ΕΚ ΤΩΝ ΤΗΣ ΛΑΜΒΔΑ
Ὅτι ἐν τῇ λάμβδα ῥαψῳδίᾳ ὁ βασιλεὺς ἀποκινδυνεύων ἀριστεύει, διὸ καὶ Ἀγαμέμνονος ἀριστεία κατὰ πεζὴν φράσιν τὸ γράμμα τοῦτο ἑρμηνεύεται. ἡ δὲ ἔμμετρος αὐτοῦ ἐπιγραφὴ αὕτη· λάμβδα δʼ ἐνὶ προμάχοισι μίγη βασιλεὺς Ἀγαμέμνων. Τὰ μέντοι πρὸ τούτου ὁ τοιοῦτος βασιλεὺς ἀσφαλέστερον μᾶλλον διὰ τὴν ἡγεμονίαν ἢ φιλοκινδυνώτερον ἠγωνίζετο, θαρρῶν ἔτι τοῖς πράγμασι καὶ διὰ τοῦτο μὴ προπετῶς ἐπὶ κινδύνους φερόμενος. Καὶ σημειοῦνται οἱ παλαιοὶ ἐνταῦθα πραγμάτων ἀντιστροφήν. Διομήδης τε γὰρ ὀνειδισθεὶς ὑπὸ τοῦ βασιλέως ἠρίστευσε, καὶ ὁ βασιλεὺς αὖθις ὑπὸ Διομήδους ἔναγχος τὰ ὅμοια παθὼν ἀριστεύσει τὰ μέγιστα, καὶ οὕτως ἀνταπεδόθη τὸ ἶσον τοῖς ἥρωσιν. εἰς τοσοῦτον δὲ ὁ βασιλεὺς εὐδοκιμήσει, ὡς κινδυνεῦσαι τοὺς Τρῶας «ὑπὸ πτόλιν αἰπύ τε τεῖχος ἵξεσθαι», εἰ μὴ ὁ Ζεὺς ἐκώλυσε. τύχαις γάρ, οὐ γνώμαις, ἐλείποντο τῶν Τρώων οἱ Ἕλληνες. τρίτην δὲ τοῦ πολέμου ἡμέραν ταύτην σημειοῦνται οἱ παλαιοί. Ὅτι περίφρασις ποιητικὴ τὸ «Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο ὤρνυτο, ἵνα ἀθανάτοισι φόως φέρῃ ἠδὲ βροτοῖσιν». ἔστι δὲ ὁ νοῦς τῆς περιφράσεως, ὡς ἡμέρα ὑπὸ ἡλίου γέγονε. τὸν δὲ μῦθον τοῦτον καὶ ὁ Λυκόφρων ἐν καταρχῇ τῆς αὐτοῦ ποιήσεως ἐκτίθεται. Δῆλον δὲ ὅτι μίαν ὑπόνοιαν ἀλληγορικὴν ἔχουσιν ὁ Τιτὰν Ἀπόλλων καὶ ὁ Τιθωνός, ὃς καὶ αὐτὸς ἀλληγορεῖται εἰς ἥλιον. ἄμφω γὰρ ἐκ τοῦ τιταίνω, ἵνα καὶ ὁ Τιθωνὸς εἴη Τιτωνὸς διὰ τὸ πανταχοῦ τὸ αὐτοῦ φῶς ἐν ἡμέρᾳ τιταίνεσθαι. ἀὴρ γὰρ ὑπὸ ἡλίου πεφωτισμένος ἡ ἡμέρα ἐστί. Φασὶ δὲ Ἱερώνυμόν τινα ἱστορεῖν, ὅτι Τιθωνὸς ἀδελφὸς Πριάμου ἐς βαθὺ γῆρας ἐλάσας καὶ ζῆν μηκέτι ἐθέλων ᾐτήσατο παρὰ τῆς Ἠοῦς θάνατον, συνοικῶν αὐτῇ κατὰ ἔρωτα. ἡ δὲ ἀδυνατοῦσα—ἤδη γὰρ ἐνεγράφη τοῖς ἀθανάτοις ὁ Τιθωνός— εἰς τέττιγα μετέβαλεν αὐτόν, ὡς ἂν ἥδοιτο τῆς αὐτοῦ φωνῆς ἐς τὸ διηνεκὲς ἀκούουσα. Ἕτεροι δέ φασι τὴν Ἠῶ ἐρασθεῖσαν τοῦ Τιθωνοῦ ἁρπάσαι αὐτὸν καὶ ἐντείλασθαι ζητῆσαι, ὅπερ ἂν βούλοιτο ἀγαθόν, τὸν δὲ προελέσθαι ἀθανασίαν καὶ λαβεῖν μὴ προσεπιζητήσαντα καὶ τὸ ἀεὶ νέον. ἐπεὶ δὲ γηράσοι, τότε δὴ μαθεῖν, ὡς ἀτελῆ ἐζήτησεν, εἶχε γὰρ ἀθάνατον κακὸν τὴν τοῦ γήρως κάκωσιν. ὅθεν αἰτῆσαι τὴν εἰς ἄλογα μετάστασιν καὶ πολλὰ λιτανεύσαντα τυχεῖν τοῦ μεταπεσεῖν εἰς τέττιγα. Διὸ καὶ ψυχρὸς ὁ τέττιξ, ὡς ἐκ Τιθωνοῦ τοῦ πεμπέλου, καὶ πολύφωνος διὰ τὰς πολλὰς λιτὰς τοῦ Τιθωνοῦ, περὶ οὗ, ὥσπερ δὴ καὶ τοῦ κατʼ αὐτὸν ἔρωτος, εἴρηται καὶ ἀλλαχοῦ. Ἡ δὲ παροιμία ἐπὶ δυστυχῶν γερόντων τίθησι τὸ τοῦ Τιθωνοῦ ὄνομα, ὡς δηλοῖ ὁ εἰπὼν γέροντα «ἄνδρα Τιθωνὸν σπαράττων καὶ ταράττων καὶ κυκῶν». Ἔστι δὲ τὸ μὲν ἠώς, ὡς καὶ ἀλλαχοῦ δεδήλωται, διαλέκτου Ἰώνων, τὸ δὲ ἕως Ἀττικῶν, Δωριέων δὲ τὸ ἀώς, Αἰολέων δὲ τὸ αὔως. Ἠοῦς δὲ λέχος τῆς κατὰ ἀλληγορίαν αἱ ὑπὸ γῆν τοῦ ἡλίου διατριβαί, καθʼ ἃς μηκέτι λάμπουσα δοκεῖ ὡς ἐν ὕπνῳ ἀναπαύεσθαι κατὰ λέχος, ἐξ οὗ αὖθις ἐγειρομένη φέρει φῶς. καὶ ἄλλως δὲ λέχος Ἠοῦς λέγεται τὸ κατὰ νύκτα, οὐ κατʼ αὐτήν, ἀλλʼ ἐπεὶ ἄνθρωποι τηνικαῦτα ὡς ἐπὶ πολὺ λέγονται, ἤτοι κοιμῶνται. οὕτω δὲ καὶ ἐκ λεχέων ἐγείρεται διὰ τὸ αὐτοὺς μετὰ νύκτα τοῦτο ποιεῖν. διὸ καὶ ἠλέκτωρ ὁ ἥλιος, ὡς μὴ ἐῶν ἐν λέκτρῳ κεῖσθαι, καὶ ὄρθρος δὲ καὶ ἦρ ἡ τῆς ἡμέρας ἀρχὴ διὰ τὸ ὀρθοῦν καὶ αἴρειν εἰς ἔργον. Τὸ δὲ «ὤρνυτο» ἐτυμολογία τοῦ τῆς Ἠοῦς ὄρθρου ἐστί, καθʼ ὃν εἰς ἔργον ὀρνύμεθα, ἤτοι ὀρθούμεθα. ταὐτὸν γὰρ ὀρθοῦσθαι καὶ ὄρνυσθαι. καὶ ἄλλως δὲ τὸ ῥῆμα οἰκεῖον τῇ καθʼ ἥλιον ἡμέρᾳ διὰ τὸ τὸν ἥλιον ἐκ ταπεινοτέρων ὑψοῦσθαι αἰρόμενον, διὸ καὶ αὔξεσθαι μέχρι μεσημβρίας ἡ ἡμέρα λέγεται. Ἀθανάτους δὲ κἀνταῦθα τὰ ὑπὲρ γῆν στοιχεῖά φησιν, οἷς φῶς ἐκ τοῦ ἡλίου φέρεται, καθὰ καὶ τοῖς ζῴοις, ὧν ἐνταῦθα οἱ βροτοὶ ὡς ἐκ μέρους εἰσὶ δηλωτικοί. Τὸ δὲ «φόως φέρῃ» συντίθησι μὲν τὴν παρὰ τοῖς μεθʼ Ὅμηρον φωσφόρον, δηλοῖ δὲ σωματικώτερον ὡς ἔν τινι ζωγραφίᾳ λαμπαδηφορεῖν ὑπουργικῶς τὴν μυθικὴν Ἠῶ τοῖς θεοῖς καὶ ἐξανιστᾶν τοῦ ὕπνου αὐτούς, ἔποχον οὖσαν κατὰ τὸν μῦθον ἢ ξυνωρίδι ἵππων καθʼ Ὅμηρον Λάμπου καὶ Φαέθοντος ἢ τῷ Πηγάσῳ κατὰ τοὺς νεωτέρους. Δῆλον δὲ ὅτι ἐκ τοῦ φῶς γίνεται κατὰ πλεονασμὸν τὸ φόως, ἐξ οὗ καὶ τὸ Ξενοφόων, Κτησιφόων καὶ τὰ ὅμοια. Ἰστέον δὲ ὅτι οὐ μόνον τὸν Τιθωνὸν ἀλλὰ καὶ ἄλλους ἡ Τροία ἤνεγκε καλούς, τουτέστι διαφέροντας ἐπὶ κάλλει, Γαννυμήδην, Ἀγχίσην, Βουκολίωνα. θεοειδὴς δὲ καὶ Ἀλέξανδρος, ἔτι δὲ καὶ Δηΐφοβος παρὰ τῷ ποιητῇ, καὶ Πριάμῳ δὲ ὄψις ἀγαθή, καὶ ταῦτα γέροντι ὄντι, καὶ Ἕκτορος δὲ «ἐθηήσαντο φυὴν καὶ εἶδος» οἱ Ἕλληνες, καὶ ταῦθʼ ὅτε νεκρὸς ἔκειτο. Καὶ μήποτε διὰ τοῦτο καὶ κάλλους ἐρασταὶ οἱ ἐν τῇ Τροίᾳ διὸ τὴν καλὴν Ἑλένην ἁρπάσαντες τὴν οἰκουμένην ἐκύκησαν. Ὅτι ποιητικώτερον σωματοποιῶν Ὅμηρος τὴν ἔριν φησὶ «Ζεὺς δʼ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν», ἤγουν σημεῖόν τι ἐγκεχειρισμένην εἰδωλοπεποιημένον, οἷον βέλος ἢ ξίφος ὡς ἐν σχήματι ὁπλιτικῷ, ἢ ἄλλο τι τερατῶδες. οὐ γὰρ ἁπλῶς ἔρις ἦν αὕτη, ἀλλʼ ἔρις ἐπὶ πολέμῳ. Ἕτεροι δὲ πολέμοιο τέρας περιφραστικῶς τὸν πόλεμον ἐνόησαν, ἵνα λέγῃ, ὅτι ἔχουσα σὺν ἑαυτῇ τὸν πόλεμον. Εἰσὶ δὲ καὶ ἄλλως πολέμου τέρατα αἱ μεγάλαι πρὸς πόλεμον συσκευαί, αἱ τῶν στρατηγῶν ἐμβοήσεις καὶ τὰ λοιπά. διὸ καὶ ἐπὶ τῇ τοῦ Ὀδυσσέως ἡ Ἔρις ἔστη μεγακήτεϊ νηῒ καὶ ἐβόησεν, ὡς ῥηθήσεται. Ὅρα δὲ τὸ «ἀργαλέην» πρὸς διαστολὴν τεθὲν τῆς ῥᾴονος ἔριδος, ὥσπερ καὶ τὸ πολέμοιο τέρας ἔχουσαν διασταλτικῶς ἐρρέθη πρὸς ἑτέρας ἔριδας, ἀργαλέας μέν, οὐ πολεμικὰς δέ. Ἀσφαλῶς δὲ οὐκ ἔφη κακὴν τὴν τοιαύτην Ἔριν ὁ ποιητής. οὐ γὰρ ἦν τοιαύτη, ἀλλʼ ἀργαλέη, ὡς αὐτός φησιν, ἤτοι ἐργώδης, ἢ ἀλεγεινὴ διὰ τὰ ἐκ μάχης δεινά. Ἰστέον δὲ ὅτι μυθικῶς μὲν σωματοειδὴς ἐνταῦθα πολεμικὴ δαίμων ἡ Ἔρις, ὡς εἴρηται, πρὸς δὲ ἀλήθειαν Ἔρις νοεῖται νῦν ὁ Ἑλληνικὸς ἐρεθισμὸς πρὸς μάχην. οἱ γὰρ νύκτωρ δειλοὶ καὶ φεύγειν ἕτοιμοι καὶ τὴν ἔριν ἀπορρίψαντες νῦν ἀναλαμβάνουσι ταύτην καὶ ὅλοι τοῦ πολέμου γίνονται, ἀλλήλοις κατὰ ζῆλον οὐ φαῦλον ἐρίζοντες. Ἰστέον δὲ καί, ὅτι πᾶσα ἔρις ἀφορῶσα εἰς μέγα κακὸν λεχθείη ἂν καὶ αὐτὴ «ἀργαλέη πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσα». Ὅτι ἡ τοῦ Ὀδυσσέως ναῦς, ἣν καὶ μεγακήτεα λέγει, τουτέστι μεγάλην κατά τι κῆτος, ἐν μεσσάτῳ ἔσκεν, ἤγουν ἐν μεσαιτάτῳ ἦν τοῦ ναυστάθμου, καθὰ καὶ προεδηλώθη. τοῦτο δὲ ᾠκονόμητο διὰ τὸ πολύχρηστον τοῦ ἥρωος, καὶ ἵνα μέσος ὢν ῥᾳδίως ἔχῃ τοῖς ἑκατέρωθεν ἐπαρκεῖν ἔν τε συμβουλαῖς καὶ ἑτέροις ἔργοις. οὕτω καὶ ἡ καρδία μέσην λαχοῦσα θέσιν ζωογονεῖ ὁμαλῶς τῷ ἰσορρόπῳ τῆς διαστάσεως. Αἱ μέντοι τῶν ἀνδρειοτάτων Αἴαντός τε καὶ Ἀχιλλέως κλισίαι ἐν ἐσχάτῳ ἵσταντο. Φησὶ γὰρ «οἳ ἔσχατα», ἤγουν εἰς τὰ ἄκρα, «νῆας ἐΐσας εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν». Ὧν ἦν χρεία μάλιστα τοῖς ἐν τῷ ἄκρῳ, ἵνα μήτε αὐτοὶ ταῖς τῶν ἐχθρῶν ἐφόδοις βλάπτωνται καὶ τὸ μέσον δὲ συντηρῶσι δεδιότων τῶν ἐχθρῶν τὴν κύκλωσιν. διὸ καὶ τοὺς ἐν τοῖς στρατεύμασι προμαχοῦντάς τε καὶ οὐραγοῦντας ἀνδρείους εἶναι χρεών. Τὴν τοιαύτην δὲ Ὁμηρικὴν τῶν νηῶν στάσιν δηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ «σκηναῖς ναυτικαῖς Αἴαντος, ἔνθα τάξιν ἐσχάτην ἔχει». Ἰστέον δὲ ὅτι τε τὸ «μεγακήτης» ἐκ τοῦ κῆτος κατὰ τὸ μέγεθος εὐμεγέθης καὶ ἦθος εὐήθης ἐσχημάτισται, οὐ μὴν κατὰ τὸ γένος εὐγενής, βέλος ὀξυβελής, ὧν ἑτεροία ἡ τοῦ ὀξέος τόνου αἰτία. Καὶ ὅτι τὸ «ἐν μεσσάτῳ» ἐλλειπτικῶς ἐρρέθη. λείπει γὰρ τὸ τόπῳ. πρωτότυπον δὲ αὐτοῦ τὸ μέσος. Ὡς γὰρ τρίτος τρίτατος καὶ τὰ ὅμοια, οὕτω καὶ μέσσος μέσσατος. Ναῦς δὲ μεγακήτης ἀσφαλῶς ἐρρέθη οὐ διὰ μόνον μέγεθος ἀλλʼ ὅτι καὶ περὶ θάλασσαν πονεῖται. Τοῦ δὲ «ἠνορέῃ» τοιοῦτόν ἐστι τὸ κατὰ παραγωγὴν σκευώρημα· ἤνωρ ἤνορος ἄρρητον ὄνομα, ἐξ οὗ Ἀντήνωρ καὶ ῥηξήνωρ καὶ ἀγήνωρ. Ἐκεῖθεν κτητικὸν ἠνόρειος, καὶ ἀπελεύσει τοῦ ι ἠνόρεος, καὶ θηλυκὸν ἠνορέη ἰσχύς, ἡ τοῦ ἀνέρος, καὶ κατὰ ἔλλειψιν ὁμοίαν τῷ λυκέη, παρδαλέη καὶ τοῖς τοιούτοις, ἠνορέη ἁπλῶς ἡ ἀνδρία. Ὅτι στᾶσα ἐπὶ τῆς ῥηθείσης τοῦ Ὀδυσσέως νηὸς ἡ Ἔρις γεγωνέμεν, ἤγουν ὥστε ἐξάκουστον βοᾶν, ἐκεῖθεν ἀμφοτέρωσε, ἤγουν κατὰ τὸν ποιητὴν ἐπʼ Αἴαντος κλισίας ἠδʼ ἐπʼ Ἀχιλλῆος, οἳ ἔσχατα ἐνεώλκησαν τὸν κατʼ αὐτοὺς στόλον, »ἤϋσεν», ἤγουν ἐφώνησε «μέγα τε δεινόν τε ὄρθια, Ἀχαιοῖσι δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ κραδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι». Δηλοῖ δὲ ἡ τοιαύτη τῆς Ἔριδος βοὴ τὰ τῶν στρατηγῶν κατʼ ἔριν ἀγαθὴν ἐγκελεύσματα, ὑφʼ ὧν εἰς πόλεμον οἱ Ἀχαιοὶ θήγονται ὡς οἷον παρακονώμενοι. Ὃ καὶ ὡς ἀπὸ μέρους ἐφερμηνεύων ἐπάγει «Ἀτρείδης δʼ ἐβόησε» καὶ τὰ ἑξῆς. Τὸ δὲ «ὄρθια» εἴρηται μὲν Ἀττικῶς ἀντὶ τοῦ ὄρθιον, ὁποῖα καὶ ἄλλα τοιαῦτα προγέγραπται, ἑρμηνεύεται δὲ ὑπὸ τοῦ «μέγα τε δεινόν τε». τοιοῦτος γὰρ ὁ παρὰ τοῖς μουσικοῖς ὄρθιος νόμος, ἤγουν τρόπος ἐκεῖνος ᾠδῆς εἰς πόλεμον ἐρεθιστικός. Τιμόθεος οὖν ὄρθιον ᾄσας τοσούτου τὸν Ἀλέξανδρον Ἄρεος ἔπλησεν, ὡς εἰς τὰ ὅπλα εὐθὺς ἐκεῖνον ἀναπηδῆσαι. Σαφέστερον δὲ Ὅμηρος ὑποδηλῶν, οἷόν τι ὁ ὄρθιος νόμος, ἐπιφέρει «τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι φίλην ἐς πατρίδα γαῖαν». Τοῦτο δὲ καὶ ἀλλαχοῦ οἱ αὐτοὶ ἔπαθον λόγοις ὀτρυνθέντες δεινοῦ ῥήτορος. Γλυκαίνει δέ πως τὴν μάχην τοῖς Ἀχαιοῖς ὁ κατὰ Τρώων θυμός. γέμουσι γὰρ τούτου, ὃν ἐν ἄλλοις γλυκύτερον μέλιτος καταλείβεσθαι Ὅμηρος λέγει ἐν τοῖς τοῦ θυμουμένου στήθεσιν. Ἄναρθρος δέ, ἤτοι ἀγράμματος, ἡ ῥηθεῖσα βοὴ τῆς κατὰ μῦθον Ἔριδος, καθάπερ εἰ καὶ σάλπιγγος ἦν. ἴσως δὲ καὶ ἀπλατῆ βοὴν ἐφώνησε, καθὰ καὶ ὁ βασιλεύς, περὶ οὗ φησίν «Ἀτρείδης δʼ ἐβόησεν ἰδὲ ζώνυσθαι ἄνωγεν». οὐδὲν γὰρ οὐδʼ αὐτὸς ἐλάλησε διεξοδικόν, ὅτι μηδὲ ἐχρῆν παρὰ καιρόν. Σημείωσαι δὲ ὅτι τὴν τοῦ βασιλέως ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ ἀριστείαν πάνυ σεμνύνων Ὅμηρος ἀντὶ κήρυκος μὲν αὐτὴν τὴν Ἔριν προάγει βοῶσαν καὶ ὀτρύνουσαν εἰς μάχην τοὺς Ἀχαιούς, ἀντὶ δὲ σάλπιγγος ἤ τινος ἄλλου τοιούτου ὀργάνου βροντώσας ποιεῖ τὴν Ἥραν καὶ τὴν Ἀθηνᾶν, καὶ βοὴν δὲ ἄσβεστον γενέσθαι λέγει καὶ κυδοιμὸν ἐγερθῆναι κακὸν καὶ δρόσους αἱματοέσσας ὑψόθεν κατενεχθῆναι καὶ πανοπλίαν δὲ τῷ βασιλεῖ περιτίθησιν ἔξαλλον, καὶ ὅλως εἰπεῖν, μυρίαν ποιητικῶς τερατείαν τεχνᾶται, ἐμφῆναι θέλων ὡς μέγας ἔσται, καθὰ καὶ φανεῖται, ὁ σήμερον πόλεμος. Ὅρα δὲ καὶ ἐνταῦθα οἷον ὁ λόγος, ὃς τοὺς Ἕλληνας ἐρεθίσας θανεῖν ἑτοίμους ἐποίησε, καὶ ὅτι προθυμίας ἄκρας τῆς εἰς μάχην δηλωτικὸν τὸ μέγα θάρσος, ὡς ἐρρέθη, ἔχειν καὶ γλυκὺν κρίνειν τὸν πόλεμον. Τὸ δὲ «Ἀχαιοῖσιν ἑκάστῳ» σύνηθες Ὁμήρῳ σχῆμα, ταὐτὸν ὂν τῷ Ἀχαιῶν ἑκάστῳ. Ὅτι ὥσπερ ἀπὸ κύρυθος κορύσσω καὶ ἱπποκορυσταί καὶ ἀπὸ θώρακος τὸ θωρήσσω, καὶ ἀπὸ ἀσπίδος οἱ ἀσπισταί, καὶ ἀπὸ αἰχμῆς τὸ αἰχμάζειν καὶ οἱ αἰχμηταί, καὶ ἀπὸ κνημῖδος εὐκνήμιδες, ὡς ἐκ μέρους ἐν τοῖς τοιούτοις δηλουμένης τῆς ὅλης ὁπλίσεως, οὕτω καὶ ἀπὸ ζώματος τοῦ συναπτομένου ἢ συρραπτομένου τῷ στατῷ θώρακι ἢ τῇ μίτρᾳ, ὡς προδεδήλωται, ζώνυσθαί φησιν Ὅμηρος νῦν τὸ ὁπλίζεσθαι, εἰπὼν «Ἀτρείδης δʼ ἐβόησεν ἰδὲ ζώνυσθαι ἄνωγεν Ἀργείους», ἑαυτὸν δηλαδὴ προθεὶς παράδειγμα. Ἐπάγει γὰρ «ἐν δʼ αὐτὸς ἐδύσατο νώροπα χαλκόν», ἤγουν λαμπρόν, ὡς πολλαχοῦ φαίνεται. Εἶτα διασαφῶν ἐνδιασκεύως τὸ «ἐδύσατο χαλκόν» φησὶ «κνημῖδας μὲν πρῶτον» καὶ ἑξῆς, ὡς ἐν ἄλλοις ποιεῖ. Ἔνθα καὶ ἀργύρεα ἐπισφύρια οὐ ποδῶν μέρος, ἀλλὰ μέρη κνημίδων τὰ περὶ τὰ σφυρά. ἄλλως γὰρ ἐπὶ ἀνδρὸς ἥρωος εἰπεῖν ἐπισφύρια ἀργυρᾶ οὐ σεμνόν ἐστι, πρέπει δὲ μᾶλλον τοῦτο εἰς ἀργυρόπεζαν Θέτιν καὶ εἴ τις ἑτέρα τοιαύτη. οὕτω δὲ καὶ ἑλίκωπες Ἀχαιοὶ οὐ διὰ τὸ ἐλικόν, ἤτοι μέλαν τὸ ἐν ὀφθαλμοῖς—κόραις γάρ φασι γυναιξὶν αὐτὸ πρέπον ἐπίθετον—, ἀλλὰ διά τι ἄλλο, γραφὲν ἑτέρωθι. Ἰστέον δὲ ὡς εἰ καὶ νώροπα κοινότερον χαλκὸν λέγουσιν οἱ παλαιοὶ τὸν λαμπρότατον διὰ τὸ στερεῖν τοῦ ὁρᾶν τὴν ὄψιν τῇ ἐξ αὐτοῦ ὡς οἷον ἀστραπαίᾳ στιλπνότητι, ἀλλʼ ἡ σκωπτικὴ παράχρησις δύναται καὶ ἄνθρωπον ἐμφῆναι τὸν παρʼ ἄλλοις ἰλλόν, εἴτʼ οὖν παραβλῶπα καὶ στραβόν, διὰ τὸ ἐστερῆσθαι τοῦ κατὰ ὅρασιν ὀπτικοῦ, ἵνα ᾖ νῶροψ μὲν χαλκὸς ὁ ἀποστερῶν τοῦ ὁρᾶν, νῶροψ δὲ ἄλλως ἀνὴρ ὁ ἐστερημένος τοῦ ὁρᾶν. Ἡ δὲ τὰ τοιαῦτα νομοθετήσασα βλασφημία, ἧς καὶ ἐν τῇ δʹ ῥαψῳδίᾳ μνήμη κεῖται, καὶ τὸν ἐπαινετῶς ἀρρενωπὸν ἀρρενῶπα ἔφη παρονομήσασα ψογερῶς καὶ οὕτω σκώψασα τὸν ἀνδρόγυνον καί, ὡς εἰπεῖν, ἀρρενοπίπην πρὸς ὁμοιότητα τοῦ παρθενοπίπης καὶ πυρροπίπης. οὕτω δὲ καὶ Αἰσχύλου μάχλον, φασίν, ἄμπελον εἰπόντος τὴν ῥεομένην, ἡ Κωμῳδία μάχλον εἶπε τὸν ὑπὸ καταφερείας δίυγρον. καὶ Πανὸς δὲ λεγομένου τοῦ κατὰ κλῆσιν δαιμονίαν, ἕτεροι ἀπʼ ἐκείνου Πᾶνά φασι τὸν καταφερῆ καὶ συνουσιαστικόν, ὅθεν παρὰ Καλλιμάχῳ τὸ «πᾶν τρύπανον αἰπολικόν». Ὅτι ὁ Κινύρας κοινῶς ἢ Δωρικῶς ἢ καθʼ Ὅμηρον Ἰωνικῶς ὁ Κινύρης Θείαντος ἦν κατά τινας παῖς, βασιλεὺς Κύπρου ζάπλουτος, ὃς παριόντας τοὺς Ἀχαιοὺς ἐξένισεν, ὑποσχόμενος καὶ ἐν Ἰλίῳ πέμψειν τὰ ἀναγκαῖα. φασὶ δὲ αὐτὸν ἀμελήσαντα ἐπικατάρατον γενέσθαι ὑπὸ Ἀγαμέμνονος καὶ αὐτὸν μὲν ἀπολωλέναι ᾠδικῶς ἁμιλλώμενον τῷ Ἀπόλλωνι ὡς οἷα μουσικῆς τεχνίτην. διὸ καὶ Κινύρης ἐκλήθη παρωνύμως τῇ κινύρᾳ. τὰς δὲ θυγατέρας αὐτοῦ πεντήκοντα οὔσας ἁλέσθαι εἰς θάλασσαν καὶ εἰς ἀλκυόνας μεταπεσεῖν. Ἄλλοι δέ φασιν αὐτὸν ἐν Πάφῳ ὀμόσαντα Μενελάῳ πέμψειν πεντήκοντα ναῦς, μίαν μόνην ἀποστεῖλαι, τὰς δὲ λοιπὰς ἐκ γῆς πλάσαντα πέμψαι καὶ γηΐνους ἄνδρας ἐν αὐταῖς, καὶ οὕτω σοφίσασθαι τὸν ὅρκον, ὀστρακίνῳ στόλῳ δεξιωσάμενον. Παραπηκτέον δὲ τῇ εἰρημένῃ Κυπριακῇ ξενίᾳ τῶν Ἀχαιῶν καὶ τὴν Δηλιακήν, ἣν καὶ ὁ Λυκόφρων ἱστορεῖ, πάνυ λαμπροτέραν οὖσαν τῆς ἐν Κύπρῳ. αὕτη μὲν γὰρ εἰς ἅπαξ γέγονεν, ὁ δὲ ἐν τῇ Δήλῳ ξενίσας τὸ Πανελλήνιον οὐκ ἠρκέσθη δαψιλευσάμενος οἴκοι τὰ εἰς τὸν Ξένιον ἐπὶ μετρίῳ καιρῷ, ἀλλʼ ἤθελε παρακατασχεῖν τοὺς Ἀχαιοὺς καὶ εἰς δέκα περιπλομένους ἐνιαυτοὺς καὶ διδόναι ὡς οἷον ἔκ τινος θαλάσσης ἀντλεῖν τὸν ἐκείνου πολύρρουν πλοῦτον ἡσυχῇ μένοντας. Κατὰ δέ τινας καὶ ἐς αὐτὴν Τροίαν τὸ τοιοῦτον ἐκείνοις ζωογόνον ῥεῦμα μετωχέτευσε, δοὺς αὐτοῖς τὰς θυγατέρας τὴν Οἰνώ, τὴν Σπερμὼ καὶ τὴν Ἑλαΐδα, ὧν ἦσαν τρόφιμοι τὸ πᾶν στράτευμα, χορηγεῖν δυναμένων τεραστίως τὰ τρέφοντα, ὡς ὁ μῦθός φησιν. Ἰστέον δὲ ὅτι οὐ φαίνεται εἰδὼς Ὅμηρος ξενίαν Κινύρου, ἀλλὰ σέβας μόνον τὸ ἐξ ἀκοῆς. «Πεύθετο γάρ», φησί, «Κύπρονδε μέγα κλέος» καὶ ἑξῆς. οἵα δὲ ἡ Κύπρος εἰς πλοῦτον καὶ λοιπὴν εὐδαιμονίαν, αἱ ἱστορίαι δηλοῦσιν. ὅτι δὲ καὶ Ἄμασις πρῶτος ἀνθρώπων Κύπρον κατεστρέψατο εἰς φόρου ἀπαγωγήν, Ἡρόδοτος ἱστορεῖ, ἐξ οὗ ἔστι νοῆσαι καὶ ὅτι ὁ Κινύρης Ἰωνικῆς διαλέκτου ἐστίν, ἐπεὶ καὶ ὁ κυματίας ποταμὸς κυματίης παρʼ ἐκείνῳ εἴρηται. καὶ ταῦτα μὲν τοιαῦτα. Ὅμηρος δέ φησιν, ὅτι ὁ Κινύρης θώρακα ἔδωκε τῷ βασιλεῖ «ξεινήϊον εἶναι. πεύθετο γὰρ Κύπρονδε μέγα κλέος, οὕνεκʼ Ἀχαιοὶ εἰς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον, τοὔνεκά οἱ τόν», ἤγουν τοῦτον, «δῶκε χαριζόμενος βασιλῆϊ», καὶ δώροις οὕτως οἰκειούμενος τὴν Ἑλληνικὴν φιλίαν καὶ οὐ δήπου διδοὺς εἰς ποινὴν ἀστρατείας, ὡς ὁ τῷ Ἀγαμέμνονι ὑποτελῶν Σικυώνιος Ἐχέπωλος τὴν ὑμνουμένην Αἴθην τὴν τοῦ Ἀγαμέμνονος ἵππον ἐξ ἀνάγκης αὐτῷ ὡς οἰκείῳ βασιλεῖ δέδωκεν, ἵνα μὴ στρατεύσηται. Εἶτα ἐκφράζων ὁ ποιητὴς τὸν τοιοῦτον θώρακα, ὁποῖος ἂν καὶ ἦν, εἴτε ἁλυσειδωτὸς εἴτε ἐκ φολίδων, τοῦτο γὰρ οὐ παρασημαίνεται, λέγει ὅτι τούτου δέκα οἶμοι, τουτέστιν οἷον ζῶναι, ὁδοί, ῥάβδοι ὀρθαί, «ἔσαν μέλανος κυάνοιο, δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο· κυανέοι δὲ δράκοντες ὀρωρέχατο ποτὶ δειρὴν τρεῖς ἑκάτερθεν», ἤγουν οἱ ὅλοι ἕξ, «ἴρισιν ἐοικότες», τῷ κυρτώματι δηλαδή, «ἅς τε Κρονίων ἐν νέφεϊ στήριξε τέρας μερόπων ἀνθρώπων». Ἔνθα φασὶν οἱ παλαιοί, ὡς διδάσκει ὁ ποιητὴς μηδὲ τὰ τυχόντα κατὰ τὸ αὐτόματον γίνεσθαι, εἴγε καὶ τοῦτο τὸ περὶ τὸν ἀέρα πάθος, ἡ ἶρις, οὐχʼ οὕτως εἰκῇ συμπίπτει, ἀλλὰ σημαίνει τι τῶν μελλόντων, ὡς καὶ ἐν ἄλλοις δεδήλωται. Ἰστέον δὲ καὶ ὅτι Ξενοφάνους περὶ τῆς ἴριδος ἐν ἡρωϊκοῖς ἔπεσιν οὕτω φράζοντος «ἥν τʼ ἶριν καλέουσι, νέφος καὶ τοῦτο πέφυκε πορφύρεον καὶ φοινίκεον καὶ χλωρὸν ἰδέσθαι», οἱ ἀκριβέστεροι ὁρμώμενοι ἐκ τοῦ «ἐν νέφεϊ ἐστήριξε» φασὶν οὐ νέφος εἶναι τὴν ἶριν, ἀλλὰ πάθος περὶ νέφος. πάντως γὰρ ἄλλο ἐστὶ τὸ στηριζόμενον καὶ ἄλλο τὸ ἐν ᾧ στηρίζεται. Ἔστι γὰρ κατὰ τοὺς παλαιοὺς ἡ ἶρις πάθος περὶ τὸν ἀέρα, ἐξ ἡλιακῶν ἀκτίνων τὴν αἰτίαν ἔχουσα, ὑγρῷ νέφει ἐμφαινομένη. καὶ τοιαῦτα μὲν ταῦτα. Ἐν δὲ τῷ «δῶκε ξένιον» καιριωτάτη λέξις τὸ «δῶκε». διὸ καὶ νῦν ἐπιμένει δὶς αὐτὴν εἰπών. Τὸ δὲ «δῶκε ξεινήϊον εἶναι» ἢ ἔλλειψιν ἔχει τοῦ ὥστε, ἵνα λέγῃ ὅτι ἔδωκεν ὥστε ξένιον εἶναι, ἢ περιττότητα τοῦ εἶναι, ἧς χρῆσις οὐ μόνον τὸ ἑκὼν εἶναι παρὰ τοῖς παλαιοῖς, ἀλλὰ καὶ τὸ «χρηστὴν ἡμῖν τὸ τήμερον εἶναι τὴν γαλήνην ἐστόρεσε». Τὸ δὲ μέγα κλέος τοῦ Ἑλληνικοῦ στόλου ὑποδηλοῦται διὰ τοῦ φθάσαι τοὺς Κυπρίους δῶρα πέμψαι οὐ μετὰ τὸ εἰς Τροίαν πλεῦσαι, ἀλλʼ ὅτε ἀναπλεύσεσθαι ἔμελλον. Καὶ ὅρα τὸ «ἀναπλεύσεσθαι». ἀνάπλους γάρ, ὡς καὶ προεδηλώθη, ὁ ἀπὸ Ἑλλάδος ἐπὶ τὸν Ἑλλήσποντον πλοῦς, καὶ ἀναβάσει ἐοικὼς διὰ τὸν ἐκεῖθεν κατάρρουν. Τὸ δὲ «μέγα κλέος» ὅτι τὸν παρὰ τοῖς ὕστερον Μεγακλῆν συντίθησι, καθὰ καὶ τὸ εὐρὺ κλέος τὸν Εὐρυκλέα, δῆλόν ἐστι. Τὸ δέ γε «νήεσσιν ἀναπλεύσεσθαι» ἢ ἐκ περιττοῦ ἔχει τὸ νήεσσιν ἢ βούλεται μεγάλας ἐνταῦθα νῆας νοεῖσθαι, διʼ ὧν ἦν πλεῦσαι τοσοῦτον πέλαγος, ὡς ἐντεῦθεν τὰς σχεδίας καὶ τὰς ἁλιάδας μὴ ἁπλῶς νῆας, ἀλλὰ μετά τινος προσθήκης λέγεσθαι, οἷον μικρὰς νῆας ἢ τοιοῦτόν τι, ὥσπερ ἄλλαι μακραὶ λέγονται ἢ φορτηγοὶ ἢ ἄλλως ὁπωσοῦν. Τὸ δὲ «χαριζόμενος» γενικόν ἐστι τοῦ δωρεῖσθαι. —πᾶν γὰρ δῶρον χάρις ἐστί—καὶ ὡς ὑπὸ γένος αὐτὴν ἀνάγεται. Αἱ δὲ ῥηθεῖσαι ῥάβδοι ἢ ζῶναι μία παρὰ μίαν ἐοίκασι κεῖσθαι, πλεοναζουσῶν τῶν ἐκ κασσιτέρου τῷ μεταξὺ κεῖσθαι, καὶ οὕτω τῇ παραβολῇ τῶν χρωμάτων πολὺς ὁ κόσμος ἐγίνετο ξενίζων τὸν θεατήν. Τῶν δὲ δώδεκα τοῦ χρυσοῦ ῥάβδων αἱ μὲν δέκα συνεπεμερίζοντο ταῖς κυανέαις, ὡς εἰκός, αἱ δὲ δύο περὶ τὰ προστέρνια παρενεβέβληντο, ὡς ἂν εἴη πλείων ἡ στιλπνότης τοῦ χρυσοῦ πρόσθεν. Τὰς δὲ κασσιτερίνας οἴμους σίδηρον νοητέον ἀλειφόμενον κασσιτέρῳ εἰς ἀργύρου σχῆμα, ὡς καὶ τὰς κυανέας ἔγκαυσιν ἐχούσας ἢ χείμευσιν μέλαιναν τὴν διὰ κυάνου. ἴσως δὲ καὶ αἱ χρυσαῖ σίδηρος ἦσαν χρυσῷ συγκαλυπτόμενος. Τὸ δὲ «οἶμος» βαρύνεται κανόνι τοιῷδε. Τὰ εἰς ος δισύλλαβα μονογενῆ ἀπὸ τῆς οι ἀρχόμενα φιλεῖ βαρύνεσθαι, ὅτε πρὸ τῆς ος σύμφωνον ἢ σύμφωνα ὑπάρχει, οἷον οἶκος, οἶτος, οἶμος, οἶκτος, οἶστρος. Τὸ Οἰός—δῆμος δέ ἐστιν Ἀττικῆς—ὀξυτόνως οὐκ ἔχει σύμφωνον πρὸ τοῦ ος. Ὁ δὲ ῥηθεὶς Οἰός ἔοικε καὶ Οἴη λέγεσθαι. Διὸ καὶ ὁ ἐκ τοῦ τοιούτου δήμου Οἴηθεν ἐλέγετο καθʼ ὁμοιότητα τοῦ Ἀθήνηθεν καὶ Θήβηθεν. εἰ δὲ ἴσως ἄλλος δῆμός ἐστιν ὁ Οἰὸς καὶ ἄλλος ἡ Οἴη, ζητητέον ἑτέρωθεν. Κύανος δὲ εἶδός τι χρώματος μέλανος, ἐξ οὗ τὸ κυάνειον, καὶ ὑφαιρέσει τοῦ διχρόνου κυάνεον, καὶ ἐν συναιρέσει κυανοῦν, τοιοῦτον δὲ καὶ τὸ χρῶμα τοῦ οὐρανοῦ ἀναγκαίως κατὰ τοὺς Φυσικούς, ὁπηνίκα ἐστὶ πάντῃ ἀνέφελος. Τὸ δὲ «ὀρωρέχατο» Ἰωνικόν, ἔστι μὲν ὅμοιον τῷ ἐπεπλέχατο καὶ τοῖς ὁμοίοις, δηλοῖ δὲ τὸ ἐτέταντο. Καὶ ἔστι σχῆμα δεινὸν καί, ὡς εἰπεῖν, τεράστιον, καταχάσκοντες δειρῇς κυάνεοι δράκοντες. ὡς γὰρ ἐπὶ ἁρπαγῇ ἔχασκον συντεινόμενοι. ἐοίκασι δὲ καὶ ἐπικυρτοῦσθαι τοὺς αὐχένας οἱ τοιοῦτοι δράκοντες κατά τινα κυκλικὴν καμπήν. Διὸ καὶ ἴριδι ἕκαστος αὐτῶν ἔοικε τοῦτό γε. οὐ γὰρ δήπου κατὰ τὸ χρῶμα. κυάνεοι γὰρ αὐτοί, ἡ δὲ ἶρις οὐ τοιαύτη, ὡς εἴρηται. Ἧς νῦν ἡ ἄρχουσα συνέσταλται, πρὸς διαστολὴν ἴσως τῆς μυθικῆς ἀγγέλου Ἴριδος, ἐκείνης γὰρ τὸ κατάρχον ι ἐκτείνεται. Τοῦτο δὲ διὰ τὸ δίσημον γίνεται τῶν διχρόνων. διὸ ἐν τῷ «ἴρισιν ἐοικότες» ἡ μὲν ἄρχουσα συνέσταλται, ἡ δὲ μετʼ αὐτὴν δευτέρα ἐκτείνεται μεταθέσει χρόνου, ὁποία τις γίνεται καὶ ἐν τῷ Κρονίων Κρονίονος. τινὲς μέντοι τὴν παραλήγουσαν τοῦ «ἴρισι» θέσει μακρὰν ποιοῦσι, διπλάζοντες ἐνταῦθα τὸ σίγμα. Τὸ δὲ «τέρας μερόπων ἀνθρώπων» οὐ συνήθως πέφρασται. Διὸς μὲν γὰρ τέρας αἱ ἴριδες ὀρθῶς ἂν ῥηθεῖεν, ἀνθρώπων δὲ οὐκ ἄν. μάλιστα δὲ ἀντιπτωτικῶς τέρας ἀνθρώποις εἰσίν. Ἐν τούτοις δὲ προσθετέον εἰπεῖν καί, ὡς ἡ ποτι πρόθεσις ποτὲ μὲν φωνήεντος ἐπαγομένου ἐκθλίβει ἀναλόγως τὸ ι, ὡς δῆλον ἐκ τοῦ ποταίνιον, τοῦ ἀλλαχοῦ ῥηθέντος, καὶ ἐκ τοῦ πότωπον, τὸ πρόσωπον, ποτὲ δὲ καὶ συμφώνου ἐπιφερομένου τὸ αὐτὸ πάσχει, ὡς δηλοῦται ἐν τῷ «πὸτ τῶ Διός», ὅ ἐστι πρὸς τοῦ Διός. Καὶ τοιοῦτος μὲν ὁ θώραξ τῷ βασιλεῖ, ἄλλως μὲν ἐν τῇ βῆτα ῥαψῳδίᾳ σεμνότερον διασκευασθέντι, ἐνταῦθα δὲ καινότερον ὡπλισμένῳ. Τὸ δὲ ξίφος αὐτὸ μὲν ἥλοις χρυσέοις παμφαίνει. Τὸ δὲ κουλεὸν ἦν «ἀργύρεον, χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός», ὅ ἐστι χρυσοῦς ἔχον ἀορτῆρας, ἤγουν ἀναφορεῖς, καὶ ὡς ἄν τις εἴπῃ δημοτευόμενος, βαστάγια ἢ κρεμαστῆρας, ἀπὸ τοῦ ἀείρω. ἐξ οὗ καὶ πήρας ἀορτήρ. Τὴν δὲ ἀσπίδα τοῦ βασιλέως ἀμφιβρότην λέγει, πολυδαίδαλον, θοῦριν, καλήν. Ἔνθα σημείωσαι ὅτι τε, ὥσπερ ἀλλαχοῦ θοῦρις ἀλκή ἡ θοῦρόν τινα ποιοῦσα, ὅ ἐστιν ὁρμητίαν, οὕτω καὶ ἀσπὶς θοῦρις, καθὰ καὶ «θοὸς ζυγὸς εἰρεσίας» παρὰ Σοφοκλεῖ ὁ μὴ αὐτὸς ὢν ταχύς, ἀλλʼ αἴτιος τοῦ ἐπιταχύνεσθαι νῆα κωπηλάταις. Καὶ ὅτι τὸ «καλήν» ἐφερμηνευτικόν ἐστι τοῦ πολυδαίδαλον. τὸ γὰρ πολυδαίδαλον εἴη ἂν καὶ καλόν. Τὰ δʼ ἐφεξῆς διεξοδικώτερον δηλοῦσι κατὰ διασκευήν, πῶς καὶ πολυδαίδαλος ἦν καὶ καλὴ ἡ ἀσπίς. Φησὶ γὰρ «ἣν πέρι μέν», ἤγουν περὶ ἣν δή, «κύκλοι δέκα χάλκεοι ἦσαν, ἐν δέ οἱ ὀμφαλοί», ὅ ἐστι βοῦλλαι, «ἦσαν ἐείκοσι κασσιτέροιο λευκοί, ἐν δὲ μέσσοισιν ἔην μέλανος κυάνοιο», ὀμφαλὸς δηλαδή. Ταῦτα δὲ μίμημα τοῦ κόσμου εἶναί φασιν οἱ περὶ τὸν Κράτητα. Διὸ πολυδαίδαλός τε εἴρηται διὰ τὴν τῶν κοσμικῶν εἰδῶν ποικιλίαν καὶ τὴν τῶν χρόνων καὶ τῶν καιρῶν, καὶ ἀμφιβρότη δέ, ἐπεὶ τοὺς βροτοὺς περιείληφεν. οἱ δὲ κύκλοι δηλοῦσι τούς τε παραλλήλους, τὸν ἀρκτικόν, τὸν θερινὸν τροπικόν, τὸν ἰσημερινόν, τὸν χειμερινὸν τροπικὸν καὶ τὸν ἀνταρκτικόν, καὶ τοὺς ἀνακεκραμένους κολούρους, καὶ τοὺς δύο λοξούς, τὸν γαλαξίαν καὶ τὸν ζῳδιακόν, ναὶ μὴν καὶ τὸν ὁρίζοντα, οὓς καὶ χαλκοῦς λέγει, ὡς καὶ τὸν οὐρανὸν χάλκεον. οἱ ὀμφαλοὶ δέ, φασί, τοὺς ἀστέρας αἰνίττονται. καὶ τοιαῦτα μὲν οἱ Ἀλληγορηταί, λέγοντες καὶ ὅτι καλῶς οὐρανοῦ φέρει μίμημα ἡ τοῦ βασιλέως ἀσπίς, ὃν φθάσας Ὅμηρος ὄμματα καὶ κεφαλὴν ἴκελον ἔφη τῷ Ὀλυμπίῳ Διΐ. Ὁ δέ γε ποιητὴς τὰ ἑαυτοῦ ποιῶν λέγει περὶ τῆς ἀσπίδος καὶ ταῦτα «τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο», ἤγουν κύκλῳ ἦν, «δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε». Δηλοῖ δὲ διὰ τούτων συμβολικῶς τὸ κατὰ θέαν γοργὸν καὶ δέους ποιητικὸν καὶ φοβερὸν τοῦ ἥρωος, ὡς ἐν ἀλληγορίας λόγῳ, καθὰ καὶ ἐπὶ τῆς αἰγίδος τῆς Ἀθηνᾶς ἐποίησεν. Ἢ καὶ ἄλλως κατὰ τοὺς παλαιούς, τὸ γοργότητος καὶ φόβου πεπληρῶσθαι τὴν ἀσπίδα. Μυθικῶς γὰρ δαιμόνιά τινα ἡ Γοργὼ καὶ ὁ Δεῖμος καὶ ὁ Φόβος, ἅπερ ὁ ποιητὴς περὶ τὴν ῥηθεῖσαν ἀσπίδα χορεύειν φησίν. Ἄρης οὖν αὐτόχρημα ὁ βασιλεύς, εἴγε καὶ αὐτὸν ὁ Δεῖμος καὶ ὁ Φόβος, οἱ τοῦ Ἄρεος ὀπαδοί, ἀμφέποντες περιτρέχουσι καί πως ὑπασπισταὶ αὐτοῦ γίνονται. Εἴ τι δὲ καὶ ἕτερον περὶ Γοργοῦς καὶ Δείμου καὶ Φόβου φασὶν οἱ παλαιοί, καὶ ἀλλαχοῦ μὲν σποράδην δηλοῦνται, οὐκ ἂν δὲ εἴη παρέλκον καὶ νῦν εἰπεῖν, ὅτι δαιμόνιόν τι πλάττεται ἡ Γοργὼ καταπληκτικὸν καὶ ἐκ μόνης ὄψεως, περὶ ἧς δηλοῖ καὶ ἡ Ὀδύσσεια. διὸ καὶ βλοσυρῶπιν αὐτὴν λέγει ὁ ποιητὴς καὶ δεινὰ δερκομένην. οἱ δὲ μεθʼ Ὅμηρον καὶ Γοργόνα λέγουσι αὐτήν, οὐ κατὰ τὴν Σαπφώ, ἀλλὰ κατὰ τὴν τρυγόνα κλίνοντες, καὶ ἀπολιθοῦσθαι ὑπʼ αὐτῆς τοὺς αὐτὴν ἰδόντας φασί. Τοῦτο δὲ ἢ διὰ κάλλος ἀμύθητον ἐκπλῆττον τοὺς θεωμένους καὶ καθιστῶν ὡσεὶ καὶ ἀνδριάντας ἀκινήτους ἢ καὶ διὰ φόβον. λέγονται γὰρ αἱ Γοργόνες καὶ φοβεραὶ εἶναι οὕτως, ὡς δοκεῖν καὶ ἀπολιθοῦν μικροῦ δεῖν ὑπὸ δέους τοὺς ἐκείναις ἐμβλέποντας. Τὸ δὲ ἡ Γοργώ καὶ ἡ Γοργών ἔχει ὁμοιούμενα τὸ ἡ ἀηδών καὶ ἡ ἀηδώ, ὅθεν γενικὴ μὲν τὸ ἀηδοῦς, κλητικὴ δὲ τὸ ὦ ἀηδοῖ, ἔτι δὲ καὶ τὸ ἡ χελιδών καὶ ἡ χελιδώ, ἧς κλητικὴ τὸ ὦ χελιδοῖ. μήποτε δὲ καὶ Ὅμηρος οἶδε τὴν τῆς Γοργόνος κλίσιν ἐν τῷ Γοργονείη κεφαλή, καὶ ἐν συγκοπῇ Γοργείη. ἀπὸ γάρ τοι τοῦ ἡ Γοργώ Γοργῴα ὤφειλεν εἶναι, καθάπερ ἐκ τοῦ ἡ Λητώ γίνεται Λητῴα, κατὰ τὸ «κἀκ τοῦδε μηνίσασα Λητῴα κόρη». Γνωστὸν δὲ τοῖς εἰδόσιν, ὅτι κατὰ τὸ Γοργών καὶ Γοργώ, ἀηδών καὶ ἀηδώ, χελιδών καὶ χελιδώ, οὕτω καὶ εἰκών καὶ εἰκώ, ἐξ οὗ εἰκοῦς τὰς εἰκόνας ἔφη ὁ Κωμικὸς πρὸς ἀναλογίαν τοῦ ἡ Σαπφώ τᾶς Σαπφοῦς. Ὅρα δὲ ὅτι τε οὐ μάτην τὸ «λευκοί» προσέθηκεν ἐν τῷ «ὀμφαλοὶ κασσιτέρου», ἀλλʼ ἵνα δηλώσῃ τὸ ἄκρατον αὐτοῦ καὶ κυάνῳ ἀμιγές. καὶ ὅτι τὸν κασσίτερον καὶ κασσίτηρον διὰ τοῦ η οἱ μεθʼ Ὅμηρόν φασι, καὶ ὅτι ἐν τῇ προκειμένῃ τῶν βασιλικῶν ὅπλων διασκευῇ καὶ εἴκοσι τρισυλλάβως ἔφη ὁ ποιητὴς καὶ τετρασυλλάβως ἐείκοσι. Καὶ ὅτι ἐπιμένει ὑπαρκτικοῖς ῥήμασι, τῷ ἦσαν καὶ ἔην καὶ ἦν. Καὶ ὅτι τὸ βλοσυρόν φανερῶς διʼ ἑνὸς σ γράφεται, περὶ οὗ ἀλλαχοῦ ἀκριβέστερον εἴρηται, ἀφʼ οὗ ἡ βλοσυρῶπις γίνεται συντεθεῖσά τε κατὰ τὴν γλαυκῶπιν καὶ τὸ αὐτὸ δηλοῦσα νόημα κατὰ τοὺς ἀλληγοροῦντας. Καὶ τοιαύτη μὲν καὶ ἡ βασιλικὴ ἀσπίς. «Τῆς δʼ ἐξ ἀργύρεος», φησί, «τελαμὼν ἦν», ὅ ἐστιν ἱμάς, ἀναφορεύς, «αὐτὰρ ἐπʼ αὐτῷ κυάνεος ἐλέλικτο δράκων», προσφυῶς καὶ αὐτός. οὐ γὰρ ἦν δράκοντα χρυσοῦν πλάσασθαι ἢ ἀργυροῦν. Δοκεῖ δὲ οὐ τετανὸς διηνεκῶς εἶναι, ἀλλὰ ἑλικτὸς κατὰ σχῆμα ἕρψεως, ὡς δηλοῖ τὸ «ἐλέλικτο». «Κεφαλαὶ δέ οἱ», φησίν, «ἦσαν τρεῖς ἀμφιστεφέες», ἤγουν κατὰ κύκλον καμπτόμεναι, ἢ ἀμφιστρεφέες, ὅ ἐστιν ἀλλήλαις συμπεπλεγμέναι, «ἑνός», φησίν, «αὐχένος ἐκπεφυυῖαι», ὃ δὴ ἀνάπαλιν ἔχοι ἂν πρὸς τὸ ἐμπεφυυῖαι, ὡς ἡ Ὀδύσσεια δηλοῖ. Καὶ οἱ μὲν παλαιοὶ μίμημα τοῦ κόσμου καὶ ταῦτα εἶναί φασιν αἰνιττομένου τοῦ ποιητοῦ. Ὅμηρος δὲ καὶ ἄλλως τοῦ μικροῦ τούτου ἐπαινετέος πάνυ ἐστίν. οὐδὲ γὰρ ἦν ἄλλῳ τινὶ σχήματι καταποικῖλαι τὸν τελαμῶνα εἰς στενὸν συνηγμένον καὶ εἰς μῆκος συρόμενον, εἰ μὴ τῷ τοῦ δράκοντος, ὃς δολιχὸς ἕλκεται καὶ στενός. Οὕτω δὲ καὶ τὴν βασιλικὴν ὅλην ἀσπίδα σὺν καὶ τῷ κατʼ αὐτὴν τελαμῶνι περιεργασάμενος ὁ ποιητής, εἶτα περιτίθησιν αὐτῷ καὶ κυνέην ἀμφίφαλον «τετραφάληρον ἵππουριν. δεινὸν δέ», φησί, «λόφος καθύπερθεν ἔνευε». Δίδωσι δὲ καὶ δύο ἄλκιμα δοῦρα, «ὀξέα», ὧν ὁ χαλκὸς τῆλε ἀπʼ αὐτόφιν οὐρανὸν εἴσω ἔλαμπεν. Ἐφʼ οἷς οὐ μόνον ἀνδρεῖον, ἀλλὰ καὶ θεοφιλῆ τὸν βασιλέα παραδεικνὺς ἐπάγει· «ἐπὶ δʼ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη, τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης». Ἐνταῦθα δέ τις εἰπὼν τὸ «τῆλε δὲ χαλκὸς ἀπʼ αὐτῶν οὐρανὸν εἴσω ἔλαμπεν» ὅμοιον εἶναί πως τῷ πρὸ ὀλίγου ῥηθέντι τῷ «τῆλε δὲ χαλκὸς ἔλαμπεν ὥστε στεροπὴ Διός», ἤτοι ἀέρος, θαρρήσοι ἂν φάναι καὶ ὅτι τολμήσας ἤδη ὁ ποιητὴς ἀστραπῇ παρεικάσαι τὴν τοῦ ὅπλου αὐγὴν καὶ ῥᾷον παραδεχθεὶς τερατεύεται προσφυῶς ἐνταῦθα καί τινα οἷον ταύτην ἐν μάχῃ βροντήν, εἰπὼν «ἐπὶ δʼ ἐγδούπησαν» καὶ ἑξῆς, ὡς προέκκειται, ὡς τοῦ τῆς βροντῆς δούπου τῇ ἀστραπῇ συντρέχοντος. Ἔνθα καὶ ὅρα ὅπως τὸ τῆς βασιλικῆς ὁπλίσεως χωρίον οὐ μόνον καλὸν τῇ ἐκφράσει, ἀλλὰ καὶ φοβερὸν καὶ σεμνὸν δέ, οἷς οὐδὲν ἀφελῶς φράζει, ἀλλὰ τὰ πλείω τερατωδέστερον, καὶ οὐ κοινῶς, ἀλλὰ ποιητικώτερον. Δοκεῖ δὲ ὁ μὲν τῆς Ἥρας δοῦπος βοὴν μεγάλην ἀερίαν σημαίνειν, ὁποία τις καὶ ἡ τῆς Ἔριδος κατὰ τὸ «βοὴ δʼ οὐρανὸν ἷκε». διὸ μετʼ ὀλίγα καὶ ὁ ἀὴρ Ζεὺς κυδοιμὸν ὦρσε κακόν. ὁ δὲ τῆς Ἀθηνᾶς τὸν ἐκ φρονήσεως στρατηγικῆς καὶ ἐγκελεύσεως γινόμενον ἐπίτηδες ἐπὶ ἐρεθισμῷ πολὺν ἦχον, οἷα εἰκός, καὶ τήν, ὡς ὁ ποιητὴς ἐρεῖ, ἄσβεστον βοήν. Ἰστέον δὲ καὶ ὅτι τὸ «τετραφάληρον» διασαφητικόν ἐστι τοῦ ἀμφίφαλον. ἡ γὰρ ἀμφοτέρωθεν ἔχουσα φάλους, ἤγουν ἐκ δεξιῶν καὶ ἀριστερῶν, καὶ αὖθις ἔμπροσθεν καὶ ὄπισθεν, κατὰ μὲν τὰς δύο συζυγίας τὴν ἔμπροσθεν ὄπισθεν καὶ τὴν δεξιοαριστεράν, λεχθείη ἂν ἀμφίφαλος, κατὰ δὲ τὴν καθέκαστον τετράδα εἴη ἂν τετραφάληρος. ἡ δὲ τοιαύτη καὶ λοφωτή ἐστιν, εἴγε κατά τινας οἱ φάλοι πρὸς λόφου ἐχρησίμευον ἔκδεσιν, ὡς ἐν τῇ πρὸ ταύτης ῥαψῳδίᾳ εἴρηται. Διὸ καὶ ἐπήγαγεν «ἵππουριν». εἶτα πλέον σαφηνίζων φησὶ «δεινὸν δὲ λόφος ἔνευεν». ὅτι δὲ δεινὸν ὁ τοιοῦτος νεύει λόφος, προδεδήλωται ἐν τοῖς περὶ Ἀστυάνακτος. Ἄλκιμα δὲ δοῦρα, ὅ ἐστιν ἀλκιμοποιά, τὰ πολεμικά, πρὸς διαστολὴν ἑτέρων ξύλων τῶν ἁπλῶς, ὡς τὸ «ἑκατὸν δέ τε δούρατʼ ἀμάξης», ὅ ἐστι ξύλα. Εἶτα σαφέστερον φράζων φησὶ «κεκορυθμένα χαλκῷ», τουτέστιν ἄνω περὶ τὴν ὡσανεὶ κεφαλὴν τὴν ἀπʼ ἐναντίας τῷ κάτω σιδηρέῳ οὐριάχῳ, φοροῦντα σίδηρον, ὡς οἷα καί τινα κόρυθα. Ὀξέα δὲ τὰ τοιαῦτά φησι πρὸς διαστολὴν τῶν ἐσφαιρωμένων δοράτων, ἐκεῖνα γὰρ οὐ προφαίνει τὴν ὀξύτητα. Ἐνταῦθα δὲ σημείωσαι καὶ ὅτι ἐνδοξότερον ἐπὶ βασιλέως νῦν εἶπεν ὁ ποιητὴς ἤπερ ἐπὶ τοῦ Διομήδους ἀλλαχοῦ. ἐκεῖ μὲν γὰρ εἶπεν ὅτι ἔλαμψεν ὁ χαλκὸς ὡς ἀστραπὴ πατρὸς Διός, ἤτοι ἀέρος, περὶ τὰ κατώτερα δηλαδή, ἐνταῦθα δέ, ὅτι τῆλε χαλκὸς οὐρανὸν εἴσω ἔλαμπεν, ὡς καὶ ἄνω τῆς τοιαύτης λαμπηδόνος ἀνατρεχούσης ἕως καὶ εἰς οὐρανόν. Τὸ δὲ «ἐγδούπησαν» μεσολαβοῦν ἔσχε τὸ γ διὰ τραχύτητα φωνῆς. πάντως γὰρ οὐκ ἔστι φυσικόν. οὔτε γὰρ ὁ γδοῦπος ἐν ἁπλότητι εὕρηται οὔτε γδουπῶ ῥῆμα. συνθέτως μέντοι ἐρίγδουπος λέγεται. οὐχʼ οὕτω δὲ τραχύφωνον τὸ γδουπεῖν ὡς τὸ βροντᾶν, ἔχει δὲ ὅμως τραχύτητος ἰδιότητα καὶ ὁ γδοῦπος, καθὰ καὶ ὁ κτύπος καὶ ὅσα τοιαῦτα. Περὶ δὲ Μυκήνης, καὶ πῶς πολύχρυσος λέγεται, καὶ ὡς ἠφάνισται τῷ μακρῷ χρόνῳ ἐς τοσοῦτον, ὡς μηδὲ ἴχνος αὐτῆς φαίνεσθαι, προδεδήλωται ἱκανῶς. Σημείωσαι δὲ ὅτι οὐκ ἂν οὕτω πολὺν ἀνάλωσε λόγον ὁ ποιητὴς εἰς τὴν βασιλικὴν ὅπλισιν, εἰ μὴ μεγάλα τινὰ ἔμελλεν ἱστορήσειν περὶ αὐτοῦ. ἐπεὶ μηδὲ ἐχρῆν αἰσχῦναι ἀρετὴν ὅπλων ἔργων φαυλότητι. καὶ ἔστι κἀνταῦθα μάλιστα οἰκεῖον εἰπεῖν, ὡς ἐσθλὰ ἐσθλὸς ἔδυνε. καὶ ἔοικε μὲν καὶ ἄλλοτε τὰ τοιαῦτα τεύχεα πεφορηκέναι ὁ βασιλεύς, Ὁμήρῳ δὲ νῦν ἤρεσεν οὕτως αὐτὸν λαμπρῶς ὁπλίσαι, ὁπηνίκα ἔμελλεν ἀνδραγαθίαις ἐλλάμψεσθαι. Πολλαχοῦ δὲ εἴωθεν ὁ ποιητὴς κατά τινα διαλείμματα φιλοτιμεῖσθαι γραφῆς καινότητας, ἐξεγείρων μεθόδοις τοιαύταις τὸ οἷον ὑπνηλὸν καὶ ὕπτιον τῆς ἀφηγήσεως, ὅσγε καὶ νῦν ἐν τοῖς κατὰ τὸν Κινύραν καὶ τοῖς ἑξῆς θαυμασίαν οἵαν δαιταλουργίαν ῥητορείας ἐσκεύασεν, ἱστορήσας εὐμεθόδως παλαιόν τι, οὐ μὴν ἐκ τοῦ δεκάτου ἔτους, ἐκφράσας καινότερον ὡς οὐδαμοῦ ἐν τοῖς πρὸ τούτων, τερατευσάμενος, ἀλληγορίας ἐμφήνας, καλλιρρημονήσας, εἴτʼ οὖν εἰς κάλλος φράσας, καὶ ὅλως εἰπεῖν, ἀλλοιώσας τὸν ἀκροατὴν ἐξ ὧν πολεμικῶς τὰ πρὸ τούτων ἤκουσεν. Ὅτι οὐ πάντες ἔφιπποι τῆς τάφρου ἐξήλασαν ἐπὶ πόλεμον. οἱ γοῦν περὶ τὸν βασιλέα πεζοὶ ἐξῆλθον, ἐπιτάξαντες πρότερον τὰ περὶ εὐκοσμίας ἵππων. Φησὶ γοῦν «ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν ἐπὶ τάφρῳ, αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες ῥώοντο», ἤγουν ἐρρωμένως ἐκινοῦντο «ἄσβεστος δὲ βοὴ γένετο ἠῶθι πρό». Ἔστι δὲ ἐπιτέλλειν τὸ μετὰ ἑτέρας προθέσεως λεγόμενον ἐντέλλεσθαι, ὅ ἐστιν εἴς τι τέλος ἔργου προκαλεῖσθαι, λέγεται δέ ποτε παθητικῶς καὶ αὐτὸ ἐπιτέλλεσθαι. ἀπὸ δʼ αὐτοῦ σπανίως μὲν ἐπιτολή ἡ ἐντολή, ὡς ἐπὶ πολὺ δὲ ἐπιστολή πλεονασμῷ τοῦ σ, ἐπεὶ καὶ αὐτὸ τὸ ἐπιτέλλειν ἐπιστέλλειν εὑρίσκεται. Τοῦ δὲ «ἐρυκέμεν» πρωτόθετον τὸ ἐρύειν, ὅ ἐστιν ἑλκύειν. ὡς γὰρ ἐπὶ πολὺ ἐρύονται ἵπποι καὶ τὰ τοιαῦτα ἐν τῷ κωλύεσθαι. Σαφέστερον δὲ εἰπεῖν, τὰ ὁπωσοῦν ἐρυόμενα, ἤγουν ἑλκόμενα, ζῷα ἐπέχονται τοῦ θέειν ἄνετα. ἴσως δὲ καὶ παρὰ τὸ ἐρύω, τὸ φυλάσσω, γίνεται τὸ ἐρύκω, οὗ παράγωγον τὸ ἐρυκάκω καὶ ἐρυκακέω, ὧν χρῆσις πολλαχοῦ. Περὶ δὲ πρυλέων, ὅ ἐστι πεζῶν, προγέγραπται. Τὸ δὲ «θωρηχθέντες» διασαφητικόν ἐστι τοῦ «σὺν τεύχεσι» καὶ ὡς οἷον ταὐτολογεῖ. Ἐν δὲ τῷ «βοὴ ἄσβεστος», εἰ μὲν ἐπὶ κραυγῆς νοήσει τις τὴν βοήν, οὐκ ἀγαθή ἐστιν ἡ τροπή, ἐὰν δὲ μάχη νοηθείη ἡ βοή, ἔχεται λόγου. καυστειρὸς γὰρ καὶ πυρόεις ὁ πόλεμος, ὅθεν καὶ δηΐς, ἡ μάχη, παρὰ τὸ δαίω, τὸ καίω. διὸ καλῶς ὁ ἐπὶ πολὺ ἐκκαιόμενος πόλεμος ἄσβεστος ἂν βοὴ λέγοιτο. Τοῦ δὲ «ἠῶθι πρό», ἤγουν ἐκ πρωΐας, ὁ σχηματισμὸς κατὰ τὸ «Ἰλιόθι πρό», καὶ «οὐρανόθι πρό». Ὅτι κυδοιμόν, ὡς ἀνωτέρω ἐρρέθη, ὄρσας κακὸν ὁ Ζεὺς καθῆκεν ὑψόθεν ἑέρσας, ὅ ἐστι δρόσους, «αἵματι μυδαλέας ἐξ αἰθέρος», διʼ ὧν ἐδήλου πολὺν ὄλεθρον καὶ χύσιν αἵματος ἔσεσθαι Τρώων τε καὶ Ἑλλήνων. Φησὶ γοῦν «οὕνεκʼ ἔμελλε πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν», ὅπερ παρῴδηται ἀπὸ τοῦ «πολλὰς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψε». Καὶ ὅρα τὸ κεφαλάς, χρήσιμον ὂν εἰς τὸ «Τεῦκρε φίλη κεφαλή», καὶ «τοίην γὰρ κεφαλὴν ποθέω», ὡς ἀδιάφορον ὂν ψυχὴν εἰπεῖν ἢ κεφαλήν. τοῦτο δὲ διὰ τὸ δοκεῖν ἐν κεφαλῇ ἱδρῦσθαι τὸ τῆς ψυχῆς θειότατον. Ἰστέον δὲ ὡς τοιαῦτα ἐρεῖ Ὅμηρος καὶ ἐν τοῖς ἑξῆς, ὅπου τὸν Σαρπηδόνα ὁ Πάτροκλος ἀναιρεῖ, ἔνθα τὸ ἑέρσας αἵματι μυδαλέας ψιάδας αἱματοέσσας ἐρεῖ. Φασὶ δὲ οἱ παλαιοὶ οὐ μόνον τέρας εἶναι τοῦτο, ἀλλὰ καὶ ἄλλως εἰκότως καὶ κατὰ φύσιν γενέσθαι. ἐπεὶ γὰρ ἔπληθον αἵματος οἱ περὶ Τροίαν τόποι, ἀναγκαίως καὶ αἱ δρόσοι αἱματώδεις εἰσὶν ὡς ἐκ τῶν ἐκεῖ οὖσαι ἀναθυμιάσεων. καὶ τοῦτο μὲν τοιοῦτον. Λέγεται δὲ ὑπʼ ἄλλων καί τι καινότερον. περὶ γὰρ τὰ Ἀρμένια ὄρη καὶ χιόνες, φασίν, ἐρυθραὶ καταρρήγνυνται διὰ τὸ ἐκ μιλτώδους γῆς ἀναθυμιάσεις τοιαύτας ἀναφερομένας ὅμοιον ἀποτελεῖν τὸν πίπτοντα νιφετόν. καὶ τοιόνδε μὲν καὶ τοῦτο. Τεθεώρηται δὲ οὐ πρὸ πολλοῦ καὶ τῆς Μακεδόνων γῆς περὶ τὸν εἴτε Ἄξιον εἴτε Βαρδάριον καταρραγεῖσα ὕφαιμος ἁδρὰ χάλαζα, σημαίνουσα, ὡς ἔοικε, δεινά. ὧν ἡ πεῖρα μετʼ οὐ πολὺ κατήραξεν ἐπʼ ἀπωλείᾳ τῆς γείτονος πόλεως. Ὡς δὲ καὶ ποταμοί ποτε ἔρρευσαν αἵμασιν, ἱστόρηται καὶ αὐτό. Οὕτω δὲ καὶ ὅτι οὐ μόνον εἰς αἷμα χρῴζονται ὕδατα πολλάκις, ὡς καὶ τὸ ὕδωρ τῆς ἐν Βαβυλῶνι, φασί, λίμνης ἐρυθρὸν ἐπί τινας ἡμέρας γίνεται, ἀλλὰ καὶ εἰς ἑτεροίας χρόας. αὐχμῶν γοῦν, φασί, γενομένων ποτὲ περὶ τὸν Νεῖλον ἐρρύη τὸ ὕδωρ ἰῶδες καὶ ἦν φαῦλον καὶ αὐτὸ τέρας. πολλοὶ γὰρ τῶν Αἰγυπτίων ἀπώλοντο. Καὶ τὸ τοῦ Βορυσθένους δέ, φασί, κατά τινας χρόνους ἰοβαφὲς ὁρᾶται. Εἰ δέ τισιν ὕδασι καὶ πράσιον ὦπται συμβεβηκὸς χρῶμα, ἀλλʼ αὐτὸ οὐ σημεῖον, πάθος δὲ ἀπὸ γῆς φυμάτων τοιουτοχρόων. Ἰστέον δὲ ὡς, εἰ κατὰ κοινὴν ἐτυμολογίαν ἔρση, ἡ δρόσος, γίνεται ἀπὸ τοῦ ἄρδω, ἄρσω, ὡς τὰ περὶ γῆν ποτίζουσα, ἢ ἀπὸ τοῦ ἐν τῇ ἔρᾳ σεύεσθαι, ψιλοῖτο ἂν καὶ αὐτὴ καὶ ἡ ἀπʼ αὐτῆς κατὰ πλεονασμὸν γινομένη ἐέρση. πρὸς ὅπερ ἀντιφωνεῖ τὸ «λωτόν θʼ ἑρσήεντα», καὶ τὸ «χωρὶς δʼ αὖθʼ ἕρσαι», ὡς ἐν Ὀδυσσείᾳ κεῖται. ἀπὸ τούτων γὰρ δασύνεσθαι ἡ ἕρση δείκνυται. διὸ ἔστιν εἰπεῖν ὡς ἀπὸ τοῦ ῥέζω, τὸ πράττω, γίνεται κατὰ μετάθεσιν ἕρζω, καὶ ἐξ αὐτοῦ ἕρση καὶ ἑέρση, ἡ ἀνυστικὴ καὶ δραστική, ἵνα οὕτω δασύνοιντο διὰ τὴν θεματικὴν δασεῖαν. Μυδαλέαι δὲ αἱ δίυγροι ὡς ἀπὸ τοῦ ὕδατος, ὅθεν καὶ τὸ μυδᾶν. Ὅτι καὶ τῶν Τρωϊκῶν ἡγεμόνων τοὺς μὲν δίχα ἐπιθέτων προάγει, τοὺς δὲ μετὰ ἐπιθέτων, τὸν μὲν Ἕκτορα μέγαν ὀνομάζων, ἀμύμονα δὲ τὸν Πολυδάμαντα, δῖον δὲ τὸν Ἀγήνορα, τὸν δὲ Ἀκάμαντα ἠΐθεον, ἐπιείκελον ἀθανάτοισι, περὶ δὲ Αἰνείου περιφραστικῶς λέγων, ὅτι Τρωσὶ θεὸς ὣς τίετο δήμῳ, ἤγουν τῷ δήμῳ τῶν Τρώων, οὐ μὴν τοῖς βασιλεῦσιν. οἱ μὲν γὰρ τοῦ δήμου ὡς καὶ ἀγαθὸν καὶ εὐγενῆ καὶ ἀνδρεῖον ἐτίμων αὐτόν, τῷ δὲ βασιλικῷ γένει ζηλοτυπία τις ὑπῆν πρὸς αὐτόν, οἷα μετὰ τοὺς Πριαμίδας βασιλεύσειν ἐλπιζόμενον, ὡς ἐν τοῖς ἑξῆς φανήσεται. Ὅρα δὲ περὶ τοῦ ῥηθέντος Ἀκάμαντος, ὅτι καθʼ Ὅμηρον ἠΐθεος ὢν ἔτι, ὅμως μετὰ τῶν ἀριστέων ἦν. Τοῦ δὲ τόπου τούτου ἡ ἔννοια ἐλλιπῶς ἔχει ῥήματος. εἰπὼν γὰρ «Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο, Ἕκτορά τʼ ἀμφὶ μέγαν» καὶ ἑξῆς, τέσσαρας ὅλους στίχους ἀφῆκεν ἔκτοσθεν νοῆσαι τὸ «ἦσαν», οἷον· Τρῶες δὲ ἦσαν ἐν τῷ δεῖνι τόπῳ ἀμφὶ τοὺς δεῖνα. ἴσως δὲ καὶ ἐκ τῶν ἀνωτέρω γραφέντων ἢ τὸ ἐκοσμήθησαν εἴληπται κατὰ κοινοῦ ἐκ τοῦ «ἐπὶ τάφρῳ κοσμηθέντες» ἢ τὸ ἐθορύβησαν ἐκ τοῦ «ἐν δὲ κυδοιμὸν ὦρσε κακὸν Κρονίδης». Ὅτι Ἕκτωρ ἐν πρώτοις ἔφερεν ἀσπίδα πάντοσε ἴσην, ἤγουν προεμάχετο ἐν σταδαίᾳ μάχῃ. παρακατιὼν δὲ παραφράζει τὸ ἐν πρώτοις φέρειν ἀσπίδα, εἰπὼν τὸν Ἕκτορα μετὰ πρώτοισι φαίνεσθαι. ἔνθα πρώτους λέγει, οὓς ἀλλαχοῦ προμάχους ἔφη. Ὅτι τὸν Ἕκτορα ἐπʼ ἄλλοτε ἄλλῳ μέρει ὀξέως ἐπιφαινόμενον καὶ ὅτε μὲν προμαχοῦντα καὶ οὕτω προφαινόμενον, ὅτε δὲ ἄλλως ἀποκρυπτόμενον καὶ οὕτω μὴ ὁμοῦ πᾶσι φαινόμενον πανταχοῦ, ἔτι δὲ καὶ τῷ ὁπλισμῷ ἐλλαμπόμενον, ἀστραπῇ τε εἰκάζει καὶ ἀστέρι, ὃς ποτὲ μὲν φαίνεται, ποτὲ δʼ ὑπονέφελος γίνεται. Φησὶ γὰρ «οἷος δʼ ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ παμφαίνων, τοτὲ δʼ αὖτις ἔδυ νέφεα σκιόεντα, ὣς Ἕκτωρ ὅτε μέν τε μετὰ πρώτοισι φάνεσκεν, ἄλλοτε δʼ ἐν πυμάτοισι κελεύων· πᾶς δʼ ἄρα χαλκῷ λάμπεν ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο». ὃ καὶ ἐπὶ τῆς τοῦ Διομήδους αἰχμῆς φθάσας εἶπεν ὁ ποιητής. Ἔνθα ὅρα ὡς τὸν μὲν Ἑλληνικὸν βασιλέα εἰς πλάτος διεξοδικῶς ἐξέφρασεν ὁ ποιητής, ὅπως ὡπλίζετο, ἐπὶ δὲ Ἕκτορος ἠρκέσθη παραβολῇ βραχυτάτῃ τῇ κατὰ τὴν ἀστραπὴν δηλῶσαι τὸ λαμπρὸν τῆς ὁπλίσεως, ἅμα καὶ διδάσκων μὴ χρῆναι ἀεὶ γραφικῶς ἐμπλατύνεσθαι, ἀλλὰ καὶ ἐπιτροχάδην ὅτε δέοι λαλεῖν. Ὅρα δὲ καιρίαν λέξιν ἐπὶ ἀστέρων τὸ φαίνεσθαι, διὸ καὶ ἐπιμόνως εἴρηται «ἀναφαίνεται» καὶ «παμφαίνων» καὶ «φάνεσκεν». Οὔλιος δὲ ἀστὴρ κατά τινας, ὥς που καὶ ἐν τοῖς ἑξῆς, ὁ τοῦ κυνός, ὡς φθοροποιὸς διὰ τὰ ὑπὸ κύνα ὀλέθρια καύματα. Οἱ δὲ κομήτην τοῦτον ἀστέρα νοοῦσιν, ὃς φθορὰν ὑποσημαίνει φανείς, οἱ δὲ τὸ οὔλιον αὔλιον γράφουσιν, ὅ ἐστιν ἕσπερον, ὃς δηλαδὴ εἰς αὖλιν ἄγει τὰ ζῷα, τουτέστιν αὐλίζεσθαι ποιεῖ. Διαφορὰν δὲ ἀστέρος καὶ ἄστρου, τὴν καὶ ἀλλαχοῦ δηλουμένην, Ἐρρένιος Φίλων φησὶν ἐν τῷ Περὶ διαφόρων σημαινομένων λέγων, ὡς ἀστὴρ μὲν ἕκαστος τῶν ἐν τῷ ζῳδίῳ, καθʼ ὅ φαμεν τὴν ἄρκτον ἐξ ἀστέρων τόσων συγκεῖσθαι, ἄστρον δὲ τὸ ὅλον ζῴδιον τὸ ἐκ πολλῶν ἀστέρων συνεστώς. Τὸ δὲ «ἔδυ νέφεα» ἐντελῶς ῥηθὲν δηλοῖ, ὅτι τὸ «ἔδυ» ἁπλῶς οὕτω λεγόμενον ἐλλιπῶς ἔχει, οἷον «ἔδυ ὁ ἥλιος». λείπει γὰρ ἐνταῦθα τόπος, ἵνα τὸ πλῆρες εἴη· ἔδυ ὁ ἥλιος τὴν γῆν ἢ κατὰ γῆς ἢ ὑπὸ γῆν. Τὸ δὲ ὁτέ ἀντὶ τοῦ ποτέ οἱ ἀρχαῖοι παροξυτόνως φασίν, ὡς καὶ ἐν τῇ ῥω φανεῖται ῥαψῳδίᾳ. Τὸ δὲ «ἄλλοτε δʼ ἐν πυμάτοισι» φανερῶς παριστᾷ, ὡς καὶ ἐν τῷ «μετὰ πρώτοισι φάνεσκεν» ἡ μετα πρόθεσις τῇ εν ἰσοδυναμεῖ. Τὸ δὲ «κελεύων» ἀσφαλῶς κεῖται, ἵνα λέγῃ, ὅτι οὐ διὰ δειλίαν πύματος ὁ Ἕκτωρ ἐφαίνετο, ἀλλʼ ὀτρύνων στρατηγικῶς τοὺς ὄπισθεν οἷα οὐραγός. Ἰστέον δὲ ὅτι τὸ κελεύειν οὐ μόνον ἐπιτακτικὸν ἔστιν εἰπεῖν, ἀλλὰ καὶ γενικώτερον ὀτρυντικὸν ἢ ἐπισπευστικὸν ἢ ἐρεθιστικόν. διὸ καὶ οἱ Μηχανικοὶ κελεύειν λέγονται, ὅτε τὰ οἰκεῖα τεχνῶνται, ὁμοίως δὲ καὶ οἱ ναυτικοί, ὡς δηλοῖ καὶ ὁ Κωμικὸς ἐν τῷ «κατακέλευε δή». Τὸ δὲ «πᾶς χαλκῷ ἔλαμπεν» ἀντὶ τοῦ ὅλος. πολλαχοῦ δὲ οὕτω φράζει ὁ ποιητής, εἰ καὶ κυρίως τὸ πᾶς ἐπὶ πλήθους λαμβάνεται καὶ οὐκ ἐπὶ μιᾶς συνεχοῦς ὁλότητος. Ὅρα δὲ καὶ ὡς πάνυ καίριον τὸ τῆς παραβολῆς. καθὰ γὰρ ἀστὴρ ἐκ νεφέων παμφαίνων αὖθις ἔδυ νέφεα, οὕτω καὶ ὁ Ἕκτωρ ποτὲ μὲν ὡς οἷα νέφει τινὶ ἐκρύπτετο τῇ τοῦ στρατοῦ πυκνότητι δυόμενος εἰς βάθος καὶ ὀτρύνων αὐτούς, ἢ καὶ οὐραγῶν καὶ διὰ τοῦτο τοῖς Ἀχαιοῖς μὴ φαινόμενος πρὸς καιρόν, ποτὲ δὲ ἀνεφαίνετο, ὅτε δηλαδὴ πρόμαχος ἦν, οὐ λαμπόμενος ἔξωθέν ποθεν, ἀλλʼ αὐτὸς λάμπων χαλκῷ καθάπερ εἰ καὶ ἥλιος φωτί. Ὅρα δὲ καὶ ὅτι τὴν ἐκ τοῦ ἀστέρος παραβολὴν βραχύ τι πλατύνας τὴν τῆς στεροπῆς ἐπέτεμεν, ἵνα μὴ ῥητορεύσῃ μονοειδῶς, καὶ ὅτι τὸ «Διὸς αἰγιόχοιο» οὐ μάτην δοκεῖ ῥηθῆναι, ἀλλʼ εἰς δεῖξιν τοῦ ἐν καιρῷ μάλιστα στεροπῆς αἰγίοχον τὸν Δία εἶναι. Ὅτι οὐκ ἀεὶ μέν, πολλάκις δὲ ὅμως καιροῦ οἱ πάλαι θερισταὶ ἀπὸ περάτων ἀρχόμενοι ληΐου, ὅτε ἴσως μέγα τε εἴη ἐκεῖνο καὶ εὔκαρπον καί, ὡς ὁ ποιητὴς λέγει, μάκαρος ἀνδρὸς καὶ διὰ τοῦτο εὐτυχοῦς, ἐτελεύτων εἰς τὰ μέσα, ἔριν ἀγαθὴν ταύτην ἱστῶντες καὶ ἁμιλλώμενοι τάχιον συντελέσαι τὸ ἔργον. Τοιούτοις θερισταῖς παραβάλλει νῦν τοὺς ἐξ ἀντιπροσώπου μαχομένους ὁ ποιητὴς λέγων «οἳ δʼ ὥς τʼ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν ὄγμον ἐλαύνουσιν ἀνδρὸς μάκαρος κατʼ ἄρουραν πυρῶν ἢ κριθῶν, τὰ δὲ δράγματα ταρφέα πίπτει, ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο», ἀλλὰ δηλαδὴ κατὰ τοὺς ῥηθέντας θεριστὰς ἐχώρουν ἀλλήλοις ἀντιμέτωποι. Καὶ ἔστιν καὶ ἡ παραβολὴ αὕτη ἁρμόττουσα ὅλη ὅλῳ τῷ πράγματι, ἐναντίοι γὰρ ἀλλήλοις καὶ οἱ θερισταὶ καὶ οἱ μαχηταί, καὶ ὥσπερ ἐκεῖ συχνὰ πίπτει δράγματα, οὕτως ἐνταῦθα συχνοὶ νεκροί. Ὅτι δὲ ἡ λεχθεῖσα παραβολὴ ἐνέργειαν ἴσην παραδηλοῖ ἀμφοῖν τοῖν στρατοῖν, μεταλαβὼν ὁ ποιητὴς εὐθὺς ἐπιφέρει «ἴσας δʼ ὑσμίνῃ κεφαλὰς ἔχον», ὅ ἐστιν ἰσοψύχως ἐμάχοντο, καί, ὡς κεῖται ἀλλαχοῦ, «ἕνα θυμὸν εἶχον». ἤδη γὰρ πρὸ βραχέων ὅμοιον εἶναι ἐρρέθη κεφαλὴν εἰπεῖν καὶ ψυχήν. Ἐπεὶ δὲ ἡ ῥηθεῖσα παραβολὴ οὐδὲν ἐλάλει ἄγριον καὶ πολέμῳ οἰκεῖον, ἐπάγει ἑτέραν εὐθὺς ταύτην «οἳ δὲ λύκοι ὣς θῦνον», τουτέστιν οὐχʼ ἁπλῶς οὕτως ἐναντίοι ἀλλήλοις ἦσαν κατὰ τοὺς ἀμητῆρας, ἀλλʼ ὡς οἱ λύκοι πρὸς τὰ ζῷα, καθʼ ὧν ἐναντίοι ὁρμῶσιν. Ἐπίτομος δὲ αὕτη παραβολή, ἐπενεχθεῖσα τῇ τῶν ἀμητήρων, διεξοδικωτέρᾳ οὔσῃ, καθὰ καὶ πρὸ ὀλίγων τῇ τοῦ ἀστέρος τὴν τῆς στεροπῆς ἐπήνεγκε, μεστώσας ἐπίτηδες καὶ τὸν παρόντα τόπον παραβολαῖς διὰ συνήθη ἐνάργειαν. Ὄγμος δὲ ὁ προαροτριαθεὶς τόπος καὶ ἀνοιγεὶς ἑλκυσμῷ ἀρότρου, ὡς ἀπὸ τοῦ οἴγω οἶγμος καὶ ὄγμος κατὰ τοὺς παλαιούς, ἢ ἐκ τοῦ ἕλκω ὅλγμος, καὶ ἀποβολῇ τοῦ λ ὄγμος, ἢ καὶ ἀπὸ τοῦ ἄγω ἄγμος καὶ ὄγμος ἡ ἐπίστιχος ἀγωγή. Σημαίνει γάρ, φασίν, ἐπίστιχον καὶ αὐλακώδη φυτείαν. Βαρύνεται δὲ κανόνι τοιούτῳ. τὰ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ, ἀρχόμενα ἀπὸ τοῦ ο καὶ ἔχοντα δύο σύμφωνα, βαρύνεται· ὄκνος, ὄμβρος, ὄσσος, ὄρθρος, ὄρφνος, ὄλβος, ὄλμος. οὕτω γοῦν καὶ ὄγμος. Καὶ ὅρα δὲ καὶ ὅτι ἐπὶ βαδίσεως θεριζόντων ἐνταῦθα τὸ ἐλαύνειν τέθειται, γινόμενον ἀπὸ τοῦ ἐλάω πλεονασμῷ τοῦ υ καὶ ἐπενθέσει τοῦ ν. Πεποίηται δὲ ἡ λέξις αὕτη κατὰ Ἡρακλείδην διαλέκτοις τρισί, Βοιωτῶν μὲν γὰρ τὸ ἐλάω, καθὰ καὶ τὸ πεινάω καὶ διψάω καὶ τὰ ὅμοια, Αἰολέων δὲ ἡ προσέλευσις τοῦ υ, ὡς καὶ ἐν τῷ ψαύω, χραύω, αὔω, Δώριος δὲ ὁ πλεονασμὸς τοῦ ν, καθὰ καὶ ἐν τῷ δύνω καὶ θύνω. Τὸ δὲ ἴσας ὑσμίνῃ κεφαλὰς ἔχειν μετηνέχθη μὲν τροπικῶς ἀπὸ ἀνθρώπων ἐχόντων ἰσότητα μεγέθους. ἔστι δὲ ἀλληγορία ῥητορικὴ καὶ δηλοῖ, ὡς οὐδεὶς τῷ τέως ὑπερεῖχε μαχόμενος, ἀλλʼ ἰσοκέφαλος οἷον μέχρι τινὸς ἡ μάχη ἦν διὰ τὸ ἀνυπέροχον καὶ ἰσοπαλές. ἀμφοτέρων γάρ, ὡς ἐρεῖ, τὰ βέλεα ἥπτετο, πίπτε δὲ λαός. εἰπεῖν δὲ καὶ ἄλλως, λέγει ὁ ποιητής, ὅτι κατὰ μὲν τὰ σώματα ὑπερεῖχον ἄλλοι ἄλλων, τῇ δὲ ὑσμίνῃ ἴσας εἶχον κεφαλάς, ἤγουν, ὡς ἐρρέθη, ψυχάς. καὶ νῦν μὲν οὕτως, ἐν δὲ τοῖς ἑξῆς ἄλλως αὐτὸ φράσει δίχα τροπῆς καὶ σαφέστερον εἰπὼν «κατὰ ἶσα μάχην ἐτάνυσε Κρονίων». Καὶ νῦν μὲν ἰσορροποῦσιν οἱ πρὸ μικροῦ τὸ ἔλαττον φερόμενοι, μικρὸν δὲ ὅσον περιέσονται τῶν Τρώων ἀναμαχησάμενοι καὶ τὴν ἧτταν ἀναπαλαίσαντες καὶ ἀρετῇ τὸ μεῖζον ἀπενεγκάμενοι, εἰ καὶ τὰ ἐκ τύχης ἀντιστατεῖ, καὶ οὕτω διὰ μέσης τῆς νῦν ἰσότητος μεταβάντες ἐπὶ τὸ μεῖζον ἐκ τοῦ πρώην ἐλάττονος. ἔχει δὲ τὸ ἀσφαλὲς ἡ τροπὴ ἐκ τοῦ «ὑσμίνῃ», οὐ γὰρ κατὰ μέγεθος ἴσας εἶχον κεφαλάς, ἀλλὰ κατὰ ὑσμίνην. Ἰστέον δὲ καὶ ὅτι καθʼ ὁμοιότητα τῆς τῶν λύκων ἐνταῦθα γοργοτάτης παραβολῆς καὶ μετʼ ὀλίγα ἐρεῖ «ὦρτο λέων ὣς Ἀτρείδης», καὶ «μεμαὼς ὥς τε λίς», ἀναλόγως τῇ τοῦ καιροῦ ἐντρεχείᾳ συντέμνων καὶ τὰς παραβολὰς καὶ τῇ τῶν ἔργων περισπερχείᾳ συντρέχων τῷ λόγῳ τεχνικῶς. Τὸ δὲ «ἀνδρὸς μάκαρος» εἰς ἦθος παιδεύει, ὡς τοῖς τοιούτοις καὶ τῆς γῆς λίαν εὐφορούσης καὶ οὕτω θεριζομένης ὑπὸ πολλῶν ἀμητήρων καινότερον. Πυρῶν δὲ καὶ κριθῶν ἡ παραβολὴ ἐμνήσθη οὐ μόνον διὰ τὸ τῶν σπερμάτων τούτων εὔχρηστον καὶ πολύχρηστον, ἀλλὰ καὶ ὅτι τοιούτοις ἐνευθηνοῦνται οἱ μάκαρες, οἳ καὶ ὄλβιοι, ὡς καὶ ἐν ἄλλοις δηλοῦται, λέγονται, ὡς ἐν ὀλαῖς, ὅ ἐστι κριθαῖς, τοῦ βίου ὄντος αὐτοῖς. Ἐξ ὧν ὀλῶν ὡς μέρους καὶ τἄλλα νοοῦνται γεώργια. Δράγματα δέ, ὧν ἡ χεὶρ δράττεται ἐν τῷ θερίζεσθαι. εἰ δʼ αὐτὸ μὲν διὰ τοῦ γ, ἡ δὲ ἐκ τοῦ αὐτοῦ ῥήματος γινομένη δραχμή διὰ τοῦ χ γράφεται, ὁμοίωμα τούτοις πρὸς τὸ βρέγμα καὶ τὸν βρεχμόν καὶ τἄλλα ὅσα τοιαῦτα. Τὸ δὲ «ταρφέα» καιριώτατα ἐνταῦθα κεῖται. πυκνά τε γὰρ καὶ συχνὰ τὰ πίπτοντα δράγματα, καὶ οἷα δὲ τρέφειν. ἐξ οὗ καὶ τὸ τάρφος, ἤγουν δάσος, γίνεται καὶ τὸ ταρφύ, ὅπερ ἐστὶ δασύ. Τὸ δὲ «ἐπʼ ἀλλήλοισι θορόντες» ἢ καθʼ ὑπερβατὸν ἀντὶ τοῦ ἐπεμπηδήσαντες ἀλλήλοις, ἢ καὶ ἑτέρως ἀντὶ τοῦ κατʼ ἀλλήλων ὁρμήσαντες, κατὰ μετάληψίν τε προθέσεως καὶ ἀντίπτωσιν. ἔνθα καὶ σημειωτέον τὴν ἐπι πρόθεσιν ληφθεῖσαν ἐπὶ ἐναντιώσεως. καὶ ἔστι χρήσιμον καὶ τοῦτο εἰς τὸ «δαιμονίη, τί μοι ἐπέχεις», ἀντὶ τοῦ κατʼ ἐμοῦ ἔχεις, καθʼ οἷον λόγον καὶ ἐχθρῷ ἐπιχαίρει τις. Τὸ δὲ «οὐδʼ ἕτεροι μνώοντο φόβου» ἐγγύς ἐστι τοῦ ἑρμηνεύειν τί ἐστι τὸ ἴσας ὑσμίνῃ κεφαλὰς ἔχειν. εἰ γὰρ μηδέτεροι φεύγουσιν, ἐπίσης ἄρα δοκοῦσι μάχεσθαι καὶ οὐ κατὰ ἑτεραλκῆ τινα νίκην. διὸ κατὰ ἄρσιν καὶ θέσιν σχηματίσας ὁμοίας ἐννοίας φησίν· οὐδʼ ἕτεροι ἔφευγον, ὡς οἷον ὑποκύψαντες, ἀλλʼ ὄρθιοι τὰς κεφαλὰς ἐν ἰσότητι μάχης ἦσαν. Ἀναγκαίως δὲ τὸ «οὐδʼ ἕτεροι» ἐνταῦθα δέχεται ἀπόστροφον. Οὐ γὰρ λογίζεται ὡς ἕν, ἀλλὰ τέμνεται ἰδίᾳ ὁ σύνδεσμος. Φησὶ γὰρ ὅτι οὐδὲ ἐμέμνηντο φυγῆς θάτεροι διὰ τὸ ἑτεραλκὲς τῶν ἑτέρων. Ὅτι κατὰ σχῆμα προεκθέσεως ἀναφωνῶν ὁ ποιητής, ὡς ἐν τοῖς παροῦσιν οὐ παρενθήσει μυθικὰ ἐπεισόδια, καὶ ἅμα αἰνιττόμενος ὡς ἡ ῥηθεῖσα ἐκ τῶν ἀμητήρων παραβολὴ καὶ ἡ τῶν κεφαλῶν ἰσότης ἐξ Ἔριδος ὥρμηνται μάλα πολλῆς οὔσης ἄρτι κατὰ τὴν μάχην, φησὶν «Ἔρις δʼ ἂρ ἔχαιρε πολύστονος εἰσορόωσα. οἴη γὰρ θεῶν παρετύγχανε μαρναμένοισιν. οἳ δʼ ἄλλοι οὔ σφιν πάρεσαν», ἤγουν παρῆσαν, «θεοί, ἀλλὰ ἕκηλοι ἐν σφοῖσιν», ἤγουν ἰδίοις, «μεγάροις ἐκάθηντο, ἔνθα ἑκάστῳ δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο». Ταῦτα δὲ παραφρασθέντα ἢ παρῳδηθέντα δύνανται προσαρμόττειν ἐνδόξοις προσώποις, ἃ ἐν καιρῷ ἔριδος ἔξω κινδύνου κάθηνται ἡσυχάζοντα. Καὶ ὅρα καὶ νῦν ὅτι τὴν ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ Ἔριν οὐκ εἰς ποιότητα λαμβάνει ὁ ποιητής, ἀλλὰ σωματοειδῆ τινα πλάττει. οὐ μόνον γοῦν ἵσταται, ὡς ἐρρέθη, ἐν νηῒ καὶ μέγα καὶ δεινὸν βοᾷ, ἀλλὰ καὶ χαίρει τοῖς μαχομένοις, οἷα μὴ μόνον πολύστονος, ἀλλʼ ἤδη καὶ φιλόστονος. Φαύλης δὲ τὰ τοιαῦτα ἔριδος ἐπίθετα. ἡ γάρ τοι ἀγαθὴ ἔρις ἀρετὴ οὖσα οὐκ ἂν τοιαύτη λέγοιτο, εἰ καὶ κάματοι ἐπακολουθοῦσιν αὐτῇ, οὓς γλυκεῖς κρίνουσιν οἱ κατʼ ἀρετὴν ἐρίζοντες. Τὸ δὲ «ἔνθα ἑκάστῳ δώματα» καὶ ἑξῆς, ἑρμηνευτικόν ἐστι τοῦ «ἐν μεγάροις», ἵνα δηλώσῃ Ὀλύμπια ταῦτα εἶναι καὶ μὴ ἁπλῶς μέγαρα. οἷα δὲ ταῦτα καὶ ὅτι Ἡφαιστότευκτα, ἐν ἄλλοις δηλοῦται. Ὅτι πάντες, οἱ τοῖς Ἀχαιοῖς δηλαδὴ συμμαχοῦντες θεοί, «ᾐτιόωντο Δία, οὕνεκʼ ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι. τῶν μὲν ἂρ οὐκ ἀλέγιζε πατήρ, ὃ δὲ νόσφι λιασθείς», ὅ ἐστι χωρισθείς, «τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων». τοῦτο δὲ περὶ παντὸς ἂν λέγοιτο δυνατοῦ, ὃς τὰ δοκοῦντά οἱ ποιῶν ὀλίγα τῶν λοιπῶν ἐπιστρέφεται. Καὶ ὅρα τὸ «ἐβούλετο κῦδος ὀρέξαι Τρωσί» χρησιμεῦον καὶ αὐτὸ εἰς τὸ «Διὸς δʼ ἐτελείετο βουλή». Τὸ δὲ πατήρ ἐν ἁπλότητι ῥηθέν, ὡς καὶ πρὸ βραχέων ἐν τῷ «πατρὸς Διός», ἐλλιπῶς ἔχει, τὸ δὲ πλῆρες ἐν τῷ «πατὴρ ἀνδρῶν τε θεῶν τε». Ὅτι γοργοτάτη καιρία διασκευὴ μάχης τὸ «εἰσορόων χαλκοῦ τε στεροπὴν ὀλλύντας τʼ ὀλλυμένους τε». Ὅτι καὶ νῦν, ὡς καὶ ἀλλαχοῦ, εἴς τι αὐξήσεως εἶδος τίθησιν ὁ ποιητὴς καὶ τὴν ἐξ ἀνατολῆς καὶ ἠοῦς, ὅ ἐστι πρωΐας, ἀνάβασιν τοῦ ἡλίου, ὡς δηλοῖ τὸ «ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ», ὡς ἔκτοτε φθίνοντος τοῦ ἤματος. διὸ καὶ ἡλίου φθίνασμα τὴν δύσιν ἔφη τις ποιητής. καὶ ἀναλογεῖν δὲ φθινάδι ὥρᾳ τὰ πρὸς δύσιν λέγεται ὥσπερ χειμερινῇ τὰ τῆς νυκτός, ἐαρινῇ δὲ τὰ ἑῷα. ὅθεν καὶ ἦρ ὁ ὄρθρος ὁμοφώνως τῇ ὥρᾳ. Ἱερὸν δὲ ἦμαρ κατὰ μὲν Πορφύριον τὸ μέχρι μεσημβρίας διὰ τὰς καὶ ἑτέρωθι δηλωθείσας τηνικαῦτα θυσίας. δύναται δὲ καὶ ἡ ὅλη νοηθῆναι ἡμέρα, καθὰ καὶ Ἡσίοδος τὰς νύκτας λέγει μακάρων εἶναι. εἰ γὰρ ἱερὸν κνέφας φησί που Ὅμηρος, πολλῷ πλέον τοιοῦτον τὸ ἦμαρ διὰ πολλὰ αἴτια. Ὅρα δὲ ὡς οὐ μετρεῖ ὥραις τὴν ἡμέραν, ἀλλὰ τῇ τοῦ ἡλίου ἄλλως ἁπλούστερον κινήσει, ὡς καὶ ἀλλαχοῦ ἐν τῷ «ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ», ἐξ οὗ ἡ μεσημβρία παρὰ τοῖς ὕστερον σύγκειται. ὡρῶν γάρ, φασί, μέτρησις οὔπω ἠκρίβωτο, ὡς καὶ αὐτίκα φανεῖται, ἐν οἷς ὁ ποιητὴς ἀπὸ δρυτόμου ἐνταῦθα σημειούμενος τὴν μεσημβρινὴν ὥραν, καθʼ ἣν μάλιστα κορέννυται κόπου ὁ δενδροτομῶν, φράζει οὕτως «ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὡπλίσατο δεῖπνον οὔρεος ἐν βήσσῃσιν, ἐπεί τʼ ἐκορέσσατο χεῖρας, τάμνων δένδρεα μακρά, ἄδος τέ μιν ἵκετο θυμόν, σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ, τῆμος Δαναοί», καὶ τὰ ἑξῆς. Καὶ τοιαύτη μὲν ἡ τοῦ ποιητοῦ φράσις. Τὸ δὲ δρυτόμος ἐκ μέρους τοῦ δρυός, ὃς τίμιος ἐδόκει τοῖς παλαιοῖς διὰ τὰς πρεσβυτάτας καὶ παλαιφάτους βαλανηφόρους δρύας, τὸν ἁπλῶς ξυλοκόπον καὶ ὑλοτόμον δηλοῖ, ὥσπερ καὶ δρυμά καὶ δρυμών οὐ μόνον ὁ δρύας ἔχων τόπος, ἀλλὰ καὶ λοιπὰ δένδρα. καὶ δρυοκολάπτης, ὁ πᾶν ξύλον κολάπτων ἐπὶ ἀνευρέσει οὗ ζητεῖ. ὁ δʼ αὐτὸς τρόπος καὶ ἐπὶ τοῦ προειρημένου δρυφάκτου καὶ ἐπὶ δρυκάρπων, ἅπερ εἰσὶ ξύλων καρποὶ καὶ τῶν ὁμοίων. διὸ καὶ ὁ ποιητὴς δρυτόμον εἰπὼν ἐπάγει «τάμνων δένδρεα», οὐ μὴν δρῦς μόνους, ὡς εἶναι ταὐτὸν τὸ τάμνειν δένδρεα καὶ τὸ δρυτομεῖν καὶ τὸ δενδροτόμον καὶ δρυτόμον. Ἰστέον δὲ ὅτι, ὥσπερ δρῦς ἅπαν δένδρον, ἤδη δὲ καὶ πεύκη, ὡς καὶ Εὐριπίδης δηλοῖ ἐν τῷ «τὴν ἐν Ἴδῃ πεύκην», οὕτω καὶ δόρυ οὐ μόνον ἰδίως λόγῳ μέρους τὸ πολεμικὸν ξύλον, ἀλλὰ καὶ ἅπαν, ὡς δῆλον ἐκ τοῦ «δούρατα μακρὰ ταμών», καὶ «ὅς τʼ εἶσι διὰ δουρὸς ὑπʼ ἀνέρος», καὶ «οὐ γάρ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης». Τὸ δὲ «ὡπλίσατο» ἀντὶ τοῦ ἐσκεύασεν. ὅπλα γὰρ οὐ τὰ πολεμικὰ μόνον, ἀλλὰ καὶ τὰ παντὸς ἔργου καὶ ἁπάσης τέχνης ὄργανα. Ὅρα δὲ καὶ μέχρι πότε βούλεται ὁ ποιητὴς διήκειν τὸ δεῖπνον. ἕωθεν γὰρ ἄχρι καὶ μέσης ἡμέρας, ὅτε καὶ ὁ δρυτόμος μάλιστα κάμνει τάμνων δένδρεα οὐχʼ ἁπλῶς, ἀλλὰ καὶ μακρά. Ὅτι δὲ τὸ δεῖπνον ἀορισταίνει, δῆλον. ὧδε μὲν γὰρ τὸ περὶ μεσημβρίαν δηλοῖ, ἀλλαχοῦ δὲ πολλαχοῦ τὸ πρωΐθεν, ἐν δὲ τῷ τέλει τῆς Κ ῥαψῳδίας τὸ ἅμα τῇ ἕῳ, ἔνθα δειπνῆσαι εἰπὼν τοὺς κατασκόπους, ἐπάγει «Ἠὼς δʼ ἐκ λεχέων» καὶ τὰ ἑξῆς. ἴσως δὲ δεῖπνον ἄρτι τὸ περὶ μεσημβρίαν, διότι τηνικαῦτα δεῖ, τουτέστιν ἐλλείπει, τοῦ πονεῖν ὁ ἐργάτης, κορεννύμενος τὰς χεῖρας κατὰ τὸν ποιητὴν καὶ ἄδος πάσχων. οὗπερ ἀνάπαλιν δεῖπνον τὸ ἑωθινόν, ἐπεὶ τότε, ὡς καὶ ἄλλοθι δηλοῦται, δεῖ, ὅ ἐστι χρεία ἐστί, πόνου τοῖς ἐργατικοῖς. Τὸ «χεῖρας» ἔλλειψιν προθέσεως ἔχει, ἵνα ᾖ, ὅτι ἐκορέσατο κατὰ χεῖρας, πρὸς διαστολὴν τοῦ κατὰ ψυχὴν ἢ προθυμίαν. κατʼ αὐτὰ γὰρ ἴσως οὐκ ἐκορέσατο. ἔχει δὲ καὶ τὸ «κορέσσατο» ἔλλειψίν τινα, ἵνα λέγῃ, ὡς ἐκορέσατο κόπου ἢ πόνου, ἢ μᾶλλον τοῦ δενδροτομεῖν. οὔκουν ἐπὶ μόνων βρωμάτων τὸ κορέσασθαι. κόρος γὰρ κοπή τίς ἐστιν, ὡς ἡ ἐτυμολογία δηλοῖ, διὸ ἐγκόπτει ἐπὶ βρώσεως μὲν τὸ φαγεῖν, ἐπὶ δὲ ἐργατῶν τὸν ἐν ἔργοις κάματον. Ὕπεστι δʼ ἐνταῦθα καί τι ἀστεῖον τοιοῦτον. κορεσάμενος γὰρ χεῖρας ὁ δρυτόμος ὁπλίζεται καὶ ἄλλως γαστέρα κορέσασθαι. οὐκ ἐξετύπωσε δὲ τὸ τοιοῦτον ὁ ποιητὴς νόημα, ἵνα μὴ ἀφῇ λαλεῖν σεμνῶς, ἀστεϊσάμενος οὐ κατὰ καιρόν. Τὸ δὲ «ἄδος», ὅ ἐστι κόρος, ἡρμήνευται ἤδη διὰ τοῦ κορέσσατο, ζητητέον δʼ αὐτοῦ τὸ γένος. Σημείωσαι δὲ ὅτι τε ψιλοῦται ἡ τῆς λέξεως ταύτης ἄρχουσα, καὶ ὅτι ἐν ἑνὶ δέλτα γράφεται καὶ ὅτι συστέλλεται τὸ κατάρχον α, εἰ καὶ ἐν τῷ «καμάτῳ ἀδηκότες», ἤτοι κορεσθέντες, ἐκτείνεται τὸ ἐν ἀρχῇ τῆς μετοχῆς δίχρονον. ὥστε τὸ ἄδην, ὅ ἐστι δαψιλῶς, οἷα συστοιχοῦν τούτοις καλῶς ἂν διʼ ἑνὸς δέλτα ἐκφέροιτο, ἐπεί τοι καὶ τὸ ἀδηκότες οὕτω γράφεται. Καὶ τὸ ἀδημονεῖν δέ, οὗ πρωτότυπον ἀδήμων ἀδήμονος, ὁ ἐκ λύπης ὡς οἷα καί τινος κόρου, ὃς ἄδος λέγεται, ἀναπεπτωκώς. Τὸ δὲ «περὶ φρένας», ἤγουν περισσῶς τὰς φρένας, «ἵμερος αἱρεῖ» πρὸς ὁμοιότητά τινα εἴρηται τοῦ κορέσσατο χεῖρας. ὁ γὰρ δρυτόμος καμάτου μὲν κατὰ χεῖρας κορέννυται, βρώσεως δὲ κατὰ φρένας ἱμείρεται. Εἰς δὲ τὸ μετὰ κάματον ἐφίεσθαι τροφῆς τὸν δρυτόμον παραπηγνύουσιν οἱ παλαιοὶ καὶ τὴν κατὰ Σωκράτην ἱστορίαν, ὃς πολλά ποτε περιπατήσας ἑσπέρας πρὸς τὸν πυθόμενον «τί τηνικάδε, ὦ Σώκρατες;» ἔφη ὄψον ζητεῖν. καὶ ὁ μὲν ἀκούσας ᾤετο τὸν φιλόσοφον προσόψημά τι ἐθέλειν, ὁ δὲ ἐδήλου, ὡς κοπιῶ, ἵνα ἡδέως φάγοιμι. ἔστι γὰρ ὄντως ὁ γυμναστικὸς πόνος βρώσεως ὄψον, καὶ οὐδὲν οὕτως ἡδὺ ὄψον ὡς τὸ μετὰ πόνον φαγεῖν. τοῦτο οὖν καὶ Ὅμηρος ἐνδεικνύμενός φησι τὸν δρυτόμον γλυκὺ σῖτον προσφέρεσθαι μετὰ κάματον, διδάσκων μετὰ πόνους ἐμφορεῖσθαι σιτίων πρὸς τὸ εὐόρεκτον. Ὅτι ἔπαινος Ἑλλήνων τὸ «σφῇ ἀρετῇ ῥήξαντο φάλαγγας», εἰ καὶ ἄλλως δηλαδὴ ἡ τύχη ἐκώλυε. λέγει δὲ ῥήξασθαι τὸ διακόψαι συνασπισμὸν ἀντιμάχων, ὅπερ ὁ κατορθῶν διʼ ἀνδρίας ῥηξήνωρ κατὰ τοὺς παλαιοὺς ἦν. Ἔστι δὲ τὸ «σφῇ ἀρετῇ» ὅμοιον πρὸς τὸ ὑπὲρ αἶσαν καὶ ὑπὲρ μόρον, ἤγουν ὑπὲρ τὸ πεπρωμένον. Ζεὺς μὲν γὰρ Τρώεσι βούλετο νίκην, Ἕλληνες δὲ νικῶσιν ἄρτι τῇ κατὰ αὐτοὺς ἀνδρίᾳ. Ἐνταῦθα δὲ δηλοῖ ὁ ποιητὴς καί, ὡς σωτήριον ἐν τοῖς δεινοῖς τὸ φιλάλληλον. φησὶ γάρ, ὅτι «Δαναοὶ ῥήξαντο φάλαγγας, κεκλόμενοι ἑτάροισι κατὰ στίχας». καὶ τοῦτό ἐστιν, ὃ ἐν ἄλλοις λέγει «συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν». Ἱστορεῖ δὲ καὶ ὅτι πρῶτος ὁ βασιλεὺς ἕλεν ἄνδρα τὸν δεῖνα. οὐδὲ γὰρ ἐχρῆν τὸν οὕτω σεμνῶς φρασθέντα μὴ μέγα τι ποιῆσαι. Κεῖται δʼ ἐν τούτοις καὶ τὸ σπουδαίως πεζεῦσαι καταπηδῆσαι ἵππου. Φησὶ γὰρ «ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη». Αἰολικῶς δὲ ψιλοῦται τὸ κατεπάλμενος. Λέγει δὲ καὶ μετώπιον ἢ τὸ μέτωπον καθʼ ὁμοιότητα τοῦ ἐνώπιον ἢ τὸ μεσόφρυον, ὡς καὶ μεταμάζιον τὸ μεταξὺ τῶν μαζῶν, καὶ μεταίχμιον τὸ μεταξὺ δύο στρατῶν. Φησὶ γὰρ «μετώπιον ὀξέϊ δουρὶ ἔνυξε». Καθὰ δὲ τὸ ἴχνος ἴχνιον οὐκ ἔστι παρʼ Ὁμήρῳ ὑποκοριστικόν, οὕτως οὐδὲ τὸ μετώπιον. Σημειοῦνται γὰρ οἱ παλαιοί, ὡς καὶ ἐν Ὀδυσσείᾳ εἴρηται, μὴ εἶναι παρʼ Ὁμήρῳ ὑποκορισμὸν διὰ τὸ μεγαλοπρεπὲς τῆς κατʼ αὐτὸν ποιήσεως, εἰ μὴ ἄρα, φασίν, ἐν τῷ «μάλα γὰρ μέγα θηρίον ἦεν», ὅπερ ἐκ τῆς ὑποκοριστικῆς χθαμαλότητος ἐγήγερται διά τε τοῦ μάλα καὶ διὰ τοῦ μέγα. Μέμνηται δʼ ἐνταῦθα καὶ στεφάνης ὁ ποιητής, ὥς που καὶ πρὸ τούτων, εἰπὼν «δορὶ νύξεν, οὐδὲ στεφάνη οἱ δόρυ σχέθε χαλκοβάρεια». Ἔνθα ὅρα ὡς ἡ τῆς συνθέσεως φύσις ἴσχυσε προπαροξῦναι καὶ τὸ βαρεῖα, καθὰ καὶ τὸ δασεῖα, μετὰ σύνθεσιν. ἔφη γάρ που κυνέην ἱπποδάσειαν. ταῦτα δʼ ἴσως διὰ τὸ καὶ τὰ ἀρσενικὰ αὐτῶν προπαροξυνθῆναι ὁμοίως τῷ τραχύς ἄτραχυς, ὀξύς κάτοξυς, θῆλυς ἄθηλυς. ὡς γὰρ αὐτά, οὕτω καὶ χαλκόβαρυς, ὡς εἰκός, καὶ ἱππόδασυς. ὅθεν χαλκοβάρεια καὶ ἱπποδάσεια ὁμοίως τῷ ἡμίσεια, θήλεια. Ἰστέον δὲ καὶ ὅτι γενναίαν πληγὴν δηλοῖ δόρατος τὸ «ἔνυξεν οὐδὲ στεφάνη δόρυ σχέθεν, ἀλλὰ διʼ αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ ἔνδον ἅπας πεπάλακτο, δάμασσε δέ μιν μεμαῶτα». Ὅτι σκώπτων τινὰς ὁ ποιητὴς συμβολικῶς ἅμα καὶ ἀστείως ἐπὶ σκιατραφίᾳ φησίν, ὅτι τοὺς μὲν ἀνελὼν ὁ βασιλεὺς «λίπεν αὖθι στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας». τοιούτων γὰρ ἀνδρῶν ἴδιον ἡ πολλὴ οὕτω λευκότης θαλαμευομένων καὶ γυναικιζομένων ὡς τὰ πολλά. Περιδύειν δὲ τὸ ὅλον ἐκδύειν δηλοῖ, πάντως δὲ ὕπτιοι κεῖνται οἱ οὕτω στήθεσι παμφαίνοντες. Σημείωσαι δὲ ὅτι, ὥσπερ ταπεινὸν τὸ παμφαίνειν στήθεσιν, οὕτω λαμπρὸν τὸ παμφαίνειν ὅπλοις. διὸ καὶ Ἕκτωρ χαλκῷ λάμπει ὡς ἀστραπή, καὶ τῷ στρατῷ δὲ ἀστραπὴ χαλκοῦ ἀπεπάλλετο, καθὰ εἶπε πρὸ βραχέων ὁ ποιητής. Ὅτι φανερῶς καὶ ἐνταῦθα δίδωσιν ὁ ποιητὴς διαφορὰν ἡνιόχου καὶ παραιβάτου ἐν τῷ «ὃ μὲν ἡνιόχευεν, ὃ δὲ παρέβασκεν», ἀφʼ οὗ καὶ ὁ ἐπὶ τοῦ στρατιωτικοῦ ἅρματος παραιβάτης, ᾧ ἐῴκει παρὰ τοῖς μεθʼ Ὅμηρον ὁ ἐν τοῖς γάμοις λεγόμενος πάροχος. Φησὶ γὰρ Παυσανίας, ὅτι ἐν γάμοις τρεῖς ἐπὶ ἁμάξης ἐκάθηντο, μέση ἡ νύμφη, ἑκάτερθε δὲ ὁ νυμφίος καὶ ὁ πάροχος, φίλος οὗτος ἢ συγγενὴς ὁ μάλιστα τιμώμενος καὶ ἀγαπώμενος. Ἔνθα σημείωσαι ἐπὶ οἵου σημαινομένου ὁ πάροχος ἔκειτο. οὐ γὰρ ἐπὶ τοῦ νῦν συνήθους, ὃς ἐκ τοῦ παρέχειν γίνεται, ἀλλʼ ἐπὶ τοῦ, ὡς εἴρηται, παροχουμένου καὶ ὡσανεὶ παραιβάτου. Ἰστέον δὲ ὅτι νῦν μὲν ὁ βασιλεὺς τῶν Ἀχαιῶν ξυνωρίδας τινὰς ἵππων ζημιοῖ τῇ πτώσει τῶν ἐπʼ αὐτοῖς ὀχουμένων, προϊὼν δὲ πολλοὺς ἵππους κενὰ ὄχεα κροταλίζειν ἀφίησιν, ἐμπίπτων αὐτοῖς ὡς πῦρ ὕλῃ δασείᾳ κατὰ τὸν ποιητήν. Εἰσὶ δὲ οὓς νῦν ἀναιρεῖ κατὰ συζυγίας· Βιήνωρ καί τις Ὀϊλεὺς Τρωϊκός, ὁμώνυμος τῷ πατρὶ τοῦ Λοκροῦ Αἴαντος, ἔτι δὲ Ἶσος καὶ Ἄντιφος, υἱοὶ Πριάμου, καὶ Πείσανδρος καὶ Ἱππόλοχος, υἱοὶ Ἀντιμάχου. Ἐν οἷς ὅρα ὅτι ὁ Ἶσος μὲν ἅπαξ ἐρρέθη ἐν τῷ «βῆ ῥʼ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίζων», ὁ δὲ Ἄντιφος τρίς. καὶ ἔοικε σιωπᾶν τὸν Ἶσον ὁ ποιητὴς διὰ τὴν ἐξ ὁμωνυμίας ἀσάφειαν. οὔτε γὰρ ὄγκον ἡ λέξις ἔχει καὶ πάνυ δὲ ἂν ἐπλάνα τὸν ἀκροατήν, εἰπών· Ἶσος ἡνιόχευε, καὶ Ἶσον ἔβαλε δουρί. διὸ καὶ ἐπιτηδευσάμενος ἅπαξ αὐτὸν εἰπεῖν τοῦ λοιποῦ σιωπᾷ, γνωρίζων αὐτὸν ἐκ τοῦ συζυγοῦντος Ἀντίφου. Φησὶ γὰρ «υἷε δύω Πριάμοιο, νόθον καὶ γνήσιον· ὁ μὲν νόθος ἡνιόχευεν, Ἄντιφος αὖ παρέβασκε». Καὶ πάλιν «τὸν μὲν ὁ βασιλεὺς ἔβαλε δουρί, Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δʼ ἔβαλʼ ἵππων», ἤγουν ἐξέρριψε τοῦ ἅρματος, ὃ μετʼ ὀλίγα «ἀφʼ ἵππων ὦσε» φησίν. Ὅρα δʼ ἐν τοῖς ῥηθεῖσι καὶ ὅτι τὸ «αὐτὰρ ὃ βῆ ῥʼ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίζων» σχεδικῆς τερθρείας καὶ τοῦ κατὰ αὐτὴν λαβυρίνθου κεῖται λεληθότως ἀφορμὴ τοῖς ὕστερον, ὁποῖα καὶ ἄλλα παρὰ τῷ ποιητῇ, τεθέντα μὲν ἀπραγματεύτως κατὰ συνθήκην συνήθη, παρελκυσθέντα δὲ τοῖς γραμματικοῖς εἰς μίμησιν. προβέβληται μὲν γὰρ ἐνταῦθα ἐν τῷ «βῆ ῥʼ Ἶσον» Ῥήσου δῆθέν τινος ἀπήχησις, ὁποῖος ὁ προϊστορηθεὶς Θρᾷξ ἥρως. ὁ δὲ ὀρθὸς νοῦς ἐν δυσὶ μέρεσι λόγου διαλελυμένως νοεῖ τὸ «βῆ ῥʼ Ἶσον» ἤγουν ἔβη δὴ τὸν Ἶσον ἐξεναρίζων. οὐ ζηλωτέα οὖν ἡ τοιαύτη φράσις ἐν λόγῳ πεζῷ. τὸ μέντοι μέτρον ἐνευκαιρεῖ καὶ τοιούτοις, ποτὲ μὲν κατʼ ἀνάγκην τινά, ποτὲ δὲ χάριν ὄγκου, ὡς καὶ ἐνταῦθα. δυνάμενος γὰρ ὁ ποιητὴς εἰπεῖν «αὐτὰρ ὃ βῆ Ἶσον ἐξεναρίζων», ἐπενέβαλε τὸν ῥα σύνδεσμον συναλειπτικῶς πρὸς θεραπείαν τε χασμῳδίας οὐκ εὐγενοῦς καὶ ἵνα τῷ ῥοίζῳ τοῦ ἀμεταβόλου ὀγκώσῃ τὴν φράσιν διὰ σεμνότητα. Ἔτι ἰστέον καὶ ὅτι καὶ ἐν τῷ «υἷε δύω, νόθον καὶ γνήσιον, ἄμφω εἰν ἑνὶ δίφρῳ ἐόντας» παρέλκει τὸ δύω συνήθως. καὶ χωρὶς γὰρ αὐτοῦ νοεῖται τὸ δυϊκὸν ἐκ τοῦ υἷε καὶ τοῦ νόθον καὶ γνήσιον, ἅπερ ἀντίκεινται καὶ πρὸς διαστολὴν ἀλλήλων λέγονται. Τὸ δὲ «ἄμφω εἰν ἑνὶ δίφρῳ» ἔχει τι ἀντιθετικὸν κατὰ τὸ δύο περὶ ἕνα. Ἐν δὲ τῷ «ὁ μὲν νόθος ἡνιόχευε» τὸ σχῆμα καὶ ἀσυνδέτως ἔχει καὶ ἐξήλλακται διὰ ποικιλίαν. ἦν δʼ ἂν τὸ κοινὸν καὶ ὀρθὸν οὕτω· δύω ἐν ἑνὶ δίφρῳ ἐόντας, τὸν μὲν ἡνιοχεύοντα, τὸν δὲ παραβάσκοντα. Τὸ δὲ ἡνιοχεύειν ἐκ τοῦ ἡνιοχέειν γίνεται πλεονασμῷ τοῦ υ Αἰολικῶς, ὡς καὶ τὸ ζητέω ζητεύω παρʼ Ἡσιόδῳ καὶ ὅσα τοιαῦτα. ἐκ δὲ τοῦ ἡνιοχεύειν καὶ ἡ ἡνιοχεία καὶ ὁ ἡνιοχεὺς γίνεται. Ὅτι καὶ νῦν Ὅμηρος Ἀχιλλέως τε μνήμην συνήθως παρεντιθεὶς καὶ ἱστορίαν παλαιοτέραν τῆς τοῦ Ἀχιλλέως μήνιδος παρεμβάλλων, διʼ ἧς τόν τε Ἀχιλλέα σεμνύνει καὶ τὴν ποίησιν καταποικίλλει, λέγει δύο τινὰς Πριαμίδας ὑπὸ τῷ βασιλεῖ πεσεῖν ἐν ἑνὶ ὄντας, ὡς προσεχῶς εἴρηται, δίφρῳ, «οὕς ποτʼ Ἀχιλλεὺς Ἴδης», φησίν, «ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι ποιμαίνοντʼ ἐπʼ ὀΐεσσι λαβὼν καὶ ἔλυσεν ἀποίνων». Καὶ τοῦτο μὲν οὕτω πλατύτερον ἐρρέθη. μετʼ ὀλίγα δὲ πάνυ γοργῶς φράζει οὕτως «ὅτʼ ἐξ Ἴδης ἤγαγε πόδας ὠκὺς Ἀχιλλεύς». Ἔνθα σημείωσαι ὡς οὕτω θερμῶς ἐξέχεται τοῦ Ἀχιλλέως ἡ Ὁμηρικὴ Μοῦσα, ὡς μὴ ἐθέλειν ἐν τῇ κατʼ ἐκεῖνον μνήμῃ ῥᾳδίως ἀποσχέσθαι αὐτοῦ. ἐν τούτοις γοῦν ὁ ποιητὴς εἰπὼν ἀνδραγάθημά τι Ἀχίλλειον, εἶτα τοῦ βασιλέως μνησθείς, πάλιν εὐθὺς μετὰ πέντε στίχους μέμνηται τῆς αὐτῆς τοῦ Ἀχιλλέως ἀνδραγαθίας ἐπὶ βραχὺ καὶ αὖθις ἐπισυνάπτει τὸ βασιλικὸν ἀρίστευμα, εἰκάζων καὶ διὰ παραβολῆς τὰ κατὰ τοὺς ῥηθέντας Πριαμίδας. Φησὶ γὰρ «ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν, ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφʼ ἦτορ ἀπηῦρα. ἣ δʼ εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφιν χραισμεῖν· αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει· καρπαλίμως δʼ ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην, σπεύδουσʼ, ἱδρώουσα, κραταιοῦ θηρὸς ὑφʼ ὁρμῆς, ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπʼ Ἀργείοισι φέβοντο», καθὰ καὶ μήτηρ ἔλαφος παροῦσα μὲν τῷ φόνῳ τῶν νεογνῶν, μὴ ἔχουσα δὲ ἀμύνειν, ἀλλὰ καὶ μᾶλλον φεύγουσα. Καὶ οὕτω μὲν ἐμβραδύνει τοῖς ὑπὸ τῷ βασιλεῖ πίπτουσιν ὁ ποιητής, οἷα λόγου πλείονος ἀξίοις, ἀποσεμνύνων καὶ οὕτως αὐτόν. ὃ δὴ καὶ ἐφεξῆς ποιήσει εὐθὺς ἐπὶ τῶν τοῦ Ἀντιμάχου παίδων, καίτοι δυνάμενος ἐν ὀλιγίστῳ δηλῶσαι ὡς ἀνῃρέθησαν, καθὰ καὶ ἐπὶ ἑτέρων μυρίων ποιεῖ. Κνημοὶ δὲ Ἴδης οἱ μετὰ τοὺς πρόποδας ἐκ μεταφορᾶς τῶν ζωϊκῶν μετὰ πόδας κνημῶν, ὡς καὶ προδεδήλωται. εἰ δέ τινες δασεῖς τόπους ἑρμηνεύουσι τοὺς κνημούς, καλῶς φασι καὶ αὐτοί, ὡς τῶν ταπεινοτέρων τόπων ἐν τοῖς ὄρεσι δασυτέρων ὄντων διὰ τὸ ἐκεῖ συλλείβεσθαι τὰ ὕδατα. Τὸ δὲ «δίδη» δηλοῖ μὲν τὸ ἐδέσμει, ἔστι δὲ ὅμοιον τῷ ἵστη. ὡς γὰρ αὐτὸ ἀπὸ τοῦ ἱστῶ ἵστημι, οὕτω τὸ δίδη ἀπὸ τοῦ διδῶ δίδημι, ὅπερ οὕτω φράζεται πρὸς διαστολὴν τοῦ διδῶ δίδωμι, ὃ δηλοῖ τὸ δωροῦμαι. Ἰστέον γὰρ ὅτι, ὥσπερ ἐκ τοῦ δῶ δώσω, ἐξ οὗ τὸ δῶρον, γίνεται τὸ δίδωμι, οὕτως ἐκ τοῦ δῶ, οὗ μέλλων δήσω καὶ δέσω, παρῆκται τὸ δίδημι. Μόσχους δὲ λύγους τοὺς ἁπαλοὺς δηλοῖ καὶ τρυφερούς. Καί φασιν οἱ περὶ Ἀπίωνα καὶ Ἡρόδωρον ἀπὸ τῶν ἔτι ἁπαλῶν βοῶν, ὅ ἐστι μόσχων, μετηνέχθαι τὴν λέξιν ἐπὶ τὰ τρυφερὰ καὶ λυγώδη φυτά. δῆλον δὲ ὅτι ἐκ τούτου καὶ τὸ μοσχεύειν, ἡ γεωργικὴ λέξις, ἐστίν. Οἱ δʼ αὐτοὶ καὶ λύγον φασὶν οὐχʼ ἁπλῶς τὸν τοῦ τυχόντος δένδρου ἁπαλὸν κλάδον, ἀλλὰ φυτὸν ἱμαντῶδες καὶ ἁπαλόν, ὃ καὶ οἶσον καλοῦσιν, ἐξ οὗ καὶ οἰσόκαρπον, τὸ κατά τινας ἀγνόκοκκον, ἐπεὶ ὁ λύγος καὶ ἄγνος καλεῖται οἱονεὶ ἄγονος. ὁ γὰρ αὐτοῦ καρπός, φασίν, ἐσθιόμενος ἀφανιστικός ἐστι τῆς γονῆς, διὸ καὶ οἱ ἱερεῖς κόμας τοῦ φυτοῦ τούτου ὑπετίθεντο τῇ στρωμνῇ ὡς φυσικήν τινα δύναμιν εἰς τὸ ἁγνεύειν ἐχούσας. Ἐκ δὲ τοῦ τοιούτου λύγου καὶ τὸ λυγίζειν καὶ οἱ κωμῳδούμενοι ἐν φαύλαις ὀρχήσεσι λυγισμοί. Λέγεται δὲ λυγέα ἰδιωτικῶς, ἧς οἱ ἁπαλοὶ ἀκρέμονες καὶ μᾶλλον αἱ παραφυάδες καὶ εἰς πλέγμα συστρέφονται καὶ εἰς δεσμοὺς κατά τινας σχοίνους τε καὶ ἱμάντας. Ὅρα δὲ ὅπως ἀγεννῶς τοὺς Πριαμίδας ὁ ἀστεῖος Ἀχιλλεὺς ἐδέσμησεν. οὐ γὰρ ἱμᾶσιν ἀλλὰ λύγοις, ὑφʼ ὧν καὶ βόες συνδούμενοι ἕλκονται ἰλλάσιν, ὥς πού φησιν ὁ ποιητής, ἤγουν συνεστραμμένοις δεσμοῖς, ὡς ἀπὸ τοῦ ἴλλω ῥήματος, ἐξ οὗ καὶ ἰλλὸς ὁ στραβός, ἢ ἀπὸ τοῦ εἰλῶ, ἀφʼ οὗ καὶ ἴλη ἡ τάξις καὶ τὰ παρʼ αὐτήν. Ποιμαίνουσι δὲ κἀνταῦθα παῖδες εὐγενεῖς, ἐπεὶ κατὰ τὴν ἱστορίαν ἔθος τοῖς παλαιοῖς κατὰ τὴν πρώτην ἡλικίαν βουκολεῖν ἢ ἱπποφορβεῖν ἢ ποιμνίοις ἐπιστατεῖν καρτερίας καὶ ἀσκήσεως χάριν, τὴν ἀνθρωπικὴν ποιμαντικὴν ἀσκουμένοις ἐν τῇ τῶν ἀλόγων ἐπιμελείᾳ, διʼ ἣν καὶ ποιμένες λαῶν ἐλέγοντο. Κυριολεκτεῖται δʼ ἐνταῦθα τὸ ποιμαίνειν ἐπὶ προβάτων, ἐπεὶ καὶ ποιμὴν κυρίως ὁ τῶν ὀΐων ἐπιμελητής, παρὰ τὸ ὄϊς καὶ τὸ μῶ, τὸ ζητῶ, ὡς οἷον ὀϊμήν τις ὢν ἤγουν ὄϊς ζητῶν, καὶ ἐν συναιρέσει οἰμήν, καὶ πλεονασμῷ ποιμήν, καθʼ ὁμοιότητα τοῦ ἤγανον πήγανον, ὃ ἐν τῷ μεγάλῳ Ἐτυμολογικῷ κεῖται. Ἔτι δὲ καὶ τοῦ μῆλα ἦλα, ὡς καὶ ἀλλαχοῦ σεσημείωται, ἴσως δὲ καὶ τοῦ γίννος ἴννος, ὧν τὸ μὲν παρὰ Ἀριστοτέλει κεῖται καί τισιν ἄλλοις, τὸ δὲ ἐν τῷ κατὰ στοιχεῖον μεγάλῳ βιβλίῳ τοῦ Σουΐδα, δηλοῦντα ζωΐδια, οἷον ὄνους ἤ τινα τοιαῦτα εὐτελέστατα. Καὶ τὰ «ἄποινα» δὲ ἐνταῦθα καὶ τὸ «ἔλυσε» πάνυ κυρίως εἴρηνται, διʼ ὧν δηλοῦνται λύτρα ἐκ φόνου. τὸ δὲ ἔλυσεν ἀποίνων ἐλλειπτικῶς μὲν εἴρηται ἀντὶ τοῦ ἀπέλυσε διὰ δώρων καθʼ ὁμοιότητα τοῦ ὠνήσατο χρυσοῦ καὶ ἐδούλευσε μισθοῦ καὶ ἐπώλησε πολλοῦ. χρηματίζεσθαι δὲ τοὺς Ἀχαιοὺς δηλοῖ ἐξ ὧν ἐληΐζοντο καὶ τὴν περιουσίαν συνιστᾷ, ἣν ἐν τοῖς πρὸ τούτου ἐκ Τροίας περιεῖναι εἶπεν αὐτῷ Ἀχιλλεύς. Ἐν δὲ τῷ χωρίῳ τούτῳ κεῖνται καὶ καλλοποιά τινα τὸ «ἐπὶ ὀΐεσσι λαβών», καὶ «ὑπὲρ μαζοῖο βάλε», καὶ «ἐκ δʼ ἔβαλʼ ἵππων». παρηχοῦσι γάρ πως αἱ τοιαῦται λέξεις, καὶ γίνεται οὕτω κοινῶς κάλλος φράσεως, ἰδίως δὲ ἐν τῷ «λαβὼν καὶ βάλε». ἀναγραμματισθὲν γὰρ τὸ λαβεῖν ποιεῖ τὸ βαλεῖν. Αὐτὸ δὲ τὸ «ἔκβαλεν ἵππων» ἐμφαίνει βάθος τι τὸν δίφρον ἔχειν, οὗ ἐξεβλήθη ὁ Ἄντιφος, τὸ δʼ αὐτὸ καὶ ἐν ἄλλοις φαίνεται. Τὸ δὲ «συνέαξεν», ὅ ἐστι συνέκλασε, συνέτριψε, δηλοῖ ὅπως οἶδεν ὁ λέων δάκνειν κραταιῶς κρατεροῖς ὀδοῦσι. Τὸ δὲ «ἐλθὼν εἰς εὐνήν» τὸ πάντῃ ἀβοήθητον τῶν, ὡς ἐρρέθη, κειμένων δηλοῖ. ὡς γὰρ νεβροὶ ἐν εὐνῇ κείμενοι ῥᾴονές εἰσιν εἰς ἐπιβουλήν, οὕτω καὶ οὗτοι. Ἐν δὲ τῷ «ἁπαλὸν ἦτορ» φασὶν οἱ παλαιοί, ὅτι Ἀντίπατρος ὁ ἰατρὸς συλλογίζεται τὴν ψυχὴν τῷ σώματι συνδιατίθεσθαι, ὡς καὶ συναύξεσθαι αὐτῷ καὶ συμμειοῦσθαι, ἁπαλοῦ μὲν ὄντος τοιαύτην οὖσαν, τελείῳ δὲ ὄντι συντελειουμένην καὶ συμφθίνουσαν φθίνοντι. Ἰστέον δὲ ὅτι ἐκ μεταφορᾶς τῆς κατὰ τὸ ἁπτὸν σῶμα, ἐξ οὗ παρῆκται καὶ ὁ ἁπαλός, οὐ μόνον ἦτορ ἁπαλόν, ἀλλὰ καὶ ἁπαλαὶ φρένες. ὡς δὲ αὐτά, οὕτω καὶ τὸ μαλακόν πολύτροπόν ἐστιν. οὐ γὰρ μόνον τὸ κοινὸν καὶ σύνηθες ἀλλὰ καὶ ἑτέρως μαλακόν τε κῶμα καὶ πῦρ δὲ μαλακὸν τὸ μὴ ἐξαρθὲν εἰς ἀξιόλογον φλόγα ὡς ταχὺ σκληρύνειν τὰ πελάζοντα, καὶ ἀὴρ δὲ μαλακὸς κατὰ τὸν εἰπόντα τὸ «περὶ Αἴγυπτον ὅπου μαλακώτερος ὁ ἀήρ», καὶ λόγοι δὲ μαλακοί, οἱ προσηνεῖς, ὧν ἀνάπαλιν οἱ σκληροί, ὧν πρὸς ὁμοιότητα καὶ σκληρὰ τροπή παρὰ τοῖς ῥήτορσιν ἡ καὶ ἀτηρά, καὶ λέξεις σκληραὶ αἱ τραχεῖαι καὶ ἀντικείμεναι ταῖς λεγομέναις λείαις. λέγεται δέ τινα καὶ ὕδατα σκληρά, οἷον τὰ ἄγονα, ὁ δὲ ἁπαλὸς οἶνος καθωμίληται. Τὸ δὲ «αὐτήν μιν» οὐ σύνθετον ἀντωνυμίαν δηλοῖ ὡς τὸ «αὐτόν μιν πληγῇσι δαμάσας», ἀντὶ τοῦ ἑαυτόν. ἐκ παραλλήλου δὲ συνήθως κεῖνται κατά τινα στοιβὴν αἱ δύο ἀντωνυμίαι πρὸς ἔμφασιν τοῦ μηκέτι τέκνων φροντίζειν ἀλλὰ μόνης ἑαυτῆς. καὶ ἄλλως δὲ εἰπεῖν, τὸ «αὐτήν μιν» ταὐτόν ἐστι τῷ «αὐτὴν ἐκείνην» κατά τινα τρόπον ἐξοχῆς. Τὸ δὲ «διὰ δρυμὰ πυκνὰ καὶ ὕλην» περιφραστικῶς κεῖται ἀντὶ τοῦ κατὰ τὸ δάσος. Ἔνθα ὅρα ὅτι τε τὸ δρυμά μεταπλασμὸν ἔπαθε γένους, ὡς καὶ τὸ κέλευθον καὶ τὸ ζυγόν καὶ τὸ ναύσταθμον καὶ τὸ κουλεόν, καὶ ὅτι ταὐτὸν δρυμόν καὶ ὕλην εἰπεῖν, ὡς καὶ πρὸ ὀλίγων εἴρηται, καὶ ὅτι ὡς τὸ δρυμόν καὶ ὁ δρυμός καὶ τὰ ἄλλα, οὕτω διγενὲς καὶ τὸ μόρον, καὶ ἀρσενικὸν μὲν αὐτοῦ ἐν τῷ «πρῶτον μὲν ὄψει λευκὸν ἀνθοῦντα στάχυν, ἔπειτα φοινίξαντα στρογγύλον μόρον», ὃ δηλοῖ συκαμίνου καρπόν. τοῦ δὲ οὐδετέρου χρῆσις ἐν τῷ «τὰ δὲ συκάμινα, ἃ καὶ μόρα λέγεται», καὶ «τὸ μόρον τὸ βατῶδες ξηρανθείσης τῆς σφαίρας τῆς συκαμινώδους», καὶ ἑξῆς. καὶ σημείωσαι, ὅτι καὶ τὰ τῆς βάτου μόρα λέγεται διʼ ὁμοιότητα. Τὸ δὲ «σπεύδουσα, ἱδρώουσα» τῷ ἀσυνδέτῳ καὶ γοργῷ τοῦ σχήματος τὸ περισπερχὲς τῆς φευγούσης ἐλάφου δηλοῖ. ὅμοιον σχῆμα καὶ ἑξῆς ἐν τῷ «βῆ δὲ Ἶρις εἰς Ἴλιον, εὗρεν υἱὸν Πριάμοιο». Ζητητέον δὲ ἢ διά τι τὸ ἱδρώουσα μὴ γράφεται κατὰ τὸ ἡβώωσα ἢ τὸ ἀνάπαλιν. Κραταιὸν δὲ θῆρα τὸν λέοντα ὡς οἷα βασιλέα φησί. Τὸ δὲ «χραισμῆσαι ὄλεθρον» ἐντελῶς εἴρηται, ὥστε ἀνωτέρω ἐν τῷ «οὐ δύναται χραισμεῖν» λείπει τὸ ὄλεθρον. Τὸ δὲ «ὑπʼ Ἀργείοισιν» ἀντιπτωτικῶς εἴρηται ἀντὶ τοῦ ὑπὸ τῶν Ἀργείων. Ὅτι Ἀντήνωρ μέν, καθὰ προϊστόρηται, φίλος ἦν Ἕλλησιν ὡς πρόξενος, Ἀντίμαχος δὲ διὰ δωροληψίαν ἔχθιστος, ὃς δὴ «μάλιστα χρυσόν», φησίν, «Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα, οὐκ εἴα Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ». καὶ τοῦτο μὲν φορητότερον αὐτὸς λέγει ὁ ποιητής, ὁ δὲ βασιλεύς φησι προϊών, ὅτι ὁ Ἀντίμαχός «ποτε ἐν Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσσῆϊ αὖθι κατακτεῖναι, μηδὲ ἐξέμεν ἂψ ἐς Ἀχαιούς». τοῦ τοιούτου τοίνυν Ἀντιμάχου τοὺς υἱοὺς ὁ βασιλεὺς ἔλαβε σήμερον ἐν ἑνὶ καὶ αὐτοὺς δίφρῳ ἐόντας, καθὰ καὶ τοὺς προσεχῶς εἰρημένους Πριαμίδας. «Ὁμοῦ δʼ ἔχον», φησίν, ἤγουν ἤλαυνον, «ὠκέας ἵππους. ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα. τὼ δέ», ἤγουν οἱ ἵπποι, «κυκηθήτην· ὃ δʼ ἐναντίον ὦρτο λέων ὥς, Ἀτρείδης· τὼ δʼ αὖτʼ ἐκ δίφρου γουναζέσθην· ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα, πολλὰ δʼ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται χαλκός τε» καὶ ἑξῆς, ὡς καὶ ὁ Δόλων φθάσας ἔφραζε. Καὶ αὐτοὶ μὲν οὕτως ἀγεννῶς κλαίοντες ἔλεγον μειλιχίοις ἐπέεσσιν, ὅπερ οὐδεὶς Ἑλλήνων ποιήσας εὕρηται—τοιοῦτοι γὰρ ὡς τὰ πολλὰ οἱ πλουτοτραφεῖς—, «ἀμείλικτον δʼ ὄπʼ ἄκουσαν». Ἡ δὲ ἦν τοιαύτη· «εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν, ὅς ποτε» ἐν Τρωσὶν ἄνωγε τὰ πρὸ βραχέων ῥηθέντα, «νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην», ἤγουν τὴν μετὰ αἰκίας ποινήν, ἣν ἐκεῖνον ἔδει παθεῖν. Καὶ αὐτίκα «τὸν μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε δουρὶ βαλὼν πρὸς στῆθος», ὅπερ πρὸ ὀλίγου «ἐξέβαλεν ἵππων» ἔφη, τὸν δὲ ἕτερον «χαμαὶ ἐξενάριξε χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τʼ αὐχένα κόψας, ὄλμον δʼ ὣς ἔσσευε κυλίνδεσθαι διʼ ὁμίλου», ἤγουν ἀφῆκε κυλίεσθαι ἐν μέσῳ οἷα ὄλμον, ὃς λίθος ἐστὶ στρογγύλος κυλινδροειδὴς ἢ σκεῦος κοῖλον ἐκ λίθου ἢ καὶ ξύλου, ἐν ᾧ πτίσσονται κοπτόμενα ὄσπρια ἢ ἕτερά τινα. ᾧ εὐφυῶς εἰκάζει ὁ ποιητὴς τὸ ἀπὸ τραχήλου μέχρις αἰδοίων κύτος τοῦ σώματος δίχα τῶν χειρῶν, ὃ καὶ θώρακά τινες καλοῦσιν, ἕτεροι δὲ κορμὸν ἰδιωτικῶς. Καὶ ὅρα καὶ ἐν τούτοις, ὅπως ἱστορίαν δεξιῶς παρέπλεξε τὴν περὶ ἀγγελίας Μενελάου καὶ Ὀδυσσέως, οὐ τοῦ δεκάτου ἔτους, ἀλλὰ τῆς τοῦ πολέμου ἀρχῆς οὖσαν. καὶ ὡς οὐ μάτην ὁ βασιλεὺς ἔφη τοὺς παῖδας τὴν τοῦ πατρὸς τῖσαι λώβην. τὸν μὲν γὰρ ἕνα οὐκ ἔχει ποινηλατῆσαι ὡς ἅμα βληθέντα καὶ θανόντα, τὸν δὲ λοιπὸν οἰκείως τῷ τοῦ πατρὸς ἀδικήματι κολάζει, κεφαλήν τε ἀποτεμών, ὡς αὐτὴν τὴν τοῦ πατρὸς Ἀντιμάχου τὴν φθεγξαμένην ἐν τῇ Τρωϊκῇ ἀγορᾷ γνώμην κατὰ τῶν πρέσβεων οὐκ ἀγαθήν, καὶ χεῖρας αἷς τὸν χρυσὸν ἔλαβεν ἐκεῖνος. Ἢ συντομώτερον εἰπεῖν κατὰ τοὺς παλαιούς, οἰκεία ἡ κόλασις κατὰ τοῦ λαλήσαντος ἄδικα ἡ τοῦ υἱοῦ κεφαλή, κατὰ τοῦ λαβόντος χρυσὸν αἱ χεῖρες. Οὕτω καὶ Ποδῆς εἰλαπιναστής, Ἕκτορος παράσιτος, ποιεῖταί που τιτρωσκόμενος οἰκείως ὑπὸ Μενελάου κατὰ γαστέρα, ὡς καὶ Πάνδαρος, φασί, διὰ τὸ ἐπιωρκηκέναι, κατὰ γλώσσης. Λέγουσι δὲ οἱ παλαιοὶ καί, ὅτι Νεμέσεως ἔργον τὸ τοὺς παῖδας τοῦ ἀδικήσαντος περιπεσεῖν τῷ τοῦ ἀδικηθέντος ἀδελφῷ, ὃς διὰ φιλαδελφίαν οἰκτρῶς κολάζει τοὺς ἐπιβούλους τοῦ ἀδελφοῦ. οἱ δʼ αὐτοὶ καὶ τὴν δίκην θαυμάζοντες, ὡς τὸν πατέρα τῶν κληρονόμων παίδων ἐστέρησε, διʼ οὓς ἐκεῖνος οὐκ ἐν δίκῃ συνήγαγε τὸν χρυσόν, φασὶ καί, ὡς ἀνόητοι οἱ παῖδες, ὑπομιμνῄσκοντες τὸν βασιλέα χρυσοῦ, ὃν ὁ πατὴρ κατὰ Μενελάου ἔλαβε. Σημειοῦνται δὲ καί, ὅτι δαΐφρονα ὁ βασιλεύς, ὡς καὶ πρὸ αὐτοῦ ὁ ποιητής, καλεῖ τὸν Ἀντίμαχον, εἰρωνευόμενος ἐν βαρύτητι καὶ καταφερόμενος αὐτοῦ, εἴγε δαΐφρων ὤν, ἤτοι συνετός, φαύλην γνώμην εἰσήνεγκεν, ἢ καὶ ἄλλως δαΐφρων ὤν, τουτέστιν ἀνδρεῖος, ἐδόκει γενναῖόν τι ποιεῖν κτείνων τὸν ἐπὶ εἰρήνῃ ἐλθόντα. τὸ δὲ «μάλιστα» κατὰ τὸ εἰκὸς κεῖται, ὡς καὶ ἄλλων μὲν ἐν Τροίᾳ δῶρά τε λαβόντων Ἀλεξάνδρου καὶ κωλυόντων, μάλιστα δὲ τοῦ Ἀντιμάχου. Τὸ δὲ «δῶρα δεδεγμένος» συντεθὲν τὴν δωροδοκίαν ποιεῖ. ταὐτὸν δὲ πάντως ἐνταῦθα χρυσὸν εἰπεῖν καὶ δῶρα, πρὸς ἑρμηνείαν γὰρ ἐπῆκται τὸ δῶρα. Τὸ δὲ «ἀγλαὰ δῶρα» καὶ ἔπαινον χρυσοῦ ἔχει καὶ πλῆθος δὲ αὐτοῦ ἐμφαίνει τῷ πτωτικῷ πληθυσμῷ. Τὸ δὲ «ἐκ χειρῶν φύγον» ἀστείως τὸ πολὺ τοῦ φόβου δηλοῖ, διʼ ὃν ἀκρατεῖς ἡνίων ἦσαν οἱ ἐπὶ τοῦ δίφρου. τοῦτο δὲ καὶ συλληπτικοῦ σχήματός ἐστιν. οὐ γὰρ οἱ δύο εἶχον τὰ ἡνία, οὐδʼ ἀμφοτέρους ἐκ χειρῶν αὐτὰ ἔφυγον, ἀλλὰ τῷ ἑνὶ συνεκδοχικῶς, εἴτʼ οὖν κατὰ σύλληψιν, συνεπινοεῖται καὶ ὁ ἕτερος. Ὅρα δὲ καὶ ὡς νῦν μὲν διὰ φόβον ἐκ χειρῶν φεύγει τὰ ἡνία, ἑτέρωθι δὲ ἄλλως ἔπος φεύγει ἐκ στόματος. γλυκὺ δʼ ὁμοίως ἐν ἀμφοῖν τὸ φεύγειν ὡς ἐπί τινων ἐμψύχων λεχθέν. Τὸ δὲ «γουναζέσθην» οὐ κυριολεκτεῖται οὐδʼ ἐνταῦθα. οὐ γὰρ δήπουθεν γούνων ἥπτοντο οἱ ἐκ δίφρου λαλοῦντες, εἰ μὴ ἄρα τῇ κατὰ νοῦν μόνῃ προθυμίᾳ. διὸ καὶ ὁ ποιητὴς ἐπιστήσας διασαφεῖ τὴν λέξιν, ἐπαγαγὼν «ζώγρει» καὶ ἑξῆς, μονονουχὶ ἑρμηνεύων ὡς γουναζέσθην, ὅ ἐστι γουναστικῶς καὶ ἱκετευτικῶς ἔλεγον «ζώγρει, Ἀτρέος υἱέ». εἰ μὴ ἄρα εἴπῃ τις λείπειν ἐνταῦθα μετοχήν τινα, οἷον φάμενοι ἢ εἰπόντες «ζώγρει». Σημείωσαι δʼ ἐνταῦθα καὶ ὅτι στίχου ὁλοσπονδείου κειμένου τοῦ «Ἀτρείδης, τὼ δʼ αὖτʼ ἐκ δίφρου γουναζέσθην», τὰ τοιαῦτα ἔπη εὐτελῆ φασιν εἶναι οἱ παλαιοὶ τῇ τῆς στιχοποιΐας κατασκευῇ διὰ τὸ ὀλιγοσύλλαβον. δωδεκασύλλαβοι γὰρ ἐξ ἀνάγκης εἰσί, τούς γε μὴν ὁλοδακτύλους ἢ πολυδακτύλους μεγαλοπρεπεστέρους κρίνουσι. δῆλον δʼ ὅτι σπάνιοι παρὰ τῷ ποιητῇ οἱ ὁλοσπόνδειοι, ὁποῖος καὶ ἐν Ὀδυσσείᾳ ἐκεῖνος «τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοϊν». Τὸ δὲ «κυκηθήτην», ὅ ἐστιν ἐταράχθησαν, μετήνεκται. κυρίως γὰρ κυκᾶν ἐπὶ ὑγρῶν, ὡς καὶ ἐν τοῖς ἑξῆς που φανεῖται, καὶ οὐχʼ ἥκιστα ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Τὸ δὲ «ὦρτο λέων ὥς» συντέμνει τὴν παραβολικὴν ὁμοιότητα νῦν ἀναλόγως τῇ σπουδῇ τοῦ ἥρωος, διὰ τὸ ἤδη φθάσαι πρὸ βραχέων πλατῦναι τὴν ἐκ τοῦ λέοντος παραβολήν. Τὸ δὲ ἄξιον ὅτι καὶ ἀντάξιον Ὅμηρος λέγει, προδεδήλωται, οἱ δὲ ὕστερον Ἀττικοὶ ἄξιον καὶ τὸ εὔωνον εἶπον, καθὰ δηλοῖ καὶ ὁ Κωμικός. σημαίνει δέ ποτε ἡ λέξις καὶ τιμιότητα, ὡς δῆλον καὶ ἐκ τῶν ἐν ἀξίαις, ὅ ἐστι τῶν ἐν ἀξιώμασι. τοιοῦτον δέ τι καὶ τὸ τῆς παροιμίας τὸ ἐξ ἀξίου ξύλου καὶ ἀπάγξασθαι. Γίνεται δὲ τὸ ἄξιον ἐκ τοῦ ἄγω ἄξω, οἱονεὶ τὸ ἐπαγωγὸν ὡς ἡδύ. ὡς δὲ καὶ ὄνομα ποταμοῦ ὁ Ἄξιος, οὐκ ἄδηλόν ἐστι. Τὸ δὲ «πολλὰ δʼ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται» γράφεται καὶ «πολλὰ δʼ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται», ῥηθὲν κατʼ ἔλλειψιν Ἀττικῶς ἀντὶ τοῦ ἐν τῷ οἴκῳ τοῦ πατρός. ἐτυμολογικοῦ δὲ τρόπου καὶ νῦν τὸ κειμήλια κεῖται. Τὸ δὲ ἀντιθετικῶς ῥηθὲν «ἀμείλικτον» διὰ μέτρον ἐγράφη, ἄλλως γὰρ ἦν ἀμείλιχον εἰπεῖν πρὸς ἀκολουθίαν τοῦ «μειλιχίοις». Ἀγγελίαν δὲ τὴν ἐξ ἀποστολῆς πρεσβείαν λέγει, ὡς καὶ ἐν τῇ εʹ ῥαψῳδίᾳ. ἡ δʼ αὐτὴ καὶ ἐξεσία παρὰ τῷ ποιητῇ ἀλλαχοῦ, ἀπὸ τοῦ ἐξίημι ῥήματος, ὅ ἐστιν ἐκπέμπω, ἐπεὶ ἐκπέμπονται οἱ στελλόμενοι πρέσβεις. ὅθεν ἐξεῖναι τὸ ἐκπέμψαι, ὅπερ ἐξέμεν ἐνταῦθα λέγει ὁ ποιητὴς κατὰ παραγωγὴν συνήθη τοιαύτην. Ἵημι, οὗ δεύτερος ἀόριστος ἧν, ἡ μετοχὴ αὐτοῦ εἵς ἕντος, ἀπαρέμφατον εἷναι μετὰ δασείας, ὡς κεῖται καὶ παρὰ τῷ Κωμικῷ ἐν Βατράχοις, ἐξ οὗ τὸ ἀφεῖναι καὶ μεθεῖναι. τοῦτο τὸ εἷναι κατὰ ἐπένθεσιν Δωρικὴν τῆς με συλλαβῆς γίνεται εἵμεναι, καὶ Ἰωνικῇ ἀπελεύσει τοῦ ι ἕμεναι, καὶ μετὰ προθέσεως ἐξέμεναι, καὶ κατὰ ἀποκοπὴν Αἰολικὴν ἐξέμεν. Τὸ δὲ «σὺν ἀντιθέῳ Ὀδυσῆϊ» ἀμφιβολίαν παρεισάγει. ἄδηλον γὰρ εἴτε λέγει, ὡς ὁ Μενέλαος εἰς ἀγγελίην ἦλθε σὺν Ὀδυσσεῖ, εἴτε ὅτι Ἀντίμαχος συνεβούλευε κτεῖναι τὸν Μενέλαον σὺν τῷ Ὀδυσσεῖ. Τοῦ δὲ «αὖθι», τουτέστιν αὐτόθι, «κατακτεῖναι» διασαφητικὸν τὸ «μηδὲ ἐξέμεν ἄψ», αὐτοῦ δὲ πάλιν τὸ «ἐς Ἀχαιούς». ὁ γὰρ αὐτόθι ἐν Τροίᾳ φονευθεὶς οὐκ ἐξεπέμφθη ἄψ, ὅ ἐστιν ἔμπαλιν, εἰς Ἀχαιούς. Τὸ δὲ «εἰ μὲν δὴ Ἀντιμάχου υἱοί ἐστε», καὶ «νῦν μὲν δὴ τοῦ πατρὸς τίσετε λώβην», σχεδιαστικῶς ταὐτολογεῖ τοῖς αὐτοῖς συνδέσμοις. ἄλλως γὰρ οὐκ ἂν σκεψάμενος ῥήτωρ ἕλοιτʼ ἂν οὕτω γράψαι, δυνατὸν ὂν εἰπεῖν «ἦ τʼ ἂν δὴ τοῦ πατρὸς τίσετε λώβην» ἢ τοιοῦτόν τι. Τὸ δὲ «ἀφʼ ἵππων ὦσε χαμᾶζε» ἀντὶ τοῦ ἀπὸ τοῦ ἅρματος, οὗ μέρος οἷον οἱ ἵπποι. ἐκεῖθεν γὰρ πάντως ὕπτιος εἰς γῆν ἔπεσεν ὁ δουρὶ βληθεὶς τὸ στῆθος. Τὸ δὲ «ἀπόρουσε» καὶ «ἐξενάριξε» καὶ «χεῖρας ἀποτμήξας» καὶ «αὐχένα ἀποκόψας» περικαλλῶς παρισώθη ἁβρυνομένου τοῦ ποιητοῦ, ἐφʼ οἷς τὸ κακὸν γένος ἔπαθεν. Ὁ δὲ ἀνωτέρω ἑρμηνευθεὶς ὄλμος, οὗ πολλαχοῦ χρῆσις, γίνεται παρὰ τὸ ὄλλειν καὶ μειοῦν τὰ ἐν αὐτῷ πτισσόμενα. περὶ τοῦ τοιούτου ὄλμου λόγος ἦν, ὡς οἱ κοιμώμενοι ἐν αὐτῷ μαντικοὶ ἐγίνοντο. Παυσανίας οὖν φησιν παροιμιακῶς· ἐν ὄλμῳ ἐκοιμήσω, ἤγουν μαντικὸς ἐγένου. διὰ τί δὲ βαρύνεται, ἐν τοῖς περὶ τοῦ ὄγμου δηλοῦται. Τὸ δὲ «ἔσσευεν» ἀλλοπαθῶς εἴρηται ἀντὶ τοῦ κινηθῆναι ἐποίησε, καὶ ὡς εἰπεῖν, παρώρμησε. Τὸ δὲ «κυλίνδεσθαι» τοῦ κυλίνδω ἐξώρμηται βαρυτόνου θέματος. τὸ γὰρ κυλινδεῖσθαι τῶν μεθʼ Ὅμηρόν ἐστιν, ὥσπερ καὶ τὸ καλινδεῖσθαι, οἷς ὅμοιον τὸ ἀλινδεῖσθαι, ἀφʼ οὗ ἡ ἀλινδήθρα, ὅπερ ἐστὶ κονίστρα. Προϋπάρχει δὲ ἀμφοῖν τὸ ἁλίζειν, ὧν χρῆσις παρὰ τῷ Κωμικῷ ἐν τῷ «ἀλινδήθρας ἐπῶν», ἤγουν κονίστρας, παλαίστρας, καὶ ἐν τῷ «τὸν ἵππον ἐξαλίσας», ἤγουν κυλισθῆναι ποιήσας. Ἰστέον δὲ καὶ ὅτι φόβον μὲν ἡνιόχου δηλοῖ τὸ «ἐκ χειρῶν φύγον ἡνία» καὶ ἑξῆς. Ἀνδρὶ δὲ δυσωποῦντι μὲν ἱλαρῶς, ἀκούσαντι δὲ δεινά, ἐπιλεχθήσεται τὸ «ὣς ὃ μὲν κλαίων προσηύδα μειλιχίοις» καὶ ἑξῆς. Παῖδες δὲ ἀντὶ ἐχθροῦ πατρὸς τιμωρούμενοι ἀκούσειαν ἂν εὐφυῶς τὸ «εἰ μὲν δὴ Ἀντιμάχου υἱοί ἐστε, νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην». Ὅτι ἀνδρίας παραστατικὸν τὸ «τοὺς μὲν ἔασʼ, ὃ δʼ ὅθι πλεῖσται κλονέοντο φάλαγγες ἐνόρουσε.» Πολέμου δὲ δεινότητα φράζει τὸ «πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ, ἱππεῖς δʼ ἱππῆας, ὑπὸ δέ σφισιν ὦρτο κονίη ἐκ πεδίου, τήν», ἤγουν ἥντινα, «ὦρσαν ἐρίγδουποι πόδες ἵππων χαλκῷ δηϊόωντες», ἤτοι δαίοντες, μερίζοντες, κόπτοντες, ἐπειδὴ καὶ ἡ κονία καὶ ἡ κόνις ἐκ τοῦ καίνω καὶ κατὰ συγκοπὴν κνῶ, τὸ κόπτω, γίνεσθαι λέγεται, ἀφʼ οὗ καὶ κνῆστις ἡ διακοπτικὴ μάχαιρα. Τὸ δὲ «φεύγοντας ἀνάγκῃ» διὰ τοὺς μὴ οὕτω φεύγοντας εἴρηται. τοιοῦτοι δὲ σὺν ἄλλοις καὶ οἱ προσποίητοι τὴν φυγήν, καὶ οἱ μὴ προτροπάδην αὐτὴν ποιούμενοι, καὶ οἱ κατὰ ἀπάτην δὲ φεύγοντες. Τὸ δὲ «ὦρτο κονίη» συντίθησι παρὰ τοῖς ὕστερον τὸν κονιορτόν. Τὸ δὲ «ὦσαν» κυριολεκτεῖται νῦν, ὡς καὶ ἐν Ὀδυσσείᾳ τὸ «λᾶαν ἄνω ὤθεσκεν». Ὅρα δὲ καὶ ὅτι τὸ ἐρίγδουποι καὶ ἐπὶ ποδῶν ἵππων λέγεται. Εἰ δὲ τὸ σεμνὸν τοῦ ἐριγδούπου Διὸς εἰς πόδας ἵππων κατήνεκται, ὑπερλαλείτω ἑαυτῆς ἡ ποίησις. Χαλκὸν δὲ νῦν λέγει τὰ σεληναῖα τὰ ὑπὸ τοῖς ποσὶ τῶν ἵππων, οἷς διακόπτονται εἰς πλέον τὰ πατούμενα. Ὅτι περὶ τοῦ βασιλέως εἰπὼν ἐπαινετικῶς, ὡς αἰὲν ἀποκτείνων ἕπετο Ἀργείοισι κελεύων, προϊών φησιν ἐντελέστερον, ὅτι ἔφεπεν αἰὲν ἀποκτείνων τὸν ὀπίστατον, ὅπερ συγκέκοπται ἐκ τοῦ ὀπισθότατον. αὐτὸ δὲ τὸ «ἕπετο Ἀργείοισι κελεύων» μετʼ ὀλίγα οὕτω φράζει «ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων», ἤγουν σπευδανόν, σπευστικόν, καὶ «ὃ δὲ κεκληγὼς ἕπετο αἰεί». Εἶτα παραδεικνὺς καὶ διὰ παραβολῆς τὸ τοῦ ἥρωος ἐνεργόν φησιν «ὡς δʼ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ, πάντῃ τʼ εἰλυφόων ἄνεμος φέρει, οἱ δέ τε θάμνοι πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ, ὣς ἂρ ὑπʼ Ἀτρείδῃ Ἀγαμέμνονι πίπτε κάρηνα Τρώων φευγόντων». Ἐφʼ οἷς διασκευάζων καὶ τά, ὡς εἰκός, ἐντεῦθεν συμβαίνοντά φησι «πολλοὶ δʼ ἐριαύχενες ἵπποι κείνʼ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας, ἡνιόχους ποθέοντες ἀμύμονας. οἳ δʼ ἐπὶ γαίῃ κείατο», ἤγουν ἔκειντο, «γύπεσσι πολὺ φίλτεροι ἢ ἀλόχοισιν» ὅπερ ἐλλιπῶς ῥηθὲν ἔχει τι καὶ ἀστειότητος, λέγοντος τοῦ ποιητοῦ ὡς πολὺ φίλτεροι νῦν ἦσαν τοῖς οἰωνοῖς ἢ ταῖς ἀλόχοις, ὁπηνίκα ἔζων. Καὶ ἔστι κατὰ τοὺς παλαιοὺς ἀρχαιοπρεπὴς ἡ φράσις αὕτη καὶ ἀστεία μετὰ σεμνότητος, παραμιγνύντος κἀνταῦθα τοῦ ποιητοῦ τοῖς πικροῖς ἀστειότητα νοήματος, ᾧ συνεπιπλέκει καὶ σχῆμα κάλλους τὸ κατὰ ἐπαναφορὰν κομματικήν, ἐπορχούμενος οἷον τῷ ῥυθμῷ καὶ συγκροαίνων τῷ Ἕκτορι σῳζομένῳ καὶ συνεξαλλόμενος ἐκείνῳ τὴν μάχην ἐκκλίνοντι. Φησὶ γὰρ «Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης ἔκ τʼ ἀνδροκτασίης ἔκ θʼ αἵματος ἔκ τε κυδοιμοῦ». καὶ ὅρα τὸ «ὕπαγεν» ἀντὶ τοῦ ὑπεξῆγεν. Ἰστέον δέ, ὡς, εἰ καὶ λίαν καὶ ἐνταῦθα καὶ ἐν τοῖς ἑξῆς ὁ ποιητὴς τὸν βασιλέα σεμνύνει, ὅμως οὐδὲ τοῦ πιθανοῦ ἀπέχεται, ἀλλʼ εἰπών, ὅτι «ὅθι πλεῖσται κλονέοντο φάλαγγες, τῇ ῥʼ ἐνόρουσεν», ἤγουν ἐνταῦθα δὴ ὥρμησεν, ἐπήγαγεν «ἅμα δʼ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί», καὶ πάλιν «αἰὲν ἀποκτείνων ἕπετο Ἀργείοισι κελεύων», καὶ «σφεδανὸν Δαναοῖσι κελεύων», διʼ ὧν δηλοῖ, ὡς ἐποίει μὲν μεγάλα ὁ βασιλεύς, οὐκ ἄνευ μέντοι τῶν ὑπʼ αὐτόν, ὧν τοῖς ἐθνικοῖς ἐγκροαίνων Ἀχαιούς τε καὶ Ἀργείους καὶ Δαναοὺς ἐνταῦθα ὠνόμασε. καὶ οὕτω μὲν τοῦτο. Ἀΐδηλον δὲ καὶ νῦν πῦρ, τὸ οἱονεὶ ἄστατον καί, ὡς εἰπεῖν, ἀΐζηλον καὶ μὴ ἵζον καὶ μένον ἐπὶ ἑνὸς τόπου, ὅτε δηλαδὴ ἄνεμος εἰλυφόων φέρει, τραπέντος τοῦ ζ εἰς δ, ὡς καὶ ἀλλαχοῦ πολλαχοῦ γίνεται, καθὰ προεσημάνθη. ἔνθα παραπηκτέον καὶ τὸ κατὰ μὲν Ὦρον τὸν γραμματικὸν ζήτρειον προπαροξυτόνως, κατὰ δὲ ἑτέρους ζητρεῖον προπερισπωμένως, ὃ δηλοῖ, φασί, δούλων δεσμωτήριον, ἤγουν μύλωνα, ἐκεῖ γὰρ ἐδεσμοῦντο οἱ δοῦλοι. αὐτὸ γὰρ κατά τινας παρὰ τὸ δεῖν, ὅ ἐστι δεσμεύειν, καὶ τὸ τρεῖν, ἤγουν φοβεῖσθαι, συντεθὲν εἰς δήτρειον, ζήτρειον γέγονε, μεταπεσόντος τοῦ δ εἰς ζ. Οὕτω δέ, φασί, καὶ ζεῖρα ἐξ ὁμοίας τροπῆς ἐγένετο, συγκειμένη καὶ αὐτὴ παρὰ τὸ δεῖν, ἤτοι δεσμεῖν, καὶ τὸ εἴρειν. σημαίνει δέ, φασί, ζώνην καὶ χιτῶνα καὶ χλαμύδα, ἣν μέχρι καὶ ἐς ἄρτι παραφθείροντες οἱ Λυκιακοὶ ἡμίζαρον λέγουσιν. Ἄξυλος δὲ ὕλη ἢ δασεῖα καὶ πολύξυλος κατὰ ἐπίτασιν, ἢ κατὰ Πορφύριον, ἀφʼ ἧς οὐδεὶς ἐξυλεύσατο, ἣν ξύλοχον λέγει ἐν ἄλλοις διὰ τὴν ἐν αὐτῇ πυκνὴν τῶν ξύλων συνέχειαν. εἴη δʼ ἂν πάντως καὶ ἡ ἀξύλευτος πολύξυλος, εἰσαγούσης τῆς στερήσεως ἐπίτασιν καί, ὡς εἰπεῖν, πλουτιζούσης τῇ ἐνδείᾳ. Τὸ δὲ «ἐμπέσῃ» τόν, ὡς εἰκός, κατὰ τύχην ἐμπρησμὸν τῆς ὀρεινῆς ὕλης δηλοῖ. «Εἰλυφόων» δὲ κατὰ παραγωγὴν ὁ εἰλῶν καὶ στρέφων πανταχοῦ, ἢ καὶ κατὰ σύνθεσιν ὁ ἐνταῦθα καὶ ἐκεῖ εἰλῶν τὸ φαῖνον πῦρ, ἢ καὶ ἄλλως, ὁ εἰλῶν καὶ φαίνειν ποιῶν, τοῦτο δὲ καὶ εἰλυφάζειν λέγεται. Τὸ δὲ «ἄνεμος φέρει» γράφεται καὶ ἄνεμος στρέφει. καὶ ἔστιν ἡ γραφὴ αὕτη προσφυεστέρα τῷ εἰλυφόων. Θάμνος δὲ ἀρσενικῶς μὲν ἐνταῦθα εἴρηται, εἶδος δέ ἐστι χαμαιζήλου φυτοῦ καὶ πολυκλάδου, παρὰ τὸ θαμά ἐτυμολογούμενος. οὐ γὰρ μονοστέλεχος κατὰ τὸ δένδρον ἄνεισιν, ἀλλὰ πυκνὸς ὁ θάμνος καὶ πολυστέλεχος εὐθύς ἐστιν ἐκ ῥιζῶν. θάμνοι δὲ ῥᾷον οὕτω πυρὶ πίπτουσιν. οὐ γὰρ δήπου μεγάλα δένδρα. ἡ δὲ πτῶσις διὰ τὸν ἄνεμον καὶ διὰ τὸ πολὺ πῦρ ἐξικμάζον τὴν συνεκτικὴν τῶν λεπτῶν θάμνων ὑγρότητα. Ἴσως δὲ οὐ κυριολεκτεῖται τὸ πίπτειν ἐνταῦθα, οὐ γὰρ θάμνους, ἀλλὰ δένδρα ὁ ἄνεμος βλάπτει ῥίπτων αὐτῇσι ῥίζῃσιν, ἀλλʼ ἔστι πίπτειν ἐν τούτοις τὸ ταπεινοῦσθαι πυρὶ καὶ ἀπόλλυσθαι μεταφορικῶς. διὸ οὐδὲ τὸ πρόρριζοι ταὐτὸν ἂν εἴη τῷ σύρριζοι, ἀλλʼ ὥσπερ τὸ πρὸ θυρῶν ἐστιν ἀντὶ τοῦ ἐγγὺς ἔξω θυρῶν, οὕτω καὶ τὸ πρὸ ῥιζῶν, ἐξ οὗ συνετέθη τὸ πρόρριζον. Τὸ δὲ «ἐπειγόμενοι» ὡς ἐπὶ ἐμψύχων μὲν τῶν θάμνων εἴρηται, πιπτόντων ἐν τῷ ὠθεῖσθαι καὶ οἷον ἐπείγεσθαι. ἀμφιβολίαν δὲ ἔχει, εἴτε παθητικῶς ἑρμηνευθήσεται, εἴτε κατʼ ἐνέργειαν. Τοῦ δὲ ἐπείγω ἡ διὰ διφθόγγου γραφή, δυσχερῆ αἰτιολογίαν ἔχουσα, παραδίδοται ὑπὸ τῶν τεχνικῶν οὕτω γράφεσθαι διὰ τὸ δοκεῖν ἐξ αὐτοῦ γίνεσθαι τὸ οἴγω, ὅ ἐστιν ἀνοίγω. διὸ καὶ ὡς ἀναφαινομένου ἐνταῦθα τοῦ ο σὺν τῷ ι φαίνεται τὸ ἐπείγω προέχειν τὸ ε μετὰ τοῦ ι, ἵνα ᾖ ἐπείγειν καὶ ἔπειξις τὸ οἴγειν οἷόν τινα ὄγμον, ὁδόν, εἰς ἔργον. Ὅρα δὲ καί, ὡς μετὰ δοτικῆς ἡ ὑπο κἀνταῦθα κεῖται πρόθεσις ἐν τῷ «ὑπʼ Ἀτρείδῃ», ὡς καὶ μετʼ ὀλίγα ἐν τῷ «ἔκπεσον ἵππων Ἀτρείδεω ὑπὸ χερσίν». Ἐν δὲ τῷ «ἔπιπτε κάρηνα Τρώων» ἢ ἄνδρας ὑπερέχοντας νοητέον, οὓς κεφαλὰς τῶν ἀρχομένων καλεῖν εἰώθαμεν, ἢ περιφραστικῶς τοὺς Τρῶας, κατὰ τὸ «Τεῦκρε, φίλη κεφαλή». Τὸ «ἐριαύχενες» δὲ ὅτι ἔπαινός ἐστιν ἵππων, καὶ οἷαί τινες αἱ τοῦ πολέμου γέφυραι, καὶ ἀλλαχοῦ δεδήλωται. Ἰστέον δὲ ὅτι τε ταὐτὸν ἐριαύχενα εἰπεῖν καὶ δουλιχόδειρον, εἰ καὶ τὸ μὲν ἵπποις, τὸ δὲ κύκνοις δεδόσθαι δοκεῖ, καὶ ὅτι τῷ ἐριαύχενι ὁ βυσσαύχην ἀντίκειται. ἄλλως μέντοι τροπικώτερον ὁ βυσσαύχην ψόγον δηλοῖ. σημαίνει γὰρ τὸν ἐπιβουλευτικόν, ὥς φασιν οἱ παλαιοί. καὶ ἴσως φυσιογνωμονικῶς ἐρρέθη ὡς ἀπὸ ζῴων, ὅσα λοχῶντα ἢ ἄλλως θυμούμενα σιμοῦσι τοὺς αὐχένας ἐν τῷ μέλλειν ἐμπηδᾶν. Κενὰ δὲ ὄχεα ὡς ἐπί τινος ἀγγείου περιοχῆς εἴρηται, μὴ ἐχούσης τι ἔνδον στεγόμενον. Τὸ δὲ «κροταλίζειν» ὠνοματοπεποίηται, καθὰ καὶ τὸ κροτεῖν, οὗ παράγωγον τὸ κροταλίζειν. Ἔστι γὰρ κροτῶ, ἀφʼ οὗ κροτίζω, ὡς νεμεσῶ νεμεσίζω, καὶ πλεονασμῷ κροταλίζω, καθʼ ὁμοιότητα τοῦ ἐγγυαλίζω. ἐκ δὲ τοῦ κροταλίζειν καὶ κρόταλον, οὗ χρῆσις καὶ παρὰ τῷ Κωμικῷ. σκεύη δέ τινα τὰ κρόταλα, ἐξ ὀστράκου τυχὸν ἢ ξύλου ἢ χαλκοῦ, ἃ ἐν χερσὶ κροτούμενα θορυβεῖ. ἀπʼ αὐτῶν δὲ καὶ ὁ στωμύλος καὶ παρὰ τὸ δέον ἐν λαλιαῖς ὀχληρὸς εἰς κρόταλον παροιμιάζεται. Τὸ δὲ «ἡνιόχους ποθέοντες» ὡς ἐπὶ λογικῶν καὶ ἐμφρόνων τῶν ἵππων εἴρηται. τοιοῦτον δὲ καὶ τὸ «γύπεσσι πολὺ φίλτεροι», περὶ οὗ ἔστιν εἰπεῖν καί, ὅτι καθʼ Ὅμηρον οἱ ἄρτι πεφονευμένοι πολὺ μᾶλλον φιλοῦνται ὑπὸ γυπῶν ἤπερ ὑπὸ τῶν ποτε ἀλόχων. αἱ μὲν γὰρ οὐκ ἂν θέλοιεν ἰδεῖν τούτους νεκρούς, οἱ δὲ χαίρουσι κειμένους βλέποντες. Ὅτι σῆμα, ὡς καὶ προδεδήλωται, Ἴλου παλαιοῦ Δαρδανίδαο κατὰ μέσον τὸ πεδίον ἦν, ὅπου τὴν προσεχῆ νύκτα βουλὰς ἐβούλευεν Ἕκτωρ, ὡς ὁ Δόλων κατεμήνυσεν. Ἐνταῦθα παρʼ ἐρινεόν, Ἀγαμέμνονος διώκοντος, φεύγουσι Τρῶες, ἱέμενοι, τουτέστιν ἐφιέμενοι, πόλεως. Καὶ ὅρα πολέμου τε ἀδηλίαν καὶ ὡς ἀμφιρρεπὴς ὁ κατʼ αὐτὴν Ἄρης ἐστὶ καὶ ἀλλοπρόσαλλος καὶ τὸν «κτανέοντα κατέκτα». —ὁ γὰρ αὐτὸς τόπος πρὸ ὀλίγου μὲν εἶχε τοὺς Τρῶας περὶ τῆς τῶν Ἑλλήνων σκεπτομένους φυγῆς, νῦν δὲ τοῖς Τρωσὶν ὑφήπλωται φεύγουσι—, καὶ ὡς οὐκ ἀγαθὸς ἦν οἰωνός, καθὰ καὶ ἀλλαχοῦ ἐγράφη, τὸ παρὰ νεκροῦ βουλεύεσθαι μνήματι. Ὅτι δέ, καθάπερ ἐν Ὀδυσσείᾳ ὁ ἀσφοδελός, οὕτω κἀνταῦθα ὁ ἐρινεὸς περιεκτικοῦ τύπου ἐστίν—οὐ γὰρ ἕν τι φυτὸν ἡ λέξις ἐνταῦθα δηλοῖ, ἀλλὰ τόπον ἐρινεώδη—, καὶ ὅτι ἐξ αὐτοῦ ἀναβατὸν ἦν τὸ Τρωϊκὸν τεῖχος, προδεδήλωται. Ὅτι δραστηριότητα φράζει στρατιωτικὴν τὸ «ὃ δὲ κεκληγὼς ἕπετο αἰεί, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους». Σύγχυσιν δὲ στρατιᾶς δηλοῖ τὸ «ἔνθʼ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον. οἳ δʼ ἔτι κὰμ μέσον πεδίον φοβέοντο». Ἀριστέως δὲ φραστικὸν τὸ «ἔφεπεν αἰὲν ἀποκτείνων τὸν ὀπίστατον, οἳ δὲ φέβοντο· πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων» ὑπὸ χερσὶ τοῦ δεῖνος, «περὶ πρὸ γὰρ ἔγχεϊ θῦε». Περὶ Ἀγαμέμνονος δὲ ταῦτα. Ὃν καὶ διὰ παραβολῆς ὁ ποιητὴς σεμνύνων φησίν, ὅτι φοβέοντο ὑπʼ αὐτῷ οἱ Τρῶες «βόες ὥς, ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ, πάσας· τῇ δέ τʼ ἰῇ», ἤγουν μιᾷ δέ, «ἀναφαίνεται αἰπὺς ὄλεθρος· τῆς δʼ ἐξ αὐχένα ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει, ὣς Ἀτρείδης ἔφεπε κτείνων», ὡς ἀνωτέρω ἐλέχθη, «οἳ δὲ φέβοντο», ὅ ἐστιν ἔφευγον. ὃ φοβέοντο ἔφη ἀνωτέρω, φιλοτιμησάμενος φράσιν διάφορον, ἧς χάριν καὶ τὸ κατὰ μέσον πεδίον ἐν τοῖς ἀνωτέρω μὲν ἔφη «μέσσον κὰπ πεδίον παρʼ ἐρινέον», ὑποκαταβὰς δὲ «κὰμ μέσον πεδίον φοβέοντο». Ὅρα δὲ ὅτι θηλυκῶς κἀνταῦθα εἶπε τὰς βόας ὡς καὶ τὰς ὄϊς καὶ τὰς ἵππους. ἁπλῶς δὲ πᾶσαν ἀγέλην ἐκθηλύνουσιν Ἴωνες τῇ προφορᾷ. Ἰστέον δὲ καὶ ὅτι τὸ «κεκληγώς» ἄναρθρον δηλοῖ φωνήν, ἐξ ἀετοῦ πρεπόντως τῷ βασιλεῖ ἐνταῦθα ληφθὲν ἢ τοιοῦδέ τινος. καὶ οὐκ ἔστι κατὰ τὸ κελεύειν, ἐκεῖνο γὰρ παρακέλευσιν ἐδήλου τὴν διʼ ἀνθρωπίνης φωνῆς. Τὸ δὲ «λύθρον» μιασμὸν δηλοῖ τὸν ἐξ αἵματος, καὶ γίνεται ἀπὸ τοῦ λύω, ἀφʼ οὗ καὶ λῦμα, τὸ κάθαρμα, καὶ ἄλλως δὲ φράσαι, λύθρον ἐστὶν ἀκαθαρσία αἵματος μετὰ κόνεως, δεομένη λύματος, ἤγουν καθάρσεως. γράφεται δὲ διὰ τοῦ θ πρὸς διαστολὴν τοῦ λύτρου, ὃ ἐπὶ αἰχμαλώτων τίθεται. Περὶ δὲ τοῦ «παλάσσετο», εἴτʼ οὖν ἐμολύνετο, ἐξ οὗ καὶ ὁ πηλός, καὶ τίνες ἄαπτοι χεῖρες, προδεδήλωται. Ἀμολγὸς δὲ νυκτός, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, καθʼ ὃν οὐδεὶς μολεῖ ἢ μογεῖ, ἢ ὅτε ἀμέλγονται ζῷα ἐκ νομῆς ἐλθόντα ἢ εἰς νομὴν ἀπιόντα, ἢ καὶ τὸ ἀκμαῖον καὶ μέσον τῆς νυκτός, ὡς βούλονται νοεῖν καὶ οἱ τὴν παρʼ Ἡσιόδῳ ἀμολγαίην μάζαν ἑρμηνεύοντες. Ἰστέον δὲ ὅτι τε εἰ νοηθείη ἀμολγὸς κατὰ στέρησιν τοῦ μολεῖν, ἀντιθετικὸς οὕτω τρόπος ἐνταῦθα ἐμφαίνεται, ἵνα λέγῃ ὅτι μολὼν ὁ λέων, ὅτε οὐδεὶς μολεῖ, καὶ ὅτι Παυσανίας φησίν, ὡς ἀμολγοὶ ἐλέγοντο καὶ οἱ ἀμέλγοντες τὰ κοινὰ ῥήτορες καὶ διαφοροῦντες τὰ δημόσια. οἱ δʼ αὐτοί, φασί, καὶ μοργοί ἢ ἀμοργοί ἐκ τοῦ ἀμέργειν ἤγουν καρπολογεῖν, οἷον «ὁ μέν τις ἀμπέλους τρυγῶν ἄν, ὁ δʼ ἀμέργων ἐλάας». Τὸ δὲ πάσας μὲν φέβεσθαι, μίαν δὲ ὄλλυσθαι, ἄριστα δηλοῖ τὴν ἐν πολλοῖς ἀριστείαν τοῦ ἑνός, ὃς τρέπει μὲν πολλούς, ἕκαστον δὲ δεδιότα περὶ ἑαυτῷ. καὶ ἔστι τοῦτο ἀληθῶς αἴτιον καθόλου τῆς προτροπάδην φυγῆς. Τὸ δὲ «αὐχένα ἔαξεν» ἰδιότης καὶ νῦν λέοντος, ὃς βοὸς δραξάμενος καταγνύει πρῶτον τὸν αὐχένα δέει τῶν κεράτων, εἶτα λαφύσσει. ὅπερ ὀνοματοποιΐας τρόπῳ τὸ ῥαγδαίως καταπίνειν δηλοῖ, γενόμενον ἐκ τοῦ λάπτω λάψω λέλαφα, ὅθεν καὶ λάφυρον, ὥσπερ ἐκ τοῦ λέλαπα μέσου παρακειμένου, ἢ τοῦ ἔλαπον δευτέρου ἀορίστου, γίνεται λαπάρα καὶ λάπαθον καὶ λαπάζειν, ὃ διὰ τοῦ α ὡς ἐπὶ πλέον λέγεται ἀλαπάζειν. οὕτω δὲ ἴσως καὶ ἀπὸ τοῦ λέλαμμαι ἡ Λάμια. Ὁ δὲ αἰεὶ κτεινόμενος ὀπίστατος εἰς στίχας κορυφοῦται, οἷς καθʼ Ἡσίοδον εἰπεῖν σμικρὸν ἐπὶ σμικρῷ κατατίθεται τὸ πίπτον. διὸ μετʼ ὀλίγα στίχας ἀνδρῶν ἐναίρειν ὁ βασιλεὺς λέγεται, ὅπου καὶ ὁ ποιητὴς Μούσας ἐπικαλεῖται εἰπεῖν ὅπερ αὐτὸς ἐθέλει. Γίνεται δὲ ὀπίστατος ἤ, ὡς προερρέθη, ἐκ τοῦ ὀπισθότατος κατὰ συγκοπήν, ἢ μᾶλλον ἐκ τοῦ ὀπίσω, ὀπίστερος, καὶ τὸ ὑπερθετικὸν ὀπίστατος. Ἐν δὲ τῷ «πρηνεῖς τε καὶ ὕπτιοι» πρηνεῖς μὲν κεῖνται πάντως οἱ φεύγοντες, ὕπτιοι δὲ οἱ ἀντιστάντες τῷ βασιλεῖ. οὕτω γάρ τις καὶ πρὸ βραχέων βληθεὶς τὸ στῆθος ὕπτιος ἔπεσε. Τὸ δὲ «περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν» ἀντὶ τοῦ περισσῶς προώρμα τῶν ἄλλων δόρατι προμαχόμενος. Ὅτι ἀλλαχοῦ μὲν πολυπίδακα τὴν Ἴδην λέγει διὰ τὸ πολύϋδρον τοῦ ὄρους, ὡς ἐκεῖ ἐρρέθη, ἐνταῦθα δὲ καθʼ ὅμοιον λόγον πιδήεσσαν, οἱονεὶ πιδακόεσσαν, κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ α εἰς η. Φησὶ γὰρ «Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης, οὐρανόθεν καταβάς», ὁ Ζεὺς δηλαδή. ὃς καὶ εἰς τὸν ἀνωτάτω αἰθέρα ὑπονοεῖται, καὶ εἰς τὸν πρὸς τοῖς ὄρεσιν, ἤδη δὲ καὶ εἰς τὸν περιπέζιον, καὶ οὐ μόνον, ἀλλὰ καὶ εἰς τὸν ὑπὸ γῆν, ὡς πολλαχοῦ φαίνεται. Ὅτι ἀστραπὴν οἷά τι βέλος ἔχειν ὁ Ζεὺς ἐν χερσὶ λέγεται, ὡς καὶ εἰς ἀέρος φύσιν ἀλληγορούμενος. διὸ οὕτως ἡ μετάληψις καὶ τὸν κεραυνὸν αὐτῷ δίδωσι καὶ τὰς αἰγίδας, καὶ τερπικέραυνον αὐτὸν καλεῖ καὶ αἰγίοχον. Μυθικῶς μέντοι καθάπερ ἡ Ἶρις πολέμοιο τέρας μετὰ χερσὶν εἶχε πρὸ τούτων, οὕτω καὶ ὁ Ζεὺς νῦν ἔχει στεροπὴν μετὰ χερσὶ καθὰ καί τι βέλος. ᾧ λόγῳ καὶ ἐγχεικέραυνον αὐτὸν ἡ λυρικὴ Μοῦσα καλεῖ, ὡς οἷα καὶ δόρατι χρώμενον αὐτῷ, καθὰ δηλοῖ καὶ ὁ φράσας ὅτι ἐναγκοινεῖται ὁ Ζεὺς κεραυνόν, ὡς ἐν σχήματι αἰχμητοῦ πολεμησείοντος. Ὅτι ἄγγελος κἀνταῦθα Διός, ἤγουν ἀέρος, ἡ Ἶρις, καὶ χρυσόπτερος δέ, ὡς μὴ μόνον λαμπρά, ἀλλὰ καὶ ὠκεῖα. ὧν λαμπρότητος μὲν ἐμφαντικὸν ὁ χρυσός, ὠκύτητος δὲ τὸ πτερόν. διὸ καὶ ταχεῖαν αὐτὴν ἡ ποίησις καλεῖ καὶ ποδήνεμον. Ἔστι δὲ ὁ περὶ αὐτῆς καὶ νῦν Ὁμηρικὸς λόγος οὗτος «Ἶριν δʼ ὤτρυνε χρυσόπτερον ἀγγελέουσαν, βάσκʼ ἴθι Ἶρι ταχεῖα» καὶ ἑξῆς. Ὅτι τῇ λεγομένῃ προπαρασκευῇ καὶ προεκθέσει καὶ ὑποσχέσει καὶ προαναφωνήσει χρῆται καὶ ἐνταῦθα ἐκφανέστατα ὁ ποιητής, προεκτιθέμενος ἐν ὀλιγίστῳ καὶ προαναφωνῶν εἰς ψυχαγωγίαν φιλοπευθοῦς ἀκροατοῦ τὰ ἐν τοῖς ἑξῆς ῥηθησόμενα. Πλάττει οὖν τὸν Διὰ λέγοντα τῷ Ἕκτορι διὰ τῆς Ἴριδος οὕτω «ὄφρʼ ἂν μὲν θύνῃ ἐν προμάχοις», ἤγουν προμάχηται ὁ βασιλεύς, «ἐναίρων στίχας ἀνδρῶν, τόφρα» ὁ Ἕκτωρ ἀναχωρείτω, «τὸν δʼ ἄλλον λαὸν ἀνώχθω μάρνασθαι». Ἐπειδὰν δὲ «ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ εἰς ἵππους ἅλεται» ὁ βασιλεύς, τότε δοθήσεται κράτος τῷ Ἕκτορι «κτείνειν, εἰς ὅ κε νῆας ἀφίκηται, δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ», ἤγουν ἐπέλθῃ νύξ. Καὶ ὅρα καὶ νῦν ἀρίδηλον διαφορὰν τοῦ τυπῆναι καὶ τοῦ βληθῆναι, σεσημειωμένην καὶ ἀλλαχοῦ. Ἰστέον δὲ ὅτι ὁ Ἕκτωρ ἄρτι διὰ τὸ ἐπὶ τῷ βασιλεῖ δέος ἀργὸς ἑστὼς ἔν τε ἅρμασι καὶ ἵπποισι κολλητοῖς, ὡς οἷα τεθαμβημένος, μήτʼ αὐτὸς πολεμῶν μήτε τοῖς φεύγουσιν ἐγκελευόμενός τι, ὀψὲ δέ ποτε Διὸς ἀγγελίαν λαβών, ὅ ἐστιν εἰς νοῦν ἐλθών—Ζεὺς γὰρ μυριαχοῦ καὶ ὁ νοῦς—, κρίνει δέον εἶναι ὑποείκειν τῆς μάχης καὶ φυλάξασθαι τὸν κίνδυνον, συννοούμενος, ὡς εἰκός, οὐκ ἐπὶ μακρὸν ἀνθέξειν τὸν βασιλέα μαχόμενον, τῷ δʼ ἄλλῳ λαῷ ἐγκελεύεται μάχεσθαι. καὶ ταῦτʼ ἦν, ἃ διὰ τῆς Ἴριδος ὁ Ζεὺς ἐμήνυσεν Ἕκτορι. Τὸ δὲ ἅλεται ἀπὸ αὐθυποτάκτου μέσου ἀορίστου ἀνήχθη ὡς εἰς ἐνεστῶτα, διὸ καὶ τῷ ε παραλήγεται, εἰ καὶ διʼ ἑνὸς λ γράφεται. ἄλλως δέ γε ἅληται λέγεται κοινῶς τε καὶ Ἀττικῶς. Πῶς δὲ ἱερὸν τὸ κνέφας πρὸ ὀλίγων εἴρηται. τινὲς δέ φασι κνέφας ἱερὸν τὸ βαθὺ καὶ μέγα σκότος, ἐπεὶ καὶ ἐπὶ μεγάλου πολλάκις τὸ ἱερὸν τίθεται, ὡς ἀλλαχοῦ δηλοῦται. Ὅρα δὲ ὡς ἐπὶ Ἕκτορος μὲν τὸ φεύγειν ἀναχωρεῖν Ὅμηρος εἶπε σεμνῶς φράσας, ἐπὶ δὲ τοῦ βασιλέως ἔτι σεμνότερον εἰς ἵππους ἅλεσθαι. πεζὸς γὰρ μαχόμενος, εἶτα βληθείς, ἀναχωρήσει ἀναβὰς εἰς ἅρμα, οὐχʼ ἁπλῶς, ἀλλὰ συντόνως. ἅλλεται γάρ. Ἐνταῦθα δὲ κεῖται καὶ σχῆμα γοργὸν ἀσύνδετον τὸ «βῆ δὲ ὠκέα Ἶρις εἰς Ἴλιον, εὗρεν υἱὸν Πριάμοιο Ἕκτορα», ἵνα ἡ ὠκεῖα πέτεσθαι καὶ ὠκέως φράζοιτο. Ἐν δὲ τῷ «ἅρμασι κολλητοῖς» λείπει τὸ εὖ, ὡς καὶ ἐν τῷ τάφρος ὀρυκτή κατά τινας, καὶ ἐν τῷ δῶμα ποιητόν, ὃ ἐντελῶς ῥηθὲν εὖ ποιητόν ἶσόν ἐστι τῷ εὔπηκτον μέγαρον. Ἐν τούτοις δὲ κεῖται καὶ Δωρικὴ ἀντωνυμία τὸ τεΐν ἀντὶ τοῦ σοί, ὁποῖον παρʼ ἄλλοις καὶ τὸ ἐμίν ἀντὶ τοῦ ἐμοί, ἀσυντελῆ ταῦτα λόγῳ πεζῷ. Ὅτι ἀντιπαρατάξεως ἐκφραστικὸν τὸ «ἐξ ὀχέων», εἴποι δʼ ἄν τις καὶ ἐξ ἵππων, «σὺν τεύχεσιν ἆλτο χαμᾶζε· πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν», οἱ δʼ ἀντίμαχοι «ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας. ἀρτύνθη δὲ μάχη, στὰν δʼ ἀντίοι», ὃ ἀνωτέρω ἐναντίοι ἔσταν ἔφη. Καὶ ὅρα ὡς ἰσχύων ὁ ποιητὴς παρισώσεις ποιῆσαι ἀπὸ τοῦ ὀτρύνειν καὶ καρτύνειν καὶ ἀρτύνειν, ὃ πλεονασμῷ τοῦ ν ἀπὸ τοῦ ἀρτύειν γίνεται, οὐκ ἠθέλησε διὰ τοῦ τοιούτου σχήματος προσπαίζειν ἐναγωνίῳ δυσχερείᾳ πράγματος. Ἀρτύνεσθαι δὲ μάχην λέγει τὸ τοὺς στρατιώτας, ὡς ἔφη, στῆναι καὶ οὕτως ἄρτιον καὶ ἀραρότα γίνεσθαι τὸν στρατόν. τὸ γὰρ φεύγειν οὐ μάχην ἀρτύει, ἀλλὰ φυγὴν ἔχει καὶ δίωξιν. Τὸ δὲ «ἔγειρεν» ὡς ἐπί τινος ὑπνοῦντος ἢ κειμένου φησὶν ἢ μάλιστα καθημένου, ὁποῖός που καὶ ὁ Ἄρης πλάττεται. Ὅτι ἀκμαιοτέραν ποιῶν τὴν προσοχὴν τῷ ἀκροατῇ ὁ ποιητὴς καὶ ἅμα θαυμάζων τὸν βασιλέα τῆς ἀριστείας, ὃς ἀρτυνθείσης νῦν, ὡς ἐρρέθη, τῆς μάχης πρῶτος ὤρουσεν, ἔθελε δὲ πολὺ προμάχεσθαι ἁπάντων, ὃ δὴ ἀριστέως ἔπαινός ἐστιν, ἐρωτᾷ ὡς ἐρῶν καινότερόν τι οὐ μίαν Μοῦσαν ὡς ἐν ἀρχῇ τοῦ βιβλίου, ἀλλὰ τὰς ὅλας, καί φησιν· «ἔσπετε νῦν μοι Μοῦσαι, Ὀλύμπια δώματʼ ἔχουσαι, ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν ἢ αὐτῶν Τρώων ἢ ἐπικούρων. Ἔνθα τὸ “αὐτῶν” ἐξοχήν τινα δηλοῖ, ἐπειδὴ καὶ τὸ πᾶν τοῦ πολέμου τοῖς Τρωσὶν ἔγκειται. Εἶτα ἐν σχήματι ἀποστατικῷ ἐπάγει ὡς οἷα ἐμπνευσθεὶς ὑπὸ Μουσῶν ἢ καὶ ὡς ὑποφητεύων αὐταῖς. “Ἰφιδάμας Ἀντηνορίδης, ἠΰς τε μέγας τε”, ἀντίος δηλαδὴ τοῦ βασιλέως ἦλθεν, “ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων. Κισσῆς τόν γʼ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα, μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον. αὐτὰρ ἐπεί ῥʼ ἥβης ἐρικυδέος ἵκετο μέτρον, αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε”, ἤγουν οὗτος, “θυγατέρα ἥν”, ἀδελφὴν δηλαδὴ Θεανοῦς, τῆς τοῦ Ἰφιδάμαντος μητρός. “γήμας δʼ ἐκ θαλάμοιο μετὰ κλέος ἵκετʼ Ἀχαιῶν”. ὃ δὴ κλέος καὶ τοῖς περὶ Κινύραν ἐν Κύπρῳ ἤκουστο. ἦλθε δὲ σὺν δυοκαίδεκα, φησί, “ναυσίν, αἵ οἱ ἕποντο”. τὰς μὲν περί που τὴν Λαμψακηνῶν ἀφῆκε χώραν—αὐτόθι γὰρ ἡ Περκώπη, πόλις οὖσα Τρῳάδος—, αὐτὸς δὲ πεζὸς ὢν εἰς Ἴλιον εἰληλούθει. Καὶ νῦν μὲν ἄχρι τούτων ὁ Ὅμηρος τὴν ἱστορίαν ἱστᾷ, μετʼ ὀλίγα δὲ καὶ ἕδνα λέγει διὰ πιθανότητα ἱστορικήν, ὧν τὰ μὲν δέδωκεν ὁ Ἰφιδάμας τῇ γυναικί, Τροίηθεν δηλαδὴ ἔχων αὐτὰ ἐκ τῶν πατρῴων, τὰ δʼ ὑπέστη, τουτέστιν ὑπέσχετο. Καὶ ὅρα ὅπως ἱστορίαις κἀνταῦθα Ὅμηρος πυκάζει τὴν ποίησιν ποικίλαις, ἐκκλίνων τὸ ὁμοειδὲς διὰ τὸ προσκορές, ἐν αἷς καὶ τοπογραφεῖ καὶ γενεαλογεῖ καὶ πολλὰ ἕτερα κατορθοῖ, μερίζων διαφόροις τόποις αὐτάς. Ἰστέον δὲ ὅτι τὸ “τράφη ἐν Θρῄκῃ” τοπικῶς μὲν σαφὲς ὄν, ἀορισταῖνον δὲ κατὰ τὸ θρεψάμενον πρόσωπον, διασαφεῖ ὁ ποιητὴς ἐπαγαγὼν “Κισσῆς τόν γʼ ἔθρεψεν”. ἐπεὶ δὲ καὶ τὸ ἔθρεψεν ἀσαφῶς ἔχει—τρέφει γὰρ καὶ ὁ ἁπλῶς ἐμβρωματίζων κατὰ ξενίαν ἢ καὶ ἄλλως ἐκ παρόδου τινά—, ἑρμηνεύει τὴν λέξιν διὰ τοῦ “τυτθὸν ἐόντα”, ἵνα λέγῃ ὅτι ἐκ μικροῦ ἀνεθρέψατο. Ἐστάλη γάρ, ὡς εἰκός, ὁ Ἰφιδάμας ἐκ Τροίας εἰς Θρᾴκην ἔτι νεώτατος ὤν, καθὰ καὶ Πολύδωρος εἰς Πολυμήστορα, ἵνα ἐν εἰρηνικοῖς χωρίοις ἐκτρέφηται. Τὸ δὲ “μητέρι μήλων” ὅμοιον ὡσεὶ καὶ πολύμηλον ἔφη τὴν Θρᾴκην, καθά που καὶ τὸν Ὀρχομενόν, τοιαύτη γὰρ ἦν καὶ αὐτή. Εἰ δέ τις, ὥς που καὶ ἀλλαχοῦ ἐτέθη, καὶ χώρα, ἐν ᾗ πολλὴ ὀπώρα τὰ μῆλα φέρεται, μητέρα μήλων ἐρεῖ, ὁποία καὶ ἡ τῶν Παφλαγόνων, ἀστείως ἂν προσενεχθείη τῷ ἀκροατῇ ἐκ τοῦ Ὁμηρικοῦ κήπου δρεψάμενος. ὁ δὲ μητέρα γῆν τινα εἰπὼν καλῶς ἂν καὶ μαστὸν αὐτῇ δώσει, ὡς ἐν τῷ “οὖθαρ ἀρούρης”. Τὸ δὲ “Κισσῆς” πάθος ἔχει συναιρέσεως. ἀπὸ γὰρ τοῦ Κισσέας συνείληπται, φασίν, ὁμοίως τῷ Ἑρμέας Ἑρμῆς, Ποδέας Ποδῆς. Εἴτε δὲ ὁ τοιοῦτος Κισσέας ὁ αὐτός ἐστι τῷ Κισσεῖ, οὗ Εὐριπίδης μέμνηται, εἴτε καὶ ἕτερος, ὅθεν καθʼ ἕτερον σχηματισμὸν ἡ τοιούτου Κισσέως Κισσηίς θυγάτηρ Κισσῇς λέγοιτʼ ἂν κατὰ συναίρεσιν ἐν προσγεγραμμένῳ τῷ ι, ὁμοίως τῷ Νηρηίς Νηρῇς καὶ τοῖς ὁμοίοις, οὐ καιρὸς ἄρτι πολυπραγμονεῖν. Μητροπάτωρ δὲ ὁ πρὸς μητρὸς πάππος. διὸ ἑρμηνεύων φησὶ “ὃς τίκτε Θεανώ”. εἰ γὰρ Ἰφιδάμας υἱὸς ἦν Ἀντήνορος καὶ Θεανοῦς, τίκτει δὲ Κισσέας τὴν Θεανώ, μητροπάτωρ πάντως ἐστὶν οὕτως, ὡς ἐρρέθη, τῷ Ἰφιδάμαντι. ὁ δὲ μήτρως ἄλλως λέγεται καθʼ ὁμοιότητα τοῦ πάτρως. Θεανοῦς δὲ τῆς ἐνταῦθα κειμένης ἐμνήσθη που καὶ πρὸ τούτων ὁ ποιητής. Ἐν δὲ τῷ “ἥβης μέτρον” τὸν καίριον γάμον δηλοῖ, ὅτε δηλαδὴ φίλτατος ἂν εἴη τῇ νύμφῃ ὁ γαμέτης καὶ ἡδὺς ἐν τοῖς στρώμασιν, οὗπερ κατὰ τὸν Ὅμηρον χαριεστάτη ἡ ἥβη καὶ ἡδεῖα, ὡς τὸ τῆς λέξεως δηλοῖ ἔτυμον. ἀπὸ τοῦ ἥδω γὰρ ἡ ἥβη κατὰ τοὺς παλαιούς. Μέτρον δὲ τὴν ἡλικίαν λέγει, καθʼ ἣν χρονικῶς μετρεῖται τὰ ἡλικιούμενα ζῷα. δῆλον δὲ καὶ ὅτι τὸ “ἥβης ἐρικυδέος ἵκετο μέτρον” περίφρασίς ἐστι τοῦ ἥβησεν. Ἐνταῦθα δὲ σημειοῦνται οἱ παλαιοὶ καί, ὅτι ὅμοιος ὁ γάμος τοῦ τε Διομήδους καὶ τοῦ νεήλυδος τούτου Ἰφιδάμαντος, ἀμφότεροι γὰρ μητρὸς ἔγημαν ἀδελφάς. Ὅρα δὲ καὶ ἐν τῷ “ἐπεί ῥʼ ἥβης” τὴν τοῦ ῥα συνδέσμου παρένθεσιν, οὐκ ἀναγκαίαν οὖσαν, ὅτι μὴ μόνον διὰ θεραπείαν σεσηρότος χασμήματος. Τὸ δὲ “ἐκ θαλάμοιο” δηλοῖ μὲν τὴν εἰς Τροίαν ἐξ ὑπογύου μετὰ γάμον αὐτίκα ἔλευσιν, ἄγει δέ πως τὸν Ἰφιδάμαντα εἰς ὅμοιόν τι τῷ ἐν τῇ Βοιωτίᾳ ἱστορουμένῳ Πρωτεσιλάῳ. Ὅτι δὲ θάλαμος καὶ ὁ κοιτὼν λέγεται, καθωμίληται. Αἱ δὲ ιβʹ νῆες καὶ δύναμιν καὶ πλοῦτον τῷ Κισσέᾳ μαρτύρονται καὶ παραλίαν εἶναι τὴν ὑπʼ αὐτὸν χώραν δηλοῦσι. Τὸ δὲ “αἵ οἱ ἕποντο” δεσπότην τῶν ιβʹ νηῶν εἶναι δηλοῖ τὸν νέηλυν, ἵνα λέγῃ, ὅτι σὺν ιβʹ νηυσὶν οἰκείαις. Ἡ δὲ Περκώπη αὕτη ἑτέρα ἐστὶ παρὰ τὴν διὰ τοῦ τ, ὡς ἀλλαχοῦ κεῖται, γραφομένην Περκώτην, περὶ ἧς ἱστόρηται ὅτι, καθὰ Κῦρος ὁ μέγας Πυθάρχῳ τῷ Κυζικηνῷ φίλῳ ὄντι πόλεις ἑπτὰ ἐχαρίσατο, ὧν μία καὶ ἡ Ὁμηρικὴ Πήδασος, οὕτω καὶ τῷ Θεμιστοκλεῖ Πέρσης βασιλεὺς τὴν εἰρημένην Περκώτην καὶ τὴν Παλαίσκηψιν δέδωκε στρωμνῆς χάριν καὶ ἱματισμοῦ, κελεύσας ἐκείνῳ στολὴν φορεῖν βαρβαρικήν. Δοκεῖ δὲ ἡ δεδηλωμένη Παλαίσκηψις διαστολὴν ἔχειν πρὸς νεωτέραν Σκῆψιν, ἧς ὁ πολίτης Σκήψιος. Τὸ δὲ “εἰληλούθει” καὶ πρὸ αὐτοῦ τὸ “εἰλήλουθα”, ὅσαις κατὰ τὸν Ἀλεξανδρέα Ἡρακλείδην διαλέκτοις πεποίηται, προδεδήλωται σαφῶς. Ἐν τούτοις δὲ σημείωσαι, ὡς οὐδὲν ὤνησεν οὔτε νῦν τὸν Ἰφιδάμαντα οὔτε μετʼ ὀλίγα τὸν ἀδελφὸν Κόωνα, εἴπερ Ἀντήνορος παῖδές εἰσι, τοῦ, ὡς δεδήλωται, προξένου τῶν Ἀχαιῶν καὶ διὰ τοῦτο φίλου. πολέμιοι γὰρ ἐπεξιόντες τῷ βασιλεῖ τῶν ἴσων μετέχουσι, καὶ τοῦ φιλεῖν ἐπίπροσθεν τὸ πολεμεῖν θέμενοι ἀντιπολεμοῦνται, ὃ καὶ Γλαῦκος, εἰ τῷ Διομήδει ἀντισταίη, πάθοι ἄν. καὶ ῥίπτειν ἐθέλοντες πίπτουσι, καὶ οὐδὲ ὁ ἀνελὼν αὐτοὺς παρανομεῖ. οὐ γὰρ μιαρός, φασίν, ὁ ἐν πολέμῳ φόνος. Σημείωσαι δὲ ὡς τὸ κατὰ τὴν γενεαλογίαν τοῦ Ἰφιδάμαντος χωρίον ἀσάφειάν τινα ἔχει, οὐ μόνον διὰ τὸ συντόμως φρασθῆναι, ἀλλὰ καὶ διὰ τὴν τῶν πραγμάτων περιβολῆς νόμῳ μετάταξιν. Τὸ δέ γε κατὰ φύσιν ἔχει οὕτως. Ἀντήνορος τοῦ Τρωϊκοῦ γυνὴ ἡ Θεανὼ ἐκ Θρῄκης. ταύτης πατὴρ ὁ Κισσῆς, οἰκῶν ἐν Θρᾴκῃ, πρὸς ὃν σταλεὶς ὁ ἔγγονος Ἀντηνορίδης Ἰφιδάμας ὡς μητροπάτορα καὶ τραφεὶς ἐκεῖ, ἔγημε θυγατέρα ἐκείνου. Ὅτι διὰ πιθανότητα πλάττων ὁ ποιητὴς τὸν βασιλέα καὶ ἀποτυγχάνοντά ποτέ φησιν “Ἀτρείδης μὲν ἥμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος. Ἰφιδάμας δέ”, ὁ προσεχῶς ἱστορηθείς, “κατὰ ζώνην θώρηκος ἔνερθε νύξεν, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας. οὐδʼ ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετʼ αἰχμή”. Ἐφʼ οἷς τὸ βασιλικὸν ἄτρεστόν τε καὶ γενναῖον ὑποδεικνύς φησι “καὶ τό γε χειρὶ λαβών” ὁ βασιλεύς, “ἕλκʼ ἐπὶ οἷ”, ἤγουν εἷλκεν ἐφʼ ἑαυτῷ, “μεμαὼς ὥς τε λίς, ἐκ δʼ ἄρα χειρὸς σπάσατο” καὶ ἑξῆς. Καὶ ὅρα ὅπως ἠρέμα προβιβάζει τὸν λόγον ὁ ποιητὴς εἰς τὸ τὸν βασιλέα τῆς μάχης ἀπαγαγεῖν. Ἰφιδάμας μὲν γάρ, εἰ καὶ μὴ κρατερῶς, ἔτρωσε δʼ ὅμως, ὁ δὲ ἀδελφὸς Κόων εὐθὺς μετʼ αὐτὸν ἔνυξε δουρὶ ἐνεργέστατα. Σημείωσαι δὲ καὶ ὅτι οὐ μικρὸν εἰς δυστυχίαν μάχης ὅπλων ἀμέλεια. ἰδοὺ γὰρ δόρυ οὐκ εὖ ἐστομωμένον οὐδὲν ὤνησε τὸν ἔχοντα, ζώνη μέντοι βασιλική, ἀργύρῳ οὐ μόνον κοσμουμένη, ἀλλὰ καὶ στερεουμένη, ὠφέλησε τὸν βασιλέα. Ἰστέον δὲ ὅτι τὸ “παρετράπετο ἔγχος” ἐφερμηνευτικόν ἐστι τοῦ “ἅμαρτε”. Τὸ μέντοι “ἐτράπετο αἰχμή” οὐ τοιοῦτόν ἐστιν, ἀλλʼ ἀντὶ τοῦ ἐκάμφθη κεῖται. τέτραπται δὲ μεταφορικῶς τὸ “παρετράπετο ἔγχος” ἐκ τῶν ἐν ὁδῷ παρατρεπομένων τῆς κατʼ εὐθεῖαν ἀτραπιτοῦ. Τὸ δὲ “ἔρεισε βαρείῃ χειρὶ πιθήσας” ἀντὶ τοῦ ὤθησε τὸ ἔγχος θαρρήσας τῇ ῥωμαλεότητι. καὶ ἔστι τὸ ἔρεισεν ἐπίτασις τοῦ ἔνυξεν, ὃ ἰσοδυναμεῖ τῷ οὔτησεν, ἔτρωσε. Τὸ δὲ “ἔτορε” δεύτερός ἐστιν ἀόριστος, συγκοπεὶς ἀπὸ τοῦ ἐτόρησε, κατὰ τὸ ἐχραίσμησεν ἔχραισμεν, ἐδούπησεν ἔδουπεν, ἐκτύπησεν ἔκτυπεν. Ὠνοματοπεποίηται δὲ τὸ “ἔτορεν” ὥσπερ καὶ τὸ θέμα αὐτοῦ, ἐξ οὗ κατὰ συγκοπὴν τὸ τρῶ τρήσω. ἀπὸ δὲ τοῦ τορεῖν καὶ φώνημα τορόν, καὶ τορύνη σκεῦος μαγειρικόν, καὶ τόρος ὁ καὶ τόρνος, ὅθεν καὶ ῥῆμα τορεύω, καὶ ἕτερον τορνῶ, ὡς τὸ “τορνώσαντο δὲ σῆμα”. ἴσως δὲ καὶ ἡ Τορώνη κύριον, ᾗ πόλις Θρᾳκικὴ ὁμώνυμος, περιᾳδομένη καὶ νῦν. Ζωστήρ δὲ κατὰ πολυωνυμίας λόγον ὁ αὐτὸς τῇ ἀνωτέρω ῥηθείσῃ ζώνῃ, ἣν καὶ θωρακοζώνην φασί τινες, λέγοντες ὅτι ἔνυξεν εἰς τὰ κάτω τῆς θωρακοζώνης. Παναίολος δὲ ζωστὴρ ὁ ῥηθεὶς τῇ κατὰ τὸν περὶ αὐτὸν ἄργυρον ποικιλίᾳ. Τὸ δὲ “μόλιβος ὥς” τῇ παραβολικῇ συντομίᾳ τὸ ἀχρεῖον δηλοῖ τῆς βαφῆς τοῦ σιδήρου, ἤτοι τῆς ἐπιδορατίδος, ἣ μολίβου δίκην ἐτράπη, ὡς ἐρρέθη, ἐν τῷ ἀπαμβλυνθῆναι. Τὸ δὲ “ἀργύρῳ ἀντομένη” γλυκέως εἴρηται ὡς ἐπὶ ἐμψύχου τινός. Ὅτι δὲ τοῦ ἀντομένη βαρύτονον θέμα τὸ ἄντω, καὶ ὅτι ὁ μόλιβος καὶ διὰ τοῦ δ ἔστιν οὗ γράφεται, πολλαχοῦ δηλοῦται, καθὰ καὶ ἡ τροπὴ τοῦ ι εἰς υ ἐν τῷ μόλυβδος καὶ μολύβδαινα, ὡς καὶ ἐν τῷ ἁλυβδήσασα, ὃ κεῖται παρὰ τῷ Λυκόφρονι. Τὸ δὲ “ἕλκεν ἐπὶ οἷ” ἀντιπτωτικῶς εἴρηται ἀντὶ τοῦ εἷλκεν ἐφʼ ἑαυτόν. Εἰς δὲ τὸ “ἕλκεν ὥστε λίς” φασὶν οἱ παλαιοὶ ὡς οἱ λέοντες ὑφαρπάζουσι τῶν κυνηγετῶν τὰ δόρατα καὶ λανθάνουσιν ἐπισπώμενοι τὸν σφαγέα. καὶ τοῦτο δηλοῦν φαίνεται καὶ ὁ ποιητὴς ἐν τῷ εἰπεῖν πάνυ γοργῶς, ὅτι καθὰ λέων ἕλκει δόρυ, οὕτω καὶ τῷ Ἰφιδάμαντι ἐπίσπαστρον οἷον εἰς ὄλεθρον τὸ οἰκεῖον δόρυ γέγονεν. ἀφραίνει ἄρα ὁ ῥηθεὶς πρωθήβης, μὴ ἀφιεὶς τὸ δόρυ, ἀλλʼ ἐφελκόμενος διʼ αὐτοῦ εἰς θάνατον. Τὸ δὲ λίς κατὰ μὲν Ἀρίσταρχον, ὥς φασιν οἱ περὶ Ἀπίωνα καὶ Ἡρόδωρον, ὀξύνεται, συνεξομοιούμενον τῷ χαρακτῆρι τοῦ κίς κιός, ἔτι δὲ καὶ τῷ τίς καὶ θίς καὶ ῥίς, εἰ καὶ διαφόρως ταῦτα κλίνεται πρὸς τὸ λίς. ὁ Αἰσχρίων δέ, φασί, περισπᾷ διὰ τὸ καὶ τὴν αἰτιατικὴν περισπᾶσθαι. ὡς γὰρ μῦς μῦν, δρῦς δρῦν, οὕτω καὶ λῖς λῖν. εἰ δὲ μηδὲν τῶν εἰς ις περισπᾶται, ἀλλʼ ὁ Αἰσχρίων τοῦτο ἐποίει, ἐκφεύγων θηλυκὸν