ΥΠΟΘΕΣΙΣ ΤΗΣ Γ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.
Τηλέμαχον ἐλθόντα σὺν Ἀθηνᾷ ξενίζει Νέστωρ, καὶ διηγεῖται αὐτῷ τὰ συμβεβηκότα τοῖς Ἕλλησι, καὶ τὸν ἐκ Τροίας ἀπόπλουν. πυθόμενος δὲ τὰ περὶ τοὺς μνηστῆρας, καὶ γνωρίσας τὴν Ἀθηνᾶν ἀπιοῦσαν, θυσίαν αὐτῇ ἐπιτελεῖ. λαβὼν δὲ ὁ Τηλέμαχος ἅρμα σὺν Πεισιστράτῳ Νέστορος υἱεῖ, εἰς Σπάρτην ἀπαίρει. νυκτὸς δὲ ἐπιγενομένης ξενίζονται παρὰ Διοκλεῖ ἐν Φηραῖς. ΟΔΥΣΣΕΙΑΣ Γ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.
Ὅτι τῆς γάμμα ῥαψωδίας ἐπιγραφὴ, ἄφιξις Τηλεμάχου εἰς Πύλον. Ὅτι τὸ, Ἠέλιος δʼ ἀνόρουσε λιπὼν περικαλλέα λίμνην, Οὐρανὸν ἐς πολύχαλκον, ἵνʼ ἀθανάτοισι φαείνῃ. Καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν, περίφρασίς ἐστιν, ἀντὶ τοῦ, ἐγένετο ἡμέρα. ὥσπερ δὲ τὸ ὕδωρ ἀγλαόν που φησὶν, οὕτω καὶ περικαλλέα λίμνην τὸν Ὠκεανὸν, ἀφʼ οὗ δοκεῖ ἀνατέλλειν ὁ ἥλιος. κρεῖττον δὲ, λίμνην λέγειν τὸν Ὠκεανὸν ἤπερ ποταμόν. ποταμοῦ γὰρ ἀνάγκη τάς τε πηγὰς δοῦναι καὶ τὸ τῆς ἐκβολῆς κατάντημα. Ὠκεανὸς δὲ οὐκ ἂν ἔχῃ ταῦτα. διὸ οἱ σοφοὶ Ὠκεανὸν θέλοντες εἰπεῖν, τὴν ἔξω θάλασσαν φασίν. ὅτι δὲ μέρος τι τοῦ τοιούτου Ὠκεανοῦ ἤτοι τῆς ὡς ἐῤῥέθη περικαλλέος λίμνης, Ὠκεανὸς ἐλέγετο ποταμὸς ἐκεῖνος ὢν, ἐν τοῖς ἑξῆς που ῥηθήσεται. Ὅρα δὲ καὶ τὸ ἀνόρουσεν ἐπὶ Ἡλίου λεχθὲν, ὡς οἷον ἀναπηδῶντος εἰς ἀνατολήν. μετʼ ὀλίγα δὲ κυριολεκτῶν, ἐρεῖ οἵ δʼ ἀνόρουσαν εὐκνήμιδες Ἀχαιοί. Οὐρανὸς δὲ πολύχαλκος, μυθικῶς μὲν, διὰ τοὺς ἐκεῖ τοιούτους οἴκους οὓς Ἥφαιστος χαλκεύει. διὸ καὶ χαλκοβατὲς Διὸς λέγεται δῶμα. κατὰ δὲ λόγον ἄλλον, πολύχαλκος, ὁ στερεός. καὶ μὴ λυτός. μὴ δὲ χυτὸς ὡς ὕδωρ. ἢ κατὰ τὸν ἀέρα ῥυτός. δῆλον γὰρ ὅτι τὸ χάλκεον, καὶ ἐπὶ στερεότητος ἐν πολλοῖς λαμβάνεται. διὸ καὶ σιδήρειόν που λέγει τὸν οὐρανόν. Τὸ δὲ ἵνʼ ἀθανάτοισι φαείνῃ, μερικεύων ἀλλαχοῦ, φησὶν ἐπὶ τῆς ἠοῦς, Ζηνὶ φόως ἐρέουσα ἤγουν ἀνατολὴν σημαίνουσα. ὑπηρετικόν δʼ ἐν τούτοις τὸν ἥλιον τοῖς θεοῖς ὑποτίθεται καθάπερ καὶ τὴν ἠῶ. Ὅτι εἰπὼν ὡς οἱ περὶ Τηλέμαχον Πύλον ἷξον, ἐπάγει. τοί δʼ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον, τουτέστιν οἱ Πύλιοι, οἳ νοοῦνται διὰ τῆς Πύλου. πόλις γὰρ, οἱ πολίται. εἴγε κατὰ τὸν τραγικὸν, οὐδὲν οὔτε πόλις οὔτε ναῦς ἔρημος ἀνδρῶν τῶν ἔσω. Τὸ δὲ ἷξον, οὐκ εὔχρηστον τοῖς πεζογραφοῦσι. προπερισπᾶται δὲ, ὡς διὰ τὴν αὔξησιν φύσει μηκυνθείσης τῆς παραληγούσης. Θῖνα δὲ θαλάσσης λέγει, πρὸς διαστολὴν ἑτέρων θινῶν. ἔστι γὰρ θὶς κατὰ τοὺς παλαιοὺς, ὄχθος. βουνός. ἄμμος. δῆλον δʼ ἐκ τῶν παλαιῶν, ὅτι θὶς ἐπὶ αἰγιαλοῦ μὲν, θυλυκοῦ γένους ἐστίν. ἀρσενικοῦ δὲ, ἐπὶ χρημάτων καὶ λίθων. οἱ δʼ αὐτοὶ, λέγουσιν ὅτι ἐν τῷ, θὶν καὶ θὶς. ἀκτὶν ἀκτίς. δελφὶν δελφίς. καὶ τοῖς ὁμοίοις δικαταλήκτοις οἰκειοτέρα καὶ ἀνάλογος ἡ εἰς ν κατάληξις. καὶ δῆλον αὐτὸ ἐκ τῶν πλαγίων ἐν αἷς φυλάσσεται τὸ νυ. λέγουσι δὲ καὶ ὡς μετάθεσις Δωρικὴ γέγονε τοῦ ν εἰς σ ἐν αὐτοῖς. ὡς καὶ ἐν τῷ λέγομες καὶ τοῖς ὁμοίοις. Ἀγαθὸς δὲ τῷ Τηλεμάχῳ οἰωνὸς, εὑρεῖν τοὺς Πυλίους θύοντας ὡς φανήσεται. ἡ δὲ θυσία, ταῦροι παμμέλανες τῷ Ποσειδῶνι. τά τε ἄλλα ὡς ἐν ἄλλοις ἐῤῥέθη, καὶ διὰ τὸ τοῦ ὕδατος μέλαν. ὃ δηλοῦται ἐν τῷ, πορφύρεον κῦμα. καὶ πόντον μέλανα. καὶ ἠεροειδέα. καὶ ἰοειδέα. ὃ καὶ αὐτὸ, ταυτόν ἐστι τῷ, πορφυροῦν, μέλανα. διὸ εὐφυῶς ἐπῆκται τὸ, ἐνοσίχθονι κυανοχαίτῃ. οἰκεῖον γὰρ τὸ μέλαν τῷ κυανοχαίτῃ. Καὶ ὅρα τὸ παμμέλανας. οὐ γὰρ ἐπί τι μέλανας, ἀλλὰ παμμέλανας. οἱ δὲ ταῦροι ἀργᾶντες ὅ ἐστι λευκοὶ ἐν Πινδάρῳ θύονται τῷ Ποσειδῶνι. δύναται μὲν καὶ τοῦτο εἶναι διὰ τὴν πολιὴν ἅλα. οἱ δὲ παλαιοὶ, ἀργᾶντας ἐκεῖ τοὺς διὰ λίπος ἤτοι πιμελὴν λευκοὺς, νοοῦσι. καθότι καὶ κρήδεμνα λιπαρὰ, τὰ λευκὰ καὶ λεῖα. ὅτι δὲ οἰκεῖον θύμα τῇ θαλάσσῃ ὁ ταῦρος, δηλοῖ καὶ Ἡρόδοτος ἐν τῷ, σφαγιασάμενοι τῇ θαλάσσῃ ταῦρον. Ὅτι ἐννέα τοῖς Πυλίοις ἦσαν ἕδραι. πεντηκόσιοι δʼ ἐν ἑκάστῃ εἵατο. καὶ προὔχοντο ἑκάστοθι ἐννέα ταύρους. ἤγουν παρεῖχον. προεβάλλοντο. πρὸ ἑαυτῶν εἶχον ὥστε σφάξαι. ὃ καὶ προΐσχοντο λέγεται. χρῆσις δέ τις καὶ παρὰ τῷ κωμικῷ ἐν Νεφέλαις κεῖται τῆς τοιαύτης λέξεως. Ὅρα δὲ ὡς κἀνταῦθα συνήθως καθὰ καὶ ἐν Ἰλιάδι, εὐεπίφορός ἐστιν ὁ ποιητὴς εἰς τὸν ἐννέα ἀριθμόν. οἱ δὲ παλαιοὶ φασὶν ἐννέα Πυλίοις ἕδρας εἶναι διὰ τὸ καὶ πόλεις τοσαύτας ὑπὸ ἐξουσίαν κεῖσθαι τῷ Νέστορι. Πύλον. Ἀμφιγένειαν. Πτελεόν. Ἕλος. Δώριον. καὶ λοιπὰς τὰς ἐν τῇ Βοιωτίᾳ. ὡς ἑκάστης πόλεως, ἕδραν εἶναι. Τὸ δὲ πεντηκόσιοι ἐν ἑκάστῃ, τὸν ἀριθμὸν ὑπεμφαίνει τῶν συστρατευσαμένων τῷ Νέστορι. νηῶν γὰρ οὐσῶν αὐτῷ ἐνενήκοντα, ὄντων δὲ ἐν ἑκάστῃ ἀνὰ πεντήκοντα, εἰς τετρακισχιλίους καὶ πεντακοσίους συνάγεται ὁ στόλος αὐτῷ ἐκεῖνος ὁ περὶ Τροίαν, ὅσοι καὶ οἱ ἐν ταῖς ἐννέα καθέδραις. ὧν ἔοικε τὸν ἀριθμὸν τιμᾶν ὁ Νέστωρ καὶ μετὰ τὸν νόστον. ὡς καὶ Λακεδαιμόνιοι τὸν ἀριθμὸν τῶν τριακοσίων μετὰ τὰ Περσικά. Ἰστέον δὲ ὡς ἡ προκειμένη θυσία τῶν ὀγδοήκοντα βοῶν καὶ τοῦ ἑνὸς, οὐκ ἂν λέγοιτο ἑκατόμβη κυριολεκτικῶς. ἦν δὲ τῷ ὄντι καὶ οὐ ψευδωνύμως ἑκατόμβη σὺν ἄλλαις, καὶ ἣν Κόνων τῇ περὶ Κνίδον ναυμαχίᾳ νικήσας Λακεδαιμονίους, ἔθυσεν. ἐξ ἑκατὸν οὖσαν βοῶν. ὁ τοίνυν, ὥς που καὶ ἐν Ἰλιάδι ἐσημειώθη, ὠῶν ἑκατόμβην εἰπὼν, παίζων ὠνόμασεν. οὕτω δὲ καὶ ὁ Ἀκραγαντῖνος Ἐμπεδοκλῆς τὸν βοῦν ἐψεύσατο, ἡνίκα ἵπποις Ὀλύμπια νικήσας, βοῦν πλασθέντα ἐκ σμύρνης καὶ λιβανωτοῦ καὶ ἑτέρων φασὶν ἀρωμάτων πολλῶν, διένειμε τοῖς ἐν τῇ πανηγύρει. ποιήσας οὕτω, διὰ τὸ ἐμψύχων αὐτὸς ἀπέχεσθαι. ἦν δέ τις αὐτὸ μίμησις δῆθεν Ἀλκιβιάδου. ὃς ἐν Ὀλυμπίᾳ θύσας ἐπὶ νίκῃ Διῒ Ὀλυμπίῳ, τὴν πανήγυριν πᾶσαν εἱστίασε. καθά φασι καὶ ὁ Χῖος Ἴων τραγῳδίᾳ νικήσας Ἀθήνῃσιν, ἑκάστῳ τῶν Ἀθηναίων ἔδωκε Χῖον κεράμιον. ἀλλὰ ταῦτα μὲν, φιλοτιμίας ἔργα. τὸ δὲ καὶ μυίαις Ὀλυμπίαζε βοῦν ἐν τῇ πανηγύρει κατακόπτεσθαι, φιλότιμον μὲν οὐκ ἂν εἴη, ἀργαλεότητα δὲ τοῦ ζωϋφίου δηλοῖ πολλήν. ἧς ἕνεκεν ἐκμειλίσσεσθαι αὐτὸ ἤθελον διὰ τοὺς ἀγηγερμένους. Ὅτι δὲ οὐ μόνον ἑκατόμβαι ἀλλὰ καὶ χιλιόμβαι ἦσαν παρὰ τοῖς παλαιοῖς ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, δηλοῖ ὁ γράψας ὅτι ἐν τῇ Μιλτιάδου νίκῃ χιλίας χιμαίρας Ἀθηναῖοι τῇ ἀγροτέρᾳ Ἀρτέμιδι ἔθυσαν. ἧς καὶ ὁ κωμικὸς θυσίας μέμνηται. καὶ ἔθυον δέ φασι κατὰ ἕκτην Θαργηλιῶνος μηνός. καθʼ ὃν δὴ μῆνα, πολλὰ τοῖς Ἀθηναίοις ἐγένοντο ἀγαθά. ὅτι δὲ τὸ χίλια ζῷα ὑποσχέσθαι, κατὰ χιλίων εὔξασθαι ἐφράζετο, δηλοῦσι χρήσεις παλαιαί. οὕτω δὲ ὡς εἰκὸς καὶ κατὰ ἑκατὸν βοῶν καὶ λοιπῶν. Τὴν δὲ Πύλον, κτίσμα Νηλέως ἡ ἱστορία ἔχει. φασὶ γοῦν καὶ τὸν Ἑλλάνικον ἱστορεῖν, ὅτι Νηλεὺς Πελίᾳ τῷ ἀδελφῷ μαχεσάμενος, ἦλθεν ἐξ Ἰωλκοῦ εἰς τὰ κατὰ Μεσσήνην, καὶ ἔκτισε Πύλον, τῶν Μεσσηνίων μοῖραν τινὰ τῆς χώρας χαρισαμένων αὐτῷ. Ὅτι ὀκνήσας ὁ ποιητὴς ἐνταῦθα διασκευάσαι ὡς καὶ ἐν Ἰλιάδι τὰ κατὰ τὴν θυσίαν τοῦ Νέστορος, ἀρκεῖται στίχῳ παραλαλήσας ἑνὶ, πολύστιχον ἐκείνην διασκευήν. Φησὶ γάρ. εὖθʼ οἳ σπλάγχνα πάσαντο, θεῷ δʼ ἐπὶ μηρία καῖον, οἵ δʼ ἰθὺς κατάγοντο. ἤτοι ἐνελιμενίζοντο. εἶτα εὐθὺς ἐπάγει διασκευὴν σύντομον ἐλλιμενισμοῦ, ἰδʼ ἱστία νηὸς ἐΐσης στεῖλαν ἀείραντες. τήν δʼ ὥρμισαν. ἐκ δʼ ἔβαν αὐτοί. Τί δέ ἐστι τὸ σπλάγχνα πάσασθαι καὶ τὸ καίειν μηρία. καὶ ὅτι τὸ ἰθὺς, καὶ δίχα τοῦ σ λέγεται ἰθύ. καὶ ὅτι ἐΐση λέγεται Ἀττικῶς ἡ ἴση καὶ ἰσόπλευρος. ἢ ἡ πορευτικὴ ἀπὸ τοῦ ἐΐω τὸ ὁρμῶ. καὶ τίς ὁ ὅρμος. καὶ ὅτι ὁρμεῖ μὲν ναῦς, ὁρμίζει δὲ ἄλλος νῆα, δεδήλωται ἀλλαχοῦ. Τὸ δὲ ἔστειλαν, ἀντὶ τοῦ συνέστειλαν. Καὶ ὅρα ὅτι ἄλλως μὲν στέλλει νῆα θοὴν ὁ Μέντωρ, ἀντὶ τοῦ, εὐτρεπίζει γάρ. ἄλλως δὲ στέλλουσιν ἱστία οἱ ἐρέται, συστέλλουσι γάρ. Τὸ δὲ ἀείραντες, πρὸς διαστολὴν εἴρηται τοῦ καταῤῥίψαι. συνέστειλεν γὰρ τὰ ἱστία, οὐ κάτω ῥίψαντες, ἀλλʼ ἀναδήσαντες πρὸς τῷ κέρατι τῆς νηός. Ὅτι εὐφυῶς πλάττει Ὅμηρος Μέντην τινὰ καὶ Μέντοραν, συνετοὺς ἄνδρας, ἑταίρους τῷ βασιλικῷ παιδὶ Τηλεμάχῳ. ἐπειδὴ αὐτοὶ μὲν, καὶ συνετοὶ καὶ ἀπὸ τοῦ μένος δοκοῦσιν ἐτυμολογεῖσθαι, ἢ ἀπὸ τοῦ μένω. ἵνα ᾖ ἐκ τοῦ μένω μὲν, ὁ Μέντης. ὡς ὁ ὀφέλτης ἐκ τοῦ ὀφέλλω. ἐκ δὲ τοῦ Μέντης, ὁ Μέντωρ. ὡς καὶ ἐκ τοῦ θηρητὴς καὶ ἡγητὴς, ὁ θηρήτωρ καὶ ὁ ἡγήτωρ. Τηλεμάχῳ δὲ καὶ αὐτῷ θεόθεν φρονοῦντι μένος τε καὶ θάρσος ἐδόθη, καὶ πατρικὸν ἐνέστακται μένος, καὶ ἄσχετος τὸ μένος εἶναι δοκεῖ. καθάπαξ δὲ τοιούτῳ φανέντι, συμπαρέπεται ὁ Μέντωρ, τουτέστιν ἡ ἐμφανιζομένη αὐτῷ Ἀθηνᾶ. καὶ συμπλέει. καὶ τὰ πρακτέα ὑποτίθεται. καὶ δὴ καὶ ἐν τῇ Πύλῳ παραινεῖ τῷ μαθητῇ Τηλεμάχῳ, μὴ αἰδεῖσθαι τὴν πρὸς τὸν γέροντα Νέστορα ὁμιλίαν. λέγουσα. Οὐ μέν σε χρὴ ἔτʼ αἰδοῦς οὐ δʼ ἠβαιόν. ἵνα δηλαδὴ μὴ ἐν κενοῖς ὁ πλοῦς γένηται. καὶ ἦν τῷ ὄντι συστολῆς αἴτιον καὶ αἰδοῦς, ἐντυχία τηλικούτου γέροντος ἀτελεῖ μείρακι, καὶ ὡς ὁ Τηλέμαχος ἐρεῖ, αἰδὼς νέον ἄνδρα ὃς μήπω μύθοις πεπείραται πυκινοῖς, ἄνδρα γεραίτερον ἐξερέεσθαι. διὸ καὶ ἐρωτᾷ ὁ νεανίας τὴν διδάσκαλον Ἀθηνᾶν, πῶς ἂν ἔλθοι καὶ προσπτύξηται τὸν γέροντα ὅ ἐστιν ὁμιλήσῃ. προσαγορεύσῃ. καὶ ἡ διδάσκαλος, τὸ μὲν πῶς ἂν ἔλθοι, διδάσκει. προηγησαμένη αὐτῷ τῆς ὁδοῦ. γενήσεται δὲ καὶ εὐχῆς αὐτῷ μετʼ ὀλίγον καθηγητὴς, εὐξαμένῳ καθὰ καὶ ἡ Ἀθηνᾶ. ἐρεῖ γάρ. ὡς δʼ αὕτως ἠρᾶτο καὶ ἑξῆς. μεθόδους μέντοι δημηγορίας, οὐ δίδωσιν. οὐ γὰρ προτίθεται ὁ ποιητὴς τέχνας διδάξαι ῥητορικάς. ἐρεῖ δὲ, ὡς ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις, ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται. καὶ τὸ ἑξῆς. καὶ τοίνυν ἐρωτήσαντος Νέστορος ὦ ξένοι τίνες ἐστὲ καὶ τὰ λοιπὰ, πορίζεται αὐτόθεν ὁ νεανίας ἀφορμὴν τῆς πρὸς τὸν Νέστορα ὁμιλίας ὡς Ὁμήρῳ σύνηθες. καὶ θάρσος θεόθεν λαβὼν, καὶ ἀρξάμενος τῆς πρὸς τὴν ἐρώτησιν ἀποκρίσεως, περαίνει οὕτω τὴν ὁμιλίαν. Ἐν τούτοις δὲ τὸ, οὐ μέν σε χρὴ ἔτι αἰδοῦς, ἀντίπτωσίς ἐστιν ἀρχαϊκὴ συνήθης. ἀντὶ τοῦ οὐ μήν σοι χρεία αἰδοῦς. Ἔστι γὰρ κἀνταῦθα, ἡ μὲν αἰδὼς, πρὸς ἀνολβίῃ. τὸ δὲ θάρσος, ὄλβιον. Τὸ δὲ οὐδʼ ἠβαιὸν, ἀντὶ τοῦ, οὐδόλως. καθʼ ὁμοιότητα τοῦ ἧττον ἀντὶ τοῦ οὐδαμῶς. καὶ τοῦ, τί βαιὸν, οὕτως παρὰ Σοφοκλεῖ. καὶ τοῦ, ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς. Τοῦ δὲ προσπτύξασθαι χρῆσις κεῖται καὶ ἐν τοῖς φθάσασι. Τὸ δὲ πεπειρῆσθαι, πρὸ ὀλίγων ἐνεργητικὸν εἶχε τὸ πειρήσω καθὰ προδεδήλωται. Τὸ δὲ, αἰδώς δʼ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι, γνωμικῶς μὲν ἐῤῥέθη. σχῆμα δὲ ἀμφιβολίας ἔχει. οἰήσεται γάρ τις, ἀμφίβολον εἶναι εἴτε αἰδὼς, νέον ἄνδρα ἐρώτησιν διδόναι ἀνδρὶ γέροντι. εἴτε καὶ ἀνάπαλιν. τοιαῦτα γὰρ ὑποβάλλουσι νοεῖν αἱ συνεχεῖς δύο αἰτιατικαί. ὡς καὶ ἐν τῷ, ὦ Ζεῦ, δὸς καταβαλεῖν τὸν σὺν ἐμέ.
