ΕΚ ΤΩΝ ΤΗΣ ΗΤΑ ΡΑΨΩΙΔΙΑΣ
Ὅτι τῆς ἦτα ῥαψῳδίας ἡ μὲν ἔποχος ἡρωϊκῷ ὕψει ἐπιγραφὴ τοιαύτη· Ἦτα δʼ Αἴας πολέμιζε μόνῳ μόνος Ἕκτορι δίῳ. ἡ δὲ πεζεύουσα αὕτη· Ἕκτορος καὶ Αἴαντος μονομαχία. Ὅτι προθυμίας πολεμικῆς φραστικὸν τὸ “ἐν δʼ ἄρα θυμῷ ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι”. Καὶ ὅρα τὴν τῶν ῥημάτων τούτων παράλληλον θέσιν, ὡς καὶ τὴν τῶν ὀνομάτων ἐν τῷ “πόλεμόν τε μάχην τε”. Τοῦ δὲ μέμασαν θέμα οὐ τὸ μαιμῶ, οὗ ὁ μέλλων μαιμήσω, ἀλλὰ τὸ μῶ, τὸ πρωτότυπον τοῦ μαιμῶ. τοῦ δὲ τοιούτου μῶ παράγωγα καὶ ἡ μαῖα καὶ ἡ μήτηρ, ἤδη δὲ καὶ ἡ Μοῦσα. οὐ γὰρ ἀξύμβατα τὸ μῶ, ἤγουν ζητῶ, καὶ τὸ μῶ, ὅ ἐστι προθυμοῦμαι. Ὅτι τὸν Ἕκτορα καὶ τὸν Πάριν βραχύ τι ἀποχωρήσαντας τοῦ πολέμου, εἶτα ἐπανελθόντας, φανῆναι λέγει τοῖς Τρωσίν, ὡς ὅτε “θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν οὖρον, ἐπεί κε”, ἤγουν ἐπειδάν, “κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι πόντον ἐλαύνοντες, καμάτῳ δʼ ὑπὸ γυῖα λέλυνται”. Καὶ ὅρα παρήχησιν καὶ ἐνταῦθα, ἔτι δὲ καὶ ἐτυμολογίαν ἐν τῷ “ἐλάταις ἐλαύνοντες”, καὶ ὅτι τὸ “ὑπὸ γυῖα λέλυνται” λυσιμελῆ δηλοῖ καὶ τὸν κάματον εἶναι, καὶ ὅτι ὅπερ ὁ φορὸς ἄνεμος τοῖς πλέουσι, τοῦτο καὶ οἱ στρατηγοὶ τοῖς στρατιώταις γίνονται παρόντες, τὸ πολὺ τοῦ καμάτου αὐτοῖς παραιρούμενοι, ὡς καὶ ὁ ἄνεμος τοῖς ἐλαύνουσι, καὶ ὅτι ὁ πλείων κάματος στρατιώταις ἔγκειται ἤπερ στρατηγοῖς, ὡς καὶ τοῖς κωπηλατοῦσιν ἤπερ τῷ ἀνέμῳ. Καλῶς δὲ καὶ ἀνέμῳ εἰκάζονται οἱ ἐκ τῆς ἠνεμοέσσης κατεληλυθότες Τροίας. Εὔξεσται δὲ ἐλάται αἱ κῶπαι πρὸς διαστολὴν τοῦ φυτοῦ. Ἰστέον δὲ καὶ ὅτι ὁ τῶν κωπηλατούντων πλοῦς δεύτερος κατὰ τὴν παροιμίαν λέγεται πλοῦς, ὡς πρώτου ὄντος τοῦ πλέειν πρὸς ἄνεμον. Ὅτι δὲ ἐκ τοῦ ῥηθέντος οὔρου καὶ ῥῆμα οὐρίζειν τὸ ἐξ οὐρίων πλέειν, δηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ “κατʼ ὀρθὸν οὔρισας”. Δῆλον δὲ καὶ ὅτι διαφορὰ παρʼ Ὁμήρῳ τοῦ οὖρος καὶ οὐρός, ὡς ἀλλαχοῦ δηλοῦται. Τὸ δὲ “ἐπεί κε κάμωσι” χρησιμεύει καὶ εἰς τὸ “ἐπήν κε κάμω πολεμίζων”. Ὅτι Ἄρνη πόλις Βοιωτίας ἡ καὶ ἐν τῷ Καταλόγῳ τῶν νεῶν γραφεῖσα. Ταύτης πολίτης ἐνταῦθα Μενέσθιος ὁ τοῦ κορυνήτου υἱὸς Ἀρηϊθόου, ὃν εἷλεν, ἤτοι ἀνεῖλεν, ὁ Πάρις. Δῆλον δὲ ὅτι κύριον μὲν τὸ Ἀρηΐθοος, ἐπίθετον δὲ τὸ κορυνήτης, ὡς ἐν τοῖς ἑξῆς ἱστορήσει ὁ ποιητής. Διὸ ἐνταῦθα εἰπὼν Μενέσθιον υἱὸν Ἀρηϊθόου, ἐπάγει κατʼ ἐπανάληψιν, “ὃν κορυνήτης γείνατʼ Ἀρηΐθοος”. Ἱστορεῖται δὲ ὅτι ὁ κορυνήτης οὗτος διαβὰς εἰς Ἀρκαδίαν—ἦν γὰρ ἐκεῖ ἁψιμαχία τις Ἀρκάσι καὶ Βοιωτοῖς τοῖς τούτου πολίταις περὶ γῆς ὅρων—πολλὴν κατεσύρατο λείαν. καταφρόνησιν δὲ αὐτοῦ μεγάλην ἐμβαλόντος τοῖς Ἀρκάσιν, ὥς φασιν οἱ παλαιοί, Λυκοῦργός τις, τῶν ἐκεῖ κράτιστος, λόχον καθίσας αὐτόν τε ἀνεῖλε καὶ τὴν παντευχίαν μετὰ τῆς κορύνης ἔλαβε καὶ τὴν λείαν ἐπανεσώσατο. Ἰστέον δὲ ὅτι τὸν ῥηθέντα Μενέσθιον τὸν τοῦ κορυνήτου παλαιότερον εἶναι ὑποπτεύουσί τινες τοῦ Νέστορος, καὶ θαυμάζουσι πῶς οὐκ ἐπεσημήνατο τὸ τοιοῦτον ὁ ποιητής. Ὅπως δὲ κατασκευάζεται τὸ ὕποπτον καὶ ὅπως αὖθις λύεται, μετʼ ὀλίγα ἔστιν εὑρεῖν. Ἐν τούτοις δὲ τὸν ἐκ παραινέσεως θερμὸν Πάριν ἐθελήσας εἰς πλέον σεμνῦναι ὁ ποιητὴς αὐτὸν φράζει πρότερον ἀριστεῦσαι κατὰ τοῦ ῥηθέντος Μενεσθίου, εἶτα τὸν μέγαν Ἕκτορα κατὰ Ἠϊονέως. Ὅτι στεφάνη περικεφαλαίας εἶδος. Φησὶ γοῦν “βάλεν ἔγχεϊ αὐχένα ὑπὸ στεφάνης”, ἤγουν ὑποκάτω τῆς στεφάνης. Καὶ κόσμον δέ ποτε γυναικεῖον ἡ τοιαύτη λέξις δηλοῖ. τίθεται δὲ καὶ ἐπὶ ἐξοχῆς ὄρους, ὡς ἐν τῷ “ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσει”. Καὶ στεφάναι δὲ πύργων παρὰ τοῖς ῥήτορσι λέγονται, οἷον “στεφάναν κέκαρσαι πύργων”. Διὸ πρὸς διαστολὴν “στεφάνης εὐχάλκου” ὁ ποιητὴς ἐνταῦθά φησιν. Ὅτι ἀνωτέρω μὲν ἔφη “καμάτῳ ὑπὸ γυῖα λέλυνται”, μετὰ τῆς ὑπο προθέσεως ἐπὶ κεκμηκότων ἀνθρώπων, ἐνταῦθα δὲ “ἔλυσε γυῖα” φησίν, ἀντὶ τοῦ ἀνεῖλεν, ἀπὸ τοῦ παρακολουθοῦντος. Λύεται γὰρ τὰ μέλη τῷ πίπτοντι. Φησὶ γοῦν κατωτέρω “χαμάδις πέσε, λῦντο δὲ γυῖα”, ὅ ἐστι τὰ μέλη. ἐκ τούτων δὲ σύγκειται τὸ λυσιμελής. Ἐντεῦθεν δὲ λαβόντες οἱ μεθʼ Ὅμηρον καὶ τὸ θανεῖν καταλῦσαι τὸν βίον φασίν. Ἔχει μέντοι τοῦτο καὶ ἑτέρας ἐννοίας, ἐξ ὧν εἴληπται, οἷον τὴν ἀπὸ τοῦ ἐνοδίου καταλύματος τοῦ ἐπʼ ἀναπαύσει, καὶ τὴν ἀπὸ οἰκοδομῆς. ὡς γὰρ οἰκία, οὕτω καὶ βίος καταλύεσθαι λέγεται. Ὅτι ἐν τῷ “βάλε δουρὶ Ἰφίνοον Δεξιάδην” ἢ Δεξίου τινὸς υἱὸν δηλοῖ πατρωνυμικῶς, ἢ ἐπίρρημά ἐστι τὸ δεξιάδην ἀντὶ τοῦ κατὰ τὰ δεξιὰ ἢ δεξιῶς. Ὅτι ἀλληγορικῶς καὶ ἐνταῦθα Ἕλλησι μὲν συμμαχεῖ Ἀθηνᾶ, ἡ συνήθης ἀνδρικὴ φρόνησις, Ἀπόλλων δὲ Τρωσίν, ἡ τῆς μοίρας ἰσχύς. καὶ τοῦτο μὲν τοιοῦτον. Ἡ δὲ Ὁμηρικὴ δεινότης καὶ τοιόνδε τι βούλεται. Ποιήσας γὰρ τὴν τῆς πρώτης ἡμέρας μάχην ἀπὸ μονομαχίας ἀρξαμένην τῆς τῶν αἰτίων τοῦ πολέμου βούλεται καταπαύσειν αὐτὴν καινότερον ὁμοίως, ἤγουν εἰς τὴν τῶν ἀριστέων μονομαχίαν. Οὐ τοίνυν ἱστορεῖ τοῦτο ἄλλως γενέσθαι ἀλλʼ ἢ θείᾳ τινὶ βουλῇ, Ἀθηνᾶς εἰς τοῦτο συμπνευσάντων καὶ Ἀπόλλωνος. Διὸ συνάγει αὐτοὺς εἰς ἓν καὶ οὕτω κυροῦται αὐτοῖς τὸ βούλημα καὶ ξυνίησιν αὐτοῦ ὁ προμνημονευθείς που μάντις Ἕλενος καὶ συμβουλεύει τῷ Ἕκτορι. καὶ οὕτω πιθανῶς ἡ μονομαχία κατά τι θεῖον συνίσταται. Σημείωσαι δὲ ὅτι τὸ μονωθῆναι, ὡς προδεδήλωται, τὴν μάχην τῶν Τρώων καὶ τῶν Ἀχαιῶν μόνης ἦν τῆς ζʹ ῥαψῳδίας, ἔνθα ὕπτια τὰ τοῦ πολέμου, ὡς προτεθεώρηται, καὶ ἀνειμένα καὶ οὐδέν τι γενναῖον ἔχοντα καὶ μᾶλλον μετὰ τὴν Ἕκτορος ἀνέλευσιν. ἐνταῦθα δὲ πάλιν ἐπεισοδιάζονται οἱ ποιητικοὶ θεοὶ διὰ τὸ ἐν τοῖς ἔργοις μεγαλεῖον καὶ καινόν. Ὅτι πρὸς ἀκολουθίαν τοῦ ἄντω ἄντομαι βαρυτόνου φησὶν ἐνταῦθα Ὅμηρος τὸ “ἀλλήλοισι συναντέσθην”. ἦν δʼ ἂν οὐκ ἔξω ἀναλογίας οὐδὲ τὸ “ἀλλήλοισι συναντήσθην”, ὡς ἀπὸ τοῦ ἀντῶ ἀντήσω, οὗ καὶ αὐτοῦ χρήσεις παρὰ τῷ ποιητῇ. Ὅτι μεγαλοθύμῳ ἢ μεγαθύμῳ ἀνδρὶ ὑψηλῷ ἐπιπρέπει παρῳδηθὲν τὸ “τίπτε σὺ δʼ αὖ μεμαὼς ἦλθες ἀπʼ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν”, ὃ δὴ ὁ μυθικὸς Ἀπόλλων ἔφη πρὸς Ἀθηνᾶν. Ὅτι τὸν μὲν πόλεμον ὁμοίϊον πολλαχοῦ φησιν ὁ ποιητής, οὐ μόνον διὰ τὸ χαλεπόν, ὡς προγέγραπται, ἀλλὰ καὶ διὰ τὴν ὁμοιότητα καὶ ἰσοπραξίαν τῶν ἔτι μαχομένων καὶ τὴν τοῦ τέλους ἀδηλίαν, καὶ ἀπὸ τοῦ ὁμοῦ ἰέναι τοὺς πολεμοῦντας, ὡς καὶ ὁμοίϊον κακὸν τὸ ὁμοῦ ἢ ὁμοίως πᾶσιν ἰόν. Τὴν δέ γε νίκην ἑτεραλκέα καλεῖ ὡς ἑτεροκλινῆ καὶ τῷ ἑτέρῳ μέρει τὴν ἀλκὴν ἀεὶ προσνέμουσαν. Φησὶ γὰρ “μάχης ἑτεραλκέα νίκην”. Καὶ οὐκ ἔστι γενέσθαι νίκην ἀντιπάλων, ὅ ἐστιν ἰσοπαλῶν ὄντων τῶν μαχομένων, εἰ μὴ θάτερον μέρος ἀλκιμώτερον γένηται. διὸ καὶ ἡ νίκη παρὰ τὸ ἑνὶ εἴκειν γίνεται, ὃ δὴ ἑτεραλκείας ἐστίν. Ἐνταῦθα δὲ κεῖται καὶ σχῆμα ἐλλειπτικὸν ἐν τῷ “τίπτε σὺ ἦλθες ἀπʼ Οὐλύμποιο;” “ἢ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις”. Πρὸ γὰρ τοῦ ἐπεὶ συνδέσμου λείπει λόγος, οἷον τὸ “ναὶ πάντως” ἢ τοιοῦτόν τι, ἵνα λέγῃ ὅτι τί ποτε ἦλθες ἄνωθεν; ἢ ἵνα τοῖς Δαναοῖς νίκην δῷς; ναὶ τοῦτο πάντως. ἐπεὶ οὐκ ἐλεεῖς αὐτούς. Ἐν τούτοις δὲ τὸ “μάχης νίκην” πρὸς διαστολὴν ἑτεροίων ἐκνικημάτων κεῖται. Ἰστέον δὲ ὅτι ἐπεὶ πάνυ προσφυῶς τὸ ἑτεραλκὲς νίκης ἐστὶν ἐπίθετον διὰ τὸ μὴ ἄλλως εἶναι νικᾶν ἐν πολέμοις, εἰ μὴ θάτερον μέρος ἀλκιμώτερον γένηται, οὐκ ἂν ἀφυῶς ἡ νίκη κληθείη ἂν τολμηρῶς καὶ ἑτεράλκεια ἢ ἑτεραλκείη πρὸς ὁμοιότητα τοῦ ἀναλκείη, ὡς τὸ “ἀναλκείῃσι δαμέντες”. Ὅτι ἐπὶ τῶν εἰρηνεῦσαι καλῶς ἐθελόντων πρὸς μικρόν, εἰσαῦθις δὲ στασιασόντων, οἰκεῖον τὸ “ἀλλʼ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη. νῦν μὲν παύσωμεν πόλεμον σήμερον, ὕστερον δʼ αὖ μαχήσονται, εἰς ὅ κε τέκμωρ εὕρωμεν”. Καὶ ὁ συγκατατιθέμενος πρὸς τοῦτο ἐρεῖ ἂν τὸ “ὧδʼ ἔστω, τὰ γὰρ φρονέω καὶ αὐτός”. Προέκθεσις δὲ Ὁμηρικὴ ταῦτα τῶν ἐφεξῆς, οἷα τοῦ κατὰ μῦθον Ἀπόλλωνος καὶ τῆς Ἀθηνᾶς κυρωσάντων οὕτω γενέσθαι, μάλιστα δέ γε, ὡς ἐρρέθη, τῆς Ὁμηρικῆς δεινότητος οὕτω μεθοδευούσης, ὡς αὐτὴ ἄρτι ἀπέκρινεν. Ὅρα δὲ ὡς εἰπὼν ὁ ποιητὴς τὸ “νῦν” ἐπάγει διασαφητικῶς τὸ “σήμερον”, ἵνα μὴ λοξὸς εἴη ὁ λόγος τῷ Ἀπόλλωνι καὶ ἀσαφής, ὡς ὁ τοῦ ὀνείρου ἐν τῷ “νῦν γάρ κεν ἕλοις πόλιν Τρώων”. Ὅτι καὶ ἐνταῦθα διʼ ἐνδοξοτάτου προσώπου, τοῦ Ἀπόλλωνος, προαναφωνεῖ ὁ ποιητὴς καὶ τὴν τῆς Τροίας ἅλωσιν, εἰπόντος, ὅτι “φίλον ἔπλετο θυμῷ ὑμῖν ἀθανάτῃσιν”, ἤγουν τῇ Ἀθηνᾷ καὶ τῇ Ἥρᾳ, “διαπραθέειν τόδε ἄστυ”. Δηλοῦται γὰρ πολλαχοῦ, ὅτι μὴ βουλόμενος ὁ ποιητὴς εἰς πλάτος ἐνδιατρῖψαι τῇ ἁλώσει τῆς Ἰλίου, ἄλλως γοῦν ἐν στενῷ οὕτω παραμυθεῖται τὸν φιλέλληνα ἀκροατήν. Ὅτι ὁ μὲν ἀκροατὴς δεινὰ τυχὸν καὶ νῦν ἐλπίζει ἐπὶ τῇ τοῦ Ἀπόλλωνος καὶ τῆς Ἀθηνᾶς εἰς μάχην καθόδῳ καὶ τῇ τοῦ Ἕκτορος καὶ Ἀλεξάνδρου κατελεύσει, Ὅμηρος δὲ παρὰ προσδοκίαν εἰωθὼς γράφειν καὶ διασκευάζων, ὡς οὐκ ἄν τις ἐλπίσοι, τὰ πράγματα, οὐχʼ οὕτω ποιεῖ, ἀλλὰ τὴν μὲν Ἀθηνᾶν καὶ τὸν Ἀπόλλωνα ὄρνισιν ἐοικότας αἰγυπιοῖς φηγῷ ἐφʼ ὑψηλῇ τῇ τοῦ Διὸς καθίζει, καταπαύει δὲ τὴν μάχην, ὡς οὐκ ἂν ὁ ἀκροατὴς προσεδόκησε. τοῦτο δὲ καὶ ἐν τῇ τοῦ πρώτου πολέμου εἰσβολῇ κατὰ τὴν Γάμμα ῥαψῳδίαν ἐποίησε. Καὶ ἐκεῖ γὰρ ὁ μὲν Ὁμηρίδης ὁμιλαδὸν ἀλλήλοις ἤλπισε συρρῆξαι τοὺς πολεμίους, Ὅμηρος δὲ πάντας καθίσας μονομαχίαν, ὡς ἐρρέθη, ποιεῖ. Καὶ ὅλως ἡ τῆς πρώτης ἡμέρας μάχη, ὡς δεδήλωται, ὁμοίοις παρασπίζεται πέρασιν ἐκ μονομαχίας ἀρξαμένη καὶ εἰς μονομαχίαν καταλήξασα, ὡς εἶναι τοῦ σήμερον πολέμου ὀξέα μὲν τὰ μέσα, τὰ δὲ ἄκρα ἀμβλύτερα. Ἰστέον δὲ ὅτι ἐνταῦθα ὁ ποιητὴς ὑποσχόμενος παύσεσθαι τὸν πόλεμον, εἶτα ὡς ἐν ἑτέρᾳ προεκθέσει ἢ καὶ ὡς ἐν προθεωρίας τύπῳ πλάττει τὴν Ἀθηνᾶν ἐρωτῶσαν τὸν Ἀπόλλωνα τὸ “ἀλλʼ ἄγε πῶς μέμονας” καταπαῦσαι τὸν ἄρτι πόλεμον. Ὁ δὲ συμβουλεύει διὰ μονομαχίας αὐτὸν καταλῦσαι εἰπὼν “Ἕκτορος ὄρσωμεν κρατερὸν μένος, ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος ἀντίβιον μαχέσασθαι. οἳ δὲ ἀγασάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ”, ὃν καὶ ἱππόδαμον ἀνωτέρω ἔφη. καὶ τοιοῦτον μὲν τὸ μυθικόν. Τῇ δὲ ἀληθείᾳ ὁ ποιητὴς ἑαυτὸν ἐρεθίζει πρὸς ζήτησιν τοῦ πῶς ἂν παύσῃ τὴν μάχην τῆς πρώτης ἡμέρας, καὶ νοεῖ καλὸν εἶναι τὸ διὰ μονομαχίας αὐτὴν λῦσαι. Διὸ εἴη ἂν Ἀθηνᾶ μὲν ἡ παρʼ αὐτῷ δεινότης ἤτοι φρόνησις, Ἀπόλλων δὲ ἡ ἐν αὐτῷ ἐμμελὴς τέχνη καὶ ὡς εἰπεῖν μουσικὴ καὶ ἀπῳδὸν μηδὲν ἔχουσα. Σύνηθες δὲ τῷ ποιητῇ ὄρνισιν ἐξομοιοῦν τοὺς παρʼ αὐτῷ θεούς, ταὐτὸν δʼ εἰπεῖν οἰωνοῖς, οἷς ὁμώνυμοι καὶ οἱ θείως ἐμφανιζόμενοι ὄρνιθές τε καὶ οἰωνοί, τὰ τῶν μελλόντων δηλαδὴ σημαντικὰ σύμβολα. Καὶ ἔστι τοῦτο σεμνότερον τοῦ περιπεζίοις αὐτοὺς εἰκάζεσθαι ζῴοις. Οἰκεῖα γὰρ τοῖς οὐρανίοις τὰ ὑψιπετῆ καὶ μάλιστα τὰ ἀετώδη, ὁποῖόν τι καὶ ὁ αἰγυπιός. εἶδος γὰρ ἀετοῦ καὶ αὐτός, μέγιστος ὤν, φυλάσσων καὶ παρὰ τοῖς νῦν τὸ ὄνομα. Ὅρα δὲ τὸ “ἤν τινά που προκαλέσσεται”, ἀντὶ τοῦ εἴ πως, τουτέστιν ὅπως, περὶ οὗ προδεδήλωται, καὶ τὸ οἰόθεν οἶος μαχέσασθαι, ἤγουν μονομαχῆσαι, καὶ οἶον πολεμίζειν, ἤγουν μόνον. Οὔπω γὰρ τότε τὸ μονομαχεῖν ῥῆμα συνέκειτο, οὐδὲ ὁ πρόμαχος, ἀλλʼ αὐτὸς πρόμος ἐλέγετο ἢ κατὰ συγκοπὴν ἢ ἐκ τῆς πρό προθέσεως καὶ τοῦ μῶ, τὸ προθυμοῦμαι, ἵνα ᾖ πρόμος ὁ πρὸ τῶν ἄλλων προθυμούμενος. Διὸ προϊὼν ἐρεῖ “ἴτω ἐκ πάντων πρόμος εἶναι Ἕκτορι δίῳ”. Ἔστι δὲ τὸ “οἰόθεν οἶος” ταὐτὸν τῷ μόνος ἐκ μόνου, τουτέστιν εἷς ἐκ τοῦ ἑνὸς μέρους. Ἰστέον γὰρ ὅτι τὸ μὲν μονομαχεῖν καὶ ἡ μονομαχία ἐλλιπῶς διὰ συντομίαν ἔχει. σύγκειται μὲν γὰρ ἐκ δύο λέξεων, δηλοῖ δὲ πλείονας. Οὐ γὰρ μονομάχος ὁ μόνος ὡς ἐν σκιαμαχίᾳ μαχόμενος καί, ὅ φασιν, ἀέρα δαίρων, ἀλλʼ ὁ μόνος πρὸς μόνον, ἤγουν εἷς πρὸς ἕνα, μαχόμενος ἐχθρόν. Ὅμηρος μέντοι τὴν τοῦ μονομαχεῖν λέξιν, ὡς εἴρηται, μὴ ἔχων ἐν παλαιᾷ χρήσει, διαλελυμένως εἰπὼν καὶ ἐν περιφράσει ἀκριβέστατα ἔφρασεν. Ἐπεὶ γὰρ ἐν μονομαχίᾳ ὁ μέν τις προκαλεῖται, ὁ δέ τις δεύτερος ἥκει, τὸ μὲν προκατάρξαι οὕτω φράζει “ἤν τινά που Δαναῶν”, ὁ Ἕκτωρ, “προκαλέσσεται οἰόθεν οἶος ἀντίβιον μαχέσασθαι”. τὸ δὲ ἀντιστῆναί τινα τῷ τοιούτῳ οἶον πολεμίζειν Ἕκτορι λέγει. Καὶ ἰδοὺ τὸ τὸν μὲν Ἕκτορα προκαλέσασθαί τινα ὥστε οἰόθεν οἶον μαχέσασθαι, αὖθις δὲ ἐκεῖνον τῷ Ἕκτορι μόνον πολεμίσαι, ἄμφω ταῦτα μονομαχία ἐστί. Καὶ οὕτω τῆς ἐν μιᾷ λέξει προφερομένης μονομαχίας γλαφυρωτέρα καὶ σαφεστέρα δείκνυται ἡ Ὁμηρικὴ λεκτική. Οἶος δὲ ὁ μόνος, ἤγουν ὁ εἷς, ἀπὸ τοῦ ἴος ἀρρήτου γίνεται κατὰ πλεονασμὸν τοῦ ο, ὡς ὀέτεας οἰέτεας, ὃ δηλοῖ τοὺς ὁμοχρόνους, ὡς ἐν τῇ Βοιωτίᾳ εἴρηται. Ἴσως δὲ καὶ πρὸς διαστολὴν τοῦ Ἴος, ὃ δηλοῖ τὴν νῆσον, ὁ ῥηθεὶς πλεονασμὸς τοῦ ο γέγονεν. Ἦν δὲ τότε περίπυστον καὶ ὡς ἀπὸ χρησμοῦ μάλιστα τοῖς Ἴωσι τὸ τῆς Ἴου ὄνομα, ἣν καὶ Ὁμήρου μητρίδα ὁ χρήσας ὠνόμασεν. Ἀπὸ δὲ τοῦ σεσιγημένου ἴος, ὅ ἐστιν εἷς, καὶ ἴα, ἡ μία, λέγεται καὶ ἴον τὸ ἕν, ἐξ οὗ τὸ “ἰῷ ἤματι”, ἤγουν μιᾷ ἡμέρᾳ, ὡς ἐν τῇ πρὸ ταύτης ῥαψῳδίᾳ γέγραπται. Τὸ δὲ ἀγασσάμενοι οὐχʼ οὕτω δηλοῖ τὸ ἐκπλαγέντες, ὅσον τὸ τεθαυμακότες. Ἀγῶ γὰρ καὶ τὸ θαυμάζω, ὅθεν καὶ εἶδος ἀγητοὶ οἱ ἀξιοθέατοι καὶ ἀγήνωρ ὁ ἀγαστὸς τὴν ἠνορέην. τοῖς δὲ τοιούτοις καὶ τὸ ἐκπλήττειν παρακολουθεῖ. Ὅρα δὲ καὶ ὡς τοὺς ἀλλαχοῦ ἐϋκνήμιδας ἐνταῦθα χαλκοκνήμιδας λέγει, ἐκεῖνο μὲν κατὰ ποιότητα, τοῦτο δὲ καθʼ ὕλην φράσας. Ἐν δὲ τῷ “οἶον ἐπόρσειαν” λείπει τὸ τινά, ἵνα ᾖ· μόνον τινὰ τῶν Ἑλλήνων δηλαδὴ ἐπόρσειαν, ὃ ἀνωτέρω ἐντελῶς εἶχεν ἐν τῷ “ἤν τινά που Δαναῶν”. Ὅτι καθὰ πρὸ ὀλίγων, οὕτω κἀνταῦθα μαντικὸς ὁ Ἕλενος, ὅσγε Ἀθηνᾶς καὶ Ἀπόλλωνος ἄρτι βουλευομένων περὶ μονομαχίας σύνθετο, τουτέστιν ἔγνω διὰ τέχνης μαντικῆς, θυμῷ, οἷά τις θυμόσοφος, βουλήν, ἣ θεοῖς ἤρεσκε, τῇ Ἀθηνᾷ δηλαδὴ καὶ τῷ Ἀπόλλωνι. Καὶ σημείωσαι ὅτι συνθέσθαι οὐ μόνον τὸ συμφωνῆσαι, ὡς ἐν τῇ α ῥαψῳδίᾳ ἔγνωσται, ἀλλʼ ἰδοὺ καὶ τὸ νοῆσαι. Ὅτι δὲ Ἕλενος καὶ Κασάνδρα βρεφῶν ἄγοντες ἡλικίαν καὶ τεθέντες που ἐν ἄλσει Ἀπόλλωνος γλώσσαις ὄφεων τοὺς τῆς ἀκοῆς ἐκαθάρθησαν πόρους, κἀντεῦθεν τὴν μαντικὴν ἄκρως ἐτελέσθησαν ὡς καὶ φωνῶν θείων ἐπαΐειν, θρυλοῦσι πλατύτερον οἱ παλαιοί. Φαίνεται δὲ ἐξ οἰωνοσκοπίας γνῶναι τὸ μέλλον ὁ Ἕλενος, ὡς ἐμφαντικῶς παραδηλοῖ τὸ τὴν Ἀθηνᾶν καὶ τὸν Ἀπόλλωνα, ὧν ἡ βουλή, ἡ τῷ Ἑλένῳ ἀκουσθεῖσα, ἐοικέναι ὄρνισιν αἰγυπιοῖς. Ὅτι δὲ Σκαμάνδριος ὁ Ἕλενος ἐκαλεῖτό ποτε, προείρηται. Ἴσως δὲ καὶ Πυθωνικοί τινες ὄντες ὁ Ἕλενος καὶ ἡ Κασάνδρα δίχα σκέψεως καὶ μεθόδων ἀπεφοίβαζον ὡς οἷον ἐμπνεόμενοι καὶ κάτοχοι δαιμονίοις καὶ ὑποφητεύοντες αὐτοῖς. διὸ καὶ τὰς ἀκοάς, ὡς ἐρρέθη, κεκαθάρθαι μυθεύονται. Ὅτι ἐν τῷ “στῆ δὲ παρʼ Ἕκτορʼ ἰών” ἄδηλον εἴτε λέγει ὅτι παρέστη τῷ Ἕκτορι, εἴτε ἔστη παρὰ τὸν Ἕκτορα. Ὅτι πιθανῶς καὶ νῦν ὁ ποιητὴς πλάττει τὸν Ἕλενον παραινοῦντα τὴν μονομαχίαν τῷ Ἕκτορι ὡς καὶ μάντιν ἄριστον καὶ ὡς ἀδελφόν, ὃ καὶ αὐτὸς ἐπισημαίνεται εἰπὼν “κασίγνητος δέ τοί εἰμι”. Ὡς μὲν οὖν μάντις, οἶδε τὸ μέλλον, ὡς δὲ ἀδελφός, εὐνοεῖ. οὔτε οὖν ψεύσεται οὔτε ἀκλεές τι τῷ εὐνοουμένῳ ἐρεῖ. Ὅτι δὲ πιστὰ τὰ ἐξ ἀδελφοῦ ἀγαθοῦ λεγόμενα, δηλοῖ μετʼ ὀλίγα καὶ ὁ βασιλεύς, ἐν οἷς ἀκολακεύτως τῷ Μενελάῳ προσφερόμενος ἀφραίνειν ἐκεῖνόν φησι θέλοντα μονομαχῆσαι τῷ κρείττονι Ἕκτορι καὶ κωλύει, ὁ δὲ πείθεται. Καὶ ὅρα περιπέτειαν ταύτην. Ἕλενος μὲν γὰρ τὸν ἀδελφὸν ὀτρύνει μονομαχεῖν φιλῶν αὐτόν, τὸν δὲ Μενέλαον ὁ ἀδελφὸς φιλῶν καὶ αὐτὸς ἐπέχει τῆς μονομαχίας. Σημείωσαι δὲ καὶ ὅτι ὁ Ἕλενος κασίγνητος μὲν εἶναί φησι, τοῦτο δὴ τὸ φυσικὸν καὶ ἄτυφον, μάντις δὲ ἄριστος εἶναι οὐ λέγει, ὡς μὴ δόξῃ περιαυτολογεῖν. Ἄλλως μέντοι ἐμφαίνει αὐτὸ ἐν τῷ “ὣς γὰρ ἐγὼν ὄπʼ ἄκουσα θεῶν”, ὡς δῆθεν λαλούντων σωματικῶς, ἢ καὶ διότι ἀνωτέρω εἶπεν, ὅτι θεῶν σύνθετο βουλήν, ἤγουν ἐνόησε. Νοῦς γὰρ ὥσπερ ὁρᾷ, οὕτω καὶ ἀκούει. Σημείωσαι δὲ καὶ ὅτι σμικρύνεταί πως ἐνταῦθα τὸ θάρσος καὶ ἡ ἀνδρεία τοῦ Ἕκτορος. οὐ γὰρ ἁπλῶς εἰς μονομαχίαν ὁρμᾷ, ἀλλὰ πρότερον μαθών, ὅτι οὔπω σοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν, ἅπερ ἐκ παραλλήλου ταὐτὸ δηλοῦσι, καὶ οὐ προβεβλημένος ἐλπίδα δεινοῦ τινος. ὁ μέντοι Αἴας οὐδέν τι τοιοῦτον εἰδὼς θαρρεῖ τὴν μονομαχίαν. Ὅρα δὲ καὶ ὅτι, ὥσπερ ἐν τῇ τοῦ Πάριδος μονομαχίᾳ ἐχάρη ὁ Ἕκτωρ, οὕτω καὶ νῦν ἐχάρη μέγα μῦθον ἀκούσας, ἐκεῖ μὲν ὡς μισῶν τὸν ἀδελφὸν καὶ ὡς λύσιν τοῦ πολέμου καραδοκῶν, ἐνταῦθα δὲ διὰ μόνην φιλοτιμίαν. ἐλπίζει γὰρ εὔκλειαν. Τὸ δὲ “ὄπʼ ἄκουσα θεῶν” ὀαριστάς, ὅ ἐστιν ὁμιλητάς, δαιμόνων εἶναί τινας ὑπεμφαίνει, ὁποῖος καὶ ὁ παλαιὸς Σωκράτης, ὃς ὁμιλεῖν αὐτῷ καὶ ἔλεγε καὶ ἐπιστεύετο τὸ δαιμόνιον. τοιοῦτοι δὲ ἦσαν καὶ ἕτεροι πολλοί. Καὶ ἄλλως δὲ παραλαλεῖ ὁ ῥηθεὶς τοῦ Ἑλένου λόγος, ὡς οἱ τοῦ μέλλοντος θεωρητικοὶ ἐκ θεῶν οἴδασιν αὐτὸ ἢ πρὸς διδασκαλίαν φθεγγομένων ἢ ὁμιλούντων ἀλλήλοις. Ἐν τούτοις δὲ ὁ Ἕλενος προσφωνήσας τὸν ἀδελφὸν “Ἕκτορ υἱὲ Πριάμοιο, Διῒ μῆτιν ἀτάλαντε”, ὡς εἴπερ ξένον τινὰ προσεφώνει, ἐπάγει ὡς δέον τὸ “κασίγνητος δέ τοί εἰμι”. Ὁ δʼ αὐτὸς καὶ τοῦ κατὰ μῦθον Ἀπόλλωνος εἰπόντος ἀορίστως “ἤν τινά που Δαναῶν προκαλέσσεται” ὁ Ἕκτωρ μαχέσασθαι, μεῖζόν τι διηρθρωμένως λαλεῖ οἷα ἐπιστήμων πρὸς τὸν ἀδελφὸν εἰπὼν “ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς, αὐτὸς δὲ προκάλεσαι” οὐ τυχόντα τινά, ἀλλʼ “Ἀχαιῶν ὅς τις ἄριστος”. ἔνθα καὶ δισσεύεται στίχος ὁ καὶ ἀνωτέρω ῥηθεὶς “τὸ ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι”. Ὅτι καὶ ἐνταῦθα ὡς καὶ ἐν τῇ Γάμμα ῥαψῳδίᾳ ἐς μέσον ἰὼν ὁ Ἕκτωρ “Τρώων ἀνέεργε φάλαγγας μέσσου δουρὸς ἑλών”, ἤτοι ἁψάμενος. Ἐποίουν δὲ τοῦτο ἐν τοιούτοις καιροῖς οἱ παλαιοί, ὡς μὴ ἔχοντες βοᾶν ἐξάκουστον διὰ τὸ ἀκμάζειν ἔτι τὸν πόλεμον, καὶ ἐδείκνυον τῇ μεσολαβήσει τοῦ δόρατος πολέμου σχολήν, οἷα μὴ πρὸς σχῆμα μάχιμον αὐτὸ χειριζόμενοι. Λέγει δὲ ὁ ποιητὴς καί, ὅτι ἱδρύθησαν καὶ νῦν οἱ Τρῶες εὐπειθέστατα, οὕτω δὲ καὶ οἱ Ἕλληνες, οὗτοι μὲν Ἀγαμέμνονος κελεύσαντος, ἐκεῖνοι δὲ Ἕκτορος. οὐκ ἐκδύεσθαι δέ, ὡς καὶ ἐκεῖ, τὰ ὅπλα δοκοῦσιν. Ὡς μέντοι ἄλλοι φασί, κατὰ σιωπώμενον σχῆμα ποιῆσαι καὶ τοῦτο νοοῦνται, ὡς μετʼ ὀλίγα φαίνεται, ὅπου ὁ Μενέλαος ἀγασάμενος καὶ φιλονεικήσας, εἰ μηδεὶς ἀνίσταται μονομαχήσων Ἕκτορι, αὐτὸς τεύχεα κατεδύσατο. δῆλον γὰρ ὅτι φθάσας καὶ αὐτὸς ἀπεκδύσασθαι αὐτά, εἶτα ἐνεδύσατο. Γίνονται δὲ καὶ συνθῆκαι ἄρτι, πλὴν οὔτε ἔνορκοι, ὡς ἐν τῇ πρῴην μονομαχίᾳ, οὔτε ἐπὶ μεγάλῳ τῷ τέλει, ἀλλʼ ἐπὶ τοῖς ὅπλοις μόνοις τοῦ πεσουμένου καὶ ἐπὶ τῷ ἐκείνου νεκρῷ. Εὔχονται δὲ καὶ νῦν οἱ Ἕλληνες καὶ τελειοῦται τὰ τῶν εὐχῶν. Οὐ γὰρ οὕτω φλήναφος ὁ ποιητὴς κατὰ τοὺς μετʼ αὐτὸν σοφούς, ὡς ἀτελεῖς δοξάζειν τὰς εὐλόγους εὐχάς. Ὅτι κάλλος ποιήσει πρέπον ἔχουσιν ἐνταῦθα δύο στίχοι, ὧν ἐν ἀρχαῖς τὸ “κὰδ δʼ Ἀγαμέμνων”, “κὰδ δʼ ἂρ Ἀθηναίη”. Ὅτι ἔοικέ τι μεγαλεῖον ἔχειν ἡ πολλαχοῦ ῥηθεῖσα τοῦ Διὸς ἐν Τροίᾳ φηγός, ὅ ἐστι δρῦς, ἣν καὶ ὑψηλὴν λέγει. Διὸ καὶ οἷα ἐπίσημον περιεῖπον, ὡς εἰκός, αὐτὴν οἱ Τρῶες, ὥς που καὶ Ξέρξης τὴν ἐρωμένην πλάτανον. ἀλλʼ ἐκεῖνος μὲν ἄλλως, οἱ δὲ Τρῶες ὡς τοῦ Διὸς ἱερὰν καὶ ὡς τά τε ἄλλα τίμιον φυτὸν καὶ ὡς ἰσχυρὸν καὶ πολυχρόνιον καί πως κατὰ τὸ ὕψος συγγενὲς τῇ ὑψηλῇ Τροίᾳ. Ἦν δὲ καὶ ἄλλως αἰδέσιμος ἁπλῶς ἡ δρῦς διὰ τὸ ἀρχέγονον τῆς τροφῆς, ἣν ἐπόριζεν, ὅτε οἱ παλαιοὶ βαλανηφαγεῖν εἶχον ἀνάγκην, ὁποῖοι καὶ οἱ Ἀρκάδες, οὓς ὁ χρησμὸς κατʼ ἐξαίρετόν τι βαλανηφάγους ἐκάλεσεν. Εἰ δὲ ζωογόνος ὁ ἀὴρ Ζεύς, εἴη ἂν αὐτοῦ καὶ ἡ ζωογονοῦσα δρῦς διὰ τὸ τρέφειν τοὺς προσιεμένους. Ὅτι δὲ ὥσπερ τοῖς ζῴοις τροφῆς, οὕτω καὶ τοῖς δένδροις κλήσεως ἡ δρῦς μετέδωκε, δηλοῖ, ὡς ἐν ὀλιγίστῳ φάναι, ὁ δρυμών, ὃς καὶ δρυμὸς λέγεται καὶ οὐδέτερον τὸ δρυμόν, καὶ ὁ δρυκολάπτης καὶ τὰ δρύκαρπα καὶ τὰ δρύφακτα καὶ αἱ δρυπεπεῖς ἐλαῖαι, ὧν δὴ δύο λέξεων αἱ μὲν δρυπέπεις ἢ κατά τινας περισπωμένως δρυπεπεῖς οὕτω λέγεται παρὰ τὸ ἐν δρυῒ πεπανθῆναι, ἤγουν ἐν φυτῷ ἐλαΐνῳ, αἵτινες ἐλαῖαι καὶ γεργέριμοι κατά τινας ἐλέγοντο. τὰ δὲ δρύφακτα παρὰ τὸ δρυσίν, ὅπερ ἐστι ξύλοις, φράσσεσθαι οἷον κιγκλίσιν ἢ τοιοῖσδέ τισιν, ἀπελθόντος τοῦ δευτέρου ῥῶ πρὸς ἔκκλισιν τραχυφωνίας, ἣν πέφευγε καὶ ὁ τὴν τετράπεζαν καλλιφωνήσας εἰς τράπεζαν καὶ τὸ τετράδραχμον εἰς τέτραχμον, ἤδη δὲ καὶ τὸν ἐν τοῖς φρουρίοις συριγγοέμβολον συρέμβολον, ὅν, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ἡ παράκοπος ὁμιλία τζιρέμβολον παραλαλεῖ, διʼ οὗ ὡς ἐπὶ πολὺ ὕδωρ πορίζονται οἱ πολιορκούμενοι, συγκειμένου ἀπὸ λέξεων ἰσοδυνάμων ῥητορικῶν, τῆς τε σύριγγος καὶ τοῦ ἐμβόλου. καὶ τοιάδε μὲν ταῦτα. Οἱ δὲ βαλανηφάγοι λαλοῦσιν οἷον, ὅτι τοὔνομα κεῖται τῷ φυτῷ ἐξ αὐτῶν, ἀπὸ τοῦ φαγεῖν γὰρ ἡ φηγός. ὡς δὲ καὶ Φήγιον ὄρος ἡ φηγὸς παράγει, ὃ πολλὰς δρῦς εἶχεν, οἶδεν ἡ ἱστορία. Ὑπονοεῖται δὲ κατʼ ἀλληγορίαν καὶ ὁ Φηγαλεὺς Διόνυσος τῇ φηγῷ παρωνυμεῖσθαι διὰ τὰς ἀναδενδράδας ἀμπέλους. Ὁ δὲ Ὁμηρικὸς ἐνταῦθα μῦθος τὴν τοιαύτην φηγὸν σεμνύνει καθίσας ἐπʼ αὐτῇ τὴν Ἀθηνᾶν καὶ τὸν Ἀπόλλωνα αἰγυπιοῖς, ὡς ἐρρέθη, ἐοικότας. Οἱ καὶ ἕζοντο εἰς αὐτὴν ἀνδράσι, φησί, τερπόμενοι, τούτοις δηλαδὴ τοῖς μαχηταῖς. Ἰστέον δὲ ὅτι ἐκ τούτου δὴ τοῦ “ἑζέσθην οἱ ῥηθέντες θεοί, ἀνδράσι τερπόμενοι” ἔοικεν ἀρχὴν λαβεῖν ὁ τὸν ἄνθρωπον ὁρισάμενος παίγνιον θεοῦ, παραξέσας ἐκεῖνος τὴν τερπωλὴν εἰς παίγνιον καὶ τὸ σπουδαῖον νόημα εἰς γελοῖον μεταγαγών. Εἰ δὲ καὶ θεοὶ ἀνδράσι μαχομένοις τέρπονται, οὐκέτι οὐδὲ τῷ Ἀχιλλεῖ πρὸς μώμου κατὰ τὸ βασιλικὸν ὄνειδος, εἴπερ αὐτῷ φίλος ὁ πόλεμος. Ὅτι φρίκα Ζεφύρου καλεῖ τὴν πρώτην ἠρεμαίαν αὐτοῦ κατὰ θαλάσσης ἐπίπνοιαν, ὑφʼ ἧς ὁ πόντος γαληνότερον σαλευόμενος μελαίνεται, ᾗ καὶ ἀπεικάζει τὰς τάξεις ὅτε μονομαχούντων Ἕκτορός τε καὶ Αἴαντος ἐκάθηντο ἔνοπλοι, ὡς δοκεῖν τὰς περικεφαλαίας διὰ τὸ συνεχὲς μελαινομένας καὶ ἐπανεστηκυίας φρίκα κύματος εἶναι, οὐκ αἰρομένου καὶ ἀφρίζοντος, ἀλλʼ ἠρέμα μελαινομένου καὶ ὑποφρίσσοντος. Φησὶ γὰρ “τῶν δὲ στίχες εἵατο πυκναὶ ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι. οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἐπιφρὶξ ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπʼ αὐτῆς, τοῖαι ἄρα στίχες εἵατʼ Ἀχαιῶν τε Τρώων τε ἐν πεδίῳ”. Καὶ οὕτω μὲν ἐπὶ τῶν καθημένων ἔφη. Ἀλλαχοῦ δὲ νέφει παρείκασε πυκνῷ καὶ μελαντάτῳ τοιαύτην μελανίαν καὶ πύκνωσιν ἱσταμένων στρατιωτῶν, τοῖς μὲν προσγειοτέροις προσαρμόσας ταπεινοτέραν παραβολήν, τοῖς δὲ ὀρθοῖς τὴν ἐκ μετεώρων. Σημείωσαι δὲ ὅτι, ὥσπερ τὸ λήϊον φρίσσει ἀσταχύεσσι καὶ ἄλλα ἄλλως, ὡς ἐν ἑτέροις εἴρηται, οὕτω καὶ νῦν αἱ στίχες φρίσσουσιν ἀσπίσι καὶ κορύθεσι καὶ ἔγχεσιν. ἔνθα καὶ ὅρα τὰ συνεχῆ πάρισα, τὸ ἀσπίσι, κορύθεσσι, καὶ ἔγχεσι, διʼ ὧν φαιδρύνεται τὸ δεινὸν τῆς παραβολῆς. Δηλοῖ δὲ καθόλου τὸ φρίσσειν πύκνωσίν τινα ὀρθωτικὴν κατὰ ἡσύχιον κίνησιν. οὕτω γὰρ τρίχες φρίσσουσιν, οὕτω λήϊα καὶ τὰ λοιπά. δῆλον δὲ ὡς, εἰ καὶ τὰ ἄλλα ὅπλα νῦν οἱ καθήμενοι ἐξεδύσαντο, αἱ γοῦν κόρυθες ἐφοροῦντο. Τὸ δὲ “ἐχεύατο” ἤρεμον ὑποκίνησιν δηλοῖ τῆς κατὰ θάλασσαν ἐπιφανείας, ὅτε γίνεται μέλαινα φρίξ. Ἐν δὲ τῷ “ἐπιφρίξ” πλεονάζει ἡ πρόθεσις. φρὶξ γὰρ τὸ κοινόν. εἰ μὴ ἄρα κατʼ ἀναστροφὴν ἀναγνῷ τις “χεύατο πόντον ἔπι φρίξ”. Τὸ δὲ “νέον ὀρνυμένου” πρὸς διαστολὴν εἴρηται τοῦ ὕστερον ἐπιτεινομένου Ζεφύρου καὶ οὐκέτι χεύοντος φρίκα, κορθύοντος δὲ καὶ μέγα κῦμα, ὅπερ οὔτε μελαίνεται ἀλλʼ ἤδη ἀφριᾷ, καὶ οὐδὲ ἐπιφρὶξ λέγεται, ἀλλὰ κῦμα φαληριῶν. Ἡ γὰρ φρὶξ ἢ ἐπιφρὶξ προοίμιόν ἐστι κύματος. Σημείωσαι δὲ καὶ ὅτι τρόπον τινὰ ἐνταῦθα τὴν φρίκα οὕτως ὁρίζεται· φρίξ ἐστι μελανία πόντου, ὅτε ἄνεμος χεύεται νέον ὀρνύμενος. καὶ ὅτι ὥσπερ ἀπὸ αἰτιατικῆς τοῦ πατέρα, μητέρα, γαστέρα γίνονται εὐθεῖαι πάτρα, μήτρα, γάστρα, οὕτω καὶ ἀπὸ τοῦ φρίξ φρικός φρίκα παρὰ τοῖς ὕστερον ἡ φρίκα. καὶ ὥσπερ γάστρα γάστρη, ὡς τὸ “γάστρην μὲν τρίποδος πῦρ ἄμφεπεν”, οὕτω καὶ φρίκα φρίκη Ἰωνικῶς. καὶ ὅτι προειπών, ὡς στίχες ἐκάθηντο πεφρικυῖαι ὅπλοις, εἶτα εὐθὺς ἐπήγαγε τὴν τῆς φρικὸς παραβολήν, ὡς ἂν δείξῃ διʼ αὐτῆς, ὅτι τὸ φρίσσειν οἰκείως ἐνταῦθα προσήρμοσται, ὅπερ καὶ ἐν ἄλλοις ποιεῖ θεραπεύων τὴν τῶν λέξεων τολμηρίαν διὰ παραβολῶν. Ἡ δὲ τοιαύτη μέθοδος, ἵνα τι καὶ ἐκ τῆς πλατείας ἥδυσμα τοῖς Ὁμηρικοῖς δαιτυμόσι πορισώμεθα, καὶ χυδαΐζουσάν τινα παραβολικὴν ἔφηνεν ἔννοιαν. Ἡ γὰρ χυδαία γλῶσσα ἐκ τοῦ “ἄνεμος ποιμαίνων ἅλα”, καὶ ἐκ τοῦ “Θρασκίας κύων”, ἃ δὴ ποιητικῶς ἐρρέθησαν, ὡρμημένη ἐτόλμησεν αὐτὴ ἀσφαλῶς δῆθεν εἰπεῖν πρόβατα τὰ ἐν θαλάσσῃ λευκὰ τοῖς ἀφροῖς κύματα, ὡς εἶναι παραβολὴν πλακῆναι τοιάνδε τινά· ὡς δʼ ὅτʼ ὄϊς λευκαὶ ποιοῖεν τάδε τινὰ περὶ χέρσον, οὕτω κύματα περὶ θάλασσαν ἀφρῷ μορμύροντα. Ἔτι σημείωσαι καὶ ὅτι, ὥσπερ οὐλαμὸς ποτὲ μὲν ἁπλῶς ἡ τυχοῦσα τάξις καὶ συστροφὴ τῶν στρατιωτῶν, ποτὲ δὲ ὡρισμένως ἡ ἐξ ἀνδρῶν τεσσαράκοντα, καὶ λόχος ὁμοίως ἐστὶ μὲν ὅτε στρατιωτική τις ἁπλῶς σύνταξις, ποτὲ δὲ ἀνδρῶν σύνταγμα πεντήκοντα, ὡς ἐν οἷς εἶπεν ἐν τῇ γ περὶ Τυδέως ἐμφαίνεται, οὕτω καὶ στίχες ὧδε μὲν αἱ τῶν Ἀχαιῶν ἁπλῶς καὶ τῶν Τρώων τάξεις, ἐν δὲ τοῖς περὶ Μυρμιδόνων λόγοις πεντακοσίων ἀνδρῶν ἄθροισμα εἶναι ἡ στὶξ φανήσεται. Τὸ δὲ μελάνει παθητικὴν ἑρμηνείαν ἔχει, δηλοῖ γὰρ τὸ μελαίνεται. πέπονθε δὲ ἀπέλευσιν τοῦ ι, ὡς καὶ τὸ οἰδάνει ἀντὶ τοῦ οἰδαίνει. Ὅτι ὁ λέγων ἅπερ ἐθέλει πρὸς τοὺς μὴ πάνυ αὐτὰ βουλομένους ἐρεῖ ἂν τὸ “κέκλυτέ μευ, ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσι κελεύει”. Ὅτι Ζεὺς καὶ ἐνταῦθα ὑψίζυγος ὁ ἀφʼ ὕψους τὰ κάτω κυβερνῶν, ὡς ἀπὸ ζυγῶν κυβερνητικῶν, ἢ ὁ ἄνωθεν ταλαντεύων οἷον τὰ κατʼ ἀνθρώπους. διὸ ἐρεῖ κατωτέρω, ὅτι “ὕπερθεν”, ἤγουν ἐκ θεοῦ, “νίκης πέρατα ἔχονται”. Καὶ γίνεται τοῦτο ἀφορμὴ τοῦ ἐν τοῖς ἑξῆς γραφῆναι τὸν Δία μεταχειριζόμενον τάλαντα, ὡς ἐν ζυγοστατήματι. Τοῦτο δὲ νοεῖν οὐ πάνυ φιλοῦσιν οἱ παλαιοί, ζυγὸν εἰδότες ἅρματος καὶ ἁμάξης, ὅθεν καὶ ζυγόδεσμον Ὅμηρός φησιν ἱμάντα τὸ ζυγόν, φασί, τῶν ζῴων ζευγνύντα, εἰδότες δὲ καὶ ζυγά, καθέδρας ἐρεσσόντων, ὅθεν φασὶν ὑψίζυγος, ὁ ὕψι καθέδραν ἔχων. Καὶ ὅμως οἱ μεθʼ Ὅμηρον οἴδασι ζυγὸν καὶ ἐπὶ σταθμοῦ, καὶ αὐτὸν παρὰ τὸ δύο ἄγειν ἐτυμολογικῶς, τὰς