «ἀμφὶ δʼ ἂρ αὐτῷ ξίφος τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός» εἴποις ἂν σιδήρου θραυομένου ἀκούειν. τοιοῦτον γάρ τινα ἦχον ἡ τῶν λέξεων ὑπηχεῖ τραχύτης ἐπίτηδες οὕτω φράζοντος τοῦ ποιητοῦ ὀνοματοποιΐας τρόπῳ, ὥσπερ αὖ πάλιν τοὐναντίον, ὡς καὶ προεγράφη, ἐν τῷ «μέγαν ἐλέλιξεν Ὄλυμπον», ἤγουν τὸν μέγαν ἐκίνησεν οὐρανόν, ἐπλεόνασε τῇ τοῦ λ λειότητι, ἵνα τῷ ἀπαραποδίστῳ τῆς κατὰ τὸ ἀμετάβολον φράσεως τὴν ὀξυκινησίαν ἐμφήνῃ τοῦ οὐρανοῦ, ὃς λειότερον Ὄλυμπος λέγεται. Τὸ δέ «τριχθὰ καὶ τετραχθά» ἐκ τοῦ τρίχα καὶ τοῦ τέτραχα γίνεται πλεονασμῷ τοῦ θ διὰ τραχυφωνίαν πλείονα, ὃ δὴ γίνεται καὶ ἐπὶ τοῦ ὄχθος καὶ ὄχθη. καὶ ἐν αὐτοῖς γὰρ ἀπὸ τοῦ ἐξέχειν γενομένοις πλεονασμὸς τοῦ θ ἐστιν, ὡς καὶ ἐν τῷ εὐοχθεῖν κατά τινας, ὃ παρʼ Ἡσιόδῳ κεῖται, καὶ ἐν τῷ χθών, χθονός. ὀξύνεται δέ, ὡς τὸ δηθά. Τὸ δὲ διατρυφέν ἐκ τοῦ θρύπτω γίνεται, ὠνοματοπεποιημένου ῥήματος, καὶ ἔστι μετοχὴ δευτέρου παθητικοῦ ἀορίστου. ἐντεῦθεν δὲ καὶ τὸ τρύφος παρῆκται, ἔτι δὲ καὶ ἡ τρυφή, ὡς τὸν σπαταλῶντα θρύπτουσα. Ὅρα δέ, ὡς δυστυχοῦντα τὸν Μενέλαον ἐνταῦθα ποιεῖ Ὅμηρος, οὐ μόνον ὅτι τοῦ πρῶτος βαλεῖν ἀπέτυχεν, ἀλλὰ καὶ ὅτι τὸ ἔγχος ἐτώσιον ἀφῆκε, καὶ τῇ θραύσει δὲ τοῦ ξίφους καὶ τῇ φυγῇ τοῦ Πάριδος. Ἀλεξάνδρῳ δὲ τὰ πλείω εὖ ἔτυχε. κάμπτεται γὰρ αὐτῷ ἡ αἰχμὴ καὶ τοῦτό γε μόνον οὐκ εὐτυχεῖ, τὰ δʼ ἄλλα εὖ ἐκείνῳ συμπίπτει. πρῶτός τε γὰρ βάλλει ἐκ τύχης κλήρου καὶ ἡ τρυφάλεια ἑλκομένου ῥήγνυται καὶ αὐτὸς διαφεύγει τὸν φόνον. ὃ δὲ μέγιστόν ἐστι τῷ μὲν ἀδικηθέντι εὐτύχημα, δυσδαιμονία δὲ τῷ ἅρπαγι, τοῦτο ἦν, ὅτι νικᾷ μὲν ὁ Μενέλαος, ἡττᾶται δὲ ὁ Ἀλέξανδρος. διδάσκει δὲ καὶ ἐν τούτοις ὁ ποιητὴς τὸ ἐν τοῖς πρακτέοις ἀνώμαλον. Ὅτι ἕτοιμοι πρὸς βλασφημίαν οἱ δυστυχοῦντες. Μενέλαος οὖν οὐκ εὐτυχῶν ἐνταῦθά φησι· «Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος· ἦ τʼ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος, νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος» καὶ ἑξῆς. οὐκ ἀπαιδεύτως δὲ ὁ βασιλεὺς λαλεῖ, ἀλλʼ εὐσεβῶς, ὡς χρεὼν ὂν δυσπραγεῖν τὸν κακόν. Ἰστέον δέ, ὅτι τὸ ὀλοώτερος θεῶν ἀντὶ τοῦ ὀλοὸς ἐν θεοῖς. ἐνταῦθα γὰρ ἡ σύγκρισις ἀντὶ ἁπλοῦ νοεῖται, ὡς καὶ ἀλλαχοῦ. Τὸ δέ «τίσασθαι Ἀλέξανδρον κακότητος», ἤγουν ἕνεκεν τῆς κακίας, Ἀττικὴν ἔχει ἔλλειψιν. πλεονάζουσι δὲ οἱ μεθʼ Ὅμηρον τῷ τοιούτῳ σχήματι, ὁποῖον καὶ τὸ «θαυμάσαι δίκαιον Ἰσοκράτην τῆς τέχνης». Τὸ δὲ ἄγη Ἀττικοὶ ἐάγη φασίν. Ἰστέον δέ, ὅτι τὸ «ἦ τʼ ἐφάμην τίσασθαι» καὶ ἑξῆς, ἀφελοῦς ἰδέας ἐστίν· ἁπλοϊκοῦ γὰρ ἤθους μέμφεσθαι τὸ θεῖον, ὅτι μὴ γέγονεν ὅπερ τις ἔφατο. Ὅτι ἀποτυχίαν φράζων ἀφέσεως ἔγχους περιφραστικώτερόν φησιν· «ἐκ δέ μοι ἔγχος ἠΐχθη παλάμῃφιν ἐτώσιον», εἶτα στενοχωρῶν τὴν περίφρασίν φησιν· «οὐδʼ ἔβαλόν μιν». ταὐτὸν γὰρ τοῦτο πρὸς τὸ «ἐξηΐχθη παλάμης ἔγχος ἐτώσιον». Ὅτι ἐπαΐξας ὁ Μενέλαος κόρυθος λάβεν ἱπποδασείης, εἷλκε δʼ ἐπιστρέψας μετʼ ἐϋκνήμιδας Ἀχαιοὺς τὸν Πάριν, λίαν ἀγχινούστατα ἐν ἀπόροις εὐπορήσας καὶ μηχανὴν εὐτυχῶς ἐξευρηκὼς κατὰ τοῦ ἐχθροῦ. Ὅρα γάρ, ὡς ἐζώγρησεν οἷον αὐτὸν ὁ Μενέλαος καὶ περιγέγονεν ἂν καὶ εἰς τέλος ἐκείνου κατὰ κράτος, εἰ μὴ τὰ τῆς ἱστορίας ἐκώλυε. νῦν δὲ ἡ διασκευὴ μέχρι τοῦ εἰκότος προχωρήσασα ἡττηθῆναι μὲν ἐκεῖνον ποιεῖ καὶ οὕτω καταισχύνει, οὐ μὴν τολμᾷ καὶ τὴν ἐκείνου ἀναίρεσιν. Ὅρα δὲ καί, ὅτι τὸ ἱπποδασείης κόρυθος λαβεῖν, ἤγουν ἅψασθαι, ὡς ἐπὶ τριχῶν κεφαλῆς εἴρηται, καὶ ἔστιν ἀστεῖα ἡ περιπέτεια, εἰ ἀπὸ τοιούτου ὅπλου ὁ Πάρις κινδυνεύει, καὶ ἴσως διὰ τοῦτο κρείττων ἡ ἁπλῆ περικεφαλαία τῆς τριχωτῆς. ὁποίῳ δή τινι λόγῳ καὶ οἱ Κουρῆτες ἐπετηδεύσαντο κουράν, ἵνα μὴ λαμβάνωνται τῶν τριχῶν αὐτῶν οἱ πολέμιοι. Ὅτι ἦγχεν ἑλκόμενον τὸν Ἀλέξανδρον πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν. εἶτα ἐφερμηνεύων Ὅμηρος, εἰς τί τῷ Ἀλεξάνδρῳ ἐχρησίμευεν ὁ τοιοῦτος ἱμάς, φησίν· «ὅς οἱ ὑπʼ ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης». ἀστείως δὲ ταῦτα πλάττει ὁ ποιητὴς σκώπτων τὸν Ἀλέξανδρον. ἱμάντι τε γὰρ αὐτὸν ποιεῖ ἑλκόμενον κατὰ τοὺς αἰχμαλώτους καὶ τὴν αὐτοῦ δειρὴν ἁπαλὴν λέγει ὡς ἂν εἰ καὶ γυναικός. καὶ ἄλλως δὲ κεστῷ ἄγχεται ὡς θεράπων Ἀφροδίτης, ἧς φόρημα κεστός, ὡς ἀλλαχοῦ λεχθήσεται. Ἰστέον δέ, ὅτι, ὥσπερ κεστὸς ὁ κεντητὸς καὶ ποικίλος, οὕτω πολύκεστος ὁ πολυκέντητος καὶ πολυποίκιλτος, ὅπερ καὶ τοῦ ῥαγῆναι τὸν ἱμάντα αἴτιον γέγονεν. εἰ γὰρ καὶ βοὸς ἦν «ἶφι κταμένοιο», ἤγουν σφαγέντος ἐν νεότητι καὶ ἰσχύϊ, ἀλλὰ διὰ τὸ πολυκέντητον καὶ οὕτω πολυδιαίρετον ἕτοιμος ἦν εἰς ῥῆξιν. διὸ ἡ φίλη τῷ Πάριδι Ἀφροδίτη ἔρρηξε τὸν ῥηθέντα ἱμάντα, «κεινὴ δὲ τρυφάλεια ἅμʼ ἕσπετο χειρὶ παχείῃ». Ἔτι ἰστέον καί, ὅτι τὸ μὲν ἱμάς προσηγορικόν ἐστιν, ἐπίθετον δὲ αὐτοῦ τὸ πολύκεστος, ὥστε καί, ὅταν εἴπῃ κεστός, ἐπίθετόν ἐστιν ἱμάντος τὸ ὄνομα λείποντος τοῦ προσηγορικοῦ, καθὰ καὶ ἐπὶ ἄλλων πολλῶν γίνεται. ὥσπερ καὶ ἐνταῦθα ἡ τρυφάλεια περικεφαλαίας οὖσα ἐπίθετον ἀντὶ αὐτῆς ἐκείνης λαμβάνεται. παρὰ τὸ κέντω δέ, φασί, βαρύτονον ἢ παρὰ τὸ κεντῶ γίνεται ὁ ῥηθεὶς πολύκεστος διὰ τὸ πολυρραφὴς εἶναι, ὥσπερ καὶ παρὰ τὸ ἕω, τὸ πληρῶ, ἑστὸς καὶ μεστὸς ὁ πλήρης. τὸν δέ γε τῆς Ἀφροδίτης κεστὸν καὶ παρὰ τὸ κάζω, τὸ κοσμῶ, ἐτυμολογοῦσιν οἱ παλαιοί. εἰ δὲ καὶ ἐκεῖνος ἐκ τοῦ κεντεῖν παρῆκται, ὄμως ἁπλῶς ἐστι κεντητός, οὐ μὴν πολύκεστος οὕτω κατὰ τὸν τοῦ Πάριδος. Ὅρα δὲ καί, ὡς τὸν ἀνθερεῶνα σαφῶς ὑπέγραψεν. ὅπου γὰρ ὁ τῆς περικεφαλαίας ὑποτέταται ὀχεύς, ἐκεῖ ἐστιν ὁ ἀνθερεών. καὶ ἄλλως δὲ εἰπεῖν, ἑρμηνεύων τὴν ἁπαλὴν δειρὴν ἐπάγει τὸ «ὑπʼ ἀνθερεῶνος», ὡς ταὐτὸν ὂν εἰπεῖν ἀνθερεῶνα καὶ δειρὴν ἁπαλήν. καὶ ἴσως τοῦτό ἐστιν, ὅπερ φησὶν ἀλλαχοῦ «ἁπαλοῖο διʼ αὐχένος». Ἰστέον δέ, ὅτι τὸ ὑπʼ ἀνθερεῶνος, ἤγουν ὑποκάτω τοῦ ἀνθερεῶνος, ὑπʼ ἀνθερεῶνα ἡ κοινὴ φράζει. Ὀχεὺς δὲ οὐ μόνον ἐπὶ μοχλοῦ θύρας, ὡς ἀλλαχοῦ, ἀλλʼ ἰδοὺ καὶ ἱμάς, ὁ συνεκτικὸς τῆς περικεφαλαίας, ἀπὸ τοῦ ἔχειν παρηγμένος, ὅθεν καὶ τὸ τῆς ἀσπίδος ὄχανον. Τῶν δὲ περικεφαλαιῶν αἱ μὲν ἄφαλοι, ὡς αὐτός που λέγει ὁ ποιητής, αἱ δὲ φαλωταί, ἤτοι ἔχουσαι φάλον, ὡς καὶ ἡ τοῦ Πάριδος. ἔφη γοῦν, ὅτι ἔπληξε Μενέλαος κόρυθος φάλον, τὴν δʼ αὐτὴν καὶ τρυφάλειαν λέγει ἄρτι, ὡς τρεῖς φάλους ἔχουσαν. ἐρεῖ δέ πού τινα καὶ ἀμφίφαλον καὶ τετράφαλον. Σκοπητέον δὲ καί, ὅτι ἐν μὲν τῷ δίφρος τροπὴ τοῦ υ διχρόνου γέγονεν εἰς τὸ ι, ἐν δὲ τῷ τρυφάλεια ἔμπαλιν ἔχει ἡ τοῦ διχρόνου τροπή. Σημείωσαι δὲ καί, ὅτι ἔθους ὄντος τῷ ποιητῇ ταῖς δυσλύτοις περιπετείαις τῶν ἱστορουμένων ἐπεισάγειν ποτὲ καὶ θεούς, ὡς οἷον ἀπὸ μηχανῆς τινος τραγικῆς, πεποίηται τοῦτο καὶ νῦν. ἐπεὶ γὰρ ἕλκεται ὁ Πάρις καὶ κίνδυνός ἐστιν αἰχμάλωτον ἀπαχθῆναι αὐτόν, τοῦτο δὲ παρὰ τὴν τῆς ἱστορίας ἐστὶν ἀλήθειαν, λύει θεραπεύων τὸ κινδυνῶδες ὁ ποιητὴς ἐπεισοδίῳ θεοῦ· φησὶ γάρ· «καί νύ κεν εἴρυσέν τε», ὅ ἐστιν εἵλκυσεν ἂν τὸν Πάριν ὁ Μενέλαος, «καὶ ἄσπετον ἤρατο κῦδος, εἰ μὴ ἂρ ὀξὺ νόησεν» ἡ Ἀφροδίτη, «ἥ οἱ ῥῆξεν ἱμᾶντα βοὸς ἶφι», ὡς ἐρρέθη, «κταμένοιο», εἶτα καὶ «ἐξήρπαξε ῥεῖα μάλα ὥς τε θεός, ἐκάλυψε δὲ ἠέρι πολλῇ». καὶ τοῦτο μὲν τοῦ μύθου, ἡ δὲ καθʼ ἱστορίαν ἀλληγορία βούλεται συνωμότας τινὰς ἑταίρους ἡλικιώτας τῷ Ἀλεξάνδρῳ συνασπίσαντας λάθρᾳ ὡς ἐν ἠέρι, ἤγουν ἀορασίᾳ, ἐκ μέσου θεῖναι αὐτὸν συνεπιλαβομένης Ἀφροδίτης, ὅ ἐστι τοῦ περὶ τὴν Ἑλένην ἐπαφροδίτου κοινοῦ φίλτρου καὶ ἱμέρου. διὸ καὶ ἔκπαγλα φιλεῖν αὐτὴν ἡ Ἀφροδίτη λέγεται, ὡς πολὺ τὸ ἐπαφρόδιτον ἔχουσαν, ᾧ καὶ οἱ δημογέροντες κηλούμενοι ἔλεγον οὐ νεμεσητὸν τοιῇδε ἀμφὶ γυναικὶ μάχεσθαι. ὡς εἰ μὴ τοῦτο ἦν, τί ἐκώλυεν ἔχθραν μέσον τεθῆναι Τρώων καὶ Ἀχαιῶν Ἀφροδίτης χόλῳ κατὰ τὴν ἐκείνης ἀπειλὴν καὶ οὕτω τὴν Ἑλένην κακόν τι παθεῖν ὀλομένην κακὸν οἶτον; ὃ καὶ αὐτὴ δεδοικυῖα τούς τε πενθεροὺς κολακεύει καὶ τὸν Πάριν καὶ τὸν Ἕκτορα καὶ ἑαυτὴν ὑβρίζει τὸ μέλλον καραδοκοῦσα καὶ ἐπισπωμένη ἔλεον. Ῥῆξαι δὲ τὸ βίᾳ ἑλκυσμοῦ διακόψαι τὸ συνεχές, ὡς καὶ ἐνταῦθα ῥήγνυται ὁ ἱμὰς τῆς τρυφαλείας τοῦ Ἀλεξάνδρου, οὐ μὴν λύεται ἀνακάμψει δεσμοῦ· ὀξύτητος γὰρ ἔδει τῷ πράγματι. τοιοῦτον δὲ ἡ ῥῆξις ἀχρόνως οἷον γινομένη. διὸ καὶ ὀξὺ νοήσασα ἡ Ἀφροδίτη ἔρρηξεν ὀξυχειρίᾳ χρησαμένη. Κενὴ δὲ τρυφάλεια ἡ μηκέτι ἐντὸς ἔχουσα τὴν τοῦ Πάριδος κεφαλήν. Τὸ δὲ ἕσπετο γλυκέως ἐρρέθη, ὡς εἴπερ ἔμψυχος ἦν ἡ τρυφάλεια. καὶ ἔστι τοῦτο ἀρχὴ τοῦ εἰπεῖν τῶν τινὰ σοφῶν γλυκέως ὕστερον, ὡς ἡ τοῦ νεκροῦ χεὶρ ἐπηκολούθησε. Χεῖρα δὲ παχεῖαν τὴν τοῦ Μενελάου δεόντως νῦν λέγει διὰ τὸ τοιαῦτα εἶναι τοῖς ἀνδρικοῖς τὰ ἀκρωτήρια. ἐν μέντοι τῇ Ὀδυσσείᾳ παχεῖαν χεῖρα τῆς Πηνελόπης κατὰ τὸ παρέλκον φησὶ καί, ὡς οἱ παλαιοὶ λέγουσι, κατὰ ἀκυρολεξίαν, εἰ μὴ ἄρα ὡς καὶ ἐκείνης δαΐφρονος. Ἠέρα δὲ τὴν σκότωσιν εἶτʼ οὖν τὸν ἀφώτιστον ἀέρα μυριαχοῦ κατὰ θηλυκὸν γένος φησίν. οὕτω δὲ καὶ τὴν αἰθέρα λέγει. Ὅτι ἔρριψεν ἐπιδινήσας τὴν Ἀλεξάνδρου περικεφαλαίαν εἰς τοὺς Ἀχαιοὺς Μενέλαος, λάφυρον οἷον ἐξ ἐκείνου ταύτην κερδάνας. κατὰ δὲ τοὺς παλαιοὺς καὶ εἴδωλόν τι Ἀλεξάνδρου τοῖς τε θεωμένοις τότε τοῖς τε ὕστερον ἀκροωμένοις καταλείπει τριχῇ περιγενόμενος αὐτοῦ δόρατί τε καὶ ξίφει καὶ τρίτον αἰχμαλωσίᾳ, τῇ διὰ τῆς περικεφαλαίας. εἴ τι γὰρ θυμουμένοις παραπέσῃ, τοῦτο, φασίν, ὅπλον ἐστὶν ἀχορηγήτου θυμοῦ. Τὸ δὲ ἐπιδινήσας ἀντὶ τοῦ δίκην δίνου, ὅ ἐστι τόρνου, ἀφεὶς