Ὅτι τὸ, πόντον ἐπέπλως, ἀντὶ τοῦ ἐπέπλευσας, ἢ ἀπὸ τοῦ πλῶμι γίνεται ὡς ἐκ τοῦ δίδωμι τὸ ἐδίδως. ἢ μᾶλλον κατὰ τοὺς παλαιοὺς, ἀπὸ τοῦ ἐπέπλωσας κατὰ ἀποκοπήν. Ὅτι ἀσαφῶς εἰπὼν τὸ, ὅπου κύθε γαῖα τὸν Ὀδυσσέα ἤγουν ἔκρυψε, ἐπάγει ἑρμηνείαν τὸ, καὶ ὅν τινα πότμον ἐπέσπε. δῆλον γὰρ ὅτι ὃν ἡ γῆ ἔκρυψεν, ἐκεῖνος καὶ πότμον ἐπέσπεν. Ἔστι δὲ τὸ μὲν κύθε, δεύτερος ἀόριστος τοῦ κεύθω. τοῦ δὲ ἐπέσπε, σύστοιχα, τὸ ἐπισπεῖν. καὶ ἐπισπώμενος. καὶ ἐφέψει. καὶ τὰ τοιαῦτα. Ὅτι θέλησις τοῦ μαθεῖν βουλὴν τὸ, εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε. Καὶ ὅρα τὸ εἴδομεν. ἐνεστὼς γάρ ἐστι κἀνταῦθα οὐκ εὔχρηστος τοῖς μὴ γράφουσι ποιητικῶς. Ὅτι ἐν τῷ, λίσσεσθαι δέ μιν αὐτὸν ὅπως νημερτέα εἴπῃ, τὸ μὶν αὐτὸν, οὐ κεῖται ὡς ἀλλαχοῦ, ἀντὶ συνθέτου ἀντωνυμίας ἤγουν ἀντὶ τοῦ ἑαυτὸν, ἀλλὰ κατʼ ἐξοχὴν εἴρηται τὸ αὐτόν. ὡς εἴ τις εἴποι, αὐτὸν ἐκεῖνον καὶ μή τινα τῶν αὐτοῦ. ἐν μέντοι τῷ, αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσας. τὸ αὐτόν μιν, φανερῶς ἀντὶ τοῦ ἑαυτὸν κεῖται. Ὅτι γνωμικὴ παίδευσις εἰς ἀλήθειαν τὸ, ψεῦδος δʼ οὐκ ἐρέει, μάλα γὰρ πεπνυμένος ἐστί. ἐπεὶ καὶ ἐνταῦθα, οὐδὲν τὸ πεῖθον τὸν Νέστορα, ψεύσασθαι πρὸς Τηλέμαχον. ὅτι δὲ ἄλλως ψεύσεται κατὰ καιρὸν ὁ σοφὸς, δῆλον. εἴγε καὶ Ἡρόδοτος φησὶν, ἔνθα τι δεῖ ψεῦδος λέγεσθαι, λεγέσθω. ὁ γοῦν Ὀδυσσεὺς ἐν τοῖς ἑξῆς πλασμάτων τὴν ποίησιν ἔπλησε. καὶ ἐπαινεῖται διότι πολλὰ λέγει ἐτύμοις ὁμοῖα. οἷς τούς τε Φαίακας ὡς φιλοτοιούτους ἐφέλκεται, καὶ τοὺς κατʼ οἶκον ἐν καιρῷ ἀπατᾷ. καί πως, οὕτω συλλογίζεται ὁ ποιητής. ὁ Νέστωρ, πεπνυμένος ἐστίν. ὁ πεπνυμένος, οὐ ψεύσεται. ὁ Νέστωρ ἄρα οὐ ψεύσεται. ὅτι δὲ οὐ πάντῃ πάντως ψεκτὸν τὸ ψεῦδος, καὶ Ἰσοκράτης δηλοῖ ἐν τῷ Παναθηναϊκῷ γράψας οὕτως. πολλῆς μὲν ἐμπειρίας γέμοντα καὶ φιλοσοφίας, παντοδαπῆς τε μεστὸν ποικιλίας καὶ ψευδολογίας, οὐ τῆς εἰθισμένης μετὰ κακίας βλάπτειν, ἀλλὰ τῆς δυναμένης μετὰ παιδείας ὠφελεῖν ἢ τέρπειν τοὺς ἀκούοντας. Ἔνθα σημείωσαι ψευδολογίαν ἐπαινετὴν ὁποία ἐναβρύνοιτʼ ἂν καὶ ὁ τῶν μύθων καθά τις ἔφη Ὅμηρος ἢ Πλάτων ἢ Δημοσθένης, Αἴσωπος. εἰ δὲ ἀσύνηθες τὸ οὕτω νοῆσαι ἄψογον ψευδολογίαν, ἐνθυμητέον ὡς ὁ αὐτὸς ῥήτωρ πολλὴν ἄνοιαν καὶ μωρίαν καταγνοὺς τῶν τὴν ἀδικίαν πλεονεξίαν εἶναι νομιζόντων, βούλεται, τὴν πλεονεξίαν ἐπὶ εὐπορίας νοεῖν, ἀσυνήθως πάντως. Ἰστέον δὲ ὅτι τὸν Ὁμηρικῶς εἰρημένον λόγον ὃς τῇ Ἀθηνᾷ ἐνταῦθα προσπλάττεται, καὶ ὁ συνετὸς Νέστωρ ἀπαραποιήτως ἐν τοῖς ἑξῆς ἐρεῖ τῷ Τηλεμάχῳ, εἰς Μενελάου στέλλων αὐτόν. δηλοῦντος τοῦ ποιητοῦ, ὡς οὐδὲν διαφέρει Ἀθηνᾶν εἰπεῖν καὶ φρόνησιν καὶ ἄνδρα φρόνιμον, ταυτόν δʼ εἰπεῖν, πεπνυμένον, καὶ πυκινόν. ἔτι δὲ καὶ δριμύν. Εὐριπίδης γὰρ, ἐπὶ συνετοῦ εἴρηκε τὸ δριμὺ ὡς λέγει Ἀριστοφάνης ὁ γραμματικός. ἃ γοῦν Ἀθηνᾶ φρόνησις ἐνταῦθα ὑποτίθεται τῷ νεανίᾳ, τὰ αὐτὰ ὑποθήσει καὶ Νέστωρ ὁ φρόνιμος. Ὅτι ἀπειρίαν ἐπὶ φιλικῇ συντυχίᾳ δηλοῖ τὸ, πῶς τʼ ἂρ ἴω. πῶς τʼ ἂρ προσπτύξομαι αὐτόν. οὐδέ τι πω μύθοισι πεπείρημαι πυκινοῖσιν. περὶ δὲ τοῦ προσπτύξομαι καὶ τοῦ πεπείρημαι, προδεδήλωται. Ὅτι πεποίθησις εἰς τὸ θεῖον τὸ, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις. ἄλλα δὲ καὶ θεὸς ὑποθήσεται. Καὶ ὅρα ὅτι νοεῖν μὲν, τὸ αὐτόθεν καὶ οἴκοθεν. ὑποθέσθαι δὲ, τὸ ἐκ παραινέσεως νοῦν ἐμποιεῖν. ὅθεν καὶ τὸ νουθετεῖν σύνθετον. καὶ ὑποθήκη ἡ παραίνεσις. τὸ δὲ ὑποθήσεται, καὶ ὑποθήσει λέγεται ἐνεργητικῶς. Ὅτι ἐν τῷ, οὐ γὰρ ὀΐω οὔ σε θεοῦ ἀέκητι γενέσθαί τε τραφέμεν τε, φασί τινες λέγειν τὸν ποιητὴν, ὡς οὐκ οἴομαι νόθον σε εἶναι τῇ Πηνελόπῃ. οἷα τῶν νόθων, μὴ θείως γεννωμένων διὰ τὸ τῆς μίξεως οὐκ ἔνθεσμον. ὅθεν φασὶ τεθεῖσθαι καὶ τὸ νόθος ὄνομα, παρὰ τὴν νο στέρησιν καὶ τὸ θεῖον. ἵνα ᾖ νόθος, ὁ τοῦ θειοτέρου ἐστερημένος. ὅ ἐστι τῆς ἐξ ἐννόμου γάμου γεννήσεως. εἰ δέ γε σκοτίους τινὰς καὶ παρθενίους παῖδας ἡ ποίησις περιφέρει σεμνόν τι ἔχοντας, καὶ τῷ Πριάμῳ δὲ πλείους τῶν γνησίων οἱ νόθοι, ἔχει τι καλὸν καὶ περὶ τῶν τοιούτων λέγειν ἀνὴρ λόγιος. ἄλλως δὲ ἀέκητι θεοῦ γενέσθαί τις καὶ τραφῆναι λέγεται, εἰ διὰ βίου ἄθλιος εἴη καὶ θεῷ ἀνεπισκόπητος. Τὸ δὲ γενέσθαί τε τραφέμεν τε, ὀρθῶς κεῖται. ἀνάπαλιν δὲ ἀλλαχοῦ ὡς πρωθύστερον τὸ, τράφεν ἠδὲ γένοντο. Ὅτι ἐπί τινος θείου ἀνδρὸς ῥηθήσεται τὸ, ὅ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο. Ὅτι ἀκολούθως τῷ, ἐννέα δʼ ἕδραι ἔσαν, εἴρηται καὶ τὸ, Ἷξον δʼ ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας. τί δὲ ἡ ἄγυρις, προδεδήλωται. ὅθεν καὶ ἡ ὁμήγυρις. Ἐκ δὲ τῆς ἕδρας, καὶ ἑδριάασθαι μετʼ ὀλίγα ἐρεῖ. ὅθεν δὲ ἡ ἕδρα, ἐκεῖθεν καὶ τὸ, ἵδρυσε παρὰ δαιτί. Ὅτι δαψίλειαν ἡρωϊκὴν εὐτελοῦς τροφῆς δηλοῖ τὸ, ἀμφί δʼ ἑταῖροι δαῖτʼ ἐντυνόμενοι, κρέα ὤπτων, ἄλλα δʼ ἔπειρον. ἔστι δὲ ἐντύνεσθαι μὲν, ὃ συνήθως ὁ ποιητὴς ὁπλίζεσθαι λέγει. ἐπεὶ καὶ ἔντεα, τὰ ὅπλα. Τὸ δὲ ὀπτᾶν, πρωτότυπόν ἐστι τοῦ ὀπτοῦ, ὃ συγκέκοπται ἀπὸ τοῦ ὀπτητοῦ. ὡς καὶ τὸ ἑφθὸν ἀπὸ τοῦ ἑψητοῦ. ἄλλως γὰρ τὸ ἀπαθὲς ὀπτὸν, τὸ θεατὸν δηλοῖ, ὡς καὶ ὁ Ἀθήναιος ἀστεΐζεται ὅπου λέγει ὀπτὸν ὠμὸν ἰχθῦν. Πείρειν δὲ, πρὸ βραχέων μὲν, τὸ περᾶν ἐῤῥέθη. νῦν δὲ, ἄλλως. ὅθεν καὶ ἡ περόνη. καὶ τὸ περονᾶν. καὶ ὁ πόρπαξ. καὶ τὸ πόρπημα. καὶ ὅσα τοιαῦτα. Ὅτι φιλοξένων ἀνδρῶν ἴδιόν τι ποιοῦντες οἱ Πύλιοι, ὡς ξείνους ἴδον, ἀθρόοι ἦλθον ἅπαντες. χερσίν τʼ ἠσπάζοντο, καὶ ἑδριάασθαι ἄνωγον. πρὸ δὲ τῶν ἄλλων, ὁ Πεισίστρατος ἐγγύθεν ἐλθὼν Τηλεμάχου τε καὶ τοῦ φαινομένου Μέντορος, ἀμφοτέρων ἕλε χεῖρα, καὶ ἵδρυσε παρὰ δαιτί. κώεσιν ἐν μαλακοῖσιν, ἐπὶ ψαμάθοις ἁλίῃσι. παρά τε κασιγνήτῳ καὶ πατρί. Μέντορα μὲν, ὡς γέροντα δεξιωσάμενος. Τηλέμαχον δὲ, ὡς ὁμήλικα. καὶ ὅμως, προτέρῳ τῷ Μέντορι δοὺς σπλάγχνων μοίρας καὶ ἐγχέας οἶνον χρυσέῳ δέπαϊ ὡς ἂν σπείσῃ, τιμῶν τὸ γῆρας. Καὶ ὅρα τὸ, χερσὶν ἠσπάζοντο, ἀντὶ τοῦ ἐπεσπῶντο καὶ εἷλκον διὰ δεξιώσεως εἰς ἑαυτούς. καὶ τοιοῦτον ἀεὶ τοῖς παλαιοῖς κυρίως ὁ ἀσπασμός. ἔστι δὲ καὶ νῦν πολλοὺς τῶν ἐξ ἐθνῶν ἰδεῖν, ἐν τῷ ἀλλήλοις συναντᾶν, διαπεταννῦντας τὼ χεῖρε. καὶ τά τε στήθη πελάζοντας. καὶ τὰς χεῖρας ἐπικυρτοῦντας. καὶ εἰς κύκλον περιάγοντας. καὶ περιπλεγνυμένους ἠρέμα. καί ἐστι τοῦτο αὐτοῖς ὁ ἀσπασμός. γενομένης τῆς λέξεως, ἀπὸ τοῦ σπᾶσθαι κατὰ πλεονασμὸν τοῦ α. καὶ εἴρηται τὸ χερσὶν ἀσπάζεσθαι, πρὸς διαστολὴν τῶν λόγοις ἀσπαζομένων. ἐπὶ γὰρ αὐτοῦ δὴ τοῦ χείλεσι φιλεῖν, οὔπω τότε ἡ λέξις ἐλέγετο. ἀλλʼ εἴ που καὶ ἔδει τοιοῦτον σημῆναι, οὕτως οἱ παλαιοὶ ἔλεγον. ἀσπάσασθε ἀλλήλους φιλήματι. Τὸ δὲ ἀμφοτέρων ἕλε χεῖρα, εἶχε μὲν εἰπεῖν δυϊκῶς, χεῖρε. ἀλλὰ διὰ τὸ καινότερον, οὕτως εἶπε. καὶ νοητέον ὡς ἢ ἰδίᾳ τὴν ἑκατέρου ἔλαβε χεῖρα ἑκατέραις ταῖς ἑαυτοῦ χερσὶν ὡς ἔν τινι τύπῳ χοροῦ, ἢ μίαν καὶ μίαν ἐξ ἑκατέρων τὰς δεξιὰς, τῇ ἑαυτοῦ δεξιᾷ δηλαδή. λαιᾷ γὰρ οὐκ ἦν ἅπτεσθαι ὡς καὶ προγέγραπται. Ἐν δὲ τῷ κώεσιν, ὅρα ἡρωϊκὴν εὐτέλειαν. ὁ γὰρ τοῦ βασιλέως Νέστορος παῖς, ἵδρυσε παρὰ δαιτὶ τοὺς ξένους, οὐκ ἐπὶ ἁλιπορφύρων ταπήτων, ἢ ἄλλης τινὸς περιέργου στρωμνῆς τιμωμένης πολλοῦ, ἀλλʼ ἐπὶ ψάμμου ἐν δέρμασι, μαλακοῖς μέντοι. δῆλον δὲ ὅτι τὸ κώεσιν, οὐκ ἐκ τοῦ κῶας γίνεται, ἦν γὰρ ἂν κώασιν ὡς κρέασιν, ἀλλʼ ἐκ τοῦ κῶος. κατὰ τὸ, βέλος βέλεσιν. ἵνα διφορῆται. καθὰ καὶ τὸ, ὕδας ὕδος καὶ γῆρας γῆρος. ἐξ οὗ καὶ ὁ παρὰ τῷ Σοφοκλεῖ γηροβοσκός. καὶ τὸ γυροτροφεῖν. καὶ τὰ ὅμοια. ὅτι δὲ καὶ νάκος τὸ κῶας ἐλέγετο, δηλοῖ ὁ σκώψας βυρσοδέψην τινὰ διὰ τοιαύτης λέξεως. ἀφʼ οὗ βυρσέως ἀκούσας ἐκεῖνος τὸ, ὦ κακόδαιμον, ἀντέσκωψεν εἰπὼν τὸ, ὦ νακόδαιμον. εἰ δὲ τὸ τοιοῦτον νάκος, τὸ κνακὸν θρέμμα παρήγαγε, ζητητέον ἄλλοθεν. Ἁλίας δὲ ψαμάθους λέγει, διαστέλλων τῶν ποταμίων αὐτάς. Ὅτι δὲ τοὺς Πυλίους εὗρε περὶ θάλατταν θύοντας Ποσειδῶνι ὁ Τηλέμαχος, μαρτυρεῖ καὶ ὁ γεωγράφος. εἰπὼν ὅτι ἐν ἱερῷ Σαμίου Πωσειδῶνος εὗρε Τηλέμαχος τοὺς Πυλίους θύοντας. Τὸ δὲ, δῶκε δʼ ἄρα σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευε χρυσέῳ δέπαϊ, ἁρμόσοι ἂν κατά τινα ἐννοίας παραφθορὰν, ἐπί τινος σπλαγχνιζομένου εἰς ἔλεον πτωχικόν. Σημείωσαι δὲ καὶ ὡς εἰ καὶ λυπεῖν ἴσως εἶχε τὸν βασιλικὸν παῖδα Τηλέμαχον τὸ προτιμηθῆναι τὸν Μέντορα, ὅμως παραμυθεῖται τὸ πρᾶγμα ὁ δεξιωσάμενος Νεστορίδης ἐν τῷ, ἀλλὰ νεώτερός ἐστιν ὁ Τηλέμαχος δηλαδὴ, ὁμηλικίη δʼ ἐμοὶ αὐτῷ. διὸ εἰ καὶ προτιμήσασθαι τὸν ὁμήλικα θέλει ὁ Νεστορίδης, ἀλλʼ αἰδεῖται τὸ γῆρας τοῦ Μέντορος καθὰ καὶ τὸ τοῦ πατρὸς Νέστορος. καὶ ἔστι καὶ τοῦτο παιδεία Ὁμηρική. Τὸ δὲ ὁμηλικίη, ἢ ἔλλειψιν ἔχει λέξεως θηλυκοῦ ὀνόματος ἵνα λέγῃ ὅτι ἡλικία ὁμηλικία. ἢ κατάστασις ὁμηλικία. ἢ ἄλλο τι τοιοῦτον. ἢ εἴληπται ἀντὶ τοῦ ὁμοία ἡλικία. Ἐν τούτοις δὲ καὶ δαίτην συνήθως βαρυτόνως τὴν δαῖτα φησί. Λέγει δὲ βιωτικῶς ἅμα καὶ γνωμικῶς, καὶ τὸ ἐπεὶ καὶ τοῦτον ὀΐομαι θεῷ εὔχεσθαι. πάντες δὲ θεοῦ χατέουσʼ ἄνθρωποι. φησὶ δὲ καὶ χρύσειον ἄλεισον κατὰ λόγον πολυωνυμίας, τὸ ἀνωτέρω ῥηθὲν χρύσειον δέπας. Καὶ οἶνον δὲ νῦν ἡδὺν λέγει, ὃν φθάσας μηλιηδέα ἔφη. Ἐν τούτοις δὲ καὶ τὸ ἤντησε δοτικῇ συντάττεσθαι εἰωθὸς, μετὰ γενικῆς συνέταξεν, εἰπών. δαίτης ἠντήσατε. ὅ ἐστιν ἐτύχετε. ἄντην ἤλθετε. τοιοῦτον καὶ ἐν τοῖς ἑξῆς τὸ, ἤντησας ὀπωπῆς. Ὅτι τὸ τῆς τιμῆς ἐπαγωγὸν παραδεικνὺς κἀνταῦθα ὁ ποιητὴς, πλάττει τὴν ἐν τῷ Μέντορι Ἀθηνᾶν, χαίρουσαν οἷς προτέρα ἐδεξιώθη πρὸς τοῦ Νεστορίδου Πεισιστράτου. φησὶ γάρ. χαῖρε δʼ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ, Οὕνεκά οἱ προτέρῃ δῶκε χρύσειον ἄλεισον, τὸ ἀνωτέρω ῥηθέν. Σημείωσαι δὲ ὡς οὐ μόνος Ὅμηρος Ἀθηναίαν λέγει τὴν Ἀθηνᾶν, ἀλλὰ καὶ τῶν μετʼ αὐτὸν πεζολόγων πολλοὶ Ἀττικοὶ, ὡς Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. οἱ σύμμαχοι, ἀριστεῖον τῇ Ἀθηναίᾳ ἀνέθεσαν. καὶ Πλάτων Εὐθυδήμῳ, ἑρκεῖος Ζεὺς καὶ φράτριος καὶ Ἀθηναίη φρατρία. φασὶ δὲ οἱ παλαιοὶ ὡς ἐπειδὰν ἤρξαντο Ἀθηναῖαι γυναῖκες λέγεσθαι ἀντὶ ἀστῶν, καὶ Ἀττικῶν, ὡς Φερεκράτης, Ἀθηναίαις αὐταῖς τε καὶ ταῖς συμμάχοις, τό τε ἤρξατο ἐκείνη λέγεσθαι τρισυλλάβως Ἀθηνᾶ. περὶ δὲ τούτων, εἴρηται καὶ ἐν τῇ α τῆς Ἰλιάδος. Ὅρα δὲ τὸ ἔχαιρεν Ἀθηνᾶ πεπνυμένῳ ἀνδρὶ δικαίῳ. πιστωτικὸν ὂν καὶ αὐτὸ τοῦ χαίρειν τῷ ὁμοίῳ τὸ ὅμοιον. Ἀθηνᾶ γὰρ φρόνησις, ἀγαπῴη ἂν ἄνδρα τὸν κατʼ αὐτήν. Ὅτι ἐπισπευστικὸν ἱκετείας τὸ, κλῦθι μὴ δὲ μεγήρῃς ἡμῖν εὐχομένοισι, τελευτῆσαι τάδε ἔργα. περὶ ὧν δηλαδὴ τὸ ἱκετεύειν. ἡ μυθικὴ δὲ Ἀθηνᾶ τοῦτο φησίν. εἰδυῖα ὡς οὐκ ἂν χαίροι ὁ Ποσειδῶν οἷς Ἀθηνᾶ ὑπὲρ τοῦ Ὀδυσσέως ποιεῖ. διὸ καὶ αὐτὴ τελευτᾷ τὴν εὐχὴν, ὡς μετʼ ὀλίγα φασὶν Ὅμηρος οἷα τοῦ Ποσειδῶνος μὴ ἂν τελέσαντος αὐτήν.
Ὅτι τῷ Νέστορι μὲν καὶ τοῖς υἱοῖς, ὁ φαινόμενος Μέντωρ κῦδος μόνον ἐπεύχεται. τῶν γὰρ ἄλλων ἁπάντων ἅλις εἶχε. πλοῦτος γάρ φασιν ἦν αὐτῷ. χρόνου μῆκος. εὐπαιδία. μεγάλων πράξεων εὐτυχία. φρόνησις. ἀκμὴ λόγου. τοῖς μέντοι ἄλλοις Πυλίοις, δοθῆναι χαρίεσσαν ἀμοιβὴν τῆς ἑκατόμβης, εὔχεται. μὴ ὁρίσας τὸ τῆς ἀμοιβῆς εἶδος, ἀλλʼ ἀρκεσθεὶς εἰς μόνον τὸ, χαρίεσσαν.
Ὅτι ἐπὶ τοῦ προσποιουμένου μὲν εὔχεσθαί τι, δυναμένου δὲ ποιεῖν ἃ εὔχεται, οἰκεῖον τὸ, ὣς ἂρ ἔπειτʼ ἠρᾶτο, καὶ αὐτὸς ἢ αὐτὴ πάντα τελεύτα. Ὅτι τὸν χρυσὸν συνήθως τῷ τοῦ καλοῦ ἐπιθέτῳ κοσμῶν, καλὸν δέπας καὶ ἐνταῦθα φησὶν, ὃ φθάσας εἶπε χρύσειον δέπας καὶ χρύσειον ἄλεισον. Ὅτι ἐν τῷ, ὤπτησαν κρέα ὑπέρτερα ὃ καὶ ἐν τοῖς ἑξῆς που κεῖται, ἢ τὰ νωτιαῖα οὕτω καλεῖ, ἢ τὰ ὑπεράνω κείμενα τοῦ πυρός. τινὲς δέ φασι, καὶ τὰ ἔξωθεν τῶν ἔνδον. πρὸς διαστολὴν εἰπόντες τοῦτο τῶν σπλάγχνων ἅπερ προήσθιον. Ὅτι τὸ, μοίρας δασσάμενοι, δαίνυν τʼ ἐρικυδέα δαῖτα, εὐσχήμονι τραπέζῃ ἐπιλεχθήσεται. ὅτε δὲ καιρός τινος ἐρωτήσεως, καλὸν εἰπεῖν τὸ, νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἔρεσθαι. Νέστωρ δὲ Γερήνιος ἱππότα, τοῦτο φησὶν, αὐθωρὸν τοὺς ξένους ἐρωτῶν. καὶ οὐκ ἀναμένων τὴν ἐν ἄλλοις ἱστορουμένην ἐνναήμερον. Εἰ δὲ καὶ δαιτός ἐστι καιρὸς, καλὸν ἐπαγαγεῖν καὶ τὸ, ἐπεὶ τάρπησαν ἐδωδῆς. ἤγουν νῦν ἐρωτητέον αὐτοὺς ἐπεὶ ἔφαγον. Καὶ ὅρα ὡς διὰ σαφήνειαν τοῦ νῦν, ἐπήνεγκε τὸ, ἐπεὶ τάρπησαν. ἵνα μὴ τὸ νῦν, πλατικὸν νοηθῇ. Τὸ δὲ τάρπησαν, ἀντὶ τοῦ ἐκορέσθησαν. ἢ μᾶλλον ἐτέρφθησαν διʼ ἐδωδῆς. ἣν πρὸ ὀλίγων δαίτην εἶπε κατὰ πολυωνυμίαν. ἔστι γὰρ αὐτὴν καὶ ἐδητὺν εἰπεῖν. καὶ δαῖτα. καὶ βρώμην. καὶ βρῶσιν. ὡς τὸ, δότʼ ἀμφίπολοι βρῶσιν τε πόσιν τε. Περὶ δὲ τοῦ Γερήνιος, ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. Καὶ περὶ τοῦ ἱππότα δὲ, ποιητικῆς ταύτης εὐθείας τῶν ἑνικῶν. ἣν καὶ ὅσαι δὲ κατʼ αὐτὴν, ὁ τοξότα, ὁ ἱππηλάτα, καὶ τὰς ὁμοίας, Εὐδαίμων ὁ Πηλουσιώτης, Μακεδόνων γλώσσης εἶναι λέγει. οἳ τρέπουσιν εὐθειῶν κλινομένων διὰ τῆς ου, τὸ ης εἰς ἄλφα, ἵνα μὴ ἀπαραμύθητος ἀμφίμακρος πέσῃ ἐπὶ πολλῶν. οἷς συνεξηκολούθησε καὶ τὸ, Θυέστʼ Ἀγαμέμνονι λεῖπεν. ὁρᾶται δὲ τοῦτο κατὰ τὴν ἐκείνου παρατήρησιν, οὐ μόνον ἐπὶ εὐθειῶν, ἀλλὰ καὶ ἐπὶ ἄλλων πτώσεων. Ἄρατος γοῦν φησὶ, πρότεροι πόδες ἱππότα φηρός. ἤγουν ἱππότου. παράγει δὲ ἐκεῖνος καὶ Ἰλλυρικὸν ὄνομα ἐν ἐπιγράμματι τὸ, πατὴρ δέ μʼ ἔφυσε Κόπαινα. ἤτοι ὁ Κοπαίνης. καὶ Συρακούσιον τὸ ὁ Μύριλλα. οὗ μεμνῆσθαι λέγει τὸν Σώφρονα. ἱστορῶν καὶ ὅτι τοῦ Συρακουσίου τούτου κύριον, Δημόκοπος ἦν ἀρχιτέκτων. ἐπεὶ δὲ τελεσιουργήσας τὸ θέατρον, μύρον τοῖς ἑαυτοῦ πολίταις διένειμε, Μύριλλα ἐπεκλήθη. πάντως δὲ τοῖς εἰρημένοις ὀνόμασι τοῖς ὡς ἄλλοι φασὶν Αἰολικοῖς, συντέτακται καὶ τὸ, ὁ νεφεληγερέτα. Αἰολικὰ δὲ καὶ τὸ, ὁ μητίετα καὶ ὁ ἀκάκητα. Ἰστέον δὲ καὶ ὅτι τὸ μεταλλῆσαι καὶ ἔρεσθαι, διασαφεῖ ὡς οὐ κυριολεκτεῖται ἐν τούτοις τὸ ἔρεσθαι, ἀλλὰ πολυπραγμοσύνην δηλοῖ προσήκουσαν τῷ πυνθάνεσθαι. ὧν τὴν διαφορίαν τὴν παρὰ πολλοῖς καθιστῶντες εἴς τι ὡρισμένον οἱ παλαιοὶ, πολλὰ μὲν καὶ ἄλλα φασὶν, ἐν δὲ ἐκείνοις καὶ ταῦτα. ἐρωτᾶν ἐστὶ, τὸ ἐθέλειν κεφαλαιώδη λαβεῖν ἀπόφασιν περὶ ὑποκειμένου πράγματος. οἷον, εἴρεαι ὁππόθεν εἰμὲν, ἐγὼ δέ κέ τοι καταλέξω. καὶ, ἀλλʼ ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορʼ ἔρειο. πυνθάνεσθαι δὲ, τὸ διεξοδικῶς ἀκούειν ἐρωτήσεως δίχα, τὰ ὑπό τινων λεγόμενα, οἷον, νῦν δʼ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων πυνθάνομαι. καὶ, πυνθανόμην Ἰθάκης. καὶ οὕτω μέν τινες. φιλοσόφως μέντοι, ἐρώτησίς ἐστι, φράσις συμβολικὴν ἀπόκρισιν ζητοῦσα. οἷον. ἆρά γε οὕτως ἔχει; πρὸς ὃ ἐπαχθὲν τὸ ναὶ ἢ οὒ ἢ τὸ ἀναμφιβόλως, ἢ τοιοῦτόν τι, συμβολικὴν ἀπόφανσιν ἐποίησε. τοιοῦτον δὲ καὶ τὸ, σαφές. ἢ ἄδηλον. καὶ τὰ τοιαῦτα. ἔστι δʼ ὅτε φασὶ καὶ ἑτέρως ἀποκρινόμεθα πρὸς ἐρώτησιν. οἷον. ἡμέρα ἐστίν; ἔστιν, ἢ οὐκ ἔστι. καὶ τοιοῦτον μὲν ἡ ἐρώτησις. πεῦσις δέ ἐστι, φράσις πρὸς ἣν οὐκ ἔστι συμβολικῶς ἀποκρίνασθαι. οἷον. ποῦ κατοικεῖ ὁ δεῖνα; ἐρεῖ γὰρ ὁ ἐρωτηθεὶς, ὅτι ἐν τῷδε τῷ τόπῳ. καὶ πῇ ἔβη Ἀνδρομάχη; ἐπὶ πύργον μέγαν Ἰλίου. καὶ οὐκ ἔστιν ἐν τούτοις εἰπεῖν συμβολικῶς, ναὶ ἢ οὔ. καὶ ἄλλως δέ φασιν, ἐρώτησις μέν ἐστιν, ἡ σύντομον ἀπόκρισιν ἀπαιτοῦσα. πεῦσις δὲ, μακρᾶς πράξεως ἀπαγγελία. Ὅτι τὸ, ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα; ἢ τί κατὰ πρῆξιν ἢ μαψιδίως ἀλάλησθε, οἷά τε ληϊστῆρες ὑπὲρ ἅλα, τοί τʼ ἀλόωνται ψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποῖσι φέροντες. τὰ τοίνυν τοιαῦτα ἔπη κεῖνται καὶ ἐν τοῖς κατὰ τὸν Κύκλωπα. Λέγει δὲ κέλευθα ὑγρὰ, διαστέλλων τῶν κατὰ ξηράν. κέλευθος γὰρ, καὶ ἐπὶ γῆς. ὥσπερ αὖ πάλιν καὶ ἐπὶ θαλάσσης ὁδός. δεδήλωται δὲ καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ὁ τοῦ κάππα πλεονασμὸς, ἐν τῷ κέλευθος. καὶ ἐν τῷ καυλωνία. παρὰ τὸν αὐλῶνα γὰρ ἐκεῖνο λέγεται. καὶ ἐν τῷ ἀνθήλια κανθήλια ὥς φασιν οἱ παλαιοί. Τοῦ δὲ ἐστὲ, πρωτότυπος κίνησις, ἐκ τοῦ εἰμὶ, ἐμὲν, ἐτέ. καὶ ἄλλως μὲν προσθέσει τοῦ ἰῶτα, εἰμέν. εἰτέ. Δωρικῶς μέντοι, ἐσμὲν ἐστέ. ἡμάρτηται δὲ καθʼ Ἡρακλείδην τὸ ἐστέ. ὡς γὰρ οὐ λέγομεν δείκνυστε ἢ φαστὲ, οὕτως οὐδὲ ἐτὲ ἐστέ. ἔτι δὲ καὶ καθότι ὀξύνεται, οὐδὲν γὰρ τῶν εἰς τε ληγόντων ὀξυτονεῖται, ἡμαρτημένου τοῦ φατέ. καὶ Ἀρίσταρχος ἁμαρτάνει φησὶν ἐγκλίνας ἐν Ἰλιάδι τὸ, ὑμεῖς μάρτυροί ἐστε. οὐ γὰρ ἀνήρηταί τι μὴ πρότερον ὀξυτονούμενον. εἰ δὲ ἀνήρηται τὸ ὀξυτονούμενον, ἄτοπός φησι καὶ ἡ ἔγκλισις. οὕτω δὲ καὶ περὶ τούτων γράψας, ἑτέρωθι λέγει ὅτι τὸ ἐσμὲν ἐστὲ εἰσὶν εἰ καὶ ἡμάρτηται ὀξυτονούμενα, ὅμως ἔπαθον τοῦτο, διὰ τὰ ἑνικὰ οἷς ὀφείλουσιν ὁμοτονεῖν. εἶτα ἐπιφέρων καὶ χρῆσιν τοῦ ἐμὲν ὅθεν γίνεται τὸ ἐσμὲν, λέγει ὅτι Ὅμηρος μὲν, σὺν τῷ ἰῶτα ἔφη ἀπήμονες εἰ μέν. τὸ δὲ ἀνάλογον, παρὰ Καλλιμάχῳ ἐν τῷ, γρῆες ἐμέν. ἤγουν γραῖαι ἐσμέν. Ὅρα δὲ καὶ ὅτι τοὺς πορευομένους ἢ ἄλλως οὐκ ἐπὶ κακῷ πλέοντας, κατὰ πρῆξιν πλέειν φησί. τοὺς δὲ ληϊστῆρας ὅ ἐστι πειρατὰς, μαψιδίως. ὃ καὶ ἐπὶ τῶν βιαίων μνηστήρων ἐῤῥέθη. λέγει δὲ καὶ ἀλᾶσθαι τοὺς ληϊστῆρας, τὸ ἄσκοπον καὶ ἀόριστον τοῦ σφῶν πλοῦ ἀπεικάζων πλάνῃ. Τὸ δὲ ψυχὰς παραθέμενοι, κεφαλὰς ἐπὶ τῶν μνηστήρων εἶπεν. ὡς ταυτὸν ὂν οὕτως ἢ οὕτως εἰπεῖν. καθὰ καὶ αὐτὸ προείρηται. Ἐν δὲ τῷ ἀλλοδαπὸς καθὰ καὶ ἀλλαχοῦ ἐῤῥέθη, ἔγκειται τὸ ἔδαφος. ἵνα ᾖ ἀλλοδαπὸς, ὁ ἀπὸ ἄλλου ἐδάφους. τραπέντος Ἰωνικῶς τοῦ ψιλοῦ εἰς δασύ. τοῦτο δὲ οἱ παλαιοὶ παρέλκουσι καὶ εἰς τὸ ἡμεδαπὸς καὶ ἐνδαπὸς καὶ εἴ τί που ὅμοιον. τῶν τινὲς δὲ παλαιῶν εἶπον ὡς ἀλλοδαπὸς, ὁ ἀπὸ ἄλλου δαπέδου. καὶ τὰ σύστοιχα δὲ τούτου, ὁμοίως. Τὸ δὲ ὑπὲρ ἅλα ἀλῶνται ὃ δὴ καὶ παρηχεῖται, εἰς ἑρμηνείαν ἐπῆκται τοῦ ληϊστῆρες. ἵνα οὕτω μὴ χερσαῖοι νοηθῶσι λῃσταὶ ἀλλὰ κατὰ θάλασσαν. Ἰστέον δὲ ὅτι τέχνη τοῖς παλαιοῖς καὶ τὸ πειρατεύειν, καὶ οὐ πάνυ ἐπίψογον οὐδʼ αἰσχρὸν ὡς καὶ Θουκυδίδῃ δοκεῖ, οὐδὲ ἄδοξον, τὸ ληΐζεσθαι. Τηλέμαχος οὖν φησίν. οὕς μοι ἐληΐσατʼ Ὀδυσσεύς. καὶ Νέστωρ δὲ νῦν ἐρωτᾷ τοὺς ξένους, εἰ κατὰ πρῆξιν ἢ μάτην ἀλῶνται οἷα ληϊσταί, ὡς ἐκείνων ἀποκρινουμένων ἓν ἐξ ἑκατέρων. πῶς δʼ ἂν ἀπεκρίναντο λῃσταὶ εἶναι εἴπερ φαῦλον ἐδόκει τὸ ἐπιτήδευμα; καὶ τοιοῦτοι φωραθέντες, ἔμελλον ἁλόντες δοῦναι δίκην. ἱστορεῖ δὲ καὶ Ἡρόδοτος τῶν τισὶ παλαιῶν καὶ μάλιστα τοῖς περὶ Θρᾴκην, γῆν μὲν ἐργάζεσθαι, ἄτιμον εἶναι. ζῆν δὲ ἀπὸ πολέμου καὶ λῃστείας, κάλλιστον. συμφωνεῖ δὲ τοῖς ταῦτα λέγουσι καὶ ὁ ἱστορήσας ὅτι βίος τῶν Ἑλλήνων τοῖς πρώτοις ἀπὸ ληστείας τὸ πολὺ ἐπορίζετο. καὶ ὅτι τὸ ἀπὸ λῃστείας βιοτεύειν τοσοῦτον ἀπεῖχε τοῦ αἰσχύνην φέρειν, ὡς καὶ ἐν καλῷ μᾶλλόν τι καθεστηκέναι. καὶ ἕδνα ταῖς νύμφαις οἱ νυμφίοι τὰ ληϊσθέντα σὺν κλέϊ ἔφερον. καὶ οὕτω μέν τινες. Ἀρίσταρχος δὲ μοχθηρὸν τὸ λῃστεύειν ἡγεῖται, διὰ τὰ συμφραζόμενα. ἐν οἷς ὁ ποιητὴς μαψιδίως πλανᾶσθαι φησὶ, ψυχὰς παραθέμενοι. κακὸν ἀλλοδαποῖς φέροντες. ἀλλʼ οὐδʼ Ἀχιλλεύς φησιν ἢ ἄλλος τῶν ἡρώων, λῃστεύειν ἐλέγχθη. εἰ δὲ τῆς ληΐδος ὁ Πηλείδης ἄρχει ὡς ἐρεῖ ὁ ποιητὴς μετʼ ὀλίγα, ἀλλʼ οὐκ ἤδη τοῦτο λῃστεύειν ἐστίν. εἰ δὲ καὶ Ἀθηνᾶ ληῖτις ἐκ τῆς ληΐδος λέγεται, ἀλλʼ οὐ ταυτὸν ληστεία καὶ ληῒς ὅ ἐστι λαφυραγωγία. Ὅτι τὴν Ἰθάκην ὑπονήϊον ἐνταῦθα φησίν. εἰπών. ἡμεῖς ἐξ Ἰθάκης ὑπονηΐου ἤλθομεν. καὶ ἐγράφη περὶ τούτου ἐν τῇ α ῥαψῳδία. Ὅτι ἀντιδιέσταλται τὸ ἴδιον τῷ δημίῳ πράγματι, καθὰ δηλοῖ τὸ πρῆξις δʼ ἥδʼ ἰδίη οὐ δήμιος. ἐξ ὧν οἱ μεθʼ Ὅμηρον τὸ ἰδιωτικόν φασι καὶ δημόσιον. Ὅρα δὲ ὡς λέξις χρηστὴ ἐπʼ ἀγαθῷ παρὰ τοῖς παλαιοῖς, ὕστερον εἰς ἑτεροίαν σημασίαν μετέπεσε, κολαστὴς γὰρ ὁ δήμιος παρὰ τοῖς μεθʼ Ὅμηρον. Ὅτι τὸ μετελθεῖν καὶ τὸ μετέρχεσθαι, οἱ μὲν ὕστερον ἐπί τινος φασὶν ἐκδικήσεως, ἔτι δὲ καὶ μεταχειρίσεως. Ὅμηρος δὲ εἰπὼν διὰ τοῦ Τηλεμάχου ὅτι πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, οὐχʼ οὕτω νοεῖ. ἀλλʼ ἁπλῶς φησὶν ὡς διʼ ἀκοὴν ἔρχομαι τοῦ πατρός. οὗ καὶ ἔπαινον ἐπιπλέκει τὸ, δίου καὶ ταλασίφρονος. Καὶ σημείωσαι ὅτι κάλλιον εἶπεν ἄρτι ὁ Τηλέμαχος ἤπερ πρῴην ἡ Πηνελόπη. αὐτὴ μὲν γὰρ ἐστενοχώρησε τὸ τοῦ ἀνδρὸς κλέος κατὰ Ἑλλάδα καὶ Ἄργος. ὁ δὲ, διὰ μιᾶς λέξεως τοῦ εὐρὺ, ἐπλάτυνε τὸν τοῦ πατρὸς ἔπαινον. ἀδιορίστως εἰπὼν καὶ μὴ ἐμπεριγράψας αὐτὸν τόπῳ ῥητῷ. Ἰστέον δὲ ὅτι τὸ, κλέος εὐρὺ, ἐσθλὸν ἐλέγχθη ἐν τῷ, ἤδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποις ἔχει. Ὅτι ἀπευθὴς ἀλλαχοῦ μέν, ὁ μηδέν τι μαθών. ἐνταῦθα δὲ, ὁ μὴ ἀκουσθείς. φησὶ γοῦν τὸν τοῦ Ὀδυσσέως ὄλεθρον, ἀπευθέα, ἤγουν ἀνήκουστον. ὅπερ καὶ αὐτὸς Ὅμηρος ἡρμήνευσε διά τε τῶν εὐθὺς πρὸ αὐτοῦ καὶ τῶν αὐτίκα κειμένων μετʼ αὐτό. φησὶ γάρ. ἄλλους μὲν γὰρ πάντας πευθόμεθα ὅποι ἕκαστος ἀπόλωλεν. ἐκείνου δὲ ὁ ὄλεθρος, ἀπευθής. οὐ γάρ τις δύναται σάφα εἰπεῖν. ἐξ οὗ δηλαδὴ πευσόμεθα. Ἰστέον δὲ ὅτι ἐκ τοῦ τοιούτου πεύθω, γίνεται καὶ πευθὴν πευθῆνος ὡς σωλὴν σωλῆνος, ὁ στελλόμενος ἐφʼ ᾧ τὰ τῶν πολεμίων πεύθεσθαι. καὶ πολλὴ τῆς λέξεως ταύτης χρῆσις παρὰ τοῖς παλαιοῖς. Ὅτι καὶ ἐνταῦθα ἡ μετα πρόθεσις, δοτικῇ συντάσσεται. φησὶ γὰρ. ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης. περὶ ἧς μῦθος ὅτι ἐν Νάξῳ τὴν Ἀμφιτρίτην χορεύουσαν ἰδὼν Ποσειδῶν ἥρπασεν. Ὅτι τὸ γουνάζεσθαι περιφράζων ἅμα καὶ παραφράζων, φησί. τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι. ὅ ἐστιν, ἵκω. ἱκετεύω δηλαδή. Τὸ δὲ ἐὰν εἶδες ἢ ἤκουσας περιφραστικῶς προάγων, λέγει, εἴπου ὄπωπας ὀφθαλμοῖσι τεοῖσιν ἤγουν σοῖς, ἢ ἄλλου μῦθον ἄκουσας. Καὶ ὅρα τὸ τεοῖσι, ῥηθὲν πρὸς ἀκρίβειαν, ἐπεὶ ἔστι βλέπειν καὶ ἑτέρων ὀφθαλμοῖς. ὁποῖοι καὶ οἱ κατὰ τοὺς ἱστορικοὺς ὀφθαλμοὶ τῶν βασιλέων. Ἐκ δὲ τοῦ ὄπωπα, κεῖται μετʼ ὀλίγα ὄνομα ῥηματικὸν ἡ ὀπωπὴ μετὰ τῆς τοῦ οἰκείου παρακειμένου αὐξήσεως. ἣν ἔχει καὶ ἡ ἀντιπεπόνθησις. καὶ ἡ ἐγρήγορσις. καὶ ἡ πεποίθησις. Ἐκ δὲ τοῦ ῥηθέντος ἵκω, εὕρηται καὶ ἀφίκτωρ παρὰ τοῖς παλαιοῖς ὁ ἱκέσιος. Ὅτι ὁ τὰ ἐπὶ λύπην μαθεῖν ἀξιῶν ἔκ τινος, εἴποι ἂν, μὴ δέ τι μʼ αἰδόμενος μειλίσσεο μὴ δʼ ἐλεαίρων. ἀλλʼ εὖ μοι κατάλεξον. Καὶ ὅρα τὸ κατάλεξον. οὗ τὸ παράγωγον ὁ λόγος οὐκ ἔγνωσταί φασι τῷ ποιητῇ ὡς πολλαχοῦ ἐσημειώθη. Τὸ δὲ μειλίσσεο, οὐ δηλοῖ συνήθως τὸ καταπράϋνε, ἀλλʼ ἐπὶ τοῦ λέγειν τὰ μείλιχα εἴληπται. Ὅτι στοχαζόμενος ὁ Τηλέμαχος τοῦ εἰκότος, φησὶ πρὸς Νέστορα, εἴ ποτέ τοι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς, ἢ ἔπος, ἢ ἔτι ἔργον ὑποστὰς ἐξετέλεσσε δήμῳ ἐνὶ Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί. τούτων ἄρτι μνησθεὶς, νημερτές μοι εἰπέ. χάριν ταύτην ἀντιδιδοὺς ἀνεπαχθῆ. καὶ νῦν μὲν, οὕτω δεξιῶς ἔφη. φθάσας δὲ, καὶ ἄλλως προεθώπευσε τὸν γέροντα, εἰπών. ὃν ποτέ φασι σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι, ὑπασπιστὴν αὐτοῦ τρόπον τινὰ τὸν πτολίπορθον Ὀδυσσέα ποιῶν. ὡς εἴ τις καὶ τὸν Μηριόνην σὺν τῷ Ἰδομενεῖ μάχεσθαι εἴπῃ. ἢ σὺν τῷ Ἀχιλλεῖ τὸν Πάτροκλον. Τὸ δὲ ἐσθλὸς Ὀδυσσεὺς, οὐ παρέῤῥιπται εἰκῇ, ἀλλʼ ἐν ἔργῳ. εἰ γὰρ ἐσθλὸς ὡμολόγηται, πάντως καὶ ἔπραξεν ἄντι πρὸς χάριν τῷ Νέστορι. Ὅτι δὲ ὑφίστασθαι τὸ ὑπισχνεῖσθαι ὁ ποιητὴς οἶδε καὶ διὰ τί, ἐν τῇ Ἰλιάδι ἐῤῥέθη. Ἰστέον δὲ ὅτι τὸ, δήμῳ ἐνὶ Τρώων ὅθι πάσχετε πήματʼ Ἀχαιοὶ, παραφράζων αὐτίκα ὁ Νέστωρ, φησίν. ὀϊζύος ἣν ἐν ἐκείνῳ δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν. τοὺς μὲν Ἀχαιοὺς, καὶ ἐπαίνῳ σεμνύνας. τὸ δὲ πάσχειν, ἀνατλῆναι εἰπών. τὰ δὲ πήματα, ὀϊζύν. Ὅτι τὸ ἐπεὶ, ὡς πολλαχοῦ, οὕτω καὶ ἐνταῦθα ἢ ἀναπόδοτον τέθειται κατὰ ἔλλειψιν ἐν τῷ, ὦ φίλʼ, ἐπεί μʼ ἔμνησας ὀϊζύος, καὶ τὰ ἑξῆς, ἢ μετὰ δέκα στίχους ἀποδίδοται ἐν τῷ, τίς κεν ἐκεῖνα πάντα γε μυθήσαιτο ἢ καὶ κατωτέρω αὐτοῦ, ἐν τῷ, οὐδʼ εἰ πεντάετες καὶ ἑξάετες. Ἔνθα καὶ ὅρα τὸ πεντάετες καὶ ἑξάετες, καθʼ ὁμοιότητα παραχθέντα τοῦ τρίετες περὶ οὗ προγέγραπται. καὶ τοῦ αὐτόετες ὃ ἐν τοῖς ἑξῆς που λεχθήσεται. καὶ τοῦ εἰνάετες ὃ μετʼ ὀλίγα κεῖται παρὰ τῷ ποιητῇ. Ὅρα δὲ τὸ ἔμνησας γενικῇ συνταχθέν. τοιοῦτον δὲ καὶ τὸ ἀνέμνησας, ἤγουν εἰς μνήμην ἤγαγες. δῆλον δὲ ὅτι ἐκ τοῦ ἔμνησα γίνεται αὐτοπαθῶς τὸ ἐμνησάμην. ὡς τὸ, μνήσατο Αἰγίσθοιο. καὶ μετοχή, μνησάμενος. τοῦ δὲ ἀμνήσας ὁ μέλλων, ἐν τῷ, μνήσει δέ σε καὶ θεὸς αὐτός. Ὅτι ἀνεπιφθόνως ὁ γέρων Νέστωρ ἐνταῦθα περιαυτολογεῖ, οὐ καταμόνας ἑαυτὸν σεμνύνων, ἀλλʼ ἐν τῷ κοινῷ, εἰπὼν οὕτω πως. ὦ φίλε, ἐπεί μʼ ἔμνησας ὧν ἐν Τροίᾳ ὑπέστημεν μένος ἄσχετοι Ἀχαιοὶ, καὶ τὰ ἑξῆς. Ἐν οἷς διαιρῶν τὰ τοῦ πολέμου, φησίν. ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπʼ ἠεροειδέα πόντον πλαζόμενοι κατὰ ληΐδʼ ὅπῃ ἄρξειεν Ἀχιλλεὺς, ἠδʼ ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος μαρνάμεθα. περὶ γῆν καὶ περὶ θάλασσαν ἱστορῶν εἶναι τὸν Τρωϊκὸν πόλεμον ὡς καὶ ἐν Ἰλιάδι δεδήλωται. ὅτι δὲ καὶ τῆς κατὰ χέρσον μάχης ἦρχεν ὁ Ἀχιλλεὺς ὡς πολέμαρχος καὶ τῆς λοιπῆς, ἱστόρηται καὶ αὐτὸ ἐν πολλοῖς. καὶ ὅτι ἄστυ μέγα ἦν ἡ Τροία, καὶ ὅτι δὲ τὸ τῶν ληϊζομένων ἔργον, πλάνῃ ἔοικεν ὡς δηλοῖ καὶ τὸ, ληϊστῆρες ὑπὲρ ἅλα ἀλόωνται, καὶ τὸ, πλαζόμενοι κατὰ ληΐδα, οὐκ ἄδηλόν ἐστιν. ὥσπερ οὐδὲ τὸ, τοὺς μὲν τῶν Ἀχαιῶν παραμένειν τότε τῇ Τροίᾳ, τοὺς δὲ πλάζεσθαι περὶ ληΐδα σὺν τῷ Ἀχιλλεῖ. Ὅτι Νέστωρ ἐξαριθμούμενος ἐν ἐπιτομῇ ἄνδρας ἐν τῷ Τρωϊκῷ πολέμῳ τρωθέντας ἀρίστους, καὶ οὕτω καταποικίλλων τὴν Ὀδύσσειαν τοῖς ἐξ Ἰλιάδος ἐλλείμμασι, χρῆται σχήματι ἐπιμονῆς. εἰπών. Ἔνθα δὲ κατέκταθεν ὅσσοι ἄριστοι. ἔνθα μὲν Αἴας κεῖται Ἀρήϊος. ἔνθα δʼ Ἀχιλλεύς. ἔνθα δὲ Πάτροκλος. ἔνθα δὲ Ἀντίλοχος. πεντάκις εἰπὼν τὸ ἔνθα. ἔχει δὲ ὁ τόπος οὗτος καὶ γοργότητα οὐ μόνον τῇ ἐπιτομῇ τῶν ἱστοριῶν, ἀλλὰ καὶ τῇ ἐλλείψει. τὸ γὰρ κεῖται, ἀπὸ κοινοῦ τρὶς λαμβάνεται. Ὅρα δὲ καὶ ὡς ἐν τῇ ἀπαριθμήσει ταύτῃ τῶν ἱστοριῶν, τὸν μὲν Ἀχιλλέα, ψιλὸν ἄτερ ἐπιθέτου ἐκφωνεῖ, τῆς μήνιδος ἴσως αὐτῷ ἐγκοτῶν, καὶ ὅτι μὴ ἔπεισεν ὑποτιθέμενος μὴ ἐρίζειν τῷ βασιλεῖ. τοὺς δὲ λοιποὺς, ἐπανεῖ. εἰπών. Αἴας Ἀρήϊος. Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος. ἀποδέχεται γὰρ τὸν ἄνδρα, ἐπειδὴ ἔπεισε τὸν Ἀχιλλέα διὰ μέσου αὐτοῦ, ἀποθέσθαι τὴν μῆνιν. τὸν μέντοι Ἀντίλοχον ὡς πρόσθεν αὐτοῦ στάντα ὅτε βαρὺς ὁ αἰθίοψ, Μέμνων ἐπέκειτο καὶ τὸν θάνατον προαρπάσαντα καὶ ὅλως ὡς ἀγαθὸν παῖδα, οὕτω φράζει. ἐμὸς φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀμύμων, Ἀντίλοχος. περὶ μὲν θείειν ταχὺς ἠδὲ μαχητής. Καὶ ὅρα τὸ περὶ μὲν θείειν ἐξ οὗ ὁ Περίθοος. καὶ πλεονασμῷ τοῦ ι καὶ συναιρέσει, Πειρίθους τὸ κύριον. ἐπεὶ δὲ οἱ ῥηθέντες θάνατοι, ὀλίγοι παντελῶς εἰσὶν, ἐπιφέρει ὁ γέρων ῥήτωρ τὸ, ἄλλα τε πόλλʼ ἐπὶ τοῖς, πάθομεν κακά. εἶτα πάλιν τοῦτο ἐπαύξων ὡς ἔδει ῥητορικώτερον, φησί. τίς κεν ἐκεῖνα πάντα γε μυθήσαιτο κατὰ θνητῶν ἀνθρώπων; ἐφʼ οἷς ὁρίζων κατὰ χρόνον τὰ πολλὰ κακὰ, ἐπάγει. οὐδʼ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων, ἐξερέοις ἤγουν ἐρωτᾷς ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί, πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο. οἷα δηλαδὴ καὶ τῆς πολυλογίας καὶ πολυηκοΐας, ἀνίαν τῷ κόρῳ ποιούσης. ἐπεὶ δὲ οὔ που σαφῶς τὰ πολλὰ κακὰ ἐδήλωσε, λέγει πρὸς ἐνάργειαν, καὶ τὰ ἐφεξῆς. εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες, παντοίοισι δόλοισι. καὶ τὰ ἑξῆς. εἰ δὲ οὕτω κακὰ εἰνάετες ἐῤῥάπτοντο τοῖς Τρωσὶ, τίς ἂν ἐννέα ἐτῶν παντοίους δόλους ῥᾳδίως φράσειεν; οὒ μάτην οὖν ὁ ποιητὴς ἐν Ἰλιάδι τὰ ἐκ τοῦ πρώτου ἔτους Τρωϊκοῦ πολέμου παραλιπὼν διὰ τὸ δυσεξίτητον, μόνων τῶν περὶ τὸ δέκατον ἔτος ἐγένετο. καὶ ἐκείνων, οὐ πάντων. ἀλλὰ τῶν καιριωτάτων. Ἰστέον δὲ ὅτι ὁ υἱὸς ὡς ἀλλαχοῦ δεδήλωται, εἴτε ἀπὸ τοῦ ὕω τὸ βρέχω γίνεται κατὰ τοὺς παλαιοὺς εἴτε ἀπὸ τοῦ φύω τὸ γεννῶ, διὰ μόνου τοῦ υ ψιλοῦ ὤφειλεν εἶναι. διὸ καὶ οἱ παλαιοὶ Ἀττικοὶ, οὕτως ἔγραφον ὥς φασιν οἱ τεχνικοί. ἐγράφη δὲ ὅμως διὰ τοῦ υ ψιλοῦ καὶ ἰῶτα ἐν διφθόγγῳ, πρὸς διαστολὴν τοῦ ὗς ὑὸς ὁ χοῖρος. Ἐν δὲ τῷ, κατὰ θνητῶν ἀνθρώπων, περιττεύειν δοκεῖ ἡ πρόθεσις. ὁποῖα καὶ ἄλλα παρασημειοῦνται πολλά. Τὸ δὲ τίς κεν ἐκεῖνα πάντα γε μυθήσαιτο καὶ ἑξῆς ἕως τοῦ, πατρίδα γαῖαν ἵκοιο, δύναταί ποτε παρῳδηθῆναι πρός τινος, ἐπὶ ἀφηγήσεως πολλῶν δυσχερῶν. Σημείωσαι δὲ ὅτι τὸ μὲν κακὰ ῥάπτειν διαλελυμένως λεχθὲν, οὐκ ἐπὶ ψόγῳ ἐτέθη. τὸ μέντοι σύνθετον ἡ κακοῤῥαφία, ἐπίψογον. ὡς δηλοῖ καὶ τὸ, κακοῤῥαφίῃσι νόοιο. οὕτω καὶ τὸ, δίκην μὲν ἐν χερσὶν εἶναι, ἀγαθόν ἐστιν. ὁ δὲ χειροδίκης, φαυλότητα ἔχει, ὡς Ἡσίοδος δηλοῖ. ὁμοίως δὲ καὶ τὸ μὲν ὑπὸ σκιᾷ μαχούμεθα, φαῦλον δηλοῖ οὐδέν. οὐ μέντοι καὶ τὸ σύνθετον τὸ σκιαμαχεῖν. Τὸ δὲ ἀμφιέποντες, ἢ ἀντὶ τοῦ, κυκλοῦντες ὡς καὶ ὅτε τρίποδα πῦρ ἀμφέπει. ἢ βλαπτικῶς ἐνεργοῦντες. ὡς τὸ, τοὺς, δέρον ἀμφί θʼ ἔπον. Ἐν δὲ τῷ, παντοίοις δόλοις, ἐπαινετοὺς δόλους ὁ γέρων λέγει, ὁποῖοι καὶ οἱ κατὰ πόλεμον. διὸ καὶ τὸν Ὀδυσσέα ἐπαινέσει, ὡς μάλα πολὺ νικῶντα παντοίοις δόλοις ὡς αὐτίκα λεχθήσεται. Ὅτι συγκεφαλαιωσάμενος ὁ Νέστωρ πρὸ βραχέων ἐν στίχοις τρισὶ τὸν Τρωϊκὸν πόλεμον ἔνθα ἔφη τοὺς Ἀχαιοὺς πολλὰ ξὺν νηυσὶ παθεῖν ἐπὶ πόντον πλαζομένους κατὰ ληΐδα καὶ περὶ ἄστυ μέγα Πριάμου μαρναμένους, ἐνταῦθα ἐν δυσὶν ἔπεσι τὸ αὐτὸ ποιεῖ, εἰπών. εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες, ὡς ἐῤῥέθη, παντοίοισι δόλοισι. μόγις δʼ ἐτέλεσσε Κρονίων. ἤγουν. τὸ τέλος ἐπήγαγεν οὗ ἕνεκεν ὁ Τρωϊκὸς πόλεμος. Ὅτι Νέστωρ τὸν Ὀδυσσέα ἐπαινῶν, φησίν. Ἔνθα τουτέστι κατὰ Τροίαν, οὔτις ἐκείνῳ ποτὲ, μῆτιν ὁμοιωθήμεναι ἄντην ἤθελεν ὅ ἐστι ἠδύνατο, καθὰ καὶ ἀλλαχοῦ ἐφάνη. ἐπεὶ μάλα πολλὸν ἡνίκα δῖος Ὀδυσσεὺς, παντοίοισι δόλοισι πατὴρ τεός. Εἶτα ἐνδοιάσας εἰ ἐτεόν γε κείνου ἔγγονός ἐστιν, ἐπάγει ὅτι σέβας μʼ ἔχει εἰσορόωντα, τὸν τῆς μορφῆς δηλαδὴ χαρακτῆρα. καὶ τοὺς αὐτοῦ λόγους τοῖς τοῦ Ὀδυσσέως εἰκάζει. Εἰπὼν ὅτι τε μῦθοι ἐοικότες τοῖς τοῦ πατρὸς δηλαδὴ, καὶ ὅτι οὐκ ἂν φαίης ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι, ὅ ἐστι καθήκοντα. Καὶ ὅρα ὅτι ἐν τόπῳ ἑνὶ, ἐπὶ δύο σημαινομένων τὸ ἐοικέναι ἔθετο ἤγουν ἐν τῷ, μῦθοι ἐοικότες. καὶ ἐν τῷ, ἐοικότα μυθήσασθαι. Σημείωσαι δὲ καὶ ὅτι ὁ μὲν Τάφιος Μέντης, κεφαλὴν καὶ ὄμματα καλὰ ἐοικέναι τὸν Τηλέμαχον τῷ πατρὶ λέγει. Ἑλένη δʼ ἐκ τοῦ εἴδους στοχασαμένη, ἐρεῖ οὔπω τινὰ γενέσθαι ἐοικότα οὕτως οὔτε ἄνδρα οὔτε γυναῖκα, ὡς αὐτὸς Ὀδυσσεὺς υἱῷ ἔοικε. καὶ ὁ Μενέλαος δὲ, οὕτως εἴπῃ νοεῖν. ἐκείνου γάρ φησι τοιοίδε πόδες τοιαί δέ τε χεῖρες ὀφθαλμῶν τε βολαὶ κεφαλή τʼ ἐφύπερθέ τε χαῖται. ὁ μέντοι ῥήτωρ Νέστωρ, οἰκείως ἐκ τοῦ λόγου αὐτὸν εἰς ὁμοιότητα τοῦ πατρὸς ἐξεικόνισε. Καὶ ὅρα τὸ τοῦ Ὁμήρου πλούσιον καὶ ποικίλον καὶ ἐν τοῖς τοιούτοις εἰκασμοῖς. Σημείωσαι δὲ καὶ ὅτι ὁ Νέστωρ εἰπὼν ὡς ἐν Τροίᾳ οὐδεὶς βουλεύεσθαι ἦν ὅμοιος τῷ Ὀδυσσεῖ, καὶ οὕτω πάντων ὑπερεξάρας ἐκεῖνον ἤδη δὲ καὶ ἑαυτοῦ, ὕστερον λεληθότως ἑαυτὸν εἰς ἶσον ἄγει τῷ Ὀδυσσεῖ φειδόμενος τοῦ μείζονος διὰ τὸν ἀκροατὴν Τηλέμαχον. καὶ φησὶν ὅτι ἐγὼ καὶ Ὀδυσσεὺς ἐν Τροίᾳ οὔ τέ ποτʼ εἰν ἀγορῇ δίχα βάζομεν, οὔτʼ ἐνὶ βουλῇ, ἀλλʼ ἕνα θυμὸν ἔχοντε, νόῳ καὶ ἐπίφρονι βουλῇ φραζόμεθα ὅπως ὄχʼ ἄριστα γένηται. φιλίας δὲ πάντως χαρακτὴρ τὸ οὕτως ἐφʼ ἅπασι συμφωνεῖν. Ὅρα δὲ ὅτι οὐκ εἶπεν ὁ Νέστωρ ὡς καὶ ἐν πολέμῳ συμπαρέμενε τῷ Ὀδυσσεῖ, ἀνδρεῖος γὰρ ἐκεῖνος, ὡς οὐ πέμπελος κατὰ τὸν Νέστορα. Ἰστέον δὲ καὶ ὅτι ὁμοιωθῆναι ἄντην ἔφη, ἀντὶ τοῦ ἄντικρυς καὶ αὐτόχρημα. τὸ γὰρ ἄλλως ἁπλῶς ὁμοιωθῆναι, οὐκ ἀδύνατόν ἐστιν. οὐχʼ ὁμοιοῦται δέ τις ἄντην, τῷ λίαν κρείττονι. διὸ ἔφη, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεύς. Τὸ δὲ εἰ ἐτεόν γε κείνου ἔκγονός ἐσσι, πάνυ γοργῶς ἔφρασε καὶ οὐδὲ κατὰ τὸν Τάφιον Μέντην. ἐκεῖνος γὰρ, ἠρώτησεν εἰ δὴ ἐξ Ὀδυσσέως τόσος πάϊς ὁ Τηλέμαχος. ἔργον θέμενος τὴν ἐρώτησιν. Νέστωρ δὲ, ὡς ἐν παρέργῳ καὶ ἐκ παρόδου ἐνεδοίασε. Τὸ δὲ ἔκγονος, τινὰ τῶν ἀντιγράφων ἔχουσιν ἔγγονος. καὶ τοῦτό ἐστι τὸ τὴν ἀμφιβολίαν εἰσαγαγὸν τοῖς ὕστερον, τινῶν μὲν λεγόντων, ἔγγονον τὸν υἱὸν, ὡς ἐγγὺς γόνον. ἔκγονον δὲ τὸν υἱωνὸν, ὡς ἐκ γόνου ὄντα. ἑτέρων δὲ, τὸ ἀνάπαλιν. ἔκγονον μὲν, τὸν υἱόν. ἔγγονον δὲ, τὸν ἐκ παιδός. ὃ καὶ κρατεῖ μάλιστα. Ἐν τούτοις δὲ, κεῖται καὶ τὸ ἕως ἀντὶ τοῦ τέως, καθὰ καὶ ἀλλαχοῦ. φησὶ γάρ. ἔνθʼ ἤτοι εἵως μὲν, ἐγὼ καὶ Ὀδυσσεὺς ταῦτα ἐποιοῦμεν. Τὸ δὲ ἕνα θυμὸν ἔχοντες, ἀντίθετόν ἐστι πρὸς τὸ δίχα βάζειν δῆλον γὰρ ὡς οἱ δίχα βάζοντες, οὐκ εἰσὶν ὁμόψυχοι. ἡ δὲ Ἰλιὰς καὶ ἐπὶ ἀνδρείων δύο ἑταίρων τὸ, ἕνα θυμὸν ἔχειν, ἔφρασε. μεταποιήσασα τὸ ἕνα εἰς ἶσον πρὸς πλείω ἔμφασιν ὁμοιότητος ἀνδρικῆς. τοιοῦτον γὰρ τὸ ἔχειν ἶσον θυμόν. Τὸ δὲ νόῳ καὶ ἐπίφρονι βουλῇ, διαστολή ἐστι πρὸς τοὺς ἀφρόνως καὶ ἀβούλως ὁμοψυχοῦντας. Ὅρα δὲ καὶ ὡς διέστειλεν ἀγορὰν καὶ βουλήν. ἀγορὰ μὲν γὰρ ὡς πολλαχοῦ ἐφάνη, σύναξις κοινή. βουλὴ δὲ, ἡ κατὰ σύγκλητον. Ὅτι λυγρὸς Ἀργείοις ἐγένετο νόστος κατὰ μῆνιν Ἀθηνᾶς, ἐπεὶ οὔτι νοήμονές φησι οὐδὲ δίκαιοι πάντες ἔσαν. Ἦν δὲ μῆνις τῆς Ἀθηνᾶς, ὅτι μὴ ἐκολάσθη κοινῶς ὁ Λοκρὸς Αἴας, ἐνυβρίσας τῇ Κασάνδρᾳ κατὰ πρόσωπον τῆς Ἀθηνᾶς. Καὶ ὅρα ὡς ὁ γέρων οὐκ ἐνύβρισε διʼ αἰσχροῤῥημοσύνης τεθνεῶτι τῷ Λοκρῷ ἥρωϊ, ἀλλʼ ἐν τῷ καθόλου διέβαλεν. εἰπών. ἐπεὶ οὐ πάντες νοήμονες. οὐ μὴν, ἐπεὶ οὐ νοήμων ὁ Λοκρός. ἴσως δὲ μὴ νοήμονας εἶναι φησὶ, καὶ τοὺς μὴ κολάσαντας τὸν Λοκρόν. Ὅτι δεικνύων ὁ ποιητὴς κἀνταῦθα ὡς ἡ μὲν ὁμόνοια τῶν ἀρχόντων μέγα τι ἀνύει, φθορᾶς δὲ αἴτιον ἡ διχόνοια, καὶ μάλιστα εἰ κατὰ θεομηνίαν γίνοιτο, ἱστορεῖ ὡς ἡ τῆς Ἀθηνᾶς μῆνις ὀλοὴ, ἔριν ἀμφοτέροις Ἀτρείδαις ἔθηκεν ἐν Τροίᾳ μετὰ τὴν ἅλωσιν. Οἱ δὲ, καλεσσάμενοι ἐς ἀγορὴν τὸν λαὸν μὰψ, ἀτὰρ οὐ κατὰ κόσμον ἐς ἠέλιον καταδύντα. οἵ δʼ ἦλθον οἴνῳ βεβαρηότες, υἷες Ἀχαιῶν. μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν. ἔνθα Μενέλαος μὲν, ἀνώγει νόστου μιμνήσκεσθαι ἐπʼ εὐρέα νῶτα θαλάσσης. κακόν τι ὡς εἰκὸς προορώμενος, θεομηνίαν τυχὸν ἢ καὶ στρατοῦ ἐπέλευσιν. Οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε. ἐβούλετο γάρ φησιν ἐπισχεῖν τὸν λαὸν ῥέξαι τε τὰς ἱερὰς ἑκατόμβας, ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο. νήπιος. οὐδὲ τὸ, ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν. Οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων, οὐχʼ ὅτι ἀκαμπὴς τὸ θεῖον, στρεπτοὶ γὰρ καὶ θεοὶ αὐτοὶ ὡς ἐν Ἰλιάδι ἐῤῥέθη, ἀλλʼ ὅτι οὐ ταχὺ μετατρέπονται. ὃ δὴ καὶ ἀνθρώπων μεγαλοψύχων ἴδιον. εἶτα ἱστορεῖ ὁ ποιητὴς καὶ ὡς ἐπεὶ χαλεποῖσιν ἠμείψαντο ἐπέεσιν ἀλλήλους οἱ ἀδελφοὶ βασιλεῖς ἑστῶτες ἀγορᾶς νόμῳ, ἀνορούσαντες μετὰ ἤχου οἱ Ἀχαιοὶ, ἐμερίσθησαν, καὶ οἱ μὲν, παρὰ τῷ Ἀγαμέμνονι ἔμειναν. οἱ δὲ λοιποὶ, ἀπέπλευσαν. οἳ καὶ ἐλθόντες εἰς Τένεδον, ἔθυσαν. οἴκαδε ἱέμενοι. θέος δʼ οὔπω μήδετο νόστον, ὃς ἔριν ὦρσε κακὴν ἐπὶ δεύτερον αὖτις. καθʼ ἣν οἱ μὲν ἀμφὶ τὸν Ὀδυσσέα, ἔβησαν ἀποστρέψαντες ἐπʼ Ἀτρείδῃ Ἀγαμέμνονι ἦρα φέροντες. Νέστωρ δὲ καὶ οὓς αὐτὸς ἀπαριθμεῖται, ἔφευγον. Ἐπεί φησι γίνωσκον ἃ δὴ κακὰ μήδετο δαίμων. πόθεν δὲ καὶ πῶς ἐγίνωσκεν, οὐκ ἀφηγεῖται. οἷα μὴ θέλοντος τοῦ ποιητοῦ λαλῆσαί τι ἐνταῦθα σημεῖον ἢ τέρας. τέως γε μὴν δηλοῖ ὁ γέρων, εἰδέναι τεκμαίρεσθαι τὰ μέλλοντα. Ἰστέον δὲ ὅτι τὸ, ἔριν Ἀτρείδαις ἔθηκεν, οὐ φύσει ἀλλὰ θέσει δηλοῖ τὴν κακὴν ἔριν εἶναι. Τὸ δὲ ἐς ἠέλιον καταδύντα, ἀντὶ τοῦ περὶ δύσιν ἡλίου. ἐν μέντοι τῇ Ἰλιάδι, τὸ ἕως ἡλίου δύσεως δηλοῖ. φησὶ γάρ. πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα. Ἰστέον δὲ ὡς οὐ ψέγει ἁπλῶς ὁ ποιητὴς τὸ ἐς ἥλιον δύντα ἐπʼ ἀγορὰν ἐλθεῖν τοὺς Ἀχαιούς. τοῦτο γὰρ καλῶς ἄν ποτε γένοιτο, καθὰ καὶ τὸ ἐν νυκτὶ, ὡς ἐν πολλαῖς τῶν ἱστοριῶν καὶ ἐν ταῖς Ὁμηρικαῖς δὲ νυκτεγερσίαις εὕρηται. οὔκουν ὡς ἐῤῥέθη, ἐς τὸ πᾶν ἀπαρέσκεται ὁ ποιητὴς τῇ πρὸς ἑσπέραν ἀγορᾷ, ἀλλʼ ὅτι οὐ κατὰ κόσμον ἦλθον, οἴνῳ βεβαρημένοι. διὸ καὶ ἀκόσμως στασιάσαντες, ἐμερίσθησαν. ἴσως δὲ καὶ ἄλλως, νὺξ μὲν ἀγαθὴ ἐν τοῖς τοιούτοις, εἴ γε καὶ ἐν νυκτὶ βουλὴ κατὰ τὴν παροιμίαν. καὶ εὐφρόνη δὲ διὰ τοῦτο ἡ νύξ. ἥλιος δὲ δύνων, οὐκ εὔθετος εἰς βουλὴν τοῖς ἀπομάχοις, οἳ μάχης μὴ ἐπικειμένης εἰς κόρον ἐμβρωματίζονται. ἔτι δὲ καὶ ἐντεύξεσι μὲν, πρέπων ἂν εἴη ὁ τοιοῦτος καιρὸς ἐπὶ τῶν ὑποπινόντων, οὐ μέντοι καὶ ἀγορᾷ. ἐπεὶ καὶ Σκύθαι κατὰ τὴν ἱστορίαν, ὅσα κατὰ πότον βουλεύονται, κυροῦσιν ἕωθεν νήφοντες. Τὸ δὲ οἴνῳ βεβαρῆσθαι, καὶ καρηβαρεῖν εἴη ἄν, ὅπερ καὶ καραιβαρᾶν λέγει Φερεκράτης, ὥς φησιν Αἴλιος Διονύσιος. ὃς λέγει καὶ ὅτι καρηβοᾶν τὸ ἰλιγγιᾶν καὶ πεπληρῶσθαι τὴν κεφαλὴν ὑπὸ κραυγῶν. Τὸ δὲ οἴνῳ βαρεῖσθαι, καὶ οἰνοβαρείειν ἀλλαχοῦ συνθέτως λέγεται. Τὸ δὲ μῦθον μυθείσθην, σύνηθες καὶ αὐτὸ Ἀττικοῖς ὡς καὶ ἄλλα μυρία ὅμοια. ἐν οἷς καὶ τὸ, δαίτην δαινύμενοι. καὶ παρὰ Σοφοκλεῖ τὸ πῶς δῆτα λέγω λόγον ἄῤῥητον. καὶ ἕτερα. Τὸ δὲ ἐκ τῆς ῥηθείσης μέθης κακόν τε καὶ ἄκοσμον δηλοῖ ὁ ποιητὴς, ἔνθα φησὶν ὡς ἔτι τῶν βασιλέων ἱσταμένων καὶ λογομαχούντων, ἀνορούσαντες μετὰ ἠχῆς ὁ λαὸς ἀσυντάκτως, ἔλυσαν αὐτοὶ τὴν ἀγορὰν ἣν οὐκ ἐκάθισαν. Νῶτα δὲ θαλάσσης ὥσπερ καὶ πεδιάδος, ἡ ἐπιφάνεια. ἐκ μεταφορᾶς τῶν ἐπὶ νῶτα κειμένων ζῴων καὶ πατουμένων ἐν τῷ κεῖσθαι πρηνῆ. ὑπτία μέντοι θάλασσα ἡ γαληνιῶσα, ἐκ τῶν ἄλλως ἐπὶ ἀναπαύσει κατακεκλιμένων ὑπτίων. καὶ πεδίον δὲ ὕπτιον ἐντεῦθεν λέγεται. καὶ λειμὼν ὕπτιος. Τὸ δὲ δεινὸν χόλον Ἀθηναίης, πιθανολογεῖ τὸ βαρύμηνι καὶ δυσμετάτρεπτον αὐτῆς εἰς τὸ ἄχολον. Τὸ δὲ ἐξακέσαιτο, νόσον δηλοῖ καὶ τὸν δεινὸν χόλον ἀκέσεως δαιόμενον. Τὸ δὲ νήπιος, συνήθως καὶ νῦν ἀναφθέγγεται. ὡς τοῦ βασιλέως μικρόθυμον τὸ θεῖον ἡγησαμένου καὶ ῥᾳδίως παλίντροπον. ὅπερ οὐδὲ Ἰάμβλιχος παραδέχεται ὅπου περὶ εὐχῆς φιλοσοφεῖ. Τὸ δὲ πείσεσθαι, μέσως ἔχει. δηλοῖ γὰρ καὶ τὸ πείσειν τὴν Ἀθηνᾶν καὶ τὸ πεισθῆναι τὴν Ἀθηνᾶν. Τὸ δὲ χαλεποῖς ἔπεσιν, οὐχʼ ἡρμήνευσεν ὁ ποιητὴς, ἵνα μήδʼ ἐνταῦθα ὁ Νέστωρ κακολογήσῃ, ὁ μὴ δὲ τὴν τοῦ Λοκροῦ Αἴαντος φράσας κακίαν ὡς πρὸ ὀλίγων ἐῤῥέθη. Τὸ δὲ τρέπεται νόος, ταυτόν ἐστι τῷ πείθεται. Τὸ δὲ οἴκαδε ἵεσθαι, ὅμοιον τῷ νοστῆσαι. διὸ εἰπὼν οἴκαδε ἱέμενοι, ἐπάγει. Ζεὺς δʼ οὔπω μήδετο νόστον. Ὅρα δὲ καὶ ὅτι ὁ μὲν ἐν Ἰλιάδι φιλοβασιλεὺς Νέστωρ, τοῦ συμφέροντος στοχασάμενος, ᾤχετο φεύγων, μὴ καὶ πειραθείη τῶν ἐκ δαίμονος κακῶν, καὶ ἅμα δόξῃ καὶ αὐτὸς νήπιος κατὰ τὸν Ἀτρείδην. ὃς πολλαχοῦ τῆς Ἰλιάδος εἰπὼν τὸ φεύγωμεν, ἐνταῦθα μένειν ἔκρινεν. οὔτε ἐκεῖ φθεγγόμενος εὐγενῶς, καὶ νῦν δὲ, κρίνας κακῶς. Ὀδυσσεὺς δὲ τῷ βασιλεῖ ἐπὶ κακῷ οἰκείῳ χαρίζεται. τοῦτο γὰρ δηλοῖ τὸ, ἦρα φέρειν ὅ ἐστι χάριν. ὅπερ ἐπίηρα φασὶν οἱ ὕστερον. γίνεται δὲ τὸ ἦρα κατὰ τοὺς παλαιοὺς, ἀπὸ τοῦ ἐρῶ ἤρανον τὸ ἐπιθυμητόν, ὡς κόπτω κόπανον. πληθυντικὸν, ἤρανα. καὶ ἀποκοπῇ, ἦρα. Τὸ δὲ φεῦγον, σπουδαῖον δηλοῖ πλοῦν τὸν εἰς ἀποφυγὴν κακοῦ. διὸ καὶ τὸν Διομήδην φεύγειν ἐκ Τροίας τότε φησὶν, ἐπιμείνας τῇ λέξει. Τὸ δὲ, φεῦγον ἐπεὶ γίνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων, ἐρεῖ ἂν ἅπας προμηθευσάμενος φυγεῖν ἐκ δαιμονίου κακοῦ. ὥσπερ στάσεως ἐριστικῆς δηλωτικὸν τὸ, ὣς οἱ μὲν χαλεποῖσιν ἀμειβόμενοι ἐπέεσσιν, ἔστασαν. οἱ δʼ ἀνόρουσαν ἠχῇ θεσπεσίῃ. δίχα δέ σφισιν ἥνδανε βουλή. Καὶ ὅρα τὸ ἥνδανε κοινότερον ἐνταῦθα λεχθέν. πρὸ βραχέων γὰρ, ἑήνδανε Ἀττικῶς ἐφράσθη. Ὅτι ἀέσαμεν, ποιητικὴ ἐνταῦθα λέξις ἀντὶ τοῦ, ἀνεπνεύσαμεν. ἐκοιμήθημεν. ὅθεν οὐ μόνον ὑγρὸν ἀέντες ἤγουν πνέοντες ἄνεμοι, ἀλλὰ καὶ ἀεσίφρων ὁ οἱονεὶ κατὰ φρένας κοιμώμενος καὶ ἐναντίος τῷ νηφαλίῳ καὶ ἐγρηγορότι. Ὅτι Ὁμήρου εἰπόντος πῆμα κακοῦ ἐν τῷ, ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο, λαβὼν ἐντεῦθεν ὁ ζηλωτὴς αὐτοῦ Σοφοκλῆς, πῆμα ἄτης φησίν. ὅ ἐστιν ἄτη περιφραστικῶς. Ἀρτύει δὲ πῆμα κακοῦ ὁ Ζεὺς, καθὰ καί τις ἀρτύει πῶμα χηλοῦ, ἤγουν ἀραρότως ἐπιτίθησιν. ἢ καὶ ἄλλως, ἀπαρτίζει. καθά που καὶ Εὔμαιος ἀράρισκε πέδιλα. Ὅτι βαθυζώνους γυναῖκας τὰς Τρώας φησὶν, ἀντὶ τοῦ εὐστόλους. αἱ βάρβαροι γὰρ, τοὺς ὑποδύτας φασὶν, εἰς βάθος ἐπισύρουσιν. εἶεν δʼ ἂν ὑποδύται, οἱ τοῖς ἐπενδύταις ὑποκείμενοι.
Ὅτι σχῆμα ἐπαναφορᾶς τὸ, ἡμίσεες λαοὶ ἐρητύοντο μένοντες παρʼ Ἀτρείδῃ Ἀγαμέμνονι. ἡμίσεες δʼ ἀναβάντες, ἐλαύνομεν. τὸ μέντοι ἀναβάντες ἐλαύνομεν, αἱ δὲ μάλʼ ὦκα ἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον, εὐδίας δηλωτικόν. Ἔνθα ὅρα τὸ, μένοντες παρὰ Ἀγαμέμνονι. ἐτυμολογικὸς γάρ τις τρόπος ἐστὶν, ὡς τοῦ Ἀγαμέμνονος παρὰ τὸ μένειν ἐτυμολογουμένου. Ἀναβῆναι δὲ καὶ νῦν, τὸ ἀναπλεῦσαι ἐκ τοῦ λιμένος. Τὸ δὲ στορέσαι, πρωτότυπόν ἐστι τοῦ στρῶσαι καὶ καταστρῶσαι, ἀφʼ οὗ τὰ στρώματα. εἰ γὰρ κοιμίζεται θεόθεν πόντος, εἰκότως καὶ καταστορεσθῆναι λεχθείη ἄν. διὸ καὶ Ἡρόδοτος εὐδίαν φράζων, φησίν. ἐπαύσατο ἄνεμος καὶ τὸ κῦμα ἔστρωτο. διὸ εὔλογον καὶ εὐνὰς ἐντεῦθεν τὰς ἀγκύρας λέγεσθαι. καὶ εὐνάζεσθαι κλύδωνα. λέγει δὲ ὁ ποιητὴς στορεσθῆναι τὸν πόντον, πρὸς πιθανότητα τοῦ ἐλαύνομεν. πεσόντος γὰρ ἀνέμου καὶ στορεσθέντος τοῦ πόντου, ἀναγκαῖον ἐλαύνειν. ὅ πέρ ἐστι δεύτερος πλοῦς. ὁ μέντοι πρῶτος πλοῦς, μετʼ ὀλίγα ἔσται ὅτε λιγὺς οὖρος ὦρται καὶ αἱ νῆες μάλʼ ὦκα διαδραμοῦνται. Ἰστέον δὲ καὶ ὅτι τῶν περὶ θάλασσαν ζῴων εἰς ἰχθύας διαιρουμένων καὶ εἰς κήτη, Ὅμηρος διʼ αὐτὰ, ποτὲ μὲν ἰχθυόεντα πόντον φησὶν, ἢ ἰχθυόεντα κέλευθα ὡς μετʼ ὀλίγα ἐρεῖ. ποτὲ δὲ, μεγακήτεα πόντον ὡς ἐνταῦθα. Ὅτι ὥσπερ ἐν τοῖς ἑξῆς σχέτλιον ὕπνον φησὶ κατὰ λόγον βαρύτητος, τὸν βλάψαντα, οὕτω καὶ ἐνταῦθα Δία σχέτλιον. τοῦτο δὲ καὶ ἐν Ἰλιάδι εἶπε. καὶ ἡ αἰτία ἐγράφη ἐκεῖ. Ὅτι τὸν Ὀδυσσέα, ἄνακτα δαΐφρονα ποικιλομήτην ὁ Νέστωρ καλεῖ, θεραπεύων τὸν ἀκροατὴν Ὀδυσσείδην Τηλέμαχον. ποιεῖ δὲ τοῦτο, ἵνα μὴ δόξῃ καὶ αὐτὸν, καθὰ καὶ τὸν βασιλέα, νήπιον ἔχειν ὡς εἰς ἐκεῖνον ἐπαναστραφέντα. διὸ οὐδὲ ῥητῶς εἶπεν ὅτι ἀπέστρεψε τὰς νῆας ὁ Ὀδυσσεὺς αὐτὸς ἐκεῖνος, ἀλλʼ οἱ ἀμφʼ Ὀδυσσῆα. Ὅρα δὲ ὅτι δυνάμενος ὁ ποιητὴς ποικιλομήτην Ὀδυσσέα εἰπεῖν ὁμοίως τῷ, εὔμητιν καὶ πολύμητιν, ὅμως οὐκ ἔγραψεν οὕτως. ἐνδεικνύμενος, ἐξεῖναι καὶ οὕτω φράζειν καὶ οὕτως. τὸ μὲν δηλαδὴ, ἐκ τοῦ μῆτις ἡ βουλή. τὸ δὲ, ἀπὸ κινήσεως τοῦ μήδω ῥήματος ἐξ οὗ καὶ ὁ ἀγκυλομήτης. Ὅτι τῷ Νέστορι ἐκ Τροίας οἴκαδε ὁ πλοῦς διὰ Λέσβου ἐγένετο καὶ τῶν ἐφεξῆς νήσων. φησὶ γὰρ ὁ Νέστωρ ὅτι ὀψὲ εἰς ἡμᾶς ἐλθὼν Μενέλαος, ἐν Λέσβῳ ἔκιχε δολιχὸν πλόον ὁρμαίνοντας, ὅ ἐστιν ὁρμῶντας. ἢ διαλογιζομένους. ὡς τὸ, ὥρμηνε δʼ ἀνὰ θυμόν· εἶτα ἑρμηνεύων τί ὥρμαινον, φησίν. ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης, νήσου ἐπὶ Ψυρίης, αὐτὴν ἤγουν τὴν Χίον ἐπʼ ἀριστέρʼ ἔχοντες. ἢ ὑπένερθε Χίοιο παρʼ ἠνεμόεντα Μίμαντα. τοῦτο δὲ, ἐμπειρικῶς λέγει. ὡς δυνατὸν ὂν καὶ οὕτως, καὶ οὕτω πλεῦσαι. δῆλον δὲ ὡς ὕπερθε μὲν Χίου πλέει, ὁ ἐπʼ ἀριστερὰ ἐκείνην ἀφείς. ὑπένερθε δὲ, ὁ παρὰ τὸν Μίμαντα. Ἰστέον δὲ ὅτι ἡ μὲν Λέσβος, νῆσος πεντάπολις. ἔχουσα πόλεις, Λέσβον ἀφʼ ἧς καὶ ὠνόμασται. Ἄντισσαν ἢ Ἴσσαν. Πύῤῥαν. Μήθυμναν. καὶ Μιτυλήνην ἐξ ἧς ἡ νῆσος ἔχει ἄρτι τὸ ὄνομα ὥσπερ πάλαι ποτὲ ἐκ τῆς Λέσβου. περὶ ἧς καὶ ἐν Ἰλιάδι τὰ δέοντα εἴρηται. ταύτης παρώνυμον καὶ τὸ Λέσβιον ποτήριόν τε καί τι λουτρόν. μνεία δέ τις Λέσβου ἀρκοῦσα κεῖται καὶ ἐν ταῖς κατὰ τὴν Ἰλιάδα λιταῖς. Τὸ δὲ πλόον εἰ καὶ συναιροῦσιν ἄλλοι ὡς ἂν μὴ παράλληλα τὰ αὐτὰ σύμφωνα εἴη καθʼ Ἡρωδιανὸν εἰπεῖν, ὃ δὴ γίνεται καὶ ἐν τῷ Σαπφόος καὶ ἄλλοις μυρίοις ἃ συναλείφονται εἰς τὴν ου δίφθογγον, ἀλλʼ Ὅμηρος ἀναλόγως φράζει καὶ οὐδὲ πόῤῥω σεμνότητος. καθὰ καὶ τὸ νόον καὶ ῥόον. ἀφιεὶς, ἄλλα παρʼ ἄλλοις εἶναι καλά. Χίος δὲ κατὰ τὸν γεωγράφον περὶ ἧς καὶ ἐν τοῖς τοῦ περιηγητοῦ ἐγράφη, περίπλουν ἔχει σταδίων ἐνακοσίων. ναύσταθμος δὲ αὐτῇ, νηῶν ὀγδοήκοντα. εἶχε δέ φησι καὶ ἄλσος φοινίκων. ὅτι δὲ ἀμφισβητοῦσιν Ὁμήρου Χῖοι, ἐν τῇ Ἰλιάδι γέγραπται. ἀπὸ ταύτης δὲ καὶ παροιμία τὸ, Χιαστὶ τίλλειν. ὡς τῶν Χίων παρατιλλομένων κατὰ τοὺς παλαιούς. καὶ ἑτέρα παροιμία κειμένη παρʼ Εὐπόλιδι τὸ, Χίος δεσπότην ὠνήσατο, ἐπὶ τῶν βλαπτομένων ἔκποθεν προσώπων μεμισθωμένων ἐπʼ ὠφελείᾳ. Χίοις γάρ φασι πρώτοις χρησαμένοις ὠνητοῖς ἀνδραπόδοις, ἐμήνισε τὸ δαιμόνιον. διὸ καὶ ἐβλάβησαν πολλὰ ὑπὸ δούλων ἀποστάντων καὶ ἐπαναστάντων αὐτοῖς. ὅθεν δὲ αἱ ῥηθεῖσαι παροιμίαι δύο, ἐκεῖθεν καὶ Χῖος λόφος, τὸ ἀποτιλθῆναι φασὶ τὴν κεφαλὴν τὸ μέσον. ὡς οἷον, λόφον ἀπολιπόντων. ὅτι δὲ καὶ τὸ κίβδηλον ἀπὸ Χίας ἱστορίας εἴληπται ὡς οἱονεὶ χίβδηλον, οἱ ἐτυμολόγοι δηλοῦσιν. ἦν μὲν γὰρ καιρὸς ὅτε Ἀθηναῖοι προσεῖχον τοῖς Χίοις. ὥστε καὶ θύοντες, ηὔχοντο ἀγαθὰ γενέσθαι αὐτοῖς καὶ τοῖς Χίοις. ἔπεσε δέ ποτε αὐτοῖς καὶ ἄλλως τὰ τῆς τύχης, καὶ ἐμισοῦντο ὑπὸ Ἀθηναίων οἱ Χῖοι. ὅτε καὶ τοῦ χαράγματος ὅσον ἀχρεῖον ἦν ἐν Ἀθήναις, χιάζοντες οἱ πολῖται τουτέστι τὸ χ στοιχεῖον ἐντυπούμενοι, ἐσημειοῦντο οὕτως τὴν τοῦ κέρματος φαυλότητα. αἰνιττόμενοι ὡς οὕτως ἀποβάλλονται καὶ τοὺς Χίους ὧν κατάρχει τὸ χ. καὶ ὠνομάζετο τὸ τοιοῦτον νόμισμα, κίβδηλον Ἰωνικώτερον, ὡς οἱονεὶ χίδηλον. ὅ ἐστι δηλούμενον διὰ τοῦ χ. πλεονάσαντος τοῦ βῆτα, διὰ φωνῆς ὄγκον. ὡς καὶ ἐν τῷ ἁλυβδήσασα παρὰ Λυκόφρονι καὶ ἐν ἑτέροις πολλοῖς. Ὅτι δὲ τῇ Χίῳ νήσῳ παρωνόμασται καί τις βόλος πεττευτικὸς οὗ μέμνηται καὶ Ἀριστοφάνης ἐν τῷ, πέπτωκεν ἔξω τῶν κακῶν οὐ Χῖος ἀλλὰ Κῷος ἢ κατά τινας Κεῖος, ἐν τῇ α ῥαψῳδίᾳ προγέγραπται. Ψυρία δὲ, νησίδιον, Χίου φασὶν ἀπέχον σταδίους ὀγδοήκοντα. λιμένα ἔχον νεῶν εἴκοσι. λέγεται δὲ καὶ οὐδετέρως τὰ Ψύρα. ὡς Ἀλκμάν. παρά τε ἱερὸν σκόπελον παρά τε Ψύρα τὸν Διόνυσον ἄγοντες. ἤγουν ὡς οἷον ἐν οὐδενὶ τιθέμενοι τὸν Διόνυσον. καὶ ἔστι παροιμία τὸ, Ψύρα τὸν Διόνυσον. διὰ τὴν τῆς νήσου λυπρότητα. ὁ δὲ γεωγράφος λέγει καὶ ὅτι τὰ Ψύρα κύκλος σταδίων τεσσαράκοντα καὶ πόλις ἐν αὐτῇ ὁμώνυμος. Μίμας δὲ, ὄρος φασὶ κατέναντι Χίου, μεταξὺ Ἐρυθρῶν καὶ τοῦ ὑποκρήμνου. ἀπὸ Μίμαντος γίγαντος ἐν αὐτῷ κειμένου. ἔστι δὲ εὔθηρον καὶ πολύδενδρον καὶ ἠνεμόεν ἤγουν ὑψηλόν. μέση δέ φασι Ψύρων καὶ Μίμαντος ἡ Χῖος κεῖται. ὅτι δὲ οὐ λιπαρὰ ἡ Χῖος, δηλοῖ ὁ ποιητὴς εἰπὼν αὐτὴν παιπαλόεσσαν. παροξύνεται δὲ τὸ Χίος ἐπὶ τῆς νήσου. καθὰ καὶ Ἴος ἡ νῆσος. ὁ μέντοι Χῖος ἀνὴρ ἢ οἶνος ἤ τι τοιοῦτον, προπερισπᾶται διὰ τὴν συναίρεσιν τὴν ἐκ τοῦ Χίϊος. Ὅτι λιγὺς οὖρος ἐνταῦθα, ὁ ὀξὺς διὰ τὸν ἦχον. ὅπερ ταυτόν ἐστι τῷ, Ζέφυρον κελάδοντα. Σοφοκλῆς δὲ, εἰς ἓν ἄγει ἄμφω ἐν τῷ, ὀξὺν κέλαδον ἐνσείσας διʼ ὤτων. Ὅτι Γαιρεστὸς, λιμὴν Εὐβοίας. περὶ ἧς καὶ αὐτῆς ἐγράφη ἀλλαχοῦ. ἐς ταύτην ἐννύχιαι κατήγοντο αἱ τοῦ Νέστορος νῆες. ἤγουν· διὰ μιᾶς νυκτὸς κατέστησαν εἰς τὸν ἐκεῖ λιμένα. ὡς δηλοῖ ὁ μεταβαλὼν οὕτω. εὐπλοίᾳ θαυμαστῇ χρησάμενοι καὶ πλοῦν ἀμύθητον κατανύσαντες καὶ διὰ νυκτὸς Γαιρεστῷ προσσχόντες. κεῖται δὲ κατὰ τὸν γεωγράφον ἐπικαιρίως τὸ χωρίον τοῖς διαίρουσιν ἐξ Ἀσίας εἰς τὴν Ἀττικὴν, πλησιάζον τῷ Σουνίῳ. ἔχει δέ φησιν ἱερὸν Ποσειδῶνος ἐπισημότατον. ἔνθα καὶ θύσαι περὶ τὸν βωμὸν δοκεῖ ταύρων πολλὰ μηρία τῷ Ποσειδῶνι ὁ Νέστωρ. ἔστι δὲ καὶ κατοικία φησὶν ἀξιόλογος. μετὰ δὲ Γραιστὸν, Ἐρέτρια πόλις μεγίστη φησὶ τῆς Βοιωτίας μετὰ Χαλκίδα.