ἑκατέρωθεν δηλαδὴ πλάστιγγας, ἀφʼ οὗ καὶ παροιμία τὸ “ζυγοῦ πρὸς δίκην εὐθέστερος”. Ὅτι περί τινος παρὰ τὸ ἠλπισμένον βλάπτοντος τὰ μέρη ἐρεῖ τις τὸ “οὐκ ἐτέλεσσεν, ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν”. Ἕκτωρ δὲ τοῦτό φησιν, ἐν οἷς τῶν ἐπὶ Μενελάῳ καὶ Πάριδι ὁρκίων μὴ τελεσθέντων κακὰ φρονεῖν λέγει τὸν Δία Τρωσί τε καὶ Ἕλλησιν, ἕως “ἢ ὑμεῖς”, φησί, “Τροίην εὔπυργον ἕλητε ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείητε. Ἔνθα καὶ αἰτιᾶται τὸν Δία εἰπὼν «ὅρκια μὲν Κρονίδης οὐκ ἐτέλεσσε», τῷ τῆς πεπρωμένης δηλαδὴ λόγῳ. ἄλλως γὰρ ὁ Πρίαμος καὶ οἱ ἀμφʼ αὐτὸν οὐκ ἐτέλεσαν τοὺς ὅρκους, ὧν ταμίας ὁ Ζεύς. Λέγει δὲ τεκμαίρεσθαι τὸ τελειοῦν ἀπὸ τοῦ τέκμωρ, ὃ δηλοῖ τὸ τέλος. Τὸ μέντοι τεκμαίρεσθαι ἀντὶ τοῦ σημειοῦσθαι, ἀφʼ οὗ καὶ τέκμαρ, τὸ σημεῖον, οἱ μεθʼ Ὅμηρον λέγουσιν. Εὔπυργος δὲ Τροία ἀπὸ μέρους ἡ ὀχυρά. Εἰ δὲ φθάσας εἰπεῖν Ἕκτωρ εὖ εἰδέναι ὡς ἔσσεται ἦμαρ ὅτε ἂν ἁλῷ ἡ Τροία, νῦν λαλεῖ, ὡς ἢ ἕλωσι Τροίην Ἀχαιοὶ ἢ δαμασθῶσι παρὰ νηυσίν, οὐχʼ ἕξει τὸν ἐναντιωσόμενον. ἄλλως γὰρ λαλήσας τῇ φίλῃ γυναικί, ἄλλως ἐνταῦθα ὁμιλεῖ τοῖς ἐχθροῖς. Ὅτι δοκεῖ ἐν τοῖς τοῦ Ἕκτορος λόγοις κεῖσθαι περιττὸς ὁ γαρ σύνδεσμος. Εἰπὼν γὰρ «κέκλυτέ μευ, ὄφρʼ εἴπω», ἐπάγει «ὑμῖν μὲν γὰρ ἔασιν», ἤγουν εἰσίν, «ἀριστῆες Παναχαιῶν. τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει, δεῦρʼ ἴτω» καὶ ἑξῆς. Ἔστι δὲ εἰπεῖν ἀληθῶς, ὅτι οὐ παρέλκει ὁ ῥηθεὶς σύνδεσμος, ἀλλὰ κατʼ ἔθος Ὁμηρικὸν ἐν καταρχῇ ἐννοίας τέθειται, ὡς ἰσοδυναμῶν τῷ ἐπειδή, ἵνα λέγῃ· ἐπειδὴ ὑμῖν εἰσιν ἀριστέες, τούτων ὁ προθυμούμενος ἀντεπεξελθέτω μοι εἰς μονομαχίαν. Ὅρα δὲ καὶ ὡς ὀφείλων ἐνταῦθα ὁ Ἕκτωρ εἰπεῖν «δεῦρʼ ἴτω τις ἐκ πάντων πρόμος ἔμμεναι ἐμοί», ὁ δὲ εἶπεν ἀντὶ τοῦ ἐμοί τὸ «Ἕκτορι δίῳ», ἑαυτὸν ἐπαινῶν, οὐκ Ἀστυδάμας κατὰ τὴν παροιμίαν, ἀλλʼ ἐκ μεγαλοψυχίας καὶ φιλοτιμίας ἐνδεικνύμενος, ὡς τὴν ἀγαθὴν ἐλπίδα προβέβληται, καθὰ καὶ ἐν τοῖς ἑξῆς δειχθήσεται. Ἄλλως δέ γε εἰπεῖν, ἔφθη ἀνωτέρω καὶ τὴν ῥηθεῖσαν ἀντωνυμίαν θεῖναι ἐν τῷ «ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει». καὶ ἔστιν οὐδὲν ἧττον καὶ οὕτω ἐπαινετικὸς ἑαυτοῦ ὁ Ἕκτωρ, ὃς καὶ μετʼ ὀλίγα φαίδιμον ἑαυτὸν καλέσει. Ὅτι κεῖται καὶ ἐνταῦθα παρὰ Ἕκτορι εὐθεῖα ὁ μάρτυρος. Φησὶ γὰρ «Ζεὺς δʼ ἄμμιν ἐπιμάρτυρος ἔστω». Ἐκ τούτου δοκεῖ κατὰ συγκοπήν, ὡς καὶ προεδηλώθη, ὁ μάρτυς γενέσθαι. διό, φασίν, οὐδὲ κλίνεται ὁ μάρτυς, διὰ τὸ ἀπὸ πάθους ἔχειν τὴν γένεσιν. Περιττὴ δὲ ἡ πρόθεσις ἐν τῷ ἐπιμάρτυρος, ὡς καὶ ἐν τῷ ἐπιβουκόλος καὶ ἐπίουρος καὶ ἐπιφρίξ καὶ ἄλλοις πολλοῖς. Εἶπε δʼ ἄν τις τότε πρὸς τὸν Ἕκτορα, ὡς τί ὄφελος μάρτυρον εἶναι τὸν Δία. Εἰ γὰρ ὅρκους ἐκείνους, οὕς, ἔφης, οὐκ ἐτέλεσεν, εἰκὸς οὐδὲ τὰ νῦν ὑπὸ σοῦ κυρούμενα τελεσθῆναι, ἀλλὰ μεῖναι ὑπὸ Διὸς ἀτέλεστα. Ὅτι ὁ Ἕκτωρ ἐνταῦθα μονομαχίαν ζητήσας τοιαῦτα συντίθεται «εἰ μέν κεν ἐμὲ κεῖνος», ἤγουν ὁ ἐν Ἀχαιοῖς ἀριστεύς, «ἕλῃ ταναήκεϊ χαλκῷ, τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας, σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα. εἰ δέ κʼ ἐγὼ τὸν ἕλω, δῴη δέ μοι εὖχος Ἀπόλλων, τεύχεα συλήσας οἴσω προτὶ Ἴλιον ἱρὴν καὶ κρεμόω ποτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο, τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσέλμους ἀποδώσω, ὄφρα ἑ ταρχύσωσι καρηκομόωντες Ἀχαιοί, σῆμά τέ οἱ» καὶ τὰ ἑξῆς. Καὶ σημείωσαι, ὅτι ὁ μὲν ἀδελφὸς Ἕλενος ἀπήγαγε τοῦ Ἕκτορος τὴν τοῦ θανεῖν δειλίαν, ὁ δὲ ὅμως οὐκ εἰς τέλος ἀλαζονεύεται, ἀλλὰ παραλαλεῖ καὶ τὸ τοῦ ζῆν ἔμπαλιν, καὶ ὅτι οἴκτου ἄξιος ὁ Ἕκτωρ, ὃς νῦν μὲν φιλοτιμούμενος καὶ δῖον ἑαυτὸν καὶ φαίδιμον ἀποκαλῶν συντίθεται θανόντος αὐτοῦ τὸ σῶμα οἴκαδε ἀποδοθῆναι, ὡς ἂν σεμνῆς τύχῃ ταφῆς, ὅτε δὲ ὑπʼ Ἀχιλλέως θάνοι, παρὰ βραχὺ ἔρχεται τοῦ καὶ ἄταφος ῥιφῆναι. Καὶ σημείωσαι δὲ καὶ ὅπως ἀλαζονικῶς ἑαυτὸν μὲν ἀξιοῖ ἐν Ἰλίῳ ταφῆναι πόρρω θαλάσσης, εἴπερ ἀναιρεθείη, ὡς μὴ βλέποιτο πρός τινος τῶν παραπλεόντων. τὸν Αἴαντα δὲ πρὸς Ἑλλησπόντῳ ταφήσεσθαι λέγει πρὸς οἰκεῖον κλέος, ὡς μετὰ βραχὺ δηλωθήσεται. Πλὴν εἰ καὶ οὕτω δοκεῖ ἀλαζονικὸς ὁ ἥρως, ἀλλʼ ὑφίεται ἄλλως τοῦ μεγαλοφρονεῖν, ἐν οἷς τὸ μὲν αὐτὸν ἀναιρεθῆναι οὐδὲν μέγα οἴεται, τὸ δὲ τὸν ἀντίπαλον ἀριστέα πεσεῖν θεῖόν τι νομίζει καὶ εὖχος αὐτῷ θεόσδοτον. ἐξ Ἀπόλλωνος γάρ, οὗ καὶ εἰς τὸν ναὸν ἀναθήσειν τὰ ὅπλα φησί. καὶ ταῦτα μὲν τοιαῦτα. Τὸ δὲ ἕλῃ καὶ τὸ ἕλω ταὐτόν ἐστι τῷ ἀνέλω καὶ ἀνέλῃ, ᾧ πλεονάζουσιν οἱ ὕστερον. Ταναήκεα δὲ χαλκὸν τὸ ξίφος λέγει, κἂν μὴ ἐχρήσαντο ξίφει μήτε ὁ Ἕκτωρ μήτε ὁ μονομαχήσας αὐτῷ. καὶ ἔστι ταὐτὸν ταναήκεα χαλκὸν εἰπεῖν καὶ τανύηκες ἄορ, ὧν δηλαδὴ ταναὸν τὸ ἀκόνημα διὰ τὸ τοῦ σιδήρου πρόμηκες, ἢ τὰ εἰς τανυσμὸν ἥκοντα, ἢ ὧν ταναὴ διόλου ἀκή, τουτέστιν ὀξύτης τοῦ στομώματος. Ὅρα δὲ ὅτι καὶ ἐνταῦθα συλᾶν τεύχεα φανερῶς ὁ ποιητής φησι τὸ ἐκδύειν ὅπλων τὸν κείμενον, δὶς ἐπιμονῆς λόγῳ τὴν λέξιν φράσας διὰ τὸ καίριον. καὶ ὅτι τὸ φερέτω ἐπὶ τοῦ βαστάζειν εἴρηται κυριολεκτικῶς Καὶ ὅτι ταὐτόν ἐστι σῶμα καὶ νέκυν εἰπεῖν. εἰπὼν γὰρ «σῶμα δὲ οἴκαδʼ ἐμὸν δοῦναι» παρακατιών φησι «τὸν δὲ νέκυν ἐπὶ νῆας ἀποδώσω». Ἔνθα καὶ χρὴ ἐπιστῆσαι, ὡς εἰ καὶ ἐν ἄλλοις διαφορά ἐστι τοῦ δοῦναι καὶ τοῦ ἀποδοῦναι, ἀλλʼ ἐνταῦθα ἐπὶ τοῦ αὐτοῦ σημαινομένου κεῖνται ἀμφότερα. Ἰστέον δὲ ὅτι ὁ εἰπὼν ἐν τῷ περὶ τοῦ σώματος λόγῳ, ὅτι δέμας μὲν ἐπὶ ζώντων ἀεὶ παρὰ τὸ δῶμα εἶναι ψυχῆς, σῶμα δὲ ἐπὶ ἀλόγων, εἰς μὲν τὸ πρῶτον εὐστοχώτερον ἔφη, ἀλλοῖος δὲ διεξέπεσε κατὰ τὸ δεύτερον. Ἐχρῆν γὰρ ἀκολουθοῦντα τοῖς παλαιοῖς εἰπεῖν, ὅτι σῶμα δὲ ἐπὶ ἀψύχων, ὡς δηλοῖ αὐτὸς ἐκεῖνος ἐπαγαγὼν παραδείγματα τὸ «μεγάλῳ ἐπὶ σώματι κύρσας», καὶ «σῶμα γὰρ ἐν Κίρκης κατελείπομεν», καὶ «σῶμα δὲ οἴκαδʼ ἐμὸν δοῦναι». Ὅρα δὲ καὶ ὅτι τὸ δοῦναι ἐνταῦθα φανερῶς ἀντὶ τοῦ δότω εἴρηκεν, ἀκολούθως τῷ φερέτω. Καὶ ὅτι τὴν ταφὴν διαφόρως ὁ ποιητὴς ἐνταῦθα ἔφρασεν ἐπὶ μὲν τοῦ Ἕκτορος εἰπὼν «ὄφρα πυρός με» λελάχωσιν οἱ ἐν τῇ Τροίᾳ, ἤγουν ταφῆς ἀξιώσωσι λάχος πυρὸς δόντες μοι, ἐπὶ δὲ τοῦ Αἴαντος· ὅπως αὐτὸν ταρχύσωσιν Ἀχαιοί, ὅ ἐστιν ἐνταφιάσωσι μετὰ συνήθους ταράχου. Ἰστέον δὲ καὶ ὅτι τὸ «λελάχωσι πυρός» ἀλλοπαθῶς ἐνταῦθα συντέτακται. λαχεῖν μὲν γάρ τοι ἁπλῶς τοὺς Τρῶας αὐτοπαθῶς ἐρρέθη, λαχεῖν δὲ αὐτοὺς τὸν δεῖνα τοῦδέ τινος ἀλλοπάθειαν ἔχει. Καὶ ἔστι μὲν τὸ πρῶτον λαχεῖν ἶσον τῷ εὑρεῖν, τὸ δὲ δεύτερον ὅμοιον τῷ ἀξιῶσαι λάχους, ὡς εἴρηται. Τὸ δὲ ἐν ναοῖς κρεμᾶν τὰ σκῦλα τῶν νενικημένων ἔθος ἦν ἀρχαῖον. Καὶ δηλοῖ αὐτὸ καὶ Εὐριπίδης ἐν Φοινίσσαις καὶ ὁ Κωμικὸς δὲ ἐν τοῖς Ἱππεῦσι. Τὸ δὲ κρεμόω πλεονασμὸν ἔχει τοῦ ο τῆς παραληγούσης, εἴληπται δὲ ἀντὶ μέλλοντος τοῦ κρεμάσω. Ἰστέον δὲ καὶ ὅτι τοῦ δῴη προϋπάρχει τὸ δοίη, αὐτοῦ δὲ πρόκειται κοινὸν πρῶτον τὸ δοῖμι, ἐξ οὗ τὸ δοῖεν ὡς γνοῖεν. Ὅτι δέ ποτε τὰ εἰς μι εὐκτικὰ εἰς ην μεταπλάττονται, προδεδήλωται, καὶ δηλοῖ αὐτὸ σὺν ἄλλοις ἀριδήλως καὶ τὸ πεφεύγοιμι, πεφευγοίην, Σοφοκλῆς «ἐκπεφευγοίην πάθος», ἔτι δὲ καὶ τὸ εἰδείην ἐκ τοῦ εἰδήκοιμι μεταπλασθὲν κατά τε συγκοπὴν καὶ ὁμοιότητα τὴν πρὸς τὸ τυφθείην καὶ τὰ τοιαῦτα. Ὅτι ἔδει μὲν τὸν Ἕκτορα παῦσαι τὸν λόγον εἰς τὸ «ὄφρα ἑ», ὡς ἐγράφη, «ταρχύσωσιν Ἀχαιοί», ὁ δὲ συμμετεωριζόμενος τῇ μνήμῃ τῆς ἀριστείας ἐπάγει «σῆμά τε οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ». Εἶτα καὶ δίστιχον ὡς ἐν σχεδιασμῷ συντίθησιν ἐπίγραμμα τῷ τάφῳ τοῦ ὑπʼ αὐτοῦ νικηθέντος τοιοῦτον ὡς ἐξ ἀορίστου ἐπιγραμματοποιοῦ «καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων· ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνειῶτος, ὅν ποτʼ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ». Οὕτω μεγαλόφρων ὁ ἥρως καὶ ταῖς εὐτυχίαις συνεξαιρόμενος. Καὶ ὅρα ὅπως καὶ ἐν ἐπιγράμμασιν ὁ ποιητὴς εὐδοκιμεῖ. Ἐπὶ τούτοις ὁ Ἕκτωρ καὶ τὸ τέλος τῆς ἑαυτοῦ ἐφέσεως ἐκτίθεται, δηλαδὴ τὴν τιμήν, εἰπὼν «ὥς ποτέ τις ἐρέει, τὸ δʼ ἐμὸν κλέος οὔποτʼ ὀλεῖται», ὃ δὴ παρέφρασε καὶ ὁ ἐν τῇ Τραγῳδίᾳ εἰπὼν ἐθέλειν τὸν αὐτοῦ τύμβον μετὰ θάνατον στεφανοῦσθαι. «διὰ μακροῦ γάρ», φησίν, «ἡ χάρις». Ἐκεῖνος δὲ καὶ ἄλλως τὴν τιμὴν προάγων πλάττει τινὰ λέγοντα μήτε χρυσὸν ἐθέλειν, ὡς καὶ προεγράφη, «μήτʼ Ὀρφέως κάλλιον ὑμνῆσαι μέλος, ἢν μὴ ʼπίσημος ἡ τύχη γένοιτό μοι». Ἰστέον δὲ ὅτι ἐξ ἱστορίας ἔχων ὁ ποιητὴς λαλεῖ τὴν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ ταφὴν τοῦ Αἴαντος. Πολλοῖς γὰρ τῶν ἡρώων ἦσαν αὐτόθι τύμβοι ἄποπτοι τοῖς πλέουσιν ἐπὶ οἴνοπα πόντον. Φησὶ γοῦν καὶ ὁ Γεωγράφος, ὅτι Ῥοίτειον πόλις ἐπὶ λόφῳ. συνεχὴς δὲ τῷ Ῥοιτείῳ ᾐών, ἐφʼ ᾗ μνῆμα καὶ ἱερὸν Αἴαντος καὶ ἀνδριάς, ὃν Ἀντώνιος μὲν εἰς Αἴγυπτον ἐκόμισε χαριζόμενος τῇ Αἰγυπτίᾳ Κλεοπάτρᾳ σὺν ἄλλοις ἀναθήμασιν, Ἄρατος δὲ ἐπαναγαγὼν τοῖς Ῥοιτειεῦσιν ἀπέδωκεν, ὃ καὶ ὁ σεβαστὸς Καῖσαρ ἐποίησεν ἐπὶ ὁμοίων τινῶν. Λέγει δὲ καὶ ὅτι μετὰ Ῥοίτειον τὸ Σίγειον, πόλις κατεσπασμένη, καὶ τὸ ναύσταθμον καὶ τὸ Ἀχαϊκὸν στρατόπεδον, καὶ ὅτι ἡ παραλία ἀπὸ Ῥοιτείου μέχρι Σιγείου καὶ τοῦ μνήματος Ἀχιλλέως, ἐάν τις εὐθυπλοῇ, ἑπτὰ στάδια, πρὸς δὲ τῷ Σιγείῳ Ἀχιλλέως μνῆμα καὶ Πατρόκλου καὶ Ἀντιλόχου, καὶ ἐναγίζουσιν οἱ Ἰλιεῖς τούτοις καὶ τῷ Αἴαντι. Ἔτι ἰστέον καὶ ὡς τὸ «σῆμα χεύωσι» ταὐτόν ἐστι τῷ τυμβοχοήσωσι. Δηλοῖ δὲ καὶ ἐνταῦθα τὸ χέειν τὴν ἐν τοῖς τάφοις τότε τοῦ χοὸς ἐπιφόρησιν, ὃς δὴ καὶ χυτὴ ἐλέγετο γῆ, ὡς προείρηται. οὗ πρὸς μίμησιν ἐρρέθη καὶ τὸ διψία κόνις παρὰ τῷ Σοφοκλεῖ. Τὰ μέντοι πρὸ τῶν πόλεων λεγόμενα χώματα ἑτεροῖά εἰσιν, ὡς αἱ ἱστορίαι φασί. Σῆμα δέ, ὡς καὶ ἐν τῇ Βοιωτίᾳ ἐρρέθη, λέγεται διὰ τὸ σημαίνειν τεθάφθαι τινὰ ἐκεῖ, ὥσπερ καὶ μνῆμα, διὰ τὸ μνήμην τοῦ ποτε ζῶντος ἀνακινεῖν. Κεῖται δέ ποτε τὸ μνῆμα, ὡς καὶ ἐν Ὀδυσσείᾳ, ἐπὶ τοῦ κατὰ τὴν Ἑλένην δώρου πρὸς Τηλέμαχον καὶ ἐπὶ τῆς ἁπλῶς μνήμης, οἷον «μνῆμα χερῶν Ἑλένης», ἵνα ᾖ ὡς χάρμη καὶ χάρμα καὶ βρώμη καὶ βρῶμα, οὕτω καὶ μνήμη καὶ μνῆμα. Ὁμώνυμον ἄρα καὶ τὸ μνῆμα, καθὰ καὶ τὸ σῆμα, κείμενον ὡς τὰ πολλὰ καὶ ἐπὶ σημείου, ὡς καὶ προδεδήλωται καὶ μετʼ ὀλίγα δὲ δηλοῦται ἐν τῷ «κλήρου σῆμα». Καὶ αὐτὸ δὲ τὸ μνημεῖον μνήμην σαφῶς δηλοῖ παρὰ Σοφοκλεῖ ἐν τῷ «μνημεῖον ψυχῆς Ὀρέστου». Πλατὺν δὲ Ἑλλήσποντον λέγει οὐ τὸν ἁπλῶς διόλου τοιοῦτον—ἔχει γὰρ στενὰ πολλὰ καί τι λίαν στενότατον καὶ οὐ πλέον ἑπτασταδίου πλατυνόμενον—, ἀλλὰ τὸ διεκπίπτον αὐτοῦ ἔξω πρὸς τῷ Αἰγαίῳ ἕως καὶ εἰς τὸ ναύσταθμον καὶ εἰς τὸ Ῥοίτειον καὶ εἰς τὸ Σίγειον, τὰ ἀνωτέρω ῥηθέντα, ἐκεῖνο πλατὺν Ἑλλήσποντον λέγει. ἐκεῖ γὰρ εἰς πλάτος ὁ τῆς Ἕλλης πόντος ἀνοίγεται. Οἱονεὶ γοῦν φησιν ὁ ποιητής, ὅτι σῆμα χεύωσι περὶ τὸ πλατὺ μέρος τοῦ Ἑλλησπόντου, ὥσπερ καὶ ἀλλαχοῦ ἁπαλὸν αὐχένα φησὶν οὐ τὸν ἁπλῶς ἁπαλόν, ἀλλὰ τὸ τοιοῦτον μέρος αὐτοῦ. Τὰ δὲ περὶ Ἕλλης θρυλλούμενα δῆλα, ὅτι δηλαδὴ ἀδελφὴ αὕτη Φρίξου, θυγάτηρ Ἀθάμαντος καὶ Νεφέλης, ἣν δὴ Νεφέλην ὁ Ἀθάμας γυναῖκα δευτέραν ἐπεισηγάγετο τὴν προτέραν Ἰνὼ ἐκπεμψάμενος, καὶ ὅπως ἡ Ἰνὼ αὖθις ἀναληφθεῖσα ἐνεκότει τοῖς ἐκ Νεφέλης παισί, καὶ ὡς μηχαναῖς τισι φρύξασα τὰ ἐγχώρια σπόριμα καὶ ἄκαρπα ποιήσασα χρησμὸν κατὰ τῶν παίδων ὑπέκλεψεν, ὡς τοῦ κακοῦ λυθησομένου τῷ ἐκείνων φόνῳ, καὶ ὅπως αὐτοῖς ἐπιβουλευθεῖσι κριὸς τὴν ἐπιβουλὴν κατεμήνυσε, καὶ ὡς ἀναδεξάμενος αὐτοὺς ὁ τοιοῦτος κριὸς καὶ κατά τι θεῖον ἀέριος ἀρθεὶς τὸν μὲν Φρίξον περιεσώσατο εἰς τὴν Κολχίδα γῆν, τὴν δὲ Ἕλλην οὐκ ἴσχυσε, καταπεσοῦσαν εἰς τὸν ἀπʼ αὐτῆς κληθέντα Ἑλλήσποντον, καὶ ὅτι ἐν Κόλχοις ἀπεδάρη παρὰ τοῦ Φρίξου ὁ κριὸς οὗτος, τυθεὶς φυξίῳ Διῒ καὶ τὸ αὐτοῦ κῶας χρυσωθὲν ἐφυλάττετο ὑπὸ ἀΰπνου δράκοντος, εἰς ὃ οἱ Ἀργοναῦται ἔπλευσαν, καὶ ὅτι οὐδὲ ἡ κακοῦργος Ἰνὼ καλῶς ἀπήλλαξε καταπεσοῦσα συνάμα τῷ παιδὶ Μελικέρτῃ εἰς θάλασσαν ἐν τῷ τὸν ἄνδρα μανῆναι κατὰ χόλον Ἥρας καὶ ξιφήρη διώκειν αὐτήν. καὶ τοιάδε μὲν ταῦτα. Ἡ δὲ ἀκριβὴς ἱστορία μητρυιὰν εἰδυῖα τὴν Ἰνὼ δύσνουν τῷ Φρίξῳ τε καὶ τῇ Ἕλλῃ πλοιάριόν τί φησιν εἶναι τὸν κριόν, ἐκτύπωμα φέρον κριοῦ ἐν ἄκρῳ, ὁποῖόν τι καὶ παρὰ Λυκόφρονι τὸ ταυρόμορφον τύπωμα τὸ τὴν Εὐρώπην ἁρπάσαν, καὶ ὁποῖα πλοῖα τὰ σὺν ἑτέροις γλύμμασι καὶ χηνίσκους ἐν τοῖς ἄκροις ἔχοντα ἤγουν τύπους χηνῶν. καὶ βούλεται διὰ τοιούτου κριοῦ σὺν τῷ ἀδελφῷ πλέουσαν τὴν Ἕλλην ἐκπεσεῖν καὶ κινδυνεῦσαι. Ἑτέρα δέ τις ἱστορία εὔνουν ὑπηρέτην φησὶ τὸν Κριόν, ὃς τὴν τῆς μητρυιᾶς βουλὴν ἀνακαλύψας καὶ περισώσασθαι τοὺς δεσπότας παῖδας προθέμενος ἐδυστύχησε κατὰ τὸν Ἑλλήσποντον. λέμβῳ γὰρ βραχυτάτῳ πιστεύσας αὐτοὺς οὐκ ἔσχεν ἀμφοτέρους περιποιήσασθαι, ἀλλʼ ὁ μὲν Φρίξος περιεγένετο, ἡ δὲ Ἕλλη κατὰ πάθος ἰλίγγου ἢ ἄλλου τινὸς τοιούτου καταπεσοῦσα μόνον αὐτῆς ἄνω ἀφῆκε τοὔνομα φέρεσθαι αὐτὴ καταδῦσα εἰς βυθόν. Διπλάζεται δὲ τῇ Ἕλλῃ τὸ ἀμετάβολον πρὸς διαστολὴν τοῦ ἕλη, ἡ θερμασία, ἐξ ἧς καὶ τὰς λαμπάδας ἑλάνας λεχθῆναί που ὁ Ναυκρατίτης ἱστορεῖ σοφιστής. καὶ ὁ Ἕλλην δὲ κατὰ τοὺς παλαιοὺς διὰ τὴν αὐτὴν αἰτίαν ἐν δυσὶ λ γράφεται. τὸ δʼ αὐτὸ γίνεται καὶ ἐπὶ τοῦ Ἄλος πόλις καὶ ἄλλος, ἡ ἀντωνυμία, ὡς ἐν Βοιωτίᾳ εἴρηται. Τὸ δὲ «ὥς ποτέ τις ἐρέει, τὸ δʼ ἐμὸν κλέος οὔποτʼ ὀλεῖται» πλαγίως ἔπαινόν τε τῆς Ὁμήρου ἐμφαίνει ποιήσεως καὶ τὴν αὐτοῦ μαντικὴν ἐνδείκνυται, δεξιῶς οὕτω σχηματίσαντος. Τῷ ὄντι γὰρ ἕως τὸ Ὁμηρικὸν τοῦτο ἐπίγραμμα εἰς ἀνάγνωσιν ἔρχοιτʼ ἄν, οὐκ ἂν ὀλεῖται τὸ κλέος τῷ Ἕκτορι, ἔρχεσθαι δὲ δοκεῖ εἰσαεί, ἀεὶ ἄρα ἔσται καὶ τὸ ῥηθὲν κλέος καὶ οὐδέποτε ὀλεῖται. Οὕτω δέ πως καὶ ἀλλαχοῦ σεμνολογεῖ τὴν Ἰλιάδα ὁ ποιητής, ἔνθα τοῦ Ἑλληνικοῦ τειχίσματος τὸ κλέος περιελθεῖν λέγει τὸν ὑφʼ ἥλιον διὰ τὸ κατὰ τὴν Ἰλιάδα περιᾴδεσθαι, ἄλλως γὰρ ἀφανισθὲν ἀκλεὲς ἦν. Ὅτι ὑποδέξασθαι καὶ ἐνταῦθα ὁ ποιητὴς κοινότερον τὸ ἀντιστῆναί φησιν ὁμοίως τῷ «σὺ μὲν τόνδε δέδεξο, μελήσουσι δέ μοι ἵπποι». Φησὶ γὰρ «ὣς ἔφατο» Ἕκτωρ, «οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ, αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δʼ ὑποδέχθαι», τουτέστιν ἀπειπεῖν μὲν τὴν πρὸς Ἕκτορα μονομαχίαν οἱ Ἀχαιοὶ αἰδημόνως ἔσχον, εὐλαβήθησαν δὲ αὖ πάλιν τὴν πρὸς ἐκεῖνον ἔνστασιν. οὕτω φοβερὸς αὐτοῖς γέγονε. Τινὲς δέ φασιν, ὅτι οὐ τὸν Ἕκτορα ἔδεισαν οἱ Ἀχαιοὶ ἀλλὰ τὸν βασιλέα διὰ τὸ ἀναμένειν κέλευσιν καὶ μὴ ἐθέλειν θρασύτερον προπετεύεσθαι. Θρασὺς γὰρ πρὸς ἔργον ἐκ πολλοῦ κακός, κατὰ τὴν παροιμίαν. λέγει δέ, φασί, καὶ Ἐπίχαρμος «κακὸς θαρρεῖ μάλʼ αὐτόθεν, ἔπειτα δὲ φεύγει». Καὶ οὕτω μὲν οἱ ἄλλοι Ἕλληνες αἰδῶ τε καὶ δέος ἔπασχον, ἄλλως δέ γε ἤπερ ἡ προσειποῦσα τὸν Πρίαμον αἰδοῖόν τε ἑαυτῇ καὶ δεινόν, ἐγγὺς δέ πως τῷ εἰπόντι, ὅτι «δέος ᾧ πρόσεστιν αἰσχύνη θʼ ὁμοῦ, σωτηρίαν ἔχοντα τόνδʼ ἐπίστασο». Μενέλαος δὲ ἰσχυροπαθήσας ἀνέστη καὶ ὑπέστη τὴν μονομαχίαν. Φησὶ γὰρ ὁ ποιητής, ὅτι «ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο» καὶ τὰ ἑξῆς. Καὶ ὅρα τὸ ὀψέ, οὐ γὰρ χρὴ τὸν νοῦν ἔχοντα παραχρῆμα ποιεῖν τὸ παρατυχὸν καὶ τοῖς κινδύνοις ἐπιπηδᾶν. Τὰ δέ, ὡς ἐρρέθη, ἑξῆς τοῦ λόγου τοιαῦτα· ἀναστὰς ὁ Μενέλαος «νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ», ἤγουν στενακτικῶς ἐλάλει «ὦ μοι ἀπειλητῆρες, Ἀχαιΐδες, οὐκέτʼ Ἀχαιοί. ἦ μὲν δὴ λώβη τάδε γʼ ἔσσεται αἰνόθεν αἰνῶς, εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν, ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε, ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὕτως. τῷδε δʼ ἐγὼν αὐτὸς θωρήξομαι». Καὶ οὕτω μὲν ὁ Μενέλαος θαρρεῖ τὴν μονομαχίαν ἐπαγαγὼν καὶ γνωμικὸν τοῦτο «αὐτὰρ ὕπερθε νίκης πείρατʼ ἔχονται ἐν θεῷ». καὶ οὕτω μὲν ὁ βασιλεύς. Ὅμηρος δὲ ἐνδεικνύμενος οὐκ ἀξιόμαχον αὐτὸν ἀντίμαχον εἶναι τῷ Ἕκτορι ἀποτείνει τὸν λόγον εἰς αὐτὸν ἐνδιαθέτως κατὰ σχῆμα ἀποστροφῆς καί φησιν ὡς οἷον οἰκτιζόμενος «ἔνθα κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν, εἰ μὴ ἀναΐξαντες ἕλον», τουτέστιν ἐκώλυσαν, «βασιλῆες Ἀχαιῶν». Καὶ ὅρα τὸ φιλάληθες τοῦ φιλέλληνος ποιητοῦ, πολὺ φέρτερον τοῦ Μενελάου εἰπόντος τὸν Ἕκτορα, ὅπερ ταὐτόν ἐστι τῷ κατωτέρω εἰρησομένῳ περὶ Ἀχιλλέως τῷ «ὅς περ σέο πολλὸν ἀμείνων». Καὶ ὁ μὲν ποιητὴς οὕτω πρὸς οἶκτον λαλεῖ. Ἀγαμέμνων μέντοι καὶ δριμύτερον εὐθὺς ἐπιπλήττει τῷ ἀδελφῷ. Δεξιτερῆς γὰρ ἕλε χειρὸς καὶ «ἀφραίνεις», ἔφη, «Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ ταύτης ἀφροσύνης· ἀνὰ δʼ ἴσχεο», τουτέστιν ἀνέχου, ἢ «ἀνὰ δὲ σχέο», τουτέστιν ἀνάσχου, «κηδόμενός περ». Εἶτα τρόπον τινὰ καὶ τὸ γνῶθι σαυτὸν ὑποτιθείς φησι «μηδʼ ἔθελʼ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι Ἕκτορι, τόν τε στυγέουσι καὶ ἄλλοι. καὶ δʼ Ἀχιλλεὺς τούτῳ γε μάχῃ ἐνὶ κυδιανείρῃ ἔρριγʼ ἀντιβολῆσαι, ὅ περ», ἤγουν ὅς, «σέο πολλὸν ἀμείνων». Καὶ ὅρα ὡς εὐμεθόδως κἀνταῦθα ὁ ποιητὴς μνήμην τοῦ Ἀχιλλέως παρέρριψε, καὶ ὅτι οὐ μόνον ὁ ἀδελφός, ἀλλὰ καὶ οἱ λοιποὶ βασιλεῖς ἐπέχουσι τῆς μονομαχίας τὸν Μενέλαον ἐλεοῦντες ὡς ἀδικούμενον. τὸν μέντοι Πάριν ὁ ἀδελφὸς Ἕκτωρ ὑπόψιον ἅπασιν ὄντα ἐχάρη ἂν ἰδὼν καὶ πεσόντα. Σημείωσαι δὲ ὅτι τε πρὸς συμφέρον ἐνταῦθα νόμῳ στρατηγικῷ ψεύδεται ὁ βασιλεύς. Οὐ γὰρ ὁμολογουμένως ἔρριγεν Ἀχιλλεὺς τὸν Ἕκτορα, λαλεῖ δὲ αὐτὸ ἐπίτηδες, ἵνα τὸ ἀδελφικὸν καταστείλῃ θράσος. καὶ ὅτι ἐνταῦθα μὲν ἐν ὑποθήκης λόγῳ ἔοικεν, ὡς εἴρηται, λέγεσθαι τὸ γνῶθι σαυτόν, ἐν δὲ τοῖς ἑξῆς καὶ πραγματικῶς ἐνεργεῖται ἡ παραίνεσις, ὅπου ἑαυτὸν εἰδὼς ὁ Ἕκτωρ τοῖς μὲν ἄλλοις μάχεται, Αἴαντος δὲ ἀλεείνει μάχην Τελαμονιάδαο. ὥστε νῦν οὐ πάνυ τι ἑαυτὸν οἶδεν ὁ Ἕκτωρ, εἴγε τῷ τοιούτῳ Αἴαντι ἀντιστήσεται. καὶ ὅτι κἂν φυσᾷ τὸν Ἕκτορα λεγόμενα παρὰ τοῦ βασιλέως τὰ σεμνύνοντα ἐκεῖνον, ἀλλὰ κατωτέρω ῥίψει τὴν αὐτοῦ ὀφρὺν ὁ βασιλεύς, ἔνθα ἐρεῖ ὅτι τούτῳ, ἤγουν τῷ Ἕκτορι, πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί, ὃν ἐὰν φύγῃ, ἀσπασίως γόνυ κάμψει. ἔνθα καὶ δείκνυται, ὅτι τὰ περὶ Ἀχιλλέως ψευδῶς ἔλεγεν ὁ βασιλεύς, ἵνα πείσῃ τὸν ἀδελφόν. Εἰ γὰρ ὁ Ἀχιλλεὺς ἀληθῶς ἔρριγε τὸν Ἕκτορα, ποῖος ἄλλος εὑρεθήσεται πρόμος ἀντίπαλος τῷ Ἕκτορι; Ἦν δὲ ἐν τῷ περὶ Ἀχιλλέως λόγῳ ἐκ τοῦ μείζονος τὸ ἐπιχείρημα. Μείζων γὰρ πάντως τοῦ Μενελάου ὁ Ἀχιλλεύς. εἰ δὴ αὐτὸς ἔρριγε τὴν μετὰ Ἕκτορος μάχην, πολλῷ πλέον ῥιγήσει ὁ Μενέλαος. Ἰστέον δὲ καὶ ὅτι ὁ εὔελπις ἀγωνιστὴς καλῶς ἂν εἴποι τὸ ”τῷδε δέ», ἤγουν ἐπὶ τούτῳ, ταὐτὸν δʼ εἰπεῖν, κατὰ τούτου, «ἐγὼν αὐτὸς θωρήξομαι, αὐτὰρ ὕπερθε νίκης πείρατʼ ἔχονται». Τὸ δὲ «ἀφραίνεις, οὐδέ τί σε χρὴ ταύτης ἀφροσύνης, ἀνάσχεο δὲ κηδόμενός περ», ὅ ἐστι βλαπτόμενος, οἰκεῖον ῥηθῆναι πρός τινα θρασέως κινδυνεύειν ἐθέλοντα. Τὸ δὲ «μηδʼ ἔθελʼ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι» δύναται καὶ γνωμικὸν εἶναί ποτε, οὕτως ἁπλῶς ἐν τῷ καθόλου ῥηθέν. Καὶ τοιοῦτον μὲν ὁλικῶς εἰπεῖν ἐν νοήμασι τὸ ῥηθὲν Ὁμηρικὸν χωρίον. Τὰ δὲ κατὰ μέρος αὐτοῦ τοιάδε εἰσί. Σιωπῶσιν ἐνταῦθα οἱ Ἀχαιοὶ ἀκὴν γενόμενοι ἐξ ἀμηχανίας, ὡς καὶ ἐν ἄλλοις γίνεται. Κρείττων γὰρ σιωπὴ καίριος παρακεκινδυνευμένου λόγου. Τὸ δὲ ἀκήν, περὶ οὗ ἀλλαχοῦ εἴρηται, εὕρηται λεγόμενον καὶ ἀκασκᾶ. Αἴλιος δὲ Διονύσιος καὶ χρῆσιν παράγει Κρατίνου ταύτην «σκήπτροισιν ἀκασκᾶ προβιβῶντα». Τὸ δὲ ἀνήνασθαι δηλοῖ μὲν τὸ ἀρνήσασθαι, γίνεται δὲ ἀπὸ τοῦ ἀναίνω. αὐτὸ δὲ κατὰ μέν τινας ἀπὸ τοῦ α στερητικοῦ καὶ τοῦ ναι, ἵνα εἴη ἀναίνεσθαι τὸ μὴ διὰ τοῦ ναι ἐπιρρήματος κατατίθεσθαι. κατὰ δὲ ἑτέρους ἀπὸ τῆς α στερήσεως καὶ τοῦ αἶνος, ὃ δηλοῖ τὴν συγκατάθεσιν. Τὸ δὲ «νείκει» τῆς παλαιᾶς ἐστι χρήσεως. ὡς γὰρ βλάβος καὶ δίψος, οὕτω καὶ νεῖκος, ἐξ οὗ καὶ ἡ φιλονεικία. τὰ μέντοι κοινὰ βλάβη καὶ δίψα καὶ νείκη. οὕτω δὲ καὶ ἡ νάπη νάπος παρά τε Εὐριπίδῃ καὶ ἑτέροις. καὶ ἡ κνίση δὲ κνῖσος, καθὰ δηλοῖ καὶ ὁ γράψας ἀντὶ τοῦ «κνίσσην μελδόμενος» κνίση δίχα τοῦ ν, ὡς ἐν τοῖς μετὰ ταῦτά που κεῖται, εἰ καί τινες τῶν παλαιῶν ἀπαρέσκονται ὡς μὴ ἐντετυχηκότες τῇ χρήσει τοῦ κνίσσος. Εὕρηται δὲ καὶ ἡ ἑτέρα νίκη νῖκος λεγομένη, ὡς καὶ ἡ σκάφη σκάφος καὶ ἡ πάθη πάθος. Ἐν δὲ τῷ «ἀπειλητῆρες, Ἀχαιΐδες, οὐκέτʼ Ἀχαιοί» ἀπειλητῆρες μὲν οἱ μόνον καυχώμενοι καὶ εἰς κενὸν αὐχοῦντες, ὡς εἰ καὶ Ἀχαιΐδες ἦσαν, κατὰ τὸ «γυναικῶν μὲν τὸ λαλεῖν, ἀνδρῶν δὲ τὸ πράττειν», ἢ οἱ ἐκφοβοῦντες λόγοις. ἐπʼ ἀμφοτέρων γὰρ λέγεται τὸ ἀπειλεῖν. Ἀχαιΐδες δὲ ἀντὶ τοῦ γυναῖκες, ὃ παραφράζων ὁ Σοφοκλῆς φησι «μὴ γυναῖκες ἀντʼ ἀνδρῶν πέλας ἕστατε». Ἔστι δὲ τοῦτο σφοδρότερον τοῦ Ὁμηρικοῦ. λειότερον γὰρ τὸ Ἀχαιΐδες τοῦ «γυναῖκες ἀντʼ ἀνδρῶν», ἐξ οὗ ὁ ἀνδρόγυνος σύγκειται. καὶ ταῦτα μὲν ἐν λόγοις. Τὸ δὲ τοῦ Σεσώστριδος ἔργον ἔχει πλεῖον τὸ ἀναιδές. Ἱστορεῖ γὰρ Ἡρόδοτος ὅτι Σέσωστρις, εἴποτε ἀνδρῶν εὐπετῶς καὶ ἀμαχητὶ περιγένοιτο, στήλας στήσας αἰδοῖα γυναικῶν τοῖς ἀνδρείοις προσενέγραφε, δηλῶν ὡς ἦσαν ἀνάλκιδες. Ἔτι σφοδρὸν παρὰ τῷ αὐτῷ καὶ τὸ «οἱ μὲν ἄνδρες γεγόνασί μοι γυναῖκες, αἱ δὲ γυναῖκες ἄνδρες». Τὸ μέντοι «πολλοὶ μὲν ἄνθρωποι εἶεν, ὀλίγοι δὲ ἄνδρες» σεμνότερον τῶν προρρηθέντων. Ὅτι δὲ μέγα εἰς ὕβριν ἀνδράσι τὸ γυναῖκας καλεῖσθαι, δηλοῖ ὁ αὐτὸς ἔν τε τῷ «προσβάλλοντες κακὰ μεγάλα εἰργάζοντο καὶ γυναῖκας ἀπεκάλεον», καὶ ἐν τῷ «παρὰ Πέρσαις γυναικὸς κακίω ἀκοῦσαι δέννος μέγιστός ἐστι». Δέννον δὲ λέγει τὴν ὕβριν, ἐξ οὗ τὸ δεννάζειν παρὰ Σοφοκλεῖ. Ἀστεῖον δέ πως τὸ «οὐκέτʼ Ἀχαιοί», ὡς ἕως μὲν τῆς ἄρτι ἀνδρῶν ὄντων τῶν Ἀχαιῶν, νῦν δὲ μεταβεβλημένων οἷον εἰς Ἀχαιΐδας κατὰ τὰς θρυλουμένας μυθικὰς μεταμορφώσεις. ἢ καὶ κατὰ τὴν ἀμφιγενῆ λαγῴαν ἱστορίαν, εἴ τι χρὴ προσπαῖξαι τῷ ποιητικῷ γλυκάσματι. Ὅθεν δοκεῖ καί τις ποιητὴς λαβὼν σκῶψαι εἰς λαγνείαν βασιλέως Λιβυκοῦ δριμέως τὸ «βαινόμενος βαίνων», οὗ πρὸς σαφήνειαν ἐπάγει τὸ «ὁτὲ νυμφίος, ἄλλοτε νύμφη». Καὶ ἄλλως δέ, καθὰ τὸ «κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν», καὶ τἄλλα ὅσα ἐκεῖ ἐγράφησαν, οὕτω καὶ τὸ «Ἀχαιΐδες, οὐκέτʼ Ἀχαιοί» ἐσχημάτισται. Τοῦτο μέντοι κατὰ ἦθος ὀργίλον, ὡς γὰρ μὴ ἀρκοῦν τὸ «Ἀχαιΐδες» εἰς ὕβριν ἐπῆκται πρὸς πλείω αὐτῆς ἔνδειξιν τὸ «οὐκέτʼ Ἀχαιοί». καὶ τοιοῦτον μὲν καὶ τοῦτο. Τὸ δὲ «αἰνόθεν αἰνῶς», δηλοῖ τὸ ἀπὸ δεινοῦ δεινῶς, ὅ ἐστιν ἐκ δεινῶν δεινοτέρως. Τὸ δὲ «ὕδωρ καὶ γαῖα γένοισθε» ἀντὶ τοῦ νεκρωθείητε καὶ τοῦ μὲν ζωογόνου πνευματώδους θερμοῦ στερηθείητε, γένοισθε δὲ ὕδωρ καὶ γῆ, ἃ δὴ ἐναπομένει τοῖς νεκροῖς σώμασι. Διὸ καὶ ἐπάγει «ἥμενοι αὖθι ἀκήριοι», τουτέστι καθήμενοι αὐτόθι ὡς νεκροί. Νεκρός τε γὰρ ἀπὸ τοῦ νε στερητικοῦ καὶ τοῦ κῆρ, ἡ ψυχή, καὶ ἀκήριος ὁμοίως ὁ μὴ ἔχων κῆρ. οἷς καὶ ὁ νῶκαρ συστοιχεῖ παρὰ τὴν νω στέρησιν καὶ τὸ κᾶρ, ὅ ἐστι κῆρ, ἡ ψυχή. Καὶ ἄλλως δὲ ὀνειδίζει ὁ λόγος τοὺς Ἕλληνας, ὡς μὴ ἀνωφορουμένους, ἀλλὰ καθῆσθαι ἢ κεῖσθαι ὀρεγομένους καὶ κάτω βρίθοντας κατὰ τὰ βαρέα στοιχεῖα, καὶ μὴ ἐοικότας μετέχειν ζωτικῆς τινος κουφιζούσης θερμότητος. Τινὲς δὲ ἄλλως φράζουσι τὸ «ὕδωρ καὶ γαῖα γένοισθε», ἀντὶ τοῦ ἀναστοιχειωθείητε, τουτέστιν εἰς τὰ βαρύτερα τῶν στοιχείων καὶ ἀκίνητα καὶ ὑμῖν ὅμοια ἀναλυθείητε. Ἕτεροι δέ φασιν, ὅτι συνεπινοητέον τοῖς δυσὶ τούτοις στοιχείοις καὶ τὰ λοιπὰ δύο, καθὰ εὕρηται καὶ παρʼ Ἡσιόδῳ, ἐν οἷς γαῖαν ὕδει φύρων Ἥφαιστος τὴν γυναῖκα πλάττει. Οὕτω δὲ καὶ Ξενοφάνης που λέγεται εἰπεῖν «πάντες γὰρ γαίης τε καὶ ὕδατος ἐκγενόμεθα». Καθʼ ὅμοιον λόγον καὶ ἐν τῷ «μήθʼ αἷμά μου δέξαιτο κάρπιμον πέδον, μὴ λαμπρὸς αἰθήρ» καὶ τὰ λοιπὰ δύο στοιχεῖα ἔστι συνεπινοήσασθαι, οὐ μὴν καὶ ἐν τῷ «μήτε πόντος μήτε γῆ δέξαιτό μου σάρκας». ἦν δʼ ἂν τὸ ὅμοιον καὶ ἐκεῖ, εἰ μὴ σάρκας ἔφη, ἀλλʼ ὅτι μήτε πόντος μήτε γῆ δέξαιτό με, κατὰ φυσικὴν δηλαδὴ ἀνάλυσιν. Τὸ δὲ «ἀκλεές» εὐθεῖά ἐστι πληθυντικὴ ἀντὶ τοῦ ἀκλεεῖς, ἀπελθόντος τοῦ ι, ὡς καὶ ἐν τῷ «ἐρέτας ἐπιτηδές». κεῖται δὲ καὶ ἐν Ὀδυσσείᾳ χρῆσις τοιαύτης λέξεως. Τινὲς μέντοι ἐπίρρημα τοῦτό φασιν εἶναι, ἄλλοι δὲ παροξύνουσιν. ὡς γὰρ ἀγακλέες κατὰ ἔλλειψιν τοῦ ἑνός ε, οὕτω φασὶ καὶ ἀκλέες. Τὸ δὲ «νίκης πέρατα» περιφραστικῶς ἀντὶ τοῦ ἡ νίκη, τὸ τέλος δηλαδὴ τῶν ἀγωνιζομένων. Σημείωσαι δὲ ὅτι νῦν μὲν ἁπλοϊκῶς εἴρηται τὸ ὕπερθεν ἔχεσθαι τὰ τῆς νίκης πέρατα, τραπὲν μεταφορικῶς ἀπὸ σχοίνων ἤ τινων ἑτέρων τοιούτων σωμάτων, ὧν καὶ ἀρχή τις καὶ πέρας ἐστίν. Ἐν τοῖς ἑξῆς δέ που διὰ ταλάντων ὕπερθεν ἐχομένων πρὸς Διὸς τὴν νίκην ἐρεῖ διεξάγεσθαι. Εὐθεῖα δὲ ἑνικὴ τοῦ πείρατα οὐ τὸ πεῖρας, ἀλλὰ τὸ πεῖραρ. Ἔστι δὲ αὐτοῦ καὶ ῥῆμα τὸ πειραίνω ἀντὶ τοῦ περαίνω. Τελευτὴ δέ, εἰ καὶ φανερῶς τὸ ἁπλῶς τέλος, ἀλλὰ συνδυασθέν ποτε μετὰ ζῳῆς ἢ βίου, ὁποῖον καὶ ἐνταῦθα τὸ «βιότοιο τελευτή», δηλοῖ τηνικαῦτα θάνατον. Τὸ δὲ «ἀφραίνεις Μενέλαε διοτρεφές» μίγμα ὕβρεως καὶ ἐπαίνου. καὶ ἔστιν ὅμοιον τῷ «κύδιστε φιλοκτεανώτατε». καὶ ἐκεῖ γὰρ ἔπαινος μὲν τὸ κύδιστε, ψόγος δὲ τὸ φιλοκτεανώτατε. Ἔχει δέ τι καὶ ἀστεῖον ἐνταῦθα ὁ λόγος κατὰ ἀλληγορίαν. Εἰ γὰρ Ζεὺς ὁ νοῦς, οὐ δεῖ ἀφραίνειν τὸν τῷ Διῒ παρώνυμον, ἤγουν τὸν διοτρεφῆ. Τὸ δὲ «οὐδέ τί σε χρὴ ταύτης ἀφροσύνης» δηλοῖ μὲν τό· οὔ σοι χρεία τοῦ ἀφραίνειν οὕτως. Εἴρηται δὲ καὶ αὐτὸ ἀστείως, ὡς ἔστιν ὅτε πολλῶν ἀφραινόντων καὶ ἐπίτηδες ἔν τε ὕβρεσι ταῖς πρὸς τοὺς ἰσχυροτέρους καὶ ἀπειλαῖς καὶ προκλήσεσι δέ, ὅτε μὴ κίνδυνός ἐστι προφανής. αὐτὸς γοῦν ἠφρονεύσατο φθάσας πρὸς τὸν Ἀχιλλέα ὁ τοῦτο ἐνταῦθα εἰπών. Μενέλαος μέντοι ἀφρονευόμενος ἄρτι πρὸς μονομαχίαν Ἕκτορος κινδυνεύσει μὴ ζῆν. Οὔκουν αὐτῷ χρεία τοιαύτης ἀφροσύνης, ἀλλά τινος ἑτεροίας, οἷον τοῦ ἀπειλεῖσθαι τῷ Ἕκτορι, τοῦ θρασύνεσθαι, οὐ μὴν τοῦ εἰς καὶ μονομαχίαν ἀντικαθίστασθαι, καὶ ταῦτα οὐκ ἐξ αὐτομάτου ἤ τινος ἑτεροίας ἀνάγκης, ἀλλὰ ἐξ ἔριδος. Τὸ δὲ «στυγέουσι» ταὐτὸν τῷ φρίσσουσιν, αὐτὸ δὲ ἶσον τῷ ἐρρίγασι. διὸ εἰπὼν «στυγέουσι καὶ ἄλλοι», παρακατιὼν λέγει «καὶ Ἀχιλλεὺς δὲ “ἔρριγεν”, ὅ ἐστι φρίσσει, στυγεῖ. Ὅτι δὲ τὸ στυγεῖν ἀπὸ τῆς ψυχροτάτης παρῆκται Στυγός, πολλαχοῦ εἴρηται. Τὸ δὲ “ἔρριγε” μέσος παρακείμενός ἐστι τοῦ ῥιγῶ ῥιγήσω ἐρρίγηκα. Δῆλον δὲ πολλαχόθεν, ὡς ἐπὶ μὲν βαρυτόνων ἰσοσυλλαβεῖ ὁ μέσος παρακείμενος τῷ ἐνεργητικῷ, οἷον λέλειφα λέλοιβα, πέπεικα