φέρεσθαι. χρῆσις δὲ τοῦ δίνου καὶ παρὰ τῷ Κωμικῷ. ἐκεῖθεν δὲ καὶ θηλυκὸν ἡ δίνη. Ὅτι τὸν τοῦ Ἀλεξάνδρου θάλαμον ἀνδρὸς τρυφεροῦ εὐώδεα λέγει καὶ κηώεντα, ὅ ἐστι τεθυμιαμένον, παρὰ τὸ κῆαι, ἤγουν καῦσαι καὶ θυμιᾶσαι. προϊὼν δὲ καὶ δόμον αὐτοῦ περικαλλέα ἐρεῖ καὶ ὑψόροφον θάλαμον. Ἰστέον δέ, ὅτι τὸ κηώεντι δύναται καὶ λόγῳ σαφηνείας κεῖσθαι, ἵνα ᾖ τὸ «θαλάμῳ εὐώδεϊ κηώεντι» ταὐτὸν τῷ εὐωδίαν ἔχοντι, οὐκ ἐξ ἀνθέων ἢ μύρων, ἀλλʼ ἐκ τῶν ἐν αὐτῷ καιομένων εὐοδμιῶν. Τὸ δὲ κηώεις, ὡς καὶ ἑτέρωθι κεῖται, ἐκτείνει τὴν παραλήγουσαν διὰ τὴν εἰς μέτρον εὐχρηστίαν ὡς τὸ εὐρώεις καὶ κητώεις καὶ ὠτώεις καὶ ὅσα ἄλλα μακρὰν ἔχει τὴν προπαραλήγουσαν. ἔνθα μέντοι αὐτὴ βραχεῖα, ἐκεῖ ὁμοία καὶ ἡ παραλήγουσα, ὡς δηλοῖ τὸ ἠερόεις, ἱμερόεις, σκιόεις, ἐρόεις, κερόεις, γλαγόεις, οὐατόεις. Ὅτι περὶ τὸ Τρωϊκὸν τεῖχος πολλαὶ γυναῖκες ἐν τῷ τῆς μονομαχίας ἵσταντο καιρῷ κατὰ ἔθος τὸ καὶ ἐν τοῖς ἑξῆς που δηλωθησόμενον, ᾧ κατακολουθοῦσα καὶ ἡ Ἑλένη ἐξῆλθε. φησὶ γοῦν· «τὴν δʼ ἐκίχανε πύργῳ ἐφʼ ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν». Ὅτι ὁ ἑανὸς κυρίως πέπλου ἤτοι γυναικείου φορήματός ἐστιν ἐπίθετον ἀπὸ τοῦ ἕω, τὸ ἐνδύω, ἐξ οὗ καὶ τὸ εἷμα, ἵνα δηλοῖ τὸν ἄξιον τοῦ ἐνδύεσθαι. ὥσπερ δὲ πολλὰ καὶ ἄλλα ἐπίθετα ἀντʼ αὐτῶν ἐκείνων λαμβάνεται τῶν προσηγορικῶν, οἷς ἐπιτίθεται, ὡς καὶ ἀλλαχοῦ εἴρηται, οὕτω καὶ τοῦτο. καθάπερ γὰρ ξυστὸν κατὰ μόνας αὐτὸ τὸ ξεστὸν δόρυ, οὗ ὡς ξεομένου ἐπίθετόν ἐστι τὸ ξυστόν, καὶ ἡμέρα ἰδίως αὐτὴ ἡ κατʼ ἐπίθετον ἡμέρα ἠώς, ἤγουν ἡ πραεῖα καὶ ἀντίθετος τῇ ἀπὸ τοῦ δεδιέναι γινομένῃ δειδίᾳ, ὡς ἀπὸ ἀρσενικοῦ τοῦ ἥμερος, καὶ διπλόη αὐτὴ ἡ διπλῆ χλαῖνα, καὶ βροτὸς αὐτὸς ὁ ἄνθρωπος, οὗ ὡς ῥευστοῦ ἐπίθετον τὸ βροτός κατὰ τὸ βροτοὶ ἄνδρες, καὶ ἀήτης αὐτὸς ὁ ἄνεμος, ὁ ἄλλως κυρίως τῷ ἀνέμῳ συνδυαζόμενος ἐπιθετικῶς, ὡς δηλοῖ καὶ Ἡσίοδος ἀήτας λέγων ἀνέμου ἤτοι πνοάς, καὶ τέτρωρον αὐτὸ τὸ τέθριππον, οὗ ἐντελὲς τὸ τέθριππον ἅρμα, ὡς δηλοῖ καὶ Εὐριπίδης τέτρωρον ὄχον εἰπών, καὶ δάκος δὲ καὶ δάκετον τὸ θηρίον, οὗ τὸ πλῆρες δάκετον θηρίου, ὡς δηλοῖ ὁ αὐτὸς ἐν τῷ «ἄφθογγα δάκη θηρῶν», καὶ ἤπειρος αὐτὴ γῆ, ἧς ἐντέλεια τὸ «ἐπʼ ἀπείρου γᾶς ἔβη», τουτέστιν ὡρμίσθη, ὡς ὁ αὐτός φησι. καθὰ οὖν ταῦτα, οὕτω καὶ ἑανὸς ἰδικῶς ὁ κατὰ συνδυασμὸν ἑανὸς πέπλος. φησὶ γοῦν· «νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα», ἤτοι τοῦ θείου πέπλου λαβομένη, διεσάλευσε τὴν Ἑλένην, ἵνα ἐπιστραφῇ. παρακατιὼν δὲ ἑανὸν ἀργῆτα φαεινὸν ἐρεῖ, ὅθεν μάλιστα δῆλον, ὅτι τὸ ἑανός, εἰ καὶ ἐπίθετόν ἐστιν, ἀλλʼ ὡς αὐτόχρημα πέπλος λαμβάνεται προσηγορικῶς. οὐδέποτε γὰρ ὁμοῦ δύο ἐπίθετα, πολλῷ δὲ πλέον οὐδὲ τρία κεῖνται χωρὶς κυρίου ἢ προσηγορικοῦ. Ἔστι δὲ νεκτάρειος νῦν τροπικῶς ὁ θεῖος ἀπὸ τοῦ πολλαχοῦ δηλουμένου νέκταρος, ὡς ἀπὸ ἀμβροσίας ὁ ἀμβρόσιος, καὶ ἀπελεύσει τοῦ ι νεκτάρεος. Ἀργὴς δὲ ἑανός, ὥσπερ καὶ κεραυνός, ὁ λευκός. ἀργὸν γὰρ τὸ λευκόν. ὅθεν καὶ ἐπάργεμον πάθος ὀφθαλμοῦ, τὸ κοινῶς λεγόμενον λεύκωμα, ὥς που καὶ Αἰσχύλος παραδηλοῖ. Φαεινὸς δὲ ὁ λεπτός, ὡς καὶ μάστιξ λέγεται φαεινή. ἴσως δὲ καὶ ἐφερμηνευτικόν ἐστιν τοῦ ἀργής, ἵνα καὶ αὐτὸ δηλοῖ τὸν λευκὸν καὶ διαφανῆ. ὅτι δὲ καὶ κασσιτέρου ἐπίθετον ὁ ἑανός, ἀλλαχοῦ φανήσεται. Ὅτι τὸ ἀσκεῖν ἐπὶ ἐπιμελείας τῆς διὰ χειρῶν ὁ ποιητὴς τίθησι, οἷον «ἤσκει ἔρια» καὶ «πτύξασα καὶ ἀσκήσασα χιτῶνα». καὶ νῆμα δέ που ἀσκητὸν λέγει. ταὐτὸν δὲ τὸ κομεῖν καὶ τὸ ἀσκεῖν. διὸ εἰπὼν συνθέτως γραῖάν τινα εἰροκόμον, εἶτα κατὰ διάλυσιν Ἰωνικὴν ἐφερμηνεύων αὐτήν, ἵνα μὴ νοήσῃ τις ἴσως εἰροκόμον, τὴν εἴρουσαν κόμας ἤτοι πλέκουσαν τρίχας, φησίν· «ἥ οἱ ἤσκειν εἴρια καλά», ὡς ταὐτὸν ὂν εἰπεῖν εἴρια κομεῖν καὶ ἀσκεῖν. Ἰστέον δέ, ὅτι τὸ «ἤσκειν εἴρια» μετὰ τοῦ ν γράφουσιν οἱ παλαιοὶ καὶ μετὰ τὴν συναίρεσιν τοῦ ἤσκεε. δοκεῖ δὲ Ἰωνικῶς οὕτω λέγεσθαι, ὡς καὶ ἑτέρωθι ἔσται δῆλον. Μάλιστα δὲ αὐτὸ καὶ τὰ κατʼ αὐτὸ διευκρίνηται ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν, ὅπου περὶ τοῦ «ἦν» τρίτου προσώπου ἐγράφη ἐν τοῖς κατὰ τὸν μνηστῆρα Κτήσιππον. Τὸ δὲ εἴριον Ὅμηρος μὲν προπαροξύνει ὁμοίως τῷ λείριον, οἱ δὲ ὕστερον παροξύνουσι πρὸς ἀναλογίαν ἑτέρων παροξυτόνων δακτυλικῶν λέξεων, ἵνα ᾖ, ὡς τεῖχος τειχίον, οὕτως εἶρος εἰρίον. καλὰ δὲ ἔρια πρὸς διαστολὴν τῶν μὴ ἀξίων ἀσκήσεως. ὅτι δὲ διαφορά ἐστιν ἐρίων καὶ τριχῶν, δηλοῖ καὶ ὁ Στράβων σαφέστατα. ὡμολόγηται δὲ καὶ ἄλλως εὐγενέστερα τριχῶν εἶναι τὰ ἔρια εἰς ἐνδύσεως μεταχείρισιν, ὡς δηλοῖ καὶ τὸ τῆς ἐρέας καλόν. Ὅτι τὸ «βάσκʼ ἴθι» ἐνταῦθα «δεῦρʼ ἴθι» λέγει ὁ ποιητὴς εἰπών· «δεῦρʼ ἴθι, Ἀλέξανδρός σε καλεῖ». Ὅτι τὸ «κεῖνος