Ὅτι τὸ, πέλαγος μέγα μετρήσαντες, ἀντὶ τοῦ διαπεραιωσάμενοι. ὅθεν λέγεται καὶ ἐν τοῖς ἑξῆς τὸ τὴν χάρυβδιν ἀναμετρῆσαι. εἴληπται δὲ ἡ λέξις ἐκ τοῦ παρακολουθοῦντος. δῆλον γὰρ, ὡς ὁ ὁδεύων μετρεῖ ὅσον ὥδευσεν. ἴσως δὲ καὶ ἀπὸ τοῦ μεταίρειν ἡ λέξις παρῆκται. μεταίρει γάρ ποθέν ποι ὥσπερ ὁ ὁδεύων, οὕτω καὶ ὁ πλέων.
Ὅτι τριῶν ἡμερῶν πλοῦν δοκεῖ μετρεῖν ὁ ποιητὴς τὸν ἀπὸ Τροίας εἰς Ἄργος. λέγων ὅτι τέτρατον ἦμαρ ἔην ὅτε ἐν Ἄργεϊ αἱ τοῦ Διομήδους νῆες κατέστησαν. οὕτω καὶ ἀλλαχοῦ μετρεῖ ὁδὸν ἐν τῷ, ἔνδιοι ἱκόμεσθʼ ἱερὸν ῥόον Ἀλφειοῖο. οἱ γὰρ ἐξ Ἀρήνης νυκτερεύσαντες, ἔνδιοι ὅ ἐστι μεσημβρινοὶ κατὰ τὸν γεωγράφον, ἀφικνοῦνται εἰς Ἀλφειόν. Ὅτι ἐν τῷ, αὐτὰρ ἔγωγε Πύλονδʼ ἔχον, τὸ ἔχειν, ἀντὶ τοῦ ἐλαύνειν, πλὴν οὐχʼ ἁπλῶς, ἀλλὰ ναυτικῶς. κατὰ τὸ, ἡμίσεες δʼ ἀναβάντες ἐλαύνομεν. ἄλλως δὲ, τὸ ἔχειν καὶ ἐπέχειν, καὶ ἐπὶ σκοποῦ κεῖται. ὅθεν καὶ παρὰ Πινδάρῳ τὸ, ἔπεχε σκοπῷ τόξον. διὸ καὶ οὕτως οἰκεῖον ἐπὶ νηὸς τὸ ἔχειν καὶ τὸ ἐπέχειν, καθὰ καὶ τὸ βάλλειν. ὡς τὸ, ἐς Φηρὰς ἐπέβαλλεν, ἡ ναῦς δηλαδή. τουτέστιν ἐπιτυχῶς καὶ εὐστόχως ἔθεεν. Ὅτι ἐν τῷ, οὐδέ ποτʼ ἔσβη οὖρος, οὐ κακοζήλως οὕτω καὶ ψυχρῶς ἐῤῥέθη τὸ ἔσβη. ἀλλʼ ἐπειδήπερ ἡ τῶν ἀνέμων ὕλη ἀτμίς ἐστιν οὐ μόνον ὑγρὰ ἀλλὰ καὶ ξηρὰ μάλιστα, ταυτὸν δὲ εἰπεῖν καπνώδης καὶ θερμὴ, διὸ τὸ μὲν ὑγρὸν ὁ ποιητὴς δηλοῖ ἐν τῷ, ἴκμενος οὖρος. καὶ ἀνέμων μένος ὑγρὸν ἀέντων. τὸ δὲ καπνῶδες καὶ οὕτω θερμὸν, ἐν τῷ, οὐδέ ποτʼ ἔσβη οὖρος. διαρκῆ δὲ ἄνεμον οὔριον δηλοῖ τὸ οὐδέ ποτʼ ἔσβη οὖρος, ἐπειδὴ πρῶτα θεὸς προέηκεν ἀῆναι. Τὸ δὲ ποτὲ, τὸ οὐ διηνεκὲς καὶ ἐνταῦθα δηλοῖ ἀλλὰ πρὸς καιρόν. Τοῦ δὲ ἀῆναι τὸ θέμα οὐκ εὔχρηστον. ἀαίνω γὰρ ὡς τὸ φοραίνω ὑδραίνω καὶ τὰ τοιαῦτα. τοῦτο δὲ, ἀήμεναι ἀνωτέρω ἔφη ὁ ποιητής. Ὅτι ὥσπερ ἡ Εὐρύκλεια πρὸ τούτων, οὕτω καὶ ἐνταῦθα φίλε τέκνον Ἀττικῶς ὁ ῥήτωρ Νέστωρ τὸν Τηλέμαχον προσφωνεῖ. εἰπών. ὣς ἦλθον φίλε τέκνον ἀπευθής. ἐπεὶ δὲ πρὸ μικροῦ ἀπευθὴς ὄλεθρος ἐῤῥέθη ὁ ἀνήκουστος καὶ περὶ οὗ οὐδεὶς οἶδε πυθόμενος, ἐνταῦθα δὲ ἄλλως κεῖται τὸ ἀπευθὴς, ἑρμηνεύων ὁ ποιητὴς τοῦτο, φησίν. οὐδέ τι οἶδα. καὶ τὰ ἑξῆς. ἵνα ᾖ νῦν ἀπευθὴς, ὃς οὐδὲν οἶδεν. ἤγουν ὃς οὐδὲν ἐπύθετο. Διὸ ἐπάγει. ὅσσα δʼ ἐνὶ μεγάροισι καθήμενος πεύθομαι, ᾗ θέμις ἐστὶ δαήσεαι. οἱονεὶ λέγων, ὅτι τῶν ἄλλων μὲν, ἀπευθής εἰμι. τὰ δὲ ἐφεξῆς πεύθομαι οἴκοι καθήμενος. Τὸ δὲ ᾗ θέμις ἐστὶν, ἀντὶ τοῦ καθά ἐστι δίκαιον. χρὴ γὰρ μὴ μαψιδίως οὕτω ψεύδεσθαι εἰς οὐδὲν δέον. Σημείωσαι δὲ ὅτι ἐπίτηδες ἀναρτᾷ κατὰ τοὺς παλαιοὺς τὸν λόγον ὁ ποιητὴς ἐπὶ Νέστορος, ἵνα τὰ λοιπὰ διʼ ἄλλου χωρίου δηλώσῃ. τὸ γὰρ ἑνὶ ἀνθρώπῳ πάντων φησὶ τῶν περὶ τὸν νόστον τὴν ἐμπειρίαν περιθεῖναι, οὐ πιθανόν. ἐν μέρει δὲ δηλουμένων, ἀξιόπιστον γίνεται τὸ πᾶν. οὐκ ἄλογος οὖν φασὶν οὐδὲ ἡ πρὸς Μενέλαον ἐκπομπή. ἵνα σὺν ἄλλοις, καὶ τὰ περὶ Ἑλένης ἐνταῦθα διατυπωθῇ.
Ὅτι προσιστορῶν ὁ Νέστωρ καὶ ἕτερα τῶν μετὰ τὴν ἅλωσιν τῆς Τροίας, φησίν. εὖ μὲν Μυρμιδόνας φασὶν ἐλθεῖν ἐγχεσιμώρους, οὓς ἄγʼ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός. ὃν οἱ νεώτεροί φασιν ἐλθεῖν εἰς τὴν οὕτω καλουμένην ἤπειρον, ὡς καὶ κατωτέρω ῥηθήσεται. εὖ δὲ Φιλοκτήτην Ποιάντιον ἀγλαὸν υἱόν. πάντας δʼ Ἰδομενεὺς Κρήτην εἰσήγαγʼ ἑταίρους, οἳ φύγον ἐκ πολέμου. Ἀτρείδην δὲ, καὶ αὐτοὶ ἀκούετε. ὥστε ἦλθεν, ὥστʼ Αἴγισθος ἐμήσατο κακὸν ὄλεθρον. Καὶ ὅρα τὴν ἐν τῷ χωρίῳ τούτῳ γοργότητα, καὶ τὸ τῆς ἱστορίας ἐπίτροχον. ἔτι δὲ καὶ τὸ πολύσχημον τὸ, εὖ μέν φασιν ἐλθεῖν τοὺς δεῖνα πληθυντικῶς. εὖ δὲ τὸν δεῖνα. πάντας δὲ ὁ δεῖνα τοὺς μετʼ αὐτοῦ περιεποιήσατο. τὸν δὲ δεῖνα, καὶ αὐτοὶ ἀκούετε τί πέπονθε. συμβάλλεται δέ τι πρὸς πολυσχημοσύνην, καὶ τὸ τοὺς μὲν ἄλλους ὀνομάσαι, τὸν δὲ Νεοπτόλεμον καὶ τὸν Ἀγαμέμνονα, πατρόθεν δηλῶσαι διὰ τὸ ἄγαν ἄλλως ἐπισήμους εἶναι. ἀναφέρεται δὲ τὸ μὲν τῶν Μυρμιδόνων καὶ τὸ τοῦ Φιλοκτήτου, εἰς ἀόριστον ἱστορίαν, ὡς δηλοῖ τὸ φασί. τὸ δὲ τοῦ Ἰδομενέως, εἰς εἴδησιν ἀκριβῆ. ἀποφαίνεται γὰρ ὁ Νέστωρ, ἐπανελθεῖν οἴκοι αὐτόν τε καὶ πάντας οὐ τοὺς ἐξ ἀρχῆς αὐτῷ συμπλεύσαντας, ἀλλʼ ὅσοι οὐκ ἔπεσον ἐν μάχῃ. τὸ δὲ τοῦ Ἀτρείδου, εἰς ἀκουὴν ὡρισμένην τε καὶ ἀόριστον ὡς δηλοῦται διὰ τοῦ καὶ αὐτοὶ ἀκούετε, ἤγουν καὶ ὑμεῖς καὶ ἕτεροι. Ἐγχεσίμωροι δὲ ὡς καὶ ἐν Ἰλιάδι, οἱ αἰχμηταί. οἱ περὶ ἔγχη μεμορημένοι ὅ ἐστι κακοπαθοῦντες, κατὰ ἔκτασιν τοῦ ο. ἢ ἐγχεσίωροι, ὡς ὥραν ἔχοντες τῶν ἐγχέων, πλεονασμῷ τοῦ μ Υἱὸν δὲ Ἀχιλλέως, τὸν Νεοπτόλεμον λέγει ὃν καὶ Πύῤῥον φασὶ κληθῆναι. ὡς καὶ Σοφοκλῆς διὰ τοῦ Φιλοκτήτου αἰνίττεται ἐν τῷ, ὦ πῦρ σύ. περὶ οὗ φασί τινες, καὶ ὅτι Νεοπτόλεμος ἐπειδὰν τὸ μέχρι Θετταλίας διεμέτρησε πέλαγος, ἐνέπρησεν ἃ εἶχε σκάφη, συμβουλῇ Θέτιδος. καὶ χρησθεὶς ὑπὸ Ἑλένου, μένειν ὅπου ἂν οἴκῳ ἐντύχῃ θεμελίους μὲν ἔχοντι σιδηροῦς τοίχους δὲ ξυλίνους καὶ ὄροφον ἐρεοῦν, καὶ πεζὸς ἐλθὼν εἰς τὴν παμβῶτιν λίμνην ἠπείρου, εὗρέ τινας ἐκεῖ δόρατα πήξαντας καὶ χλαίνας καταπετάσαντας ἄνω, καὶ οὕτω σκηνοῦντας καὶ συμβάλλει τὸν χρησμόν. καὶ οἰκεῖ ἐκεῖ. καὶ ἴσχει υἱὸν τὸν Μολοσσὸν ἐξ Ἀνδρομάχης τῆς γυναικὸς Ἕκτορος, ἀφʼ οὗ Μολοσσία ἡ χώρα. Τὸ δὲ Ποιάντιον διὰ διφθόγγου ὀφεῖλον γραφῆναι ὡς κτητικὸν, ἀποβολὴν ἔπαθε τοῦ ε διὰ μέτρον. ὡς καὶ τὸ, αἰπύτιον παρὰ τύμβον ἐν Ἰλιάδι. καὶ τὸ, Αἰολίη νῆσος ἐν τοῖς ἑξῆς. καὶ ἄλλα δὲ διάφορα. Ὅρα δὲ καὶ νῦν τὴν Ὁμηρικὴν εὐλογίαν ἐν τοῖς ἐπιθέτοις. τούς τε γὰρ Μυρμιδόνας ἐπῄνεσεν ὡς ἐῤῥέθη, καὶ τὸν καλὸν τοξότην Φιλοκτήτην. καὶ τὸν Ἀχιλλέα. καὶ τὸν αὐτοῦ υἱόν. τὸν δέ γε Ἰδομενέα, οὕτως ἁπλῶς ἐξεφώνησε, διὰ ποικιλίαν καὶ τοῦτο γραφῆς. ἐποίησε δὲ καὶ κάλλος κομματικὸν ἐν τῷ, ὥστʼ ἦλθεν ὥστʼ Αἴγισθος. Ὅτι ἀμύνης δηλωτικὸν τὸ, ἀλλʼ ἤτοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισε. περὶ Αἰγίσθου δὲ ὁ λόγος, παθόντος οἷα ἔπαθεν ἐφʼ οἷς τὸν Ἀτρείδην ἀνεῖλε. Ἔστι δὲ σμυγερῶς, τὸ ἐπιπόνως. ὀδυνηρῶς. καὶ ὡς εἰπεῖν, καυστικῶς. ἀπὸ τοῦ σμύχω τὸ καίω. ὅθεν τὸ, σμύξαι πυρὶ νῆας. τοῦ δὲ σμύχω, δεύτερος ἀόριστος, ἔσμυγον. ὅθεν τὸ σμυγερόν. Τί δὲ ἀπέτισεν Αἴγισθος; ἢ πάντως ὅπερ ὤφειλε. τόδε ἦν, τὸ μὴ θανεῖν ἁπλῶς ἀλλὰ σμυγερῶς. ὅτι γνωμικὸν τὸ, ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι ἀνδρός. ἐν ᾧ ἀπὸ κοινοῦ νοητέον τὸ, ἀγαθὸν παῖδα. τί γὰρ ἄλλως ἀγαθὸν ἐὰν ἐξώλης υἱὸς πατέρα ἀγαθὸν διαδέχοιτο. οὕτω καὶ ἐν τῷ, ἀγαθὴ παραίφασις ἑταίρου, τὸ ἀγαθοῦ ἀπὸ κοινοῦ συνεπινοεῖται. ἵνα λέγῃ ἀγαθὴν παραίφασιν, τὴν τοῦ ἀγαθοῦ ἑταίρου. Ὅτι χρήσιμον εἰς προτροπὴν εὐγενοῦς τὸ, καὶ σὺ φίλος, μάλα γάρ σʼ ὁρέω καλόν τε μέγαν τε. καὶ ἑξῆς, ὡς ἐν τῇ α ῥαψῳδίᾳ ἡ Ἀθηνᾶ ἔφη. ταυτὰ εἰποῦσα οἷς ἐνταῦθα ὁ γέμων Ἀθηνᾶς Νέστωρ, φησίν. ὡς καὶ ἀλλαχοῦ πεποίηταί τι ὅμοιον. Ὅτι χρηστολογηθεὶς ὁ Τηλέμαχος ἐν οἷς πρὸ μικροῦ πατρῴζειν ἐν λόγοις ἤκουσε πρὸς τοῦ Νέστορος, καὶ θαῤῥήσας, καὶ ἐν φρεσὶν ἤδη νοῶν ὡς ἡ Ἀθηνᾶ εἶπε, κατά τινα δαιμονίαν ὑποθήκην λαλεῖ πρὸς τὸν ῥήτορα Νέστορα, ὅσα ὁ ποιητὴς δηλοῖ. προθεὶς ἔπαινον τοῦ γέροντος τὸ, ὦ Νέστορ Νηλαιάδη μέγα κῦδος Ἀχαιῶν. εἶτα μακαρίζει τὸν Ἀγαμεμνονίδην Ὀρέστην, εἰπών. καὶ λίην κεῖνος μὲν ἐτίσατο, καὶ οἱ Ἀχαιοὶ οἴσουσι κλέος εὐρύ. καὶ ἑρμηνεύων τί τὸ εὐρὺ, ἐπάγει. καὶ ἐσσομένοισι πυθέσθαι. ἢ κατὰ ἑτεροίαν γραφὴν, καὶ ἐσσομένοισιν ἀοιδήν. ὡς εἶναι κλέος εὐρὺ, τὸ πλατυνόμενον καὶ εἰς τὰς ἔπειτα γενεάς. Τὸ δὲ κεῖνος, ἔοικε κατʼ ἐξοχὴν εἰρῆσθαι. οὐ γὰρ ἔφθη μνησθῆναι πρὸς ὄνομα τοῦ Ὀρέστου. ὥσπερ οὐδὲ πρὸ ὀλίγων ἐν τῷ, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα. τοιοῦτον καὶ παρὰ τῷ κωμικῷ τὸ αὐτὸ ἐπὶ Σωκράτους ῥηθέν. καὶ τὸ, αὐτὸς ἔφα τὸ ὑπὸ τῶν Πυθαγορικῶν ἐπὶ τῷ διδασκάλῳ λεγόμενον. Ὅτι εὐχὴ ἐπὶ ἀμύνῃ τὸ, αἲ γὰρ ἐμοὶ τοσσήν δε θεὸς δύναμιν παραθείη τίσασθαι τοὺς δεῖνα ὑπερβασίης ἀλεγεινῆς. οἳ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται. Δυστυχίαν δὲ μετὰ καὶ παραμυθίας φράζει τὸ, ἀλλʼ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον πατρί τʼ ἐμῷ καὶ ἐμοί. νῦν δὲ, χρὴ τετλάμεν ἔμπης. Ἡ δὲ ὑπερβασία, καὶ παραιβασία καλεῖται. εἴληπται δὲ τὸ μὲν, ἀπὸ τῶν ὑπερβαινόντων ὁροθέσια τυχὸν ἢ τοιαῦτά τινα. τὸ δὲ, ἀπὸ τῶν παρὰ τὴν εὐθεῖαν βαινόντων. Τὸ δὲ ὑπερβασίας ἀλεγεινῆς, ἀντίπτωσίς ἐστι. τὸ γὰρ ὀρθὸν ἦν, τίσασθαι μνηστήρων ὑπερβασίαν. ἔχει οὖν τὸ ἕνεκεν προσυπακουόμενον, καὶ ἔστιν ὅμοιον τῷ, ὁ τὸ ῥόδον θαυμάζων τοῦ κάλλους. καὶ τοῖς τοιούτοις. Ὅτι τοῦ ἀνέμνησας, αἰτιατικῇ ἐνταῦθα συντάσσει, εἰπών. ὦ φίλʼ ἐπειδὴ ταῦτα μʼ ἀνέμνησας. πρὸ μέντοι βραχέων, ἄλλως ἔφη ἐν τῷ, τῶν μνῆσαι καί μοι νημερτὲς ἔνισπε, γενικῇ συντάξας κοινότερον τὸ μνῆσαι. ἐν δὲ τῇ Ἰλιάδι, καὶ αὐτὸ μετὰ αἰτιατικῆς ἔταξεν. εἰπών. μέμνημαι τόδε ἔργον, καὶ ἑξῆς. ἔνθα δοκεῖ μνημονικὸς εἶναι ὁ Νέστωρ, εἰ καὶ μὴ κατὰ Σιμωνίδην ἴσως τὸν ἱστορούμενον ἐν τοῖς ὕστερον, ἢ κατὰ τὸν δαιμόνιον Τυανέα. ὃς οὕτω φασὶ διαμνημονικὸς ἦν, ὡς ἑκατοντούτης γενόμενος, ἐῤῥῶσθαι τὸ μνημονικὸν ὑπὲρ τὸν Σιμωνίδην. Ὅτι θαυμαστὸν ἡγησάμενος ὁ Νέστωρ εἴπερ οἱ τῆς Πηνελόπης μνηστῆρες ἄκοντος Τηλεμάχου κακὰ μηχανῶνται, ἐρωτᾷ οὕτως. εἰπέ μοι ἢ ἑκὼν ὑποδάμνασαι, ἢ σέ γε λαοὶ ἐχθαίρουσʼ ἀνὰ δῆμον ἐπισόμενοι θεοῦ ὀμφῇ, τουτέστι χρησμῷ. πολλάκις γάρ φασι μεθίστασαν τοὺς βασιλεῖς, μαντείας ἐπιγινομένης. διὸ καὶ ἐν τοῖς ἑξῆς που εἰπών τις δεινὸν εἶναι γένος βασιλήϊον κτείνειν, ἐθέλει, πρῶτον θεῶν εἴρεσθαι βουλάς. Ὅτι θαῤῥύνων τὸν Τηλέμαχον ὁ Νέστωρ ἐπὶ τῷ πατρὶ, καὶ συνιστῶν αὐτῷ ἐκεῖνον ὡς ἀνδρεῖόν τε ἅμα καὶ ἀνθρώπων ἐπίστροφον εἴτουν πολύφιλον, φησί. τίς δʼ οἶδεν εἰ καί ποτε τοῖς μνηστῆρσι βίας ἀποτίσεται ἐλθών, ἢ ὅγε μοῦνος ἐὼν, ἢ καὶ σύμπαντες Ἀχαιοί. Εἶτα κατασευάζων ὁ γέρων πῶς ἂν εἷς μόνος Ὀδυσσεὺς τῶν τοσούτων μνηστήρων περιγένοιτο, αἰτιᾶται τοῦ μεγάλου τούτου ἔργου, τὸ τοῦ ἥρωος θεοφιλές. φησὶ γὰρ εὐχόμενος εἰ γάρ σε ὣς ἐθέλοι φιλέειν ἡ Ἀθηνᾶ ὡς Ὀδυσσέως ἐκήδετο ἐν τῇ Τροίᾳ. ὅπερ διασαφῶν, ἐπάγει. οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας, ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη. εἴ σʼ οὕτως ἐθέλει φιλέειν κήδοιτό τε θυμῷ, τῷ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο. Ἰστέον δὲ ὅτι τὸ, εἰ γάρ σε ὣς ἐθέλοι φιλέειν Ἀθηνᾶ, οὐκ εὐκτικῶς ἀλλʼ ἐνδοιαστικῶς πρός τινος ληφθὲν καὶ ἐπεμβολὴν παθὸν τοῦ, οὐ γάρ πω ἴδον ὧδε θεοὺς καὶ ἑξῆς, εἶτα ἐπαναληφθὲν ἐν τῷ, εἴσʼ οὕτως ἐθέλει φιλέειν, ἀποδέδοται ἐν τῷ, ἐκλελάθοιτο ἄν τις ἐκείνων τοῦ γάμου. Ὅρα δὲ καὶ ὅτι ἐν τῷ, ἢ καὶ σύμπαντες Ἀχαιοὶ, παρεμφαίνει ὁ ποιητὴς ὡς εἴπερ ἐπανελθὼν Ὀδυσσεὺς ἱκέτευσε, σύμπαντες ἂν Ἀχαιοὶ σὺν αὐτῷ τοὺς μνηστῆρας ἐτίσαντο. καὶ οὐ μόνον οἱ Πύλιοι καὶ οἱ Σπαρτιάται ὡς πρὸ τούτου οἱ μνηστῆρες ὑπώπτευσαν. καὶ ἦν μὲν εὐχερὲς Ὁμήρῳ ποιῆσαι τοῦτο πλασαμένῳ. ἐπιλέγεται μέντοι τὸ ἐναγωνιώτερον, τὸ, μόνον αὐτὸν θειότερον περιγενέσθαι τῶν μνηστήρων καὶ τερατωδέστερον. Τὸ δὲ ἀναφανδὰ, δηλοῖ μὲν τὸ ἐναργῶς. ἐλέχθη δὲ δὶς διὰ τὸ καίριον. ἐσχημάτισται δὲ πληθυντικῶς ἐκ τοῦ ἀναφανδὸν ἐπιῤῥηματικοῦ ὀνόματος. Τὸ δὲ ἐκλελάθοιτο γάμοιο, τὸ πολὺ τοῦ φόβου δηλοῖ εἰ διʼ αὐτὸν τοῦ τοσούτου λάθοιτό τις ἔρωτος. Ἰστέον δὲ ὅτι τὸ τίς, πολλάκις οὐχʼ ἕνα δηλοῖ ἁπλῶς ἀλλὰ πάντας, ληφθὲν ἀντὶ τοῦ, εἷς ἕκαστος. οὕτως παρὰ Σοφοκλεῖ λέγουσιν ὁ χορὸς οἱ Σαλαμίνιοι, ὡς νῦν καιρός τινι ποδοῖν κλοπᾶν ἀρέσθαι. ἤγουν ἄρτι καιρὸς ἡμῖν φυγεῖν λάθρα. οὕτω κἀνταῦθα ἐκλελάθοιτό τις γάμου. ὅ ἐστιν, ἕκαστος τῶν μνηστήρων. ἄλλως γὰρ, οὐδὲν λυσιτελὲς τῷ Ὀδυσσεῖ, εἴπερ τῶν τοσούτων εἷς τις δειλανδρήσειεν. Ὅτι ἀπογνόντος ἀνθρώπου λόγος τὸ, οὔπω τοῦτο ἔπος τελέεσθαι ὀΐω. λίην γὰρ μέγα εἶπες. ἄγημʼ ἔχει. οὐκ ἂν ἔμοιγε ἐλπομένῳ τὰ, γένοιτο. οὐ δʼ εἰ θεὸς ὣς ἐθέλοι. Ἐπεὶ δὲ ὁ λόγος οὗτος οὐ πόῤῥω βλασφημίας διὰ ἀφέλειαν τοῦ εἰπόντος Τηλεμάχου, ἐπανορθοῦται ὁ ποιητὴς διὰ τοῦ κατὰ τὴν Ἀθηνᾶν Μέντορος, τὸ ὑπερβολικῶς καὶ ἠθικῶς ῥηθέν. εἰπών. Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων; ῥεῖα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι. οὕτω δὲ καὶ ἐν τοῖς ἑξῆς ὁ Μενέλαος διορθοῦται τοὺς βασιλικοὺς παῖδας εἰπόντάς τι τῶν μὴ δεόντων. ὥσπερ δὲ τὸ, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων εἰκὸς λέγειν ὅτε ἀκούσομέν τι ἀθέλητον πρός τινος, οὕτως ἐπὶ θεοῦ τὸ, ῥεῖα θεός γʼ ἐθέλων τό δέ τι ποιήσει. Τὸ δὲ Τηλέμαχε ποῖόν σε ἔπος φύγε, λαγαρότητα ἔπαθε κατὰ τοὺς παλαιοὺς, διὰ τὴν λήγουσαν τοῦ Τηλέμαχε. ἥτις διὰ τὴν ἐν μέσῳ στίχου βραχεῖαν κατάληξιν, λαγόνα οἷον ἐνθεῖσα τῷ στίχῳ, λαγαρὸν ἐποίησε καλεῖσθαι. ὅπερ ἡ χυδαία γλῶσσα, λαγρὸν λέγει. ὅτι δὲ κοιλότητά τινα ἡ λαγαρότης σημαίνει, δῆλον ἐκ τοῦ λαγαρόκυκλος λύρα ἢ κιθάρα. τοιοῦτος δὲ στίχος καὶ τὸ, αἴκε κακὸς ἆ, νόσφιν ἀλυσκάζω πολέμοιο. ὅμοιον δὲ καὶ ἐν τοῖς ἑξῆς τὸ, βῆν εἰς Αἰόλου κλυτὰ δώματα. καὶ ἐκεῖ γὰρ ἡ παραλήγουσα τοῦ Αἰόλου, λαγαρὸν τὸν στίχον ποιεῖ ὡς οἷον σφίγγουσα. θεραπεία δὲ αὐτῆς ἡ ὀξεία, ὡς δυναμένη ἐκτείνειν. ἐνταῦθα μέντοι θεραπεύει τὴν λήγουσαν τῆς κλητικῆς τοῦ Τηλεμάχου, οὐ μόνον ἡ στιγμὴ καὶ τὸ ἐπαγόμενον π, ἀλλὰ καὶ ἡ περισπωμένη τοῦ, ποῖόν σε ἔπος φύγεν. ὡς ἡ δύναμις ἔχει τῆς κοινῆς συλλαβῆς. καθʼ ἣν δύναμιν, καὶ ἡ στιγμὴ χαρίζεταί τι χρόνου τῷ πρὸ αὐτῆς βραχεῖ ἢ βραχυνομένῳ φωνήεντι, καὶ τὰ ἐν ἀρχῇ λέξεων ἄφωνα ὡς πεφυκότα διπλοῦσθαι. ὧν ἓν καὶ τὸ π. καὶ ἡ περισπωμένη δέ. ἧς τόποι τρεῖς ἐκτάσεως. δυναμένης ἐκτείνειν ὥσπερ τὸ φωνῆεν ᾧ ἐπίκειται, οὕτω καὶ τὸ μετʼ αὐτὴν, καὶ τὸ πρὸ αὐτῆς δὲ, ὡς ἐνταῦθα. περὶ δὲ τούτων καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. ἥτις ἔδειξεν οὐ μόνον τοὺς τόνους ἐκτατικοὺς ἔστιν ὅτε βραχέων φωνηέντων οὐδὲ μόνα τὰ διπλᾶ ἔτι δὲ καὶ τὰ κατὰ σύνθεσιν διπλούμενα ἄφωνα, ἀλλὰ σὺν τῇ στιγμῇ, καὶ τὴν δασεῖαν. διʼ αὐτὴν δὲ, καὶ τὰ παρώνυμα ταύτῃ δασέα. ἐν γοῦν τῷ, αἰόλον ὄφιν, ἤρεσε τοῖς παλαιοῖς, εἰπεῖν ὡς ἀρκεῖν ὁ ποιητὴς ἡγήσατο τὸ πνεῦμα πρὸς ἀναπλήρωσιν χρόνου ἐν τῷ ὄφιν. τάχα γάρ φασι τοῦ φ δασέος ὄντος, ᾔσθετο ἐκφώνησιν πλείω ἔχειν τὸν ἕκτον πόδα. ἵνα δηλαδὴ καταλογισθείη ὁ πυῤῥιχιζόμενος ὄφις ἐν τῷ, αἰόλον ὄφιν, ἀντὶ τροχαίου. ἐπεὶ καὶ Ἡλιοδώρῳ δοκεῖ, ἐπὶ πολλῶν τὴν δασεῖαν πλέον τι νέμειν χρόνου δηλονότι. ὃ δὴ φαίνεται καὶ ἐν τῷ, ζεφυρίη πνείουσα. καὶ ἐν αὐτῷ γὰρ, ἡ δασύτης τοῦ φ, ἔνειμέ τι τοιοῦτον τῇ ζε συλλαβῇ. Σημείωσαι δʼ ἐνταῦθα καὶ ὅτι οὐκ ἐξανάγκης πᾶσα τάσις ἐκτείνειν δύναται τρόπῳ κοινῆς συλλαβῆς. ἀλλὰ οἱ τόνοι μὲν μουσικῆς ὄντες ἀπηχήματα ὥς φασιν οἱ παλαιοὶ, ἔχουσι τοιαύτην δύναμιν. ἔστι δέ τι φασὶ τοιοῦτον καὶ ἐν πνεύμασιν. ἔτι δὲ καὶ ἐν πάθεσι. πλὴν ἀδυνατεῖ τὰ πάθη κοινὴν ποιεῖν συλλαβήν. ἤγουν ἡ ἀπόστροφος καὶ ἡ ὑφὲν καὶ ἡ ὑποδιαστολή. ἔστι δέ φασι μουσικὴ ἀπήχησις καὶ ἐν τούτοις. οὕτως. ἐν κουφισμῷ μὲν, φωνῆς ὑπέρβασις. ἐν δὲ τῇ ὑφὲν ποιότης ἑτεροία φωνῆς ἐν τῇ τῶν ἡνωμένων λέξεων σημασίᾳ. ἐν ὑποδιαστολῇ δὲ, τῷ τῶν λέξεων χωρισμῷ. Ὅτι παραμυθούμενος ὁ κατὰ τὴν Ἀθηνᾶν Μέντωρ τὸν διὰ μακροῦ χρόνου νόστον Ὀδυσσέως, συγκρίνει αὐτὸν τῇ τοῦ Ἀγαμέμνονος ταχείᾳ ἐπανόδῳ. ἀποφαινόμενος οὕτω σεμνῶς κατὰ ἐπίκρισιν. βουλοίμην δʼ ἂν ἔγωγε καὶ ἄλγεα πολλὰ μογήσας, οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι. ἢ ἐλθὼν, ἀπολέσθαι ὡς Ἀγαμέμνων ὤλετο ἐφέστιος. οἱονεὶ λέγων, ὡς οὐ χρὴ δυσχεραίνειν ἐπὶ διατριβῆς χρόνου. οὐδὲ γὰρ οὐδʼ Ἀγαμέμνονι, τὸ ταχὺ νοστῆσαι συνήνεγκεν. Ὅτι ὥσπερ νεῖκος ἀλλαχοῦ καὶ γῆρας καὶ πόλεμον ὁμοίϊον, οὕτω καὶ θάνατον ὁμοίϊον ἐνταῦθα λέγει, ἢ τὸν ὁμοίως πᾶσιν ἀποκείμενον θνητοῖς. ἢ τὸν ὁμοίως πᾶσι φορτικόν. ἢ περὶ οὗ πάντες ὁμοίαν ἔχουσι δόξαν. καὶ οὐχʼ οἱ μὲν ταύτην οἵδʼ ἐκείνην. ἐνταῦθα δὲ ἀποφαίνεσθαι δοκεῖ ὁ ποιητὴς, ὅτι θάνατον μὲν τὸν ὡς ἐῤῥέθη ὁμοίϊον, οὐδὲ θεὸς καὶ φίλῳ ἀνδρὶ δύναται ἀλαλκεῖν. τὸν δέ γε εἰς καιρὸν, ἀλάλκοι ἂν ἐθέλων. ὥσπερ αὖ πάλιν, ἐπιτέμοι ἂν τὸ ζῆν ἐν καιρῷ. καὶ εἰσὶ παρά τε τοῖς μύθοις καὶ ταῖς ἱστορίαις, οὐκ ὀλίγα τούτων παραδείγματα. Ὅτι δυσελπιστία ἐπὶ νόστῳ ἀνδρὸς ἀποδήμου τὸ, μηκέτι ταῦτα λεγοίμεθα κηδόμενοί περ. κείνῳ δʼ οὐκ ἔτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη φράσατο θεὸς θάνατον καὶ κῆρα μέλαιναν. Ἐνταῦθα δὲ κεῖται καὶ σώφρων παρήχησις τὸ, ἀλλά οἱ ἤδη φράσσαντʼ ἀθάνατοι θάνατον. Ὅρα δὲ καὶ τὸ λεγοίμεθα. οὗ τὸ ῥηματικὸν ὁ λόγος, οὐκ ἔστι παρὰ τῷ ποιητῇ ὡς πολλαχοῦ σησημείωται τοῖς παλαιοῖς. Τὸ δὲ κηδόμενοί περ ἐναντιωματικοῦ ληφθέντος τοῦ περ συνδέσμου, ταυτόν ἐστι τῷ βλαπτόμενοι καὶ οὕτω λυπούμενοι καὶ δηλαδὴ ἐκφοροῦντές τι τῆς λύπης ἐν τῷ προφέρειν τὰ θλίβοντα. Ὅτι τῷ ἐρωτῶντι συνετόν τινα, οἰκεῖον τὸ, νῦν ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἔρεσθαι, ἐπεὶ περίοιδε δίκας ἠδὲ φρόνιν ἄλλων. ἤτοι περισσότερον τῶν ἄλλων δίκαιός ἐστι καὶ φρόνιμος. φρόνιν γὰρ νῦν μὲν, ἐπὶ τῆς φρονήσεως τίθησιν. ἐν δὲ τῷ, κατὰ δὲ φρόνιν ἤγαγε, δοκεῖ καὶ τὴν καταφρόνησιν οὕτω καλεῖν ὡς ἐκεῖ ῥηθήσεται. οὐ πάνυ δὲ δῆλον εἴτε πρωτότυπον ἡ φρόνις, εἴτε συγκέκοπται ἀπὸ τοῦ φρόνησις. Ὅτι παραφράζων συντόμως ὁ ποιητὴς τὸ ἐν Ἰλιάδι περὶ Νέστορος πλατύτερον ἱστορηθὲν, τῷ δʼ ἤδη δύω μὲν γενεαὶ μερόπων καὶ τὰ ἑξῆς, φησί. τρὶς γὰρ δή μιν φασὶν ἀνάξασθαι γένεʼ ἀνδρῶν. ὅ ἐστι βασιλεῦσαι κατὰ τὰς ἀνδρῶν γενεάς. εἶτα σεμνύνων τὸ πολυχρόνιον, φησίν. ὥς τέ μοι ἀθανάτοις ἰνδάλλεται εἰσοράασθαι. τουτέστι θεῷ ἔοικε διά τε τὸ ἄλλως μακρὸν τοῦ χρόνου, καὶ διὰ τὸ ἐν βασιλείᾳ πολυχρόνιον, ὡς θεῖον ὂν τὸ τοιοῦτον πολυετές. Καὶ ὅρα τὸ ἰνδάλλεται. οὐ γὰρ θεὸς ἄντικρυς ὁ ἐπὶ μακρὸν βιοὺς, ἀλλὰ θεοῦ ἴνδαλμα. καὶ λέγει ἂν τοιοῦτόν τι ὁ Τηλέμαχος. θεοῦ ἴδιον, τὸ μακρὸν τοῦ εἶναι. μακρόβιος δὲ ὁ Νέστωρ, ὥστε καὶ ἴνδαλμά τι ἔχει πρὸς θεόν. Τὸ δὲ τρὶς ἀνάξασθαι γένεα, πλατύτερον μὲν ἐν τῇ Ἰλιάδι ἐῤῥέθη. νῦν δὲ, ἀρκέσει τοσοῦτον εἰπεῖν. ὡς δύο μὲν ἡλικίαι ἀνδρῶν ὑπηκόων τῷ Νέστορι ἐκ νέων ἀκμάσασαι καὶ παρακμάσασαι, ἔφθιντο, αὐτὸς δὲ τρίτης ἦρχε γενεᾶς. Ὅτι σύντομος καὶ σαφὴς ἐρώτησις καὶ ποικίλη τὸ, πῶς ἔθανεν Ἀγαμέμνων. ποῦ Μενέλαος ἔην. τίνα δʼ αὐτῷ μήσατʼ ὄλεθρον Αἴγισθος. ἢ οὐκ Ἄργεος ἦεν Ἀχαιϊκοῦ, ἀλλά πῃ ἄλλῃ πλάζετο. ἔοικε δέ πως καὶ συνήθει προεκθέσει ἡ τοιαύτη ἐρώτησις, ὑπισχνουμένη, διδαχθήσεσθαι πάντα τὰ ἐρωτηθέντα. Ἐν τούτοις δὲ καὶ δολόμητιν εἰπὼν τὸν Αἴγισθον, ἐπάγει. ἐπεὶ ἔκτανε πολλὸν ἀρείω. ὡς δῆθεν τοῦ δόλου ὑπὸ τῶν ἀσθενεστέρων τεχνωμένου. Ἄργος δὲ Ἀχαϊκὸν τὴν Πελοπόννησον λέγει, πρὸς διαστολὴν ἑτέρων μὴ Ἀχαϊκῶν. οἷον τοῦ Ἀμφιλοχικοῦ, τοῦ Θετταλικοῦ. τοῦ Κιλικίου. τοῦ κατὰ Νίσυρον. τοῦ Μακεδονικοῦ, τοῦ Τροιζηνίου. καὶ ἄλλων. τὸ δὲ τοιοῦτον Ἄργος, ἐκλήθη ποτὲ καὶ ἱππόβοτον ὡς καὶ μετʼ ὀλίγα δηλοῦται, διὰ τὸ εἰς νομὴν ἵππων ἀνεθῆναι τῷ Ποσειδῶνι. καὶ ἴασον δὲ, ἀπὸ Ἰάσου τινὸς ἥρωος. ἐρεῖ γοῦν ἐν τοῖς ἑξῆς ὁ ποιητὴς, εἰ πάντες σε ἴδοιεν ὅσοι ἀνὰ ἴασον Ἄργος. Ὅτι δὲ Ἀχαιϊκὸν μὲν οἱ παλαιοὶ γράφουσιν, Ἀχαϊκὸν δὲ οἱ μεθʼ Ὅμηρον, δεδήλωται καὶ ἀλλαχοῦ ἱκανῶς. Ἐν δὲ τῷ, ἢ οὐκ Ἄργεος ἦεν Ἀχαϊκοῦ. ἢ πρόθεσις λείπει ἵνα λέγῃ ὅτι οὐκ ἦν ἐπὶ τοῦ Ἄργους ὁ Μενέλαος, ἢ ἀπὸ κοινοῦ νοητέον τὸ πῃ. οἷον οὐκ ἦν πῃ τοῦ Ἄργους, ἀλλὰ πῃ ἄλλῃ. Ὅτι Γερήνιος ἱππότα Νέστωρ κἀνταῦθα, ὥσπερ καὶ ἐν Ἰλιάδι. καὶ ζητητέον τὰ ἐκεῖ. πολλὰ γὰρ τῶν ἐνταῦθα σιγῶνται ὡς ἐκεῖ γραφέντα. Ἰστέον δὲ ὅτι δύο τούτων ταυτοσήμων λέξεων τοῦ, ὁ ἱππότης καὶ ὁ ἱππότα, ὁ μὲν ἱππότης, ἄχρηστος εἰς μέτρον τῷ ποιητῇ διὰ τὸ ἀμφίμακρον. ὁ δὲ ἱππότα, χρηστὸς διὰ τὸ δακτυλικῶς ποδίζεσθαι. Ὅτι ὥσπερ ὁ τραγικὸς Κρέων, τοῦ Πολυνείκους, οὕτω καὶ ὁ Ὁμηρικὸς Νέστωρ, τοῦ Αἰγίσθου τὸ, καὶ ἄταφον καὶ ἄκλαυστον ῥιφῆναι καταψηφίζεται. ἐν οἷς φησὶν ὅτι, εἰ ζώοντʼ Αἴγισθον ἐνὶ μεγάροις ἔτετμεν ἐκ Τροίας ἰὼν ξανθὸς Μενέλαος, οὐδὲ θανόντι χυτὴν ἂν ἐπὶ γαῖαν ἔχευαν. ἀλλʼ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος. οὐδʼ ἄν τίς μιν ἔκλαυσεν Ἀχαιΐδων. διὰ τί; μάλα γὰρ μέγα μήσατο ἔργον. ποῖον γὰρ ἐκεῖνο; ἢ τὸ ἀνελεῖν τὸν βασιλέα. ἢ τὸ τῇ βασιλείᾳ ἐπιθέσθαι καὶ κρατῆσαι. ἢ τὴν τῆς Κλυταιμνήστρας μοιχείαν. ἢ πάντα. ἵνα καὶ γοργὸς οὕτως εἴη καὶ σεμνὸς ὁ λόγος οὗτος τοῦ Νέστορος. καὶ νῦν μὲν, ἐμήσατό φησι μάλα μέγα ἔργον. μετʼ ὀλίγα δὲ ἐρεῖ, ἐκτελέσας μέγα ἔργον. προσθεὶς ἐκεῖ ἀντὶ τοῦ μάλα τὸ, ὃ οὔποτε ἔλπετο θυμῷ. Ἰστέον δὲ ὅτι τὸ μὲν ἔτετμεν, ἀπὸ τοῦ τέμω γίνεται ἀφʼ οὗ καὶ ἡ συντομία. ἵνα ᾖ ὡς καὶ ἐν ἄλλοις δηλοῦται, τέμω τμῶ, καὶ ἀναδιπλασιασμῷ, τέτμω. ὅθεν τὸ ἔτετμεν. ἤτοι κατέλαβεν. εὗρε κατʼ ἐπιτομὴν δηλαδὴ ὁδοῦ. ποιηταῖς δὲ μόνοις φιλεῖται ἡ λέξις. Χυτὴ δὲ κἀνταῦθα γαῖα, χοώδης. ἡ λυτὴ εἰς ξηρὸν χοῦν. ἀφʼ ἧς τὰ τῶν τύμβων χώματα, ἤγουν ἀναχωματισμοὶ τάφων. Τὸ δὲ δάπτειν, πρωτότυπόν ἐστι τοῦ δαρδάπτειν. ὡς καὶ τὸ μαίρειν, τοῦ μαρμαίρειν. ἀπʼ αὐτοῦ δὲ, καὶ δαπταὶ αἱ μυῖαι παρὰ Λυκόφρονι. Αἱ δὲ Ἀχαιϊάδες, καὶ τετρασυλλάβως Ἀχαιΐδες λέγονται. ὡς δηλοῖ καὶ τὸ, Ἀχαιΐδα γαῖαν ἱκάνω. Ὅτι ὑπὸ στρατηγῶν πολυπόνων ῥηθήσεται τὸ, ἡμεῖς μὲν κεῖθι πολέας τελέοντες ἀέθλους ἥμεθʼ. ὅδʼ εὔκηλος ἐποίη τάδε. Καὶ ὅρα ὡς ἀέθλους ἔφη τοὺς ἐν πολέμῳ πόνους διὰ τὸ ἐναγώνιον. Ὅτι μυχὸν Ἄργεος ἱπποβότου, τὰς Μυκήνας λέγει, ὧν ὁ Ἀγαμέμνων ἦρχε. προϊὼν οὖν ἐρεῖ πρὸς σαφήνειαν, ὡς ἑπτάετες ἤνασσε πολυχρύσοιο Μυκήνης. δηλοῖ δὲ ὁ μυχὸς, τὸ μὴ ἐν ἄκρῳ Πελοποννήσου κεῖσθαί που τὰς Μυκήνας ἀλλʼ ἐν βάθει. Ὅτι πολλὰ Αἴγισθος τὴν ἀγαμεμνονέην ἄλοχον θέλγεσκεν ἔπεσιν. ἡ δὲ, τὸ πρὶν μὲν, ἀναίνετο ἔργον ἀεικὲς δῖα Κλυταιμνήστρη, φρεσὶ γὰρ κέχρητο ἀγαθαῖς. ἢ καθʼ ἑτέραν γραφὴν, κέκρητο. ἤγουν συνεκέκρατο, ἀναμέμικτο. πὰρ γὰρ ἔην καὶ ἀοιδὸς ἀνὴρ, ᾧ πόλλʼ ἐπέτελλεν Ἀτρείδης Τροίηνδε κιὼν, εἴρυσθαι ἄκοιτιν. ἀλλʼ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι, δὴ τότε τὸν μὲν ἀοιδὸν, ἄγων ἐς νῆσον ἐρήμην, κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κῦρμα γενέσθαι. τήν δʼ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅν δε δόμον δε. Καὶ ὅρα τὸ ἀνήγαγεν ἁπλῶς οὕτω λεχθὲν ἀντὶ τοῦ ἤγαγε. Τὸ δὲ Ἀγαμεμνονέην ἄλοχον, σκωπτικῶς νῦν εἶπε, διαβάλλων εὐφήμως ἐπὶ μοιχείᾳ τὸν Αἴγισθον. Περὶ δὲ τοῦ θέλγειν, καὶ ἐν τῇ α ῥαψῳδίᾳ ἐῤῥέθη καὶ ἀλλαχοῦ. Ἐν δὲ τῷ, ἡ δὲ ἀναίνετο, ἡ τοῦ Αἰγίσθου δηλοῦται ἀναίδεια καὶ τὸ ἐν κακίᾳ παράμονον, εἴγε καὶ δύσελπις ὢν, ὅμως ἐπέμενεν. Ὅρα δὲ καὶ οἷον ἡ διὰ λόγων πολιορκία, εἴγε τὴν Κλυταιμνήστραν ἀναινομένην ἔργον ἀεικὲς καὶ φρένας ἔχουσαν ἀγαθὰς, διὸ καὶ δῖαν αὐτὴν ὁ ποιητὴς λέγει, παρεστήσατο προσεδρείᾳ λόγων ὁ Αἴγισθος. πλὴν οὐκ ἄλλως, ἀλλʼ ἐκ ποδῶν ποιησάμενος τὸν λόγιον ἀοιδὸν ὡς λόγοις ἑτέρωθεν ἀντιπράττοντα. Ἔργον δὲ ἀοικὲς, τὴν μοιχείαν λέγει κατὰ σχῆμα σεμνότητος. Τὸ δὲ ἀλλʼ ὅτε δή μιν μοῖρα ἐπέδησε δαμῆναι, τριπλῆν ἔχει ἔννοιαν. ἢ γὰρ λέγει ὅτε μοῖρα ἦν θανεῖν τὸν ἀοιδόν. ἢ ὅτε ἐχρῆν ἀποθανεῖν τὸν Αἴγισθον. ἢ ὅτε μοῖρα ἦν, τὴν Κλυταιμνήστραν ὑπὸ τῷ Αἰγίσθῳ γενέσθαι, ὃ καὶ κρεῖττον διὰ τὸ δαμῆναι. ἀφʼ οὗ καὶ ὁ γάμος γίνεται δάμος τις ὤν. Τοὺς δὲ ἀοιδοὺς οἱ παλαιοὶ ὅ ἐστι τοὺς περὶ μουσικὴν καὶ ποιητικὴν, ἐν μοίρᾳ φιλοσόφων ἔταττον, καὶ διδασκάλοις ἐχρῶντο. διὸ καὶ τῇ Κλυταιμνήστρᾳ φύλαξ ἀοιδὸς ἦν. κεχρημένῃ μὲν καὶ φρεσὶν ἀγαθαῖς, χρῃζούσῃ δὲ καὶ τούτου. διὸ ἔφη. πὰρ γὰρ ἔην καὶ ἀοιδός. οὔτε γὰρ ἀγαθὴ φρὴν ἀνενδεὴς ἀοιδοῦ τοιούτου, καὶ ὁ ἀοιδὸς δὲ, ἀγαθὰς ἂν φρένας διδάξῃ. ἀποσεμνύνει δὲ ὁ ποιητὴς ἐνταῦθα τὴν κατʼ αὐτὸν τέχνην, εἴγε καὶ αὐτὸς ἀοιδός ἐστιν. ἀπολύτως δὲ ἀοιδὸς ὁ τοιοῦτος λέγεται, κατὰ τρόπον ἐξοχῆς. οἱ μέντοι ἀοιδοὶ τῶν θρήνων καὶ οἱ περὶ γάμους καὶ εἴ τινες τοιοῦτοι, ἑτεροῖόν τι γένος ἦσαν ἀοιδῶν. τινὲς δὲ ἀοιδὸν, τὸν εὐνοῦχον παρενόησαν, ὡς αἰδοῖα μὴ ἔχοντα. οἱ δὲ παλαιοὶ περὶ τοῦ Ὁμηρικοῦ τούτου ἀοιδοῦ, γράφουσι καὶ τοιαῦτα. τὸν ἀοιδὸν τὸν παρὰ τῇ Κλυταιμνήστρᾳ, οἱ μὲν Χαριάδην οἴδασι καλεῖσθαι. οἱ δὲ Δημόδοκον. οἱ δὲ Γλαῦκον. ὁ δὲ Φαληρεὺς Δημήτριος ἱστορεῖ ὅτι Μενέλαος ἅμα Ὀδυσσεῖ ἐλθὼν εἰς Δελφοὺς ἤρετο περὶ τῆς εἰς Ἴλιον στρατείας ἀγωνοθεροῦντος Κρέοντος τὸν ἐνναετηρικὸν ἀγῶνα τῶν Πυθίων. ἐν ᾧ ἐνίκα Δημόδοκος Λάκων, μαθητὴς Μυκηναίου Αὐτομήδους τοῦ διʼ ἐπῶν γράψαντος τὴν Ἀμφιτρύωνός τε μάχην πρὸς Τηλεβόας, καὶ τὴν ἔριν Κιθαιρῶνος καὶ Ἑλικῶνος. ἀφʼ ὧν τὰ ἐν Βοιωτίᾳ ὄρη ἐκλήθησαν. ἦν δέ φησι καὶ αὐτὸς μαθητὴς Περιμήδους Ἀργείου, διδάξαντος αὐτόν τε καὶ τὸν ῥηθέντα Μυκηναῖον Αὐτομήδην. καὶ Λικύμνιον τὸν Βουπρασιέα. καὶ Φαρίδαν τὸν Λάκωνα. καὶ Πρόβολον τὸν Σπαρτιάτην. τότε δὴ Μενέλαος μὲν τῇ προνοίᾳ Ἀθηνᾷ τὸν τῆς Ἑλένης ὅρμον ἀνέθηκεν ἐν Δελφοῖς. Ἀγαμέμνων δὲ, τὸν Δημόδοκον εἰς Μυκήνας ἀκολουθῆσαι πείσας, ἔταξε, τὴν Κλυταιμνήστραν τηρεῖν. ἐτίμα γὰρ λίαν φησὶ τοὺς ἀοιδοὺς, ὡς διδασκάλους τῶν τε θείων καὶ ἀνθρωπίνων. δηλοῖ δέ φησι καὶ Κλυταιμνήστρα τὴν εἰς αὐτὸν τιμήν. οὐ γὰρ φονεύειν ἀλλʼ ἀφορίζειν αὐτὸν ἀφῆκε. Τιμόλαος δὲ, τὸν ἀοιδὸν τοῦτον, ἀδελφὸν ἱστορεῖ τοῦ Φημίου. ὃν ἀκολουθῆσαι φησὶ τῇ Πηνελόπῃ εἰς Ἰθάκην φύλακα. διὸ καὶ βίᾳ παρὰ τοῖς μνηστῆρσιν ᾄδει. Ἰστέον δὲ ὅτι καὶ ὁ Ἀθήναιος ἀποσεμνύνων τοὺς ἀοιδοὺς καὶ βιωφελὲς εἶναι τὸ κατʼ αὐτοὺς φῦλον παραδιδοὺς, λέγει ὅτι σῶφρον ἦν τι τὸ τῶν ἀοιδῶν γένος, καὶ φιλοσόφων διάθεσιν ἐπέχον. ὁ βασιλεὺς οὖν ἀοιδὸν καταλείπει τῇ γυναικὶ φύλακα καὶ παραινετῆρα. ὃς πρῶτα μέν φησιν, ἀρετὰς γυναικῶν διερχόμενος καθὰ δηλαδὴ Ἀχιλλεὺς ἄειδε κλέα ἀνδρῶν, ἐνέβαλλέ τινα τῇ βασιλίδι φιλοτιμίαν εἰς καλοκαγαθίαν. εἶτα διατριβὴν παρέχων ἡδεῖαν, ἀπεπλάνα τὴν διάνοιαν φαύλων ἐπινοιῶν. διὸ Αἴγισθος οὐ πρότερον διέφθειρε τὴν γυναῖκα, πρινὴ τὸν ἀοιδὸν ἐκποδῶν ἔθετο. τοιοῦτος καὶ ὁ παρὰ τοῖς μνηστῆρσι Φήμιος ὃς ἤειδεν ἀνάγκῃ, τοὺς ἐφεδρεύοντας τῇ Πηνελόπῃ βδελυττόμενος. κοινῶς δέ που πάντας τοὺς ἀοιδοὺς, ἀοιδοίους ἀνθρώπους εἶναί φησι καὶ Μουσῶν μαθητὰς καὶ φίλους. εἰ δὲ ὁ παρὰ Φαίαξι Δημόδοκος μοιχείαν Ἄρεος ᾄδει ἐπὶ Ἀφροδίτῃ, οὐκ ἀποδεχόμενός φησιν ᾄδει, ἀλλʼ ἀποτρέπων αὐτοὺς παρανόμων ὀρέξεων, εἰδὼς ἐν τρυφερῷ βίῳ τεθραμμένους. κἀντεῦθεν ὅμοια τοῖς τρόποις αὐτῶν προσφέρων. καθὰ καὶ τοῖς μνηστῆρσιν ὁ Φήμιος, πρὸς τὴν αὐτῶν βουλὴν ᾄδει νόστον Ἀχαιῶν. οὕτω δὲ καὶ αἱ Σειρῆνες τῷ Ὀδυσσεῖ, τὰ τέρψοντα, ὡς οἰκεῖα τῇ αὐτοῦ φιλοτιμίᾳ καὶ πολυμαθείᾳ. εἰ δέ τι χρὴ καὶ ἐξ ἀψύχου ὕλης ἀποσεμνύναι ἀοιδὸν, ἰστέον ὅτι Ἀλεξάνδρου τοῦ μεγάλου κατασκάπτοντος τὰς ἑπταπύλους Θήβας, ἐνέθετό τις ὡς ὁ Ἀθήναιος ἱστορεῖ, χρυσίον εἰς ἱμάτιον κοῖλον ἀνδριάντος Κλέωνος Θηβαίου