πέποιθα, ἀπὸ δὲ περισπωμένων μιᾷ φασιν ἐνδεῖ ὁ μέσος τοῦ προτέρου, οἷον δουπῶ δεδούπηκα δέδουπα, οἷον “δεδουπότος Οἰδιπόδαο”, κτυπῶ ἐκτύπηκα ἔκτυπα, οἷον “μέγα δʼ ἔκτυπε μητίετα Ζεύς”. Τοῦτο δέ τινες, ἤγουν τὸ ἔκτυπε, καὶ δευτέρου ἀορίστου φασίν. ἔστι γὰρ ἀληθῶς ὥσπερ ἔδουπον, οὕτω καὶ ἔκτυπον, κατὰ τὸ ἔχραισμον καὶ τὰ ὅμοια. Ἀντιβολῆσαι δὲ καὶ νῦν τὸ συναντῆσαι καὶ ἄντην τὰς ὄψεις βαλεῖν. παρὰ μέντοι τοῖς μεθʼ Ὅμηρον ἱκέσιος ἡ λέξις καὶ σημαίνει τὸ ἄντην καὶ πρὸ ποδῶν τινος ῥίπτεσθαι. Ὅτι κατασταλτικὸν θρασέος μέν, οὐκ ἀξιομάχου δὲ προμάχου τὸ “ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων, τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν” οἱ δεῖνα. Ὅτι σεμνύνων ὁ βασιλεὺς τὸν ἀναστησόμενον ἀντίμαχον τῷ Ἕκτορί φησιν “εἴ περ ἀδειής τʼ ἐστὶ καὶ εἰ μόθου ἐστὶν ἀκόρητος, φημί μιν ἀσπασίως γόνυ κάμψειν”, ἤτοι καθεσθῆναι, “αἴ κε φύγῃσι δηΐου ἐκ πολέμου καὶ αἰνῆς δηϊοτῆτος”. Καὶ ὅρα τὸ φύγῃ. οὐ γὰρ ἀπέλθῃ φησὶν ἢ ἄλλο τι ῥῆμα τοιοῦτον, ἀλλὰ φύγῃ, τὴν ἧτταν αὐτῷ οἰωνιζόμενος. τῷ δὲ φυγεῖν ἀκόλουθον καὶ τὸ ἀσπασίως γόνυ κάμψειν. κεκμηκὼς γὰρ ἐν τῷ συντόνως φεύγειν ἀσπασίως κατακλιθήσεται. Πρόσκειται δʼ ἐνταῦθα τὸ ἀσπασίως πρὸς διαστολὴν ἑτεροίας καμπῆς γόνατος, ὁποῖαι πολλαί εἰσι καὶ ἀκούσιοι καὶ φορτικαί. Κάμπτεται δὲ γόνυ ἔστιν ὅτε καὶ ἱκετευτικῶς, ὃ καὶ γονυπετεῖν λέγεται καὶ γόνυ κλίνειν καὶ συνθέτως γονυκλιτεῖν. κάμπτει δέ τις γόνυ καὶ ἐπὶ τιμῇ ἀνδρὸς ὑπερέχοντος καὶ ἐπὶ σώματος δέ ποτε ἰατρείᾳ. Οὕτω γοῦν ἐν Ὀδυσσείᾳ ὁ Λαερτιάδης μετὰ νῆξιν πολυήμερον κάμπτει σὺν χερσὶ καὶ γόνατα διʼ αἰτίαν ἀναγκαίαν τὴν ῥηθεῖσαν ἐκεῖ. Ἰστέον δὲ ὅτι ὁ ῥηθεὶς τοῦ βασιλέως λόγος τὸ “εἴ περ ἀδειής τʼ ἐστί” καὶ ἑξῆς, ἐκφοβητικός ἐστι παντὸς τοῦ ἐν προκλήσει μονομαχίας θρασυνομένου. Ἐπαναφορικὸν δὲ τὸ “εἴ περ ἀδειής ἐστι καὶ εἰ μόθου ἔστʼ ἀκόρητος”, ἐπίτηδες καλλωπισθέν. ἄλλως γὰρ ἀσφαλὲς εἰς φράσιν καὶ τὸ “εἴ περ ἀδεής ἐστι καὶ μόχθου ἀκόρητος”. καὶ ὅτι ἀναγκαίως τῷ ἀδεής ἐπήνεκται τὸ “καὶ εἰ μόθου ἀκόρητος”. οὐ γὰρ ἐξ ἀνάγκης πᾶς ἀδεὴς καὶ μάχης ἐστὶν ἀκόρεστος. Ὅρα δὲ καὶ ὅτι τοῦ κορῶ μέλλων οὐ μόνον διὰ τοῦ ε κορέσω, ἐξ οὗ ἀκόρεστος, ἀλλὰ καὶ κορήσω, ἐξ οὗ ἐνταῦθα τὸ “ἀκόρητος μόθου”, ἤτοι μάχης ἀκόρεστος. Τοῦτο δὲ τὸ νόημα ὁ ποιητὴς πλατυνεῖ ἐν τῷ “πάντων μὲν κόρος ἐστί” καὶ ἑξῆς. Ἀττικοὶ δὲ ἀκόρητον τὸ ἀκαλλώπιστόν φασιν, ὅθεν καὶ βίον ἀκόρητον λέγουσι τὸν ἀφιλοκάλητον. Ὥσπερ δὲ ἀκόρητος καὶ ἀκόρεστος, οὕτω καὶ ἀπόθητος καὶ ἀπόθεστος. ἡ δὲ λέξις ἐν Ὀδυσσείᾳ. Τὸ δὲ “καὶ αἰνῆς δηϊοτῆτος” ταὐτολογικόν ἐστι πρὸς τὸ “δηΐου ἐκ πολέμου”, φιλοτιμησαμένου τοῦ ποιητοῦ ἐνταῦθα πολλαχῶς ὀνομάσαι τὴν μάχην. Μόθον τε γὰρ ἔφη παρὰ τὸ ὁμοῦ, φασί, θέειν τοὺς μαχομένους, καὶ πόλεμον παρὰ τὸ τὰς πόλεις μειοῦν, καὶ δηϊοτῆτα παρὰ τὸ δαίειν, ἤτοι καίειν, ὅθεν καὶ Πλούταρχος λαβὼν ἐξάψαι πόλεμον λέγει τὸ ἐξεγεῖραι μάχην. Διὸ καὶ οἱ παλαιοὶ πρὸς σύμβολον τοῦ κατὰ τὴν μάχην πυρώδους οὐ σάλπιγγι μόνον ἐν πολέμοις ἐχρῶντο, ἀλλὰ καὶ δαλῷ ἀφιεμένῳ συνίστων μάχην, ὡς καὶ Εὐριπίδης δηλοῖ ἐν τῷ “ἐπεὶ δʼ ἀφείθη πυρσός”, ἤτοι λαμπάς, “ὡς Τυρσηνικῆς σάλπιγγος ἠχή, σῆμα φοινίου μάχης”. Περὶ δὲ τοῦ τόνου τῆς δηϊοτῆτος, ὥσπερ καὶ τῆς ταχυτῆτος καὶ τῆς βραδυτῆτος καὶ τῶν ὁμοίων προπερισπωμένων, ἀμφιλογεῖται. Οἱ μὲν γὰρ συνηγοροῦσιν ὀξέως τονοῦσθαι τὰς αὐτῶν εὐθείας. δηϊοτής γάρ, φασί, καὶ ταχυτής καὶ βραδυτής. Πλείους δὲ ἀντιλέγουσι γενναιότερον βαρυτονοῦντες καὶ αὐτὰ κατὰ τὸ φιλότης φιλότητος, κακότης κακότητος. Ὅρα δὲ καὶ ὅτι τὸ δήϊον μάχης ἐπίθετον ὂν ἐν τῷ “δηΐου ἐκ πολέμου” εἰς ὄνομα γέγονεν αὐτῇ ἐν τῷ “καὶ αἰνῆς δηϊοτῆτος”. Γόνυ δὲ κάμψειν ὅτι οὐ μόνον ἐπὶ ἀναπαύσεως λέγεται ἀλλὰ καὶ ἐπὶ ὑποταγῆς καὶ ἐπὶ ἱκετείας καὶ ἄλλως δέ, ἤδη ἔγνωσται. Ὅτι διττολογεῖ καὶ ἐνταῦθα ὁ ποιητὴς φανερῶς ἐν τῷ “ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας αἴσιμα παρειπών, ὃ δʼ ἐπείθετο”. ἤρκει γὰρ καὶ τὸ ἓν μόνον εἰπεῖν. καὶ τὸ μὲν εἰπών καὶ παρειπών ἔχουσι πολλὴν διαφοράν, ὡς τοῦ παρειπεῖν λαμβανομένου ἐπὶ παραινέσεως. Τὸ δὲ “παρέπεισε” καὶ τὸ “ὃ δʼ ἐπείθετο” κατὰ μόνην διαφέρουσι τὴν σχέσιν τοῦ πείθοντος καὶ τοῦ πειθομένου. Ὁ γὰρ πείθων πειθόμενον πείθει καὶ οὐδεὶς ἂν ἐρεῖ πεῖσαι τὸν μὴ αὐτῷ πεισθέντα, ἵνα μὴ καὶ ἐπʼ αὐτοῦ ῥηθῇ τὸ τοῦ Κωμικοῦ, τὸ “οὐ πείσεις, οὐδʼ ἢν πείσῃς”. Ἔστι δʼ εἰπεῖν καὶ ὅτι τὸ “παρέπεισεν, ὃ δʼ ἐπείθετο”, ἐν ταὐτολογίᾳ εἶπεν ὁ ποιητὴς διὰ τοὺς τῷ δοκεῖν μὲν πείθοντας, οὐ μὴν καὶ τῇ ἀληθείᾳ πείθοντας, ἵνα εἴπῃ, ὅτι ὁ βασιλεὺς οὐ μόνον ἔδοξε πεῖσαι, ἀλλὰ καὶ ἀληθῶς ἔπεισε τὸν ἀδελφόν. Ἐκτείνει δὲ καὶ ἐνταῦθα τὸ παρειπών τὴν παραλήγουσαν τῆς παρα προθέσεως. Ἰστέον δὲ ὅτι τε τὸ “εἰπών” καὶ τὸ “παρειπών” κατὰ τὴν θέσιν, ἣν ἔχουσι, παρίσωσιν ποιοῦσι, καὶ ὅτι καθὰ ἐκ τοῦ εἶπον δευτέρου ἀορίστου γίνεται ἀναλόγως ὁ εἰπών, οὕτω καὶ ἐκ τοῦ εἶπα πρώτου ἀορίστου ὁ εἴπας, οὗ χρῆσις πλατεῖα. Τούτου δὲ πλάγιοι οὐκ ἐτρίβησαν ὡς τοῦ εἰπών. Ὅτι ἐν οἷς μὲν ἔλεγεν ὁ ποιητής, ὅτι ἐκάθηντο αἱ στίχες πεφρικυῖαι κορύθεσιν, ἐοίκασιν αἱ τάξεις μὴ ἀφοπλισθῆναι. οἷς δὲ ἐνταῦθα λέγει, ὅτι γηθόσυνοι οἱ τοῦ Μενελάου θεράποντες ἀπʼ ὤμων τεύχεʼ ἕλοντο, δηλοῖ ἀφωπλίσθαι τὰς στίχας. εἰ γὰρ ὁ βασιλεὺς ἀφωπλίσθη, καὶ οἱ περὶ αὐτὸν ἄρα. Καὶ πρὸ τούτου δὲ εἰπὼν ὁ Μενέλαος ἃ εἶπεν, εἶτα κατεδύσατο τεύχεα καλά. Καὶ ὁ Αἴας δὲ μετʼ ὀλίγα κορύσσεται νώροπι χαλκῷ, οἷα δηλονότι ἀποδὺς πρὸ τούτου τὰ ὅπλα. Ἔστιν οὖν κἀνταῦθά τις ἀμφιβολία, οἷα τοῦ Ὁμήρου μὴ ἐπισημηναμένου τὸ πρᾶγμα σαφῶς. Σημείωσαι δὲ ὡς ἠδύνατο μὲν ὁ ποιητὴς ἅμα τῷ λόγῳ τοῦ Ἕκτορος ἀναστῆσαι τοὺς πρὸς ἐκεῖνον ἀντιπάλους, ὁ δὲ ἐπίτηδες ἄλλως ἐποίησεν, ἵνα καὶ τὸ πρᾶγμα καινότερον εἴη, καὶ χώραν δὲ σχοίη ποικιλίας χάριν τό τε γνωσθὲν ἐπεισόδιον τοῦ Μενελάου καὶ ἑξῆς δὲ τὸ τοῦ Νέστορος, καὶ πλατυνθείη κατά τι χρῆμα δαιδάλεον διʼ αὐτῶν ἡ ποίησις. περὶ μὲν οὖν Μενελάου ἔγνωσται τὰ προειρημένα. Ὁ δὲ Νέστωρ εὐθὺς ὀνειδίσει τε τοὺς Ἕλληνας καὶ μονομαχίαν ἑαυτοῦ παλαιὰν ἱστορήσει λαμπρὰν ἀποσεμνυνόμενος, ὡς καὶ ἐν ἄλλοις ποιεῖ, καὶ οὕτως ἐρεθίσει ἐννέα πάντας ἀναστῆναι κατὰ τοῦ Ἕκτορος, ὡς ἐν τοῖς ἐφεξῆς φανήσεται. Ὅτι δυσανασχετῶν ὁ γέρων, ἐφʼ οἷς οἱ Ἀχαιοὶ ὀκνοῦσι τὴν ἐζητημένην μονομαχίαν, φησὶ τὸ καὶ ἀλλαχοῦ κείμενον “ὢ πόποι, ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει”. Εἶτα τὸν Πηλέα ἐπαινῶν ἐπάγει “ἦ κε μέγʼ οἰμώξειε γέρων ἱππηλάτα Πηλεύς, ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδʼ ἀγορητής”. τοῦ πολεμεῖν γὰρ ἤδη καὶ ὁ Πηλεὺς διὰ γῆρας πεπαυμένος, καθὰ καὶ ὁ Νέστωρ, λόγοις μόνοις ἐνέπρεπεν. εἰδὼς δὲ ταῦτα λέγει ὁ Νέστωρ. Πειραθῆναι γὰρ τοῦ Πηλέως αὐτὸς ἐρεῖ, ὃν καὶ ἱππηλάτην ἔφη, ὡς ἦν ὅτε τοιοῦτον ὄντα, καθά που καὶ ὁ Πρίαμος ἐϋμελίης λέγεται. Ἐν δὲ τούτοις λεληθυῖά τις παρήχησις τὸ “ἱππηλάτα Πηλεύς”. καὶ ταῦτα μὲν οὕτως. Ἰστέον δὲ ὡς μέγα κακὸν κρίνουσιν οἱ λογισμῷ διοικούμενοι, ἐφʼ ᾧ οἱ μὲν ἐχθροὶ χαίρουσιν, οἱ δὲ φίλοι βαρέως φέρουσιν, ὡς καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ ὁ Ὁμηρικὸς ῥήτωρ ἔφη, μέγα μὲν πένθος εἰπὼν τὴν Ἀχαιΐδα γαῖαν ἕξειν, γηθήσειν δὲ τοὺς περὶ Πρίαμον, ἐὰν Ἀχιλλεὺς καὶ Ἀγαμέμνων μάχωνται. Εἰ δὲ καὶ τοιοῦτον εἴη τὸ κακόν, ὡς μὴ μόνον τοὺς φίλους βαρύνεσθαι, ἀλλὰ καὶ αὐτοὺς τοὺς ἐχθροὺς δυσχεραίνειν, ὑπερβολὴ πάντως τοῦτό ἐστι δυστυχήματος, ὡς ὁ αὐτὸς ῥήτωρ ἐπιτείνων τὸ νόημα ἐνταῦθά φησι. Λέγει γὰρ ὡς καὶ πᾶσα μὲν ἡ Ἀχαιῒς γῆ λυπηθήσεται ἐπὶ τοῖς νῦν γινομένοις καὶ αὐτὸς δὲ οὐδὲν ἧττον ὁ Πηλεύς, ὃς διὰ τὸν υἱὸν Ἀχιλλέα ἐχθαίρων τοὺς Ἀχαιοὺς χαίρειν ὀφείλει ἐπὶ δυστυχοῦσιν αὐτοῖς, μονονουχὶ λέγων, ὡς δεινὸν μὲν εἰ γελώμεθα τοῖς ἐχθροῖς, μεῖζον δὲ δεινόν, εἰ καὶ αὐτοὶ συλλυποῦνται διὰ μέγεθος τοῦ κακοῦ. Δῆλον οὖν ὅτι ἐν τῇ αʹ μὲν ῥαψῳδίᾳ ὑπέθετο φίλους λυπουμένους καὶ ἐχθροὺς χαίροντας, ἐνταῦθα δὲ λυπουμένους καὶ φίλους, τὴν Ἀχαιΐδα δηλαδὴ γῆν, καὶ ἐχθροὺς δέ, τοὺς ἀμφὶ τὸν Πηλέα δηλονότι. “ὅς ποτέ με”, φησίν, “εἰρόμενος”, ὅ ἐστιν ἐρωτῶν, “μέγʼ ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ, πάντων Ἀργείων ἐρέων”, τουτέστιν ἐρευνῶν, “γενεήν τε τόκον τε. τοὺς νῦν εἰ πτώσσοντας ὑφʼ Ἕκτορι πάντας ἀκούσει, πολλά κεν θεῷ φίλας ἀνὰ χεῖρας ἀείραι θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω”, ὅπερ τοῦ θανεῖν ἐστὶ περίφρασις, οἰκεῖον ὂν ἐπὶ παντὸς λέγεσθαι ἀπευχομένου τὸ ζῆν. Ἰστέον δὲ ὅτι καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ ὁμοίως τοῖς ἐνταῦθα ὁ σοφὸς γέρων προοιμιασάμενος τὸ ἐφεξῆς διαφόρως ἐξήνεγκεν, ἐκεῖ μὲν αὐξήσας τὸ Ἑλληνικὸν κακὸν ἐκ τοῦ γηθῆσαι ἂν τὸν Πρίαμον, ὧδε δὲ ἀπὸ τοῦ λυπηθῆναι ἂν τὸν Πηλέα. Ἔτι ἰστέον ὅτι καὶ παρʼ Ἡροδότῳ εὕρηται σχῆμα ὅμοιον τῷ Ὁμηρικῷ ἐν τῷ “ἦ κε μέγʼ οἰμώξειεν ὁ Πελοπίδης Ἀγαμέμνων, εἰ πύθοιτο Σπαρτιάτας τὴν ἡγεμονίαν ἀφαιρεῖσθαι ὑπὸ Συρακουσίων καὶ Γέλωνος”. Δοκεῖ δὲ ὁ Νέστωρ πεῖραν, ὡς ἐρρέθη, ἐσχηκέναι τοῦ Πηλέως, ὅτε περὶ Ἀχιλλέως εἰς ἐκεῖνον ἐπρέσβευσε. Βαρύνεται δὲ ὁ γέρων οὐ μόνον διὰ τὸ Ἑλληνικὸν αἶσχος, ἀλλʼ ὅτι καὶ αὐτὸς ψευσάμενος τῷ Πηλεῖ ἀπελεγχθήσεται, ἐφʼ οἷς ἐκείνου ἐρωτῶντος αὐτὸς ἀπεσέμνυνεν, ὡς εἴρηται, τοὺς Ἕλληνας. Ἐν δὲ τοῖς ῥηθεῖσι τὸ μὲν “ἐγήθεεν”, ὥσπερ καὶ τὸ ἐγήθησε καὶ τὸ γηθῆσαι καὶ τὸ γηθήσειν, περισπωμένου ἐστὶν ἐνεστῶτος τοῦ γηθῶ, οὗ ὁ μέλλων γηθήσω. Δωριεῖς δὲ γαθεῖν αὐτό φασι. Τὸ δὲ γήθω οὐ πάνυ σύνηθες. Τὸ δὲ ἐρέων καὶ τὸ αὐτοῦ θέμα πρωτότυπά εἰσι τοῦ ἐρευνῶ καὶ ἐρευνῶν. Παραγωγὴ δὲ αὐτῶν κατὰ τὸ ἱκνῶ καὶ οἰχνῶ. Ὡς γὰρ ἵκω ἱκνῶ, οἴχω οἰχνῶ, οὕτω ἐρέω ἐρεύω, καὶ πλεονασμῷ τοῦ ν Δωρικῶς ἐρευνῶ κατὰ χρῆσιν κοινήν. ἄλλως γὰρ κατὰ Ἡρακλείδην βαρύνεσθαι ὤφειλεν, οὐ μόνον διότι Αἰολικόν, φησί, τὸ ἐρεύω, ἀλλὰ καὶ ὅτι πάντα τὰ πλεονάσαντα τῷ νυ ὁμοτονεῖ τοῖς πρωτοτύποις, οἷον ἐλάω ἐλαύω Αἰολικῶς, καὶ ἐλαύνω κατὰ Δωριεῖς, θύω θύνω, δύω δύνω. Τὸ δὲ πτώσσειν πτήσσειν φασὶν οἱ μεθʼ Ὅμηρον, καὶ γίνεται ἀπὸ μὲν τοῦ πτώσσειν ὁ πτωχὸς καὶ ὁ πτώξ, ἀπὸ δὲ τοῦ πτήσσειν τὸ κατεπτηχέναι καὶ ὁ κατεπτηχώς. Τοιαύτης δὲ σκευωρίας καὶ τὸ ἔρρωγε καὶ διερρηχώς καὶ ῥῆγμα καὶ ῥωχμός καὶ ῥωγαλέος. καὶ ὧδε μὲν καὶ ταῦτα. Ὁ δὲ γέρων Νέστωρ καταιδέσας τοὺς Ἀχαιούς, ἐν οἷς φθάσας εἶπε λυπηθήσεσθαι ἂν καὶ τὸν ἐχθρὸν Πηλέα, εἰ μάθῃ τὰ κατʼ αὐτούς, μεταχειρίζεται τὴν δημηγορίαν ἄλλως, ἀνδραγαθίαν καιρίως οἰκείαν ἱστορῶν μονομαχικήν, διʼ ἧς ἐντρέψει τοὺς Ἕλληνας. Φησὶ γοῦν “αἲ γὰρ θεὲ πάτερ ἡβῷμι ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ ποταμῷ Κελάδοντι μάχοντο ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα. τοῖσι δʼ Ἐρευθαλίων πρόμος” καὶ τὰ ἑξῆς. Ὅρα δὲ ὡς τὸ ὠκυρόῳ τοῦ μέτρου μὴ ἀπαιτήσαντος οὐκ ἐδίπλασε τὸ ρ κατὰ τὴν ἐν τοῖς τοιούτοις Ἀττικὴν ἀναλογίαν, ἐν δὲ λόγῳ πεζῷ, καθὰ τὸ χρυσορρόας καὶ τὸ γλυκύρροον καὶ τὸ πολύρρυτον καὶ ὅσα τοιαῦτα, οὕτω καὶ τὸ ὠκύρροος διπλάζει τὸ ἀμετάβολον. Ὁ δὲ ῥηθεὶς Κελάδων ποταμοῦ κλῆσίς ἐστι. ἄλλως γὰρ οὐ δύναται δύο ἐπίθετα ὁμοῦ κεῖσθαι δίχα κυρίου ἢ προσηγορικοῦ. Ἐν δέ γε τῷ “πόντος κελάδων” ἐπίθετόν ἐστιν ἡ τοιαύτη λέξις. Ἰστέον δὲ καὶ ὅτι καθʼ ὃν λόγον ἐν τῇ δʹ ῥαψῳδίᾳ τὸ ἰόμωροι ἐκτείνει τὴν παραλήγουσαν, οὕτω καὶ ἐνταῦθα τὸ ἐγχεσίμωροι καὶ τὰ ἐκεῖ γραφέντα χρήσιμα κἀνταῦθά εἰσι. Φειὰ δὲ πόλις περὶ τὴν Ἦλιν, περὶ ἣν Ἰάρδανος ῥέει ποταμός, ὁ χρησιμεύσας εἰς Ἰορδάνην τοῖς τοὺς Ὁμηρικοὺς συρράψασι θειότερον κέντρωνας. Ταύτης τῆς Φειᾶς ἡ παραλήγουσα διφορεῖται. Φέρεται γὰρ ἐν τῇ κατὰ στοιχεῖον ἀναγραφῇ τῶν Ἐθνικῶν τοιαῦτά τινα. Φεὰ πόλις Ἠλείας, ἣν Ὅμηρος μετὰ τοῦ ι γράφει “Φειᾶς πὰρ τείχεσι”. ταύτης ὁ πολίτης Φεαῖος. Παρακατιὼν δὲ ὁ ταῦτα ἐκεῖ γράψας καὶ οἷον ἐκλαθόμενός φησι τὸ αὐτὸ ἄλλως· Φιὰ πόλις τῶν περιμάχων Μεσσηνίοις καὶ Λάκωσιν. Ὅμηρος “Φιᾶς πὰρ τείχεσι”. τὸ δὲ ἐθνικὸν ταύτης Φιεὺς καὶ Φιάτης καὶ Φιαῖος. καὶ οὕτω μὲν ἐκεῖνος. Αἱ μέντοι ἀλλαχοῦ φερόμεναι Φηραὶ Γερήνοις ὁμοροῦσι κατὰ τὸν Γεωγράφον. ἀφʼ ὧν ὁ Νέστωρ Γερήνιος. Τὸν δὲ Ἰάρδανον οὐ μέγαν ποταμὸν ἡ ἱστορία ἔχει, ὡς ὁ αὐτὸς Γεωγράφος δηλοῖ ἐν οἷς λέγει· Φειὰ ἄκρα καὶ πολίχνη. ἔστι δὲ καὶ ποτάμιον πλησίον ὁ Ἰάρδανος. Λέγει δʼ ὁ αὐτὸς καὶ ὅτι μετὰ τὸν αἰγιαλὸν τῶν Πισατῶν ἄκρα Φειά. ἦν δὲ καὶ πολίχνη, ὡς ὁ ποιητὴς “Φειᾶς πὰρ τείχεσι”. Τοῦτο δέ τινες Χάας φασὶ δεῖν γράφειν, πόλις δὲ ὑπῆρξε πλησίον Λεπρέου, περὶ ἧς γενέσθαι φασὶ πόλεμον, ὃν ἔφρασεν Ὅμηρος, Ἀρκάσι πρὸς Πυλίους. Ἐχόντων δὴ καὶ τῶν εἰρημένων οὕτως ὁ Νέστωρ προσφυῶς τῷ παρόντι τόπῳ παλαιὰν μονομαχικήν, ὡς προσεχῶς ἐλέχθη, ἀνδραγαθίαν ἐκτίθεται, ἀφηγούμενος, ὅπως Πυλίων καὶ Ἀρκάδων μαχομένων ἀνεῖλεν αὐτὸς ἐν μονομαχίᾳ τὸν Ἀρκάδα Ἐρευθαλίωνα. Φησὶ γὰρ “τοῖσι δʼ Ἐρευθαλίων”, τοῖς δηλωθεῖσι δηλαδὴ Ἀρκάσι, “πρόμος ἵστατο ἰσόθεος φὼς τεύχεʼ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος, δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες, οὕνεκʼ ἂρ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ, ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας”. Εἶτα καθʼ ἱστορίαν λεπτολογῶν λέγει καὶ πῶς τὰ τοῦ Ἀρηϊθόου τεύχεα ἦσαν παρὰ τῷ Ἐρευθαλίωνι καί φησιν, ὅτι τὸν Ἀρηΐθοον “Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε, στεινωπῷ ἐν ὁδῷ, ὅθʼ ἂρ οὐ κορύνη οἱ ὄλεθρον χραῖσμε σιδηρείη. πρὶν γὰρ Λυκόοργος ὑποφθὰς δουρὶ μέσον περόνησεν, ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη. τεύχεά τʼ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης. καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος· αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα, δῶκε δέ”, ἤγουν ἔδωκε δή, “Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι”, ἤγουν φορεῖν, ὡς πολλαχοῦ κεῖται. Καὶ οὕτω τῇ ἱστορίᾳ παρεκβὰς ἔχεται αὖθις τοῦ προκειμένου καί φησι “τοῦ ὅ γε τεύχεʼ ἔχων”, ὁ Ἐρευθαλίων δηλαδή, “προκαλίζετο πάντας ἀρίστους. οἳ δὲ μάλα ἐτρόμεον” ὡς καὶ νῦν δηλαδὴ τὸν Ἕκτορα οἱ Ἀχαιοί, “καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη, ἀλλʼ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν θάρσεϊ ᾧ”, ἤγουν κατὰ ἴδιον θάρσος καὶ οὐχʼ ἑτέρωθέν μοι ἐντεθέν, ὡς νῦν ἐγὼ θαρσοποιεῖν τοὺς Ἀχαιοὺς βούλομαι. “γενεῇ δέ”, φησί, “νεώτατος ἔσκον ἁπάντων καὶ μαχόμην οἱ ἐγώ, δῶκε δέ μοι εὖχος Ἀθήνη”. Εἶτα ὁ γέρων τὴν ἑαυτοῦ ἀνδραγαθίαν αὔξων φησὶ “τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα”. Καὶ ἐφερμηνεύων τὸ μήκιστον ἐπάγει “πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα”. Ἐπὶ δὲ τούτοις ἐπιφέρει τὸν τῆς ἱστορίας σκοπόν, ὅ ἐστι τὴν καὶ προδηλωθεῖσαν ἀξίωσιν τοῦ διηγήματος, εἰπὼν “εἴθʼ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη· τῷ κε τάχʼ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ”, ἤγουν ταχὺ ἂν εὗρε τὸν ἀντιστησόμενον, ἐμὲ δηλαδή, ὡς μὴ δεησόμενον τοῦ ἐρεθίσοντος. “ὑμέων δέ”, φησίν, “οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν, οὐδʼ οἳ προφρονέως μέμαθʼ Ἕκτορος ἀντίον ἐλθεῖν”, ὀνειδίζων ἐνταῦθα ὡς αὐτὸς μὲν καὶ νεώτατος ὢν καὶ μήπω ἀριστεὺς ἐτόλμησέ ποτε κατὰ μηκίστου καὶ καρτίστου ἀνδρός, τῶν δὲ Ἀχαιῶν τό τε πλῆθος κάθηται νῦν ὑποτρέμον καὶ οἱ ἀριστεῖς δὲ ὀκνοῦσιν ἀντιστῆναι τῷ Ἕκτορι. Καὶ ὅρα ὅτι ἐν τῷ ῥηθέντι διηγήματι ὁ ποιητὴς εὐκτικῶς ἀρξάμενος ἀπὸ τοῦ “αἲ γὰρ ἡβῷμι”, ἀντὶ τοῦ “εἴθε ἀκμάζοιμι”, καὶ μεταξὺ διηγησάμενος ἃ ἤθελεν, εἰς ὁμοίαν πάλιν εὐχὴν κυκλικῶς τὸν λόγον συνέκλεισεν εἰπὼν “εἴθε ὣς ἡβώοιμι” καὶ ἑξῆς, ὡς ἀνωτέρω κεῖται. Σημείωσαι δὲ ὅτι ἐπίτηδες τὴν ἱστορίαν ταύτην καὶ ὑπὲρ ἑαυτοῦ εἰς παράδειγμα ὁ ποιητὴς παρήγαγε, δεικνὺς ὡς οὐδέν τι καινὸν ποιεῖ πλάττων μονομαχίας, εἴγε καὶ οἱ παλαιοὶ οὕτω ποτὲ ἐποίουν. Ἰστέον δὲ ὅτι τὸ τὸν Μενέσθιον, ὡς ἐν τῇ ἀρχῇ τῆς ῥαψῳδίας ταύτης ἐρρέθη, τὸν ὑπὸ Ἀλεξάνδρου πεσόντα πρεσβύτερον τοῦ Νέστορος νομισθῆναι οὕτω συνῆκται παρά τινων. Μενέσθιος ὁ ῥηθεὶς υἱὸς ἦν Ἀρηϊθόου τοῦ κορυνήτου, ὡς ἐκεῖ ἐρρέθη. ὃν κορυνήτην ὁ Λυκοῦργος δόλῳ ἀνελὼν εἶχε τὰ ὅπλα. τὰ δὲ γηράσκων μετὰ ταῦτα ὁ τοιοῦτος Λυκοῦργος Ἐρευθαλίωνι δέδωκε φορεῖν, τοῦτον δὲ ὁ Νέστωρ νεώτατος ὤν—ἡβάσκων γὰρ ἦν—ἀνεῖλεν. ὥστε, φασί, προγεγέννηται τοῦ τότε νεωτάτου Νέστορος ὁ ῥηθεὶς Μενέσθιος, καὶ εἴη ἂν οὐχʼ ὁ Νέστωρ καθʼ Ὅμηρον πρεσβύτατος τῶν στρατευσάντων εἰς Ἴλιον, ἀλλὰ μᾶλλον ὁ Μενέσθιος. Λύεται δὲ παρὰ τῶν παλαιῶν τὰ τῆς τοιαύτης ἀπορίας πιθανώτατα, δεικνύντων τὸν Νέστορα παλαιότατον. Φασὶ γὰρ οὕτω πως ἐν ὑποθέσεως σχήματι, ὅτι θετέον, ὡς ἐπὶ βρέφει τῷ υἱῷ Μενεσθίῳ τέθνηκεν ὁ πατὴρ Ἀρηΐθοος φονευθεὶς ὑπὸ Λυκούργου, οὐ κατʼ ἀνδρίαν ἀλλὰ δόλῳ, οἷα γηραιοῦ, ὡς εἰκός, ὄντος καὶ μὴ δυναμένου κράτει περιγενέσθαι. τεθνηκότος δὲ τοῦ Λυκούργου μετʼ οὐ πολὺ διὰ τὸ ἔτι πλεῖον τοῦ γήρως διάδοχος τῶν Ἀρηϊθόου ὅπλων Ἐρευθαλίων γενόμενος ἀναιρεῖται ὑπὸ Νέστορος. Εἰ δὴ βρεφυλλίου ὄντος τοῦ Μενεσθίου ἠδύνατο Νέστωρ ὅπλα αἴρειν κατὰ Ἐρευθαλίωνος, εἴη ἂν χρόνοις πολλοῖς τοῦ Μενεσθίου πρότερος, διὸ καὶ γηραιότατος. οὐδὲν γὰρ ἀπεικὸς τὸν Μενέσθιον οὔπω οὐδὲ δύο ἐτῶν εἶναι, ὅτε ὁ Νέστωρ ἀνεῖλε τὸν καὶ ἐν τῇ γʹ ῥαψῳδίᾳ κείμενον Ἐρευθαλίωνα, ὃς καθὰ τὸ κύριον ὁ Φοῖνιξ ἀπὸ τοῦ, ὡς εἰκός, πεφοινίχθαι τὴν ὄψιν χυμῷ φιλίῳ καλεῖσθαι δοκεῖ, οὕτω καὶ αὐτὸς ἀπὸ τοῦ ἐρεύθεσθαι, φυλαχθείσης τῆς ευ διφθόγγου, ὡς καὶ ἐν τῷ ἐρευθέδανον καὶ ἐνέρευθες, διὰ τὸ μὴ ἔχειν κακοφωνίαν. Ἔνθα γὰρ κακοφωνεῖται ἡ παραγωγή, ἐκεῖ ἐκτρέχει τὸ ε τῆς διφθόγγου, ὡς καὶ ἐν τῷ ἐρυθρόν. ἐρεύθω γὰρ ἐρευθερόν καὶ ἐν συγκοπῇ ἐρευθρόν καὶ ἀπελεύσει τοῦ ε διʼ εὐφωνίαν ἐρυθρόν, ὁμοίως τῷ ψεύδω ψευδηρός, ψευδρός καὶ ψυδρός, ὡς τὸ “ψυδραῖσι φήμαις”. Καὶ ἄλλως δὲ εἰπεῖν, ἐκ μὲν τοῦ ἐρεύθω ἐνεστῶτος γίνεται τὰ εἰρημένα καὶ εἴ τι κατʼ αὐτὰ φυλάττει τὴν ευ δίφθογγον, ἐκ δὲ τοῦ ἤρυθον δευτέρου ἀορίστου, ὁμοίου τῷ ἐλεύθω ἤλυθον, γίνεται καὶ τὸ ἐρυθηρόν καὶ ἐν συγκοπῇ ἐρυθρόν καὶ τὸ ἐξ αὐτοῦ κοινότερον λεγόμενον ἐρυθρόδανον καὶ τὸ ἐρύθημα, ἤδη δὲ καὶ νῆσος Ὠκεανῖτις ἡ Ἐρύθεια, ἡ τοῦ Γηρυόνου, ὁμωνυμοῦσα μιᾷ τῶν μυθικῶν πολλῶν Ὠκεανίδων. Δῆλον δὲ καὶ ὅτι Ἐρευθίων ἐστὶ τὸ πρωτόθετον, ἡ δὲ αλ συλλαβὴ ἐπλεόνασε διὰ λειότητα φωνῆς, ὅπερ ἔν τε ὀνόμασι γίνεται τοῖς διὰ τοῦ αλεος καὶ ἐν τῷ μάσσω μαλάσσω καὶ στάζω σταλάζω. Ὅρα δὲ ὅτι καὶ τὸν Ἀρηΐθοον δὶς ὠνόμασεν ἐπαναληπτικῶς ἐν ἑνὶ τόπῳ διὰ τὸ ἔνδοξον τοῦ ἀνδρός, εἰπὼν ὁμοιοπτώτως, ὡς ἔθος, Ἀρηϊθόου ἄνακτος, δίου Ἀρηϊθόου. Τὸ δὲ “ἐπίκλησιν” παρὰ τοῖς ὕστερον συγκοπὲν τὸ ἐπίκλην ἐπίρρημα πεποίηκεν, ὃ δηλοῖ κλῆσίν τινα ἑτέραν ἐπὶ κυρίῳ ὀνόματι νόμῳ ἐπιθέτων. Ἐνταῦθα δὲ καὶ τρόπος ἐτυμολογίας ὑποφαίνεται ἐν τῷ “ἐπίκλησιν κίκλησκον”. τὸ γὰρ καλεῖν ἐν ἀμφοτέραις ἐτυμολογικῶς παρηχεῖται ταῖς λέξεσιν. Ὁμοίου δὲ τρόπου καὶ τὸ “κορυνήτην ἐκάλουν ἄνδρες καὶ καλλίζωνοι γυναῖκες, διότι σιδηρᾷ κορύνῃ ῥήγνυσκε φάλαγγας”. Ἐτυμολογία γὰρ ἐνταῦθα τοῦ κορυνήτου ἐστί. Κορύνη δέ, ἣν καὶ αὐτὴν δὶς ἔφη, ἐπιμείνας διὰ τὸ τῆς λέξεως καίριον, ἁπλῶς μὲν πᾶσα ῥάβδος κεφαλωτὴ παρὰ τὴν κάραν, ὅθεν καὶ ἡ κόρυς. Εἰ δὲ τὸ τοῦ ξύλου ἐξ ἄκρου παχὺ σιδηροῦν εἴη, τότε καὶ σιδηρείη κορύνη λέγεται ἀπὸ τοῦ κεφαλωτοῦ μέρους οὕτω κληθεῖσα, ὥσπερ καὶ ῥόπαλόν τι λέγεται ἀπὸ τοῦ ἄκρου μὴ ὀρθοῦ ὄντος, ἀλλὰ ῥέποντος. Οὕτω καὶ ἡ πολεμικὴ κάμαξ ἀπὸ ξύλου συγκειμένη καὶ σιδήρου δόρυ μὲν λέγεται διὰ τὸ ξύλον, αἰχμὴ δὲ διὰ τὸν σίδηρον. Ἰστέον δὲ ὡς οὐ δῆλον εἴτε ἡ κεφαλὴ τῆς ῥηθείσης κορύνης μόνη σιδηρᾶ ἦν, εἴτε καὶ ὅλην αὐτὴν σίδηρος συνεκρότει, ὥσπερ καὶ δόρυ τὸ μὲν αἰχμὴν μόνην εἶχε σιδηρᾶν, τὸ δὲ ὁλοσίδηρον ἦν κατὰ τὸ σίγυμνον, ἢ μᾶλλον σύγινον, περὶ οὗ προδεδήλωται. Τὸ δὲ “καλλίζωνοι” ταὐτόν ἐστι τῷ εὔζωνοι. τὸ μέντοι βαθύζωνοι ἑτεροῖόν ἐστι, τὸ δὲ καλλίπεπλοι περιττότερον τούτων ἐστί. Περίπυστον δὲ δηλοῖ ἄνδρα, ὡς καὶ ἀλλαχοῦ εἴρηται, τὸ καὶ ἀνδράσι καὶ γυναιξὶ περιᾴδεσθαι. Τὸ δὲ “ῥήγνυσκε φάλαγγας” ἀφορμή ἐστι καὶ αὐτὸ συνθέτου ὀνόματος τοῦ ῥηξήνωρ, ὃς φάλαγγας ῥήγνυσιν ἀνδρῶν. Λυκοῦργος δὲ ὁ ἐνταῦθα ἕτερός ἐστι παρὰ τὸν προδηλωθέντα Θρᾷκα, τὸν τοῦ Διονύσου διώκτην. Τὸ δὲ “δόλῳ, οὔ τι κράτεΐ γε” περιττῶς διπλάζεται. δῆλον γὰρ ὡς ὁ δόλῳ ἀνελὼν οὐ κράτεϊ ἀναιρεῖ. Τὸ δὲ “στεινωπῷ ἐν ὁδῷ” ἐντελῶς εἴρηται. ὅτε μέντοι ἐρεῖ τις μόνον τὸ στεινωπῷ, οἷον· ἔπεφνεν ἐν στεινωπῷ ἤ· διέτριβεν ἐν στεινωπῷ, τηνικαῦτα ἐλλιπῶς λέγεται. Οὕτω δὲ καὶ τὸ μὲν “ἔχραισμεν ὄλεθρον” ἐντελὲς ἔοικεν εἶναι, τὸ δὲ “οὐκ ἄν σοι χραίσμῃ σκῆπτρον” καὶ τὰ ὅμοια, ἐλλιπῶς ἔχειν. Ὡσαύτως καὶ τὸ μὲν μῶλον Ἄρηος ἐντελές ἐστιν, ὡς καὶ ἀλλαχοῦ κεῖται, μῶλον δὲ ἁπλῶς εἰπεῖν τὸν πόλεμον ἐλλέλειπται. Λέγονται δὲ καὶ πόλεων στενωποὶ αἱ στεναὶ ἄμφοδοι διὰ τὸ ἐν αὐταῖς ἀποστενοῦσθαι τοὺς ὦπας εἰς τὸ βλέπειν. Ἀντίκειται δὲ πάντως τῷ στεινωπῷ τὸ εὐρωπόν, οὗ χρῆσις καὶ παρὰ Ὀππιανῷ εἰπόντι που εὐρωπὸν σπήλαιον τὸ πλατύ. Τὸ δὲ “ὅθι οὐ κορύνη ὄλεθρον ἔχραισμεν” οὐκ εὐτελίζων τὴν κορύνην ἔφη ὡς μὴ εὔχρηστον οὖσαν, ἀλλʼ ἁπλῶς καὶ νῦν αὐτὸ εἶπε τὸ πρᾶγμα, ὅτι δηλαδὴ τοῦ Λυκούργου ὑποφθάντος περονῆσαι τὸν Ἀρηΐθοον οὐκ ἐχρησίμευσεν αὐτῷ ἡ κορύνη. Τὸ δὲ περονῆσαι τὸ ῥᾴδιον δηλοῖ τῆς διελάσεως τοῦ δόρατος, ὡς ἐὰν περόνη διά τινος ἦλθεν ὀπῆς. Τοῦτο δὲ οὐ μόνον διαμπερὲς πλῆξαι, ἀλλὰ καὶ ἀντιτορῆσαι εἴποι τις ἂν λαβὼν ἀφορμὴν ἐξ ἑτέρου ῥήτορος, εἰ καὶ Ὅμηρος ἐν τοῖς μετὰ ταῦτά που ἐπὶ ἐκτρυπήσεως τοίχου τὴν ἀντιτόρησιν τίθησι. Τὸ δὲ “ὕπτιος οὔδει ἐρείσθη” οὐ φεύγοντα δηλοῖ πεσεῖν τὸν κορυνήτην ἀλλʼ ἐξ ἀντιμετώπου μάχης. ἄλλως γὰρ πρηνὴς ἂν ἔπεσεν, εἰ ἔφευγεν. Ἄρης δὲ δοῦναι τὰ ὅπλα τῷ Ἀρηϊθόῳ λέγεται, ὡς καὶ τόξον ὁ Ἀπόλλων Πανδάρῳ ἢ Εὐρύτῳ. Χάλκεος δὲ Ἄρης, καθὰ καὶ ἀλλαχοῦ εἴρηται, ὡς καὶ Ἀφροδίτη χρυσῆ. Τὸ δὲ φορεῖν διφορεῖσθαι καὶ ἐνταῦθα δηλοῦται. Ἔστι γὰρ ἐνεστὼς αὐτοῦ φορῶ καὶ φοραίνω ἢ φόρημι, ἐξ οὗ τὸ φορῆναι. Ὅρα δὲ καὶ ὅτι οὐ συγγενεῖ οὐδὲ ἑταίρῳ, ἀλλὰ φίλῳ θεράποντι δέδοται φορεῖσθαι ἡ τοῦ δεσπότου πανοπλία. προτιμητέοι γὰρ ἐν πολλοῖς καὶ οἱ ἀγαθοὶ θεράποντες. Τὸ δὲ “ἐδείδισαν” ἀπὸ τοῦ δεδίω ῥήματος γίνεται δεδιπλασιασμένου. Τὸ γὰρ πρωτότυπον δίω, ἐξ οὗ καὶ διώκω. Χρῆσις δὲ αὐτοῦ καὶ ἐν τῷ “περὶ γὰρ δίε ναυσὶν Ἀχαιῶν”, ἤγουν ἐδεδίει περὶ ταῖς ναυσί. Καὶ ἄλλως δέ, γίνεται τὸ ἐδείδισαν ἀπὸ τοῦ ἐδεδίεσαν κατὰ συγκοπήν. Δῆλον δὲ ὡς διαφέρει τρέμειν καὶ δεδιέναι, εἴγε καὶ μὴ δεδιώς τις ὅμως τρομέει ποτὲ ῥιγῶν ἢ καὶ διὰ νόσον. Ἰστέον δὲ ὅτι τὸ τρομέειν, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, γενόμενον ἀπὸ τοῦ τρέμω τρόμος τρομῶ, ὅμως οὐκ ἔσχεν ὀγκῶσαι τὴν ἄρχουσαν κατὰ τὸ τρέχω τρόχος τρωχῶ, καὶ στρέφω στρόφος στρωφῶ καὶ τὰ ὅμοια, ἀλλʼ ἐφύλαξε τὴν γραφὴν τοῦ τρόμου δίχα μεγεθυσμοῦ. Καὶ ἴσως ἐποίησε τοῦτο διὰ τὸ μὴ δευτέρας εἶναι συζυγίας κατὰ τὸ τρωχῶ καὶ στρωφῶ καὶ ὅσα τοιαῦτα. Ἡ δʼ αὐτὴ αἰτία τῆς τοῦ ο συστολῆς καὶ ἐν τῷ δέμω δόμος δομῶ δομήσω καὶ ἐν ἄλλοις δὲ ὁμοίοις. Τὸ δὲ “οἳ δὲ μάλʼ ἐτρόμεον, οὐδέ τις ἔτλη, ἀλλʼ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν” πρέπει ῥηθῆναι περὶ ἀνδρὸς θαρσαλέως μονομαχήσαντος. Ἔνθα σημείωσαι ὅτι πολυτλήμων καὶ ὁ Νέστωρ, καθά που καὶ ὁ Ὀδυσσεύς, καὶ ὅτι τὸ “οὐδέ τις ἔτλη” τὸ ἐναντίον ἐστὶ τοῦ πολυτλήμων, καὶ ὅτι ἐν τούτοις πάνυ σεμνύνει ὁ Νέστωρ ἑαυτόν. Εἰ γὰρ ἀγεννὲς τό· οὐ τέτληκέ ποτε θυμῷ πόλεμον ὁ βασιλεύς, κατὰ τὸν τοῦ Ἀχιλλέως λόγον, γενναῖος ἄρα ὁ καὶ ἐν ἀταλῇ ἡλικίᾳ καὶ οὕτως ἀτελεῖ πολυτλήμων. Ἐνταῦθα δὲ ὅρα καὶ τὸ “οὐδέ τις ἔτλη” ἐλλιπῶς λεχθέν. λείπει γὰρ τὸ πολεμίζειν. Ἴσως δὲ καὶ καθʼ ὑπερβατὸν αὐτὸ νοεῖται ἀπὸ κοινοῦ. Ἐπάγει γὰρ “ἀλλʼ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν”, ἔνθα τὸ πολυτλήμων ἀντίκειται πρὸς τὸ “οὐδέ τις ἔτλη”. Τὸ δὲ “πολεμίζειν θάρσει ᾧ”, τουτέστιν ἰδίῳ, ταὐτόν ἐστι περιφραστικῷ νοήματι τῷ πεισθῆναί τινα ἑῷ αὐτοῦ θυμῷ τολμήεντι παρακινδυνεῦσαι εἰς ἔργον, ὅπερ ἐν τοῖς ἑξῆς που ὁ γέρων ἐρεῖ. Ἐν δὲ τῷ “μαχόμην οἱ ἐγώ” κατʼ ἐξοχήν τινα εἴρηται τὸ ἐγώ, ὥς που καὶ τὸ αὐτός. οὕτω δέ ποτε καὶ τὸ ἐκεῖνος. Ἴσως δὲ καὶ θαῦμα ἡ λέξις δηλοῖ, εἴπερ νεώτατος ὢν ὁ Νέστωρ οὕτως ἐν ἥβῃ ἐθάρσει. Ἄλλως μέντοι περιττῶς κεῖται. ἤρκει γὰρ εἰς τελείαν ἔννοιαν καὶ μόνον τὸ ἐμαχόμην δίχα τοῦ ἐγώ. Τοιοῦτον καὶ ἀλλαχοῦ τὸ “καὶ μαχόμην κατʼ ἔμʼ αὐτὸν ἐγώ”. Τὸ δὲ “δῶκε δέ μοι εὖχος Ἀθήνη” ταὐτὸν δʼ εἰπεῖν φρόνησις, καθυποφαίνει διὰ συνέσεως περιέργου τινὸς περιγενέσθαι τοῦ Ἐρευθαλίωνος Νέστορα τὸν νεώτατον. Τὸ δὲ “πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα” ἐπὶ μεγαλοσωμάτων καὶ ἐκλύτων ῥηθήσεται. Δηλοῖ δὲ τὸ μὲν ἔνθα καὶ ἔνθα τὸ εἰς μῆκος καὶ εἰς πλάτος. Τὸ δὲ παρήορος ἀντὶ τοῦ παρηρτημένος, ὅ ἐστι κεχυμένος ὧδε καὶ ἐκεῖ, ἔκλυτος, χαῦνος, καὶ οὕτω πολὺν ἐπέχων τόπον τῷ σώματι. Εἴληπται δὲ ἡ λέξις ἐκ μεταφορᾶς τοῦ παρηόρου ἵππου, περὶ οὗ ἀλλαχοῦ ῥηθήσεται. Τέως δʼ οὖν δῆλον ὡς ὁμωνύμως οὐ μόνον ἵππος παρήορος, ἀλλʼ ἰδοὺ καὶ ἄνθρωπος ὁ κατὰ τὸν Ἐρευθαλίωνα μετὰ τὸ πεσεῖν κείμενος οὐκ ἐν συνοχῇ τινι καὶ συστολῇ, ἀλλὰ πάρετος, ἐκτεταμένος, κατὰ τὸν εἰπόντα Τραγικὸν τὸ “ἓν γὰρ ἐκτενεῖ σʼ ἔπος”, ἤγουν εἷς λόγος ἐκτάδην ῥίψει. Ὁ δέ γε παρὰ τῷ Θεοκρίτῳ “πάραρος” ἑτεροῖός ἐστι παρὰ τὸν παρήορον, ὁποῖος ἂν καὶ λαμβάνοιτο. Δηλοῖ γὰρ τὸν μὴ φρενήρη, ταὐτὸν δʼ εἰπεῖν, εὖ ἀρηρότα κατὰ νοῦν, ἀλλὰ ψευδόμενον τὴν νοερὰν ἁρμονίαν καὶ παρατετραμμένον τοῦ οὕτως ἀρηρέναι. Πρωτότυπον δέ ἐστιν ὁ πολλὸς τοῦ πολλόν ἐπιρρήματος, γενομένου ἐκ τῆς τούτου ἑνικῆς αἰτιατικῆς. Διὸ καὶ ἐν δυσὶ λ γράφεται καὶ αὐτό, καθὰ καὶ αἱ πᾶσαι πλάγιοι τοῦ πολλός, ἀνάπαλιν ἤπερ ἐπὶ τοῦ ὁ πολύς καὶ τῶν ἐξ αὐτοῦ. Σημείωσαι δὲ ὅτι πάνυ καίριον τε καὶ ἀστεῖον ἐνταῦθα τὸ πολλός. Δηλοῦται γὰρ διʼ αὐτοῦ διωρισμένου ποσοῦ ὄντος, εἴτʼ οὖν διεχοῦς, οὐ μὴν συνεχοῦς, τὸ μὴ ἂν δοκεῖν τὸν Ἐρευθαλίωνα ἕν τι σῶμα εἶναι συνεχές, ἀλλʼ ὡς οἷον διεσπάρθαι ὧδε καὶ ἐκεῖ τῇ παρέσει τῶν μελῶν τοῦ τοσούτου σώματος. ᾧ ἐναντίος ὁ κατὰ τὸν Κύκλωπα ὀλίγος Ὀδυσσεύς. Ἐν δὲ τῷ “ἡβώοιμι” σημειοῦνται οἱ παλαιοὶ ἔφεσιν ταύτην ἀνθρωπίνην εἶναι, τὸν ἡβῶντα μὲν εἰς γῆρας ἐλάσαι, τὸν δὲ γέροντα εἰς ἡβῶντα ἐπανακάμψαι. Γίνεται δὲ τὸ μὲν ἡβῷμι ἐκ τοῦ ἡβῶ δισυλλάβου ῥήματος, τὸ δὲ ἡβώοιμι ἐκ τοῦ ἡβώω τρισυλλάβου. Τὸ δὲ “βίη δέ μοι ἔμπεδος εἴη” τοῦ ἡβώοιμι ἔχεται, ὡς τῆς ἀνδρικῆς ἥβης ἐχούσης τὴν ἔμπεδον βίην, οὐ μὴν τῆς ἁπλῶς ἥβης. Τὸ δὲ “ἀντήσειε μάχης” εἴρηται συνήθως ἀντὶ τοῦ ἐπιτύχῃ, ἄντην γένηται, καιριώτερον δὲ εἰπεῖν, ἀντίον ἔλθοι, ὡς εὐθὺς μετὰ βραχέα φανεῖται. Τοιοῦτον σὺν ἄλλοις καὶ τὸ “οὐ γὰρ ἔγωγε ἤντησα οὐδὲ ἴδον”. Ἐν δὲ τῷ “ὑμῶν οἵ περ ἔασιν ἀριστῆες, οὐδὲ αὐτοὶ προφρονέως μέματε ἀντιστῆναι” καινότης ἐστὶ σχήματος. Ἢ γὰρ κατὰ τὸ ἔασιν ὤφειλεν εἶναι καὶ τὸ μεμάασιν ἐν τρίτῳ προσώπῳ πληθυντικῷ, ἢ κατὰ τὸ μέματε δεύτερον πληθυντικὸν ὤφειλεν εἶναι καὶ τὸ “οἵ ἐστε ἀριστεῖς”. Ἐσχημάτισε δὲ οὕτως ὁ γέρων οὐ μόνον διὰ καινοτροπίαν ἐπιστρέφουσαν ἀσφαλῶς τὸν ἀκροατήν, ἀλλὰ καὶ διʼ εὐχρηστίαν μέτρου, καὶ ἄλλως δὲ διὰ κρᾶμα τραχύτητος καὶ ἐπιεικείας. Σφοδρὸν μὲν γὰρ τὸ “οὐ μέματε”, ἤγουν οὐ προθυμεῖσθε εἰς μονομαχίαν, οἷα ἐν σχήματι ἀποστροφῆς λεχθὲν κατὰ προσώπων ἡρωϊκῶν, λειότερον δὲ τὸ “οἵ περ ἔασι” καὶ οὐ κατὰ τὸ “οἵ περ ἐστέ”. αὐτὸ γὰρ σφοδρῶς ἂν οὕτως ἐρρέθη. Τὸ δὲ ἀντίον ἐλθεῖν ταὐτόν ἐστι τῷ ἀντῆσαι, ὃ ἀνωτέρω εἴρηται. Ὅτι μέγα τι ἔδρασεν ἐν τοῖς ἄρτι οὐ μόνον ἡ προρρηθεῖσα σφοδρὰ τοῦ Μενελάου ἐπιφορὰ κατὰ τῶν ἀριστέων καὶ ἡ τοῦ βασιλέως μετʼ αὐτὸν ἀμυδρὰ κολακεία ἐπὶ τοῖς αὐτοῖς, ἀλλὰ καὶ μάλιστα ὁ Νέστορος ἐρεθισμός, ὅτι μηδὲ ἔστιν ἀγαθὴν παραίνεσιν ἀπρακτῆσαί ποτε παρὰ τῷ ποιητῇ, ἀλλʼ ἅμα ἐκείνη ἅμα ἔργον, καθὰ δηλοῖ καὶ νῦν τὸ “ὣς νείκεσσʼ ὁ γέρων, οἳ δʼ ἐννέα πάντες ἀνέσταν. ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, τῷ δʼ ἔπι Τυδείδης ὦρτο κρατερὸς Διομήδης, τοῖσι δʼ ἔπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν, τοῖσι δʼ ἔπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος Μηριόνης, ἀτάλαντος Ἐνυαλίῳ ἀνδρεϊφόντῃ, τοῖσι δʼ ἔπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός, ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς. πάντες ἂρ οἳ δʼ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ”. Ἔνθα καὶ σημείωσαι τίνας ὁ ποιητὴς τῶν ἡγεμόνων κρίνει μετὰ τὸν Ἀχιλλέα ἐν Ἕλλησιν ἀριστεῖς, καὶ ὅτι κἀνταῦθα τῷ ἐννέα ἀριθμῷ συνήθως ἐχρήσατο, ὃν διὰ τὰς Μούσας φιλεῖ. τῶν δὲ ἐννέα ὑπερεξαίρει τρεῖς μόνους, ὡς μετʼ ὀλίγα εἰρήσεται. Οὕτως ἡ τοῦ Νέστορος συμβουλὴ καὶ τὸ τῆς παλαιᾶς ἀριστείας διήγημα ἠρέθισεν ἀναστῆναι τοὺς οἵους τε ὄντας Ἕκτορι ἀντιμάχεσθαι, ὡς εἶναι καὶ νῦν ἀληθῆ τὴν λέγουσαν παροιμίαν, ὡς βουλὴ μὲν ἄρχει, χεὶρ δʼ ἐπεξεργάζεται. Σημείωσαι δὲ καὶ ὅτι τῶν ἐννέα ἀριστέων τούτων ἕνα μόνον τὸν Ἰδομενέα ψιλῶς ἐκφέρει, ὡς προέκκειται, καὶ ἕτερον μετὰ πατρωνυμίας τὸν Ἀνδραιμονίδην Θόαντα, τοὺς δὲ λοιποὺς μετὰ καί τινων ἐπαίνων φράζει, ὡς προσεχῶς γέγραπται, ποικίλος καὶ ἐνταῦθα ὤν. Ὅρα δὲ ὅτι τε τὸ πάντες κατὰ παρολκὴν καὶ νῦν συνήθως κεῖται ἐν τῷ “ἐννέα πάντες ἀνέσταν”, καὶ ὅτι καιρία λέξις ὡς ἐν ποιήσει τὸ ὦρτο, διὸ καὶ δὶς ἐνταῦθα ἐτέθη, καὶ ὅτι τὸ “τοῖσι” κατὰ σχῆμα κάλλους ἐν στίχοις προκατάρχει τρισί, καὶ ὅτι τὸ “ἐπιειμένοι ἀλκήν” ὁμοίως ἐσχημάτισται τῷ “ἀναιδείην ἐπιειμένος”, περὶ οὗ ἐν τῇ αʹ ῥαψῳδίᾳ εἴρηται. Ἐνυάλιος δὲ κατὰ μὲν τοὺς πλείους ὁ πολεμικός, ἀπὸ τῆς Ἐνυοῦς. Τινὲς δὲ ὥσπερ τὴν Παλλάδα διὰ φόνον τοῦ Πάλλαντος, οὕτω καὶ τὸν Ἐνυάλιον διά τι τοιοῦτον κεκλῆσθαί φασιν. Ἀρριανὸς γοῦν ἱστορεῖ, ὅτι ἐλθὼν Ἄρης εἰς τὰ τῆς Θρᾴκης χωρία, ὅπου τὰ οἰκία ἦν τῷ Ἐνυαλίῳ, ἤθελε ξενισθῆναι. ὁ δὲ οὐκ ἤθελε δέχεσθαι, φάμενος οὐκ ἂν ξενίσαι ἄλλον ἢ ὃς κρείσσων αὐτοῦ τὰ πολέμια ἔλθοι. καὶ ὃς “ὥρα σοι ξενίζειν ἐμέ, καθότι κρείσσων σοῦ φημι τὰ πολέμια εἶναι”. Τοῦ δὲ Ἐνυαλίου ἀποφάσκοντος ἔρχεται εἰς χεῖρας καὶ ἐπὶ πολὺ τῆς μάχης ἐκταθείσης τέλος ὁ Ἐνυάλιος πίπτει ὑπὸ τῷ Ἄρεϊ, πληγεὶς ὅπλῳ τῇ ῥομφαίᾳ. Διὸ καθότι μέγα τοῦτο ἆθλον ὁ Ἄρης νέος ὢν ἐξετέλεσεν, ἐκαλεῖτο ἐπʼ αὐτῷ Ἐνυάλιος. Τὸ δὲ ἀνδριφόντης διφορεῖται, ὡς ἐν ἄλλοις ἐστὶ δῆλον. Σημείωσαι δὲ ὅτι τὸ ἀνδριφόντης ἐστὶ μὲν ταὐτὸν τῷ βροτολοιγός καὶ ἀνδροφόνος, ἀποκεκλήρωται δὲ εἰς ὄνομα τῷ Ἄρει. Τὸ μέντοι ἀνδροφόνος ἀνθρώπινον, εἴγε καὶ ὁ Ἕκτωρ ἀνδροφόνος που λέγεται. Ὅρα δὲ καὶ ὅπως τὸν βασιλέα σεμνύνει ὁ ποιητὴς οὐχʼ ἁπλῶς εἰπών, ὅτι πρῶτος ὦρτο, ἀλλὰ πολὺ πρῶτος. καὶ ἔχει ὁ βασιλεὺς τοῦτο τῶν ἄλλων σεμνότερον, εἰ καὶ ὁ Αἴας κρείττων ἐστὶν ἄλλως αὐτοῦ, ὡς φανήσεται. Εἰκότως δὲ προανίσταται, ἵνα μὴ φιλοψυχεῖν δόξῃ ὁ τὸν ἀδελφὸν ἤδη κωλύσας τοῦ μονομαχῆσαι, καί ποθεν ἀκούσῃ ὡς, εἴπερ οἱ βασιλεῖς ἀπόμαχοι φιλοῦσιν εἶναι, τί δὴ τοὺς ἄλλους εἰς κίνδυνον παραβάλλονται. Καὶ δοκεῖ μεμελετῆσθαι ἤδη τὸ τοιοῦτον θάρσος τῷ βασιλεῖ. Φάμενος γὰρ πρὸ βραχέων ἀναστήσεσθαί τινα πρόμαχον ἀξιόλογον τῷ Ἕκτορι αὐτὸς ἄρτι πρῶτος εἰς ἔργον ἀναπηδᾷ, ὡς οὕτω κατὰ ζῆλον ἐπαινετὸν καὶ ἄλλους ἐποτρυνθῆναι πεισθέντας ἑῷ θυμῷ τολμήεντι, καθά που καὶ ἐν τοῖς ἑξῆς ὁ γέρων Νέστωρ τοῦ βασιλέως Μενελάου νύκτωρ προεξαναστάντος καὶ πονουμένου φησίν· οὕτως οὔτις οἱ ἀπιθήσει Ἀργείων, ὅτε κέν τινα ἐποτρύνῃ καὶ ἀνώγῃ. Τὸ δὲ “πολὺ πρῶτος” μὴ συναναστῆναί τινι τὸν βασιλέα δηλοῖ, ἀλλὰ τῶν ἄλλων τοῦδέ τινος πρὸ τοῦδε ἀνισταμένων αὐτὸν πολὺ πρῶτον ἀναπηδῆσαι. Τὸ δὲ “ἤθελον πολεμίζειν Ἕκτορι” ἢ τὸ ἐβούλοντο δηλοῖ κοινότερον, ἢ ἀντὶ τοῦ ἠδύναντο εἴληπται. πολλάκις γὰρ καὶ ἐπὶ τοιούτου σημαινομένου ἡ λέξις λαμβάνεται, ὡς καὶ ἐν τῷ “οὐδέ τις ἤθελεν ὁμοιωθῆναι τῷ Ὀδυσσεῖ”, καὶ “οὐδʼ ἔθελε προρρέειν”, ὁ ποταμὸς δηλαδή. Ὅτι βούλεται ὁ Νέστωρ τοὺς ῥηθέντας ἐννέα προμάχους κλήρῳ λαχεῖν εἰπὼν “κλήρῳ νῦν πεπάλαχθε διαμπερές, ὅς κε λάχῃσιν. οὗτος γὰρ δὴ ὀνήσει Ἀχαιούς, καὶ δʼ αὐτὸς ὃν θυμὸν ὀνήσεται, αἴ κε φύγῃσι δηΐου ἐκ πολέμου καὶ αἰνῆς δηϊοτῆτος”. Δῆλον δὲ ὅτι ὀνήσει τοὺς Ἀχαιοὺς ὁ τοιοῦτος τιμήσας αὐτοὺς καὶ τῷ αὐτῷ αὖθις ὀνηθήσεται τιμηθεὶς οἷα νικητής. Καὶ ἄλλως δὲ κατὰ τὸν λόγον τοῦ Νέστορος ὀνηθήσεται τὴν ἰδίαν ψυχήν, ὡς περισωσάμενος ἑαυτὸν καὶ γέρας οἷον τοῦτο σχὼν πολυτίμητον. Σημείωσαι δὲ ὅπως τῇ τύχῃ ἐπιρρίπτει τὴν τοῦ ἀρίστου ἐπιλογὴν ὁ συνετώτατος καὶ οὐκ αὐτὸς ἐπικρίνει, οὐ μόνον ἵνα μὴ λυπήσῃ τοὺς λοιποὺς ἕνα τινὰ ἐπιλεξάμενος, ἀλλὰ καὶ ὅτι πάντας ἀξιομάχους οἶδε πρὸς Ἕκτορα. Διὸ σεμνότερόν τι καὶ ἐνδοξότερον ποιῶν τῇ τύχῃ ἐπιτρέπει τὴν ἐπίκρισιν, εὖ εἰδὼς ὡς ὁποῖος ἂν ἐκπεσεῖται πρῶτος τῷ κλήρῳ, ἀξιόλογος ἂν ἐκβαίη ἀντίμαχος τῷ Ἕκτορι. Τὴν δὲ ῥηθεῖσαν αἰτίαν τοῦ κλήρου ἀναπτύσσει που καὶ ὁ Ἀρριανὸς λέγων περί τινος, ὅτι εἰς κλῆρον τοὺς δεῖνα καθίστασθαι ἐδικαίου, οὐ θέλων ὡς γέρας αὐτὸ τῷ ἑτέρῳ ἀπονείμασθαι, οὐδὲ ἀτιμῶσαι τὸν οὐ προκριθέντα εἰς μάχην. Ἰστέον δὲ ὅτι παλάσσειν οὐ μόνον, ὡς πολλαχοῦ φαίνεται, τὸ μολύνειν, ἀλλὰ καὶ τὸ κληροῦσθαι καὶ λαγχάνειν, ὡς δῆλον ἐκ τοῦ “κλήρῳ πεπάλαχθε”. Παράγεται δὲ ἀπὸ τοῦ πάλλω, τὸ κινῶ, ἐξ οὗ καὶ πάλος ὁ κλῆρος, ὅθεν ἀντίπαλος ὁ κατὰ πάλον ἐναντίος ἢ καὶ ἰσοπαλής, ὡς προδεδήλωται, καὶ κατὰ πάλον ἶσος, καὶ παλτὸν εἶδός τι ὅπλου, ἐξ οὗ καὶ ὁ παρὰ Σοφοκλεῖ δίπαλτος φονεύς καὶ παλτὸν πῦρ, τὸ κεραύνιον, ἐκ τοῦ πάλλω δὲ καὶ τὸ παρὰ Πινδάρῳ δυσπαλές, καὶ ἄλλα οὐκ ὀλίγα. Κλῆρος δὲ λέγεται νῦν μὲν ἀπὸ τοῦ καλεῖν τινα εἰς ἔριν πολέμου, ἄλλως δὲ ἁπλῶς ἐν τῷ καθόλου ἀπὸ τοῦ καλεῖν τινα εἰς προκείμενον ἔργον ἢ πρᾶγμα. ὡς δὲ καὶ ἀπὸ κάλου, ὅ ἐστι ξύλου, παράγεσθαι ὁ κλῆρος λέγεται, προγέγραπται καὶ αὐτό. Οὐκ ἔχει δὲ καιριωτέραν τοῦ κλήρου λέξιν ὁ ποιητής, διὸ πεντάκις ἐνταῦθα λέγει αὐτὴν “κλήρῳ νῦν πεπάλαχθε”, καὶ “κλῆρον ἐσημήναντο ἕκαστος”, καὶ “ἐκ δʼ ἔθορε κλῆρος Αἴαντος”, καὶ “γνῶ δὲ κλήρου σῆμα ἰδών”, καὶ “ὦ φίλοι, ἤτοι κλῆρος ἐμός”. Καὶ ἡ τοῦ λαχεῖν δὲ λέξις δὶς ἐνταῦθα λέγεται διὰ τὸ καίριον, εἰωθυῖα λέγεσθαι ἐπὶ τῶν ἀπὸ τοιούτου κλήρου ἐρχομένων τινί. Παρὰ μέντοι τοῖς ὕστερον καὶ ἀπὸ ψήφου λαχεῖν τις ἐλέγετό τι. Ἰστέον δὲ καὶ ὅτι τὸ λαχεῖν ἀποτέλεσμα ἐστι τοῦ κληροῦσθαι, ὡς δηλοῖ τὸ “κλήρῳ νῦν πεπάλαχθε, ὅς κε λάχῃσι”, τουτέστι κληρώσασθε, ὅ ἐστι κλήρους βάλετε, τίς ἂν λάχῃ πρῶτος δηλαδὴ ἀντιστῆναι τῷ Ἕκτορι. Ἄλλως μέντοι καὶ εἰς ἶσον ἔρχεταί ποτε τὸ κληροῦσθαι καὶ τὸ λαγχάνειν, ἐφʼ οἵου ἄν τις ἐρεῖ σημαινομένου αὐτά, εἴτε ἐπὶ τοῦ πάλαι κατὰ τὸν ἱστορούμενον λαχμόν, εἴτε ἐπὶ τοῦ παρὰ τοῖς ὕστερον καθʼ ἑτεροῖον εἱρμὸν ἀκολουθίας. Ὄνομα δὲ τοῦ λαχεῖν οὐ μόνον τὸ λάχος, ἀλλὰ καὶ τὸ λαχμητήριον καὶ ὁ λαχμός. Λαχμὸς δὲ οὗτος ἑτεροῖος τοῦ ἐν Ὀδυσσείᾳ. ἐκεῖνος γὰρ δάσος ἐρίων δηλοῖ, ᾧ δάσει ἀνάπαλιν ἡ λάχνη ἔχει. Ἀπὸ δέ γε τοῦ κλήρου γίνεται οὐ μόνον ἡ κληρονομία, κλήρου δίκην καθήκουσά τινι ὡς λάχος, ἀλλὰ καὶ ἡ παροιμιώδης ἀποκλήρωσις, τύπωμά τι οὖσα ψυχῆς νοερᾶς, καθʼ ὃ φαμὲν τὸ “τίς ἡ ἀποκλήρωσις τοῦ τόδε τι εἰπεῖν”. Ὁ κλῆρος δὲ παράγει καὶ τὰς παρὰ Ἀττικοῖς ἐπικλήρους. Ἐλέγετο δὲ ἐπίκληρος οὐ μόνον ἡ ἐκδοθεῖσά τινι πρὸς γάμον, ὡς μετʼ οὐ πολλὰ δηλωθήσεται, ἀλλὰ καὶ ἡ παρὰ τῷ πατρὶ μὲν ἔτι οὖσα, ἐλπιζομένη δὲ καθήκειν αὐτῇ πᾶσαν τὴν πατρόθεν οὐσίαν. ἐκαλοῦντο δὲ οὕτω, κἂν δύο ἦσαν ἢ καὶ πλείονες. Ἡ δὲ ἐπίκληρος, φασί, καὶ μάνδα πρός τινων ἐκαλεῖτο, ὑπʼ ἐνίων δὲ πατροῦχος. Ἔτι ἐκ τοῦ Ὁμηρικοῦ κλήρου ἔλαχε τοῖς ὕστερον τροπικώτερον καὶ ἡ σύνθεσις τῆς κληρουχίας καὶ τῆς ὁλοκληρίας καὶ τῶν ὁμοίων. Τὸ δὲ διαμπερές ἀντὶ τοῦ διὰ πάντων τῶν ἐννέα. διὸ ἐπάγει “οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος”. Ὁ δὲ δήϊος πόλεμος καὶ ἡ αἰνὴ δηϊοτής, ὡς καὶ προείρηται, ταὐτὸ σημαίνουσι. Κλήρου δὲ σῆμα ἢ περιφραστικῶς τὸν κλῆρον λέγει ἢ κλῆρον μὲν τὸ σῶμα τὸ διδόμενον πάλλεσθαι, σῆμα δὲ τὸ ἐν αὐτῷ τυπωθὲν σημεῖον. Διό φησι “κλῆρον ἐσημήναντο ἕκαστος”. Οὐ γράμματα δὲ νοητέον ἐξ ἀνάγκης τὰ τοιαῦτα σήματα, εἴδωλα δέ τινα, ἢ ἁπλῶς ἐκτυπώματα ἐν ὑποκειμένῳ εὐτελεῖ λιθιδίῳ τυχὸν ἢ ξυληφίῳ ἢ τοιούτῳ τινί. Αἴας οὖν τὸν αὐτοῦ κλῆρον ἐν τοῖς ἑξῆς ἐκ τοῦ κήρυκος λαβών, ὃν αὐτὸς ἐπιγράψας κυνέῃ ἔβαλε, παρὰ πόδα χαμάδις ἔρριψεν ὡς εὐτελῆ τινα ὄντα. Ζητητέον δʼ ἐνταῦθα καὶ τὸν παρὰ Σοφοκλεῖ δραπέτην κλῆρον, ὃς εὐτελὴς ἦν καὶ αὐτός. Ὅτι δὲ γράψαι μὲν λέγει ὁ ποιητής, γράμμα δὲ οὔ, ἀλλʼ ἀντʼ αὐτοῦ τὸ σῆμα, προγέγραπται. Ὅτι ἕκαστος τῶν ῥηθέντων ἀριστέων κλῆρον, καθὰ ἐρρέθη, ἐνσημηνάμενοι ἐνέβαλον τῇ τοῦ βασιλέως κυνέῃ. Καὶ ὅρα ὅτι παλλόμενόν τι σῶμα ἐνσεσημασμένον ὁ κλῆρος ἦν. Ὅτι παλλομένων τῶν κλήρων εὔξαντο Ἀχαιοί. Φησὶ γὰρ “λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον. ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· Ζεῦ πάτερ, ἢ Αἴαντα λαχεῖν ἢ Τυδέος υἱὸν ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης”. Καὶ ὅρα τίνας ἐπικρίνει ὁ ποιητὴς κρείττους εἶναι τῶν ἐννέα παρʼ Ἕλλησιν ἀριστέων, καὶ ὅτι ἐν τῇ ἀπαριθμήσει προτάξας τὸν βασιλέα ὡς προεξαναστάντα, ὅμως ἐν τῇ τῶν Ἑλλήνων εὐχῇ καὶ τῇ τῶν ἀρίστων ἐπιλογῇ προτάττει μὲν τὸν Αἴαντα, ὕστερον δὲ τάσσει τὸν βασιλέα, καὶ ὅτι εἰς οὐρανὸν ὁρῶντες Ἕλληνες εὔχονται, ἔνθα ἱδρῦσθαι τὸ θεῖον δοκεῖ, καὶ ὅτι τὸ εὐξάμενον μέρος κἀνταῦθα εὐτυχεῖ, καὶ ὅτι τὸ “θεοῖσι δέ” διαιρεθὲν γράφεται καὶ οὕτως “ἠρήσαντο θεοῖς”, εἶτα “ἰδὲ χεῖρας ἀνέσχον”, τουτέστιν ἀνέτειναν εἰς ἐκείνους, ὃ δὴ παρακολούθημά ἐστιν εὐχῆς ὡς οἷον ἐχομένων τοῦ θείου τῶν εὐχομένων—Διὸ καὶ δοκεῖ παρὰ τὸ τοῦ εὖ ἔχεσθαι συντεθεῖσθαι ἡ εὐχή—, ἢ καὶ ὡς προκαλουμένων τὴν ἐκεῖθεν ἀντοχήν. Τὸ δὲ σχῆμα κἀνταῦθα τῆς εὐχῆς Ἀττικῶς ἤπεικται κατὰ ἔλλειψιν. Λείπει γὰρ τὸ δός, ἵνα λέγῃ ὅτι δὸς τὸν δεῖνα ἢ τὸν δεῖνα λαχεῖν. Παρακατιὼν οὖν φησιν ἐντελέστερον “δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι”. Βασιλεὺς δὲ Μυκήνης ὁ Ἀγαμέμνων, ὡς Ἄργους ὁ Διομήδης καὶ Νέστωρ Πύλου καὶ Σπάρτης Μενέλαος καὶ ἄλλος ἄλλου τόπου. Εἰ δʼ ἐν ἄλλοις εὐρυκρείων ὁ αὐτός, ῥητέον ὡς ἑνὶ μὲν τόπῳ ἦν ἐνδιαιτώμενος, τῶν δὲ ἄλλων ψυχῇ δεσπόζων, ὡς διὰ μὲν τὴν Μυκήνην βασιλεὺς λέγεσθαι ἁπλῶς καὶ αὐτός, διὰ δὲ τοὺς ἄλλους εὐρυκρείων. Τισὶ δὲ ἀρέσκει αἱρετὸν εὐρυκρείοντα τὸν Ἀγαμέμνονα χειροτονηθῆναι τοῖς Ἀχαιοῖς ἐν μόνῳ τῷ Ἰλιακῷ πολέμῳ, καθά που καὶ Εὐριπίδης ἱστορῶν σαφῶς εὕρηται. ἄλλως δέ γε μικροβασιλέα εἶναι καὶ αὐτὸν καὶ οὐ βασιλέα βασιλέων. Διὸ καὶ ἐν τῇ δʹ ῥαψῳδίᾳ φησὶ τοὺς Ἀχαιοὺς αὐτίκα μνήσεσθαι νόστου, εἰ πέσοι Μενέλαος, ὡς οὕτω συντεθὲν αὐτοῖς καὶ μηκέτι ἀνάγκης οὔσης παραμένειν. Καὶ Διομήδης δέ που ἐρεῖ, κἂν πάντες Ἀχαιοὶ ἀπονοστήσωσι, μόνος αὐτὸς Σθένελός τε παραμενεῖν καὶ πολεμήσειν, ὡς μὴ ἀνάγκην ἔχοντες συναπονοστεῖν. Καὶ τῷ Ἀχιλλεῖ δὲ ἐξῆν εἰπεῖν “ἄπειμι Φθίηνδε”, ἤδη δὲ καὶ τῷ Πατρόκλῳ. τάχα γὰρ ἦν καὶ αὐτῶν ἑκάστῳ λέγειν, ὡς οὐκ οἶδα δεσπότας κεκτημένος, τοὺς Ἀτρείδας δηλαδή. Πολύχρυσον δὲ τὴν Μυκήνην λέγει ἢ ὡς τοιαύτην ἀληθῶς οὖσαν διὰ τὸν ἐν αὐτῇ εὐρυκρείοντα— δεῖ γὰρ ὄντως χρημάτων τῷ εὐρυκρείοντι, εἴπερ τινὶ ἄλλῳ—ἢ κατὰ τοὺς νεωτέρους πολύχρυσος λέγεται, ὡς εἴ τις εἴποι πολύφθορος, οἷα τοῦ χρυσοῦ βιοφθόρου ῥηθέντος παρά τινων. τοῦτο δὲ διὰ τὰς ἐν αὐτῇ δυσπραγίας τῶν ἀρχόντων, τοῦ τε Ἀτρέως καὶ τοῦ Θυέστου καὶ τῶν μετʼ αὐτούς, περὶ ὧν Σοφοκλῆς ἔφη τὸ “πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε”. Ὅτι δὲ Μυκήνη ἡ πόλις καλεῖται ἢ ἀπὸ γυναικὸς ἡρωΐδος ἢ διὰ τὸν μύκητα τῆς λαβῆς τοῦ ξίφους τοῦ Βελλεροφόντου, καὶ ὅτι πάλαι ποτὲ λαμπρὰ οὖσα ὕστερον ἐξήλειπται καὶ ἐν ὀνόματι μόνῳ κεῖται, γέγραπται καὶ ἀλλαχοῦ. Τὸ δὲ “ἢ αὐτὸν βασιλῆα” ἐξοχικῶς ἐρρέθη, σεμνύνοντος οὕτω τοῦ ποιητοῦ τὸν βασιλέα καί πως ἐξαίροντος τὸ ταπεινὸν τοῦ τρίτον αὐτὸν ταχθῆναι μετὰ τὸν Αἴαντα καὶ τὸν Διομήδην. Ὅρα δὲ καὶ ἐνταῦθα τὸ σύντομον τῆς ὀχλικῆς ἠθοποιΐας. δυσὶ γὰρ ἔπεσιν ἡ τοῦ ὁμίλου εὐχὴ περιγέγραπται. Καὶ εἴωθεν οὕτω ποιεῖν Ὅμηρος πανταχοῦ ἐν ταῖς κατὰ πλῆθος ἠθοποιΐαις, καὶ ἡ αἰτία δήλη. Οὕτω δὲ καὶ κατωτέρω ποιήσει, ὀλίγον τι πλατύνας τὴν ἠθοποιΐαν ἐκεῖ ἀναγκαίως διὰ τὸ μὴ μόνον περὶ Αἴαντος εἶναι τὴν εὐχὴν ἀλλὰ καὶ περὶ Ἕκτορος. Ὅτι τοὺς κλήρους ἔπαλλεν οὐχʼ ἕτερός τις, ἀλλὰ γερήνιος ἱππότα Νέστωρ, ὡς καὶ τοῦ τοιούτου ἔργου πολυπειρίας τινὸς γεροντικῆς δεομένου. Ὅτι κατὰ τὴν εὐχὴν τῶν Ἀχαιῶν—οὐ γὰρ ἔστι παρὰ τῷ ποιητῇ εὑρεῖν ἀτελεσφόρητον δικαίαν εὐχήν—ἐξέβη τὰ τοῦ ῥηθέντος κλήρου. Φησὶ γὰρ “ἐκ δʼ ἔθορε κλῆρος κυνέης, ὃν ἂρ ἤθελον αὐτοί, Αἴαντος”, ὃ δὴ ἑρμηνεία ἐστὶ τοῦ “ὃν ἤθελον αὐτοί”. “Κῆρυξ δὲ φέρων ἀνʼ ὅμιλον ἁπάντῃ δεῖξʼ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν. οἳ δʼ οὐ γινώσκοντες ἀπηνήναντο ἕκαστος”, ὃ παρισοῦται πρὸς τὸ “ἐσημήναντο ἕκαστος”. “ἀλλʼ ὅτε δὴ τὸν ἵκανε φέρων ἀνʼ ὅμιλον ἁπάντῃ, ὅς μιν ἐπιγράψας”, ὡς καὶ πρὸ ὀλίγου ἐρρέθη, “κυνέῃ βάλε φαίδιμος Αἴας”, αὐτὸς μὲν ὑπέσχεθε χεῖρα, ὁ δὲ κῆρυξ “ἔμβαλεν ἄγχι παραστάς, γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ. τὸν μέν”, ὡς προδεδήλωται, “πὰρ πόδʼ ἑὸν χαμάδις βάλε φώνησέν τε· ὦ φίλοι, ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον”. Κάλλιον ἄρα Αἴας τὴν κρείττω ἐλπίδα προβέβληται ἤπερ ὁ Ἕκτωρ. Ὁ μὲν γὰρ ἐκ τοῦ Ἑλένου μαθών, ὡς προείρηται, ὅτι οὔ πώ σοι μοῖρα θανεῖν, οὕτως ἀνδρίζεται, ὁποῖον δή τι καὶ ἐπὶ Κόδρου τοῦ Ἀθηναίου ἱστόρηται, ὅς, εἰ καὶ ἄλλως ἔχει τὰ κατʼ ἐκεῖνον ἤπερ τὰ κατὰ Ἕκτορα, ὅμως χρησμῷ θαρρήσας ἠνδρίσατο ἕως καὶ εἰς θάνατον τὸν ὑπὲρ πατρίδος. Αἴας δὲ σφετέρᾳ πεποιθὼς ἀρετῇ λέγει, ἃ λέγει. Ὅρα δὲ ὅτι τε τὸ “ἐξέθορε κλῆρος κυνέης” ταὐτόν ἐστι τῷ “ἅλμα ἐκούφισεν”, ὃ Σοφοκλῆς παρέφρασεν ἐν τῷ “πρῶτος ἔμελλεν ἅλμα κουφιεῖν”, καὶ ὅτι τὸ “φέρων ἀνʼ ὅμιλον ἁπάντῃ”, δὶς εἶπεν ὁ ποιητὴς οὐκ ὀκνήσας οὐδὲ νῦν τὴν διττολογίαν, καὶ ὅτι τὸ ἁπάντῃ οὐ σύνηθες τοῖς μεθʼ Ὅμηρον. δισυλλάβως γὰρ ἐκεῖνοι πάντῃ φασί, καὶ ὅτι σεμνὰ κἀνταῦθα τὰ δεξιά. Τὸν γοῦν κλῆρον ἐπʼ ἀγαθῷ οἰωνῷ ἐνδέξια πᾶσιν ἔδειξεν ὁ κῆρυξ, ἤγουν δεξιᾷ χειρὶ φέρων αὐτὸς ἐκεῖνον, ἢ ἐκ δεξιῶν ἱστάμενος τοῖς ἀριστεῦσιν ἐν τῷ δεικνύειν αὐτόν. Ἴσως δὲ καὶ ἀμφότερα, εἰς ἃ χρήσιμον σὺν ἑτέροις μυρίοις καὶ τὸ “ἐνδέξια πᾶσιν ἐκίρνα”, καὶ ἡ παρὰ τοῖς παλαιοῖς δεξίωσις καὶ ὁ τραγῳδικὸς δεξιόσειρος Ἄρης. Ὅτι δὲ καὶ ὁ ἐκ δεξιῶν πταρμὸς οἰωνίζετό τι ἀγαθόν, παλαιὰ νόμισίς ἐστι καὶ αὐτό, οὕτω δὲ καὶ ὁ παλμὸς τοῦ δεξιοῦ ὀφθαλμοῦ κατὰ τὸ “ἅλλεται ὀφθαλμός μευ ὁ δεξιός”. Καὶ ὅτι τὸ ἀπηνήναντο διαφοράν τινα βραχεῖαν ἔχει πρὸς τὸ “αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δʼ ὑποδέχθαι”. ἄλλο γὰρ ἐκεῖνο καὶ ἄλλο τοῦτο κατʼ ἔννοιαν. Καὶ ὅτι τὸ “ἀλλʼ ὅτε δὴ τὸν ἵκανε” καὶ ἑξῆς ἕως τοῦ φαίδιμος Αἴας, περιπέφρασται εἰς τιμὴν τοῦ Αἴαντος. Ἄλλως γὰρ ἤρκει φάναι· ἀλλʼ ὅτε δὴ τὸν Αἴαντα ἵκανε. Καὶ ὅτι φανερῶς ἐνταῦθα ὁμωνυμία κεῖται τοῦ βαλεῖν. Αἴας γὰρ ἐν κυνέῃ μὲν κλῆρον ἔβαλεν, ἀντὶ τοῦ ἔθετο, ἐξ οὗ καὶ τὸ “ἔμβαλεν ἄγχι παραστάς”, παρὰ πόδα δὲ χαμάδις ἔβαλεν ἀντὶ τοῦ ἔρριψεν. Χεῖρα δὲ ὑποσχέθειν, ὅ ἐστιν ὑποσχεῖν, τὸ ὑπτιάσαι τὴν δεξιὰν εἰς ὑποδοχὴν καὶ ὡς εἰπεῖν ὑποκάτω σχεῖν τοῦ διδομένου. Τὸ δὲ “ἤτοι κλῆρος ἐμός” ἐχρησίμευσεν ἡμετέρῳ θείῳ Μελῳδῷ ἐν τῷ “οὐ κλῆρος γὰρ ἐμός”, ὥσπερ καὶ ἕτερός τις ἐκ Πινδάρου ἔλαβε τὸ “μόνη καὶ μόνον”. Ἄλλῳ δέ τινι ἐχρησίμευσεν εἰς μέλος ἐξ Αἰσχύλου τὸ “τοιαῦτʼ ἀπηύρω τοῦ φιλανθρώπου τρόπου”. Οὕτω δὲ καὶ Σοφοκλέους τὸ “μιᾶς τρέφῃ πρὸς νυκτός”, ἐπὶ Τειρεσίᾳ ῥηθέν, ἐλυσιτέλησεν εἰς τὸ νύκτα τῷ ἐκ γενετῆς τυφλῷ εἶναι τὸν ὅλον βίον. Πολλὰ δὲ καὶ ἕτερα τοιαῦτα ἔστι εὑρεῖν. Ἰστέον δὲ ὅτι κλῆρος ἐλέγετο παρὰ τοῖς παλαιοῖς καὶ ἡ κατὰ βίον οὐσία, ὅθεν καὶ ἡ προειρημένη ἐπίκληρος γυνή, θυγάτηρ αὕτη γεγαμημένη τινὶ ἐπὶ ὅλῃ τῇ τοῦ πατρὸς οὐσίᾳ, ἐπίπροικος δὲ ἡ ἐπὶ προικί. Ἔτι ἰστέον καὶ ὅτι ἐλέγετό τις Ἑρμοῦ κλῆρος, ἐπεὶ αὐτῷ τὰ κατὰ τοὺς κλήρους ἀνέκειτο, ἵνα εὐτυχοῖεν οἱ κληρούμενοι εὐερμίαν ἔχοντες, ὅ ἐστιν εὐτυχίαν, ἐξ οὗ καὶ ῥῆμα τὸ εὐερμεῖν. Ἦν δὲ ὁ ῥηθεὶς κλῆρος φύλλον ἐλαίας, ὃ κατὰ τιμὴν τοῦ θεοῦ, φασίν, εἰώθεσαν ἐμβάλλειν καὶ πρῶτον ἀνέλκειν. Ὅτι δὲ εἰς εὐτυχίαν ὁ Ἑρμῆς ἐλαμβάνετο, δηλοῖ καὶ τὸ ἕρμαιον. καὶ τοιαῦτα μὲν ταῦτα. Εἰ δὲ χαίρει ἐνταῦθα ὁ Αἴας τῇ πρὸς Ἕκτορα μάχῃ, ἔχομεν καὶ νῦν ἀφορμὴν ἐντεῦθεν ἐτυμολογεῖν τὴν χάρμην, ὅ ἐστι τὴν μάχην, ὡς τῶν ἀνδρείων χαιρόντων αὐτῇ. Καίτοι ἕτεροι ὥσπερ φάσγανον ἀπὸ τοῦ σφαγαῖς γάνυσθαι καὶ μάχαιραν ἀπὸ τοῦ αἵμασι χαίρειν, οὕτω καὶ χάρμην ἀπὸ τοῦ χαίρειν αἵμασιν εἰρῆσθαί φασι. Τὸ δὲ “χαίρω θυμῷ”, ἀντὶ τοῦ ἐκ ψυχῆς καὶ οὐ κατά τι ἐπιπόλαιον καὶ προσποίητον. Ἐπιεικὲς δὲ τὸ “δοκέω νικησέμεν Ἕκτορα”, ὥσπερ μεγαλορρημοσύνην εἶχεν ἂν τὸ εἰπεῖν, ὅτι νικήσω ἢ πέποιθα νικήσειν, οὗ δὴ πάθους ἐντὸς ὁ Ἕκτωρ, ὃς ἐν τοῖς ἑξῆς “ἐμπρήσω”, φησί, “νῆας, κτενέω δὲ καὶ αὐτούς”. Ἰστέον δὲ καί, ὅτι ἐν τῷ “χαίρω δὲ καὶ αὐτὸς θυμῷ” οὐ πάντῃ ἀργός ἐστιν ὁ και σύνδεσμος, ἀλλὰ δηλοῖ ὡς οὐδὲν ἧττον τοῦ προπηδήσαντος Ἕκτορος χαίρει καὶ αὐτὸς τῇ μονομαχίᾳ. Ὅτι προτρέπων εἰς εὐχὴν ὁ Αἴας τοὺς Ἕλληνάς φησιν “ἄλλʼ ἄγετʼ, ὄφρʼ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω, τόφρʼ ὑμεῖς εὔχεσθε Διῒ ἄνακτι, σιγῇ ἐφʼ ὑμείων, ἵνα μὴ Τρῶές γε πύθωνται”, καὶ δόξωμεν δηλαδὴ θορυβεῖσθαι, “ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης”, τουτέστιν ἢ καὶ ἀμφαδὸν εὔχεσθε, ἐπεὶ οὔτινα δεδίαμεν. Τοῦτο δὲ καὶ πᾶς τις ἂν εἴποι εὐλαβηθεὶς μὲν εἰπεῖν τι ὡς ἄξιον αἰδοῦς, θαρρήσας δὲ αὖθις φάναι αὐτὸ διὰ τὸ μὴ εἶναι αἰσχρόν. Ἄλλως δέ, τὸ μὲν “σιγῇ ἐφʼ ὑμῶν, ἵνα μὴ Τρῶές γε πύθωνται” πρόσφορόν ἐστι παροιμιακῶς τοῖς μυστηριάζεσθαι θέλουσιν. Ὁ δὲ μὴ ἔχων ἀνάγκην κρύφα λαλεῖν προσθείη ἂν καὶ τὸ “ἢ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν”. Ἐπὶ δὲ τούτοις ὁ Αἴας ἀντιμεγαλοφρονῶν τῷ Ἕκτορι καὶ τῇ μὲν εὐχῇ τὸν φθόνον ἐκθυόμενος, οἷς δὲ αὐχήσει, θαρρύνων ἑαυτόν τε καὶ τοὺς Ἀχαιοὺς ἐπάγει “οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται οὐδέ τʼ ἀϊδρείῃ, ἐπεὶ οὐδʼ ἐμὲ νήϊδά γε οὕτως ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε”, τῇ θρεψαμένῃ πατρίδι, ὥς φασιν οἱ παλαιοί, τὴν ἐκ τῆς παιδείας ἀρετὴν ἀνατιθείς. Ὅρα δὲ ὡς οὐκ αἰδεῖται μικρόπατριν ἑαυτὸν ὁ Αἴας ὁμολογῶν, ὡς οὐδὲ Ὀδυσσεὺς τὴν κραναὴν Ἰθάκην ἑαυτῷ πατρίδα σεμνολογῶν. οὐδὲ γάρ ἐστιν ἐμποδὼν λυπρότης τόπου εἰς ἀνδρὸς ἀρετήν. Τὸ δὲ ἀέκοντα ὑπεμφαίνει, ὡς φεύξεταί τίς ποτε καὶ ἑκών, ἐφʼ οἷς οὐχʼ ἡττᾶται μὲν ὑπὸ τοῦ ἀντιπάλου, δέδιε δὲ ἄλλο τι μεῖζον κακόν, ὅπερ οὐδὲ ὁ ἀντίπαλος οἶδε. Τὸ δὲ ἔλπομαι ταὐτόν ἐστι τῷ δοκέω. Σημείωσαι δὲ καὶ ὅτι δύο τούτων ἐξ ἀνάγκης χρεία τῷ ἀγαθῷ στρατηγῷ, βίας τε, ἤτοι ῥωμαλεότητος, ἔτι δὲ καὶ ἐπιστήμης τῶν πολεμικῶν, ἅπερ ἄμφω ἑαυτῷ ἐπιμαρτύρεται νῦν ὁ Αἴας λέγων, ὅτι οὔτε βίᾳ ἡττηθήσεται πρός τινος οὔτε ἀϊδρείᾳ, τουτέστιν ἀνεπιστημοσύνῃ, ἀλλὰ δηλονότι ἐὰν θεὸς ἐναντιωθείη. Καὶ αὕτη ἐστὶν ἡ αἰτία, διʼ ἣν ὀτρύνει εὔξασθαι τοὺς Ἀχαιοὺς ὑπὲρ ἑαυτοῦ. Τὰ μὲν γὰρ ἀνθρώπινα, φησίν, ἱκανῶς ἡμῖν ἔχει, ἐξευμενιστέον δὲ θεόν, εἴ τί που χολοῦται. Ἰστέον δὲ ὅτι προϋπόκειται ἴδρις ὁ ἐπιστήμων, οὗ στέρησις ὁ ἄϊδρις. τούτου γενικὴ ἀΐδρεως, ὡς ὄφεως, καὶ ἐξ αὐτοῦ ἀϊδρεία, ἔχουσα τὸ δίφθογγον διὰ τὸ προϋπάρχον ε, ὅπερ καὶ ἐπὶ τοῦ ἐγχείη καὶ ἐλεγχείη γίνεται. Τὸ δὲ νῆϊς νήϊδος ταὐτόν ἐστι τῷ ἀνεπιστήμων, καὶ γίνεται παρὰ τὸ νη στερητικὸν μόριον καὶ τὸ εἴδω εἴσω, τὸ γινώσκω. Καὶ τούτου τεκμήριον ἃ λέγει ἐν τοῖς ἑξῆς ὁ Ἕκτωρ. εἰπόντος γὰρ Αἴαντος μετριώτερον ἐν σχήματι ἀποφατικῷ, ὡς οὐκ εἰμὶ νῆϊς, ἐπάγει ἐκεῖνος ἀλαζονικώτερον καταφατικῶς, ὅτι εὖ οἶδα μάχας, οἱονεὶ λέγων, ὅτι σὺ μὲν οὐκ ἀνεπιστήμων φῇς εἶναι, ἐγὼ δὲ τὸ μεῖζόν φημι, εὖ εἰδέναι. Καθόλου δὲ παρὰ τοῖς παλαιοῖς τὸ νῆϊς στέρησιν τοῦ εἰδέναι δηλοῖ, ἵνα ᾖ νῆϊς ὁ ἄπειρος, ὁ ἄτεχνος, ὁ μὴ εἰδώς, ὥσπερ καὶ τῷ Ἄϊς Ἄϊδος στέρησις ἔγκειται τοῦ ἰδεῖν. Τὸ δὲ “νήϊδα οὕτως” καταρριπτεῖ πως τὴν τοῦ Ἕκτορος ἀρετήν. οἱονεὶ γάρ φησιν, ὅτι οὐχʼ οὕτω νῆΐς εἰμι, ὡς μὴ δύνασθαι ἀντιστῆναι τῷ Ἕκτορι. Τὸ δὲ “γενέσθαι τε τραφέμεν τε” κατὰ φύσιν ἐνταῦθα κεῖται καὶ οὐκ ἔχει ὑστερολογίαν τὴν ἐν τῷ “ἅμα τράφεν ἠδʼ ἐγένοντο”. Περὶ δὲ Σαλαμῖνος, ὅτι τε πρόκειται τῆς Ἀττικῆς καὶ οἷα σεμνολογεῖται, δεδήλωται ἐν ἄλλοις, ὥσπερ καὶ ὅτι καὶ Κυπρία ἐστὶ Σαλαμίν. οὐδὲν γοῦν τι νῦν πλέον ῥητέον περὶ αὐτῆς, ὥσπερ οὐδὲ περὶ τοῦ δίηται, ὅ ἐστι διώξῃ. Πολλαχοῦ γὰρ ἐφάνη, ὡς τὸ δίω καὶ ταὐτὸν καὶ πρωτότυπον τοῦ διώκω ἐστίν. Ὅτι Ἕλληνες ἐπεύχονται τὸ “δὸς θεέ”, ὡς ἐρρέθη, “νίκην Αἴαντι. εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ, ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον”. ὅπερ καὶ ἀποβαίνει. Καὶ ἔστι τοῦτο οἷον προέκθεσίς τε τοῦ μέλλοντος καὶ δήλωσις τοῦ δραστήριον εἶναι τὴν εὔλογον εὐχήν. Στενολεσχεῖται δὲ τεχνικῶς καὶ ἡ εὐχὴ αὕτη, καθὰ καὶ αἱ κατὰ πλῆθος ἠθοποιΐαι, περὶ ὧν πολλαχοῦ δηλοῦται. Ὅτι εἰπὼν “Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ”, ὅ ἐστι λαμπρῷ, καθὰ πολλαχοῦ κεῖται, εἶτα παραβολικῶς αὐτὸν σεμνύνων ὁ ποιητής φησιν, ὡς “ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχη, σεύατʼ ἔπειτα οἷός τε πελώριος ἔρχεται Ἄρης, ὅς τʼ εἶσι πόλεμόνδε μετʼ ἀνέρας, οὓς θεὸς θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι”. ὃ περίφρασίς ἐστι τοῦ “ἔριδι ξυνέηκε μάχεσθαι”. Ἀποδιδοὺς δὲ τὴν ῥηθεῖσαν παραβολὴν ἐπάγει “τοῖος ἂρ Αἴας ὦρτο πελώριος, ἕρκος Ἀχαιῶν, μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν ἤϊε μακρὰ βιβὰς κραδάων δολιχόσκιον ἔγχος”. Καὶ σημείωσαι ταῦτα εἰς ἔκφρασιν στρατιωτικῆς ἐκτάξεως. Ὅρα δὲ καὶ τὸ “ἔρχεται πόλεμόνδε”. οὐ γὰρ ἐῴκει ὁ Αἴας Ἄρεϊ θρυπτομένῳ τυχὸν τὰ εἰς τὴν ἐρωμένην Ἀφροδίτην ἢ ἄλλως ἀνιεμένῳ, ἀλλὰ εἰς μάχην ἰόντι, καὶ ταύτην σφοδράν, θυμοβόρου ἔριδος μένεϊ συγκροτουμένην. Ἐπὶ δὲ τῇ διαθέσει ταύτῃ τοῦ Αἴαντος “Ἀργεῖοι μέν”, φησί, “μέγα ἐγήθεον εἰσορόωντες, Τρῶας δὲ τρόμος αἰνὸς ὑπείληφε γυῖα ἕκαστον, Ἕκτορι τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν”. Ἐν τούτοις δὲ σημείωσαι, ὅτι τε πελώριον τὸν Ἄρην εἰπὼν μετʼ ὀλίγα καὶ τὸν Αἴαντα οὕτως ἐκάλεσεν, ὡς ἤδη ἐξωμοιωμένον τῷ Ἄρεϊ διὰ τῆς παραβολῆς. Καὶ ὅτι τὸ μειδιᾶν γέλωτος μὲν αὐστηρότερον, σκυθρωπότητος δὲ φαιδρότερον, καὶ ὅτι ἐὰν μειδιᾷ βλοσυροῖς ὁ Αἴας προσώποις, κέκραται ἄρα θυμῷ καὶ χαρᾷ, καὶ ὅτι πληθύνει τὰ πρόσωπα τῷ ἥρωϊ ὁ ποιητής, οὐ μόνον ἀφελῶς κατὰ τὸν γράψαντα τὸ “πὺξ παίει αὐτὸν κατὰ τῶν προσώπων”, ἤγουν κατὰ τῆς ἔνθεν καὶ ἐκεῖθεν παρειᾶς, ἀλλὰ καὶ ὡς θαρσαλέῳ. τὸ μὲν γὰρ θάρσος διαχέει, συστέλλει δὲ ὁ φόβος. Διὸ καὶ ὁ μὲν θαρσῶν μακρὰ βαίνει, οὐ συμποδιζόμενος τῷ δέει, ὁ μέντοι δειλιῶν ὀκλάζει καὶ ἐπʼ ἀμφοτέρους ἵζει πόδας. Ἔοικε δέ πως ἀρχὴν ἐντεῦθεν λαβεῖν ὁ εἰπὼν ὄρεγμα παρηΐδων τὴν τοῦ προσώπου ἔκτασιν καὶ πλατύτητα, καὶ ὁ τὸ στόμα πληθύνας Ὁμηρικῷ ζήλῳ ἐν τῷ “ἀμφιπίπτων στόμασι”. Τὸ δὲ βλοσυρόν δηλοῖ μὲν δεινότητα προσώπου, ἐξ οὗ καὶ βλοσυρωπός. γράφεται δὲ διʼ ἑνὸς σ, ὡς καὶ τὸ μέτρον δηλοῖ. ἐτυμολογεῖται δὲ παρὰ τὸ τὸ βλέμμα ὑποσύρειν. Οἱ δὲ παλαιοὶ βλοσυρόν φασι καὶ τὸ σεμνόν, παρʼ οἷς καὶ χρῆσις Νικοστράτου φέρεται αὕτη “νὴ τὴν Ἀφροδίτην, ὦ ξένη, βλοσυράν γε τὴν ψυχὴν ἔχεις”. Ὅρα δὲ καὶ ὅτι τὸ προσώποισι μεταπλάσας ὁ ποιητὴς προσώπασι λέγει, ὡς καὶ ἐν τοῖς ἑξῆς τὸ ἐγκάτοις εἰς τὸ ἔγκασι μεταπέπλασται. Σημείωσαι δὲ ὅτι οὐχʼ ὥσπερ ἐν τῷ λίτῳ λιτί, καὶ κλάδῳ κλαδί, καὶ ἐρυσάρματοι ἐρυσάρματες καὶ τοῖς ὁμοίοις, τὸ κατάρχον μὲν σύμφωνον τῆς ληγούσης μένει, ὁ δὲ ἐφεξῆς μεταπλασμὸς τὴν τῆς ἀπαθοῦς λέξεως ἰσοσυλλαβίαν τηρεῖ, οὕτω καὶ ἐπὶ τῶν προκειμένων γέγονεν, ἀλλὰ δισυλλαβίαν ἀπετέλεσεν ἡ τῶν εἰρημένων ποιητικῶν δοτικῶν μετάπλασις ἀναγκαίως πρὸς ἀναλογίας ἔμφασιν. Τοῖς δὲ εἰρημένοις ὅμοιον καὶ τὸ ὀνείρασιν, ἔτι δὲ καὶ τὸ ἄστρασιν, ὅπερ εἰ ἀπὸ τοῦ ἀστήρ ἀστέρος ἐκλίθη, ἀστράσιν ἂν ἦν, ὡς τὸ πατράσιν, ἀνδράσιν. Οὕτω δʼ ἂν καὶ τὸ μήλοις μήλασιν εἴποι ἂν ὁ φράσας τὸ “μηλάτων ἀπάργματα”, ἤγουν μήλων, ὅ ἐστι θρεμμάτων, ἀπαρχάς. Εἰ δέ τις νοήσοι καὶ ἄρρητον εὐθεῖαν τὸ πρόσωπας, οὗ δοτικὴ πληθυντικῶν τὸ προσώπασιν, οὐκ ἂν καινοπραγοίη ἐνθυμούμενος τὸ γόνας γόνατος καὶ δόρας δόρατος καθʼ Ἡρῳδιανόν. Εἰ δὲ καινὸν τὸ πρόσωπας, τί ἂν εἴη ὁ πρόσωπος, οὗ μνεία ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Τὸ δὲ “μακρὰ βιβάς”, ἀντὶ τοῦ διϊστῶν εἰς μῆκος πολὺ τὰ σκέλη διὰ θάρσος, ἀνάπαλιν ἔχει πρὸς τὸ “ὀλίγον γόνυ γουνὸς ἀμείβειν”, ὃ καὶ ἐπὶ σκέλος χωρεῖν λέγεται. Τὸ δὲ κραδάειν πρωτότυπον τοῦ κραδαίνειν ἐστίν, αὐτὸ δὲ τῆς κράδης ἐξηχεῖται, διʼ ἧς ἢ φύλλον δηλοῦται ἁπλῶς ἢ φύλλον συκῆς. Τὸ δὲ “Τρῶας ἕκαστον” Ἀττικῶς ἔχει, ἐκφωνουμένων ἰδίᾳ μὲν τοῦ Τρῶας, ἰδίᾳ δὲ τοῦ ἕκαστον. τὸ μέντοι κοινὸν “Τρώων ἕκαστον.” Τὸ δὲ πατάσσειν ἐν στήθεσι θυμόν, ὅ ἐστι τὰ κατὰ τὴν καρδίαν, ὠνοματοπεποίηται κατὰ μίμησιν ἤχου, ἀφʼ οὗ καὶ τὸ πατεῖν καὶ ὁ περίπατος καὶ πάτος, ἡ ὁδός, καὶ πάταγος. Δηλοῖ δὲ ἡ λέξις τὸ ποιὸν ἦχον τὴν καρδίαν ἀποτελεῖν ἐν τῷ κραδαίνεσθαι, ἀφʼ οὗ καὶ παράγεσθαι αὐτὴ δοκεῖ. Τὴν δὲ τοιαύτην καρδιακὴν κίνησιν διασαφῶν ἐν ἄλλοις ὁ ποιητής φησι “κραδίη δὲ ἔξω στηθέων ἐκθρῴσκει”, πατάσσουσα δηλαδή. Λέγεται δέ ποτε ἡ λέξις καὶ ἐπὶ τοῦ πλήσσειν, οἷον “ἐπάταξε μαχαίρᾳ”, οἱονεὶ ἐθορύβησεν, ἐπατάγησε, κτύπον ἐποίησε πλήξας. Ὅρα δὲ καὶ ὅτι ῥητορικῶς οὐ μόνον τὴν μονομαχίαν τῶν ἡρώων τούτων ὑψοῖ ἐν τοῖς ἑξῆς, ἀλλὰ καὶ τὰ πρὸ τῆς μονομαχίας ἐνταῦθα καινὰ ποιεῖ, τὸν μὲν Αἴαντα μειδιᾶν εἰπὼν βλοσυροῖς προσώποις καὶ ὅσα προερρέθη, τῷ δὲ Ἕκτορι πατάσσειν τὸν θυμόν. Συνδιατίθησι δὲ αὐτοῖς καὶ τὸν λαὸν λέγων, ὡς οἱ μὲν Ἕλληνες μέγα ἔχαιρον τὸν Αἴαντα εἰσορῶντες, Τρῶας δὲ τρόμος ὑπῆλθεν. Ἔνθα ὅρα καὶ τὴν καθʼ Ὅμηρον τῶν προσώπων τάξιν. τῶν Ἑλλήνων μὲν γὰρ προέταξε τὸν μέγαν Αἴαντα, εἰπὼν ὅτι ὁ Αἴας μὲν ἐποίει τὰ ῥηθέντα, Ἀργεῖοι δὲ ὁρῶντες ἔχαιρον. κατωτέρω δὲ προέταξε μὲν τοὺς Τρῶας, ἐπήγαγε δὲ τὸν Ἕκτορα. Ἔφη γὰρ “Τρῶας τρόμος ὑπῆλθεν, Ἕκτορί τε θυμὸς ἐνὶ στήθεσι πάτασσε”. Τοῦτο δὲ ἐποίησεν Ὅμηρος οὐ μόνον διὰ ποικιλίαν καὶ τὸ ἐκκλίνειν τὴν ὁμοιοσχημοσύνην, ἀλλὰ καὶ ἵνα συνεχὴς αὐτῷ εἴη ὁ λόγος. αὐτίκα γὰρ τῷ Ἕκτορι συνάπτει τὸν Αἴαντα, ὃς τῷ μὲν μειδιᾶν ἀγάλλει τοὺς Ἕλληνας, τῷ δὲ βλοσυρῶς ἔχειν καταπλήττει τοὺς ἐναντίους. Ἐνταῦθα δὲ ὅρα καὶ τὸ “Τρῶας τρόμος ὑπῆλθεν”, ὡς κάλλος τι ἐμφαίνει κατὰ τὴν προφοράν, ὅμοιον τῷ “προσήκει προθύμως”, καὶ τοῖς τοιούτοις, καὶ ὅτι τρόμος μὲν ἐπὶ δειλίας, ὁμοίως καὶ τὸ τρομέειν. τὸν γὰρ Ἐρευθαλίωνα ἐτρόμεον οἱ Πύλιοι, ὡς προγέγραπται, καὶ τοὺς Τρῶας τρόμος νῦν ὑπῆλθεν, ὃν καὶ ὁ Αἴας ἔπαθε. Τὸ μέντοι τρέσαι καὶ ἀναποδισμόν τινα ἐνταῦθα δηλοῖ, καθὰ καὶ τὸ ἀναδῦναι, εἴγε τῷ Ἕκτορι πατάσσει μὲν θυμός, οὐκ ἔχει δὲ τρέσαι οὐδʼ ἀναδῦναι εἰς ὅμιλον. Ἔνθα καί φασιν οἱ παλαιοί, ὅτι πρώτη αὕτη Ἕκτορος ἧττα τὸ πατάσσειν αὐτῷ τὸν θυμόν, ὡς καὶ φυγεῖν ἄν, εἰ μὴ προεκαλέσατο χάρμῃ φθάσας αὐτός. Δῆλον δὲ ὅτι τὸ ἀναδῦναι ἀνάπαλιν ἔχει πρὸς τὸ καταδῦναι εἰς πόλιν ἐχθρὰν ἢ ὅμιλον. Ὅτι ὁ Αἴας, ὃν καὶ Ἀχαιῶν ἕρκος ἔφη, προδραμὼν Ἕκτορος “ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον, χάλκεον, ἑπταβόειον, ὅ οἱ”, φησί, “Τυχίος κάμε τεύχων, σκυτοτόμων ὄχʼ ἄριστος, Ὕλῃ ἔνι οἰκία ναίων”, τουτέστι κατοικῶν περὶ τὴν Ὕλην. Καὶ σημείωσαι τὴν τοῦ νοήματος ἀστειότητα. ἕρκος γὰρ Ἀχαιῶν, ὅ ἐστι τεῖχος, εἰπὼν τὸν Αἴαντα, πύργον ἔφη τὸ περὶ αὐτὸν σάκος, μέρος δὲ τείχους ὁ πύργος. Ὕλη δὲ νῦν πόλις Βοιωτίας, περὶ ἧς καὶ προεγράφη ἀλλαχοῦ τε καὶ ἐν τῇ Βοιωτίᾳ. Τινὲς δὲ γράφοντες Ὕδην διὰ τοῦ δ φασι πόλιν εἶναι Ὕδην, ἐν ᾗ ᾤκει Ὀμφάλη, βασίλειον Λυδῶν, τὰς νῦν Σάρδεις, ἱστοροῦντες ὅτι πηρωθεὶς Ὅμηρος μετοικίζεται εἰς Σμύρναν ἐκ Κολοφῶνος, ἐλθὼν δὲ εἰς τὸ Νέον τεῖχος, ὃ ἦν ἀποικία Κυμαίων, καὶ μεταλαβὼν ἐκεῖ τῆς τοῦ Κυμαίου Τυχίου φιλοφροσύνης, ἐνέθετο αὐτὸν τῇ ποιήσει εἰς μνήμην τοῖς ἐντυγχάνουσιν, ὃ δὴ καὶ μόνον τῷ Τυχίῳ ἀντιδοῦναι ἴσχυεν. Ἔστι δὲ καλλίων ἡ πρώτη γραφή. ἐξ Ὕλης μὲν γάρ, φασίν, εἶχεν ὁ Αἴας κτήσασθαι ἀσπίδα, χώρας Εὐρωπαίας, ἔνθα εἰκὸς ἦν καὶ Τυχίον εἶναί τινα σκυτοτόμον γνώριμον, ἐξ Ὕδης δὲ τῆς Λυδίας ἄπορον πῶς εὐπόρησεν. Ὅθεν δὲ ἂν ἦν ὁ Τυχίος, λέγει ὁ ποιητής, ὅτι αὐτὸς ἀπετέλεσε τῷ Αἴαντι σάκος. Φησὶ γὰρ “ὅς οἱ ἐποίησε σάκος αἰόλον, ἑπταβόειον, τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας, στῆ ῥα μάλα Ἕκτορος ἐγγύς”. ἐν δὲ τοῖς ἑξῆς καὶ δεινὸν τὸ αὐτὸ σάκος καλεῖ. Ὅρα δὲ ὅπως τὸ τοῦ Αἴαντος αὔξει θάρσος, εἴπερ Ἕκτωρ μὲν ἔτρεσεν ἄν, ὡς εἴρηται, εἴπερ εἶχεν, Αἴας δὲ οὐ μόνον ἐγγύθεν ἦλθεν, ὡς ἀνωτέρω ἔφη, ἀλλὰ καὶ μάλα ἐγγὺς ἦλθεν Ἕκτορος, ὃ δὴ ἐπίτασίς ἐστι τοῦ ἐγγύθεν ἦλθε. Ἰστέον δὲ ὅτι χάλκεον μὲν τὸ τοῦ Αἴαντος ἔφη σάκος ἀπὸ μέρους τῆς ἐξωτάτω πτυχός. τέτριπται γὰρ καὶ ἡ τῶν τοιούτων ἀσπίδων χρῆσις. Εἰ δʼ ἴσως κἀνταῦθα ὁ χαλκὸς σίδηρον συνήθως ἐμφαίνει, εἴη ἂν οὕτω σιδηρόνωτος ἡ τοῦ Αἴαντος ἀσπὶς κατὰ τὴν τοῦ τραγῳδικοῦ Καπανέως. Τοῦ δὲ οἰκία, ὅ ἐστιν οἴκους, εὐθεῖα μὲν τὸ οἰκίον. Ὥσπερ δὲ οὔτε τὸ θηρός θηρίον, οὔτε τὸ ἴχνος ἴχνιον ὑποκοριστικῶς ἔχει παρὰ τῷ ποιητῇ, ἀλλὰ παρώνυμά εἰσι κατὰ τοὺς παλαιούς, οὕτως οὐδὲ τὸ οἶκος οἰκίον, ὅθεν παρὰ τοῖς ὕστερον ὑποκοριστικὸν οἰκίδιον κατὰ τὸ ἄργυρος ἀργύριον ἀργυρίδιον. Χρῆσις δὲ τοῦ οἰκία καὶ παρὰ τῷ πεζογράφῳ Ἀρριανῷ, ὃς πρὸ ὀλίγων μεμνημόνευται. Αἰόλον δὲ σάκος ἢ τὸ δαιδαλθέν, ὡς εἰκός, ἐπιπολῆς εἴς τι κάλλος, ἢ καὶ τὸ ταχύ, οὐχʼ ὅτι πάντως αὐτὸ τοιοῦτον, ἀλλʼ ὅτι ταχὺ καὶ πρόθυμον εἰς μάχης ὁρμὴν ποιεῖ τὸν στερεούμενον ὑπʼ αὐτοῦ, καθὰ καὶ ζυγός που θοὸς εἰρεσίας ὁ ἐπιταχύνων τὴν νῆα διὰ τῶν ἐρεσσόντων ἐπʼ αὐτοῦ. Ἑπταβόειον δὲ ὡς ἑπτάβυρσον. Βόες γὰρ νῦν τὰ ὠμοβόεια, ἤγουν αἱ βύρσαι, ὅθεν καὶ βόας αὔας, ἤγουν ξηράς, τὰς ἐκ τοιούτων βυρσῶν λέγει που ὁ ποιητής, κληθέντος τοῦ μέρους τῷ τοῦ ὅλου ὀνόματι, ὥς που καὶ ἐλέφας τὸ τοῦ ἐλέφαντος εἴρηται ὀστοῦν. Ἐπάγει οὖν πρὸς σαφήνειαν τοῦ σάκος χάλκεον ἑπταβόειον τὸ “σάκος αἰόλον ἑπταβόειον ταύρων ζατρεφέων, ἐπὶ δʼ ὄγδοον ἤλασε χαλκόν”, οὐκ αὐτὸς ὁ Τυχίος ἐλάσας, εἴγε σκυτοτόμος ἦν, ἀλλὰ διά τινος χαλκέως τοῦτο ποιήσας. Οὐκ ἀργὸν δὲ κεῖται οὐδὲ τὸ “ζατρεφέων”, ἀλλʼ ὡς δέον ὂν τοιούτων βοῶν εἶναι καὶ τὰς ἐν τοιαύτῃ ἀσπίδι βύρσας, οὓς ἶφι κταμένους φησὶν ἡ ποίησις. Ὅτι δὲ ζατρεφεῖς οὐ μόνον ταῦροι, ἀλλὰ καὶ σύες καὶ αἶγες καὶ φῶκαι, δηλοῖ ἡ Ὀδύσσεια. Σημείωσαι δὲ καὶ ὅτι τὰς ἔξω τοῦ προκειμένου ἔργου ἱστορίας οὐ μόνον διὰ πλατυσμὸν καί τινα πληθυσμὸν καὶ εὐπορίας ἐπίχυσιν ὁ ποιητὴς παρεντίθησιν, ἀλλὰ καὶ εἰς ἐργασίαν ἔστιν οὗ ἐπιχειρηματικὴν καὶ εἰς πολυπειρίας ἔνδειξιν καὶ ἀκροάσεως παίδευσιν, πολλὰς δὲ καὶ εἰς μνήμην τινῶν συνήθων αὐτῷ, καὶ ταύτην ἢ ἀγαθήν, ὡς ἐπί τε ἄλλων φαίνεται καὶ ἐνταῦθα ἐπὶ Τυχίου, ὃν ἐφίλει, ὡς εἴρηται, ἢ φαύλην, ὡς ἐπὶ Θερσίτου ἐρρέθη, τοῦ μεμισημένου αὐτῷ ἐπιτρόπου. Ὅτι δὲ τὸ Τυχίος παροξύνεται ὡς τρίβραχυ κύριον, δηλοῦται πολλαχοῦ. Ὅτι ὁ Αἴας μὲν ἀπειλησάμενος κατὰ τὸ “ἀπειλήσας δὲ προσηΰδα”—Διχῶς δέ φαμεν, καὶ κατὰ πάθος ἀπειλησάμενος καὶ κατʼ ἐνέργειαν ἀπειλήσας—μετρίως εἶπε πρὸς Ἕκτορα τὸ “Ἕκτορ, νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος”, ἤγουν μόνος ἐκ μόνου ἐμοῦ, ὡς καὶ προερρέθη, “οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα, θυμολέοντα”. Καὶ ἔστι τὸ “καὶ μετʼ Ἀχιλλῆα” ἑρμηνεία τοῦ “μετέασιν”, ἤγουν μετὰ τὸν Ἀχιλλέα εἰσίν. Εἶτα ἐπάγει “ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν. ἡμεῖς δʼ εἰμέν”, ἤγουν ἐσμέν, “τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν καὶ πολέες”. Καὶ οὕτω μὲν αὐτὸς μετριολογεῖ. οὐδὲν γὰρ μέγα εἶπε διʼ ἑαυτόν, ἀλλὰ σωφρόνως ἐλάλησε περί τε ἑαυτοῦ καὶ τῶν ἀριστέων κοινοποιήσας τὸ ἐγκώμιον. Ἕκτωρ δὲ μεγάλα φρονῶν φησιν “Αἶαν διογενές, Τελαμώνιε, κοίρανε λαῶν, μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε ἠὲ γυναικός, ἣ οὐκ οἶδε πολεμήϊα ἔργα”. Εἶτα ἐπιτείνων τὸ αὔχημα ἐπάγει “αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τʼ ἀνδροκτασίας τε· οἶδʼ ἐπὶ δεξιά, οἶδʼ ἐπʼ ἀριστερὰ νωμῆσαι βῶν ἀζαλέην, τό μοί ἐστι ταλαύρινον πολεμίζειν· οἶδα δʼ ἐν σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ, οἶδα δʼ ἐπαΐξαι μόθον ἵππων ὠκειάων”. Καὶ ὅρα ὅτι ἐν τῷ τόπῳ τούτῳ πεντάκις ὁ Ὅμηρος εἶπε τὸ οἶδα, οὔτε συνδήσας ἐν τόποις δυσί, καὶ ἐπιμείνας τῇ λέξει διὰ τὸ καίριον, εἰ καί τινες πειρῶνται τὸ “οἶδʼ ἐπὶ δεξιὰ οἶδʼ ἐπʼ ἀριστερά” μεταγράψαι “ἠδʼ ἐπὶ δεξιὰ ἠδʼ ἐπʼ ἀριστερά”. Καὶ ὅτι ἐν ἄλλοις τὸ εὖ εἰδώς γενικῇ συντάσσων ἐνταῦθα τὸ οἶδα κατὰ σύνταξιν αἰτιατικὴν προάγει εἰπὼν “εὖ οἶδα μάχας” καὶ ἑξῆς, καὶ ὅτι οὐκ ἐμνήσθη ἐνταῦθα τοξικῆς ὁ ἀριστεύς, ἀλλʼ αὐχεῖ ἀσπιστὴς εἶναι σταδαῖός τε καὶ ἱππότης, καὶ ὅτι τὸ “εὖ οἶδα μάχας” ἕως τοῦ “μόθον ἵππων”, ἃς καὶ θηλυκῶς προάγει εἰπὼν “ἵππων ὠκειάων”, ἔπαινός ἐστιν ἐπιστήμονος στρατηγοῦ. Καὶ ὅτι δεξιώτατα καὶ ἐνταῦθα ὁ ποιητὴς παρέρριψε μνήμην τοῦ Ἀχιλλέως, ὃν καὶ ὑπερεξαίρει τῶν ἄλλων ἀριστέων, μετʼ Ἀχιλλέα λέγων αὐτοὺς εἶναι, ὀνομάζων αὐτὸν καὶ ῥηξήνορα θυμολέοντα. Ἔνθα σημείωσαι, ὅτι τὸ ῥηξήνωρ ἐλλειπτικῶς ἔχει διʼ ἀνάγκην συνθέσεως. εἴτε γάρ ἐστι ῥηξήνωρ ὁ ῥήσσων ἐν ἠνορέῃ, συννοητέον τὸ φάλαγγας ἀνδρῶν—Ῥηξήνωρ γὰρ πάντως ὁ ῥηγνύων ἀνέρων φάλαγγας—, εἴτε ῥηξήνωρ ἐστὶν ὁ ῥήσσων ἀνέρας, προσληπτέον τὸ πεπυκνωμένους τῇ παρατάξει. μόνος γὰρ ὁ τοιοῦτός ἐστι ῥηξήνωρ. Οὕτω δὲ καὶ πρὸ ὀλίγων ἐν τῷ “ῥήγνυσκε φάλαγγας” ἔλειπε τὸ ἀνδρῶν, οἳ οὐκ ἐξ ἀνάγκης συνεπινοοῦνται τῇ φάλαγγι. Φάλαγξ γὰρ οὐκ ἐπὶ μόνων ἀνδρῶν λέγεται, ἵνα εὐθὺς τῇ φάλαγγι συνεπινοοῖντο καὶ αὐτοί, εἴγε καὶ ζῴων ἑτεροίων καὶ δένδρων δὲ φάλαγξ λέγεται. Θυμολέων δέ, ὡς καὶ ἐν Ὀδυσσείᾳ, ἢ ὁ ψυχικὴν προθυμίαν ἔχων λέοντος ἢ ὁ θυμὸν ἀγήνορα ἔχων κατὰ λέοντα ἢ ὁ μὴ φύσει λέων, ἀλλὰ θυμῷ, τουτέστιν οἴκοθεν καὶ ἀφʼ ἑαυτοῦ τοιοῦτος, ὡς καὶ θυμόσοφος ὁ μὴ ἄλλοθεν ἀλλὰ φυᾷ, ὅ ἐστιν εὐφυίᾳ τῇ κατʼ αὐτόν, σοφός, Πινδαρικῶς εἰπεῖν. Σημείωσαι δὲ ὅτι ἐν τῷ “γνώσεαι οἰόθεν οἶος οἷοι καὶ Δαναοῖς ἀριστῆες” τὸ “οἰόθεν οἶος οἷοι” παρηχήσεώς ἐστι. τὸ γὰρ οἶος, ὁ μόνος, καὶ οἷος, ὁ ὁποῖος, ἤχῳ μόνῳ ἀλλήλοις ἐπικοινωνοῦσι. Μιμεῖται δὲ ἐν τούτοις ἀγωνιῶντα ὁ ποιητὴς τὸν Αἴαντα καὶ διὰ τοῦτο τὸν λόγον εἰς ταὐτολογίαν ἄγει παρηχητικήν. Τὸ δὲ “κορωνίσι ποντοπόροισιν” ἐκ παρέλκοντος κεῖται κόσμου χάριν φραστικοῦ, καθὰ καὶ τὸ “ποιμένι λαῶν”. Τὸ δὲ κεῖσθαι τὸν Ἀχιλλέα ἐν ταῖς ναυσὶ καὶ τὸ ἀπομηνίσαι κεῖται καὶ ἐν τῇ Βοιωτίᾳ, καὶ εἴρηται τὰ δέοντα ἐκεῖ. Τὸ δὲ “ἐσμὲν τοῖοι” καὶ ἑξῆς, μετριοφροσύνην ἔχει. Οὔτε γὰρ λέγει ὡς ἐγὼ τοιόσδε εἰμὶ οὔτε ὁρίζει ποταπός ἐστιν, ἀλλὰ κοινοποιούμενος λέγει, ὡς τοιοῦτοί ἐσμεν οἱ Ἀχαιοὶ οἷοι ἀντιστῆναί σοι, ὁποῖος ἂν δηλονότι καὶ εἶ, καὶ ὁποῖοι ἂν ἡμεῖς ὦμεν, οὐκ εἰς μονάδα ἐστενοχωρημένοι, ἀλλὰ πολλοὶ ὄντες. Τὸ δὲ “ἀντιάσαιμεν σέθεν” ταὐτόν ἐστι τῷ ἀντήσομεν καὶ ἀντίοι ἔλθωμεν. Ἰστέον δὲ καὶ ὅτι νῦν μὲν ὁ Ἕκτωρ σεμνολογεῖ τὸν Αἴαντα, ὡς ἀνωτέρω ἐρρέθη, καὶ μετʼ ὀλίγα δὲ τῆς αὐτοῦ πειραθεὶς ἀνδρίας μέγεθος αὐτῷ προσμαρτυρήσει καὶ βίαν καὶ φρόνησιν. Ἀλλαχοῦ μέντοι εὐτυχήσας ἐξουδενώσει αὐτόν, ὡς ἐκεῖ φανήσεται. Ὅτε δὲ βραχὺ προελθὼν ἐρεῖ “ἀλλʼ οὐ γάρ σʼ ἐθέλω βαλέειν τοιοῦτον ἐόντα, λάθρῃ ὀπιπεύσας, ἀλλʼ ἀμφαδόν, αἴ κε τύχοιμι”, συνεσκίασται ὁ λόγος. ἄδηλον γὰρ τί βούλεται τὸ “τοιοῦτον ἐόντα”. Τὸ δὲ “παιδὸς ἀφαυροῦ καὶ γυναικός, ἣ οὐκ οἶδε πολεμήϊα ἔργα”, πρὸς διαστολὴν εἴρηται, ὡς καὶ παίδων ὄντων τινῶν ποτε μὴ ἀφαυρῶν, ἤγουν ἀσθενῶν, καὶ μάλιστα γυναικῶν, αἳ οἴδασι πόλεμον, ὁποῖαί τινες καὶ αἱ Ἀμαζόνες. Τὸ δὲ πειρητίζειν ἐκ τοῦ πεῖραρ πείρατος ἔχει παραγωγήν. Τὸ δὲ “ἐπὶ δεξιὰ καὶ ἐπʼ ἀριστερὰ νωμῆσαι τὴν βῶν” ἢ ἀμφιδέξιον, ταὐτὸν δʼ εἰπεῖν, ἀμφοτεροδέξιον εἶναι δηλοῖ τὸν Ἕκτορα, ὁποῖός τις καὶ ὁ ἐν τοῖς ἑξῆς Ἀστεροπαῖος. ἢ τὸ μὲν νικᾶν καὶ διώκειν ἐπὶ δεξιὰ κινεῖν εἶπε τὴν ἀσπίδα διὰ τὸ πρακτικὸν τῶν δεξιῶν, τὸ δὲ φεύγειν καὶ ἡττᾶσθαι ἐπʼ ἀριστερὰ κινεῖν φησιν εὐφημότερον. ἢ καὶ ἄλλως συμβολικῶς ἐπὶ δεξιὰ μὲν κινεῖν φασι τὸ ἀνθίστασθαι. τότε γάρ τις τὴν ἐξ ἀριστερῶν ἀσπίδα ἐν δεξιοῖς ἔχει τοῦ ἀντιπάλου. τὸ δὲ φεύγειν ἐπʼ ἀριστερὰ λέγει νωμᾶν. τηνικαῦτα γὰρ ἐξ ἀριστερῶν αὐτὴν ἔχει τοῦ διώκοντος. Βῶν δὲ ἀζαλέην, ἤγουν ξηράν, ἔφη πρὸς διαστολὴν τῆς ὑγρᾶς ἤτοι ζώσης βοός, ὥσπερ καὶ ἀλίβαντες μὲν οἱ νεκροί, διερὸς δὲ βροτὸς ὁ ζῶν. Ἰστέον δὲ ὅτι οὐχʼ ἁπλῶς οὕτω ἐπὶ βύρσης τέθειται τὸ βοῦς ὄνομα, ἀλλὰ μετὰ προσθήκης τινός, ὡς ἔχει τὸ “βόας αὔας”, ὃ ταὐτόν ἐστι τῷ “βῶν ἀζαλέην”, καὶ τὸ “βοῶν εὐποιητάων”, ἤγουν εὖ τετεχνιτευμένων, ὃ πρὸς διαστολὴν τῶν ὠμοβοείων εἴρηται. Σημείωσαι δὲ καὶ ὅτι ὁ εἰδὼς νωμᾶν βῶν ἀζαλέην εἰκότως καὶ ταλαύρινος λέγοιτʼ ἂν πολεμιστής, ὥς που καὶ αὐτός φησιν ὁ ποιητής. Ἔνθα καὶ διασαφεῖται ἡ τοιαύτη λέξις πρὸς ἀκρίβειαν. Ἡ γὰρ ἀζαλέα βοῦς τάλας ἐστὶ ῥινός, ὅ ἐστι καρτερικὸν καὶ στερεὸν δέρμα, ἐξ ὧν σύγκειται τὸ ταλαύρινον. Διὸ καὶ ὁ ποιητικὸς Ἕκτωρ ἐνταῦθα εἰπὼν εἰδέναι νωμᾶν βῶν ἀζαλέην καὶ δηλῶν πολεμιστὴς καὶ αὐτὸς εἶναι διὰ τοῦτο ταλαύρινος ἐπάγει “διό μοι ἔστι ταλαύρινον πολεμίζειν”. Τὸ δὲ “ἐν σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρεϊ” ἔχει μέν τι καὶ ψευδοπαρηχήσεως ἐν τῷ σταδίῃ καὶ δηΐῳ. Δηλοῖ δὲ τὸ εὐχερῶς κινεῖσθαι καὶ οἷον παίζειν καὶ ᾄδειν ἐν τῇ κατὰ συστάδην καὶ πεζῇ μάχῃ διὰ τὸ πολλὴν ἐν τοῖς δεινοῖς ἔχειν εὐχέρειαν. καὶ τὸ μὲν “σταδίῃ” λείπεται τοῦ ὑσμίνῃ ἢ μάχῃ ἢ τοιούτου τινός. τὸ δὲ “μέλπεσθαι” εἴληπται ἀπὸ τῶν καθʼ ἡσυχίαν μελπόντων παιανικῶς τῷ Ἄρεϊ λόγῳ ἑορτῆς, ἢ καὶ τῶν πρὸ μάχης καταυλουμένων ὡς μὴ δειλιᾶν. Ὅτι δὲ ὁ σταδαῖος ἀπὸ τοῦ στάδην γίνεται, ἀφʼ οὗ τὸ συστάδην, καθὰ ἐκ τοῦ χύδην ὁ χυδαῖος, δῆλόν ἐστιν. Ὁμοίως δὲ καὶ ὅτι σταδαῖος μέν ἐστιν ὁ ἤδη ῥηθείς, σταδιαῖος δὲ τετρασυλλάβως τῷ παρὰ τοῖς ὕστερον σταδίῳ παρωνυμεῖται, ὅπερ δόξει μὲν ἀπὸ τοῦ σταδήν γίνεσθαι διὰ τὸ τοὺς περὶ αὐτὸ ἀγωνιζομένους μὴ πρὸς θέαν μόνην ἀθροισθῆναι, ὥστε καθημένους θεᾶσθαι, ἀλλʼ ὥστε πρὸς ἆθλα ἑστάναι. Οἱ μέντοι παλαιοὶ σπάδιον τι αὐτὸ βούλονται εἶναι ἱστοροῦντες ἐπʼ αὐτῷ καί τι σελίνου ἀνάσπασμα. Τοῦ δὲ σταδίη ἀρσενικὸν στάδιος, παραγόμενος ἐκ τοῦ στάδην. Ἰστέον δὲ καὶ ὅτι πρὸς ἀγέρωχον ἀντίπαλον καλῶς ἂν εἴπῃ ὁ σωφρονῶν, ὅτι “ἡμεῖς ἐσμὲν τοῖοι, οἳ ἂν σέθεν ἀντιάσαιμεν. ἀλλʼ ἄρχε μάχης ἠδὲ πτολέμοιο”. Αἴας δὲ τοῦτο λέγει παραχωρῶν μεγαλοψύχως καὶ φιλοτίμως τῆς πρώτης βολῆς τῷ Ἕκτορι. Ἰστέον δὲ καὶ ὅτι τὸ μὴ ἐθέλειν κλέπτειν τὴν νίκην ἐξ Ὁμήρου ὁ Μακεδὼν Ἀλέξανδρος μαθὼν ἐκέρδησε πλάσαντος τὸν Ἕκτορα, ὡς ἐρρέθη, λέγοντα τῷ Αἴαντι ὡς “οὔ σʼ ἐθέλω βαλέειν” καὶ ἑξῆς. Ὀπιπεύειν δὲ τὸ ἐποπτεύειν καὶ ἐπιτηρεῖν καί, ὡς ἐν Ὀδυσσείᾳ εἴρηται, ἐπιόπτεσθαι, ὅθεν καὶ ὁ παρθενοπίπης καὶ ὁ πυρροπίπης δὲ παρὰ τῷ Κωμικῷ καὶ ὁ Ὀππιανός δὲ κατὰ συγκοπήν. Τὸ δὲ τύχοιμι δηλοῖ μὲν ἐπιτυχίαν, γράφεται δὲ καὶ τύχῳμι ἐκταθέντος τοῦ ο, καθὰ καὶ ἐπὶ τοῦ κτείνοιμι κτείνῳμι καὶ τῶν ὁμοίων, ὡς καὶ ἐν τοῖς κατὰ τὴν Ὀδύσσειαν δεδήλωται. Ὅτι τῶν ἀριστέων ἀντιστάντων ἀλλήλοις τὸ μὲν Ἕκτορος δόρυ ἓξ πτύχας, ἤγουν θέσεις, διῆλθε τῆς τοῦ Αἴαντος ἀσπίδος. Φησὶ γὰρ “προΐει δολιχόσκιον ἔγχος καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον ἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπʼ αὐτῷ. ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής, ἐν τῇ δʼ ἑβδομάτῃ ῥινῷ σχέτο”. Καὶ ὅρα ὡς κἀνταῦθα θηλυκῶς ἔφη τὴν ῥινόν. καὶ οὕτω μὲν τὸ τοῦ Ἕκτορος δόρυ. Τὸ δὲ τοῦ Αἴαντος ἔγχος διά τε φαεινῆς ἀσπίδος ἦλθε τῆς τοῦ Ἕκτορος “καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο, ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα”. Ταῦτα δὲ καὶ ἐν τῇ γʹ ῥαψῳδίᾳ ὁ Πάρις ὑπὸ τοῦ Μενελάου ἔπαθεν. Ἐκφεύγει δὲ καὶ ἐνταῦθα ὁ Ἕκτωρ τὸν θάνατον, ὡς καὶ ἐκεῖ ὁ Πάρις. “ἐκλίνθη” γάρ, “καὶ ἀλεύατο κῆρα μέλαιναν”. Αἱ δὲ πτύχες καὶ τὰς περιπτυχὰς παράγουσιν, ὡς τὸ “ναύλοχοι περιπτυχαί”, καὶ τὰς αὐταῖς ἀντικειμένας ἀναπτυχάς, ὡς τὸ “ἡλίου ἀναπτυχαί”, τοῦ ἀναπτύσσοντος δηλαδὴ τὰ ἐν σκότῳ. Διὸ καὶ δήλιος ὁ αὐτὸς κατʼ ἀλληγορίαν, ὡς δηλοποιός. Ὅθεν καὶ τὰ τῶν ὀνείρων σκοτεινότερα ὑπὸ ἡλίῳ ἀνατέλλοντι ἐκλαλούμενα ἐκρίνοντο. Ἡ δὲ ἑβδομάτη ῥινὸς δηλοῖ δύνασθαι τὸ ῥηθὲν σάκος καὶ ἑπτάρινον λέγεσθαι, σαφέστερον μέντοι τὸ ἑπταβόειον, οὗ πάλιν διασαφητικὸν τὸ “ταύρων ζατρεφέων”, ὡς καὶ ἐν τῷ ταῦρος βοῦς ἀριδηλότερον τοῦ βοῦς τὸ ταῦρος ὡς εἶδος γένους. Ὅτι καὶ ἐνταῦθα δυσὶ συντομωτάταις Ὅμηρος χρᾶται παραβολαῖς προσηκόντως τῷ καιρῷ, συνεπιτρέχων οἷον τῷ λόγῳ καὶ συστενοχωρῶν αὐτὸν τοῖς φραζομένοις πράγμασι. Λέγει γὰρ ὅτι “ἐκσπασάμενοι δολίχʼ ἔγχεα χερσὶν ἅμʼ ἄμφω”, ἤγουν ὁ Ἕκτωρ καὶ ὁ Αἴας, “σύν ῥʼ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν ἢ συσὶ κάπροισι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν”, ὡς τῶν θηλέων δηλαδὴ συῶν ἀλαπαδνῶν οὐσῶν. Καὶ ὅρα τὸ ἐκσπασάμενοι ἀπὸ τῶν φυτῶν ληφθὲν μέσως πως, ἤγουν ἢ σεμνῶς, ἐὰν ἀπὸ δένδρων μετήνεκται, ἢ μικροφυῶς, ἐὰν ἀπὸ φυταρίων ἴσως γέγονεν ἡ τροπή, ὅπερ οὐκ ἂν εἴη, ὡς δηλοῖ καὶ τὸ “σύν ῥʼ ἔπεσον”. Τὸ γὰρ συμπεσεῖν ὡς ἐπὶ μεγάλων σωμάτων καὶ αὐτὸ εἴρηται ὑψόθεν καταρασσομένων εἰς ἄλληλα, οἷον νεφελῶν ἢ λίθων ὀρεινῶν ἢ τοιούτων τινῶν. Οἱ δὲ μεθʼ Ὅμηρον τὴν λέξιν καὶ ἐπὶ τυχηρῶν ἀποβάσεων τιθέασι. Λέγεται δέ ποτε συμπεσεῖν καὶ τὸ ἅμα πεσεῖν. Ἰστέον δὲ ὅτι ἐκ τοῦ σπᾶν, ἐξ οὗ τὸ ἐκσπάσασθαι, οὐ μόνον ἐπὶ φυτῶν τὸ ἀνασπᾶν λέγεται, ἀλλὰ καὶ ἐπὶ ἀλαζονείας, ὡς δηλοῖ παρὰ Σοφοκλεῖ τὸ “λόγους ἀνέσπα”, ᾧ ὅμοιον καὶ τὸ “ὀφρῦς ἀνασπᾶν”, οἷς ἐναντίον τὸ κατασπᾶν. Ἐκεῖθεν δὲ καὶ τὸ “προσανεσπάσθησαν κλίμακες”, ἤγουν ὑψώθησαν κτισθεῖσαι. Δῆλον δὲ καί, ὡς ἕτεραι προθέσεις τῷ αὐτῷ ῥήματι συντεθεῖσαι διάφορα ποιοῦσι νοήματα, ὡς δῆλον ἐκ τοῦ συσπᾶν καὶ διασπᾶν καὶ παρασπᾶν, τὸ ἀφαιρεῖσθαι γῆν τυχὸν ἢ ἕτερόν τι, καὶ ἐκ τοῦ ἀντισπᾶν καὶ τῆς ἐπισπάσεως καὶ τοῦ περισπασμοῦ καὶ ἑτέρων. Ἐν δὲ τῷ “λείουσιν ὠμοφάγοισιν” ἢ “συσὶ κάπροισι” συχνὰ διὰ κάλλος τὰ πάρισα. Καὶ ἐνταῦθα δὲ γενικὸν μὲν τὸ συσίν, εἰδικὸν δὲ τὸ κάπροισι, καὶ ἔστι καὶ αὐτὸ ὅμοιον τῷ “βοῦς ταῦρος” καὶ τοῖς τοιούτοις. Ὅτι ἐπεὶ ἀλλήλοις οἱ μονομάχοι ἐκσπασάμενοι τὰ ἔγχεα συνέπεσον, ὁ μὲν Ἕκτωρ ἤνυσεν οὐδέν. οὐτάσας γὰρ τὸ τοῦ Αἴαντος μέσον σάκος δουρὶ οὐκ ἔρρηξε χαλκόν, τὸν ἐξ ἐπιπολῆς δηλαδὴ ὄγδοον, “ἀνεγνάμφθη δέ οἱ αἰχμή”. “Αἴας δʼ ἀσπίδα νύξε”, τὴν τοῦ Ἕκτορος, “ἐπάλμενος, ἣ δὲ διαπρὸ ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν”, ἤτοι διέσεισε, “μεμαῶτα, τμήδην δʼ αὐχένα ἐπῆλθε, μέλαν δʼ ἀνεκήκιεν αἷμα. ἀλλʼ οὐδʼ ὣς ἀπέληγε μάχης Ἕκτωρ, ἀλλʼ ἀναχασσάμενος”, ὅτε δηλαδὴ καὶ τὸ ἔγχος αὖθις ἐξεσπάσθη τῆς τοῦ Ἕκτορος ἀσπίδος, “λίθον εἵλετο χειρὶ παχείῃ κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε· τῷ βάλεν Αἴαντος”, τὸ καὶ ἀνωτέρω ῥηθέν, “δεινὸν σάκος ἑπταβόειον μέσσον ἐπομφάλιον, περιήχησε δʼ ἄρα χαλκός”. “Δεύτερος αὖτʼ Αἴας πολὺ μείζονα λᾶαν ἀείρας ἧκεν”, ὅ ἐστιν ἀφῆκεν, “ἐπιδινήσας ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον”, ὃ καὶ ἐν ἄλλοις κεῖται, ἤγουν ἐνεστήριξε τῷ λίθῳ ἰσχὺν πολλὴν τῇ ἐπιδινήσει. “εἴσω δʼ ἀσπίδʼ ἔαζε βαλὼν μυλοειδέϊ πέτρῳ, βλάψε δέ οἱ φίλα γούνατα. ὃ δʼ ὕπτιος ἐξετανύσθη ἀσπίδι ἐγχριμφθείς”, ἤτοι ἐν χρῷ κρουσθείς, προσπελασθεὶς κατὰ χροῦν, “τὸν δʼ αἶψʼ ὤρθωσεν Ἀπόλλων”. Καὶ ὅρα πολλὴν δυστυχίαν Ἕκτορος, καὶ ὡς τεραστίως ἐξέφυγε τὸ πεσεῖν. Καὶ ὅτι καὶ ἐν τῷ “ἀνεγνάμφθη δέ οἱ αἰχμή” φανερῶς αἰχμὴν λέγει τὸν τοῦ δόρατος σίδηρον, ὃς καὶ ἐπιδορατὶς λέγεται. Ἄλλως μέντοι, ὥσπερ τὸ δόρυ ἔστιν ὅτε πόλεμον σημαίνει, ὡς δηλοῖ τὸ “δουρὶ κλυτός”, ἤγουν περιώνυμος ἐν πολέμῳ, οὕτω καὶ τὸ αἰχμή. Διὸ καὶ ταὐτὸν δορυάλωτον εἰπεῖν καὶ αἰχμάλωτον, ἐν οἷς δηλοῦται ὁ ἐν πολέμῳ ἁλούς. Λέγει δέ που καὶ Ἡρόδοτος περί τινων ὡς κακῶς αὐτοῖς ἡ αἰχμὴ ἕστηκε πρὸς τοὺς δεῖνα, ἤγουν ἐδυστυχήθη αὐτοῖς ὁ πόλεμος. τοῦτο δὲ καὶ ἐκ τοῦ παρακολουθοῦντος εἴρηται. παρακολουθεῖ γὰρ τοῖς ἐν μάχῃ δυστυχοῦσι κακῶς αὐτοῖς ἑστάναι τὴν αἰχμήν. Τὸ δὲ νύξεν οὐ δοκεῖ διαφέρειν τοῦ οὔτασεν, ἀμφοῖν δὲ διέσταλται τὸ ἔρρηξε. Τὸ δὲ “τμήδην”, παραχθὲν ἀναλόγως τῷ παραβλήδην καὶ ὑποβλήδην καὶ τοῖς ὁμοίοις, τὸ ἐπιπολάζον δηλοῖ τῆς πληγῆς. Ἀνακηκίειν δὲ τὸ ἀναπηδᾶν, ἀπὸ τοῦ κίω, καὶ ἀναδιπλασιασμῷ κακίω καὶ τροπῇ κηκίω. ἄλλως γὰρ οὐκ ἔστιν εὑρεθῆναι ἀναδιπλασιασμὸν ἐκτεταμένον. Τοιοῦτον δέ τι γίνεται καὶ ἐπὶ τοῦ τητῶ, τὸ στερίσκω, καὶ ἐπὶ τοῦ ἐπενήνεον, περὶ οὗ μετʼ ὀλίγα εἰρήσεται, καὶ ἐπὶ τοῦ κηκάζω, περὶ οὗ ἐν Ὀδυσσείᾳ δεδήλωται. Ἰστέον δὲ ὡς οὐ πολὺ ἀναπήδημα αἵματος δηλοῖ τὸ ἀνακηκίειν, οὐδὲ ὁποῖον τὸ ἀνακοντίζειν ἐν τῷ “αἷμα δʼ ἀνηκόντιζεν ἀπὸ στρεπτοῖο χιτῶνος”, ἠρεμαίαν δὲ σημαίνει ἀνάδοσιν, ὡς δηλοῖ καὶ τὸ “μυδῶσα κηκὶς μηρίων ἐτήκετο” παρὰ Σοφοκλεῖ. ἡ γὰρ τηκομένη κηκὶς οὐκ ἂν ὑψοῦ ἀναπηδῴη. Ἡ δὲ τοιαύτη ἀπὸ τοῦ καίειν δοκεῖ λεχθῆναι, καιομένη γὰρ ἐτήκετο. Ὅρα δὲ καὶ τὸ “ἀναχασάμενος”, ὅ ἐστιν ἀναποδίσας, διʼ οὗ ἡρμήνευσε τὸ συνέπεσον, οἱονεὶ εἰπών, ὅτι διὰ τὴν ἄγαν ἐγγύτητα εἴρηται συμπεσεῖν ἀλλήλοις τοὺς ἥρωας καὶ οἷον ἐπιπεσεῖν. ἰδοὺ γάρ, εἰ μὴ ἀνεπόδισεν ὁ Ἕκτωρ, οὐκ εἶχε βαλεῖν. Τὸ δὲ εἵλετο, τουτέστιν ἔλαβεν, ἐνεργητικῶς εἷλεν ὡς ἐπὶ πολὺ λέγεται. Εὐτυχεῖ δὲ λίθον εὑρὼν εἰκῇ ἐν πεδίῳ κείμενον ὁ Ἕκτωρ φίλον αὐτῷ. Μέλανα δὲ καὶ τραχὺν λίθον ἔφη πρὸς διαστολὴν τοῦ μαρμάρου, ὃν ἐρεῖ ἐν τοῖς ἐφεξῆς. Ὁ γὰρ μάρμαρος λίθος, ἐπειδὴ μαρμαίρει, λεῖός ἐστι καὶ οὐ τραχύς, τάχα δὲ οὐδὲ μέλας. Πιθανότητος δὲ ἐργαστικὸν τὸ καὶ σχῆμα καὶ χρῶμα λίθου καὶ μέγεθος εἰπεῖν. Τὸ δὲ “μέσον ἐπομφάλιον”, ἀλλήλων εἰσὶν ἐφερμηνευτικά, ὡς τῆς ἀσπίδος ἐν τῷ μέσῳ ἐχούσης ὀμφαλόν, ὃς καὶ ἔοικε διὰ τοῦτο λέγεσθαι ὀμφαλός, ὡς καὶ τοῦ φυσικοῦ ὀμφαλοῦ μεσάζοντος τὸ ζῷον. Καὶ ἔστιν ἐνταῦθα ὁ λόγος τῷ ποιητῇ, ὡς ἔβαλεν Ἕκτωρ τὸ τοῦ Αἴαντος σάκος κατὰ μέσον τὸ ἐπομφάλιον, ὃ δὴ σάκος οὐδʼ ἐνταῦθα ὤκνησεν ἑπταβόειον εἰπεῖν, ἐγκαθίζων οὕτω τὴν τούτου μνήμην τῷ ἀκροατῇ. Ὅτι δὲ τῷ ἐπιδινῆσαι τὸν λίθον πρὸ τῆς ἀφέσεως ἰσχὺν ἐπερείδει τῇ βολῇ, ὡς καὶ ὁ ποιητὴς δηλοῖ, οὐκ ἔστιν ἀμφιβαλεῖν. οὕτω δὲ καὶ ὁ τὸ δόρυ ἀμπεπαλών, ὡς ἀλλαχοῦ εἴρηται, ἰσχυρὰν ποιεῖ τὴν βολήν. Τὸ δὲ ἔσω κάταγμα τῆς ἀσπίδος, οὐ μόνον τὸ ἐμβριθὲς τῆς βολῆς δηλοῖ, ἀλλὰ καὶ τὸ τῆς ἀσπίδος εὐπαγές. Οὐ γὰρ κατεάγη πρὸς μῆκος, ἀλλὰ μόνον ὅπου ὁ μυλοειδὴς πέτρος ἔκρουσε, τουτέστιν ὁ στρογγύλος, καὶ ἴσως οὐδὲ εἰς τὸ πᾶν σφαιροειδὴς οὐδʼ αὐτὸ τοῦτο μυλίας κατὰ τοὺς ῥήτορας, ἀλλὰ ἐοικὼς τοιούτῳ λίθῳ. Οὔτε γὰρ ὁ θεοειδὴς θεὸς ἂν εἴη οὔτε ὁ μυλοειδὴς μύλος νοηθείη αὐτόχρημα, ἤτοι λίθος μυλωνικός. Τὸ δὲ “βλάψαι γούνατα” ταὐτὸν καὶ ἐνταῦθα τῷ συνεπόδισε καὶ τῆς κατὰ φύσιν ἐνεργείας ἔσφηλεν, ὡς ὕπτιον ἐκτανυσθῆναι τὸν οὕτω βλαβέντα. Ἐν δὲ τῷ “φίλα γοῦνα” παρέλκει τὸ φίλα συνήθως, καθὰ καὶ ἐν τῷ “φίλα γυῖα”. οὕτω δὲ καὶ φίλαι χεῖρες. Ὁ δὲ ὀρθώσας Ἀπόλλων τὸν Ἕκτορα εἱμαρμένη τίς ἐστιν, ὡς πολλάκις εἴρηται. Διὸ καὶ ὁ Ἕλενος πρὸ μικροῦ ἐξ Ἀπόλλωνος γνοὺς εἶπε τὸ “οὐ γάρ πώ τοι μοῖρα θανεῖν”. Σημείωσαι δὲ καὶ ὅτι ἐν ταῖς τρισὶν ὁρμαῖς ὁ Ἕκτωρ κατάρχει. Πρῶτος γὰρ καὶ ἔβαλεν ἔγχει τὸ τοῦ Αἴαντος σάκος καὶ αὖθις ἐν τῷ συμπεσεῖν οὔτασε καὶ λίθον δὲ ἐπαφῆκεν. οὕτω πάνυ σύντομος ἦν καὶ ὀξύς. Δραστηριώτερος μέντοι ὁ Αἴας, ὃς οὐ μόνον ἤνεγκεν τὰς τρεῖς προεξορμήσεις, ἀλλὰ καὶ τοσαυτάκις ἐνήργησεν. Ἐνταῦθα δὲ σημείωσαι καί, ὅτι δυνάμενος ὁ ποιητὴς καὶ διὰ ξιφῶν ἀγῶνα τοῖς ἥρωσι πλάσασθαι παρεᾷ τοῦτο, ἐμφήνας μόνον ὅτι δύναται. Φησὶ γὰρ ὅτι καὶ ξίφεσιν ἂν αὐτοσχεδὸν οὐτάζοντο, εἰ μὴ ἐκώλυσαν οἱ κήρυκες. Καὶ ὅρα τὸ “αὐτοσχεδὸν οὐτάζοντο”, πρὸς διαστολὴν λεχθὲν τῶν πόρρωθεν βολῶν. Ὅτι μέσοι ἀμφοτέρων κήρυκες ἐλθόντες, Ἑλλήνων μὲν Ταλθύβιος, Ἰδαῖος δὲ Τρώων, πεπνυμένω ἄμφω, καὶ ἀνασχόντες τὰ σκῆπτρα, ὡς ἂν φαίνοιντο παντὶ τῷ στρατῷ, ἔπαυσαν τὴν μονομαχίαν. Τούτων δὲ τῶν δύω κηρύκων, οἳ καὶ Διός εἰσιν ἄγγελοι, ὁ Ἰδαῖος παῖδάς τε φίλους τοὺς μονομάχους προσεῖπε, γέρων δηλαδὴ αὐτὸς ὤν, καὶ ἄμφω αἰχμητὰς εἶπεν εἶναι, καὶ ὅτι “νὺξ ἤδη τελέθει, ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι”, ὅπερ προϊὼν καὶ ὁ Ἕκτωρ λέγει, οὐκ αἰδεσθέντος οὐδʼ ἐνταῦθα τοῦ ποιητοῦ τὴν καίριον ταὐτολογίαν, ἥτις καὶ εἰς παροιμίαν ἦλθε παρὰ τοῖς μεθʼ Ὅμηρον, γλυκέως λεχθεῖσα ὡς περὶ ἐμψύχου τῆς νυκτὸς καὶ συμβουλευομένης τὰ πρὸς ἀνάπαυσιν. Ὅτι δὲ ἡ ποίησις τίμιόν τι τὴν νύκτα οἶδε, φανήσεται καὶ ὅπου ἐρεῖ ὁ ποιητὴς τὸ “αἴδετο γὰρ Ζεὺς μὴ νυκτὶ θοῇ ἀποθύμια ἔρδοι”. Πείθεται δέ τις νυκτί, δηλαδὴ ἀλαλήτως ὑποτιθεμένῃ παύσασθαι ἔργων. οὗ τὸ ἀνάπαλιν ἡ ἠὼς ποιεῖ ἐν τῷ φῶς ἀγγέλλειν Διῒ καὶ ἑτέροις. Αὐτὴ γὰρ οὐκ ἀναπαύεσθαι βούλεται, ἀλλά “προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου”, καθʼ Ἡσίοδον, ὀρθοῦσα εἰς τὸ ἐργάζεσθαι, ὅθεν καὶ ὁ ὄρθρος παρῆκται. Ἡ μέντοι νὺξ οὐ τοιαύτη, ἀλλὰ γίνεται μὲν ἀπὸ τοῦ νύσσω νύξω ἀποβολῇ τοῦ ω. Λαλεῖται δέ, φασί, τοῦτο ἀντιφραστικῶς. Οὐ γὰρ νύσσει πρὸς ἔργον, ἀλλὰ μᾶλλον κατατίθησιν, ὡς δηλοῖ, φασί, καὶ τὸ “θοὴ νύξ”, ἡ καταθετική. εἰ μὴ ἄρα τοὺς φιλεργοὺς νύσσει κεντοῦσα οἷον καὶ πλήττουσα, ὅτι καταργοῦσι τὸν καιρὸν αὐτῆς. καὶ τοιαῦτα μὲν ὁ Ἰδαῖος. Αἴας δὲ οὐ πείθεται, εἰ μὴ ὥσπερ μάχης, οὕτω καὶ φιλοφροσύνης ὁ Ἕκτωρ κατάρξεται. “Ἰδαῖε”, γάρ φησιν, “Ἕκτορι ταῦτα κελεύετε μυθήσασθαι, αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους. ἀρχέτω, ἐγὼ δὲ μάλα πείσομαι”, τῷ Ἕκτορι δηλαδὴ ἢ τῇ νυκτί. Τοῦτο δὲ καὶ πρὸ τοῦ ἔργου εἶπεν ἐν τῷ “ἀλλʼ ἄρχε μάχης ἠδὲ πτολέμοιο”. Ἐπὶ γοῦν τούτοις ὁ Ἕκτωρ πείθεται καὶ ἀπαγορεύσας τρόπον τινὰ ὁμολογεῖ τὴν