ὅ γʼ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι, κάλλεΐ τε στίλβων καὶ εἵμασι» νυμφίῳ ἢ ἄλλως τρυφῶντι ἀνδρὶ ἐπιλεχθήσεται. Δινωτοῖς δὲ λέγει τοῖς τορνωτοῖς. δῖνος γὰρ ὁ τόρνος, ἐξ οὗ μεταφορικῶς καὶ οὐρανοῦ δῖνος παρὰ τῷ Κωμικῷ. ὅτι δὲ διχῶς λέγεται καὶ δινῶ δινήσω καὶ δινῶ δινώσω, πρὸ ὀλίγων δεδήλωται. Τὸ δὲ ἑξῆς «οὐδʼ ἂν εἴποις ἀνδρὶ μαχεσσάμενον τόνδʼ ἐλθεῖν, ἀλλὰ χορόνδε ἔρχεσθαι, ἠὲ χοροῖο νέον λήξαντα καθίζειν» παρῳδηθήσεται μὲν καὶ αὐτὸ εἰς ἄνδρα τρυφῇ κάτοχον. κωμῳδεῖ δὲ τέως τὸν τρυφερὸν Ἀλέξανδρον, ὃς οὐ λυπεῖται ὡς ἡττημένος, ἀλλὰ ἐρᾷ ὡς χορευτής, μικρόν τι τάχα ἐνιδρώσας τῇ μάχῃ ὡς καὶ ὁ χορευτὴς τῷ χορῷ, ἔνθα πρέπον ἐστίν, ὡς εἰκός, καὶ τὸ στίλβειν κάλλεϊ καὶ εἵμασι. τοιοῦτοι δὲ καὶ οἱ λοιποὶ ῥηθήσονταί που Πριαμίδαι· «ψεῦσταί τʼ ὀρχησταί τε χοροτυπίαις ἄριστοι». ἔνθα ὅρα τὸ ψεῦσται ταὐτὸν ὂν τῷ ἠπεροπευταί, ὁποῖος πρὸ τούτου ἐρρέθη Ἀλέξανδρος. Χορὸς δὲ νῦν οὔτε τὸ χορευτικὸν πλῆθος, οὐδὲ μὴν ὁ ὑποκείμενος τοῖς τοιούτοις τόπος κατὰ τὸ «πέπληγον δὲ χορὸν θεῖον ποσίν», ἀλλὰ μάλιστα τὸ κατὰ τοὺς τοιούτους χοροὺς ἔργον, ὅπερ ἐστὶ τὸ χορεύειν. Σημείωσαι δὲ καὶ νῦν τὸ καθίζειν ἀντὶ τοῦ καθέζεσθαι ληφθέν, ὡς καὶ μετʼ ὀλίγα ἐν τῷ «ἔνθα κάθιζεν Ἑλένη», ἀντὶ τοῦ ἐκάθητο. ὥστε καὶ αὐτοπαθὲς ῥῆμα ἐστί ποτε, ὡς καὶ προείρηται, τὸ καθίζειν καὶ οὐκ ἀναγκαίως ἀεὶ δηλοῖ τὴν εἰς ἄλλον ἐνέργειαν, οἷον ἐκάθισεν ὁ δεῖνα ἐπὶ θρόνου βασιλικοῦ τὸν δεῖνα, καὶ ὡς ὁ ποιητὴς πρὸ μικροῦ ἔφη «ἄλλους μὲν κάθισον». Ἰστέον δέ, ὅτι τὰ ὑπὸ τῆς μαστροποῦ Ἀφροδίτης, ὡς ἐρρέθη, λαληθέντα τῇ Ἑλένῃ οὐ μόνον εὐοδοῦσι τὴν μετʼ ὀλίγα κεισομένην φιλοτήσιον εὐνὴν τοῦ Πάριδος ὡς κάλλεϊ στίλβοντος καὶ τῆς Ἑλένης, ἀλλὰ καὶ τῇ μυθικῇ ἁρπαγῇ τοῦ Πάριδος ἐκ μέσου μονομαχίου οἰκειοῦνται. ἡ γὰρ θείως ἁρπάξασα εἶχε δῆθεν διαθέσθαι τὸν Πάριν καλὸν καὶ λαμπρόν, ὡς εἰ καὶ ἐκ πανηγύρεως ἐπανῆλθεν. Ὅτι τὸ «περικαλλέα δειρὴν στήθεά θʼ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα» περὶ Ἀφροδίτης μὲν λέγεται, ἔστι δὲ καὶ ἁπλῶς γυναικὸς καλῆς ἔπαινος. κεκαλλώπισται δὲ τὸ ῥητὸν ἐπίτηδες παρίσοις τρισίν, ὡς πανηγυρικόν. Ὅτι ψεκτικὸν ἀπατητικῆς γυναικὸς τὸ «δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;» Ἑλένη δὲ τοῦτο πρὸς τὴν μυθικὴν Ἀφροδίτην λαλεῖ μαστροπεύουσαν αὐτῇ χάριν Ἀλεξάνδρου. ἔνθα δηλοῖ ὁ ποιητὴς καί, ὡς ἠδύνατό τις πλάσαι τὴν Ἑλένην, ὥσπερ εἰς Τροίαν, οὕτω καὶ ἀλλαχοῦ ἐκεῖθεν ἁρπαγεῖσαν ἢ ἀπαχθεῖσαν. Ἐπάγει γὰρ ἡ Ἑλένη· «ἦ πῇ με προτέρων», ἤτοι τῶν προσωτέρω, «πολίων ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς, εἴ τίς που κἀκεῖθι» καὶ ἑξῆς. Ἰστέον δέ, ὅτι γράφεται καὶ «ἦ πῇ με προτέρω», δίχα τοῦ νῦ, καὶ δηλοῖ τὸ πορρωτέρω που τῶν Φρυγιακῶν πόλεων. Φρυγίας δὲ μέμνηται κἀνταῦθα τῆς πορρωτέρω καὶ μεγάλης, οὐ μὴν τῆς μικρᾶς, περὶ ἣν καὶ ἡ Τροία, ἡ τὴν Ἑλένην ἄρτι ἔχουσα. Μῃονίην δὲ καὶ νῦν τὴν Λυδίαν λέγει, ἡ δʼ αὐτὴ καὶ Μαιονία ἐλέγετο ἀπό τινος Μαίονος ἢ Μῄονος, ὡς καὶ ἐν τῷ Καταλόγῳ ἐρρέθη. ἐρατεινὴν δέ φησιν αὐτὴν διὰ τὸ τῆς χώρας εὔδαιμον, ὃ καὶ ὁ Περιηγητὴς ἱστορεῖ. καὶ τὴν Λακεδαίμονα δὲ μετʼ ὀλίγα ἐρατεινὴν ὁ Πάρις ἐρεῖ, οὐ μόνον διότι εὐδαίμων ἡ Λακεδαίμων, ὡς προείρηται, ἀλλὰ καὶ διότι τὴν ἀξιέραστον Ἑλένην ἤνεγκεν. Ὅτι φανερῶς ἐνταῦθα τὸ φίλος ὁ ποιητὴς οὐ συγγενικῶς ἀλλὰ κατὰ κοινὴν συνήθειαν λέγει ἐν τῷ «εἴ τίς τοι κἀκεῖ φίλος μερόπων ἀνθρώπων», ἤγουν ἐὰν καὶ ἐκεῖ, ὦ Ἀφροδίτη, φιλητῶς ἔχῃς τινὶ Φρυγὶ ἢ Μῄονι, ὡς ἐνταῦθα τῷ Τρωῒ Ἀλεξάνδρῳ. ἑαυτὴν δέ πως ἐν τούτοις ἡ Ἑλένη ἐπαινεῖ ὡς λαμπρὰν καὶ ἀξιέραστον, ἐὰν οὕτως αὐτὴν ἡ Ἀφροδίτη τοῖς φιλουμένοις διαπέμπηται, ὡς λόγου δηλονότι ἀξίαν δωρεάν. σεμνῶς δὲ καὶ μαστροπείαν τῆς Ἀφροδίτης καταλαλεῖ. Ἐκείνη δὲ ἀντιλαλεῖ, ὅπερ καὶ πᾶς ἂν εἴπῃ παρῳδήσας ὁ μεσιτεύσας μὲν φιλίαν, καταλῦσαι δὲ αὖθις αὐτὴν μελετῶν· «μή μʼ ἔρεθε, σχετλίη, μὴ χωσάμενος σε μεθείω, τὼς δέ σε ἀπεχθήρω, ὡς νῦν ἔκπαγλα ἐφίλησα· μέσσῳ δʼ ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρά, σὺ δέ κεν κακὸν οἶτον ὄληαι». τῷ ὄντι γὰρ λεπτοτάτου μίτου, ὡς εἰπεῖν, τὰ κατʼ αὐτὴν ἀπῃώρητο τοῦ θεαῖς εἰς ὦπα ἐοικέναι καὶ διὰ τοῦτο ἐπαφρόδιτος εἶναι, οὗ ἐπιλιπόντος, οὐκέτʼ ἂν ἦν περιμάχητος κατὰ ζῆλον φιλόνεικον, ἄλλως τε καὶ ἐν Τροίᾳ ὀλιγίστους ἔχουσα τοὺς φιλοῦντας, καθὰ ἐν τῇ ωʹ ῥαψῳδίᾳ δηλοῦται, τυχὸν δὲ ὁμοίως καὶ παρὰ Ἕλλησιν. Ἰστέον δέ, ὅτι τοῦ τώς, ἤγουν οὕτως, χρῆσις καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ «τὼς αὐτοσφαγεῖς ὀλοίατο». ἐκ δὲ τούτου ἀποβολῇ τοῦ τ γίνεται τὸ ὥς, ὀξυνόμενον καὶ αὐτὸ ὁμοίως τῷ καθώς. Ὅτι