ἐπίθετον ὀξύτονον τὸ “λὶς πέτρη”, ἐν Ὀδυσσείᾳ ῥηθέν. καὶ οὕτω μὲν ἐκεῖνος τὸ λίς, ὁ λέων, περιέσπα πρὸς διαστολὴν τοῦ ἐπιθετικοῦ, ἀλλʼ ἡ παράδοσίς, φασί, τῷ Ἀριστάρχῳ πείθεται. Ὅτι ἐν τῷ “ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον οἰκτρὸς ἄπο μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων, κουριδίης, ἧς οὔτι χάριν ἴδε, πολλὰ δʼ ἔδωκε. πρῶθʼ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλιʼ ὑπέστη”, αἶγας ὁμοῦ καὶ ὄϊς, “τά οἱ ἄσπετα ποιμαίνοντο” χάλκεον μὲν ὕπνον ἢ τὸν ἐκ σιδήρου φησὶ ἢ τὸν στερρὸν διὰ τὸ ἀνέγερτον, ὥς που καὶ χάλκεον ἔφη δεσμὸν καὶ οὐρανόν, ἢ καὶ τὸν οὐ μαλακόν, ὁποῖον καὶ τὸ ἀλλαχοῦ μαλακὸν κῶμα, ἀλλὰ σκληρόν. Τὸ δὲ “οἰκτρός”, ὅ ἐστιν οἴκτου ἄξιος, δηλοῖ ὡς οἰκτίζεται τὸν Ἰφιδάμαντα καὶ ὁ ποιητής, οὕτω νέον καὶ ἀπὸ θαλάμου ἐξ ὑπογύου, ὡς ἐρρέθη, μετὰ κλέος Ἀχαιῶν ἐλθόντα διὰ τὸ φύσει φιλοπόλεμον. τοιοῦτοι γὰρ οἱ νέοι, ὡς καὶ Πίνδαρος δηλοῖ λέγων “γλυκὺς ἀπείρῳ πόλεμος. πεπειραμένων δέ τις ταρβεῖ προσιόντα”. Φαίνεται δʼ ἐν τοῖς πρὸ τούτου ὁ ποιητὴς καὶ τὸν Πρωτεσίλαον ὁμοίως οἰκτισάμενος. Ἀστοῖς δὲ ἀρήγων, τοῖς ἑαυτοῦ δηλαδή, τοῖς Τρωσίν. αὐτοὶ γὰρ ἀστοὶ τῷ Ἰφιδάμαντι, εἰ καὶ ἀσαφῶς ἔχειν δοκεῖ διὰ τὸ τῆς μετρικῆς συνθήκης ὑπερβατόν. Τὸ γὰρ “κουριδίης” οὐ συντάσσεται τοῖς ἀστοῖς, ἀλλʼ ὑπερβατῶς μετὰ τὸ “ἄπο μνηστῆς ἀλόχου” ὕστερον ἐπίτηδες κεῖται, ἵνα εὐθὺς ἐπισυνάψῃ συνεχῶς τὴν περὶ τῆς ἀλόχου ἱστορίαν. Τὸ δὲ “ἧς οὔτι χάριν ἴδε” συλλαμβάνεται μέν τι καὶ πρὸς τὸ ἐν τοῖς ἑξῆς που ῥηθησόμενον χαριέστατον τῆς ἥβης, βοηθεῖ δὲ καὶ εἰς τὴν τραγικὴν τῶν ἐν εὐνῇ φιλτάτων ἀσπασμάτων χάριν. Μάλιστα δὲ χάρις ἐνταῦθά ἐστι ἐκ τεκνοποιΐας καὶ μακρᾶς συμβιώσεως καλόν, ὧν στερηθεὶς ὁ Ἰφιδάμας, ὡς πρὸ ὥρας θανών, ἡμιτελῆ τὸν δόμον καὶ αὐτὸς ἔλιπεν. Ἰστέον δὲ ὅτι τὸ “ἧς χάριν”, τοῦτο δὴ τὸ Ὁμηρικόν, ἐνάγει νοεῖν, ὅτι τὸ χάριν ἀντὶ τοῦ ἕνεκεν ὄνομα ὂν ἐπιρρηματικὸν ἐντεῦθέν ποθεν εἴληπται. ὁ γὰρ εἰπών, ὅτι σοῦ χάριν τάδε ποιῶ ἢ ὑπομένω, δηλοῖ πάντως τὸ διὰ σὴν χάριν, ἵνα σοι χαρίσωμαι. διαφέρει δὲ τὸ τοιοῦτον αἰτιολογικὸν τοῦ ἕνεκεν, ὅτι αὐτὸ μὲν ἐπὶ μόνων χαρίτων τίθεται τῶν ὑπέρ τινων, τὸ δὲ ἕνεκεν ἁπλῶς αἰτιολογεῖ πλατύτερον, οἷον ἕνεκά σου ὁπλίζομαι, ἤγουν κατὰ σοῦ, ὡς πολεμήσων σοι, οὐ μὴν χάριν σοῦ. Τὸ δὲ “ἔδωκε” δὶς ῥηθὲν ἐν τέλει ἐννοιῶν κατὰ σχῆμα κάλλους ἀνάγει καὶ τὰ ἕδνα εἰς τὸ δῶρον καθάπερ εἴς τι γένος. Τὸ δὲ “ἑκατὸν βοῦς ἔδωκεν” ἐξηγητικόν πώς ἐστι τοῦ γυνὴ ἀλφεσίβοια, αἱ γὰρ τοιαῦτα ἕδνα λαμβάνουσαι εἶεν ἂν ἀλφεσίβοιαι. Ὅτι δὲ οὐ ταὐτὸν τὸ ἑκατὸν βοῦς καὶ τὸ ἑκατόμβοιον, πολλαχοῦ φαίνεται. οὕτω δὲ οὐδὲ ἡ ἑκατόμβη ταὐτίζεται τούτοις. Ἐν δὲ τῷ τόπῳ τούτῳ δηλοῦται καί, ὡς ἐν οὐ πολυτιμήτοις τισὶ παρὰ τοῖς παλαιοῖς ἦν ἡ τῶν ἕδνων μεγαλοπρέπεια. ἐν θρέμμασι γὰρ ὡς τὰ πολλά. Θρέμματα δʼ ἔφαμεν ἄρτι τὰ τετράποδα, οὐ μὴν ἑτεροῖά τινα, ὁποῖον καὶ αἱ περιστεραί, ἃς ὁ Λιβάνιος θρέμμα φησὶ δεινὸν καταδουλώσασθαι νέους. Τὸ δὲ “χίλια ὑπέστη”, ἤγουν ὑπέσχετο, “αἶγας ὁμοῦ καὶ ὄϊς” καινοπρεπῶς μὲν ἐσχημάτισται, λόγου δὲ ὅμως ἔχεται. τὸ γὰρ χίλια, ὥσπερ καὶ τὸ πολλά, οὐδετέρως λεχθὲν ὡς πρὸς γενικόν τι νοεῖται τὸ ζῷα ἢ θρέμματα ἢ κτήματα. διὸ καὶ ἐλλειπτικῶς εἰρῆσθαι δοκεῖ, ὡς ἐν τῷ χίλια λείποντος τοῦ ζῷα ἢ τοιούτου τινός, καθὰ καὶ ἐν τῷ “πολλὰ δʼ ἔδωκε”, καὶ ἐν τῷ “τά οἱ ἄσπετα ποιμαίνοντο”. ἔστι δὲ καὶ Ἀττικὸν τὸ κατὰ γένους ὑπαλλαγὴν εἰπεῖν χίλια αἶγας ὁμοῦ καὶ ὄϊς, ἃ ἐποιμαίνοντο. Ἐν δὲ τῷ ἐποιμαίνοντο οὐ μόνον τὸ κυριολεκτούμενον αἱ ὄϊς, ἀλλὰ καὶ βόες καὶ αἶγες συνεισάγονται καταχρηστικῶς, ἤδη δὲ καὶ συνεκδοχικῶς, ἤγουν κατὰ σύλληψιν, ὡς τῇ ποιμάνσει συλλαμβανομένου καὶ τοῦ βουκολεῖν καὶ αἰπολεῖν. Ὅρα δʼ ἐν τούτοις καὶ τὸν Τρωϊκὸν ἐν ζῴοις περιουσιασμόν, εἴπερ ὁ Ἰφιδάμας τοσαῦτα εἶχεν, ὧν μέρος τὰ ῥηθέντα πολλὰ ἕδνα. εἰ δὲ καὶ νῆες Θρᾳκικαὶ τοῖς Τρωσὶν ἐπικουρίαν ἔστελλον, σημείωσαι ὡς οὐκ ἠσχολοῦντο θαλασσοκρατεῖν οἱ Ἀχαιοί, ἑνὸς καὶ μόνου γινόμενοι τοῦ περὶ τὴν Τροίαν πονεῖσθαι διὰ τὸ ἀπὸ χρησμοῦ δέκατον ἔτος τῆς ἀλώσεως. Ὅτι λαφυραγωγοῦ ἀριστέως τὸ “βῆ δὲ φέρων ἂν ὅμιλον Ἀχαιῶν τεύχεα καλά”. Ὅτι καθὰ καὶ ἀλλαχοῦ ἐφάνη, ὥσπερ τὸ κορυφαῖος, οὕτω καὶ τὸ δῖος καὶ τὸ ἀριδείκετος διὰ τὴν φύσιν τῆς αὐτῶν σημασίας γενικῇ συντάσσονται ὡς οἷα ὑπερθετικά. Φησὶ γοῦν “Κόων ἀριδείκετος ἀνδρῶν”, ὥσπερ καὶ “δῖα γυναικῶν”, τέτριπται δὲ καὶ τὸ “κορυφαῖος τῶνδέ τινων”. ἡ γὰρ ἐπίτασις τοῦ ἀρι μορίου, καὶ ἡ παρωνυμία τῆς ἐξεχούσης κορυφῆς καὶ τοῦ εὐρυμέδοντος Διός, δύναμιν ὑπερθετικὴν τοῖς ῥηθεῖσιν ὀνόμασιν ἐπορίσαντο. Σεμνύνει δὲ Ὅμηρος τὸν Κόωνα εἰπὼν ἀριδείκετον ἐπὶ αὐξήσει τοῦ κατὰ τὸν βασιλέα ἔργου, ὃς τὸν οὕτω μέγαν ἔρριψεν. Ἰστέον δὲ ὅτι τὸ μὲν ἀριδείκετος καὶ κορυφαῖος καὶ δῖος εὔλογον ἔχουσι τὴν ὑπερθετικὴν μετὰ γενικῆς σύνταξιν, ἐν δὲ τῷ “νικᾷ γὰρ ἡ ἀρετή με τῆς ἔχθρας πολύ” καινῶς τὸ πολὺ ἀντὶ τοῦ πλέον ληφθὲν γενικῇ συντέτακται. τὸ δέ γε “μεταβολὴ πάντων γλυκύ” ἀλλοῖόν τι παρὰ ταῦτά ἐστιν. Ὅτι κινδυνεύει ὁ πρεσβυγενὴς Ἀντηνορίδης Κόων διὰ τὸν ἀδελφὸν Ἰφιδάμαντα. ὡς γὰρ ἐνόησε τὸν ἀδελφὸν πεσόντα, “κρατερόν ῥά ἑ”, ἤγουν αὐτόν, “πένθος ὀφθαλμοὺς ἐκάλυψεν”, ὅ ἐστι περιφραστικῶς ἀντὶ τοῦ ἐλυπήθη, “στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον”, καὶ κλέψας οὕτω τὴν νίκην, “νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε”, κατὰ δέ τινας ὕπερθεν, “ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή. ῥίγησε δʼ ἄρʼ ἔπειτα” ὁ βασιλεύς, “ἀλλʼ οὐδʼ ὣς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο, ἀλλʼ ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος”. Καὶ ὁ μὲν Κόων “Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον ἕλκε ποδός”, ἐπιβοώμενος πάντας ἀρίστους. ἤδη γὰρ αὐτὸν ὑποτρέχει δειλία καὶ οὐ θαρρεῖ μόνος ἕλκειν. ὁ δὲ βασιλεὺς ῥίψας καὶ αὐτὸν ἐπʼ Ἰφιδάμαντι “κάρη ἀπέκοψε παραστάς”, ἤγουν ἔτεμε τὴν αὐτοῦ κεφαλὴν θεὶς ἄνω τοῦ Ἰφιδάμαντος, καὶ ὥσπερ ἐπιξήνῳ μακελλικῶς τῷ ὑποκειμένῳ νεκρῷ χρησάμενος. καὶ οὕτω κακὸν ἐπὶ κακῷ κεῖται, τὸ παροιμιῶδες, καὶ ἔχει ἀστεϊσμόν τε καὶ βαρύτητα ἡρωϊκὴν ἡ πρᾶξις αὕτη. Εἶτα συμπληρῶν Ὅμηρος τὸ νόημά φησιν· ὣς οἱ μὲν Ἀντηνορίδαι ὑπὸ τῷ βασιλεῖ “πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω”, ὁ δὲ ἐποίει τὰ ῥηθησόμενα. Ἔστι δὲ τὸ “πότμον ἀναπλήσαντες” ἀντὶ τοῦ ἐντελῶς θανόντες καὶ μὴ κατὰ ἡμιθανεῖς διατεθέντες, ἢ καὶ ἄλλως ἀντὶ τοῦ τὴν τύχην πληρώσαντες. εὐποτμίαις γὰρ καὶ δυσποτμίαις οἱ τεθνεῶτες οὐχʼ ὑπόκεινται, οὕτω καὶ μοῖραν ἀναπλῆσαι βιότου τὸ πληρῶσαι τὴν ζωήν. τὰ δὲ τοιαῦτα περίφρασίς ἐστι τοῦ θανεῖν. Ὅρα δὲ ἐν τοῖς ῥηθεῖσι καὶ ὡς ἀτυχίαν μὲν ἐνταῦθα, οὐ μὴν ἀνανδρίαν ἔστι τοῦ βασιλέως αἰτιάσασθαι, ὃς ἀριστεύων ἐκ πλαγίου τιτρώσκεται λεληθότως, οὐ μὴν προτροπάδην φεύγων κατὰ νώτων, ἀλλʼ οὐδὲ κατὰ στέρνου, ὧν οὐδέτερον ἡρωϊκῆς ἦν ἀνδρίας. Σημειοῦνται δὲ οἱ παλαιοί, ὡς τὴν ἀριστερὰν ἐβλήθη χεῖρα ὁ βασιλεύς, ἀπὸ τοῦ ἐν τῷ ἐπιταφίῳ ἀγῶνι ἐθέλειν ἀθλῆσαι ἄκοντι. οὐ γὰρ ἂν ἀκοντίσειν ἠθέλησεν ἐναγώνια, εἰ τὴν δεξιὰν ἐτέτρωτο, πλὴν εἰ μή που ἦν ἀμφιδέξιος. Τὸ δὲ “εὐράξ” δηλοῖ μὲν τὸ ἐκ πλαγίου, γίνεται δέ, φασίν, ἀπὸ τοῦ πλευράξ. Ὀξύνεται δὲ κανόνι τοιούτῳ. τὰ εἰς αξ ἐπιρρήματα ὀξύνεται πλὴν τοῦ ἅπαξ. Ἢ καὶ ἄλλως καθολικώτερον· τὰ εἰς ξ λήγοντα ἐπιρρήματα ὀξύνονται· ἀπρίξ, ὑποδράξ, διαμπάξ, πύξ, γνύξ, πλὴν τοῦ ἅπαξ καὶ πέριξ. τὸ παρέξ διφορεῖται, καὶ παρʼ Ὁμήρῳ μὲν ὀξύνεται, παρὰ δὲ τοῖς ὕστερον βαρύνεται. Ἰστέον δὲ ὅτι καθʼ Ἡρακλείδην διαλέκτου Ἰωνικῆς καὶ Αἰολικῆς ἐστι τὸ εὐράξ. Ἡ γὰρ τῶν Ἰώνων καὶ Αἰολέων, φησί, διάλεκτος τὰ πρῶτα σύμφωνα αἴρειν εἴωθεν, ἄν τε ἓν ᾖ, ἄν τε καὶ δύο τύχῃ, ἓν μὲν ὡς ἐπὶ τοῦ λαιψηρός αἰψηρός, πήγανον ἤγανον, δεινόν αἰνόν, δύο δὲ ὡς ἐπὶ τοῦ πλάνη. ἀπελθόντων γὰρ τῶν ἐξ ἀρχῆς δύο συμφώνων γίνεται ἄνη καὶ κατὰ ἀντίθεσιν τοῦ ν εἰς τὸ λ ἄλη. οὕτω δὲ καὶ ἐκ τοῦ πλανᾶσθαι, φησί, τὸ ἀλᾶσθαι, καὶ ἐκ τοῦ φθείρω δὲ ἀπελθόντων τῶν ἐν ἀρχῇ κειμένων δασέων τὸ ἔρρω φησὶ γίνεσθαι καθʼ ὁμοιότητα τοῦ κείρω κέρρω Αἰολικοῦ. ὁμοίως οὖν καὶ ἐκ τοῦ πλευράξ ἀφῄρηνται τὰ κατάρχοντα δύο σύμφωνα, καὶ λέλειπται τὸ εὐράξ, ὃ κεῖται καὶ παρὰ Λυκόφρονι. Τοῖς δὲ τὸ κατʼ ἀρχὴν ἓν σύμφωνον ἀποβάλλουσι συντακτέον καὶ τὸ σῦς ὗς, σμικρός μικρός, καὶ τἄλλα ὅσα ἑτέρωθι κεῖται, ἐν οἷς καὶ τὸ σιαγών ὑαγών τὸ καινότατον, καὶ τὸ σμάραγδος μάραγδος, οἷον “μάραγδον εἶναι ταῦτʼ ἔδει καὶ σάρδια”. ὅτι δὲ τὴν εἰρημένην ὑαγόνα κατὰ ἀναλογίαν φασὶν εἶναι ἀπὸ τοῦ ὗς ὑός, εἴσεται ὁ τῷ εἰπόντι περιτυχών. Τὸ δὲ “διέσχε” καὶ νῦν ἀντὶ τοῦ διέσχισε, διῆλθε, διήλασε. τοιοῦτον καὶ τὸ “διασχὼν τὴν νεφέλην”, καὶ κεῖται ἡ λέξις παρὰ πολλοῖς. Ὁ δὲ Κωμικὸς δίχα προθέσεώς φησιν “οὐκ ἔσχον τὴν γαστέρα”, ἤγουν ὀπτωμένην οὐκ ἔσχασα, καὶ ἔστι τοῦτο πρωτότυπον τοῦ σχάζω. Ἔχει δὲ πολλὴν διαφορὰν τὸ ἔσχον καὶ τὸ διέσχον. τὸ μὲν γὰρ ἁπλῶς δηλοῖ σχίσμα, τὸ δὲ διασχεῖν πλέον τι σημαίνει. τὸ διαμπερὲς γάρ. διὸ καὶ ὁ ποιητής φησιν “ἀντικρὺ δὲ διέσχε”. Φαεινὸν δὲ δόρυ τὸ διʼ ἐπιμέλειαν ἠκονημένον καὶ ἐσμηγμένον καὶ διὰ τοῦτο λαμπρόν. Τὸ δὲ “ῥίγησεν” ὡς διαφέρει τοῦ ἐρρίγωσεν, ἀλλαχοῦ εἴρηται. Ὅρα δʼ ἐνταῦθα τὸ γενναῖον τοῦ βασιλέως, εἰ καὶ ῥιγήσας μετὰ πληγὴν ὅμως οὐκ ἀπέληγε μάχης. ῥιγῆσαι μὲν γὰρ ἐπὶ πληγῇ ἀνθρώπινον, ἀνδρεῖον δὲ τὸ ὑποστῆναι καὶ οὕτω μάχην. Τὸ δὲ “μάχης ἠδὲ πτολέμοιο”, εἴτε διαφοράν τινα ὑποδηλοῖ τοῦ μάχεσθαι καὶ πολεμεῖν, εἴτε ταὐτίζονται, προδεδήλωται. Ὁ δὲ πτόλεμος Κυπρίων καὶ Ἀττικῶν λέξις καθʼ Ἡρακλείδην ἐστί, καθὰ καὶ ἡ πτόλις, ὧν ἴδιον παρεντιθέναι ῥήμασι καὶ ὀνόμασι τὸ τ. ἔνθεν, φησί, καὶ ἡ ἄνακτος καὶ νυκτὸς γενικὴ ἔχει τὸ τ. τῶν αὐτῶν δὲ καὶ τὸ ἀνύω ἀνύτω, καὶ ἀρύω ἀρύτω, ἐξ οὗ καὶ ἡ παρὰ τῷ Κωμικῷ ἀρύταινα. Ἀνεμοτρεφὲς δὲ ἔγχος τὸ τραφὲν καὶ ἐγγυμνασθὲν τὰς ἶνας ἀνέμῳ καὶ διὰ τοῦτο στερρὸν καὶ οὐκ εὔθραυστον, ἀλλὰ εὔτονον, ὁποῖα τὰ ἐν εὐηνέμοις χωρίοις τρεφόμενα φυτά. διὸ καὶ ἡ τοῦ Ἀχιλλέως μελία κατὰ τὸν ποιητὴν Πηλίου ἐκ κορυφῆς τέτμηται, ὅπου μάλιστα ἦν ἀνέμοις εὐγύμναστος. Ἕτεροι δὲ ἀνεμοτρεφὲς ἔγχος νοοῦσι τὸ οἷον ἀνεμοτρεπὲς καὶ ἀντιτασσόμενον ἀνέμοις διὰ στεριφότητα, καὶ οὐ τοιοῦτον οἷον ἂν ἐξαπίνης ἄνεμος βόθρου τʼ ἐκστρέψῃ καὶ τανύσῃ ἐπὶ γῆν, ὃ περὶ ἔρνους νεοθηλοῦς λέγει που ὁ ποιητής. Ἄλλοι δὲ ἀνεμοτρεφές φασι τὸ κοῦφον καὶ εὐκίνητον. Καὶ τοιοῦτον μὲν τὸ ἀνεμοτρεφὲς ἔγχος. κῦμα δέ που ἀνεμοτρεφές, ὅπερ ἀνέμῳ αὔξεται τρεφόμενον, ἤγουν πηγνύμενον καὶ συνιστάμενον, ὡς κορυφοῦσθαι καὶ μὴ δίκην ἐπιπέδου ὡς ἐν νηνεμίᾳ ἡπλῶσθαι. Ἐν δὲ τῷ “κασίγνητον καὶ ὄπατρον” γενικὴ μὲν λέξις ὁ κασίγνητος, εἰδικὴ δὲ ὁ ὄπατρος, λεχθεῖσα πρὸς διαστολὴν τῶν μὴ τοιούτων. δύναται δὲ καὶ ἐκ περισσοῦ κεῖσθαι ὁ και σύνδεσμος. Ἔστι δὲ ὄπατρος ὁ ὁμόπατρος, ἀντιδιαιρούμενος τῷ ὁμομητρίῳ. Εἰ δὲ ὤφειλεν οὕτω δασύνεσθαι ἡ ἄρχουσα ἐκ τοῦ ὁμοῦ, ἀλλὰ ψιλοῦται ἄλλως, διότι τὸ ο πρὸ τοῦ π οὕτω πάσχει, εἰ μὴ κατὰ ἀναφορικὴν ἔννοιαν εἴη, σεσημειωμένου τοῦ ὁπλή καὶ ὅπλον καὶ τῶν παρʼ αὐτά. ἀναφορικὰ δέ εἰσι τὸ ὁποῖος, ὁπόσος, ὁπηλίκος καὶ τὰ τοιαῦτα. παραδείγματα δὲ τοῦ κανόνος, ὀπιπεύω, ὀπή, ὀπώρα, ὀπάων, παρὰ τὸ ἕπω τὸ δασυνόμενον. οὕτως Ἀπίων καὶ Ἡρόδωρος. τὸ δὲ λέγειν ὡς ἡ συγκοπὴ ἐψίλωσεν αὐτὸ οὐ πάνυ ἀσφαλές, οὐ γὰρ πάντα διʼ αὐτὴν ψιλοῦνται, ἀλλʼ ἔστιν ἃ μένουσι δασυνόμενα, ὡς καὶ τὸ ἑστήκαμεν ἕσταμεν. Ὅτι ἀνδρικοῦ στρατιώτου ἔργον τὸ “αὐτὰρ ὅ”, ἤγουν οὗτος, “τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισι”. Καὶ ὅρα τὸ “μεγάλοισι”, διʼ οὗ ὑψοῦται τὸ ταπεινὸν τῆς τῶν χερμαδίων ὑποκορίσεως, ὃ καὶ ἡ Ὀδύσσεια ποιεῖ ἐν τῷ “μάλα γὰρ μέγα θηρίον ἦεν”. Ὡς δὲ τὸ ἐπιπωλεῖσθαι καὶ ἡ ἐπιπώλησις καὶ ὅλως τὸ πωλεῖται, ὡς τὸ “πωλεῖταί τις δεῦρο γέρων ἅλιος”, μεγεθύνεται παρὰ τῷ ποιητῇ, δῆλόν ἐστιν. Ὅτι ὄφρα μὲν τῷ βασιλεῖ “αἷμα ἔτι θερμὸν ἀνήνοθεν”, ἤτοι ἀνεφέρετο, “ἐξ ὠτειλῆς”, ἣν ὑπὸ Κόωνος ἔπαθεν, “ἐπεπωλεῖτο στίχας ἀνδρῶν”, ἤτοι μετήρχετο τοὺς πολεμίους “ἔγχεΐ τε” καὶ ἑξῆς, ὡς προσεχῶς ἐρρέθη. Ἔνθα ὅρα τὸ μένος καὶ τὸ θάρσος τοῦ ἥρωος. “Αὐτὰρ ἐπεί”, φησί, “τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα, ὀξεῖαι δʼ ὀδύναι δῦνον μένος Ἀτρείδαο”, διὰ τὸ ἤδη φλεγμαίνειν τὸ τραῦμα καὶ οὕτω νύττεσθαι αὐτὸν ὑπὸ ἐγκοπτικῆς ἀλγηδόνος, ὡς οἷα ὑπὸ κέντρου ὀξέος τινός. καὶ ἔστι καιριωτάτη λέξις ἐνταῦθα τὸ ὀξεῖα καὶ δυσμετάληπτος, ἤγουν δυσερμήνευτος, καὶ μόνοις τοῖς πεπειραμένοις τοιούτου νύγματος δῆλον τὸ ταύτης καίριον γίνεται. Εἶτα διδάσκει παραβολικῶς, ποίᾳ ὀξύτητι ἔοικεν ἡ τοιαύτη ὀδύνη, ὅτι δηλαδὴ τῇ ἐν ταῖς ὠδῖσι τῶν τικτουσῶν, ἣν καὶ βέλος ὀξὺ καλεῖ καὶ δριμύ, ἔτι δέ πως καὶ πικρὸν ἐν τῷ πικρὰς ὠδῖνας εἰπεῖν. Φησὶ γὰρ “ὡς δʼ ὅτʼ ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα δριμύ, τό τε”, ἤγουν ὅπερ, “προϊεῖσι μογοστόκοι Εἰλείθυιαι Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι, ὣς ὀξεῖαι ὀδύναι δῦνον μένος Ἀτρείδαο”. Καὶ ὅρα ὅτι τε ἀποδεξάμενος τὸ “ὀδύναι δῦνον” δὶς αὐτῷ ἐχρήσατο, περὶ οὗ ἐφεξῆς ῥηθήσεται, καὶ ὅτι κύκλου σχῆμά τι ὁ τόπος ἔχει. ὁ γὰρ πρὸ τῆς παραβολῆς στίχος καὶ ἡ παραβολικὴ ἀπόδοσις παρὰ μίαν λέξιν ταὐτίζονται κατὰ πάντα, οἷα τοῦ ποιητοῦ ἐπίτηδες τὴν πικρὰν ἐνταῦθα ἔννοιαν γλυκάναντος σχήμασι καλοῖς. αἴτιον δʼ ὅτι οὔτε τὸ δριμὺ οὔτε τὸ πικρὸν οἰκεῖον ταῖς ὠδῖσιν, ὡς τὸ ὀξύ φασιν οἱ παλαιοί. διὸ ἐκ τοῦ ὀξεῖαι ἀρξάμενος Ὅμηρος εἰς αὐτὸ πάλιν κατέληξε διὰ τὸ τῆς λέξεως καίριον. Τὸ δὲ “ἀνήνοθεν” ἀγωγὴν μὲν ἔχει, ὁποίαν ἐν τῇ βῆτα ῥαψῳδίᾳ τὸ ἐνήνοθεν. ἐκ τοῦ ἔθω γὰρ ἢ ὤθω γίνεται, ταὐτὸν δέ ἐστι τῷ ἀνηκόντιζεν, ὅπερ ἀλλαχοῦ κεῖται. Ἕλκος δὲ φιλοσόφως λέγει οὐ τὸ ἤδη ἔμπυον, ἀλλὰ τὴν τῆς συνεχείας λύσιν, διὰ τὸ παρειλκύσθαι τῆς κατὰ φύσιν θέσεως. διότι δὲ τὰ παρελκυσθέντα οὐ πελάζει, διὰ τοῦτο ἐτόλμησέ τις καὶ ἄπελος τὸ ἕλκος εἰπεῖν διὰ στέρησιν τοῦ πελάζειν. Τέρσεσθαι δὲ τὸ ξηραίνεσθαι καὶ τέρσω τὸ ξηραίνω, ἐξ οὗ τὸ τερσαίνειν καὶ ὁ τῶν τυροποιούντων ταρσός, καλαθίσκος δηλαδή, ἐν ᾧ τυρὸς τέρσεται, καὶ ὁ τοῦ ποδός, κατὰ δέ τινας καὶ ἡ τῶν Κιλίκων Ταρσός. Ὅτι δὲ ὁ τῆς τυροποιΐας ταρσὸς καὶ ταρρὸς λέγεται κατὰ τὸ πυρσός πυρρός καὶ τὰ ὅμοια, δηλοῖ ὁ Κωμικὸς ἐν τῷ “ἀπὸ ταρροῦ τοὺς θεοὺς ὑπερφρονεῖς”. Τὸ δὲ “παύσατο δʼ αἷμα” ἑρμηνεία ἐστι τοῦ ἐτέρσετο. Οὕτω καὶ Ταρσὸς ἡ πόλις ἐκλήθη, ὡς καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ δηλοῦται, παυσαμένης τῆς τῶν ὑδάτων ἐπιρροίας ἐπʼ αὐτήν. Εἰ δὲ καί, ἄλλως εἰπεῖν, πρωθύστερον κἀνταῦθα σχῆμά ἐστι, καὶ προηγεῖται μὲν φύσει τὸ “παύσατο αἷμα”, ἕπεται δὲ τὸ “ἐτέρσετο ἕλκος”, οὐκ ἂν εἴη τὸ “παύσατο αἷμα” ἐφερμηνευτικὸν τοῦ “ἕλκος ἐτέρσετο”. Τὸ δὲ “ὀδύναι δῦνον” οὐ μόνον παρήχησίς ἐστι σώφρων, ἀλλὰ καὶ ἐτυμολογία τῆς ὀδύνης, οὕτω λεγομένης διὰ τὸ εἰς βάθος δύνειν. Ὅρα δὲ ὡς τὸ μὲν δύνειν ἐκτείνει τὴν παραλήγουσαν, τὸ δὲ ἐξ αὐτοῦ ἡ ὀδύνη βραχείᾳ παραλήγεται. Καιρία δὲ λέξις ἐπὶ τῶν τοιούτων ἡ ὀδύνη, διὸ ἐπιμένει καὶ αὐτῇ, ὡς ἐρρέθη, ὁ ποιητής. Τὸ δὲ “ὠδίνουσαν” παρακείμενον ταῖς ὀδύναις παρήχησιν ἐμφαίνει παρερριμμένην ἁπλῶς οὕτω καὶ εἰκῇ καὶ ἀπραγματεύτως εἰς ὁμοιότητα μόνης ἐξηχήσεως, οὐ μὴν καὶ γραφῆς, ὁποῖαι καὶ ἄλλαι καινόφωνοι προεγράφησαν. ἴσως δὲ καὶ ἐτυμολογικῶς παράκεινται ταῖς ὀδύναις αἱ ὠδῖνες. δοκεῖ γὰρ ἐκ τῆς ὀδύνης γίνεσθαι ἡ ὠδὶν κατὰ ἔκτασιν τῆς ἀρχούσης καὶ τροπὴν τοῦ υ εἰς ι. Ἔστι δὲ κυρίως ὠδίνειν τὸ ἐπὶ τόκῳ ἀλγεῖν. εἰ δέ ποτε καὶ τὸ γεννᾶν οὕτω λέγεται, ἀπὸ τοῦ παρακολουθοῦντος λέγεται, ἤγουν ἐκ τῶν ὠδίνων, αἳ ταῖς τικτούσαις ἕπονται. ἡ δὲ τοῦ Σοφοκλέους Τέκμησσα ἐν τῷ “ὥστε μʼ ὠδίνειν τί φής” τὸ ὑπερβολικῶς λυπεῖσθαι ὠδίνειν εἰποῦσα ἔχει συγγνώμην ὡς γυναικικῶς ἐκ πείρας φράσασα. Τὸ δὲ “βέλος ἔχῃ” κάτοχον ὀδύναις βούλεται εἶναι τὴν ὠδίνουσαν, καὶ οὐκ ἔστι φράσαι κάλλιον. ἐντεῦθεν καὶ θυμῷ κάτοχος λέγεταί τις καὶ λύπῃ καὶ Ἄρεϊ καὶ τοῖς ὁμοίοις. Δῆλον δʼ ὅτι σωματικώτερον ἡ ποίησις ὄργανόν τι ταῖς Εἰλειθυίαις δίδωσι τηλεβόλον, ἐξ οὗ βέλος ὀξὺ ταῖς τικτούσαις προΐεται ὡς ἐκ τόξου ὀϊστός, ἵνα ὥσπερ ἡ Ἔρις εἶχέ τι τέρας πολέμου ἐν χερσὶ καὶ ὁ Ζεὺς δὲ ἀστραπήν, οὕτω καὶ τὰς ὠδῖνας αἱ Εἰλείθυιαι, ἃς καὶ προϊεῖσι βέλους δίκην κατὰ τῶν τικτουσῶν. Ἔστι δὲ τὸ “προϊεῖσιν” ὅμοιον τῷ τιθέασι τιθεῖσιν. ὡς γὰρ ἐκεῖνο τῇ πληθυντικῇ δοτικῇ ὁμοφωνεῖ τῆς οἰκείας μετοχῆς, οὕτω καὶ τοῦτο. Τὸ δὲ “μογοστόκοι Εἰλείθυιαι” παροξύνεται ὁμοίως τῷ πρωτοτόκοι γυναῖκες ὡς ἐνέργειαν δηλοῦν τὴν κατὰ τῶν τικτουσῶν. τὰ γὰρ τοιαῦτα τῶν συνθέτων, ὥς φασιν οἱ παλαιοί, ἐνέργειαν ὑπισχνούμενα, παροξύνονται, εἰ μὴ κανὼν ἄλλος κωλύει, χωρὶς τοῦ ἱππόδαμοι. αὐτὸ γὰρ ἄντικρυς τῷ κανόνι μάχεται. ἐνεργητικὸν γὰρ ὂν καὶ κανόνα μὴ ἔχον κωλύοντα προπαροξύνεται. Πλεονασμὸν δὲ τοῦ σ ἡ μογοστόκος ἔχει, ὡς ἂν οὕτως εὐχρηστηθείη πρὸς μέτρον. οὕτω καὶ ἐν τῷ θέσφατον καὶ θεσπέσιον καὶ θεόσδοτον καὶ τοῖς ὁμοίοις τὸ σ διʼ ὁμοίαν αἰτίαν ἐπλεόνασε. Θυγατέρες δὲ Ἥρας γαμηλίου μυθικῶς αἱ μογοστόκοι Εἰλείθυιαι ὡς ἐπιστατοῦσαι τόκοις καὶ ἐν τῷ ποιεῖν τὰ ἔμβρυα εἰς φῶς ἐλεύθειν μόγους ταῖς τικτούσαις ἐκ τῶν ὀδυνῶν ἐπάγουσαι, ὡς εἰ καὶ βέλη ἔπεμπον. καὶ ἴσως τοιούτῳ λόγῳ τοξικὴ καὶ ἡ Ἄρτεμις ὡς τοῖς τόκοις οὕτως ἐπιστατοῦσα καὶ αὐτή. διὸ καὶ λοχεία ἐπονομάζεται. Λέγονται δὲ Εἰλείθυιαι παρὰ τὸ ἐλεύθειν, ὡς εἴρηται. διὸ καὶ γράφεται ἡ μὲν ἄρχουσα διὰ διφθόγγου, ὡς ἐπεντεθέντος τοῦ ι εἰς τὴν τοῦ ἐλεύθω καταρχήν. ἡ δὲ μετὰ τὴν ἄρχουσαν ἔχει τοιοῦτον δίφθογγον καὶ αὐτὴν ἐκ τοῦ ἐλεύθω μεταθέσει τοῦ διχρόνου υ συνήθως εἰς τὸ ι δίχρονον. ἡ δὲ παραλήγουσα τὸ διὰ τοῦ υ καὶ ι δίφθογγον ἔχει, διότι τὰ εἰς α θηλυκὰ ἐθέλουσιν ὡς τὰ πολλὰ τῷ ι παραλήγεσθαι ἢ μόνῳ ἢ μετὰ καὶ ἄλλου φωνήεντος κατὰ λόγον διφθόγγου, μόνῳ μέν, ὡς κοιλία καρδία καὶ ἄλλα μυρία, μετὰ δὲ ἄλλου φωνήεντος, ἢ τοῦ α, ὡς μαῖα γαῖα, ἢ τοῦ ε, οἷον εὐσέβεια Ἀδράστεια, ἢ τοῦ μικροῦ ο, οἷον εὔροια σύρροια, ἢ μετὰ τοῦ ω μεγάλου, ὁποῖον ἡ ᾦα τοῦ ἐνδύματος, ἢ μετὰ τοῦ υ, ὡς ἐν τῷ μυῖα καὶ Ἅρπυια, οἷς συντρέχει καὶ τὸ Εἰλείθυια, ὡς μὴ δυνατὸν ὂν μετὰ τοῦ ο ἐνταῦθα συγκροτηθῆναι τὴν δίφθογγον. οὐ γὰρ προϋπόκειται τῆς Εἰλειθυίας ὄνομα, ᾧ ἔγκειται ο μικρόν, ἵνα ἐκεῖθεν ἡ οι δίφθογγος γεννηθῇ, ὥσπερ ἡ σύρροια ἔχει τὸ ῥόος προϋποκείμενον καὶ τὸ νόος ἡ ἔννοια καὶ τὸν βόα ἡ Εὔβοια καὶ τὸν χρόα ἡ εὔχροια. ἐξ ἀνάγκης οὖν τὸ Εἰλείθυια συνεξηκολούθησε τῷ κυνάμυια, Ὠρείθυια, Ἅρπυια. Διασταλτέον δὲ τοῦ εἰρημένου κανόνος τὸ μῶα καὶ τὸ πᾶα, ὧν σημασία τὸ μοῦσα, πᾶσα. ταῦτα γάρ, καὶ εἴ τι δὲ ἕτερον κατʼ αὐτά, οὐ παραλήγονται τῷ ἰῶτα τῆς παλαιοτάτης Δωρίδος ὄντα. Καὶ οὕτω μὲν ὁ γέρων μῦθος καὶ ἡ πρεσβυτάτη γραμματικὴ μαιοῦνται τὴν Εἰλείθυιαν. ἡ δὲ φιλοσοφία ἐκδεξαμένη τελεσφορεῖ πρὸς ἀλήθειαν, λέγουσα θυγατέρας Ἥρας τὰς Εἰλειθυίας, ἐπειδὴ τηνικαῦτα τὸ βρέφος εἰς φῶς ἐλεύθει, ὅταν τὰ ἐκ τῆς Ἥρας αὐτὸ προκαλέσηται. τότε γὰρ τὸ ἔμβρυον ἐκκύπτει πρὸς γέννησιν ἱκανῶς ἔνδον θαλαμευθέν, ὅταν καὶ ὁλκῆς ἀέρος καὶ τῆς ἔξω ζωῆς ἐξ ἀνάγκης προσδέηται. εἶεν ἂν οὖν Εἰλείθυιαι, ὡς μὲν ἓν ἀνθʼ ἑνὸς φράσαι, ἐλεύσεις, σαφέστερον δὲ εἰπεῖν, αἱ εἰς φῶς ἐλεύσεις καὶ προαγωγαὶ τῶν κυοφορουμένων. οὐ μόνον δὲ πληθυντικῶς Εἰλείθυιαι παρʼ Ὁμήρῳ, ἀλλὰ καὶ ἑνικῶς, ὡς τὸ “ὅθι σπέος Εἰλειθυίας”. Σημείωσαι δὲ καί, ὅτι διαφερόντων φύσει τοῦ πικροῦ καὶ τοῦ ὀξέος ὅμως ἀμφοτέρων ἔμφασιν αἱ ὠδῖνες ἔχειν λέγονται. Ἰστέον δὲ καὶ ὡς οἱ μεθʼ Ὅμηρον ῥήτορες τὸ δριμὺ μετεσκεύασαν εἰς ἡδύ τι, ἐννοίας δριμείας λέγοντες, ἐν αἷς γλυκύτης ἐπιτείνεται, καὶ λέξεις δὲ δριμείας ὁμοίως. Ὅτι ἀναχωρεῖ τῆς μάχης ὁ βασιλεὺς ἐλαύνων νηυσὶν ἐπὶ γλαφυραῖς, οὐχʼ ἁπλῶς, ἀλλὰ διαπρύσιον ἐγκελευσάμενος τοῖς ἀρίστοις νηυσὶν ἀμύνειν φύλοπιν ἀργαλέην. ἐπεί, φησίν, οὐκ ἐμὲ θεὸς εἴασε πανημέριον πολεμίζειν. Καὶ ὅρα κατὰ τοὺς παλαιούς, ὡς οὐ τὸ τραυματισθῆναι τὸν βασιλέα λυπεῖ, ἀλλʼ ὅτι πανημέριος κεκώλυται μάχεσθαι. ἀναφωνεῖ δὲ τοῖς ἀρίστοις τὸ τῆς ὑποχωρήσεως αἴτιον, ἵνα μὴ κακόν τι, φασί, μέγα περὶ αὐτοῦ ὑπονοήσαντες τὴν τάξιν λύσωσι. Καὶ ὅρα τὸ ἐπὶ νηυσὶν ἐλαύνειν συνήθως τῷ Ὁμήρῳ ῥηθέν, ἀντὶ τοῦ ἐπὶ νῆας, ὡς καὶ προϊών φησιν “ἵμασεν ἵππους ἐπὶ νῆας γλαφυράς”. ἡ δὲ ῥηθεῖσα ἔννοια καὶ μετʼ ὀλίγα ἐπὶ Διομήδους ἀπαραλλάκτως αὐταῖς λέξεσιν ἐν δυσὶ καὶ ἐκεῖ στίχοις κεῖται. Τὸ δὲ “νηυσὶν ἀμύνετε φύλοπιν” ἐντελῶς καὶ νῦν πέφρασται, ἄλλως δέ γε ἤρκει καθʼ ἑαυτὸ ἐλλιπῶς καὶ μόνον τὸ ἀμύνετε οἷα σύνηθες γεγονός. Κεῖται δὲ ἐν τούτοις καὶ τὸ “ἤχθετο κῆρ” πρὸς διαστολὴν σωματικοῦ ἄχθους. Ἐν τούτοις δὲ καὶ τοὺς τοῦ βασιλέως ἵππους σεμνολογῶν Ὅμηρος ἐπὶ ταχυτῆτι καὶ δρόμῳ ἐναγωνίῳ φησὶν “ἡνίοχος δʼ ἵμασσε καλλίτριχας ἵππους· τὼ δʼ οὐκ ἄκοντε πετέσθην· ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ, τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες”. Καὶ ὅρα τὸ “ἄφρεον” ὡς ἀπὸ θέματος τοῦ ἀφρέω, ἐξ οὗ τὸ ἀφρίζω, καθὰ καὶ ἐκ τοῦ ὁπλέω τὸ ὁπλίζω. Τὸ δὲ “πετέσθην” ἐπὶ ἁπλῶς ἵππων λεγόμενον διὰ τὸ πάνυ πολὺ τοῦ τάχους, οὗ χάριν καὶ ἡλίῳ ἵππος ἀνάκειται καθʼ Ἡρόδοτον, τὸν τοῦ πτερωτοῦ Πηγάσου μῦθον συγκροτεῖ παρὰ τοῖς μεθʼ Ὅμηρον. Συντελεῖ δὲ καὶ εἰς τὴν τοῦ ἵππου ἐτυμολογίαν. ἵππος γὰρ λέγεται παρὰ τὸ ἵπτασθαι ποσί. διὸ καὶ ἐν δυσὶ πι γράφεται, οὐ μὴν ἐν ἑνὶ κατὰ τὸ ἶπος, ἡ παγὶς τῶν μυῶν. Σημείωσαι δὲ καὶ τὸ “ῥαίνοντο” οὐκ ἐπὶ ὑγροῦ ἀλλὰ κόνεως ῥηθέν. Τίς δὲ ἡ διαπρύσιος βοή καὶ πόθεν γίνεται, δεδήλωται ἀλλαχοῦ. Ὅτι Ἕκτωρ, ὡς ἐνόησε τὸν βασιλέα νόσφι κιόντα, ἐνεκελεύσατο τοῖς περὶ αὐτὸν συνήθως ἀνδρείους τε εἶναι καὶ μνησθῆναι ἀλκῆς, ἧς ἐξελάθοντο, σεμνολογήσας καὶ τὸν βασιλέα ἐν τῷ εἰπεῖν, ὡς οἴχεται ἀνὴρ ᾤριστος, ἐμοὶ δὲ μέγα εὖχος ἔδωκε θεός, οὐχʼ ὅτι αὐτὸς τὸν βασιλέα ἔβλαψέ τι, ἀλλʼ ὅτι αὐτὸς ἀνδραγαθήσει τοῦ τηλικοῦδε βασιλέως ἀπελθόντος. Πιστὸς δὲ ὁ διὰ τὸν βασιλέα λόγος τοῦ πολεμίου προσειπόντος ἐκεῖνον ὑπερθετικῶς μετὰ καὶ ἄρθρου τὸν ἄριστον ἄνδρα. Εἶτα ἐπάγων ὁ Ἕκτωρ ἀξίωσιν ὀτρυντικὴν εἰς ἔριν φησὶν “ἀλλʼ ἰθὺς ἐλαύνετε μώνυχας ἵππους Δαναῶν, ἵνα ὑπέρτερον εὖχος ἄρησθε”, νικήσαντες δηλαδή. Καὶ οὕτως εἰπὼν “ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου”. Ἐνεργὸς γὰρ παρὰ τῷ ποιητῇ καὶ δραστήριος καὶ τῷ ὄντι ἀνυστικὸς πᾶς λόγος στρατηγικὸς διδάσκοντι τοῖς ἄρχουσιν ὑπακούειν. Τὸ δὲ “νόσφι κιόντα” εὐφήμως ῥηθὲν ἐπὶ ἀναχωρήσεως ταὐτόν ἐστι τῷ οἰχόμενον, διὸ ἐπήγαγε τὸ “οἴχετʼ ἀνὴρ ὤριστος”. ἡ δὲ λέξις αὕτη καὶ ἐν ἄλλοις κεῖται. Τὸ δὲ “νόσφι” μάχης ἄνευθεν ἀνωτέρω ἔφη. Τὸ δὲ εὖχος ὡς καίριον δὶς εἴρηται, ταὐτὸν ὂν τῷ κῦδος. διὸ ἐνταῦθα μὲν “εὖχος ἄρησθε” φησὶν “ὑπέρτερον”, ἀλλαχοῦ δὲ “ἠράμεθα μέγα κῦδος”. Ἐν δὲ τῷ “ἵππους Δαναῶν” τὸ μέτρον ταράσσει τὴν σαφήνειαν. τὸ γὰρ ὀρθόν· ἀλλὰ τοὺς ἵππους ἡμῶν ἐλαύνετε ἰθὺς Δαναῶν, ἀντὶ τοῦ ἐπʼ εὐθείας καὶ ἀντικρύ, ὅπερ ἀλλαχοῦ καὶ δίχα τοῦ σ ἰθὺ λέγεται. Ὅτι “ὡς ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας σεύῃ ἐπʼ ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι, ὣς ἐπʼ Ἀχαιοῖσι σεῦε Τρῶας μεγαθύμους Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ. αὐτὸς δʼ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει”, ὅ ἐστι περιφραστικῶς προεμάχετο, “ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ, ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει”. Καὶ ὅρα, ὡς οὐκ ἄλλως ὁ Ἕκτωρ ἠρίστευσεν, εἰ μὴ ὁ Ἀγαμέμνων ᾤχετο. καὶ ὅτι οὐκ ἐπὶ ἀνδρίᾳ τοὺς Τρῶας, ἀλλὰ θρασύτητι ἐξαίρει. οὐ γὰρ αὐτοὶ λέοντες ἢ ἀγρότεροι σύες, ἀλλὰ ταῦτα μὲν οἱ φεύγοντες Ἀχαιοί, οἱ Τρῶες δέ, ὡς καὶ ἐν τοῖς ἑξῆς μετʼ ὀλίγα ἑτέρα δηλώσει παραβολὴ “κύνες ἀναιδεῖς”. Ἀργιόδοντες δὲ οἱ ὀξυόδοντες, οἷς ἀργοὶ ὀδόντες, ὅ ἐστι ταχεῖς, θοοί, καὶ μεταληπτικῶς ὀξεῖς. Σεύειν δὲ τὸ παρακινεῖν καὶ παρορμᾶν, ἤδη δὲ καὶ ὀρίνειν. καιρία δὲ αὕτη λέξις ὡς ἐν ποιήσει, διὸ καὶ δὶς ἐνταῦθα κεῖται. Τὸ δὲ “ἐπʼ ἀγροτέρῳ συΐ” ἀσφαλὲς ἦν καὶ κατὰ αἰτιατικὴν εἰπεῖν ἀγρότερον σῦν, ὅ ἐστιν ἄγριον, ὅν, ὡς καὶ προεδηλώθη, συνθέτως οἱ νεώτεροι σύαγρόν φασιν ὡς ὄναγρον. ὥσπερ δὲ Αἰτωλός Αἰτώλιος ἐπὶ τοῦ αὐτοῦ σημαινομένου καὶ ἄμφω, οὕτω καὶ κάπρος κάπριος, ὁ πρὸς θήλειαν σῦν διαστελλόμενος. Τὸ δὲ “ἐπʼ Ἀχαιοῖσι σεῦε Τρῶας”, ἀντὶ τοῦ ἐφώρμησε τοῖς Ἕλλησι καὶ κατʼ αὐτῶν ἐκίνησε. πολλαχοῦ γὰρ ἡ ἐπι πρόθεσις ἰσοδυναμεῖ τῇ κατα. Πρώτους δὲ κἀνταῦθα τοὺς πρωταγωνιστὰς καὶ προμάχους λέγει. Τὸ δὲ “μέγα φρονέων” μετʼ ὀλίγα καὶ ἐπὶ κάπρων ἐρεῖ κατὰ ἰδέαν γλυκύτητος. Ἡ δὲ κατὰ τὴν ἄελλαν παραβολὴ πάνυ σεμνοτέρα οὖσα ἤπερ ἡ κατὰ τοὺς Τρῶας τὸ τοῦ Ἕκτορος ὀξυκίνητον εἰς μάχην παραδηλοῖ καὶ τὴν ἄνωθεν ἐκ Διὸς ὑπὲρ αὐτοῦ ῥοπήν, διʼ ἥν, ὡς ἐκεῖθεν καθαλλόμενος, οὐ φορητὸς ἐνσκήπτει τοῖς Ἀχαιοῖς. Τὸ δὲ ἐνέπεσεν ἀντὶ τοῦ ἐνέβαλε, συνέμιξε, καὶ ἐν τοῖς ἑξῆς δὲ ὁμοίως καθʼ ὑπερβατὸν κείσεταί τι τοιοῦτον. τὸ μέντοι μετʼ ὀλίγα “ἐν νήεσσι πέσον Ἀχαιοί” οὐ τοιοῦτόν ἐστιν, ἀλλʼ ἀντὶ τοῦ ἀπέθανον λέγεται. Ἄελλαν δὲ ὑπεραέα οὐ μόνον τὴν ἄγαν πνέουσαν λέγει, ἀλλὰ καὶ τὴν ὕπερθεν, ὅ ἐστιν ὑψόθεν, ὁποῖός τις καὶ ὁ βορρᾶς ἐξ ὑψηλοῦ καταπνέων καὶ αὐτός. Ἢ καὶ ἄλλως εἰπεῖν, ὑπεραής, ἡ ἄνωθεν ὡς ἐν καθέτῳ καθαλλομένη, ὅ ἐστι καταφερομένη τῆς γῆς, σφοδρὰ οὖσα καὶ ἀπαραφύλακτος, ὁποῖοί τινες καὶ οἱ στρόβιλοι. διὸ καὶ τὸ ἐνέπεσε θαυμασίως εἴρηται καὶ τὸ καθαλλομένη. Τὸ δὲ ἶσος οὐδʼ ἐνταῦθα ποσότητα δηλοῖ, ἀλλὰ πολλὴν ὁμοιότητα, εἴληπται γὰρ φανερῶς ἀντὶ τοῦ ὅμοιος. Πόντος δὲ ἰοειδὴς οὐ μόνον ὁ μέλας καὶ ἄνθους ἴου εἶδος ἔχων, ἀλλὰ καὶ ὁ πλατὺς καὶ ἀνεπιπρόσθητος τῇ ὄψει, διʼ οὗ ἔστιν ἰέναι ἀκωλύτως τὸ βλέπειν, ὡς ἔν τινι παραβολῆς νοήματι δηλοῖ ὁ ποιητής. Ἐκ δέ γε τοῦ ῥηθέντος ἄνθους τοῦ χαμαιΐου καὶ νεφέλη κατά τινα ποιητὴν ἕτερον ἰοειδής, ἤτοι μέλαινα. Ὅτι ἐπὶ μὲν Ἀγαμέμνονος ἀριστεύοντος Μούσας ῥητῶς ἐκάλεσεν εἰς ἀφήγησιν τῶν πιπτόντων, καθὰ προγέγραπται, ὡς ἐπὶ μεγάλῳ τινὶ ἔργῳ. ἐνταῦθα δʼ ἐπὶ Ἕκτορος ἑαυτὸν ἐρωτᾶν δοκῶν ὁ μουσοτραφὴς ποιητής φησιν “ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον ἐξενάριξεν Ἕκτωρ, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε”, τουτέστιν, ὅτε κατὰ τὸ εἱμαρμένον εὐτυχῶς ἔσχε. Τοῦτο δὲ λέγει καταβάλλων τὸ τοῦ Ἕκτορος τρόπαιον καὶ τρόπον τινὰ οὐ φύσει λέγων αὐτὸν ἀριστεύειν, ἀλλὰ νόθοις ἐκ τοῦ μοιριδίου ἀγλαΐζεσθαι ἀριστεύμασιν. Ὅρα δὲ καὶ ὅτι ἀκριβῶς φιλέλλην ὢν ὁ ποιητὴς τοὺς μὲν ὑφʼ Ἕκτορος ἀναιρουμένους Ἀχαιοὺς ἐπιτρέχει ὡσεὶ καὶ τυχόντας ἀνθρώπους καὶ οὐ πολυλογεῖ ἐπʼ αὐτοῖς, ἀλλὰ μόνον ἐξονομάζει αὐτούς, ὡς ἂν τῇ βραχυλογίᾳ τὸ τῶν Ἑλλήνων ὄνειδος ἐπικρύπτοιτο, ἐπὶ δέ γε τοῦ Ἑλληνικοῦ βασιλέως πολὺν λόγον κατέτεινεν, ἄλλα τέ τινα ποιῶν καὶ γενεαλογῶν δὲ τοὺς ὑπʼ ἐκείνῳ πίπτοντας, οἷον τοὺς Πριαμίδας, τοὺς Ἀντηνορίδας, τοὺς Ἀντιμαχίδας. Ἐν οἷς ὅρα καὶ ὅτι ἀναιρεῖ μὲν καὶ ὁ Ἕκτωρ ἡγεμόνας ἐνταῦθα πλὴν οὐ σύνδυο κατʼ ἐκεῖνον, ἵνα κἀν τούτῳ ποικιλίαν τινὰ ἔχῃ ἡ ποίησις. οὐ γὰρ καθʼ ἕνα ὁ βασιλεύς, ἀλλὰ τοὺς πλείους κατὰ ξυνωρίδας ἀνεῖλε, καὶ αὐτοὺς ἀδελφούς. εἰ δὲ καὶ ἡγεμόνων ἐννέα πεσόντων ὑπὸ τῷ Ἕκτορι ἕνα μόνον ὁ ποιητὴς μετʼ ἐπιθέτου προήγαγεν εἰπὼν “μενεχάρμην Ἱππόνοον”, εἴη ἂν οὐδὲ τοῦτο δηλωτικὸν τοῦ περιφανεῖς τοὺς πεσόντας εἶναι. Ὧν ἐστι καὶ Δόλοψ, ὁμωνυμῶν τῷ παρʼ Ἕλλησιν ἐθνικῷ, καὶ Ὀφέλτιος τετρασυλλάβως πρὸς διαστολὴν ἴσως τοῦ Ὀφέλτης, ὃ τοπικόν ἐστιν, ὡς καὶ παρὰ Λυκόφρονι, καὶ Αἴσυμνος, ἐξ οὗ συγκρότησίς τίς ἐστι τῷ αἰσυμνήτης. ὁ δὲ Ἀγέλαος τῷ ἐν Ὀδυσσείᾳ μνηστῆρι ὁμωνυμεῖ, ὁ δὲ Ὦρος τῷ παρὰ τοῖς μεθʼ Ὅμηρον Ἀπόλλωνι, ὁ δὲ Ἀσαῖος οὐκ ἂν ἔχοι τὴν αὐτὴν παραγωγὴν Ἀσίῳ τῷ Τρωϊκῷ. ἡ ἆσις μὲν γὰρ ἴσως παράγει τὸν Ἄσιον ἢ ὁ Ἄσιος λειμών, ἡ ἄση δὲ τὸν Ἀσαῖον. Σημείωσαι δὲ καὶ ὅτι τὸ “τίνα πρῶτον, τίνα δʼ ὕστατον” ἀπειρίαν τινὰ ὑποδηλοῖ, ὡς μήτε ἀρχῆς μήτε πέρατος ὑπεμφαινομένων τῷ τῶν πιπτόντων ἀριθμῷ, καὶ ὡς ταὐτόν ἐστι κατʼ ἀλληγορίαν τὸ τὸν ποιητὴν τῆς Μούσης πυθέσθαι καὶ τὸ ἑαυτὸν ἐρωτῆσαι, εἴπερ Μοῦσα ἡ παρὰ τῷ ποιητῇ γνῶσις ὑπονοεῖται, καὶ ὅτι πλείων ἡ τοῦ Ἕκτορος ἀριστεία κατά τε τῶν ἡγεμόνων καὶ τοῦ ὁμίλου, εἰ καὶ Ὅμηρος τῇ μεθόδῳ σεμνότερον τὸν βασιλέα ποιεῖ. δῆλον γὰρ ὡς ἡγεμόνας μὲν ὁ Ἕκτωρ οὐκ ἐλάττους τῶν ὑπὸ τῷ βασιλεῖ πεσόντων ἀναιρεῖ, πληθὺν δὲ πλείονα. Εἰ δὲ χρὴ καὶ ἄλλως ἀκριβέστερον ἐπιβαλεῖν, εἰς μὲν τὴν τῶν ἀρίστων ἀναίρεσιν μᾶλλον τὸν βασιλέα σεμνύνει ὁ ποιητὴς ἤπερ τὸν Ἕκτορα. τοὺς μὲν γὰρ τοῦ βασιλέως διερρητόρευσε καὶ πλατικῶς ἔφρασε, τοὺς δὲ ὑφʼ Ἕκτορι πεσόντας ἡγεμόνας γοργότατα ἔφρασε πρὸς μόνον ὄνομα, ἐπὶ δέ γε τῆς πληθύος μᾶλλον ἐσέμνυνε τὸν Ἕκτορα, εἴπερ ἐπὶ μὲν τοῦ βασιλέως εἶπεν ἁπλῶς ὅτι ἐπεπωλεῖτο στίχας ἀνδρῶν ἔγχεϊ καὶ ξίφει καὶ χερμαδίοις μὴ προσθεὶς καί, εἰ ἐφόνευσέ τινας, ἐπὶ δὲ τοῦ Ἕκτορος ἔφη, ὅτι πληθὺν εἷλεν, ἤγουν ἀνεῖλεν, “ὡς ὅτε νέφεα Ζέφυρος στυφελίζει” καὶ ἑξῆς, ὡς μετʼ ὀλίγα κεῖται. σεμνὼ οὖν ἄμφω τὼ ἄνδρε καὶ οὐκ ἔστι ῥᾳδίως δοῦναι θατέρῳ τὴν κατὰ θατέρου ἐνταῦθα ὑπεροχήν. Ἰστέον δὲ καὶ ὅτι τὸ “ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον ἐξενάριξεν Ἕκτωρ” σεμνότερόν ἐστι κατʼ ἔννοιαν τοῦ “τίς δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν”. Ὅτι ἡγεμόνας μὲν Δαναῶν ἠριθμημένους τινὰς εἷλεν, ὅ ἐστιν ἀνεῖλεν, ὁ Ἕκτωρ, ἐννέα γάρ, ὡς προσεχῶς δεδήλωται, “αὐτὰρ ἔπειτα πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξει, ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων, πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δʼ ἄχνη σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς. ὣς ἄρα πυκνὰ καρήατα ὑφʼ Ἕκτορι δάμνατο λαῶν”. Καὶ ὅρα ὅπως τε τὸ δεινὸν τῆς παραβολικῆς ἐννοίας τραχείαις διόλου ὁ ποιητὴς ἔφρασε λέξεσι, καὶ ὅτι, καθάπερ εἰ ἐκ θαλάσσης ἦν ἡ παραβολή, κύμασιν ἂν ἐμέτρει τὸ τῆς πληθύος πυκνόν, οὕτως ἄνωθεν λαβὼν παραβολήν, ἐκεῖθεν καὶ τὸ πλῆθος ἐμέτρησε, παραβαλὼν αὐτὸ νεφῶν πυκνότητι. Ἰστέον δὲ ὅτι τὸ “στυφελίξει” ποιητικὴ μὲν λέξις ἐστίν, ἐκ τῶν κάτω δὲ ἄνω μετῆκται. δηλοῖ δὲ τὸ στρυφνῶς ἢ ἐστυμμένως, ὅ ἐστι στυφέως, ἑλίσσειν. Τὸ δὲ “ἀργέσταο”, εἰ μέν ἐστι κύριον ἀνέμου, προπαροξύνεται, ὡς τὸ Ἀτρείδαο, Αἰήταο, ἀπὸ εὐθείας τῆς, ὁ Ἀργέστης, εἰ δὲ ἐπίθετον Νότου ἐστί, προπερισπᾶται ὡς ἀπὸ τοῦ ἀργεστής. καὶ δηλοῖ τὸν ταχὺν ἢ τὸν λευκὸν Νότον, ὃν καὶ συνθέτως οἱ σοφοὶ Λευκόνοτόν φασι. Παρασημειοῦνται δὲ οἱ παλαιοί, ὡς οὐ δύναται παρʼ Ὁμήρῳ τὸ ἀργέστης ἀνέμου κύριον εἶναι, οὐ μόνον διὰ τὸ κακοσύντακτον, ἀλλὰ καὶ διὰ τὸ τέσσαρας ἀνέμους εἰδέναι μόνους τὸν Ὅμηρον, Νότον, Εὖρον, Βορέαν καὶ Ζέφυρον. Ὁ δὲ Γεωγράφος φανερῶς ἄνεμον καὶ τὸν Ἀργέστην οἶδεν, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη. φησὶ γοῦν ὅτι ἐναντίος ὁ Ἀργέστης τῷ Εὔρῳ ἀπὸ χειμερινῶν ὄντι ἀνατολῶν. ἀλλαχοῦ δὲ ἀπʼ ἐναντίας τοῖς ἐνταῦθα λεχθεῖσιν εἰς ταὐτὸν ἄγει Ζεφύρῳ τὸν Ἀργέστην, λέγων δυσαῆ Ζέφυρον λέγεσθαι τὸν ὑφʼ ἡμῶν καλούμενον Ἀργέστην. ὑφʼ οὗ τὰ συναγόμενα νέφη, ἀσθενῆ ὄντα, ὁ Ζέφυρος εἴωθε διασκιδνάναι. Ὅρα δὲ ὥσπερ ἐπὶ νεφῶν τὸ στυφελίζειν, οὕτω τὸ τύπτειν ἐπὶ λαίλαπος ἐλέχθη ἐμπιπτούσης ὕδατι βιαίως, ἣν βαθεῖάν φησιν ἢ ὡς βυσσόθεν ταράσσουσαν τὸ τυπτόμενον, ἢ μᾶλλον οἷα πολὺν ἀέρα ταράττουσαν καὶ εἰς βάθος ἱκνουμένην αὐτοῦ. Πολλὸν δὲ κῦμα τὸ μέγα, οὐ γὰρ ἐπὶ ἀριθμοῦ νῦν κεῖται ἡ λέξις ἀλλʼ ἐπὶ μεγέθους, ὁποῖον καὶ τὸ “πολλὸς γάρ τις ἔκειτο”, ἀντὶ τοῦ μέγας. Τὸ δὲ “τρόφι” ἀντὶ τοῦ τρόφιμον, ἤτοι στάσιμον, πεπηγός, ὡς καὶ τοῦ τρέφειν, καθὰ καὶ προεδηλώθη, ἐπὶ τοιαύτης τιθεμένου σημασίας, ἐπειδὴ συνέχει τὸ σῶμα καὶ συμπήγνυσιν ἡ τροφή. Ἀποκοπὴν δὲ ἔχει τὸ τρόφι ἐκ τοῦ τρόφιμον ὡς ἀπὸ τοῦ κρίμνου τὸ κρῖ. Ἄλλως γὰρ οὐδὲν ὄνομα οὐδέτερον Ἑλληνικὸν εἰς ἰῶτα λήγει δίχα τοῦ μέλι καὶ τοῦ τί. Πρόσκειται τὸ Ἑλληνικὸν διὰ τὸ πέπερι καὶ τὸ σίνηπι καὶ τὸ σέσελι καὶ τὸ κόμμι καὶ τὸ κοῖφι. ταῦτα γὰρ οὐχʼ Ἑλληνικά, ξενικὰ δέ, ὥς φασιν οἱ παλαιοί. Ἰστέον δὲ καὶ ὅτι οἱ μεθʼ Ὅμηρον ῥήτορες ἄλλως τρόφιμον καὶ τρόφιν τὸν ὑπό τινος ἐκτραφέντα φασίν, ὃν καὶ θρεπτόν τινες ὀνομάζουσι. τοιοῦτον τὸ λόγου εἰπεῖν τινα ἢ Μουσῶν τρόφιμον καὶ “ἱερὸν τρόφιν Ἐννοσιγαίου” καὶ τὰ τοιαῦτα. Εἰσὶ δὲ αὐτὰ ἐλευθέρων, δοῦλοι μέντοι τραφέντες ἐν οἰκίαις δεσποτῶν οὐ τρόφιμοι καλοῦνται, ἀλλὰ δεσπόσυνοι ἢ δεσπόσιοι, ὡς ὑπὸ τῶν παλαιῶν παραδέδοται. Τὸ δὲ “κυλίνδεται” σύνηθες ἐπὶ κυμάτων λέγεσθαι, ἅπερ ὁ τῷ Ζεφύρῳ οἰκεῖος Βορρᾶς κινεῖ. ἐκεῖνος γὰρ ταῦτα κυλίει, ὥσπερ ὁ Νότος ὠθεῖ, καθὰ δηλοῖ καὶ ἡ Ὀδύσσεια. Πρωτότυπον δὲ κυλίνδρου τὸ κυλίνδειν ἐστίν. Ἀεὶ δέ, ὡς καὶ προεφάνη, τὸ κυλίνδω παρʼ Ὁμήρῳ βαρύνεται, καθὰ καὶ τὰ τούτου σύστοιχα. τῶν τινες δὲ μεθʼ Ὅμηρον κυλινδῶ περισπωμένως λέγοντες ἀκόλουθον καὶ τὴν ἐξ αὐτοῦ ποιοῦνται κίνησιν. Ἄχνη δὲ καὶ νῦν τὸ λεπτότατον τοῦ κύματος, ἤγουν ὁ ἀφρός, ἐκ τοῦ α στερητικοῦ καὶ τοῦ ἔχειν, ἡ μὴ συνεχὴς ἀλλὰ σκορπιζομένη, ὡς δηλοῖ τὸ “ὑψόσε δʼ ἄχνη σκίδναται”. Ἀναλογοῦσι δὲ πρὸς τὸ ἄχνη ἡ πάχνη, ἡ λάχνη, σὺν ἄλλοις δὲ καὶ ἡ μυσάχνη, ταὐτὸν δʼ εἰπεῖν, ἡ μυσαρά, ὡς ἀπὸ τοῦ μυσάττω, οὗ παρακείμενος μεμύσαχα, ὅθεν μυσάχνη πλεονασμῷ συνήθει τοῦ νυ. Πολύπλαγκτος δὲ ἄνεμος ὁ μὴ ἀεὶ μένων ἐν ταὐτῷ. διὸ καὶ τοὺς κατὰ νοῦν ἀστάτους ἀνεμιαίους φαμέν. Ἐκ δὲ τῆς ἐνταῦθα ἰωῆς, ὅ ἐστι πνοῆς, ᾗ καὶ αὐτῇ δύναται συμβιβάζεσθαι τὸ πολύπλαγκτος, γίνεται ἡ ἐν Ὀδυσσείᾳ ἰωγή. Σημείωσαι δὲ καὶ ὅτι ἐν τῇ ῥηθείσῃ παραβολῇ δεξιῶς ὁ ποιητὴς νέφεσιν εἴκασε τοὺς Ἀχαιούς, οἳ τῷ βασιλεῖ μὲν οἷά τινι Νότῳ θετέον ἢ ἑτέρῳ τινὶ ἀνέμῳ συνάγονται πυκνούμενοι, ὡς ἂν εἴη ἐκεῖνος καὶ νεφεληγερέτης τρόπον τινὰ καὶ ὅμοιος καὶ κατὰ τοῦτο Διΐ, Ζεφύρῳ δὲ ὥσπερ τῷ ὑψόθεν δυναμουμένῳ καὶ ἐκ τῆς ὑψηλῆς Τροίας ἰόντι Ἕκτορι σκεδάννυνται. Διὸ καὶ ἐν τοῖς ἑξῆς πῆμα τοῖς Ἕλλησι κυλίνδεσθαι λέγεται ὁ Ἕκτωρ, ὃν πρὸ βραχέων ἀέλλῃ εἴκασεν ὑπεραέϊ ὑψόθεν καθαλλομένῃ κατά τινα, ὡς προερρέθη, Βορρᾶν. ἐξ ὑψηλοῦ γὰρ πνέει καὶ αὐτός, καθὰ καὶ ὁ Ζέφυρος ὁ καί, διὰ τὸ ἀντιπνέειν τῷ Νότῳ, σκεδάζων ἅπερ ἐκεῖνος νέφη συνήγαγε. Τὸ δὲ “πυκνὰ καρήατα δάμνατο ἀνδρῶν” περίφρασίς ἐστι τοῦ “πολλοὶ ἐφονεύοντο”. Τοῦ δὲ καρήατα εὐθεῖα τὸ κάρηαρ. Ὅτι ἐπὶ κινδύνου καλῶς ἔχει ῥηθῆναι τὸ “ἔνθα κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, εἰ μή” ὁ δεῖνα τόδε πεποίηκεν, οἷον εἰ μὴ Τυδείδην Ὀδυσσεὺς ἠρέθισεν εἰπὼν τὰ ῥηθησόμενα. Ὅτι πρὸ ὀλίγων μὲν ἐνέπεσεν ὁ Ἕκτωρ τῇ ὑσμίνῃ ἀέλλης δίκην, ἐνταῦθα δέ φησιν Ὅμηρος, ὡς μικροῦ ἂν ἐν νήεσι πέσον φεύγοντες Ἀχαιοί, εἰ μὴ τῷ Διομήδει ἐνεκελεύσατο ἀνδρίσασθαι ὁ Ὀδυσσεύς. Καὶ σημείωσαι, ὡς καὶ προεδηλώθη, δύο ταῦτα σημαινόμενα τοῦ ἐμπεσεῖν, τὸ μὲν δραστικόν, ὡς ἐπὶ Ἕκτορος, τὸ δὲ κατὰ πάθος φόβου, ὡς νῦν ἐπὶ τῶν φευγόντων Ἀχαιῶν. Ὅτι Ὀδυσσεὺς τῷ Διομήδει κέκλετο ἀμῦναι φεύγουσι τοῖς Ἀχαιοῖς, εἰπὼν “Τυδείδη, τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς”, εἰς ὃ δηλαδὴ καὶ ἔστιν ἀκοῦσαί ποθεν ἡμᾶς τὸ “μνήσασθε θούριδος ἀλκῆς”, “ἀλλά γε δεῦρο πέπον, παρʼ ἔμʼ ἵστασο. δὴ γὰρ ἔλεγχος ἔσσεται, εἴ κεν ἕλῃ νῆας κορυθαιόλος Ἕκτωρ”. καὶ δείκνυται καὶ νῦν συμφερτὴν εἶναι τὴν τῶν ἀνδρῶν ἀρετήν. Καὶ ὅρα ὅτι τε πρὸ καιροῦ μὲν ἀλογίστως ὁρμῶντα τὸν Διομήδην καὶ τοῖς ἐκ Διὸς κεραυνοῖς ἀντιβαίνοντα ὁ σοφὸς Νέστωρ ἀνέκοπτεν, ἐνταῦθα δὲ ὀκνοῦντα τὴν μάχην ὁ συνετὸς Ὀδυσσεὺς παρορμᾷ, καὶ ὅτι ἀνταπεδόθη τὸ ἶσον. ὡς γὰρ πρὸ τούτου τῷ Διομήδει ἐδέησε τοῦ Ὀδυσσέως, οὕτω νῦν Ὀδυσσεὺς ἐρεθίσας εἰς μάχην ἐκεῖνον προσεταιρίζεται. συζεύγνυται δὲ κἀνταῦθα ἀνδρία καὶ φρόνησις. Κομανὸς δέ, φασί, λέγει καθʼ ὑπεροχὴν ἐπαινεῖσθαι τὸν Ὀδυσσέα ἐνταῦθα ὑπὸ τοῦ ποιητοῦ, εἴγε ὡς ἥττονι τῷ Διομήδει ἐπιτάσσει. Ἰστέον δὲ καὶ ὅτι τὸ μὲν “τί παθόντε λελάσμεθα” καὶ ἑξῆς, ἐρεθισμός ἐστιν εἰς ἔργον σπουδαῖον. Τὸ δὲ “ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι, ἀλλὰ μίνυνθα ἡμῶν ἔσσεται ἦδος”, ὅπερ ὁ Διομήδης πρὸς τὸν Ὀδυσσέα φησί, ῥηθήσεταί ποτε ἐπὶ τῶν ἑτοίμων μὲν βοηθεῖν, οὐ θαρρούντων δέ τι ἀνῦσαι, καὶ μάλιστα εἰ τὸ θεῖον κωλύει. οὗ δηλωτικὸν τὸ “ἐπεὶ θεὸς Τρωσὶ δὴ βούλεται δοῦναι κράτος”. τὸ δὲ σχῆμα προαναφώνησις τῶν μελλόντων ἐστί. Διδάσκει δὲ ὁ λόγος, ὡς χρή τινα πράττειν τὰ παρʼ ἑαυτοῦ, εἰ καὶ τὰ τῆς τύχης ἀπʼ ἐναντίας χωρεῖ. Ὅρα δὲ καὶ ὡς ὁ συνετὸς Ὀδυσσεὺς οὐκ ἀπαρακαλύπτως ὠνείδισε τὸν ἑταῖρον, ἀλλὰ κατὰ κοινότητα. οὐ γὰρ εἶπε “Τυδείδη, τί δὴ παθὼν ἐπιλέλησαι ἀλκῆς”, ἀλλὰ τί παθόντες λελάσμεθα, ὃ δὴ λειότερον τῆς ἰδιαιτάτης ἐστὶν ἐπιτιμήσεως. καὶ ἄλλως δὲ καλῶς ἔχει τὸ “τί παθόντε λελάσμεθα”, καθότι ἄμφω τοῦτο ἔπασχον. Καὶ ὅτι μὲν ἀνεχώρει ὁ Διομήδης, αὐτὸς ἐκεῖνος βεβαιοῖ ἐν τῷ “ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι”, οἷα νῦν γε μὴ μένων, ἀλλὰ ἀναποδίζων. ὅτι δὲ καὶ ἀμφότεροι ἀνεχώρουν τῆς μάχης, δηλοῖ μετʼ ὀλίγα τὸ “ὤλεκον Τρῶας πάλιν ὀρμένω”, τουτέστιν ὀπίσω ὁρμήσαντες καὶ ἀντὶ νώτων τὰ στέρνα δείξαντες. χάρις δʼ ἐνταῦθα πλείων τῷ Ὀδυσσεῖ, ἑαυτόν τε καὶ τὸν Διομήδην προκαλεσαμένῳ ἀναμαχήσασθαι. Ἔλεγχος δὲ ἐπὶ αἰσχύνης νῦν τέθειται, καθὰ καὶ ἡ ἐλεγχεία ἐν τῷ “ἐλεγχείην καταχεύει”. καὶ τὸ ἐλέγχειν δὲ ἀντὶ τοῦ αἰσχύνειν ἐν τῷ “μὴ σύ γε μῦθον ἐλέγξῃς”. Τὸ δὲ “τλήσομαι” παρετυμολογεῖ πως τὸν τλήμονα, ἵνα λέγῃ ὁ Διομήδης, ὅτι ἔσομαί σοι ὅμοιος τῷ τλήμονι Ὀδυσσεῖ. Τὸ δὲ “μενέω καὶ τλήσομαι” ἢ ἐκ παραλλήλου ταὐτὸ νοοῦσιν, ἢ διαφοράν τινα ἔχουσιν. ἔστι γὰρ μεῖναι μέν τινα, μὴ τλῆναι δέ. πολλοὶ γὰρ μένουσι μὲν πρὸ κακοῦ τινος, ἐπελθὸν δὲ τλῆναι οὐ δύνανται, μάλιστα δὲ τοιοῦτοι, ὅσοι κατὰ τὸν Πάτροκλον θελχθέντες ἵστανται πάσχοντες, τάλανες μὲν ἀληθῶς ἐκεῖνοι, τλήμονες δὲ οὔ. Δύσελπις δὲ ὁ Διομήδης ἐστίν, οὐχʼ ὅτι τὸν Ἕκτορα δέδιεν, ἀλλʼ ὅτι ὁ Ζεύς, ὅ ἐστιν ἡ μοῖρα, Τρωσὶ βούλεται δοῦναι κράτος. Ἔνθα ὅρα καὶ τὸ “Ζεὺς Τρωσὶ δὴ βούλεται δοῦναι κράτος ἠέ περ ἡμῖν”. συντελεῖ γάρ τι καὶ αὐτὸ εἰς τὸ “Διὸς δʼ ἐτελείετο βουλή. Ὅτι πίπτει ἐνταῦθα ὑπὸ τῷ Ὀδυσσεῖ Μολίων τις ὁμώνυμος τῷ παλαιῷ Ἑλληνικῷ ἥρωϊ, καὶ Ἱππόδαμος δέ τις καὶ Ὑπείροχος, ἢ φερωνύμως πρὸς ἀλήθειαν ὄντες τοιοῦτοι, ἢ καὶ ἐξ ἐπιθέτων εἰς κύρια ἑλκόμενοι κατὰ πλάσμα, ὁποῖα, ὡς εἰκός, καὶ ἕτερά εἰσι πολλὰ παρὰ τῷ ποιητῇ ἀνιστόρητα ὀνόματα τῆς κοινότητος. Ὅτι περιφράζων τὸ ἀνεῖλόν φησιν «ἐπεὶ πολέμου ἀπέπαυσαν». Ὅτι ὡς πρὸ βραχέων κυσὶ τοὺς Τρῶας, κάπρῳ δὲ τοὺς Ἕλληνας εἴκασεν, οὕτω πως καὶ νῦν ποιεῖ. Φησὶ γὰρ περὶ Διομήδους καὶ Ὀδυσσέως «τὼ δʼ ἂν ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον», ἤγουν ἐμπέσωσιν, ὡς προγέγραπται, «ὣς ὤλεκον Τρῶας πάλιν ὀρμένω», τουτέστιν, ὡς καὶ αὐτὸ ἐρρέθη, ἐκ τοῦ φεύγειν στραφέντες, ὃ δὴ καὶ σῦς ἐν τῷ φεύγειν διωκόμενος ποιεῖ. Ἀνάπαλιν δὲ ἡ παραβολὴ αὕτη πέφρασται τῇ πρὸ ὀλίγων ῥηθείσῃ. ἐκεῖ μὲν γὰρ οἱ Τρῶες ὡς κύνες ἐπὶ συῒ καπρίῳ, ἐνταῦθα δὲ οἱ ἥρωες ὡς κάπροι ἐν κυσί. Καὶ ἄλλως δὲ εἰπεῖν, διαφορὰ τῆς παραβολῆς ταύτης πρὸς ἐκείνην, ὡς ἐκεῖ μὲν θηρητὴρ κύνας ἐποτρύνει τῷ ζῴῳ, ἐνταῦθα δὲ κάπροι διωκόμενοι κυσὶν ἐμπίπτουσι, καὶ ἐκεῖ μὲν κάπρος καὶ λέων, ἐνταῦθα δὲ δύο μόνοι κάπροι. ἔχει δέ τι καὶ σαφέστερον τῶν ἐκεῖ τὸ θηρευτὰς κύνας εἰπεῖν. τοιοῦτοι γὰρ κάπρους διώκουσιν, ὅπερ ἐκεῖ ἀξυμφανῶς διὰ τοῦ θηρητῆρος ἐσήμαινεν, ὡς τοῦ τοιούτου τοιούτους κύνας ἄγοντος. Ἐκεῖ δὲ σαφέστερον τὸ «συῒ ἀγροτέρῳ καπρίῳ» ἤπερ ἐνταῦθα τὸ ἁπλῶς κάπρους εἰπεῖν. Ὅρα δὲ καὶ ὡς κάπριον ἐκεῖ τρισυλλάβως εἰπὼν δισυλλάβως ἐνταῦθα τὴν λέξιν προήγαγε, καὶ ὅτι τὸ κυδοίμεον ὡς ἀπὸ θέματος τοῦ κυδοιμῶ. ποιητικὴ λέξις αὕτη οὐ πάνυ ἑλκυστέα εἰς λόγον πεζόν. Καὶ ὅτι τὸ μέγα φρονεῖν, ὡς καὶ προεσημειώθη, ἐπὶ ἀλόγων ἄρτι ζῴων ἔθετο κατὰ ἰδέαν γλυκύτητος, εἰ μή τις αὐτὸ ἴσως πρὸς τὸν Ὀδυσσέα καὶ τὸν Διομήδην συμβιβάσει ἐν ὑπερβατῷ σχήματι. Ὅτι Ὀδυσσέως καὶ Διομήδους ὑπομεινάντων τὴν μάχην, ἥτις αὐτοῖς ἄρτι ἐγκέκλιται μόνοις, «Ἀχαιοὶ ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον». Τὸ δὲ ἀσπασίως προσφυῶς ἔχει καὶ πρὸς τὸ ἀνέπνεον καὶ πρὸς τὸ φεύγοντες τὸν Ἕκτορα. τὸ δὲ ἀνέπνεον ἐπιλιπούσης πνοῆς ἀνάληψιν δηλοῖ, ὡς καὶ ἡ ἀναψυχὴ ψυχῆς ἀνάκτησιν ἐκ λειποθυμίας. οὕτω καὶ Ἕκτωρ μετʼ ὀλίγα ἐκφυγὼν καιρίαν πληγὴν ἄμπνυτο, τοιοῦτον καὶ τὸ «Τρῶες ἀνέπνευσαν κακότητος». Ὅτι ἄνδρας δήμου τοὺς τῆς κοινότητος λέγει πρὸς διαστολὴν τῶν ἡγεμόνων. οἱ δὲ τοιοῦτοι καὶ ὁμίλου ἄνδρες καὶ πληθύος λέγοιντο ἂν κατὰ τὸ «μίκτο δʼ ὁμίλῳ», καὶ «ἐξέλασεν ἐς πληθύν», καὶ «πληθὺν ταρβήσας», ἃ μετʼ ὀλίγα κεῖνται παρὰ τῷ ποιητῇ. Δῆλον δʼ ὡς καὶ ἐν τοῖς τοιούτοις εἰσί τινες ἀγαθοί. Διὸ καὶ Ὅμηρος ἐνταῦθά φησιν «ἀνέρε δήμου ἀρίστω υἷε δύω Μέροπος Περκωσίου». Ἰστέον δὲ ὅτι τοῦτο διχῶς ἔστιν ἀναγνῶναι. ἢ γὰρ ἀνέρε δήμου μετὰ ὑποστιγμῆς, κατὰ τὸ «ὃν δʼ ἂν δήμου τʼ ἄνδρα ἴδοι», ἢ ἀνέρε κατὰ μόνας, εἶτα δήμου ἀρίστω, ἤγουν ἀρίστους οὐκ ἐν βουλευταῖς ἀλλʼ ἐν δημόταις. Ὅτι δὲ δῆμος καὶ ὁ δημότης καινότερον λέγεται, φανεῖται ἐν τῷ «οὐ μὲν ἔοικε δῆμον ἐόντα παρὲξ ἀγορεύειν». Ὅτι ὁ ῥηθεὶς Περκώσιος Μέροψ «περὶ πάντων ᾔδεε μαντοσύνας», ἤγουν μαντικώτατος ἦν, «οὐδὲ ἑοὺς παῖδας ἔασκε στείχειν ἐς πόλεμον φθισήνορα. τὼ δέ οἱ οὔ τι πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο». Οὓς καὶ ἐσκύλευσε Διομήδης, «θυμοῦ», φησί, «καὶ ψυχῆς κεκαδών», ὅ ἐστι περιφραστικῶς ἀνελών. Διδάσκει δέ, φασίν, ὁ ποιητὴς διὰ τούτων μήτε πατράσι δεῖν εἶναι ἀπειθεῖν μήτε μαντικῆς καταφρονεῖν θανάτῳ κολάσας τοὺς ἀπειθοῦντας. Ὅρα δέ, ὥς που καὶ προερρέθη, τὸ Μέροψ ὡς ἐξ ἐπιθέτου κοινοῦ κυριολογεῖται. ὅθεν ληφθείσης ἀρχῆς τοῖς μεθʼ Ὅμηρον καὶ Ὀλυμπιονίκης τις κατὰ κυριωνυμίαν ἐκλήθη Ἄνθρωπος. οὕτω καὶ Παίων τις μετʼ ὀλίγα εὕρηται τὸ ἐθνικὸν ἰδιωσάμενος ὄνομα. Τὸ δὲ «περὶ πάντων» ἀντὶ τοῦ ὑπὲρ πάντας, περιττότερον πάντων μάντεων. εἰπεῖν γὰρ ὡς περὶ πάντων πραγμάτων ὁ Μέροψ ἐμαντεύετο, οὐκ ἂν εἴη οὔτε Ὁμηρικὸν οὔτε σπουδαῖον. Τὸ δὲ «κῆρες θανάτου» ἢ πρὸς ἐντέλειαν φράσεως εἴρηται—ἄλλως γὰρ ἡ κὴρ ἐλλιπῶς ἔχει μονάζουσα—ἢ καὶ πρὸς διαστολήν. εἰσὶ γὰρ καὶ κῆρες νόσου καὶ ἑτέρων κακῶν. Ἐν δὲ τῷ «θυμοῦ καὶ ψυχῆς κεκαδών», ὅ ἐστι στερήσας, μᾶλλον δὲ ὑποχωρῆσαι ποιήσας, ἐκ παραλλήλου ταὐτὸ δηλοῖ ὁ θυμὸς καὶ ἡ ψυχή. Τὸ δὲ «κεκαδών» ἀχρεῖον μέν ἐστι λόγῳ πεζῷ, χρόνου δέ ἐστιν ἀορίστου δευτέρου ἐκ τοῦ χάζω ἔχαδον χαδών, καὶ Ἰωνικῶς κεκαδών, ὡς τὸ λελαχών καὶ λελαβών καὶ τὰ ὅμοια. Ὅτι τὸ «ἴσας δʼ ὑσμίνῃ κεφαλὰς εἶχον» παραφράζων ἅμα καὶ διασαφῶν γοργῶς ὁ ποιητὴς ἐνταῦθά φησιν «ἔνθα σφιν κατὰ ἶσα μάχην ἐτάνυσε θεός», καθὰ καὶ προείρηται. Καὶ ὅρα ὅτι, ὥσπερ ἐκεῖ μετὰ τὴν ἰσότητα, ἥτις ἦν τὸ μηδετέρους μεμνῆσθαι φόβου, ὡς ὁ ποιητὴς ἡρμήνευσεν, ἡ τῶν Τρώων ἧττα γέγονεν, οὕτως ἐνταῦθα τῆς μάχης εἰς ἶσα τανυσθείσης εἶτα μετʼ ὀλίγα φευξοῦνται Ἀχαιοί. Σημείωσαι δὲ ὅτι τὸ κατὰ ἶσα τανυσθῆναι τὴν μάχην ἐφερμηνεύων εὐθὺς ὁ ποιητὴς ἐπάγει «τοὶ δʼ ἀλλήλους ἐνάριζον». οἱ γὰρ ἀλλήλους ἐναρίζοντες αὐτοὶ καὶ μάχην κατὰ ἶσα τετανυσμένην ἔχουσι, καὶ τὰς κεφαλὰς οἱ τοιοῦτοι ἐξισοῦνται κατὰ λόγον φιλόσοφον, εἴτε ἄνισοι πρὸς ἀλλήλους ἔφθασαν εἶναι εἴτε καὶ ἶσοι. τῇ γὰρ ἑκατέρωθεν ἀφαιρέσει τῶν ἴσων κεφαλῶν φυλάττεται ἐν ὁμοιότητι ἡ πρώην ἀναλογία τῶν στρατευμάτων. καὶ ἔστι πως καὶ τοῦτο ὁμοίϊος ἤγουν ὅμοιος πόλεμος, τὸ ἀλλήλους ἐναρίζειν καὶ μὴ ἑτεραλκῶς ἔχειν. Αὐτὸ γὰρ ἄνισον καὶ οὐχʼ ὅμοιον οἷα νίκης ἔργον. Τὸ δὲ «ἐτάνυσεν» ὡς ἐκ μεταφορᾶς εἴρηται σχοινίου, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ὅπου πεῖραρ πολέμου ἐπαλλάσσεται κατά τινα σχοίνου πέρατα. Ὅτι ἐπὶ πεζῷ προμάχῳ πεσόντι ἐρεῖ τις τὸ «πεζὸς θῦνε διὰ προμάχων εἵως», ἤγουν ἕως, «φίλον ὤλεσε θυμόν». Ὅμηρος δέ γε ψεκτικῶς αὐτὸ λέγει περὶ τοῦ Παιονίδου Ἀγαστρόφου, ὃς δέον ὂν φυγεῖν οὐκ εἶχεν ἵππους. «Οὐ γάρ οἱ ἵπποι ἐγγύς», φησίν, «ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ. τοὺς μὲν γὰρ θεράπων ἀπάνευθεν ἔχεν, αὐτὰρ ὃ πεζὸς θῦνε» καὶ ἑξῆς, ὡς ἐξετέθη. Ἰστέον δὲ ὡς ἐν μὲν τῷ «ἀγάννιφον Ὄλυμπον» φυλάττεται τὸ ἀμετάβολον τοῦ ἄγαν ἐπιρρήματος, ἤδη δέ πως καὶ ἐν τῷ «ἀγάρροον Ἑλλήσποντον», ὁ δέ γε Ἀγάστροφος τὸ κύριον, ὡς εὐφωνεῖσθαι θέλων, ἀπέβαλεν αὐτό, γινόμενος καὶ αὐτὸς ἐκ τοῦ ἄγαν ὡς οἱονεὶ ἄγαν εὔστροφος. Εἰ μὴ ἄρα ἐκ τοῦ ἀγάω γίνεται ἢ ἐκ τοῦ ἀγαίω, τὸ ἐκπλήττω, ἀποβολῇ τοῦ ἰῶτα. Τοιοῦτον δέ τι νοητέον καὶ ἐπὶ τοῦ Ἀγαμέμνων καὶ Ἀγαμήδης καὶ τῶν ὁμοίων. Ὅρα δʼ ἐν τοῖς περὶ τοῦδε τοῦ Ἀγαστρόφου πλοκὴν γραφῆς. μνησθεὶς γὰρ ὁ ποιητὴς αὐτοῦ νῦν ὡς οὐτηθέντος, εἶτα εἰπών τι περὶ Ἕκτορος, καὶ μετὰ στίχους πολλοὺς φάμενος, ὡς τὸν Ἀγάστροφον ὁ Διομήδης ἐξενάριξε σκυλευτικῶς καὶ εὐθὺς ἐπισυνάψας τέσσαρα ἔπη περὶ τοῦ Πάριδος, ἐπάνεισιν αὖθις εἰς τὸ σκύλευμα τοῦ Ἀγαστρόφου, ὃ ἐνεργῶν ὁ Διομήδης βάλλεται ὑπὸ Πάριδος. Ὅτι ἐπεὶ Ἕκτωρ ὀξὺ νόησεν, ὦρτο δὲ κεκληγὼς ἑπομένων καὶ Τρώων, «ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης, αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα· νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ. ἀλλʼ ἄγε δὴ στέομεν καὶ ἀλεξώμεσθα μένοντες». ὃ δὴ πᾶς ἂν εἴποι ἑταιριζόμενός τινα κατὰ κοινοῦ ἐχθροῦ. Καὶ ὅρα καὶ νῦν ἀνταπόδοσιν ἀσφαλείας. Ὀδυσσέα γὰρ φθάσαντα ὀτρῦναι αὖθις ὁ Διομήδης ἀντερεθίζει πρὸς μάχην. Τὸ δὲ «βοὴν ἀγαθός» δεξιῶς παράκειται τῷ «ἐρρίγησεν», ἵνα μὴ διʼ ἀνανδρίαν ὁ ἀγαθὸς μάχεσθαι Διομήδης ῥιγῆσαι φαίνοιτο, ἀλλʼ, ὡς ἐρρέθη, διὰ τὴν πρὸ ὀλίγου ῥηθεῖσαν βουλὴν τοῦ Διός. Ἰστέον δὲ ὅτι σαφήνεια ἐν τοῖς ἑξῆς τοῦ ῥιγῆσαι φαίνεται τὸ «ῥίγιον αἴ κεν ἁλώω», ῥηθὲν παρὰ Διομήδους, καὶ ὅτι τὸ «ἰδὼν ῥίγησε» γράφοντές τινες «ἰδὼν ἐνόησε» φασίν, ὡς οὐ διὰ δειλίαν πρῶτος εἶδεν ὁ ἥρως ἐπελθόντα τὸν Ἕκτορα, διὰ προσοχὴν δὲ καιριωτάτην, ὡς οὐδὲ Ὀδυσσεὺς δειλός ἐστι, τὸν Δόλωνα καὶ τὸν Ῥῆσον προσκεψάμενος. Περὶ δὲ τοῦ κυλίνδεται εἰ καὶ προερρέθη, ὅμως οὐ περιττὸν εἰπεῖν καὶ νῦν, ὡς ἀστείως ἔχει ἄρτι ῥηθὲν ὡς ἐπὶ κύματος, ὃ κυλίει Βορρᾶς ὑψόθεν καταπνέων. καὶ γὰρ καὶ Ἕκτωρ ἐξ ὑψηλοτέρων ἔρχεται, ὡς καὶ προδιείληπται, εἴπερ ἠνεμόεσσα ἡ Τροία ἐστί, καὶ ἄλλως δέ, ὑψόθεν ὡς οὐρανόθεν ἐκ Διὸς ἐπιών. οὕτω πάντοθεν ἀσφαλὲς τὸ νόημα. Σημείωσαι οὖν, ὅτι ἀέλλῃ τὸν Ἕκτορα φθάσας εἰκάσαι ὑπεραέϊ καὶ ἑρμηνεύσας τὴν ἄελλαν ταύτην ἐν τῷ εἰκάσαι Ζεφύρῳ, ὑφʼ οὗ κῦμα κυλίνδεται, λαβὼν ἐντεῦθεν ἀρχὴν μετέλαβε τὸ κῦμα κυλίνδεται εἰς τὸ πῆμα κυλίνδεται, μονονουχὶ λέγων, ὅτι τὸ παραβολικῶς κυλιόμενον κῦμα τὸ τοῖς Ἀχαιοῖς ἐπικυλιόμενον πῆμα δηλοῖ. Τὸ δὲ «στέομεν» πρωτότυπος ἐνεστὼς ποιητικῶς κατὰ τὸ ποιέομεν καὶ τὰ ὅμοια. ἐξ οὗ ἐπενθέσει τοῦ υ στεύω, παθητικὸν στεύομαι στεύεται, καὶ συγκοπῇ στεῦται, ὅπερ ἐστὶν ὑφίσταται, ἤγουν ὑπισχνεῖται, ὡς πολλαχοῦ ἐφάνη. Ὅτι συστήσας εἰς θάρρος ἑαυτὸν ὁ Διομήδης καὶ ἀφεὶς ἔγχος ἔβαλε τὸν Ἕκτορα καταστοχαζόμενος «κεφαλῇφιν, ἄκρην κὰκ κόρυθα· πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός, οὐδʼ ἵκετο χρόα καλόν. ἐρύκακε γὰρ τρυφάλεια τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων». Καὶ ὁ Ἕκτωρ πολὺ ἀνεχώρησεν. Ὦκα γάρ, φησί, «ἀπέλεθρον ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ», καὶ σκοτωθείς—τοῦτο γὰρ δηλοῖ τὸ ὀφθαλμοὺς κελαινὴ νὺξ ἐκάλυψεν—”ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ γαίης», ἤγουν ἐπὶ γῆς. Μετὰ δὲ μικρὸν ἐν ὅσῳ Διομήδης ᾤχετο λήψεσθαι τὸ ἀφεθὲν δόρυ, «τόφρα Ἕκτωρ ἄμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας ἐξέλασεν ἐς πληθύν» καὶ ἀπῆλθε, παρὰ βραχὺ πελάσας θανάτῳ. Καὶ λαλεῖ μὲν ὁ Διομήδης τὰ εἰρησόμενα. Ἕκτωρ δʼ οὐκ ἐπιστρέφεται, ἀγαπῶν εἰ καὶ σέσωσται. Ἰστέον δʼ ὅτι τὸ ἔβαλεν ἑρμηνεύων ὁ ποιητής, ὡς μὴ δηλοῦν ἁπλῶς βέλους ἄφεσιν ἀλλὰ καὶ ἐπιτυχίαν φησὶν «οὐδʼ ἀφάμαρτε», στοχασάμενος γὰρ τῆς κεφαλῆς ἔτυχεν. Οὕτω καὶ μετʼ ὀλίγα ἐρεῖ «βάλεν, οὐδʼ ἅλιον βέλος ἔκφυγε χειρός». οὕτω καὶ τὸ «πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός» διασαφῶν ἐπήγαγε τὸ «οὐδʼ ἵκετο χρόα καλόν», ὁμοίως καὶ τὸ «μίκτο δʼ ὁμίλῳ» ἑρμηνεύει ἐν τῷ «ἐξέλασεν ἐς πληθύν». Τὸ δὲ καταστοχαζόμενος τιτυσκόμενος λέγει, ὡς οὐκ ἂν φωνήσοι Καλλιόπη πεζική. Οὗ θέμα, ὡς καὶ προδιείληπται, ἀμετάβατον εἰς μέλλοντα τύκω, καὶ πλεονασμῷ τύσκω, καὶ ἀναδιπλασιασμῷ τιτύσκω. Τὸ δὲ «κεφαλῇφιν» ὁμωνυμίαν ἔφηνε. βάλλεται γάρ τις κεφαλῇφιν οὐ μόνον, ὅταν αὐτὴν ἐκείνην βληθῇ, ἀλλὰ καὶ ὅτε τὸ περὶ αὐτήν, ὡς ἐνταῦθα ἡ κυνέη. Τὸ δὲ «ἄκρην κατὰ κόρυθα» πρὸς πιθανότητα εἴρηται. εἰ γὰρ περὶ τὸ κύτος ἐνέσκηψε, διέσχεν ἂν τὸ δόρυ, ὡς ἀντερειδούσης ἔσωθεν τῆς τοῦ Ἕκτορος κεφαλῆς. Τὸ δὲ «πλάγχθη χαλκός» ἀντὶ τοῦ ἐξεκρούσθη καὶ διεξέπεσε τοῦ σκοποῦ. γλυκέως δὲ εἴρηται τὸ «πλάγχθη» ὡς ἐπί τινος ἐμψύχου. Τρίπτυχος δὲ ἡ τρεῖς πτύχας ἤτοι θέσεις ἔχουσα καὶ ὡς εἰπεῖν τριθέλυμνος διὰ στερρότητα πρὸς ἀσφάλειαν. ἔστι δὲ ἡ ταύτης παραγωγὴ ὁμοία πως πρὸς τὸ δίπτυχα, οἷον «δίπτυχα ποιήσαντες». Αὐλῶπις δὲ ἡ ὡς εἰς αὐλὸν ἀνήκουσα, ὅ ἐστιν εἰς στενὸν καὶ μακρὸν ἀπολήγουσα. κεῖται γάρ ποτε καὶ ἐπὶ τοιούτου ὁ αὐλός, ὡς ἐν τῷ «αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθε». Πάνυ δὲ κατακέχρηται, εἰ καὶ τροπικῶς, ὁ αὐλὸς ἐνταῦθα, καθὰ καὶ ἐν τῷ αὖλαξ. καὶ αὐτὴ γὰρ διὰ τὸ στενοεπίμηκες ἐκ τοῦ αὐλοῦ παρωνόμασται. καὶ μὴν αὐτὴ ἔχει τι καὶ κοιλότητος ἐκ τῆς τοῦ ἀρότρου τομῆς καί πως ἐγγίζει τῷ αὐλῷ διὰ τοῦτο μᾶλλον ἤπερ ἡ αὐλῶπις τρυφάλεια, εἰ μὴ ἄρα καὶ αὐτῇ βοηθεῖ εἰς τροπὴν ἡ κατʼ αὐτὴν κοιλότης. ὁ μέντοι ῥηθεὶς «παχὺς αὐλὸς ἀνὰ ῥῖνας» σκληρότερον τέτραπται. Τὸ δὲ «τήν οἱ πόρε Φοῖβος Ἀπόλλων» θεόθεν εἶναι καὶ τὰ καλὰ ὅπλα δηλοῖ. Καὶ παρῴδηται τὸ «τρυφάλεια» καὶ ἑξῆς ἐκ τοῦ κατὰ τὸν Κάλχαντα στίχου, ὃς θεόσδοτον ἐκείνῳ τὴν μαντικὴν εἶναι δηλοῖ. Ὅρα δʼ ἐνταῦθα ὡς τῆς κυνέης ἀποσιωπηθείσης ἀνεπλήρωσε τὸ αὐτῆς Ὅμηρος ὄνομα τρισὶν ἐπιθέτοις εἰπὼν «τρυφάλεια τρίπτυχος αὐλῶπις». Πέλεθρον δὲ ἤτοι πλέθρον μέτρον γῆς ποδῶν ρκʹ. ὅθεν ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ἀπέλεθρον τὸ μὴ ὑποπῖπτον πελέθρῳ κατὰ στέρησιν, ἢ τὸ πολυπέλεθρον κατʼ ἐπίτασιν. Τὸ δὲ «ἀνέδραμε» ταὐτὸν ἐνταῦθα τῷ ἀνεπόδισεν, ἀνεχώρησε, καὶ οὐ κοινῶς ἀντὶ τοῦ ἀνέβη κατὰ τὸ «ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος». Τὸ δὲ «μίκτο δʼ ὁμίλῳ» ἀστείως ἔχει. Διομήδης μὲν γὰρ ἑνὶ τῷ Ὀδυσσεῖ ἔμικτο καὶ οὕτω τὸν Ἕκτορα ἔβλαψεν εἰς κίνδυνον, Ἕκτωρ δὲ οὐκ ἔχει σωθῆναι, εἰ μὴ τῷ ὁμίλῳ μιχθεὶς ἐξελάσει εἰς πληθὺν ἀναδραμών. καὶ ἄλλως δὲ μυκτηρίζει, ἐὰν ὁ ἄριστος καὶ ὅλων Τρώων ἐξέχων οὕτως ἀγεννῶς ὁμίλῳ ἐμίγη. Τὸ δὲ «στῆ δὲ γνὺξ ἐριπών», ὡς μέσον ἐστὶ πτώσεως καὶ στάσεως καὶ ἀλλαχοῦ δηλοῦται. Τὸ δὲ «χειρὶ παχείῃ» ἐνταῦθα μάλιστά ἐστι καίριον. ἐχρῆν γὰρ τοιαύτῃ χειρὶ τὸν πίπτοντα ἥρωα ἐπερείσασθαι, καθὰ καί τι βάρος κίονι στερρῷ. Νὺξ δὲ καὶ νῦν συνήθως Ὁμήρῳ ἡ μὴ κατὰ πᾶσαν γῆν, ἀλλʼ ἡ καλύπτουσα τοῦδέ τινος ὄψιν σκότωσις. λέγεται δέ ποτε οὕτω καὶ ἡ ἐκ νεφῶν περὶ ἥλιον ζόφωσις. Ὅλως δὲ εἰπεῖν, νὺξ παρὰ τῷ ποιητῇ οὐ μόνον ἡ σωματικὴ δαίμων τοῦ μύθου, ἀλλὰ καὶ ἡ κοινῶς οὕτω λεγομένη, ἔτι δὲ καὶ ἡ σκοτεινὴ ἐκ νεφῶν κατάστασις ἐν ἀέρι, ναὶ μὴν καὶ ὁ τῶν ὀμμάτων σκοτισμός, ὡς καὶ ἐν τῷ περὶ Κιμμερίων λόγῳ κεῖται. Ὅτι Διομήδης φεύγοντος, ὡς ἐρρέθη, τοῦ Ἕκτορος δουρὶ ἐπαΐσσων προσέφη «ἐξ αὖ νῦν ἔφυγες θάνατον, κύον· ἦ τέ τοι ἄγχι ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο θεός, ᾧ μέλλεις εὔχεσθαι, ἰὼν ἐς δοῦπον ἀκόντων. ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας, εἴ που καὶ ἔμοιγε θεὸς ἐπιτάρροθός ἐστι». Ταῦτα δὲ εἴποι ἂν ἅπας ἡττώμενος μέν, ἀναπαλαῖσαι δὲ ὅμως ἐλπίζων καὶ καταβαλεῖν τὸν ἀντίπαλον. Καὶ ὅρα ὅπως καιρίως ὁ Διομήδης ἀνθυβρίζει τὸν ἦν ὅτε ὑβρίσαντα. Ἕκτωρ μὲν γάρ ποτε κακὴν γλήνην προσεῖπεν αὐτόν, ὁ δὲ ἄρτι φεύγοντα ἐκεῖνον ἰδὼν κύνα ὠνόμασεν, οὐ λυσσητῆρα καὶ δραστήριον, ὁποῖος ἐν ἄλλοις φαίνεται, ἀλλʼ ἐξ ἐκείνων δηλαδή, οἳ πτώσσουσιν ὑπὸ λέοντι. Τὸ δὲ «ἐρύσατο» οὐκ αὔξησιν ἔχει ὡς ἀπὸ τοῦ ῥύω, ἀλλὰ φυσικῶς ἐρρέθη ἐκ τοῦ ἐρύω, τὸ φυλάσσω. Τὸ δὲ «μέλλεις εὔχεσθαι» στοχαστικῶς εἴρηται, οὐ γὰρ εἶπεν ᾧ εὔχῃ, ἀλλʼ ᾧ μέλλεις, ἤγουν ἔοικας, εὔχεσθαι. ἄλλος γὰρ ἄλλῳ θεῶν αἰειγενετάων καὶ ῥέζει καὶ εὔχεται. δύναται δὲ εἶναι καὶ ἀντὶ τοῦ ὀφείλεις, ὡς καὶ ἑτέρωθι. Δοῦπος δὲ ἀκόντων ἐκ μέρους ἡ ἁπλῶς μάχη, μέρους δὲ τοῦ ἐν ὅπλοις πάντως κρείττονος. ἐπαινετέοι γὰρ μάλιστα οἱ αἰχμηταί, ταὐτὸν δʼ εἰπεῖν ἀκοντισταί. ἔστι δὲ δοῦπος ἀκόντων ὁ πόλεμος πρὸς διαστολὴν ἄλλων δούπων. Τὸ δὲ «ἐξανύω» ἀντὶ μέλλοντος τοῦ τελειώσω, δηλοῖ γὰρ τὸ εἰς τελευτὴν ἀγάγω. Τὸ δὲ «ἐπιτάρροθος» ὅτι πλεονασμὸν ἔχει τῆς ταρ συλλαβῆς—ἐπίρροθος γὰρ ὁ σπουδαῖος ἐπίκουρος καὶ μετὰ ῥόθου βοηθῶν—καὶ ἀλλαχοῦ δηλοῦται. Ὅτι τὸ «ἐπιείσομαι» ἀντὶ τοῦ ἐπιπορεύσομαι, ἐπελεύσομαι, ἀπὸ ἐνεστῶτός ἐστι τοῦ εἴω, καθὰ καὶ πρὸ βραχέων τὸ «ὅθι καταείσατο γῆς», ἤγουν ὅπου γῆς τὸ τοῦ Διομήδους δόρυ κατῆλθεν. ἐκ δὲ τοῦ τοιούτου εἴω, οὗ καὶ χρῆσις προσεσημείωταί που, καὶ τὸ ᾔειν ἀντὶ τοῦ ἦλθον, μέσος ὑπερσυντέλικος ἀπὸ τοῦ ἤϊα μέσου παρακειμένου. Ἰστέον δὲ ὅτι ἐν τῷ «νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὃν ἂν κιχείω», —Λέγει δὲ αὐτὸ Διομήδης—σχήματι συνήθει ἐμερίκευσεν Ὅμηρος τὸ καθόλου, καὶ ἔστιν ὅμοιον τῷ «ἀνθρώπους τίνυσθον, ὅς τις ἐπίορκον ὀμόσσει». τὸ μέντοι κοινὸν οὕτω «τῶν ἄλλων, ὃν ἂν κιχείω, καὶ “ἀνθρώπων, ὃς ἐπίορκον ὀμόσει”. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα παρὰ τῷ ποιητῇ. Ὅτι “Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο” ἐπὶ τῷ Διομήδει σκυλεύοντι τὸν προειρημένον Ἀγάστροφον “τόξα τιταίνετο, στήλῃ κεκλιμένος”, ὅ ἐστι περιεχόμενος καὶ κρυπτόμενος “ἀνδροκμήτῳ ἐπὶ τύμβῳ Ἵλου Δαρδανίδαο παλαιοῦ δημογέροντος”. Καὶ ὅρα ὅτι καὶ νῦν Ὅμηρος μνήμην τῆς ἡρωΐδος Ἑλένης παραρριπτεῖ. Σημειοῦνται γάρ οἱ παλαιοί, ὡς πολλάκις τῷ τοῦ Ἀλεξάνδρου ὀνόματι εἰς οὐδὲν κατεπεῖγον καὶ τὴν Ἑλένην προστίθησιν, ἀναμιμνήσκων τῆς αὐτοῦ ἀσελγείας τοὺς ἀκροατάς, ἢ καὶ θέλων συχνὰ μεμνῆσθαι αὐτῆς τὸν ἀκροατήν, ὡς καὶ τοῦ Ἀχιλλέως. οὐ γὰρ ἔχει Ὅμηρος μὴ φιλεῖν καὶ αὐτήν, οὐχʼ οὕτω τοῦ γένους οὐδὲ τοῦ κάλλους οὐδὲ τῶν λοιπῶν, ἃ τὴν Στησιχόρειον παλινῳδίαν πεποίηκε, ἀλλὰ καὶ ὅτι μετάμελον ἐκείνη σωφρόνως πάσχει, ἐφʼ οἷς οὐκ εὖ πεποίηκε, καὶ ὅτι ἀφορμὴ ἐπιδείξεως αὕτη μεγάλης τῷ ποιητῇ γέγονε συγκροτήσασα τηλικαύτην πραγματείαν αὐτῷ. Ὅρα δὲ καὶ ὡς ὑπεξαγαγὼν ὁ ποιητὴς τὸν βασιλέα διὰ τοῦ Κόωνος ἀπάγει νῦν καὶ τὸν Διομήδην διὰ τοῦ Πάριδος, εἶτα τὸν Ὀδυσσέα διὰ τοῦ Σώκου, καὶ ἄλλως τοὺς λοιπούς. καὶ οὕτω τῶν ἀρίστων ἀπόντων, ῥᾴων ἡ νίκη τῷ Ἕκτορι γίνεται πελάσαντι κατὰ τὴν βουλὴν τοῦ Διὸς ταῖς ναυσί. Τόξα δὲ πληθυντικῶς καὶ νῦν τὸ κατωτέρω ἑνικῶς τόξον, ὥσπερ ἀλλαχοῦ τὸ ἅρμα ἅρματα. Τὸ δὲ “τιταίνω” πρωτότυπόν ἐστι τοῦ Τιτάν Τιτᾶνος, τοῦ τε κατὰ μῦθον λαμβανομένου καὶ τοῦ κατὰ σκῶμμα, ὅπερ ἐνέφηνε καὶ ὁ κατὰ τοὺς παλαιοὺς εἰπεῖν ἄστυτος γέρων ἢ Ἀστυάναξ, ὃς δηλαδὴ οὐκ εἶχε στύεσθαι τριέμβολον, καθὰ παίζει ὁ Κωμικός. εἰ γὰρ ἐκεῖνος οὐκ εἶχε τανύσαι, ὁ ἄρα τανύσαι δυνάμενος κατὰ τὸν νοῦν ἐκείνου εἴη ἂν Τιτάν. Τὸ δὲ στήλῃ περιέχεσθαι κρύβδην τὸν Πάριν ἄοπλον ἐλλοχῶντα ἔχει τι κατὰ τοὺς παλαιοὺς ἀστεῖον σκῶμμα, εἰ νεκρὸν ἀντὶ ἀσπίδος προβέβληται, καὶ ὡς οἷά τις τὰ εἰς μάχην ἄψυχος παρὰ νεκροῦ στήλῃ ἑστὼς ποιεῖ, ἅπερ ποιεῖ. Ὅτι δὲ πρὸ τούτου καὶ ὁ Ἕκτωρ ὑπὸ τῇ αὐτῇ ἦν προγονικῇ στήλῃ, προϊστόρηται. Ἀνδρόκμητος δὲ στήλη ἡ ἐπὶ ἀνδρὶ οὐ ζῶντι, ἀλλὰ καμόντι, ὅ ἐστι θανόντι. εἰπεῖν γὰρ περὶ ἣν ἄνδρες ἔκαμον, ἀβαθές ἐστι καὶ ἀπερινόητον. ἔχει δὲ ἀμφιβολίαν εἴτε στήλῃ ἀνδροκμήτῳ συντακτέον εἴτε ἀνδροκμήτῳ ἐπὶ τύμβῳ. Στήλη δὲ κυρίως ἡ ἐκ λίθου ὡς ἀπὸ τοῦ στῶ στήσω καὶ τοῦ λᾶς ὁ λίθος, ὁ ἐκ λίθου δηλαδὴ ἀνεστηκὼς ἀνδριάς. Ἐκ δὲ τῆς τοιαύτης στήλης οὐ μόνον στηλίτης ἄρρητον ὄνομα, ἐξ οὗ στηλιτεύειν σκωπτικῶς τὸ στήλαις ἐγγράφειν τὰ κατά τινων, ἀλλὰ καὶ ὁ στῦλος τροπῇ ὁποία γίνεται καὶ ἐν τῷ ἅλμη ἁλμυρός, καὶ τηρῶ τυρός. Τὸ δὲ “κεκλιμένος”, ἀντὶ τοῦ περιεχόμενος, ὡς καὶ ἐν τῷ “λίμνῃ κεκλιμένος Κηφισίδι”, ἢ ἀντὶ τοῦ κρυπτόμενος. διὸ βαλὼν τὸν Διομήδην ἐκ λόχου ἀνεπήδησεν ἐκφήνας ἑαυτόν. Δημογέρων δὲ Ἴλος οὐχʼ ἁπλῶς γέρων τοῦ δήμου, ἤγουν ὁ τυχὼν γέρων, κατὰ τὸ “δῆμον ἐόντα”, ἤγουν δημότην καὶ ἕνα τῶν πολλῶν καὶ “δήμου ἀρίστους”, ἤγουν ὁμίλου, ἀλλὰ κατὰ τοὺς ἀλλαχοῦ ἐπὶ τοῦ Τρωϊκοῦ ὄντας τείχους. Ἐλέγοντο γὰρ οὕτω καὶ οἱ βασιλεῖς ὡς παρὰ τοῦ δήμου γέρας ἔχοντες, ἤγουν παρὰ τῷ δήμῳ γεραροί. καὶ ἔστιν ἡ λέξις αὕτη οὐ ταπεινή, ἀλλὰ σεμνὴ καὶ βασιλική, ὡς δηλοῦσι καὶ οἱ ἐν τῇ γάμμα ῥαψῳδίᾳ δημογέροντες. Ὅρα δὲ καὶ ὅτι Διομήδης καὶ Ὀδυσσεὺς ἕως καὶ παρʼ Ἴλου σῆμα τοὺς Τρῶας ἐτρέψαντο, ἔνθα καὶ Ἀγαμέμνων πρὸ ὀλίγου αὐτοὺς ἀνέστειλε. Τὸ δʼ ἐντεῦθεν δυστυχοῦσιν Ἀχαιοὶ Διομήδους βληθέντος, ὡς καὶ ἐκεῖ τοῦ βασιλέως τρωθέντος. Φράζει δὲ ὁ ποιητὴς τὸ τοῦ Διομήδους δυστύχημα οὕτω “ἤτοι ὃ μέν”, ἤγουν ὁ Διομήδης, “θώρηκα Ἀγαστρόφου ἰφθίμοιο αἴνυτο”, τουτέστιν ἀφῃρεῖτο, “ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τʼ ὤμων καὶ κόρυθα βριαρήν”. Ἀλέξανδρος δὲ προθέμενος ἀριστεύοντα τὸν Διομήδην βαλεῖν “τόξου πῆχυν ἀνεῖλκε καὶ βάλεν, οὐδʼ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός, ταρσὸν δεξιτεροῖο ποδός· διὰ δʼ ἀμπερὲς ἴος ἐν γαίῃ κατέπηκτο· ὃ δὲ μάλα ἡδὺ γελάσας ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα· βέβληαι οὐδʼ ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοι νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ὀλέσσαι”, ἢ μᾶλλον ἑλέσθαι. “οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος, οἵ τέ σε πεφρίκασι λέονθʼ ὡς μηκάδες αἶγες”. Καὶ ὅρα ὅπως ἀνόητος ὁ Πάρις κατὰ τοὺς παλαιοὺς οὕτως εἰκῇ ἐκκαλύπτων τοῖς πολεμίοις τὰ τῶν πολιτῶν ἐλαττώματα, ὅτι δηλαδὴ τὸν Διομήδην ὑπερλίαν πεφρίκασι, καὶ ὡς ἀσχημονεῖ ἐφʼ οἷς οὐδέν τι μέγα πράξας μεγάλα φρονεῖ, ὃς ἀλλαχοῦ τε φευγόντων Ἀχαιῶν ὀϊστεύσας ἵππον βάλλει μόνον, καὶ αὐτὸν τοῦ πρεσβυτάτου Νέστορος, καὶ νῦν δὲ λοχήσας καὶ βαλὼν ἕνα τινὰ οὐ μόνον οὐκ ἀναιρεῖ, ἀλλʼ οὐδʼ ἐν καιρίῳ βάλλει. Δῆλον δʼ ὅτι ὡς τὰ πολλὰ τῷ σκυλευμῷ ἀπεχθάνεται ὁ ποιητής. οὐ μόνον γὰρ νῦν ὁ Διομήδης διʼ αὐτὸν τιτρώσκεται, ἀλλὰ καὶ μετʼ ὀλίγα ὁ Εὐρύπυλος, πρὸ δʼ αὐτῶν ὁ βασιλεὺς φέρων ἀνʼ ὅμιλον τὰ τοῦ Ἰφιδάμαντος ὅπλα τιτρώσκεται ὑπὸ τοῦ ἀδελφοῦ Κόωνος. καὶ Ἐλεφήνωρ δὲ πρὸ τούτων ἐν τῇ τῆς μάχης καταρχῇ σκυλεύων πίπτει. ὅθεν καὶ ὁ σοφὸς Νέστωρ συμβουλὴν εἰσήγαγε μήτινα ἐνάρων ἐπιβάλλεσθαι, ἵνα ὕστερον ἥσυχοι συλᾶν ἔχωσιν αὐτά. Ὅρα δὲ Ὁμηρικὸν θέλημα καὶ ἐν τῷ “θώρηκα παναίολον” καὶ “κόρυθα βριαρήν”. αὐτὰ γὰρ σὺν ἐπιθέτοις ἐκθεὶς τὴν ἀσπίδα ψιλῶς ἔφρασε. Τόξου δὲ πῆχυς ἢ περιφραστικῶς τὸ τόξον ὅλον, ὅπερ χεὶρ οἷον τῷ τοξότῃ ἐστίν, ἢ τὸ ἄνω καὶ τὸ κάτω τῆς τοῦ τόξου λαβῆς, ἤγουν κέρατα ἐξ ὧν τὸ τόξον συμβέβληται, ἀφʼ ὧν πάλιν τὸ ὅλον τόξον δηλοῦται. Εἴρηται δὲ καὶ τοῦτο μεταφορικῶς κατά τινα ὁμοιότητα τῶν ἀνθρωπίνων πήχεων. ὡς γὰρ ὁ ἡμέτερος πῆχυς εἰς τὸ πλατὺ τῆς χειρὸς τελευτᾷ, οὕτως ἑκάτερα τοῦ τόξου τὰ μέρη τὸ θέναρ τῆς κρατούσης χειρὸς καὶ τοὺς δακτύλους ἔχουσιν ἀντερείδοντας ὅτε καιρὸς μεταχειρίσεως, ὡς εἶναι πῆχυν οἱονεὶ τῆς χειρὸς τοῦ τοξότου τὸ ἄνω κυρτὸν τοῦ τόξου καὶ τὸ κάτω. καὶ ἄλλως δέ, εἴγε δάκτυλοι τόξου τολμηθῶσι λεχθῆναι τὰ περὶ ἑκατέραν κορώνην, εἶεν ἂν πήχεις τὰ μετὰ τοὺς δακτύλους τούτους. Τὸ δὲ ἀνεῖλκεν ἢ περιττὴν ἔχει τὴν πρόθεσιν. οὐ γὰρ πάνυ δηλοῖ τὸν ἄνω ἑλκυσμόν, ὡς ὅτε τις ἱμονιᾷ ὕδωρ ἀνέλκει ἢ ἰχθὺν ἀγκύστρῳ, ἢ καὶ ἠρεμαίαν τινα δηλοῖ ἄνω ἕλκυσιν ὡς οἷα μὴ κατακύψαντος τοῦ Πάριδος ἐν τῷ ἑλκυσμῷ. μάλιστα δὲ ἀνέλκει ὡς ἄνωθεν ἐκ τοῦ τύμβου διοϊστεύσας κατὰ Διομήδους ταπεινοτέρου ὄντος, διὸ καὶ ὁ τοῦ ποδὸς ταρσὸς ἐκείνου βέβληται. Καὶ ἄλλως δέ, ὃς μὲν λόχον ἐσίζεται ἀνδρῶν, ἕλκει τόξον, ὃς δὲ λόχου ἀναπηδήσει κατὰ τὸν Πάριν, ἀνέλκειν αὐτὸ λέγοιτʼ ἄν. Τὸ δὲ “καὶ βάλεν οὐδʼ ἄρα μιν ἅλιον βέλος ἔκφυγεν” ἀποδεξάμενος τῆς φράσεως ὁ ποιητὴς ἢ καὶ ὡς ἐν σχεδιασμῷ διττολογῶν, παρακατιὼν πάλιν ὁμοίως ἔφρασεν ἐν τῷ “βέβληαι οὐδʼ ἅλιον” καὶ ἐφεξῆς, ὡς ἀνωτέρω κεῖται, οὐκ ἀπαξιώσας πλάσαι τὸν Πάριν λαλοῦντα, ὡς καὶ αὐτὸς δὴ Ὅμηρος ἔφρασεν, ἀλλὰ δείξας κἀνταῦθα, ὡς δυνατόν ἐστι τὴν αὐτὴν καὶ ἔννοιαν καὶ φράσιν εἰς διαφόρους ἔρχεσθαι. Ταρσὸς δὲ ποδὸς τὸ κάτω πλατύ, ἀπὸ τοῦ τέρσω, τὸ ξηραίνω. τοιοῦτον γὰρ τὸ μέρος ὀστῶδες ὄν. ὅτι δὲ καὶ ἐπὶ πτέρυγος ὀρνέων ἡ λέξις αὕτη κεῖται καὶ ἐπὶ μέρους τριήρεων, σημαίνει δέ ποτε καὶ πόλιν καὶ τάλαρον δὲ τυρῷ χρήσιμον, ἐν ἄλλοις εἴρηται. ὧν πάντων πρὸς διαστολὴν πέφρασται ταρσὸς ποδός. Δεξιτερὸς δὲ πλάττεται ποὺς πρὸς ἱστορικὴν πιθανότητα. Γίνεται δὲ τὸ δεξιτερόν ἀπὸ τοῦ δεξιά πλεονασμῷ τοῦ τ, ἵνα ἐξομοιωθῇ πρὸς τὸ ἀντίθετον ἀριστερόν. ὡς γὰρ ἐκ τοῦ ἀρίστου ἀριστερόν, οὕτως ἐκ τοῦ δεξιοῦ δεξιτερόν. Τὸ δὲ “ἐν γαίῃ κατέπηκτο” ἑρμηνεία ἐστὶ τοῦ διαμπερές, τὸ γὰρ ἄνω μὲν ἐνσκῆψαν, καταπηχθὲν δὲ εἰς γῆν, διαμπερὲς βέβληκε. Τὸ δὲ “μάλα ἡδὺ γελάσας” ὡς ἐν λόγῳ σκώμματος κεῖται. οὐ γὰρ μειδιᾷ ἡρωϊκῶς καί, ὡς εἰπεῖν, κατὰ τὸν Αἴαντα βλοσυροῖς προσώποις, ἢ καὶ ὡς Ὀδυσσεὺς πρὸ μικροῦ ἐπὶ Δόλωνος, ἀλλὰ ἐκλύτως γελᾷ. Καὶ ὅρα τὴν αὔξησιν. οὐ γὰρ μειδήσας ἔφη, ἀλλὰ γελάσας, καὶ οὐχʼ ἁπλῶς γελάσας, ἀλλὰ καὶ ἡδὺ γελάσας, καὶ οὐ μόνον, ἀλλὰ καὶ μάλα ἡδύ, καγχαλόων ὁ ἄφρων ἐφʼ οἷς, ὡς ἐρρέθη, οὐδὲν μέγα ἤνυσε. τί γὰρ μέγα, εἴπερ ἐκ λόχου ἕνα τοῦτον βαλὼν οὐ μόνον οὐκ ἀνεῖλεν, ἀλλʼ οὐδὲ ἐν καιρίῳ ἔβλαψεν; Ἐν δὲ τῷ “ἐκ λόχου ἀμπηδήσας” ἑρμηνεύεται τὸ “στήλῃ κεκλιμένος”, ὅπερ ἦν περιεχόμενος ὡς οἷον ἑτέρα στήλη ἔμψυχος τῇ παλαιᾷ συνιστάμενος. Ἴσως δὲ καὶ αὐτὸ τοῦτο κεκλιμένος ἐν αὐτῇ κατὰ νόμον λόχου, ὡς δηλοῖ τὸ ἀνεπήδησε διὰ τῆς ἀνα προθέσεως. ὁ γὰρ ἀναπηδῶν ἐξ ὑφιζήσεως ἀναπηδᾶν ἔοικε. Δοκεῖ δὲ τὸ “ἐκ λόχου ἀμπήδησε” καὶ ὡς οἷον ἐτυμολογικόν τι τοῦ λόχου εἶναι. ὁ γὰρ ἀναπηδήσας δῆλον ὅτι ἐλέγετό πως, ἤγουν ἔκειτο ἢ ἐκάθητο, ὡς παρῆχθαι τὸν λόχον ἐκ τοῦ τοιούτου ῥήματος, ἵνα ᾖ λοχᾶν τὸ ὑποκαθῆσθαι ἐνεδρευτικῶς. Τὸ δὲ “βέβληαι οὐδʼ ἅλιον βέλος ἔκφυγεν” ἐλλιπῶς ἔχει τοῦ χειρός, οἷα τοῦ Πάριδος ἐπιτρέχοντος οἷς λέγει. ἀνωτέρω δʼ ἐντελῶς ἔχει τὸ “οὐδʼ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός”. Τὸ δὲ “ὡς ὄφελόν τοι” καὶ ἑξῆς, ὁμολογία ἐστὶ τοῦ Πάριδος, ὡς προθεμένου μὲν ἀνελεῖν τὸν ἥρωα, οὐκ εὐστοχήσαντος δέ, ὥς που καὶ ἄλλοτε φευγόντων Ἑλλήνων ἵππον ἐρρέθη ἀντὶ ἀνδρὸς βαλεῖν οὐκ ἐπιτυχῶς. Τὸ δὲ “ἐξελέσθαι θυμόν” ἢ ἀντὶ τοῦ ἁπλῶς ἐκβαλεῖν καὶ ἀφελεῖν, ἢ καὶ ἀντὶ τοῦ τὸ ἐξαίρετον ἐν ἀνθρώποις λαβεῖν. Εἰ δὲ γράφεται “ἐκ θυμὸν ὀλέσσαι” συγκροτεῖ τὴν γραφὴν Εὐριπίδης ἐν τῷ “Ἕκτορός τʼ ἀπόλλυται ψυχή”. Τὸ δὲ “καὶ Τρῶες” ἢ περιττὸν ἔχει τὸν σύνδεσμον ἢ κοινοποιεῖται καὶ αὐτὸ τὴν κακότητα. Τὸ δὲ “ἀνέπνευσαν” πολλὴν ἀγωνίαν τῶν Τρώων δηλοῖ κακῶς διακειμένων, ὡς μηδὲ δύνασθαι ἀναπνεῦσαι, καθὰ πρὸ μικροῦ Ἕλληνες φεύγοντες ἀνέπνεον. Καὶ ἡ ῥηθεῖσα δὲ παραβολὴ τὸ “φρίσσουσιν ὡς λέοντα αἶγες” πάνυ πολλὴν ἑρμηνεύει ἀγωνίαν Τρωϊκήν. Ἔστι δὲ καὶ νῦν τὸ ἀνέπνευσαν ἀντὶ τοῦ ἀνεζωώθησαν, πνοὴν πάλιν σχόντες, καθὰ καὶ προγέγραπται. Τὸ δὲ “κακότητος” ἀσφαλείας χάριν κεῖται, ἵνα λέγῃ ὅτι εἰς καθαρὰν ἀναπνοὴν κατέστησαν οἱ κακῶς ἔχοντες. ἄλλως γὰρ καὶ οἱ εὐτυχῶς ζῶντες ἐξ ἅπαντος ἀναπνέουσι. Τὸ δὲ “λέοντα ὡς μηκάδες αἶγες” γοργῶς ἐφράσθη, ὡς ὁ καιρὸς ἐπεμέτρει. Τὸ δὲ “μηκάδες” μίμημα ὂν φωνῆς ἁρμόζει οὐ μόνον ἐπὶ αἰγῶν, ἀλλὰ καὶ ἐπὶ κεμάδος, ὡς προερρέθη, καὶ λαγῳοῦ. Ὅτι καὶ βληθεὶς ὁ Διομήδης ὑπὸ Πάριδος καὶ ἀκούσας, ἃ ἤκουσεν, ὅμως γενναῖα φρονεῖ καὶ τὸ ἐκείνου καταβάλλει φρόνημα λαλήσας ἑαυτοῦ ἄξια. εἰ δὲ ὕστερον ὑποχωρεῖ τῆς μάχης, καινὸν οὐδέν, ἤχθετο γὰρ κῆρ ἐπειγούσης ὀδύνης. Φησὶ γοῦν ὁ ποιητὴς “τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης· τοξότα λωβητήρ, κέρᾳ ἀγλαὲ παρθενοπῖπα· εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης, οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί. νῦν δέ μʼ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὕτως. οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων. κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο. ἦ τʼ ἄλλως ὑπʼ ἐμεῖο καὶ εἴ κʼ ὀλίγον περ ἐπαύρῃ, ὀξὺ βέλος πέλεται καὶ ἀκήριον αἶψα τίθησι. τοῦ δὲ γυναικὸς μὲν ἀμφίδρυφοί εἰσι παρειαὶ παῖδες δʼ ὀρφανικοί. ὃ δὲ αἵματι γαῖαν ἐρεύθων πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες”. ὃ παράφρασις διασαφητική ἐστι τοῦ ἐν ἄλλοις ῥηθέντος, ὡς οἱ ἐν πολέμῳ κείμενοι οἰωνοῖς ἦσαν φίλτεροι ἠὲ γυναιξί. Καὶ τοιοῦτον μὲν τὸ κατὰ τὸν Διομήδην χωρίον, ἐν ᾧ μεγαλόφρων ὁ ἥρως φαίνεται καὶ ἀληθῶς κρατερός, ὃς οὔτε πληγὴν τὸ περὶ αὐτὸν τραῦμα καλεῖ, καὶ ἐν ἀκμῇ δὲ τοῦ πάσχειν ὢν πειραθῆναι σὺν τεύχεσιν ἐθέλει τοῦ πολεμίου, καὶ τρόπον τινὰ προκαλεῖται τὸν βαλόντα εἰς τὸν κατὰ συστάδην πόλεμον, ὡς οἷα λογισμὸν καὶ αὐτὸς ἔχων ὁποῖον ὁ ῥηθησόμενος Ἀγαμέμνων παρὰ τῷ Σοφοκλεῖ. Τῶν δὲ τοῦ ῥηθέντος χωρίου νοημάτων τὸ “εἰ μὲν δὴ ἀντίβιον πειραθείης, οὐκ ἄν τοι χραίσμῃ βιός” ῥηθείη ἂν παρά τινος πρὸς τὸν πόρρωθεν λοιδοροῦντα ἢ ἄλλως κακουργοῦντα. Ὁ δὲ ὑβριζόμενος πρός τινος ἢ βλαπτόμενος, μὴ ἐπιστρεφόμενος δέ, εἴποι ἂν τὸ “οὐκ ἀλέγω ὡς εἴ με γυνὴ βάλῃ ἢ πάϊς ἄφρων· κωφὸν γὰρ βέλος” καὶ ἑξῆς, ὃ δὴ καὶ ὡς γνωμικόν ἐστι. Τὸ δὲ “ἀμφίδρυφοι παρειαί” καὶ ἑξῆς, οἰκεῖον ἐπὶ ἀνδρὸς ἀριστέως ἐν μάχῃ πεσόντος, ᾧ γυνή τε ἦσαν καὶ παῖδες. καὶ τοιαῦτα μὲν ταῦτα. Τὸ δὲ “τοξότα λωβητήρ” οὐχʼ ἁπλῶς ὕβρις ἐστί. τοξότης γὰρ καὶ Ἀπόλλων καὶ Ἄρτεμις καὶ τῶν ἡρώων οἱ κράτιστοι, Ἡρακλῆς, Ἴδας, Εὔρυτος, καὶ κατὰ Τροίαν Φιλοκτήτης, Τεῦκρος, Μηριόνης. ἀλλʼ ὑφʼ ἓν νοητέον “τοξότα λωβητήρ”, ἵνα λέγῃ ὦ φαῦλε τοξότα, ταὐτὸν δὲ εἰπεῖν, ὦ ἀχρειῶν τὴν τοξικήν, καὶ κατὰ τὸν λόγιον Κωμικὸν φάναι, “λωβητὰ τέχνης”, τῆς εἰρημένης δηλαδή. Τοιαῦτα δὲ καὶ ἕτερα παρὰ τῷ ποιητῇ προεφάνη ἐν παραθέσει λέξεων ἔχοντα τὴν ὑφέν. Τινὲς δὲ ἰδίᾳ λέγοντες τὸ “τοξότα” φασὶν οὐκ ἐν γενναίοις τίθεσθαι τοὺς παλαιοὺς τὸν τοξότην. διὸ καὶ ᾔδεσαν μὲν τοξεύειν οἱ ἄριστοι, προετιμῶντο δὲ τὴν σταδαίαν μάχην. ὁ γοῦν Ὀδυσσεὺς διὰ πάσης τῆς Ἰλιάδος τόξον ἅπαξ χειρίζεται κατὰ τὴν νυκτεγερσίαν. Τὸ δὲ “κέρᾳ ἀγλαέ” οἱ μὲν ἀντὶ τοῦ τόξοις ἀγλαϊζόμενε, ἵνα λέγῃ κέρατα τοὺς προρρηθέντας πήχεις τοῦ τόξου, οἵπερ εἰσίν, ὡς ἐδηλώθη, συμβεβλημένα κέρατα. Οἱ δέ φασι τὸ “κέρα ἀγλαέ”, ἀντὶ τοῦ κάλλιστε τὴν τρίχα, καὶ τοῦτο οὐχʼ ἁπλῶς, ἀλλʼ ἐπὶ ἀπάτῃ παρθένων. ἄλλως γὰρ καθʼ αὑτὸ οὐδὲ τὸ κομᾶν κακόν, ὡς οὐδὲ τὸ τοξεύειν, εἴγε καὶ οἱ Ἕλληνες καρηκομόωντες γράφονται καὶ ὁ Ἀπόλλων ἀκερσεκόμης καὶ τὸ τῶν γυναικῶν δὲ ἠΰκομον εἰς ἐπαίνου λόγον ἐστὶν αὐταῖς. Διὸ καθάπερ τὸ “τοξότα λωβητήρ”, οὕτω καὶ τοῦτο ὑφʼ ἓν ἀναγινώσκουσι “κέρα ἀγλαὲ παρθενοπῖπα”, ἤγουν κομῶν ἐπὶ τῷ παρθένους ὑπάγεσθαι. ὅτι δὲ καλὴ κόμη τῷ Ἀλεξάνδρῳ καὶ ἐπαφρόδιτος προμεμαρτύρηται. Οἱ δὲ ταῦτα οὕτω λέγοντές φασι καί, ὡς κέρας ἐστὶν ἡ ἐμπλοκὴ τῶν τριχῶν, καθὰ παρʼ Ἀθηναίοις ὁ κρωβύλος, ὃς τῶν εὐγενῶν καὶ ἰθαγενῶν ἦν δεῖγμα. Ἡρῳδιανὸς δὲ λέγει, ὅτι κέρας ἐπὶ τριχὸς μάλιστα ἐπὶ βοῶν καὶ ἄλλων θηρίων λέγεται. καὶ ἕτεροι δὲ σπανίως φασὶν ἐπὶ τριχὸς ἀνθρώπου τὸ κέρας λέγεσθαι, κυρίως δὲ κόμην καὶ τρίχα καὶ πλοχμὸν καὶ ἔθειραν. Οἱ δὲ περὶ Ἡρόδωρον καὶ Ἀπίωνα καὶ τοιαῦτά φασιν· ἐμπλοκῆς τι γένος εἰς κέρατος τύπον ἀνεπλέκοντο οἱ παλαιοί, καὶ διὰ τοῦτο οὕτως ἐκάλουν αὐτό. καὶ ἄλλα δὲ ἦσαν τριχῶν κοσμήματα. ὁ γοῦν Σώφρων φησί που, “κορώνας ἀναδούμενοι”, καὶ Ἀθηναῖοι τέττιγας ἀνεπλέκοντο, καὶ παρʼ Ὁμήρῳ πλοχμοί τινες χρυσῷ καὶ ἀργύρῳ ἐσφήκωντο. Ἀριστοτέλης δέ, φασί, κέρᾳ ἀγλαὸν εἶπεν ἀντὶ τοῦ αἰδοίῳ σεμνυνόμενον, ἐπὶ τοιούτου σημαινομένου τὴν λέξιν ἐκεῖνος νοήσας. Καὶ ἔοικεν ὁ σκορπιώδης τὴν γλῶσσαν Ἀρχίλοχος ἁπαλὸν κέρας τὸ αἰδοῖον εἰπὼν ἐντεῦθεν τὴν λέξιν πορίσασθαι. Παρθενοπίπης δὲ ὁ τὰς παρθένους ὀπιπτεύων, ὅ ἐστιν ἐπιτηρῶν οἷα γυναιμανής, ὡς προέσκωπται, ὡς καὶ γυναικοπίπης ὁ τὰς γυναῖκας. πρὸς ὃ παίζων ὁ Κωμικὸς πυρροπίπην σκώπτει τινὰ ὡς ὀπιπτεύοντα τοὺς πυρρούς. Τινὲς δέ φασιν καὶ ὅτι παρθενοπίπην τὸν Πάριν εἰπὼν πικρῶς κατηγόρησεν, εἴπερ μὴ μόνον γυναιμανής ἐστιν, ἀλλὰ καὶ μέχρι τῶν κατακλείστων παρθένων τῇ ἀπάτῃ φθάνει. Ἕτεροι δὲ παρθενοπῖα γράφουσιν, ὅ ἐστι παρθένοις ἐοικὼς τὴν ὄψιν. ἐπαφρόδιτος γὰρ ὁ Πάρις, ὡς εἴρηται, καί, ὡς ὁ ποιητής φησι, θεοειδής. Τὸ δὲ “εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης” καὶ ἑξῆς, παραφράζων ὁ φιλόμηρος Σοφοκλῆς ἐν τοῖς τοῦ Ἀγαμέμνονος πρὸς τὸν Τεῦκρόν φησι τὸ “μέγʼ ἄν τι κομπάσειας ἀσπίδʼ εἰ λάβῃς”. ὃς καὶ τὸν τοξότην ἐξευτελίζων Ὁμηρικῷ ζήλῳ, ἦν δὲ ὁ τοξότης ὁ Τεῦκρος, φησὶν “ὁ τοξότης ἔοικεν οὐ σμικρὰ φρονεῖν”, οὐ λωβητῆρα τοξότην προσειπών, ἀλλʼ ἀρκοῦν εἰς ὕβριν λογισάμενος τὸ μόνον τοξότην ἐκεῖνον προσειπεῖν. Τὸ δὲ “ταρφέες ἰοί” οὐ μόνον σκωπτικῶς πλῆθος δηλοῖ, ὡς οἷα θάμνων τινῶν τούτων ταρφέων προσπεφυκότων τῷ Πάριδι, ἀλλὰ καὶ τὴν εἰς τὸ τοξεύειν ἐμφαίνει γοργότητα, ὡς πυκνοτοξότου ὄντος τοῦ Πάριδος. Ἐπεὶ δὲ τοῦ ταρφέος ἡ ἐτυμολογία ἐκ τοῦ τρέφειν ἐστίν, εἴποι ἄν τις ἀστείως ἐνταῦθα, ὡς τῶν ταρφέων ὀϊστῶν ἡ μὲν ἐκφώνησις θρεπτική, τὸ δὲ ἔργον φθοροποιόν, ὁποῖόν τι καὶ ἐπὶ τοῦ βιοῦ φασιν οἱ παλαιοί, ὡς τῇ μὲν προφορᾷ τὸ βιοῦν δηλοῦντος, ἀποτέλεσμα δὲ ἔχοντος τὸ θανατοῦν. δῆλον δὲ ὅτι πολλοὶ ἐκ τοῦ βιοῦ παράγουσι τὸν βίον, ὡς τῶν ἀρχαίων ἐκ τοῦ τοξεύειν ζώντων. Ἐν δὲ τῷ “ἐπιγράψας” οὐ πληγὴν τὸ τραῦμα εἰπών, ἀλλʼ ἐπιγραφήν, ψεύδεται καιρίως ὁ ἀριστεύς. γέγονε μὲν γὰρ ἡ κατʼ αὐτοῦ βολὴ διαμπερὲς τὸν τοῦ ποδὸς διασχοῦσα ταρσὸν καὶ τὸ βέλος ἐν γαίῃ κατέπηκτο. αὐτὸς δʼ ἐπιγραφῆναι λέγει τὸν ταρσόν, ὅ ἐστι ξέσιν παθεῖν ἐπιπολῆς, ὅθεν καὶ οὐκ ἀλέγειν φησὶ τῆς βολῆς, ἐπικρύπτων τῷ ἐχθρῷ τὸ οἰκεῖον δυστύχημα καὶ λανθάνειν καθάπαξ βουλόμενος. διὸ καὶ τοῦ Ὀδυσσέως ἔμπροσθεν στάντος, ὡς ῥηθήσεται, ἐξέλκει τὸ βέλος. καὶ Διομήδης μὲν οὕτως οὐκ ἀληθεύει, Ἀλέξανδρος μέντοι, ὡς καὶ προείρηται, ἀνοήτως ἀληθεύει, τὰ τῶν οἰκείων ἐκκαλύπτων κακά. Ἰστέον δὲ ὅτι τὸ καὶ προδηλωθὲν γράφειν, ὅ ἐστι ξέειν, ἐξ οὗ καὶ τὸ γράβδην ἐπίρρημα, ἔστι μὲν ὀνοματοποιΐα, παράγεται δέ, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ἀπὸ τραχυφώνου ῥήματος τοῦ γρῶ, τὸ ἐσθίω, ἐξ οὗ καὶ ἡ παρὰ τῷ Λυκόφρονι γρώνη πέτρα καὶ ἡ γραῦς καὶ ἡ τοῖς ζῴοις φίλη γράστις. λειότερον δὲ αὐτοῦ τὸ γλάφειν, ὡς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν εἴρηται σαφῶς. Ἐκ δὲ τοῦ γράφειν καὶ ἄλλα μὲν παράγονται, ὡς καὶ προπέφανται, σὺν ἐκείνοις δὲ καὶ ὁ κατάγραπτος, ἤγουν, ὡς ἡ κοινὴ ὁμιλία λαλεῖ, γραμμιστός, ὃ καὶ αὐτὸ ἐκ τοῦ γράφειν γίνεται καθὰ καὶ ὁ γραπτός καὶ ἡ ἐν Ὀδυσσείᾳ Ὁμηρικὴ γραπτύς. Χρῆσις δὲ τοῦ κατάγραπτος παρὰ Ἀθηναίῳ ἐν τῷ ἀτταγᾶς, μείζων πέρδικος, ὅλος κατάγραπτος τὰ περὶ τὸν νῶτον, κεραμεοῦς τὴν χροίαν, ὑποπυρρίζων, κονιστικός, πολύτεκνος, σπερμολόγος. ὅτι δὲ ἐκ τοῦ εἰρημένου γράφειν καὶ ἡ γραμμὴ γίνεται καὶ ὁ ἐξ αὐτῆς διαγραμμισμός, δῆλόν ἐστιν. οὕτω δὲ καὶ ἡ εὐγραμμία, οἷον “ψιλαὶ Περσικαὶ ἀκριβῆ τὴν εὐγραμμίαν τῶν ἐνυφασμένων ἔχουσαι ζῴων. Τὸ δὲ «εὔχεαι αὕτως» πρὸς διαστολὴν κεῖται αὐχημάτων ἑτέρων, ἃ μὴ μάτην γίνεται. Τὸ δὲ «οὐκ ἀλέγω» ἀσυνδέτως ῥηθὲν κατὰ θυμὸν ἐνταῦθα καὶ ἀγωνίαν οὕτω προήνεκται. ἐκ γυναικὸς δὲ καὶ παιδὸς φαυλίζει ὁ Διομήδης τὴν βολήν, καθά που καὶ ὁ Νέστωρ τὴν τοῦ Ὀδυσσέως συμβουλήν, ὡς προγέγραπται. «Κωφὸν δὲ βέλος», ὡς εἴπερ ἔμψυχον ἦν, καθὰ ἔθος Ὁμήρῳ ποιεῖν, τὸ μὴ ἔχον αἴσθησιν, ἢ καὶ ἄλλως, οὗ οὐκ ἄν τις αἴσθησιν λάβῃ ἁπτικήν. γέγονε γὰρ κατὰ τοὺς παλαιοὺς ἡ μεταφορὰ ἐκ τῶν κατὰ τὴν ἀκοὴν εἰς τὴν ἁφήν. καὶ ἄλλως δέ, εἰ καλῶς ἵπποι λέγονται πληγῆς ἀΐειν, τουτέστιν αἰσθάνεσθαι, ὀρθῶς λέγοιτʼ ἂν ἐξ ἐναντίου βέλος κωφὸν τὸ ἀνεπαισθήτως ἐπελθὸν καὶ δίχα ῥοίζου, ὡς μηδὲ ἀκουσθῆναι μηδὲ ἀέρα κινῆσαι πολύν. τούτῳ δὲ τῷ λόγῳ καὶ κῦμά που λέγει κωφόν. Ἔνθα σημειοῦνται οἱ παλαιοί, ὅτι κωφὸν οὐδέποτε Ὅμηρος ἐπὶ ἐμψύχου τίθησι. Τὸ δὲ «οὐτιδανοῖο» εἰς ψόγον ἀνανδρίας ὁ ἀνδρεῖος Διομήδης φησίν, ὡς τοῦ ἀνάλκιδος ἤδη καὶ οὐτιδανοῦ ὄντος. καὶ ἄλλως δέ, ὁ μὲν ἄναλκις εἴη ἄν τις, ὁ δὲ οὐτιδανὸς οὔτις ἐστίν, ὡς μηδέν τι ὤν. Πλεονάζειν δὲ δοκεῖ ἡ δα συλλαβὴ ἐν τῷ οὐτιδανός. εἰ δὲ καὶ ἐκ τοῦ οὖτις οὔτιδος παρωνόμασται, εἰδείη ἂν Ὅμηρος ὁ τὸν ἐν Ὀδυσσείᾳ Οὖτιν παρονομάσας. Τὸ δὲ «εἴ κʼ ὀλίγον», ἀντὶ τοῦ ἐὰν ὀλίγον, διασαφεῖ καὶ αὐτὸ τὴν τοῦ ἐάν συνδέσμου σύνθεσιν φανερῶς, ὃς ἀπὸ τοῦ ει γέγονε καὶ τοῦ αν, τοῦ ἰσοδυναμοῦντος τῷ κεν, εἰαν, καὶ ἀπελεύσει τοῦ ἰῶτα ἐάν. ὁ αὐτὸς δὲ καὶ ὁ αἴκε σύνδεσμος τῷ εἴκεν, ὥστε ταὐτὸν τὸ ἐὰν καὶ εἴκεν καὶ αἴκεν. Τὸ δὲ «ἐπαύρῃ» δηλοῖ μὲν τὸ ἐπαπολαύσει, ψαύσει, γεύσεται. πλὴν εἰ μὲν ἐπὶ βέλους ἡ λέξις κεῖται ὡς οἷα τοῦ κατὰ τὸν Πάριν βέλους ἀψύχου ὄντος, γλυκέως εἴρηται ὡς ἐπὶ ἐμψύχου, καθάπερ Ὁμήρῳ σύνηθες, ὅτε καὶ τὸ ἄλλως ἐκτείνεται ὡς ἐπίρρημα. εἰ δὲ ἐπὶ ἀνθρώπου ἡ λέξις ληφθῇ, ἔχει μέν τι καὶ τόλμης ὁ νοῦς κατὰ τὸ ἀπολαύειν κακοῦ ὁμοίως τῷ «ἐπαύρωνται βασιλῆος». συστέλλεται δὲ καὶ τὸ ἄλλος ὡς ἀντωνυμία, ἵνα λέγῃ ὅτι καὶ μὴν ἄλλως, εἰ καὶ ὀλίγον ἐπαύρῃ, ὀξὺ τὸ βέλος ἐστί, οὐ μὴν δηλαδὴ ἀμβλύ, καθὰ τὸ τοῦ Ἀλεξάνδρου. οὕτω γὰρ ὁ Διομήδης αὐτὸ λογίζεται. Καὶ ἄλλως δὲ βέλος ὀξὺ τὸ καίριον καὶ βλαπτικόν, ὡς καὶ πρὸ ὀλίγων βέλος ὀξὺ τὸ τῶν ὠδίνων ἐρρέθη. Διὸ εἰπὼν «βέλος ὀξὺ πέτεται», ἐπάγει πρὸς ἑρμηνείαν τὸ «καὶ ἀκήριον αἶψα τίθησιν», ἤγουν ὀξέως θανατοῖ. ὁ ἀκήριος γὰρ ἶσος εἶναι τῷ νεκρῷ δέδεικται, καὶ τὴν αὐτὴν ἐτυμολογίαν ἔχει, στέρησις γὰρ ἐν ἀμφοτέροις ψυχῆς. Ἐν δὲ ῥητορικῷ Λεξικῷ φέρεται, ὡς ὁ ἀκήριος οὐ μόνον ἄψυχος, ἀλλὰ καὶ ἄνοσος, ὑγιής, ἀθάνατος, μὴ ὑποκείμενος δηλονότι κηρί, ὁποῖος καὶ ὁ ἀκήρατος, ὁ ἐστερημένος δηλαδὴ κηρὸς καὶ ἄτης. ὁμώνυμος οὖν λέξις τὸ ἀκήριος, τὸ μέντοι ἀκηράσιον ποτὸν ἄλλης ἑρμηνείας ἐστί. Τὸ δὲ «ἀμφίδρυφοι» πάθους ὑπερβολή, ὅτε οὐ μία παρειὰ δρύπτεται, ἀλλʼ ἀμφότεραι. ἀπὸ δρυῶν δὲ τὸ δρύπτω, ὅ ἐστι ξύλων, ἃ λέπονται τοῦ φλοιοῦ. Τὸ δὲ «πλέες» Ἰωνικὴ συγκοπὴ τοῦ ο καὶ τοῦ νῦ ἐκ τοῦ πλέονες. τὸ μέντοι κοινὸν τὸ πλείους τὸ νῦ μόνον ἐξέθλιψεν, εἶτα συνεῖλε τὸ λειφθέν, ὡς καὶ τὸ μείζους καὶ κρείττους καὶ τὰ λοιπά. Τὸ δὲ «περὶ πλέες» λείπεται ἀντωνυμίας, δηλοῦν τὸ περὶ αὐτὸν πλέονες οἰωνοί. Ὅτι Ὀδυσσεὺς ἄλλο μέν τι συντελέσαι οὐ φαίνεται τῷ προκληθέντι Διομήδει, ὅτε δʼ ὑπʼ Ἀλεξάνδρου ἐβλήθη, «ἐγγύθεν ἐλθὼν ἔστη πρόσθεν. ὃ δʼ ὄπισθε καθεζόμενος βέλος ὀξύ», ἢ ὠκύ, «ἐκ ποδὸς εἷλκεν, ὀδύνη δὲ διὰ χροὸς ἦλθʼ ἀλεγεινή». Καὶ οὕτως ἐς δίφρον ἀνορούσας ἐπὶ νηυσὶν ἤλαυνεν, ἤγουν ἐπὶ νῆας, οὐκ ἄλλως ἀπελθών, εἰ μὴ κατεπονήθη τῇ ὀδύνῃ, ὡς δηλοῖ ἐπαχθὲν τὸ «ἤχθετο γὰρ κῆρ», ὀδυνώμενος μέν, οὐ ταρβήσας δέ, ὡς προείρηται. ἔχει δέ τινα γλυκύτητα, εἰ καὶ ἀμυδράν, τὸ «εἷλκε» καὶ τὸ «ἦλθεν» ἀλλήλοις παρακείμενα. Ὅτι Διομήδους οἰχομένου οἰώθη Ὀδυσσεύς, ὅπερ ἑρμηνεύων ὁ ποιητὴς ἐπάγει «οὐδέ τις αὐτῷ Ἀργείων παρέμιμνε», διὸ μεμόνωται. Εἶτα αἰτίαν ἐπάγων φησὶν «ἐπεὶ φόβος ἔλλαβε πάντας», ἤγουν φυγή. Ἐν τούτοις δὲ διασαφεῖται καὶ τὸ «οἰώθη δὲ μάχη», τὸ προγραφέν, ὅ ἐστιν αὐτὴ μόνη γέγονεν οὐδενὸς ἄλλου τῶν κατʼ αὐτὴν δαιμόνων παρόντος, ὥσπερ καὶ Ὀδυσσεὺς οὐ πάντων μονοῦται, τῶν γὰρ Τρώων πάντως οὐκ ἐμονοῦτο, ἐπεὶ μηδὲ ἔφευγον, ἀλλὰ μάλιστα ἤγγιζον αὐτῷ. μόνων οὖν μονοῦται τῶν φίλων Ἑλλήνων, ὡς τῶν ἄλλων Δαναῶν, καθὰ μετʼ ὀλίγα ἐρεῖ, φοβηθέντων. Ἐφʼ οἷς ἐπάγει κατὰ σχῆμα λόγου, οἷον καὶ ἐν Ὀδυσσείᾳ κεῖται, ὅπου Ὀδυσσεὺς κινδύνῳ θαλασσίῳ ἐναπείληπτο, ὅτι «ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ὤμοι, ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι πληθὺν ταρβήσας, τὸ δὲ ῥίγιον, αἴ κεν ἁλώω μόνος», καὶ τὰ ἑξῆς. Εἶτα ἐπιρρωνύων ἑαυτὸν καὶ πείσας μένειν, ἐπάγει γνωμικῶς «ἀλλὰ τιή μοι ταῦτα φίλος διελέξατο θυμός; οἶδα γὰρ ὅτι κακοὶ μὲν ἀποίχονται πολέμοιο, ὃς δέ κʼ ἀριστεύῃσι μάχῃ ἔνι, τὸν δὲ μάλα χρεὼ ἑστάμεναι κρατερῶς, ἤ τʼ ἔβλητʼ ἤ τʼ ἔβαλʼ ἄλλον». Ὃ δὴ κόμμα διά τε τὰς ἐκθλίψεις καὶ διὰ τὴν ἐπένθεσιν τοῦ τε συνδέσμου πολλὴν δυσφράδειαν ἔχει, ἐπιτετηδευμένην μέντοι διὰ τραχυφωνίαν ποιητικήν. ἄλλως γὰρ εἶχεν εἰπεῖν «ἢ ἔβλητʼ ἢ ἔβαλʼ ἄλλον». Τοῖς δὲ ῥηθεῖσιν ἐπάγει ὁ ποιητὴς καὶ ὅτι ἕως Ὀδυσσεὺς ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, «τόφρα δέ», ἤγουν ἐν τοσούτῳ δή, ἐπῆλθον οἱ Τρῶες, «ἔλσαν δʼ ἐν μέσσοισι μετά σφισι πῆμα τιθέντες», τουτέστιν ἤλασαν ἢ εἴλησαν, ὅ ἐστι συνέκλεισαν μέσον τὸν ἥρωα, ὡς μηδέ, εἰ θέλει, ὑποχωρεῖν ἐξεῖναι αὐτῷ. Διδάσκει δέ, φασίν, ἐνταῦθα ὁ ποιητής, ὡς οὐ μανιωδῶς ὁρμητέον ἐπὶ τὰ δεινά, ἀλλὰ σκεψαμένους πρότερον καὶ κρίναντας δέον εἶναι τὸ μεῖναι. Καὶ ὅρα καὶ νῦν πραγματικῶς τλήμονα τὸν Ὀδυσσέα, ὃς πάντων φευγόντων μένει, καὶ ὅτι τὸ μὲν φυγεῖν μέγα κακὸν ἔφη, ῥίγιον δὲ τὸ ἁλῶναι μονωθέντα, μεῖζον τοῦτο ἐκείνου θέμενος ὡς καὶ ἐπικινδυνότερον. Ἀναλογία δὲ τοῦ «ἁλώω» κατὰ τὸ ἱδρώω καὶ ὅσα τοιαῦτα. Ἐν τούτοις δὲ κεῖται καὶ τὸ «Κρονίων» μετὰ ἐκτάσεως τῆς παραληγούσης. φησὶ γὰρ «τοὺς δʼ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων». Ὅρα δὲ καὶ τὸ «διελέξατο» μήποτε ἀντὶ τοῦ εἶπε κεῖται, εἰ καί τινες ἀπεῖπον τὴν τοῦ λέγειν χρῆσιν εἶναι παρὰ τῷ ποιητῇ. τὸ γὰρ «διελέξατο θυμός» οὐκ ἂν ἔχοι τις εἰπεῖν, ὡς οὐκ ἔστιν ἶσον τῷ «εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν», ἤγουν διελογίσατο. Ἰστέον δὲ ὅτι τὸ «ὤμοι ἐγώ» καὶ ἑξῆς, μεταποιηθὲν οἷον «μέγα μὲν κακόν, αἴ κε τόδε γένηται, ῥίγιον δέ, ἐὰν τόδε», εἴποι ἂν ὁ ἐν κινδύνῳ διχογνωμονῶν. εἰ δὲ στήσει τὴν διχόνοιαν εἰς ἕν, ἐρεῖ ἂν προσφυῶς τό· ἀλλὰ τί μοι ταῦτα φίλος διελέξατο θυμός; ποιητέον τόδε τι. Ἔστι δὲ τὸ «φίλος θυμός» ὅμοιον τῷ φίλον ἦτορ καὶ φίλη χείρ καὶ φίλα γυῖα καὶ φίλα γούνατα. Τὸ δὲ «οἶδα» Αἰολικῶς πεποιῆσθαι ὁ Ἡρακλείδης φησί, ὡς καὶ τὸ δέδοικα, λέλοιπα, πέποιθα. τὰ γὰρ κοινὰ τῇ διὰ τοῦ ε καὶ ι διφθόγγῳ παραλήγεσθαι βούλεται. Ὁ δὲ σύνδεσμος ἐν τῷ «οἶδα γὰρ ὅτι κακοί» καὶ ἑξῆς, δοκεῖ μὲν παρέλκειν, συμβιβάζεται δὲ ὅμως διʼ ἐλλείψεως. εἰπὼν γὰρ Ὀδυσσεὺς «ἀλλὰ τί μοι ταῦτα» καὶ ἑξῆς, καὶ κατὰ νοῦν σιωπηρῶς οἷον ἐνθυμηθεὶς ὡς ἀνάγκη μένειν, ἐξεφώνησε γνωμικῶς τὸ «οἶδα γάρ» καὶ τὰ ἑξῆς. Κακοὺς δὲ τοὺς δειλοὺς καὶ νῦν ἔφη παρὰ τὸ χάζεσθαι, ὅπερ ἐναντίον ἐστὶ τῷ ἑστάναι κρατερῶς. Αὐτὸ γὰρ ἔργον ἐστὶν ἀριστέως, οὗ περίφρασις τὸ «ὃς ἀριστεύει ἐν μάχῃ». Τὸ δὲ «ἔβλητο ἢ ἔβαλεν ἄλλον» σημείωσαι ὡς οὐ τὴν πόρρωθεν εἰδικῶς μόνην δηλοῦσι βολὴν κατὰ κυριολεξίαν, ἀλλὰ γενικῶς πᾶσαν αἰτίαν τραύματος. ὁ γὰρ κρατερῶς ἑστὼς ἐν μάχῃ οὐ μόνον βάλλει οὐδὲ μόνον τύπτει, ἀλλʼ ἁπλῶς ἕλκος ἐμποιεῖ τοῖς ἐχθροῖς, ὅπως ἂν δύναιτο. Τὸ δὲ «μετά σφισι πῆμα τιθέντες» ἀμφίβολον ἔχει ἔννοιαν. δηλοῖ γὰρ ἢ ὅτι ἔλσαν ἔν σφισι τὸν Ὀδυσσέα πῆμα τιθέντες αὐτῷ, ἢ ὅτι ἔλσαν αὐτὸν πῆμα τιθέντες σφίσιν αὐτοῖς. Καὶ ἔστι σεμνὸς ὁ λόγος οὗτος καὶ ὑψηλός, ὡς κρεῖττον ὂν τοῖς Τρωσὶν ἀφεῖναι αὐτὸν ἀκύκλωτον εἰς διέκδυσιν ἤπερ κύκλῳ περιλαβεῖν καὶ κακὸν ἑαυτοῖς ἐπίσπαστον φυλάξαι ἄφυκτον. πολλοὺς γὰρ ἀνεῖλε τῶν κυκλωσάντων. Ὅτι κἀνταῦθα ὁ τὴν γλῶτταν πολύστροφος ποιητὴς ἀπὸ κυνῶν καὶ κάπρου παραβολὴν φράζων φησὶ «ὡς δʼ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τʼ αἰζηοὶ σεύωνται, ὃ δέ τʼ εἶσι βαθείης ἐκ ξυλόχοιο θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν, ἀμφί τʼ ἀΐσσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντων γίνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα, ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο Τρῶες». Καὶ προσαρμόττει καὶ ἡ παραβολὴ αὕτη ὅλη τῷ πράγματι, καὶ μάλιστα κατὰ τὸ «ἀμφαΐσσονται», ὃ ταὐτόν ἐστι τῷ κύκλῳ ὁρμῶσιν, οὗ πρὸς ὁμοιότητα εἶπε καὶ τὸ «ἀμφʼ Ὀδυσῆα ἐσεύοντο». Παράγωγον δὲ τοῦ κάπρος τὸ κάπριος, ὡς καὶ τοῦ Αἰτωλός καὶ μείλιχος τὸ Αἰτώλιος καὶ μειλίχιος. Ὡς δὲ καπρᾶν ἐκ τοῦ κάπρου λέγεται τὸ ἀσελγαίνειν, ὅθεν καὶ γυνὴ καπρῶσα ἡ ἀσελγής, δηλοῦσιν οἱ παλαιοί. διὸ καὶ τῇ Ἀφροδίτῃ ὗς ἐθύετο καὶ μάλιστα παρʼ Ἀργείοις, παρʼ οἷς καὶ ἑορτὴ Ἀφροδίτης τὰ Ὑστήρια. Ἱστορεῖται δὲ καὶ εἶδος ἰχθύος εὐδοκιμοῦντος ἐν Ἄργει κάπρος εἶναι, ὡς δηλοῖ καὶ τὸ «ἐξ Ἀττικῆς γλαυκίσκον, ἐξ Ἄργους κάπρον». ὅτι δὲ τὸ καπρᾶν καὶ καπρῴζειν λέγεται, δηλοῦται ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Τὸ δὲ «θαλεροί» τὸ γενναῖόν τε τοῦ καπρίου ἐμφαίνει, ὡς τοιούτων δεομένου ἀντιμάχων, καὶ διδάσκει ὡς νεωτέροις ᾠκείωται τὰ τοιαῦτα μᾶλλον ἤπερ γέρουσι. Τὸ δὲ «ξυλόχοιο» φανερῶς θηλυκὸν ἐνταῦθα, ὡς δηλοῖ τὸ βαθείης. Λευκὸν δὲ ὀδόντα φησὶν οὐ πρὸς διαστολήν, ἀλλʼ ὅτι ὀδόντος ἀπαθοῦς ἴδιον ἡ λευκότης, παρʼ ἣν καὶ ἀργιόδους λέγεται σῦς, ὡς πολλαχοῦ φαίνεται, οὗ τῶν ὀδόντων λευκὴ προλάμπει χρόα, οὐ μὴν καὶ ἑτεροία τις, ὃ δὴ πάσχειν ἡ μαργαρῖτις οἶδε λίθος, περὶ ἧς φέρεται, ὅτι τε καὶ ἀρσενικῶς προφέρεται καὶ ὅτι ἀπὸ τοῦ μαίρειν γίνεται, καθὰ καὶ ὁ παρὰ Μενάνδρῳ δίχα τοῦ σ μάραγδος, καὶ ὅτι ἡ μέν ἐστι χρυσοειδὴς σφόδρα, ὥστε μὴ ῥᾴδιον εἶναι διαγνῶναι αὐτήν, εἰ παρατεθῇ χρυσίῳ, ἡ δὲ ἀργυροειδής, ἡ δὲ τελείως λευκή, ὁμοία ἰχθύων ὀφθαλμοῖς. γίνεται δέ, φασίν, ἐν σαρκὶ ὀστρέου, καθὰ ἐν ὑείοις κρέασιν αἱ χάλαζαι. ἀφʼ ὧν ῥῆμα τὸ χαλαζᾶν, ἃς δὴ χαλάζας ὀρόβους οἱ ἰδιῶταί φασι. διαφέρει δέ, φασίν, εἰς διαύγειαν καὶ καθαρότητα καὶ μέγεθος ὁ ἐκ τῆς ἐμβυθίου πίννης μάργαρος. ὡς δὲ καὶ ἑτεροῖον ὄστρακον χαλαζᾷ κατὰ τὸν Κωμικὸν εἰπεῖν χαλάζαις τοιαύταις, καὶ ὅτι βέρβερι παρὰ Ἰνδοῖς ἐκεῖνο καλεῖται ἀλλαχοῦ δηλοῦται σαφῶς. καὶ τοῦτο μὲν οὕτω. Τὸ δὲ «γναμπτῇσι γένυσιν» ἐτυμολογία ἐστὶ τοῦ γαμφηλαί, ἵνα ἐμφήνῃ, ὡς αἱ γένυς καὶ γαμφηλαί εἰσι, καὶ ἔστι καὶ τοῦτο γοργότητος μέθοδος. Ἐκ τοῦ γνάμπτω δὲ ἡ γναμπτή, ὅ ἐστιν ἡ καμπτή. Ὃ δὴ γνάμπτω πλεονασμὸν ἔσχε τοῦ μῦ πρὸς διαστολὴν τοῦ γνάπτω, ὡς βάπτω, τοῦ καὶ κνάπτω λεγομένου, ὧν ἐκ τοῦ γνάπτω μὲν τὸ γναφεύειν κοινότερον καὶ ὁ γναφεύς, ἐκ δὲ τοῦ κνάπτειν τὸ κναφεύειν καὶ ὁ κναφεὺς τῶν ὑφαινομένων ἢ πλεκομένων, ἤδη δὲ καὶ ὁ ὁμώνυμος αὐτῷ ἰχθύς. Ἱστορεῖται γὰρ ἰχθὺς κναφεύς, οὗ τὸ ἐκ τῆς ἑψήσεως ὑγρόν φασι πάντα σπῖλον καθαίρει. Τὸ δὲ κτύπον, ὃν ὁ κάπρος ἀποτελεῖ θήγων ὀδόντα, πάνυ ἐπιτυχῶς ὀνοματοποιήσας κόμπον εἶπεν. ἐντεῦθεν δὲ κατὰ μεταφορὰν καὶ ἐπὶ φλυαρίας ἀλαζονικῆς ὁ κόμπος καὶ τὸ κομπάζειν καὶ τὸ κομπεῖν λέγεται. Ἐπαινεῖται δʼ ἐνταῦθα πρὸς τῶν παλαιῶν καὶ ἡ φράσις τοῦ θήγων λευκὸν ὀδόντα ἐν γένυσι καὶ ἑξῆς. φασὶ γὰρ ὡς οὐκ ἐπὶ τὸ δακεῖν ὁρμᾷ, ἵνα διὰ τοῦτο ἀναστέλλῃ τὰς γένυς ἀλλὰ παρατρίβει αὐτάς, μόνῃ τῇ ἐμβολῇ ἀμυνόμενος. τινὲς δὲ καὶ τὸ «ἀμφί τʼ ἀΐσσονται» οὐκ ἐπὶ τῶν κυνῶν καὶ τῶν αἰζῃῶν ἐνόησαν, ἀλλʼ ἐπὶ τῶν γενύων, ἴσως δὲ τοῦτο οὐ πάνυ ὀρθῶς. σκοπητέον δέ, εἴπερ οἱ τὰ τοῦ Ὁμηρικοῦ καπρίου ποιοῦντες ὀδοντομάχαι σύες ἐλέγοντο παρὰ τοῖς παλαιοῖς. Τῶν δὲ ὀδόντων κοινὴ μὲν εὐθεῖα ὁ ὀδούς, εὕρηται δὲ καὶ ὁ ὀδών. ἐξ οὗ καὶ προόδων κατὰ Παυσανίαν ὁ τοὺς ὀδόντας ἐξωτέρω ἔχων τοῦ δέοντος, καὶ ὁ χαυλιόδων, καὶ ὁ ἀμφόδων, καὶ ὁ χαλκόδων, καὶ τὰ τοιαῦτα. Ἰακὸν δέ φασιν ὁ ὀδών, ὅθεν καὶ ὀδόντισμα διάλεκτος αὐλητικὴ ἢ κροῦμά τι. Τὸ δὲ «ἄφαρ» ὅτι τε ἀπὸ τοῦ ἅπτω γίνεται, ἤγουν ἐκ τοῦ ἐκεῖθεν ἧφα παρακειμένου, καὶ ὅτι ὡς Αἰολικὸν ψιλοῦται, καὶ ὅτι τέσσαρα σημαινόμενα δηλοῖ, ἔστιν εὑρεῖν παρὰ τοῖς παλαιοῖς. Τὸ δὲ «Διῒ φίλον» ἀναφωνεῖ δεξιῶς, ὡς οὐ πεσεῖται ἄρτι Ὀδυσσεὺς διὰ τὸν φίλον Δία. Ὅτι πρότμησιν οἱ μὲν αὐτόν φασι τὸν ὀμφαλόν, ὡς οἱ περὶ Παρμενίσκον, διὰ τὸ πρῶτον τέμνεσθαι γεννωμένου τοῦ βρέφους, ἢ ἐπεὶ κατʼ αὐτὸν εἰς δύο τέμνεται μέσος ὁ ἄνθρωπος. Ἕτεροι δέ, ὡς καὶ οἱ περὶ Ἀρίσταρχον, πρότμησίν φασι τὸν ἀπὸ τῆς ἥβης τόπον ἄχρι τοῦ ὀμφαλοῦ, ὃν καὶ ἦτρον καλοῦμεν. Ὁ δὲ Θρᾷξ Διονύσιος τὴν ὀσφὺν οὕτω καλεῖ, ὅν φασιν οἱ παλαιοὶ ἐκπίπτειν τοῦ ὀρθοῦ, διότι οὐδαμοῦ ὀσφὺν ὁ ποιητὴς τιτρώσκει, ἐπειδὴ θεοῖς ἱέρωται ὡς ζωογονίας αἰτία καὶ σπέρματος. Ἔστι δὲ ἡ λέξις τῶν ἅπαξ εἰρημένων τῷ ποιητῇ, εἰπόντι ὡς ἔνυξέ τινα Χερσιδάμαντα Ὀδυσσεὺς «δουρὶ κατὰ πρότμησιν, ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ», τουτέστιν ἀγκῶνι κατά τινας, μάλιστα δὲ καθʼ ἑτέρους τῷ πλατεῖ τῆς χειρός, ἤγουν τῇ δρακί. κρεῖττον γάρ, φασί, τὴν δράκα οὕτω νοεῖν, ἔνθα περιάγονται τὰ ὀστᾶ τῶν δακτύλων ἢ ἄγνυνται κατὰ τὰς σκυταλίδας καμπτομένων. ἀγκῶνι γὰρ οὐδεὶς δράττεται. Ἰστέον δὲ ὅτι ὁ Χερσιδάμας, καθὰ καὶ ὁ Πολυδάμας καὶ ὁ Ἀδάμας καὶ ὁ Ἀκάμας καὶ ὁ Ἀθάμας, κανόνι βαρύνεται τοιούτῳ. Τὰ εἰς ας λήγοντα ἐκτεταμένον ὑπὲρ δύο συλλαβὰς ὅτε ἔχει τὸ α παραλῆγον, βαρύνεται. παρὰ τὸν ὀρθὸν οὖν, φασίν, λόγον περισπῶσιν οἱ Ἀττικοὶ τὸ ἀτταγᾶς, ὃς ἀτταγὴν κοινότερον λέγεται, κλινόμενος ἀτταγῆνος. διὸ καὶ τὸ παλαιὸν ἀτταγαὶ μὲν Ἀττικῶς, ἀτταγῆνες δὲ κοινῶς. Ὅτι καὶ Ὀδυσσεὺς ἀδελφοῖς στρατιώταις ἐπιχειρήσας ἐν μάχῃ ὅμως οὐ κατὰ τὸν βασιλέα κατορθοῖ, ἀλλὰ βλάπτεται βληθείς. οὔτασε μὲν γὰρ δουρὶ Χάροπα Σώκου εὐηγενέος αὐτοκασίγνητον. «τῷ δʼ ἐπαλεξήσων ἦλθε Σῶκος ἰσόθεος φώς, στῆ δὲ μάλʼ ἐγγὺς ἰών», καὶ εἰπὼν «ὦ Ὀδυσσεῦ πολύαινε, δόλων ἆτε ἠδὲ πόνοιο, σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι τοιώδε ἄνδρε κατακτείνας καὶ τεύχεʼ ἀπούρας» καὶ ἑξῆς, «οὔτησε κατʼ ἀσπίδα», καὶ τὸ ἔγχος διὰ τῆς ἀσπίδος ἐλθὸν καὶ διὰ τοῦ θώρακος ἐρεισθέν, ἃ καὶ ἀλλαχοῦ κεῖνται, «πάντα ἀπὸ πλευρῶν χρόα ἔργαθεν», ἤγουν ἀπεῖρξεν, ἀπήγαγεν, ἀπεκόλλησε τῶν πλευρῶν τὴν ἐπιπολήν, οἷα μὴ προκύψαν εἰς βάθος. Διὸ καὶ ἐπάγει, ὡς οὐκ εἴασεν ἡ Ἀθηνᾶ μιχθήμεναι ἔγκασι φωτός. ἴσως γὰρ κατὰ Ἀθηνᾶν, ὅ ἐστι σύνεσιν, σχηματίσας ἑαυτὸν ὁ Ὀδυσσεὺς καὶ παρεκκλίνας οἷα καὶ δόλων ἆτος, ὅ ἐστιν ἀκόρεστος, κατὰ τὸν τοῦ Σώκου λόγον, οὐκ εἴασεν ἐμβαθῦναι ταῖς πλευραῖς τὸ ἔγχος. Γνῶ δʼ Ὀδυσσεύς, ὅ, ἤγουν ὅτι, «οὔ οἱ βέλος κατὰ καίριον ἦλθεν, ἃψ δʼ ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν· ἆ δεῖλʼ ἦ», ἤγουν ὦ δειλὲ ὄντως, «μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος. ἤτοι μέν ῥʼ ἐμέ», ἤγουν ἐμὲ μὲν δή, «ἔπαυσας ἐπὶ Τρώεσσιν», ἤγουν κατὰ Τρώων, «μάχεσθαι. σοὶ δʼ ἐγὼν ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν ἤματι τῷδʼ ἔσεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ». Καὶ γέγονεν οὕτω. καὶ ὁ μὲν Σῶκος φύγαδε αὖτις ὑποστρέψας ἐβεβήκει, Ὀδυσσεὺς δὲ «μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε», καὶ ἐπευξάμενός φησιν «ὦ Σῶκε, Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο, φθῆ σε τέλος θανάτοιο κιχήμενον οὐδʼ ὑπάλυξας. ἆ δειλέ», ὡς καὶ ἀνωτέρω κεῖται, «οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλʼ οἰωνοὶ ὠμησταὶ ἐρύουσι περὶ πτερὰ πυκνὰ βαλόντες. αὐτὰρ ἐπεί κε θάνω, κτεριοῦσι με δῖοι Ἀχαιοί». Καὶ ὅρα τὸ ἐπαγωγὸν τῆς ἐντίμου ταφῆς, οὗ χάριν οἱ πλείους θαρροῦσι τὸν θάνατον, καὶ ὅτι οὐδʼ ἐν τοῖς δεινοῖς οἱ ἀνδρεῖοι, ὡς πολλαχοῦ φαίνεται, ἀπέχονται τοῦ βαρέως ἀστεΐζεσθαι. Ὀδυσσεὺς οὖν πολλὰ νῦν ἀστεῖά φησι. Τὸ γοῦν «εὖχος ἐμοὶ δώσειν, ψυχὴν δέ» τῷ Ἅιδῃ, ἀστείως εἴρηται ὡς ἐπὶ δωρεᾶς ἐπιτελευτίου. Ὁμοίως καὶ τὸ «φθῆ σε τέλος θανάτοιο κιχήμενον». λέγει γάρ, ὡς εἰ καὶ ὠκὺς ἦσθα φυγεῖν, ἀλλʼ ὁ θάνατος κατέλαβέ σε. διὸ καὶ σαφηνίζων ἐπάγει «οὐδʼ ὑπάλυξας». Οὕτω δὲ καὶ τὸ «περὶ πτερὰ πυκνὰ βαλόντες» περιμάχητον αὐτὸν ἔσεσθαι δηλοῖ τοῖς κρεωφάγοις οἰωνοῖς, ὡς ἐπʼ αὐτῷ κατακοπτομένους πτερὰ πυκνὰ ῥίπτειν κατὰ ἔριν, ἅ, καθὰ καί τις χυτὴ γῆ, ἀφοσιώσονται τῷ Σώκῳ κειμένῳ ταφήν. Τοῦτο δὲ καὶ ἄλλως σχηματίζει γραφικῶς, οἰωνοὺς πονουμένους περὶ σαρκοφαγίαν, οἳ περιβάλλουσι τὸ σπαραττόμενον ἁπλοῦντες τὰ πτερὰ οὐχʼ οὕτω πρὸς τὸ καλύψαι, ὅσον πρὸς ἀντέρεισιν, ἵνα μὴ καταπίπτοιεν. Ὑπογράφει δʼ ἐν τούτοις καὶ θρασύδειλον ὁ ποιητὴς τὸν Σῶκον, ὃς ἔβη μὲν γενναῖόν τι δράσων καὶ δὴ καὶ πεποίηκεν, ἀπειλῇ δὲ μόνῃ τραυματίου ἀνδρὸς εἰς φυγὴν ὥρμησε. καὶ ἐντρέχειαν δὲ τοῦ Ὀδυσσέως δηλοῖ, ὃς ἀκμὴν ἐμπεπηγότος ταῖς πλευραῖς τοῦ δόρατος ἔρριψε τὸν πολέμιον, καὶ ἀταραξίαν δὲ πολλὴν τοῦ ἥρωος παραδίδωσιν, ὃς καὶ τὸ ἔγχος μετʼ ὀλίγα ἔξω χροὸς εἷλκε καὶ ἀσπίδος, καὶ πληγεὶς διέγνω ὡς τὸ βέλος οὐ κατὰ καίριον ἦλθεν, ὅπερ ἀλλαχοῦ οὕτως ἔφρασεν «οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος». Ἀχιλλεὺς μέντοι ἐν τοῖς ἑξῆς μηδὲν δεινὸν παθὼν ὅμως τὸ ἡφαιστότευκτον σάκος ἀφʼ ἑαυτοῦ ἔσχετο, ταρβήσας ἐπὶ ἔγχει ἀφεθέντι κατʼ αὐτοῦ. Ὅτι δὲ φιλάδελφος ὁ Σῶκος, καθὰ καὶ πρὸ μικροῦ ὁ Κόων, καὶ ὅτι ἀλαζών, ὡς δηλοῖ τὸ «ἐπεύξεαι τοιώδε ἄνδρε κατακτείνας», δῆλον ἤδη ἐστί. Κεῖται δʼ ἐνταῦθα καὶ φήμη ἀγαθή, ὁποίαν ζητήσας ὁ Ὀδυσσεὺς θεόθεν ἐν τῷ τῆς μνηστηροκτονίας καιρῷ ἔλαβεν ὑπὸ γραὸς δουλίδος ῥηθεῖσαν, ὡς ἐκεῖ δηλοῦται. Κἀνταῦθα γὰρ τὸ «σήμερον δοιοῖς ἐπεύξεαι ἀδελφοῖς» εὐτυχῶς τῷ Ὀδυσσεῖ ὁ Σῶκος προὐβάλετο τοῦ λόγου. αὐχήσει γὰρ Ὀδυσσεὺς ἀμφοτέρους ἀνελών. καὶ τοιαῦτα μὲν ταῦτα. Τὸ δὲ «εὐηγενέος», ἀντὶ τοῦ εὐγενοῦς, πλεονασμὸν ἔχει τοῦ η, καθὰ σὺν ἄλλοις καὶ τὸ ἐπήβολος καὶ ἐπηετανός καὶ ὑπερήφανος. Ὁ δὲ Σῶκος ὁμωνυμεῖται τῷ Ἑρμῇ. ἀναπτύσσεται δὲ ἡ λέξις αὕτη ἀπὸ τοῦ σῴζειν, ἢ καὶ ἄλλως ἀπὸ τοῦ σωκῶ, ὃ παρὰ τῷ Σοφοκλεῖ ἀντὶ τοῦ ἰσχύω κεῖται, ἢ παρὰ τὸ σάειν οἶκον, ὅ ἐστι σῴζειν, ὅπερ οὐκ ἀποδέχονται οἱ παλαιοί, ὡς μηδὲ προσγράφοντες τὸ ἰῶτα ἐν τῷ Σῶκος. Τὸ δὲ «πολύαινε» ἢ ἐπὶ ἐπαίνῳ εἴρηται—πιστὸς δὲ ὁ ἐκ τῶν πολεμίων ἔπαινος, εἰ μή που πρὸς εἰρωνείαν λαλεῖται, —ἢ ἀντὶ τοῦ στωμύλε, μυθολόγε. Αἶνος γὰρ ἔστιν οὗ καὶ ὁ μυθώδης λόγος, ὡς καὶ παρʼ Ἡσιόδῳ «αἶνον βασιλεῦσιν ἐρέω», ἤτοι μυθώδη παραίνεσιν. Περὶ οὗ δὴ αἴνου καὶ τοιαῦτά φασιν οἱ παλαιοί. Αἶνος καὶ παροιμία διαφέρουσι, καθὸ ὁ μὲν αἶνος λόγος ἐστὶ μυθικὸς ἐκφερόμενος ἀπὸ ἀλόγων ζῴων ἢ φυτῶν πρὸς ἀνθρώπων παραίνεσιν, ὥς φησι Λούκιλλος ὁ Ταρραῖος ἐν πρώτῳ Περὶ παροιμιῶν· ἀπὸ μὲν ἀλόγων, ὡς παρὰ Ἀρχιλόχῳ «αἶνός τις ἀνθρώπων ὡς ἄρʼ ἀλώπηξ καὶ ἀετὸς ξυνωνίην ἔθεντο», καὶ Ἡσίοδος «νῦν δʼ αἶνον βασιλεῦσʼ ἐρέω. ὧδʼ ἵρηξ προσέειπεν ἀηδόνα», ἀπὸ δὲ φυτῶν, ὡς παρὰ Καλλιμάχῳ «ἄκουε δὴ τὸν αἶνον, ἔν κοτε Πύλῳ δάφνην» καὶ τὰ ἑξῆς. καὶ ἔστιν ὁ αἶνος ἐξηπλωμένη παροιμία. καὶ οὕτω μὲν καὶ τοῦτο κατεστρωμένον οὕτω ῥητῶς ἐν τοῖς Ἐρεννίου Φίλωνος. Ἆτος δὲ ὁ ἀκόρεστος ἀπὸ δύο ἄλφα τοῦ α στερητικοῦ καὶ τοῦ ἆσαι, τὸ κορέσαι, κέκραται, λέξις οὐ χρηστὴ μὲν πεζογραφοῦσιν, ἀξιωθεῖσα δὲ νῦν λόγου διὰ τὸ ἐν τῇ παρεκβολῇ κεῖσθαι. Τὸ δὲ «δόλων ἆτε ἠδὲ πόνοιο» σχῆμα μὲν ἔχει ὅμοιον τῷ μόθου ἢ μάχης ἢ πολέμου ἀκόρεστος, δεδίχασται δὲ κατὰ νοῦν καὶ αὐτό. ἢ γὰρ ἐπαινεῖ τὸν Ὀδυσσέα, ὅς που ὁμολογεῖ δόλοισι μέλεσθαι, ἢ ψέγει κατὰ τὸ «καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε». οὕτω δὲ καὶ τὸ «πόνοιο» διχῇ νοεῖται. δηλοῖ γὰρ ἢ τὸν ἐνεργέστατον, ὡς ἔχειν ἀκοῦσαί ποθεν καὶ αὐτὸν τὸ «σὺ μὲν πόνου οὔποτε λήγεις», ἢ τὸν ἄλλως πονηρὸν καὶ περιπόνηρον. Τὸ δὲ «σήμερον ἐπεύξεαι» προϊὼν παραφράζει «ἤματι τῷδε εὖχος δώσεις». Τὸ δὲ «τοιώδε ἄνδρε» ἀρετὴν μεγάλην ὑπολαλεῖ. καὶ ἔστι σύνηθες Ὁμήρῳ καὶ οὕτως ἀορίστως ἐπαινεῖν, ὡς δηλοῖ καὶ τὸ «τοιόνδε τοσόνδε τε λαόν». Τὸ δὲ «τεύχεʼ ἀπούρας», ὅ ἐστιν ἀφελόμενος, περίφρασίς ἐστι τοῦ σκυλεύσας. Τὸ δὲ «ἔγκασι» καινῶς καὶ αὐτὸ μεταπέπλασται ἀπὸ τοῦ ἐγκάτοις, ὡς ἀλλαχοῦ τὸ προσώπασιν ἀντὶ τοῦ προσώποις. Ἐν δὲ τῷ «ἆ δειλέ», ὅ ἐστιν «ὦ δείλαιε», κλητικὸν ἐπίρρημά ἐστι τὸ ἆ ἢ μᾶλλον προσφωνητικόν. διαφέρει δὲ τῆς διὰ τοῦ ω προσφωνήσεως, ὅτι τοῦτο μὲν ψυχῆς ἀπαθοῦς, τὸ δὲ ἆ πάθος ταραχῶδες δηλοῖ ψυχικόν, ὡς ἔστιν εὑρεῖν πολλαχοῦ, οἷον ἢ σχετλιασμὸν ἢ ὄνειδος ἢ ἀγανάκτησιν, ὡς ἐνταῦθα, ἢ ἔλεον, ὡς κατωτέρω ἐν τῷ «ἆ δειλέ, οὐ μέν σοί γε πατήρ» καὶ ἑξῆς. διὰ γὰρ τὸ καίριον δεδίσσευται νῦν ἡ τοιαύτη πρόσρησις. Ἰστέον δὲ ὅτι εὕρηται παρὰ τοῖς παλαιοῖς τὸ α καὶ μετὰ δασέος τόνου καὶ ὀξείας προφερόμενον. καὶ κεῖται ἐν Ἐπιλογῇ λέξεων ἀρχαίᾳ, ὅτι ἃ ἃ δασυνθὲν γέλωτα δηλοῖ. οὕτω καὶ βᾶ ἐπίρρημα παρὰ Ἑρμίππῳ, ὅπερ εἰώθαμεν ἀντεμβοῶντες λέγειν, ὡς καὶ τοῦτό φασιν οἱ παλαιοί. Καὶ ταῦτα μὲν πρός τι, τουτέστιν ἀπό τινος φωνοῦντος πρός τινα ἕτερον. Εἰσὶ δὲ καί τινες μιμητικαὶ φωναὶ αὐταὶ κατὰ αὐτοὺς τοὺς φωνοῦντας, ὡς τὸ ἀρῦ ἐπίφθεγμα, φασί, κωπηλατῶν, καὶ τὸ ὦ ὄψ φθέγμα τῶν ἀφιέντων τινὰς ἅμα τρέχειν, καὶ τὸ ὦ ὄπ ναυτικόν, πολλὰ δὲ καὶ ἄλλα, ἐν οἷς καὶ τὸ μᾶ παρὰ Θεοκρίτῳ, καὶ τὸ ψό ποιμενικόν, καὶ τὸ βή, περὶ οὗ ἀλλαχοῦ δηλοῦται, καὶ τὸ χύρρε συβοτικόν, ὡς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δεδήλωται, καὶ τὸ φίττα δηλωτικόν, φασί, τάχους, οἷον «φίττα μαλιάδες», «φίττα ῥοιαί». —Νυμφῶν δέ, φασί, ταῦτα ἐπωνυμίαι—, ἔτι δὲ καὶ τὸ σίττα, οἷον «σίττʼ ἀμνίδες». Τὸ δὲ «σοὶ δʼ ἐγώ φημι φόνον» καὶ ἑξῆς, οὐ διστακτικῶς ἀλλʼ ἀξιωματικῶς εἴρηται κατʼ ἀπόφανσιν, ὃ καὶ ἐν ἄλλοις γίνεται. Τὸ δὲ «κλυτοπώλῳ», καθὰ καὶ ἀλλαχοῦ δηλοῦται, ἢ ἀντὶ τοῦ εὐίππῳ διὰ τὸ πανταχοῦ φθάνειν τὸν θάνατον, ἢ οὗ κλυτὴ ἡ ἐπιπώλησις, ἤγουν ἐπέλευσις, διὰ τὸ ἐξάκουστον τῶν θρηνούντων ἐπιθανάτια. Τὸ δὲ «φύγαδε» καθʼ ὁμοιότητά ἐστι τοῦ οἴκαδε, καὶ μεταπέπλασται ἐκ τῆς φυγῆς, ἵνα ᾖ φυγήν φύγα, ὡς ἰωκήν ἰῶκα. Τὸ δὲ «ὑποστρέψαι» ὅτι ταὐτόν ἐστι τῷ μεταστρεφθῆναι, τὸ Ὁμηρικὸν ὕφος δηλοῖ, ὥσπερ καὶ ὅτι μετάφρενόν ἐστι τὸ μεσσηγὺς ὤμων, ὅ τις πλήξας διὰ στήθεσφι τὸ βέλος ἤλασε. Τὸ δὲ «ὦ Σῶκε, Ἱππάσου υἱέ» καὶ ἑξῆς, ὡς προέκκειται, ἔπαινός ἐστι τοῦ κειμένου, ῥηθεὶς οὐκ ἐξ ὀρθοῦ παρὰ τοῦ ἀνδρείου ῥήτορος Ὀδυσσέως, ἀλλὰ κατά τινα σαρκασμόν. Τὸ δὲ «ὄσσε», περὶ οὗ ἱκανῶς ἐν ἄλλοις δηλοῦται, οὐχʼ ὥρισται κατὰ τὸ γένος, ὡς καὶ αὐτὸ προείρηται. φέρεται γὰρ ἐν ῥητορικῷ Λεξικῷ, ὅτι ὄσσος ὁ ὀφθαλμὸς ἀρσενικῶς ἐν τῇ τραγῳδίᾳ, παρʼ Ὁμήρῳ δὲ οὐδετέρως. Τὸ δὲ «καθαιρήσουσιν» ἀντὶ τοῦ καθελοῦσι τὰ βλέφαρα καὶ οὕτω μῦσαι ποιήσουσι τοὺς ὀφθαλμοὺς καλύψαντες. Ὅλον δὲ τὸ «οὒ σοὶ πατὴρ καὶ μήτηρ θανόντι ὄσσε καθαιρήσουσι, ἀλλʼ οἰωνοὶ ὠμησταὶ ἐρύουσι» καὶ παραφράζει ἅμα καὶ σαφηνίζει τὸ «οἰωνοῖς φίλτεροι ἠὲ γυναιξί», καὶ τὸ «οἰωνοὶ περὶ πλέες ἠὲ γυναῖκες», πλὴν ὅσον ἀντὶ γυναικῶν γονεῖς ἐνταῦθα κεῖνται. Τὸ δὲ «ὠμησταί» ὁ μὲν Τυραννίων ἐβάρυνεν ὡς σύνθετον ἐκ τοῦ ὠμὰ ἐσθίειν, Ἀρίσταρχος δὲ ὀξύνει κανόνι τοιούτῳ. Τὰ εἰς στης τῷ η παραληγόμενα, ἔχοντα πρὸ τοῦ τ τὸ σίγμα, ὑπὲρ δύο συλλαβάς, ὀξύνονται, ἑρπηστής, ὀρχηστής, ὠμηστής. Ὅτι δὲ ὠμηστὴς ἐκ τοῦ ὠμὰ ἐσθίειν γίνεται, τραπέντος Ἰωνικῶς τοῦ δασέος θ εἰς ψιλὸν τὸ τ, Ὅμηρος μετʼ ὀλίγα δηλοῖ θῶας εἰπὼν ὠμοφάγους, ὃ ταὐτόν ἐστι τῷ ὠμηστάς. Τὸ δὲ «πτερά» ἢ συστολὴν ἔπαθεν ἐκ τοῦ πτῶ, πτήσω, καθὰ καὶ τὸ ἰδιωτικῶς λεγόμενον πτενόν, ἢ παρῆκται κατὰ τὸ ἐν Ὀδυσσείᾳ ξερόν, ἵνα ᾖ ὥσπερ ξέω ξερόν, οὕτω καὶ πέτω πετερόν καὶ ἐν συγκοπῇ πτερόν. Ἐξ οὗ δὴ πέτω καὶ ποτήρια ἐκπέταλα λέγεται τὰ καὶ πλατέα καί, ὡς εἰκός, κοῦφα διʼ ἐλαφρότητα, ἔτι δὲ καὶ πέτηλα τὰ φύλλα. ἐξ ὧν εἴπερ γίνεται τὰ πτίλα, ἔχοι ἂν πολλὴν ἀπορίαν ἡ διὰ τοῦ ἰῶτα γραφὴ τοῦ πτίλου. Τὸ δὲ «ἔξω χροὸς εἷλκεν» ἀργίαν δηλοῖ τῇ χρονικῇ παρατάσει. οὐ γὰρ εἰκὸς εὐχερῶς οὕτως ἐξελκυσθῆναι τὸ βέλος ἐληλαμένον διὰ χροὸς καὶ ἀσπίδος. ἄλλως μέντοι ἠδύνατο «εἷλξεν» εἰπεῖν. Ἔτι ἰστέον καὶ ὅτι ἐκ τῶν ῥηθέντων τὸ μὲν «ἆ δειλέ, ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος» στρατιώτου θυμικοῦ ἐστιν ἀπειλή. Ἀριστέως δὲ λόγος πρὸς ἀντίπαλον τὸ «εὖχος ἐμοὶ δώσεις, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ». Ἰστέον δὲ καὶ ὅτι τὸ «δειλός», ὁ δεδιὼς τὰς ἴλας, ὁ καὶ φύξηλις, ἐξ οὗ καὶ ἡ δειλία καὶ τὸ δειλαίνεσθαι, παρὰ τοῖς μεθʼ Ὅμηρον μάλιστα ἐπλεόνασεν. ἀφʼ οὗ σύνθετα πρὸς ἄλλοις καὶ ὁ θρασύδειλος καὶ ὁ χερσαῖος κροκόδειλος, ὃς κρόκον δεδιὼς διʼ αὐτοῦ ἀποσοβεῖται τῶν σίμβλων, ὥς φασιν οἱ εἰδότες, ἔτι δὲ καὶ ὁ ἔνυδρος κροκόδειλος, τὰς κρόκας δειλιῶν αὐτός, ὅ ἐστι τὰς αἰγιαλίτιδας ἄμμους, αἳ λέγονται καὶ κροκάλαι. χαίρει γὰρ τῇ καθʼ ὕδωρ διαίτῃ μάλιστα. εἰ δὲ καὶ ὁ κροκύδειλος προπαροξυτόνως ἢ κροκυδειλός ὀξυτόνως, μικρὸν αὐτός, φασί, ζωΰφιον παρʼ Ἱππώνακτι, τοιαύτην τινὰ ἐτυμολογίαν ἔχει, εἰδεῖεν ἂν οἱ παλαιοί. Ὅτι τοῦ ἔγχους ἑλκυσθέντος τῷ Ὀδυσσεῖ ἐκ τῶν αὐτοῦ πλευρῶν αἷμα ἠκοντίσθη, ὃ καὶ ἐθάρρυνε κατʼ αὐτοῦ τοὺς Τρῶας. Φησὶ γὰρ «αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν. Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον αἷμʼ Ὀδυσῆος, κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν». Καλῶς οὖν, φασί, Λυκοῦργος ἐνομοθέτησε Λακεδαιμονίοις ἐσθῆτα φοινικῆν ἐν πολέμῳ φορεῖν, ὡς ἂν εἰ τρωθείη τις, λανθάνῃ διὰ τὸ τῆς τοιαύτης χλαμύδος ὁμόχρουν πρὸς αἵματος ἐρυθρότητα. Ἐν δὲ τῷ «σπασθέντος» λείπει πρόθεσις, ὡς δηλοῖ πρὸ ὀλίγων ῥηθὲν τὸ «ἐκ δʼ ἄρα χειρὸς σπάσατο», ἤγουν ἐξέσπασε. Τὸ δὲ «κῆδεν» ἐνεργητικῶς ῥηθὲν ἀντὶ τοῦ ἔβλαπτε καὶ ἐλύπει κεῖται, ἀφʼ οὗ καὶ κῆδος ἡ βλάβη. Ἰστέον δὲ ὅτι ἐν ἄλλοις τὴν ἐκ τραύματος ἀνάδοσιν τοῦ αἵματος ἄλλως φράζει, οἷον «αἷμα δʼ ἀνεκήκιε», καὶ «αἷμα δʼ ἀνηκόντιζε», καὶ «αἷμα θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς». Ὅτι τῶν Τρώων, ὡς ἐρρέθη, ἐπελθόντων, ὀπίσω ἀνεχάζετο Ὀδυσσεύς. «τρὶς μὲν ἔπειτʼ ἤϋσεν», ὅ ἐστιν ἐβόησεν, «ὅσον κεφαλὴ χάδε φωτός». —εὐρυβόας γὰρ καὶ αὐτὸς καὶ ὄπα μεγάλην ἐκ στήθεος πέμπων, ὡς ἀλλαχοῦ εἴρηται. —”Τρὶς δʼ ἄϊεν ἰάχοντος ἀρηΐφιλος Μενέλαος», καὶ τάχυ τὸν μέγαν Αἴαντα προσεφώνει ἐγγὺς ἐόντα. Οὐ γὰρ ἦν αὐτὸς ἀξιόμαχος μόνος ἀντιστῆναι τοσούτοις, ὁ καὶ ἄλλως μαλθακὸς πολεμιστής. Ἡ δὲ προσφώνησις, μεθʼ ἣν ἡ ἀξιώσις πατρόθεν ἐκ γενεῆς, ὡς ὑπὸ τοῦ ἀδελφοῦ βασιλέως παρήγγελται. Φησὶ γὰρ «Αἶαν διογενές, Τελαμώνιε, κοίρανε λαῶν, ἀμφί μʼ Ὀδυσσῆος ταλασίφρονος ἵκετο φωνὴ τῷ ἰκέλη, ὡς εἴ περ αὐτὸν βιῴατο μοῦνον ἐόντα Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ. ἀλλʼ ἴομεν καθʼ ὅμιλον, ἀλεξέμεναι γὰρ ἄμεινον. δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσιν», ἢ μετὰ Τρώεσσι, «μονωθείς, ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται». Καὶ οὕτω μὲν ὁ Μενέλαος. Αἴας δὲ μηδὲν ἀμειψάμενος διὰ τὸ τοῦ καιροῦ κατεπεῖγον, οἷα μηδὲ λαλεῖν μακρὰ εἰδώς, ὡς ἡ πρεσβεία ἔδειξε, πείθεται εἰς ἔργον. Καὶ Μενέλαος μὲν ἦρχεν, «ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς. εὗρον ἔπειτʼ Ὀδυσῆα Διῒ φίλον. ἀμφὶ δʼ ἂρ αὐτὸν Τρῶες ἕπονθʼ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν ἀμφʼ ἔλαφον κεραὸν βεβλημένον, ὅν τʼ ἔβαλʼ ἀνὴρ ἰῷ ἀπὸ νευρῆς. τὸν μέν τʼ ἤλυξε πόδεσσι φεύγων, ὄφρʼ αἷμα λιαρὸν καὶ γούνατʼ ὀρώρῃ. αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός, ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν ἐν νέμεϊ σκιερῷ, ἐπί τε λῖν ἤγαγε δαίμων σίντην, θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὃ δάπτει. ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, ὃ δὲ ἀΐσσων ἠμύνετο ἔγχει νηλεὲς ἦμαρ. Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον, στῆ δὲ παρέξ. Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος». Καὶ Ὀδυσσέα μὲν «Μενέλαος ἀρήϊος ἔξαγʼ ὁμίλου χειρὸς ἔχων, εἵως θεράπων σχεδὸν ἤλασεν ἵππους. Αἴας δὲ Τρώεσσιν ἐπάλμενος» ἐποίει, ἃ ἐφεξῆς λέγει ὁ ποιητής. Καὶ ὅρα ὅτι σῶστρα Ὀδυσσεὺς ὀφείλει τῷ Αἴαντι κινδύνου περισωσαμένῳ αὐτόν, ὡς καὶ ὁ Διομήδης ἐν τοῖς πρὸ τούτων ὀφειλέτης ἦν χαρίτων τῷ Νέστορι. Ὅρα δὲ καὶ τὴν παραβολὴν μὴ μόνον οὐ διʼ ὅλου ἡρμοσμένην τῷ πράγματι, οὗ χάριν παρελήφθη, ἀλλὰ καὶ πάντῃ ἐναντιουμένην ἐν μέρει, τουτέστι κατὰ τὸ ἀκροτελεύτιον αὐτῆς τὸ «αὐτὰρ ὃ δάπτει». Τὰ μὲν γὰρ λοιπὰ καλῶς ἔχει. ἔλαφος μὲν γὰρ οἷον ὁ βληθεὶς Ὀδυσσεύς, θῶες δὲ περὶ αὐτὸν οἱ Τρῶες, λέων δὲ ὁ Αἴας, οὗ ἐλθόντος οἱ θῶες φεύγουσι καὶ σῴζεται Ὀδυσσεύς, οὐ μὴν ὑπὸ τοῦ λέοντος δάπτεται. Οὐκοῦν διὰ τὸ τῆς ἱστορίας ἐντελὲς ἐνταῦθα πρὸς ἀναπλήρωσιν συνήθη παραβολικῆς ἐννοίας κεῖται περιττῶς τὸ «αὐτὰρ ὃ δάπτει»; Ἐπεὶ οὐ πᾶσα παραβολὴ ὅλη διόλου κολλᾶται τῷ πράγματι, ἀλλʼ ἔστιν ὅτε καί τινα ἔχει ἀνόμοια, ὧν ἀμελητέον ἐπιλεγομένους μόνα τὰ ὅμοια. ὡς καὶ ἐνταῦθα τὸ μὲν «αὐτὰρ ὃ δάπτει» οὐ προσλογιστέον τῷ πράγματι, μόνον δὲ συμβιβαστέον τὸ ὡς θῶας ἀπελαύνει λέων ἐπιφανείς, οὕτω τοὺς Τρῶας Αἴας. Δῆλον δὲ ὡς οὐ διὰ δειλίαν ἐλάφῳ εἰκάζεται Ὀδυσσεύς, ὥς που Ἀλέξανδρος, ἀλλὰ διὰ πάθους ὁμοιότητα, καθʼ ἣν πρὸ βραχέων ὁ αὐτὸς καὶ κάπρῳ εἰκάσθη, ὃν κυκλοῦσι κύνες τε καὶ θαλεροὶ αἰζηοί, ὅτε οὔπω τρωθεὶς κατεπονεῖτο τῇ ῥύσει τοῦ αἵματος. Ἔχει δὲ καὶ ἐθάδα πολυμάθειαν ἡ ῥηθεῖσα παραβολὴ ἐξ ἱστορίας ζωϊκῆς βληθέντος τε ζῴου ἰδιότητα ἱστοροῦσα, τὸ μετὰ τὴν βολὴν εἰς δάσος, εἴ που καὶ παρατύχοι, φεύγειν καὶ τὸ τοὺς θῶας δαφοινούς τε εἶναι καὶ ἐχθροὺς λέοντι οὓς λυκοειδῆ ζῷα εἶναί φασιν οἱ παλαιοί. διὸ καὶ τὴν τῶν λυκοπανθήρων κλῆσιν ἐντεῦθεν ἴσως εὗρον οἱ πολλοί. καὶ Ἀριστοτέλης μὲν θῶας πολεμίους εἶναι λέοντι ὕστερον ἱστόρησε, πρὸ δὲ ἐκείνου Ὅμηρος οἶδεν αὐτό. Πάνυ δὲ καὶ φίλος ἀγαθὸς καὶ προσεκτικὸς ἐν τοῖς ῥηθεῖσιν ὁ Μενέλαος, εἴπερ τρὶς ἰάχοντος Ὀδυσσέως καὶ ἤκουσε καὶ οὕτως ἐνδιαθέτως ἐπεστράφη. οὐκ ἐστέρηται δὲ οὐδὲ τοῦ μένος καὶ θάρσος ἔχειν, διὸ καὶ ἀρηΐφιλον αὐτὸν ἔφη ὁ ποιητὴς καὶ ἀρήϊον. Ἀφθόνητος δὲ καὶ ὁ Αἴας, εἴπερ ἐπαίνους τοῦ Ὀδυσσέως ἐκ Μενελάου ἀκούσας οὔτε ἀντιφωνεῖ καὶ ἅμα ἕπεται βοηθήσων. Ἰστέον δὲ ὅτι τὸ «ἐξοπίσω ἀναχάζεσθαι» φθάσας ὁ ποιητὴς ἀναχωρεῖν εἶπε, καὶ ὅτι ἐκ περισσοῦ κεῖται τὸ ὀπίσω. ἤρκει γὰρ ἀντʼ αὐτοῦ ἡ ἀνα πρόθεσις, κειμένου δὲ τοῦ ἐξοπίσω περιττεύει ἡ ἀνα. εἰπεῖν δὲ καὶ ἄλλως, περιτταὶ καὶ αἱ δύο προθέσεις εἰσί. Τοῦ δὲ «αὔειν», ὅ ἐστι φωνεῖν, ἡ διάλυσις, ἤγουν τὸ ἀΰειν, ἐξ οὗ ἡ ἀϋτή, γεννητικόν ἐστι τοῦ ἤϋσεν, ὃ εὐθὺς ἐπήγαγεν ἐν τῷ «τρὶς ἤϋσε». Τὸ δὲ «κεφαλὴ χάδεν», ἀντὶ τοῦ ἐχώρησε, χρόνου ἀορίστου δευτέρου ῥῆμα ἐκ τοῦ χῶ, χάζω, τὸ χωρῶ, καθὰ παράγεται καὶ τὸ χάζω, τὸ ὑποχωρῶ. Κεφαλὴ δὲ φωτὸς περιφραστικῶς ἀντὶ τοῦ ἀνήρ, ἵνα λέγῃ, ὅσον ἐχώρει ἀνὴρ εὐρυφωνότερος ὢν γυναικός. δύναται δὲ καὶ ἄλλως ἐπʼ αὐτῆς δὴ κεφαλῆς εὐοδωθῆναι ἡ ἔννοια, ὡς καὶ τῆς περὶ στόμα εὐρύτητος καὶ ἑτέρας ποιᾶς διαθέσεως συλλαμβανομένης εἰς τὸ μεγαλόφωνον. Τὸ δὲ «ἄϊεν», οὗ θέμα τὸ ἀΐω, τουτέστιν ἀκούω, ὀνόματος Πυθαγορικοῦ ἐστὶ παραγωγόν, ὥσπερ καὶ τὸ ἀκούειν. ὡς γὰρ ἐξ αὐτοῦ ὁμακόϊον τὸ ἄθροισμα τῶν ἀκροωμένων, οὕτω καὶ ὁμάϊον τὸ αὐτὸ παρὰ τὸ ὁμοῦ ἀΐειν, ὅπερ ἐστὶν ἀκούειν. Τὸ δὲ «Αἶαν διογενές» καὶ ἑξῆς, Ὅμηρος τῷ Μενελέῳ εἰπεῖν ἀναθεὶς τὸν κρείττω ἔπαινον ἑαυτῷ ἐταμιεύσατο ἐν τῷ «ἕσπετο ἰσόθεος φώς», ὃ φθάσας καὶ περὶ Σώκου εἶπε. Ταλασίφρονα δὲ Ὀδυσσέα εἰπεῖν, ὡς καὶ ἐν τῇ Ὀδυσσείᾳ, ταὐτόν ἐστι τῷ τλήμονα. ἴσως δὲ καὶ κατὰ διπλόην ἐπαίνου τλήμονα καὶ φρόνιμον ἡ λέξις ἄνδρα δηλοῖ καθʼ ὁμοιότητα τοῦ δαΐφρων, ὅτε δάϊον σημαίνει καὶ φρόνιμον. κατεπύκνωσε δὲ αὐτὸν ἐπίτηδες ὡς ἀριστέα ἐνταῦθα ἐπαίνοις ὁ ποιητής, ταλασίφρονά τε καλέσας καὶ ἐσθλὸν καὶ μάλα ποθεινὸν Ἀχαιοῖς καὶ δαΐφρονα καὶ ποικιλομήτην. Τὸ δὲ «τῷ ἰκέλη», εἰ μὲν ἀρσενικοῦ γένους ἐστί, λέγοι ἄν, ὅτι τούτῳ, ἤγουν τοιούτῳ, Ὀδυσσεῖ ὁμοία ἦν ἡ φωνή, ὡς εἴπερ μόνος ὢν ἔπαθε βίαν. εἰ δὲ οὐδετέρως προῆκται, νοεῖ ὡς τοιούτῳ πράγματι ἔοικεν ἡ φωνή, καθάπερ ἂν εἴ τινες τὸν Ὀδυσσέα βιάζοιντο. Τὸ δὲ «βιῴατο» δευτέρας συζυγίας εἶναι ῥῆμα φαίνεται, τὸ κοινὸν γὰρ βιῷντο, ὡς βοῷντο. ἐμφαίνει δὲ ἀλλόκοτόν τινα φωνῆς τρόπον ἐκβοῆσαι τὸν Ὀδυσσέα, διʼ ἧς ἡ βία ἐξεφάνη. Ἔνθα καὶ ὅρα πραγματικῶς, ὡς δεῖ τοὺς στρατηγούς, ἤδη δὲ καὶ πάντας τοὺς ἐν τῇ μάχῃ, βοὴν ἀγαθοὺς εἶναι αὑτῶν τε χάριν καὶ ἑτέρων. διὸ καὶ ἔσπευδον οἱ παλαιοὶ μεγάλα φωνεῖν, ὡς δηλοῖ καὶ ὁ περὶ Περσῶν ἱστορήσας, ὅτι τε ἀπαιτοῦσι λόγον ἑκάστου μαθήματος καὶ ὡς μεγαλοφωνίαν ἀσκοῦσι. Τὸ δὲ «μόνον ἐόντα» ἶσον ἐστὶ τῷ μονωθέντα, ὡς δηλοῖ καὶ τὸ «ἐν Τρώεσσι μονωθείς». εἰς ταῦτα δὲ συντελεῖ καὶ τὸ «Τρῶες ἀποτμήξαντες». δῆλον γάρ, ὡς ἀποκοπεὶς τῶν ἑαυτοῦ μεμόνωται. Τὸ δὲ «κρατερῇ ὑσμίνῃ» παρατετηρημένως ἐρρέθη, ὡς τοῦ Ὀδυσσέως μὴ ἂν ἄλλως ἐκ δειλανδρίας φωνήσαντος, εἰ μὴ κρατερὰ ἦν ἡ μάχη. Τὸ δὲ «ἀλλʼ ἴομεν καθʼ ὅμιλον» καὶ ἑξῆς, φίλος ἂν εἴποι ἐρεθίζων ἑαυτὸν ἀμῦναι καταπονουμένῳ ἑταίρῳ. Ἔστι δὲ «καθʼ ὅμιλον» τὸ μέσον τοῦ τῶν μαχομένων ὄχλου. Τὸ δὲ Ὀδυσῆα Διῒ φίλον ἀστείως κεῖται ἀντὶ τοῦ τῷ μοιριδίῳ φίλον καὶ μὴ δυστυχῆ κατὰ τὸν ἔλαφον, ᾧ ἐπὶ λῖν ἤγαγε δαίμων, ὅ ἐστιν οὐκ ἀγαθή τις τύχη. λίαν γὰρ εὐτυχῶς τῷ Ὀδυσσεῖ ὁ Μενέλαός τε φωνοῦντος ἀκούει καὶ ὁ Αἴας ἐγγὺς ὢν καλεῖται καὶ τὴν μάχην θαρρεῖ. Τὸ δὲ «Τρῶες» καὶ «θῶες» ὁμοιοκαταληκτοῦνται κατὰ καιρίαν παρίσωσιν. Τὸ δὲ «ἀμφὶ αὐτὸν ἕποντο» ἢ ἀντὶ τοῦ ἀμφηκολούθουν, ἢ ἀντὶ τοῦ ἀμφεῖπον, ὃ ταὐτόν ἐστι τῷ «ἀμφεπένοντο». διόπερ ὑποκαταβὰς ἔφη «ἀμφʼ Ὀδυσῆα Τρῶες ἕπον», ἤγουν ἀμφεῖπον ἐκεῖνον. Τὸ δὲ «ὃν ἔβαλεν ἀνὴρ ἰῷ» καὶ ἑξῆς, οὐ πρὸς σαφήνειαν ἐπῆκται τοῦ βεβλημένον—αὐτὸ γὰρ πάνυ σαφές—, ἀλλʼ ἵνα καὶ τὸ βέλος δηλωθῇ, ὡς εἰκός, ἤγουν ὁ ἰός, καὶ ὡς κυνηγετικῶς τὸ ζῷον βέβληται καὶ οὐ πρὸς ἄμυνάν τινα οἷα βλαπτικόν. ἴσως δὲ καὶ πρὸς διαστολὴν κεῖται διασαφητικῶς, ἐπείπερ ἐνίοτε γενικῶς λέγεται πολλαχοῦ τὸ βάλλειν ἁπλῶς ἀντὶ τοῦ πλήττειν. Τὸ δὲ «ἀπὸ νευρῆς» περισσὸν καὶ αὐτό, καθὰ καὶ πρὸ ὀλίγου τὸ ἐξοπίσω, ἤρκει γὰρ καὶ αὐτοῦ δίχα εἰπεῖν, «ὃν ἔβαλʼ ἀνὴρ ἰῷ». σχεδιασμοῦ δὲ καὶ ταῦτα ἴδια. Ἐν δὲ τῷ «ὄφρʼ αἷμα» λείπει τὸ «ἐστίν» ἢ «ἔνεστιν». Αἷμα δὲ λιαρόν, ὃ πρὸ ὀλίγου θερμὸν εἶπεν ἐν τῷ «ὄφρα αἷμα ἔτι θερμόν». Ἰστέον δὲ ὅτι πολλῶν ὄντων κατὰ τὸ χλιαρόν λιαρόν, πήγανον ἤγανον, ὡς ἀλλαχοῦ κεῖται, τακτέον σὺν αὐτοῖς καὶ τὸ σμῖλαξ, καὶ δίχα δὲ τοῦ σ μῖλαξ, οἷον «ἐστεφανοῦτο μίλακι καὶ ἀμπέλῳ καὶ κισσῷ», ἔτι δὲ καὶ τὸ σμύραινα καὶ μύραινα δὲ ὡς ἐπὶ πολύ, καὶ τὸ καπάνη, ἀπάνη, ὅ ἐστιν ἀπήνη. Θετταλοὶ γάρ, ὡς ἐν τοῖς τοῦ Ἀθηναίου φέρεται, τὰς ἀπήνας καπάνας ἔλεγον. ὅθεν καὶ καπανικὰ παρʼ αὐτοῖς τὰ ἁμαξιαῖα, ὡς δηλοῖ, φησίν, Ἀριστοφάνης ἐν τῷ «Λυδῶν δεῖπνα καὶ Θετταλῶν, ὧν τὰ Θετταλικὰ πολὺ καπανικώτερα». τοῦτο δὲ ἐρρέθη ὡς τῶν Θετταλῶν μεγάλα κρέα τεμνόντων. ὅθεν ἔφη τις καὶ χειροβαρὲς σαρκὸς ὑείας Θετταλότμητον κρέας. Ὅτι δὲ πολυφάγοι οἱ Θετταλοί, διαβεβόηται, ἀφʼ ὧν καὶ Θετταλικὴ ἔνθεσις ἡ μεγάλη τροφή. Τὸ δὲ «ὀρώρῃ» οὐχʼ ὑπερσυντέλικος, ἀλλὰ παρακείμενος κἀνταῦθα ὑποτακτικὸς ἐκ τοῦ ὄρωρα. Τὸ δὲ «ὠμοφάγοι» ὡς ταὐτόν ἐστι τῷ ὠμησταί, πρὸ βραχέων εἴρηται. Τὸ δὲ «δαρδάπτειν» παράγωγόν ἐστι τοῦ ἐξ ἁπλοῦ τοῦ δάπτειν, ὃ κατωτέρω αὐτοῦ κεῖται. παρῆκται δὲ καθʼ ὁμοιότητα τοῦ μαίρω μαρμαίρω καὶ τῶν ὁμοίων. Νέμος δὲ σκιερόν πρὸς διαστολὴν λειμῶνος, αὐτὸς γὰρ ἡλίῳ ἔκκειται ὡς ἐπὶ πολύ. τόπος δέ ἐστι δασὺς τὸ νέμος, ἐπιτήδειος εἰς νομήν. Ἰστέον δὲ ὅτι ἐκ τῆς πρωτοτυπίας τοῦ σκιεροῦ, ὅπερ ἐστὶν ἡ σκιά, γίνεται καὶ ἡ σκιάς, ἧς ὑποκοριστικὸν τὸ σκιάδιον. Γράφει γοῦν τις, ὅτι ἀγάλματι Διονύσου πομπεύοντι περιέκειτο καὶ σκιὰς ἐκ κισσοῦ καὶ ἀμπέλου. Τὸ δὲ «λῖν» οἱ μὲν περὶ Ἀρίσταρχον ὀξύνουσιν ὡς καὶ τὴν ὀρθήν, ἤδη γὰρ δεδήλωται ὅτι τὸ λίς ὠξύνετο παρʼ αὐτοῖς. Ἕτεροι δὲ περισπῶσι, κανονίζοντες, ὡς πᾶσα αἰτιατικὴ μονοσύλλαβος εἰς νυ λήγουσα περισπᾶται· μνᾶν, μῦν, δρῦν, κλεῖν, καίτοι τῆς εὐθείας τούτου ὀξυνομένης, ὀξύνεται γὰρ ἡ κλείς. Τινὲς δὲ ἐτόλμησαν ἐνταῦθα τὸ λῖν δισυλλάβως εἰπεῖν, λέγοντες, ὅτι τὸ πλῆρες λῖνά ἐστι Δωρικῶς, ὡς τὸν θῖνα, ὥστε κατʼ αὐτοὺς δικατάληκτόν ἐστιν ὁ λίν καὶ ὁ λίς. Ὅτι δὲ ἐκ τοῦ λάω, τὸ βλέπω, γίνεται, ὥσπερ ὁ λέων, οὕτω καὶ ὁ λίς κατὰ τὸν γραμματικὸν Ὦρον ὡς ὀξυδερκής, καὶ ὅτι, ὥς φησι Μανέθων ἐν τοῖς πρὸς Ἡρόδοτον, οὐ καθεύδει ὁ λέων, ὅπερ ἀπίθανον—οὐ γὰρ ἂν ἀεὶ ἐγρηγόροι—ἀλλὰ κατὰ δορκάδα τὴν ἐκ τοῦ δέρκω παρηγμένην καὶ κατὰ λαγὼν τὸν ἐκ τοῦ λάω, ἀνεῳγότας καθεύδων ἔχει τοὺς ὀφθαλμούς, οἱ παλαιοί φασιν. Εἰ δὲ προαναφαινομένου τοῦ ἄλφα ἐν τῷ λάειν, ὅθεν καὶ ἀλαός, ὁ τυφλός, τὸ λίς καινότερον διὰ τοῦ ι γράφεται, ὑπερλαλείτωσαν οἱ, ὡς ἐρρέθη, τὸν λῖν ἐτυμολογήσαντες. Τὸ δὲ «σίντην» ἤρεσεν Ὁμήρῳ οἰκειῶσαι τῷ λέοντι διὰ τὸ αὐτοῦ βίαιον, ᾧ λόγῳ καί τινες ἄνδρες ἐλέγοντο καθʼ Ὅμηρον Σίντιες, ἄλλως ἐκεῖνοι κλινόμενοι, ὁμοία δέ τις ἔννοια καὶ λῃστὴν τὸν Σίνιν παρήγαγε. Τὸ δὲ «διέτρεσαν» δὶς ἐν τοῖς ῥηθεῖσι κείμενον τὴν μετὰ δέους φυγὴν δηλοῖ. Ἰστέον δὲ ὅτι ἐμφαντικώτερον δειλίας τὸ διέτρεσαν ἤπερ τὸ ἔτρεσαν. ἡ γὰρ δια πρόθεσις καὶ σκεδασμὸν δηλοῖ τῶν τρεσάντων. Φύσις γὰρ αὕτη τῆς προθέσεως ταύτης πολλαχοῦ, διχασμὸν ὑποδηλούσης καὶ σκεδασμὸν καὶ διαίρεσιν, ὡς δῆλον καὶ ἐκ τοῦ «διασχὼν τὴν νεφέλην» καὶ ἐκ τοῦ διαφωνεῖν, ὅπερ ἐστὶν ἐναντιοῦσθαι κατὰ φωνὴν καί, ὡς εἰπεῖν, ἀντιλογεῖν ἢ ἀμφιλογεῖν. ὅμοιον δέ τι καὶ τὸ διείπασθαι καὶ τὸ «δίειπέ μοι ὄφρα δαείω», ἤγουν εἰς πλάτος λάλησον, ὡς διαιρεῖσθαι τὸ ἔπος εἰς πολλὰ μέρη λόγου. οὕτω καὶ τὸ διακρίνειν μερισμὸν δηλοῖ σαφέστερον ἤπερ τὸ κρίνειν, καὶ τὸ διανέμειν μᾶλλον τοῦ νέμειν. Τοῦ δὲ δάπτειν δοκεῖ προϋπεῖναι ἄρρητον θέμα τὸ δῶ, ἵνα ᾖ ὡς βῶ βάπτω, ῥῶ ῥάπτω, οὕτω καὶ δῶ δάπτω. ἐκ δὲ τοῦ τοιούτου δῶ καὶ τὸ δαίω, ἤγουν μερίζω, ἐξ αὐτῶν δὲ καὶ τὸ δακεῖν καὶ ὅσα τοιαῦτα. Τὸ δὲ τοῦ Αἴαντος σάκος ὡς μέγα ἦν, καθωμίληται, καὶ ὅτι εὐρύ. ὅθεν καὶ προϊών φησιν «εὐρὺ γὰρ ἀμφʼ ὤμοισιν ἔχει σάκος». ἐξ οὗ καὶ Εὐρυσάκης αὐτῷ παῖς ὠνόμασται. τὸ δὲ καὶ πύργον αὐτὸ εἰπεῖν ὑπερβολῆς τρόπος ἐστὶν ἐμφαίνων συλλογιστικῶς καὶ τὸ τοῦ ἥρωος μέγεθος, ὃς διὰ τοῦτο καὶ ἕρκος λέγεταί που Ἀχαιῶν. Ὅρα δὲ καὶ τὸ παρέξ, ἀπολύτως τε ῥηθὲν δίχα τινὸς συντάξεως, καὶ μετὰ τοῦ ξι καὶ ταῦτα συμφώνου ἐπιφερομένου, οὐ μὴν διὰ τοῦ κ ὡς ἐν τῷ «παρὲκ νόον ἤγαγε». σημαίνει δὲ καὶ ἐνταῦθα ἡ λέξις τὸ ὀλίγον τι ἐκτός, ἄλλως δὲ ὅμως ἐγγύς, ὡς δηλοῖ τὸ «Αἴας δʼ ἐγγύθεν ἦλθε» καὶ ἑξῆς. Χειρὸς δὲ τὸν Ὀδυσσέα ἔχει Μενέλαος, καθά που καὶ αὐτὸν βληθέντα ὁ βασιλεὺς ἀδελφός. Καὶ ὅρα καὶ νῦν ὅπως εὐμεθόδως τοὺς ἀριστεῖς ἀπάγει τῆς μάχης ὁ ποιητὴς πιθανολογῶν τὴν Ἑλληνικὴν ἧτταν. πρῶτα μὲν γὰρ τὸν πρώτιστον Ἀγαμέμνονα, εἶτα τὸν Διομήδην, ἄρτι δὲ τὸν Ὀδυσσέα, ἐφεξῆς δὲ καὶ ἑτέρους, καθὰ δηλωθήσεται, ὡς μὴ ἄλλως δυνατὸν ὂν καταπονηθῆναι τοὺς Ἀχαιούς, εἰ μὴ προέπαθον οἱ ἀριστεῖς. Ὅτι ἐν τῷ Αἴας «εἷλε Δόρυκλον, Πριαμίδην νόθον υἱόν» δοκεῖ ἀδολεσχία τις εἶναι τὸ υἱόν. ἔγκειται γὰρ ὁ υἱός δυνάμει ἐν τῷ Πριαμίδης καὶ συννοεῖται. φασὶ γὰρ οἱ παλαιοί, ὅτι τοῖς μὲν κτητικοῖς προστίθεται καθʼ ἑρμηνείαν τὸ ὑπὸ κτῆσιν ἐρχόμενον, οἷον Αἰάντειος τὸ κτητικόν, ᾧ δεῖ προσθεῖναι τὸ οἶκος ἢ υἱός ἤ τι τοιοῦτον, ἐν δὲ πατρωνυμικοῖς οὐχʼ οὕτως, ἀλλʼ ἐμπεριέχεται τὸ γέννημα τῇ τοῦ πατρὸς φωνῇ, ὥστε ὁ λέγων Πριαμίδην Πριάμου φησὶν υἱόν. διόπερ ὁ ἐπαγαγὼν καὶ εἰπὼν Πριαμίδην νόθον υἱόν, δὶς τρόπον τινὰ λέγει τὸ αὐτὸ καὶ ἀδολεσχεῖ, ὡς οἷα εἰπὼν Πριάμου υἱὸν υἱόν. Τοιοῦτόν τι δεδήλωται εἶναι καὶ τὸ «Ἀτρείδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν», ὅμοιον δέ τι ἔστι νοῆσαι καὶ ἐν τῷ «μεγαλήτορα θυμόν», καὶ ἄλλα δὲ τοιαῦτα παρατετήρηνται. Οἱ δέ γε παλαιοὶ ἐν τῷ «Πριαμίδην νόθον υἱόν» τελείαν στίζοντες εἰς τὸ «Πριαμίδην» τὸ «νόθον υἱόν» ἐπανάληψίν τινα εἶναί φασι πρὸς σαφήνειαν, ὡς ἂν δηλωθῇ, ὅτι οὐ γνήσιος ἦν Πριαμίδης. Ἐνταῦθα δὲ κεῖται καὶ σχῆμα κάλλους ἐπαναστρεπτικὸν διὰ ποιητικῆς λέξεως ἐν τῷ «Πάνδοκον οὔτα, οὔτα δὲ Λύσανδρον», κοσμοῦντος κομματικῶς Ὁμήρου τὴν ἀριστείαν τοῦ μεγάλου Αἴαντος. ὡς δὲ τὸ «οὔτα» συστέλλει τὴν λήγουσαν, ἀποκοπὴν παθὸν ἐκ τοῦ οὔτασε, πολλαχοῦ δηλοῦται. Κεῖται δʼ ἐν τούτοις καὶ Πυλάρτης κύριον, ὅπερ ἐν ἄλλοις Ἅιδου ἐστὶν ἐπίθετον. Ὅτι ὡς πρὸ τούτων τὸν Διομήδην, οὕτω καὶ νῦν τὸν Αἴαντα πλήθοντι ποταμῷ εἰκάζει ποιοῦντι δεινά. Καὶ συγκλείει τὴν παραβολὴν εἰς τὸ οὕτω κλονεῖν τότε τὸν Αἴαντα ὅσοις ἐνέπιπτε, δηλῶν ὅτι νῦν ἀναγκαίως εἰς μάχην ἑαυτὸν ὁ Αἴας ἀνάπτει, τὸν ἄλλον καιρὸν οὐκ εὐκίνητος ἢ ὀξυκίνητος ὤν. διὸ καὶ προστέθειται τὸ «τότε». ἔστι γὰρ ἡ προσθήκη πρὸς τὰ πρὸ τούτου, ὅτε ὁμαλῶς καὶ οἷον νωθρότερον ὁ Αἴας ἐμάχετο. Ἔχει δὲ ἡ παραβολὴ οὕτω «ὡς δʼ ὅτε πλήθων ποταμὸς πεδίονδε κάτεισι χειμάρρους κατʼ ὄρεσφιν, ὀπαζόμενος Διὸς ὄμβρῳ, πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας ἐσφέρεται, πολλὸν δέ τʼ ἀφυσγετὸν εἰς ἅλα βάλλει, ὣς ἔφεπε κλονέων πεδίον», ἤτοι κατὰ τὴν πεδιάδα, «τότε φαίδιμος Αἴας, δαΐζων ἵππους τε καὶ ἀνέρας». Ὃ προσφυὲς ἐπὶ ἀριστεύματι πεζομάχου τινός. Ὅρα δὲ ὅτι ἐπὶ χειμάρρου ἔθετο τὸ πλήθων ποταμός. ὁ μὲν γὰρ ἀένναος οὐ δέεται τοῦ πλήθειν, ὁ δὲ χείμαρρος, κενὸς ὢν ἐν ἀνομβρίᾳ, πλήθει, τουτέστι πλήρης γίνεται, ὅτε Διός, ὅ ἐστιν ἀέρος, ὄμβρον καταρρίψαντος εἰς τὰς πεδιάδας ἀναχεθῇ ἐξ ὀρέων ῥέων. Ἔστι δὲ γενικὸν μέν τι ὁ ποταμός, εἰδικὸν δὲ ὁ χειμάρρους, ὃς γίνεται μὲν ἐκ τοῦ χειμάρροος. ἐξ οὗ κατὰ συγκοπὴν καὶ ἀνάδοσιν τόνου ὁ χείμαρρος, ἑρμηνεύει δὲ τὸ πλήθων ποταμός. τοιοῦτος γάρ, ὡς ἐρρέθη, ὁ χείμαρρος. Δῆλον δʼ ὅτι καὶ πλοίου περὶ τὸ ἔδαφος πάσσαλος χείμαρρος λέγεται, ὁ ἰδιωτικώτερον καλούμενος ἴβδης, ὃς ἐξαιρούμενος ὅτε ὁρμίζεται, οὐκ ἐᾷ ἐκεῖνο πύθεσθαι Διὸς ὄμβρῳ κατὰ Ἡσίοδον. Αἴλιος δὲ Διονύσιος συντόμως οὕτω φησί· χειμάρρους τρῆμα νεὼς ἢ θηλυκῶς τρήμη ὡς πλήμη, ὅθεν ἡ ἀντλία ἐκρεῖ. Τὸ δὲ «ὀπαζόμενος» ἀντὶ τοῦ ἐπειγόμενος, ὅ ἐστι κατόπιν ἐλαυνόμενος τῷ ἐξ ἀέρος ὄμβρῳ. Δρῦς δὲ ἀζαλέας ἢ ἁπλῶς εἶπε τὰς ἐκ τοῦ παρατυχόντος ἐκσπασθείσας καὶ χρόνῳ ἀφαυανθείσας καὶ οὕτω εὑρεθείσας ἐλαφρὰς χειμάρρῳ παρασύρεσθαι, ἢ τὰς ἐκ προνοίας ἀνθρωπίνης, ὡς εἰκός, ὃ δὴ πολλαχοῦ γίνεσθαι οἴδαμεν, παραβληθείσας μετὰ ὑγρὰν ὑλοτομίαν ἐγγὺς χειμάρρου, ἵνα ὅτε ξηρανθῶσι, κατασύρῃ αὐτὰς ὅπῃ χρεών. καὶ ἔστι καὶ τοῦτο χρηστομάθεια βιωτικὴ ἐν παραβολῇ. Ἰστέον δὲ ὡς ἤρκει μὲν εἰπεῖν δρῦς ἀζαλέας εἰς δήλωσιν ξύλου παντός, ὡς καὶ προδεδήλωται, ὁ δὲ ποιητὴς καὶ πεύκας προσθέμενος ὅμως καὶ οὕτω πᾶν ξύλον ὡς ἐκ μέρους ἐδήλωσε, καὶ μάλισθʼ ὅτι τοιούτων ξύλων μέλησις τοῖς προνοουμένοις ὕδατι πιστεύειν αὐτὰ ὥστε κατασυρῆναι. Τὸ δὲ «ἐσφέρεται» πλήθοντος χειμάρρου ἔργον, ὃς ὑπερχυθεὶς καὶ ἁρπάσας εἰσφέρει πολλὴν ὕλην. Τὸ δὲ «ἀφυσγετόν» Τυραννίων μὲν βαρύνει ὡς τὸ ἀτρύγετος, Ἀρίσταρχος δὲ ὀξύνει ὡς τὸ Ἰαπετός. δηλοῖ δὲ ἡ λέξις τὸν ἰλυώδη συρφετόν, ὠνοματοπεποιημένον ὡς ἀπὸ τοῦ ἀφύσσω, ὃ καὶ αὐτὸ ὀνοματοποιΐας τρόπος ἐστί. Τὸ δὲ «εἰς ἅλα βάλλει» βούλεται οὐ μόνον ἐκβολὴν κατὰ τὴν μακρὰν χρῆσιν, ἀλλὰ καὶ εἰσβολὴν ποταμοῦ λέγεσθαι τὸν τόπον, ἔνθα τὸ ποτάμιον ὕδωρ εἰς θάλασσαν ἐρεύγεται, ὃς δὴ τόπος διὰ τοῦτο καὶ στόμα ποταμοῦ καὶ στόμιον λέγεται. Ὀρθότατα δὲ πέφρασται ὡς πεύκας μὲν φέρεται, ἤγουν φέρει, ἀφυσγετὸν δὲ βάλλει εἰς ἅλα ὁ ποταμός. πεῦκαι μὲν γὰρ φορτίου δίκην ἐπʼ αὐτοῦ ὀχοῦνται, ἀφυσγετὸς δὲ οὐχʼ οὕτω φέρεται, ἀλλὰ διʼ ὅλου αὐτοῦ ἀναμὶξ ἥκων ῥιπτεῖται εἰς θάλασσαν. Τὸ δὲ «φαίδιμος Αἴας» δύναται μὲν καὶ μετὰ τοῦ τότε νοηθῆναι, ἵνα λέγῃ ὅτι ὁ τότε φαίδιμος Αἴας, δύναται δὲ καὶ αὐτὸ καθʼ αὑτὸ εἶναι, ἵνα νοηθείη ὅτι ἔφεπε τότε κλονέων ὁ ἀεὶ περιφανὴς Αἴας. Τὸ δὲ «ἔφεπεν» ἔστι μὲν νοῆσαι καὶ ἀντὶ τοῦ ἐδίωκεν ἁπλῶς ἀκολουθῶν, ὡς καὶ πρὸ ὀλίγου ἀμφʼ Ὀδυσῆα ἕπον Τρῶες, κάλλιον δὲ ἐπὶ βλάβης νοῆσαι τὴν λέξιν. φέρεται οὖν ἐν παλαιῷ κατὰ στοιχεῖον Λεξικῷ, ὅτι ἕπειν Ἴωνές φασι τὸ κακοῦν καὶ περιελαύνειν, ὡς τὸ «Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι». Ὅτι καθὰ ὁ Ἄρης ἀλλαχοῦ ἐπʼ ἀριστερὰ μάχης ἐνήργει, οὕτω κἀνταῦθα ὁ Ἕκτωρ «μάχης ἐπʼ ἀριστερὰ μάρνατο πάσης». Εἶτα ἑρμηνεύων τὰ τῆς μάχης νῦν ἀριστερά φησιν «ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου», δηλῶν, ὡς μάχης ἀριστερὰ τοὺς περὶ Σκάμανδρον τόπους ἔφη, ὃ καὶ ἐσχατιὰν πολέμου δυσηχέος ἐρεῖ. Τούτοις δὲ ἐπιπλέκει εὐθὺς καὶ ἃ ἐγίνετο ἐκεῖ ὁμιλοῦντος Ἕκτορος τοῖς ἀριστεῦσι, διασκευὴν ἐν ὀλίγῳ φράζων μεγάλου πολέμου ταύτην «ἔνθα μάλιστα ἀνδρῶν πίπτε κάρηνα, βοὴ δʼ ἄσβεστος ὀρώρει», ὃ καὶ πρὸ τούτων ἐγράφη. Εἶτα ἐπάγει στρατηγικὸν ἔπαινον τὸ αὐτὸς «μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων ἔγχεΐ τε ἱπποσύνῃ τε», ἤγουν τῇ τοῦ ἱππεύειν ἀρετῇ, «νέων δʼ ἀλάπαζε φάλαγγας». Ἔστι δὲ καὶ νῦν ὁμιλεῖν κυριολεκτικῶς τὸ ὁμοῦ ταῖς στρατιωτικαῖς ἴλαις γίνεσθαι, ὡς καὶ μετʼ ὀλίγα ἐν τῷ «ὁμιλέομεν Δαναοῖσιν». οὗ περίφρασις τὸ «δῦναι ὅμιλον». Ὅτι ἐξαίρων ὁ ποιητὴς καὶ τὸν ἰατρὸν Μαχάονα ὡς φερωνύμως ἀριστέα φησὶν «οὐδʼ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοί, εἰ μὴ Ἀλέξανδρος, Ἑλένης πόσις ἠϋκόμοιο, παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν, ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον», ἔνθα βληθεὶς οὐκέτι ἀριστεύειν εἶχε. Καὶ ὅρα τὸ «κελεύθου», δηλοῦν οὔτε τὴν διὰ θαλάσσης, ἀλλʼ οὐδὲ τὴν ἁπλῶς ὁδόν, τὴν κατὰ πόλεμον δέ. Τὸ δὲ «οὐδʼ ἄν πω χάζοντο» καθʼ ὑπερβατὸν ἀντὶ τοῦ «οὔπω δὲ ἂν χάζοντο». Καὶ σημείωσαι ἐν τῷ «οὐδʼ ἄν πω» τὸ πω, δίχα τόνου τεθὲν ἐγκλιτικῶς. ὅθεν συνακτέον ὡς οὐκ ἂν ἀλόγως τὸ πώποτε προπαροξύνοιτʼ ἄν, ὡς καὶ ἐν ἄλλοις παρεσημάνθη. Ὁ δὲ Μαχάων ἐκτείνει τὴν παραλήγουσαν. διὸ καὶ συστέλλει ἐν ταῖς πλαγίαις τὸ ο. Καθόλου γάρ, φασί, τὰ εἰς ων βαρύτονα ὑπὲρ δύο συλλαβὰς διχρόνῳ παραληγόμενα, εἰ μὲν βραχὺ τὸ δίχρονον ἔχουσι, φυλάττουσι τὸ ω καὶ ἐπὶ γενικῆς, οἷον Ἀμφιτρύωνος, Δευκαλίωνος, εἰ δὲ μακρῷ διχρόνῳ παραλήγονται, συστολὴν πάσχει τὸ ω τῆς εὐθείας ἐν τῇ γενικῇ, οἷον Ἰξίονος, Μαχάονος, Ἰάσονος. Ἰστέον δὲ καὶ ὅτι πάνυ τὸν Μαχάονα ἐφίλουν οἱ Ἀχαιοί, ὡς ἐνταῦθα δηλοῖ ὁ ποιητής. διὸ καί, καθὰ πρὸ βραχέων Ὀδυσσεὺς περὶ τῷ Αἴαντι, οὕτω νῦν περὶ τῷ ἰατρῷ δείσαντες «μένεα πνέοντες Ἀχαιοί, μή πως πολέμοιο μετακλιθέντος», ἤτοι ῥέψαντος καὶ τροπὴν δεξαμένου, ἕλοιεν αὐτόν, οἱ Τρῶες δηλαδή, οὓς ἐπισπεύδων τῇ φράσει ἐσίγησεν ὁ ποιητής, ἔσπευσαν καταγαγεῖν ἐς τὰς νῆας. ἐφιλεῖτο δὲ ὡς μὴ μόνον τοὺς πολεμίους ἀναιρῶν, ἀλλὰ καὶ τοὺς ὑπʼ ἐκείνων βλαπτομένους ἀνακομιζόμενος ἰατρικῶς. Ἔτι ἰστέον καὶ ὅτι τὸ «περίδδεισαν μένεα πνέοντες Ἀχαιοί» ἐσχημάτισται μὲν ἀντιθετικῶς, δηλοῖ δέ, ὡς μένος πνέοντες ὅμως ἔδεισαν περὶ τῷ ἥρωϊ. Ὅτι εὐμεθόδως ἐνταῦθα κατὰ συμβουλὴν Ἰδομενέως ἀπέρχονται τῆς μάχης Νέστωρ τε ὁ πρὸ βραχέων εἰς αὐτὴν ἐλθὼν καὶ Μαχάων, οὗτος μὲν βληθείς, ὡς ἐρρέθη, καὶ μηκέτι πολεμεῖν ἔχων, ἐκεῖνος δὲ ἀπάγων αὐτὸν ἐς νῆας, ἵνα καὶ οὕτως ἐνδεὴς εἴη ἀριστέων ἡ κατὰ τοὺς Ἀχαιοὺς μάχη. Κεῖται δʼ ἐνταῦθα καὶ τὸ παραβαίνειν, οὔτε ἐπὶ ὁπλίτου, καθὰ σύνηθες, οὔτε ἐπὶ ἡνιόχου, ἀλλʼ ἁπλῶς ἐπὶ τοῦ ἀναβῆναι εἴς τινος ἅρμα καὶ παρʼ ἐκείνῳ εἶναι. οὕτω γὰρ ὁ Μαχάων ἄρτι βεβλημένος παραβαίνει ἐν τῷ τοῦ Νέστορος ἅρματι, ὡς δηλοῖ τὸ «ἄγρει, σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων βαινέτω», καὶ «πὰρ δὲ Μαχάων βαῖνεν». εὐθὺς δὲ ἐν τῷ «ἐς νῆας δὲ τάχιστα ἔχε μώνυχας ἵππους» ἔχειν τὸ ἐλαύνειν ἐστί. καὶ σημείωσαι ὅτι κατὰ τὸ «ἔπεχε σκοπῷ τόξον», οὕτω νοεῖται καὶ τὸ «ἐς νῆας ἔχε ἵππους». Ὅτι τὸ «ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων ἰούς τʼ ἐκτάμνειν ἐπί τʼ ἤπια φάρμακα πάσσειν» οἱ πλείους μὲν γνωμικῶς νοοῦσι, τινὲς δὲ μερικῶς αὐτὸ εἰρῆσθαί φασι καὶ οὐ καθόλου κατὰ τὴν τῆς γνώμης φύσιν, λέγοντες· ἰητρὸς γάρ ἐστιν ὁ προσεχῶς ῥηθεὶς Μαχάων, ἀνὴρ πολλῶν ἀντάξιος διὰ τὰ καὶ τά. Ἴσως δὲ οὕτω τὸν Μαχάονα σεμνολογεῖ ὁ ποιητής, ἐπειδὴ τοῖς μὴ σοφοῖς ἡ τῶν ἰατρῶν, φασί, βαθύτης καὶ λεπτολογία φορτικὴ ἐδόκει καὶ ἐγγὺς τοῦ μὴ φρονεῖν. ἀξύνετα γὰρ λαλοῦσι τοῖς μὴ φρονοῦσιν. οὕτω δὲ ὁμοίας ἁλίσκονται ἀβελτηρίας παρὰ τοιούτοις ἀνδράσι καὶ οἱ γραμματικοί, ὡς δηλοῖ Ἀθήναιος ἐν τῷ «εἰ μὴ ἰατροὶ ἦσαν, οὐδὲν ἂν ἦν τῶν γραμματικῶν μωρότερον». Ὅρα δὲ ὅτι περὶ τραύματα εἶχεν ὁ καλὸς οὗτος Ἑλληνικὸς ἰατρός, διαίτης δὲ οὐ μέμνηται ὁ ποιητής. Φασὶ γὰρ τὸ χειρουργικὸν καὶ φαρμακευτικὸν οὔπω εὑρῆσθαι παρὰ τοῖς παλαιοῖς, τοῦ δὲ διαιτητικοῦ Ἱπποκράτην μὲν κατάρξαι, Ἡρόδικον δὲ συντελέσαι καὶ Πραξαγόραν καὶ Χρύσιππον. τινὲς δὲ τὸν Μαχάονα μὲν χειρουργεῖν ἐθέλουσι, Ποδαλείριον δέ, στρατιώτην ὄντα καὶ αὐτόν, ὡς ἀλλαχοῦ δηλώσει ὁ ποιητής, ἀσκεῖν τὰ περὶ δίαιταν. τεκμήριον δὲ ὁ βασιλεὺς εἰς θεραπείαν τοῦ Μενελάου βληθέντος καλέσας τὸν Μαχάονα, οὐ μὴν τὸν Ποδαλείριον. μαρτυρεῖ δὲ καὶ τὰ ἱστορούμενα ἔπη τὰ ἐπὶ τῇ Τρωϊκῇ πορθήσει, ἐν οἷς φέρεται περὶ Ποδαλειρίου καὶ Μαχάονος, ὡς ἄμφω μὲν Ποσειδῶνος ἦσαν, «ἕτερον δʼ ἑτέρου κυδίονʼ ἔθηκεν», ὁ Ποσειδῶν δηλαδή, «τῷ μὲν κουφοτέρας χεῖρας πόρεν ἔκ τε βέλεμνα σαρκὸς ἑλεῖν τμῆξαί τε καὶ ἕλκεα πάντʼ ἀκέσασθαι, τῷ δʼ ἄρʼ ἀκριβέα πάντʼ ἐνὶ στήθεσσιν ἔθηκεν ἄσκοπά τε γνῶναι καὶ ἀναλθέʼ ὀΐσασθαι, ὅς ῥα καὶ Αἴαντος πρῶτος μάθε χωομένοιο ὄμματʼ ἀστράπτοντα βαρυνόμενόν τε νόημα». Φασὶ δὲ τὸν ποιητὴν καὶ διὰ τὸ ἀπρεπὲς σιγῆσαι τὴν κατὰ δίαιταν θεραπείαν. τί γάρ, φασίν, ἔδει παραβαλεῖν πυρέττοντά τινα ἥρωα ἢ προποτιζόμενον ἢ κενούμενον τὴν γαστέρα. κωμικώτερα γὰρ ταῦτα. γελοῖος οὖν, φασί, καὶ Διονύσιος, ᾧ πεποίηται νοσῶν Ἡρακλῆς καὶ Σιληνὸς κλύζειν αὐτὸν πειρώμενος. Ἰστέον δὲ καὶ ὅτι τὸν ἰητῆρα οἱ μεθʼ Ὅμηρον ἰητρόν τε λέγουσι καὶ ἰατρόν, καὶ ὅτι οὐ μόνον κατὰ γένος ἀρρενικὸν ἰατρός, ἀλλὰ καὶ θηλυκῶς. Φησὶ γοῦν Αἴλιος Διονύσιος ἰατρὸν γυναῖκα, Ἄλεξις δὲ ἰάτριαν. ἡ δὲ ἰατρίνη οὐχʼ Ἑλληνικόν, φησί. παρὰ δὲ τοῖς Τεχνικοῖς κεῖται καί, ὅτι ὁ μὲν Ὦρος οὐχʼ Ἑλληνικὴν λέξιν τὴν ἰατρίνην εἶναί φησιν, Ἀλέξανδρος δὲ ὁ Κοττυαεύς, πρὸς ἀκρίβειαν λαλῶν, μὴ Ἀττικὴν εἶναι αὐτὴν λέγει. Τὸ δὲ «ἰοὺς ἐκτάμνειν» κινδυνώδεις βολὰς δηλοῖ, οὐ γὰρ ἐξ ἀνάγκης πάντες ἰοὶ ἐκτέμνονται, ἀλλʼ οἱ πλείους ἐξέλκονται σῶοι. εἰ μὴ ἄρα διὰ τοῦ ἰοῦ τὸ ἐξ αὐτοῦ τραῦμα δηλοῦται. καὶ ὅμως οὐδὲ πᾶν τραῦμα ἐκτάμνεται. Τὸ δὲ «ἤπια», εἰ καὶ ἀπὸ τοῦ ἥδω γίνεται κατά τινας, ἀλλὰ ψιλοῦται, ὡς καὶ ἡ συναλιφὴ δηλοῖ τὸ «ἐπί τʼ ἤπια φάρμακα», καὶ ἴσως μὲν ὡς Αἰολικόν, ἴσως δὲ καὶ καθʼ ὁμοιότητα τοῦ ἠπεροπευτής, ἠπεδανός, ἠπύτα κῆρυξ καὶ τῶν ὁμοίων. εἰ δέ τις φιλονεικοίη γράφων, «ἐπί θʼ ἥπια», ἵνα δασύνῃ τὸ ἤπιος, ἴστω πρὸς τὴν τῶν παλαιῶν ἀντιγράφων ἀκρίβειαν ἀπομαχόμενος, αἰδείσθω δὲ καὶ τὸ «ὀδύναι κατηπιόωντο βαρεῖαι». Ὅρα δὲ καὶ τὸ φάρμακα πάσσειν. δηλοῖ γὰρ οὐκ ἀλείμματα, πάσματα δὲ ἀπὸ ῥιζῶν ἢ ὅλως φυτῶν τρίψεως, ὡς καὶ ἀλλαχοῦ φανήσεται. Ὅτι δὲ καὶ πατρῴα τέχνη τῷ Μαχάονι τὸ ἰατρεύειν, καὶ ὅτι εὐγενὴς ὁ ἀνήρ, ἢ καὶ κατὰ μῦθον θεῖον γένος ὡς Ἀσκληπιάδης, δηλοῖ μετʼ ὀλίγα ὁ ποιητής, εἰπὼν αὐτὸν «Ἀσκληπιοῦ υἱόν, ἀμύμονος ἰητῆρος». Καινὸν δʼ οὐδὲν θεογενῆ, ὡς ἂν Σοφοκλῆς εἴποι, νομισθῆναι τὸν Μαχάονα καὶ πρὸ αὐτοῦ τὸν πατέρα τὸν Ἀσκληπιόν. τὸ γὰρ τῆς ἰατρικῆς χρήσιμον τοιούτους νοεῖσθαι ὑπέβαλε τοὺς ἰητῆρας. Μενεκράτης οὖν, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ὁ Συρακούσιος, Ζεὺς ἤθελεν ἐπιλέγεσθαι, ὡς οἷα μόνος αἴτιος τοῦ ζῆν διὰ τὸ εὖ ἰατρεύειν. ὃς καὶ Φιλίππῳ ἐπιστείλας προέγραψε «Μενεκράτης Ζεὺς Φιλίππῳ χαίρειν», καὶ ἀλαζονευσάμενος σὺν ἄλλοις ῥήμασι καὶ ὅτι Ζεὺς ἐγὼ ἀνθρώποις βίον παρέχων, ἐσκώφθη εὐφυῶς, ἐπιστείλαντος Φιλίππου καὶ προσφωνήσαντος ὡς μελαγχολῶντα τὸ «Φίλιππος Μενεκράτει ὑγιαίνειν», ἤγουν φρονεῖν. Ἔπαιξε δὲ κατʼ αὐτοῦ ὁ βασιλεὺς καὶ ἐν δείπνῳ τὸ περιᾳδόμενον, οὐ παραθεὶς ἐδώδιμα, καθὰ τοῖς ἄλλοις, ἀλλὰ θυμιῶν διὰ τῶν παίδων καὶ σπένδων ὅσα καί τινι θεῷ. Καὶ θεραπεύων δέ, φασίν, ἱερὰς νόσους ἠνάγκαζε τοὺς ὑγιαζομένους κατατίθεσθαι, ὡς ὑπακούσονται αὐτῷ οἷα δοῦλοι περισωθέντες. καὶ τοίνυν ἠκολούθουν, ὁ μέν τις Ἡρακλέους σκευὴν ἔχων καὶ καλούμενος Ἡρακλῆς, ἄλλος δὲ χλαμύδα εἶχε καὶ κηρύκειον καὶ πτερὰ ὡς Ἑρμῆς, καί τις θεραπευθεὶς Ἀπόλλων ἦν. ἐν δὲ τοῖς καὶ Ἀσκληπιοῦ τις ἀναλαβὼν στολὴν συμπεριεφθείρετο, φασίν. αὐτὸς δʼ ὁ Ζεύς, πορφύραν ἠμφιεσμένος καὶ στέφανον χρυσοῦν φορῶν καὶ σκῆπτρον κρατῶν, περιῄει μετὰ τοῦ θείου χοροῦ. καὶ οὕτω μὲν ταῦτα. Ὡς δὲ ὁ μῦθος θεοῖς ἐντάττει τὸν Ἀσκληπιόν, καὶ ὡς Ἤπιος τὰ πρῶτα καλούμενος Ἀσκληπιὸς μετεκλήθη, καὶ διὰ τί τοῦτο, καὶ ὡς καινότερον ὀξύνεται ὁ Ἀσκληπιός ἐν τῇ συνθέσει, ὁ πρὸ ταύτης ἐν τῷ Ἤπιος ὀξυτονούμενος, ἀλλαχοῦ δεδήλωται. Περὶ δὲ τοῦ «ἀμύμονος» φασὶν οἱ παλαιοί, ὡς τὸ τοιοῦτον ἐπίθετον θνητοῖς ὁ ποιητὴς ἐπιλέγει. διὸ καὶ τὸν παρῄορον Πήδασον, τὸν τοῦ Ἀχιλλέως ἵππον, ὡς θνητὸν ἀμύμονα λέγει, διαστέλλων αὐτὸν τῶν ζυγιτῶν, οὓς ὁ μῦθος ἀθανάτους ληρεῖ. Ὅρα δὲ ὅτι τὸ «Ἀσκληπιοῦ υἱός» καὶ ἑξῆς, ἐξὸν ὂν προσκολληθῆναι τοῖς ἄνω, ὅμως μεμέρισται κατωτέρω, ἴσως μὲν κατὰ σχεδιασμόν, μάλιστα δὲ κατʼ ἔθος Ὁμήρου, εἰωθότος διαφόροις τόποις μερίζειν τὰς ἱστορικὰς ἀκολουθίας. Ὅτι ἐν τῷ «μάστιξε δʼ ἐλάαν, τὼ δʼ οὐκ ἄκοντε πετέσθην νῆας ἐπὶ γλαφυράς. τῇ γὰρ φίλον ἔπλετο θυμῷ» τὸ μὲν πετέσθην ὑπερβολῆς τρόπῳ τάχος ἵππων δηλοῖ, ὧν καὶ τοὔνομα παρὰ τὸ ἵπτασθαι ποσί, τὸ δὲ «οὐκ ἄκοντε» ἀρετή ἐστιν ἵππων. οὐ γὰρ ἀτεχνῶς κεντρηνεκέες εἰσίν, ἀλλʼ εἰ καὶ μαστίζονται, ὅμως ἄλλως ἀκέντητον δέμας ἔχειν δοκοῦσι κατά γε τὸ εὐψύχως θέειν. Τὸ δὲ «τῇ γάρ», ἤγουν ἐνταῦθα, «φίλον ἔπλετο θυμῷ» εὐπειθεῖς ἐμφαίνει τοὺς ἵππους εἶναι, ὡς εὐστοχοῦντας τοῦ ποθουμένου τῷ ἡνιοχοῦντι, καὶ ἅμα καὶ τεχνίτην εἶναι ἡνιοχείας ὑποσημαίνει τὸν γέροντα, ὡς ἀπευθύνοντα τὸ ἅρμα ὅποι φίλον αὐτῷ. Καὶ ὅρα ὡς τὸ ῥηθὲν κόμμα δεξιῶς ὁ ποιητὴς παρέθετο, νοῦν τε ἔχον ἀγαθὸν καὶ ἀναπληροῦν ἔπους ὁλότητα. Δῆλον δʼ ὅτι τὸ «μάστιξε δʼ ἐλάαν» παρῴδησε Διογένης, παρωσάμενος μὲν προκειμένας ἐλάας, ἤγουν καρποὺς ἐλαίας, ἁψάμενος δὲ ὄψου πολυτελοῦς. Ὅτι δηλῶν Ὅμηρος, ὡς καὶ ἐπὶ ἡνιόχου λέγεται τὸ παραβεβηκέναι, φησὶ «Κεβριόνης Ἕκτορι παρβεβαώς». καὶ φαίνεται οὐκ ἀλλόκοτόν τι εἶναι παραβάτην καὶ τοῦτον κληθῆναι, ἴσως μὲν διότι καὶ αὐτὸς καθʼ ἑαυτὸν ὁ Κεβριόνης παραβάτης ἦν ἐν ἅρματι ἄλλῳ στρατιωτικῶς, εἰ καὶ νῦν διὰ τὸν Ἕκτορα ἡνιόχευε, μάλιστα δὲ διότι ὁ ἐν πολέμῳ ἀγαθὸς ἡνίοχος οὐδὲν ἂν ἐλάττων εἴη παραιβάτου. ὥσπερ οὖν καὶ ὁ παραιβάτης κρείττων ἂν εἴη, ἐὰν καὶ ἡνιοχεῖν εἰδείη. διὰ τοῦτο γάρ, ὡς ἀλλαχοῦ εἴρηται, καὶ ἐπαλλάσσουσιν ἀλλήλοις τὰ ὀνόματα ὡς ἐνδεχόμενα συνυπάρχειν. καὶ νῦν μὲν ὁ ἡνίοχος παραβεβηκέναι λέγεται, ἐν δὲ ἄλλοις ὁ Ἕκτωρ ἐν παραιβάταις ἄριστος ὢν ὅμως, ὡς καὶ ἱππόδαμος, θρασὺς ἡνίοχος λέγεται. Ὅτι ἐσχατιὰν φανερῶς ἐνταῦθα ὁ ποιητὴς τὸ ἁπλῶς ἔσχατον μέρος λέγει ἐν τῷ «ὁμιλέομεν Δαναοῖς ἐσχατιῇ πολέμοιο». οὔκουν ἐπὶ ἀγροτικῆς μόνης ἐσχατιᾶς κυριολεκτεῖται κατὰ τοὺς ὕστερον, καὶ μάλιστα τῆς ἀπῳκισμένης, ὡς ἐκείνοις δοκεῖ. Ὅτι φράσις ἐναγωνίου πολέμου τὸ «οἳ δὲ δὴ ἄλλοι ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί», ὁ δεῖνα δέ, ὡς ἐνταῦθα ὁ Αἴας, «κλονέει, εὖ δέ μιν ἔγνων· εὐρὺ γὰρ ἀμφʼ ὤμοισιν ἔχει σάκος. ἀλλὰ καὶ ἡμεῖς κεῖσε ἵππους ἰθύνομεν, ἔνθα μάλιστα ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες ἀλλήλους ὀλέκουσι, βοὴ δʼ ἄσβεστος ὄρωρεν», ἡ καὶ προρρηθεῖσα. Ὅρα δέ, ὅτι τὸ «ἱππῆες πεζοί τε» ἶσόν ἐστι τῷ ἀνωτέρω ῥηθέντι «ἵπποι τε καὶ αὐτοί». Τὸ δὲ «ὀρίνονται» ταὐτόν ἐστι τῷ κλονοῦνται, ὡς δηλοῖ ἐπαχθὲν τὸ «Αἴας δὲ κλονέει», ἵνα νοῆται καὶ νῦν ὡς ὁ κλονέων ὀρινομένους κλονεῖ, ὅ ἐστι κλονουμένους. Ἐν δὲ τῷ «εὖ δέ μιν ἔγνων» καὶ ἑξῆς, ὅρα ὡς ἀπὸ τῆς ἀσπίδος ὁ ἥρως γνωρίζεται, καθά που καὶ ἄλλοι ἐκ τῶν ὅπλων εἰσὶν ἐπίσημοι, ὡς καὶ ὁ Νέστωρ ἐκ τῆς χρυσῆς ἀσπίδος. Τὸ δὲ «ἔριδα προβαλόντες», ἀντὶ τοῦ προρρίψαντες, προθέμενοι, ἐκφήναντες, καὶ ἐκ τοῦ δυνάμει προαγαγόντες εἰς ἐνέργειαν. Ὅτι σπουδῆς ἡνιοχικῆς δηλωτικὸν τὸ «ἵμασε καλλίτριχας ἵππους μάστιγι λιγυρῇ». Τί δὲ ὄφελος τῆς λιγυρᾶς μάστιγος, ἐμφαίνει ἐπάγων «οἳ δὲ πληγῆς ἀΐοντες ῥίμφα ἔφερον ἅρμα». Ἐκφοβεῖ γὰρ ἵππους μάστιξ λιγὺ κλάζουσα. Πάνυ δὲ γοργὸν τὸ «πληγῆς ἀΐοντες», οἷα ξυνεξακουομένου τῇ ἀκοῇ καὶ τοῦ ἐκ τῆς πληγῆς ἄλγους. Σημείωσαι δὲ ὅτι ἐν ῥητορικῷ Λεξικῷ εὕρηται ῥητῶς ταῦτα· λιγαίνειν τὸ τύπτειν, ὥσπερ ἡμεῖς, φησί, τὸ ξαίνειν. ἀφʼ οὗ κατʼ ἄλλον Λεξιγράφον ξάνιον τὸ κτένιον. εἴη ἂν οὖν λιγυρὰ μάστιξ καὶ τὸ κατʼ αὐτὴν λιγὺ ὅμοιά τινα πρὸς τὸ τοιοῦτον λιγαίνειν. Ὅτι ἀλλαχοῦ περὶ ἀνδρῶν εἰπών, ὡς ἔβησαν «ἂν φόνον ἂν νέκυας διά τʼ ἔντεα καὶ μέλαν αἷμα», ἐνταῦθα οὕτω φράζει περὶ ἵππων «στείβοντες νέκυάς τε καὶ ἀσπίδας. αἵματι δʼ ἄξων νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον, ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον, αἵ τʼ ἀπʼ ἐπισσώτρων», τῶν καὶ ἀλλαχοῦ κειμένων. Θάρσους δὲ ἀνδρείου δηλωτικὸν τὸ «ὃ δέ», οἷον ὁ Ἕκτωρ, «ἵετο δῦναι ὅμιλον ἀνδρόμεον, ῥῆξαί τε μετάλμενος, ἐν δὲ κυδοιμὸν ἧκε κακόν, μίνυνθα δὲ χάζετο δουρός», οἷα δηλαδὴ ταχὺ ἐπιφανεὶς εἰς μάχην. Ἰστέον δὲ ὅτι ἐν τῷ «στείβοντες νέκυας» καὶ ἑξῆς, ὡς εἴρηται, σχῆμά ἐστι συλλογισμός. ἔνθα γὰρ τοιαῦτα γίνεται, συλλογιστέον, ὅσοι ἔκειντο νεκροί. ἐμφαίνεται γὰρ τὸ πλῆθος ἐκ τοῦ μὴ γῆν στείβεσθαι, ἀλλὰ νεκροὺς καὶ ὅπλα. Στείβειν δὲ καὶ νῦν τὸ πατεῖν, ἐξ οὗ καὶ στίβος ὁ πάτος, ἤγουν ἡ ὁδός, καὶ στιβὰς κυρίως ἡ πεπιλημένη καὶ οἷον καταπεπατημένη στρωμνή. Τὸ δὲ «αἳ περὶ δίφρον» διαστέλλει αὐτὰς τῶν περὶ τοὺς τροχούς. Ῥαθάμιγγες δὲ ποιητικῶς λεπταὶ σταγόνες, μικροὶ αἱματηροὶ θρόμβοι, παρὰ τὸ ῥᾷον θαμίζειν. καὶ τοιοῦτον μὲν αἱ ῥαθάμιγγες, ὧν ἴσως ῥῆμα τὸ ῥαθαμίζειν, ἕτερον παντελῶς ὂν παρὰ τὸ ῥαθαπυγίζειν. ἐκεῖνο γὰρ οὐκ ἀπέοικε τοῦ «λὰξ ποδὶ κινεῖν» ὅπερ ἐν Ὀδυσσείᾳ κεῖται. Ἔστι γάρ, φασί, σκινθαρίζειν μὲν τὸ τῷ μέσῳ δακτύλῳ παίειν μυκτῆρά τινος, ῥαθαπυγίζειν δὲ τὸ σιμῷ τῷ ποδὶ τὸν γλουτὸν παίειν. οὗ χρῆσις παρὰ τῷ Κωμικῷ ἐν τῷ «τὰς πρεσβείας ἀπελαύνεις ἐκ τῆς πόλεως ῥαθαπυγίζων». Τὸ δὲ «δῦναι ὅμιλον ῥῆξαί τε» πρωθύστερον σχῆμά ἐστι. δεῖ γὰρ πρῶτον ῥῆξαι ὅμιλον, εἶτα δῦναι αὐτόν. Τὸ δὲ «ὅμιλον ἀνδρόμεον ῥῆξαι» ῥηξήνορα ἑρμηνεύει ἄνδρα, τὸ ῥῆξαι γὰρ καὶ τὸ ἀνδρόμεον τὴν τοῦ ῥηξήνορος χορηγοῦσι σύνθεσιν. Ὅρα δὲ ὡς οὐ μόνον ἀνδρόμεον ἐν Ὀδυσσείᾳ κρέας, ἀλλʼ ἰδοὺ καὶ ἀνδρόμεος ὅμιλος. Ὅτι καθὰ πρὸ μικροῦ ὁ Ἀγαμέμνων, οὕτω νῦν ὁ Ἕκτωρ τὰς τῶν ἀνδρῶν στίχας ἐπεπωλεῖτο «ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν. Αἴαντος δʼ ἀλέεινε μάχην Τελαμωνιάδαο», εἰδὼς ἑαυτόν, κἂν ἄλλως τῇ εὐτυχίᾳ ἐξῄρετο. Καὶ ὅμως ὁ ποιητὴς τρέψει ἀναγκαίως εὐθύς, καθὰ καὶ τοὺς ἄλλους, οὕτω καὶ τὸν τηλικοῦτον Αἴαντα εἰς εὐσχήμονα φυγήν, ὡς δηλωθήσεται. Ὅρα δὲ καὶ ἐνταῦθα καίρια πάρισα ἐν τῷ «ἔγχεϊ» καὶ «ἄορι» καὶ «μεγάλοισι χερμαδίοισι», καλῶς τὸ καλὸν φράζοντος τοῦ ποιητοῦ. οὕτω δὲ πάρισα μετʼ ὀλίγα καὶ τὸ «τύπτουσι ῥοπάλοισι, βίη δέ τε νηπίη αὐτῶν». Τὸ δὲ «μεγάλοις» ἔχει τι καὶ αὐτὸ συλλογισμοῦ. μεγάλη γὰρ χεὶρ ἡ τὸ μέγα χωροῦσα χερμάδιον. Τὸν δὲ νῦν Τελαμωνιάδην ἀναλύων ὁ ποιητὴς μετʼ ὀλίγα Τελαμώνιον υἱὸν λέγει. Ὅτι σεμνύνων τὴν τοῦ Αἴαντος φυγὴν ὁ ποιητὴς οὔτε προτροπάδην αὐτὸν ποιεῖ φεύγοντα, καὶ οὐδὲ ὑπὸ ἀνδρὸς ἀλλὰ Διὸς τραπέντα. Φησὶ γοῦν «Ζεὺς δὲ πατὴρ Αἴαντι ὑψίζυγος ἐν φόβον ὦρσε. στῆ δὲ ταφών. ὄπιθε δὲ σάκος βάλεν ἑπταβόειον», ἤγουν ἑπτάβυρσον, ἑπτάπτυχον, τὸ πολυλάλητον. «τρέσσε δὲ παπτήνας ἐφʼ ὁμίλου, θηρὶ ἐοικὼς ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων». Εἶτα πλατύνων τὸ «θηρὶ ἐοικώς» καὶ ἅμα καὶ ἑρμηνεύων, ὅτι θῆρα τὸν λέοντα κατʼ ἐξοχὴν εἶπεν, ἐπάγει παραβολὴν ταύτην «ὡς δʼ αἴθωνᾳ λέοντα βοῶν ἀπὸ μεσαύλοιο ἐσσεύοντο», τουτέστι μετῆλθον, ἐδίωξαν, «κύνες τε καὶ ἀνέρες ἀγροιῶται, οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι, πάννυχοι ἐγρήσσοντες, ὃ δὲ κρειῶν ἐρατίζων ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες ἀντίοι ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ. ἠῶθεν δʼ ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ. ὣς Αἴας τότε ἀπὸ Τρώων τετιημένος ἦτορ ἤϊε», τουτέστιν ἀπῄει, «πολλʼ ἀέκων». διὰ τί; «περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν», ἤγουν περιττῶς ἐδεδίει ὑπὲρ τῶν νηῶν. Καὶ ὅρα καὶ ταύτην τὴν παραβολὴν παρʼ ὀλίγον ὅλην ὅλῳ ἡρμοσμένην τῷ πράγματι. δίχα γὰρ τοῦ ἐπαφιεμένου πυρὸς τῷ λέοντι τὰ λοιπὰ ἥρμοσται, καὶ μάλιστα καθότι ἐκεῖνος καὶ οὗτος τετιημένῃ ψυχῇ ἀπέρχονται. Σημείωσαι δὲ καὶ ὅτι οὐχʼ ἁπλῶς εἴκασε τὸν Αἴαντα λέοντι, ἀλλὰ πεινῶντι. Τὸ γὰρ «κρειῶν ἐρατίζων» ταὐτόν ἐστι τῷ «πεινῶν». Ὃν ἀνδρῶν πολυχειρία μόλις ἐξεφόβησε, καὶ ὅτι σωτήριος Ἀχαιοῖς ἡ τοῦ Αἴαντος ἀναχώρησις, φεύγουσιν ἐν ἀδείᾳ. ἦν γὰρ τότε, ὡς ῥηθήσεται, τοὺς μὲν Τρῶας κωλύων ἐμπίπτειν ταῖς ναυσί, τοὺς δὲ Ἕλληνας ἀναχωρεῖν προτρεπόμενος. Καὶ ὅτι δευτέραν ἐπιφέρων παραβολὴν τὸν λέοντα Αἴαντα ὄνῳ εἰκάζει, ὃν ληΐῳ ἐπιθέμενον μόλις παῖδες πολλὰ τύψαντες ἐξήλασαν μετὰ κόρον. Παρείληπται δὲ κατὰ τοὺς παλαιοὺς ὁ μὲν λέων πρὸς τὸ γενναῖον τῆς πράξεως, ὁ δὲ πληγῶν ἐθὰς ὄνος πρὸς τὴν ὑπομονήν. φονεύει μὲν γὰρ ὁ Αἴας ὡς λέων, ὑποχωρεῖ δὲ ὀκνῶν ὡς ὄνος, περιφρονῶν τοὺς Τρῶας ὡς παῖδας, ὥστε παραλαμβανομένων ὡς ἐπὶ πολὺ τῶν παραβολῶν, ὥς φασιν οἱ παλαιοί, τριῶν ἕνεκεν, αὐξήσεως, ἐνεργείας, σαφηνείας, ἡ μὲν τοῦ λέοντος παραβολὴ διʼ αὔξησιν παρείληπται, ἡ δὲ τοῦ ὄνου καὶ τὴν ἡρωϊκὴν ἐνέργειαν παρασημαίνει καὶ διασαφεῖ δὲ τὸ τοῦ ἥρωος βέβαιον καὶ ἀνένδοτον. Καὶ ἄλλως δέ, ἡ μὲν πρώτη παραβολὴ λέοντι τὸν Αἴαντα εἴκασεν ἐπιθυμοῦντι μὲν κρεῶν, οὐδὲν δὲ πράξαντι, ἡ δὲ δευτέρα ὄνῳ ἐξελαθέντι μέν, πλὴν ἐπειδὰν ἐκορέσατο. Ἔχει δὲ ἡ κατὰ τὸν ὄνον παραβολὴ οὕτως «ὡς δʼ ὅτʼ ὄνος παρʼ ἄρουραν ἰὼν ἐβιήσατο παῖδας νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλʼ ἀμφὶς ἐάγη, κείρει τʼ εἰσελθὼν βαθὺ λήϊον· οἱ δέ τε παῖδες τύπτουσι ῥοπάλοισι, βίη δέ τε νηπίη αὐτῶν. σπουδῇ τʼ ἐξήλασαν ἐπεί τʼ ἐκορέσσατο φορβῆς· ὣς τότʼ ἔπειτʼ Αἴαντα μέγαν Τελαμώνιον υἱὸν Τρῶες καὶ ἐπίκουροι νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο». Καὶ τοιαύτη μὲν καὶ ἡ παραβολὴ αὕτη, ληφθεῖσα πρὸς τὸ τοῦ ἥρωος νωθὲς εἰς φυγήν, ὥσπερ ἡ πρὸ αὐτῆς πρὸς τὸ ἐκείνου θρασὺ καὶ ἀνδρεῖον εἴληπται. Τὰ δὲ ἐφεξῆς γραφησόμενα κέκραται κατὰ τὰς ῥηθείσας παραβολάς. Τὸ μὲν γὰρ μεμνῆσθαί ποτε ἀλκῆς τὸν Αἴαντα ὑποστρεφθέντα, λεοντῶδές ἐστι. Τὸ δὲ αὖθις τροπᾶσθαί που φεύγειν, ὡς μετʼ ὀλίγα ῥηθήσεται, καὶ ὄνος ἂν πάθοι. Τῶν δὲ ῥηθέντων τὸ μὲν «ὑψίζυγος», καθὰ καὶ ἀλλαχοῦ δηλοῦται, τὸ τοῦ Διός, ἤγουν τῆς εἱμαρμένης, ἀμφιρρεπὲς δηλοῖ, ὡς ἀπὸ τῶν ταλαντιαίων ζυγῶν, ἃ τιταίνει ὁ τοιοῦτος Ζεύς, ὡς ἐν ἄλλοις φράζει ὁ ποιητής. Τὸ δὲ ταφών οὐχʼ ἁπλῶς δειλίαν κατηγορεῖ τοῦ Αἴαντος, ἀλλὰ θάμβος ἐκείνου δηλοῖ καὶ οἷον θελκτικὴν ἔκστασιν, ὃς καὶ σάκος ὄπιθε βάλλει, ὅ ἐστι τίθησιν ἢ ῥίπτει, φυλάττων τὸ μετάφρενον. Δίχα δὲ τοῦ σίγμα κἀνταῦθα, ὡς καὶ ἐν ἄλλοις τὸ «ὄπιθεν». Τρέσσε δὲ τὸ τρόμον ἔπαθε. Παπταίνειν δὲ τὸ πάντῃ διαπεταννύειν, ἤγουν ὧδε καὶ ἐκεῖ, τὴν θέαν. Ἐντροπαλιζόμενος δὲ ὁ συχνὰ ἐπιστρεφόμενος, ὡς μετʼ ὀλίγα ἑρμηνεύσει ὁ ποιητής, καὶ προνοούμενος, μὴ ἐκ τῶν ὄπισθεν πάθοι πληγήν. ἢ ὁ εἰς ἑκάτερα τρεπόμενος, ἤγουν στρεφόμενος, εἴς τε τὸ φεύγειν καὶ εἰς τὸ ὁρμᾶν. οὕτω δέ φασι καὶ τὸν λέοντα φεύγειν μετὰ φρονήματος, ὃς καὶ αὐτὸς ὀλίγον γόνυ γουνὸς ἀμείβει οὐκ ἐπιτρέπων ἑαυτὸν τοῖς ποσίν. Ἔστι δὲ ἀμείβειν γόνυ γουνὸς τὸ βραχὺ προποδίζειν καὶ μὴ μακρὰ βιβάζειν κατὰ τοὺς ἢ θρασέως διώκοντας ἢ ἀμεταστρεπτὶ φεύγοντας. Φύσει δὲ στάσιμος ὁ Αἴας καὶ οὐ ποδώκης διὰ τὸ πάνυ πολὺ τοῦ μεγέθους, διὸ καὶ ὄνῳ εἴκασται καὶ βουγάϊός που σκώπτεται. Σημείωσαι δὲ καὶ ὅτι τὸ μὲν προϊέναι ἠρέμα ὀλίγον γόνυ γουνὸς ἀμείβειν εἶπεν Ὅμηρος, τὸ δὲ οὕτως ἀναποδίζειν ἐπὶ σκέλος χωρεῖν ἢ ἀνάγειν εἶπον οἱ μετʼ αὐτόν, ἤγουν ἠρέμα ὀπίσω χωρεῖν. ἐν δὲ κατὰ στοιχεῖον Λεξικῷ καὶ ὀπισαμβώ εὕρηται ἡ εἰς τοὐπίσω ἀναχώρησις. Αἴθων δὲ λέων, ὡς πολλαχοῦ δηλοῦται, ὁ διάπυρος. εἴ τί που δὲ καὶ ἄλλο χρήσιμον εἰς τοῦτο, προείρηται. Παρὰ δὲ τοῖς παλαιοῖς φέρεται καὶ ταῦτα· αἴθων βοῦς, καὶ σίδηρος αἴθων, καὶ ἄνθρωπος δέ ποτε, καὶ λέων. ἐρρέθη δὲ ἰδίως Αἴθων καὶ Ἐρυσίχθων ὁ Μυρμιδόνος διὰ τὸ εἶναι, φασί, βορᾶς ἄπληστος, καὶ αἴθειν, ὅ ἐστι κατακαίειν. ὅθεν καί τις ἕτερος πολυφάγος κεραυνὸς ἐκαλεῖτο, ἐπεὶ κατά τινα ποιητὴν ἀβάτους ἐποίει τὰς τραπέζας κατασκήπτων αὐταῖς τῇ γνάθῳ. Ὅρα δὲ ὡς αἴθωνες μὲν οἱ εἰρημένοι, αἶθοψ δὲ οὐδεὶς αὐτῶν λέγοιτʼ ἄν, ἀλλὰ τοὔνομα τοῦτο οἴνῳ μέλανι ἐπιτίθεται πρὸς ἔπαινον. δυναμικώτατος γάρ, φασίν, ὁ μέλας οἶνός ἐστι, καὶ μένων ἐν ταῖς ἕξεσι τῶν πινόντων πλεῖστον χρόνον, ὁ δὲ λευκὸς ἀσθενής ἐστι καὶ λεπτός, ὁ μέντοι κιρρός, ξηραντικὸς ὤν, πέττει ῥᾷον. Ὡς δὲ μέλας οἶνος παρὰ Χίοις πρώτοις ἐγένετο, οἳ καὶ φυτεύειν καὶ θεραπεύειν τοιαύτας ἀμπέλους πρῶτοι ἐπέβαλον, μαθόντες παρὰ Οἰνοπίωνος υἱοῦ Διονύσου, καὶ τοῖς ἄλλοις ἀνθρώποις μετέδωκαν, Θεόπομπος, φασίν, ἱστορεῖ. Μέσαυλον δὲ ἡ καὶ αὐλὴ καὶ ἔπαυλις καὶ αὖλις. λέγεται δὲ καὶ ἐπὶ ἀνθρωπίνης οἰκήσεως, ὡς δηλοῖ τὸ «ὅτε οἱ μέσαυλον ἵκοντο». οἱ δὲ παλαιοὶ σημειοῦνται, ὡς Ἀττικοὶ μὲν τὴν μέσην θύραν μέσαυλόν φασι, μάλιστα μὲν οὖν τὴν μέσην δυοῖν αὐλαῖν, ὥς φησιν Αἴλιος Διονύσιος, ἣν καὶ μέταυλον αὐτὸς λέγει πρὸς ὁμοιότητα τοῦ μεθόριον καὶ μεταίχμιον. παρὰ δὲ τῷ ποιητῇ μέσαυλος ἐπὶ ἀγροικικῆς λέγεται κατοικίας ἤτοι ἐπαύλεως ἢ μάνδρας. ἐπὶ δὲ μὴ τοιούτου καταλύματος τάξις αὕτη, ὡς καὶ ἀλλαχοῦ φαίνεται, ἑρκίον, αὐλή, αἴθουσα, πρόδομος, δόμος, καὶ τὸ ἐνδοτάτω, θάλαμος. ἦν δέ, φασί, καὶ μεσαύλιον, κροῦμά τι μεταξὺ τῆς αὐλῆς αὐλούμενον. Τὸ δὲ «ἀγροιῶται» ἀπὸ τοῦ ἀγρόται γίνεται κατὰ διπλῆν ἐπένθεσιν τοῦ τε ι καὶ τοῦ ω μεγάλου, δοκεῖ δὲ ὑποκρίνασθαι τοῦτο ἀναλογίαν τῶν προπαραληγομένων μόνῳ τῷ ι οἷον Στρατιώτης, Ἀμβρακιώτης, Μασσαλιώτης. Ἐν δὲ τῷ «οὐκ εἰῶσιν» ἀναγκαία εἰς μέτρον ἡ τοῦ ι ἐπένθεσις, ὡς καὶ ἐν τῷ εἰρύω καὶ εἰρωτῶ καὶ τοῖς ὁμοίοις. Τὸ δὲ «βοῶν ἐκ πῖαρ ἑλέσθαι», ἤγουν ἐκλέξασθαι, ἰδιότητα θηρίων ἐμφαίνει, ὡς ἐπιλεγομένων τὸ ἐν τοῖς ἀγρευομένοις πιότερον, καθὰ δηλοῖ καὶ τὸ «μήλων αἱρεύμενος», ἤγουν τὸ ἐξαίρετον ἁρπάζων. Τὸ δὲ «ἐγρήσσειν» ἐκ τοῦ ἔγρω παράγεται, ὡς ἐκ τοῦ ῥῶ τὸ ῥήσσω, αὐτὸ δὲ τὸ ἔγρω ἐκ τοῦ ἐγείρω συγκέκοπται. ἀγρυπνούντων δὲ τὸ «παννύχιοι ἐγρήσσοντες». Τῷ δὲ ἐρατίζειν σύστοιχα ὁ ἐρατός καὶ ὁ ἐρατεινός, ὡς καὶ τοῦ ἰθύειν ὁ ἰθύς καὶ τὸ ἰθύ καὶ ἡ ἰθεῖα καὶ τὸ ἰθύνειν καὶ ὁ ἰθαγενής καὶ τὸ κύριον ὁ Ἰθαιμένης. Θρασείας δὲ χεῖρας λέγει τὰς τῶν ἀφιέντων κατὰ τοῦ λέοντος. Δεταὶ δὲ δεσμοὶ δᾴδων, τουτέστιν λαμπάδων, ἃς ὁ λέων πτοεῖται. Τοῦ δὲ τοιούτου φόβου φασὶν αἴτιον τὸ ἔνθερμον αὐτοῦ καὶ οἷον πυρῶδες, διὸ καὶ δέδιε τὸ πῦρ. διὰ τοῦτο δέ, φασίν, οὐδὲ μύει κοιμώμενος, ὡς δὲ Δημόκριτός φησιν, οὐδὲ τικτόμενος. μόνος γάρ, φασί, γεννᾶται ὁρῶν. διὰ δὲ τὴν τοιαύτην θερμότητα καὶ αἴθων, ὡς προσεχῶς ἐρρέθη, καλεῖται, καὶ οὐ μόνον, ἀλλὰ καὶ διότι τὰ ὀστᾶ αὐτοῦ πάνυ πυκνὰ καὶ στερρὰ ὄντα πῦρ ἀφιᾶσι τῇ προστρίψει, καθὰ καὶ τὰ πυρεῖα. Οὐχʼ ἁπλῶς δὲ αἱ λαμπάδες δεταί, ἀλλὰ ὁμοῦ αἱ καιόμεναι δεταί. ἄλλως γὰρ κατὰ τοὺς παλαιοὺς δεταὶ αἱ συνδεδεμέναι φρυγανίδες, αἳ ῥᾳδίως ἐξαπτόμεναι καὶ ἐπιρριπτόμεναι φοβοῦσι τὸν λέοντα. Τὸ δὲ «ἠῶθεν» ἰδιότητα θηρίων δηλοῖ, ἅπερ ὁλονύκτια παρρησιασάμενα μεθʼ ἡμέραν οἴχονται. Τὸ δὲ «πόλλʼ ἀέκων» ἀντὶ τοῦ λίαν πάνυ ἀκουσιαζόμενος, ὡς μὴ ἀρκοῦν ὂν εἰπεῖν ἀέκων, εἰ μὴ προστεθείη καὶ τὸ πολλά. οὗ αἴτιον τὸ περὶ ταῖς ναυσίν, ὡς εἴρηται, δεδιέναι. τοῦτο δὲ καὶ προκλητικόν ἐστι τῆς τοῦ ὄνου παραβολῆς. ὃς γὰρ πόλλʼ ἀέκων ἔβη ἐκ μάχης, δοκεῖ νωθρεύεσθαι κατὰ ὄνον τοῦτό γε. Ὄνος δὲ κοινῶς μὲν τὸ ζῷον, τό τε χερσαῖον καὶ ὁ ἰχθύς, ὁ καὶ ὀνίσκος καὶ βάκχος. Ἡ δὲ ὁμωνυμία καί τι σκεῦος αὐτὸ οἶδε παρὰ τοῖς Ἀριστοτελικοῖς. καὶ ἔστιν ἀπʼ αὐτοῦ ὀνεύειν ῥῆμα, περὶ οὗ Αἴλιος Διονύσιος γράφων φησίν· ὤνευον παρὰ Θουκυδίδῃ τὸ ἐκίνουν καὶ περιῆγον. ὄνος γὰρ τοῦ μύλου τὸ κινούμενον, καὶ αἱ τοιαῦται μηχαναὶ ὄνος. Τὸ δὲ νωθής, ὥσπερ τὸ ταχὺς ἐπὶ ἵππου, οὕτως αὐτὸ ἐπίθετον οἰκεῖον ὄνῳ, ὡς ἀργῷ φύσει καὶ ἐστερημένῳ τοῦ θέειν. ἐξ οὗ ὥσπερ ὁ νωθής, οὕτω πως καὶ ὁ νωθρὸς γίνεται, ὡς ἐστερημένοι τοῦ θορεῖν, ὅ ἐστι πηδᾶν. Ἰστέον δὲ ὅτι καὶ ἕτερα μὲν ὀνόματα ἐκ τοῦ νωθής παράγονται, ἐν δὲ τοῖς καὶ κωμικὴ λέξις ὁ νώθουρος, ἤγουν ὁ νωθὴν ἔχων τὴν οὐράν, φασίν, ἐν τῷ συγγίνεσθαι. οὕτω γὰρ ἔλεγον τὸ κατʼ ἄνδρας αἰδοῖον. ὁ δὲ τοιοῦτος ἀνὴρ καὶ ἄστυτος ἐλέγετο, καθὰ καὶ οἶκος ἄστυτος ὁ μὴ ἔχων ἄνδρα, ὃς ἔχοι ἂν λέγειν τὸ «στύομαι τριέμβολον», ἀλλὰ μᾶλλον τὸ Ἀστυάναξ γέγονα. ἡ δὲ εἰρημένη οὐρὰ καὶ ἀπομύζουριν παρήγαγε γυναῖκα τὴν αἰσχροποιόν, παρὰ τὸ μυζοῦν, ἤγουν θηλάζειν, οὐράν. εἰ δὲ καὶ πανδοσία ἡ τοιαύτη ἐλέγετο πρὸς παίγνιον τῆς Πανδώρας, καὶ βορβορόπη δὲ ὡς ἀκάθαρτος, παρὰ τὸν βόρβορον καὶ τὴν ὀπήν, ἄλλου ταῦτα λόγου. Παρακείμενον δὲ τὸ «νωθής» μετὰ τὸ «παῖδας», «ἐβιήσατο» γάρ, φησί, «παῖδας νωθής», φιλοῖτο ἂν ὑπὸ τῶν ἐκδιδόντων ἄρτι τοὺς σχεδικοὺς γρίφους ὡς ἀπατήλιον τοῖς παισί. Τὰ δὲ ῥόπαλα καιρία λέξις, διὸ καὶ δὶς αὐτῇ χρᾶται. γίνεται δὲ παρὰ τὸ ῥέπω διὰ τὸ μὴ ὀρθὰ εἶναι, ἀλλά που κατὰ τὸν ἐν τῇ Τραγῳδίᾳ «σκολιὸν σκίπωνα χειρός». ἐντεῦθεν καὶ τὴν καλαύροπα οἱ παλαιοί, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, παράγουσι, καὶ τὸ τῆς θύρας ῥόπτρον, περὶ οὗ ἑτέρωθι δηλοῦται, καὶ τὸ ῥοικὸν δὲ λαγωβόλον. παρείληπται δὲ τὰ ἐαγότα ῥόπαλα πρὸς ἔνδειξιν τῆς πολλῆς τοῦ ὄνου νωθείας. Τὸ δὲ «ἀμφὶς ἐάγη» ἀντὶ τοῦ κύκλῳ, πάντοθεν, οὕτω που καὶ ἐν τοῖς ἑξῆς τὸ «πολλοὶ ὄρχατοι ἀμφίς», ἀντὶ τοῦ ὧδε καὶ ἐκεῖ καὶ μὴ περὶ ἕνα τόπον. Τὸ δὲ κείρει λήϊον, ἀντὶ τοῦ εἰς κόρον ἐσθίει, ὃς δὴ κόρος ἐκ τοῦ τοιούτου κείρειν γίνεται. Διὸ καὶ ἐπῆκται τὸ «ἐπεὶ κορέσσατο φορβῆς». ἐκ τούτου δὲ καὶ τὸ κεραΐζειν, ὅπερ ἐπί τε ἄλλων καὶ ἐπὶ λέοντος δέ που εἴρηται. Βαθὺ δὲ λήϊον τὸ ὑψηλὸν καὶ εὐτραφεῖς ἔχον στάχυας. Ἰστέον δὲ ὅτι τὸ λήϊον, τρέψαν μὲν τὸ η εἰς α καὶ συναιρεθέν, λαῖον εὕρηται παρὰ Θεοκρίτῳ. ἄλλως δὲ κατὰ συναίρεσιν λῇον αὐτὸ παραδιδόασιν οἱ τεχνικοί. Εἰκὸς δὲ καὶ τὸ Λάϊος τὸ κύριον ἐκ τούτου παρωνομάσθαι. Τὸ δὲ «παῖδες τύπτουσι ῥοπάλοις» διὰ σαφήνειαν εἴρηται τοῦ «ᾧ πολλὰ περὶ ῥόπαλα ἐάγη», ἵνα μὴ ὑπʼ ἀνδρῶν ὁ ὄνος ἐνταῦθα νοηθείη ῥοπαλίζεσθαι, ἀλλʼ ὑπὸ παίδων τῶν καὶ ἐν τῇ ἀρχῇ τῆς παραβολῆς κειμένων. οὕτω καὶ πρὸ ὀλίγων ἔλαφον βεβλημένον ὁ ποιητὴς εἰπὼν ἡρμήνευσε τὸ σαφὲς ἔτι σαφέστερον εἰπὼν «ὃν ἔβαλεν ἀνὴρ ἰῷ ἀπὸ νευρῆς» καὶ ἑξῆς. Τὸ δὲ «νηπίη» ἐν ἄλλοις μὲν ἡλικίας ὄνομα, ἐνταῦθα δὲ ἀδυναμίαν δηλοῖ, ἵνα λέγῃ ὅτι ἡ τῶν παίδων βία οὐ κατὰ τὴν τοῦ ὄνου ἦν ἰσχύν—ἐκεῖνος γὰρ γενναίως ἐβιήσατο παῖδας—, ἀλλὰ νηπία ἐστίν, ὃ ἐστὶν ἀσθενὴς καὶ νηπίοις πρέπουσα, ὃ δὴ ἑτέρωθι «νηπιέη» ἔφη λόγῳ κτητικῷ. Τὸ δὲ «σπουδῇ ἐξήλασαν» ἀντὶ τοῦ ἐν δυσχερείᾳ ἐδίωξαν, ὅθεν ἀλλαχοῦ ἀσπουδεὶ ἔφη τὸ δίχα πολλῆς ἀγωνίας καὶ δυσχερείας. Φορβὴν δὲ τὴν τῶν ἀλόγων λέγει τροφήν, ὡς τῆς ἡμέρου ἀποκληρωσαμένης μάλιστα τὸ βρῶσις καὶ ἐδητύς καὶ ἐδωδή. πρωτότυπον δὲ φορβῆς τὸ φέρβειν, ἐξ οὗ καὶ γῆ φορβάς καὶ Φόρβας κύριον καὶ ἄλλα, ὧν ἑτέρωθι κεῖται δήλωσις. Ξυστὰ δὲ καὶ νῦν τὰ δόρατα ἀπὸ τοῦ περὶ αὐτὰ δευτέρου πόνου. τμηθέντα γάρ, εἶτα τὸ μὲν πρῶτον ἐκδέρονται, ὅθεν καὶ δόρατα λέγονται, τὸ δὲ δεύτερον ξύονται διʼ ἐλαφρότητα καὶ ὀρθότητα. ἴσως δὲ ξυστὰ λέγονται καὶ ὡς αὐτὰ μόνα τῶν πολεμικῶν πλείονος δεόμενα ξέσεως ἢ καὶ ὡς εὔξεστα. Πρωτότυπον δὲ τοῦ ξυστοῦ τὸ ξύειν, ἀφʼ οὗ καὶ τὸ ξύλον καὶ ἡ ξυσμή. τοῦ δὲ τοιούτου ἔχεται καὶ παροιμία τὸ ξύειν τὸν ἀντιξύοντα. ἐκ τοῦ ξύω δὲ ξύσω καὶ ξύς καὶ πλεονασμῷ τοῦ ο ὀξύς, ὁ θυμικός, οὗ σύνθετον πάροξυς, οἷον «οὐ μάχιμος οὐ πάροξυς οὐδὲ βάσκανος». Τὸ δὲ «αἰὲν ἕποντο» εὐφήμως εἴρηται ἀντὶ τοῦ ἐδίωκον. Ὅτι ὁ μέγας Αἴας «ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς αὖτις ὑποστρεφθεὶς καὶ ἐρητύσασκε φάλαγγας Τρώων, ὁτὲ δὲ τρωπάσκετο φεύγειν» ἢ φεύγων. Εἶτα διασαφῶν τὸ «ἐρητύσασκε φάλαγγας Τρώων» φησὶ «πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν». Ἔνθα τὸ «πάντας» κολλητέον ἢ εἰς τὰ «προέεργεν», ἵνα λέγῃ ὅτι πάντας Τρῶας εἶργεν εἰς νῆας ὁδεύειν, ἢ μετὰ τοῦ «ὁδεύειν» συντακτέον αὐτό, ἵνα ᾖ ὁ νοῦς, ὡς εἶργεν ἐπιέναι πάντας ταῖς ναυσίν, ὃ καὶ κρεῖττον. εἴργεσθαι γὰρ ἄλλως ἐκ τῶν νηῶν οὔ τινας Τρῶας ἀλλὰ πάντας ὑφʼ ἑνός, ἀπίθανον. Ἐπὶ δὲ τούτοις φησὶν ὁ ποιητὴς περὶ Αἴαντος τὸ «αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγύ, ἱστάμενος», οὐ μὴν δηλαδὴ φεύγων. Εἶτα μεγεθύνων κακὸν τὸ περὶ τὸν ἥρωά φησι «τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω, πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν ἐν γαίῃ ἵστατο λιλαιόμενα χροὸς ἆσαι». Καὶ ταῦτα μὲν διεξοδικῶς νῦν περὶ Αἴαντός φησιν ὁ ποιητής. ἀλλαχοῦ δὲ ἐπιφωνηματικῶς φράζων φησὶ «σάκος δʼ ἀνεδέξατο πολλά». Τὸ δὲ ῥηθὲν ὅλον χωρίον οἰκεῖον ἐπὶ ἀριστέως μεγάλῳ ἐναπειλημμένου κινδύνῳ. Ὅρα δὲ τὰ πάρισα τὸ «μνησάσκετο» καὶ «τρωπάσκετο», ποιητικὰ μὲν ὄντα, πρέποντα δὲ ὡς καλὰ τῷ λαμπρῷ Αἴαντι. Τὸ δὲ «αὖτις ὑποστρεφθείς», ἤγουν μεταστρεφθείς, ὡς μετʼ ὀλίγα φησί, διασαφητικόν ἐστι τοῦ ἐντροπαλιζόμενος. ὃ φθάσας ἔφη ὁ ποιητής, λέοντος ὂν ἴδιον. ἐκείνου γὰρ τὸ ἄλλοτε μὲν ὑποστρέφεσθαι πρὸς ἔνστασιν, ὁτὲ δὲ φεύγειν. Ὅρα δὲ ὡς ὑποστρεφθεὶς ὁ Αἴας γενναῖον μὲν εἶχε ποιεῖν οὐδέν, εὐώδου δὲ μόνον τοὺς Ἀχαιοὺς εἰς φυγήν, ἐρητύων φάλαγγας Τρώων, ὡς προέκκειται, οὐ μὴν ῥηγνὺς αὐτάς, ὅτι μηδὲ δύναται ἄρτι ῥηξήνωρ εἶναι. Ὅτι δὲ τὸ τρωπᾶν ἐκτείνει τὴν ἄρχουσαν ὡς τὸ στρωφᾶν καὶ τρωχᾶν, δηλοῦται σαφῶς ἀλλαχοῦ. ἐκ δὲ τοῦ ῥηθέντος «τρωπάσκετο» τὸ προτροπάδην φεύγειν παρὰ τοῖς ὕστερον. Τὸ δὲ «σάκεϊ μεγάλῳ» συλλογιστικῶς εἴρηται, δηλοῦν τὸν αὐτὸ φέροντα μέγαν Τελαμώνιον υἱόν. Τὸ δὲ «ὄρμενα πρόσσω» πρὸς ἀσφάλειαν μὲν ἐρρέθη τῆς τῶν δοράτων ἐμπήξεως, οὐ γὰρ ἂν ἐνεπήγνυντο μὴ πρόσω ἱέμενα. πέφρασται δὲ τερατωδέστερον ὡς ἐπὶ ἐμψύχων, καθὰ καὶ τὸ «χρόα ἐπαυρεῖν» καὶ τὸ «ἵσταντο» καὶ τὸ «λιλαιόμενα χροὸς ἆσαι», περὶ ὧν εἰ καὶ ἀλλαχοῦ δηλοῦται πλατύτερον, ἀλλὰ καὶ νῦν εἰπεῖν ἀρκέσει, ὡς οὐχʼ ἁπλῶς Ὅμηρος ψυχοῦν ἐθέλει τὰ βέλη, ἀλλὰ τὰ τῶν στρατιωτῶν ἐπὶ τὰ ὅπλα μετάγει, καὶ ἅπερ ἐκεῖνοι βούλονται, ταῦτα τοῖς ὅπλοις περιτίθησι. Χρόα δὲ λευκόν κατὰ φύσιν λέγει ἐκ τοῦ πλεονάζοντος, λευκὸς γὰρ ὁ ἔσω χροῦς ὡς τὰ πολλά. συμφωνεῖ δὲ τῇ λέξει ταύτῃ καὶ ὁ λειριόεις χροῦς, ὃν ὁ Ἕκτωρ ἐπισκώπτει τῷ Αἴαντι, καὶ μάλιστα ἡ κατὰ τὸν Μενέλαον λευκότης, οὗ οἱ μηροὶ πρὸς ἐλέφαντος ὀστᾶ εἰκάσθησαν, εἰ καὶ ἄλλως τὸ λευκὸν ἐλοιδορεῖτο τοῖς παλαιοῖς. Ὅθεν, φασί, καὶ Ἄλεξις ὁ κωμικὸς λευκόπυγον ἔφη τὸν ἄνανδρον, οὗ ἔμπαλιν μελαμπύγους τοὺς ἀνδρείους ἔλεγον. ὅθεν καὶ παροιμία τὸ «οὔπω μελαμπύγῳ ἐνέτυχες», ὁποῖός τις ἐν ἱστορίαις φέρεται καὶ ὁ Ἡρακλῆς. καὶ τοιάδε μὲν καὶ τάδε. Εἰ δὲ γράφεται «χρόα χαλκὸν ἐπαυρεῖν», ἀργεῖ τὰ τοῦ λευκοῦ. Ἰστέον δὲ ὅτι τε τὸ «θρασειάων ἀπὸ χειρῶν» οὐδʼ αὐτὸ ψόγον ἔχει διττολογηθὲν ἐν τοῖς εἰρημένοις. ἡ τε γὰρ παραβολὴ τοῦ λέοντος ἔχει αὐτὸ καὶ ὁ περὶ τῶν Τρώων λόγος. Καὶ ὅτι τὸ «ὑποστρεφθείς» εὐχρηστότερόν ἐστιν Ὁμήρῳ τοῦ ὑποστραφείς, πρός τε χρείαν μέτρου καὶ πρὸς ὄγκον φράσεως, καθὰ καὶ τὸ βλαφθείς τοῦ βλαβείς. τοιοῦτον δέ τι καὶ τὸ βαφθείς. προκρίνεται γάρ που καὶ αὐτὸ τοῦ βαφείς, ὡς δηλοῖ καὶ ὁ γράψας τὸ «ἅλμῃ ἀπεβάφθη». Ὅτι ὡς ἐνόησεν Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι τὸν Αἴαντα, «ἔστη παρʼ αὐτὸν ἰών», οὐκ ἐπίκλητος, ἀλλʼ αὐτόματος ἐλθὼν βοηθός. οὐ γὰρ Αἴαντι πρέπει προκαλεῖσθαι τὸν ἐπικουρήσοντα, ὅπερ Ὀδυσσεύς που ποιεῖ καὶ Μενέλαος. καὶ Ἀχαιοὶ δὲ μετὰ μικρὸν ἐπὶ τῷ Αἴαντι συνασπίσαντες οὐκ αὐτοῦ καλέσαντος ἦλθον. Οὕτω δὲ στὰς ὁ Εὐρύπυλος, εἶτα βληθείς, ὡς ἐφεξῆς εἰρήσεται, καὶ οὕτω καὶ αὐτὸς τῆς μάχης ἀπιών, «ἤϋσεν», ὅ ἐστιν ἐβόησε, «διαπρύσιον, Δαναοῖσι γεγωνώς· ὦ φίλοι, στῆτʼ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ Αἴαντι, ὃς βελέεσσι βιάζεται· οὐδέ ἕ φημι φεύξεσθαι ἐκ πολέμοιο δυσηχέος». Διπλάζων δὲ τὴν ἀξίωσιν παραφραστικῶς ἐπάγει «ἀλλὰ μάλʼ ἄντην ἵστασθʼ ἀμφʼ Αἴαντα», εἰπὼν ἄντην στῆναι, ὅπερ ἀνωτέρω ἐλελιχθῆναι εἶπεν. οὕτω φιλάλληλοι μὲν οἱ Ἕλληνες, ἀνδρεῖος δὲ ὁ Αἴας καὶ μεγαλόφρων καὶ φιλοκίνδυνος. Ὅρα δὲ ὅτι τε βέλη συνήθως λέγει καὶ νῦν τὰ ἐπαφιέμενα δόρατα, καὶ ὅτι παθητικῶς τὸ βιάζεσθαι φράζει, ὃ παρὰ τοῖς ὕστερον καὶ ἐνεργητικῶς λαμβάνεται, καὶ ὅτι ἀρεσθεὶς τῇ φράσει τοῦ «βιάζεσθαι βέλεσι» δὶς τὸ τοιοῦτον ἔφη νόημα. Τὸ δὲ «ὡς ἐνόησε» καὶ ὑποκαταβὰς πάλιν φησὶν ἐν τῷ «τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος» καὶ ἑξῆς. Πρὸ δʼ αὐτοῦ εἰπόντος Ὁμήρου, ὡς ὁ Εὐρύπυλος ἔβαλέ τινα ἧπαρ ὑπὸ πραπίδων, τουτέστι φρενῶν, —ταὐτὸ γὰρ πραπίδες καὶ φρένες, τὸ μὲν ποιητικῶς, τὸ δὲ κοινῶς φραζόμενον— φασὶν οἱ παλαιοί, ὅτι φρένες οὐ μόνον ἡ δύναμις, καθʼ ἣν νοοῦμεν, ἀλλὰ καί τι σπλάγχνον, ὡς καὶ ἀλλαχοῦ προεδηλώθη, ὅπερ διάφραγμα οἱ περὶ Πλάτωνα πρῶτοι ὠνόμασαν. Ἔστι δὲ νευρώδης ὑμὴν τὰ σπλάγχνα διεζωκώς, ᾧ ὡς νευρώδει συμπάσχει φλεγμαίνοντι καὶ ὁ ἐγκέφαλος καὶ παραφρονεῖν ποιεῖ, πηγὴ ὢν τοῦ νευρώδους, ὡς ἀρτηριῶν ἡ καρδία, καὶ τὸ ἧπαρ φλεβῶν. Ἕτεροι δέ φασιν, ὅτι φρένες εἰσὶν αἱ διεζωκυῖαι τὸν ὑπὸ τῷ πνεύμονι καὶ τῇ καρδίᾳ τόπον, ὃς διάφραγμα λέγεται, ἄλλοι δὲ οὕτω· φρένες τὸ διάζευγμα. ἔστι δὲ ἐπίπλους διαιρῶν τὸν θώρακα τοῦ πνεύμονος. ὅτι δὲ ὑποκάτω τῶν φρενῶν τὸ ἧπαρ, δηλοῖ, φασίν, ὁ ποιητὴς εἰπὼν «ἧπαρ ὑπὸ πραπίδων». Ἰστέον δὲ ὅτι καὶ ὁ Εὐρύπυλος δυστυχεῖ ἄρτι ἐν τῷ σκυλεύειν ὃν βέβληκεν. ὡς γὰρ ἐνόησεν αὐτὸν Ἀλέξανδρος σκυλεύοντα, ἔβαλεν ὀϊστῷ, καὶ ἡ βολὴ συνέπεσε κατὰ μηρὸν δεξιόν «ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν». διὸ ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο καὶ αὐτὸς καὶ ἤϋσε διαπρύσιον τὰ προειρημένα. Καὶ ἰδοὺ πάλιν μονοῦται ὁ Αἴας, μᾶλλον δʼ εἰπεῖν ἡ μάχη, τῶν Ἑλληνικῶν ἀριστέων, ἵνα ἡ κατὰ κράτος τῶν Ἀχαιῶν τροπὴ πιθανολογηθείη. χάζεται γοῦν καὶ ὁ Εὐρύπυλος. μετʼ ὀλίγα δὲ καὶ οἱ ἐκ προκλήσεως τοῦ Εὐρυπύλου βοηθήσαντες τῷ Αἴαντι Ἀχαιοὶ «νηυσὶν ἐπὶ γλαφυραῖς ἐεργμένοι ἰσχανόωνται», ἤγουν ἐπέχονται. καὶ οὕτω πιθανῶς ἡ πρὸς τῷ ναυστάθμῳ τειχομαχία συνίσταται, ἣν πρὸ ἔργου μάλιστα τίθεται ὁ ποιητής, ἵνα μὴ τοσοῦτον ἀρτύσας καὶ ἱστορήσας πόλεμον ἀμαθῆ τε τοιᾶσδε μάχης ἐάσῃ τὸν φιλομαθῆ ἀκροατὴν καὶ οὐδʼ αὐτὸς ἰδέᾳ τοιαύτῃ ἐνευδοκιμήσῃ γραφῆς. Δόναξ δὲ ὁ τοῦ βέλους ἄτρακτος, εἴτε ἀπὸ κάλου ἐσκεύασται, ὅ ἐστι ξύλου, ὅτε καὶ κυρίως κῆλον τὸ βέλος λέγεται, εἴτε, ὥς τινές φασιν, ἐκ καλαμίσκου στεριφοτάτου, ὁπηνίκα καὶ δόναξ κατὰ κυριολεξίαν ὀνομάζεται. Καινὸν δὲ οὐδέν, εἰ δόναξ βέλους λέγεται καὶ ὁ ξύλινος ἄτρακτος ἀπὸ παλαιᾶς εὑρέσεως καὶ χρήσεως, καθʼ ἣν καὶ ὁ ὑστεροφανὴς σίδηρος τὸ παλαίφατον τοῦ χαλκοῦ ἔχει ὄνομα, καὶ ὁ καννάβινος κάλως τὸ τοῦ παλαιγενοῦς σχοίνου, ὡς ἀλλαχοῦ σεσημείωται πλατύτερον. ἐπεὶ καὶ τὸ κεράμεον, ὃ σκεύεσιν εὐτελέσι τοῖς ἐκ χοὸς ἐπελέγετο, ὕστερον καὶ τοῖς ἐκ τιμιωτέρας ὕλης προσήρμοζε. Κλεοπάτρα γοῦν, φασίν, ἡ μεγάλη, ἐφʼ ἧς ἡ τῶν Αἰγυπτίων κατελύθη βασιλεία, ἐκδιαιτηθεῖσα ὡς ἀντὶ τῶν πάλαι κεραμέων σκευῶν πολυτελεστέροις χρῆσθαι καὶ τοὔνομα οὐ δυναμένη ἀλλάξαι, ἀργυροῦν καὶ χρυσοῦν ἀπεκάλει κεράμιον. Τοιοῦτον δὲ καὶ Πτολεμαίου τὸ «δεῖπνα Ῥωμαϊκῶς κατεσκευασμένα κεράμῳ χορηγούμενα ἀργυρῷ». Ὅτι δὲ ἐκ τοῦ κυριολεκτικῶς λεγομένου δόνακος δονακεὺς ποταμὸς λέγεται τύπῳ περιεκτικῷ τινι, δηλώσει ἐν τοῖς ἑξῆς που Ὅμηρος. ὁ δʼ αὐτὸς καὶ δονακώδης ἂν ῥηθείη κατὰ Βακχυλίδην, ὅς που δονακώδεα τὸν Νεῖλον ἔφη. Ἐν τούτοις δὲ κεῖται καὶ τὸ «εἵλκετο» ἀντὶ τοῦ εἷλκεν, οἷον «αὐτίκα τόξον εἵλκετʼ ἐπʼ Εὐρυπύλῳ καί μιν βάλεν». ἔνθα ὅρα καὶ τὸ ἐπʼ Εὐρυπύλῳ ἀντὶ τοῦ κατὰ Εὐρυπύλου. Ἰστέον δὲ καὶ ὅτι ἄμυναν συνασπιστικὴν φράζει τὸ «ὦ φίλοι, στῆτʼ ἐλελιχθέντες» καὶ ἑξῆς, ὡς προεγράφη, ἕως τοῦ «ἀλλὰ μάλʼ ἄντην ἵστασθε», ὃ παράφρασίς ἐστι τοῦ στῆτε, ὡς προείρηται. ἦν δʼ ἂν ἐνταῦθα καὶ κύκλος, εἴπερ ἀντὶ τοῦ ἵστασθε στῆτε εἴρηκε. Τὸ δὲ «βάρυνε μηρόν» ἔχοι ἂν ἴσως διαφορὰν πρὸς τὸ «ὀξεῖαι ὀδύναι δῦνον» τὸν δεῖνα. Ὅτι συνασπισμοῦ κατάστημα τὸ «οἳ δὲ παρʼ αὐτὸν πλησίοι ἔστησαν, σάκεʼ ὤμοισι κλίναντες, δούρατʼ ἀνασχόμενοι». Καὶ ὅρα καὶ νῦν τὸ «πλησίοι» ἀπὸ εὐθείας τῆς ὁ πλησίος, ὅθεν καὶ τὸ «πλησίαι ἥστην». Τὸ δὲ «κλίναντες» ἀντὶ τοῦ ἐγκλίναντες, ἐρείσαντες. Τὸ δὲ «ἀνασχόμενοι», ὅ ἐστιν ἀνατείναντες, καὶ ἐνεργητικῶς ἀνασχόντες λέγεται. Ἰστέον δʼ ἐν τούτοις καὶ ὅτι Εὐρύπυλος μὲν προπαροξυτόνως τὸ κύριον, τὸ μέντοι ἐπίθετον ἄλλως. εὐρυπυλής γάρ, ὡς δῆλον ἐκ τοῦ «εὐρυπυλὲς Ἄϊδος δῶ». οὕτω που καὶ «ἄτερπος ὀϊζύς» εὑρέθη ἡ καὶ ἀτερπής. εὕρηται δὲ καὶ ἐκ τῆς αὐδῆς οὐ μόνον ἄναυδος, ἀλλὰ παρείλκυσται καὶ ὁ ἀναυδὴς ἐκεῖθεν, οὗ πληθυντικὸν οἱ ἀναυδεῖς παρά τινι Κωμῳδῷ, οἷον «πρώτιστα μὲν πάντες ἀναυδεῖς τότʼ ἐπέστησαν». Ὅτι ὁ Αἴας, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων, «στῆ», ἤγουν ἔστη, «μεταστρεφθείς», ἀντιπρόσωπος δηλαδὴ τοῖς Τρωσί, ὡς καὶ ἐντεῦθεν πιστοῦσθαι τὸ Σοφόκλειον τὸ «καὶ μέγας ὀρθοῖτο ὑπὸ σμικροτέρων». ἰδοὺ γὰρ ὁ Αἴας ὑπὸ τοιούτων ἑταίρων βοηθεῖται. Καὶ ὅρα ὅτι καίτοι καταστασιαζόμενος ὑπὸ Διός, ὅμως τῆς κατὰ φύσιν ἀρετῆς ὁ ἥρως οὐκ ἐξίσταται, ποτὲ μὲν μέσος ἱστάμενος, ὡς προγέγραπται, καὶ ἀποτειχίζων τοὺς Τρῶας οἷά τι ἕρκος ἢ ἔρυμα, ποτὲ δὲ ἀνθιστάμενος εἰς πόλεμον, καὶ οὕτως εὐκαιρίαν κινδύνου φυγῆς διδοὺς τοῖς Ἀχαιοῖς. Τοὺς γὰρ πλείστους τῶν ἀριστέων ἤδη ἀπαγαγὼν ὁ ποιητής, ἐν οἷς καὶ τοὺς συνετωτάτους Ὀδυσσέα τε καὶ Νέστορα, τὸν γοῦν Αἴαντα φυλάττει τέως ἕως τῆς τοῦ Πατρόκλου ἐξόδου, αὐτοῦ δʼ ἐξελθόντος ἐκεῖ τὸν λόγον ἀπασχολεῖ. Πάτροκλον δὲ ἀνελὼν αὖθις ἀναλαμβάνει τὸν Αἴαντα, εἶτα τὸν κορυφαῖον Ἀχιλλέα τοῦ μηνίειν ἀναστήσας ἐν τοῖς κατʼ ἐκεῖνον τὴν Ἰλιάδα συμπληροῖ. Ἔθνος δὲ ἑταίρων ἁπλῶς τὸ πλῆθος λέγει, ὡς καὶ ἐν ἄλλοις ποιεῖ. Τὸ δὲ «ἵκετο ἔθνος ἑταίρων» ἀνωτέρω «τῶν δʼ ἀντίος ἤλυθεν» ἔφη, ὅ ἐστιν ἀντιπρόσωπος τοῖς Ἀχαιοῖς. εἰ καὶ ἐν ἄλλοις μάχιμόν ἐστι τὸ ἀντίον ἐλθεῖν. Ὅτι καὶ νῦν τὸ «μάρναντο δέμας πυρὸς αἰθομένοιο», ἐν ᾧ φανερῶς τὸ δέμας οὐκ ἐπὶ ἐμψύχου κεῖται, ἐλλιπῶς τε πέφρασται καὶ περιπέφρασται ἀντὶ τοῦ ὥσπερ ἂν πῦρ μάχοιτο. καὶ νῦν μὲν οὕτω γοργῶς. ἀλλαχοῦ δὲ καὶ παραβολὰς ἐκ τούτου ποιεῖ, ὡς καὶ ὅτε πῦρ ἀΐδηλον ἐμπεσὸν ἀξύλῳ ὕλῃ ποιεῖν εἶπε τὰ συνήθη τῷ πυρί. Αἰθόμενον δὲ πῦρ καὶ ἐνταῦθα ὡς καὶ ἐν ἄλλοις πρὸς διαστολήν, ἵνα μὴ νοηθείη πῦρ ἢ ἀλαμπὲς κατὰ τὰ ὑποσμυχόμενα ἢ καὶ ἄλλως τροπικῶς, ὁποίου πυρὸς καὶ ἡ καρδία ἑστία λέγεται, καὶ ὁποίῳ πυρὶ λάμπονται οἱ τοῦ θυμουμένου ὀφθαλμοί, καὶ οἷον πῦρ ἡ γυνή ἐστιν ἡ ἄτερ δαλοῦ εὕουσα, οὐδὲ ὁποῖον τὸ δήϊον πῦρ, ἐξ οἵου ἴσως πυρὸς αἰθομένου ὁ Διομήδης νοστῆσαι θαρρεῖ, ἑταιρισάμενος τὸν Ὀδυσσέα ἐν τῇ νυκτεγερσίᾳ, ἀλλὰ τερατωδέστερον τὸ αὐτόχρημα πῦρ τὸ ἀφανίζον πάντα, οἷς ἂν ἐμπέσῃ. Ὅτι καὶ ἐνταῦθα φανερῶς τὸ φέρειν καὶ τὸ ἄγειν ταὐτίζων ὁ ποιητής φησι «Νέστορα δʼ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι ἱδρῶσαι, ἦγον δὲ Μαχάονα». Ἔστι δὲ οὐχὶ ἄκρατον ἐνταῦθα τὸ φέρειν. ὁ γὰρ νοῦς, ὅτι ἐξέφερον μάχης αἱ ἵπποι τὸν Νέστορα. τῷ δὲ τοιούτῳ ἐκφέρειν ἀντιπαράκειται τὸ ἐκφορεῖν, ἢ πλοίου γόμον, οὗ χρῆσις παρὰ τοῖς παλαιοῖς, ἢ ἄλλο τι. Ἰστέον δὲ ὅτι, ὥσπερ τοὺς ἵππους τοῦ Αἰνείου Τρωΐους ἔφη ὁ ποιητής, οὐχʼ ὡς αὐτοῦ ὄντας τοῦ Τρωός, ἀλλʼ ὡς ἐξ ἐκείνων τῶν ἀρχαίων ἵππων κατάγοντας, οὓς ἐκ Διὸς ὁ Τρὼς ἔλαβεν ὁ τοῦ Νηλέως ἀρχαιότερος, οὕτω καὶ Νέστορος ἵππους Νηληΐους ἔφη, τοὺς ἐκ τῆς Νηλέως ἀγέλης κατὰ διαδοχήν. οὐ γὰρ δήπου ἄλλως αὐτοῦ δὴ ἐκείνου τοῦ Νηλέως ἵπποι ἔτι τῷ πεμπέλῳ περιῆσαν Νέστορι. Ἐπεὶ μηδὲ οἷόν τε ζῆν τοσαετεῖς ἵππους, εἴγε κατὰ τὴν παλαιὰν ἱστορίαν ἄρρην μὲν ἵππος ζῇ ἔτη πέντε καὶ τριάκοντα, θήλεια δὲ πλείω τῶν τεσσαράκοντα. ἐβίω δέ τις, φασί, καὶ πέντε πρὸς τοῖς ἑβδομήκοντα. οἱ δὲ ταῦτα φυλοκρινοῦντές φασι καὶ μέλισσαν ἔτη ἓξ ἢ καὶ ἑπτὰ ζῆν. Τὸ δὲ «ἱδρῶσαι» ἢ κατὰ διάθεσιν εἴρηται δευτέρας συζυγίας τῶν περισπωμένων ἢ ἐκ τοῦ ἱδρώουσαι συγκέκοπται. Ἱδρὼς δὲ καὶ ἱδρῶσαι κυρίως ἐπὶ ζῴων κεῖται. ὁ δέ γε τὰς πηγὰς γῆς ἱδρῶτας εἰπὼν τροπικῶς εἶπεν, ὥσπερ καὶ ὁ τὸν οἶνον εἰπὼν «Βρομιάδος ἱδρῶτα πηγῆς», ἀμπέλου δηλαδή, καὶ τὸν ἰξὸν δὲ δρυὸς ἱδρῶτα, ὡς τὸ «δρυὸς ἱδρὼς καὶ θαμνομήκης κλάδος». Ὅτι ὁ φιλοπόλεμος Ἀχιλλεὺς καὶ ἀπόμαχος ὢν ὅμως εἱστήκει «ἐπὶ πρύμνῃ μεγακήτεϊ νηῒ εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν», καὶ οὕτω τῇ θέᾳ γοῦν τῆς μάχης ἐχόμενος. ἦν γὰρ αὐτῷ, καθά που ἐρρέθη, ἔρις φίλη πόλεμοί τε μάχαι τε. Καὶ ὅρα ὡς καὶ νῦν ἀνέμνησεν ἡμᾶς τοῦ Ἀχιλλέως, οὐχʼ ἁπλῶς, ἀλλʼ ὡς θεατοῦ τῆς μάχης καὶ τῇ θέᾳ οἷον ὀργῶντος εἰς αὐτήν. Ἐντεῦθεν δὲ ὡς οἷον προκαταστατικῶς ἄρχεται καταβολή τις ὑποτεθῆναι τοῦ παύσασθαι μὲν τὸν Ἀχιλλέα τῆς μήνιδος, κακῶς δὲ γενέσθαι τοῖς Τρωσί. Οἰκτίζεται γὰρ ἐφʼ οἷς ὁρᾷ ὁ καλὸς ἥρως, καὶ τέως μὲν στέλλει τὸν ἑταῖρον Πάτροκλον, ἐφʼ οἷς ἄρα καὶ στέλλει, ὡς δηλωθήσεται. ὁ δὲ ἀπελθὼν ξυρός, ὅ φασιν, ἀκόνῃ ἐντυγχάνει τῷ Νέστορι καὶ θήγεται λόγοις ὑπʼ αὐτοῦ εἰς μάχην παροξυνθείς, ὡς καὶ αὐτὸ εἰρήσεται, καὶ πείθει τὸν Ἀχιλλέα σταλῆναι τοῖς Ἀχαιοῖς αὐτὸς ἐπίκουρος, καὶ τυχών, οὗ ἤθελε, περιπίπτει, οἷς μὴ ἤθελε. πίπτει γὰρ καὶ οὕτως ἀνιστᾷ τὸν Ἀχιλλέα εἰς μάχην καὶ γίνονται πράξεις πολλαί τε καὶ ἡρωϊκαὶ πρέπουσαι τῷ τε φράζοντι ποιητῇ καὶ τῷ ποιοῦντι Ἀχιλλεῖ. Ὅρα δὲ καὶ ὧδε τὸ «μεγακήτεϊ νηΐ» συντελοῦν εἰς τὸ Λακεδαίμονα κητώεσσαν, ὡς οἶδεν ὁ νοῶν τεχνικῶς. καὶ ἄλλως δὲ οἰκεῖον μεγακήτεα ὀνομάσαι τὸν θαλάσσιον τοῦτον ἵππον κατὰ τὸ «αἵ θʼ ἁλὸς ἵπποι». ὅτε δὲ καὶ τὸν Κίλικα Ὀππιανὸν μάθῃ τις νῆα ἱστοροῦντα ἐξομοιωθεῖσαν ξιφίᾳ κατὰ τὴν ναυπηγίαν, τότε δὴ ἄλλως ἐκεῖ προσαρμόσει τῇ νηῒ ἐκείνῃ τὸ μεγάκητες. Ὅτι δὲ ἵππος καὶ θαλάσσιός ἐστιν, ἱστόρηται. οὕτω δὲ καὶ θαλάσσιος βοῦς, οὐ μὴν μόνον χερσαῖος, πρὸς ὃν παίζων τις κατὰ Κλέωνος κιθαρῳδοῦ, ὃς ἐπεκαλεῖτο βοῦς, εἶπεν «ὄνος λύρας ἐλέγετο, νῦν δὲ βοῦς λύρας». Τὸ δὲ ἰῶκα, ὃ δηλοῖ τὴν ἐν μάχῃ δίωξιν, μεταπέπλασται. ὡς γὰρ φυγήν φύγα, ἐξ οὗ τὸ φύγαδε ὡς τὸ οἴκαδε, οὕτω καὶ ἰωκήν ἰῶκα. ὅμοια δὲ καὶ τὸ κνίδην κνίδα καὶ παρʼ Ἡσιόδῳ τὸ κρόκην