ἀοιδοῦ. συνοικιζομένης δὲ τῆς πόλεως ὕστερον ἐπανελθὼν, εὗρε τὸ χρυσίον μετὰ ἔτη τριάκοντα. λογιστέον δʼ ἐνταῦθα καὶ ὡς ἀοιδὸν μὲν ἄνδρα σοφὸν ἀπεχθῶς ἔχειν πρὸς μοιχείαν, καινὸν οὐδέν. ἐκεῖνο δὲ ξενίζει ὡς μάλιστα, εἰ καὶ ἀλόγῳ ζῴῳ τοιαύτη ἀρετὴ ἐμφαίνεται. πορφυρίων γοῦν φασι τὸ ὄρνεον ὃς λίβυς μέν ἐστιν ἱερὸς δὲ τῶν ἐκεῖ θεῶν καθὰ καὶ ἡ ἴβις, λέγεται διαιτώμενος ἐν οἰκίαις τηρεῖν τὰς ὑπάνδρους τῶν γυναικῶν, πικρῶς ἔχων τοιαύτην αἴσθησιν φασὶν ἐπὶ ταῖς μοιχευομέναις, ὥς θʼ ὅταν τοῦ θʼ ὑπονοήσῃ, προσημαίνει φασὶ τῷ δεσπότῃ ἀγχόνῃ τὸ ζῆν περιγράψας. ἔχει δέ φασιν ὁ τοιοῦτος ὄρνις μέγεθος κατὰ ἀλεκτρυόνα. ἐχθαίρων δὲ τοὺς προσιόντας αὐτοῦ τῇ τροφῇ, λαμβάνει τροφὴν ἐν σκότῳ καταδυόμενος. καλεῖται δὲ πορφυρίων, διὰ τὸ τοῦ ῥύγχους φοινικοῦν. Ἔνθα ὅρα ὡς οὐ μόνον ῥάμφος ἐπὶ ὀρνέων, ἀλλὰ καὶ ῥύγχος. εἰ καί τινες ἐπὶ συῶν αὐτὸ ἰδιάζουσι. δῆλον δὲ ὡς οὐδέν τι κοινὸν δίχα μόνης ἐκφωνήσεως ἔχουσιν ἡ ἥβη καὶ ἡ ἴβις ὡς οὐδὲ ἡ Ἥρη καὶ ἡ Ἶρις. Τὸ δὲ ἐρήμην, οὐ μόνον ποιητικόν ἐστιν, ἀλλὰ καὶ ἄλλως Ἀττικόν. ὡς δηλοῖ καὶ ὁ γράψας τὸ, ἐρήμην αὐτὴν ἄνεμοι καταπνέουσιν. οὕτω δὲ Ἀττικῶς πέφρασται καὶ τὸ, ὁ δεῖνα ἐρήμην ἑάλω. ἤτοι κατεδικάσθη. ὅπερ ἐλλειπτικῶς δηλοῖ κατὰ τὸ ἀπὸ κοινοῦ σχῆμα, ὅτι ὅ δέ τις ἐρήμην δίκην κατεδικάσθη, ἤγουν ἐρήμην ἑαυτοῦ, οἷα ἐν τῷ ἀπεῖναι καταδεδικασμένου. Τὸ δὲ κῦρμα, ταυτόν ἐστι τῷ, εὐτυχὲς εὕρημα. ἢ ἁπλῶς ἐντυχία. καθʼ ὁμοιότητα τοῦ κατὰ συγκυρίαν. Ἰστέον δὲ ὅτι ῥηθεὶς ὁ τοῦ ἀοιδοῦ εἰς νῆσον ἐρήμην ἀφορισμὸς, μύσους καὶ ἄγους ἐστὶν ἔκκλισις, καὶ οἷον εἰπεῖν, ἀφοσίωσις. ὡς δῆθεν μὴ κακοῦ τινὸς γενομένου τῷ ἀοιδῷ εἰ ζῶν ἐξετέθη ἐν νήσῳ. οὕτω καὶ οἱ τραγικῶς τὴν Ἀντιγόνην καταχώσαντες, ἀφωσιώσαντο μὴ ἐναγεῖς εἶναι, συγκατορύξαντες αὐτῇ καί τι τροφῆς. τὸ δʼ ἦν, συνθάψαντες. Τὸ δὲ ἐθέλων ἐθέλουσαν, διευκρινεῖ ἄριστα ὁ Πορφύριος. ἐκθεὶς τὸν ἐθέλοντα μὴ θελούσῃ μιγνύμενον. καὶ τὸν, μὴ θέλοντα ἐθελούσῃ, καὶ τὸν, ὃς ἐθέλων ἐθέλουσαν ἀνήγαγε τὴν βασιλίδα εἰς τὰ ἑαυτοῦ. μὴ θέλων γάρ τις μὴ θελούσῃ, οὐκ ἂν συνέλθοι. ὅτι δὲ τὸ ἐθέλειν, ἀεὶ τρισυλλαβεῖ παρὰ τῷ ποιητῇ, ἐκδηλότατον. Ὅτι πολλὰ μηρία Αἴγισθος ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς. πολλά δʼ ἀγάλματʼ ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε, ἐκτελέσας μέγα ἔργον, ὃ οὔποτε ἔλπετο θυμῷ. ταῦτα δὲ παρῳδηθήσεταί ποτε εἴς τινα μέγα τι ἀνύσαντα ὡς οὐκ ἤλπιζεν. Ὅρα δὲ ὡς ἀχρεῖαι θυσίαι καὶ αὗται ὅτι μάλιστα καθὰ καὶ πρὸ μικροῦ αἱ τοῦ Ἀγαμέμνονος. ἱεροὶ δὲ βωμοὶ, πρὸς διαστολὴν ἑτέρων μὴ τοιούτων. ὁποῖοι ἐν Ἰλιάδι ἐφʼ ὧν ἅρματα τίθενται. καὶ ἐν τοῖς ἑξῆς δὲ, οἱ εὔδμητοι παρὰ Φαίαξι βωμοὶ ἐφʼ ὧν ἵστανται χρύσειοι κοῦροι δαΐδας ἐν χερσὶν ἔχοντες. Ἀγάλματα δὲ παρὰ μὲν τοῖς ὕστερον, τὰ ξόανα. παρὰ δὲ τῷ ποιητῇ, πᾶν ᾧ τις ἀγάλλεται, ὡς καὶ ἐν τοῖς μετὰ ταῦτα φανεῖται. διὸ εἰπὼν ἀγάλματα, ἐπάγει. ὑφάσματά τε χρυσόν τε. οὕτω καὶ Ἑκάτης ἀγάλματα, αἱ κύνες. ταύτῃ γάρ φασι θύονται. ἣν καὶ κυνοπρόσωπον διαπλάττονται. Ἀριστοφάνης. καὶ κύων ἀκράχολος Ἑκάτης ἄγαλμα φωσφόρου γενήσομαι. Τὸ δὲ ἀνῆψεν, ἀντὶ τοῦ, ἐξέδησεν ἀνέθετο. ἐξήρτησεν. ὅθεν καὶ τὸ, βρόχον ἀνῆψε παρὰ τῷ χρυσῷ τὴν γλῶτταν. τὸ μέντοι περιῆψε, δηλοῖ μὲν καὶ αὐτὸ τοιοῦτόν τι. ὅθεν καὶ τὸ περιάπτον. μάλιστα δὲ περιάπτειν, τὸ περιειλίσσειν λέγεται. Ὅτι τὸ φιλοῦντες περιφράζων, φησί. φίλα εἰδότες ἀλλήλοισιν. Ὅτι τὸ Σούνιον, ἱερὸν ἄκρον ἤγουν ἀκρωτήριον Ἀθηναίων φησί. καὶ ἴσως ἱερὸν αὐτό φησιν, ἐπεὶ Ζεὺς Σουνιεὺς ἐτιμᾶτο ἐκεῖ. ὃν διθυραμβικῶς παίζων ὁ κωμικὸς, καλεῖ σουνιάρατον. Ὅτι πλεόντων ἅμα ἐκ Τροίας Μενελάου τὲ καὶ Νέστορος, καὶ κατασχόντων περὶ τὸ ῥηθὲν Σούνιον. ἐνταῦθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων οἷς ἀγανοῖς βελέεσσιν ἐπιχόμενος κατέπεφνε, πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα, Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλʼ ἀνθρώπων νῆα κυβερνῆσαι ὁπότε σπέρχωσιν ἄελλαι, ὅπερ ἴδιον ἀρίστου κυβερνήτου. τὸ γὰρ ἐν νηνεμίᾳ κυβερνᾶν, οὐ πολλῆς ἔργον τέχνης. Ὅρα δὲ καὶ ὅτι ἐν τῇ Ὀδυσσείᾳ τοὺς τῶν ἀνδρῶν αἰφνιδίους θανάτους Ἀπόλλωνι ἀνατίθησιν. ἐν δὲ τοῖς ἑξῆς, Ἀρτέμιδι τοὺς τῶν γυναικῶν. ὅ ἐστιν ἡλίῳ καὶ σελήνῃ. ἐνταῦθα γοῦν ἀναιρεῖ τὸν ῥηθέντα κυβερνήτην Ἀπόλλων βέλεσσιν ἀγανοῖς, οὐ προϋποτεθέντα νοσεῖν ἀλλὰ πηδάλιον μετὰ χερσὶ νηὸς θεούσης ἔχοντα. αἴφνης ἄρα ἐκεῖνος τέθνηκε. καὶ βέλη μὲν ἐν Ἰλιάδι ἐχεπευκῆ ἀφίησιν ὁ Ἀπόλλων, ἐπειδὴ ἐπώδυνα τὰ τοῦ λοιμοῦ. ὧδε μέντοι, ἀγανὰ τὰ βέλη. ὅ ἐστιν ἡδέα. προσηνῆ. ἀνεπαίσθητοι γὰρ ὀδύνης οἱ αἴφνης θνήσκοντες. Σημείωσαι δὲ ὅτι τὸ οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε, προσαρμόσοι ἄν ποτε ὑπούλῳ ἐχθρῷ ἐπιλεχθῆναι. ὃς ἐν σχήματι φιλίας ἀναιρεῖ τὸν δῆθεν φιλούμενον. Ὁ δὲ Φρόντις καὶ ὁ αὐτοῦ πατὴρ ὁ Νήτωρ, πέπλασται ἴσως. ἢ καὶ φερώνυμος καθʼ ἱστορίαν ἡ κλῆσις. φροντιστικός τε γάρ ἐστιν ἅπας κυβερνήτης, καὶ ὀνεῖν ἐπαγγέλλεται. Τὸ δὲ ἐκαίνυτο, ποιητικὴ λέξις, ἐκ τοῦ καίνυμι. εἴληπται δὲ ἀντὶ τοῦ πάνυ ἐνίκα. κυριολεκτεῖται δέ φασιν, ἐπὶ τῶν ἐν πολέμῳ νικώντων, ὡς ἐκ τοῦ καίνειν ὃ δηλοῖ τὸ κόπτειν. δοκεῖ δʼ ἐντεῦθεν καὶ ἡ τῶν ἰδιωτευόντων γλῶσσα παρελκύσαι τὴν ἀποκοπτὴν νίκην, ἐπεὶ καὶ ταυτὸν τὸ καίνυσθαι καὶ τὸ κόπτειν. Ὅτι περὶ ἑτάρου ταφὴν πονούμενος ὁ Μενέλαος κατὰ τὸ δηλωθὲν Σούνιον, τῇ περὶ πλοῦν δυστυχίᾳ περιέπεσε. θάψας γὰρ ἐκεῖνον καὶ κτέρεα ἐπʼ αὐτῷ κτερεΐσας εἶτα πλεύσας, ὡς ἷξε θέων μαλειάων ὄρος αἰπὺ, τότε δὴ στυγερὴν ὁδὸν ὁ Ζεὺς ὅ ἐστιν ὁ ἀὴρ, ἐφράσατο. λιγέων ἀνέμων ἐπʼ ἀϋτμένα χεύας, κύματά τε τροφέοντα πελώρια ἶσα ὄρεσσιν. ἔνθα διατμήξας, τὰς μὲν τῶν νηῶν Κρήτῃ ἐπέλασσεν, ᾗχι Κύδωνες ἔναιον, Ἰαρδάνου ἀμφὶ ῥέεθρα. καὶ αὐτὰς μὲν, ποτὶ σπιλάδεσσιν ἔαξαν κύματα. σπουδῇ δʼ ἤλυξαν ὄλεθρον ἄνδρες. πέντε δὲ λοιπὰς νῆας κυανοπρωρείους, Αἰγύπτῳ ἐπέλασσε, φέρων ἄνεμός τε καὶ ὕδωρ. μεθʼ ὧν πλέων ὁ Μενέλαος, ἐπλανᾶτο καθὰ καὶ ἐν τοῖς ἑξῆς δηλωθήσεται. Ἰστέον δὲ ὅτι ἐκ Μαλειῶν ὅθεν ἐξώσθη Μενέλαος εἰς Κρήτην καὶ περὶ ἃς ἐδυστύχησεν ὁ Ἀγαμέμνων εἰς τὸν πλοῦν ὡς ἐν τοῖς ἑξῆς εἰρήσεται, παροιμία κεῖται τὸ, Μαλείας δὲ κάμψας, ἐπιλάθου τῶν οἴκαδε. οὐ γὰρ εὔπλους φασὶν ὁ τόπος. λέγεται δὲ καὶ Μάλεια ἑνικῶς καὶ Μάλειαι πληθυντικῶς πρὸς ἔμφασιν τοῦ κατὰ τὸ ἀκρωτήριον μεγέθους. οὕτω δὲ καὶ Κρήτη καὶ Κρῆται. καὶ ἄλλα πολλά. ἡ δὲ Μάλεια, καὶ Μαλέας κοινῶς λέγεται. Ὅρα δὲ τὸ, ἷξε θέων. διὰ γὰρ τὴν θοὴν νῆα θέειν λέγεται καὶ ὁ ἐν αὐτῇ. ὅθεν καὶ θοὸν εἰρεσίας ζυγὸν φησὶ Σοφοκλῆς. Τὸν δὲ ἀϋτμένα, σπανίως ἔστιν εὑρεῖν. ἡ ἀϋτμὴ γὰρ ἐν χρήσει πλείονι. Τὸ δὲ χεύας, ὑγρότητα δηλοῖ ἀϋτμῆς. κατὰ τὸ, ἀνέμων μένος ὑγρὸν ἀέντων. Τὸ δὲ τροφέοντα, γράφεται καὶ τροφόεντα. ἔστι δὲ τροφόεν κῦμα, ὅπερ ἀλλαχοῦ τρόφι ἐῤῥέθη ἀπὸ εὐθείας τῆς, ὁ τρόφις. οὗ αἰτιατικὴ μὲν παρὰ Ὀππιανῷ ἐν τῷ, ἱερὸν τρόφιν ἐννοσιγαίου. εὐθεῖα δὲ πληθυντικὴ παρὰ Ἡροδότῳ, ἐν τῷ, ἐπὰν γένωνται τρόφιες ἤγουν τέλειοι ἄνδρες. Φοβερὸν δὲ χωρίον καὶ ἀγριότητα θαλάσσης φράζον γοργῶς τὸ, κύματα τροφέοντα πελώρια ἶσα ὄρεσσιν. ὃ καὶ σημείωσαι διὰ τὴν εὔτακτον παραύξησιν. μεῖζον μὲν γὰρ φρικὸς, τὸ ἁπλῶς τροφόεν κῦμα. πλεῖον δὲ, τὸ πελώριον. ἔτι δὲ μεῖζον, τὸ ἶσον ὄρεσσι καὶ ὡς ἂν εἴποι τις, πέλας ὄρους. ἐξ οὗ δόξοι ἂν, εἶναι καὶ τὸ πελώριον, κραθὲν τὴν παραλήγουσαν ἀπὸ τοῦ α καὶ ο. ἐπεὶ οὐδὲ ἡ πρυμνώρεια καὶ ἡ ὑπώρεια ἐστέρηνται κράσεως. Ἰστέον δὲ ὅτι ἐν τῷ, ἀϋτμένα χεύας κύματά τε τροφόεντα, οὐ προσυπακουστέον ἀπὸ κοινοῦ τὸ χεύας καὶ ἐπὶ τῶν κυμάτων, ἀλλʼ ἐξ ἀναλόγου νοητέον τὸ ἐγείρας ἢ κορυφώσας. οὕτω καὶ ἐπὶ τοῦ, σῖτον καὶ οἶνον ἔσθων, ἡ ἀκολουθία, τὴν τοῦ πίνειν μετοχὴν ἔξωθεν τῷ οἴνῳ κομίζει. ὡς τοῦ ἔσθων, τῷ σίτῳ προσαρηρότος. τοιούτου δὲ σχήματος καὶ τὸ, καπνὸν ἐλεύσσομεν καὶ φθογγήν. φθογγὴ γὰρ, οὐ λεύσσεται πάντως, ἀλλʼ ἐξακούεται. ὡς χρῆναι νοεῖν ἐντελῶς, ὅτι καπνὸν ἐλεύσσομεν καὶ φθογγὴν ἠκούομεν. εἰ καὶ σεσίγηται τὸ τῆς ἀκοῆς ἀφελῶς ἢ γοργῶς. Κύδωνες δὲ, Κρήτης ἔθνος καὶ Κυδωνὶς, πόλις αὐτόθι ποταμὸν ἔχουσα Ἰάρδανον. εἰ δʼ ἐκ τοῦ τοιούτου Κρητικοῦ τόπου καὶ τὰ Κυδώνια παρωνόμασται μῆλα, οὐκ ἔστι βεβαίως εἰπεῖν. ὁμοίως δὲ ἀβέβαιον καὶ τὸ φάναι ἀπὸ Κύδωνος αὐτοὺς ὠνομάσθαι τοῦ πάνυ φιλοξένου, περὶ οὗ παροιμία κεῖται τὸ, ἀεί τις ἐν Κύδωνος. Σπιλάδες δὲ ὡς οἱ παλαιοί φασιν, αἱ παράλιαι πέτραι παρὰ τὸ σπιλοῦσθαι τῇ ἄχνῃ. Αἴγυπτον δὲ ἀρσενικῶς τὸν Νεῖλον φησὶ, ὡς πολλαχοῦ ἐν τοῖς ἑξῆς φανήσεται. ἀφʼ οὗ καὶ ἡ χώρα Αἴγυπτος. δῶρον οὖσα τοῦ ποταμοῦ κατὰ τοὺς παλαιοὺς ὡς καὶ μετʼ ὀλίγα ῥηθήσεται. τὴν Αἴγυπτον δὲ θηλυκῶς, οὐκ οἶδεν ὁ ποιητής. ἐν δὲ τῷ, φέρων ἄνεμός τε καὶ ὕδωρ, ἀπὸ κοινοῦ νοητέον καὶ οὐδέτερον τὸ φέρον, διὰ τὸ ὕδωρ. ἐκ δὲ τοῦ τοιούτου φέρειν, καὶ φορὸς ἄνεμος κοινότερον, ὁ τὴν νῆα φέρων. Ὅρα δὲ ὅτι τοὺς ναύτας τῶν νηῶν τοῦ Μενελάου ἃς τὰ κύματα ἔαξαν, σιωπᾷ ὁ ποιητὴς εἴτε τῇ Κρήτῃ ἐσαπέμειναν εἴτε καί τινες τῷ Μενελάῳ συνεισέβησαν εἰς τὰ πέντε σκάφη. Ἐν τούτοις δὲ, ὅρα καὶ τὸ, σπουδῇ ἤλυξαν ὄλεθρον. συντελοῦν εἰς τὸ, μὴ μὰν ἀσπουδεί γε νεῶν ἐπιβαῖεν, ἤτοι ἀπόνως. Τὸ δὲ κυανοπρωρείους, ἢ κατὰ πλεονασμὸν τῇ ει διφθόγγῳ παραλήγεται, ἢ ὡς κτητικὸν ὅμοιον τῷ, ἡμετέρειος. Ὅτι καὶ ἐνταῦθα καθὰ καὶ πολλαχοῦ τῆς Ἰλιάδος, σχήματι ἀφηγηματικῷ χρῆται ἀρχομένῳ ἀπὸ τοῦ ἔστι ῥήματος. εἰπών. ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη ἐσχατιῇ Γόρτυνος, ἐν ἠεροειδέϊ πόντῳ. ἔνθα Νότος μέγα κῦμα περὶ σκαιὸν ῥίον ὠθεῖ ἐς Φαιστόν. μικρὸς δὲ λίθος μέγα κῦμʼ ἀποέργει. ὅπερ ἀστεῖον εἰπεῖν, ὅτε τις λιθάριον δοὺς τίμιον, ἐκφύγῃ μεγάλην ἐπήρειαν. τοπογραφικὰ δὲ ταῦτα πρὸς ἱστορίαν ἀληθῆ ὁποῖα πολλὰ παρυφαίνει Ὅμηρος τῇ ποιήσει. Λισσὴ δὲ πέτρα, ἢ ἡ λεία, ἢ ὀνοματικῶς οὕτω λεγομένη κατά τι κύριον ὄνομα. παρὰ δέ γε τοῖς Κρησὶ, βλισσὴ σὺν τῷ βῆτα κατὰ τοὺς παλαιούς. ἔστι δὲ ἀκρωτήριον τῆς Γορτυνίας. Κράτης δέ φασι, σὺν τῷ ν γράφει βλισσήν. καὶ δοκεῖ κατὰ εὐθεῖαν πτῶσιν ἀρσενικῶς προφέρειν ὁμοίως τῷ, σωλὴν καὶ τοῖς τοιούτοις. Τοῦ δὲ εἰς ἅλα, σαφέστερον τὸ, ἐν ἠεροειδέϊ πόντῳ. Ἰστέον δὲ καὶ ὡς Ὅμηρος μὲν Γόρτυν Γόρτυνος κλίνει. τινὲς δὲ τῶν ὕστερον, Γορτύνην φασί. καὶ εἴρηται περὶ αὐτῆς ἐν τοῖς τοῦ περιηγητοῦ. Σκαιὸν δὲ ῥίον, τὸ δυτικόν. ὃ καὶ μικρὸν λίθον φησὶν, ὡς πρὸς σύγκρισιν ἄλλων ἐκεῖ μειζόνων ἀκρωτηρίων. νοητέον δὲ ὅτι τῷ οὕτω νοουμένῳ σκαιῷ ὡς δηλαδὴ ἀριστερῷ, τὸ δεξιὰν ἀντίκειται. ὅπέρ ἐστιν ἀνατολικόν. Ἰστέον δὲ ὅτι σκαιὸν ἄνθρωπον Ἀττικοὶ, τὸν ἀπαίδευτόν φασι καὶ ἀνόητον, ὡς δηλοῖ σαφῶς καὶ ὁ κωμικός. ἀκολούθως δὲ καὶ σκαιὸν πρᾶγμα, τὸ μὴ κατὰ νοῦν ἀποβεβηκός. γίνεται δέ φασι παρὰ τὸ σκάζειν. ἵνα ᾖ σκαιὸς, ὁ σκάζων εἰς μάθησιν ὡς ἀνόητος, ἐξ αὐτοῦ δὲ, καὶ σκαιοσύνη. καὶ σκαιοβατεῖν, τὸ σκαιῶς καὶ ἀῤῥύθμως βαίνειν. εἰκὸς δὲ ἀπὸ τοῦ εἰρημένου σκάζω οὗ δοκεῖ προϋπάρχειν τὸ σκῶ κατὰ τὸ σχῶ σχάζω, ῥῶ ῥάζω τὸ ῥαίνω καὶ τὰ ὅμοια, γενέσθαι καὶ τὸ ἀσκεῖν κατὰ στέρησιν τοῦ περί τι σκάζειν. ἴσως δὲ, ἐκεῖθεν καὶ ἀσκηθὴς ὁ ἀβλαβὴς καὶ μὴ πάσχων τὸ σκάζειν τὰ εἰς ἐνέργειαν. ἐπισημαντέον δὲ καὶ ὡς εἴπερ σκαιὸν λέγεται καὶ τὸ ὡς ἐῤῥέθη ἀριστερὸν, λέγοιτʼ ἂν σκαιὸς καὶ ὁ παρʼ Ἀττικοῖς, ἐπαρίστερος, ὃ δὴ ἀλλαχοῦ ἐγράφη. ὅτι δὲ καὶ σκαιαὶ πύλαι Τρωϊκαὶ καὶ Σκαιὸς κύριον, ἡ Ἰλιὰς δηλοῖ. Τὸ δὲ ὠθεῖν, οἰκεῖον ἐπὶ Νότου. ὥσπερ ἐπὶ Βορέου τὸ κυλίνδειν. καθὰ καὶ ἐν Ἰλιάδι ἐφάνη. Φαιστὸς δὲ, οὐ μόνον πόλις Κρήτης, ἀλλὰ καὶ ἀκρωτήριον Γόρτυνος. ἀπὸ μὲν τῶν ἄλλων μερῶν, κύμασι κλυζόμενον καὶ εἰ βραχεῖά τις φασὶν αὖρα γένηται. ἀπὸ δὲ μεσημβρίας, οὐ δόλως· καί τοι τοῦ Νότου μέγιστα ἐγείροντος κύματα. αἴτιον δὲ, τὸ κατὰ τοῦτο φασὶ τὸ μέρος προηκούσαις εἰς θάλασσαν πέτραις προσαράσσεται τὰ κύματα καὶ οὕτω λύεσθαι καὶ μὴ κυμαίνειν τὰ ἔξω. Εἰς δὲ τὸ, μικρὸς δὲ λίθος, γράφουσιν οἱ παλαιοὶ ὅτι τὸ κῦμα τοῦ Νότου ἐποίει ἂν τὴν Φαιστὸν ἀλίμενον εἰ μὴ προκείμενος ὁ λίθος ἐκώλυε μέγα κῦμα ἐντὸς γίνεσθαι καταγνυμένων τῶν κυμάτων περὶ αὐτόν. γράφεται δέ φασι, καὶ Μαλείου δὲ λίθος. Μάλειον γὰρ ὠνομάζετο τὸ πρὸ τοῦ λιμένος τῶν Φαιστίων ἀκρωτήριον. Ἀντιθέτου δὲ σχήματος τὸ, μικρὸς δὲ λίθος μέγα κῦμʼ ἀποέργει. ἐπεὶ καὶ ἀντίκειται ἀλλήλοις τὸ μικρὸν καὶ τὸ μέγα. Ὅτι δὲ ὁ ὡς εἴρηται μικρὸς λίθος ὁ κατὰ Φαιστὸν, τετελεσμένος ἦν πρός τινος Μαλέου. καὶ ὡς ἀνιερώθη Ποσειδῶνι πρὸς τὸ μὴ τὰ κύματα πελάζειν τῇ Φαιστῷ, ἐν τοῖς τοῦ Σουίδα κεῖται.
Ὅτι τὸ ἐπὶ Μενελάου ῥηθὲν, ὣς ὁ μὲν πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων ἠλᾶτο κατʼ ἀλλοθρόους ἀνθρώπους, παντὶ ἀγείροντι προσαρμόττει. εἰ δὲ πρόσκειται καὶ τὸ ξὺν νηυσὶν, οἷον, ἠλᾶτο ξὺν νηυσὶν, ἐμπορευομένῳ τινὶ ἐξ ἀλλοδαπῆς χώρας οἰκεῖος ὁ λόγος. Καὶ ὅρα τὸ ἀγείρων ἐξ οὗ ἀγύρτης ὡς καὶ προείρηται. Σημείωσαι δὲ ὅτι ἐκ τῶν τοῦ Μενελάου ἀγυρτικῶν τούτων κτημάτων ἅπερ ἐπὶ νεῶν πλέων ἔφερεν, ἔστιν εὑρεῖν τὴν τῶν ἐπίπλων ἐτυμολογίαν. ἔπιπλα γὰρ κατὰ Παυσανίαν, τὰ μὴ ἔγγαια κτήματα, ἀλλʼ ἡ κατʼ οἶκον κτῆσις ἡ δυναμένη πλεῦσαι. ὥσπερ δὴ καὶ παρὰ τῷ Μενελάῳ ἔπλεε τὰ τοιαῦτα. καὶ μὴν ἄλλως ἔπιπλα καθʼ ἑτέρους, ἐκ τῆς ἐπιπολῆς, τὰ οἱονεὶ ἐπιπολάζοντα ἐν τῷ προφαίνεσθαι.