καὶ ἐνταῦθα ἑαυτῆς ἡ Ἑλένη καταλέγει στυγερὴν ἑαυτὴν ἀποκαλοῦσα, ἤγουν μισητὴν ἢ φρικτήν. ταῦτα γὰρ δηλοῖ καὶ τὸ στυγεῖν ῥῆμα, ὡς πολλαχοῦ φαίνεται. φησὶ γάρ· «οὕνεκα δὴ Μενέλαος νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδε ἄγεσθαι». Ὅρα δέ, εἰ ταὐτὸν στυγερὴν Ἑλένην εἰπεῖν καὶ ῥιγεδανήν, καὶ εἴπερ ἐκ τῆς στυγερῆς πεπόρισται ἡ ῥιγεδανή. ἐπεὶ καὶ ἡ ἱστορουμένη πηγιμαία Στὺξ ψυχροτάτη παραδίδοται καὶ οἵα ποιεῖν ῥιγοῦν τὸν εἰς αὐτὴν βάψαντα. καὶ ἡ κατὰ τὸν μῦθον δὲ Πλουτώνειος Στὺξ τῷ Ταρτάρῳ συγκατέψυκται, ἀφʼ οὗ κατὰ τοὺς παλαιοὺς καὶ τὸ ταρταρίζειν ἐπὶ τῶν ἄγαν ῥιγούντων λέγεται. Ὅτι πιθανολογῶν ὁ ποιητὴς τὴν τῆς Ἑλένης ἄρτι ταχεῖαν ἄφιξιν εἰς τὸν Πάριν πλάττει αὐτὴν σφοδρῶς τῇ Ἀφροδίτῃ προσφερομένην κἀκείνην αὖθις χολουμένην καὶ ἀπειλοῦσαν τὰ προσεχῶς ῥηθέντα, ἐφʼ οἷς ἡ Ἑλένη θροηθεῖσα πείθεται ἀπελθεῖν ἔνθα καλεῖται. φησὶ γοῦν ἡ μὲν Ἑλένη οὕτω ἐπέκεινα τῶν προρρηθέντων «τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης· ἧσο παρʼ αὐτὸν ἰοῦσα, θεῶν δʼ ἀπόειπε κελεύθους, μηδέ τι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον, ἀλλʼ αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε, εἰς ὅ κέ σε ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην. κεῖσε δʼ ἐγὼν οὐκ εἶμι, νεμεσσητὸν δέ κεν εἴη, κείνου πορσυνέουσα λέχος· Τρῳαὶ δέ μʼ ὀπίσω πᾶσαι μωμήσονται· ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ». καὶ ταῦτα μὲν τὰ τῆς Ἑλένης. Ἡ δὲ Ἀφροδίτη χολωσαμένη «μή μʼ ἔρεθε», φησί, «σχετλίη» καὶ ἑξῆς, ὡς προγέγραπται. καὶ ὅρα, ὡς καὶ νέμεσιν ὑφορᾶται ἡ καλὴ Ἑλένη καὶ ἄχθεσθαι πολλὰ λέγει, ἐφʼ οἷς κακῶς ἔπραξε, καὶ ὅτι νέμεσιν εἶναι ὑπογράφει τὸν ἐκ πάντων δίκαιον μῶμον. Τὸ δὲ δολοφρονεῖν ταὐτὸν τῷ ἠπεροπεύειν, ὃ πρὸ βραχέων τῆς Ἀφροδίτης ἡ Ἑλένη κατηγόρησε. Τὸ δέ «ἧσο παρʼ αὐτὸν ἰοῦσα» καὶ τὸ «ὀΐζυε» μεμέρισται τὸ μὲν πρὸς τὸ «ἕως ἄλοχόν σε ποιήσεται», τὸ δὲ πρὸς τὸ «ἢ ὅ γε δούλην». ἀλόχου μὲν γὰρ τὸ παρακαθῆσθαι τῷ ἀνδρί, δούλης δὲ τὸ περὶ τὸν δεσπότην ὀϊζύειν, ὅ ἐστι κακοπαθεῖν. Τὸ δὲ ἀπόειπε Ὅμηρος μὲν αἰτιατικῇ συντάσσει λαβὼν τὴν λέξιν ἀντὶ τοῦ ἀπόφαθι, ὁ δὲ γράψας «τάλαινʼ ἀπεῖπον ἄλγει» ἐπὶ ἑτεροίου σημαινομένου τὴν λέξιν εἴληφε. Τὸ δέ «μὴ πόδεσσιν ὑποστρέψειας Ὄλυμπον» διασαφητικόν ἐστι τοῦ «θεῶν ἀπόειπε κελεύθους», ὥσπερ καὶ τὸ φύλασσε τοῦ ὀΐζυε. Ἔστι δʼ ἐνταῦθα τὸ μὲν ὑποστρέψειας ἀντὶ προστακτικοῦ σχηματισθὲν ἀνομοίως τῷ ἧσο καὶ ἀπόειπε καὶ ὀΐζυε καὶ φύλασσε, διὰ ποικιλίαν φραστικήν. Τὸ δὲ Ὄλυμπον ἐλλιπὲς προθέσεως, ἵνα ᾖ εἰς Ὄλυμπον. Τὸ δέ «ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην» ἔστιν εὑρεῖν παρῳδηθὲν πρός τινος τῶν ἀρχαίων μυστῶν φαύλως καὶ ὡς οὐκ ἂν ἐκφανῶς εἴποι τις πρὸς τὸν αὐτοῦ ἀκούσαντα. Τὸ δέ «ἐκεῖσε οὐκ εἶμι κείνου πορσυνέουσα λέχος», ἐν τοιούτῳ δηλαδὴ καιρῷ, σεμνῶς εἴρηται. δῆλον γάρ, ὅτι πορσύνειν λέχος τὸ συγκοιτάζεσθαι, πρός τινα ῥηθὲν ὁμοιότητα τοῦ «ἐμὸν λέχος ἀντιόωσαν». γράφεται δὲ καὶ πορσανέουσα λέχος ὡς ἀπὸ τοῦ πορσαίνω ῥήματος. ποιητικὰ δὲ καὶ ἄμφω καὶ δηλοῦσι τὸ παρέχειν καὶ εὐτρεπίζειν, ὡς ἀπὸ τοῦ πόρω πόρσω. Οὕτω δὲ ποιητικὸν καὶ τὸ ὀΐζυε ἀπὸ τοῦ ὀϊζύω, ἐξ οὗ ὁ ὀϊζυρός, ὡς ὁ ἰσχυρὸς ἐκ τοῦ ἰσχύω. Σημείωσαι δὲ τὰ τῆς Ἑλένης κομματικῶς λαληθέντα διὰ θυμόν, ὃς ἐγκόπτει τὸν ἐν λόγοις τόνον ὡς τὰ πολλά. τοιαύτη δέ τις καὶ ἡ πρὸς αὐτὴν ἀπειλὴ τῆς Ἀφροδίτης. Ὅτι τὸ «κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ», περὶ ὧν προδεδήλωται, ἀνάπαλιν ἔχει πρὸς τὸ ἀνασχομένη, ὃ δηλοῖ τὸ ἀνατείνασα. εἴη δʼ ἂν κατασχέσθαι ἑανῷ τὸ προκαλύψασθαι τὴν παρειὰν κατὰ τὴν ἐν Ὀδυσσείᾳ Πηνελόπην σχομένην ἄντα παρειάων κρήδεμνα, ἵνα ὥσπερ τὸ ἀνασχεῖν ἥλιον ἀντίκειται πρὸς τὸ κατασχεῖν, οὕτω καὶ τὸ ἀνασχέσθαι κρήδεμνον ἐπὶ ἀνακαλύψει καὶ οἷον ἀναλάμψει προσώπου ἀντικειμένως ἔχοι πρὸς τὸ κατασχέσθαι, ἤγουν ὡς ὑπὸ ζόφῳ κρύψαι. Ὅτι σπουδὴν δουλίδων δηλοῖ τὸ «ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο». Ὅτι καθάπερ κόρη Βρισῆος ἡ ἁπλῶς θυγάτηρ, οὕτω κἀνταῦθα Ἑλένη κούρη Διὸς αἰγιόχοιο. τοῦτο δὲ πρὸ ὀλίγων ἄλλως ἔφρασεν εἰπών· «Ἑλένη Διὸς ἐκγεγαυῖα». Ὅτι Ἑλένη μὲν πρὸς Ἀλέξανδρον «ἤλυθες», φησίν, «ἐκ πολέμου» καὶ τὰ ἑξῆς, ἠθικῶς πάνυ πάντα εἰποῦσα. ὁ δὲ οὐ μόνον ψευδῶς ἀπολογεῖται, οἷα ψεύστης καὶ αὐτὸς κατὰ τοὺς ἀδελφούς, εἰπών, ὅτι σὺν Ἀθηνᾷ ἐνίκησεν ὁ Μενέλαος, —μάλιστα γὰρ αὐτὸς σὺν Ἀφροδίτῃ σέσωσται—ἀλλὰ καὶ ἀσέμνως ἐμβλέπει αὐτῇ, ὅτε καὶ κατακαλύπτεσθαι ἔδει. μαχλότατος γὰρ ὁ ἀνήρ, ὅσγε καὶ ἐρᾶν αὐτῆς ἄρτι λέγει, ὡς οὐδέ, ὅτε τὴν ἀρχὴν ἐκ Λακεδαίμονος αὐτὴν ἥρπασεν. αἴτιον δέ, ὅτι ὡς ἤδη νικηθεὶς καραδοκεῖ στερήσεσθαι αὐτῆς. πολὺς οὖν ὁ ἔρως αὐτῷ ὥσπερ ἐν καταρχῇ τοῦ ἔχειν, ὅτε δηλαδὴ ἦν δεδοικώς, μὴ καταληφθεὶς ἀφαιρεθῇ τὴν Ἑλένην, οὕτω καὶ ἐν τῷ μέλλειν ἄρτι, ὡς δοκεῖ, αὐτὴν ἀφαιρεῖσθαι. Καὶ νῦν μὲν ὁ Πάρις οὕτως οὐ φιλεῖ ἀλλά, καθά τις ἔφη, ἐρωμανίαν πάσχει Ἀφροδίτης ἐρεθιζούσης τῷ κεστῷ ἴσως, ὃν μυθικῶς ἐφόρει. ἐν τοῖς ἑξῆς δέ που καὶ ὁ Ζεὺς ὁμοίῳ ἔρωτι μυωπίζεται ἐπὶ τῇ γυναικὶ Ἥρᾳ διὰ τὸν αὐτὸν κεστόν. Καιρικὰ δὲ ἄμφω ταῦτα πάθη ἐπί τε τῷ Διῒ ἐπί τε τῷ Πάριδι. ὁ δὲ παρά γε τῷ Ἡροδότῳ Κανδαύλης διὰ βίου ἤρα τῆς οἰκείας γυναικός, οὐκ εὐκραῶς φιλῶν, ἀλλʼ ἐμπιπράμενος πυρὶ ἔρωτος, ἕως ὁ ἔρως ἀπέσβη, ὡς οὐκ ἂν ἐκεῖνος ἤθελε. Σημείωσαι δὲ καί, ὅτι πολυειδὴς ἐνταῦθα ἡ τῆς Ἑλένης ὁμιλία. καὶ γὰρ καὶ διαθρύπτεται ὄσσε πάλιν κλίνασα, ἤγουν ἔμπαλιν στρέψασα, καὶ ἐπαρᾶται τῷ ἀνδρὶ ὡς ὀφείλοντι ὀλέσθαι καὶ χαλεπῶς ὀνειδίζει καὶ σκώπτει ὡς ἀλαζονικόν, εἴ γε καυχώμενος πρὶν Μενελάου κρείττων εἶναι, εἶτα νῦν συμμίξας ἔφυγεν ἀπαλλάξας κακῶς. καὶ σεμνύνει δὲ τὸν πρότερον ἄνδρα κρατερὸν καλοῦσα καὶ ξανθὸν καὶ ἀρηΐφιλον, ὅπερ καὶ ὁ Ζεὺς μετὰ ταῦτα ὀνομάσει αὐτόν, καὶ κατὰ πάντα προφερέστερον Ἀλεξάνδρου. προσποιεῖται δὲ καὶ κήδεσθαι αὐτοῦ κολακευτικώτερον, διὰ φόβον δηλαδή, ἐν οἷς φησιν· «ἀλλά σε κέλομαι παύσεσθαι», πικρῶς λαλοῦσα, οἷς τε ὑποβιβάζει τὸν Πάριν τῷ Μενελάῳ καὶ οἷς ἀφραδέως αὐτὸν λέγει μάχεσθαι. ἔστι δʼ ἐν τούτοις ἡ ὅλη Ὁμηρικὴ φράσις τοιαύτη· «Ἤλυθες ἐκ πολέμου, ὡς ὤφελες αὐτόθʼ ὀλέσθαι ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερον πόσις ἦεν. ἦ μὲν δὴ πρίν γʼ εὔχεο ἀρηϊφίλου Μενελάου σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι· ἀλλʼ ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον ἐξαῦτις μαχέσασθαι ἐναντίον. ἀλλά σʼ ἔγωγε παύεσθαι κέλομαι μηδὲ ξανθῷ Μενελάῳ ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι ἀφραδέως, μή πως τάχʼ ὑπʼ αὐτοῦ δουρὶ δαμείης». καὶ οὕτω μὲν ἡ Ἑλένη. Ὁ δὲ Πάρις εἰπών· «μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε» ἐπάγει· «νῦν μὲν γὰρ Μενέλαος ἐνίκησε σὺν Ἀθήνῃ, κεῖνον δʼ αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν. ἀλλʼ ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντες· οὐ γὰρ πώ ποτέ μʼ ὧδε φρένας ἔρος ἀμφεκάλυψεν, οὐδʼ ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι, νήσῳ δʼ ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ, ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ». καὶ ὅρα, ὡς ὁ ποιητὴς εὐμεθόδως παρέρριψεν ἐνταῦθα τὴν τοῦ Τρωϊκοῦ καταρκτικὴν πολέμου αἰτίαν, ἤγουν τὴν ἐξ ἔρωτος ὑπερβολικοῦ ἁρπαγὴν τῆς Ἑλένης. Ἰστέον δέ, ὡς ἡ Ἑλένη κλίνει τοὺς ὀφθαλμοὺς πάλιν, ὡς εἴρηται, οὐ μόνον ἀκκιζομένη ἢ θυμουμένη, ἀλλὰ καὶ ἐκκλίνουσα τὸν ἐξ ἐκείνου ἔρωτα. οἶδε γὰρ ἐκ τοῦ ὁρᾶν τίκτεσθαι τὸ ἐρᾶν. διὸ καὶ Εὐριπίδης φησίν· «Ἔρως, ὃς κατʼ ὀμμάτων στάζεις πόθον». ὅθεν καλῶς ἂν ῥέειν λέγοιτο ἐς ψυχὴν ἐκεῖθεν καθά τις ὕστερον ῥήτωρ ἔφρασεν. Ἔστι δὲ ὄσσε πάλιν κλίνειν τὸ ἀποστρέφειν καὶ ὡς οἷον εἰπεῖν στραβίζειν. ἐπεὶ καὶ ἐκ τοῦ στρέφειν γίνεται καὶ ὁ στρεβλός καὶ ὁ στραβός κατὰ τὴν καὶ ἀλλαχοῦ κειμένην συγγένειαν τοῦ β καὶ τοῦ φ. Τὸ δὲ ὄσσε ὅτι διφορεῖται κατὰ γένος, προδεδήλωται. νικᾷ δὲ ἀρσενικοῦ εἶναι ἀπό τε τῆς πληθυντικῆς γενικῆς, ἣ καὶ παρʼ Εὐριπίδῃ κεῖται ἐν τῷ «διʼ ὄσσων ὄμμʼ ἔχω δακρυρροοῦν», ἔνθα καὶ ζήτει διαφορὰν ὄσσων καὶ ὄμματος, καὶ ἀπὸ τῆς δοτικῆς τῶν πληθυντικῶν. οὔτε γὰρ ἐκεῖνο ὀσσέων ὀσσῶν, ὡς βελέων βελῶν, οὔτε τοῦτο ὄσσεσιν ὡς βέλεσιν, ἀλλὰ ὄσσοις καὶ ὄσσοισιν, ὡς ὄζοις καὶ ὄζοισιν. οὕτω δὲ διφορεῖται σὺν ἄλλοις καὶ τὸ ὄνειδος. ἔστι γὰρ καὶ ὁ ὄνειδος. τοιοῦτον καὶ τὸ ὁ σκότος καὶ τὸ σκότος καὶ ὁ ὄχος, ἐξ οὗ παρὰ Σοφοκλεῖ τὸ «Βαρκαίοις ὄχοις» καὶ παρʼ Ὁμήρῳ τὸ ὄχεα ἐκ τοῦ τὸ ὄχος, οὗ, φασί, καὶ δοτικὴ τῷ ὄχει. τῶν διφορουμένων δὲ καὶ ὁ ἔλεος καὶ τὸ ἔλεος, κατὰ δέ τινας καὶ ὁ θρῆνος καὶ τὸ θρῆνος. Τὸ δέ «ἤλυθες ἐκ πολέμου» καλὸν μὲν καὶ εἴπερ ἐρωτᾶται, κάλλιον δέ ἐστιν ἀποφαντικῶς ἀναγνωσθέν, ὡς οἷα βαρυνομένης τῆς γυναικός, εἰ σέσωσται ὁ κακός. Ἡ δὲ τοῦ Πάριδος ἀλαζονεία κατὰ τὸ εἰκὸς ἐνταῦθα ἱστόρηται. οὐ γὰρ ἀπίθανον αὐχεῖν κατὰ Μενελάου τὸν Πάριν, ὡς ἂν ὑπὸ Ἑλένης φιλοῖτο. Τὸ δέ «σῇ τε βίῃ» πρὸς διαστολὴν εἴρηται τῆς ἑτέρωθεν δυνάμεως. διὸ καὶ ἐν τῷ χερσὶ καὶ ἔγχεϊ προσυπακουστέον τὸ σαῖς καὶ τὸ σῇ, ὡς τοῦ Πάριδος οἰκείαις μὲν χερσὶ καὶ οἰκείῳ ἔγχεϊ μὴ φερτέρου ὄντος, εἴγε ἀντίβιον μάχεται, διʼ ἀλλοτρίων μέντοι ὑπερφέροντος. Ξανθὸν δὲ τὸν Μενέλαον ἡ Ἑλένη λέγει παραλαλοῦσα ὡς οὐ μόνον ἀρηΐφιλός ἐστιν, ἀλλὰ καὶ καλὸς