κρόκα. Ὅτι τοὺς Ἀχαιοὺς διωκομένους, ὡς εἴρηται, ἰδὼν ὁ Ἀχιλλεὺς αἶψα ἑταῖρον «Πατροκλῆα προσέειπε φθεγξάμενος παρὰ νηός», ἤγουν ἐκ νηός. «ὃ δὲ κλισίηθεν ἀκούσας»—οὐ γὰρ ἔτυχεν ἔξω συμπαρεῖναι—»ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή». Ὃ δὴ γοργότατα φράσας προαναφωνητικῶς εἶπεν Ὅμηρος. ἡ γὰρ ἔξοδος αὕτη, ταὐτὸν δʼ εἰπεῖν, τὸ ἐκμολεῖν, αἰτία τῷ Πατρόκλῳ θανάτου, περιπεσόντι δεινῷ ῥήτορι τῷ Νέστορι, ὃς καὶ ὑπὲρ τὸν ὑμνούμενον Τυρταῖον εἰς μάχην ἐρεθίζειν εἰδὼς ἔπεισε τὸν Πάτροκλον πεσεῖν ὡς ἔπεσεν. Ἐν οἷς ὅρα καὶ ὅπως δεξιώτατα ὁ ποιητὴς τὸ πλάσμα μετεχειρίσατο. οὔτε γὰρ δευτέρας λιτὰς πέμπει τῷ Ἀχιλλεῖ, ὅπερ ἐκεῖνος φαίνεται θέλων, ὅτε ἐρεῖ «νῦν οἴω περὶ γούνατʼ ἐμὰ στήσεσθαι Ἀχαιοὺς λισσομένους», ἀλλʼ οὐδὲ αὐτόματον ἐξάγει τὸν Ἀχιλλέα, δραμὼν δὲ τὴν μέσην λιτάζεται διὰ τοῦ φιλτάτου Πατρόκλου καὶ πείθει διʼ αὐτοῦ, οὗ καὶ ἐξελάσαντος καὶ πεσόντος ἐγείρει τὸν Ἀχιλλέα εὐμηχάνως εἰς πόλεμον. τέως γε μὴν ἤδη ἐν τούτοις ἔληξε τὸ πολὺ τῆς ὀργῆς τῷ Ἀχιλλεῖ ὀλοφυρομένῳ τοὺς Ἀχαιούς, ὡς ὁ Νέστωρ μετʼ ὀλίγα ἐρεῖ. ἔλεος γὰρ τῶν Ἑλλήνων ὕπεισιν αὐτὸν ἠρέμα. διὸ καὶ στελεῖ τὸν Πάτροκλον, ἐν οἷς δείκνυται καὶ ὡς δραστηριώτερον τῆς τῶν δεινῶν ἀφηγήσεως ἡ τοῦ κακοῦ θέα, καθὰ καὶ ἡ τραγῳδία δηλοῖ ἐν τῷ «τῶν πραχθέντων τὰ μὲν ἄλγιστα ἄπεστιν, ἡ γὰρ ὄψις οὐ πάρα». Ἰδοὺ γάρ, Ἀχιλλεὺς πρέσβεων μὲν ἀκούσας ἀφηγησαμένων δεινά, ἐφʼ οἷς ἐδυστύχουν Ἀχαιοί, οὐκ ἔπαθε τὴν ψυχήν, ἰδὼν δὲ κακῶς πάσχοντας εἱλκύσθη πρὸς οἶκτον καὶ γέγονεν αὐτῷ ἡ τοῦ κινδύνου θέα οἷά τις ἐλέου εἰσβολή. οὕτω δὲ καὶ Πάτροκλος ἐν τοῖς ἑξῆς οὐχʼ οὕτω πείθεται Νέστορι ποικίλως καθομιλήσαντι, ὅσον ὑπὸ τῆς τοῦ δεινοῦ θέας πεισθεὶς εἰς ἱκεσίαν τοῦ Ἀχιλλέως οὕτω προσερεθίζεται. Ἰστέον δὲ ὅτι τὸ «Πατροκλῆα προσέειπεν» οὐ λόγον δηλοῖ διεξοδικόν, ἀλλʼ ἀντὶ τοῦ ἐκάλεσεν εἴρηται. Διὸ ἐρεῖ ὁ Πάτροκλος «τίπτε με κικλήσκεις Ἀχιλλεῦ; τί δέ σε χρεὼ ἐμεῖο» τὸ πολλαχοῦ κείμενον. ταῦτα δὲ δύναται πᾶς λέγειν κληθεὶς πρός τινος καὶ ἀκούσας. Ἄρεϊ δὲ ἶσον ὁ ποιητὴς αὐτὸν λέγει, σεμνύνων ὡς τοῖς Ἕλλησι χρησιμεύσοντα καὶ διὰ τοῦτο ἀξίᾳ μεγάλῃ φιλοτιμούμενος, καθὰ καὶ τὸν Πάριν πρὸ βραχέων θεοειδῆ ἔφη, ὅτε τὸν Εὐρύπυλον ἔβαλεν. Ἀχιλλεὺς μέντοι οὐδὲν τοιοῦτον προσφωνεῖ, ἀλλὰ δῖον τὸν Πάτροκλον λέγει καὶ Διῒ φίλον, ὃ ταὐτόν ἐστι πάλιν τῷ δίῳ καὶ ἑαυτῷ κεχαρισμένον. Φησὶ γὰρ «δῖε Μενοιτιάδη, τῷ ʼμῷ κεχαρισμένε θυμῷ», ἤγουν φίλτατε. Ἰστέον δὲ ὅτι, ὥσπερ ὁ συνετὸς ἢ βασιλικὸς ἀνὴρ ἀτάλαντος Διῒ λέγεται, οὕτω καὶ ὁ ἀνδρεῖος ἶσος Ἄρεϊ, ὡς ταὐτὸν ὂν ἶσόν τε εἰπεῖν καὶ ἀτάλαντον. Ἔστι δὲ καὶ πάνυ σεμνὸν καὶ ἐμφαντικώτατον ἐν τοῖς τοιούτοις τὸ ἶσον ἤπερ τὸ ὅμοιον. δίδωσι γὰρ νοεῖν ὡς, εἴπερ ἡ σύνεσις ἢ ὁ Ἄρης, συνελόντα δʼ εἰπεῖν, αἱ ποιότητες σταθμῷ ὑπέκειντο ταλαντευόμεναι, ἶσος ἂν ἦν ὁ δεῖνα τῷ δεῖνι κατὰ σύνεσιν ἢ ἀνδρείαν καὶ τὰ ὅμοια. Ὅτι ἀνάγκης καὶ κατεπείξεως τὸ «νῦν οἴω περὶ γούνατʼ ἐμὰ στήσεσθαι λισσομένους Ἀχαιούς· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός». Ἐρεῖ δὲ αὐτὸ ὁ ἐλπίζων ἱκετευθῆναί ποθεν κατʼ ἀνάγκην. Ἀττικὸν δὲ τὸ ἀνεκτός ἀντὶ τοῦ ἀνεκτή, ὁποῖα καὶ ἕτερα πολλὰ δεδήλωται. Τὸ δὲ «περὶ γούνατα στήσεσθαι» περιφραστικῶς ἀντὶ τοῦ γουνάσεσθαι. ἄλλως γὰρ οἱ ἱκέται οὐχʼ ἵστανται περὶ γούνατα, κάμπτονται δὲ μᾶλλον, ὡς δῆλον ἐκ τοῦ γονυπετεῖν καὶ ἐκ τῆς γονυκλισίας καὶ ἐκ τοῦ ποτνιᾶσθαι, ὃ παρὰ τὸ πέτειν, ὅ ἐστι πίπτειν, γίνεται, ἔτι δὲ καὶ ἐκ τοῦ προσπίπτειν, ὃ καὶ αὐτὸ γουνασμόν τινα σημαίνει. Σημείωσαι δὲ ὅτι ἀναθεὶς ὁ ποιητὴς τὸν τοιοῦτον νοῦν τῷ Ἀχιλλεῖ ἐμφαίνει δύνασθαι καὶ δευτέραν πρεσβείαν ἄρτι στεῖλαι εἰς Ἀχιλλέα. καὶ δὴ καὶ ἐποίησεν ἂν οὕτω, εἰ μὴ τὸ μονοειδὲς ἐξέκλινε, προτιμώμενος τὸ ἑτέρως πως ἐξαγαγεῖν τὸν ἥρωα εἰς μάχην καὶ μὴ διὰ πρεσβείας κοινῆς, ἣν φθάσας ἐκεῖνος ἀπεδοκίμασεν. Ὅτι φανερὰ μὲν διαφορὰ τοῦ βεβλῆσθαι καὶ τοῦ οὐτάσθαι, ὡς καὶ ὅτε μετὰ βραχέα λέγει· βέβληται ὁ δεῖνα, οὔτασται δὲ ὁ δεῖνα. ἐνταῦθα μέντοι Ἀχιλλέως εἰπόντος «ὅντινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο», γενικῶς νοητέον τὴν τοῦ βεβλῆσθαι λέξιν ἀντὶ τοῦ ἁπλῶς πεπλῆχθαι. πόθεν γὰρ στοχασάμενος ἔγνω Ἀχιλλεὺς καὶ τὸ τῆς πληγῆς εἶδος, ὅτι δηλαδὴ βέβληται ὁ Εὐρύπυλος, οὐ μὴν οὔτασται. οὕτω δὲ καὶ πρὸ ὀλίγου ἔλεγεν Ὀδυσσεύς, ὡς ὁ ἐν πολέμῳ ἱστάμενος «ἢ ἔβλητο ἢ ἔβαλεν ἄλλον». Εἰ μὴ ἄρα ὁ Ἀχιλλεὺς ἀστείως οἷα φεύγοντα τὸν Εὐρύπυλον βεβλῆσθαι λέγει, ὡς τοῦ μὲν ἡττημένου τὸν περὶ ψυχῆς θέοντος καὶ διὰ τοῦτο κατʼ ἐπίτασιν φεύγοντος, τοῦ δὲ αὐτὸν διώκοντος ἐξ ἀνάγκης πόρρωθεν βάλλοντος. Ἰστέον δὲ ὅτι κήδεται τοῦ Μαχάονος ὁ Ἀχιλλεύς, οὗ χάριν καὶ στέλλει πιθανῶς τὸν Πάτροκλον, ἢ διότι ἄμφω Θετταλοί, ἢ καὶ ὅτι ὁ τοῦ Μαχάονος πατὴρ Ἀσκληπιὸς αὐτῷ, φασί, παρὰ τῷ διδασκάλῳ Χείρωνι συνεφοίτησε. Διὸ καὶ εἰπών, ὅτι τά γʼ ὄπισθε Μαχάονι πάντα ἔοικεν, ὡς ὁ ὁπλισμὸς ἴσως ἐδήλου, ἐπάγει «τῷ Ἀσκληπιάδῃ». Ἐνταῦθα δὲ κεῖται καὶ τὰ ὄμματα ὡς ἀναγκαιότατον μέρος ἐπὶ τοῦ ὅλου προσώπου. ἐπιφέρει γὰρ «αὐτὰρ οὐκ ἴδον ὄμματα φωτός· αἱ ἵπποι γάρ με παρήϊξαν», ἤγουν ταχὺ παρῆλθον, ὡς δηλοῖ ἐπαχθὲν τὸ «πρόσσω μεμαυῖαι». Τοῦτο δὲ διὰ πιθανότητα προσετέθη. εἰ γὰρ καὶ ἐκ τῶν ἔμπροσθεν ὁ Μαχάων ἔγνωστο, οὐκ ἦν χρεία σταλῆναι τὸν Πάτροκλον, καὶ οὕτως ἤργει τὸ τοῦ πλάσματος καίριον. Κεῖται δʼ ἐν τοῖς ῥηθεῖσι καὶ τὸ «ἔρειο», ἀντὶ τοῦ ἐρώτησον, ἐκ τοῦ ἔρεο πλεονασμῷ τοῦ ἰῶτα διὰ μέτρον. Φησὶ γὰρ «ἀλλʼ ἴθι νῦν Πάτροκλε, Νέστορʼ ἔρειο, ὅν τινα τοῦτον ἄγει». Ὅτι τὸ «αὐτοὶ μὲν ἀπέβησαν ἐπὶ χθόνα πολυβότειραν», περιφραστικῶς ἀντὶ τοῦ ἐπέζευσαν, κατέβησαν τοῦ ἅρματος. καὶ νηὸς δέ τις ἀποβαίνειν λέγεται. καὶ οὕτω μὲν ἀποβῆναι ἀπολύτως ἐνταῦθα τὸ καταπεζεῦσαι ἐξ ἵππων τινὰ καὶ ἀντὶ ἱππότου γενέσθαι πεζόν, ἐντελὲς δὲ ἀλλαχοῦ τὸ «ἐξ ἵππων ἀπέβησαν». Ὅτι ψύχεσθαι μὲν καὶ ἀναψύχειν καὶ τὸ πρὸς ἄνεμον. Φησὶ γοῦν «οἳ δὲ ἱδρῶ ἀπεψύχοντο χιτώνων στάντε ποτὶ πνοίην παρὰ θῖνʼ ἁλός». Τερσαίνεσθαι μέντοι τὸ ἐν ἡλίῳ ξηραίνεσθαι, ὡς καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται. Τὸ δέ γε ἐναποψύχειν ἄλλο τι παρὰ Ἡσιόδῳ δηλοῖ, ὅθεν καὶ ἀπόψυξις, ἡ ἀποπνευμάτωσις, ὡς Παυσανίας δηλοῖ. Τὸ δὲ «στάντε ποτὶ πνοήν» σαφηνείας χάριν κεῖται, ἵνα μὴ ἐπὶ λοετροῦ τινος νοηθείη τὸ ἀπεψύχοντο, οἵῳ δὴ λουτρῷ πρὸ τούτων ἐχρήσαντο οἱ τῆς Δολωνείας ἥρωες ἀναγκαίως διὰ τὸν ἐκ τῆς ὁδοιπορίας κόπον, ἀναψύξαντες τὸν ἐκ θερμότητος ἐκείνης κόπον διὰ τοῦ καταιονηθῆναι ψυχρῷ ὕδατι. Τὴν δὲ τοῦ θερμοῦ ἀγαθότητα δηλοῖ καὶ ὁ εἰπών, ὡς πάντες οἱ θερμοὶ ἄρτοι τῶν ἐψυγμένων εἰσὶν εὐοικονομητότεροι, καὶ τὸ «οἱ δʼ ἐψυγμένοι πλήσμιοι καὶ δυσοικονομητότεροι», ὅπερ ἐστὶ δύσπεπτοι. Ἔνθα ὅρα καὶ τὸ «ἐψυγμένοι» θεματικὸν ῥῆμα ὂν τῶν τε ἀνωτέρω ἐκκειμένων καὶ ἑτέρων μυρίων. δηλοῖ δὲ ἡ λέξις τοὺς ψυχροὺς ἄρτους ἐκ τοῦ ψύχω, ἐξ οὗ καὶ τὸ «ἔψυχον τὸν οἶνον» οἱ ἀρχαῖοι, καὶ τὸ «ψῦξον τὸν οἶνον», καὶ τὸ «ἀπεψύγη ἡ ἀγάπη», ἔτι δὲ σὺν ἄλλοις καὶ τὸ ψυχεῖον περιεκτικὸν κατὰ τὸ «ἐν Κιμώλῳ τῇ νήσῳ ψυχεῖα κατεσκεύασται θέρους ὀρυκτά». Τὸ δὲ «παρὰ θῖνʼ ἁλός», ὡς ἐκεῖθεν, οἷα εἰκός, αὔρας ἰούσης τινός. Θὶν δὲ ἁλὸς λέγεται πρὸς διαστολὴν θινῶν τῶν τε ἄλλων καὶ τῶν κατὰ ἄμμους, αἳ κεῖνται ἐν μεσογαίοις, ὃ δὴ μάλιστα περί που τὰ τῆς Λιβύης νότια γίνεται. Ὅτι Ἑκαμήδη, γυνὴ Τενεδία, θυγάτηρ Ἀρσινόου, ὑπʼ Ἀχιλλέως ληϊσθεῖσα, ἐξῃρέθη τῷ γέροντι Νέστορι, οὐχʼ ὅτι ἀνδρεῖος ἦν ὁ τριγέρων, ἀλλὰ διότι εὐδοκίμει κατὰ βουλήν, ὥστε σοφίας ἡ γυνὴ αὐτῷ ἐδόθη ἔπαθλον. διὸ καὶ οἰκείως τῷ ἐπάθλῳ τὸ ὄνομα κεῖται τῇ γυναικί. αὕτη μὲν γὰρ Ἑκαμήδη παρὰ τὸ ἕκαθεν μήδεσθαι, ἤγουν βουλεύεσθαι, ὅπερ ἐστὶ πρέπον σοφῷ, καὶ ὁ πατὴρ Ἀρσίνοος διὰ τὸ μετάρσιον τοῦ νοῦ, οἱονεὶ ὁ ὑψηλόνους, ὁποῖον εἶναι δεῖ τὸν σοφόν. καὶ ἐν τῷ ἐπιταφίῳ δὲ τοῦ Πατρόκλου ἀγῶνι ἀρετῆς ἀπρακτούσης ἔπαθλον ὁ σοφὸς Νέστωρ λήψεται, ὥς που καὶ ὁ Θεμίστιος ἐπισημαίνεται, εἰ καὶ Ἰσοκράτης λέγει, ὅτι τὰ γυμνικὰ τιμῶντες οἱ Ἕλληνες σοφίας γέρας οὐ προετίθεντο. Ἔστι δὲ ἃ περὶ Ἑκαμήδης ὁ ποιητὴς λέγει ταῦτα «τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη, τὴν ἄρετʼ ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς, θυγατέρʼ Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ ἔξελον, οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων», αὐτὸς δηλαδὴ ὁ Νέστωρ, οὐ δήπου γὰρ ἡ Ἑκαμήδη. Τὶς δὲ ὁ κυκεὼν καὶ ἐξ οἵων εἰδῶν συνέκειτο καὶ εἰς οἷον δέπας ἐκυκήθη καὶ οἵα τράπεζα ἐφʼ ἧς ἐτέθη, μετʼ ὀλίγα ῥηθήσεται. Ἔστι δὲ τὸ μὲν ἀπαθὲς κυκεών, οὐ ψεκτὴ αὕτη λέξις, ἀλλʼ ὥσπερ κρατὴρ διὰ τὸ συγκιρνᾶσθαι, οὕτω κυκεὼν διὰ τὰ ἐν αὐτῷ κυκώμενα εἴδη, καθὰ φανεῖται. ἡ δὲ τούτου ἐνταῦθα αἰτιατικὴ τὸ κυκειῶ δύο ἔπαθεν, ἐπένθεσίν τε τοῦ ι καὶ ἀποκοπὴν τῆς τελευταίας συλλαβῆς. Ὅρα δὲ τὸ «τεῦχε κυκειῶ», γενικῶς λεχθέν. μετʼ ὀλίγα δὲ ἀντὶ τοῦ τεῦχεν ὥπλισεν ἐρεῖ κατὰ λέξιν καὶ αὐτὸ γενικήν, ἐν μέσῳ δὲ ἀμφοῖν εἰπὼν κύκησε προσφυέστερον ἔφη καὶ οὐ κατὰ πλάτος γένους τοσοῦτον. Τοῦ δὲ «ἄρετο» ἑρμηνεία κατωτέρω τὸ «ἥν οἱ Ἀχαιοὶ ἔξελον», ἵνα λέγῃ ὡς οὐκ αὐτὸς ἁπλῶς ἔλαβεν, ἀλλʼ οἱ Ἀχαιοὶ μὲν ἐξεῖλον, αὐτὸς δὲ διδομένην ἔλαβε. Τὸ δὲ «γέρων» ἀναγκαίως διασταλήσεται, ἵνα μὴ ἀποτελέσῃ, ὡς οἱ παλαιοί φασιν, ἀδιανόητον ἀμφιβολίαν μὴ διασταλὲν ἐκ τοῦ «Ἀχιλλεύς». γέρων γὰρ Νέστωρ, οὐ μὴν γέρων Ἀχιλλεύς. οὕτω καὶ ἐν Ὀδυσσείᾳ εἰς τὸ «ἐς Τεμέσην μετὰ χαλκόν», ἀναγκαίως μετὰ τὴν ες πρόθεσιν διαστολὴ ἔσται, ἵνα μὴ ἀλλόκοτόν τι νοηθείη. Τὸ δὲ γέρων ἐνταῦθα μέν, ὡς καὶ ἀλλαχοῦ, εἰς δεῖξιν κεῖται φρονήσεως, διὸ καὶ ἐπάγει, οὕνεκα βουλῇ ἀριστεύεσκε. ποτε δὲ ἔλεον ὑποσημαίνει, ὡς ὅτε Ἀχιλλεὺς τῷ Πριάμῳ φησὶ «καί σε γέρον τὸ πρὶν ἀκούομεν ὄλβιον εἶναι», καὶ «τῷ σε γέρον πλούτῳ καὶ υἱάσι φασὶ κεκάσθαι», ἑτέρωθι δὲ τὸν ἁπλῶς ἔντιμον δηλοῖ. καὶ βαρυνόμενος δέ τις ἐκφωνεῖ ποτε αὐτὸ σκωπτικῶς, ὡς Ἀγαμέμνων που τὸν Χρύσην προσφωνεῖ. Οἱ δὲ παλαιοὶ παρασημειοῦνται, ὅτι ἑνικῶς μὲν γέρων ἐπὶ ἡλικίας, οἷον «γέρων περ ἐὼν πολεμιστής», καὶ «ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί». πληθυντικῶς δὲ πῇ μὲν ἐπὶ ἡλικίας, ὡς ἐν τῷ «πολιοκροτάφους τε γέροντας», πῇ δὲ ἐπὶ τιμῆς, οἷον «κίκλησκε δὲ γέροντας ἀριστῆας». ἔτι δὲ ἐφιστῶσι καὶ ὡς Μενελάου δίχα, τοῦ διὰ γυναικὸς οὕτω λαμπρᾶς ἔρωτα ἐστρατευμένου, οἱ ἄλλοι παλλακαῖς ἐχρῶντο πάντες καὶ αὐτὸς ὁ πέμπελος Νέστωρ, οὕτω δὲ καὶ ὁ Φοῖνιξ. οὐ γάρ, φασίν, ἦσαν ἐκλελυμένοι τοῖς σώμασιν ἐν νεότητι διὰ μέθης καὶ ἀφροδισίων καὶ ἀπεψίας τῆς ἐξ ἀδηφαγιῶν. εἰκότως οὖν ἔρρωνται τῷ γήρᾳ. Ὅρα δὲ ὡς κἀνταῦθα δεξιῶς μνήμην τοῦ φίλου Ἀχιλλέως Ὅμηρος ἔθετο, οὐχʼ ἁπλῶς ἀλλὰ μετὰ ἐπαίνου ἱστορήσας ὑπʼ αὐτοῦ πορθηθῆναι τὴν Τένεδον. Τὸ δὲ «ἔξελον» συνήθως ἀντὶ τοῦ κατʼ ἐξαίρετον ἔδωκαν ὡς ἐξαιρέτῳ κατὰ τὴν βουλήν. Ὅτι ἐκ τῶν ἐναγωνίων καὶ σκυθρωπῶν μεταβαίνων ὁ ποιητὴς ἐπὶ τὸ ἱλαρώτερον κατὰ κρᾶσιν ἰδεῶν αὐτῷ ἀρέσκουσαν, ὡς ἂν ὁ ἀκροατὴς ἀναπνεύσῃ μὴ πολέμους ἀεὶ ἀκούων, ἐκθήσεται μὲν μετʼ ὀλίγα καὶ ἱστορίαν μακρὰν διὰ τοῦ Νέστορος, νῦν δὲ τράπεζαν ἱστᾷ καὶ δαῖτα σκευάζει διὰ τῆς ῥηθείσης γυναικὸς ἐκ πολέμου ἐλθοῦσι τῷ Νέστορι καὶ τῷ Μαχάονι, ὡς ἐν ἀκινδύνῳ ἤδη καθεστῶσι. Καί φησιν ὅτι ἡ Ἑκαμήδη σφῶϊν, ἤγουν αὐτοῖς, «πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν καλὴν κυανόπεζαν, ἐΰξοον, αὐτὰρ ἐπʼ αὐτῇ χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον ἠδὲ μέλι χλωρόν, παρὰ δʼ ἀλφίτου ἱεροῦ ἀκτήν, πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγʼ ὁ γεραιός». Ὃ καὶ ἐκφράζων Ὅμηρος ἐπάγει «χρυσείοις ἥλοισι πεπαρμένον· οὔατα δʼ αὐτοῦ τέσσαρα ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον χρύσειαι νεμέθοντο, δύο δʼ ὑπὸ πυθμένες ἦσαν». Εἶτα καὶ τὸ μέγεθος τοῦ ποτηρίου ἱστορῶν φησιν «ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐόν, Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρεν». Εἶτα καὶ τὸ ἔτυμον ἀναπτύσσων τοῦ κυκεῶνος καὶ τὸ χρήσιμον δὲ τοῦ τοιούτου ποτηρίου ἱστορῶν φησιν «ἐν τῷ ῥά σφιν», ἤγουν ἐν τούτῳ δὴ αὐτοῖς, «κύκησε γυνὴ εἰκυῖα θεῇσι», ταὐτὸν δʼ εἰπεῖν, θεοειδὴς ἢ θεοείκελος, «οἴνῳ Πραμνείῳ, ἐπὶ δʼ αἴγειον κνῆ τυρὸν κνήστι χαλκείῃ, ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνε, πινέμεναι δʼ ἐκέλευσεν, ἐπεί ῥʼ ὥπλισε κυκειῶ». καὶ τοιοῦτον μὲν τὸ Ὁμηρικὸν τουτὶ χωρίον. τὰ δὲ κατʼ αὐτὸ ἔχει οὕτω. Τὸ μὲν προΐηλεν οὐχʼ ὡς ἀλλαχόθι οὕτω καὶ νῦν τὸ ἁπλῶς προέπεμψε σημαίνει, ἀλλὰ τὸ προέτεινε κατὰ τὸ «χεῖρας ἴαλλον», ἢ τὸ προέθηκεν, ὅπερ καὶ τῷ μέλιτι προσαρμόζει καὶ τῷ κρομύῳ καὶ τῷ ἀλφίτῳ. εἰ μὴ ἄρα τὴν τράπεζαν Ἑκαμήδη μὲν προὔπεμψε, θεράπων δέ τις προέθετο. Πρωτότυπον δὲ τοῦ ἰάλλω τὸ ἱῶ, τουτέστι πέμπω, καθὰ καὶ τοῦ ἀχάλλω τὸ ἄχω πλεονασμῷ τοῦ σ, ὅθεν καὶ τὸ ἄχος καὶ τὸ ἄχνυσθαι, καὶ τοῦ θάλλω τὸ θέω θῶ, ἐξ οὗ καὶ ἄνθος ἐκ τοῦ ἀναθέειν συγκοπέν, καὶ τοῦ ἀγάλλω τὸ ἀγάω ἀγῶ, καὶ τοῦ ἐπὶ βλάβῃ σφάλλω τὸ σφῶ, ἐκ τοῦ φῶ γεγονὸς αὐτό, ἀφʼ οὗ προσελεύσει τοῦ σ καὶ τὸ σφάζω καὶ τὸ σφαδάζω καὶ ὁ σφυγμός. οὕτω δὲ καὶ τοῦ ψάλλω πρόεστι τὸ ψῶ, ἐκεῖνο δὲ αὖθις προϋπόκειται τοῦ ψηλαφῶ. ψηλαφᾶν γὰρ κυρίως τὸ ψάλλειν ἐπαφώμενον χορδῶν, ταὐτὸν δʼ εἰπεῖν, ψῶντα χειρί. Τράπεζα δὲ διʼ εὐφωνίαν ἀφῄρηται τῆς φύσει καταρχούσης συλλαβῆς. τετράπεζα γὰρ τὸ ταύτης ἐντελὲς διὰ τὸ ἐξ ἀρχῆς τετράπουν αὐτῆς, εἰ καὶ ὕστερον συνετμήθη εἰς τριποδίαν, πρὸς ὃ καὶ πέπαικται τὸ «οἴμοι, πῶς ἂν εὕροιμι τρίπουν τράπεζαν;» Ὡς δὲ τὸ εὔφωνον τῆς προφορᾶς πολλὰς ἐπιτέμνει λέξεις, δηλοῖ σὺν ἄλλοις μυρίοις καὶ ὁ τὸ τετράδραχμον εἰπὼν τέτραχμον. Οὕτω δὲ καὶ ἡ συνεκτικὴ τῶν ζῴων φύσησις εἰς τὸ φύσις συγκέκοπται. Τὸ δὲ «κυανόπεζαν» μετὰ τοῦ τράπεζαν ἔχει μέν τι κάλλους διὰ τὸ ὁμοιοκατάληκτον, δηλοῖ δὲ οὐ μόνον τὴν ἀπὸ κυάνου ἔχουσαν τοὺς πόδας, καθὰ καὶ ἀργυρόπεζα λέγεται ἡ ἐξ ἀργύρου, ἀλλὰ καὶ τὴν ἔχουσαν κυανέαν τὴν πέζαν, ὅ ἐστι τὸν ἔξω κύκλον, καθά φασιν οἱ παλαιοί. αἱ μέντοι κρουπέζαι παρὰ Παυσανίᾳ, ὃ δηλοῖ, ὡς ἐκεῖνός φησι, Βοιώτια ὑποδήματα ξύλινα, ἐκ τῆς κατὰ τοὺς πόδας πέζης γίνονται, ὡς καὶ ἡ ἀργυρόπεζα Θέτις καὶ ἕτερα τοιαῦτα, ἐν οἷς καὶ ὅτι ἐκ τῆς πέζης, ἀφʼ ἧς ἡ ἀργυρόπεζα, γίνεται καὶ τὸ διάπεζον φόρημα, οἷον ἄγαλμα Διονύσου, ἱμάτιον ἔχον πορφυροῦν διάπεζον καὶ ἐπʼ αὐτοῦ κροκωτόν. Τὸ δὲ «ἐΰξοον» διασαφητικόν ἐστι τοῦ καλήν, καλὴ γὰρ ἦν ὡς ἐΰξοος. Τὸ δὲ κρόμυον λέγει ποτῷ ὄψον διὰ τὸ διψητικοὺς ποιεῖν τοὺς προσιεμένους αὐτό, καθὰ καὶ τὰ τραγήματα, καὶ θερμὸν ὂν ὀχλεῖν εἰς ποτὸν πλεῖον. Καὶ ἔστιν ἀστεῖος ὁ λόγος. ἰχθύες μὲν γὰρ καὶ κρέας ὄψον εἰσὶν ἄρτῳ, ἐπεὶ διʼ αὐτῶν πλείω καὶ ἡδύτερον τὸν ἄρτον προσιέμεθα, ὁ δὲ ἃλς καὶ ἄρτῳ καὶ τοῖς ἄλλοις ἐδεστοῖς, κρόμυα δὲ καὶ τραγήματα ὄψον ἂν εἰκότως λέγοιντο τῷ κατὰ γένος οὐδέτερον ποτῷ. ὁ γὰρ πότος, τὸ ἀρσενικόν, συμποσιακὴ ἄλλως λέξις ἐστίν. Ὅρα δὲ ὡς Ὅμηρος τὸν οἶνον ἐν ἄλλοις ἐκλύειν λέγων καὶ ἀπογυιοῦν ἐνταῦθα μέθοδον παραδίδωσι τοῦ πλείω πίνειν, τεχνίτην τούτου παραδιδοὺς τὸν σοφὸν Νέστορα καὶ τὸν ἰατρὸν δηλαδὴ Μαχάονα, πρὸ δὲ αὐτῶν τὴν Ἑκαμήδην, ἣ μαθοῦσα, ὡς εἰκός, ἐκ τοῦ σοφωτάτου γέροντος τῷ ἰατρῷ Μαχάονι ἀπερίττῳ, οἷα εἰκός, ὄντι διʼ εὐταξίαν βίου, ἔτι δὲ καὶ ἀφλεγμάντῳ διὰ τὸ μὴ πλησμίως τρυφᾶν, οὔτε τὸ κακόχυμον τοῦ κρομύου προσελογίσατο, καὶ οἶνον δὲ προσέφερε, ταῖς φλεγμοναῖς ἐναντιώτατον ὄντα, καὶ αὐτὸν Πράμνειον, ὃν ἴδμεν, φασί, παχὺν καὶ πολύτροφον. καὶ ἡ προσφορὰ οὐ διψήσεως, φασίν, ἄκος, ἀλλʼ ἐμφορήσεως ἕνεκεν, καὶ ταύτης, ὁποία καὶ τῷ Νέστορι προσήρμοττεν ὑγιαίνοντι καὶ οὐ πίνοντι οἶνον, ἀλλὰ στρατιωτικῶς διαιτωμένῳ, καί που καὶ αὐτῷ εὐχομένῳ πίνειν καὶ παίζειν καὶ τὰ δίκαια φρονεῖν. Ἀλλὰ περὶ μὲν τῶν τοιούτων καὶ μετʼ ὀλίγα εἰρήσεται. ἐνταῦθα δὲ νῦν μνηστέον, ὅτι περιᾴδεται ἐν κρομύοις τὸ Σαμοθρᾴκιον παρὰ Ἀντιφάνει, καθὰ καὶ τὸ Κύπριον νᾶπυ καὶ τὸ Μιλήσιον κάρδαμον καὶ ὁ Ὑμήττιος θύμος καὶ τὸ Τενέδιον ὀρίγανον. Ἑτέρως δὲ ὄψον ἁπλῶς φασιν οἱ παλαιοὶ πᾶν τὸ συνάμα σιτίοις ἐσθιόμενον. καὶ γίνεται, φασίν, ἡ λέξις παρὰ τὸ ὀψέ, διότι οὐχὶ ἕωθεν ἀλλʼ ὀψὲ τοιαύτας τροφὰς προσεφέροντο, ἢ μᾶλλον, ὅτι ὀψὲ καιροῦ εἰς χρῆσιν ἦλθεν ἀνθρώποις ἡδονῆς χάριν τὸ ὄψον. τὰ πρὸ τούτου γὰρ ἁπλοϊκῶς ἔζων. Τὸ δὲ εἰπεῖν ὡς ἐκ τοῦ ἕψειν γίνεται τὸ ὄψον, οὐ πάνυ εὐοδοῦται, τά τε ἄλλα, καὶ ὅτι τὸ μὲν ἕψω δασύνεται, τὸ δὲ ὄψον ψιλοῦται. γίνεται δὲ ἐκ τοῦ ἕψειν μᾶλλον ἑψητός, ἔδεσμά τι λεπτῶν ἰχθύων, ἀφύης τυχὸν ἢ ἀθερίνης ἢ τριγλίδων, ὥς φασιν οἱ παλαιοί, ἢ σηπιδίων καὶ καρκινιδίων, ὃς δὴ ἑψητὸς πληθυντικῶς, φασί, λέγεται ὡς ἐπὶ πολύ. ἑψητοὶ γάρ, φασίν, ἰχθύδια ὑπολειπόμενα ἐν διώρυξιν, ὅταν ὁ Νεῖλος ὑποπαύηται τῆς πληρώσεως. Ἰστέον δὲ καὶ ὡς οἱ ὕστερον ἐπὶ μόνου ἰχθύος τὴν λέξιν ὥρισαν, ὡς καὶ ὁ Ἀθήναιος παρασημαίνεται. ὅθεν καὶ τὸ ὀψάριον, καθάπερ καὶ τέμαχος, ὡς καὶ ὁ Κωμικὸς δηλοῖ, ἐπὶ μόνων τμημάτων ἰχθυηρῶν παρὰ τοῖς παλαιοῖς ἰδιάζεται. Ὀψαρίου δὲ πολλαὶ χρήσεις ἐπὶ ἰχθύος παρὰ τοῖς παλαιοῖς. δῆλον δὲ ὅτι καὶ ἐπὶ τοῦ ἁπλῶς προσοψήματος, ταὐτὸν δʼ εἰπεῖν κοινῶς προσφαγίου, τὸ προσόψημα λέγεται ὑποκοριστικῷ τύπῳ. Δῆλον δὲ ὅτι ἀπὸ τοῦ ὄψου καὶ παροψὶς τὸ τρύβλιον λέγεται. Παρὰ μέντοι τῷ Πλάτωνι ποικίλον ὄψον ἡ παροψίς, ὥστε καὶ σκεῦος ἡ παροψὶς καὶ ποιὸν ὄψον. ἐκεῖθεν δὲ καὶ ῥῆμα ὀψᾶσθαι, ὡς βᾶσθαι, καὶ εὐοψία ἡ τῶν ὄψων εὐπορία, καὶ ἡ ἀνάπαλιν ἀνοψία κατὰ τὸ «δεινῶς πάνυ τὴν ἀνοψίαν φέροντας». φαύλη δὲ σύνθεσις ὄψου οὐ μόνον τὸ ἀσυμμέτρως ὀψωνεῖν κατὰ τὸν κωμῳδούμενον ὀψωνεῖν τὰς Νηρηΐδας διὰ τὸ πολυτελὲς τῆς τῶν ἰχθύων ἐξωνήσεως, ἀλλὰ καὶ τὸ ὀψοφαγεῖν, ὅπερ ἐστὶ παρὰ τὸ δέον ὄψοις χρᾶσθαι, οὗ ἕνεκεν ἤρεσεν ὀψονόμους Ἀθήνησιν αἱρεῖσθαι ὑπὸ τῆς βουλῆς δύο ἢ τρεῖς. Δῆλον δὲ ὅτι τοῦ ὀψοφάγου ἐπίτασις ὁ ὀψοφαγίστατος, οἷον «ὀψοφαγίστατος καὶ βλακίστατος», ἃ δὴ λέγεται κεῖσθαι παρὰ Σοφοκλεῖ, ἐν οἷς ὅρα διπλῆν ὑπέρθεσιν. τὸ γὰρ «ὀψοφάγιστος καὶ βλάκιστος» ἐπετάθη πάλιν διὰ τοῦ τατος. τοιαῦτα δὲ καὶ τὸ λαγνίστατος λαλίστατος κλεπτίστατος. Ὅτι δὲ τοῦ ἰχθύος ἐκνικήσαντος ὄψου λέγεσθαι διὰ τοὺς ἐπιμανῶς ἐσχηκότας περὶ τοιαύτην ἐδωδὴν ὀψοφάγοι ἐλέγοντο οἱ περὶ τὴν ἰχθυοπωλίαν ἀναστρεφόμενοι, οὐ μὴν οἱ βουθοῖναι καθʼ Ἡρακλῆν, ὅς, φασί, τοῖς βοείοις κρέασιν ἐπήσθιε σῦκα χλωρά, οὐδὲ οἱ φιλόσυκοι, ὁποῖος ἦν Πλάτων ὁ φιλόσοφος, οὐδὲ οἱ κατὰ τὸν Ἀρκεσίλαν φιλοβότρυες, ὁ Ἀθήναιος γράφει λέγων καί, ὅτι βρώσεως ἥδυσμα τὸ ὄψον, καὶ ὅτι κυρίως ὄψον τὸ πυρὶ σκευαζόμενον εἰς ἐδωδήν. ἤτοι γὰρ ἕψον ἐστί, φησίν, ἢ παρὰ τὸ ὀπτᾶσθαι ὠνόμασται. Εἰ δὲ πρὸς τὸ εἶναι τὸ ὄψον ἐκ τοῦ ἕψειν ἐναντιοῦσθαι τὸ πνεῦμα δοκεῖ, ἐνθυμητέον ὡς οὕτω ἕπω μὲν τὸ ἀκολουθῶ δασύνεται, ὀπαδὸς δὲ ὁ ἐξ αὐτοῦ γενόμενος ψιλοῦται. προσλογιστέον δὲ καὶ ὅτι τὸ μὲν ἅμα δασύνεται, ἄμια δὲ ἰχθύς, ὠνομάσθαι δοκοῦσα παρὰ τὸ ἅμα ἰέναι ταῖς ὁμοειδέσι, ψιλοῦται. συναγελαστικὸν δὲ καὶ ἡ ἄμια, ὅθεν διὰ τὸ καινὸν τοῦ πνευματισμοῦ Ἀθήναιος ψιλοῖ τὸ κατάρχον α ὡς στερητικόν. οὐ γὰρ κατὰ μίαν φέρονται, ἀλλʼ ἀγεληδὸν ἵενται. Ἔτι πρὸς τοῖς εἰρημένοις περὶ ὄψου ἰστέον καὶ ὅτι ὄψον ποτῷ καὶ ὄψον σίτῳ οἱ μὲν ἄλλοι θεωροῦσιν ἐν βρώμασι, Σωκράτης δὲ ἄλλως αὐτὰ ἐκαρύκευεν, ὃς διαπεριπατῶν, φασίν, ἑσπέρας βαθείας πρὸ τῆς οἰκίας πρὸς τοὺς πυνθανομένους «τί τηνικάδε, ὦ Σώκρατες», ἔλεγεν ὄψον εὑρίσκειν πρὸς τὸ δεῖπνον, αἰνιττόμενος ὅτι ὄψον δείπνῳ τὸ γυμνάσιον, παρασκευάζον ἡδεῖαν τὴν τροφήν. Ἔτι γνωστέον καὶ ὅτι, ἐπεὶ πρὸς ἥδυσμα, ὡς προερρέθη, βρώσεως ἐπινενόηται τὸ ὄψον, οὐ κατὰ τὸν ἄρτον, οὐ μὴν οὐδʼ εἰς πλεῖον χρηστέον αὐτῷ, ἵνα μὴ ἀκούσῃ ποθὲν ὁ τοῦτο ποιῶν τὸ «ὦ παρόντες, τίς ὑμῶν τῷ μὲν ἄρτῳ ὡς ὄψῳ χρῆται, τῷ δʼ ὄψῳ ὡς ἄρτῳ», ὅπερ ἔφη Σωκράτης πρός τινα χρώμενον ἀμέτρως τῇ ἐποψήσει. Καὶ ὅρα τὴν ἐπόψησιν τὴν αὐτὴν οὖσαν τῷ ὄψῳ καὶ τῷ προσοψήματι. Ὅτι δὲ καὶ τὸ ἐπιμανῶς ἔχειν πρὸς τὸ κατʼ ἰχθύας ὄψον οὐ τῶν παλαιῶν ἦν ἀνδρῶν, ἀλλὰ τοῖς μεθʼ Ὅμηρον ἐπεχωρίασε, δηλοῖ, φασίν, ὁ Γαδαρεὺς Μελέαγρος, τὸν Ὅμηρον εἰπὼν Σύρον ὄντα, κατὰ τὰ ἐκείνῳ πάτρια ἰχθύων ἀπεχομένους ποιῆσαι τοὺς ἀρχαίους, ἥρωας δηλαδή. ἑτεροίων γάρ τινων λόγος ἄρτι οὐδείς, ὧν ἐν τοῖς μάλιστα τὸ τῶν ἰχθυοφάγων γένος. Μέλι δὲ χλωρὸν ἢ τὸ ὡχρὸν ἢ τὸ ὑγρὸν ἢ τὸ πρόσφατον, ἤτοι νεοτρύγητον. Πολλὴ δὲ ἡ χρῆσις τοῦ μέλιτος παρὰ τοῖς παλαιοῖς, εἴγε καὶ Ἀριστόξενος ὁ Κυρηναῖος φιλόσοφος θρίδακα ἐν κήπῳ οἰνομέλιτι ποτίζων ἑσπέρας καὶ ὑπὸ τὴν ἕω λαμβάνων χλωροὺς ἔχειν ἔλεγε πλακοῦντας. ὡς δὲ καὶ τρόφιμον τὸ μέλι, Πυθαγόρας μαρτυρεῖ, ὃς εὐτελέστατα διαβιοὺς πολλάκις μέλιτι μόνῳ ἠρκεῖτο. Μέλη δὲ διὰ τοῦ ἦτα κατὰ θῆλυ γένος ποτηρίου εἶδος ἦν, ὡς ἐν τοῖς Ἀθηναίου φέρεται, καὶ ἴσως παρὰ τὸ μέλος, ὃ δηλοῖ τὴν ᾠδήν, ἐπεὶ καὶ ᾠδός παρὰ τῷ αὐτῷ ποτήριόν τι. Ἀλφίτου δὲ ἀκτή οὐ μόνον περιφραστικῶς ὁ ἄρτος, ὃν καὶ ἄλφιτα καλὰ μετʼ ὀλίγα φησίν, ἀλλὰ καὶ μάλιστα τὸ ἄλευρον, παρὰ τὸ ἄγω, τὸ κλῶ. διὸ καὶ κάταγμα ἑρμηνεύουσι τὴν ἀκτὴν οἱ παλαιοί. λέγοιτο δʼ ἂν οὕτω καὶ κλάσμα. καὶ ἔστιν οὕτω κρεῖττον νοῆσαι ἤπερ ἐπὶ ἄρτου, ὡς δηλοῖ κατωτέρω καὶ τὸ «ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνεν», ὅ ἐστιν ἐπέπασεν, ἀφʼ οὗ καὶ πάλη καὶ παιπάλη καὶ τὸ παίπαλον, ὡς ἀλλαχοῦ εἴρηται. Ἔνθα ὅρα ὅτι καὶ ἄλφιτον ἑνικῶς εἶπε καὶ ἄλφιτα πληθυντικῶς. Ὅτι δὲ καὶ οὐχʼ ἁπλῶς ἄλφιτον τὸ ἄλευρον, ἀλλὰ κυρίως τὸ κρίθινον, πολλοὶ λέγουσιν, ὁμοίως καὶ ὡς ἀκτὴ ἡ δωρεά, ἣν δηλαδὴ ἄγεταί τίς ποθεν, ἢ καὶ ὡσανεὶ μακτὴ ἀπὸ τοῦ μάττειν, ὅθεν καὶ ἡ μάζα καὶ ἡ μάκτρα. Ὡς δὲ καὶ ἀπὸ τοῦ προῆχθαι ἤγουν προτετιμῆσθαι τῶν ἄλλων τροφῶν ἡ τῆς Δήμητρος ἐρρέθη ἀκτή, καὶ ἀλλαχοῦ δεδήλωται. δύναται δὲ οὕτω λεχθῆναι καὶ διὰ τὸ κατʼ αὐτὴν ἐπαγωγόν. Ἰστέον δὲ καὶ ὡς οἱ μὲν ἀλφίτου ἱεροῦ γράφουσιν ἀκτήν, οἱ δὲ ἱερὸν ἀκτὴν Ἀττικῶς καθʼ ὁμοιότητα τοῦ κλυτὸς Ἱπποδάμεια, καὶ «χρειὼ ἱκάνεται οὐκέτʼ ἀνεκτός», καὶ ὅτι ἀλλαχοῦ «Δημήτερος ἀκτήν» λέγει, καὶ ὡς ἔνιοι ἀρσενικῶς τὸν ἱερὸν ἀκτὴν λέγουσιν. Ἀληθῶς γὰρ διφορεῖται κατὰ γένος τὸ ἀκτήν, καὶ προφέρεται μὲν καὶ ἀρσενικῶς ὁ ἀκτής κατὰ τὸ ταρακτής, ὃ κεῖται παρὰ Λυκόφρονι. μάλιστα δέ, φασί, κατὰ γένος θῆλυ λέγεται ἡ ἀκτή, ὡς δηλοῖ σὺν ἄλλοις καὶ Εὐριπίδης ὁ γλυκὺς εἰπὼν «καίτοι τί δεῖ, πλὴν δυοῖν μόνων, Δήμητρος ἀκτῆς πώματός θʼ ὑδρηχόου, ἅπερ πάρεστι καὶ πέφυχʼ ἡμᾶς τρέφειν;» ἤγουν τί χρεία περιουσιασμοῦ πλὴν ἄρτου καὶ ὕδατος, διʼ ὧν ἔστι τρέφεσθαι. Ἱερὸν δὲ τὸ ἄλφιτον, ὡς καὶ ἀλωὴ ἱερά, διὰ τὸ ζωοποιὸν τῶν ἐκεῖθεν τρεφομένων. δῆλον δὲ ὡς καὶ ἐπὶ ἄρτου τὸ ἄλφιτον καὶ ἐπὶ πάσματος λέγεται, ὡς καὶ ἐνταῦθα φαίνεται καὶ ἀλλαχοῦ δεδήλωται. ἐξ αὐτοῦ δὲ καὶ ἀλφιτόχρως κεφαλὴ κατὰ τοὺς παλαιοὺς ἡ πολιά. ἦν δέ, φασί, καὶ ἀλφίτων στοὰ ἐν Ἀθήναις, ἐν ᾗ καὶ ἡ τοῦ Ζεύξιδος ἀνέκειτο Ἑλένη. Γίνεται δὲ ἄλφιτον, ὡς καὶ ἐν Ὀδυσσείᾳ φαίνεται, ἢ παρὰ τὸ ἀλῶ, τὸ ἀλήθω, καὶ τὸ φῶ, τὸ φονεύω, τὸ οἱονεὶ πεφασμένον ἐν τῷ ἀλήθεσθαι. διὸ καὶ μυλήφατον λέγεται. ἢ παρὰ τὸ ἄλφω, τὸ εὑρίσκω, καὶ τὸ ἴτης, ὁ πτωχός, τὸ τοῖς ἴταις εὑρισκόμενον. ἄλφιτον γάρ, φασί, κυρίως κρίθινον πίτυρον. τινὲς δὲ ἁπλούστερον ἄλφιτόν φασι τὸ ἐκ πεφρυγμένων κριθῶν, παρὰ τὸ ἀλφῶ τὸ πρῶτον ἐφευρεθέν. Προεύρηται γὰρ τῶν σπορίμων ἡ κριθή. διὸ καὶ οὕτω κέκληται, ὡς πολλαχοῦ λέγεται, οἷα τῇ αὐτῆς χρήσει διακρίνασα τῶν ἀγρίων ζῴων τὸν ἄνθρωπον. Δοκεῖ δὲ ἡ τοῦ ἀλφίτου γραφὴ κατὰ τὸ ἀκόνιτον εἶναι. ὡς γὰρ ἐκ τοῦ κονῶ, τὸ ἐνεργῶ, ἀκόνιτον φάρμακον, καθʼ οὗπερ οὐκ ἔστιν ἐνεργῆσαί τι διὰ τὸ ἐκείνου δραστήριον, οὕτω καὶ παρὰ τὸ ἀλφῶ, ὡς ἐρρέθη, τὸ ἄλφιτον. τοιαύτη δέ τις παραγωγὴ ἐκ τοῦ μονῶ καὶ δωρῶ καὶ κτῶ παρήγαγε καὶ τὸν παρὰ Λυκόφρονι Μόνιτον καὶ τὸν Θεοδώριτον καὶ τὸν Ἐπίκτιτον τὰ κύρια. Δέπας δὲ περικαλλὲς οὐ τὸ ἁπλῶς ἀλλὰ λίαν καλὸν διά τε τὴν κατʼ αὐτὸ τιμίαν ὕλην καὶ τὸ περιττὸν τῆς κατασκευῆς. εἰ δὲ μὴ ἐς τὸ πᾶν χρύσεον ἦν τὸ ποτήριον, ἀναληπτέον εἰς νοῦν ὅτι κατὰ τὴν παλαιὰν ἱστορίαν σπάνιος μὲν ἦν παρʼ Ἕλλησιν ὁ ἄργυρος, ὁ δὲ χρυσὸς καὶ πάνυ. διὸ Φίλιππος, ὁ τοῦ μεγάλου Ἀλεξάνδρου πατήρ, φιάλιον χρυσοῦν ἔχων ἀεὶ τοῦτʼ εἶχε κείμενον εἰς τὸ προσκεφάλαιον. καὶ τὴν Ἀτρέως δὲ χρυσῆν ἄρνα φιάλην ἀργυρᾶν φασι γεγονέναι, ἧς ἐν μέσῳ χρυσοῦν ἦν ἀρνίον. καὶ ὁ τῆς Ἐριφύλης δὲ ὅρμος ἐξηκούσθη διὰ τὴν τότε σπάνιν τοῦ χρυσοῦ. καινὸν γὰρ ἦν τότε ἰδεῖν ἀργυροῦ ποτήριον, ἐκ ποτηρίων δὲ χαλκῶν ἔπινον οἱ σφόδρα ὄλβιοι. συληθέντος δέ, φασί, τοῦ Πυθικοῦ ἱεροῦ ὑπὸ Φωκικῶν τυράννων, ἐν οἷς καὶ Φάϋλος καὶ Φάλαικος δοκοῦσιν εἶναι, ὁ χρυσὸς ἐπέλαμψε παρʼ Ἕλλησιν, εἰσεκώμασε δὲ καὶ ὁ ἄργυρος. ὕστερον δὲ τοῦ μεγίστου Ἀλεξάνδρου τοὺς ἐκ τῆς Ἀσίας ἀνελομένου θησαυρούς, ὄντως ἀνέτειλεν ὁ κατὰ Πίνδαρον εὐρυσθενὴς πλοῦτος. Ταῦτα ὁ Ἀθήναιος, λέγων καί, ὅτι ἀνάργυρός ποτε καὶ αὐτὸς ἦν ὁ Πύθιος, ἔτι δὲ καὶ ἄχρυσος, ἕως τὰ ἐν Δελφοῖς ἀργυρᾶ καὶ χρυσᾶ ἀναθήματα ὑπὸ τοῦ πρώτου βασιλέως Λυδῶν Γύγου ἀνετέθησαν. ἅπερ ὕστερον οἵ τε εἰρημένοι Φωκικοὶ τύραννοι καὶ σὺν αὐτοῖς Ὀνόμαρχος ἐξεκόμισαν εἴτʼ οὖν ἐξεφόρησαν, προσθετέον δʼ ὅτι καὶ διεφόρησαν. Ἔτι ἰστέον καί, ὅτι σπουδὴν εἶχον οἱ παλαιοὶ περὶ τὰ πολυτελῆ ποτήρια ὡς λόγου ἄξια. διὸ καὶ ἐν Ἀχαΐᾳ Δημήτηρ, φησί, ποτηριοφόρος ἐτιμᾶτο, καὶ ὅτι ὡς οἷα φιλοδεπαστὴς ὁ γέρων Νέστωρ ἐν τῷ Ἐπιταφίῳ γέρας πρὸς τοῦ βασιλέως φιάλην εὐτυχεῖ τιμίαν εἰς ἔπαθλον ἀρετῆς, ὡς εἴρηται, καὶ ὅτι συντελεῖ τι ἐς τὸ «ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνε» καὶ τὸ «οἶνον ἀπαλφιτίζοντες ἔπινον», ὃ δὴ παρὰ τῷ Ἀθηναίῳ κεῖται. Τὸ δὲ «οἴκοθεν» πλούσιον ἀνέκαθεν ἐκ προγόνων εἶναι δηλοῖ τὸν μὴ ἐκ Τροίας γέρας κτησάμενον τὸ ῥηθὲν δέπας, ἀλλʼ ἐξ Ἑλλάδος ἔχοντα. Εἰς δὲ τὸ ποτήριον τοῦτο πολλοὶ τοῖς παλαιοῖς ἐχέθησαν λόγοι. καὶ πέπλησται νέκταρος φιλοσοφίας. διὸ καὶ δοκεῖ ἐπισημήνασθαι Ὅμηρος οἴκοθεν αὐτὸ ἄγειν τὸν γεραιὸν καὶ μὴ Τρωϊκὸν εἶναι λάφυρον, ὡς μὴ ἂν τῶν Τρώων οἵων τε ὄντων τοιαῦτα σοφίζεσθαι. καὶ τοίνυν γέγονεν εἰς αὐτὸ ποικίλος λογομαχίας κυκεών, καὶ ὅσα μὲν εἰς πλάτος ἐρρέθη, περιττὸν ἀνακυκᾶν. Ὡς ἐν βραχεῖ δὲ εἰπεῖν, τοιαῦτά τινα ἐδοξάσθη περὶ αὐτοῦ. Τῶν ποτηρίων τινὰ μὲν ἕνα, φασίν, ἔχει πυθμένα, τὸν φυσικὸν καὶ συγκεχαλκευμένον τῷ ὅλῳ, ὡς τὰ κυμβία, φασί, καὶ τὰ τὴν ἰδέαν φιαλώδη, τινὰ δὲ δύο, ἕτερον ἐξ ἑτέρου κατὰ τοὺς παλαιούς, ἤγουν ἕνα, εἰς ὃν περατοῦται τὸ ποτήριον, καὶ ἕτερον πρόσθετον, ἀπὸ ὀξέος ἀρχόμενον καὶ λήγοντα εἰς πλατύτερον, ἐφʼ οὗ ἵσταται τὸ ἄνω ποτήριον. τοιοῦτον, φασί, καὶ τὸ τοῦ Νέστορος ποτήριον. Διὸ καὶ Ὅμηρός φησι «δύο δʼ ὑπὸ πυθμένες ἦσαν», ἵνα λέγῃ ἐν δυσὶ μέρεσι λόγου, ὅτι ὑπὸ τῷ συνθέτῳ ποτηρίῳ δύο ἦσαν πυθμένες, ὁ φύσει καὶ ὁ πρόσθετος. Καὶ μὴν ἄλλοι ὡς ἓν μέρος λόγου τὸ ὑποπυθμένες ἀναγινώσκουσι, λέγοντες ὅτι δύο πελειάδες ὑποπυθμένες, ὅ ἐστιν ὑπὸ τὸν πυθμένα, ἦσαν τὸ ποτήριον ὑπανέχουσαι. ἔδει δὲ ἴσως ἐν τῇ τοιαύτῃ ἀναγνώσει προπαροξύνεσθαι διὰ τὴν σύνθεσιν τὸ ὑποπύθμενες, ὡς τὸ ἐριαύχενες, εἰ καὶ ἄλλως πάλιν ἡ αὐτὴ ἔννοια ἐν δυσὶ λόγου μέρεσι σῴζεται, ἵνα λέγῃ ὅτι δύο περιστεραὶ ὑπὸ πυθμένεσʼ ἦσαν, ἤγουν πυθμένεσιν, ἐκθλιβομένου τοῦ ι τῆς δοτικῆς. Αἱ δὴ πελειάδες καὶ νεμέθεσθαι λέγονται διὰ τὸ τῆς πλαστικῆς ἔντεχνον, ὡς δοκοῦσαι κατὰ νομῆς λόγον ἐπικύπτειν. Ἰστέον δὲ ὅτι Ἀθήναιος τὴν περὶ τῆς διπύθμενος κύλικος ἔννοιαν οὕτω φράζει. Τῶν ποτηρίων τινὰ μὲν ἕνα πυθμένα ἔχει, ὡς ἐρρέθη, τινὰ δὲ δύο, ὡς τὰ ᾠοσκύφια, περὶ ὧν ἐκεῖνος γράφει, καὶ τὰ καρχήσια, καὶ αἱ Σελευκίδες, καὶ εἷς μὲν πυθμὴν ὁ κατὰ τὸ κύτος συγχαλκευθεὶς τῷ ἀγγείῳ, ἕτερος δὲ ὁ πρόσθετος, ἀπὸ ὀξέος ἀρχόμενος καὶ καταλήγων εἰς πλατυτέραν στάσιν, ὁποῖον, φησί, καὶ τὸ τοῦ Νέστορος. καὶ ἄλλως δέ, φησί, δύο πυθμένας ἔστιν ὑποθέσθαι, τὸν μὲν οἷον τὸν ὅλον φέρειν ὄγκον τοῦ ποτηρίου, ἔχοντα κατὰ μείζω κυκλοειδῆ περιγραφὴν ἔξαρσιν ὕψους σύμμετρον, τὸν δὲ κατʼ ἐλάττω κύκλον συνεχόμενον ἐν κύκλῳ μείζονι, καὶ τὰ ἑξῆς, ἐν οἷς κώθωνι παρεοικέναι τὸ τοιοῦτον ἔκπωμα φαίνεται. Ὁ δʼ αὐτὸς τὸ παρὰ τοῦ εἰρημένου Διονυσίου τοῦ Θρᾳκὸς λεγόμενον σκευασθῆναι ποτήριον σκύφον εἶναι λέγει, παρακειμένως ἔχοντα τὰ ὦτα καθάπερ αἱ δίπρῳροι τῶν νεῶν, περὶ δὲ τὰ ὦτα τὰς περιστεράς. Ἕτεροι δὲ διαπλάττουσι τὸ ῥηθὲν ποτήριον κατὰ τοὺς νῦν κώθωνας, ὧν δύο οἷόν εἰσι πυθμένες, ἥσσων ὑπὸ μείζονος περιεχόμενος, ἤγουν ὁ μὲν ἐν μείζονι περιοχῇ κατωτάτω, ὁ δὲ ἐλάττων ἀνωτέρω. ἔνθα σφηκοῦταί πως ὁ κώθων σφιγγόμενος καί, ὡς εἰπεῖν, πνιγόμενος, ὅπου καὶ κοσκινοειδεῖς πολλάκις ἠθμοὶ ὡς οἷόν τινες πυθμένες γίνονται. Διονύσιος δὲ ὁ Θρᾷξ, ὡς Ἀθήναιος ἱστορεῖ, τὴν Νεστορίδα ταύτην ἐν Ῥόδῳ κατεσκεύασε κύλικα, συνενεγκάντων αὐτῷ τῶν μαθητῶν τὸ ἀργύριον, ὑποθεὶς μὲν κάτω βάσιν δύο ῥοπάλια πλάγια διὰ μήκους, ἃ καὶ εἶναι τοὺς παρʼ Ὁμήρῳ δύο πυθμένας, ἄνω δὲ ἐπιστήσας τὸ ποτήριον. καί φασιν ἐν Καπύῃ πόλει Καμπανῶν ἀνακεῖσθαι Ἀρτέμιδι ποτήριον ἐν τοιούτῳ σχήματι, ὃ λέγεσθαι εἶναι τοῦ Νέστορος. Οἱ δὲ τριηροειδὲς τὸ ποτήριον εἶπον εἶναι καί, ἰδιωτικῶς εἰπεῖν, χελανδοειδές, ἐπεὶ καὶ ἄκατος παρὰ τοῖς παλαιοῖς φιάλη πλοιοειδής, καί πως περὶ τὰ μέσα συναγόμενον καὶ στενούμενον φαντασίαν ἔχειν δύο πυθμένων. διὸ καὶ τεσσάρων ὤτων δεῖσθαι διακειμένων, φασί, κατὰ σχῆμα διπλοῦ ω ἤτοι μεγάλου. συνηρτημένα γὰρ ἀλλήλοις κυκλοτερῆ δύο ἐξ ἑνὸς μέρους καὶ δύο ἑτέρωθεν, εἶτα διΐσταντο εἰς πλάγιον, ἵνα εὐρύτεραι ὦσιν αἱ τοῦ ποτηρίου λαβαί, καὶ οὕτως ἀπετέλουν τὸ σχῆμα τοῦ μεγάλου ω. ἢ καὶ ἄλλως, οὔατα τῷ ποτηρίῳ τέσσαρα ἦσαν οὕτω, δύο μὲν ἄνω ἐξ ἀμφοῖν τοῖν μεροῖν, ἄλλα δὲ δύο πάλιν ἀμφοτέρωθεν κατὰ μέσον τὸ κύρτωμα. Οἱ δὲ περὶ Ἀρίσταρχον αὐτὸ τὸ ποτήριον ω μέγα εἶναί φασιν, ὁποῖον ἴσως τὸ κατὰ δύο υ ἐσχηματισμένον, ἐξ οὗ διπλοῦ ὄντος κατὰ διάμετρον ἔδει πίνειν. δεδιπλασμένον γὰρ ἦν, φασί, τὸ ποτήριον καὶ οἱονεὶ ἐκ δύο σύνθετον καὶ διὰ τοῦτο δύο πυθμένας ἔχον καὶ ὦτα τέσσαρα. τὰ γὰρ ἁπλᾶ μονοπύθμενά τέ εἰσι καὶ ἄμφωτα. Ὥσπερ δὲ τὸ ποτήριον, οὕτω καὶ τὰς περὶ αὐτὸ πελειάδας πολυλογοῦντες οἱ παλαιοὶ οἱ μὲν περιστεράς φασιν ἐντετορευμένας, ὡς εἰκός, εἶναι ταῖς τοῦ ποτηρίου λαβαῖς ἐπικυπτούσας, ὡς εἴρηται, καὶ δοκούσας οἷον τῷ σχήματι νέμεσθαι, καὶ αὐτὰς ἢ τέσσαρας, μίαν δηλαδὴ καὶ μόνην ἰδίᾳ περὶ ἕκαστον τῶν τοῦ ποτηρίου τεσσάρων ὤτων, ἐὰν διεστῶτα ἦσαν ἀλλήλων πάντῃ τὰ ὦτα κατὰ τὸν Ἀρίσταρχον, ἢ δύο μὲν ἐπικαθημένας τῇ τῶν δύο ὤτων συναρτήσει, ἑτέρας δὲ δύο ἐν τῇ λοιπῇ τῶν ὤτων συγκολλήσει. Ἢ τοίνυν οὕτω τέσσαρας εἶναι, ἢ ὀκτὼ καθʼ ἑτέρους, ὡς τεσσάρων μὲν ὄντων, δύο δὲ πελειάδων ἀμφὶς ἕκαστον, ἤγουν ἀμφὶ ἓν ἕκαστον, ἐπικαθημένων. εἰ δὲ καὶ ὑπὸ τὸν πυθμένα νοηθεῖεν δύο πελειάδες εἶναι, καθά τινες βούλονται, καὶ προστεθεῖεν αὗται ἢ ταῖς τέσσαρσιν ἢ ταῖς ὀκτώ, εἶεν ἂν καθʼ ἕτερον λόγον ἢ ἓξ αἱ τοῦ ποτηρίου πελειάδες ἢ δέκα, ὥστε ἀμφίβολον εἶναι τὴν τῶν πελειάδων τούτων ἀγέλην, ὅση τις ἂν εἴη τὸν ἀριθμόν. Τινὲς δὲ τὰς πελειάδας ταύτας κόρας νοοῦσιν, εἴτε ἀνθρωποειδεῖς εἴτε ὀρνιθοφυεῖς αὐτὰς εἶναί τις βούλοιτο, ἄστροις πεποικιλμένας ἄλλοις τε καὶ ταῖς Πλειάσιν, αἳ λέγονται καὶ Πελειάδες ὑπό τινων, ὡς ἐν πολλοῖς φαίνεται. διὸ οὐκ ὤκνησάν τινες ἐνταῦθα πελειάδας αὐτὸ τὸ ἄστρον τὰς Πλειάδας νοῆσαι, κατασκευάζοντες τὸν λόγον διὰ πολλῶν, οἳ καὶ τὸ ὅλον ποτήριον εἰς τὸν κόσμον ἀλληγοροῦσιν, ὡς καὶ Ἀσκληπιάδης ὁ Μυρλεανός, ἤγουν ὁ ἐκ τῆς Φρυγιακῆς Μυρλείας τῆς νῦν Ἀπαμείας, ἀνασκευάσας οἷον τὸ Ὁμηρικὸν ποτήριον καὶ τὸ τῆς ὕλης πάχος μετασκευάσας καὶ μεταγαγὼν εἰς ἀλληγορίας λεπτότητα, διά τε τὸ σφαιροειδές, φησί, τοῦ ποτηρίου, οἷος καὶ ὁ κόσμος, καὶ τὸ τῶν ἥλων χρυσοειδές, καθὰ καὶ οἱ ἀστέρες, καὶ τἄλλα οἷα πολλὰ λέγει ἐκεῖνος, ἃ καὶ ὁ βουλόμενος ἀναλεγέσθω ἐκεῖθεν. Σωματικῶς μέντοι εἴπερ χρύσεοι τῷ ποτηρίῳ ἧλοι, καὶ πελειάδες χρύσειαι, καὶ αὐτὸ δὲ οὐχʼ ἁπλῶς καλὸν κατὰ τὴν ἐΰξοον τράπεζαν, ἀλλὰ περικαλλές, χρύσεον, ὡς εἰκός, καὶ αὐτὸ ὅλον εἶναι δόξοι ἂν ἴσως, ἤγουν ἀλλὰ μηδέν τι ἔχον χαλκοῦ κατὰ τὸ κάνεον, ὅπερ ὑπόκειται τῷ κρομύῳ καὶ τοῖς αὐτῷ ἐφεξῆς, πολυτελέστερον ὂν ἐκεῖνο ἤπερ οἱ τῶν κρεῶν πίνακες ἐν Ὀδυσσείᾳ, ὧν ὑποκόρισμα παρὰ τοῖς ὕστερον οὐ μόνον τὸ κοινῶς πινάκιον, ἀλλὰ καὶ ὁ πινακίσκος καὶ τὸ πινακίσκιον, ὥσπερ καὶ τοῦ κάνεον τὸ κανίσκιον, οἷον «τὰ δὲ κανίσκια ἦν ἅπαντα χρυσᾶ», ὡς γράφει Ἀθήναιος. Ἰστέον δὲ ὅτι τε τὸ χρύσειον καὶ χρύσεον οἶδε λέγεσθαι, ὡς τὸ «χρυσέῳ ἀνὰ σκήπτρῳ», καὶ ὅτι τὸ «χρυσείοις ἥλοις», ὥσπερ καὶ τὸ «πελειάδες χρύσειαι», δηλοῦσι μὴ ὁλόχρυσον εἶναι τὸ προκείμενον δέπας. τί γὰρ ἐχρῆν παγχρύσου ὄντος ἐπισημήνασθαι χρύσεα εἶναι τούς τε ἥλους καὶ τὰς πελειάδας, ὅπου τὸ πᾶν ἦν χρυσοῦν; οὐκοῦν ἀργυρέου τοῦ λοιποῦ ὑποκειμένου διάφοροι πρὸς αὐτὸ ἦσαν οἱ ἧλοι καὶ αἱ πελειάδες, τὰ χρύσεα; καὶ ὅτι ἡ Νεστορὶς ἢ ἔξω εἶχε τοὺς χρυσοῦς ἥλους ἐμπεπαρμένους τέχνῃ ἐμπαιστικῇ κατὰ τὸ Ἀχίλλειον σκῆπτρον καὶ τὸ βασίλειον ξίφος, ὡς ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται, ἢ ἐξοχὴ ἦν τις ὀλίγη τοῖς κολαπτῆρσιν ἐπῃρμένη καὶ κεφαλίδας ἥλων ἐμφαίνουσα, οὐ προσκειμένας ἔξωθεν διὰ τὸ ἡλῶσθαι, ἀλλὰ προεχούσας ὀλίγον τι μετεώρους ἔξω τῆς ἐπιφανείας καὶ ἐοικυίας ἐμπεπαρμένοις. Ὁ δὲ Ἀθήναιος λέγει καί, ὅτι ὕστερον ἡ τρυφὴ καὶ πόδας ἐκόσμει χρυσέοις ἥλοις, εἰς τοσοῦτον δηλαδὴ τὸ τίμιον ταπεινώσασα. ἑταῖρος γοῦν τις Ἀλεξάνδρου, Ἄγνων καλούμενος, χρυσοῦς ἥλους ἐν ταῖς κρηπῖσι καὶ τοῖς ὑποδήμασιν ἐφόρει. ἔνθα σημείωσαι καὶ ὅτι διαφέρουσιν ἀλλήλων κρηπῖδες καὶ ὑποδήματα. Αἱ δὲ πελειάδες τὸ ζῷον, ὧν πρωτόθετον ἡ πέλεια, δοκοῦσι παρὰ τὸ πελόν ἢ πελιόν γενέσθαι, διʼ οὗ δηλοῦται τὸ μέλαν, ἀφʼ οὗ καὶ ὁ πελαργὸς κεχρωσμένος κατά τε τὸ τοιοῦτον πελὸν καὶ τὸ ἀργόν, ὅπερ ἐστὶ λευκόν. μέλανα γὰρ αὐτὸν καὶ λευκὰ πτερὰ πυκάζουσιν. Ὡς δὲ διαφορά τίς ἐστι τοῦ αὐτόχρημα μέλανος πρὸς τὸ πελιὸν ἤτοι πελιδνόν, ἑτεροιοῦνται γάρ πως, δῆλον ἐκ τοῦ «μύκητες ἀνοίκειοι οἱ μέλανες καὶ πελιοὶ καὶ σκληροί». Τὰ δὲ οὔατα τὸ πρωτότυπόν ἐστι τοῦ ὦτα, ἐκεῖθεν γὰρ τὰ ὦτα κατὰ ἔκθλιψιν καὶ κρᾶσιν. οὕτω δὲ καὶ τὸ ὦς ἐκ τοῦ οὖας, ἀφʼ οὗ παρὰ τοῖς παλαιοῖς ἑτερούας ὁ μόνωτος. Εὔλογος δὲ πάντως κἀνταῦθα ἡ ἀπέλευσις τοῦ υ στοιχείου, ὡς καὶ ἐν τῷ τοὺς Μενελάους τοὺς Μενέλεως, πλὴν ἐκεῖ μὲν διὰ μόνην καλλιφωνίαν, ἐπὶ δὲ τοῦ οὔατα ὦτα διὰ εὐόδωσιν κράσεως. Εἴη δὲ ἂν διὰ τὰ ῥηθέντα οὔατα ὠτῶεν τὸ τοῦ Νέστορος δέπας, ὥς που καὶ λέβητες ὠτώεντες, ἔτι δὲ καὶ οὐατόεν, καθὰ καὶ Σιμωνίδης «οὐατόεντα σκύφον» ἔφη. οὕτω δὲ πάντως καὶ «θὴρ οὐατόεις» παρὰ Καλλιμάχῳ ὁ ὄνος ἐκ τῆς αὐτῆς λέξεως. αὐτὸς μέντοι οὐ διὰ τὸ ἔχειν ἁπλῶς ὦτα, μεγάλα δέ, ὁποίῳ λόγῳ καὶ ὁ λαγὼς τοιοῦτος ἂν λέγοιτο, ἐπεὶ καὶ παρὰ τὴν ἐπίτασιν τοῦ ὠτὸς ἐτυμολογεῖται πρός τινων. εἰπεῖν μέντοι οὐατόεντα θῆρα τὸν τὰ ὦτα κινοῦντα, οὐδὲν ἴδιον ζῴου, ἀλλὰ κοινὸν ἅπασιν, ὅσα ἔχουσιν ὦτα, δίχα γε ἀνθρώπων. αὐτοῦ γὰρ μόνου ἴδιον μὴ κινεῖν τὰ ὦτα, εἰ καί τις τῶν τοῦ ὑστέρου γένους ἀνὴρ ἱερὸς ἱστόρηται θάτερον τοῖν ὠτίοιν ὑποκινῶν. εἰ δὲ Ἡρακλεῖ ἔσθοντι «βρέμει μὲν ὁ φάρυγξ ἔνδοθι» κατʼ Ἐπίχαρμον, «ἀραβεῖ δʼ ἁ γνάθος, ψοφεῖ δʼ ὁ γομφίος, τέτριγε δʼ ὁ κυνόδων, σίζει δὲ ταῖς ῥίνεσσι, κινεῖ δʼ οὔατα», δοτέον κίνησιν ὤτων τῷ παμφάγῳ Ἡρακλεῖ, ὃς καὶ τὰ κᾶλα καὶ τοὺς ἄνθρακας κατέπινε, καθά τις ἕτερος ἔσκωψεν. Ἰστέον δὲ ὅτι περὶ τῶν τῆς Νεστορέης κύλικος τεσσάρων οὐάτων ἐν τοῖς τοῦ Ἀθηναίου γλαφυρότερον φέρεται ταῦτα. Ἡ Νεστορὶς ὦτα δύο εἶχεν ἄνω, καθὰ καὶ τὰ ἀλλὰ ποτήρια, καὶ ἕτερα δύο μικρὰ ἑκατέρωθεν κατὰ μέσον τὸ κύρτωμα, παρόμοια, φησί, Κορινθιακαῖς ὑδρίαις. κατὰ δὲ ἑτέρους, φησίν, ἐκ μιᾶς οἷον ῥίζης τῷ πυθμένι προσκυρούσης καθʼ ἑκάτερον οὖς, τὸ ἔνθεν δηλαδὴ καὶ ἔνθεν, ῥάβδοι ἦσαν δισχιδεῖς οὐ πολὺ ἀλλήλων διεστῶσαι. αὗται μέχρι τοῦ χείλους ἑκατέρωθεν διήκουσαι τοῦ ποτηρίου καὶ μικρὸν μετεωριζόμεναι καὶ τὸ σχίσμα διόλου τηροῦσαι πρὸς τὸ ἀπολῆγον τῆς ἐρείσεως συμφύονται. καὶ γίνονται οὕτω τέσσαρα ὦτα τῇ διασχίσει, καὶ ἔστιν αὐτὸ ἴδιον μάλιστα τῶν λεγομένων, φησί, Σελευκίδων. Ὁ δʼ αὐτὸς Ἀθήναιος δηλοῖ καὶ τὰς ἐντετορευμένας τῷ ποτηρίῳ πελειάδας οὐ περιστεράς τινας εἶναι, ἀλλὰ τὸ κράτιστον ἐν τοῖς ἀπλανέσιν ἄστροις, ᾧ τεκμαίρονται τὰ περὶ ζωήν οἱ ἄνθρωποι. τοῦτο δέ ἐστι Πλειάδες, ἃς Ὅμηρος ποιητικῷ νόμῳ πελειάδας ἔφη, αἳ δὴ κατὰ τὸν Ἄρατον ὀλίγαι μέν εἰσι καὶ ἀφεγγέες, ὀνομασταὶ δέ. πρὸς ἃς καὶ σπόρος καὶ ἄμητος γίνεται καὶ καρπῶν γενέσεως ἀρχή τε καὶ συναίρεσις, ὡς δηλοῖ καὶ Ἡσίοδος. Τὰς δὲ τοιαύτας πελειάδας δύο ὑποθετέον καθʼ ἕκαστον τῶν ὤτων, ἤγουν δύο μὲν ἐν ταῖς ἑκατέρωθι συμμίξεσιν ἄνω τῶν εἰρημένων διασχίσεων, ἑτέρας δὲ δύο ἐν ταῖς κάτω συναφείαις τῶν ὑπολήξεων. Καὶ κατασκευάσας πιθανῶς τοὺς τοιούτους λόγους ἐπάγει, ὅτι καὶ ἄλλαι δύο ἦσαν ὑποπυθμένιοι πελειάδες, ἤγουν ὑποκείμεναι τῷ πυθμένι, ὡς εἶναι τὰς πάσας ἓξ κατʼ ἀριθμὸν τὸν τῆς οὐρανίας Πλειάδος, περὶ ἧς Ἄρατός φησιν «ἑπτὰ δʼ ἐκεῖναι ἐπιρρήδην καλέονται, ἓξ οἶαί περ ἐοῦσαι». ὅθεν καὶ ἡ κοινοτέρα γλῶσσα Ἑξάστερον αὐτὰς ὀνομάζει. καὶ τοιαῦτα μὲν καὶ ταῦτα ὡς ἐν βραχεῖ. Ὁ δὲ πυθμὴν καὶ πύνδαξ ἐλέγετο παρὰ τοῖς μεθʼ Ὅμηρον. ὅθεν παροιμία τὸ «ἀπυνδάκωτος οὐ τραπεζοῦται κύλιξ», ἤγουν ἀπυθμένιστος. Σοφοκλῆς δὲ καὶ τὴν λαβὴν τοῦ ξίφους πύνδακα εἴρηκεν, ὥς φησι Παυσανίας. Αἴλιος δὲ Διονύσιος καὶ αὐτὸς πύνδακα τὸν πυθμένα εἰπὼν λέγει καί, ὅτι πτερνίδες τὰ πυθμένια τῶν λεκανίων. τοῦτο δὲ ἴσως ἀπὸ τῆς πτέρνης ἐν ἐσχάτῳ κειμένης. Ἀπὸ τοῦ πύθω δὲ ὁ πυθμήν, ὅ τε ἐν φυτοῖς ὅ τε ἐν σκεύεσι διὰ τὴν ἐκεῖσε σῆψιν. ἐκ τοῦ πύθω γάρ, τὸ σήπω, πυθμήν. Ἐν δὲ τῷ «ἄλλος μὲν μογέων ἀποκινήσασκε» καὶ ἑξῆς, οἱ μὲν τὴν τοῦ ποτηρίου ὁλκὴν αἰτιῶνται καὶ τὸ τῆς ὕλης βάρος αὐτῆς καθʼ αὑτήν, οὗ ἕνεκεν δυσβάστακτος ἦν, οἱ δὲ τὸ τῆς ἄρσεως δυσμεταχείριστον. κατὰ διάμετρον γάρ, φασίν, αὐτὸ ἐχρῆν αἴρεσθαι τῶν ὤτων, ὡς προσεχῶς ἐλέχθη. καὶ τὸ «ἄλλος δέ» οἱ μὲν περὶ γερόντων φασὶν εἰρῆσθαι ὁμοίων τῷ Νέστορι. οὐ γὰρ δήπου καὶ τῷ Ἀχιλλεῖ ἢ τῷ Αἴαντι δυσβάστακτον ἦν τὸ τοῦ κυκεῶνος τοῦτο ποτήριον. Τινὲς δὲ εἰπόντες «ἀλλʼ ὃς μέν», ἤγουν οὗτος ὁ Μαχάων, «μογῶν ἀπεκίνει τὸ δέπας», καὶ οὕτω καινοτομήσαντες τὴν γραφὴν οὐ δοκοῦσιν ἀποδεκτέοι τά τε ἄλλα καὶ ὅτι δὲ μακρὰν ἀφέστηκε τοῦ Μαχάονος ἡ αὐτοῦ ἀντωνυμία τὸ «ὅς». ἔτι δὲ καὶ διότι ἢ οὐ τέτρωται ὁ Μαχάων, καθά τινες ἐπαγωνίζονται, ἢ ἀλλʼ οὐχʼ οὕτως ὥστε καὶ μογεῖν ἐς τοσοῦτον. τὸ δὲ εἰπεῖν «ἄλλος μέν», ἤγουν ὁ Μαχάων, οὐδʼ αὐτὸ φιλεῖται. ὤφειλε γὰρ μὴ εἰπεῖν ἄλλος, ἀλλʼ ἕτερος. δύο γὰρ οὗτοι πίνουσιν, ἐπὶ δὲ δύο οἰκεῖον οὐ τὸ ἄλλος, ἀλλὰ τὸ ἕτερος. Ὅτι δὲ Σωσίβιος ὁ καλούμενος λυτικὸς ἐξελών, φασίν, ἀπὸ τοῦ μέσου τὸ γέρων καὶ λύσας τὸ ἄπορον, ἵνα λέγῃ, ὡς ἄλλος μὲν γέρων μογέων ἀποκινήσασκε καὶ ἑξῆς, σκώμματι περιέπεσε, δηλοῖ ὁ Ἀθήναιος. Οἱ δὲ ἁπλῶς οὕτω νοοῦσι τὸ ἄλλος πρὸς ἀντιδιαστολὴν τοῦ τυχόντος ὡς δυσχερὲς ὂν παντὶ ἐκεῖθεν ἐκ τοῦ ῥᾴστου πιεῖν διὰ τὴν ῥηθεῖσαν τοῦ ποτηρίου διπλόην καὶ τὴν κατὰ διάμετρον ἄρσιν. Νέστορι μέντοι εὐχερὲς διὰ τὸ ἐκ πείρας εὐμεταχείριστον καὶ τὴν ἐκ συνηθείας ἐμπειρίαν. τὰ γὰρ ἄχθη, φασίν, οὐχʼ οὕτως οἱ ἰσχυροί, ὡς οἱ ἔμπειροι φέρουσι. Φασὶ δὲ καὶ τὴν τοῦ πίνειν δυσχέρειαν προμηθῶς ἐπιτετηδεῦσθαι τῷ ποτηρίῳ, ἵνα σωφρόνως καὶ ἐφεκτικῶς, οὐ μὴν ἀπεριμερίμνως καὶ ἀθρόως ἐπιχαίνοντες ἐκεῖθεν πίνοιεν. Βούλεται οὖν συμβολικῶς λέγειν ὁ ποιητής, ὡς ὁ γέρων Νέστωρ παντὸς ἐγκρατέστερόν τε καὶ σωφρονέστερον τὸ ποτήριον σὺν τῷ ποτῷ ἐβάσταζεν. Εἰ καὶ ἄλλοι φασίν, ὡς πλεῖστον ἔπιε τῶν ἡρώων ὁ τριγέρων Νέστωρ, καὶ αὐτοῦ Ἀγαμέμνονος, ὃν ὡς πολυπότην ὁ Ἀχιλλεὺς ἐπιπλήττει. διό, φασί, καὶ μόνου τούτου τὸ ποτήριον Ὅμηρος ἡρμήνευσεν ὡς τὴν Ἀχιλλέως ἀσπίδα. ἐστρατεύετο γὰρ μετʼ αὐτοῦ, ὅσγε καὶ μεγίστης μάχης ἐνεστηκυίας οὐκ ἀπείχετο καθʼ Ὅμηρον τοῦ πίνειν. καὶ τοιαῦτα μὲν ἄλλοι. ἐθέλων δέ τις τὸ τοῦ σοφωτάτου γέροντος ποτήριον σεμνύνειν, οὐκ ἄν, φασίν, ἁμάρτῃ λέγων αὐτὸ φιάλην Ἄρεος, ὥσπερ αὖ πάλιν ὁ σκωπτικὸς φρέαρ, φασίν, εὐφυῶς ἐρεῖ αὐτὸ ἀργυροῦν διὰ τὸ μέγεθος. Λέγει δὲ ὁ ταῦτα γράψας καὶ ὅτι προσφυῶς τῷ γέροντι Νέστορι ἐν τῷ ἐπιταφίῳ ἀγῶνι φιάλη περιῆλθε δῶρον ἐξ Ἀχιλλέως, οἷα εἰδότος τὸ περιώνυμον αὐτοῦ ποτήριον, ᾧ ἐκεῖνος ὡς φιλοτοιοῦτος ἔχαιρε. Σημείωσαι δʼ ἐν τούτοις καὶ τὸ ὁ τριγέρων Νέστωρ, χρήσιμον ὂν εἰς τὸ «τῷ δʼ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων ἐφθίατο». Ἐν δὲ τοῖς τοῦ Ὁμήρου ὅρα καὶ τὸ «ἄειρεν». ἄλλος μὲν γὰρ μόγις καὶ ἀπεκίνει τὸ ποτήριον πεπλησμένον ἐκ τῆς τραπέζης διὰ τὸ καὶ εὐρυχανδὲς εἶναι κατὰ μέγα κύτος καὶ βαρὺ τὴν ὁλκήν, Νέστωρ δʼ ὁ γέρων, φιλοπότης, φασίν, ὤν, συνεχεῖ συνηθείᾳ βαστάζειν διδαχθείς, ἀμογητὶ αὐτὸ γέμον ἄειρεν, ὅ ἐστιν ἐκούφιζε. Τὸ δὲ «κύκησε» τὸ ῥῆμά ἐστιν, ἀφʼ οὗ παράγεται ὁ κυκεών. οὕτω δὲ κυριολεκτεῖται, ὡς μὴ χρείαν εἶναι προσθήκης τοῦ τί ἐκύκησεν. ὡς εἶναι δῆλον ὅτι κυκᾶν κυρίως τὸ κυκεῶνα ποιεῖν, ὃς ἐνταῦθα φαίνεται συνεστάναι ἀπὸ οἴνου καὶ τυροῦ καὶ λοιπῶν τῶν ῥηθησομένων. Ὁ δὲ ἐν Ὀδυσσείᾳ τῆς Κίρκης κυκεὼν ἐτυμολογεῖται μὲν ὁμοίως. εἰ δὲ γοητείαις ἐκεῖνος κατακερασθεὶς εἰς χοίρους μεταλλάσσει τοὺς πίνοντας, οὐδὲν πρὸς τὰ νῦν. ὁ γὰρ κατὰ τὸν σοφὸν Νέστορα τῆς Ἑκαμήδης οὗτος κυκεὼν οὔτε τῆς φύσεως ἐξιστᾷ, καὶ τὸ σῶμα δὲ ἀνακτώμενος εἰς φιλολογίαν προκαλεῖται τὸν πίνοντα. Ἐρεῖ γοῦν ὁ ποιητής, ὅτι πιόντες μύθοισι τέρποντο πρὸς ἀλλήλους ἐνέποντες. ἔνθα καὶ ὅρα τὸ «ἐνέποντες» ἀδιπλασιάστως διʼ ἑνὸς νυ ὀρθῶς γραφόμενον. Δῆλον δʼ ὅτι ὁ κατὰ κυριολεξίαν ῥηθεὶς Ὁμηρικὸς κυκεὼν καὶ τὸ κυκᾶν μετηνέχθη παρὰ τοῖς ὕστερον εἰς λέξιν μαγειρικὴν καὶ εἰς πραγματικόν τινα τάραχον καὶ εἰς τοιαῦτά τινα. καὶ ὅτι, εἰ καὶ μεταξὺ βρωτοῦ καὶ ποτοῦ ὁ κυκεὼν εἶναι δοκεῖ, ἀλλὰ μᾶλλον οἷα ζωμός τις ῥοφητὸς ἦν. διό φησι «πινέμεναι δʼ ἐκέλευσε», καὶ «πίνοντε ἀφέτην πολυκαγκέα δίψαν». Ἀθήναιος δὲ λέγει ὅτι, εἰ καὶ ὁ προειρημένος Μυρλεανὸς τὸ τοῦ Νέστορος ποτήριον δεκτικὸν εἶναί φησι τῆς ἑτέρας τροφῆς, ἤγουν τῆς ὑγρᾶς, ἀλλʼ οἱ ἀκριβέστεροι ἀμφοτέρων αὐτὸ δεκτικὸν ἔφασαν εἶναι τῶν τροφῶν, ὡς δηλοῖ καὶ Ὅμηρος. Πολυκαγκέα δὲ δίψαν λέγει τὴν ξηροποιόν, καθὰ καὶ ξύλα κάγκανα ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται τὰ ξηρὰ καὶ ἐπιτήδεια καίεσθαι. περίφρασις δέ ἐστι τοῦ ἀπεδίψησαν τὸ ἀφέτην τοιάνδε δίψαν, καὶ ἔστιν ὅμοιον τῷ «ἐξ ἔρον ἕντο». ὡς γὰρ ἐκεῖ τὸ ἐξέντο ἀπὸ τοῦ ἕω, τὸ πληρῶ, ἦν, οὕτω καὶ ἐνταῦθα τὸ ἀφέτην, καὶ ὡς ἐκεῖ τὸ «ἐξ ἔρον ἕντο ἐδητύος» ταὐτὸν ἦν τῷ οὐκέτʼ ἤθελον φαγεῖν, οὕτω καὶ ὧδε τὸ «ἀφέτην δίψαν» ἀντὶ τοῦ οὐκέτι πιεῖν ἤθελον. Ἔστιν οὖν οὐκ ἀπεικὸς εἰπεῖν, ὅτι τε ἐν τῷ «ἀφέτην δίψαν» ἡμίσευται ἡ ἔννοια τοῦ «πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο». πόσιος γὰρ ἔρον οἱ ἥρωες ἐνταῦθα ἕντο. καὶ ὅτι ἰσοδυνάμων ὄντων τοῦ ἐξέντο καὶ τοῦ ἀφέτην, δόξοι ἂν οὐκ ἀνεύλογον εἶναι φάναι, ὅτι καὶ τὸ ἀφέτην ἐκ τοῦ ἀφιέναι φαίνεται παρῆχθαι καὶ τὸ ἐξέντο, εἰ καὶ ἄλλως προείρηται. Ἰστέον δὲ ὅτι καὶ ἄλλως οὐ βρώσιμος ὁ κυκεών, ἐπεὶ δέπας εἶχεν αὐτόν, ὅπερ ἐστὶ ποτήριον, κύλιξ, τὸ δὲ ἐν τοιούτῳ ἀγγείῳ οὐκ ἂν εἴη βρωτόν. Ἐκτείνει δὲ τὴν ἄρχουσαν συνήθως καὶ τὸ «πινέμεναι» καὶ τὸ «πίνοντε». Τὸ δὲ «κύκησε» κατωτέρω περιφράσας ὁ ποιητὴς ἔφη «ὥπλισε κυκεῶ», συγκεράσασα δηλαδή, ὡς καὶ προερρέθη, αὐτὸν κατὰ τοὺς παλαιοὺς ἐκ μέλιτος χλωροῦ καὶ ἀλφίτου ἐπιπαττομένου, ὡς ἐρρέθη, εἰ καί τινες αὐτὸ ψωμὸν καθαρὸν νοοῦσι, καὶ ἀπὸ αἰγείου τυροῦ καὶ κρομύου, ἔτι δὲ καὶ οἴνου Πραμνείου. Μέλας δὲ οὗτος ἦν, καλούμενος οὕτως ἢ ὅτι πραΰνει μένος ἢ ὅτι παραμεμένηκε παλαιωθείς. οἱ δέ φασι πέτραν ἢ ὄρος οἰνοφόρον ἐν Ἰκάρῳ τῇ νήσῳ εἶναι, Πράμνην καλουμένην, ἐν ᾗ πρῶτον ἔφυ ἄμπελος, ἀφʼ ἧς ὁ οἶνος Πράμνειος. καίτοι τούτῳ τῷ λόγῳ διὰ τοῦ ἰῶτα ὤφειλεν ἔχειν τὴν γραφήν, ὡς ὁ Σάμιος καὶ ὁ Θάσιος, οἷα τοπικόν. νῦν δὲ οὕτω στερεῶς ἔχει τῆς διὰ διφθόγγου γραφῆς, ὥστε καὶ Πράμνιος ὑπό τινων λέγεται, ὡς χρύσεος χρύσειος καὶ τὰ τοιαῦτα. Καὶ οὕτω μὲν ἄλλοι στενῶς. ἐν δὲ τοῖς Ἀθηναίου φέρεται τάδε πλατύτερον. Γίνεται κατά τινας ἐν Ἰκάρῳ τῇ νήσῳ ὁ Πράμνιος, γένος τι οἴνου, καὶ ἔστιν οὔτε γλυκὺς οὔτε παχύς, ἀλλʼ αὐστηρὸς καὶ σκληρός. τινὲς δέ φασιν, ὅτι ἐν Ἰκάρῳ Πράμνιος πέτρα καὶ παρʼ αὐτῇ ὄρος μέγα, ἐξ οὗ Πράμνειος οἶνος ὁ καὶ φαρμακίτης. ἐκαλεῖτο δὲ ἡ ἄμπελος ἡ τοῦτον φέρουσα ὑπὸ τῶν ξένων μὲν ἱερά, ὑπὸ δὲ τῶν Οἰνοέων—πόλις δὲ ἡ Οἰνόη ἐν τῇ εἰρημένῃ νήσῳ, —Διονυσιάς. Δίδυμος δέ, φασί, Πράμνιον οἶνον λέγει ἀπὸ πραμνίας, οὕτω καλουμένης ἀμπέλου. τινὲς δὲ ἰδίως τὸν μέλανα, ἔνιοι δὲ ἐν τῷ καθόλου πάντα τὸν πρὸς παραμονὴν ἐπιτήδειον, ὡς οἱονεὶ παραμένειον, οἱ δὲ τὸν ἁπλῶς πραΰνοντα τὸ μένος, προσηνεῖς γὰρ οἱ πιόντες, ἄλλοι δέ φασι περὶ τὴν Ἐφεσίαν χώραν εἶναι ὀρείαν κώμην, τὴν πρότερον μὲν καλουμένην Λητοῦς, νῦν δὲ Λατωρείαν ἀπὸ Λατωρείας Ἀμαζόνος, ἐν ᾗ γίνεσθαι τὸν Πράμνιον οἶνον. Ὅρα δʼ ἐν τούτοις τὸ οἶνος σκληρός, ὃ πρὸ βραχέων ἐρρέθη. ἤρεσε γὰρ τοῖς μεταφέρουσιν οὐ μόνον ἐπὶ ναστῶν τιθέναι τὸ σκληρόν, ἀλλὰ καὶ ἐπί τινων μὴ τοιούτων. καὶ ὁ μὲν σκληρὸς λόγος καὶ ἡ σκληρὰ ψυχὴ καὶ ὅσα τοιαῦτα οὐκ ἐκπλήττουσι, σκληρὸν δὲ ὕδωρ εἰπεῖν ἢ οἶνον ξενίζει πολλούς. λέγονται γοῦν ὕδατα σκληρὰ κρηναῖά τινα, ὥσπερ καὶ ὄμβρια ἐν Σικυῶνί τε καὶ Ἀθήνῃσι χρήσιμα εἰς οἶνον, συνᾴδοντα τῷ τεθαλαττωμένῳ. ἀκολούθως δὲ τῷ σκληρῷ οἴνῳ τέτραπται καὶ ὁ ἁπαλός, οἷον Ταραντῖνοι οἶνοι καὶ οἱ ἀπὸ τοῦ κλίματος τούτου πάντες ἁπαλοί εἰσι. καὶ ἴσως ἐκ τῶν τοιούτων εἰλήφασι νοῦν καὶ οἱ λέγοντες οἶνον ἐνάπαλον. Ὁμοίῳ δὲ τρόπῳ καὶ τὸ λιπαρὸν τροπικῶς ἐπιπολάσαν κρηδέμνοις καὶ γυναιξὶ λιπαροζώνοις, ὧν ἀνάπαλιν ἔχει τὸ «θρὶξ ἀλιπής», καὶ οἴνῳ προσήρμοσε. λέγει οὖν ὁ Δειπνοσοφιστής, ὅτι ὁ δεῖνα οἶνος ταχὺ ἀκμάζει καὶ λιπαρώτερός ἐστι τοῦ δεῖνος οἴνου, καὶ ὅτι ὁ δεῖνα οἶνος ἀλιπὴς ὢν καὶ λίαν ψαφαρὸς μόλις πεπαίνεται. Σημείωσαι δὲ ἐν τοῖς προσεχῶς εἰρημένοις καὶ τὸν τεθαλαττωμένον οἶνον τὸν καὶ ἀλλαχοῦ ῥηθέντα, περὶ οὗ φησιν ὁ αὐτὸς σοφιστής, ὅτι οἱ ἐπιμελέστερον τεθαλαττωμένοι οἶνοι ἀκραίπαλοί τέ εἰσι καὶ κοιλίαν λύουσιν, ὁποῖος ὁ Κῷος καὶ ὁ Ῥόδιος καὶ ὁ Μύνδιος. Συντελεῖ δὲ ὁ τεθαλαττωμένος οἶνος εἰς τὴν κατὰ θαλάττης φυγὴν τοῦ Διονύσου, ἣν ἔπαθε διὰ τὸν Θρᾷκα Λυκοῦργον, ὥς που ἔφθασεν εἰπεῖν ὁ ποιητής. δῆλον γὰρ ὅτι κατὰ θεραπείαν μύθου Διόνυσος πεσὼν εἰς θάλασσαν οἶνός ἐστι κεκραμένος αὐτῇ καὶ οὕτω τεθαλαττῶσθαι ῥηθείς. Ἀλλὰ τοῦτο μὲν εἰς τὸ παλαιοῦσθαι οἶνον χρήσιμον. εἰς δὲ τὴν ἐπὶ τραπέζης καὶ πότου προσένεξιν ἑτεροῖον ὕδωρ χρηστόν. διὸ νύμφαι μυθεύονται τιθηνοὶ Διονύσου εἶναι, οὐ μόνον αἱ κατʼ ἀμπέλους θεωρούμεναι καὶ κατὰ σταφυλάς, ἐφʼ αἷς ἡδὺ τὸ τοῦ παρῳδοῦ Μάτρωνος εἰπόντος «πίονα μῆλα ῥοαί τε σταφυλαί τε θεοῦ Βρομίοιο τιθῆναι», ἀλλὰ καὶ αἱ τοῖς κατὰ κρᾶσιν ὑγροῖς ἐπιστατοῦσαι, ὧν μέρος ἔστιν οὗ καὶ τὰ λιμναῖα. Λίμναι γοῦν, φασί, τόπος ἐν Ἀττικῇ καὶ Λιμναῖος ἐκεῖθεν Διόνυσος εἰς σύμβολον τοῦ ὅτι μιχθὲν τὸ γλεῦκος ὕδατι πίνεται κεκραμένον. διὸ καὶ αἱ πηγαὶ νύμφαι καὶ τιθῆναι Διονύσου, ἐπεὶ τὸν οἶνον αὔξει τὸ ὕδωρ κιρνάμενον. δεῖγμα δὲ τοῦ εἶναι καὶ κατὰ Θεόφραστον τροφοὺς Διονύσου τὰς νύμφας καὶ ἐκ τοῦ ὑγροῦ, ὃ πλεῖστον αἱ ἄμπελοι χέουσι τεμνόμεναι καὶ οἷον δακρύουσαι κατὰ φύσιν. καὶ ὧδε μὲν ταῦτα ἔχοντα κείσθω. Ὁ δὲ Πράμνειος οἶνος, ἐξ οὗ εἰς τὰ προκείμενα ὁ λόγος ἐρρύη, τοπικῷ μὲν λόγῳ τὴν διὰ τοῦ ἰῶτα γραφὴν ἀπαιτεῖ. εἰ δὲ διὰ τῆς ει διφθόγγου γράφεται, ἐκ τοῦ μένεος ἂν εἴη πλεονασμῷ τοῦ ι. Πράμνειος γάρ, καθὰ εἴρηται, ὡς καὶ πραϋντικὸς μένεος. λέγεται δὲ καὶ ὅτι, ὥσπερ ἐκ τῆς Πράμνου Πράμνιος, οὕτω καὶ Βίβλινος οἶνος ἀπὸ τόπου ὁ παρʼ Ἡσιόδῳ. Βιβλία γάρ, φασί, χώρα Θρᾴκης, ἐξ ἧς ἦν ἐκεῖνος. Τοιούτων δὴ καὶ τούτων ὄντων ἰστέον ὅτι ὁ ῥηθεὶς κυκεὼν κρᾶμα ἔχων, ὁποῖον ἐρρέθη, ῥηθείη ἂν κτητικῷ λόγῳ ἢ μετουσιαστικῷ οὐκ αὐτόχρημα οἶνος, οἴνινος δέ. καὶ εὕρηται καὶ τῆς τοιαύτης λέξεως χρῆσις ἐν τῷ «μήθʼ ὕδατος πηγὴν μήτʼ οἴνινον ὄξος συμμίξῃς». ἔνθα σημειωτέον τὸ οἴνινον ὄξος πρὸς διαστολὴν ῥηθὲν ὄξους ἑτεροίου. ὡς γὰρ διαφέρει ὁ κυρίως οἶνος ἑτέρων, οὕτω καὶ ὄξος οἴνινον τῶν ἑτέρωθεν. οἶνος γοῦν ἐκ φοινίκων γλυκὺς μετρίας ἡμέρας, εἶτα ἐκτροπίας. καὶ ἰδοῦ ὄξος φοινίκινον. Εἰκὸς δὲ καὶ ἐν τῷ λωτῷ τοιοῦτόν τι γίνεσθαι, ὁμοίως δὲ καὶ ἐν τῷ ζύθει, περὶ οὗ φέρεται, ὅτι παρὰ Κελτοῖς οἱ μὲν πλουτοῦντες οἶνον πίνουσιν ἄκρατον ἐν τῷ συνευωχεῖσθαι παραμιγνύντες ἐνίοτε καὶ ὀλίγον ὕδωρ, παρὰ δὲ τοῖς ὑποδεεστέροις ζύθος πύρινον μετὰ μέλιτος ἐσκεύασται, παρὰ δὲ πολλοῖς καὶ αὐτὸ καθʼ αὑτό. Καὶ ὅρα τὸ ζύθος πύρινον διαστελλόμενον τοῦ ἐξ ὀλῶν, ὅ ἐστι κριθῶν, παρονομαζομένου ζύθους, ὃ καὶ αὐτὸ ὑποκορίζεταί πως τὸν Διονυσιακὸν οἶνον παρὰ ἔθνεσιν, οἷς οὐκ ἔστιν οἶνος, ὃς δὴ κρίθινος οἶνος πῖνος μὲν κατά τινας, βρῦτος δὲ καθʼ ἑτέρους ἐκαλεῖτο, ὡς ἐν τοῖς πρὸ τούτων γέγραπται, ὅπου καὶ ἀπὸ ῥιζῶν οἶνον γίνεσθαι δεδήλωται. Τὸν δὲ τυρὸν ὅτι ξηρὸν γάλα ἔφη τις, δῆλον ἐκ τῶν παλαιῶν, καὶ ὡς ἐξ αὐτοῦ τὸ τυρεύειν ἐπὶ στροφῆς κακομηχάνου πραγμάτων, καὶ ἡ τύρβη ἡ καὶ διὰ τοῦ σ σύρβη. Κνῆστις δὲ ἰδίως ἡ τυροτόμος μάχαιρα, ἣν ὁ Κωμικὸς συνθέτως τυρόκνηστιν λέγει, Ὁμήρου διαλελυμένως κατὰ τρόπον ἐτυμολογίας εἰπόντος «αἴγειον κνῆ τυρὸν κνήστι χαλκείῃ». Καὶ γίνεται ἀπὸ τοῦ κνάω κνῶ, τὸ κόπτω, ἐξ οὗ καὶ τὸ κναίνω καὶ ἀποβολῇ τοῦ νῦ καίνω καὶ τὸ κνήθω, ὡς ἀλῶ ἀλήθω, καὶ τὸ κνίζω ὡς πολεμῶ πολεμίζω, ὃ δὴ κνίζω καὶ τὴν κνίδην ποιεῖ, ἣν μεταπλάσας κνίδα λέγει ὁ Ὀππιανός, παρʼ ᾧ καὶ κνῆστις ἡ κνησμονή. Τέως γε μὴν ἡ Ὁμηρικὴ κνῆστις κλίνεται κνήστιος Ἰωνικῶς, ὡς καὶ ἡ λῆστις καὶ ἡ μνῆστις, ὅθεν ἡ δοτικὴ κνήστιϊ καὶ κατὰ κρᾶσιν κνήστι διὰ μακροῦ τοῦ ι. τινὲς δὲ καὶ διὰ διφθόγγου γράφουσιν ἐκ τοῦ κνῆστις κνήστεως Ἀττικῶς, ὃν δὴ Ἀττικισμὸν πολλαὶ πάσχουσι καὶ τῶν διὰ τοῦ δος κλινομένων γενικῶν. οὕτω γὰρ οὐ μόνον Ἄμαστρις Ἀμάστριδος, ἀλλὰ καὶ Ἀμάστρεως, ὁμοίως καὶ σεμίδαλις σεμιδάλιδος καὶ σεμιδάλεως, καὶ δῆρις δὲ δήρεως, ἡ μάχη. Τὸ δὲ ῥηθὲν κνῶ καὶ καίνω καὶ τοιαύτην σκευωρίαν ἔχει. κῶ τὸ κεῖμαι, καὶ ἐξ αὐτοῦ κνῶ, ἀφʼ οὗ κναίω καὶ ἀποκναίω. ἐγκόπτονται γὰρ ἔργου καὶ οἱονεὶ κεῖνται ἀργοὶ οἱ ἀποκναιόμενοι. τοῦ δὲ κναίω ἀναστραφέντος γίνοιτʼ ἂν ἐξ αὐτοῦ τὸ καίνω. τοῦ δέ γε κνίζειν χρῆσις παρά τε ἄλλοις καὶ παρὰ τῷ Κωμικῷ, ἔνθα παίζων παρηχεῖ τὸν διὰ τοῦ ἦτα γραφόμενον κνησμὸν ἐκ τοῦ κνίζειν, ἔτι δὲ καὶ παρὰ τῷ εἰπόντι ὅτι τὰ συκόμορα μὲν κοινῶς, μόρα δὲ παρὰ μόνοις Ἀλεξανδρεῦσι, παρʼ οἷς καὶ τὸ δένδρον μορέη, ἐπὶ βραχὺ κνίσαντες σιδηρίῳ ἐῶσιν ἐπὶ τοῦ φυτοῦ καὶ αὐτὰ ὑπὸ τοῦ ἀνέμου κινούμενα ἐντὸς ἡμερῶν τριῶν ἔκτοτε πέπονα καὶ εὐώδη γίνονται. Ὅτι δὲ καὶ λάχανα κνηστὰ ἐκαλοῦντο τὰ συγκοπτὰ ἐκ τοῦ κνῶ κνήσω, τὸ κόπτω, καὶ κνηστὸς δὲ ποιός τις ἄρτος παρὰ Ἴωσι διὰ τὸ κνᾶσθαι, ὡς εἰκός, καὶ οὕτω διαδίδοσθαι, ἐν τοῖς τοῦ Ἀθηναίου δηλοῦται, παρʼ ᾧ καὶ ὁ κοπτὸς τυρὸς καὶ ὁ τμητὸς ὁ αὐτὸς ἂν εἴη τῷ κνηστῷ. ἐν ἐκείνῳ δὲ διασαφεῖται καί, ὅτι ἡ ἐν ἁπλότητι μὲν κνῆστις, συνθέτως δὲ τυρόκνηστις, μαγειρικὸν σκεῦος ἦν, καθά, φησί, καὶ ἡ ζωμήρυσις καὶ οἱ ὀβελίσκοι καὶ ἡ κρεάγρα καὶ ἡ θυεία καὶ ὁ στελέος καὶ αἱ κοπίδες καὶ ἡ κύβηλις καὶ ἡ χύτρα, ἡ καὶ κακκάβη, οἷον «ἐν κακκάβᾳ ζεούσᾳ», Δωρικῶς, ἣ καὶ ἀρσενικῶς κάκκαβος λέγεται, οἷον «κάκκαβον λέγω, σὺ δʼ ἂν ἴσως εἴποις λοπάδα», τὴν καὶ σίττυβον, ὡς δηλοῖ ἐπαχθὲν τὸ «ἐμοὶ δὲ τοὔνομα οὐ διαφέρει εἴτε κάκκαβον ὀνομάζουσί τινες εἴτε σίττυβον». Πρὸς δὲ τούτοις σημείωσαι καὶ ὅτι Δωριέων κνῆν λεγόντων καὶ τὸ ξύειν διʼ αὐτὸ ἡ Ἀττικῶς κνῆστις ξυήλη ἐλέγετο Δωρικῶς, οἷον «καὶ περὶ τὴν ζώνην μαχαίριον ὅσον ξυήλη». ἔνθα νοητέον ὅτι καὶ Αἰολικὸν ἴσως ἡ ξυήλη, διὸ καὶ βαρύνεται ἄλλως ἤπερ ἡ θηλή καὶ ἡ χηλή καὶ ἡ θυηλή καὶ ἡ γαμφηλή. Μνεία δὲ τοῦ καθʼ Ὅμηρον «κνῆ» κείσεταί που καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. ὅπερ ὅτι τινὲς τῶν Ἀρισταρχείων ἐκδόσεων κνέε τυρὸν λέγουσι κατὰ διάλυσιν τοῦ κνῆ, ὁ Ἀλεξανδρεὺς Ἡρακλείδης φησίν, ἐξ οὗπερ οἴσεταί τις μὴ δευτέρας συζυγίας εἶναι τὸ κνῆ. αἱ γὰρ τῶν παρῳχημένων εἰς δύο εε διαλύσεις πρώτης εἶναι συζυγίας φαίνονται. Ὅρα δὲ καὶ ὡς οὐ τυρὸν ἁπλῶς, ἀλλὰ αἴγειον ὁ κυκεὼν ἐδέχετο, οὗ τὴν αἰτίαν ὁ θέλων ζητείτω. Σημείωσαι δὲ καὶ ὅτι φασί τινες οὐ καλῶς τὸν Ἀσκληπιάδην Μαχάονα, καὶ ταῦτα ἰατρὸν ὄντα, τῷ κυκεῶνι ἀπαραφυλάκτως χρᾶσθαι, συνεστῶτι ἔκ τε μέλανος οἴνου καὶ τυροῦ ἐπικεκνησμένου καὶ ἀλφίτου. φλεγματώδη γὰρ ταῦτα, φασί, καὶ τοῖς τραυματίαις πολέμια. ἡ δὲ λύσις τῆς τοιαύτης ἀπορίας πολλαχῶς πρόεισιν. οἱ μὲν γὰρ παραδοξότερον ἐπιχειροῦντες μηδὲ πεπλῆχθαι, ὡς προερρέθη, ὅλως τὸν Μαχάονα, φασὶ μηδὲν εἶναι τὴν ἀπορίαν πρὸς τὰ γινόμενα. τί γὰρ ἀπορητέον τοιαῦτα, ἔνθα ὑγιῶς ἔχουσιν οἱ πίνοντες; οἱ δέ τινες ἐπιπολῆς γενέσθαι νοοῦντες τὴν τοῦ Μαχάονος πληγὴν μηδὲν οὕτω παρὰ τέχνην φασὶ ποιεῖν τὸν Μαχάονα. τί γάρ, εἰ κυκεῶνι χρᾶται ὁ σχεδὸν μηδὲ τραυματίας διὰ τὸ τῆς πληγῆς ἐπιπόλαιον, καὶ μάλιστα διὰ τὸ σῶφρον τῶν πινόντων ἡρώων, οἳ οὐδὲ τῆς ἁπλῆς, φασί, διαίτης ἀπλήστως ἀπέλαυον, ἀλλʼ ὡς οἱ κράτιστοι τῶν ἰατρῶν ἀφῄρουν τὰς ἡδονάς. ὅθεν οὐδὲν θαυμαστὸν τοὺς οὕτω τεθραμμένους ἀφλεγμάντους εἶναι καὶ σώματα καὶ ψυχάς. Ἔτι δὲ καὶ οἱ παλαιοὶ τῶν ἡρώων ἠγνόουν, φασί, τὰ κατὰ τὴν δίαιταν, οὔπω διαρθρωθέντα εἰς ἀκριβές, ἄλλως τε καὶ οὕτως ἀνδρεῖα σώματα ἔχοντες, ὡς καὶ τοὺς τραυματίας ἀγωνίζεσθαι. Ἕτεροι δέ φασιν ὡς, εἰ καὶ κατὰ βάθος θετέον γεγονέναι τὴν πληγήν, οὐδʼ οὕτως ἀδόκιμον τὸ τοῦ κυκεῶνος πόμα. ῥύσις γάρ, φασίν, αἵματος λειποθυμίαν ποιεῖ. μέλας δὲ οἶνος παχύνων τοὺς χυμοὺς τὴν ἐπὶ τὸ τραῦμα συστέλλει τοῦ αἵματος ἐπίρρυσιν, ὅθεν ὡς τὸ ὑγρὸν εἴργων καὶ κοιλιακοῖς ὑπʼ ἐνίων προσήγετο. τυρὸς δέ, φασί, βρεχόμενος γαλακτοῦται καὶ γίνεταί πως τῷ γάλακτι συγγενής, ἀφʼ οὗ ἐκ πρώτης γενέσεως τὸ σῶμα πήγνυται. παχύνει δέ, φασί, καὶ τὸ ἄλφιτον τὰ ὑγρά, ὡς ἐκ πεφρυγμένης κριθῆς. Τὸ δὲ κρόμυον, εἰ καὶ μὴ εὔχυμόν ἐστιν, ὡς δηλοῖ καὶ ὁ γράψας ὅτι πεποιθότες τῇ γυμναστικῇ βοηθείᾳ οἱ ἥρωες καὶ τοῖς κακοχυμωτάτοις κρομύοις ἐχρῶντο, ὅμως χρησιμεύει ἐν τοῖς προκειμένοις, ἐπεὶ ὡς διουρητικὸν μάχεται τῇ φλεγμονῇ. διὸ καὶ τοῖς κυνοδήκτοις αὐθωρὸν προσάγεται. φασὶ δὲ αὐτὸ ἁρμόζειν καὶ πρὸς τὰ μὴ καλὰ ὕδατα ὡς ἀλεξιφάρμακον. Ἄλλοι δὲ λέγουσι καὶ ὅτι συνήθης ἡ τοιαύτη τροφὴ τοῖς ἥρωσιν, ἡ τοῦ κυκεῶνος δηλαδή, καὶ μόνον ἐπὶ ἀναψύξει λαμβανομένη, οὐ μὴν ἐπὶ θεραπείᾳ, ὡς εἶναι κακοπαθείας αὐτὴν παραμύθιον, οὐ μὴν φάρμακόν τι νοσήλιον. διὸ καὶ εἰώθει πίνειν κυκεῶνος ὁ Νέστωρ. ὅθεν καὶ εἴθισται ἀμογητὶ τὸ ῥηθὲν αἴρειν ποτήριον. καὶ ἄλλως δὲ ἀρίστου, φασίν, ἰατροῦ, ἰᾶσθαι μὴ μεταποιοῦντα τὴν συνήθη δίαιταν, ἵνα μὴ ἐνδεῶς σχοίη τὸ σῶμα, ὅπουγε ἐν τῇ διʼ ἔνδειαν ἐπιπτώσει τῶν νόσων καὶ οἶνον καὶ κρέα προσφέρονταί τινες ἀναπληροῦντες τὸ λεῖπον τῆς φύσεως. Ὅτι Πάτροκλος μὲν θύραις ἐφίστατο «ἰσόθεος φώς. τὸν δὲ ἰδὼν ὁ γεραιός» Νέστωρ «ἀπὸ θρόνου ὦρτο φαεινοῦ», θωπευτικῶς αὐτὸν ὑπαγόμενος, «ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε», ταῦτα δὴ ἅπερ, ὡς μετʼ ὀλίγα ὁ ποιητὴς ἐρεῖ, ἐποίησε πρίν ποτε καὶ Ἀχιλλεὺς εἰς τὸν Νέστορα τοῦτον καὶ εἰς τὸν Ὀδυσσέα, ὅτε στρατολογοῦντες εἰς Φθίαν ἀφίκοντο. Τὰ δὲ τοιαῦτα εἰς γέροντας ἐκ νέων καθήκοντα πράττεσθαι, εἰ νέος ἐκ γερόντων πάσχει, πάνυ ἐκτετίμηται καὶ πρεσβεῖον μέγα ἤρατο τιμῆς. Ἐν δὲ τῷ «ἰσόθεος φώς» σεμνύνει τὸν Πάτροκλον ὁ ποιητής, καθὰ καὶ πρὸ ὀλίγου ἐν τῷ «ἶσος Ἄρηϊ», διὰ τὸ χρησιμεύσειν αὐτῷ. σαφέστερον δὲ πάντως τοῦ ἀντίθεος τὸ ἰσόθεος. Ὅτι σπεύδοντος καὶ μὴ θέλοντος καθεσθῆναι τὸ «ἀναίνετο εἶπέ τε μῦθον· οὐχʼ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις» ὃ Πάτροκλος ἔφη πρὸς Νέστορα. Καὶ σημείωσαι ὅτι ἕδος ἐνταῦθα οὔτε ἔδαφος οὔτε ἡ καθέδρα αὐτή, ἀλλʼ ἔχει τι ὁ λόγος ἐλλείψεως, ἵνα ᾖ ὅτι οὐ νῦν καίριον ἡ καθέδρα. ὅτι δὲ ἕδος λέγεται καὶ τὸ ἵδρυμα καὶ ἄγαλμα, ὁ Παυσανίας φησίν. Ὅτι ἐν τῷ «αἰδοῖος, νεμεσητός, ὅ», ἤγουν ὅς, «με προέηκε πυθέσθαι» τόδε τι, ἃ δὴ τῷ Ἀχιλλεῖ ὁ Πάτροκλος ἐπιμαρτύρεται, νεμεσητός ἐστι κατὰ τοὺς παλαιοὺς ἢ ὁ ἑκάστῳ τὸ δέον ἀπονέμων, ὅθεν καὶ Νέμεσις ἥ τε τοῦ μύθου καὶ ἡ ἀλληγορουμένη, ἢ ὁ ἑτοιμομεμφὴς ἢ φιλομεμφὴς καὶ μεμψίμοιρος. Ἐν δὲ τῷ «εὖ δὲ σὺ οἶσθα, γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος, δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο», —Πάτροκλος δὲ καὶ ταῦτά φησι πρὸς Νέστορα—δηλοῖ ὁ ποιητὴς τῇ αἰδοῖ δέος ἀκολουθεῖν, ὡς καὶ ἐν τῷ «αἰδοῖός τέ μοί ἐσσι δεινός τε». τοῦτο γὰρ δηλοῖ τὸ φθάσαι αἰδοῖον αὐτὸν εἰπεῖν, εἶτα ἐπαγαγεῖν καὶ δεινόν. Τὸ δὲ «ἀναίτιον αἰτιόῳτο» ἔοικεν ἐφερμηνευτικὸν εἶναι τοῦ νεμεσητός. Ἰστέον δὲ ὅτι κατὰ τὰς ῥηθείσας ἐννοίας νεμεσητὴς μᾶλλον ὤφειλεν ὁ νεμεσῶν Ἀχιλλεὺς γράφεσθαι καθʼ ὁμοιότητα τοῦ καθηγητής, διαιτητής, ποιητής, ταρακτής παρὰ Λυκόφρονι, καὶ τῶν τοιούτων, ἃ δηλοῦσιν ἐνέργειαν. τὸ γὰρ νεμεσητός, καθὰ καὶ τὸ μεμπτός καὶ ποιητός καὶ τὰ ὅμοια, πάθους ἐστὶ δηλωτικόν. ἴσως δὲ ὥσπερ λαλητὸν ζῷον ὁ ἄνθρωπος ὡς λαλοῦν, οὕτω καὶ νεμεσητὸς Ἀχιλλεὺς ὁ νεμεσῶν. δύναται δὲ καὶ κατὰ πάθος νεμεσητὸς νοηθῆναι ὡς νεμέσεως ἄξιος διὰ τὸ καὶ ἀναίτιον αἰτιάασθαι. Ἰστέον δὲ καὶ ὅτι τὸ «εὖ οἶσθα οἷος ἐκεῖνος» καὶ ἑξῆς ῥηθείη μὲν ἂν περὶ παντὸς αὐθεκάστου τὸ ἦθος καὶ ὀξέος εἰς τὸ μέμφεσθαι, ἢ δὲ ἁπλοϊκῶς εἴρηται πρὸς ἀλήθειαν. πολλοὶ γὰρ τόποι τὸν Ἀχιλλέα δεινὸν ὑπογράφουσιν, ὡς καὶ ὅπου κατὰ τοῦ Πριάμου ἐν τῷ τέλει τῆς τοῦ μεγάλου ωʹ ῥαψῳδίας ἀγριαίνεται. ἢ καὶ ψεύδεται ἴσως ὁ Πάτροκλος ἐπίτηδες, ἵνα ῥᾷον ἀπαλλαγείη τοῦ γέροντος Νέστορος. ἀνατρέπει δὲ ὅμως τὴν τοιαύτην ἔννοιαν τὸ «εὖ οἶσθα». πῶς γὰρ ψεύδεται ὁ εἰδέναι τοῦτο εἰπὼν καὶ τὸν Νέστορα; δεινὸς ἄρα ὄντως ὁ Ἀχιλλεύς. διὸ οὐδʼ ἂν εἴη μεμπτέος ὁ ἁπλοῦς καὶ φιλαλήθης Πάτροκλος τὸ τοῦ ἑταίρου Ἀχιλλέως πάθος οὐκ ἐπικρύπτων, ἀλλὰ πρὸς εὖ εἰδότα λέγων τὸν Νέστορα. Ὅτι ἡ τοῦ Νέστορος ἐνταῦθα πρὸς τὸν Πάτροκλον εἰς βοήθειαν ἐρεθιστικὴ δημηγορία τοιαύτη τίς ἐστι «τί ποτε ὧδʼ Ἀχιλλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν, ὅσσοι δὴ βέλεσι βεβλήαται; οὐδέ τι οἶδε πένθεος ὅσσον ὄρωρε κατὰ στρατόν· οἳ γὰρ ἄριστοι ἐν νηυσὶ κέαται βεβλημένοι οὐτάμενοί τε. βέβληται μὲν ὁ Τυδείδης κρατερὸς Διομήδης, οὔτασται δʼ Ὀδυσεὺς δουρικλυτὸς ἠδʼ Ἀγαμέμνων. τοῦτον δʼ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο, ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεύς, ἐσθλὸς ἐών, Δαναῶν οὐ κήδεται οὐδʼ ἐλεαίρει. ἦ μένει εἰς ὅ κε δή», ἤγουν ἕως, «νῆες θοαὶ ἄγχι θαλάσσης Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται, αὐτοί τε κτεινώμεθα ἐπισχερώ;» Εἶτα συνήθως ὁ γέρων περιαυτολογῶν ἐπάγει πάνυ ἐνδόξως τὸ «οὐ γὰρ ἐμὴ ἴς ἐστιν οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι», μονονουχὶ λέγων, ὡς οὐκ ἂν Ἀχιλλέως ἐδεήθην, ἐὰν ἐγὼ ἡβῶν ἦν. Καὶ εὐθὺς πρὸς πίστωσιν τῆς ἑαυτοῦ ἀρετῆς ἐπάγει «εἴθʼ ὣς ἡβώοιμι. βίη τέ μοι ἔμπεδος εἴη, ὡς ὁπότʼ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη ἀμφὶ βοηλασίῃ, ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάεσκε, ῥύσια ἐλαυνόμενος· ὃ δʼ ἀμύνων ᾗσι βόεσσιν ἔβλητʼ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι, κὰδ δʼ ἔπεσε, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται. ληΐδα δʼ ἐκ πεδίου συνελάσαμεν ἤλιθα πολλήν, πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν, τόσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν, ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα, πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν». Ἐν οἷς ὅρα ὅτι τε λογοειδῶς καὶ σαφῶς τὰ κατὰ τὴν λείαν ἀπαριθμεῖται, καὶ ὡς οὐκ ἂν εἶπέ τις ἄλλως οὐδὲ ἐν λόγῳ πεζῷ, καὶ ὅτι καλλωπίζει διʼ ἐπαναφορᾶς καὶ παρισώσεως ἐν τῷ «τόσα πώεα, τόσα συβόσια, τόσα αἰπόλια», καὶ ὅτι κυριολεκτεῖ, ὡς καὶ ἐν Ὀδυσσείᾳ, ἐν τῷ βοῶν ἀγέλη, οἰῶν πῶϋ, συῶν συβόσια, αἰγῶν αἰπόλια. εἰ δέ τις ἀγέλην εἴπῃ προβάτων ἢ πῶϋ βοῶν ἢ ἄλλην τινὰ ποιήσει ἐπάλλαξιν, οὐ κυριολεκτεῖ. Καὶ ὅτι τὸ συβόσια ἐκτείνει διὰ μέτρον τὴν παραλήγουσαν, ἵνα δακτυλισθῇ ὁ τρίβραχυς πούς. ἄλλως γὰρ μόνον τὸ σῦς ἐκτείνεται, τὰ δὲ μετʼ αὐτὸ πάντα συστέλλεται. Εἶτα ἐπαναλαβὼν ὁ Νέστωρ λέγει καί, ὡς «τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω ἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεύς, οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμόνδε κιόντι. κήρυκες δὲ λίγαινον ἅμʼ ἠοῖ φαινομένῃφι τοὺς ἴμεν», ἤγουν τούτους τοὺς Πυλίους ἐλθεῖν, «οἷσι χρέος ὠφείλετο ἐν Ἤλιδι δίῃ. οἳ δὲ συναγειρόμενοι Πυλίων ἡγήτορες ἄνδρες δαίτρευον· πολέσι γάρ», ἤγουν πολλοῖς, «Ἐπειοὶ χρεῖος ὄφελλον». Ἐφʼ οἷς ὁ ῥήτωρ καταστατικῶς ἀναπαύων τὸν λόγον καὶ ἱστορίαν δὲ παρεμβάλλων ἑτέραν φησὶ «ὣς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν. ἐλθὼν γάρ ῥʼ ἐκάκωσε βίη Ἡρακληείη τῶν προτέρων ἐτέων, κατὰ δʼ ἔκταθεν», ἢ ἔκτανεν, «ὅσσοι ἄριστοι. δώδεκα γὰρ Νηλῆος ἀμύμονες υἱέες ἦμεν. τῶν οἶος λιπόμην, οἳ δʼ ἄλλοι πάντες ὤλοντο. ταῦθʼ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο». Καὶ ὅρα ὡς τὴν τοιαύτην μερίσας ἱστορίαν, καθὰ καὶ ἐν ἄλλαις ποιεῖ, ἐν μὲν τῇ α ῥαψῳδίᾳ παρελάλησεν αὐτὴν ἐν βραχυτάτῳ, ἔνθα δύο γενεὰς μερόπων ἀνθρώπων φθίσθαι εἶπε τῷ Νέστορι, ἐνταῦθα δὲ τὴν ὑπὸ Ἡρακλέους κάκωσιν τῶν Πυλίων σαφῶς ἐξέθετο. οὕτω δὲ καὶ τῶν Ἀκτοριώνων ἐπʼ ὀλίγον ἐνταῦθα μνησθεὶς διὰ τοῦ Νέστορος ἐπὶ πλέον αὐτῶν διὰ τοῦ αὐτοῦ ἐν τοῖς ἑξῆς που μεμνήσεται. καὶ περὶ τοῦ Ἑλληνικοῦ δὲ τείχους φθάσας εἰπεῖν, ἃ εἶπεν, ἐν τῇ ἐφεξῆς ῥαψῳδίᾳ πάλιν ἐρεῖ τὰ δοκοῦντα. καὶ οὕτω μὲν καὶ τοῦτο. Ἐχόμενος δʼ ὁ Νέστωρ τῆς τῶν ἐφεξῆς διηγήσεώς φησι «ἐκ δʼ ὁ γέρων», ἤγουν ὁ Νηλεύς, «ἀγέλην τε βοῶν καὶ πῶϋ μέγα οἰῶν εἵλετο κρινάμενος». καὶ ἐφερμηνεύων, τί τὸ μέγα πῶϋ, φησί «τριηκόσιʼ ἠδὲ νομῆας», ἵνα ἡ τῶν βοῶν ἄρτι ἀγέλη καὶ τὸ πῶϋ ἀνὰ ἑκατὸν πεντήκοντα ἔχωσι ζῷα, καὶ μὴ μόνα πεντήκοντα, ὥς που ἀλλαχοῦ εὑρίσκεται. καὶ νῦν μὲν ἠρκέσθη μέγα εἰπὼν προσθέμενος καὶ αἰτίαν τὸ ἐποφείλεσθαι τῷ Νηλεῖ χρεῖος μέγα ἐν Ἤλιδι δίῃ, μετʼ ὀλίγα δὲ λέγει, ὡς ἐξέλετο ἄσπετα πολλά, μεγεθύνας ἐπὶ πλέον τὸ πρᾶγμα. Διευκρινῶν δὲ καὶ τί τὸ μέγα χρέος, φησὶ «τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν ἐλθόντες μετʼ ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον θεύσεσθαι· τοὺς δʼ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας κάσχεθεν», ὅ ἐστι κατέσχε, «τὸν δʼ ἐλατῆρʼ ἀφίει ἀκαχήμενον ἵππων». Τούτοις δὲ ὁ ῥήτωρ ἐπιτιθεὶς κεφαλαιωτικὴν κορωνίδα καὶ συμπληρωτικήν, μεθʼ ἣν ἐποίσει τὰ ἐφεξῆς τοῦ διηγήματος, λέγει «τῶν», ἤγουν τούτων, «ὁ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων ἐξέλετʼ ἄσπετα πολλά· τὰ δʼ ἄλλα ἐς δῆμον ἔδωκε δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης», τουτέστι μηδεὶς ἀπέλθοι στερούμενος τῆς ἰσομοιρίας, ἧς ὡς μάλιστα ἐκήδοντο οἱ παλαιοὶ διὰ τὸ ἐν ἰσότητι δίκαιον. Καὶ «ἡμεῖς μὲν τά», ἤγουν ταῦτα, «ἕκαστα διείπομεν ἀμφί τε ἄστυ ἕρδομεν ἱρὰ θεοῖς. οἳ δὲ τρίτῳ ἤματι πάντες ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι πασσυδίῃ· μετὰ δέ σφι Μολίονε θωρήσσοντο, παῖδε ἔτι ἐόντε, οὔπω μάλα εἰδότε θούριδος ἀλκῆς. ἔστι δέ τις Θρυόεσσα πόλις, αἰπεῖα κολώνη, τηλοῦ ἐπʼ Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος. τήν», ἤγουν ταύτην τῶν Πυλίων οὖσαν, «ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες. ἡμῖν δὲ Ἀθήνη ἄγγελος ἦλθε θέουσα» θωρήσσεσθαι, ἔννυχος, οὐδὲ ἀέκοντα τὸν κατὰ Πύλον λαὸν ἄγειρεν, «ἀλλὰ μάλα ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς εἴα θωρήσσεσθαι, ἀπέκρυψε δέ μοι ἵππους. οὐ γάρ πώ τί μʼ ἔφη ἴδμεν», ἤγουν εἰδέναι, «πολεμήϊα ἔργα. ἀλλὰ καὶ ὣς ἱππεῦσι μετέπρεπον ἡμετέροισι καὶ πεζός περ ἐών, ἐπεὶ ὣς ἄγε νεῖκος Ἀθήνη. ἔστι δέ τις ποταμὸς Μινυήϊος, εἰς ἅλα βάλλων ἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν ἠῶ δῖαν ἱππῆες Πυλίων, τὰ δʼ ἐπέρρεεν ἔθνεα πεζῶν. ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες, ἔνδιοι ἱκόμεσθα ἱερὸν ῥόον Ἀλφειοῖο». ἔνθα Διῒ καὶ Ἀλφειῷ καὶ Ποσειδάωνι καὶ Ἀθηνᾷ ῥέξαντες «ἱερὰ καλά», ἤγουν βοῦν μὲν ἀγελαίην τῇ Ἀθηνᾷ, ταῦρον δὲ Ποσειδῶνι, ταῦρον δὲ Διῒ καὶ Ἀλφειῷ, «δόρπον ἔπειθʼ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι, καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος ἀμφὶ ῥοὰς ποταμοῖο». καὶ οἱ μὲν Ἐπειοὶ ἀμφίσταντο «ἄστυ διαπραθέειν μεμαῶτες· ἀλλά σφιν προπάροιθε φάνη μέγα ἔργον Ἄρηος. εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης, συμφερόμεσθα μάχῃ». πολέμου δὲ κροτηθέντος «πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισα δὲ μώνυχας ἵππους, Μούλιον αἰχμητήν, γαμβρὸς δʼ ἦν Αὐγείαο», ὃς δηλαδὴ τοὺς τοῦ Νηλέως ἵππους ἀφείλετο. Παρεισάγων δὲ διὰ πολυμάθειαν τῷ λόγῳ καὶ ἑτέραν ἱστορίαν ἐπιφέρει «πρεσβυτάτην δὲ θύγατρʼ εἶχε ξανθὴν Ἀγαμήδην, ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών». Μεθʼ ὃ πάλιν τῆς τοῦ διηγήματος ἀκολουθίας γενόμενός φησιν ἐπαναληπτικῶς «τὸν μὲν ἐγὼ προσιόντα βάλον δουρί», προαρπάσας δηλαδὴ τὴν βολὴν κατὰ σπουδήν, «ἤριπε δʼ ἐν κονίῃσιν. ἐγὼ δʼ ἐς δίφρον ὀρούσας», ἤδη γὰρ καὶ ἱππότης ἦν ἐκ πεζοῦ, «ἔστην μετὰ προμάχοισιν, ἀτὰρ μεγάθυμοι Ἐπειοὶ ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα ἡγεμόνα ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι. αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος, πεντήκοντα δʼ ἕλον δίφρους, δύω δʼ ἀμφὶς ἕκαστον φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες. καὶ νύ κεν Ἀκτορίωνε Μολίονε παῖδε ἀλάπαξα, εἰ μή σφωε πατήρ» Ποσειδῶν «ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ. ἔνθα θεὸς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε. τόφρα γὰρ οὖν ἑπόμεσθα διʼ ἀσπιδέος πεδίοιο κτείνοντές τʼ αὐτοὺς ἀνά τʼ ἔντεα καλὰ λέγοντες, ὄφρʼ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους, πέτρης τʼ Ὠλενίης καὶ Ἀλεισίου ἔνθα κολώνη κέκληται. ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη». ὃ διασαφῶν ἐπιφέρει «ἔνθʼ ἄνδρα κτείνας πύματον λίπον». Εἶτα τὸ αὐτὸ σαφέστερον ἐφερμηνεύων φησὶν «αὐτὰρ Ἀχαιοὶ ἂψ ἀπὸ Βουπρασίου» εἰς Πύλον ἐχώρουν. «πάντες δʼ εὐχετόωντο θεῶν Διῒ Νέστορί τʼ ἀνδρῶν», ὅπερ σαφὴς ἑρμηνεία τοῦ καὶ ἰσόθεον φῶτα τὸν Νέστορα εἶναι. Στήσας δὲ ὁ Νέστωρ ἐνταῦθα τὸ διήγημα καὶ συμπληρώσας πάνυ γοργῶς ἐν τῷ «ὣς ἔον εἴ ποτʼ ἔην γε μετʼ ἀνδράσιν», μηχανᾶται λοιπὸν λαλεῖν τὰ εἰς πειθὼ τοῦ Πατρόκλου. Καὶ πρῶτον εἰπὼν ὅτι «αὐτὰρ Ἀχιλλεὺς οἶος τῆς ἀρετῆς ἀπονήσεται», καὶ ὅτι αὐτὸν «ὀΐω πολλὰ μετακλαύσεσθαι, ἐπεί κʼ ἀπὸ λαὸς ὄληται», λέγει «ὦ πέπον, ἦ μὲν σοί γε Μενοίτιος ὧδʼ ἐπέτελλεν ἤματι τῷ, ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπεν, νῶϊ δέ», ἤγουν ἡμεῖς, «ἔνδον ἐόντες, ἐγὼ καὶ δῖος Ὀδυσσεύς, πάντα μάλα ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε. Πηλῆος δʼ ἱκόμεσθα δόμους λαὸν ἀγείροντες κατʼ Ἀχαιΐδα πουλυβότειραν», ἢ «καλλιγύναικα», ὃ δὴ καὶ Ἡσίοδος τῇ Εὐβοϊκῇ Χαλκίδι ἐπέθετο, καὶ Νυμφόδωρος, φασί, Τενέδῳ τῇ Τρωϊκῇ νήσῳ, καλλιγύναικας αὐτὰς εἰπόντες. Ἔνθα «ἥρωα Μενοίτιον εὕρομεν ἔνδον» καὶ σὲ καὶ Ἀχιλλέα. Πηλεὺς δὲ πίονα μηρίʼ ἔκηε βοὸς τῷ Διῒ «αὐλῆς ἐν χόρτῳ. ἔχε δὲ χρύσειον ἄλεισον, σπένδων αἴθοπα οἶνον ἐπʼ αἰθομένοις ἱεροῖς. σφῶϊ μέν», ἤγουν ὑμεῖς, σύ τε καὶ ὁ Ἀχιλλεύς, «ἀμφὶ βοὸς ἕπετον κρέα. νῶϊ δʼ ἔπειτα», ἤγουν ἡμεῖς, «στῆμεν ἐνὶ προθύροισι, ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεύς, ἐς δʼ ἄγε χειρὸς ἑλὼν κατὰ δʼ ἑδριάασθαι ἄνωγε, ξείνιά τε παρέθηκεν ἅ τε ξείνοις θέμις ἐστίν. αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος, ἦρχον ἐγὼ μύθοιο κελεύων ὑμᾶς ἕπεσθαι. σφὼ δὲ μάλα ἠθέλετον, οἳ δʼ ἄμφω πόλλʼ ἐπέτελλον. Πηλεὺς μὲν ἐπέτελλʼ Ἀχιλλῆϊ αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων», σοὶ δὲ ὁ πατὴρ ἐπέτελλε Μενοίτιος «τέκνον ἐμόν, γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς, πρεσβύτερος δὲ σύ ἐσσι, βίῃ δʼ ὅ γε πολλὸν ἀμείνων. ἀλλʼ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδʼ ὑποθέσθαι», ἢ ἠδʼ ἐπακοῦσαι, «καί οἱ σημαίνειν, ὃ δὲ πείσεται εἰς ἀγαθόν περ. ὣς ἐπέτελλʼ ὁ γέρων, σὺ δὲ λήθεαι. ἀλλʼ ἔτι καὶ νῦν ταῦτʼ εἴποις Ἀχιληῒ δαΐφρονι, αἴ κε πίθηται. τίς δʼ οἶδεν, εἴ οἱ σὺν δαίμονι θυμὸν ὀρίνῃς παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου». Ταῦτα εἰπὼν διὰ τοῦ Νέστορος ὁ ποιητὴς καὶ μὴ θέλων ἐλέγξαι καὶ τὴν τούτου ῥητορικήν, οὔπω γὰρ ἐξαγαγεῖν εἰς μάχην ἐθέλει τὸν Ἀχιλλέα, ποιεῖ τὸν Νέστορα συμβουλεύοντα τὸ ἄλλως ἀγαθὸν τοῖς Ἀχαιοῖς, προαναφωνῶν ἅμα καὶ τὰ ἐφεξῆς τῆς μάχης. Φησὶ γοῦν ὁ γέρων «εἰ δέ τινα φρεσὶν ᾗσιν», ἤγουν ἰδίαις, «θεοπροπίην ἀλεείνει, ἀλλὰ σέ περ προέτω, ἅμα δʼ ἄλλος λαὸς ἑπέσθω Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένοισθε», ἢ γένηαι. «καί τοι τεύχεα καλὰ δότω πόλεμόνδε φέρεσθαι, αἴ κέ σε τῷ ἴσκοντες», ἤγουν εἴ πως εἰκάζοντές σε αὐτῷ, «ἀπόσχωνται πολέμοιο Τρῶες, ἀναπνεύσωσι δʼ Ἀχαιοὶ τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο. ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηῶτας ἄνδρας ἀϋτῇ ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων». Καὶ τοιαῦτα μέν τινα τὰ τῆς λαλιᾶς τοῦ γέροντος πρὸς Πάτροκλον. οἷα δʼ ὡς ἐν μέρει τὰ κατʼ αὐτὴν αὐτίκα νῦν δηλωθήσεται. Καὶ πρῶτον ἐκεῖνο ἰστέον, ὅτι δίχα τῶν ἐν τῷ μέσῳ πολυσχημόνων ἱστοριῶν καὶ τοπογραφιῶν καὶ λοιπῆς ποικιλίας, διʼ ἧς τὸ ἀφηγηματικὸν ἀνορθοῦται ὕπτιον, ἔχει καὶ νοήματα πολλὰ ἡ Ὁμηρικὴ αὕτη λαλιά, οἷς οἱ πρὸς τὸν Ἀχιλλέα σταλέντες πρέσβεις οὐδʼ ὅλως ἐχρήσαντο. οὐκ ὀλίγα δὲ ταύτῃ ἔγκεινται καὶ ὧν ἐκεῖνοι πρὸς τὸν Ἀχιλλέα ἐλάλησαν, ἐν παραφράσει μέντοι καὶ ἑτεροίαις τισὶ μεθόδοις καὶ σχήμασιν. Οἷον Ὀδυσσεὺς μὲν ἔλεγεν ἀπειλεῖσθαι τὸν Ἕκτορα κατακαύσειν τὰς τῶν Ἀχαιῶν νῆας, Νέστωρ δὲ ἀπορεῖ, ἐὰν ὁ Ἀχιλλεὺς μένῃ ἕως ἂν θοαὶ νῆες ἄγχι θαλάσσης καίωνται. καὶ ἐκεῖ ἀορίστως τείρεσθαι πολέμῳ οἱ τῶν Ἀχαιῶν υἱοὶ λέγονται, Νέστωρ δὲ ἐξ ὀνόματος καταλέγει τοὺς ἀρίστους, τοὺς μὲν οὐτάσθαι λέγων, τοὺς δὲ βεβλῆσθαι, ἀναμιμνήσκει τε καὶ αὐτὸς ὁμοίως τῷ Ὀδυσσεῖ παραινέσεων πατρικῶν, πλὴν ὅσον ἐπιτρέχει μὲν τὰ περὶ τὸν Ἀχιλλέα, πλατύτερον δὲ φράζει πρὸς ἀληθείας ἔνδειξιν τοὺς πρὸς Πάτροκλον πατρικοὺς λόγους. ἔνθα προστίθησι καὶ καιρὸν καὶ τόπον καὶ σχῆμα τιμῆς καὶ εἶδος ἱερείου καὶ ποτηρίου, ἐν ᾧ δηλαδὴ τόπῳ καὶ ὅτε καιροῦ καὶ ὧν τότε χρησιμευόντων αἱ παραινέσεις ἐγένοντο. προβάλλεται δὲ καί, ὥσπερ ἐκεῖ ὁ Αἴας τὸ ὑπωρόφιον, οὕτω καὶ ὁ Νέστωρ ὧδε πρὸς τῇ διὰ χειρὸς δεξιώσει καὶ τὴν ξενίαν οὐχʼ ἁπλῶς γενομένην, ἀλλʼ οἷον ἔνορκον καὶ ἐπὶ μάρτυρι θεῷ. ἐν θυσίας γὰρ καιρῷ. καὶ ξενίων δὲ ἀναμιμνήσκει κατὰ θέμιν γενομένων, μονονουχὶ λέγων εἴς τε Θέμιν εἴς τε Δία ξένιον τούτους ἁμαρτεῖν, εἰ περιορῶσι τοὺς ξένους. καὶ ὁ μὲν Αἴας ἐκεῖ νηλεῆ λέγει τὸν Ἀχιλλέα, ὁ δὲ Νέστωρ ἐνταῦθά φησιν, ὡς ἐσθλὸς ἐὼν Ἀχιλλεὺς οὐκ ἐλεαίρει Δαναούς. τὸ δὲ μὴ ἐλεαίρειν ἀνηλεοῦς ἐστι. ἔτι ὁ Νέστωρ καὶ κατὰ τὸν ἐκεῖ Φοίνικα διήγημα ἐνταῦθα κατατείνει μακρὸν σεμνότερον ἤπερ ἐκεῖνος. ὁ μὲν γὰρ ἀνδραγαθίαν Μελεάγρου ἐξέθετο, ὁ Νέστωρ δὲ συνήθως οἰκεῖον ἀνδραγάθημα περιηγεῖται, ἐν ᾧ λέγει καὶ ὅτι παρὰ γνώμην τοῦ οἰκείου πατρὸς ἠρίστευσεν, ὡς ἂν καταιδέσῃ τὸν Ἀχιλλέα διὰ τοῦ διηγήματος, εἴπερ αὐτὸς μὲν τοῦ πατρὸς Πηλέως ἀκούσας κελεύοντος αἰὲν ἀριστεύειν ἀπειθεῖ, Νέστωρ δὲ καὶ τοῦ πατρὸς κωλύσαντος ἀνδραγαθεῖ. Ἅμα δὲ καὶ βούλεται ὁ δεινὸς ῥήτωρ πλαγίως πως ἐμφῆναι χρῆναι τὸν Πάτροκλον βοηθῆσαι τοῖς ὁμοφύλοις, κἂν ὁ Ἀχιλλεὺς μὴ ἐᾷ. κἀγὼ γάρ, φησίν, οὕτω πεποίηκα τὸν πατέρα λαθὼν καὶ ἄκοντος ἐκείνου ἀνδραγαθήσας ἰσόθεος ἔδοξα μετὰ τὸν Δία τιμώμενος. Τὸ δὲ ἐγγὺς νηῶν καὶ τείχεος αὖλιν θέσθαι τοὺς Τρῶας, ὡς ἐν ταῖς Λιταῖς ἐρρέθη, καὶ τὸν Ἕκτορα δὲ σεύεσθαι νῆας ἐμπρήσειν μαλεροῦ πυρός, καὶ αὐτὰ νῦν ὑπελάλησεν ὁ Νέστωρ πάντα ἐν τῷ «νῆες πυρὸς θέρωνται». ἐκεῖνο δὲ ἐνταυθοῖ, ὡς καὶ προερρέθη, ἐνδοξότατον, τὸ εἰπεῖν ὡς, εἴπερ ἡβῶν αὐτὸς ἦν, οὐκ ἂν τοιαῦτα ἐγένετο. Ὅλως δὲ θαύματος ἀξία ἡ τοῦ γέροντος ὁμιλία, διʼ ἧς οὕτω κατεπᾴδει τοῦ καλοῦ καὶ ἐνηέος Πατρόκλου, ὡς διʼ αὐτοῦ ἀνῦσαι τὴν μεγίστην ἐπικουρίαν τοῖς Ἀχαιοῖς. Ἐχρῆν μὲν οὖν συνεκπεμφθῆναι τὸν Νέστορα τοῖς πρὸ τούτων πρέσβεσιν, οὐκ ἐποίησε δὲ τοῦτο ἡ Ὁμηρικὴ Μοῦσα, ὡς ἂν ἐπὶ μᾶλλον αὐξήσῃ τὴν τοῦ Νέστορος σοφίαν, ὃς νῦν καὶ μόνος καὶ μηδὲ ἀμέσως ὁμιλήσας τῷ Ἀχιλλεῖ καὶ μηδὲ εἰδότος τινὸς τὴν ἀπʼ αὐτοῦ συμμαχίαν βραβεύσει τοῖς Ἀχαιοῖς. εἰ δὲ τότε συνεπρέσβευσε, μὴ πείσας μὲν ἠλέγχετο μὴ σοφὸς ὤν, πείσας δὲ οὐκ ἂν μέγα τι ἐδόκει ποιῆσαι τά τε ἄλλα καὶ διὰ τὴν αὐτοπρόσωπον ὁμιλίαν καὶ ὅτι μηδὲ μόνος ἦν. Τὸ δὲ «τί ποτε Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν» ἐνδείκνυται μὲν καὶ σύνεσιν τοῦ Νέστορος, οὕτω στοχασαμένου πρὸς ἀλήθειαν τοῦ κατὰ τὸν Ἀχιλλέα ἤθους, ὃς οἰκτισάμενος τοὺς Ἀχαιοὺς ἐξέστειλε τὸν Πάτροκλον. Δηλοῖ δὲ καὶ μηδέν τι πρὸς τὴν ὄψιν εἶναι τοῖς λυπουμένοις τὰ ἄλλα. μονονουχὶ γὰρ νοῶν καὶ ὁ Νέστωρ κατὰ τὸν Τραγῳδόν, ὅτι τῶν πεπραγμένων «τὰ μὲν ἄλγιστʼ ἄπεστιν, ἡ γὰρ ὄψις οὐ πάρα», λέγει, ὅτι τί ποτε ὀλοφύρεται ἡμᾶς ὁ ἥρως, ἐφʼ οἷς οὐκ οἶδε τί πεπόνθαμεν, οἷα μηδὲ αὐτοψεὶ θεασάμενος. Ἐνταῦθα δὲ τὸ Ἀχιλλεύς καὶ Ἀχαιῶν παρηχοῦσι κατὰ τὴν ἀρκτικὴν προφοράν, ἐγγυτάτω παρακείμενα. Τοῦ δὲ ὀλοφύρεσθαι διασαφητικὸν τὸ «πένθεος ὅσσον ὄρωρε». δῆλον γὰρ ἐντεῦθεν, ὡς ὀλοφύρεσθαι τὸ πενθεῖν εἶπε. Φανερὸν δʼ ὅτι καθὰ ταὐτὸν εἰπεῖν μέγα κλέος καὶ μέγα κλέους, ὡσαύτως καὶ μεγάλη δόξα καὶ μέγα δόξης Ἀττικῶς, οὕτω καὶ μέγα πένθος καὶ μέγα πένθεος. Τὸ δὲ «βελέεσσι βεβλήαται» τρόπος μέν ἐστιν ἐτυμολογικός, ἀπαρατηρήτως δὲ καὶ αὐτὸ εἴρηται καὶ γενικώτερον. τὸ μέντοι ἀκριβὲς καὶ εἰδικὸν κατωτέρω κεῖται ἐν τῷ «βεβλημένοι οὐτάμενοί τε», καὶ «βέβληται μὲν ὁ δεῖνα, οὔτασται δὲ ὁ δεῖνα», καὶ ἐν τῷ «ἰῷ ἀπὸ νευρῆς βεβλημένον», περὶ οὗ προδεδήλωται ὡς ἐκ περισσοῦ ἔχει τὸ «ἀπὸ νευρῆς». Τὸ δὲ «πένθεος» ἢ μετὰ τοῦ οἶδε συντάσσεται, ἵνα λέγῃ συνήθως ὅτι οὐκ οἶδεν, ἤτοι εἴδησιν ἔχει, πένθεος, ἢ μετὰ τοῦ ὅσσον, ἵνα ᾖ, ὅτι οὐκ οἶδεν ὅσον τι μέρος πένθους ὄρωρε κατὰ στρατόν. Καὶ ὅρα τὸ «κατὰ στρατόν». οὐ γὰρ ἰδικόν τι τὸ πένθος ἀλλὰ κοινόν. Τὸ δὲ «ὅσον πένθεος», καὶ «οἱ γὰρ ἄριστοι» καὶ ἑξῆς, παιδεύει χρῆναι τοὺς πολλοὺς πενθεῖν ἐπὶ ταῖς τῶν ἀρίστων δυσπραγίαις. Τὸ δὲ βεβλῆσθαι καὶ τὸ οὐτάσθαι ὡς διαφέρουσιν, ἀδόλεσχος ἂν ἀνὴρ ἐπὶ πλέον εἰσέτι δηλώσειεν. Τὸ δὲ «ὁ Τυδείδης» ἐνδιάθετόν τι δηλοῖ κατʼ ἐξοχὴν καὶ διὰ τοῦ ἄρθρου. ἤδη γὰρ ὁ μέγας Νέστωρ προσπαθῶς ἔχει τῷ ἥρωϊ διὰ τὰ φθάσαντα. Ἐν δὲ τῷ «ἠδʼ Ἀγαμέμνων» ὅρα τὴν τοῦ Νέστορος δεξιότητα. Διομήδην γὰρ καὶ Ὀδυσσέα ἐπιθέτοις σεμνύνας τὸν βασιλέα ψιλῶς προάγει, ὡς ἐχθρὸν τῷ Ἀχιλλεῖ, ὃς ἐν καρὸς αἴσῃ ἐκεῖνον ἐτίμα τὸν μάλα τῷ Πατρόκλῳ φίλτατον. Ἐν δὲ τῷ «τοῦτον δʼ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο» ὑποδιαστολὴ ἀναγκαίως κεῖται μετὰ τὸ ἐγώ, ἵνα κἂν γοῦν οὕτω νοηθείη ἀντὶ τοῦ νεωστὶ ἤγαγον, οὐ μὴν τοῦτον ἄλλον νέον, ἤγουν ἡβῶντα, ἀκμάζοντα. Τὸ δὲ «ἐσθλὸς ἐών» ἀναγκαίως ὡς οἷά τι λῆμμα ὑπόκειται. εἰ μὲν γὰρ κακὸς ἦν, εἶχεν ἂν ἐπʼ αὐτῷ λόγον τὸ ἀνηλεές. ἐπεὶ δὲ ἐσθλός ἐστιν, οὐκ εὖ ποιεῖ μὴ ἐλεῶν. Τὸ δὲ «οὐ κήδεται οὐδʼ ἐλεαίρει» πρὸς ἀκρίβειαν ἐννοίας πέφρασται. τὸ γὰρ κήδεται σημαίνει ποτὲ καὶ τὸ βλάπτεται, προσκειμένου δὲ τοῦ «οὐδὲ ἐλεαίρει» φανερῶς τὸ φροντίζειν ἡ λέξις δηλοῖ. Καὶ ἄλλως δὲ εἰπεῖν, καθολικώτερον τοῦ ἐλεαίρειν τὸ κήδεσθαι. κήδεται μὲν γὰρ ὁ ἐλεῶν, οὐ μὴν ἐξ ἀνάγκης καὶ ἀνάπαλιν. ἔλεος γάρ ἐστι τῶν ἐν κακοῖς, κηδόμεθα δὲ οὐ μόνον τῶν ἐν συμφοραῖς, ἀλλὰ καὶ τῶν ἄλλως κηδίστων ἡμῖν. αὐτὸ δὲ τὸ «ἐσθλὸς ἐὼν οὐ κήδεται οὐδʼ ἐλεεῖ» παιδεύει χρῆναι τοὺς ἐσθλοὺς ὠφελητικοὺς εἶναι, ὡς καὶ προσεχῶς ἐρρέθη, ἵνα συλλογίζηται ὁ γέρων οὕτως· ἀνδρῶν ἐσθλῶν ἐστι τὸ κήδεσθαι καὶ ἐλεεῖν, ἐσθλὸς δὲ ὁ Ἀχιλλεύς. ὀφείλει ἄρα κήδεσθαι καὶ ἐλεεῖν. μάλιστα δὲ πρὸς τὸ νῦν προκείμενον οὕτω· οἱ ἐσθλοὶ κήδονται καὶ ἐλεοῦσιν. Ἀχιλλεὺς δὲ οὐ κήδεται οὐδὲ ἐλεεῖ. οὔκουν οὐδὲ ἐσθλός ἐστι. Τὸ δὲ «ἄγχι θαλάσσης» τὸ τοῦ πυρὸς ὑπογράφει λαῦρον, οἷα τοσοῦτον βοροῦ ὄντος, ὡς μὴ μόνον περὶ τὸ τεῖχος ἀλλὰ καὶ ἄγχι θαλάσσης ἐπινεμήσεσθαι τὰς νῆας. Τὸ δὲ «Ἀργείων ἀέκητι» πρὸς διαστολὴν ἑτεροίου πυρὸς εἴρηται, ὁποῖα τὰ ἑκουσίως αὐτοῖς ἀναπτόμενα καὶ θέροντα μὴ πρὸς ὄλεθρον. Τὸ δὲ «πυρὸς δηΐου» διαστέλλει κἀνταῦθα τὸ μάχιμον πῦρ τοῦ ἄλλως ἐξ ἐπιβουλῆς. Τὸ δὲ «πυρός», ἤγουν διὰ πυρὸς θέρωνται, ὅ ἐστιν καίωνται, ἀπὸ τοῦ παρακολουθοῦντος αὐτὸ τὸ πρᾶγμα δηλοῖ εὐφημότερον. τοῖς γὰρ καιομένοις ἕπεται τὸ πολλῷ πρότερον θέρεσθαι. πρὸς ὁμοιότητα δὲ τούτου ἔγραψε καὶ ὁ εἰπὼν «πυρώσω πόλιν», ἤτοι καύσω. τοιούτου δὲ παρακολουθητικοῦ δηλαδὴ τρόπου καὶ τὸ «κάπνισάν τε κατὰ κλισίας» ἤγουν ἀνῆψαν πῦρ. Καὶ ἄλλως δέ, τὸ πυρὸς θέρωνται διαστολὴν ἔχει πρὸς τὸ θέρεσθαι ἄλλως, οἷον ἢ πυρὸς μὴ δηΐου ἀλλά, ὡς εἰκός, πανηγυρικοῦ, ἢ διὰ ἡλίου καυσοῦντος, ὅθεν καὶ τὸ εἱληθερεῖσθαι, καὶ ὕδωρ δὲ εἱληθερές. Τὸ δὲ «κτεινώμεθα» βαθύτερόν τι τοῦ φαινομένου νοεῖ. οὐ γὰρ μόνον ἑαυτὸν ὁ Νέστωρ συμπεριλαμβάνει τοῖς θανουμένοις, περιπαθέστερον, ὃν ἔδει φιλεῖσθαι ὡς ξεῖνον, καθὰ δεδήλωται, ἀλλὰ καὶ αὐτὸν συμπεριείληφε τὸν Πάτροκλον, ἤδη δὲ καὶ τοὺς Μυρμιδόνας. καὶ λεληθότως παραδηλοῖ, ὡς οὐ δυνατὸν τῶν Ἀχαιῶν παθόντων, ἃ βούλεται ὁ Ἀχιλλεύς, μὴ κακῶς καὶ τοὺς Μυρμιδόνας παθεῖν καί που καὶ αὐτὸν τὸν Ἀχιλλέα. διὸ ἔφη καὶ οἴεσθαι τὸν Ἀχιλλέα πολλὰ μετακλαύσεσθαι ἀπολομένου τοῦ λαοῦ. Τὸ δὲ «ἐπισχερώ» ὀξυτονεῖται μὲν ὁμοίως τῷ ἰώ, σημαίνει δὲ τὸ κατὰ τάξιν καί, ὡς εἰπεῖν, ἐχομένως καὶ ἐφεξῆς καὶ συναπτῶς καὶ συνεχῶς. ὡς γὰρ ἐκ τῆς ἐπι προθέσεως καὶ τοῦ ἔχω καὶ ἕξω γίνεται τὸ συνεχῶς καὶ τὸ ἐφεξῆς, οὕτως ἐκ τῆς αὐτῆς προθέσεως καὶ τοῦ σχέω σχῶ σύγκειται τὸ ἐπισχερώ, ποιητικὴ λέξις, κειμένη καὶ ἐν Ὀδυσσείᾳ καὶ παρὰ Θεοκρίτῳ καὶ ἑτέροις. Ἴς δὲ ἰνός ἡ δύναμις μεταφορικῶς, κυρίως γὰρ ἐπὶ νεύρων ἡ λέξις τίθεται καὶ ἐπὶ νευρωδῶν. ἰνίον γοῦν λέγεται νεῦρον ὄπισθεν τοῦ τραχήλου τεῖνον, καθῆκον ἀπὸ κεφαλῆς εἰς αὐχένα. οὕτω δὲ κατὰ μεταφορὰν καὶ ἰνᾶσθαι παρὰ Αἰλίῳ Διονυσίῳ τὸ καθαίρεσθαι καὶ ἐκκενοῦσθαι, καὶ ὑπέρινος ὁ ὑπερκεκαθαρμένος διὰ τὸ κατὰ οἷον ἶνας λεπτύνεσθαι. λέγονται δέ που καὶ αἵματος ἶνες κατά τινα ὁμοιότητα. ὁ μέντοι ἴννος ἕτερος ἴσως ὢν παρὰ τὸν Ἀριστοτελικὸν γίννον, ἄδηλον εἰ ἐκ τοιούτου τινὸς γίνεται. Τοῦτο δὲ μόνον οἴδαμεν περὶ αὐτοῦ ἔκ τινος παλαιοῦ, εἰπόντος ὅτι ἴννος ὁ ἐξ ἡμιόνου καὶ θηλείας ἵππου, προστίθησι δὲ ἐκεῖνος καὶ ὅτι ζῇ δὲ ἡμίονος πεντήκοντα ἔτη. ὅτι δὲ Ἲς καὶ ὄνομά ἐστι ποταμοῦ, ὡς καὶ Ἡρόδοτος οἶδε καί τις δὲ Φύλαξ ἱστορικός, παρεσημειώσαντο οἱ Τεχνικοί. Τὸ δὲ «γναμπτοῖσι μέλεσσι» κατʼ ἀκολουθίαν εἴρηται τῆς ἰνός. κατὰ ἶνας γὰρ καμπτομένων ἡ ζωϊκὴ ἐνέργεια δείκνυται. τὸ δέ γε ἐν μέλεσι τετανὸν ἀπρακτεῖν τὸ ζῷον ποιεῖ, ὡς καὶ ὁ ἐν Ὀδυσσείᾳ μακρὰ κολυμβήσας Ὀδυσσεὺς ὑποδηλοῖ. καὶ ἄλλως δὲ εἰπεῖν, γναμπτὰ μέλη τὰ τῶν ζώντων λέγει, τὰ γὰρ τῶν τεθνεώτων οὐ κάμπτεται. Τὸ δὲ θέλειν ἡβᾶν, φύσει ὂν αἱρετόν, σύνηθες βούλημά ἐστι καὶ τῷ γηραιῷ Νέστορι, ὡς καὶ ἐν τῇ τοῦ Αἴαντος καὶ Ἕκτορος μονομαχίᾳ δεδήλωται. Τὸ δὲ «βίη τέ μοι ἔμπεδος εἴη» πρὸς ἀκρίβειαν ἐννοίας πρόσκειται. οὐ γὰρ ἀρκεῖ τῷ γέροντι μόνον ἡβῆσαι, εἰ μὴ καὶ τὴν παλαιὰν ἐκείνην ἀναλήψεται νεοτήσιον βίαν. οὐδὲ γὰρ οὐδὲ τῷ Τιθωνῷ ᾑρέθη ἂν εἰς ἥβην ἀνακάμψαι, εἰ μὴ καὶ ἐνδύναμος εἶναι ἤμελλε. Τὸ δὲ ἡμῖν ἐν τῷ «Ἠλείοις καὶ ἡμῖν νεῖκος ἐτύχθη», ἀναφορικῶς εἴρηται ἀντὶ τοῦ Ἠλείοις καὶ τοῖς τότε Πυλίοις. οὐ γὰρ ἔφθασεν ὄνομα εἰπεῖν ὁ ποιητής, πρὸς ὃ ἐπήγαγε τὸ ἡμῖν. ἄλλως δὲ καὶ σεμνόν τι ὁ λόγος ἔχει καὶ ὑπεροχικόν, εἰ μόνος ὁ Νέστωρ ἐν ἑαυτῷ τοὺς ὅλους Πυλίους διαδείκνυσιν. Ὅτι δὲ οἱ Ἠλεῖοι καὶ Ἐπειοὶ λέγονται ὥσπερ καὶ οἱ Πύλιοι Ἀχαιοί, ἐν τοῖς προσεχῶς προγραφεῖσι δεδήλωται. πόθεν δὲ παρῆκται τὰ τοιαῦτα ὀνόματα, εἴρηται ἀλλαχοῦ. Τὸ δὲ «ἀμφὶ βοηλασίῃ» ἔχει μὲν τὴν ἀμφι πρόθεσιν δοτικῇ συνταχθεῖσαν συνήθως τῷ ποιητῇ, καὶ εἴληπται ἀντὶ τοῦ «περὶ βοηλασίης», δηλοῖ δὲ ἀπὸ μέρους καὶ ἑτέρων ζῴων ἀπέλασιν κατὰ τὸ Ὁμηρικὸν ἐδάφιον. διάλυσις δέ που ἦν βοηλασίας τὸ «οὐ γὰρ πώποτʼ ἐμὰς βοῦς ἤλασαν», ὅθεν ἡ βοηλασία σύγκειται. καιρία δὲ λέξις καὶ ἐν τοιούτοις ἡ ἀπέλασις. διὸ προϊών φησιν «ῥύσια ἐλαυνόμενος», καὶ ληΐδα συνηλάσαμεν, καὶ «τὰ μὲν ἠλασάμεθα εἰς Πύλον», ἐκ τούτων δὲ καὶ ὁ ἡνίοχος ἐλατήρ. Ἔνθα ὅρα ὡς, εἰ καὶ ἐλάσαι οὐ μόνον τὸ ἡνιοχῆσαι, ἀλλὰ σὺν ἄλλοις καὶ τὸ χαλκεῦσαι σίδηρον καὶ τὸ ἐκτεῖναι τεῖχος καὶ τὸ ληΐσασθαι, ὅμως ἐλατὴρ ὁ ἡνίοχος μόνος καὶ οὐδὲν ἄλλο παρά γε τῷ ποιητῇ. ὁ δέ γε Κωμικὸς καί τι πέμματος εἶδος οἶδε τὸν ἐλατῆρα, ὡς ἐν τοῖς Ἰππεῦσι δηλοῖ, αἰνιττόμενος ἐκεῖ δύνασθαι τὴν λέξιν καὶ ἐπὶ κωπηλάτου λέγεσθαι. Τὸ δὲ ῥύσια πάνυ καιρίως ἐνταῦθα ῥηθὲν δηλοῖ τὰ ἀντί τινων ῥυόμενα, ὅ ἐστιν ἑλκόμενα, καὶ ἀντὶ τῶν προαρπασθέντων ἁρπαζόμενα, ὥστε ῥύσια ἐλαύνειν ὁ Νέστωρ λέγει τὸ ἐρυσιάζειν καὶ λαμβάνειν ἀνθαρπάγματα, ἤγουν ἐνέχυρα χρέους. Ὅτι δὲ τὸ ἐλαυνόμενος ἀντὶ τοῦ ἐλαύνων εἴληπται δῆλον, καθὰ καὶ τὸ ἐπέτελλε παθητικῶς εἶπεν ὁ ποιητὴς ἐν τῷ «πατὴρ ἐπετέλλετο Πηλεύς». οὕτω δὲ καὶ ληΐδα συνελάσαμέν φησιν ἐνεργητικῶς καὶ ἠλασάμεσθα παθητικῶς. Τὸ δὲ «ὃ δʼ ἀμύνων βόεσσιν ἔβλητο»— θηλυκὸν δὲ κἀνταῦθα Ἰωνικῶς τὸ «βόεσσιν»—ἄλλως μὲν οὐκ ἀναγκαίως, πρὸς δὲ σαφήνειαν πρόσκειται, ἵνα ἐν τῷ «ὃς ἐν Ἤλιδι ναιετάασκε ῥύσια ἐλαυνόμενος» τὸ ῥύσια ἐλαυνόμενος μὴ προσνοηθείη κατὰ τὴν σύνταξιν τοῦ λόγου τῷ Ἰτυμονεῖ, ἀλλὰ τῷ Νέστορι, ὡς αὐτοῦ μὲν ῥυσιάζοντος, τοῦ δὲ Ἰτυμονέως ὑπὲρ τῶν αὐτοῦ ἀμύνοντος. Τὸ δὲ «ἐν πρώτοισι» ταὐτὸν τῷ ἐν προμάχοισι. Τὸ δὲ «ἄκοντι» διαστολὴν ἔχει πρὸς τὴν διὰ λίθου ἢ ὀϊστοῦ βολήν. Φιλαλήθης δὲ κἀνταῦθα ὁ Νέστωρ, οὐκ ἀποκρυψάμενος, ὡς ἀγροιῶται ἦσαν οἱ περὶ τὸν Ἰτυμονέα, οὐ μὴν στρατιῶται, ὡς οἱ μετὰ ταῦτα πεσόντες ὑπὸ τῷ Νέστορι. Ληΐδα δὲ ὑποκοριστικῶς ἢ μάλιστα παρωνύμως τὴν λείαν εἰπόντος Ὁμήρου ληϊδίην ἐντεῦθεν Ὀππιανός φησι τὴν αἰχμάλωτον, ὁ δὲ Λυκόφρων ληῗτιν. Ἐν δὲ τῷ «συῶν συβόσια καὶ αἰπόλια αἰγῶν» πρῶτα μὲν ῥητέον ὡς, εἰ καὶ ἀσφαλῶς διὰ σαφήνειαν ἔφρασεν ὁ ποιητής—διὸ καὶ ὁ χείριστος Παραβάτης οὕτω που ῥητῶς ἔγραψεν ἐν τοῖς ἑαυτοῦ—, ὅμως περιττῶς ἄλλως ἁπλῶς ἐν τούτοις κεῖσθαι δοκεῖ τὸ συῶν καὶ τὸ αἰγῶν. Οὐ γὰρ ἂν ἐρεῖ τις βοῶν συβόσιον ἢ προβάτων αἰπόλιον. Προσθετέον δʼ ἀναγκαίως ἐνταῦθα καὶ τὰ τοῦ γραμματικοῦ Ἀριστοφάνους, ἔχοντα οὕτω πως. Αἰπόλων καὶ συβοτῶν καὶ τῶν ἄλλων γένος ὁ νομεύς. οὕτω δὲ καὶ ποιμένων, οἳ καὶ προβατεῖς καλοῦνται καὶ μηλάται. τὸ δὲ κατʼ αὐτοὺς πλῆθος ποίμνιον, ὅπερ Ὅμηρος πῶϋ καλεῖ. μῆλα δὲ εἰ καὶ κοινότερον τὰ κατὰ τὸ πῶϋ, ἀλλʼ ὁ ποιητὴς καὶ τὰς αἶγας οὕτω καλεῖ, οἷον «μῆλʼ ὄϊές τε καὶ αἶγες ἰαύεσκον», καὶ πάλιν «μῆλον ἀγινεῖ, ζατρεφέων αἰγῶν ὅστις φαίνεται ἄριστος». καὶ ἡμεῖς δέ, φησί, μηλωτὴν καλοῦμεν καὶ τὴν αἰγείαν δοράν, τὴν δὲ τῶν προβάτων τινὲς οἰέην, ὅθεν ἡ ᾤα συνήλειπται, οἷον «ὥρα μάττειν ἐπὶ τοῖς ἱεροῖς καὶ τὴν ᾤαν περιδεῖσθαι περὶ τὴν ὀσφῦν». δοκεῖ δέ μοι, φησίν, ὁ ποιητὴς ἐν τῷ «κειμήλιά τε πρόβασίν τε» καὶ τὴν τῶν ἄλλων τετραπόδων βοσκημάτων κτῆσιν πρόβασιν καλεῖν, οὐ μὴν μόνων τῶν κοινῶς λεγομένων προβάτων. εἶτα φησιν, ὡς καὶ Πίνδαρός που τὰς τοῦ Διομήδους ἵππους πρόβατα καλεῖ, τὴν φάτνην αὐτῶν λέγων προβάτων τράπεζαν. οὕτω δέ που, φησί, καὶ ἐπὶ τοῦ Πηγάσου ποιεῖ. προφέρει δὲ καὶ Σιμωνίδου χρήσεις, ἐν αἷς βοῦν ἄρρενα ὁτὲ μὲν ταῦρον, ὁτὲ δὲ μᾶλον, ἤγουν μῆλον, ὁτὲ δὲ πρόβατον ἐκεῖνος ὀνομάζει, καί τινα χρῆσιν ἑτέραν ταύτην «μῆλα, βόας κεραοὺς καὶ ὄϊς καὶ πίονας αἶγας». Σοφοκλῆς δέ, φησί, δόξειεν ἄν που καὶ τὰ θηρία πάντα μῆλα καλεῖν. τὸν γοῦν Ἀχιλλέα τραφῆναί φησιν ἐν τῷ Πηλίῳ πᾶν μῆλον θηρῶντα. Ὅτι δὲ εὐδαίμων ἱπποτροφία ἡ πολλὰς θηλείας πωλοτρόφους ἔχουσα, πολλαχοῦ δηλοῦται. Δῆλον δὲ ὅτι τὸ «πάσας θηλείας» χάριν σαφηνείας κεῖται, ἵνα μὴ καὶ ἄρρενες πολλοὶ ἀναμὶξ νοοῖντο. τὸ γὰρ «ἵππους ξανθάς» οὐκ ἤρκει μόνον αὐτὸ πρὸς θήλεος γένους παράστασιν, ὡς τοῦ ποιητοῦ κατὰ θηλυκὸν γένος πολλαχοῦ συλληπτικῷ τρόπῳ ἑκάτερα τὰ γένη προάγοντος, οἷον ἐν τῷ· αἱ ἵπποι, αἱ βόες, αἱ ὄϊς, καὶ τοῖς ὁμοίοις. Τὸ δὲ «πωλοὶ ὑπῆσαν» πάνυ κυρίως ἔχει κατὰ τὸ ὑποτρέχειν τὰς μητέρας τὰ τοιαῦτα ζωΐδια ἐν τῷ θηλάζειν. Νηλήϊον δὲ κτητικῶς τὴν Πύλον εἶπεν, ἐπεί, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, τοῦ κρατοῦντος ἡ πόλις κατὰ τὴν τραγῳδίαν νομίζεται. Τοῦ δὲ ἐννύχιοι, ὡς καὶ τοῦ παννύχιον εὕδειν, καὶ τοῦ «παννυχίη πεῖρε κέλευθον», πρωτότυπον τὸ ἔννυχος, κατὰ τὸ κάπρος κάπριος, Αἰτωλός Αἰτώλιος, αἰζηός αἰζήϊος. ἡ δὲ χρῆσις τοῦ ἔννυχος προέκκειται ἐν τῷ «θέουσα ἔννυχος». Τὸ δὲ «προτὶ ἄστυ» ἰσοδυναμεῖ μὲν τῷ πρὸς τῷ ἄστεϊ, ἐπῆκται δὲ πρὸς ἐπιδιόρθωσιν τοῦ Πύλον εἴσω. οὐ δήπου γὰρ ἔσω Πύλου τῆς πόλεως εἰσήχθη ὅλη τοσαύτη ληΐς, πολλή τε οὖσα, καὶ οὐδὲ ὄντων τέως τῶν ἐπιτρεχόντων καὶ φοβούντων, ἀλλʼ ἔξω που, ὡς εἰκός, ἐγγυτάτω ἀφείθη νέμεσθαι. Τὸ δὲ «τύχε πολλά» ἀντὶ τοῦ προσεγένοντο εὐτυχῶς καὶ κατὰ συγκυρίαν ἀγαθήν. Καὶ σημειοῦνται οἱ παλαιοί, ὅτι τὸ μὲν ῥῆμα τοῦ τυχεῖν οἶδεν Ὅμηρος, τύχην δὲ οὐκέτι, τὸ ἐκ τοῦ τοιούτου ῥήματος ὄνομα, ὥσπερ καὶ τὸ λέγειν εἰδὼς λόγον, φασίν, οὐκ οἶδεν. οὕτω δὲ καὶ γράψαι μὲν οἶδεν, ὡς προδεδήλωται, οὐκέτι δὲ καί τι ἐξ αὐτοῦ ὄνομα, οἷον γράμμα ἢ γραφήν. τὸ γλάφω μέντοι ἐν Ὀδυσσείᾳ εἰδὼς οἶδε καὶ ὄνομα ἐξ αὐτοῦ τὸ γλαφυρόν. Τὸ δὲ «νέῳ κιόντι» ὡς εἰς θαῦμα παρασημειοῦται ὁ γέρων, εἰ νέος ὢν καὶ ὀλίγων ἐτῶν κληρονομήσας ὅμως πολλὰ ἐκ πολέμου ἐκτήσατο. Λιγαίνειν δὲ καὶ ἐνταῦθα οὐ τὸ ὑμνεῖν, ἀλλὰ τὸ ὀξὺ βοᾶν, ὅπερ ἀρετὴ κηρύκων ἐστί. Τὸ δὲ «ἅμα ἠοῖ φαινομένῃ», ὅ ἐστι λαμπομένῃ, φαεινούσῃ, περιφράζων ἐν τοῖς ἑξῆς ἔφη «εὖτε ἠέλιος φαέθων ὑπερέσχεθε γαίης», ἤγουν ὑπερανέσχεν, ἀνέτειλεν. Ἰστέον δὲ ὅτι τὸ ἅμα μὲν χρονικὸν οἱ παλαιοί φασι παρὰ τῷ ποιητῇ, τὸ δὲ ὁμοῦ τοπικόν, οἷον Σόλων ἅμα μὲν ἐγένετο Ἀναχάρσιδι τῷ σοφῷ Σκύθῃ ὡς τὸν αὐτὸν χρόνον ἀκμάσας, ὁμοῦ δὲ οὐκέτι. οὐ γὰρ ἐν τῷ αὐτῷ ἐγεννήθη τόπῳ. λέγει δὲ καὶ Ὅμηρος «ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν», ἤγουν ἐν τῷ αὐτῷ χρόνῳ, καὶ «αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι», καὶ «οἳ δʼ ἅμα πάντες ἐφʼ ἵπποισι μάστιγας ἄειραν». καὶ οὕτω μὲν χρονικὸν τὸ ἅμα, τόπον δὲ δηλοῖ τὸ ὁμοῦ ἐν τῷ «τῇ ὁμοῦ ἐτρεφόμην», καὶ «ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν», ἤγουν ἐν τῷ αὐτῷ τόπῳ, καὶ «ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους», δύο τινές, «εἰν ἑνὶ δίφρῳ ἐόντες». ἔσθʼ ὅτε δὲ τὸ ὁμοῦ καὶ ἐπὶ χρονικοῦ, φασίν, ἐπιρρήματος τίθεται, ὡς τὸ «εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς», καθά φησιν Ἀσκληπιάδης. εἰ μὴ ἄρα τις εἴπῃ καὶ ἐνταῦθα τὸ ὁμοῦ ἀντὶ τοῦ ἐν τῷ αὐτῷ τόπῳ, ἤγουν ἐν τῇ Τροίᾳ. Καὶ Παυσανίας δὲ εἰπὼν καὶ αὐτὸς τὸ μὲν ἅμα χρονικόν, τὸ δὲ ὁμοῦ καὶ χρονικὸν καὶ τοπικόν, παρατίθησι καὶ ὅτι ἁμάμηλις σῦκον τὸ ἅμα μήλῳ ἀνθοῦν, καὶ μῆλον ἁμάσυκον τὸ ἅμα σύκῳ ἀνθοῦν. Ἕτεροι δὲ εἰπόντες ἁμάμηλιν τοὺς ἀπίους παρὰ Ἀττικοῖς λέγεσθαι, φασὶ καὶ ἁμαδρυάδας νύμφας, αἳ ἅμα δρυσὶ γίνονται καὶ ἀπογίνονται. εἰς δὲ τὸ ὁμοῦ χρονικὸν χρήσιμον καὶ τὸ «πόλις δʼ ὁμοῦ μὲν θυμιαμάτων γέμει, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων». Τοῦ δὲ «ἴμεν» τὸ ἀπαθὲς ἰέναι, ὅθεν ποιητικῶς ἰέμεναι, καὶ ἀποκοπῇ ἰέμεν, καὶ συγκοπῇ ἴμεν. οὐ γὰρ ἔστιν εἰπεῖν ὡς τὸ ἰῶτα καὶ ε τοῦ ἰέμεν ἐκράθη εἰς ι μακρόν, βραχὺ γάρ ἐστιν ὡς ἐν μέτρῳ δακτυλικῷ. Ὅρα δὲ νῦν μὲν τὸ ἴμεν τεθὲν διὰ τοῦ ἰῶτα ἀντὶ τοῦ ἐλθεῖν, μετὰ δὲ δύο στίχους ἐν τῷ κεκακωμένοι ἦμεν, ἀντὶ τοῦ ὑπήρχομεν, διὰ τοῦ η. καὶ γίνεται οὕτω ψευδοπαρήχησις λεληθυῖα, οὐ μὴν ἀναιδὴς κατὰ τὸ «ἔδδεισαν οὐδέ τʼ ἔδησαν». Ἔνθα ὅρα καὶ ὡς τὸ ἐκεκακώμεθα περιέφρασε κατὰ κανόνα γραμματικὸν διὰ μετοχῆς καὶ ῥήματος τοῦ κεκακωμένοι ἦμεν, οἰκείων ὄντων καὶ ἀμφοτέρων ὑπερσυντελίκῳ τοιούτῳ. Τὸ δὲ «Ἤλιδι δίῃ», καθὼς καὶ ἀλλαχοῦ δηλοῦται, καὶ τὸ «Ἴριδι δίῃ», εἰ καὶ δεσμεῖται διὰ μέσων τρισὶ συμφώνοις, ὅμως ὑποσεσηρέναι τῇ ἐκφωνήσει τὰ χείλη ποιεῖ. θεραπεία δὲ τοῦ πάθους ἐν μὲν τῷ «Ἴριδι δίῃ» ὁ καὶ ἐν τοῖς τοιούτοις ἀκατέργαστος σχεδιασμός, ἐν δὲ τῷ «Ἤλιδι δίῃ» καὶ τὸ μὴ ἄκρατα κεῖσθαι τὰ ἰῶτα, ἀλλὰ μεσολαβεῖσθαι πρός τινα θεραπείαν τοῦ σεσηρέναι φαύλως ὑπὸ τοῦ κατάρχοντος καὶ λήγοντος η. Οὕτω καὶ τὸ Ἰλίεια, ἑορτὴ δὲ αὐτὰ ἦσαν ἐν Ἰλίῳ, γράφεσθαι μὲν ὤφειλε κατὰ τὴν παραλήγουσαν διὰ τοῦ ἰῶτα τῷ λόγῳ τοῦ Ὀλύμπια καὶ Πύθια, πρὸς βραχεῖαν δέ τινα διαφορὰν πλεονάσαντος τοῦ ε τὴν διὰ τῆς ει διφθόγγου ἔσχε γραφήν. Ὡς δὲ καὶ ἐν ἄλλοις τὸ τῶν στοιχείων ἀλλεπάλληλον διακόπτεται, δηλοῦται καὶ ἐν τῷ τεμένιος, ὅπερ ἐχρῆν μὲν διὰ τῆς ει διφθόγγου γραφῆναι κατὰ τὸ τέγος τέγειος καὶ ἐπιτέγειος, ἐξέπεσε δὲ τοῦ ε, οὐ λόγῳ κανόνος, ἀλλʼ ἵνα μὴ ἐπαλληλίζοιτο τὰ τρία ε. Περὶ δὲ τῆς τῶν Ἰλιείων ἑορτῆς γέγραπταί τι καὶ ἐν τοῖς πρὸ τούτων οὐκ ἀνάκριβες. Τὸ δὲ «Πυλίων ἡγήτορες» πρὸς ἀκρίβειαν πιθανότητος κεῖται. οἱ γὰρ τοιοῦτοι περιουσιαζόμενοι ζῴοις καὶ ἀπολέσαντες αὐτὰ δαιτρεύοιεν ἂν ἐπανασωθέντα ὡς ὀφειλόμενοι χρέος. Δαιτρεύειν δὲ φανερῶς νῦν τὸ ἁπλῶς μερίζειν λόγῳ δασμοῦ. δὶς δὲ κεῖται ἐν τοῖς ῥηθεῖσι διὰ τὸ καίριον. εἰ δὲ ὡς ἐπὶ πολὺ ἐπὶ κρεάτων ἡ λέξις νοεῖται, ὅθεν καὶ δαιτρὸς ὁ μερίζων αὐτὰ τοῖς δαινυμένοις, ἔχει προσφυές τι κἀνταῦθα ἡ λέξις πρὸς τὸ τοιοῦτον, καθότι ἐπὶ ζῴων ἐλέχθη τῶν δυναμένων οὕτω δαιτρεύεσθαι. ἐνθυμητέον δʼ ἐνταῦθα καὶ τὸ «δαιτρὸν πίνειν», ὅπερ ἀλλαχοῦ κεῖται. Τὸ δὲ «χρέος ὀφείλετο», καὶ τὸ «χρεῖος ὄφελλον» τὸν χρεωφειλέτην συντιθέασι. τῆς αὐτῆς δὲ ἐννοίας ὄντα τό τε ὀφείλειν καὶ τὸ ὀφέλλειν διαφέρει κατά τε προφορὰν καὶ καθʼ ὃ οὐκ ἀεὶ ἐπὶ χρέους τὸ ὀφέλλειν, ἀλλὰ καὶ ἐπὶ ἁπλῶς αὐξήσεώς τινος. ὅτι δὲ τὸ μὲν χρεῖος ἀεὶ συστέλλει τὴν λήγουσαν, τὸ δὲ χρέος διφορεῖται κατʼ αὐτήν, δηλοῦται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Ὅρα δὲ καὶ ὅτι κυριολεκτούμενον ἐπὶ χρέους εὑρὼν τὸ ὀφείλεσθαι τρὶς αὐτὸ ἐν τῷ διηγήματί φησι «χρέος ὀφείλετο ἐν Ἤλιδι», καὶ «Ἐπειοὶ χρεῖος ὄφειλον», καὶ «χρεῖος μέγʼ ὀφείλετο». Τὸ δὲ «ἐλθὼν ἐκάκωσε βίη Ἡρακληείη» περιφραστικῶς εἴρηται ἀντὶ τοῦ ὁ Ἡρακλῆς ἐλθών, ἵνα γένηται καὶ ἐνταῦθα ἡ σύνταξις οὐ πρὸς τὸ θηλυγενὲς τῆς φωνῆς, ἀλλὰ πρὸς τὸ ἄρρεν σημαινόμενον, ὅπερ ἐστὶν ὁ Ἡρακλῆς. ἴσως δὲ καὶ Ἀττικόν ἐστιν, ὅμοιον τῷ «Ἀθηναίη ἀκέων ἦν», ἀντὶ τοῦ ἀκέουσα, τοιοῦτον καὶ ἐν Ὀδυσσείᾳ τὸ «ψυχὴ Τειρεσίου χρύσεον σκῆπτρον ἔχων». Αἴτιον δὲ τῆς καινοτροπίας τοῦ «ἐλθὼν βίη Ἡρακλείη» τὸ θαῦμα τοῦ γέροντος, ὃς ὤκνησεν ἁπλοϊκῶς εἰπεῖν δίχα σεμνώματος τὸ Ἡρακλῆς. Σημείωσαι δὲ τήν τε ἐπεμβολὴν τῆς κατὰ τὸν Ἡρακλέα ταύτης ἱστορίας ἐπεντεθεῖσαν διά τε τὸ πολυειδέστερον τῆς ἱστορίας, ἵνα λιπαίνοιτο καὶ οὕτω συνήθως ὁ λόγος, καὶ ἅμα ἵνα τῇ τοῦ διηγήματος διατριβῇ ὁ Πάτροκλος ἐπέχηται ἀναγκαίως, ἕως ἂν τὸ ἀπευκταῖον ἰδὼν παθήναιτο καὶ δράμοι πρεσβεύσων εἰς Ἀχιλλέα ὑπὲρ τῶν Ἀχαιῶν. Τοῦτό τε οὖν σημείωσαι, ὡς ἐρρέθη, καὶ ὅτι τοῦτό ἐστι τὸ φύσει πρῶτον τοῦ εἰρημένου διηγήματος. Πρῶτον γὰρ ἐκάκωσεν Ἡρακλῆς τὴν Πύλον, εἶτα ὑπερηφάνουν οἱ Ἐπειοὶ ληϊζόμενοι. ἐν οἷς καὶ ὁ Αὐγείας ὁ τοὺς ἀεθλοφόρους τοῦ Νηλέως ἵππους ἀφελόμενος, ἐφʼ οἷς ἡ τοῦ Νέστορος βοηλασία ἐκ τῶν Ἐπειῶν. οὐδὲ γὰρ οὐδʼ ἐνταῦθα ὁ ποιητὴς προέθετο κατὰ φύσιν ἀφηγήσασθαι, ὅπερ ποιεῖ καὶ ἐν τῷ «ὅτε σε ἐκ Φθίης Μενοίτιος Ἀγαμέμνονι πέμπε». καὶ αὐτόθι γὰρ πρῶτον τὸ «Πηλῆος ἱκόμεσθα δόμους» καὶ τὰ ἑξῆς, ἐν οἷς καὶ ἡ τοῦ Πατρόκλου ἀποστολὴ πρὸς τοὺς βασιλεῖς. Φιλεῖ γὰρ ἐξ ἀναστροφῆς ἄνω κάτω τιθέναι τὰ πράγματα καὶ παραβύειν εἰς τὸ μέσον τὴν ἀρχήν. καί φασιν οἱ Τεχνικοί, ὅτι τὸ ἐν τοῖς ἐπιμηκεστέροις τῶν διηγημάτων ἀπʼ ἀρχῆς εὐτάκτως ἐπὶ τὴν ἀφήγησιν ἰέναι ἀμβλυτέραν καθίστησι τὴν ἀκρόασιν, τὸ δὲ ἐκ τῶν πρακτικωτέρων ἄρχεσθαι ἡδύτερόν τε καὶ ἐναγωνιώτερον, ὡς καὶ ἐνταῦθα ἐκ τῆς μονομαχίας ἤρξατο καὶ τῆς βοηλασίας ὁ Νέστωρ, ἐν οἷς τὸ τοῦ διηγήματός ἐστι δραστήριον. Τοῦτο δὲ τὸ μεθόδευμα καὶ τὴν Ἀχιλλέως μῆνιν, ὡς καὶ προτεθεώρηται, καταρχὴν τῆς Ἰλιάδος ἔθετο. Οἱ δὲ παλαιοὶ ἐπαινοῦσιν ἐν τῷ διειλημμένῳ διηγήματι ὅλῳ τοῦ Νέστορος καὶ τὰς συχνὰς ἀρχάς, οἷον τὸ «ὣς ἡμεῖς κεκακωμένοι ἐν Πύλῳ ἦμεν», καὶ «ταῦθʼ ὑπερηφανέοντες Ἐπειοί», ἤγουν διὰ τοῦτο ὑπερφρονοῦντες ὕβριζον, καὶ «τούτων ὁ γέρων κεχολωμένος ἐξείλετο πολλά», καὶ «ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν», καὶ «ἔστι δέ τις Θρυόεσσα πόλις», καὶ «ἔστι δέ τις ποταμός», καὶ ἕτερα. Καί φασιν, ὅτι αἱ πυκναὶ τῶν διηγημάτων περιγραφαὶ προσοχὴν ἐμποιοῦσι καὶ τὴν ὑπτιότητα τοῦ λόγου ἐξαιροῦσι, καὶ ὅλως ἐν ταῖς διηγήσεσι τὸ πολύαρχον καινίζει τε τὴν ἀκοὴν καὶ τὸ ὁμοειδὲς ἀνακόπτει καὶ σαφήνειαν προβάλλει καὶ ἀκοὴν ἀναπαύει καὶ προσοχὴν ἐμποιεῖ. θαυμάζουσι δὲ καὶ τοῦ Νέστορος, εἴπερ μνησθεὶς Ἡρακλέος, ὃς τήν τε πατρίδα Πύλον ἐπόρθησε καὶ τοὺς ἀδελφοὺς δὲ ἀνεῖλεν, οὐδέν τι περὶ αὐτοῦ ἀπόφημον φθέγγεται. καὶ ἴσως μὲν κατὰ τὸν εἰπόντα νικᾷ καὶ τοῦτον ἡ ἀρετὴ τῆς ἔχθρας πολύ. Οἱ δὲ παλαιοί φασι δεξιῶς τὸν Νέστορα πρὸς ἑκατέραν τύχην ἁρμόσασθαι. ἐπεὶ γὰρ δεινὰ δράσας ὁ Ἡρακλῆς ὅμως καὶ Νέστορος καὶ Νηλέως ἐφείσατο, κατὰ δέ τινας καὶ τὴν ἀρχὴν ὕστερον τῆς Πύλου τῷ Νέστορι παρέδοτο, διὰ τοῦτο οὔτε βλάσφημόν τι λέγει ὁ γέρων διʼ αὐτὸν οὔτε μὴν ἐπαίνου ἐχόμενον, τοῦτο μὲν διὰ τὴν τῶν ἀδελφῶν ἀπώλειαν, ἐκεῖνο δὲ διὰ τὴν εὐεργεσίαν. οὕτω καὶ Χρύσης ἀπολαβὼν τὴν παῖδα σιγᾷ, οὔτε ἐπαινεῖν ἔχων τὴν τοῦ βασιλέως πρᾶξιν διὰ τὸ τῆς ἀποδόσεως οὐχʼ ἑκούσιον, οὔτε βλασφημεῖν ἐθέλων διὰ τὸ ἔχειν ἤδη τὸ ποθούμενον. Εἷλε δὲ κατά τινας τὴν Πύλον ὁ Ἡρακλῆς ὡς μὴ προσδεχθεὶς ὑπὸ τοῦ Νηλέως, ὅτε τὸν καὶ ἐν Ὀδυσσείᾳ δηλούμενον τοῦ Ἰφίτου φόνον παρʼ αὐτῷ καθήρασθαι ἤθελε. τοῦτο δὲ τοῖς ἀκριβεστέροις οὐκ ἀρέσκει, διότι τε, φασίν, οὐκ οἶδεν Ὅμηρος φονέα καθαιρόμενον ἀλλὰ ἢ ποινὴν τίνοντα ἢ φυγαδευόμενον, ὡς πρὸ ὀλίγου εἴρηται, καὶ διότι ἐὰν ἡ Πύλος πορθῆται διὰ τὰ Ἰφίτου καθάρσια, συνάγοιτο ἂν ὁ Ὀδυσσεὺς τοῦ Νέστορος γηραιότερος, εἴπερ ὁ Νέστωρ μὲν νεώτατος μετὰ θάνατον Ἰφίτου ἐν Γερήνοις ἦν ἐκτρεφόμενος—διὸ καὶ Γερήνιος λέγεται—, Ὀδυσσεὺς δὲ ἀκμάζων τῷ Ἰφίτῳ ζῶντι προεπεξενώθη, ὡς ἐν Ὀδυσσείᾳ δηλοῦται, καὶ ξένιον ἐξ ἐκείνου τόξον ἔλαβε. Ἕτεροι δὲ αἰτίαν τῆς ἁλώσεως τῆς Πύλου εἶπον τὴν τοῦ Περικλυμένου καθʼ Ἡρακλέος ὑπερηφανίαν, ἑνὸς τῶν δώδεκα παίδων τοῦ Νηλέως, ὧν ἀνδρειότερος μὲν αὐτὸς ὁ Περικλύμενος, πρεσβύτερος δὲ ὁ Χρόμιος, ὁ Νέστωρ δὲ συνετώτερος. Ἄλλοι δέ, διότι Ὀρχομενίοις οἱ Πύλιοι ὡς συγγενεῖς κατὰ Θηβαίων τῶν Ἡρακλέος πατριωτῶν ποτε συνελάβοντο. Ἀγίας δὲ ἱστορεῖ, διότι Νηλεὺς ἀφείλετο τῶν Γηρυόνου βοῶν, ἃς Ἡρακλῆς ἀπήλασεν ἆθλον μέγαν ἀνύσας, Τελέσαρχος δέ, διότι τὰ χρύσεα μῆλα καὶ τὸν Ἱππολύτης τῆς Ἀμαζόνος ζωστῆρα καὶ τὰς Διομήδους ἵππους ἄγοντα τὸν Ἡρακλέα ἐκώλυσεν ὁ Νηλεὺς προσβῆναι τῇ πόλει. καὶ τοῦτο μὲν οὕτω. Τινὲς δέ φασι καί, ὅτι Χλῶρις ἡ Νηλέως γυνὴ τῶν υἱῶν αὐτῆς ἀπολωλότων ὑφʼ Ἡρακλέος ἀγχόνῃ ἐχρήσατο, καὶ ὅτι παῖδες ἑπτὰ ἦσαν τῷ Νέστορι ἐκ Μνησιόχης τῆς Ἀμφιδάμαντος, οἳ καὶ ὀνόματα τῶν τοιούτων ἐκτίθενται. Τὸ δὲ «τῶν προτέρων ἐτέων» εἴληπται μὲν παραφραστικῶς ἀντὶ τοῦ πάλαι, λείπεται δὲ τῆς ἐπι προθέσεως Ἀττικῶς. Τὸ δὲ «κατὰ δʼ ἔκταθεν», ἢ ἔκτανεν, «ὅσσοι ἄριστοι» διασαφεῖ τὴν κάκωσιν Ἡρακλέος, ἣν ἐκάκωσε τοὺς ἐν Πύλῳ, καθὰ πρὸ βραχέων ἐρρέθη. Τῷ δὲ Νηλεύς Νηλέως Νηλῆος ἀντιπαράκειται κύριον ὁ Νείλεως ἀνήρ, ἥρως περίκλυτος, οὗ καὶ ἀποικία τις περιᾴδεται. τούτου ἡ μὲν ἀναλογία τῆς κλίσεως κατὰ τὸν Μενέλεων, ἡ δὲ γραφὴ τῆς ἀρχούσης ἐοικυῖα εἶναι ἀπὸ τοῦ Νεῖλος, ὅμως ἐστὶ μὲν ὡς καὶ ὁ Νηλεύς, ἔτρεψε δὲ Βοιωτικῶς τὸ η εἰς δίφθογγον, ἵνα πάντῃ ἀσυνέμπτωτα εἶεν ἡ τοῦ Νηλέως γενικὴ καὶ ὁ Νείλεως. Εἰκὸς δὲ καὶ τῆς Νηλέως γενικῆς ἀναδραμούσης εἰς εὐθεῖαν αἰτιατικὴν ταύτης εἶναι τὸν Νείλεων Βοιωτιακῶς ἅμα καὶ Αἰολικῶς, ἵνα βοιωτιάζηται μὲν ἡ ἄρχουσα κατὰ τὴν ἐκ τοῦ η στοιχείου μετάπτωσιν εἰς τὴν ει δίφθογγον, αἰολίζηται δὲ ἡ προπαροξυτόνησις. Τὸ δὲ «κρινάμενος», ἑρμηνεία ἐστὶ τοῦ «ἐκ δʼ ὁ γέρων εἵλετο», ἤγουν ὁ γέρων ἐξείλετο, καὶ τοῦ «ἐξέλετο ἄσπετα πολλά». ἐκλέξασθαι γὰρ καὶ κρίνασθαι τὸ αὐτὸ δηλοῦσι, καθὰ καὶ τὸ ἐπίλεκτος καὶ ἔκκριτος. Τὸ δὲ «τριηκόσια» ἐλλιπῶς ἔχει τοῦ ζῷα. Τὸ δὲ «Ἤλιδι δίῃ», ὃ δὶς ἐν τοῖς ῥηθεῖσι κεῖται, κακοφωνίαν μέν, ὡς καὶ προερρέθη, ἔχει κατὰ τοὺς ῥήτορας τῇ προφορᾷ, καθὰ καὶ τὸ «Ἴριδι δίῃ», διὰ τὸ ποιεῖν σεσηρέναι ἀπεστιγγρωκότα τὰ χείλη, σεμνύνει δὲ τῷ ἐπιθέτῳ τοὺς Ἠλείους ὡς δίους, ἵνα μέγα τι ὁ γέρων ἐνδείξηται ἀνῦσαι κατὰ μεγάλων. διὸ καὶ χαλκοχίτωνας Ἐπειοὺς ἔφη καὶ μεγαθύμους δὲ ἐν δυσὶ τόποις τοῦ διηγήματος, ταὐτὸν ὂν Ἐπειοὺς καὶ Ἠλείους εἰπεῖν. περὶ ὧν ὅτι καὶ μέθυσοι καὶ ψεῦσται ἦσαν, δηλοῖ καὶ ὁ κωμικὸς Ἔφιππος, εἰπὼν «Ἦλις καὶ μεθύει καὶ ψεύδεται. οἷος ἑκάστου οἶκος, τοίη καὶ συνάπασα πόλις». Ὅτι δὲ τὰ καὶ ἐν τῷ Καταλόγῳ μνημονευθέντα Ὀλύμπια οὐκ ἀεὶ μεγάλους τινὰς εἶχον ἀγωνιζομένους, δηλοῖ ὁ πρῶτος τὸν Ὀλυμπιάσιν ἀναδησάμενος ἀγῶνα, Κόροιβος ὁ Ἠλεῖος, οὐ μεγάλης τέχνης ἄνθρωπος ὤν, ἀλλὰ μάγειρος, ὡς ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται. Καὶ ὅρα καὶ ἄλλον τοῦτον Κόροιβον παρὰ τοὺς καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν τεθειμένους. Ἐν δὲ τῷ «τέσσαρες ἀθλοφόροι ἵπποι», οὓς φθόνου φασὶν αἰτίᾳ κατασχεῖν τὸν Αὐγείαν, οἱ μὲν τέτρωρον φαντάζονται, οἱ δὲ δύο ξυνωρίδας νοοῦσιν, ἑκατέραν ἕνα ἔχουσαν ἐλατῆρα. τετρώρῳ γάρ, φασίν, οὐ χρῶνται οἱ παρʼ Ὁμήρῳ ἥρωες. Λέγουσι δὲ καὶ ὡς, εἰ καὶ περὶ τρίποδος οἱ τοιοῦτοι ἵπποι ἔμελλον ἐν Ἤλιδι θεύσεσθαι, οὐκ ἤδη νοητέον τοῦ τῶν Ὀλυμπίων ἀγῶνος μεμνῆσθαι τὸν Ὅμηρον, μηδὲ γὰρ εἰδέναι αὐτά, λέγειν δὲ περί τινος ἐγχωρίου ἀγῶνος χρηματικοῦ, οὐ μὴν στεφανίτου κατὰ τὰ Ὀλύμπια. οὔτε γὰρ ἐνταῦθα οὔτε ἀλλαχοῦ, φασί, οἶδε στέφανον ὁ ποιητής, οὐκ ἐν νίκῃ, οὐκ ἐν θυσίᾳ, οὐκ ἐν συμποσίῳ. Κατὰ μέντοι ἑτέρους οὐκ ἀπίθανον εἰδέναι τὸν ποιητὴν τὰ Ὀλύμπια, κἂν εἰ μὴ πρὸς λέξιν ὀνομάζῃ αὐτά. τὸν Ἡρακλῆν γὰρ πάντως οἶδε καὶ πολλαχοῦ μέμνηται αὐτοῦ, ὃν ἄλλοι τε καὶ ὁ Πίνδαρος δὲ ἱστοροῦσι τοῖς Ὀλυμπίοις προκαταβαλέσθαι τὰς ἀρχάς, περὶ ὧν Ὀλυμπίων φέρεται καὶ ἱστορία τοιαύτη τις. Αὐγείας Ἡρακλεῖ τὴν τῶν αὐτοῦ βοῶν κόπρον καθήραντι οὐκ ἐδίδου ἀπαιτοῦντι τὸν μισθόν, ὃς ἦν δεκάτη τῶν βοῶν, λέγων οὐχʼ ἑκόντα ποιῆσαι τὸ ἔργον, ἀλλʼ ἐπιταγέντα ὑπὸ Εὐρυσθέως. καθίζουσιν οὖν κριτὴν αὐτοῖς τῆς δίκης αἱρετὸν Φυλέα τὸν τοῦ Αὐγείου υἱόν. ὁ δὲ καταψηφίζεται τοῦ πατρός. ἀγανακτεῖ ἐπὶ τούτοις Αὐγείας, καὶ ἐκβάλλει τὸν υἱόν. Ἡρακλῆς δὲ ἐπιστρατευσάμενος πορθεῖ τὴν Ἦλιν καὶ μεταπεμψάμενος ἐκ Δολιχίου τὸν Φυλέα δίδωσι αὐτῷ τὴν τοῦ πατρὸς βασιλείαν, καὶ τὸν στρατὸν διὰ τὴν ἐκ πολέμου ὀλιγανδρίαν συγκατακλίνει ταῖς τῶν τετελευτηκότων γυναιξί, καὶ τὸν Ὀλυμπικὸν διαθέμενος ἀγῶνα πρῶτος αὐτὸς τῶν ἀγωνισμάτων ἅπτεται. Πρὸς δὲ τούτοις ἱστορεῖται καί, ὅτι τὴν ἀρχὴν Πισᾶται τοῦ ἀγῶνος ἐπεμέλοντο, ἐπεὶ δὲ τοῖς Μεσσηνίοις αὐτοὶ κατὰ Λακεδαιμονίων συνεμάχησαν, καθελόντες ὕστερον αὐτοὺς οἱ Λακεδαιμόνιοι παρέσχον τὴν τοῦ ἀγῶνος ἀρχὴν τοῖς Ἠλείοις, οἳ κατὰ Μεσσηνίων τοῖς Λάκωσι συνεμάχησαν. Καὶ ὅλως πειρῶνται συναγαγεῖν ἐπεγνῶσθαι τῷ ποιητῇ τὸν Ὀλυμπικὸν ἀγῶνα, εἰ καὶ μὴ νῦν αὐτοῦ ἐκείνου μέμνηται ῥητῶς. Ἀθλοφόροι δὲ καὶ νῦν ἵπποι οἱ νικηταί, καὶ διαλελυμένως φάναι κατὰ τὸν ποιητήν, «οἳ ἀέθλια», ὅ ἐστι κατὰ πρωτοτυπίαν ἄεθλα, «ποσὶν ἤραντο», ταὐτὸν δʼ εἰπεῖν, ἔφερον. Τὸ δὲ «αὐτοῖσιν ὄχεσφιν» Ἀττικὸν ἀντὶ τοῦ σὺν αὐτοῖς ἅρμασι. Τὸ δὲ περὶ τρίποδος θέειν καί τινων τοιούτων μικροπρεπῶν ἐπάθλων καινὸν οὐδέν. νίκη γὰρ ἦν τὸ τέλος, οὐ κτήματα, ὡς καὶ οἱ στεφανῖται δηλοῦσιν ἀγῶνες. Οἷον δέ τι πρὸς ἔφεσιν ἡ νίκη αὐτὴ καθʼ αὑτὴν καὶ δίχα τοῦ χρηματίζεσθαι, οἴδασιν οἱ φιλότιμοι, παρʼ οἷς ξυνωρὶς οἷον ἔζευκται νίκης καὶ τῆς ἐπʼ αὐτῇ τιμῆς, ἧς ἐπιβαίνοντες φέρεσθαι δοκοῦσι μετάρσιοι ὡς εἰς οὐρανόν. διὸ καὶ ὁ μῦθος τὴν Νίκην οὐ μόνον χρυσαῖν πτερύγοιν ἐκόσμησε διὰ τὸ κατʼ αὐτὴν καὶ πολυτίμητον καί, ὡς εἰπεῖν, μετεωροπόρον, ἀλλὰ καὶ τῇ Ἀθηνᾷ εἰς ταὐτὸν ἤγαγεν, ὡς δηλοῖ καὶ ὁ γράψας τὸ «Ἀθηνᾶ ἡ Νίκη». τοῦτο δὲ αἴνιγμα ἦν τοῦ τὴν φρόνησιν νικητικὴν εἶναι, κατὰ τὸ «οἱ γὰρ φρονοῦντες εὖ κρατοῦσι πανταχοῦ». Διό, φασίν, ἐν Ἀλεξανδρείᾳ Πτολεμαῖος ὁ Φιλάδελφος, πομπικὴν θέαν διασκευάσας, ἐποίησε καὶ Ἀλέξανδρον χρυσοῦν ἐφʼ ἅρματος ἐλεφάντων ἀληθινοῦ φερόμενον, Νίκην καὶ Ἀθηνᾶν ἐξ ἑκατέρου μέρους ἔχοντα, πρὸς αἴνιγμα τοῦ καὶ συνετὸν αὐτὸν εἶναι καὶ νικητήν. Ὁ δὲ μῦθος λέγει τοῦ Ἔρωτος εἶναι τὰ τῆς Νίκης πτερά, οὗ φησιν ὑπὸ θεῶν ἀπεψηφισμένου ἀποκοπῆναι τὰ πτερὰ καὶ δοθῆναι τῇ Νίκῃ φορεῖν, ὡς καὶ ἐν τῇ ξῖ ῥαψῳδίᾳ ῥηθήσεται. Τὸ δὲ «περὶ τρίποδος γὰρ ἔμελλον θεύσεσθαι» κατὰ τὸ παρέλκον κεῖσθαι δοκεῖ πρὸς μόνην ψιλὴν ἱστορίαν, ἴσως δὲ καὶ ἐφερμηνευτικόν ἐστι τοῦ ἄεθλα, ἵνα μὴ πληθυντικῶς ῥηθέντα Ὁμηρικῷ ἔθει οὕτω καὶ νοηθεῖεν, ἀλλὰ κατά τι ἓν μέγα. τοιοῦτον γάρ τι ἄεθλον τὸ κατὰ τὸν τρίποδα, ὡς δηλοῖ καὶ Ἡσίοδος. Τὸ δὲ «κάσχεθεν», ἤτοι κατέσχεν, ὤφειλε μὲν συγκοπὲν τρέψαι τὸ τ εἰς τὸ ἐπαγόμενον σίγμα, οὐκ ἔσχε δέ, διότι οὐκ ἐθέλει πρὸ συμφώνου κείμενον διπλοῦσθαι τὸ σ, ἀλλὰ πρὸ φωνήεντος, ὡς δηλοῖ τὸ σύσσιτος καὶ σύσσωμος, κατὰ δέ τινας καὶ τὸ πασσυδίῃ. ὅθεν τὸ δύστηνος ἐξώθησε τὸ ἓν σίγμα. οὕτω δὲ καὶ τὸ σύσκηνος καὶ τὰ ὅμοια. Ἐν τούτῳ δὲ τῷ τόπῳ καὶ σχῆμα κεῖται τὸ κατὰ σιωπήν. Αὐγείας γὰρ οὐ μόνον ἔργοις ἔβλαψεν, ἀλλὰ καὶ λόγοις, ὡς εἰκός, ἐλύπησε, κἂν ὁ ποιητὴς αὐτοὺς ἐσιώπησε. Φησὶ γοῦν «ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων». Τὸ δὲ «ἄσπετα πολλά» τῆς αὐτῆς πρὸς ἐπίτασιν ἐκ παραλλήλου ἐννοίας εἰσίν, ὡς καὶ τὸ ἀθέσφατα πολλά, καὶ ὁμοιοῦται πρὸς τὸ «ληΐδα ἤλιθα πολλήν». Τοῦ δὲ ἀτέμβεσθαι παραγωγὴ τὸ εἰς ἄτην ἐμβαίνειν. Τὸ δὲ ἴσης λείπεται τοῦ μερίδος ἢ μοίρας, διὸ ἐξ ἀνάγκης, ὡς εἴρηται, εἰς ἰσομοιρίαν ἑρμηνεύεται. Τὸ δὲ «ἕρδομεν ἱερά», ὥσπερ καὶ τὸ «ἔνθα Ἀλφειῷ ῥέξαντες», δηλοῖ, ὡς καὶ μετὰ πόλεμον καὶ πρὸ πολέμου δὲ ἀναγκαίως θυσίαι ἐγίνοντο. Ἔλλειψιν δʼ ἔχει τὸ ἱερά, λείπει γὰρ τὸ ζῷα ἢ θύματα ἢ κρέα. διὸ εἰπὼν μετʼ ὀλίγα «ἐπʼ αἰθομένοις ἱεροῖσιν», ἐπάγει τὸ «ἀμφὶ βοὸς κρέα». Τὸ δὲ «πάντες ἦλθον» τοῦ πανσυδίῃ ἐστὶν ἑρμηνευτικόν. διὸ καὶ προϊὼν λέγει, ὅτι ἐμείναμεν οἱ ἱππεῖς ἐγγύθεν Ἀρήνης, ἐπέρρεον δὲ οἱ πεζοί· ἔνθεν πανσυδίῃ θωρηχθέντες ἱκόμεθα. Ὅτι δέ τινες ἐν δυσὶ σσ γράφουσι τὸ πασσυδίῃ, καὶ πρὸ ὀλίγων ἐδηλώθη, περὶ δὲ Μολιόνων μετʼ ὀλίγα ῥηθήσεται. Τὸ δὲ «ἔστι τις πόλις» ἀρχὴ διηγήματος φίλη τῷ ποιητῇ, πραγματευομένῳ ἐκ τοιούτων ῥημάτων ἔστιν οὗ ἄρχεσθαι, οἷον «ἔστι πόλις Ἐφύρη», «ἔστι δέ τις ποταμός», «ἦν δέ τις ἐν Τρώεσσι Δάρης». Ἰστέον δὲ ὅτι περὶ τοῦ «ἔστιν» οὕτω φασὶν οἱ παλαιοί. Τοῦ ἔστιν ἡ πρώτη ὀξύνεται, ἐπειδὰν ἀποφαινώμεθα περί του ὡς ὑπάρχει, οἷον «ἔστι πόλις Ἐφύρη» καὶ τὰ τοιαῦτα. ὅταν δέ, φασί, πρὸς ἐρώτησιν ἀποκρινώμεθα, τὴν ὑστέραν ὀξυτονητέον. Τὴν δὲ Θρυόεσσαν πόλιν ὁ τὰ Ἐθνικὰ γράψας Θρύον λέγει ἀπὸ τῶν ἐν αὐτῇ φυομένων ὁμωνύμως τῷ φυτῷ κληθεῖσαν, καὶ τὸν πολίτην αὐτῆς Θρυΐτην, κατὰ δὲ παραγωγὴν ἀπὸ τοῦ φυτοῦ καὶ Θρυόεις ἡ αὐτὴ πόλις καὶ ὁ πολίτης Θρυούντιος. ἡ δʼ αὐτὴ καὶ θηλυκῶς Θρυόεσσα καὶ ὁ πολίτης Θρυουσσαῖος καὶ Θρυούσιος. κεῖται δέ, φησίν, ἡ πόλις παρὰ τὸν Ἀλφειόν. λέγει δέ που καὶ ὁ ποιητὴς δισυλλάβως Θρύον Ἀλφειοῦ πόρον, ὡς ἐκεῖ περατοῦ ὄντος τοῦ ποταμοῦ. Τὸ δὲ Κολώνη ὡς κύριον τόπου λαμβάνεται, διὸ καὶ βαρύνεται, ὡς τὸ Καλλικολώνη, μᾶλλον δέ, ὡς Μηθώνη, Κορώνη, Μεθώνη, Μυκήνη. εἰ δὲ ἦν παρώνυμον ἐκ τοῦ κολωνός, ὡς κοινὸν ὠξύνετο ἄν. ἡ δὲ κολώνη καὶ λόφος ἂν λέγοιτο, καὶ βουνὸς δέ, ὅπερ Ἡρόδοτος μὲν Λιβύων λέξιν εἶναί φησιν, Αἴλιος δὲ Διονύσιος λέγει, ὅτι Φιλήμων ἐπισκώπτει τὸ ὄνομα ὡς βάρβαρον. λόφον γὰρ καλοῦσιν. ἕτεροι δέ, ὅτι βουνὸν Φιλήμων ἐν Νόθῳ ὡς σύνηθες τίθησιν, ἄλλοθι δὲ ὡς ξενικὸν ἐπισκώπτει. ἐκ δὲ τοῦ κολώνη παράγωγον καὶ πόλις Κολώνεια, κατά τε ἄλλα, καὶ κατὰ τὸ Θεσσαλονίκη Θεσσαλονίκεια. δηλοῦσι δὲ ὑψηλὸν τόπον αἱ λέξεις, διὸ καὶ αἰπεῖα ἐρρέθη Κολώνη. Σημείωσαι δὲ ὅτι αὕτη μὲν ἡ πολιτικὴ Κολώνη τῶν Πυλίων ἦν, ἣν καὶ διὰ τὰ ληϊσθέντα πορθοῦσιν Ἠλεῖοι, ἡ δὲ ἐφεξῆς κολώνη ἑτέρα τις εἶναι δοκεῖ, εἰς ἣν διώξαντες τοὺς ἐπελθόντας Ἠλείους οἱ Πύλιοι καὶ ἀρκεσθέντες τῇ νίκῃ αὖτις ἀπέτραπον τὸν λαόν. Ἐν δὲ τῷ «τὴν ἀμφεστρατόωντο» καὶ ἑξῆς, διπλῆ ἔννοια. ἢ γὰρ ἀμφὶ ταύτην ἐστράτευον, ἢ ταύτην διαρραῖσαι θέλοντες ἐστρατεύοντο. Ἀθηνᾶ δὲ ἄγγελος ἐλθεῖν ἐπὶ πολέμῳ λέγεται, διότι, ὡς εἰκός, κατὰ σύνεσιν ἐπράχθη τὰ τῆς τοιαύτης μάχης, καὶ οὐ πρὸς μόνον θράσος. οὕτω καὶ μετʼ ὀλίγα τὸν λαὸν αὖτις ἀπέτρεπεν Ἀθήνη, ὡς μὴ μόνον τῆς μάχης ἀλλὰ καὶ τοῦ νόστου συνετῶς τοῖς Πυλίοις γενομένου. τῆς δʼ αὐτῆς ἐννοίας δηλωτικὸν καὶ τὸ «ἐπεὶ ὣς ἄγε νεῖκος Ἀθήνη». Κωλύει δὲ ὁ Νηλεὺς θωρήσσεσθαι τὸν Νέστορα, οὐ μόνον ὡς μήπω εἰδότα πολεμεῖν καὶ κατὰ τοῦτο ἐοικότα τοῖς Μολίοσιν, οἳ παῖδες ἔτι ὄντες οὔπω μάλα εἰδότες, ἤγουν εἰδήμονές εἰσιν, ἀλκῆς, ἀλλὰ καὶ διὰ τὴν φθάσασαν εὐτυχίαν ἐν τῇ βοηλασίᾳ. δέδοικε γὰρ τὸ σφαλερὸν τῆς εἰς ἄγαν εὖ πιπτούσης τύχης, ἣ καὶ αὐτὴ σφαλερὰ κατὰ τὰς ἄγαν εὐεξίας ἐστί. Τὸ δὲ «οὐδʼ ἀέκοντα λαὸν ἄγειρε» καὶ ἑξῆς, προθυμίαν δηλοῖ στρατιωτικήν. Ἔνθα ὅρα, ὅτι τε πρὸς σαφήνειαν τοῦ «οὐδʼ ἀέκοντα», νοήματος ἀορίστου, ἐπῆκται τὸ «ἀλλὰ μάλʼ ἐσσυμένους», καὶ ὡς Ἀττικῶς τῷ προσηγορικῷ ἑνικῷ πληθυσμὸς ἐπηνέχθη. εἰπὼν γὰρ οὐκ ἀέκοντα λαὸν ἡρμήνευσε πληθυντικῶς διὰ τοῦ μάλʼ ἐσσυμένους. Τὸ δὲ «οὐ γάρ πώ τί μʼ ἔφη» καὶ ἑξῆς, ἀντὶ τοῦ οὔτι γάρ πω, ἤγουν οὐδαμῶς ἔτι, με ἔφη τοιόνδε εἶναι. Τὸ δὲ «πολεμήϊα ἔργα» οὐ διελύθη ἀπὸ διφθόγγου ὡς τὸ χαλκήϊον καὶ τὰ τοιαῦτα, ἀλλά, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, πλεονασμὸν ἔχει τοῦ η ὡς καὶ τὸ οἰήϊον καὶ τὰ ὅμοια. Ὅρα δὲ ὡς τὸ μὲν «ἴδμεν», ἤγουν εἰδέναι, «ἔργα» αἰτιατικὴν σύνταξιν ἔσχε, τὸ δὲ «εἰδότε ἀλκῆς» γενικήν. Τὸ δὲ μεταπρέπειν ἐστὶ μὲν ταὐτὸν τῷ ἐκπρέπειν, οὐκ ἔχει δὲ ὄνομα, ὡς ἐκεῖθεν γίνεται ὁ ἐκπρεπής, ὃς ὁ αὐτός ἐστι τῷ ἀριπρεπεῖ. Ὁ δὲ Μινυήϊος ποταμός, ὡς ὁ Γεωγράφος φησίν, Ἄνιγρος καλεῖται, βαθὺς καὶ ὕπτιος, ἀβρώτους ἔχων ἰχθύας. τὸ δʼ ἐντεῦθεν λουτρὸν ἀλφοὺς καὶ λεύκας καὶ λειχῆνας ἰᾶται. ὠνόμασται δὲ Μινύειος τετρασυλλάβως τύπῳ κτητικῷ καὶ διαλύσει καὶ ἐκτάσει Μινυήϊος ἀπὸ Μινυῶν, τῶν μετὰ Χλώριδος τῆς μητρὸς Νέστορος αὐτόθι ἐλθόντων ἐκ τοῦ Μινυείου Ὀρχομενοῦ, οἳ τῶν Ἀργοναυτῶν ὄντες ἀπόγονοι, οὓς Μινύας ὁ Λυκόφρων λέγει, ἐκ Λήμνου μὲν εἰς Λακεδαίμονα ἐξέπεσον, ἐκεῖθεν δὲ εἰς Τριφυλίαν, καὶ ᾤκησαν περὶ Ἀρήνην τὴν ἐν τῷ Ὁμηρικῷ Καταλόγῳ. Διττὴ δὲ Ἀρήνη παρὰ τῷ Ἐθνογράφῳ, ἡ μὲν Μεσσήνης, ἡ δὲ Τριφυλίας. ὁ πολίτης αὐτῶν Ἀρηναῖος. Ἰστέον δὲ ὅτι ὁ ῥηθεὶς ποταμὸς καὶ Μινύας τρισυλλάβως λέγεται. Ὅρα δὲ καὶ τὸ «εἰς ἅλα βάλλων», ἀντὶ τοῦ ἐκ κρημνοῦ καταπίπτων εἰς θάλασσαν, ὡς οἱ παλαιοί φασιν, ἢ καὶ ὡς ἐκ μήκους οἷον βάλλων τοξότου δίκην εἰς αὐτήν, ὡς εἶναι ὀρθὸν λέγειν εἰσβάλλειν ποταμὸν καὶ εἰσβολὴν ποταμοῦ, εἰ καὶ οἱ μεθʼ Ὅμηρον ἐκβολάς τε λέγουσι ποταμῶν καὶ ἐκβάλλειν ποταμοὺς εἰς θάλασσαν, ὃ ταὐτόν ἐστι τῷ ἀπερεύγεσθαι. Τὸ δὲ «εἰς ἅλα» διαστέλλει ποταμῶν ἀφανιζομένων ἐν τῷ καταβάλλεσθαι εἰς χάσματα. Ἐν δὲ τῷ «ἐμείναμεν ἠῶ δῖαν ἱππῆες Πυλίων» τῇ προθυμίᾳ ὁ Νέστωρ ἦν ἱππεύς. πῶς γὰρ ἂν ἄλλως ἱππεὺς εἴη ὁ πεζὸς ἐών, εἰ καὶ ἄλλως μετέπρεπεν ἱππεῦσιν. ὃ πολὺν ἔπαινον ἔχει Νέστορος, εἰ καὶ νέος ὢν οὕτως ἠνδρίζετο. Τὸ δὲ «ἐπέρρεεν ἔθνη πεζῶν» ἀντὶ τοῦ πάνυ πολλοὶ ἤρχοντο κατὰ σπουδὴν καί, ὡς εἰπεῖν, ὑγροί, καὶ ἄλλως δὲ καθʼ Ὅμηρον «ὑγρῷ ποδί», ὅ ἐστιν ὑγιεῖ. ταὐτὸν γὰρ τὸ ἐν Ὀδυσσείᾳ «διερῷ ποδί», καὶ τὸ «ὑγρῷ καὶ ὑγιεῖ». καὶ ἡ ὑγεία γὰρ καὶ ὁ ὑγιὴς ἐκ τοῦ ὑγροῦ ἐτυμολογεῖται κατὰ τοὺς παλαιούς, ὡς οἷον ὑγρεία τις καὶ ὑγριής, οὗ τὸ ἐναντίον ἡ νέκρωσις ἀλίβαντας ποιεῖ καὶ αὐαίνει, ἐξ οὗ καὶ ὁ παρὰ τῷ Κωμικῷ Αὐαίνου λίθος ἐν Ἅιδου πέπλασται, εἰπόντος που καὶ τὸν πάνυ γελῶντα ἀπαφαυανθῆναι γελῶντα, ὅπερ ὁ ποιητὴς γέλῳ ἐκθανεῖν λέγει. Ὅρα δὲ καὶ ὅτι τὸ «τὰ δʼ ἐπέρρεεν ἔθνεα πεζῶν» ὅμοιόν πώς ἐστι τῷ «ἔθνεʼ ἀγείρετο μυρία νεκρῶν». εἰ δὲ δοκεῖ σκληρῶς ἴσως εἰρῆσθαι τὸ «ἐπέρρεον ἔθνεα», τουτέστιν συχνὰ δίκην ῥεύματος ἤρχοντο, ἀλλʼ ἔχει τὸ ἀσφαλὲς ἡ λέξις οὐ μόνον ἐκ τοῦ «ἱππόθεν ἐκχύμενοι», ὃ ἐν Ὀδυσσείᾳ κεῖται, ἀλλὰ καὶ ἐκ τοῦ παρακεῖσθαι ποταμῷ. εἰπὼν γὰρ «ἔστι τις ποταμός», ἐπήγαγε μετʼ ὀλίγα τὸ «τὰ δʼ ἐπέρρεεν ἔθνεα πεζῶν». Ἔνδιοι δέ, ὡς καὶ ὁ Γεωγράφος ἑρμηνεύει, οἱ κατὰ μεσημβρίαν, ὅτε δηλαδὴ ἐνδεῖ καὶ οὐκέτι αὔξεσθαι δοκεῖ ἀλλὰ φθίνει ἡ ἡμέρα. ὅθεν καὶ δείλη ἡ ἐνδέουσα τῆς ἕλης. καὶ κεῖται ἡ λέξις καὶ ἐν Ὀδυσσείᾳ. Σημειοῦνται δὲ οἱ παλαιοὶ ἐνταῦθα καὶ τὴν καιρικὴν ἀλήθειαν, φάμενοι τὴν ἐξ Ἀρήνης ὁδὸν ἐς Ἀλφειὸν ἐκ πρωΐας ἕως καὶ εἰς μεσημβρίαν εἶναι. Φησὶ γοῦν καὶ ὁ Γεωγράφος, ὅτι νυκτερεύσαντες ἔνδιοι πρὸς τὸν Ἀλφειὸν ἀφικνοῦνται. Τινὲς δὲ τὸ ἔνδιοι ἀντὶ τοῦ ἱδροῦντες, ὡς οἷον ἐνίδιοι, παρὰ τὸ ἶδος καὶ τὸ ἰδίειν, καὶ ἐν συγκοπῇ ἔνδιοι. ἴσως δὲ καὶ παρὰ τὸν ὑγρὸν Δία, ὅ ἐστιν ἀέρα. ὅθεν καὶ τὸ διαίνειν καὶ τὸ «διέμενος» δὲ παρὰ τῷ Κωμικῷ. ἀκολούθως δὲ ἐκ τοῦ τοιούτου ἔνδιος καὶ ὁ διερός, ὁμοίως τῷ τρόμος τρομερός καὶ τοῖς ὁμοίοις. Ἱερὸς δὲ ῥόος ὁ τοῦ Ἀλφειοῦ ἢ ὅτι ἔχει τι ἐξαίρετον καὶ αὐτός, ἀλφοὺς ἰᾶσθαι, ὡς καὶ ἐν ἄλλοις δεδήλωται, ἢ ἐν τῷ καθόλου διὰ τὴν τοῦ ὕδατος ἀρετήν, διʼ ἣν καὶ ὁ Λυρικὸς ἄριστον τὸ ὕδωρ φησίν, ὡς ἐκεῖ γράφουσιν οἱ Ὑπομνηματισταί. Δῆλον δὲ ὅτι ἔνθα τι σεμνόν, ἐκεῖ ὡς ἐπὶ πολὺ καὶ τὸ ἱερὸν ἐκφωνεῖται. τείχεα γοῦν ἱερὰ καὶ ἱερὰ ἀλωὴ καὶ ἱερὸς ἰχθὺς καὶ ἱερὸν ὀστοῦν. Ὁ μέντοι ἱερὸς ὄφις πλεῖόν τι ἔχει φρίκης ἤπερ σεμνότητος, ὡς ἀλλαχοῦ φανεῖται. Θυσία δὲ Ἀλφειῷ προσφυὴς ὡς ποταμῷ ταῦρος, καθὰ καὶ Ποσειδῶνι, ὡς πλεισταχοῦ φαίνεται. κάλλους δʼ ἐπαναφορικὸν σχῆμα εἰς ὡραϊσμὸν τῆς κατὰ θυσίαν φράσεως τὸ «ταῦρον δʼ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδῶνι». Θύεται δὲ καὶ τῇ Ἀθηνᾷ βοῦς ἀγελαία, ἤτοι ἀδάμαστος, ἄφετος, καὶ καθʼ Ὅμηρον ἀδμήτη, περὶ ἧς ἐν ἄλλοις εἴρηται. Οἱ δὲ παλαιοὶ λέγουσιν οὕτω συντόμως, ὡς οἰκεῖος ὁ ταῦρος ποταμίῳ ῥεύματι τά τε ἄλλα καί, ὅτι βίαιός ἐστι τοῖς κέρασιν ἀναβάλλων τὴν γῆν. Ἐξ οὗ καὶ ταυρηδόν ἐπίρρημα παρὰ τῷ Κωμικῷ ἀντὶ τοῦ ἀγρίως, καθὰ καὶ ἐκ τοῦ κύκλος τὸ κυκληδόν, οἷον «καὶ περιβλέψας κυκληδὸν τὸ πλῆθος ἔφη». Δοκεῖ καὶ ῥῆμα ἐκ τοῦ ταύρου εἶναι τὸ ταυροῦν, ὅθεν καὶ γυνὴ ἀταυρώτη, ἡ ἄζυξ καὶ μὴ ὑπὸ ἀνδρὶ γενομένη, ὡσεὶ καὶ δάμαλις ὑπὸ ταύρῳ. ἦν δὲ καὶ ποταμοῦ ὄνομα Τροιζηνίου Ταῦρος, ἐξ οὗ καὶ ὕδωρ Ταύριον παρὰ Σοφοκλεῖ, παρʼ ᾧ, φασί, καὶ κρήνη τις ὑόεσσα καλεῖται. Ὅτι δὲ καὶ κύριον ὄνομα ὁ Ταῦρος οὐ μόνον ὁ κατὰ Κρήτην ἰατρὸς ἐκεῖνος, ἀλλὰ καὶ ἄλλοι ὀνομαστοί, δῆλον ἐκ τῶν παλαιῶν. ταῦρος δὲ καί τι σωματικόν, ἐξ οὗ οἱ Κωμικοὶ τὸν λάσταυρον ἤγουν λασιόταυρον, ληροῦσι. Τέλη δὲ καὶ ἐνταῦθα τὰ στρατιωτικὰ λέγει τάγματα. δῆλον δὲ ὅτι πολυσήμαντον τὸ τέλος ἐστί. τέλος γάρ, φασίν, ἀνάλωμα καὶ τάξις καὶ ἀρχὴ καὶ γάμος. καὶ ἐκ μὲν τοῦ δηλοῦντος τὸ ἀνάλωμα γίνεται ἀτελῆ κατὰ Παυσανίαν τὰ ἀδάπανα, ὡς καὶ πολυτελῆ τὰ πολυδάπανα. ἐντεῦθεν δὲ καὶ εὐτελὴς ὁ φειδωλός, φασί, καὶ ὀλιγοδάπανος, ὡς πολυτελὴς ὁ πολυδάπανος. ἐκ δὲ τοῦ σημαίνοντος τάξιν, ἤδη δὲ καὶ ἀρχήν, αἱ μυστικαὶ τελεταὶ καὶ τὸ τελεῖσθαι ἀντὶ τοῦ μυεῖσθαι καὶ ἡ κατʼ ἀρετὴν τελειότης καὶ οἱ κατʼ αὐτὴν τέλειοι καὶ οἱ ἐν τέλει, τουτέστιν οἱ ἀρχικοὶ καὶ τάσσοντες, ἤτοι κοσμήτορες, ὡς τὸ «τοῖς ἐν τέλει βεβῶσι πείσομαι». ἐκ δὲ τοῦ λοιποῦ τέλους, ὃ σημαίνει τὸν γάμον, τὰ προτέλεια, ὧν χρῆσις μὲν μόνη παρὰ Αἰλίῳ Διονυσίῳ, ἑρμηνεία δὲ παρὰ Παυσανίᾳ, εἰπόντι, ὅτι προτέλεια ἡ πρὸ τῶν γάμων θέα, ἴσως τὰ λεγόμενα θεώρητρᾳ. ἐκεῖθεν δὲ καὶ τέλειοι οἱ γεγαμηκότες καὶ τελειωθῆναι τὸ γῆμαι. Δῆλον δὲ ὅτι καὶ τὸ παντὸς πράγματος πέρας τέλος λέγεται, ἀφʼ οὗ καὶ ἡ τελευτὴ προσλαβοῦσα τὸ υ πρὸς διαφορὰν τῆς τελετῆς, καὶ τὸ τελευτᾶν ῥῆμα, ὡς τὸ «τελευτήσῃς τε καὶ ἕρξῃς», καὶ τὸ τελεοῦν, ὡς τὸ «τῇ νῦν ὁρμῇ τελεωθέν», καὶ τὸ τελειοῦν καὶ ὁ ἐν τοῖς τοιούτοις τέλειος καὶ ἡ συντέλεια καὶ τὸ παντελές, ἤδη δὲ καὶ ἡ λυσιτέλεια. Δοκεῖ δὲ ἀπὸ σεμνοτάτης λέξεως τῆς τοῦ τέλλειν τὸ τέλος γίνεσθαι, ὁποῖον ἂν ἐκεῖνο εἴποι τις. προανατέλλει γάρ πως ἁπάσης πράξεως ὁ κατὰ τέλος σκοπός, καὶ αὐτοῦ ἕνεκα τὰ πρὸ αὐτοῦ. Τὸ δὲ «ἐν ἔντεσι κατακοιμᾶσθαι» στρατιωκὸν ἔθος ἐναγώνιον. Μέγα δὲ ἔργον Ἄρεος τὸν σύντονον λέγει πόλεμον, ὡς καὶ μετʼ ὀλίγα εἰρήσεται. Ἐν δὲ τῷ «εὖτε ἠέλιος φαέθων ὑπερέσχε γῆς», ἤγουν ἀνέτειλε, φασὶν οἱ παλαιοί, ὅτι ὁπηνίκα ὁ ποιητὴς ἀφʼ ἑαυτοῦ λέγει τὸ τοιοῦτον νόημα, ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῦ φησιν ἀνατέλλειν τὸν ἥλιον. Τὸ δὲ «φαέθων» πρὸς διαστολὴν κεῖται τῆς ἀμφιλύκης, ἴσως δὲ καὶ τῆς κροκοπέπλου, ὅτε οὔπω φαέθων, ἤτοι λαμπρός, ἐξ ἀνατολῆς φωσφορεῖ ὁ ἥλιος. ἐντεῦθεν δὲ καὶ Φαέθων πέπλασται Ἡλίου υἱός. Τὸ δὲ ὑπερέχειν οὐ μόνον οὕτω λέγεται, ἀλλὰ καὶ ἀνέχειν καὶ ἀνίσχειν, ἔτι δὲ καὶ ἐξέχειν. κωλάριον οὖν τι παροιμιῶδες Αἴλιος Διονύσιός φησιν ὑπὸ παίδων λέγεσθαι, δηλοῦν ἐξέχειν, ὅ ἐστιν ἐπιτεταλκέναι τὸν ἥλιον. Ἀριστοφάνης· λέξεις ἄρʼ ὥσπερ τὰ παιδία «ἔξεχʼ, ὦ φίλʼ ἥλιε», ἤγουν ἀνατεῖλαι. Συμφέρεσθαι δὲ μάχῃ τὸ συμβάλλειν εἰς πόλεμον καὶ συνάγεσθαι, ἀφʼ ὧν συμβολή τε ὁ πόλεμος, καὶ τὸ «ξυνάγομεν Ἄρηα», καὶ «συμφερτὴ ἀνδρῶν ἀρετή», ὅ ἐστι συνοιστὴ κατὰ τοὺς παλαιούς, εἰπεῖν δὲ ἰδιωτικώτερον, συνακτή. ἐκ δὲ τοῦ ῥηθέντος ῥήματος καὶ τὸ κοινῶς λεγόμενον συμφέρον εἴτʼ οὖν συνοῖσον γίνεται. εἰ δέ τις εἴποι καὶ τὴν κακὴν συμφορὰν ῥηθῆναι ἀπὸ τοῦ πολεμικῶς ἐπʼ ὀλέθρῳ συμφέρεσθαι, οὐκ ἄν τι ἄσκοπον εἴπῃ. Εἰς δὲ τὸ «Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος» σημείωσαι, ὅτι τοὺς ἀκαίρους καλλωπισμοὺς τοῦ λόγου ἐκκλίνων ὁ ποιητὴς ποιεῖ οὕτω κἀνταῦθα. ὡς γὰρ ἐξ ἀρχῆς ἔφη «ὁπότε Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη», ἤγουν Ἠλείοις καὶ Πυλίοις, μεταλαβὼν τὸ Πυλίοις εἰς τὸ ἡμῖν, οὕτω κἀνταῦθα μετέλαβε λόγῳ πολυωνυμίας τοὺς Ἠλείους εἰς τοὺς Ἐπειούς, καὶ ἀντὶ τοῦ εἰπεῖν Πυλίων καὶ Ἠλείων ἔπλετο νεῖκος, Πυλίων ἔφη καὶ Ἐπειῶν, μὴ ἐθελήσας ἐπιβούλως καλλωπίζειν ἐν ἀγωνίας καιρῷ. Τὸ δὲ «κόμισα μώνυχας ἵππους» ἀντὶ τοῦ ἐκ λείας ἔσχον κοινότερον πέφρασται. τὸ γὰρ Ἀττικὸν ἐκομισάμην. Ἄλλο δὲ πάντως τοῦτο τὸ κομίζειν παρὰ τὸ «κόμισον δέ μοι ἵππους». ἐκεῖνο γὰρ ἐπιμελείας ἐστὶ δηλωτικόν, ἐξ οὗ καὶ κομιδή, ἡ ἐπιμέλεια, καὶ ἐπίρρημα σημασίας ὁμοίας ὀνοματικὸν ἀπὸ δοτικῆς τὸ κομιδῇ ἀντὶ τοῦ ἐπιμελῶς, λίαν. τῆς ἐκεῖθεν δὲ συστοιχίας καὶ τὸ ἱπποκομεῖν καὶ ὁ ὀρεωκόμος καὶ ἄλλα μυρία. Τὸν δὲ Μούλιον παρεσημειώσατο Νέστωρ γαμβρὸν εἶναι Αὐγείου εἰς ἔνδειξιν περιπετείας ἀστείας τοῦ ἐκεῖθεν ἱππεὺς αὐτὸς γενέσθαι, ὅθεν ὁ πατὴρ Νηλεὺς ἐστερήθη τῶν ἵππων. Ἰστέον δὲ καὶ ὅτι Νέστορος τοῦ τῶν ἱστοριῶν χορηγητοῦ τῷ ποιητῇ τὴν Ἀγαμήδην πολυφάρμακον ἱστορήσαντος ὁ παλαιὸς λόγος τοιαύτην καὶ τὴν Μήδειαν παραδίδωσι καὶ τὴν Θῶνος γυναῖκα τὴν Αἰγυπτίαν, ἧς ἐν Ὀδυσσείᾳ Ὅμηρος μέμνηται. Ὅτι δὲ πολυφάρμακος ἡ κατὰ τὴν Ἤλιδα χώρα, δηλοῖ ὁ εἰπών, ὡς Μήδεια ἐξ Ἀθηνῶν φυγοῦσα Αἰγέως φόβῳ, διότι τῷ Θησεῖ αὐτὴ ἐκέρασε φάρμακον, οἰκήσασά τε τὴν πλησίον Ἤλιδος Ἔφυραν, ἔνθα που καὶ ὁ Αὐγείας ἦν, πολυφάρμακα ἐποίησε τὰ ἐκεῖ. Ἀρριανὸς δὲ καὶ Κροκοδίκην τινὰ ἱστορεῖ οὐδὲν ἧττον γυναῖκα γοητεύτριαν. οὐκ ἀπέοικε δὲ τούτων οὐδὲ ἡ λογοποιουμένη Κίρκη. Ἐν δὲ τῷ «ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει χθών» φάρμακα μὲν μέσως ἔφη τά τε ἀγαθὰ καὶ τὰ μὴ τοιαῦτα. Τὸ δὲ «ᾔδῃ» ὁμοφωνῆσαν, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, τῷ πρώτῳ αὐτοῦ προσώπῳ τῷ ᾔδεα ᾔδῃ, ἐστέρηται τοῦ νυ. τὸ μέντοι εἰρήκειν εἰρήκη λέγοντες Ἴωνες ὡς ἀπὸ τοῦ εἰρήκεα, ὡσαύτως δὲ καὶ τὸ εἱστήκειν εἱστήκη ὡς ἀπὸ τοῦ εἱστήκεα, ὅμως τὰ τούτων τρίτα καινότερον σὺν τῷ νῦ προῆγον ἀπὸ τοῦ εἰρήκεεν εἱστήκεεν, καθὰ καὶ τὸ «ἤσκειν εἴρια καλά» ἀπὸ τοῦ ἤσκεεν. τοιούτῳ δὲ λόγῳ κεῖται καὶ παρὰ τῷ Κωμικῷ τὸ «ᾔειν» ὁ δεῖνα ἀντὶ τοῦ ἦλθε. Τὸ δὲ «ὅσα τρέφει χθών» τήν τε τραφερὴν ἐτυμολογεῖ, καὶ πρὸς διαστολὴν δὲ φαρμάκων ἑτεροίων εἴρηται, καὶ ὑπερβολὴν δέ τινα ἔχει, καθότι οὐκ ἂν ἡ Ἀγαμήδη πάντα φάρμακα εἰδείη, ἐπεὶ μηδὲ δυνατόν. Ἧς δὴ Ἀγαμήδης τὴν ἱστορίαν πάνυ γοργῶς ἐπεισοδιάσας ὁ ποιητὴς μέθοδον δίδωσιν, ὅπως χρὴ ἐπελευστικῶς παραπλέκειν τοῖς πρὸ ἔργου καὶ καιριωτέροις τὰ πάρεργα. Χαλκῆρες δὲ δόρυ τὸ χαλκῷ ἀρηρός. Τὸ δὲ «ἔτρεσαν» καὶ νῦν ἀντὶ τοῦ ἔντρομοι ἔφυγον. Τὸ δὲ «ἐπεὶ ἴδον ἄνδρα πεσόντα» ἑρμηνεύων ὁ ποιητὴς ἐπάγει «ὃς ἀριστεύεσκε μάχεσθαι», δηλῶν ὡς ἄνδρα τὸν ἀριστέα εἶπεν, ἤτοι τὸν ἀνδρεῖον. ὅτι δὲ τοιαύτη στρατιᾶς κεφαλὴ πεσοῦσα συγκαταφέρει τὸ λοιπὸν σῶμα τοῦ στρατοῦ, δῆλον. Τὸ δὲ «κελαινῇ λαίλαπι ἶσος» παραβολὴ σύντομος, δηλωτικὴ ὀξέος καὶ συντόνου δρόμου, ἣν πλατῦναι οὐκ ἐπέτρεπεν ὁ καιρός. Τὸ δὲ «ὀδὰξ ἕλον οὖδας» ἔχει τι ἀστεῖον ἀντιθετικὸν σχῆμα, ἵνα λέγῃ ὡς ἐγὼ μὲν δύο ἀμφὶς ἕκαστον, ἤγουν ἀμφὶ ἕκαστον δίφρον, ἄνδρας ἕλον, αὐτοὶ δὲ οὐκ ἐμὲ ἀλλὰ τὸ οὖδας ἕλον δάκνοντες ὑπὸ σφαδασμοῦ. μέγα οὖν ἔργον ἀληθῶς Ἄρεος, ὡς προερρέθη, τὸ ὑφʼ ἑνὶ νέῳ πολεμιστῇ ἑκατὸν ἄνδρας πεσεῖν. Ὅτι δὲ ὁ δίφρος καὶ διώχης κατὰ Παυσανίαν ἐκαλεῖτο ἀπὸ τοῦ δύο ἔχειν, καθὰ καὶ δίφρος ἀπὸ τοῦ δύο φέρειν, καὶ ὅτι τὸν τοιοῦτον διώχην καὶ δίεδρον ἐκάλουν, εἴρηται καὶ ἀλλαχοῦ. Τὸ δὲ «Ἀκτορίωνε Μολίονε παῖδε» διαφωνεῖται παρὰ τοῖς παλαιοῖς. Οἱ μὲν γὰρ καὶ ἄμφω τὰς λέξεις πατρωνυμεῖσθαί φασιν, ἵνα λέγῃ Ἀκτορίωνας μὲν ἀναμφιλέκτως τοὺς Ἀκτορίδας, ὅ ἐστιν υἱοὺς Ἄκτορος, Μολίονας δὲ ἢ πατρωνυμικῶς καὶ αὐτὸ οἷα Μόλου ὄντας πατρὸς τοῦ καὶ Ἄκτορος. διὸ καθὰ Ῥωμαϊκῷ ἔθει Ἄκτωρ Μόλος ἀσυνδέτως ὁ πατὴρ κατὰ διωνυμίαν, οὕτω καὶ οἱ αὐτοῦ παῖδες Ἀκτορίωνε Μολίονε. Ἢ μητρωνυμικῶς ἀπὸ μητρὸς Μολιόνης, ἵνα κλίνοιντο ἀπὸ τοῦ Μολιονίδης Μολιονίων, ὡς Πριαμίδης Πριαμίων, καὶ ἐν συγκοπῇ Μολίων, μάλιστα δέ, ὡς Ὑπεριονίδης Ὑπεριονίων Ὑπεριονίωνος, καὶ ἐν συγκοπῇ Ὑπερίονος, καὶ λέγοιντο καθάπερ διὰ πατέρα τὸν Ἄκτορα Ἀκτορίωνε, οὕτω καὶ διὰ τὴν μητέρα Μολιόνην Μολίονε, ἤγουν Μολιονίδαι ἢ Μολιονίωνε, τουτέστι Μολιόνης υἱοί. Ὅπερ οὐκ ἀρέσκει τοῖς παλαιοῖς, σημειουμένοις κἀνταῦθα μὴ σχηματίζεσθαι παρʼ Ὁμήρῳ ἐκ μητέρων πατρωνυμικά. καὶ οὕτω μέν τινες. Ἕτεροι δὲ τὸ Μολίωνε κατʼ ἐπίθεσιν, ἤγουν ἐπιθετικῶς, νοοῦσιν, ἵνα ἡ λέξις δηλοῖ τοὺς μαχίμους καὶ ὁρμητικούς, οὐ παρὰ τὸν μῶλον, ἀλλὰ παρὰ τὴν ἐν μάχῃ μόλυνσιν, ἐξ ἧς ἐν ἐκτάσει ὁ μῶλος γίνεται, ἢ παρὰ τὸ μόλω ῥῆμα, ἐξ οὗ καὶ Μούλιος ὁ ῥηθεὶς τοῦ Αὐγείου γαμβρός, καὶ Μόλος ὁμώνυμος τῷ Μόλῳ Ἄκτορι, ὁ τοῦ Μηριόνου πατήρ, καὶ Μόλωνες οἱ παρὰ τῷ Κωμικῷ, ὅ τε ἥρως καὶ ὁ σκωπτόμενος. καὶ οὕτω μὲν τὰ κατὰ τὰς δύο ταύτας λέξεις. Οἷοι δὲ οἱ Ἀκτορίωνες, καὶ ὡς ὁ μῦθος εἰς ἓν συναλείφει σῶμα τούτους, παρηλλαγμένην αὐτοῖς φύσιν πλάττων καὶ συνάγων συντίθησιν, οὐκ ἀποστερῶν αὐτοὺς τῶν μερῶν τῶν δύο σωμάτων, καὶ ὡς ἀκαταγωνίστους ποιεῖ τερατώδεις τινὰς ὑποκειμένους καὶ ἄμφω ἐν ἑνὶ σώματι καθʼ Ἡσίοδον, εἰ καί τινες δύο ἑκατέρους ἔχειν σώματά φασι, δηλοῦσιν ἕτεροι. Ἐπιτεμὼν δέ τις ὅμως τὰ τῶν πολλῶν ἐρεῖ, ὅτι Κτέατος καὶ Εὔρυτος, περὶ ὧν καὶ ἐν τῷ Ἐπιταφίῳ τοῦ Πατρόκλου γέγραπται, Ἄκτορος υἱοὶ λέγονται τοῦ καὶ Μόλου. διὸ καὶ Ἀκτορίωνες λέγονται καὶ Μολίονες, ὡς προσεχῶς εἴρηται. φιλάδελφοι δὲ ἱστοροῦνται, καὶ μιᾷ ψυχῇ ἐν δυσὶ σώμασι διοικούμενοι. ὁ δὲ μῦθος εἰς ἓν συνάπτων αὐτούς, ὃς δὴ καὶ τῷ Πλάτωνι περὶ ἀνδρὸς καὶ γυναικὸς λόγον τινὰ ἐνδέδωκεν ὅμοιον, διφυεῖς πλάττει τῷ σώματι, ἕως πλευρῶν συνημμένους, ὡς καὶ ὑπὸ μιᾷ ζώνῃ ἅμα ζώνυσθαι, δυάζων αὐτοῖς τὰς κεφαλὰς καὶ ὄμματα ὑπανοίγων τέσσαρα καὶ χεῖρας τοσαύτας προτείνων καὶ πόδας ὑποβάλλων ἴσους, ὡς διὰ ταῦτα καὶ τοῖς γυμνικοῖς αὐτοὺς ἀγῶσι μάλιστα ἐνευδοκιμεῖν. Παρά τινων δὲ ἱστορεῖται καί, ὅτι αὐτὸς Ἡρακλῆς συμμαχούντων αὐτῶν τῷ Αὐγέᾳ εἰς τὸ ἐμφανὲς μὴ ἔχων περιγενέσθαι λοχήσας ἀνεῖλεν καὶ οὕτω τὴν Ἦλιν ἐπόρθησεν. ὅθεν καί φασι διὰ τὸ τηνικαῦτα τοῦ πολέμου δύσεργον καὶ εἰς παροιμίαν ἐκπεσεῖν τὸ πρὸς δύο οὐδὲ Ἡρακλῆς. Ὅτι δὲ καὶ ὁ Ἡρακλῆς ἐνιαχοῦ ἀγῶνα πολὺν εἶχε διὰ τὸ τοῦ Ἐνυαλίου ξυνόν, αἱ ἱστορίαι δηλοῦσιν. ὃν καὶ ἡ Θρᾴκη παρὰ βραχὺ δυσπραγήσαντα εἶδεν ὑπὸ λῃστοῦ, ὡς ἐν τοῖς τοῦ Πινδάρου δηλοῦται. Καὶ ἄλλως δέ ποτε δίχα πολέμου ἐδυστύχησεν εἴς τινα βολήν, ἀφʼ ἧς παροιμία τὸ «βέβληται βαλών». ἐν Ὀλυμπίᾳ γάρ, φασίν, ἀνδριάντα ἰδὼν καὶ νομίσας λῃστρικόν τινα εἶναι ἄνδρα ἐπαφῆκε λίθον, ὃς ἀναστραφεὶς βέβληκε τὸν Ἡρακλῆν. Παλαιὸς δέ τις οὕτω συντομώτατα φράζει πλήξαντα καὶ πληγέντα τὸν Ἡρακλέα, ἐπεὶ μεταξὺ Πίσης καὶ Ἤλιδος Δαιδάλειον ἀνδριάντα ἀγνοήσας ὡς ἄνδρα ἔπληξε λίθῳ, ὁ δὲ ἀντικρούσας ὀπίσω ἔπληξεν αὐτόν. Σημείωσαι δὲ ὅτι ὁ σοφὸς Νέστωρ ὑπιδόμενος τὸ ἀπίθανον, ὡς μὴ εὐχερὲς ὂν κατὰ τοιούτων ἀηττήτων ἀνδρῶν ἀριστεῦσαι αὐτὸν καὶ ταῦτα οὔ τί πω εἰδότα πολεμεῖν, οἳ καὶ Ἡρακλεῖ ἀντέστησαν, ἐτόλμησε μὲν εἰπεῖν, ὡς ἀλάπαξεν ἂν καὶ αὐτούς, εἰ μὴ πατὴρ Ποσειδῶν ἐκ πολέμου ἔσωσε συσταλέντας ἢ καὶ φυγόντας. —τοῦτο γὰρ δηλοῖ τὸ «καλύψας ἠέρι πολλῇ», ὅ ἐστιν ἀφαντώσας ἐν ἀορασίᾳ—, ἐθεράπευσε δὲ τὸν ἀλαζόνα λόγον δὶς παρασημηνάμενος παῖδας ἔτι αὐτοὺς εἶναι, ἀγαθοὺς μὲν εἰς μάχην, οὔπω δὲ ἀκαταγωνίστους, οἷα μηδὲ μάλα εἰδότας πολέμοιο διὰ νεότητα. Δῆλον δὲ ὅτι τε ὁ μῦθος λόγῳ μόνῳ Ἀκτορίωνας τοὺς ῥηθέντας ἀδελφοὺς λέγει, Ποσειδῶνος ἄλλως ὄντας, διʼ οὗ αἰνίττεται τὸ ἐν αὐτοῖς ὑγρὸν καὶ θυμῶδες καὶ ἄγριον. τοιοῦτοι γὰρ οἱ ἐκ Ποσειδῶνος, ὡς καὶ ἡ Ὀδύσσεια δηλοῖ. καὶ ὅτι τὸ μὲν «Ἀκτορίωνε» συστέλλει φύσει κανονικῶς τὸ προπαραλῆγον δίχρονον, διὸ καὶ ἐκτείνει τὴν παραλήγουσαν, τὸ δὲ Μολίονε ἐκτείνει μὲν τὸ τῆς προπαραληγούσης ι κατὰ χρόνου μετάθεσιν, συστέλλει δὲ τὸ παραλῆγον ο κατὰ τὸν καὶ ἐν τοῖς τοιούτοις κανόνα, ὁμοίως τῷ Κρονίονος ἐν τῷ «οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην», καὶ ὅτι τὸ μὲν Ἀκτορίωνε ὁλοκλήρως ἔχει, τὸ δὲ Μολίονε δυοῖν λέλειπται συλλαβῶν καθʼ ὁμοιότητα τοῦ Ἀνθεμίδης, ὃ δηλοῖ υἱὸν Ἀνθεμίωνος. Ἐν δὲ τῷ «τόφρα γὰρ οὖν» ἀργὸν κεῖται τὸ οὖν, ὡς πολλαχοῦ γίνεται, κατά τινα παραπλήρωσιν. Ἐν δὲ τῷ «διʼ ἀσπιδέος πεδίοιο» ἢ ἀσπιδὲς τρισυλλάβως νοητέον πεδίον τὸ περιφερὲς δίκην ἀσπίδος πάντοσε ἴσης, ἢ σπιδὲς κατά τινας δισυλλάβως τὸ ἐκτεταμένον καὶ πλατύ, ὡς ἀπὸ τοῦ σπίζω, τὸ ἐκτείνω, ἐξ οὗ, φασί, καὶ σπιθαμή, παρὰ τὸ θαμὰ σπίζεσθαι, ὅ ἐστιν ἐκτείνεσθαι, ἐν τῷ μετρεῖν τοὺς ἄκρους δακτύλους, καὶ ἀσπίς, ἡ μὴ πλέον τοῦ μετρίου μεμηκυσμένη ἢ κυρίως ἡ κυκλοειδὴς καὶ μὴ εἰς μῆκος ἐκτεταμένη. Ὅτι δὲ πᾶν πλατὺ πεδίον καὶ μὴ εὐπεριόριστον κατὰ τὴν τοῦ ἀσπιδέος γραφὴν περιφερὲς εἶναι δοκεῖ ὡς κύκλου ἐναπολαμβανομένου τῇ θέᾳ διὰ τὸ δυστέκμαρτον τοῦ πέρατος, ἡ ὄψις ἐδοκίμασε. συνηγορεῖ δὲ τῇ τοῦ σπιδέος γραφῇ καὶ τὸ παρʼ Αἰσχύλῳ σπίδιον πεδίον, ὅ ἐστι μακρόν, κατὰ τοὺς παλαιούς. Τὸ δὲ «ἀνά τʼ ἔντεα καλὰ λέγοντες» ἢ ἁπλῶς εἴρηται ὡς δέον ὂν πᾶν ὅπλον καλὸν ἐξ ἐπιμελείας εἶναι, ἢ πλῆθος λαφύρων δηλοῖ, ὡς μὴ ὅπλων ἁπλῶς οὕτω λαμβανομένων, ἀλλὰ τῶν καλῶν ἐπιλεγομένων. Δῆλον δὲ ἐκ τοῦ «ἀνά τʼ ἔντεα» καὶ ὅτι ψιλοῦται καθʼ Ὅμηρον τὰ ἔντεα, εἰ καὶ οἱ μεθʼ Ὅμηρον δασύνουσιν, ὡς ὁ αὐθέντης, ὅ ἐστιν αὐτοφόντης, δηλοῖ, καθὰ εἴρηται ἀλλαχοῦ. Τὸ δὲ «ἐπὶ Βουπρασίου βήσαμεν ἵππους» ἀντὶ τοῦ ἕως εἰς Βουπράσιον ἠλάσαμεν. Βουπράσιον δέ, περὶ οὗ καὶ ἐν τῇ Βοιωτίᾳ γέγραπται, ἀξιόλογος, φασί, κατοικία Ἤλιδος, ἠφανίσθη δὲ ὕστερον. Ἐκλήθη δὲ ἀπὸ ἄρχοντος Βουπρασίου. Προσεχῆ δὲ τῷ Βουπρασίῳ καὶ τὰ ἐφεξῆς χωρία, ὧν πέτρα μὲν Ὠλενία, ἧς φασι μεμνῆσθαι καὶ Ἡσίοδον ἐν τῷ «ᾤκεε δʼ Ὠλενίην πέτρην», δοκεῖ ἀπὸ Ὠλένου καλεῖσθαι, πόλεως Ἀχαΐας, αὐτὴ δὲ ἀπὸ Ὠλένου ἀρχηγοῦ, υἱοῦ Ἀναξιθέας, μιᾶς τῶν Δαναΐδων κατὰ τὸν τὰ Ἐθνικὰ γράψαντα. δεδήλωται δὲ περὶ ταύτης καὶ ἐν τοῖς εἰς τὴν Βοιωτίαν. Ἀλήσιον δὲ ἀπό τινος Ἀλησίου, ἑνός, φασί, τῶν τῆς Ἱπποδαμείας μνηστήρων. ἦν δὲ καὶ Ἁλήσιον, φασί, πεδίον Ἠπειρωτικόν, κληθὲν ἀπὸ πηγνυμένου ἐκεῖ πολλοῦ ἁλός. τὸ μέντοι Ὁμηρικὸν ἔοικεν ὡς ἀπὸ τῆς ἄλης ψιλοῦσθαι. τινὲς γὰρ τὸν ῥηθέντα Ἀλήσιον ἀπόγονόν φασι, ὡς καὶ ὁ τὰ Ἐθνικὰ γράψας ἱστορεῖ, ἑνὸς τῶν ἐξ Ἀσίας εἰς Πελοπόννησον κατά τινα πλάνην ἀφικομένων. διείληπται δὲ καὶ περὶ τούτου ἐν τοῖς τῆς Βοιωτίας. Ἡ δὲ γραφὴ τῆς προπαραληγούσης τοῦ Ἀλησίου διφορεῖται. ὁ μὲν γὰρ τὰ Ἐθνικὰ γράψας κατὰ στοιχεῖον διὰ τοῦ η οἶδεν αὐτήν, ὁ δὲ Ἐτυμολόγος διὰ διφθόγγου, ἀπὸ τοῦ ἀλέω, φησί, τὸ ἀλήθω. Ἡ δὲ κατʼ αὐτὸ σύνταξις διττή. ἢ γὰρ στιχθέντος τοῦ Ἀλησίου λέγει τὸ «ἔνθα Κολώνη κέκληται», ἢ ἄλλως συναπτῶς καθʼ ὑπερβατόν φησιν οὕτω· καὶ ἔνθα Ἀλεισίου κολώνη κέκληται, πρὸς διαστολὴν τῆς προρρηθείσης Κολώνης. Ἐν δὲ τῷ «ἄνδρα κτείνας πύματον λίπον» οὐ λέγει μὲν τίνα ἔλιπε, δηλοῖ δὲ ὅτι τὸν κτάμενον ἔλιπεν ἢ τὴν μάχην ἔλιπε. Καὶ ὅρα ὡς καιρίως ἐπὶ ἐλλείψει πράξεως καὶ ἐλλειπτικῷ ἐχρήσατο σχήματι. Ἰστέον δὲ ὡς ἐντεῦθεν ἡ κοινὴ γλῶσσα λαβοῦσα λέγει ἐπὶ πολέμων καὶ αἰκιῶν καὶ τῶν τοιούτων, ὅτι ὁ δεῖνα ὅλων ὕστερον ἕνα ἔρριψε καὶ ὅλων ὕστερον μίαν πληγὴν ᾐκίσατο. Πύματον δὲ ἢ τὸν ἔσχατον λέγει, ὃν ἀλλαχοῦ εἶπεν ὀπίστατον, κατὰ τὸ «πυμάτας ὤτρυνε φάλαγγας», ἢ μεθʼ ὃν οὐκέτι ἄλλον ἀνεῖλεν, ὡς τὸ «πύματον ὡπλίσατο δόρπον». Τὸ δὲ «πάντες εὔχοντο θεῶν Διῒ Ἕκτορι τʼ ἀνδρῶν» ἢ ἀντὶ τοῦ εὐφήμως εἶχον καὶ εὐχαρίστως ἐμοί τε καὶ Διΐ, ἢ ἀντὶ τοῦ ἐπεκαλοῦντο ἡμᾶς εἰς ἐπικουρίαν, εἴ τί που κακὸν παραπέσῃ ἀλεξικάκου ἀμύνης δεόμενον. Ἐν δὲ τῷ «ὣς ἔον εἴ ποτʼ ἔην», ὃ δὴ πάντως ἐπίτηδες οὕτω διχῶς ἐφράσθη πρὸς ἔνδειξιν πολυγλωττίας, τὸ μὲν «ἔον» ῥῆμά ἐστι τῆς ἐών μετοχῆς, ἐξ οὗ καὶ τὸ «πῶς ἂρ ἔοι τάδε ἔργα», τὸ δὲ «ἔην» τὸ ἐντελές ἐστι τοῦ ἦν. Ἰστέον δὲ ὅτι τὸ κοινὸν ἦν οὐ μόνον ἔον καὶ ἔην ὁ ποιητὴς γράφει, ὡς ἐνταῦθα, ἀλλὰ καὶ ἤην καὶ ἦον. ἐρεῖ γοῦν μετʼ ὀλίγα «ἀγορή τε θέμις τε ἤην», καὶ «νόος γε μὴν ἔμπεδος ἦεν». λέγεται δὲ καὶ ἔα, ὡς ἐν Ὀδυσσείᾳ «τοῖος ἔα», καὶ ἐν συναιρέσει δὲ ἦ κατὰ τοὺς παλαιοὺς Ἀττικούς, ὡς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν εἴρηται, ἐκταθὲν δὲ τὸ ἔα ἦα γίνεται. Ὅρα δὲ ὅτι ὁμοιοσχήμονά πως καὶ ἡ εἰσβολὴ τοῦ διηγήματος καὶ τὸ πέρας. ἀρξάμενος γὰρ ὁ γέρων ἔφη «εἴθʼ ὣς ἡβῴοιμι» καὶ ἑξῆς, ἐν δὲ τῷ τέλει «ὣς ἔον, εἴ ποτʼ ἔην γε μετʼ ἀνδράσιν», ὅτε ἥβων δηλαδή. ἐπιεικὲς δὲ τὸ «εἴ ποτε ἔην». οὐ γὰρ ἐνδοιαστέον, εἰ ἀνδρεῖος ἦν ὁ τοιαῦτα κατωρθωκώς. Τὸ δὲ «οἶος τῆς ἀρετῆς ἀπονήσεται» μέγα ὄνειδος, εἰ μήτε τοὺς ζῶντας Ἀχιλλεὺς ὠφελήσει μήτε ζῆλον ἀφήσει τοῖς εἰς ἔπειτα. Πρὸς διαστολὴν δὲ ὁ Νέστωρ ἑαυτοῦ ταῦτα ἔφη, ὃς, καθὰ τὸ ῥηθὲν διήγημα ἐδήλωσεν, ὄνασθαι τῆς ἑαυτοῦ ἀρετῆς τοὺς συμφυλέτας πεποίηκεν. Ἰστέον δὲ ὅτι ἐντεῦθεν ὁ Πάτροκλος, ὡς οἷα ἐκ διδασκάλου πορισάμενος ἐπιχείρημα καὶ παραφράσας, αἰναρέτην ἐν τοῖς ἑξῆς τὸν Ἀχιλλέα καλέσει, ὅ ἐστιν ἐπὶ κακῷ τὴν ἀρετὴν ἔχοντα. ἐρεῖ δὲ καὶ «τίς ἄλλος ὀνήσεται ἐκ σοῦ;» Ὅτι δὲ τὸ ὀνεῖν καὶ ὀνίσκειν λέγεται κατὰ παραγωγήν, δηλοῖ καὶ ὁ γράψας, ὅτι ὀνείατα λέγεται παρὰ τὸ ὀνίσκειν ἡμᾶς. ἀναλογία δὲ τούτου κατὰ τὸ ῥύω ῥυΐσκω, τελῶ τελίσκω, κύω κυΐσκω, γεγωνῶ γεγωνίσκω, καὶ ὅσα τοιαῦτα, ὧν πρὸς ὁμοιότητα παραλαλεῖται καὶ τὸ γινίσκεσθαι. Ὅπως δὲ ὁ Ἀχιλλεὺς μετακλαύσεται, ἐπειδὰν ὁ λαὸς ὄληται, προείρηται. Εἰπεῖν δὲ ἔστιν εἰς τοῦτο καί, ὅτι λυπεῖται πᾶς ὁ ἔχων ἀρετὴν περί τι, ὅτε τὸ ὑποκείμενον ἀπόληται, ὡς καὶ Ἀχιλλεὺς πάθοι ἂν ὀλομένου τοῦ λαοῦ, ὑπὲρ ὧν κινδυνεύειν ἐχρῆν. Τὸ δὲ «ὦ πέπον» οὐ ψογερόν, ὥστε δηλοῦν ἄνδρα ἔκλυτον, φιλίαν δὲ σημαίνει ἐνδιάθετον. καὶ εἴρηται μὲν ἱκανῶς ἤδη περὶ τῆς λέξεως ταύτης καὶ τῶν κατʼ αὐτήν. ἄρτι δὲ οὐ περιττὸν εἰπεῖν ὅτι ἐκ τοῦ πέπτειν ἤγουν πέττειν, ὅθεν ὁ πέπων καὶ ἡ πεπαιτέρα γίνεται, γυνὴ δηλαδὴ μήτε πάνυ γεραιὰ μήτε μὴν ἔτι ἀκμαία. χρῆσις δὲ τῆς λέξεως ἐν τῷ «νέᾳ παλαιᾷ, μεσοκόπῳ πεπαιτέρᾳ». Τὸ δὲ ἐπιτέλλειν, ὃ καὶ παθητικῶς ἐπιτέλλεσθαί φησι, καιρωτάτη λέξις ἐστί, διὸ καὶ πολλάκις αὐτῇ ὁ ῥήτωρ Νέστωρ χρᾶται ἐνταῦθα. Τὸ δὲ «Ἀγαμέμνονι πέμπε» πάνυ δεινῶς εἶπεν ὁ Νέστωρ, διδάσκων τὸν Πάτροκλον, ὡς οὐ προσθήκη τῆς τοῦ Ἀχιλλέως ἐστὶ συμμαχίας, ἀλλʼ ἐφʼ ἑαυτοῦ σύμμαχος ἐπέμφθη τῷ βασιλεῖ, καί πως ἠρέμα βούλεται πείθειν τῷ Ἀγαμέμνονι μᾶλλον αὐτὸν ἀκολουθεῖν καὶ μὴ πάνυ συντρέχειν ἢ προσέχειν τῷ Ἀχιλλεῖ τὸν νοῦν. Τὸ δὲ «πάντα μάλα ἠκούομεν» ἀπαιτεῖ καὶ τὸν τότε παρόντα καὶ ἀκούοντα Πάτροκλον μεμνῆσθαι ὁμοίως τούτοις τῶν τότε λεχθέντων καὶ φυλάσσειν αὐτά. Ὅρα δὲ καὶ ὅτι κἂν ἡ Ἥρα πολλὰ καμεῖν ἐν τοῖς πρὸ τούτων αὐχῇ λαὸν ἀγείρουσα, ὡς δεδήλωται, ἀλλὰ πρὸς ἱστορίαν Ὀδυσσεὺς καὶ Νέστωρ τῷ τοιούτῳ ὑπούργησαν λειτουργήματι λαὸν ἀγείραντες, Ἥρας μέντοι συνεφεπομένης, τουτέστιν Ἡραίας, ὅ ἐστι βασιλικῆς μεγάλης ἀξίας, ὑφʼ ἧς ἐπιτραπέντες ἐποίουν ἃ ἐποίουν. Τὸ δὲ «Ἀχαιΐδα πουλυβότειραν» δεξιῶς ἐρρέθη, ὡς ἐκ τοιαύτης γῆς πολυανθρώπου δηλαδὴ δυνατὸν ὂν ἀγείρειν λαόν. δῆλον δὲ ὅτι ὡς ἀρίστοις τῷ Ὀδυσσεῖ καὶ τῷ Νέστορι ἀνετέθη τὰ τῆς στρατολογίας. Αὐλῆς δὲ χόρτον οἱ μὲν τὸν περιορισμόν φασι καὶ τὴν περιοχήν, οἱ δὲ τὸ χώρημα τῆς αὐλῆς, ὃ καὶ μέσαυλον ἀλλαχοῦ εἶπε. καί φασιν οἱ Ἐτυμολόγοι, ὅτι χόρτοι οἱ τροχαλοί, ἐπεὶ ἀπὸ χόρτου κατεσκευάζοντο. κάλλιον δὲ εἶπον ἕτεροι ὅτι, εἰ μὲν χόρτος νοηθῇ τὸ κατὰ χρῆσιν ἀρχαίαν κύκλῳ περίφραγμα, λέγεται οὕτω διὰ τὸ μὴ ἑρκίοις ἀλλὰ χόρτοις τὸ παλαιὸν φράττεσθαι τὰς αὐλάς, ἢ φυομένοις ἐπίτηδες ἢ καὶ ξηροῖς τιθεμένοις. εἰ δὲ τῆς αὐλῆς τὸ χώρημα χόρτος λέγεται, εἴη ἂν τοῦτο διὰ τὸ ὡς ἐπὶ πολὺ τὰς μεγάλας αὐλὰς χόρτοις ἐν καιρῷ θάλλειν ἐξ αὐτομάτου. Σημείωσαι δὲ ὅτι, ὥσπερ τὸ αὐλῆς χόρτος ἐκ τῆς παλαιᾶς χρήσεως ἐλαλήθη, οὕτω καὶ αἱμασιὰ πάλαι μὲν δοκεῖ ἐξ ἀκανθῶν εἶναι, διʼ ὧν αἱμάσσεται χείρ, ὕστερον δὲ καὶ τὸ ἁπλῶς ἐκ χαλίκων τειχίον αἱμασιὰ ἐλέγετο. φασὶ γοῦν οἱ παλαιοί, ὅτι αἱμασιὰ ἐκ χαλίκων οἰκοδόμημα, τειχίον, θριγκός, καὶ ἕτερα τοιαῦτα, περὶ ὧν δηλοῦται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Καινὸν δὲ οὐδὲν χόρτον αὐλῆς λέγεσθαι τὴν περιοχὴν ἀπὸ χόρτου κατὰ ἀρχαϊσμόν, εἴγε καὶ τὸ χορτάζεσθαι κυρίως μὲν ἐπὶ ὑποζυγίων παρὰ τὸν χόρτον, τίθεται δὲ καὶ ἐπὶ ἀνθρώπων, ὡς καὶ Αἴλιος Διονύσιος παρασημαίνεται. Ἄλεισον δὲ ὅτι κυρίως τὸ μὴ λεῖόν ἐστι ποτήριον, ἀλλαχοῦ δεδήλωται. ὥστε ἄλειόν ἐστι τὸ ἀπαθές, οἱονεὶ τὸ μὴ λεῖον ἀλλὰ τραχὺ τοῖς ἐμπαίσμασιν, ἐπενθέσει δὲ τοῦ σ γέγονεν ἄλεισον, καὶ οὕτως οὐ παρρησιάσεται ἡ τοῦ ι γραφὴ ἐν τῷ ἄλεισον, ὡς ἐν τῷ λισσόν, οὗ χρῆσις ἐν τῷ «λισσὴ δʼ ἀναδέδρομε πέτρη». εἰ δέ γε ἀπὸ τοῦ ἀλές γίνεται, ὅ ἐστιν ἀολλὲς καὶ ἄθρουν, ἵνα ᾖ ἄλεισον, ἐξ οὗ ἔστι πιεῖν ἀλὲς καί, ὡς οἷον εἰπεῖν, ἀμυστί, κατὰ τὸ δέπας, ὃ ἄμυστις λέγεται, εἴη ἂν τότε ἡ ει δίφθογγος ἄμαχος, ὡς τοῦ ε προαναφανέντος, εἶτα τοῦ ι πλεονάσαντος ἐν αὐτῷ. Τὸ δὲ «σπένδων ἐπʼ αἰθομένοις ἱεροῖς» πρὸς διαστολὴν εἴρηται σπονδῆς ἑτεροίας, ὁποῖαι πολλαὶ καὶ δίχα θυσιῶν ἐγίνοντο. Τὸ δὲ «αἴθοπα οἶνον» μετὰ τοῦ αἰθομένοις ἱεροῖς παρήχησίν τινα ἐμφαίνει, ἤδη δὲ καὶ ἐτυμολογικοῦ ἐστι τρόπου, ὡς παρὰ τὸ αἴθω, τὸ καίω, ἐξ οὗ καὶ ὁ αἶθοψ οἶνος. Ὁ μέντοι μῦθος ἄλλο τι περὶ αὐτοῦ βούλεται. λέγεται γάρ που Εὐριπίδης εἰπεῖν ἕνα εἶναι τῶν ἵππων Ἡλίου Αἴθοπα, πεπαίνοντα ὀρχάτους ὀπωρινούς, ἐξ οὗ βροτοὶ καλοῦσιν οἶνον αἴθοπα. Τὸ δὲ «αἰθόμενα ἱερά» διαστέλλεται τῶν ἔτι περιαγομένων καὶ σφαζομένων καὶ δερομένων καὶ μιστυλλομένων. Τὸ δὲ «ἀμφὶ βοὸς ἕπετον κρέα», ὅ ἐστιν ἐνηργεῖτε καί, ὡς εἰπεῖν, ἀμφείπετε, συντομωτάτη ἐστὶν ἐπιτομὴ τῆς ἐν ἄλλοις πολλαχοῦ ἐκτιθεμένης θυτικῆς διασκευῆς, ὁποία πρὸ τῶν ἄλλων ἐν τῇ ἄλφα ῥαψῳδίᾳ ἔκκειται. Ἀκόλουθον δὲ κἀνταῦθα τὸ νόημα τῷ κατὰ τοὺς ἥρωας ἐθισμῷ. κρεωφάγοι γὰρ ἦσαν, εἰ μή τι παρενέπεσε τὸ πρὸς βίαν κωλῦον. ἐκεῖθεν δὲ κατέβη τὸ ἔθος καὶ εἰς τοὺς ὕστερον. Λακεδαιμονίοις γοῦν, φασί, πρὸς μίμησιν ὀψοποιοὶ ἦσαν κρέως σκευασίας, ἄλλου δʼ οὐδενός. Τὸ δὲ «ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεύς» καὶ φθάσαν ἐρρέθη ἐν ταῖς Λιταῖς ὡς ἴδιόν τι τοῦ Ἀχιλλέως ὄν. Ἐν δὲ τῷ «ξείνια παρέθηκεν» ἀορίστως λέγει καὶ οὐκ εἰδοποιεῖ διὰ τὸ μὴ ἀναγκαῖον εἶναι μετρεῖν αὐτὰ ἔξω καιροῦ εἰς οὐδὲν δέον, εἰ καὶ ἄλλως ἐχρῆν ὁμοίως τοῖς ἀνωτέρω λεπτολογῆσαι καὶ αὐτά. Τὸ δὲ «τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος», ὅ ἐστιν ἐκορέσθημεν, ἢ μᾶλλον ἡδύνθημεν διὰ τοῦ φαγεῖν καὶ πιεῖν, παράφρασίς ἐστι σαφὴς τοῦ «πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο». Τὸ δὲ «ἦρχον ἐγὼ μύθοιο» σεμνῶς ἔφη ὁ γέρων, ὡς τοῦ Ὀδυσσέως δηλαδὴ ὢν λογιώτερος. οἱονεὶ γοῦν ἀξιοῖ καὶ νῦν αὐτὸς πεῖσαι ἐξελθεῖν εἰς μάχην. Τὸ δὲ «κελεύων ὔμμʼ ἄμμιν ἕπεσθαι» σκληρόν ἐστι καὶ τῇ φράσει καὶ τῇ συναλιφῇ. ὁ γοῦν τὰ σχεδικὰ γριφεύων μάμμην ἂν παρακούσοι ἐνταῦθα οἷα τῶν τοιούτων ἐθάς. αὐτὸ δὲ τὸ κελεύων φανερῶς οὐ δεσποτικὴ λέξις ἐστί. φιλικῶς γάρ, οὐ μὴν ὡς δεσπότης ἐκέλευεν ὁ Νέστωρ Ἀχιλλεῖ καὶ Πατρόκλῳ εἰς μάχην ἕπεσθαι. ἰσοδυναμεῖ γοῦν, ὡς καὶ ἐν ἄλλοις, τὸ κελεύειν τῷ ἀξιοῦν. οὕτω δὲ καὶ τὸ σημαίνειν κατωτέρω τοιοῦτόν τι δηλοῖ, ἐπειδὴ σημεῖα τῶν νοουμένων τὰ λεγόμενα. Ἰστέον δὲ ὅτι ἀπὸ τοῦ κέλω γίνεται κελέω καὶ κελεύω, ὡς βούλω βουλεύω, καὶ ἔστι πιθανῶς εἰπεῖν ὡς ἐκ τοῦ τοιούτου κέλω ἢ κελέω γίνεται καὶ ἵππος κέλης ὁ ἄζευκτος, καὶ μᾶλλον τὸ πλοῖον οἱ κέλητες, ἐπεὶ τὸ κελεύειν καὶ ἐπὶ πλοίων λέγεται, ὡς τὸ «κατακέλευε δή» παρὰ τῷ Κωμικῷ. εἰ δὲ καὶ οἱ κελέοντες ἐκ τοῦ τοιούτου ῥήματος γίνονται ἢ ἀπὸ τοῦ κέλλειν, ἐξ οὗ καὶ τὸ ὀκέλλειν κατὰ πλεονασμόν, οὐκ ἔστιν ἀσφαλῶς εἰπεῖν. Χρῆσις δὲ τῶν κελεόντων παρά τε ἄλλοις καὶ παρὰ Παυσανίᾳ, ὅς φησιν, ὅτι κελέοντες οἱ ἱστόποδες καὶ τὰ λεπτὰ καὶ πηνοειδῆ τῶν ξύλων. λέγει δὲ καὶ Αἴλιος Διονύσιος, ὅτι κελέοντες οἱ ἱστόποδες καὶ πάντα τὰ μακρὰ ξύλα. Τὸ δὲ «μάλα ἠθέλετον» προθυμίαν ἄκραν δηλοῖ, οὐ γὰρ ἁπλῶς ἤθελον, ἀλλὰ μάλα ἤθελον. Ἰστέον δὲ ὅτι τοῦ ἐθέλειν ῥήματος ὄντος μέσου, ἤγουν μήτε μόνως ψεκτοῦ μήτε αὖ ἐπαινετοῦ, ἀλλʼ ἐν μεσότητι κειμένου ἀμφοῖν, καὶ ὁ ἐθελοντής, τὸ ἐξ ἐκείνου δηλαδὴ ὄνομα, μέσως ἔχει, καθὰ καὶ ὁ ἑκοντής. καὶ οὕτω μὲν κατὰ τὸ κοινῶς σύνηθες. Θηβαῖοι δέ, πολλὰ ἰδίως ὀνομάζοντες, καί, ὥς φασιν οἱ παλαιοί, καινουργοῦντες κατὰ τὰς φωνάς, παιγνιώδη λέξιν οἴδασι τοὺς ἐθελοντάς. λέγεται γὰρ ὅτι ἐκ τοῦ δέκω Ἰωνικοῦ γίνεται δείκω, ἐξ οὗπερ οὐ μόνον ἀριδείκετος καὶ δεικανῶ, ἀλλὰ καὶ δείκηλον. ὅθεν δεικηλισταὶ παρὰ Λάκωσιν κωμικοί, λέγοντες τοιάδε τινά· ἐὰν ἐπιχώριος ἰατρὸς εἴπῃ· τρύβλιον δότε πτισσάνης, καταφρονοῦμεν, ἐὰν δὲ πτισσάνας, θαυμάζομεν, ὡς δηλαδὴ δωρίζοντα, καὶ εἰ μὲν σευτλίον, παρείδομεν, εἰ δὲ τευτλίον, ἀσμένως ἠκούσαμεν. δεικηλισταὶ οὖν οἱ τοιοῦτοι, ὡς εἴ τις εἴποι σκευοποιοὶ καὶ μιμηταί. Σικυώνιοι δὲ φαλλοφόρους αὐτούς φασιν, οἱ δὲ αὐτοκαυδάλους τε καὶ ἰάμβους, Ἰταλοὶ δὲ φλύακας, Θηβαῖοι δὲ ἐθελοντάς. Σημείωσαι δὲ καὶ ὅτι, καθὰ τὸ «ἔδδεισεν ὁ γέρων» φιλῶν τὸ γῆρας ἔφη ὁ ποιητὴς καὶ σεμνύνων τῇ λέξει τὸν ἱστορούμενον, οὕτω καὶ ἐνταῦθά φησι «Πηλεὺς μὲν παιδὶ γέρων ἐπέτελλεν», καὶ ἐπέτελλεν ὁ γέρων Μενοίτιος. Ἔστι δὲ καὶ ἀντιθετικὸν τὸ «παιδὶ γέρων ἐπέτελλε». Τὸ δὲ «αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων» ἱστορεῖται χρησιμεῦσαι σοφῷ τινι ἐν προσφωνήσει ἀρχοντικῇ. ὁ μὲν γὰρ ἄρχων ἤρετο τὸν σοφόν, τί ἂν ἐξ ἐκείνου θέλοι, ὁ δὲ εἴτε φιλοσόφως διατεθεὶς εἴτε καὶ ἄλλως αὐτάρκης ὢν ᾔτησε μὲν οὐδέν, τὸν δὲ ῥηθέντα στίχον ἐξεφώνησε, μονονουχὶ φάμενος τούτου καὶ μόνου δεῖσθαι, τοῦ τὸν φίλον στρατηγὸν εὐτυχεῖν. ὁ δὲ ὑπείροχος πρὸ ὀλίγων κύριον ἦν, οὗ υἱὸς ὁ Ὑπειροχίδης Ἰτυμονεύς. Τὸ δὲ «γενεῇ ὑπέρτερος» ἀντὶ τοῦ εὐγενείᾳ. Καὶ σημείωσαι τὴν λέξιν. οἱ δὲ παλαιοί φασιν, ὅτι Ἴωνες ὑπέρτερον τὸν νεώτερον λέγουσιν, ὡς λέγειν ἐνταῦθα τὸν Νέστορα, ὅτι νεώτερος μὲν ὁ Ἀχιλλεύς, σὺ δὲ πρεσβύτερος, ὥστε ἐκεῖνον μᾶλλόν σοι πειστέον, οὐ μὴν τὸ ἀνάπαλιν. Τὸ δὲ φάσθαι καὶ ὑποθέσθαι καὶ σημαίνειν εἰσὶ μέν πως ἰσοδύναμα ὡς ἐν ταυτολογίᾳ, διὸ καὶ παράκεινται, λαμβάνονται δὲ ἀντὶ προστακτικοῦ. Καὶ τὸ μὲν ὑποθέσθαι τὸ ῥῆμά ἐστιν, ἐξ οὗ ὑποθήκη λέγεται ἡ παραίνεσις. Τὸ δὲ σημαίνειν πραῢν ὑποδηλοῖ τὸν Ἀχιλλέα, εἴπερ ὁ τηλικοῦτος μετὰ τὸν διδάσκαλον Φοίνικα καὶ τοῦ Πατρόκλου σημαίνοντος ἀνέξεται. Ἐκ δὲ τοῦ φάσθαι καὶ ἡ ῥηθησομένη παραίφασις, οἷς σύστοιχον καὶ τὸ παρειπεῖν μετʼ ὀλίγα ἐν τῷ «θυμὸν ὀρίνῃς παρειπών». Τὸ δὲ «πείσεται εἰς ἀγαθόν» ἔπαινος Ἀχιλλέως ἐστὶν ὡς στερεοῦ καὶ μὴ ἁπλῶς πειθομένου, εἰ μὴ ἐπʼ ἀγαθῷ. Ὅρα δὲ καὶ ὡς Ὀδυσσεὺς μὲν ἐν ταῖς Λιταῖς τὸν Ἀχιλλέα παραινέσεων ἀναμιμνήσκων πατρικῶν εἰς πλάτος, ὡς καὶ πρὸ ὀλίγων ἐρρέθη, ἐξετίθει αὐτάς, Νέστωρ δʼ ἐνταῦθα μέμνηται μὲν τοῦ τοιούτου κεφαλαίου ὁμοίως, πλὴν ἐν στίχῳ ἑνὶ διὰ τὸ προειλῆφθαι τὴν τοιαύτην ἐκεῖ μέθοδον, ἃ δὲ ὁ Μενοίτιος τῷ υἱῷ Πατρόκλῳ ὑπέθετο, πλατυλογεῖ, ὅτι καὶ ἐνδέχεται διὰ τὸ παρεῖναι τὸν Πάτροκλον. Τὸ δὲ «σὺ λήθεαι» καὶ ἑξῆς ὀνειδισμός τέ ἐστιν ἅμα καὶ ἐρεθισμός, ὡς μὴ τοῦ Πατρόκλου κατέχοντος τὸ πατρικὸν διδασκάλιον, ἄρτι δὲ ἀναμιμνησκομένου, ἵνα νῦν γοῦν αὐτὸ ἀναλήψεται ἐνθυμηθείς, ὡς οὔτε ὁ ἑταῖρος Ἀχιλλεὺς αἰὲν ἀριστεύει ὡς ἐπὶ τοσοῦτον μηνίων, οὔτε αὐτὸς ὑποτίθεταί τι σημαίνων πυκινὸν ἔπος. οὕτω δὲ καὶ ἀνωτέρω ἐν τῷ «μάλα ἠθέλετον» λήθην ὀνειδίζει τῆς πάλαι προθυμίας, καθʼ ἣν τότε μὲν μάλα ἤθελον, νῦν δὲ τηλικοίδε ὄντες ὀκνοῦσι τὸν πόλεμον καὶ κεῖνται ἀπόμαχοι. Τὸ δὲ «ἀλλʼ ἔτι καὶ νῦν» περιττὸν ἔχει καὶ τὸ ἐτι καὶ τὸν και σύνδεσμον, δηλοῖ γὰρ τό· ἀλλὰ νῦν ταῦτα εἴποις. Τὸ δὲ σχῆμα τοῦ «τίς οἶδεν εἰ τότε γένηται» καὶ ἐν τῷ τέλει τῆς πʹ ῥαψῳδίας κεῖται. Τὸ δὲ «σὺν δαίμονι» ἀντὶ τοῦ σὺν ἀγαθῇ τύχῃ. Παραίφασις δέ, ὥσπερ καὶ παρειπεῖν, οὐδὲν ἄλλο ἐστὶν ἢ φάσθαι πυκινὸν ἔπος, ὡς προείρηται. γνωμικὸν δὲ τὸ «ἀγαθὴ παραίφασίς ἐστιν ἑταίρου». ἔνθα προσληπτέον ἀπὸ κοινοῦ τὸ ἀγαθοῦ. οὐ γὰρ ἡ τοῦ τυχόντος ἑταίρου παραίφασις ἀγαθή ἐστιν, ἀλλʼ ἡ τοῦ ἀγαθοῦ. τοιοῦτον καὶ τὸ «ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι πατρός». προσνοητέον γὰρ καὶ ἐκεῖ τὸ «ἀγαθὸν παῖδα», ἄλλως γὰρ οὐδὲν ἀγαθὸν κατοιχομένῳ πατρὶ παῖς οὐκ ἀγαθός. ὁμοίου σχήματος καὶ τὸ «οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους». καὶ ἐκεῖ γὰρ ἀπὸ κοινοῦ νοεῖται τὸ δεινά ἐν τῷ εἰργασμένους, ἵνα λέγῃ ὡς οὐ δεινὸν δεινὰ πάσχειν τοὺς δεινὰ εἰργασμένους. Τὴν δὲ θεοπροπίην ἑρμηνεύων ἐν περιφράσει ἐπήγαγε τὸ «καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε μήτηρ», μονονουχὶ λέγων, ὅτι θεοπροπία ἐστὶ φράσις τις ἐκ Διός, Πανομφαίου δηλαδή. Τὸ δὲ «φόως γένηαι» ἀντὶ τοῦ ὠφελήσῃς, ὡς τῶν ἡττωμένων ὑπὸ σκότῳ διʼ αἰσχύνην δοκούντων εἶναι. διὸ παρατετηρημένως ὁ ποιητὴς ἔφη οὐχʼ ἁπλῶς «αἴ κεν φῶς γένοιο», ἀλλὰ «αἴ κεν τι φόως». οὐ γὰρ ἁπλῶς φῶς ἡ ὠφέλεια ἢ ἡ νίκη ἢ ἡ ἐπικουρία, ἀλλά τι φῶς καὶ ὡσανεὶ φῶς. Λέγει δʼ ἐνταῦθα ὁ ποιητὴς προαναφωνητικῶς διὰ τοῦ Νέστορος καί, ὡς οὐ μόνον αὐτὸς ὁ Ἀχιλλεὺς ἀλλὰ καὶ εἰκασμὸς αὐτοῦ τοὺς Τρῶας ἔχει ἐκφοβεῖν. ὅθεν καὶ ἀξιοῖ βοηθῆσαι διὰ Πατρόκλου τὸν Ἀχιλλέα τοῖς Ἕλλησι μὴ κινδυνεύοντα. ἐν οἷς ἅμα καὶ κολακεύει σωφρόνως τὸν Ἀχιλλέα, εἴπερ τὰ ἐκείνου ὅπλα καὶ μόνον ὀφθέντα ἀριστεύσει φαντάσαντα τὸν Ἀχιλλέα. σεμνὸν δὲ καὶ τῷ Πατρόκλῳ τὸ εἰς Ἀχιλλέα τυπωθῆναι καὶ οὕτω νόθῳ Ἀχιλλεῖ φανέντι μέγα στῆσαι τρόπαιον, ἵνα τῷ τῆς ὁπλίσεως εἰκασμῷ ἄλλος φανήσεται Ἀχιλλεὺς κατὰ φιλίας ὅρον, ὃς τὸν φίλον τινὶ ἄλλον αὐτὸν εἶναί φησι. Τὸ δὲ «ἴσκοντες» ποιητικὴ μέν ἐστι λέξις καὶ αὐτὸ καθὰ καὶ ἄλλαι, καὶ οὐκ εὔλαλος τῷ καταλογάδην γράφοντι. Γίνεται δὲ ἀπὸ τοῦ εἴδω, εἴσω, ἐνεστὼς εἴσκω, καὶ διαλύσει ἀναγκαίᾳ ἐΐσκω, ἵνα μονοφθογγῆται ἀναλόγως ἡ παραλήγουσα, καὶ ἀφαιρέσει ἴσκω, ἐξ οὗ καὶ τὸ «ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα». Τὸ δὲ «ὀλίγη ἀνάπνευσις πολέμοιο» οὐ μόνον πρὸς ἕν τι τὸ σήμερον, ἀλλὰ καὶ ἐν τῷ καθόλου δύναται λέγεσθαι, διότι ἡ τῶν κατὰ κράτος νικωμένων ἀνάπαυσις παρὰ μικρὰν γίνεται ῥοπὴν καὶ ἀνδρὸς ἑνὸς ἐπιφάνεια κατὰ τοὺς παλαιοὺς ἢ φόβου ὑπόνοια μεγάλην ὡς τὰ πολλὰ μεταβολὴν ἐνειργάσατο. Τοῦ δὲ ἀνάπνευσις ῥῆμα ὂν τὸ ἀναπνεῦσαι ἀνωτέρω αὐτοῦ ἐτυμολογικῷ τρόπῳ κεῖται, περὶ οὗ ἀλλαχοῦ εἴρηται. Τὸ δὲ «ῥεῖα δὲ ἀκμῆτες κεκμηότας ἄνδρας ὤσαισθε» κεφάλαιόν ἐστιν ὃ καλεῖται δυνατόν. κατασκευάζει γὰρ ὁ γέρων, ὅτι ῥᾷον οἱ Τρῶες νικηθήσονται, ἀξιῶν καὶ οὕτω ἀκινδύνως τὸν Ἀχιλλέα βοηθῆσαι τοῖς Ἀχαιοῖς. Ὅρα δὲ τὸ ἀκμῆτες καὶ τὸ κεκμηότες, ἐν οἷς, καθὰ καὶ ἐν τοῖς ὁμοίοις, κοινότερον φυλάσσεται τὸ κ πρὸ τοῦ μ μετὰ τὴν συγκοπήν. Ἀττικὸς δὲ ἀνὴρ ἀγμῆτες ἂν εἶπε καὶ κεγμηότες διὰ τοῦ γάμμα κατὰ τὸ ἐοίκαμεν ἔοιγμεν παρὰ Σοφοκλεῖ, καὶ κατὰ τὸ δοξῶ δόγμα. Τὸ δὲ «ὤσαισθε» κυριολεκτεῖται καὶ νῦν. κάτωθεν γὰρ ἐκ τῶν νηῶν ἐπὶ τὴν ἠνεμόεσσαν φεύγοντες Ἴλιον οἱ Τρῶες ὀρθῶς ὠθεῖσθαι λεχθήσονται κατὰ τὸ «λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον». Εὐκτικῶς δὲ γράφεται τὸ «ὤσαισθε», ὡς δηλοῖ Πάτροκλος ἐν τοῖς ἑξῆς τὰ τοῦ Νέστορος πρὸς Ἀχιλλέα λαλῶν καὶ παρῳδῶν ὡς ἐν μεταποιήσει τὸ ὤσαισθε εἰς τὸ πρῶτον αὐτοῦ τὸ ὠσαίμεθα. Ἰστέον δὲ ὅτι ὠθεῖν κυρίως μὲν τὸ ῥηθέν ἐστι, λέγεται δὲ καὶ ἄλλως κοινότερον τὸ βιαίως ἀποκινεῖν. οὕτω γάρ τις ὠθεῖν καὶ ἀντωθεῖν λέγεται καὶ προωθεῖν καὶ ἐξωθεῖν. τοιούτου δὲ ῥήματος προῆκται καὶ τὸ ὠστίζεσθαι, ὃ καὶ παρὰ τῷ Κωμικῷ κεῖται, καὶ ὁ ὠθισμός. ἐκ τοιαύτης δὲ σημασίας καί τις κωμικὸς Μαρωνείτης κατὰ βροντῆς παίξας ἔφη τὸ «ἐξέωσε βροντὴν ἠλέματον, ὁκοίην ἀροτὴρ γέρων χαλᾷ βοῦς», παίξας εἰς τὴν βροντὴν καὶ αὐτός, ὡς ὁ Ἀριστοφάνης ἐν Νεφέλαις. Ἐν τούτοις δὲ λέγεται κεφαλαιωδῶς πρὸς τῶν παλαιῶν καὶ ταῦτα, ὡς διὰ μὲν τῶν ἰδίων, τουτέστι διὰ τῶν οἰκείων, διηγημάτων εἰς ζῆλον ὁ Νέστωρ ὅμοιον προκαλεῖται τὸν Πάτροκλον, ἀναμνήσας δὲ τῆς παλαιᾶς θυσίας ὀνειδίζει πικρῶς καὶ ἀδικεῖν φησιν αὐτόν τε καὶ τὸν Ἀχιλλέα, τῆς βασιλικῆς συμμαχίας ἀφισταμένους, ἥν, ὡς καὶ προϋπελαλήθη, ἐπὶ θεοῦ μάρτυρος ἐποιήσαντο, εἴπερ τότε φιλοφρονησάμενοι περιορῶσι νῦν τοὺς ξένους ἀναιρουμένους. Οἷς δὲ λέγει περὶ Μενοιτίου καὶ Πηλέως, παραβαίνειν αὐτοὺς ὑποθήκας πατρικὰς ὑποφαίνει ὡς τρόπον τινὰ μισοπάτορας. αὔξει δὲ καὶ τὸ τοῦ Ἀχιλλέως φιλότιμον, ἐκείνῳ τὸ πᾶν ἀνατιθείς, οὐ μόνον τοῦ μὴ κινδυνεῦσαι, ἀλλὰ καὶ τοῦ περιγενέσθαι τῶν Τρώων τοὺς Ἀχαιούς. δείκνυσι δὲ καὶ εὐχερεστάτην τὴν χάριν, εἰ καὶ μόνος Ἀχιλλέως εἰκασμὸς τὴν νίκην ἀπεργάσεται. Διδάσκει δέ, φασίν, ἐν τούτοις ὁ ποιητὴς καὶ μηδὲ ῥᾳδίως οὕτω τῶν πραγμάτων ἀπέχεσθαι, ἀλλὰ διαφόρως προσλιπαρεῖν εἴτʼ οὖν προσμένειν ταῖς πράξεσιν. ἰδοὺ γάρ, ὁ Νέστωρ μηδὲν ἀνύσας τὸ πρῶτον, οἷς ἐβουλεύσατο περὶ τῶν πρέσβεων, ἑτέρᾳ μεθόδῳ ταύτῃ πρεσβείας διὰ τοῦ Πατρόκλου χρησάμενος ἤνυσε. Σιγηλὸν δέ, φασί, καὶ ἐνηῆ τὸν Πάτροκλον καὶ μειλίχιον κἀνταῦθα ὁ ποιητὴς ὑποτίθεται καὶ αἰδήμονα. ὅς, καὶ ταῦτα ἐπειγόμενος, ἀνέχεται μακρολογοῦντος τοῦ Νέστορος, καὶ ἀκούσας πολλὰ οὐδὲν ἀντιφθέγγεται, ἀλλὰ καταπεισθείς, —ὤρινε γάρ, φησίν, αὐτῷ θυμὸν ἐνὶ στήθεσσιν ὁ Νέστωρ —ἔβη θέειν ἐπʼ Ἀχιλλέα ποιήσων τὰ τῆς πρεσβείας. Ἔτι πρὸς τοῖς εἰρημένοις ἰστέον καί, ὡς πολλοὶ τόποι τῆς ἐκτεθειμένης Νεστορέης ἀφηγήσεως χρησιμεύουσιν εἰς πεζοῦ λόγου παραπλοκάς, οἷον ἐπὶ δυστυχίᾳ πολέμου ῥητέον τὸ «οὐδέ τι οἶδε πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν. οἱ γὰρ ἄριστοι κείαται βεβλημένοι οὐτάμενοί τε». Γέροντι δὲ ἀνακαλουμένῳ τὴν πάλαι ἀκμὴν οἰκεῖον τὸ «οὐ γὰρ ἐμὴ ἲς ἔσθʼ οἵη πάρος» καὶ ἑξῆς, ὁμοίως καὶ τὸ «εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη, ὡς ὁπότε» τόδε ἐποίησα. Ἀριστέως δὲ πτῶσιν λαλεῖ τὸ «ἔβλητʼ ἐν πρώτοισιν ἀπὸ χειρὸς ἄκοντι, κὰδ δʼ ἔπεσε, λαοὶ δὲ περίτρεσαν». Φυγὴν δὲ ἐκ μεγάλης τροπῆς φράζει τὸ «τῶν οἶος λιπόμην, οἳ δʼ ἄλλοι πάντες ὄλοντο». Κοινὴν δὲ ἐπέλευσιν ἐχθρῶν δηλοῖ τὸ «οἳ δὲ πάντες ἦλθον ὁμῶς, αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι». Πολιορκητικὸν δὲ τὸ «τὴν δʼ ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες», ἔνθα διπλῆ σύνταξις· ἢ γὰρ τὴν δʼ ἀμφεστρατόωντο ἢ ἀμφεστρατόωντο τήνδε διαρραῖσαι θέλοντες. Προθυμίαν δὲ στρατιωτῶν παριστᾷ τὸ «οὐδʼ ἀέκοντα λαὸν ἄγειρεν, ἀλλὰ μάλα ἐσσυμένους πολεμίζειν». Ἔνθα καὶ Ἀττικῶς ἀπεδόθη τὸ ἐσσυμένους πρὸς τὸ λαόν. Πολέμου δὲ μεγάλου παραστατικὸν τὸ «ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος». Τροπῆς δὲ πολέμου δηλωτικὸν τὸ «κτείνοντές τʼ αὐτοὺς ἀνά τʼ ἔντεα καλὰ λέγοντες», ἤγουν ἀναλεγόμενοι πανοπλίας. Καὶ ἄλλα δὲ ἄλλως πολυειδῶς παραπλακήσονται. Ὅτι περί που τὰς τοῦ Ὀδυσσέως νῆας ἦν τοῖς Ἀχαιοῖς ἀγορή τε θέμις τε. ἐκεῖ δὲ αὐτοῖς καὶ θεῶν τετεύχατο βωμοί, ὡς ἂν ὁ σοφὸς πᾶσιν ἐπιστατῇ τοῖς τε ἀνθρωπίνοις τοῖς τε θείοις. Ὅτι εἰπόντος Ὁμήρου ὡς Εὐρύπυλος βεβλημένος κατὰ μηρὸν ὀϊστῷ ἀντεβόλησε Πατρόκλῳ «σκάζων ἐκ πολέμου, κατὰ δὲ νότιος ῥέεν ἱδρὼς ὤμων καὶ κεφαλῆς, ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο αἷμα μέλαν κελάρυζε, νόος γε μὲν ἔμπεδος ἦεν», θαυμάζουσι τὸν λόγον τῆς συντομίας οἱ ῥήτορες ὡς διὰ βραχέων πολλὰ δηλώσαντα. καμάτου μὲν γὰρ σημεῖον ἱδρώς, τραύματος δὲ αἷμα, τὸ δὲ σκάζειν ἀλγηδόνος γινόμενον ἐκ τοῦ κῶ, τὸ κεῖμαι, κάζω κατὰ παραγωγὴν καὶ πλεονασμῷ τοῦ σ σκάζω. δοκεῖ γὰρ ὁ σκάζων ἐθέλειν κεῖσθαι τῇ εἰς πτῶμα παρεκκλίσει. Νότιον δὲ ἱδρῶτά φασιν οἱ Ὑπομνηματισταὶ τὸν ἐκ τοῦ νοσεῖν τὸ σῶμα τὸν οἱονεὶ νόσιον, οἱ δὲ τὸν πάνυ τὸ σῶμα ὑγραίνοντα, ἐκ τοῦ Νότου ἀνέμου ὄντος ὑγροῦ. καὶ ἔστιν ἐκ τούτων ἀστεΐσασθαι Ἀττικὴν νόσον εἶναι τὸν Νότον ὡς οἷα τοῦ σ μεταληφθέντος Ἀττικῶς εἰς τὸ ταῦ. Τὸ δὲ κελαρύζειν δαψίλειαν τοῦ ῥέοντος αἵματος δηλοῖ, ὡς οὐχʼ ἁπλῶς καταρρέοντος, ἀλλὰ καὶ μετά τινος ποιοῦ ἤχου. τὸ δὴ τοιοῦτον αἷμα καὶ ἀνακοντίζοι ἄν, ὅπερ ἀλλαχοῦ φησιν ὁ ποιητής. Τὸ δὲ «νόος γε μὲν ἔμπεδος ἦν» οὐ μάτην ὡς ἐπὶ στίχου συμπληρώσει κεῖται, ἀλλὰ δεινῶς ἐγράφη. ἐπεὶ γὰρ αἵματος μὲν πολλὴ ῥύσις λειποθυμίαν ἐμποιεῖ καί που ἐντεῦθεν καὶ ἀλλοφροσύνην, τὸν δὲ Εὐρύπυλον ἐθέλει ὁ ποιητὴς νήφειν, ἐφʼ οἷς μετʼ ὀλίγα ἐρεῖ, προαναφωνεῖ ὡς οὔπω ἡ τοῦ αἵματος ῥύσις αὐτὸν κατεπόνησεν. Ὅρα δὲ τὸ «βεβλημένος», ὅτι καὶ αὐτὸ οὐχʼ ἁπλῶς καὶ εἰκαίως παρερρίφη ἀλλʼ ὡς ἐπίσημόν τι νῦν τοῦ ἥρωος. διὸ καὶ μετʼ ὀλίγα πάλιν φησὶ «τὸν δʼ Εὐρύπυλος βεβλημένος ηὔδα». καὶ ἔστι σεμνώματος ἄξιος ὁ Εὐρύπυλος καί τινος δὲ οἴκτου, εἴπερ ὁ μὲν Μαχάων τὸν ὦμον βεβλημένος πολλῆς ἐπιμελείας τυγχάνει καὶ ἐφʼ ἅρματος κομίζεται, ὁ δὲ Εὐρύπυλος οὐδὲ τὸν ὑπανέχοντα ἔχει ἀλλὰ σκάζει, αὐτὸς βαδίζων. Διὸ καὶ οἰκτίζεται αὐτὸν ὁ Πάτροκλος εἰπόντα «ἀλλʼ ἐμὲ μὲν σάωσον ἄγων ἐπὶ νῆα» καὶ ἑξῆς. Τὸ δὲ «βεβλημένος ἀντεβόλησεν» ἔχει τι παρηχήσεως. Ὅτι Νέστωρ μὲν στοχαζόμενος εἶπεν, ὡς ὀλοφύρεται τοὺς Ἀχαιοὺς Ἀχιλλεύς, Πατρόκλῳ δὲ αὐτὸς ὁ ποιητὴς τὸ τοιοῦτον πάθος ἐπιμαρτύρεται. ὀλοφυρόμενος γὰρ πρὸς Εὐρύπυλον λαλεῖ, ὅσα τις εἴποι ἂν περί τινων, οἷς ἐν ἀλλοτρίᾳ γῇ ἀπέκειτο πεσεῖν «ἆ δειλοί» καὶ ἑξῆς, «ὡς ἄρʼ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης ἄσειν», ὅ ἐστι κορέσειν, «ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ», τουτέστι λευκῇ πιμελῇ, ἀπὸ τοῦ ἀργής ἀργῆτος ἀργῆτι κατὰ συστολὴν τῆς παραληγούσης, τοῦτο δὲ πρὸς διαστολὴν ἴσως τοῦ «ἀργῆτι κεραυνῷ». δηλοῦται δʼ ἐνταῦθα τὸ εὐγυμνάστους εἶναι τοὺς Ἀχαιοὺς καὶ διὰ τοῦτο εὐλιπεῖς, ὥς που καὶ πόδας ὁ ποιητὴς λέγει λιπαρούς. χαρακτηρίζει δὲ καὶ ὁ Κωμικὸς τοὺς γυμναζομένους διὰ σώφρονος λιπαρότητος. Ἰστέον δὲ ὅτι τὸ μὲν πατρίς παρονομασθὲν ἐκ τοῦ πατρός—οὐ δήπου γὰρ ὑποκεκόρισται, ὅτι μηδὲ οἶδεν Ὅμηρος τοιαῦτα—σεμνῶς ἔχει, τὸ μέντοι παρὰ τοῖς ὕστερον πατρίδιον φανερῶς ὑποκορίζει κωμικώτερον, οἷον «αὗται», ἤγουν αἱ ἑταιρίδες, «βιάζονται εἰσελθοῦσαι τοὺς μὲν γέροντας ὄντας ἐπικαλούμεναι πατρίδια», ὅπερ ἐστὶ πατέρων ὑποκορισμός, «τοὺς δʼ ἀπφάρια, τοὺς νεωτέρους». Λέγει δὲ ἀπφάρια κατὰ μέν τινας τὰ ἀδέλφια, μάλιστα δὲ τά, ὡς εἰπεῖν, πατέρια. ἀπφὺς γὰρ Δωρικῶς ὁ πατήρ, ἀφʼ οὗ δηλαδή τις ἔφυ. Τὸ δὲ «ἆ δειλοί» καὶ ἐνταῦθα οἶκτον ἐμφαίνει τῷ κλητικῷ ἐπιρρήματι ὅμοιον ὂν τῷ «ὦ δείλαιοι». Ὅτι τὴν τοῦ Νέστορος ὁ Πάτροκλος ὑποπτεύων δεινότητα, μήποτε οὐκ ἀληθῶς ἀλλὰ πιθανῶς τὸν ὑπὲρ Ἑλλήνων ὡς κινδυνευόντων λόγον μετεχειρίσατο, ἐρωτᾷ τὸν Εὐρύπυλον «ἦ ῥʼ ἔτι που σχήσουσι πελώριον Ἕκτορʼ Ἀχαιοί, ἢ ἤδη φθίσονται ὑπʼ αὐτοῦ δουρὶ δαμέντες». Καὶ ἀκούει, ὡς «οὐκέτι διογενὲς Πατρόκλεις ἄλκαρ Ἀχαιῶν ἔσσεται, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται», τουτέστι πρὸς αὐταῖς ἀναιρεθήσονται ταῖς ναυσίν. Ἕτεροι δὲ τοῦτο περὶ τῶν Τρώων νοοῦσι, ὡς αὐταῖς ἐμπεσοῦνται ταῖς ναυσὶν οἱ Τρῶες, ὅ ἐστι προσρήξουσι, διώκοντες τοὺς Ἕλληνας. «Οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, κεῖνται», ὡς καὶ προεδηλώθη, «βεβλημένοι οὐτάμενοί τε χερσὶν ὑπὸ Τρώων. τῶν δέ», φησί, «σθένος ὄρνυται αἰέν». ὃ δάκοι ἂν τὸν Πάτροκλον, εἴπερ ἀκούσας τοῦ Νέστορος χρῆναι τὸν ἀγαθὸν στρατηγὸν αἰὲν ἀριστεύειν, αὐτὸς μὲν οὐχʼ οὕτω ποιεῖ, ἀνέχεται δὲ τῶν Τρώων ἀνδριζομένων ἀεί. Ὅρα δὲ τὸ «ἤδη φθίσονται». Εἰ γὰρ καὶ τὸ «ἤδη σολοικιῶ» ἀπηγόρευταί τισιν ὡς βάρβαρον, ἀλλὰ καὶ ἐνταῦθα μέλλοντι τὸ «ἤδη» συντέτακται. Οὐκ ἐκ τοῦ φθίνω δὲ τὸ φθίσονται, ὡς οὐδὲ ἡ φθίσις καὶ ὅσα τοιάδε, ἀλλʼ ἐκ τοῦ φθίω. Ἰστέον δὲ ὡς ἐνταῦθα μὲν οὕτω γράφεται διὰ διχρόνου τὸ φθίσονται, ἐν μέντοι τῷ «φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα» ἑτέρως διὰ τοῦ ἦτα ἔστιν ἡ γραφή, ὡς ἀπὸ τοῦ φθῶ φθήσω, τὸ προλαμβάνω, ἵνα ᾖ τὸ μὲν φθίω ἐκ τοῦ φῶ, τὸ φονεύω, καθὰ καὶ τὸ φθίνω, καὶ τὸ σφάζω, ἐξ οὗ τὸ σφαδάζω, καὶ τὰ ὅμοια, τὸ δὲ φθήσω καὶ φθάσω καὶ φθάνω καὶ ὅσα τοιαῦτα ἐκ τοῦ φῶ, τὸ λάμπω, πλεονασμῷ καὶ αὐτὰ τοῦ θῆτα. Ὅτι Πάτροκλος μὲν πρὸς Ἀχιλλέως δεδίδακται τὴν ἰατρικήν, ὡς ὁ Ὁμηρικὸς Εὐρύπυλος λέγει, Ἀχιλλέα δὲ «Χείρων ἐδίδαξε, δικαιότατος Κενταύρων». τοῦτο δʼ οὐχʼ ὑπερθετικῶς εἴρηται, ὡς τῶν μὲν ἄλλων Κενταύρων δικαίων ἁπλῶς ὄντων, αὐτοῦ δὲ δικαιοτάτου, ἀλλὰ ἀπολύτως οὕτως ὡς ἐν ἁπλῷ σχήματι, οἷον δίκαιος ἐν Κενταύροις, ὡς καὶ Ζεὺς θεῶν ὀλοώτατος ἀντὶ τοῦ ὀλοὸς ἐν θεοῖς. Ἐπαφρόδιτος δέ, φασί, τὸ δικαιότατος Κενταύρων ἀντὶ τοῦ φιλοξενώτατος νοεῖ. δίκαια γάρ, φησίν, τὰ ξένια. Ἐνθυμητέον δʼ ἐνταῦθα καὶ ὑστερογενῆ ἀστείαν ὑπέρθεσιν ταύτην· Φασηλῖται Παμφυλίων μοχθηρότατοι, Σιδῆται δὲ τῶν ἐν τῇ οἰκουμένῃ, ἔτι δὲ καὶ τὸ ὀλοώτατος ὀδμή, ὅπερ ἐν Ὀδυσσείᾳ κεῖται. Ἔχει δὲ ἡ τοῦ Εὐρυπύλου φράσις ἱκετευτικῶς πρὸς Πάτροκλον πεποιημένη οὕτω «ἀλλʼ ἐμὲ μὲν σὺ σάωσον», ὡς προεγράφη, «ἄγων ἐπὶ νῆα μέλαιναν, μηροῦ δʼ ἔκταμʼ ὀϊστόν, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δʼ ἤπια φάρμακα πάσσε, ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι», ὃν ὁ ῥηθεὶς Χείρων ἐδίδαξε. περὶ δὲ τῆς νῦν ζητηθείσης ἰατρείας μετʼ ὀλίγα εἰρήσεται. Ὅρα δὲ τὸ «προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι», οὗ ἡ ὑπέρβασις οὐ μόνον κατὰ τὸ «τὰ δὲ λείψεται ἄλγεα λυγρά», ὃ δή φησιν Ἡσίοδος, ἀλλὰ καὶ κατὰ τὸ «πρὸς ἄλλος ἄλλου ἐτύπτετο», καὶ κατὰ τὸ «τὴν αὐτὸς ἐμαυτοῦ ὁδὸν ἤνυον» καὶ «κατʼ ἄλλος ἄλλο μέρος». Ὅτι περί τινος δυνατοῦ μὲν ὠφελῆσαι, περιστατηθέντος δὲ δεινῶς, ῥηθήσεται τὸ «οἴομαι τὸν δεῖνα, ἕλκος ἔχοντα, χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος κεῖσθαι». περὶ Μαχάονος δὲ ὁ ποιητικὸς Εὐρύπυλος τοῦτό φησιν. Ἔνθα καὶ τὸν Ποδαλείριον πολεμικὸν εἶναι λέγει, φράζων οὕτως «ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων, τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα» καὶ ἑξῆς, ὡς ἀνωτέρω ἐρρέθη, «ὃ δʼ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα», ὡς οἷα μενεπτόλεμος διὰ τὸ ἐν μάχῃ σταδαῖον. Τοῦτο δὲ καινότερον πέφρασται· τὸ μέντοι ὀρθὸν καὶ κοινὸν οὕτω «τὸν μὲν οἴομαι κεῖσθαι, τὸν δὲ μάχεσθαι». εἰπὼν δὲ ἐν τούτοις ὁ ποιητὴς τὸ «ἰητροὶ Ποδαλείριος ἠδὲ Μαχάων», τοὺς ἐξόχους εἶπεν. ἄλλως γὰρ πολλοὶ ἐν Ἀχαιοῖς ἰατροί, ὡς δηλοῖ τὸ «τοὺς μὲν ἰητροὶ πολυφάρμακοι ἀμφεπένοντο». ἦν δὲ καὶ Ἀχιλλεύς, ὡς ἐρρέθη, τοιοῦτος, ἤδη δὲ καὶ Πάτροκλος. Ἰστέον δὲ καὶ ὅτι τὸ «οἴομαι τὸν δεῖνα ἰατρὸν ἕλκος ἔχοντα κεῖσθαι χρῄζοντα καὶ αὐτὸν ἰητῆρος» δοκεῖ καὶ παροιμίᾳ δοῦναι ἀρχὴν τῇ «ἄλλων ἰατρὸς αὐτὸς ἕλκη ἔχων» καὶ τοῖς τοιούτοις. παιδεύει δὲ καὶ καινὸν εἶναι δέεσθαί τινα ἐπικουρίας, ἐφʼ οἷς πρῴην ἄλλοις ἐβοήθει. Ὀξὺς δὲ καὶ νῦν Ἄρης ἢ ὁ ταχὺς ἢ ὁ τμητικός, ἐκ μεταφορᾶς τῶν ὀξέων βελῶν, ἢ ὁ ἐνθουσιώδης. ὀξεῖς τε γὰρ λέγονται οἱ θυμικώτεροι, καὶ ὁ Ἄρης δὲ κακὸν ὁμοίως ἐστὶ μαινόμενον. ὅρα δὲ καὶ ὡς οὐκ ἀπεδέξατο δὶς εἰπεῖν Ὅμηρος ἰητρόν, ἀλλʼ ἀντʼ αὐτοῦ ἰητῆρα ἔθηκεν. Ὅτι τὸ «πῶς ἂρ ἔοι τάδε ἔργα; τί ῥέξομεν;» πᾶς εἴποι ἂν ἀμφιβάλλων ἐπὶ πρακτέοις. Ἐνταῦθα δὲ Πάτροκλος αὐτό φησι, διστάζων τίνα σωστέον, Εὐρύπυλον τὸν ἕνα ἢ τὸ πᾶν πλῆθος τῶν Ἀχαιῶν, καθὰ Νέστωρ, φησίν, ἐπέτελλεν, οὖρος Ἀχαιῶν, ὅ ἐστι φύλαξ, ἔφορος, ὁ ἐν ἄλλοις ἐπίουρος. Καὶ νικᾷ ὁ ἔλεος ὁ ἐπὶ τῷ Εὐρυπύλῳ. οἰκονομεῖ δὲ ὁ ποιητὴς τοῦτο διὰ πιθανότητα, ἵνα παραμείνας ὁ Πάτροκλος ἐμβραδύνῃ, ἕως τειχομαχία δεινὴ γένηται καὶ ὁ μέγας κίνδυνος ὁ πρὸ ὀφθαλμῶν ἐρεθίσῃ μᾶλλον αὐτὸν ἱκετεῦσαι τὸν Ἀχιλλέα. οὐ γὰρ οὕτω πείθει λόγος ἐν τοῖς τοιούτοις οἰκτίζεσθαι, ὡς ἡ τῶν γινομένων θέα, καθὰ καὶ προείρηται. Ἰστέον δὲ ὅτι τὸ «πῶς τʼ ἂρ ἔοι τάδε ἔργα» ἐντελῶς ἄρτι ῥηθέν, ἐν τοῖς ἑξῆς ἐλλιπῶς ἐρεῖ ἡ Ἥρα ἐν τῷ «πῶς κʼ ἔοι», ἤγουν «πῶς ἂν εἴη τάδε τινά;» Ἔστι δὲ καὶ νῦν τὸ ἔοι εὐκτικὸν δευτέρου ἀορίστου ἐκ τῆς ἐών ἐόντος μετοχῆς. Δῆλον δʼ ὅτι τὸ «τί ῥέξομεν;» ἐπιτέμνει ταὐτολογικῶς κομματικώτερον τὸ «πῶς ἂρ ἔοι τάδε ἔργα;» Ὅτι τὸ «ὑπὸ στέρνοιο λαβὼν ἦγεν» ἐς κλισίην Πάτροκλος Εὐρύπυλον, ἀντὶ τοῦ ἐπὶ τῷ στήθει αὐτὸν ἀγκαλισάμενος. Ἔνθα θεράπων μὲν ὑπέχευε βοείας, Πάτροκλος δʼ ἐκτανύσας τὸν Εὐρύπυλον «ἐκ μηροῦ τάμνε μαχαίρῃ ὀξὺ βέλος περιπευκές, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν νίζεν ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν χερσὶ διατρίψας, ὀδυνήσατον», ὃ ἑρμηνεύων ἐπάγει κομματικῶς «ἥ οἱ ἁπάσας ἔσχʼ ὀδύνας». Εἶτα καὶ τοῦτο σαφηνίζων ἐπιφέρει «τὸ μὲν ἕλκος ἑτέρσετο», τὴν λέξιν, ἤγουν τὸ ὀδυνήφατον, ἑρμηνεύσας κόμμασιν ἐφεξῆς δυσί, καθὰ καὶ τὸ «ἕλκος ἐτέρσετο» διεσάφησεν ἐπαγαγὼν τὸ «παύσατο δʼ αἷμα». Τὸ δὲ «βοείας» κοινῶς μὲν εἰπεῖν βύρσας δηλοῖ, ἄλλως δὲ ἐλλιπῶς ἔχει. λείπει γὰρ συνήθως τὸ δοράς, ἵνα εἴη τὸ πλῆρες βοείας δοράς. ἡρωϊκὴ δὲ καὶ αὕτη στρωμνὴ ἔχουσα τρυφερόν τι, τήν, ὡς εἰκός, ἐξ ἐπιμελοῦς βυρσοδεψήσεως μαλακότητα, ἧς δηλωτικὸν ὡς ἐπὶ ὑγροῦ τινος ῥηθὲν τὸ «ὑπέχευεν». ἄλλως γὰρ ἠδύνατο εἰπεῖν «ὑπέθηκεν». Εἰς δὲ τὸ «ἐκτανύσας» φασὶν οἱ παλαιοὶ δεῖν εἶναι βελουλκεῖν ἐν οἵῳ τις σχήματι τέτρωται. ἱστορεῖται οὖν, ὅτι ἰατρὸς βέλος ἐξέλκων, ὡς οὐχʼ ὑπήκουεν, ἐπύθετο τοῦ παθόντος, ἐν οἵῳ σχήματι συνηνέχθη τὸ τραῦμα. τοῦ δὲ εἰπόντος ἱππεύοντι αὐτῷ ἐπενεχθῆναι τὸ βέλος, ἀνακαθίσας ἐκεῖνος τὸν τραυματίαν τὸ βέλος ἐξείλκυσε. Τέμνεται δὲ μαχαίρᾳ τὸ βέλος, οἷα τῆς πληγῆς διαμπερὲς γενομένης. Τὸ δὲ περιπευκὲς ἐπίτασις μέν ἐστι τοῦ ἐχεπευκές, προτετίμηται δὲ νῦν τοῦ ἐχεπευκές διὰ μετρικὸν δακτυλισμόν. Λιαρῷ δὲ ὕδατι νίζεται τὸ τραῦμα, τουτέστιν εὐκράτῳ. τὸ μὲν γὰρ θερμόν, φασίν, εἰ καὶ πραΰνει τὰς ἀλγηδόνας, ἀλλὰ αἵματός ἐστιν ἀγωγόν, τὸ δʼ αὖ ψυχρὸν φρίκην ἐμποιεῖ. ἄριστον οὖν καὶ ἐνταῦθα τὸ μέσον. Ὅρα δὲ καὶ ὅτι Εὐρύπυλος μὲν ἀνωτέρω τὰ ἄλλα καὶ αὐτὸς εἰδώς, τὴν ἐκτομὴν δηλαδὴ τοῦ ὀϊστοῦ καὶ τὴν τοῦ αἵματος ἀπόνιψιν διʼ ὕδατος λιαροῦ, ὅμως ἐπεὶ μὴ τέχνην εἶχεν, ἤπια φάρμακα ἐζήτησεν ἐπιπασθῆναι. ἴδιον γάρ, φασί, τοῖς κάμνουσιν ἐπιτάττειν ἐθέλειν τοῖς ἰατροῖς, ἃ χρὴ πράττειν. Πάτροκλος μέντοι εὖ εἰδὼς οὐ φάρμακον ἤπιον, ἀλλὰ ῥίζαν βάλλει, ὅ ἐστιν ἐπιτίθησι, πικρήν, καὶ ταύτην χερσὶ διατρίψας, οὐ μὴν λειάνας ὀργάνοις τισίν. ἔδει γάρ, φασίν, ἁδρομερὲς ἐπὶ ἐμφράξει τοῦ τραύματος εἶναι τὸ ἐπιτιθέμενον καὶ οὐ λεπτόν, ἵνα μὴ τοῦ αἵματος κελαρύζοντος καὶ ἀποτύπτοντος τὸ λεπτὸν ἀπρακτῇ τὸ φάρμακον. Τὴν δὲ τοιαύτην ῥίζαν οἱ μὲν Ἀχίλλειαν ἐκάλεσαν, οἱ δὲ ἀριστολόχειαν, ἣν καὶ ἴσχαιμον λέγουσι. διὸ καὶ ὁ ποιητὴς ἔφη, ὡς οὐ μόνον τὰς ὀδύνας ἔσχεν, ἀλλὰ καὶ τὸ αἷμα ἔπαυσεν. Σημείωσαι δὲ καὶ ὅπως ἐπεμελοῦντο τῆς ῥιζοτομικῆς οἱ παλαιοί, καὶ ὅτι συνετοῦ ἀνδρός ἐστιν ἀεὶ πρὸ χειρῶν οἷον ἔχειν τὸ χρήσιμον. ἰδοὺ γὰρ καὶ Πάτροκλος συμπεριφέρει τὴν ῥίζαν ὡς χρησιμεύσουσαν, εἴ που ἐξαπίνης περιτύχοι τραυματίᾳ τινί, ὁποῖος αὐτῷ συνέκυρσεν ὁ Εὐρύπυλος. Τὸ δὲ «πικρήν» οἱ μὲν ἀπὸ τῆς πεύκης παράγουσιν ἀποβολῇ τοῦ ε καὶ τροπῇ τοῦ διχρόνου εἰς δίχρονον, οἱ δὲ ἀπὸ τοῦ Πίκου, ἡρωϊκοῦ παλαιοῦ ὀνόματος, ὡς ἀγλευκοῦς ὄντος, ἵνα ᾖ πικηρόν καὶ ἐν συγκοπῇ πικρόν. Τὸ δὲ «διατρίψας» πάνυ κυριολεκτεῖται, ἀλλοῖον ὂν παρὰ τὸ διατρῖψαι τοπικῶς ἢ χρονικῶς. Τὸ δὲ «ὀδυνήφατον» πρὸς ὁμοιότητα παρῆκται τοῦ προσφάτου νεκροῦ. φῶ γὰρ φάζω, τὸ φονεύω, ἐξ οὗ καὶ ὀδυνήφατον φάρμακον καὶ πρόσφατος νεκρός καὶ ἀρηΐφατος. εἶεν δὲ ἂν ὁμοιοδύναμα τὸ φᾶσθαι, ὅ ἐστι φονεῦσαι, ὀδύνην, καὶ τὸ ἀκέσασθαι ὀδύνην. διὸ καὶ ταὐτόν ἐστιν ὀδυνήφατον εἰπεῖν καὶ ἀκεσώδυνον.