ἧτταν. Ἰστέον δὲ ὡς οὐ νυκτὶ μόνον πείθεταί τις εἰς τὸ σχολάζειν ἀπʼ ἔργου, ἀλλὰ καὶ ταῖς μετὰ σταθερὰν μεσημβρίαν ὥραις, εἴ τι προσεκτέον τῷ ἀποφηναμένῳ, ὡς αἱ μὲν ἓξ πρῶται τῆς ἡμέρας ὧραι ἔργων εἰσίν, αἱ δʼ ἄλλαι ζῆθι λέγουσι βροτοῖσιν, ὡς τοῦ μὲν ἄχρι μεσημβρίας κόπου οἷον θανατοῦντος, τῆς δὲ ἐφεξῆς ἀνέσεως ζωογονούσης. Τοῦτο δʼ ἐσοφίσατο ἐκεῖνος ἐκ τοῦ τὰ ἀριθμητικὰ σημεῖα τῆς ἑβδόμης ὀγδόης ἐνάτης καὶ δεκάτης ὥρας ὁμοῦ παρακείμενα δοκεῖν ἐπιτάσσειν τοῖς ἐργατίναις ἑκάστῳ τὸ ζῆθι, ὅπερ δίχα τῆς θι συλλαβῆς ζῆ λέγει ἡ τραγῳδία, οἷον “πλούτει κατʼ οἶκον καὶ ζῆ”. Ὥσπερ καὶ τὸ δρᾶ μονοσυλλάβως καὶ αὐτὸ ἀντὶ τοῦ πράττε, οἷον “ἄνθρωπε, μὴ δρᾶ τοὺς τεθνηκότας κακῶς”. Σημείωσαι δὲ ὅτι καὶ ἐνταῦθα σχῆμά ἐστι τὸ κατὰ τὸ σιωπώμενον, ἐπινοηθὲν διὰ συντομίαν. Νοητέον γὰρ ὅτι κελευσθέντες οἱ κήρυκες ὑπὸ τῶν ἀριστέων ἦλθον μέσοι, εἰ μὴ ἄρα καὶ ἄλλως ὡς θεῖον γένος εἶχον καὶ οἴκοθεν οὕτω ποιεῖν. Ἄγγελοι γάρ, φησί, Διὸς καὶ ἀνδρῶν, ὡς καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ εἶπε. Σημείωσαι δὲ καὶ ὅτι ὁ Ταλθύβιος ἐνταῦθα σιωπᾷ καιριώτατα, ὡς καὶ ἀλλαχοῦ ἕτερα πρόσωπα. Οὔτε γὰρ ἐθέλει τὴν μονομαχίαν παῦσαι νικῶντα τέως ὁρῶν τὸν Αἴαντα, οὔτε μὴν προτρέπειν εἰς μάχην θαρρεῖ, δεδιὼς τὸ ἄδηλον. Οὔπω γὰρ ἀκριβὴς ἡ νίκη. ἄλλως τε καὶ διότι νὺξ ἤδη ἐστίν, ἐν ᾗ πάθοι ἂν ὁ Αἴας ἐπιβουλὴν μᾶλλον ἤπερ ὁ Μενέλαος μεθʼ ἡμέραν ἔπαθε, καὶ διότι ἐν νυκτὶ κρίσις τύχης, οὐ τέχνης ἐστίν. Ὁ πᾶς οὖν λόγος τῷ Ἰδαίῳ νενέμηται περισῴζοντι τὸν Ἕκτορα κινδυνεύοντα. τάχα δὲ καὶ προεπήδησε τοῦ Ταλθυβίου δεδοικὼς περὶ τῷ Ἕκτορι μὴ καὶ εἰς οὐδὲν δέον ἀπολεῖται. ὅθεν καὶ λαλεῖ ὡς προμελετήσας, Ταλθύβιος δὲ οὔ. Ὅρα δὲ καὶ ὡς εἰς ταὐτὸν ἄγει τὸ κήρυκες καὶ τὸ ἄγγελοι. Εἰ δὲ Διὸς ἄγγελοι, Ζεὺς δέ ποτε καὶ ὁ νοῦς, καλῶς ἄρα καὶ πεπνυμένους ἄμφω τούτους λέγει καὶ αὖ πάλιν τὸν Ἰδαῖον πεπνυμένα μήδεα, ἤτοι βουλεύματα, εἰδότα. Ἐν ἑτέροις δὲ καὶ ἐσθλὸν εἶναί φησι τὸ τοὺς ἀγγέλους αἴσιμα εἰδέναι, ὡς μὴ δέον ὂν τοὺς τοιούτους ἀφραίνειν. Ἰστέον δʼ ἐν τούτοις καὶ ὅτι εἰρηνοποιὸν ἐκ παλαιοτέρου τινὸς ἀνδρὸς πρὸς νεωτέρους μονομάχους τὸ “μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθε”. Εἰ δὲ καὶ ἀγαθοί, ἔτι δὲ καὶ γενναῖοι ἐκεῖνοι, ἐπιφωνηθήσεται καὶ τὸ ἑξῆς μικρόν τι παρῳδηθὲν “ἀμφοτέρω δὲ σφῶϊ φιλεῖ θεός, ἄμφω δʼ αἰχμητά, τό γε δὴ καὶ ἴδμεν ἅπαντες”. Ὁ δὲ ὀκνῶν εἰρηνεῦσαι πρὶν ἢ ἐθελήσει ὁ προκατάρξας ἐχθρός, εἴποι ἄν, ὅτι τῷ δεῖνι “ταῦτα κελεύετε μυθήσασθαι, οὗτος γὰρ χάρμῃ προεκαλέσσατο”, καὶ ὅτι “ἀρχέτω, αὐτὰρ ἐγὼ μάλα πείσομαι ᾗ περ ἂν οὗτος”. Ἔνθα καὶ σημείωσαι τὴν ἔλλειψιν καιρίως γενομένην ὑπὸ τοῦ Αἴαντος διὰ τὸ μὴ ἔχειν πολυλογεῖν. Λέγει γὰρ ὅτι ἀρχέτω, εἰρήνης δηλαδή, ὁ Ἕκτωρ, ἐγὼ δὲ πείσομαι, ὅπου ἂν οὗτος δηλονότι ἄρχῃ, καὶ ὡς ἐπείσθην μονομαχῆσαι, οὕτω καὶ μή. Γοργότητος δὲ τὸ “ἀρχέτω” ἀσυνδέτως λεχθέν. Ὅρα δὲ ὅτι τε τὸ “ᾗ περ ἂν οὗτος” δικαιολογικόν τι ἔχει, ὡς δίκαιον ὂν μὴ τὸν Ἰδαῖον παύειν τὴν μάχην εἰρηνικῶς, ἀλλʼ αὐτὸν δὴ τὸν προκαλεσάμενον Ἕκτορα. Καὶ ὅτι τὸ “χάρμῃ προκαλέσσατο πάντας ἀρίστους” μυκτῆρα ὑποκρύπτει σκωπτικόν τινα. δάκνει γάρ πως ὁ Αἴας τὸν Ἕκτορα, τωθάζων, εἰ πάντας τοὺς κρατίστους προκαλεσάμενος εἰς μάχην, εἶτα νῦν οὐδὲ πρὸς ἕνα γοῦν τοῦτον αὐτάρκης ἐστὶν ἀντιμάχεσθαι. Ὅτι οἶδεν ἡ τύχη τὰς τῶν ἀνθρώπων, ὡς καὶ προερρέθη, γνώμας ἑαυτῇ συνεξαλλάττειν ὡς τὰ πολλά. Ἕκτωρ οὖν, ὁ ἐν τοῖς ἑξῆς ὑπὸ εὐτυχίας αἰρόμενος καὶ ἁμαρτοεπῆ καὶ βουγάϊον ἐκεῖ λέγων τὸν Αἴαντα, νῦν θωπεύων αὐτὸν διὰ τὸ ὑπογυίως τῆς αὐτοῦ ἀρετῆς πειραθῆναι πολλά, καθὰ καὶ προεδηλώθη, ἐπιμαρτύρεται αὐτῷ ἀγαθὰ λέγων “Αἶαν, ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε καὶ πινυτήν, περὶ δʼ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι, νῦν μὲν παύσωμεν” καὶ τὰ ἑξῆς. Καὶ σημείωσαι ὅτι οἱονεὶ τρόπαιον ζῶν καὶ λαλοῦν ὁ Ἕκτωρ ἀνίσταται τῷ Αἴαντι. Ὅρα δὲ καὶ νῦν τὸ τοῦ Ἕκτορος μεγαλόφρον. οὐ γὰρ ἑαυτοῦ ἢ τῶν Τρώων φέρτερον τὸν Αἴαντα λέγει, ἀλλὰ τῶν ὁμοφύλων Ἀχαιῶν. Πινυτὴν δὲ νῦν μὲν τὴν σύνεσιν ἔφη. ἐν ἄλλοις δὲ ἐπιθετικῶς τὴν μετέχουσαν πινυτότητος, ἧς ἀρσενικὸν ὁ πινυτός, ὃς καὶ κύριον εὕρηται ὄνομα. Ὅτι καιρικῆς ἀγάπης ἐνταῦθα τὰ τοῦ Ἕκτορος, ἤγουν τὸ “νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος σήμερον· ὕστερον αὖτε μαχησόμεθα, εἰς ὅ κε θεὸς ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην”. Καὶ ὅρα ὡς τὸ νῦν διεσάφησεν ἐπαγαγὼν τὸ σήμερον, ἵνα μὴ ἀμφίβολος ὁ λόγος εἴη, ὡς ἐν τῇ βʹ ῥαψῳδίᾳ. Ἐν δὲ τῷ “δώῃ ἑτέροις νίκην” ἔοικε τὸ τῆς νίκης ὁ ποιητὴς ἑρμηνεύειν ἑτεραλκές. ἀεὶ γὰρ ἑτέρῳ μέρει δίδοται νίκη ἀλκίμῳ φανέντι. Τὸ δὲ διακρῖναι διατμῆξαι προϊὼν ἐρεῖ ὁ ποιητής. Ὅτι ἐστὶ διαφορὰ ἔτου καὶ ἑταίρου, ὡς δηλοῖ καὶ τὸ “σούς τε μάλιστα ἔτας καὶ ἑταίρους”. Ἐθάδες μὲν οὖν καὶ ὁ ἔτης καὶ ὁ ἑταῖρος, ὡς καὶ ἡ ἐτυμολογία δηλοῖ, συνηθέστερος δὲ ὁ ἑταῖρος. Ὅτι δὲ τὸ ἔτης ἡ πλείων χρῆσις ψιλοῖ, ἀλλαχοῦ προρρηθὲν εὑρεθήσεται. Ἰστέον δὲ ὅτι κοινήν τε καὶ ἰδικὴν εὐφροσύνην τὴν ἐπί τινι ἀγαθῷ ἀνδρὶ δηλοῖ τὸ “ὡς σύ τʼ εὐφρήνῃς πάντας Ἀχαιούς, σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν· αὐτὰρ ἐγὼ κατὰ ἄστυ” καὶ ἑξῆς. Ἔστι δὲ καὶ νῦν τὸ ἔασι ταὐτὸν τῷ εἰσί, καθʼ ὁμοιότητα τοῦ τιθέασι τιθεῖσιν. Ὅτι ἑλκεσίπεπλοι Τρῳάδες καὶ ἐνταῦθα ἀντὶ τοῦ μακρόπεπλοι, ὃ δὴ καὶ Ῥωμαίοις ἐπεχωρίασεν, ὡς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν σεσημείωται. Ὅτι θεῖον ἀγῶνα ἐνταῦθά φησιν ὁ ποιητὴς ἢ τὸ ἀγωνίως καὶ προθύμως εὔχεσθαι ἢ τὸν ναὸν αὐτὸν ὡς θεῖον καταγώγιον καὶ ἀθροιστήριον διὰ τὰ ἐν αὐτῷ ἀγάλματα. Ὅτι δὲ πενταχῶς λέγεται ὁ ἀγών, ἀριθμοῦσιν οἱ παλαιοί. Ἐνταῦθα δὲ εἰπὼν ὁ Ἕκτωρ ὅτι αἱ Τρῳάδες εὐχόμεναί μοι θεῖον δύσονται ἀγῶνα, ὑπερεξαίρει ἑαυτὸν τοῦ Αἴαντος, μονονουχὶ λέγων ὅτι σὺ μὲν ἁπλῶς εὐφρανεῖς, ὡς ἐρρέθη, τοὺς Ἀχαιούς, ὑπὲρ ἐμοῦ δὲ καὶ εὔξονται οἱ ἐν τῇ Τροίᾳ ἢ καὶ ὅσα θεῷ τινι εὔξονταί μοι, ὡς ἐκεῖ μὲν μὴ ὄντος ἑτέρου τοιούτου, παρὰ δὲ Ἕλλησι πολλῶν ὄντων ἀντιπάλων τῷ Ἕκτορι κατὰ τὰ πρὸ μικροῦ εἰρημένα. Ἴσως δὲ καὶ ἔκφυγεν ἔπος τοῦτο ἕρκος ὀδόντων τὸν Ἕκτορα καὶ οὐκ οἶδεν ὁμολογῶν εὐκτὸν εἶναι Τρωσὶ περισωθῆναι αὐτόν. Δοκεῖ γὰρ λέγειν ὅτι εὐχόμεναι ὑπὲρ ἐμοῦ εἰσελεύσονται εἰς τοὺς ναούς, ὡς μέγα ὂν καὶ ἐν θεῶν γούνασι κείμενον, εἰ περισωθήσεται. Οὕτω σχηματίζειν οἶδεν ὁ ποιητὴς δεξιῶς. Ὅτι φιλότιμος ὁ Ἕκτωρ κἀνταῦθα, ὃς οὐ μόνον προκατάρχει τοῦ δῶρα δοῦναι, ἀλλὰ καὶ ὁρίζει τί ἂν εἴποιεν οἱ θεαταί. Φησὶ γὰρ “δῶρα δέ γε”, ἢ “δῶρα δʼ ἄγʼ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω, ὄφρα τις ὧδʼ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε”, κατὰ ἠθοποιΐαν τὴν ἐν κοινῷ, “ἦ μὲν ἐμαρνάσθην”, ὅ ἐστιν ἐμάχοντο, “ἔριδος πέρι θυμοβόροιο, ἦδʼ αὖτʼ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε”. Ὅτι δὲ καὶ ἔπαθέ τι γενναῖον ὑπὸ τοῦ Αἴαντος, ἐσίγησεν ἐξ ἀγερωχίας. καὶ αὐτὸς μὲν οὕτω. Οἱ δὲ Τρῶες οἴδασι τὴν τοῦ Αἴαντος ἀρετὴν καὶ ἐχάρησαν, ὡς εἶδον Ἕκτορα “ζῳόν τε καὶ ἀρτεμέα προσιόντα, Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους. καὶ δὴ ἦγον προτὶ ἄστυ ἀελπέοντες”, ἢ ἀέλποντες, τουτέστι δυσελπιστοῦντες, “σόον εἶναι”, καί που, ὡς εἰκός, διὰ τοῦτο εὐχόμενοι καὶ αὐτοὶ τῷ Ἕκτορι διαφυγεῖν μένος καὶ χεῖρας ἀάπτους τὰς τοῦ Αἴαντος. Καὶ οἱ Ἕλληνες δὲ οὐκ ἀπεικότως, καθὰ καὶ ὁ Αἴας, χαίρουσι τῇ νίκῃ, ἣν ὁ ποιητὴς αὐτῷ ἐπιμαρτύρεται ἐν τῷ “Αἴαντα ἑτέρωθεν Ἀχαιοὶ εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ”, χαίροντες, οἷα εἰκός, καὶ αὐτοί. Ἐκ δὲ τοῦ τοιούτου χαίρειν, ὡς καὶ προεδηλώθη, καὶ ἡ χάρμη, κατὰ δέ τινας καὶ ἡ μάχη παρὰ τὸ μὴ ἄχνυσθαι. πάντως γὰρ ἐλπίδι τῆς κατὰ τὴν νίκην χαρᾶς ἡ μάχη συνίσταται. Ὅρα δὲ τὸ “διέτμαγεν ἐν φιλότητι”, ἀντὶ τοῦ φιλίως διεκόπησαν χωρισθέντες ἀλλήλων καί, εἰπεῖν καιρίως, διακριθέντες, ὡς δηλοῖ τὸ “τὼ δὲ διακριθέντε, ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν” καὶ ἑξῆς. Ἄλλως γὰρ τὸ διέτμαγε στασιώδης λέξις ἐστίν. Εἶτα ἐν ὀλίγῳ τὸ αὐτὸ ἑρμηνεύων ὁ ποιητὴς ἐπάγει τὸ ἀρθμήσαντες, ἤτοι φιλιωθέντες, καὶ διὰ τοῦ ἐν φιλότητι διατμαγῆναι εἰς ἀρθμόν, ἤγουν ἁρμονίαν φιλικήν, ἐλθόντες ἀλλήλοις. ὡς γάρ ἐστι συμπλοκὴ μάχιμος, οὕτω καὶ φιλικὴ διάτμηξις. Ἀρτεμέα δὲ λέγει τὸν ὑγιῆ καὶ ἄρτιον, ἐξ οὗ παρῆχθαι δοκεῖ καὶ ἡ Ἄρτεμις, ὡς προείρηται. Ὅρα δὲ ἐν τῷ τόπῳ τούτῳ καὶ τὸ ἄγειν, οἷον “οἳ δʼ ἦγον προτὶ ἄστυ”, οὐ δηλοῦν ἁφήν τινα, ὁποῖόν τί ἐστι τὸ κρατεῖν ἢ βαστάζειν ἢ εἴ τι τοιοῦτον, ἀλλʼ ἁπλῶς ληφθὲν ἀντὶ τοῦ προῆγον ἢ εἶχον συνόντα καὶ ἐφεπόμενον. Ἐκ δὲ τοῦ τοιούτου ἄγειν καὶ ὁ ἀρχηγὸς γίνεται καὶ ὁ στρατηγὸς καὶ τὰ ὅμοια. πολλὴ δὲ τοιαύτη χρῆσις ἐν τῷ Καταλόγῳ τῶν νηῶν. Τοῦ δὲ κεχαρηότα ὁ ἐνεστὼς χαρῶ χαρήσω, οὗ πατὴρ δεύτερος μέλλων ὁ χαρῶ ἐκ τοῦ χαίρω, ἀναδραμὼν εἰς ἐνεστῶτα, ὡς ἐν πολλοῖς γίνεται, ὁποῖόν τι καὶ τὸ δραμῶ δραμήσω, ἐξ οὗ τὸ συνδεδραμηκέναι, καὶ τὸ τυχῶ τυχήσω καὶ ἄλλα ὅμοια. Ἐν δὲ τοῖς ῥηθεῖσι κεῖται καί τι καινότροπον σχῆμα σύνηθες Ὁμήρῳ τὸ “οἳ δὲ διακριθέντες, ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν ἤϊεν, ὃ δʼ ἐς Τρώων ὅμαδον κίεν”. Ἔνθα ταὐτὸν λαὸς παρὰ τὸ λίαν αὔειν καὶ ὅμαδος παρὰ τὴν ὁμοῦ αὐδήν. Σεμνοτέρα δὲ λέξις ὁ λαός ἤπερ ὁ ὅμαδος, διὸ λαὸν μὲν ἔφη ἐπὶ Ἀχαιῶν, ὅμαδον δὲ ἐπὶ τῶν βαρβάρων Τρώων. Ὅτι δώροις ἀλλήλους δεξιοῦνται ὁ Ἕκτωρ τε καὶ ὁ Αἴας μετὰ τὴν μονομαχίαν, οὐκ ἐπὶ ξενίᾳ μέντοι, ὡς ἐπὶ Γλαύκου καὶ Διομήδους ἐγένετο, ἀλλʼ εἰς μνήμην τῆς μονομαχίας καὶ τοῦ ἐπὶ ἴσοις ἀπαλλαγῆναι τοὺς ἥρωας. Ἕκτωρ μὲν οὖν, ὁ καὶ προκαλεσάμενος, ὡς εἴρηται, εἰς δῶρα, ἀφοπλίσας οἷον ἑαυτὸν “δῶκε ξίφος ἀργυρόηλον σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι, Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν”, ὅ ἐστιν ἐρυθροβαφῆ, φοινικῷ ἄνθει φαιδρόν. Ὅτι δέ, τὸ τοῦ Σοφοκλέους εἰπεῖν, δύσδωρα τὰ δῶρα ταῦτα τούτοις ἀπέβησαν ὡς ἐχθροῖς καὶ ψευσαμένοις τὸν Φίλιον, ἡ ἱστορία διδάσκει, ἐπειδὴ καί, κατʼ Εὐριπίδην εἰπεῖν, κακοῦ ἀνδρὸς δῶρʼ ὄνησιν οὐκ ἔχει. Αἴας μὲν γὰρ τῷ τοιούτῳ ξίφει ἑαυτὸν κατειργάσατο, Ἕκτωρ δὲ τῷ δωρηθέντι ζωστῆρι ἅρματος ἐκδεθεὶς ἀπελωβήθη μετὰ θάνατον. Σημείωσαι δὲ ὅτι μέγα δῶρον λαβὼν ὁ Αἴας μικρὸν ἔδωκεν, ὥς που καὶ ἐπὶ Διομήδους καὶ Γλαύκου γέγονε. Ὅρα δὲ καὶ ὅτι ὁ ποιητὴς ἔχων ἐνταῦθα παρηχῆσαι τὸν Τελαμώνιον Αἴαντα τῷ ῥηθέντι ἴσως πρὸς διαστολὴν ἐϋτμήτῳ τελαμῶνι, οὐκ ἠθέλησε κατὰ τοὺς ψυχροὺς ἀχρειῶσαι παιγνίῳ τὸ σπουδαῖον τῆς ποιήσεως. Ὅτι βοῦν ἱέρευσε Διῒ Ἀγαμέμνων “ἄρσενα πενταέτηρον”, “νώτοισι δʼ Αἴαντα διηνεκέεσσι γέραιρε”, διότι, φασίν, οὐκ ἔκλινε νῶτα τῷ πολεμίῳ, ἢ καὶ τοῖς αὐτῷ παρατιθεμένοις ὁ βασιλεὺς δεξιοῦται τὸν νικητήν. ἔοικε γὰρ τοῖς ἐν ὑπεροχῇ τὰ νωτιαῖα κρέα παρατίθεσθαι. Φησὶ γοῦν καὶ Ἡρόδοτος γέρα εἶναι τοῖς βασιλεῦσιν ἐν Σπάρτῃ τῶν θυομένων τὰ δέρματα καὶ τὰ νῶτα λαμβάνειν καὶ πρώτους ἵζειν ἐπὶ τῷ δείπνῳ καὶ διπλάσια νέμειν αὐτοῖς τὰ πάντα. Ὅρα δὲ καὶ νῦν οἷα εὐτελῆ τὰ τῆς ἀνδραγαθίας ἔπαθλα τοῖς ἥρωσιν, ὅπουγε καὶ τοῖς ὕστερον πίτυς ἢ σέλινον ἢ κότινος ἀγώνων μεγάλων ἦσαν ἔπαθλα. Ὅλως δὲ πολλαχοῦ παρά τε ἄλλοις καὶ ἱστορικοῖς καὶ ποιηταῖς κατὰ τὰ δεῖπνα τιμαὶ ἦσαν τοῖς ἀρίστοις, καὶ παρʼ Ὁμήρῳ δέ. καὶ δῆλον ἔκ τε Σαρπηδόνος, ὃς παρὰ Λυκίοις ἕδρῃ καὶ κρέασι τιμᾶται, καὶ ἐκ τοῦ κρέασι τὸν Τυδείδην καὶ πλείοις δεπάεσσι δεξιοῦσθαι, καὶ ἐκ τοῦ τὸν Μενέλαον νῶτα βοὸς χαρίζεσθαί τινι, τὰ ῥά οἱ πάρθεσαν αὐτῷ. Ἐπεχωρίαζε δὲ τοῖς τότε τιμῆς χάριν καὶ ὁ διὰ προπόσεως ἀσπασμός. οὐ μόνον οὖν οἱ τοῦ μύθου θεοὶ χρυσέοις δεπάεσσι δειδέχατʼ ἀλλήλους, ἤγουν ἐδεξιοῦντο προπίνοντες ἑαυτοῖς ταῖς δεξιαῖς, ἀλλὰ καί τις καθʼ ἱστορίαν οὕτω δείδεκτʼ Ἀχιλῆα, ἤγουν ἐδεξιοῦτο, τουτέστι προὔπινεν αὐτῷ, τῇ δεξιᾷ, φασί, διδοὺς τὸ ποτήριον. Ἐνταῦθα δὲ καὶ διασκευὴ στενὴ ἐπελευστικῶς κεῖται συγκατεπειγομένη τῷ καιρῷ, λέγουσα, ὅτι τὸν βοῦν “δέρον ἀμφί θʼ ἕπον”, ἤγουν καὶ ἀμφεῖπον, “καί μιν διέχευαν ἅπαντα, μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα”. Λέγει δὲ διαχέειν μὲν τὸ μελίζειν, μιστύλλειν δέ, ὡς καὶ ἀλλαχοῦ προγέγραπται, τὸ εἰς μικρὰς μερίδας κόπτειν καί, ὡς ἓν ἀνθʼ ἑνὸς εἰπεῖν, σμικρύνειν. Τὸ δὲ ἐπισταμένως καὶ περιφραδέως ταὐτὸ καὶ νῦν δηλοῦσι. Τὸ δὲ “διηνεκέεσσιν” ἢ ἀντὶ τοῦ διόλου, καθʼ ὅλον τὸν τοῦ συμποσίου καιρόν, ἢ ἀντὶ τοῦ ἀκεραίοις ἢ ἐπιμήκεσιν, ᾧ λόγῳ καὶ διηνεκεῖς που λέγονται ἀτραποί. Ὅτι εἰ μὲν τετέλεσται σιωπηρῶς ἡ περὶ τοῦ κοινοταφίου τῶν νεκρῶν ἐνταῦθα γενομένη συμβουλή, οὐκ ἀναγκαῖον ἐξετάζειν. Συμβουλεύει δʼ οὖν ὁ Νέστωρ μάχην ἕωθεν παύσαντας βραχύ τι πρὸ τῶν νηῶν πυρὰν καῦσαι καὶ ἕνα τύμβον χέασθαι εἰς πολυάνδριον τοῖς ἐν πολέμῳ θανοῦσιν Ἕλλησιν, ἵνα, φησίν, ἐν τῷ νόστῳ ἕκαστος τῶν περισεσωσμένων οἴκαδε ἄγῃ τοῖς παισὶ τὰ τῶν προγόνων ὀστᾶ. ἀρίστη δὲ ἡ τοῦ γέροντος συμβουλή. Διὸ καὶ ὁ ποιητὴς ἐπεσημῄνατο, εἰπών, ὅτι τε ὁ Νέστωρ εἶπεν εὖ φρονέων, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή. Καὶ ἐν τῷ τέλει δὲ τῆς συμβουλῆς λέγει “ὣς ἔφατο, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες”, ἐπικρίνων πάνυ ἐπαινετὸν εἶναι τὸ τοῦ γέροντος βούλευμα, καὶ ἑαυτὸν δὲ σεμνύνων ὡς ἐπαινετὰ γράφοντα. Τῷ ὄντι γὰρ χρὴ τοὺς ζῶντας ἐπιμέλεσθαι τῶν τεθνεώτων εἰς προθυμίαν τῶν ἔτι περιόντων, ὃ καὶ εἰώθει γίνεσθαι μάλιστα παρὰ τοῖς παλαιοῖς, ἵνα μὴ ἐθελοκακῶσιν ὡς μετὰ θάνατον ὁσίας μὴ τευξόμενοι. Συμβουλεύει δὲ ὁ Νέστωρ καὶ ἕτερον, εἰκὸς καὶ αὐτὸ γενέσθαι, ἤγουν πύργους δεῖμαι πρὸ τῶν νηῶν καὶ τάφρον ὀρύξαι, ὃ δὴ καὶ γενέσθαι ἡ ἐφεξῆς γραφὴ δηλοῖ. Φράζει δʼ ἐν τούτοις ὁ ποιητὴς οὕτω τὰ τοῦ Νέστορος “Ἀτρείδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν, πολλοὶ γὰρ τεθνᾶσιν Ἀχαιοί, τῶν νῦν αἷμα κελαινὸν ἐΰρροον ἀμφὶ Σκάμανδρον ἐσκέδασʼ ὀξὺς Ἄρης, ψυχαὶ δʼ Ἄϊδόσδε κατῆλθον. τῷ σε χρὴ πόλεμον μὲν ἅμʼ ἠοῖ παῦσαι Ἀχαιῶν, αὐτοὶ δʼ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς βουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακείομεν αὐτοὺς τυτθὸν ἄπο πρὸ νεῶν”, ἢ μᾶλλον τυτθὸν ἀπόπρο νεῶν, “ὥς κεν”, ἤγουν ὡς ἄν, “ὀστέα παισὶν ἕκαστος οἴκαδʼ ἄγῃ, ὅτʼ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν”, ὅπερ ἐστὶ περίφρασις τοῦ νοστήσωμεν, “τύμβον δʼ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες ἄκριτον ἐκ πεδίου”, ἢ μάλιστα ἐν πεδίῳ, “ποτὶ δʼ αὐτὸν δείμομεν ὦκα πύργους ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν”, ἤγουν ἡμῶν, “ἐν δʼ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας, ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη, ἔκτοσθε δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον, ἣ ἂν ἵππους καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα, μή ποτʼ ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων”. Ἀρίστη δὴ καὶ ἡ δευτέρα βουλὴ αὕτη κατὰ τὸν ποιητὴν καὶ οἵα πιθανολογῆσαι, ὅπως ἐκ βαρυτάτου πολέμου τοῦ ἐφεξῆς αἱ Ἀχαϊκαὶ νῆες περιεσώθησαν. Ὅρα δʼ ἐν τῷ “πολλοὶ γὰρ τεθνᾶσιν”, ὅτι ὁ γαρ σύνδεσμος ἐν ἀρχῇ δημηγορίας κεῖται. Αἴτιον δὲ καὶ νῦν τούτου, ὅτι θέλει κατὰ μέθοδον περιβολῆς τὸ δεύτερον θεῖναι πρῶτον, ἤγουν τὴν αἰτίαν πρὸ τοῦ αἰτιατοῦ, ὡς καὶ εἴ τις εἴποι· ἄνθρωπε, καὶ γὰρ ὤχλησάς με, παῦσαι λαλῶν. Ἰστέον δὲ ὅτι, ὥσπερ ἄμεμπτόν ἐστι τὸ ἄρχεσθαι ἀπὸ τοῦ ἐπει συνδέσμου, οὕτως καὶ ἀπὸ τοῦ γαρ. Ἰσοδυναμοῦσι γὰρ ἀλλήλοις οἱ σύνδεσμοι οὗτοι. ταὐτὸν γὰρ εἰπεῖν· ἄνθρωπε, ἐπεὶ ἠδίκησάς με, λυποῦμαι, καί· ἄνθρωπε, καὶ γὰρ ἠδίκησάς με, λυποῦμαι. Οὕτω δὲ ταὐτὸν φάναι· χρή, βασιλεῦ, τύμβον θέσθαι κοινόν, πολλοὶ γὰρ τεθνᾶσιν Ἀχαιοί, καὶ αὖ πάλιν εἰπεῖν· ὦ βασιλεῦ, πολλοὶ γὰρ τεθνᾶσιν Ἀχαιοί, χρὴ τύμβον γενέσθαι κοινόν. Ἔστι δὲ τὸ μὲν πρῶτον κοινότερον, τὸ δὲ δεύτερον ἀσύνηθες τοῖς πολλοῖς. Τὸ δὲ τεθνᾶσι κρᾶσιν ἔπαθεν ὁποίαν καὶ τὸ βεβάασι βεβᾶσι καὶ ἑστάασιν ἑστᾶσιν. Ὅρα δὲ ὅτι πρὸς τὸ κελαινὸν αἷμα, ὃ ἐρεμνὸν ἡ Τραγῳδία φησί, δυνάμενος ὁ ποιητὴς παραθεῖναι μελανδίνην Σκάμανδρον ἢ ἀντιθετικῶς ἀργυροδίνην ἢ λευκὸν ὕδωρ Σκαμάνδρου, ὁ δὲ ὅμως ἠρκέσθη ἁπλούστερον, ἐΰρροον εἰπὼν Σκάμανδρον, ὡς οἷα τοῦ κελαινοῦ αἵματος μὴ εὖ ῥέοντος ἀλλʼ ἐπὶ κακῷ. Τοῦ δὲ ἐσκέδασεν οὐκ ἔστι καιριωτέρα λέξις ἐπὶ τοῦ κατὰ πόλεμον αἵματος ἐν πεδίῳ χεθέντος ὧδε καὶ ἐκεῖ. Ὀξὺς δὲ Ἄρης ὁ ταχὺς πόλεμος καὶ σφοδρός, ἴσως δὲ καὶ ὁ τὸ αἷμα ἐκχέας σίδηρος οὕτως ἐκλήθη. Τὸ δὲ Ἄϊδόσδε ὅτι ταὐτόν ἐστι τῷ εἰς Ἅιδου καὶ ὅτι Ἀττικῶς ἐλλέλειπται, καθὰ καὶ τὸ ἐς μυσταγωγοῦ, δῆλόν ἐστιν. Ὡς δὲ καὶ οὐ μόνον ἀντὶ προθέσεως κἀνταῦθα κεῖται ὁ δε, ἀλλὰ καὶ ὡς οἷά τις ἐπέκτασις, προδεδήλωται. Τὸ δὲ “αὐτοὶ ἀγρόμενοι” αὐτοδιακονεῖν ἐν καιρῷ καὶ τοὺς ἀρίστους βούλεται. Καὶ δηλοῦται τοῦτο ἔκ τε ἄλλων μυρίων τῶν κατὰ τοὺς ἥρωας, καὶ οἷς δὲ Πάτροκλος καὶ Ἀχιλλεὺς ἐν ταῖς Λιταῖς αὐτοὶ τὰ τῆς δεξιώσεως τῶν φίλων πρέσβεων εὐτρεπίζουσι, καὶ οἷς Μενελάου, φασί, τελοῦντος γάμους ὁ νυμφίος οἰνοχοεῖ. καὶ Ὀδυσσεὺς δέ που δαιτρεῦσαι καὶ πῦρ εὐνῆσαι καὶ ξύλα κεάσαι δεξιὸς εἶναι λέγει. Τὸ πᾶν δὲ κατὰ τοὺς παλαιοὺς εἰπεῖν, ἐπετήδευον οἱ ἥρωες τὴν αὐτοδιακονίαν καὶ ἐκαλλωπίζοντο τῇ ἐν τοῖς τοιούτοις εὐστροφίᾳ. Καὶ ἔστιν εἰπεῖν, ὡς ἐφιλοτιμοῦντο οὕτω αὐτάρκεις εἶναι δοκεῖν καὶ τέλειοι καὶ ἀνενδεεῖς, οἷα μὴ ἐθέλοντες ὄφλειν χάριτας, εἰ τῶν ἔργων συνεφάπτονται αὐτοῖς ἐπὶ οὕτω μικροῖς καὶ οὐ πολλοῦ λόγου ἀξίοις, καὶ ἅμα πραγματευόμεναι τὸ πολιτικώτερον. Τὸ δὲ “κυκλήσομεν νεκρούς”, ἀντὶ τοῦ τροχοῖς ἀγάγωμεν ἢ μάλιστα ἐφʼ ἁμαξῶν κομίσομεν, ὡς ἀπὸ μέρους. τὰ γὰρ κύκλα, ἤγουν οἱ τροχοί, μέρος ἁμάξης. προϊὼν οὖν ἐρεῖ “ἁμαξάων ἐπάειραν”. Ἰστέον δὲ ὡς οὐκ ἦν ἂν ἀπᾷδον καὶ κυκλώσομεν εἰπεῖν κοινότερον, εἴγε παρʼ Εὐριπίδῃ “κύκλωμα Ἰξίονος” φέρεται, ῥηθὲν ἐπὶ τροχοῦ κινήσεως κατὰ τὸν ἐπὶ τῷ Ἰξίονι τοῦ μύθου λῆρον. Ὁμήρῳ μέντοι εὐηρέστηται κυκλήσομεν εἰπεῖν, ἐξ οὗ παρὰ τοῖς ὕστερον παρεισκυκλεῖν λόγους τὸ ὡς ἐκ περιόδου τινὸς κυκλικῶς παρεισάγειν καὶ στρογγύλλειν τὸ φραζόμενον. ἔτι δὲ καὶ ἄλλως, τὸ πολλάκις περὶ τὸ αὐτὸ στρέφεσθαι καὶ οἷον τροχοειδῶς εἰλεῖσθαι. Διασάφησις δὲ ὑποδυσκόλου ῥήματος τοῦ κυκλήσομεν τὸ “βουσὶ καὶ ἡμιόνοισιν”, ὧν μὴ προστεθέντων πάνυ ἀσαφὴς ἦν ὁ καθʼ Ὅμηρον νοῦς τῆς τοιαύτης λέξεως. Ὅρα δὲ καὶ ὅτι οὐ μόνον βόες ἀλλὰ καὶ ἡμίονοι ὑπὸ ζυγὸν ἤγοντο, καθά που καὶ ἵπποι. διὸ καὶ ὑποζύγια λέγονται. Ἐν δὲ τῷ “κατακείομεν” φαίνεται καὶ διὰ τοῦ ε ψιλοῦ εἶναι τὸ καίω, τὸ ἐπὶ τοῦ πυρός, παρὰ τοῖς παλαιοῖς, ὡς καὶ ἐν Ὀδυσσείᾳ εἴρηται, ἐξ οὗ καὶ ἐνταῦθα τὸ “κατακείομεν αὐτούς”, καὶ μετʼ ὀλίγα “νεκροὺς κείομεν”. Ἐκ τούτου δὲ καὶ τὸ θυοσκόος ἐν Ὀδυσσείᾳ. Καὶ ἔοικεν οὕτω πως ἔχειν τοῦ ῥήματος ἡ διάθεσις, κέω κῶ τὸ πρωτότυπον, ἐξ οὗ παράγωγον τὸ ἕτερον καίω, τὸ ἀσυναίρετον, τὸ διὰ τῆς αι διφθόγγου, ὡς κλῶ κλαίω, λῶ λαίω, ἐξ οὗ τὸ λιλαίω, καὶ τὰ τοιαῦτα. Εἰ δέ τις τὸ κείομεν ἐθέλει γράφειν διὰ τοῦ η καὶ μεγάλου ω, ὡς ἀπὸ τοῦ κῆαι, τὸ καῦσαι, τῷ λόγῳ τῶν αὐθυποτάκτων, οὐ σφάλλεται μὲν ὀρθότητος, ἀπορραπίζει δὲ τὰ πλείω τῶν παλαιῶν ἀντιγράφων, ἐν οἷς διὰ διφθόγγου καὶ ο μικροῦ ἐμφέρεται ἡ γραφὴ τοῦ κείομεν. Τὸ δὲ “ἄγειν” οὐ μόνον ἐνταῦθα ἐπὶ ἀψύχων κεῖται ἐν τῷ “ὀστέα οἴκαδε ἄγῃ”, ἀλλὰ καὶ μετʼ ὀλίγα ἐν τῷ “νέκυάς τε ἄγειν”, καὶ “κτήματα ὅσα ἠγόμην”. οὕτω δὲ καὶ ἄγειν μέθυ χίλια μέτρα. Τὸ δὲ “νεώμεθα” δῆλον ὡς θέμα ἐστὶ τοῦ νόστου. ἐκ τοῦ νέεσθαι γὰρ νότος, καὶ πρὸς διαστολὴν τοῦ ἀνέμου νόστος. Τὸ δὲ “πατρίδα γαῖαν” ἐντελῶς καὶ νῦν πέφρασται. πατρίδα δὲ μόνον εἰπεῖν ἐλλιπῶς ἔχει. Τὸ δὲ “χεύομεν τύμβον”, ταὐτὸν τῷ διὰ χυτῆς γῆς ἀναχωματίσομεν. οἱ δὲ παλαιοὶ χώσομεν αὐτὸ ἑρμηνεύουσι. Τὸ “ἐξαγαγόντες” ἀντὶ τοῦ ἐξελθόντες, ἐκπορευθέντες, οὗ τὸ ἀνάπαλιν ἐν τῷ “Λαοδίκην εἰσάγουσα”, ἤγουν εἰσπορευομένη, εἰσιοῦσα. Ἄκριτον δὲ τύμβον λέγει τὸν μὴ διακεκριμένον εἰς ἕνα τινὰ νεκρόν, ἀλλὰ δηλονότι κοινὸν ὄντα πολλῶν, ὁποῖα τὰ κυρίως πολυάνδρια. Τὸ δὲ “ἐκ πεδίου” ἀντὶ τοῦ ἔξω που τῆς πεδιάδος, πλὴν οὐ πάνυ μακράν. Τὸ γοῦν τεῖχος προτὶ αὐτόν, ἤγουν περὶ αὐτόν, τὸν τύμβον ἔδειμαν καὶ ἐγγὺς αὐτοῦ. Ἔνθα ἰστέον ὅτι ποιητικαὶ προθέσεις ἰσοδύναμοι οὖσαι ἡ προτι καὶ ἡ ποτι ἐκθλίβουσι ποτε καὶ ἀμφότεραι τὸ ἐπεκτατικὸν ἰῶτα, ἡ μὲν ποτί ἐν τῷ πόταγε, ἤγουν πρόσαγε, καὶ ἐν τῷ ποταίνιον, περὶ οὗ ἀλλαχοῦ κεῖται, καὶ ἐν τῷ πότωπον Δωρικῶς, ἤγουν πρόσωπον, ἡ δὲ προτί ἐν τῷ προταινί. Τὸ δὲ “δείμομεν” αὐθυπότακτον μέν ἐστι παρὰ τοῖς ὕστερον χρόνου ἀορίστου πρώτου ἐνεργητικοῦ, Ὅμηρος δὲ αὐτῷ ἀντὶ ἁπλῶς θεματικοῦ ἐνεστῶτος χρᾶται καὶ συστέλλει ἐνταύθα μετρήσας δακτυλικῶς. Τὸ δὲ “ὦκα” προαναφώνησίς ἐστι τοῦ ταχὺ δομηθήσεσθαι ἐν τοῖς μετὰ ταῦτα τὸ πλαστὸν τεῖχος. Τὸ δὲ “πύργους ὑψηλούς” ἐκ μέρους δηλοῦν τὸν ὅλον τειχισμὸν παρατετηρημένως κεῖται, ὡς μὴ καὶ τοῦ τείχους διόλου ὑψηλοῦ ὄντος, καθὰ ἐν τοῖς ἑξῆς φανήσεται. Εἶλαρ δὲ παρὰ τὸ εἰλεῖν καὶ ἔσω συγκλείειν ἀσφάλεια, φυλακή, φραγμός. οὕτω καὶ κύματος εἶλαρ τὸ περὶ τοὺς τοίχους τῆς νεὼς ἄνω πλέγμα. Τὸ δὲ πολλὰς ἱππηλάτους πύλας τῷ Ἑλληνικῷ γενέσθαι τείχει ἀντιλέγεται. Ἀρίσταρχος γὰρ οὐ συγκατατίθεται, ὡς καὶ αὐτό που ἐν τοῖς ἑξῆς δηλωθήσεται. Τὸ δὲ “εὖ ἀραρυίας” ταὐτὸν τῷ πυκινάς, ὃ ἐν ἄλλοις κεῖται. Τὸ δὲ “ἱππηλασίη ὁδός” ἐντελῶς ἐφράσθη, ἄλλως δὲ ἱππηλασία παρὰ τοῖς ὕστερον ἀπολύτως τὸ ἐλάσαι ἵππους. Τὸ δὲ “βαθεῖαν” ἀρετὴ τάφρου, καθὰ καὶ τὸ εὐρεῖαν, ὡς μετʼ ὀλίγα ἐρεῖ ὁ ποιητής. Ὡς δὲ καὶ μακρὰ ἡ τάφρος ἦν, δῆλον ἐκ τοῦ συνδιήκειν τοσαύταις ναυσὶν εἰς ἀσφάλειαν. διὸ πληθύνει αὐτὴν τῇ φράσει ὁ Σοφοκλῆς “τάφρους” εἰπών, ὥσπερ καὶ τὸ τεῖχος ἕρκη πληθυντικῶς νηῶν, αἳ ὅτι διαφέρουσι τῶν ὕστερον κοινότερον λεγομένων πλοίων, δηλοῖ ὁ γράψας οὕτω· Δίδυμος ἐν Ἱστορικῷ φησιν, ὡς διαφέρουσι νῆες πλοίων, ὅτι αἱ μέν εἰσι στρογγύλαι, αἱ δὲ στρατιώτιδες. Ἀριστοτέλης δέ, φασίν, ἱστορεῖ ἐν Δικαιώμασι πόλεων οὕτως· ὑπὸ δὲ τὸν αὐτὸν χρόνον Ἀλέξανδρος ὁ Μολοττὸς αὐτὸν μεταπεμψαμένων Ταραντίνων ἐπὶ τὸν πρὸς βαρβάρους πόλεμον ἐξέπλευσε ναυσὶ μὲν πεντεκαίδεκα, πλοίοις δὲ συχνοῖς ἱππαγωγοῖς καὶ στρατιωτικοῖς. Τὸ δὲ “ἐγγύθι” ἀκριβῶς ἔχει. οὐ μακρὰν γὰρ τοῦ τείχους εἶναι χρὴ τὴν τάφρον, ὡς δεδοκίμασται. Τὸ δὲ “ἀμφὶς ἐοῦσα” ἀντὶ τοῦ κύκλῳ εἴτʼ οὖν πέριξ. Ταὐτὸν γὰρ ἡ ἀμφι καὶ ἡ περι, ἀφʼ ἧς τὸ πέριξ γίνεται, ἢ μᾶλλον ἀντὶ τοῦ ἀμφὶ τὸ τεῖχος οὖσα, ἵνα ᾖ ἀντὶ προθέσεως ἐπίρρημα τὸ γενόμενον ἐξ αὐτῆς. Τὸ δὲ “ἐπιβρίσει πόλεμος Τρώων” ζαχρῃεῖς ἐν πολέμῳ καὶ τοὺς Τρῶας εἶναι βούλεται. τοιοῦτον γάρ τι ποιητικῶς οἱ ζαχρηεῖς, δηλοῦντες τοὺς ἄγαν βαρεῖς, ὅ ἐστιν ἐπιθετικῶς βρίθοντας. Τὸ δὲ “ἐπῄνησαν” ἀσυνηθέστερον μὲν τοῦ ἐπῄνεσαν, πολλαχοῦ δὲ ὅμως ἐν χρήσει κείμενον, ὡς καὶ παρʼ Ἡσιόδῳ. Ὅτι, ὥσπερ ἀλλαχοῦ ἔφη “τετρήχει δʼ ἀγορή”, οὕτω καὶ ἐνταῦθα λέγει, ὅτι ἀγορὰ ἐγένετο Ἰλίου ἐν πόλει ἄκρῃ, τουτέστιν ἀκροπόλει, ὡς πολλαχοῦ κεῖται, “δεινὴ τετρηχυῖα”, ὅ ἐστι ταραχώδης. τοιαύτη γὰρ ἡ δημοτικὴ ἄθροισις. Ἐγένετο δέ, φησίν, ἡ τοιαύτη ἀγορὰ παρὰ Πριάμοιο θύρῃσιν, οὐ μὴν ἔξω παρὰ τῇ σκηνῇ τοῦ Ἕκτορος. οὐ γὰρ ἦν εἰκὸς αὐτὸν βουλεύσασθαι τὰ ῥηθησόμενα, δημογέροντας δέ τινας πεπνυμένους κατὰ τὸν Νέστορα. Δεινὴ δὲ ἡ προκειμένη Τρωϊκὴ ἀγορὰ οὐκ ἐν τῷ καθόλου, ἀλλʼ ὅτι νῦν δέδοικε περὶ τῷ μέλλοντι ἕκαστος τῶν περὶ τὴν ἀγορὰν ἠθροισμένων, καθὰ καὶ ὁ Ἀντήνωρ, ὡς εὐθὺς φανεῖται. Ὅτι ὁ τῶν Ἑλλήνων πρόξενος Ἀντήνωρ, ὁ Τρωϊκός, μαθών, ὡς εἰκός, καὶ αὐτὸς τὴν κατὰ τοῦ Ἕκτορος ἀριστείαν τοῦ Αἴαντος κἀντεῦθεν περὶ τῷ παντὶ δεδιώς, συμβουλεύει δικαιότατα τοῖς πολίταις οὕτω “δεῦτʼ ἄγετʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ δῴομεν Ἀτρείδῃσιν ἄγειν. νῦν δʼ ὅρκια πιστὰ ψευσάμενοι”, ἤγουν ἐπιορκήσαντες, “μαχόμεσθα. τῷ”, ἤγουν διό, “οὔ νύ τι κέρδιον ἡμῖν”, ἢ ἧμιν, “ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξωμεν ὧδε”, ἀντὶ τοῦ ἐὰν μὴ ῥέξομεν οὕτω. Σύνδεσμος γὰρ ἀντὶ συνδέσμου εἴληπται, ὥς που καὶ προδεδήλωται. καὶ οὕτω μὲν ὁ Ἀντήνωρ εἰπὼν ἕζετο Ἀλέξανδρος δέ—βαρὺ γὰρ τοῖς ἀδικοῦσιν ὁ ἔλεγχος—οὕτως ἄδικος φαίνεται, ὥστε καὶ τὸν Ἀντήνορα, εἰ ταῦτα σπουδάζων λέγει, ἐκπεσεῖν φησι τῶν φρενῶν καὶ τὴν μὲν γυναῖκά φησιν οὐκ ἀποδώσειν, κτήματα δὲ δοῦναι κατὰ τὸν λόγον τοῦ Ἀντήνορος, ἵνα δόξῃ πεισθῆναι αὐτῷ. Ἀναστὰς γάρ φησιν οὕτω “Ἀντῆνορ, σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις. οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι. εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις, ἐξ ἄρα δή τοι ἔπειτα θεὸς φρένας ὤλεσεν αὐτός. αὐτὰρ ἐγὼ Τρώεσσιν ἀγορεύσω. ἀντικρὺ δʼ ἀπόφημι, γυναῖκα μὲν οὐκ ἀποδώσω, κτήματα δʼ ὅσσʼ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ, πάντʼ ἐθέλω δόμεναι, καὶ ἔτι οἴκοθεν ἄλλʼ ἐπιθεῖναι”, ὅ ἐστι προσεπιβαλεῖν, ἐπέκεινα δοῦναι. Ἰστέον δὲ ὅτι Ἀργεία μὲν καὶ νῦν Ἑλένη ἡ Πελοποννησία, ἡ ἐξ Ἄργους δηλαδή, ὅθεν τὰ ῥηθέντα κτήματα ἤγετο ὁ Ἀλέξανδρος. Τὸ δὲ “σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτα” καὶ ἑξῆς ἕως τοῦ “θεὸς φρένας ὤλεσεν αὐτός” πᾶς ἐρεῖ ἂν ὁ μὴ ἀρεσκόμενος ἐφʼ οἷς λέγει καταδεέστερός τις αὐτοῦ. Σημείωσαι δὲ ὅτι τε ἐν τῷ “γυναῖκα μὲν οὐκ ἀποδώσω” τολμᾷ οἱονεὶ λέγειν ὁ ἄδικος, ὅτι καὶ ἐγὼ ὡς γυναικὸς τῆς Ἑλένης ἀντέχομαι, καθὰ καὶ ὁ Μενέλαος, ὃ καὶ ὁ ποιητὴς ἐν τούτοις ὑπαινίττεται, εἰπὼν πρὸ βραχέων τὸ “ἀνέστη δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο”. Καὶ ὅτι βούλεται ὁ Πάρις καὶ τὸν δίκαιον καὶ συνετὸν Ἀντήνορα συναινέσαι αὐτῷ καὶ συνδιαστρέψαι τὸν τῆς δίκης κανόνα καὶ τοιοῦτόν τι καὶ αὐτὸν συνδικαιολογήσασθαι. διὸ ταῦτα μὲν οὐ φίλα κρίνει, ἐθέλει δὲ ἄλλο τι νοηθῆναι τῷ Ἀντήνορι ἄμεινον ὡς οἷα ποριμωτάτῳ ῥήτορι. καὶ μὴν οὐδὲν δικαιότερον τοῦ δεῖν τὸ ἀλλότριον ἀναδοῦναι. Ὅρα δὲ καὶ ὅτι οὐ ψέγει τὸν τοῦ Ἀντήνορος λόγον ὁ φαυλότατος, ἀλλὰ καλὸν μὲν εἶναι νοεῖ διὰ τὸ κοινῇ συμφέρον, ἐθέλει δὲ τὸν Ἀντήνορα νοῆσαι ἄμεινον ἄλλο νόημα τῇ αὐτοῦ κακίᾳ σύμφωνον. Ἔτι σημείωσαι καὶ ὡς τοῖς οἰκείοις λόγοις περιπετὴς ὁ Πάρις γίνεται. ὁ γὰρ ἐν τοῖς πρὸ τούτων ἐθέλων ἀποδοῦναι γυναῖκα καὶ κτήματα πάντα νῦν φησιν, ὅτι γυναῖκα μὲν οὐκ ἀποδώσω, κτήματα δὲ πάντα καὶ οἴκοθεν δὲ ἄλλα ἐπιθήσω, ἀντισηκῶν οἷον τῇ Ἑλένῃ τὰ οἴκοθεν κτήματα. Τάχα δὲ καὶ αὐτὸς προσπαίζων ὡς φιλοκτεάνῳ τῷ βασιλεῖ, ὃς φθάσας Ἑλένην ἐζήτησε καὶ κτήματα πάντα καὶ ποινήν. Ὅτι δὲ οὐ δίκαια λαλεῖ ὁ Ἀλέξανδρος, ἐπικρινεῖ μετʼ ὀλίγα σεμνῶς αὐτὸς ὁ Πρίαμος, φιλόπαις μὲν ὤν, ἀλλʼ ὡς μετʼ ὀλίγα κεῖται, καὶ θεόφιν μήστωρ ἀτάλαντος καὶ εὖ φρονέων καὶ δίκαιος. Τὰ μὲν γὰρ τοῦ Ἀλεξάνδρου ταῦτα μῦθον ἁπλῶς ἐρεῖ μηνυθησόμενον Ἕλλησι, τὸ δὲ παῦσαι τὸν πόλεμον καὶ θάψαι τοὺς νεκροὺς πυκινὸν ἔπος ὀνομάσει, ὡς τοῦ λόγου τοῦ Ἀλεξάνδρου μὴ πυκινοῦ ὄντος. Πῶς γὰρ ἂν εἴη πυκινὸν τὸ φάναι, ὡς οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις, εἰ καὶ τοῖς ἄλλοις δηλαδὴ φίλα δημηγορεῖς. Τὸ γὰρ “ἐμοί” διαστέλλει τὸν ἕνα Πάριν τοῦ τε βασιλέως Πριάμου καὶ τῶν λοιπῶν ὅλων Ἰλιέων, ὡς εἴπερ αὐτὸς ἦν τὸ πᾶν ἐν τῇ Τροίᾳ. “Ὅρκια δὲ πιστά” τὰ πιστοποιά. ὅθεν καὶ πιστωθῆναι ὅρκῳ τὸ πίστιν δοῦναι διʼ ὅρκου. Τὸ δὲ “ἵνα μὴ ῥέξομεν ὧδε” ἠθέλησάν τινες εἰπεῖν ἀντὶ τοῦ “ὅπου μὴ ποιήσομεν οὕτω”. οὐκ εὖ δέ. στέργεται γὰρ μᾶλλον ἡ προρρηθεῖσα ἐξήγησις. Δῖον δὲ τὸν Ἀλέξανδρον ἀνεμεσήτως καλεῖ ὁ ποιητής, μηδʼ ἐνταῦθα ἐθελήσας κακολογῆσαι τὸν ἄδικον. Τὸ δὲ “ἀπὸ σπουδῆς” ἀντὶ τοῦ σπουδαίως καὶ οὐχʼ ὡς ἐπὶ πείρᾳ τινί, ὡς εἰ καὶ εἶπεν, ὅτι ἀπόλωλέ σοι τὸ φρονεῖν, εἰ ταῦτα μὴ παίζων ἀλλὰ σπουδάζων λέγεις. Ἐν τούτοις δὲ σημείωσαι ὡς τὸ τῆς ἀποφάσεως φιλόσοφον ὄνομα ἐξ Ὁμήρου εἴληπται εἰπόντος “ἀντικρὺ δʼ ἀπόφημι, γυναῖκα μὲν οὐκ ἀποδώσω”. τὸ γὰρ γυναῖκα οὐκ ἀποδώσω ἀπόφασίς ἐστιν, ὥσπερ κατάφασις τὸ ἀποδώσω γυναῖκα. ἀπὸ γοῦν τοῦ Ὁμηρικοῦ ἀπόφημι παρῆκται καὶ τὸ ἀποφάσκειν καὶ ἡ ἀπόφασις. Τὸ δὲ “ἀντικρύ” τὸ φανερῶς δηλοῖ καί, ὡς ἄν τις ἐρεῖ, ἐξ ἐναντίας καὶ κατὰ ἀντίκρουσιν. τὸ μέντοι ἄντικρυς τῶν μεθʼ Ὅμηρόν ἐστι καὶ ἑτεροίαν σημασίαν ἔχει. Κτήματα δὲ οἱ μὲν μεθʼ Ὅμηρον ἰδίως ἐπὶ ἀγρῶν καὶ οἴκων φασίν, Ὅμηρος δὲ ἐπὶ πάντων ἁπλῶς τῶν ὑπαρχόντων, ὡς καὶ ἐνταῦθα φαίνεται, καὶ ἐν τῷ “ὑμὰ κτήματʼ ἔδοντες” καὶ ἐν τῷ “ἐπὶ κτεάτεσσιν ἀνάσσω”. Ὅρα δʼ ἐν τοῖς ῥηθεῖσι καὶ ὅτι ταὐτόν ποτε τὸ ἀποδώσειν μετὰ προθέσεως καὶ δοῦναι χωρὶς προθέσεως. Ὅτι στρατηγικὸν παράγγελμα νύκτερον εἰς ὠφέλειαν στρατοῦ τὸ “νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατόν, ὡς τὸ πάρος περ, καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος”. Πρίαμος δὲ τοῦτό φησι μετὰ τοὺς λόγους τοῦ Πάριδος. Γίνεται δὲ τὸ “ἐγρήγορθε” ἐκ τοῦ ἐγρηγόρετε προστακτικοῦ κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ ψιλοῦ εἰς δασύ. Ὅτι ἀρχέκακον ἐμφαίνων δεῖν εἶναι λέγεσθαι καὶ τὸν Πάριν ὁ ποιητής φησι διὰ τοῦ Πριάμου “εἰπὲ μὲν Ἀτρείδῃσι μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν.” Ὁ γὰρ τοιοῦτον ἐγείρας νεῖκος πάντως ἀρχέκακός ἐστι μᾶλλον ἤπερ αἱ προρρηθεῖσαι νῆες αὐτοῦ. Ἐνταῦθα δὲ ὑπολαλεῖ ὁ γέρων καὶ ὅτι ὁ τὸ νεῖκος ἐγείρας Πάρις καὶ εἰσέτι παρατενεῖ αὐτὸ διὰ τῆς δημηγορίας, ἣν ἀφρόνως ἄρτι ἐλάλησεν. Ὅρα δὲ ἢ τὴν φιλοτεκνίαν τοῦ Πριάμου ἢ τὴν τοῦ μοιριδίου ἀνάγκην, εἰ δυνάμενος ὁ Πρίαμος ἐπικρῖναι, ὡς εὖ ὁ Ἀντήνωρ λέγει, καὶ ἐκθεραπεῦσαι τὸ κοινὸν κακόν, ὁ δὲ ἁπαλῶς προσφέρεται τοῖς φαύλοις τοῦ υἱοῦ λόγοις καὶ ἀρκεῖται εἰπών, ὡς ὁ Ἰδαῖος κῆρυξ εἰπάτω τοῖς Ἀτρείδαις τὸν τοῦ Ἀλεξάνδρου ἄδικον λόγον, εἴ πως δῆθεν ἐκεῖνοι ἀρεσθεῖεν αὐτῷ. Ὅρα δʼ ἐνταῦθα καὶ ὅτι Ἀτρείδαις εἰπὼν ὁ Πρίαμος ἐπάγει ἐν ἁπλότητι ἀφελῶς τὸ “Ἀγαμέμνονι καὶ Μενελάῳ”, ὡς εἴπερ οὐκ αὐτόθεν ἐγνωρίζοντο διὰ τοῦ ὀνομασθῆναι Ἀτρεῖδαι. Ὅτι δηλοῖ καὶ ἐνταῦθα Ὅμηρος οὐκ ἀδύνατον εἶναι τὸ αὐτὸ νόημα τὸν αὐτὸν καιρὸν εἰς διαφόρους ἐλθεῖν. ἐν μιᾷ γοῦν ἡμέρᾳ πρὸς ἑσπέραν καὶ ὁ Νέστωρ τοῖς Ἀχαιοῖς καὶ ὁ Πρίαμος δὲ μετʼ αὐτὸν τοῖς Τρωσὶ τὰ περὶ ταφῆς νεκρῶν συνεβούλευσαν. Δεινότης δὲ καὶ τοῦτο ποιητική, ἵνα μὴ φθάσωσιν οἱ Ἕλληνες διαπρεσβεύσασθαι περὶ τῶν οἰκείων νεκρῶν, ἀλλὰ διαπρεσβευσαμένων τῶν ἐκ Τροίας ὑπακούσωσιν εὐκλεῶς, εἰς ὃ δὴ πρὸς θελήσεως ἦν αὐτοῖς. Κεῖται δʼ ἐν τούτοις καὶ ἐπίθετον σύνηθες πολέμου τὸ “δυσηχής” ἐν τῷ “αἴ κʼ ἐθέλωσι παύσασθαι πολέμοιο δυσηχέος”. ᾯπερ ὅμοιον καὶ τὸ πολυηχής πολυηχέος. Ἦν δὲ οὐκ ἔξω ἀναλογίας οὐδὲ τὸ δύσηχος δυσήχου κατὰ τὸ εὔηχος, ἵνα ἦν ὥσπερ ἀτερπής καὶ ἄτερπος, ἅπερ ἄμφω οἶδεν Ὅμηρος, οὕτω καὶ δυσηχής καὶ δύσηχος. Δῆλον δὲ ὡς ἡ τοιαύτη Τρωϊκὴ πρεσβεία οὐ λύει τὴν μάχην εἰς τὸ πᾶν. Φησὶ γοῦν ὁ ταύτην ὁρίσας Πρίαμος “ὕστερον αὖτε μαχεσσόμεθα, εἰς ὅ κε δαίμων”, ἤγουν τύχη ἢ μοῖρα, “ἄμμε”, Ἀχαιοὺς δηλαδὴ καὶ Τρῶας, “διακρίνῃ, δῴη δʼ ἑτέροισί γε νίκην”, ὃ καὶ πρὸ βραχέων πέφρασται. Καὶ ὅρα τὸ διακρίνειν. Οἱ μὲν γὰρ πολεμοῦντες κρίνονται Ἄρηϊ, ἤγουν συγχέονται, συγκέκρανται ἀναμεμιγμένοι, οἱ δὲ παυσάμενοι μάχης διακέκρινται χωρὶς ἀλλήλων γενόμενοι. Τὸ δὲ εἰσόκε πολλαχοῦ κεῖται ἀντὶ τοῦ ἕως οὗ, τουτέστιν εἰς ὅ, χρονικὸν διάστημα. Ὅτι τέλη τὰ στρατιωτικὰ λέγει τάγματα, ὡς καὶ ἀλλαχοῦ κεῖται. Φησὶ γὰρ “δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν”, ὅπερ ἐχόμενον τοῦ “δόρπον ἕλεσθε κατὰ στρατόν, ὡς τὸ πάρος περ”, ἔχει τι καὶ διασαφητικὸν ἐκείνου. Τὸ γὰρ “ἐν τελέεσσιν” ἑρμηνευτικόν ἐστι τοῦ πάρος καὶ τοῦ κατὰ στρατόν. οὐ γὰρ μονὰξ ἐδόρπουν, ἀλλὰ στρατευτικῶς κατὰ ἴλας καὶ τάγματα, ὡς καὶ νῦν δηλαδὴ ποιήσουσιν. Ὅτι δὲ καὶ τὸ πέρας παντὸς πράγματος τέλος λέγεται καὶ ἡ ὑπεροχικὴ ἀξία ὡς τὸ “τοῖς ἐν τέλει βεβῶσι πείσομαι”, καὶ τὸ “χρὴ κλύειν τῶν ἐν τέλει”, καὶ ὡς θεία λέξις ἐστί ποτε, καθὰ καὶ ἡ μυστηριώδης τελετή, οὐκ ἄδηλόν ἐστι. Σοφοκλῆς δὲ καὶ τὰς στρατιωτικὰς παντευχίας ἐν Ἀντιγόνῃ “πάγχαλκα τέλη” λέγει διὰ τὸ τελεωτέρους ἴσως ποιεῖν τοὺς ἔχοντας αὐτήν, εἰ μή τι ἄρα καὶ ἐκεῖ οὕτως ἐκάλεσε τὰ ὁπλιτικὰ τάγματα. Ὅτι τὸ “μετεφώνεεν ἠπύτα κῆρυξ”, ὅ ἐστι φωνητικός, τρόπος ἐστὶν ἐτυμολογικός. Κῆρυξ τε γὰρ ἀπὸ τοῦ γαρύειν λέγεται, ὅ ἐστι φωνεῖν, καὶ ἠπύτης ἀπὸ τοῦ ἠπύειν. καὶ τὸ μετεφώνεε δὲ τούτοις ἐστὶ σύστοιχον. Ἐπὶ λογικῶν δὲ μόνων τὸ ἠπύειν, ὡς καὶ τὸ αὐδᾶν καὶ ἐννέπειν, ὅ ἐστι λέγειν, ἐξ οὗ τὸ ἠπύειν καὶ Δωρικῶς ἀπύειν. Ἐκ δὲ τοῦ ἠπύειν καὶ ὁ βριήπυος Ἄρης καὶ ὄρος Θρᾳκικόν, Ἤπυτον, ἔνθα, φασί, Πρωτεὺς ἀναβὰς φονευθέντων τῶν παίδων ἤπυε θεοῖς ἀποκαταστῆναι εἰς Αἴγυπτον. Καθὰ δὲ ἱππότης ἱππότα, ἱππηλάτης ἱππηλάτα, οὕτω καὶ ἠπύτης ἠπύτα, πρὸς χρησιμότητα μέτρου δακτυλικοῦ ἐξαλλαχθέντος ἐν τούτοις τοῦ τελευταίου ἀχρήστου τοῖς ἡρωΐζουσιν ἀμφιμάκρου εἰς δάκτυλον. Ὅτι ἀγγέλου συνετοῦ προοίμιον τό· ἠνώγει ὁ δεῖνα “εἰπεῖν, αἴ κέ περ”, ἤγουν εἴπερ, “ὔμμι φίλον καὶ ἡδὺ γένοιτο, μῦθον” τοῦ δεῖνος, τοῦ εἵνεκα τόδε γέγονε. Καὶ ὅρα τὸ “φίλον καὶ ἡδύ”, ἴσως μὲν ἀδιάφορα ὄντα κατὰ τὸ “ἀλλʼ ἄρχε μάχης ἠδὲ πτολέμοιο”, τὸ πρὸ ὀλίγων ῥηθέν, ἴσως δὲ καὶ διαφέροντα. πολλὰ γὰρ φίλα μέν εἰσι κατὰ περιπέτειάν τινα, οὐχʼ ἡδέα δέ, οὐκ ὀλίγα δὲ καὶ ἡδύνουσι μέν, οὐ φιλοῦνται δὲ πάντῃ ἁπλῶς. καὶ αὐτῇ δὲ τῇ μάχῃ καὶ τῷ πολέμῳ διαφορά τις παρὰ πολλοῖς ἐντεθεώρηται, ὡς καὶ ἀλλαχοῦ δηλοῦται. Ὅτι παραπρεσβεύειν δοκεῖ ὁ Ἰδαῖος, ἐν οἷς Ἀλεξάνδρου εἰπόντος “κτήματα ὅσσʼ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ πάντʼ ἐθέλω δόμεναι καὶ ἔτʼ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι”, αὐτὸς λέγει, ὅτι κτήματα πάντα ἐθέλει δώσειν Ἀλέξανδρος, ὅσα ἐνὶ νηυσὶν ἠγάγετο Τροίηνδε. Ἐκεῖνος γὰρ οὐ μόνον ἐξ Ἄργους, ἀλλὰ καὶ ἀπὸ Σιδῶνος, ὡς προείρηται, τυχὸν δὲ καὶ ἄλλοθεν, ἠγάγετό τινα εἰς τὴν Ἴλιον. Ἔτι δὲ καὶ ἐν οἷς λέγει ὁ αὐτὸς κῆρυξ, ὅτι Ἑλένην οὔ φησι δώσειν, ἦ μὴν Τρῶές γε κέλονται, ψεύδεται. οὐ γὰρ φαίνονται οἱ Τρῶες κελεύσαντες ἀποδοῦναι τὴν γυναῖκα. Ἔστι δὲ πρὸς μὲν τοῦτο εἰπεῖν, ὅτι τε κατὰ τὸ σιωπώμενον νοητέον, ὡς καὶ οἱ Τρῶες ἠναντιώθησαν τῷ Ἀλεξάνδρῳ, καὶ ὅτι τοῦ ῥήτορος Ἀντήνορος ἀποδοῦναι τὴν Ἑλένην δημηγορήσαντος καὶ μηδενὸς ἀντειπόντος δοκεῖ τὸ πλῆθος τοῖς τοῦ Ἀντήνορος λόγοις συντίθεσθαι, ὥσπερ καὶ ἐν τοῖς ἑξῆς τοῦ Διομήδους μόνου δημηγορήσαντος κοινοποιεῖται ὁ λόγος τοῖς Ἕλλησι μηδὲν ὅλως λαλήσασι. καὶ ὅτι τοῦ βασιλέως Πριάμου ἐν τῇ συμβουλῇ τὸ τοῦ Ἀλεξάνδρου ἔπος, ὡς προείρηται, οὐ πυκινὸν κρίναντος κοινὴν τῶν Τρώων ὁ Ἰδαῖος λέγει τὴν βασιλικὴν κρίσιν. Περὶ δὲ τῶν κτημάτων ῥητέον ὅτι καὶ ὁ Ἰδαῖος τὰ ἐξ Ἄργους μόνα λέγει κἂν οὐ διωρίσατο. Τὰ γὰρ ἀπὸ Σιδῶνος, καὶ εἴ ποθεν ἄλλοθεν ὁ Πάρις κτήματα ἔσχεν, ἐμπορεύματα ἦν. Ἕλληνες δὲ ἁρπαγῆς αἰτιῶνται τὸν Πάριν καὶ τὰ ἑαυτῶν ἀπαιτοῦσιν, οὐ μὴν εἴ ποθεν ἐκεῖνος ἐχρηματίσατο. Ἐπεὶ δὲ καὶ κακοήθης φαίνεται ὁ Ἰδαῖος ἐν οἷς τοῦ βασιλικοῦ παιδὸς Ἀλεξάνδρου καταφέρεται εἰπὼν ἐνδιαθέτως παρὰ τοῖς πολεμίοις μετὰ τὸ “ἠγάγετο Τροίηνδε” τὸ “ὡς πρὶν ὤφελλʼ ἀπολέσθαι”, φασὶν οἱ παλαιοὶ μὴ εἰς ἐπήκοον ἐκφωνηθῆναι τὸ τοιοῦτον ὑπὸ τοῦ κήρυκος, εἰ καὶ ἡ ποιητικὴ αὐτὸ Μοῦσα ἐξελάλησεν, ἀλλὰ διὰ λύπην ὑφειμένῃ καθʼ αὑτὸν φωνῇ λαληθῆναι, διὰ μέσου ἀναφωνηθέν. Ὅρα δὲ καὶ ὅτι Ἀλέξανδρος μὲν ἔφη ὅτι γυναῖκα οὐκ ἀποδώσω, καθὰ προεγράφη, ὁ δὲ κῆρυξ οὐκ ἀορίστως καὶ ἀσαφῶς λέγει, ἀλλʼ ἐκφαίνει τὸ παρʼ ἐκείνου σκιασθέν, διαδεικνὺς τὴν τοῦ Πάριδος ἀδικίαν. Λέγει γάρ, ὅτι κουριδίην ἄλοχον Μενελάου οὔ φησι δώσειν, μεταλαβὼν τὸ “γυναῖκα” εἰς τὸ κουριδίην ἄλοχον Μενελάου, καὶ τὸ μέσως ἐκεῖ λεχθὲν τρανώσας αὐτὸς διὰ τὸ μισοπόνηρον. Τὸ δὲ “Τροίηνδε” διασαφητικόν ἐστι τοῦ “ἡμέτερον δῶ”. τῷ Πάριδι γὰρ ταὐτὸν εἰπεῖν εἰς ἡμέτερον δῶ καὶ Τροίηνδε. Ὅτι πάνυ μεγαλόφρων ὁ Διομήδης κἀνταῦθα. ὁ μὲν γὰρ Ἀλέξανδρος διὰ τοῦ Ἰδαίου οὐ δώσειν τὴν Ἑλένην φησίν, ἀλλὰ μόνα κτήματα, Διομήδης δὲ συμβουλεύει, ὡς “μήτʼ ἄρ τις νῦν κτήματʼ Ἀλεξάνδροιο δεχέσθω μήθʼ Ἑλένην”, ὑποτείνων καὶ ἀγαθὴν ἐλπίδα, ὡς ἤδη ἁλίσκεται ἡ Τροία. “Γνωτὸν γάρ”, φησί, “καὶ ὃς μάλα νήπιός ἐστιν, ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατʼ ἐφῆπται”, ἤγουν, ὡς καὶ ἀλλαχοῦ προεγράφη, τέλειος ἐπῆλθεν ὄλεθρος. Ὅρα δὲ ὅτι καὶ νῦν κατὰ τὸν ποιητὴν ὀψὲ ὁ Διομήδης λαλεῖ ὡς πάντων σιγώντων ἐφʼ ἱκανόν. οὐ γὰρ ἐν βουλῇ τοὺς νεωτέρους δεῖ προπετεύεσθαι, ὃ καὶ Δημοσθένης που προοιμιαζόμενος παραδίδωσι. Τῶν δὲ Ἑλλήνων τὸ μὲν πλῆθος σιγᾷ, ὅτι τῶν βασιλέων ἦν τὸ ἀποκρίνασθαι, οἱ δέ γε βασιλεῖς σιωπῶσιν, οὐ μόνον φειδοῖ τῶν Ἑλλήνων, ἵνα μὴ δόξωσιν ἐπὶ καλῷ τῷ ἑαυτῶν Ἀτρεῖδαι παραβάλλειν κινδύνοις τοὺς ἄλλους, ἀλλὰ καὶ διότι θαρροῦσιν, ὡς αἰσχυνόμενοι οἱ ἀριστεῖς οὐδὲν ἐροῦσιν ἄνανδρον. Σημείωσαι δὲ καὶ νῦν ὅτι δήμου μὲν ἦν τὸ εἰπεῖν, βασιλέως δὲ τὸ ἐπιψηφίσασθαι, ὡς δῆλον ἐκ τοῦ “Ἰδαῖε”, ἀκούεις μῦθον Ἀχαιῶν, “ὥς τοι ὑποκρίνονται, ἐμοὶ δʼ ἐπιανδάνει οὕτως”. Εἰ δὲ ὁ μὲν λαὸς εἴπῃ, οὐκ Ἀτρείδῃ δὲ Ἀγαμέμνονι ἁνδάνει θυμῷ, ἄκυρα γίνεται τὰ τῆς βουλῆς, ὡς ἐπὶ τῆς τοῦ Χρύσου πρεσβείας γέγονεν. Ἰστέον δὲ καὶ ὅτι οὐκ οἶδεν Ὅμηρος τὴν λέξιν τοῦ ἀποκρίνασθαι, ὡς καὶ ἐν ἄλλοις φανεῖται, ἀλλʼ ἀντʼ αὐτοῦ τῷ ὑποκρίνασθαι κέχρηται. Φασὶ δὲ καὶ τὸν παρὰ τοῖς Δραματικοῖς ὑποκριτὴν οὕτω λέγεσθαι διὰ τὸ πρὸς τὸν χορὸν ἀποκρίνεσθαι. κεῖται δὲ ἡ λέξις καὶ παρὰ τῷ Ἡροδότῳ, Ἰωνικὴ οὖσα. Γίνονται δὲ καὶ ἄμφω αὗται αἱ λέξεις ἐκ τοῦ κρίνειν, ὅ ἐστι διαχωρίζειν. Ἑαυτὸν γὰρ ἀποκρίνων ἢ ὑποκρίνων, ὅ ἐστι τῶν ἄλλων ἀποχωρίζων καὶ ὁ κατὰ τὸν Ὅμηρον ὑποκρινόμενος, κατὰ δὲ τοὺς ὕστερον ἀποκρινόμενος, ἔτι δὲ καὶ ὁ κατὰ τοὺς μεθʼ Ὅμηρον ὑποκρινόμενος καὶ ὁ ἐξ αὐτοῦ παραγόμενος ὑποκριτής, λαλοῦσιν ἅπερ λαλοῦσιν. Ἔστι δὲ ὑποκρινόμενος καὶ ὑποκριτής παρὰ τοῖς ὑστερογενέσι ῥήτορσι ὁ μὴ ἐκ ψυχῆς λέγων ἢ πράττων, μηδὲ ἅπερ φρονεῖ, ὁποῖοι πρώτως καὶ μάλιστα οἱ τῆς θυμέλης, οἱ σκηνικοί. Τοῦ δὲ “γνωστόν”, ὃ παρὰ τοῖς ὕστερον ἔγνωσται, περὶ οὗ καὶ ἀλλαχοῦ κεῖται, ἀναλογώτερον τὸ γνωτόν, ἐξ οὗ καὶ τὸ ἀλλόγνωτον. ὡς γὰρ χρυσώσω χρυσωτόν, ἁλυσειδώσω ἁλυσειδωτόν, καὶ τὰ ὅμοια, οὕτω καὶ γνώσω γνωτόν. Ὅτι ἀγαθοῦ ῥήτορος ἔπαινος τὸ “ὣς ἔφαθʼ· οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν μῦθον ἀγασάμενοι” τοῦ δεῖνος, ὡς ἐνταῦθα τὸν Διομήδους οἱ Ἕλληνες. Ὡς δὲ τὸ ἰάχειν πρωτότυπόν ἐστι τοῦ Ἴακχος, προδεδήλωται. Ὅτι καὶ ἐνταῦθα ἡ ἀμφι δοτικῇ σύγκειται ἐν τῷ “ἀμφὶ δὲ νεκροῖσι κατακειέμεν οὔ τι μεγαίρω”, ἤγουν οὐ φθονῶ, ὅ ἐστι μέμφομαι καίειν τοὺς νεκρούς. Ὅτι ἐν τῷ “οὐ γάρ τις φειδὼ νεκύων κατατεθνειώτων γίνεται, ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα” περισσόν ἐστι καὶ τὸ “κατατεθνειώτων” καὶ τὸ ἐπειδὰν θάνωσιν. Ἀρκεῖ γὰρ καὶ μόνον τὸ νεκύων. Καὶ ἔστι καὶ τοῦτο προσθήκη ἄκυρος. Κατὰ γὰρ τοὺς παλαιοὺς ἔνια ὁ ποιητὴς ἀκύρως προστίθησιν, ὡς τὸ “τῆλε” ἐν τῷ “τῆλʼ ἐξ Ἀσκανίης”. οὐ γὰρ οὕτω φασὶ μακρὰν Τροίας ἡ Ἀσκανία. Ὅμοιον καὶ τὸ “εἵλετο ἡ Πηνελόπη κληῗδα χειρὶ παχείῃ”. τί γὰρ ἔδει, φασί, παχεῖαν χεῖρα γυναικὸς εἰπεῖν. Τοιοῦτον καὶ τὸ “Ἀρναῖος ὄνομα ἔσκε, τὸ γὰρ θέτο πότνια μήτηρ”. ἤρκει γάρ, φασί, τὸ “Ἀρναῖος ὄνομα ἔσκε”. Τοῦ αὐτοῦ τύπου καὶ τὸ “οὐδὲν γλύκιον ἧς γαίης οὐδὲ πατρίδος”. Ἤρκει γὰρ καὶ τὸ “ἧς γαίης” τὴν πατρίδα δηλῶσαι, νοούμενον ἀντὶ τῆς οἰκείας γῆς, ἐπεὶ καὶ ἡ οἰκεία κατὰ μόνας τὴν πατρίδα σημαίνει, οὐ μὴν καὶ ἡ ἰδία. οὐ γὰρ οἶδε τοῦτο ἡ κοινὴ χρῆσις. Καὶ Εὐριπίδης δὲ ἀκύρως προσέθετο εἰπὼν τὸ “σῶμα δʼ ἐν γυναιξὶ θηλείαις πρέπον”. ἤρκει γὰρ τὸ γυναιξίν, εἰ μὴ ἐναγώνιος ἦν καὶ ἄσκεπτος ὁ τοῦτο εἰπών. Παρέξεσται δὲ ἐκ τοῦ “θηλύτεραι δὲ γυναῖκες”. Καὶ ἐν τῇ γʹ δὲ ῥαψῳδίᾳ ἐν τῷ “ποντοπόροις ναυσὶ πόντον ἐπιπλώσας” ἢ τὸ “ποντοπόροις ναυσί” παρελκόντως τέθειται ἢ τὸ “πόντος”, οὐκ ἀκριβοῦντος τοῦ Ἕκτορος ἐκεῖ τὴν φράσιν διὰ τὸν κατὰ τοῦ Πάριδος θυμόν. Καὶ παρὰ Σοφοκλεῖ δὲ ἐν τῷ “τυμβεῦσαι τάφῳ” οὐκ ἀναγκαίως κεῖται τὸ τάφῳ. Ἰστέον δὲ καὶ ὅτι σοφιστικώτερόν τις ἐπιβαλὼν τῷ “νεκύων κατατεθνειώτων” εἴπῃ ἂν μὴ παρέλκειν τὸ “κατατεθνειώτων”, ἀλλʼ ὡς πρὸς διαστολὴν εἰρῆσθαι νεκύων ζώντων. Εἶεν δʼ ἂν τοιοῦτοι οἱ ἐν τληπαθείαις βιοῦντες, ὁποῖοι καὶ οἱ κατὰ Τροίαν τὸν δεκαετῆ παρατείναντες πόλεμον, οἳ δὴ ζῶντες μὲν λογίζοιντο ἂν εἰς νέκυας διὰ τὸ μὴ καλῶς ζῆν, μὴ ζῶντες δὲ καλοῖντο ἂν νέκυες τεθνεῶτες. τοῦτο δὲ καὶ εἰς πάντας τοὺς ἐν κακοπαθείᾳ τὸν βίον διάγοντας παρελκυσθήσεται. Ὧν μέρος καὶ οἱ ἐν παρέσει καὶ τυφλότητι καὶ σκοτώδει καθείρξει. Συντελεῖ δʼ ἐνταῦθα καὶ Στρατονίκου τὸ “ἔνθα καὶ οἱ νεκροὶ περιπατοῦσι”, ῥηθὲν ὑπʼ ἐκείνου ἐπὶ καχεκτούντων ἀνδρῶν καὶ διὰ τοῦτο ἀχρείων τὰ ἐς ὄψιν ὅτι μάλα, ὡς καὶ νεκροῖς ἐοικέναι καί πως ψεύδεσθαι τὴν ζωήν. Καθʼ ὁμοίαν δέ τινα ἐπιβολὴν καὶ τὸ “τυμβεῦσαι τάφῳ” οὐκ ἔχοι ἂν παρολκήν, ἀλλὰ διαστολὴν πρὸς ἑτεροῖα τυμβεύματα. καὶ θαλάσσῃ γὰρ τυμβεύεσθαί τις λέγεται βυθισθεὶς ἐκεῖ, καὶ εἰς θηρίων δὲ γαστέρας, εἰ καταφάγωσιν αὐτόν. Οὕτω δὲ καὶ γῦπες τυμβεύουσι κατὰ γαστέρων ὅσα καί τινων τάφων τοὺς ὑπʼ αὐτῶν διασπωμένους καὶ οὕτω κατασπωμένους. Διὸ καὶ τάφους ἐμψύχους ἐτόλμησάν τινες εἰπεῖν αὐτούς. Εἰ δὲ καὶ οἱ ἅρπαγες τυμβεύειν πειρῶνται τροπικώτερον τοὺς ἀδικουμένους, ἀλλʼ αὐτοὶ τυμβεύοιντο κυριολεκτικῶς, ὡς οὐκ ἂν ἐθέλοιεν. Τὸ δὲ μειλίσσειν ἀστείως εἴρηται. ὡς γὰρ παίδων μειλίγματα τὰ ἐκείνων θελήματα, οὕτω νεκροῦ μείλιγμα μὲν ἡ ὠκεῖα ταφὴ μειλισσομένου διὰ πυρός, μήνιμα δὲ τὸ μὴ ταχὺ θάπτεσθαι. Διὸ καὶ ὁ Πάτροκλός που ὀνειδίσει τῷ Ἀχιλλεῖ, ὅτι μὴ θάπτεται τάχιον. Ὡς δὲ καὶ λοιπά τινα μειλίγματα νεκρῶν μηνιώντων ἦσαν, αἱ τῶν παλαιῶν ἱστορίαι δηλοῦσιν. Ἰστέον δὲ ὅτι τὸ μὲν πυρὸς μειλισσέμεν ἔλλειψιν ἔχει τῆς δια προθέσεως, ἵνα δηλοῖ τὸ διὰ πυρὸς μείλιγμα. ἡ δὲ ἀπαθὴς σύνταξις κατὰ δοτικὴν γίνεται, ὡς δηλοῖ παρʼ Ἡροδότῳ τὸ “τραπέζῃ μειλίξαντας”. Ὅτι τὸ “ὅρκια δὲ Ζεὺς ἴστω” ἀπορίαν ἔχει. οὐ γὰρ εὕρηται οὔτε ὁ βασιλεὺς ἐνταῦθα οὔτε πρὸ αὐτοῦ ὁ Πρίαμος ἐπὶ τοῖς συντεθειμένοις ὀμωμοκότες. Ὑπονοητέον οὖν σιωπηλῶς, ὡς καὶ ὅρκοι ἐξεφωνήθησαν μέν, οὐκ ἐγράφησαν δὲ τῷ ποιητῇ διὰ τὸ πασίδηλον. Ὅτι ὥσπερ ἐν τῇ αʹ ῥαψῳδίᾳ τὸ σκῆπτρον τῷ Ἀχιλλεῖ μέγας ὅρκος ἦν, οὕτω καὶ νῦν τὸ “σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσι” διογενὴς Ἀγαμέμνων, ἐφʼ οἷς τῷ Ἰδαίῳ εἶπεν, ὡς ἱερὸν καὶ βασιλείας σύμβολον ἐκ Διός, καὶ ἐλογίσθη τοῦτο εἰς ὅρκον. Καὶ οἱ κήρυκες δὲ καταλλάσσοντες τοὺς μονομάχους πρὸ βραχέων τὰ σκῆπτρα ἐν μέσῳ ἐκείνων ἔσχον, οἱ δὲ ἐπαύσαντο σύμβολα θεῖα ἰδόντες μεσολαβήσαντα. Εἰ δὲ Ἀχιλλεὺς μὲν ἀλλαχοῦ πρὸς τῇ γῇ τὸ σκῆπτρον ἔβαλεν, ὁ δὲ βασιλεὺς ἀνέσχεν αὐτὸ ἄρτι, ἀναθετέον ἐκεῖνο μὲν θυμῷ, τοῦτο δὲ λογισμῷ ἔμφρονι. Ὥσπερ δὲ σκῆπτρον ὁ βασιλεὺς ἀνέσχεν ἐνταῦθα, οὕτω τις ἑτέρωθι ἀνέσχε χεῖρα καὶ εὐχὴν ἕτερος καὶ δόρυ ἄλλος. Ὅρα δὲ ἐν τῷ “ἀνέσχεθε πᾶσι θεοῖσιν”, ὅτι δυνάμενος κατὰ κάλλος εἰπεῖν “ἀνέσχεθε θεοῖς”, αὐτὸ μὲν διέκοψεν ὡς οὐκ εὔφωνον, ἠρκέσθη δὲ καλλωπίσαι διὰ παρισώσεως. Ὅτι ταὐτόν ἐστιν εἰπεῖν Δάρδανοι καὶ Δαρδανίωνες. διὸ πρὸ ὀλίγου εἰπὼν “Τρῶες καὶ Δάρδανοι”, ἐνταῦθα “Τρῶες” φησὶ “καὶ Δαρδανίωνες”, ἤγουν Δαρδανίδαι, Δαρδάνου ἀπόγονοι. Καὶ ἔστι τοῦτο καιριώτερον, ὡς καθαρῶς πατρωνυμικόν, καθὰ καὶ τὸ Δαρδάνιοι, ὃ προδεδήλωται. Πατρωνυμεῖται γὰρ καὶ ὁ Δαρδάνιος κατὰ τὸ Τελαμώνιος. Οἱ μέντοι Δάρδανοι ἢ ὁμωνυμίαν ἔχουσι πρὸς τὸν Δάρδανον, ἢ ἐκ τοῦ Δαρδάνιοι συνεκόπησαν. Ὅτι τὸ ὅτε “ὁππότʼ ἂν” ἐνταῦθα Ὅμηρος λέγει εἰπὼν “οἳ δὲ ἐκάθηντο πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότʼ ἄν”, ἤγουν ὅτε, καὶ κατὰ τοὺς ὕστερον Ἀττικοὺς εἰπεῖν πηνίκα, “ἔλθοι ὁ Ἰδαῖος, ὃ δʼ ἄρʼ ἦλθε καὶ ἀγγελίην ἀπέειπε στὰς ἐν μέσσοισιν”. ἃ δὴ ἁρμόττει εἰς ὑπουργίαν ἀγγέλων πολλαχοῦ. Ἰστέον δὲ ὅτι ἐν ἄλλοις μὲν ὁ ποιητὴς παράγει τοὺς ἀγγέλους ἀνελλιπῶς αὐτὰ δὴ τὰ παραγγελθέντα προφέροντας, ἐνταῦθα δὲ κατὰ σχῆμα συντομίας ἐπὶ τοῦ Ἰδαίου ἀρκεῖται τοῦτο καὶ μόνον εἰπών· ὁ δʼ ἦλθεν εἰς Ἴλιον καὶ ἀγγελίην, τὴν ἐκ τῶν Ἀχαιῶν, ἀπέειπεν, ἤγουν ἁπλῶς εἶπεν, ὡς περιττευούσης τῆς προθέσεως, καθὰ καὶ ἐν τῷ “κεῖται ἀπομηνίσας”, ἢ μάλιστα Ὁμηρικώτερον τὴν ἀπόφασιν ἡ λέξις δηλοῖ τὴν, ὅτι οὔτε τὰ κτήματα οὔτε τὴν Ἑλένην οἱ Ἀχαιοὶ δέχονται. Καὶ σημείωσαι ὅτι τῆς Ἑλληνικῆς ὁμιλίας συγκειμένης ἔκ τε τοῦ εἰπεῖν καὶ τοῦ ἀπειπεῖν—Εἰπεῖν μὲν γὰρ ἦν τὸ συγκαταθέσθαι ταφῆναι τοὺς νεκρούς, ἀπειπεῖν δὲ τὸ μηδέν τι ἐκ τῶν Τρώων δέξασθαι—, ἀπειπεῖν ἀγγελίαν ἐνταῦθα εἶπεν ἀπὸ μέρους τοῦ καιριωτέρου. Τί δέ ἐστι τὸ κυρίως ἀπειπεῖν, ἐδηλώθη σαφῶς καὶ ἐν τῷ “ὑπόσχεο καὶ κατάνευσον ἢ ἀπόειπε”. Ὅτι δὲ ἀπειπεῖν λέγεται καὶ τὸ σιγῆσαι, εἴτʼ οὖν ἀπαγορεῦσαι διά τινα βαρύτητα, δηλοῖ καὶ τὸ “ἀπεῖπον ἄλγει”, καὶ τὸ “ἔστε κʼ ἀπείπῃς”, ἤγουν ἕως ἂν ἀπαγορεύσῃς ὡς ἡττημένος. Ὅτι ὁπλίζεσθαι καὶ ἐνταῦθα τὸ ἁπλῶς εὐτρεπίζεσθαι. Φησὶ γὰρ “τοὶ δʼ ὡπλίζοντο”, ἤγουν οἱ Τρῶες, “ἀμφότερον νέκυάς τε ἀγέμεν, ἕτεροι δὲ μεθʼ ὕλην”, ἀντὶ τοῦ εἰς τὸ ὀρεινὸν δάσος. Τοῦτο δὲ καὶ κατωτέρω εὐθὺς ἐπὶ Ἀργείων λέγει ταὐτολογῶν, ὡς ἔθος αὐτῷ, καὶ μὴ ἐθέλων ποικιλίαν φράσεως ἐν οὐ δέοντι περιεργάζεσθαι. Τὸ δὲ “ἀμφότερον” ἐπίρρημά ἐστι κἀνταῦθα, ὡς καὶ ἐν τῷ “ἀμφότερον βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής”. Δῆλον δέ, ὡς καινόσχημόν ἐστι τὸ “ὡπλίζοντο νέκυάς τε ἄγειν, ἕτεροι δὲ μεθʼ ὕλην”. Ἦν γὰρ κοινότερον τὸ “οἳ μὲν ὡπλίζοντο εἰς νεκύων ἀγωγήν, ἕτεροι δὲ εἰς ὕλην”, ἢ καὶ ἄλλως “νέκυάς τε ἄγειν καὶ ξύλα”. Ὅμηρος δὲ ὁμοιοσχημόνως ἔφρασεν ὡς οὐκ ἄν τις ἕτερος Τὸ δὲ νέκυας ἄγειν τὸ νεκραγωγεῖν παρήγαγεν. Οὕτω δὲ καὶ τὸ δάκρυα χέοντες, ὃ μετʼ ὀλίγα κεῖται εἰς πιθανὴν ἔνδειξιν πλήθους δακρύων, συντίθησι τὸ δακρυχέειν. Τὸ δὲ ἄγειν ἰσοδυναμεῖ καὶ νῦν τῷ φέρειν. Ἰστέον δὲ ὅτι ὁ νῦν πάνυ βραχυλογήσας ποιητὴς τὴν τοῦ Ἑλληνικοῦ καὶ Τρωϊκοῦ πολυανδρίου σκευωρίαν, ὡς καὶ μετʼ ὀλίγα εὐθὺς φανεῖται, προϊὼν ἐν τοῖς κατὰ τὸν Πάτροκλον πλατυνεῖ τὴν τοιαύτην ἔννοιαν, οὕτω κρίνας αὐτὸς καὶ τοῦτο δέον εἶναι, καθὰ καὶ ἐχρῆν. οὐ γὰρ ἔδει νῦν ἐν τοσούτοις ἀγῶσιν ἁβρύνειν τὸν λόγον τοιαύτῃ διασκευῇ. Ὅτι τὸ ἀνατεῖλαι τὸν ἥλιον περιφράζων φησὶν “ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο οὐρανὸν εἰσανιών”. Τίς δὲ ὁ Ὠκεανός, καὶ διὰ τί ἀκαλαρρείτης λέγεται, εἴρηται ἀλλαχοῦ. Νῦν δὲ ἐν ὀλιγίστῳ ῥητέον τὸ τοῦ Γεωγράφου εἰπόντος, ὅτι τὸ ἀκαλαρρείτης ἔμφασιν ἔχει τῆς τοῦ Ὠκεανοῦ πλημυρίδος, ἐχούσης τὴν ἐπίβασιν πραεῖαν καὶ οὐ τελείως ῥοώδη, ὥστε ὁ σοφὸς οὗτος τὸ “ἀκαλαρρείτης”, ὃ δηλοῖ τὸν ἡσύχως ῥέοντα, οὐχʼ ὡς ἐπὶ ποταμοῦ τοῦ Ὠκεανοῦ λαμβάνει, ἀλλʼ ὡς ἐπὶ θαλάσσης ἐκείνης τῆς ἔξω ἀμπωτιζομένης ἠρέμα καὶ οὐ καταρακτικῶς ἐν τῷ πλημύρειν ἐπιβαινούσης εἰς γῆν. Ὅτι “χαλεπῶς μέν”, φησίν, “ἦν διαγνῶναι ἄνδρα ἕκαστον”, τῶν τεθνεώτων δηλαδή, “ἀλλʼ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα”, ὅ ἐστιν ἀποκαθαίροντες τὸν ἐκ τοῦ αἵματος μολυσμὸν καὶ οὕτως ἐπιγινώσκοντες οἱ αὐτοὺς ἀναλεγόμενοι, “δάκρυα θερμὰ χέοντες ἁμαξάων ἐπάειραν. οὐδʼ εἴα κλαίειν Πρίαμος μέγας, οἳ δὲ σιωπῇ νεκροὺς πυρκαϊῆς ἐπενήνεον”, ἤγουν ἐπεσώρευον εἰς πυρκαϊάν, “ἀχνύμενοι κῆρ”. καὶ τοῦτο μὲν ἐπὶ Τρώων. Εἶτα κατὰ μέθοδον συντομίας ἐπὶ τῶν Ἑλλήνων ταὐτολογῶν, ὡς εἴωθε, λέγει ὡσαύτως ἑτέρωθεν καὶ αὐτοὺς ποιεῖν. Τὸ δὲ “ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον” λεχθήσεταί ποτε ἁπλῶς καὶ ἐπὶ συγχύσεως πλήθους. Σημείωσαι δὲ καὶ ἐνταῦθα, ὅτι οὕτω διασκευῶν παραδόξων ἐφευρετικὸς ὁ ποιητής, ὥστε ἤνυσεν ἰδοῦ εὐμεθόδως ἀόπλους εἰς τὸ πεδίον συναγαγεῖν καὶ ἀναμῖξαι Τρῶάς τε καὶ Ἕλληνας ἐν τῇ τῶν νεκρῶν συλλογῇ, πρὸς ἀλλήλους μὲν οὐδὲν φθεγγομένους, ἐπὶ δὲ τοῖς τεθνεῶσι παθαινομένους. Καὶ ὅτι βαρβαρικὸν μὲν τὸ ἀκρατῶς κλαίειν, ὃ καὶ ποιοῦντες ἢ καὶ ποιεῖν ἐθέλοντες οἱ Τρῶες κωλύονται ὑπὸ τοῦ Πριάμου, ἵνα τε μὴ δόξωσι μαλακοὶ εἶναι διὰ τὸν κλαυθμὸν καὶ μηδὲ ἀμελῶσι τοῦ ἔργου κατακλώμενοι, ὃ δὴ καὶ ἡ τοῦ κλαίειν λέξις βούλεται. Οἱ μέντοι Ἕλληνες μόνον ἀχνύμενοι κῆρ ἐπισωρεύουσι τῇ πυρκαϊᾷ τοὺς νεκρούς. διὸ οὐδʼ ἂν κωλύοιντο ὑπʼ οὐδενός. Ὡς γὰρ ὑφεῖται τῷ γέλωτι τὸ μειδίαμα, οὕτω καὶ τῷ κλαυθμῷ τὸ ἄχνυσθαι. Περιπαθὲς δὲ τὸ δρᾶμα καὶ μᾶλλον ἤπερ τὸ ἐπʼ Ἀλεξάνδρου τοῦ Μακεδόνος. Ἐπʼ ἐκείνου μὲν γάρ, ὥς φασιν αἱ ἱστορίαι, ἦν ἰδεῖν ποτε πεδίον πλῆρες ἀνδρῶν κεκυφότων εἰς γῆν καὶ λίθους ἀναστρεφόντων, οἷα τοῦ φρονεῖν ἐκστάντων διά τι φάρμακον, ὅπερ ἀγνοίᾳ προσηνέγκαντο. Ἐνταῦθα δὲ τὸ Τρωϊκὸν πεδίον ἀνδρῶν γέμει ἐπικυπτόντων νεκροῖς, φρονούντων μὲν φύσει, ἐξεστηκότων δὲ ὥσπερ τῷ πάθει καὶ φωνούντων ἀλλήλοις οὐδέν. Ὅρα δὲ καὶ ὅτι συντέμνει, ὡς καὶ προεσημειώθη, τὴν τῆς ταφῆς διασκευὴν ἐνταῦθα ὁ ποιητής, ὥσπερ καὶ τὴν τοῦ τείχους μετὰ βραχέα κατασκευήν, οὐκ ἐθέλων τοῖς μὴ ἀναγκαίοις ἀκαίρως ἐμφιλοχωρεῖν. ἑνὶ γοῦν στίχῳ τῷ αὐτῷ ἐπί τε Τρώων καὶ Ἑλλήνων τὰ τῆς πυρκαϊᾶς ἀφοσιοῦται, οἳ τοὺς νεκρούς, φησίν, εἰς πυρκαϊὰν ἐπενήνεον ἀχνύμενοι κῆρ. Τὴν δὲ πολλὴν ἐπιτάφιον διατριβὴν τῷ τοῦ Πατρόκλου τηρήσει τάφῳ χαριζόμενος κἀνταῦθα τῷ φίλῳ Ἀχιλλεῖ, ἵνα καὶ ἀγωνοθέτην ἐκεῖνον καθίσῃ τοῖς Ἕλλησιν. Ἐνδημεῖ δὲ αὐτὸς ὁ Πρίαμος ἐνταῦθα τῷ ἔργῳ διά τε τὴν τοῦ Ἀγαμέμνονος ἀναφώνησιν φαμένου “ὅρκια δὲ Ζεὺς ἴστω”, καὶ διὰ τὸ ἀναγκαῖον ἄλλως τοῦ πράγματος, ὅπερ ἐπὶ τῶν φθασάντων ὅρκων οὐκ ἐποίησεν, ὁ μὴ κατὰ τὸν Σαλαμίνιον Αἴαντα μέγας, ἀλλὰ καθʼ ἑτέρους πολλοὺς τρόπους, οἷα μὴ ἀνασχόμενος τότε παραμεῖναι τῇ μονομαχίᾳ τοῦ υἱοῦ. Τὸ δὲ “ἐπενήνεον” ἀπὸ διπλασιασμοῦ γίνεται, ὡς καὶ τὸ ἀνεκήκιε, καθὰ καὶ προδεδήλωται. Ἔστι γὰρ νῶ, τὸ σωρεύω, καὶ ἀναδιπλασιασμῷ νανῶ καὶ τροπῇ νηνῶ, ἐξ οὗ τὸ ἐπενήνεον. Ἡ δὲ λέξις καὶ παρὰ Ἡροδότῳ ἐν τῷ “συννενέαται φρυγάνων φάκελλοι”. κεῖται δὲ καὶ ἐπὶ ἄρτων σωρείας ἐν Ὀδυσσείᾳ. Ὅτι “ἀμφιλύκη νύξ” τὸ παρʼ ἡμῖν ἰδιωτικώτερον λεγόμενον λυκόφως, ὅπερ οὔτε ἡμέρα ἤδη ἐστίν, ἀλλʼ οὐδὲ νύξ ἐστιν ἁπλῶς, νὺξ δὲ ἀμφιλύκη. καὶ ἄλλως δὲ εἰπεῖν, ἀμφιλύκην νύκτα καλεῖ ὁ ποιητὴς τὴν ἤδη πρὸς τῇ ἡμέρᾳ οὖσαν καὶ προηγουμένην τῆς ἠοῦς, ἤτοι τοῦ ὄρθρου. Διὸ καί φησιν “ἦμος δʼ οὔτʼ ἄρ πω ἠώς, ἔτι δʼ ἀμφιλύκη νύξ, τῆμος δʼ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαός”. Καὶ ἄλλως δὲ καθʼ Ὅμηρον, ἀμφιλύκη νύξ, καθʼ ἣν ἥλιος νέον προσβάλλει τῇ γῇ οὔπω διαλύσας τὴν νύκτα, οὐ μὴν ἤδη προσβέβληκεν ὡς καὶ ἠῶ ποιῆσαι. Ἐτυμολογεῖται δὲ ἢ παρὰ τὴν λύγην, ὅ ἐστι τὴν σκοτίαν. —Λυγαῖον γάρ, ὅ ἐστι σκοτῶδες, τὸ τηνικαῦτα φῶς—ἢ παρὰ τὸ λυκέῃ ἐοικέναι, τουτέστι λύκου δορᾷ. τεφρώδης γὰρ ἡ λυκέη καὶ οὐκ ἄκρατον ἴσχει τὸ μέλαν. Εἰς τοῦτο δὲ συντελεῖ τι καὶ ἡ παρὰ τοῖς πολλοῖς ἰδιωτικῶς λεγομένη λυκόχροος βαφή. κατʼ ἐκείνην γάρ πως διάκειται καὶ ἡ ἀμφιλύκη νύξ. εἴη δʼ ἂν αὕτη καὶ λυκόφως. Λέξις δὲ καὶ αὕτη γνωστὴ τοῖς παλαιοῖς, οἳ καὶ ἔγραψαν ὅτι λυκόφως ὁ πρὸ τῆς ἀνατολῆς χρόνος, εἰ καὶ ἡ χυδαία λογιότης γλυκόφως αὐτὸ λαλεῖ. Ἰστέον δὲ ὅτι πρῶτα μὲν νύξ, εἶτα ἀμφιλύκη, νὺξ μὲν ἔτι οὖσα, πέρας δὲ ὅμως νυκτός, μεθʼ ἣν ἡ κροκόπεπλος καὶ ἡ ῥοδοδάκτυλος, μετὰ δὲ ταύτας ἡ ἀπροσδιορίστως λεγομένη ἡμέρα. Ἰστέον δὲ ὅτι σῶφρον κάλλος ὁ ποιητὴς ἐνταῦθα τῷ λόγῳ μετρίως τεχνώμενος τὸν μὲν ἀμφὶ τὴν πυρὰν λαὸν κριτὸν ἔφη, ὅ ἐστιν ἐπίλεκτον, τὸν δὲ τύμβον, ἤτοι τὸ Ἑλληνικὸν πολυάνδριον, ἄκριτον, ὡς καὶ προερρέθη, ὅ ἐστιν ἀδιαχώριστον διὰ τὴν κοινότητα. Ἔχει δέ τι πάντως γλυκέος ἤχου τὸ κριτὸν καὶ ἄκριτον κατὰ τὸ αὐτοῖς ἐμφαινόμενον ἀντιθετικόν. εἰσὶ δὲ τῶν πρός τι. Καὶ ὁ μὲν κριτὸς λαὸς δηλοῖ οὐ τὸν ἐν συνθέσει ἔκκριτον ἢ πρόκριτον κατά τι ἐξαίρετον ἀρετῆς ἣ τὸν λογάδα χαρακτηρίζει, ἀλλὰ τὸν ἁπλῶς χωριστὸν εἴς τι ἔργον. Ἄκριτος δὲ τύμβος ἀνάπαλιν ὁ κοινὸς καὶ ἀχώριστος καὶ μὴ ἰδιάζων ἐν τοῖς καθέκαστον ἀλλʼ ἀδιευκρίνητος. καὶ δῆλον ὡς ἐκ τῆς τοιαύτης λέξεως ὁ ἀκριτόμυθος σύγκειται, ὁ συμπεφυρμένος δηλαδὴ καὶ μὴ εὐκρινῶς ἔχων ἐν τῇ τῶν νοημάτων τάξει. Ὅτι τὴν τειχοποιΐαν, ἣν ὁ Νέστωρ γενέσθαι ὑπέθετο, οὕτω νῦν φράζει ἀδιασκεύως καὶ ἐπιτροχάδην ὁ ποιητὴς διὰ τὸ μὴ ἀναγκαῖον τῆς πολυλογίας “τεῖχος ἔδειμαν πύργους θʼ ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν”, ὡς καὶ προεγράφη, “ἐν δʼ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας, ἔκτοσθεν δὲ βαθεῖαν ἐπʼ αὐτῷ”, ἤγουν τῷ τείχει, “τάφρον ὤρυξαν εὐρεῖαν μεγάλην”, ὡς καὶ ἐχρῆν, “ἐν δὲ σκόλοπας κατέπηξαν”. Καὶ ἔστι τοῦτο σκάριφον τειχισμοῦ πεποιημένου εἰς ἀσφάλειαν τῶν ἐντός, οὐ μὴν ἀληθὴς κατὰ ἱστορίαν τειχισμός, ὡς καὶ μετʼ ὀλίγα δηλωθήσεται. Ἰστέον δὲ ὅτι ἐν τῷ “τεῖχος ἔδειμαν πύργους θʼ ὑψηλούς” ἐντελὴς ἡ φράσις, πρὸ δὲ τούτων ἐν τῷ “δείμομεν πύργους ὑψηλούς” ἐνέλειπε πρὸς ἐντέλειαν ἐννοίας τὸ τεῖχος, νοούμενον καὶ αὐτὸ ἐκ μέρους, τῶν πύργων δηλαδή. Ἐν δὲ τῷ “πύλας ἐνεποίεον εὖ ἀραρυίας”, γράφουσί τινες “πύλας ἐνεποίεον ἑπτʼ ἀραρυίας”, ὡς ἑπτὰ πυλῶν οὐσῶν ἐκεῖσε, ἱππηλάτων δηλαδὴ κατὰ τὸν ποιητὴν εἰπόντα “ὄφρα διʼ αὐτῶν ἱππηλασίη ὁδὸς εἴη”. Ἀρίσταρχος μέντοι, ὡς καὶ προεδηλώθη, ἐναντιούμενος καὶ δοκῶν παραδοξολογεῖν ἐπαγωνίζεται δεῖξαι πυλίδας μὲν πολλὰς εἶναι πρὸς διαφόρους χρείας, ἱππήλατον δὲ μίαν ἐπὶ τὰ ἀριστερὰ τοῦ ναυστάθμου περὶ τὸ προρρηθὲν Ῥοίτειον ἀκρωτήριον. Τέως μέντοι ἐν τῇ προτέρᾳ γραφῇ περιττὴ κεῖται πρόθεσις διʼ ἐντέλειαν μέτρου, ἢ τοῦ “ἐν δʼ αὐτοῖσιν” ἢ τοῦ “ἐνεποίεον”. πάντως γὰρ ἀσφαλὲς εἰπεῖν “ἐν δʼ αὐτοῖσι πύλας ἐποίεον” ἢ “αὐτοῖσι πύλας ἐνεποίεον”. Τὸ δὲ ἐποίεον κοινότερον ἀντὶ τοῦ ἔτευχον εἴρηται. Ἡ προσθήκη δὲ τοῦ “εὐρεῖαν” ἐν μὲν τοῖς φθάσασιν ἐσιγήθη τῷ Νέστορι αὐτοσχεδιάζοντι, ἐνταῦθα δὲ ἐκφωνηθὲν ἄρτιον τὸν λόγον ποιεῖ, ὥσπερ καὶ τὸ “ἐν δὲ σκόλοπας κατέπηξεν”. οὐδʼ αὐτὸ γὰρ ὁ γέρων Νέστωρ εἶπεν, Ὁμήρῳ δέ γε ἐκφωνεῖται, ὡς οἷα τοῦ Νέστορος ἐν αὐτῷ τῷ ἔργῳ τοῦ τειχισμοῦ προσθεμένου, ἅπερ σχεδιάζων ἐνέλειψεν. Εἰσὶ δὲ σκόλοπες ὀρθὰ ξύλα, ὧν ἀπωξυμμένων ἡ κατὰ γραμμὴν εὐθεῖαν στάσις ἔοικεν ἡπλωμένῃ πτέρυγι. Διὸ καὶ σταυροῖσι κορσωτὴν πτέρυγα τὴν τούτων ἔκτασιν ἔφη τις. Λέγονται δὲ οἱ τοιοῦτοι σκόλοπες καὶ σταυροὶ παρὰ τὸ ἵστασθαι κατʼ εὖρος ἢ παρὰ τὸ ἀνίστασθαι εἰς ἀέρα ἠρμένους. ἐκ δὲ τούτων τὸ ἀνασκολοπίζειν καὶ τὸ ἀνασταυροῦν. Εἰ δὲ καὶ τὸ σκολύπτειν ἐκ τῶν σκολόπων λέγεται διὰ τὴν ἀφαίρεσιν τοῦ ἄνω καλύμματος, ἐπεὶ καὶ οἱ σκόλοπες γυμνοί εἰσι τὸ ἄνω ὀξύ, ζητητέον ἄλλοθεν. Ὡς δὲ τοὺς τοιούτους σταυροὺς οἱ ἀπερίσκεπτα κατὰ παραφθορὰν λαλοῦντες στάβαρα καλοῦσι, δῆλόν ἐστι. Ἰστέον δὲ καὶ ὅτι τριῶν οὐσῶν διαστάσεων, μήκους, βάθους καὶ πλάτους, ὅταν ὁ ποιητὴς λέγῃ βαθεῖαν τάφρον ὄρυξαν, εὐρεῖαν, μεγάλην, τὸ μὲν βαθεῖαν βάθος δηλοῖ, τὸ δὲ εὐρεῖαν πλάτους ἐστὶ δηλωτικόν, ἅπερ τάφρου εἰσὶν ἀρεταί, τὸ δὲ μεγάλην τοῦ μήκους, ὃ καὶ παρακατιὼν δηλοῖ ἐν τῷ “ἀμφὶ δὲ τάφρον ἤλασαν”, τουτέστιν ἐπὶ μῆκος ἐξέτειναν. Ἐνταῦθα δὲ σημείωσαι καὶ ὅπως αἱ δεύτεραι φροντίδες σοφώτεραι. Νέστωρ μὲν γὰρ ἴσως οὐ παρήγγειλε καταπῆξαι σκόλοπας, Ἕλληνες δὲ ἐποίησαν οὕτω, σκεψάμενοι, ὡς εἰκός, κατὰ τὸ σιωπώμενον πλεῖόν τι τῶν τοῦ γέροντος. Σημείωσαι δὲ καὶ ὅτι τὸ Ἑλληνικὸν τοῦτο τεῖχος ἀρέσκει τοῖς παλαιοῖς πλάσμα εἶναι Ὁμηρικόν. τῇ γὰρ ἀληθείᾳ, φασίν, οὐ γέγονεν, ἀλλʼ ἐπλάσατο τὴν πρὸς τῷ ναυστάθμῳ τειχοποιΐαν καὶ τὰ κατʼ αὐτὴν ὁ ποιητής, οὐχʼ ἱστορῶν πρᾶγμα γενόμενον ἀλλʼ ὡς γενόμενον ἐκτιθέμενος, οὐδὲ λέγων ἀληθῶς, τὰ εἰκότα δὲ ὑποτιθέμενος, ὡς ἂν ἐγγυμνάσῃ προϊὼν τὴν ἑαυτοῦ ῥητορικὴν καὶ τειχομαχίαις καὶ κινδύνοις τοῖς περὶ αὐτάς, ὅπερ οὐκ εἶχε περὶ αὐτὴν τὴν Τροίαν ἄρτι πιθανῶς ποιῆσαι, τά τε ἄλλα, καὶ μάλιστα διὰ τὴν τοῦ Ἀχιλλέως μῆνιν, οὗ χωρὶς οὐ δυνατὸν ἦν τοὺς Τρῶας ἐγκλεισθῆναι τῇ πόλει καὶ πολιορκητικὴν τειχομαχίαν παθεῖν διὰ τὸ δεῖν εἶναι τελειωθῆναι τὴν προρρηθεῖσαν βουλὴν τοῦ Διός. Ἐπλάσατο μὲν οὖν οὐκ ἀπιθάνως ὁ ποιητὴς τὴν ἐν τῷ ναυστάθμῳ πυργοποιΐαν διὰ πάνυ πολλὴν ποικιλίαν καὶ εὐπορίαν γραφῆς τὴν εἰσέπειτα φανησομένην. Ἵνα δὲ μὴ ἐλέγχηται ὑπὸ τῶν ὕστερον ὡς ψευσάμενος, ζητούντων μὲν βραχέα γοῦν τινα ἰδεῖν γνωρίσματα τῆς τοιαύτης περιπύστου τειχοποιΐας, μὴ εὑρισκόντων δέ, παράγει τὸν Ποσειδῶνα ὀργιζόμενον ἐπὶ τῷ ἔργῳ τούτῳ ἐν ἐπηκόῳ τοῦ Διὸς καὶ οἷον φθονοῦντα ὑπέρ τε ἑαυτοῦ καὶ τοῦ Ἀπόλλωνος, ἔτι δὲ καὶ ἐπεγκαλοῦντα τοῖς Ἕλλησι, διότι μηδὲ θύσαντες ἑκατόμβας εἶτα τειχοποιεῖν ἐπιβάλλονται, καὶ τὸν Δία ποιεῖ καταψηφιζόμενον τοῦ Ἑλληνικοῦ ἔργου καὶ κυροῦντα τὸν τείχους ἀφανισμόν, καλύψει μὲν ψαμάθων ὕστερον, πρὸ δὲ τούτου ἀναρρήξει καὶ ἐκμοχλεύσει τῶν θεμελίων, τῇ διὰ σεισμῶν δηλαδὴ καὶ ὑδάτων, ὡς εἰκός, ἐπικλύσεως, ὧν κύριος Ποσειδῶν σὺν Ἀπόλλωνι, ὥστε τὸ αὐτὸ καὶ σεισμοῖς πεσεῖν καὶ ποταμόκλυστον γενέσθαι καὶ ἀμμόχωστον. καὶ οὕτω λαμπροτάτην μὲν ἐν τοῖς ἑξῆς τειχομαχίαν ὁ ποιητὴς ἀρτύει ἐν τῷ πλαστῷ τούτῳ τείχει. Διὰ δὲ τοῦ παντελοῦς αὖθις ἀφανισμοῦ διαφεύγει τὸν τοῦ ψεύδους ἔλεγχον, αὐτὸς ποιήσας τὸ τεῖχος, αὐτὸς ἀφαντώσας, ὡς καὶ Ἀριστοτέλης δηλοῖ, ὅπου ἔφη ὅτι τὸ τεῖχος ὁ φράσας ποιητὴς ἠφάνισε. Διὸ καί, καθʼ Ὅμηρον ἱστορῆσαι, αὐθημερὸν τὸ τοσοῦτον τετέλεστο διὰ τὴν πολυχειρίαν τῶν Ἀχαιῶν, ἵνα μὴ ἀπιστοῖτο ἐξαπολέσθαι τὸ μέγα μέν, εἰκαῖον δέ, καὶ Ὁμηρικῶς εἰπεῖν, οὐδενόσωρον κατά γε τὸ ἀπεριμερίμνως ἔχειν τὰ εἰς κατασκευὴν καὶ οὐκ εὐσταθῶς διὰ τὴν ἄγαν κατέπειξιν. Φησὶ γὰρ “δύσετό τε ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν”, ὅπερ καὶ μέγα ἔργον καλεῖ, τοιοῦτον ἂν τῇ ἀληθείᾳ ὄν, εἰ γέγονεν. Ὅθεν ὁ περὶ τὴν ὀλίγην πυρὰν τοῦ Πατρόκλου ἐν τοῖς ὕστερον πολὺν λόγον δαπανήσων καὶ ὀρέας ἀχθοφόρους σκευάσων καὶ ἄνδρας ὑλοτόμους ἐπιλεξόμενος καὶ ἄρχοντα τὸν Μηριόνην αὐτοῖς ἐπιστήσων καὶ ἀρχιτεκτονήσων πυρὰν ἑκατόμποδον, τῷ τοσούτῳ τείχει οὐκ ἀρχιτέκτονά τινα ἐφιστᾷ, οὐ λατομίαν ὑπονομεύσας ἀνοίγει, οὐ τὴν ἄλλην ὕλην φράζει, οὐ τοὺς τεχνίτας ἱστορεῖ, ὡς εὖγε καὶ ταῦτα ποιῶν, ἵνα μὴ περιηγησάμενος τὸ μὴ γενόμενον ὡς γεγονὸς καὶ λόγον πολὺν περὶ αὐτὸ ἀναλώσας ὕποπτον ποιήσῃ τὴν ὅλην ποίησιν καὶ ἀπιστηθείη καὶ περὶ τὰ ὄντως γενόμενα. Ἰστέον δὲ ὅτι ἔχουσι πιθανότητα τοῦ μὲν ταχὺ γενέσθαι τὸ μέγα τεῖχος αἱ πολλαὶ τοῦ λαοῦ μυριάδες, τοῦ δὲ νῦν μὴ φαίνεσθαι ὁ διὰ κλοπὴν καιροῦ σχεδιασμός, οἷα εἰκός, τοῦ τειχισμοῦ. εὐκατάβλητον γὰρ τὸ οὕτως εἰκαῖον καὶ αὐτοσχέδιον καὶ ἐπὶ ᾐόνος ἀμμώδους ἑστώς, ὡς φαίνεται. Ἡ δὲ μυθικὴ τοῦ Διὸς ἐνταῦθα παρενθήκη, ναὶ μὴν καὶ Ποσειδῶνος καὶ Ἀπόλλωνος, καὶ αἴνιγμά ἐστι τοῦ μηδὲν ἀθεεὶ γενέσθαι. Ὅμηρος δὲ ἄλλως ἀνθρωπίνως τὰ μυθικὰ διαχειριζόμενος πλάττει, ὡς οὐ μόνον φθονεῖ ὁ Ποσειδῶν τοῖς φίλοις Ἀχαιοῖς διὰ φιλοτιμίαν οἰκείαν, λογιζόμενος ὡς τὸ μὲν Ἑλληνικὸν τεῖχος εὐκλεὲς ἐστήξεται, ὃ δὲ αὐτὸς καὶ Ἀπόλλων ἔκτισε λήθην ἕξει, ἀλλὰ καὶ περιεργότερον εἰς θυμὸν ἐρεθίζει τὸν Δία τῇ στερήσει τῶν αὐτῷ ἡδέων, ἅπερ εἰσὶν αἱ ἑκατόμβαι. καὶ ἀθεΐαν δὲ ἀξίαν ἀμύνης τοῖς Ἀχαιοῖς ἐπικλᾷ, εἰ δίχα χρησμοῦ ἢ ὅλως θείας βουλῆς τειχοποιοῦσιν. Ὅτι δὲ φθόνος τῶν Ἑλληνίων κατελαλεῖτο θεῶν, διαρρήδην φησὶ καὶ Ἡρόδοτος ἔν τε ἄλλοις καὶ ἐν τῷ “τὸ θεῖον ὡς ἔστι φθονερόν”. Ὡς δὲ καὶ ἄλλως ἐμπαθῶς παντοίως εἶχον, καθωμίληται κοινῶς. Ὅτι ἐργαζομένοις οἰκεῖον τὸ “ὣς οἳ μὲν πονέοντο καρηκομόωντες” δεῖνα. Μέσως δὲ ἔχει τὸ “πονέοντο”, ἢ γὰρ ἐμόχθουν ἢ ἁπλῶς ἐνήργουν. Θαυμασμοῦ δὲ τό· οἱ δὲ δεῖνα καθήμενοι θηεῦντο μέγα ἔργον, ἤγουν ἐθαύμαζον, ἐκ τοῦ θηῶ θηήσω, ἐξ οὗ θηητόν, τὸ θέας ἄξιον. Καὶ ἔστιν εἰπεῖν ὅτι, καθὰ θεωρεῖν ἐστι κυρίως τὸ βλέπειν, οὐ κατὰ νοῦν φιλοσόφως ὀφθαλμοῖς νοεροῖς, ἀλλὰ τοῖς κατὰ σῶμα, οὕτω καὶ θαυμάζειν ἀπὸ θέας καὶ αὐτὸ ὁμοίως, καὶ θάμβος δὲ ὡσαύτως, ὅπερ κατὰ θέαν βαίνει ἐς ψυχήν. Καὶ τὸ τεθηπέναι δὲ τούτοις εἶναι σύστοιχον ὑπὸ τῶν παλαιῶν λέγεται. Οὐκοῦν καὶ τὸ θηητόν. καὶ οὐκ ἔστιν εὑρεῖν ταῦτα ἑτέρως νοούμενα, εἰ μὴ προηγήσεται ὅρασις πορθμεύουσα τὸ θεατὸν ἐς ψυχήν. Ὅτι δεινοπαθῶν ὁ τοῦ μύθου Ποσειδῶν ἐφʼ οἷς οἱ Ἀχαιοὶ τειχοποιοῦσί φησι “Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπʼ ἀπείρονα γαῖαν, ὅς τις ἔτʼ ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει”, τουτέστιν· εἰσί τινες ἔτι καὶ μετὰ τοὺς Τιτᾶνας ἐκείνους καὶ τοὺς Γίγαντας, οἳ κακολογήσουσι καὶ βλάψουσιν ἡμᾶς, εἴπερ οἱ Ἀχαιοὶ τοιαῦτα δρῶσι δίχα ἡμῶν. Ἐπάγει οὖν “οὐχʼ ὁράᾳς ὅτι δʼ αὖτε καρηκομόωντες Ἀχαιοὶ τεῖχος ἐτειχίσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας”. Καὶ οὕτω μέν τινες ἀποφατικῶς τὸ ῥηθὲν ἐνόησαν. Ἕτεροι δὲ οὕτω κατʼ ἐρώτησιν “Ζεῦ πάτερ, ἆρα δή ἐστί τις περὶ γῆν ὃς ἐνίψει”, τουτέστιν ἐνίσπῃ, “βουλὴν οἰκείαν ἡμῖν τοῖς θεοῖς λόγῳ μαντείας ἢ καὶ θύσει”, ἵνα νοῆται ὡς οὐδείς ἐστιν ὁ τοῦτο ποιήσων, εἴπερ οἱ Ἀχαιοὶ οὕτω τειχίζουσι μήτε μαντευσάμενοι μήτε θύσαντες. Δοκεῖ δὲ κρείττων εἶναι ἡ πρώτη ἔννοια τά τʼ ἄλλα καὶ ὅτι τὸ ἐνίψει οὐχʼ ἁπλῶς δηλοῖ τὸ ἐνίσπῃ, ἤγουν ἐρεῖ, ἀλλὰ τὸ κακολογήσει. Ἰστέον δὲ ὅτι γῆν λέγει ἀπείρονα ἀντὶ τοῦ ἄπειρον, ὡς Εὐριπίδης ἐν Φαίδρᾳ φησί. Καὶ εἴρηται μὲν καὶ ἀλλαχοῦ περὶ τούτου, καὶ νῦν δὲ ῥητέον, ὅτι τε ἐντεῦθεν παραφράσας Εὐριπίδης ἀτέρμονα ἔσοπτρα εἶπε τὰ κυκλοτερῆ, ὅπερ ταὐτόν ἐστι τῷ ἀπείρονα, ἐπεὶ καὶ τὸ τέρμα καὶ τὸ πέρας τὸ αὐτὸ δηλοῦσι. καὶ ὅτι καθʼ Ὅμηρον μὲν ἀπείρων ἡ ὅλη γῆ, ὅ ἐστι σφαιροειδὴς καὶ στρογγύλη. Τὴν δὲ οἰκουμένην γῆν Ποσειδώνιος μὲν ὁ Στωϊκὸς καὶ Διονύσιος σφενδονοειδῆ φασι, Δημόκριτος δὲ προμήκη, τραπεζοειδῆ δὲ Ἵππαρχος. Νόον δὲ λέγει τὸ ἁπλῶς νόημα κατʼ ἐνθύμησιν, ὃ πληροφορεῖται διὰ μαντικῆς ἢ θυτικῆς ἐξ ἐρωτήσεως. Καὶ ἔστιν ὁ τοιοῦτος νόος ἀλλοῖος παρὰ τὸν ἐν Ὀδυσσείᾳ, οἷον “καὶ νόον ἔγνω”, ἔτι δὲ καὶ παρὰ τὸ “ὡς δʼ ὅτʼ ἀναείξει νόος ἀνέρος”. Μῆτιν δὲ ἔφη τὸ βουλευθὲν πρῶτα, εἶτα καὶ ἐρωτηθέν. Ὅρα δὲ καὶ ὅτι χοώμενος ὁ Ποσειδῶν οὐκ ἐπλάτυνε τὰ περὶ τοῦ τειχισμοῦ. τούς τε γὰρ πύργους ἐσίγησε καὶ τοὺς σκόλοπας καὶ οὐδὲ τὴν ποιότητα τῆς τάφρου εἶπεν, ὡς οἷον ἀχθόμενος, εἰ καὶ πρὸς ὄνομα μέμνηται τειχισμοῦ. Τὸ δὲ “τεῖχος ἐτειχίσαντο” ἐτυμολογικὸς καὶ αὐτὸ τρόπος. Τὸ δὲ “νεῶν ὕπερ” ἢ ἀντὶ τοῦ ἕνεκεν ἢ ἀντὶ τοῦ ὑπεράνω τῶν νεῶν. Ἦν δὲ καὶ ἐν τῷ “ὑπὲρ σέθεν αἴσχεʼ ἀκούω”, ἡ ὑπερ πρόθεσις ἀντὶ τοῦ ἕνεκεν ἢ ἀντὶ τῆς δια προθέσεως. Οὐ γὰρ δήπουθεν ὑπερηγορίαν ἐκεῖ δηλοῖ, ὁποία ἐστὶν ἐν τῷ “ὑπὲρ σοῦ λαλῶ” καὶ “ὑπὲρ σοῦ ἐνίσταμαι”. Τὸ δὲ “κλειτὰς ἑκατόμβας” παιδεύει ἔκκριτα εἶναι τὰ τῷ κρείττονι διδόμενα. Ὅτι τῶν παλαιῶν εἰπόντων δεῖν εἶναι καὶ μαντικῇ χρῆσθαι τοὺς ποιητάς, τοιοῦτος φαίνεται Ὅμηρος ἔν τε ἄλλοις καὶ ἐν οἷς ἐνταῦθα πεποιθὼς τῇ οἰκείᾳ λογιότητι λέγει ὡς ἐκ τοῦ Ποσειδῶνος, ὅτι τοῦ παρʼ αὐτῷ πλαττομένου τείχους τὸ “κλέος ἔσται, ὅσον τʼ ἐπικίδναται ἠώς”, ἤγουν ἐπὶ πᾶσαν τὴν ὑφʼ ἥλιον, εἰς ὅσην δηλαδὴ καὶ ἡ αὐτοῦ διαδέδοται ποίησις. Ὑπερβολικὸς δὲ ὁ λόγος. τὸ γὰρ “ὅσον ἐπικίδναται ἠώς” οὐ τὴν οἰκουμένην μόνον ἀλλὰ καὶ τὴν ἀοίκητον περιλαμβάνει. Ἡ γὰρ τῆς ἡμέρας λαμπηδὼν καὶ περὶ τὰς ἐρήμους σκίδναται. Δύναται δὲ τοῦτο καὶ ἄλλως νοηθῆναι, ἵνα λέγῃ μὴ τοπικῶς τὸ ὅσον ἀλλὰ χρονικῶς καί, καθὰ Εὐριπίδης μιμησάμενος φράζει “διὰ μακροῦ γὰρ ἡ χάρις”, οὕτω κἀνταῦθα νοοῖτο, ὡς ἀΐδιον καὶ ἀείμνηστον ἔσται τὸ κλέος τοῦ τείχους, εἰς ὅσον καιρὸν ἡμέρα λάμπει. Δῆλον δὲ τοῦτο ἐκ τοῦ τὸν Ποσειδῶνα εἰπεῖν, ὅτι τοῦ δὲ ἡμετέρου τείχους ἐπιλήσονται, καὶ οὕτως ἀντιδιαστεῖλαι τῇ μακρᾷ μνήμῃ τὴν λήθην. Καὶ ὅρα τὸ “ἐπιλήσονται”. εἴρηται γὰρ ἐλλειπτικῶς διὰ τὸ ἐναγώνιον τοῦ λέγοντος. δῆλον δὲ ὅτι ἄνθρωποι ἐπιλήσονται. Σημείωσαι δὲ καὶ ὅτι ἐνταῦθα εἰς ἶσον ἄγει ὁ ποιητὴς τὸ ἑαυτοῦ πλαστὸν τεῖχος τῷ ἱστορικῷ καὶ ἀληθεῖ τῷ τῆς Τροίας. Κλέος γὰρ μόνον καὶ ἀμφοτέρων φέρεται, πραγματικῶς δὲ οὐδέτερον φαίνεται, ἤδη δὲ καὶ εὐκλεέστερον τὸ Ὁμηρικόν. Αὐτὸ μὲν γὰρ διὰ τὴν τοῦ ποιητοῦ λογιότητα ἐκ μὴ ὄντος ἐστὶ τρόπον τινά, ἡ δὲ ἀληθὴς Τροία τῇ τοῦ χρόνου φορᾷ ἐκ τοῦ ὄντος ἦλθεν εἰς τὸ μηδέν, ἀφανισθεῖσα, ὡς προείρηται. Διὸ καὶ ἀστείως ὁ Ζεὺς τὸν Ποσειδῶνα σοφίζεται εἰπὼν “σὸν δή τοι κλέος ἔσται, ὅσον τʼ ἐπικίδναται ἠώς”. Οὐ γὰρ εἶπεν ὅτι τοῦ κατὰ σὲ καὶ τὸν Ἀπόλλωνα τείχους μακρὸν ἔσται τὸ κλέος, ἀλλὰ τὸ σὸν κλέος, ὡς Ποσειδῶνος δηλαδή. Τὸ δὲ κίδναται δηλοῖ μὲν τὸ σκεδάζεται, ἔλλειψιν δὲ ἔχει τοῦ σ, ὡς καὶ ἀλλαχοῦ εἴρηται. Ἰστέον δὲ ὅτι ἐκ τοῦ “ὅσον ἐπικίδναται ἠώς” λαβὼν Ἡρόδοτος ἔφη τὸ “ἅμα ἡλίῳ σκιδναμένῳ”. Ἡ δὲ ἀναλογία τοῦ κιδνῶ κατὰ τὸ πελῶ πιλνῶ, τὸ πλησιάζω, κερῶ κιρνῶ, καὶ ὅσα τοιαῦτα. οὕτω γὰρ καὶ κεδῶ κιδνῶ. διὸ καὶ ὡς πιλνῶ πίλνημι πίλναται, κιρνῶ κίρνημι κίρναται, οὕτω καὶ κιδνῶ κίδνημι κίδναται. Τῆς δὲ κατὰ τὸ κεδῶ κιδνῶ παραγωγῆς καὶ τὸ ὀρέγω ὀριγνῶ, πέτω πιτνῶ, ῥέπω ῥιπτῶ, καὶ τὰ ὅμοια. Ὅτι τὸ τεῖχος τειχίσαι διαφέρει τοῦ πολίσαι. οὐ γὰρ πᾶς ὁ τειχίζων ἤδη καὶ πολίζει. Διὸ Ἕλληνες μὲν τεῖχος, ὡς ἐρρέθη, ἐτειχίσαντο, Ποσειδῶν δὲ καὶ Ἀπόλλων τεῖχος ἐπόλισαν ἥρῳ Λαομέδοντι ἀθλήσαντες. Καὶ σημείωσαι τὸ “ἀθλήσαντες” ἀντὶ τοῦ κακοπαθήσαντες. Ἔστι γὰρ ὅτε τὸ ἄεθλον τὸν μὴ ἐθελητὸν κόπον σημαίνει, ὡς δηλοῖ καὶ τὸ “οὐδʼ ἔνθα πεφυγμένος ἦεν ἀέθλων”. Πῶς δὲ Ποσειδῶν καὶ Ἀπόλλων ἐθήτευσαν τῷ Λαομέδοντι, ἐν τοῖς μετὰ ταῦτα δηλωθήσεται, καταμερίσαντος Ὁμήρου καὶ τοῦτο τόποις διαφόροις, ὡς πολλαχοῦ ποιεῖν εἴωθεν, ὁ καὶ ἐν τοῖς ἑξῆς που αὖθις τοῦ ἐνταῦθα τειχισμοῦ εὐμεθόδως μνησόμενος. Τὸ δὲ “ἥρῳ” ἢ ἀποκέκοπται ἐκ τῆς ἥρωϊ δοτικῆς ἢ ἀπὸ ἰσοσυλλάβου κλίσεως γέγονεν. Ὅτι ἀνδρὶ μεγάλῳ δειλιάσαντι ἐπὶ δυσκλείᾳ εὐφυῶς προσφωνηθήσεται τὸ “ὢ πόποι εὐρυσθενές, οἷον ἔειπες. ἄλλος δή τις τοῦτό γε δείσειε νόημα, ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε. σὸν δʼ ἦτοι κλέος ἔσται”, ὡς καὶ προεγράφη, ὅσον τʼ ἐπικίδναται ἠώς, ἤγουν μεταφραστικῷ λόγῳ, ἡμέρα, κατὰ τὸν εἰπόντα· λαμβάνουσι τὴν ἠῶ ἡμέραν οἱ μεταφράζοντες, ὃ δὴ ταὐτόν ἐστι τῷ μεταλαμβάνοντες. Ἡ γὰρ διασαφητικὴ τῶν λέξεων ἑρμηνεία μετάληψις καὶ μετάφρασις καίριος λέγεται. Ὅτι ἐν τῷ “ἄγρει μάν”, ἤγουν ἄγε δή, “ὅτʼ ἂν αὖτε καρηκομόωντες Ἀχαιοὶ οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν, τεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι”, ἤγουν κατάχεον, “ἠϊόνα δὲ μεγάλην ψαμάθοισι καλύψαι”, ὅ ἐστι κάλυψον, “ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν”, ἀναρρῆξαι λέγει τὸ ἀνασαλεῦσαι, ἀναμοχλεῦσαι, ὅθεν καὶ κοιλία πληγεῖσα ξίφει ἀναρραγῆναί που λέγεται, καὶ θὴρ δὲ βοῦν φθείρει ἀναρρήξας τὴν αὐτοῦ κοιλίαν. Προαναφωνεῖ δέ πως ἐνταῦθα ὁ ποιητὴς τὸν τοῦ Ἑλληνικοῦ τείχους ὕστερόν ποτε ἀφανισμὸν συντομώτατα, ὡς ἐν ὀνείρῳ καὶ σκευάσας αὐτὸ καὶ ἀνασκευάσας καί, ὡς αὐτός φησιν, ἀμαλδύνας διὰ τοῦ ἀναρρῆξαι καὶ εἰς ἅλα πᾶν καταχεῦαι, ἤγουν ῥᾷον καταγαγεῖν, καὶ τὴν ἠϊόνα, ἐφʼ ἧς ἵστατο, ψαμάθοις καλύψαι. Τὸ δὲ “μάν” τριχῶς ἀλλοιοῦται, ὡς καὶ ἑτέρωθι δηλοῦται, κατὰ φύσιν τοῦ η στοιχείου. Λέγεται γὰρ καὶ μήν κοινότερον, καὶ μάν Δωρικῶς καὶ μέν Ἰωνικῶς. Οὕτω καὶ ὁ Πρίηπος οὐ μόνον ἐν τῷ η λέγεται ἀλλὰ καὶ διὰ τοῦ α Πρίαπος καὶ διὰ τοῦ ε δὲ Πρίεπος παρὰ Ἀρριανῷ ἐν Βιθυνιακοῖς, παρʼ ᾧ καὶ εἰς ἥλιον ἀλληγορεῖται ὁ Πρίεπος διὰ τὸ γόνιμον. Τὸ δὲ “ἀμαλδύνειν” λέξις μέν ἐστι ποιητικὴ πεζῷ λόγῳ δύσχρηστος, γίνεται δὲ ἀπὸ τοῦ ἀμαλόν, ὃ δηλοῖ τὸ ἁπαλόν, πλεονασμῷ τοῦ δ. ὅθεν καὶ ἀμαλάπτειν παρὰ Λυκόφρονι τὸ οἷά τι ἁπαλὸν καὶ εὔφθαρτον ἀφανίζειν, ὡς δηλοῖ τὸ “ἠμάλαψε κάρχαρος κύων”. Ἐκεῖθεν δὲ καὶ ἐν Ὀδυσσείᾳ τὸ “ἄρνʼ ἀμαλήν” ἐν συναλιφῇ, ἤγουν τὴν ἀμαλὴν ἤτοι ἁπαλὴν ἄρνα. Τινὲς δὲ ἐκεῖ ἄρνα φασὶ μαλὴν ἐντελῶς ἐν δισυλλαβίᾳ, ὅθεν καὶ παρὰ Θεοκρίτῳ μαλοπάρῃος, ἡ ἁπαλοπάρῃος, καὶ μαλερόν τὸ εὔφθαρτον διʼ ἁπαλότητα ἢ τὸ μαραντικὸν τῶν ἁπαλῶν σωμάτων ἢ τὸ σκληρὸν κατὰ ἀντίφρασιν. Τὸ δὲ τοιοῦτον δισύλλαβον μαλόν πλεονασμῷ τοῦ α γίνεται καὶ αὐτὸ ἀμαλόν, ἐξ οὗ τὸ ἀμαλδύνειν παράγεται, ὡς ἀνωτέρω εἴρηται. Εἰ δὲ ἐκ τοῦ διειλημμένου μαλοῦ καὶ μαῦλις Αἰολικῶς ἡ ἀφανιστικὴ μάχαιρα λέγεται, οὐκ ἂν εἴη ἀφυὲς εἰπεῖν. Τὸ δὲ ῥηθὲν Ἑλληνικὸν τεῖχος ἔργον τε ἁπλῶς ἔφη καὶ μέγα ἔργον ὁ ποιητὴς καὶ νῦν μέγα τεῖχος Ἀχαιῶν, μεγεθύνων τὴν αὐτοῦ ἐπίνοιαν. Ἔνθα ὅρα καὶ ὡς μονοημέρῳ ἔργῳ οἰκεῖον τὸ “δύσετό τʼ ἠέλιος, τετέλεστο δὲ ἔργον”. Ὅτι πολυτελοῦς δόρπου φράσις τὸ “βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο”. Προϊὼν δέ φησι “τίθεντο δέ”, ἤγουν κατά τινα συνθήκην ἐποιοῦντο, “δαῖτα θάλειαν”. Ἀχαιοὶ δὲ οὕτω ἐποίουν τὸ τεῖχος δείμαντες, οἳ καὶ παννύχιοι δαίνυντο. Ἀπαθὲς δὲ πάντως ἐκ φυσικῆς κλίσεως τὸ παννύχιοι, καθὰ καὶ τὸ εἰνάνυχες, καὶ τὸ αὐτονυχεί, καὶ εἴ τι ἄλλο τοιοῦτον. Τὸ μέντοι ὁλονύκτιος καὶ τὸ νυκτερινός, καθὰ δὴ καὶ αὐτὸ τὸ νυκτός, διπαθῶς ἔχουσι. Τὸ μὲν γὰρ φυσικὸν νύξ νυχός ἐκ τοῦ νύσσω νένυχα, ὡς καὶ ὄνυξ ὄνυχος. ἐξ αὐτοῦ δὲ κατὰ πάθος τροπῆς τε καὶ πλεονασμοῦ νυκός καὶ νυκτός, ὡς ἄναξ ἄνακος ἄνακτος. Ὅτι δὲ ἐκ τοῦ βουφονεῖν ἐπενοήθη τοῖς Ἀθηναίοις ὕστερον βουφόνια εἰπεῖν ἑορτήν τινα μεγάλην τῶν παρʼ αὐτοῖς, οὐ σφαλερῶς ἂν εἴποι τις. Ὅτι πολύοινος πάλαι ποτὲ δοκεῖ εἶναι καὶ ἡ Λῆμνος. Διό φησιν ἐνταῦθα ὁ ποιητής, ὅτι “νῆες ἐκ Λήμνου παρέστασαν οἶνον ἄγουσαι πολλαί”, Λήμνιον οἷον τοῦτο καλόν, τῷ Ἑλληνικῷ στρατῷ, ἀνάπαλιν πρὸς τὸ “Λήμνια κακά”, τὸ παροιμιακόν. “Ἔνθεν ἄρʼ οἰνίζοντο”, φησίν, “Ἀχαιοί, ἄλλοι μὲν χαλκῷ, ἄλλοι δʼ αἴθωνι σιδήρῳ, ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δʼ αὐτῇσι βόεσσιν, ἄλλοι δʼ ἀνδραπόδεσσιν”. Ἀμοιβαῖς γὰρ οἱ παλαιοὶ ἐχρῶντο καὶ οὐ νομίσμασιν. Οὔπω γὰρ ἦν παρρησία νομίσματος δουλοποιοῦ ἐν ἀνθρώποις. Εἰ δὲ λυπεῖ τοὺς παλαιοὺς ἐνταῦθα ὁ πλεονασμὸς τοῦ “ἄλλοι”, ὅμως σημειωτέον τὴν τῆς λέξεως ἐπιμονήν. πεντάκις γὰρ ἐνταῦθα εἴρηται τὸ ἄλλοι. Τὸ δὲ “παρέστασαν” ἐγγύς ἐστι τοῦ εἰπεῖν ἐνελιμενίσθησαν, οὐ μὴν καὶ ὡρμίσθησαν. Τριστοιχεὶ γὰρ ἱσταμένων τῶν Ἑλληνικῶν νεῶν ὁ τρίτος πρὸς τῇ θαλάσσῃ στοῖχος ὥρμιστο, αἱ δὲ μετʼ αὐτὸν ἄρτι Λήμνιοι νῆες παρέστασαν, ἤγουν κατὰ πλατὺν λιμένα ἐγγὺς ἦσαν ταῖς πρὸς τῷ ὅρμῳ ναυσί. Τὸ δὲ “ἄγειν” ἐπὶ ἀψύχου καὶ νῦν τοῦ οἴνου ἔφη διὰ τὰς νῆας, αἷς ᾠκείωται τὸ ἄγειν. ἐξ οὗ αἱ μέν τινες φορτηγοὶ λέγονται, αἱ δʼ ἱππαγωγοί. ἀπʼ αὐτοῦ δὲ καὶ νηῶν φαμεν ἀγώγιμα. Τὸ δὲ “οἰνίζεσθαι” καθʼ ὁμοιότητα λέγεταί τινα τοῦ ὑδρεύεσθαι. ὡς γὰρ ὑδρεύεταί ποθεν ὁ χορηγίαν ἐκεῖθεν ἔχων ὕδατος, οὕτως οἰνίζεται ὁ οἶνον ποριζόμενος. Ὅρα δὲ ὡς ἄψογον μὲν τὸ οἰνίζεσθαι, οὐκ ἐπαινετὸν δὲ τὸ οἰνοῦσθαι. μέθην γὰρ ἡ λέξις ἐνδείκνυται, ὡς δηλοῖ καὶ παρὰ Σοφοκλεῖ τὸ οἰνωθείς. Τὸ δὲ ἀεὶ ἀναύξητον τοῦ οἰνίζοντο, καθὰ καὶ τοῦ οἰωνίζοντο καὶ ἄλλων δέ τινων, σημειῶδές ἐστι τοῖς παλαιοῖς. Αἴθων δὲ σίδηρος ἢ ὁ λαμπρός, ἀπὸ τοῦ αἴθω, τὸ λάμπω, ἐξ οὗ καὶ ὁ ἀστήρ, ἢ ὁ καυστειρός, ἐκ τοῦ αἴθω, τὸ καίω, καθʼ ὃν λόγον καὶ ἡ μάχη καυστειρά, ἢ ὃν δεῖ καυθῆναι, ἵνα κατεργασθῇ. Ῥινοὶ δὲ αἱ βύρσαι, βόες ἔστιν ὅτε καὶ αὐταὶ τῷ τοῦ ὅλου ὀνόματι λεγόμεναι, ὡς πρὸ ὀλίγου ἐφάνη. Διὸ ἐπὶ τῶν ζώντων βοῶν φησι τὸ “ἄλλοι δʼ αὐταῖς βουσίν”. οὐ γὰρ ἡ βύρσα βοῦς αὐτόχρημα, μέρος δὲ βοός. τὸ δὲ ζῷον βοῦς αὐτὸ τοῦτό ἐστι. καὶ οὐδὲ ἀπολύτως ἡ βύρσα λέγεται βοῦς, ἀλλά, ὡς προεγράφη, μετὰ προσθήκης, καθὰ δηλοῖ τὸ “βόας αὔας”, καὶ τὸ “βῶν ἀζαλέην”. Ἐκ τοῦ ῥέειν δὲ ἡ ῥινός, καθὰ καὶ ἡ ῥίν. διὰ τοῦ δέρματος γὰρ οἱ ἱδρῶτες ἐκρέουσιν. Ἰωνικὸν δὲ τὸ “αὐταῖς βόεσσιν”, Ἰώνων γὰρ ἴδιον τὰς βόας λέγειν καὶ τὰς ἵππους καὶ τὰς κύνας καὶ τὰ τοιαῦτα. Οἱ δὲ παλαιοί φασι καὶ ὅτι τὰ τῶν θρεμμάτων πλήθη κατὰ θηλυκὸν γένος προφέρονται, αἱ ὄϊς, αἱ βόες, αἱ ἵπποι, αἱ κάμηλοι, αἱ ἡμίονοι. Ἡ δὲ τῶν ἀνδραπόδων λέξις νεωτερική ἐστι κατὰ τοὺς παλαιούς. Διὸ καὶ Ἀριστοφάνης καὶ Ζηνόδοτος ἠθέτουν τὸ ἔπος, ἐν ᾧ κεῖται ἡ λέξις αὕτη. Ἰστέον δὲ ὅτι τὸ “ἀνδραπόδεσσι” μεταπλασμός ἐστιν ὡς τὸ κρίνεσιν, ἴσως δὲ καὶ τὸ δένδρεσιν. οὐ γὰρ ἔστιν εἰπεῖν, ὡς εὐθεῖά ἐστιν αὐτοῦ ὁ ἀνδράπους, ἵνα ἐξ αὐτοῦ γίνηται τὸ ἀνδραπόδεσσιν, ὡς ἐκ τοῦ πούς ποδός ποδί τὸ πόδεσσι. Τινὲς δὲ ἀνδραπόδοισι γράφουσιν. Ἅπαξ δὲ ἡ λέξις εἴρηται, καὶ δηλοῖ τοὺς δούλους, ὡς ἀνδρῶν ὄντας πόδας, δηλονότι τῶν δεσποτῶν, οἵπερ εἰς κεφαλὰς ἐκείνοις λογίζονται. Ὅτι δὲ οἱ τῶν ἀνδραπόδων πορισταὶ τοῖς ἐμπόροις ἀνδραποδισταὶ λέγονται, οἷς ἡ Θετταλία εὐθήνει πάλαι ποτέ, καὶ ὅτι οὐκ αἰχμάλωτα ἐξ ἀνάγκης τὰ ἀνδράποδα, εἴγε τὰ πλείω κλέπτονται, δῆλόν ἐστιν. Σημείωσαι δὲ ἐν τούτοις καὶ ὅτι, καθάπερ οἱ Λήμνιοι οἴνου ὠνοῦντο ἀνδράποδα, οὕτω ποτὲ καὶ οἱ Θρᾷκες ἅλατος, ὅθεν καὶ ἁλώνητα δουλάρια τὰ εὔωνα. Ἐν τούτοις δὲ καὶ ἱστορίαν παλαιὰν ὁ ποιητὴς ἐπεμβάλλων καὶ οἰκονομίαν βίου καθυποδεικνὺς φιλικὴν λέγει περὶ τῶν ἐκ Λήμνου νεῶν καὶ ταῦτα “τάς”, ἤγουν ἅστινας, “προέηκεν”, εἰς Τροίαν δηλαδή, “Ἰησονίδης Εὔνηος. τόν ῥʼ ἔτεχʼ Ὑψιπύλη ὑπʼ Ἰήσονι ποιμένι λαῶν”. ἐξ οὗ καὶ Ἰησονίδην ἔφη αὐτόν. “χωρὶς δέ”, τουτέστιν ἰδιαζόντως, “Ἀτρείδῃσʼ”, τουτέστι τοῖς ἐξ Ἀτρέως, “Ἀγαμέμνονι καὶ Μενελάῳ, δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ”, τουτέστιν οἶνον, “χίλια μέτρα” ὅπερ ἡ κοινοτέρα φράσις οἴνου χίλια μέτρα φησί. Ξέσται δέ τινες ἦσαν ταῦτα τὰ μέτρα. Δῆλον δὲ ὅτι ὁ τοῦ Εὐνήου πατὴρ Ἰάσων, Θετταλὸς ὤν, συνῆλθε τῇ Λημνίᾳ Ὑψιπύλῃ, ὅτε τοῖς Ἀργοναύταις συμπλέων εἰς Κόλχους τῇ Λήμνῳ προσώκειλε καὶ εὗρε τὴν νῆσον ἔρημον ἀνδρῶν. πᾶσαι γὰρ τότε πάντας τοὺς ἑαυτῶν ἀνεῖλον ἄρδην αἱ Λήμνιαι, ὡς καὶ Εὐριπίδης φησίν. Ὅθεν καὶ χηρεύουσαι ἀνδρῶν ἄλλαι μὲν ἑτέροις, Ὑψιπύλη δὲ τῷ ἐξάρχοντι τῶν Ἀργοναυτῶν Ἰάσονι συνεζύγη, ἐξ ὧν Εὔνηος βασιλεύς, νηῶν ἐπιμελητής, ὡς ἡ κλῆσις δηλοῖ. Ἰστέον δὲ ὅτι τὸ “ὃν ἔτεκεν Ὑψιπύλη ὑπὸ Ἰάσονι” οὔκ ἐστιν ἁπλῶς ἑρμηνεία τοῦ Ἰησονίδης, ἀλλʼ ἱστορία τοῦ καὶ ποίαν ἔσχε μητέρα ὁ Εὔνηος. Δῆλον δὲ ὡς, ἐπεὶ ὁ Ἰάσων συστέλλων τὴν παραλήγουσαν δύσχρηστος εἰς μέτρον ἐστὶν ἐν ταῖς πλαγίαις, διὰ τοῦτο ἐτράπη τὸ α εἰς η παρὰ τῷ ποιητῇ ἔν τε τῷ “ὑπʼ Ἰήσονι” καὶ “Ἰησονίδης”. Τὸ δὲ “Ἀγαμέμνονι καὶ Μενελάῳ” κατὰ τὸ παρέλκον καὶ ἐνταῦθα κεῖται. Μέθυ δὲ συνήθως λέγει τὸν οἶνον διὰ τὸ τοὺς ἀμέτρως αὐτοῦ πίνοντας μεθίεσθαι ἤτοι ἀμελεῖν. ἀφʼ οὗ καὶ ἡ μέθη καὶ μεθημοσύνη, ἡ ἀμέλεια. Σημείωσαι δὲ ὅτι τὸ “νῆες δʼ ἐκ Λήμνοιο” καὶ ἑξῆς, οὐκ ἐξ ἀνάγκης Λημνίας νῆας δηλοῖ, ἀλλʼ ἴσως μὲν τοιαύτας, ἴσως δὲ ἑτέρωθεν μὲν οὔσας, στελλομένας δʼ ἐκεῖθεν ἐμπορικῶς. εἰκὸς δὲ καὶ ἐκ Λήμνου αὐτὰς εἶναι καὶ ἑτέρωθεν. Ὅτι δὲ τὸ “νῆες ἐκ Λήμνου” δύναται ταὐτόν ποτε περιφραστικῶς εἶναι τῷ Λήμνιαι, δῆλον ἐκ τῶν παλαιῶν. οὕτω καὶ ὁ Ἀθηναῖος καὶ ὁ ἐξ Ἀθηνῶν καὶ ὁ Ἀντιοχεὺς καὶ ὁ ἐξ Ἀντιοχείας καὶ ὁ πολίτης καὶ ὁ ἐκ πόλεως εἰς ταὐτὸν ἥκουσιν. ὁμοίως δὲ καὶ τὰ ἄλλα πάντα τοπικά. Ἡ δὲ Ὑψιπύλη, ὅτι καὶ Ὑψιπύλεια λέγεται ὡς Πηνελόπη Πηνελόπεια, οὐκ ἀμάρτυρόν ἐστιν. Ὅτι παννύχιοι μὲν Ἀχαιοὶ καὶ Τρῶες, οἱ μὲν ἐν ταῖς ναυσίν, οἱ δὲ κατὰ πόλιν δαίνυντο, “παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς σμερδαλέα κτυπέων”, ὅ ἐστι βροντῶν καὶ οὕτως οἷον ἐπαπειλούμενος, “τοὺς δὲ χλωρὸν δέος ᾕρει. οἶνον δʼ ἐκ δεπάων χαμάδις χέον”, ὡς οἷον ἀποτροπιαζόμενοι ἢ ἄλλως ἱκέται γινόμενοι, “οὐδέ τις ἔτλη πρὶν πιέειν πρὶν λεῖψαι Διΐ”. Καὶ ὅρα καὶ ἐν τῷ “κακὰ μήδετο”, ἤτοι ἐβουλεύετο, “Ζεὺς κτυπῶν” οἷόν ἐστι τὸ βουλεύεσθαι τὸν Δία, τὸ δίδοσθαι δηλαδὴ ἄνωθεν σημεῖα. Τὸ δὲ “μήδετο μητίετα Ζεύς”, ἐτυμολογικῶς καὶ αὐτό, ὡς ἐρρέθη. ἀπὸ τοῦ μήδεσθαι γὰρ ὁ μητίετα, βουλευτικὸς ὤν. Τὸ δὲ “σμερδαλέα κτυπέων”, τραχείαις λέξεσι κατὰ ὀνοματοποιΐαν σκληρυνόμενον τὴν ἀηδίαν καὶ τὸ φρικτὸν ἐν βραχυτάτῳ δηλοῖ τοῦ τῆς βροντῆς ἤχου. Σημείωσαι δὲ ὅτι ἐκ τοῦ “Ζεὺς σμερδαλέα κτυπῶν” λαβὼν ὁ Σοφοκλῆς ἔφη τὸ “μέγας κτύπος ἄφατος διόβολος”. Ἐν οἷς δηλοῖ ἐκεῖνος καὶ ὅτι βέλη Διὸς οὐ μόνον κεραυνοὶ καὶ τὰ τοιαῦτα, ἀλλὰ καὶ βρονταί. Ὅμως καὶ τοὺς ῥαγδαίους ὑετοὺς καὶ μάλιστα τοὺς χειμερίους τοιούτῳ λόγῳ “δύσομβρα βέλη” λέγει. Ἰστέον δὲ ὅτι καὶ τὸ “σμερδαλέα κτυπῶν” καὶ Σοφοκλέους τὸ “μέγας κτύπος” καὶ ἑξῆς, μεγαλοφωνότερά εἰσι τοῦ μεγάλα κτυπέων. Ἐνταῦθα δὲ καὶ τὸ λείβειν ἑρμηνεύει ὁ ποιητὴς μεταλαβὼν αὐτὸ εἰς τὸ χαμάδις οἶνον χέειν, ὡς ταὐτὸν ὂν ἐπὶ σπονδῆς λείβειν ἢ χέειν εἰπεῖν, ἧς ὁμοιότητος ἕνεκεν καὶ ἡ νεκρικὴ χοὴ λοιβὴ παρὰ Σοφοκλεῖ ἐν τῷ “τύμβον λοιβαῖσι στέψω”. Ἰστέον δὲ καὶ ὅτι γένοιτʼ ἄν ποτε ψόγος σφοδρᾶς ἀπειλῆς τὸ “κακὰ μήδετο σμερδαλέα κτυπέων, τοὺς δὲ χλωρὸν δέος ᾕρει”. Παρὰ δὲ τῷ ποιητῇ οὐδὲ πόρρω γλυκύτητος ὁ τραχὺς οὗτος λόγος, μονονουχὶ φαμένῳ, ὡς οἱ μὲν Ἕλληνες ἐξελύοντο πότον στησάμενοι, ὁ Ζεὺς δὲ κτυπῶν ἐξεδειμάτου αὐτούς. ἢ καὶ ἄλλως, οἱ μὲν παννύχιοι, ὡς οἷον εἰπεῖν, ὑποβεβρεγμένοι τῷ ἀκράτῳ ἦσαν, ὁ δὲ παννύχιος δεινὸν ἐκτύπει, δεινοῖς τούτοις κτύποις δεινὰ σημαίνων μέλλοντα καί, καθʼ Ἡσίοδον εἰπεῖν, πόλεμον τεκμαιρόμενος. Ἔστι δὲ καὶ ὑπογραφὴ ἐνταῦθα βροντῆς. δυνατὸν γάρ ἐστιν εἰπεῖν βροντὴν εἶναι σμερδαλέον κτύπον Διός, ἤγουν ἀέρος Ὅρα δὲ καὶ ὅτι ἐν τῷ “οἶνον δʼ ἐκ δεπάων χαμάδις χέον” δυνάμενος εἰπεῖν “ἐκ δεπάων δὲ μέθυ χαμάδις χέον”, οὐκ ἔφρασεν οὕτω, ἴσως μὲν ταὐτὸν κατὰ πολυωνυμίαν κρίνας εἶναι μέθυ καὶ οἶνον, ἴσως δὲ καὶ μέθυ μὲν ἔχων τὸν ἁπλῶς οἶνον, διʼ οὗ μεθήμονες οἱ πίνοντες γίνονται εἴτε λίαν διὰ μέθης εἴτε καὶ ἄλλως κατὰ ῥᾳστώνην ἔμφρονα, τὸν δὲ ἐν λοιβαῖς μὴ ἀξιῶν τοιούτου ὀνόματος, ἀλλὰ ἐπικρίνων οἶνον λέγειν αὐτόν. καὶ μὴν οὐδʼ αὐτὸ ἀπείρηται. Εὕρηται γὰρ ἐν χρήσει καὶ τὸ “μέθυ λείβειν”, οἷα τῆς λέξεως ταύτης δοκούσης μὴ ἐξ ἀνάγκης ἐκ τοῦ μεθιέναι γίνεσθαι, ἀλλὰ καὶ χρηστολογουμένης ἄλλως ὡς ἀπὸ τοῦ ὕειν, ὅ ἐστι διαβρέχειν τὸ σῶμα, κατὰ τὸ “τέγγε πνεύμονας οἴνῳ”, καὶ κατὰ τὸ “κίρνα, τὸν νοῦν ἵνʼ ἄρδω”. Ὅτι καὶ ἐνταῦθα, ὡς καὶ ἐν Ὀδυσσείᾳ, κοιμηθῆναι μὲν λέγει τὸ ἀναπεσεῖν καὶ ὡς εἰς ὕπνον ἀνακλιθῆναι, ὅπερ καὶ καθεύδειν ἀλλαχοῦ εἶπεν, ὕπνου δὲ δῶρον λαβεῖν αὐτὸ τὸ ὑπνῶσαι, ὡς ἄλλο μὲν εἶναι τὸ κοιμᾶσθαι, ἄλλο δὲ τὸ ὑπνοῦν, παρακολούθημα ὂν τοῦ κοιμᾶσθαι. Φησὶ γοῦν “κοιμήσαντʼ ἂρ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο”.