οὐδὲν ἧττον Ἀλεξάνδρου. ἔπαινος δὲ κόμης παρὰ τοῖς παλαιοῖς τὸ ξανθόν. διὸ καὶ ἡλιώδης κόμη καὶ ἡλιῶσα ἡ τοιαύτη καὶ χρυσέα δέ, καὶ ὁ ταύτην ἔχων χρυσεοκόμας. ἡ δέ γε κωμῳδία ἔστρεψεν ἄλλως τοῦτο. Πυρρίαι γοῦν ἐξ ὀρθοῦ οἱ δοῦλοι παρὰ τοῖς Κωμικοῖς, ὡς τοιοῦτοι μάλιστα ὄντες. οὕτω δὲ καὶ Ξανθίαι οἱ αὐτοί. Ποσειδῶνα δὲ κοσμεῖ τὸ τῆς χαίτης κυάνεον, καί που καὶ τὸν Δία, ᾧ καὶ τὰς τῆς κεφαλῆς τρίχας ὡς καὶ τὰ κατὰ τὴν ὀφρῦν κυανέας εἶναι εἰκός. Τὸ δέ «πόλεμον πολεμίζειν» Ἀττικῶς ἔχει συμπαρακείμενον τῷ ῥήματι τὸ ἐξ αὐτοῦ ὄνομα. Ἀφραδέως δέ, ὅ ἐστι κακοβούλως, τὸν Πάριν μάχεσθαι ἡ γυνὴ λέγει ὡς ἀντίβιον πολεμίζοντα δέον ὂν ἄλλως πολεμεῖν αὐτὸν καὶ μὴ κατʼ ἀντιπρόσωπον. Τὸ δέ «θυμὸν ἔνιπτε» παρελκόντως ἔχει τὸ θυμόν, οἷα καὶ χωρὶς αὐτοῦ ἐντελῶς ἐχούσης τῆς ἐννοίας, ὡς δηλοῖ καὶ ἀνωτέρω ῥηθὲν τὸ «πόσιν δʼ ἠνίπαπεν», ἤγουν ἐπέπληξε, «μύθῳ». ἔνθα πάλιν παρέλκει τὸ μύθῳ, εἴπερ αὐτόχρημα ἐνίπτειν ἐστὶ τὸ ἔπεσιν ἐπιπλήττειν. καὶ ἄλλως δὲ εἰπεῖν, τὸ «μή με θυμὸν ἔνιπτε» ὅμοιόν ἐστι τῷ «τί δέ σε θυμὸν ἵκετο πένθος» καὶ τοῖς ὁμοίοις, περὶ ὧν προείρηται. Ἐν δὲ τῷ «κεῖνον δʼ αὖτις ἐγώ» κατὰ κοινοῦ νοεῖται τὸ νικήσω, σιγηθὲν ἴσως ὑπὸ τοῦ Πάριδος, ἵνα μὴ γελοῖος τῇ ἐρωμένῃ δόξῃ, ὡς τὸ μὲν ἐνεστὼς προέμενος, εἰς δὲ τὸ μέλλον θαρρῶν, ὅπερ ἴσον ἀπραξίᾳ λέγεται. παραμυθία δὲ ὅμως τοῦ τοιούτου λόγου τὸ «παρὰ γὰρ θεοί εἰσι καὶ ἡμῖν», ὡς μὴ ἀδύνατον ὂν νικῆσαι καὶ αὐτὸν κατὰ τὸν Μενέλαον ἢ καὶ πλέον ἐκείνου, εἴγε Μενέλαος μὲν ἐνίκησε σὺν Ἀθήνῃ τῇ μιᾷ, Ἀλέξανδρος δὲ σὺν θεοῖς. καὶ μὴν ἔχει καὶ αὐτὸς ἀκοῦσαί ποθεν τό· σὺν θεοῖς μάχου καὶ αὐτὸς καὶ μὴ φεῦγε, καθʼ ὁμοιότητα τοῦ «σὺν Ἀθηνᾷ καὶ τὴν χεῖρα κίνει». δύναται δὲ τὸ ῥηθὲν φρασθὲν ἑνικῶς εὐσεβῶς ἔχειν, οἷον· «παρὰ γὰρ θεός ἐστι καὶ ἡμῖν». τὸ δὲ ὅλον παραμυθητικὸν ἔσται ποτὲ ἡττημένου τινός, διὰ παρῳδίας· οἷον «νῦν μὲν ὁ δεῖνα ἐνίκησε, κεῖνον δʼ αὖτις ἐγώ, παρὰ γὰρ θεός ἐστι καὶ ἐμοί». Τὸ δὲ τραπείομεν ἢ ἀντὶ τοῦ μεταβληθῶμεν, μετατραπῶμεν ἐκ μίσους τοῦ νῦν εἰς φιλίαν, ὡς ἀπὸ τοῦ τρέπω, ἢ μᾶλλον ἀπὸ τοῦ τέρπω, ἀντὶ τοῦ τερφθῶμεν, ἡδυνθῶμεν τῇ φιλότητι, ὃ διασαφῶν ἐπάγει τὸ εὐνηθέντες πρὸς διαστολὴν ἑτεροίας φιλότητος. τὸ δʼ αὐτὸ καὶ μετʼ ὀλίγα σαφέστερον φράζει ἐν τῷ «ἐμίγην φιλότητι καὶ εὐνῇ». Τὸ δέ «οὐ γάρ πώ ποτέ με ὧδε ἔρως φρένας ἀμφεκάλυψε» παραφράζων ἑτέρωθι διὰ τοῦ Διὸς ὁ ποιητής φησιν· «οὐ γάρ πώ ποτέ με ὧδε ἔρως θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν». ἄδηλον δʼ ἐνταῦθα, εἴτε διὰ τοῦ ο μικροῦ γράφεται ὁ ἔρος Αἰολικῶς, ὡς ἐν τοῖς μετὰ ταῦτά που κεῖται παρὰ τῷ ποιητῇ, εἴτε καὶ διὰ τοῦ ω μεγάλου Ἀττικῶς, εἴπερ γράφεται «ὧδε ἔρως φρένας ἀμφεκάλυψε». εἰ δὲ γράφεται κατά τινας «ὧδε φρένας ἔρος ἀμφεκάλυψεν», ἡ τοιαύτη γραφὴ σμικρύνει τὸ ἔρος, οὗ αἰτιατικὴ τὸν ἔρον. Τὸ δὲ ἀμφεκάλυψεν ἢ πρὸς νέφους εἴρηται ὁμοιότητα, καθὸ καὶ ὁ ἔρως τὸν τῆς ψυχῆς ἥλιον ζοφοῖ, ἢ ἐκ δικτύων μετῆκται, ἃ καταπετασθέντα καλύπτει τὰ ἁλισκόμενα, ἢ καὶ ἄλλως ἁπλῶς μετηνέχθη ἐκ τῶν ὁπωσοῦν κρυπτόντων τὸ καλυπτόμενον ἢ καὶ ἀφανιζόντων τέλεον. Τὸ δέ «ἔπλεον ἁρπάξας» παράκλησίς ἐστιν εἰς φιλότητα, εἴγε διʼ αὐτὴν καὶ πλοῦ κίνδυνον ὑπέστη καὶ ἁρπαγὴν ἐτόλμησε. Τὸ δέ «ἐν ποντοπόροισι νέεσσιν» οὐ περιττῶς κεῖται, ἀλλὰ δοκεῖ διαστολὴν ἔχειν τοῦ μετὰ ἁλιάδων ἢ σχεδιῶν πλέειν. Ὅρα δὲ καί, ὅτι κατὰ τὴν Ὁμηρικὴν ἱστορίαν οὐκ ἐν Σπάρτῃ τὴν ἀρχὴν ἐμίγη Ἀλέξανδρος τῇ Ἑλένῃ σπεύδων, ἵνα μὴ καταφανὴς γένηται, ἀλλʼ ἐν κραναῇ νήσῳ. ἄδηλον δέ φασιν, εἴτε κύριον τῆς νήσου τὸ ὄνομα διὰ τὸ κρανθῆναι ἤτοι τελειωθῆναι ἐπʼ αὐτῆς τὸν γάμον, εἴτε τραχεία ἐπιθετικῶς εἴρηται. τινὲς δὲ νοοῦσι τὰ Κύθηρα, νῆσον Ἀφροδίτης ἱεράν, οἱ δὲ τὴν λεγομένην νῆσον Ἑλένην, πρὸς τῇ Ἀττικῇ οὖσαν, ἐγγυτάτω τῆς Κέω κατὰ τὸν Γεωγράφον, ἀπὸ τῆς Ἑλένης ὁμωνύμως κληθεῖσαν, διότι ταύτης πρῶτον ἐπέβη ὅτε ἡρπάγη. ἔστι δὲ περιμήκης ὅσον ἑξήκοντα σταδίους. Τὸ δὲ ἔραμαι χρηστόν ἐστι καὶ Ἀττικοῖς, ὡς ἀπὸ τοῦ ἐράω ἐρῶ, καὶ οὐκ ἄν τις ῥᾷον δείξῃ, ὅτι κατὰ τὸ ἵσταμαι γίνεται. Τὸ δέ «καί με γλυκὺς ἵμερος αἱρεῖ» περιφραστικόν ἐστι τοῦ ἔραμαι, ὡς καὶ ἀνωτέρω τὸ παύεσθαι περιεφράσθη διὰ τοῦ «μηδὲ ξανθῷ Μενελάῳ ἀντίβιον πόλεμον πολεμίζειν». ὁ δὲ γλυκὺς ἵμερος εἴη ἂν καὶ δριμὺς κατὰ πολυωνυμίαν ῥητόρων, παρʼ οἷς ἡ δριμύτης ἐπίτασίς ἐστι γλυκύτητος. ἴσως δὲ καὶ διαστολὴν ἡ λέξις δηλοῖ ἑτεροίου ἱμέρου μὴ γλυκέος. πρὸς δὲ ταῦτα ἑτεροιοῦσθαι δοκεῖ παρά τινος ῥηθὲν μεγάλου σοφοῦ τὸ «τὰς κόρας ἀλγηδόνας ὀφθαλμῶν εἶναι», ὃ καὶ ὑπʼ εὐθύνην πίπτει. πῶς γὰρ ἀλγυνοῦσιν ὀφθαλμοὺς αἱ γλυκὺν ἐμποιοῦσαι ἵμερον διὰ ὁράσεως; Τὸ δὲ αἱρεῖ λέξις θηρατική, ἀκόλουθος τῷ ἀμφεκάλυψεν, ἵνα λέγῃ, ὡς ὁ ἔρως τοῖς κατʼ αὐτὸν δικτύοις ἀμφικαλύψας εἷλε με, γλυκέως μέντοι. Ἰστέον δέ, ὅτι ὁ σχηματισμὸς τοῦ «οὐ γάρ πώ ποτέ με ὧδε ἔρως ἔσχε» κεῖταί που, ὡς εἴρηται, καὶ ἐν τοῖς ἑξῆς, ἔνθα καὶ τὸ «ὥς σεο νῦν ἔραμαι» καὶ ἑξῆς, ἀπαραποίητον ὅλον κεῖται, καὶ ὅτι τὸ «οὐ γὰρ πώποτε» δύναταί τις φράσαι καὶ «οὐ γάρπω ποτέ» λόγῳ ἐγκλίσεως. διόπερ εὐλόγως προπαροξύνεται τὸ πώποτε, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται. Καὶ ὅτι τῶν ἀνωτέρω γεγραμμένων τὸ μέν «ἀλλʼ ἴθι νῦν προκάλεσσαι τὸν δεῖνα ἐξαῦτις» καὶ ἑξῆς, παρῳδηθήσεταί ποτε εἰς μαχητὴν ἀλόγιστον καὶ ἐφʼ οἷς οὐ χρὴ φίλεριν. Τὸ δέ «μή με χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε» παραίτησίς ἐστι τοῦ μὴ ὀνειδίζεσθαι. Ὅτι σώφρονος γαμικῆς ὁμιλίας φραστικὸν τὸ «ἔφη δὴ καὶ ἄρχε λέχοσδε κιών, ἅμα δʼ εἵπετʼ ἄκοιτις· τὼ μὲν ἂρ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν». ἃ διαστέλλει πάντως ὁ ποιητὴς τῶν χαμαὶ στειπτῶν φυλλάδων, ἃς οἶδεν ὁ Σοφοκλῆς, καὶ τῶν λοιπῶν δὲ τοιούτων στιβάδων, αἷς ἡ ἐτυμολογία ἐκ τοῦ ἔστιβον δευτέρου ἀορίστου. ἐκεῖναι γὰρ λέχη μέν εἰσιν, οὐ τρητὰ δὲ κατὰ τὰς κλίνας καὶ τοὺς κλισμούς, ταὐτὸν δʼ εἰπεῖν, κατὰ τὰ ἀνάκλιντρα. Ὅτι θῆρα κατʼ ἐξοχὴν ἐνταῦθα λέγει τὸν λέοντα ἐν τῷ «ἀνʼ ὅμιλον ἐφοίτα θηρὶ ἐοικώς». συντομωτάτη δὲ ἐπίτηδες καὶ ἀνεπεξέργαστος καὶ αὕτη παραβολὴ συντροχάζοντος οἷον τοῦ ποιητικοῦ λόγου τῷ Μενελάῳ ἰχνηλατοῦντι τὸν φυγάδα Πάριν καὶ σπεύδοντι. Ἰστέον δέ, ὅτι κακοῦ τινος ἀνδρὸς κρυπτομένου καὶ ἐν τῷ ψηλαφᾶσθαι μὴ εὑρισκομένου, ὃ δὴ νῦν ἐπὶ Ἀλεξάνδρου γίνεται, καλὸν εἰπεῖν τὸ «ὁ δεῖνα ἀνʼ ὅμιλον ἐφοίτα, εἴ που ἐσαθρήσειε τὸν δεῖνα, ἀλλʼ οὔτις δύνατο δεῖξαι τότε· οὐ γὰρ φιλότητί γʼ ἐκεύθανον, εἴ τις ἴδοιτο· ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ», τουτέστιν ἐμισεῖτο ἴσα καὶ θανάτῳ. ἔνθα ὅρα καινὸν πρᾶγμα. ὁ μὲν γὰρ Πάρις μισεῖται, Ἑλένη δέ, διʼ ἣν ἐκεῖνος ἐμισεῖτο, συγγνωμονεῖται. οὕτως ἦν αὐτὴ καλὴ καὶ τοῦτο ἦν τὸ ἐκπάγλως αὐτὴν ὑπʼ Ἀφροδίτης φιλεῖσθαι. ἴσως δὲ καὶ κολακικῶς αὐτὴ καθομιλοῦσα τοὺς καιροὺς ἐδημαγώγει τοὺς πολλούς. ὅρα δὲ τὸ κηρί παρισούμενον μὲν πρὸς τὸ θηρί, λανθάνον δὲ διὰ τὸ μὴ ἐγγὺς κεῖσθαι, ἀλλὰ μετὰ στίχους τέσσαρας. καὶ εἶχε μὲν ὁ ποιητὴς παραθεῖναι ἄμφω κάλλους χάριν, ὤκνησε δὲ διὰ τὸ μὴ καίριον. Τοῦ δὲ ἐκεύθανον ἡ ἐκ τοῦ κεύθω παραγωγὴ λόγῳ μὲν πεζῷ ἀσυντελής, δακτυλικῷ δὲ μέτρῳ χρηστή. Ὅτι Ὁμήρου καὶ νῦν εἰπόντος «Τρῶες καὶ Δάρδανοι» φασὶν οἱ παλαιοὶ εἰς δύο διῃρῆσθαι τὴν τῶν Τρώων ἀρχὴν ἀπὸ Ἀσσαράκου καὶ Ἴλου ἀνέκαθεν, ὕστερον δὲ κληθῆναι τὸ μέν τι μέρος ἀπὸ τοῦ Δαρδάνου, τὸ δʼ ἐκ τοῦ Τρωός. ὅτι δὲ οἱ Δάρδανοι καὶ Δαρδάνιοι τετρασυλλάβως λέγονται κατὰ τὴν κίνησιν τοῦ Αἰτωλός Αἰτώλιος, ὀρθός ὄρθιος καὶ τῶν ὁμοίων, καὶ ἐν τοῖς ἑξῆς που δηλωθήσεται. Ὅτι Ἀγαμέμνων ἀφανοῦς γενομένου, ὡς ἐρρέθη, τοῦ Πάριδος «νίκη μὲν δή», φησί, «φαίνεται ἀρηϊφίλου Μενελάου, ὑμεῖς δʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ ἔκδοτε καὶ τιμήν», ὅ ἐστι ποινήν, «ἀποτινέμεν, ἥν τινʼ ἐπέοικεν», ὡς τῷ Ἀλεξάνδρῳ ἤρεσε, καθὰ καὶ προγέγραπται. καὶ ἔδει μὲν ἐπὶ τούτοις τοὺς περὶ Ἀλέξανδρον ἀντιθήσειν τὰ αὐτοῦ τοῦ Ἀγαμέμνονος ῥητὰ εἰπόντος· «εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ» καὶ τὰ ἑξῆς, καὶ οὕτω γενέσθαι ἀντινομίας δίκην, ὡς προδεδήλωται. ἀλλʼ ὁ Πάνδαρος φθάσας τοξεῦσαι τὸν Μενέλαον, ὡς μετʼ ὀλίγα φανεῖται, συγχέει τὰ πράγματα οὕτω τοῦ Ὁμήρου διασκευάσαντος, ἵνα μή, ἐν οἷς οὐ δέον ἐστί, δικανικὰ παρενείρῃ καὶ ἀνειμένην τὴν ποίησιν ἀπεργάσηται καὶ χαλάσῃ τὸ σύντονον. Ἔστι δὲ τὸ φαίνεται οὐ διστακτικόν, ὡς ἀντὶ τοῦ ἔοικεν, ἀλλὰ μάλιστα βεβαίωσιν δηλοῖ, εἰλημμένον ἀντὶ τοῦ φανερόν ἐστι καὶ ἐκφανές. τοιοῦτον καὶ ἐν Ὀδυσσείᾳ τὸ «τὰ ὑμέτερα ἀεικέα ἔργα φαίνεται». Σημείωσαι δέ, ὅτι τὸν μὲν Μενέλαον πολλάκις ἀρηΐφιλον εἶπεν ὁ ποιητὴς διά τε τοῦ Ἕκτορος καὶ τοῦ Πριάμου καὶ ἄλλων, τὸν δὲ Ἀλέξανδρον οὐδαμοῦ, ἀλλὰ μόνον θεοειδῆ, τὴν δὲ Ἑλένην Ἀργείαν λέγει, ὡς εἴ τις εἴπῃ Πελοποννησίαν. Ἄργος γὰρ καὶ ἡ ὅλη Πελοπόννησος, ὡς πολλαχοῦ δεδήλωται. οὕτω δὲ καὶ τὴν Ἥραν ἐν τοῖς ἑξῆς λέγει. Τὸ δὲ ἔκδοτε ταὐτόν ἐστι τῷ ἀπόδοτε, ἤγουν χρεωστικῶς δότε. τοιοῦτον γὰρ κυρίως τὸ ἀποδοῦναι. ὅρα δὲ καί, ὡς τὸ ἀποτινέμεν ἐπενεχθὲν μετὰ πληθυντικόν, τὸ ἀπόδοτε, δείκνυσι φανερῶς ταὐτίζεσθαί ποτε τοῖς προστακτικοῖς τὰ ἀπαρέμφατα. τὸ γὰρ ἀποτινέμεν ταὐτόν ἐστι τῷ ἀποτίνετε. τοῦτο δὲ καὶ τρόπος ἐτυμολογίας ἐστίν, ὡς καὶ προεδηλώθη. ἀπὸ γὰρ τοῦ τίνειν ἡ ῥηθεῖσα τιμὴ γίνεται.