Ὅτι καὶ πάλιν σεμνοῖς ὀνόμασι φράζων ὁ Νέστωρ τὰ κατὰ τὸν Αἴγισθον, φησί. τόφρα δὲ, ταῦτα ἐμήσατο οἴκοθι λυγρὰ, κτείνας Ἀτρείδην. οὐκ ἠθέλησε γὰρ ὁ γέρων ἄσεμνα εἰπεῖν, καί τοι τοῦ πράγματος ἐνδιδόντος ἀφορμάς. ὅς γε καὶ τὴν Κλυταιμνήστραν φρεσὶν ἀγαθαῖς εἶπε κεχρῆσθαι. ὅτε δὲ καὶ ἔκρινε κατειπεῖν τῶν τοιούτων, ἠρκέσθη τὸν μὲν Αἴγισθον, δολόμητιν καὶ ἄναλκιν εἰπὼν, στυγερὴν δὲ τὴν Κλυταιμνήστραν. Ὅτι ἑπτάετες ἤνασσε τῆς Μυκήνης Αἴγισθος. ἣν καὶ ἐνταῦθα, πολύχρυσον λέγει. τῷ δέ οἱ ὀγδοάτῳ, κακὸν ἤλυθε δῖος Ὀρέστης, ἂψ ἀπʼ Ἀθηνάων. κατὰ δʼ ἔκτανε καὶ ἑξῆς. Καὶ σημείωσαι ὡς ἐκ τῆς ἑρμηνείας τοῦ ἑπτάετες ὃ δηλοῖ τὸ ἐπὶ ἑπτὰ ἔτεσιν, ἔλαβεν ἀπὸ κοινοῦ τὸ ἔτει. εἰπὼν. τῷ δέ οἱ ὀγδοάτῳ. δηλαδὴ τῷ ὀγδόῳ ἔτει. οὕτω καὶ ἐν Ἰλιάδι εἰπὼν ἐννῆμαρ ὅ ἐστιν ἐπὶ ἐννέα ἡμέραις, ἐπάγει, τῇ δεκάτῃ δέ. ἡμέρᾳ δηλαδή. ἣν ἔλαβε κατὰ κοινοῦ ἐκ τῆς ἀναπτύξεως τοῦ ἐννῆμαρ. Τὸ δὲ ὀγδόατον, παραγωγὴν ἔπαθεν ὁποίαν τὸ τρίτατος, τέτρατος, ἑβδόματος. Τὸ δὲ ἂψ ἀπʼ Ἀθηνάων, τινὲς γράφουσιν ἂψ ἀπὸ Φωκήων, ὡς ἐκεῖ ὄντος παρὰ τῷ θείῳ Στροφίῳ τοῦ Ὀρέστου. θεραπεύουσι μέντοι καὶ τὸ ἀπʼ Ἀθηνῶν οἱ παλαιοί. λέγοντες ὡς ἀπὸ Φωκίδος εἰς Ἀθήνας κατὰ ζήτησιν σταλεὶς Ὀρέστης μαθήσεώς τε καὶ παιδεύσεως, ἐκεῖθεν κατελθὼν οἴκοι, ἐποίησεν ἅπερ ἐποίησεν. ἵνα εἶεν δύο καταγώγια τῷ Ὀρέστῃ Φωκὶς μὲν, ἐπὶ ἀναστροφῇ. Ἀθῆναι δὲ, ἐπὶ παιδείᾳ. Ὅτι καθʼ ἣν ἡμέραν Ὀρέστης δαίνυ τάφον Ἀργείοισιν ἤγουν ἐτέλει τὸ νεκρικὸν δεῖπνον ὡς ἐκτείνας Αἴγισθον καὶ τὴν μοιχαλίδα, αὐτῆμαρ ἦλθεν ἐκ πλάνης Μενέλαος πολλὰ κτήματʼ ἄγων, ὅσά οἱ νέες ἄχθος ἄειραν. Καὶ ὅρα ὅπως αὔξοι τῇ ἀοριστίᾳ τὸ τῶν κτημάτων πολυπληθές. οὐκ ἀρκεσθεὶς τῷ πολλὰ εἰπεῖν ἀλλὰ προσθεὶς καὶ τὸ, ἄχθος αὐτὰ εἶναι ταῖς ναυσίν. οὐκ ἔχει γὰρ ἐκθέσθαι ὡρισμένον ἀριθμόν. Ἐν τούτοις δὲ ἔστι νοῆσαι, ὡς ἑκὼν ἴσως ὁ Μενέλαος ἐπλανᾶτο ἐπὶ μακρὸν, ἀγείρων οὕτως ὡς προεῤῥέθη κτήματα. οὐ γὰρ πᾶσα πλάνη, κατὰ τὴν τοῦ Ὀδυσσέως ἀκουσία ἐστίν. εἴγε καὶ ληϊστῆρες πλανῶνται, πάντως ἑκόντες διὰ χρηματισμόν. Ἰστέον δὲ ὅτι τε τὸ τῆς νηὸς ἄχθος, φόρτος ἐλέχθη τοῖς ὕστερον, ὅθεν καὶ ναῦς φορτηγός. καὶ ὅτι ὁ αὐτὸς φόρτος, καὶ γόμος λέγεται, ὡς δηλοῖ καὶ Δημοσθένης ἐν τῷ, τὴν μὲν ναῦν εἰς Ῥόδον κατεκόμισε, καὶ τὸν γόμον ἐκεῖσε ἐξελόμενος ἀπέδοτο. καὶ ὅτι φόρτος μεταφορικῶς, καὶ ἡ ἐπί τινι πράγματι φορτικότης λέγεται. χρῆσις δὲ αὐτοῦ, παρὰ τῷ κωμικῷ. καὶ ὅτι ὡς ὁ βαρὺς λίθος ἀνδρὸς ἄχθος λέγεται ὅθεν σύνθετος ὁ ἐν τοῖς ἑξῆς που ἀνδραχθής. καί τις ἀνὴρ ἀεργὸς, γῆς ἐτώσιον ἄχθος. οὕτω καὶ νηὸς ἄχθος, ὁ ἐν αὐτῇ πολὺς γόμος. Τάφος δὲ νῦν ἡ ἐπὶ νεκρῷ δαὶς, οὐ διὰ τὴν ἔκπληξιν ἣν ὁ τῶν θαπτομένων ἔχει τάφος, ἀλλʼ ὅτι ἐπὶ τάφῳ ἢ ταφῇ ἀνθρώπου γίνεται. περὶ δὲ τούτου, σαφέστερον ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. καθὰ καὶ περὶ τοῦ, πόσα σημαινόμενα τάφου. πολλὰ γάρ τινα ἡ λέξις δηλοῖ. Ὅτι ὁ παραινούμενος μὴ ἐπὶ πολὺ τῶν οἰκείων ἀποδημεῖν ἵνα μὴ πρὸς τῶν ἐχθραινόντων ζημιοῖτο, ἀκούσοι ἂν πρὸς τοῦ παραινοῦντος τὸ, καὶ σὺ φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλʼ ἀλάλησο κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισι οὕτως ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσιν. ὅ ἐστι καταφάγωσι. καταδαπανήσωσιν. ἡ γὰρ κατα πρόθεσις, ἔμφασιν ἔχει δαπάνης πολλῆς. Ἰστέον δὲ ὅτι τὸ, καὶ σὺ φίλος, ἶσον ὂν τῷ, καὶ σὺ ὦ φίλε Ἀττικόν ἐστι. καὶ ὅτι ἀνὴρ Ἀττικὸς ἐρεῖ ἂν, καὶ σὺ φιλότης. οὐ γὰρ ἀεὶ πλῆθος ἡ φιλότης δηλοῖ, ἀλλά ποτε καὶ κατὰ ἑνός τινος ἡ τοιαύτη κεῖται λέξις. Σημείωσαι δὲ ὅτι κλητικὴ μὲν ἑνικὴ, οὐκ ἄν ποτε ἀντὶ εὐθείας ληφθείη. εὐθείαις δὲ ἀντὶ κλητικῶν κατακέχρηνται οἱ Ἀθηναῖοι. ὦ Αἴας λέγοντες ἀντὶ τοῦ ὦ Αἶαν. ὡς παρὰ τῷ Σοφοκλεῖ κεῖται. καὶ ὁ παῖς ὁ Ξανθίας παρὰ τῷ κωμικῷ, ἀντὶ τοῦ, ὦ παῖ καὶ ὦ Ξανθία.
Ὅτι λέξις ἐνταῦθα κεῖται φορτικὴ λόγῳ πεζῷ, τὸ, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς. ἔστι δὲ ἡ τῆς λέξεως σκευωρία, τοιαύτη. δεύω τὸ ὑγραίνω. δεύσω. δευσίη. καὶ κατὰ διάλυσιν καὶ ἔκτασιν τῆς ἀρχούσης, δηϋσίη. ὥσπερ εὔκομος ἠΰκομος. καὶ ταύγετον τηΰγετον ὄρος Ἀρκαδικόν, καὶ τροπῇ τοῦ δ εἰς τ, τηϋσίη. φιλεῖ δὲ τὸ δέλτα τοιαύτην τροπήν. ὡς δηλοῖ καὶ τὸ, χάρις χάριδος χάριτος. θέμις θέμιδος θέμιτος. καὶ πλεονασμῷ θέμιστος. καὶ οὐδέτερον οὐθέτερον. καὶ ἐξουδενῶ, ἐξουθενῶ. καὶ ἔστι λοιπὸν τηϋσίη ὁδὸς, ἡ ὑγρὰ κέλευθος, καὶ ἁλία. καὶ κατὰ μετάληψιν, ματαία. περὶ δὲ τοιαύτης μεταλήψεως, ἐν τῇ Ἰλιάδι γέγραπται. Ὅτι τὰ τῆς Ἀθηνᾶς συμβουλευόμενος καὶ ὁ Νέστωρ τῷ Τηλεμάχῳ, φησί. ἀλλʼ ἐς μὲν Μενέλαον, ἐγὼ κέλομαι καὶ ἄνωγα ἐλθεῖν. κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ ἐλθέμεν ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι ἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδʼ οἰωνοὶ αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε. ἐνταῦθα δέ φασιν οἱ παλαιοὶ ὡς οἱ μὲν πολλοὶ τῶν ἀνθρώπων μὴ ἔχοντες ὠφελῆσαι, κωλύουσι καὶ τὸ παρʼ ἄλλων μαθεῖν. ὁ δὲ Νέστωρ, οὐ τοιοῦτος. δεῖ γάρ φασι τὸν συνετὸν, ἄλλων ἄλλοις μαθημάτων παραχωρεῖν. οὗτος δέ φασιν ὁ τόπος, διὰ τὸν μεν σύνδεσμον ἀνέπεισε τὸν γραμματικὸν Ζηνόδοτον ἐν τῇ α ῥαψῳδίᾳ, γράψαι ὡς καὶ προεδηλώθη, πέμψω δʼ ἐς Κρήτην τε καὶ ἐς Πύλον. καὶ πρῶτα μὲν ἐς Πύλον ἐλθὲ, κεῖθεν δʼ ἐς Κρήτην παρʼ Ἰδομενῆα ἄνακτα. ὃς γὰρ δεύτατος ἦλθεν. οἴεται γὰρ ὁ Ζηνόδοτος, κατὰ τὸ σιωπώμενον ἀκηκοέναι τὸν Νέστορα παρὰ τοῦ Τηλεμάχου ὅτι καὶ ἀλλαχόσε παρεσκεύασται πλεύσειν, οἷον, καὶ ἐς Κρήτην, ὅθεν ἐκείνου μὲν τοῦ πλοῦ, ἀποτρέπει. μάλιστα δὲ προτρέπει ἐλθεῖν εἰς τὸν Μενέλαον. ὃς νέον ἐλθὼν, δεύτατος ἦλθεν ὡς προδεδήλωται. ἵνα λέγῃ ὁ Νέστωρ, ὅτι ἐς μὲν Μενέλαον κέλομαι ἀπελθεῖν, εἰς Κρήτην δὲ οὔ. εἰ δὲ τοῦτο καλῶς ὑπενόησεν ὁ Ζηνόδοτος, εἴη ἂν ὁ Νέστωρ τῆς μυθικῆς Ἀθηνᾶς συνετώτερος. Ὅρα δʼ ἐν τούτοις ἐν τῷ, ἐγὼ κέλομαι καὶ ἄνωγα. τὸ μὲν ἐγὼ, ἐπικριτικῶς λεχθὲν ἀξιωματικώτερον. τὸ δὲ κέλομαι καὶ ἄνωγα, παραλληλίαν ταυτολογικὴν ἔχοντα κατά τι καὶ αὐτὰ ἀξίωμα. Τὸ δὲ ἀποσφήλωσιν ἄελλαι, ἀντὶ τοῦ ἀποπλανήσωσιν ὁδοῦ. εἴωθε γὰρ τὸ σφάλλειν ἐμπόδιον ὁδοῦ σημαίνειν. οὗ διόρθωσις, τὸ ἀνασφάλλειν. Τὸ δὲ αὐτόετες, ἀντὶ τοῦ διʼ ὅλου ἔτους. ἐν ὑπερβολῇ δὲ ὁ λόγος, διὰ τὸ τοῦ πελάγους ἀχανές. ἀληθῶς γὰρ οὐκ ἀπέραντον ἐκεῖνο, εἴγε κατὰ τὸν ποιητὴν δυνατὸν ἀπὸ Κρήτης πεμπταίους τινὰς Αἴγυπτον ἱκέσθαι. ἔοικεν οὖν τὸ ἀδυνάτως, οὕτως λεχθὲν, ἐπὶ ἐκπλήξει τοῦ μείρακος λεχθῆναι. πῶς γὰρ διʼ ὅλου ἔτους οἰωνὸς ἐξαρκέσει πετόμενος ἄπαυστα ὡς ἂν ἐξ ἄκρου εἰς ἄκρον ἵκηται. οἱ δὲ παλαιοὶ, φασὶ καὶ ὅτι τῇ ταχυτῆτι τοῦ οἰωνοῦ προσέθετο μῆκος χρόνου ὁ Νέστωρ, ὑπὲρ τοῦ ἐμφῆναι τὸ πολὺ τοῦ πελάγους διάστημα. τοῦτο δὲ ποιεῖ, διὰ τὸ ἀκμήν φασι ξενικὰ τὰ χωρία ταῦτα εἶναι τοῖς Ἕλλησιν. Ἰστέον δὲ ὅτι ἔσται πιθανὸς καὶ δυνατὸς ὁ ῥηθεὶς λόγος, εἰ τοιαύτην ἔχει ἔννοιαν. ὅτι οὐκ ἄν τις παρατηρῶν διʼ ὅλου ἔτους, ἴδοι ἂν οἰωνὸν διὰ τοῦ τοιούτου πελάγους πετόμενον, διά τε τὸ μέγα, καὶ μάλιστα διὰ τὸ δεινόν. ὡς εἶναί πως τῷ τοιούτῳ λόγῳ, καὶ τὴν θάλασσαν ταύτην ἄορνον. Ὅτι ἐμφαίνει ἐνταῦθα ὁ ποιητὴς ἐν τῷ, ἀλλʼ ἴθι νῦν σὺν νηῒ εἰ δὲ θέλεις πεζὸς μετὰ δίφρου καὶ ἵππων, ὡς ἠδύνατο μὲν καὶ εἰς Σπάρτην διὰ θαλάσσης πλάσαι ἀπελθεῖν τὸν Τηλέμαχον. ἐπελέξατο δὲ τὸ διὰ ξηρᾶς, χάριν ποικιλίας καὶ ἐξαλλαγῆς ῥητορικῆς. καὶ ἵνα τι καὶ τοπογραφήσῃ. ἔχει δὲ ταῦτα καὶ προαναφώνησιν τῶν ἐφεξῆς. Ὅτι ἑσπέραν φράζει τό, ἠέλιος δʼ ἂρ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε. συντομώτερον δὲ μετʼ ὀλίγα τὸ, ἤδη γὰρ φάος οἴχεθʼ ὑπὸ ζόφον. πλατύτερον δὲ τὸ, δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί. Ὅτι ἐν τῷ, ἀλλʼ ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον, ἔθος παλαιὸν δηλοῖ ὁ ποιητής. μέλλοντες γὰρ κοιμηθῆναι μετὰ θυσίαν οἱ παλαιοὶ, ἔθυον τὰς τῶν ἱερείων γλώσσας κατὰ ἔθος Ἰώνων ἢ Ἀττικῶν, βάλλοντες ἐν πυρί. ἀπένεμον δὲ αὐτὰς ὁσιοῦντες θεοῖς, ἢ τῶν δυσφημιῶν καθαίροντες ἑαυτούς. ἢ ὅτι κράτιστον τῶν μελῶν ἡ γλῶσσα. ἢ καὶ ὅτι τὰ ῥηθέντα, θεοῖς ἀνετίθεσαν ὡς ἐπιμαρτύρων αὐτῶν λαληθέντα. ἀμέλει καὶ κατὰ τὸ οὖς τῶν ἐκπωμάτων ἔσπενδον, τὴν θείαν οἰωνιζόμενοι ἀκοήν. ἢ καὶ διότι χρὴ τὰ ἐν συμποσίῳ σιγᾶν. ὅθεν καὶ παροιμία, μισῶ μνάμονα συμπόταν. ὅ ἐστι τὸν τὰ ἄξια σιγῆς ἐν μνήμῃ ἔχοντα καὶ ἐκκαλύπτοντα. ἄλλως γὰρ, ἐπαινετέος ὁ τῶν ἀξίων σπουδῆς μεμνημένος συμπότης. καὶ ἀντὶ τῆς χθιζῆς ἑωλοκρασίας, σπουδαίους λόγους ἐξερευγόμενος οὓς χθὲς τὸ συμπόσιον εἶχε τῷ κρατῆρι συμμεμιγμένους. καὶ ἑτέρως δὲ γλῶσσαι θύονται, ἵνα φυλάττοιτο τῇ γλώσσῃ ἐκεῖθεν μόνον τὸ κατʼ αὐτὴν καλλιστεῖον, καὶ μὴ ἔχοι κατʼ αὐτῆς ὡς ἐπαμφοτεριζούσης, αὐχεῖν ὁ ἐπικρίνας αὐτὴν δύναμιν εἶναι, διὰ τὸ ἐν πολλοῖς τῶν ἀνθρώπων ἀμφοτερόγλωσσον. ἦν δὲ ἐκεῖνος, ὁ ζητηθεὶς τὸ ἐν τοῖς ἱερείοις κάλλιστον καὶ ἀποστείλας γλῶσσαν. εἶτα προσεπιζητηθεὶς τὸ ἐν τοῖς ἱερευομένοις κάκιστον, καὶ πάλιν ἐκπέμψας γλῶσσαν. ὅπερ αἴνιγμα ἦν, τοῦ, πολλοὺς τῇ γλώσσῃ καὶ ὠφελεῖν καλλιστεύοντας, καὶ βλάπτειν δὲ κακύνοντας. ὃ δὴ ἔργον διαβολῆς. δίστομον γὰρ οἷόν τι ξίφος ἡ γλῶσσα. δύναμιν καὶ αὐτὴ τῶν ἐναντίων ἔχουσα, τοῦ τε κακύνειν δηλαδὴ καὶ τοῦ ἐπωφελεῖν. καὶ ἄλλως δὲ τὰς γλώσσας ὡσίουν θεοῖς πρὸς ἑσπέραν, ὡς ἤδη σιγήσοντες, καὶ τὴν γλῶσσαν ἀπόθετον φυλάξοντες. διὸ καὶ Ἑρμῇ αὐτὰς ἀνετίθουν ὡς λόγου δοτῆρι. ἴσως δὲ, καὶ διότι πάσης καθά τις ἔφη λογοδιαῤῥοίας ἀπηλλάγησαν, τραπεζοῤῥήτορες ὄντες, ὡς τὰ πολλὰ συμπίπτει τοῖς συμποσιάζουσιν. Ὅτι δὲ καὶ δίχα γλωσσῶν Ἑρμῇ πυμάτῳ σπένδεσκον οἱ Ἀχαιοὶ ὅτε μνησαίατο κοίτου, δηλοῖ καὶ αὐτὸ Ὅμηρος. καὶ ἴσως τοιούτου καιροῦ ἦν καὶ ὁ παρὰ τοῖς ὕστερον πότιμος Ἑρμῆς περὶ οὗ ἱστορῶν ὁ δειπνοσοφιστὴς, λέγει ὅτι ἑρμῆς, εἶδος πόσεως παρὰ Στράτιδι. ὡς δὲ ἡ ἐπὶ Διονυσίῳ σπονδὴ ἶσον ἴσῳ κεκραμένον οἶνον ὕδατι κατὰ τὸν κωμικὸν εἶχεν, ἑτέρωθι δεδήλωται. ἑτεροία πάντως οὖσα παρὰ τὰς καθʼ Ὅμηρον εἰπεῖν, ἀκρήτους ἤγουν ἀκράτους. εἰ δὲ πρὸς τὰς τοιαύτας, διάφοροί τινες ἦσαν αἱ κατʼ Αἰσχύλου σπονδαὶ χαλίκρητοι, ζητητέον. τοιαῦται δὲ, αἱ ἐπὶ Διονυσίῳ κραθεῖσαι. χάλις γάρ φασιν, ὁ Διονύσιος. ἐξ ἐκείνου δὲ, καὶ ὁ ἄκρατος οἶνος. ὅθεν καὶ χαλιμὰς γυνὴ κατὰ τοὺς παλαιοὺς, ἡ ὑπὸ μέθης χαλωμένη τὸ σῶμα. καὶ ταῦτα μὲν οὕτω. Γλώττης δὲ, οὐ μόνον τὸ καταγλωττίζεσθαι παράγωγον, ἀλλὰ καὶ ὁ ἐγγλωτογάστωρ, ἤγουν ἀπὸ γλώσσης διατρεφόμενος, πρός τινα ὁμοιότητα τοῦ ἐγχειρογάστορος. ἔτι δὲ καὶ ὁ γλώσσασπις. ἤτοι ὁ τῇ γλώσσῃ ὁποίᾳ καί τινι προβολῇ χρώμενος διὰ τὸ στωμύλλεσθαι ἀναιδέστερον. ὁ δʼ αὐτός φασι, καὶ κρότημα ἐλέγετο. καὶ κρόταλον. καὶ δοῖδυξ. καὶ τορύνη. καὶ βορβοροτάραξις. καὶ πολυκυλίνδητος. καὶ τρύπανον. ὅπερ ἐμφαίνει καὶ Ἀριστοφάνης ὅπου τρύμην θηλυκῷ γένει τὸν τοιοῦτον ἄνδρα ἔφη. Σημείωσαι δʼ ἐν τούτοις, ὅτι τε τὸ τρύπανον, καὶ κίναιδον σκώπτει ἐν τῷ, τρύπανον αἰπολικὸν, ὃ παρὰ Καλλιμάχῳ κεῖται. καὶ ὅτι οὐ μόνον κυλίνδω βαρυτόνως καθʼ Ὅμηρον ὡς πολλαχοῦ φαίνεται, ἀλλὰ καὶ περισπωμένως κυλινδῶ κυλινδήσω. ὅθεν ὁ ὡς ἐῤῥέθη πολυκυλίνδητος. Ὅτι δὲ ἐκ τῆς ζωϊκῆς γλώσσης μετηνέχθησαν καὶ αἱ κατὰ τοὺς αὐλοὺς γλῶσσαι, καθωμίληται. ἐπὶ τούτοις, πάλιν ἰστέον ὅτι ὡσιοῦντο γλῶσσαι, καὶ ἵνα φήμας ἀκούωσιν ἀγαθὰς αἷς λαλουμέναις ἡ γλῶσσα καθυπουργεῖ. Ἑρμῇ δὲ αὐτὰς ἔθυον, ὡς τοῦ λέγειν ἐφόρῳ. διὸ καὶ ὁ κωμικὸς δύσφημά τινα τοῦ Ἑρμοῦ εἰπόντος, ἐξονειδίζει λέγων. ἡ γλῶσσα, τῷ κήρυκι τούτων γίνεται. ὅπερ ὅμοιόν ἐστι τῷ, εἰς μάτην αἱ γλῶτται θύονται τῷ τὰ τοιαῦτα κηρύσσοντι. ἐν δὲ παλαιῷ ὑπομνηματισμῷ φέρεται καὶ συμβολικῶς εἰρῆσθαι τὸ, ἀλλʼ ἄγε τάμνετε μὴν γλώσσας. ἵνα λέγῃ, ἀλλʼ ἄγε σιγῶμεν πεισθέντες νυκτί. εὔηθες γάρ φασι τὸ λέγειν, σύντεμε τοὺς λόγους. ὅθεν διὰ τοῦ ἐθίμως τέμνειν γλώσσας, ᾐνίξατο καὶ αὐτό. λέγει δὲ καὶ τὸ σχόλιον ἐκεῖνο, καὶ ὡς ἐπὶ μόνης τῆς Νέστορος θυσίας εἴρηκεν ὁ ποιητὴς τὸ ἔθιμον. καὶ ὅτι Ἀττικὸν τὸ ἔθος, λαβὸν τὴν ἀρχὴν ἐντεῦθεν. ὁ δὲ δειπνοσοφιστὴς εἰπὼν ὅτι αἱ γλῶσσαι νέμονται τῷ Ἑρμῆ διὰ τὴν ἑρμηνείαν, καὶ ὅτι ἔσπενδον οἱ παλαιοὶ ἀπὸ τῶν δείπνων ἀναλύοντες, προσιστορεῖ καὶ ὅτι τὰς τοιαύτας σπονδὰς ἐποιοῦντο Ἑρμῇ, καὶ οὐχʼ ὡς ὕστερον, Διὶ τελείῳ. δοκεῖ γὰρ Ἑρμῆς ὕπνου προστάτης εἶναι. Ἔτι ἰστέον καὶ ὅτι ἔχει τις ποτὲ ἀστεϊζόμενος ἐπιτραπέζια, εἰπεῖν, τὸ, ἀλλʼ ἄγε τάμνετε μὲν γλώσσας κεράασθε δὲ οἶνον, καὶ ὅτε τυχὸν γλῶσσαι ταριχευταὶ κελεύονται παρατίθεσθαι. Τάμνετε δὲ γλώσσας, ἀντὶ τοῦ θύετε. Ἰώνων δὲ ἡ λέξις ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσεν. Ὅτι δὲ καὶ ἐκαίοντο αἱ ῥηθεῖσαι γλῶσσαι μετὰ σπονδῆς δηλοῖ τὸ, γλώσσας δʼ ἐν πυρὶ βάλλον ὅ ἐστιν ἐτίθουν. ἀνιστάμενοι δʼ ἐπέλειβον. ὡς δʼ ἡ ζωϊκὴ γλῶσσα καὶ μάλιστα ἡ κατʼ ἄνθρωπον, ἀπομερίζει ἑαυτῆς τὴν κατὰ διάλεκτον ὡς τὸ, γλῶσσʼ ἐμέμικτο, δηλοῖ καὶ ὁ γράψας ἐν τῷ περὶ τῶν πέντε διαλέκτων, ὅτι γλῶσσα ἐστὶν, ἰδίωμα διαλέκτου. τὰ δὲ ἐκ τῆς γλώττης οἷον ἡ γλωσσαλγία. τὸ καταγλώττισμα. αἱ τῶν αὐλῶν γλῶτται. ὁ ἐγγλωττογάστωρ. καὶ τἄλλα, εἰς κοινὴν χρῆσιν τετρίφαται. Ὅτι δὲ λείβειν, ταυτόν ἐστι τῷ σπένδειν, δηλοῖ ἐπαγαγὼν εὐθὺς τὸ, αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός. τοῦτο δὲ, καὶ πόσεώς ἐστιν αὐτάρκους δηλωτικόν. δῆλον δὲ πολλαχόθεν, ὡς ταυτόν ἐστι, λείβειν καὶ εἴβειν. καὶ ὡς Ἰώνων καὶ Αἰολέων ἐστὶ τὸ εἴβειν ἐκ τοῦ λείβειν. καθὰ καὶ τὸ αἰψηρὸς ἐκ τοῦ λαιψηρός. καὶ ὡς ἐκ τοῦ λείβειν μὲν, λείβηθρα τόπος ὕδασι κατάῤῥυτος χρηστοῖς. οὗ ἐθνικὸν οἱ λειβήθριοι. ἐκ δὲ τοῦ εἴβειν, εἴβιμος ὁ στάζων. καθὰ καὶ ἐκ τοῦ ἀμείβειν, θηλυκὸν ἡ ἀμειβώ. ἑτεροιουμένη πρὸς τὴν ἀμοιβὴν καὶ τὰ κατʼ αὐτὴν ὅσα τὴν οι δίφθογγον ἔχουσιν. Ἰστέον δὲ ὅτι καὶ δίχα τῆς ἐπὶ ταῖς γλώσσαις σπονδῆς καὶ πόσεως, ἦν τι ποτήριον ὡς ἱστορεῖ Αἴλιος Διονύσιος, ἀγαθοῦ δαίμονος λεγόμενον, τὸ μετὰ ἄρσιν τραπεζῶν προσφερόμενον. καὶ ἄλλως δὲ ἦν φασὶν ἀγαθὸς δαίμων, ᾧ μετὰ ἄρσιν τραπεζῶν ἔπινον. Ὅτι παρακέλευσμα εἰς ὕπνον τὸ, κοίτοιο μεδώμεθα, τοῖο γὰρ ὥρη. δηλοῖ δὲ ὁ κοῖτος μὲν τὴν κοίτην. αὐτὴ δὲ, τὴν ἀνάκλισιν διʼ ἧς ὕπνος περιγίνεται. Ὅτι ἐν τῷ, οὐ δὲ ἔοικε δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἤγουν οὐ χρὴ ἐπὶ μακρὸν ἐν θυσίᾳ καθῆσθαι καὶ διατρίβειν τὸ συμπόσιον, αἴτιον τοῦ λόγου, εὐλάβεια μὴ καὶ εἰς κακόν τι ἐξενεχθῶσιν οἱ πίνοντες μεθυσθέντες καὶ τὴν θυσίαν αἰσχύναντες. ἐν μὲν γὰρ ἑορταῖς εἴθισταί φασι καταπαννυχίζειν. ἐν δὲ θυσίαις, οὐχʼ ἥρμοσε διατρίβειν νύκτωρ πίνοντας, μὴ τοῦ πότου προκόπτοντος συμβῇ τι ἄτοπον. λέγεται δὲ καὶ ὅτι τοῖς ἐπουρανίοις μεθʼ ἡμέραν ἔθυον. διὸ τὰς δειλινὰς θυσίας οἱ μάντεις παραιτούμενοι, ἀνίσχοντος ἡλίου ἐπετέλουν αὐτάς. Ἀθήναιος δὲ γοργῶς εἰπὼν ὡς καὶ νῦν δὲ νόμος ἔκ τινων θυσιῶν πρὸ ἡλίου δύνοντος ἀπιέναι, λέγει καὶ ὅτι διδάσκει ἡμᾶς Ὅμηρος, δεῖν τοὺς κεκλημένους ἐφʼ ἑστίασιν, παρακαλεῖν τοὺς κεκληγότας ἀπανίστασθαι, ὡς Τηλέμαχος ποιεῖ πρὸς Μενέλαον. καὶ Ἀθηνᾶ προσποιουμένη Μέντωρ εἶναι πρὸς Νέστορα. εἰσηγουμένη γνωμικῶς, ὡς ἐν θεῶν ἑορταῖς οὐχʼ ὅσιον πλέον χρόνον παραμένειν. Ὅτι καὶ ἐνταῦθα τὸ, καθαπτόμενος ἐπέεσσιν, ἀντὶ τοῦ φιλοφρονούμενος. ὅπερ ἐντελέστερον ἔχει ἐν τῷ, μαλακοῖς καθαπτόμενος ἐπέεσσιν. Ὅτι τὸ, θεὸς τό γʼ ἀλεξήσειεν, ὅμοιόν ἔστι τῷ, μὴ γένοιτο. ὅπερ ἐν ἄλλοις ἐρεῖ, μὴ τοῦτο θεὸς τελέσῃ. Σημείωσαι δὲ ὅτι ὁ Νέστωρ ἐνταῦθα εἰπὼν, Ζεὺς τό γʼ ἀλεξήσειε καὶ ἑξῆς, ἐνστατικῶς ἀπείπατο, ἐάσαι τὸν Τηλέμαχον εἰς τὴν νῆα ἐλθεῖν. Ὁμήρου καὶ τοῦτο καταστήσαντος εὐμεθόδως εἰς τὸ καὶ πιθανὸν καὶ ἔνδοξον. οὔτε γὰρ ἐχρῆν τοὺς βασιλικοὺς παῖδας ἐάσαι κοιμηθῆναι ἐπὶ τῶν τῆς νηὸς ἰκρίων ὡς αὐτὸς ἐρεῖ, ἀλλὰ μαλακὰς εὐνὰς ὑποστρῶσαι εἰς πλούτου ἐπίδειξιν. καὶ τὸν τῆς Ἀθηνᾶς δὲ τεράστιον ἀφανισμὸν ἐν σχήματι φήνης, ἔδει οὐκ ἐν ἀπανθρώπῳ γενέσθαι τόπῳ, ἀλλʼ ἐπὶ πολλῶν καὶ ἀξιολόγων ἀνδρῶν. οἳ καὶ θαμβήσουσι καὶ ὕλην ἀξίαν λόγου τῷ ποιητῇ δώσουσι. Τὸ δὲ Ζεὺς τό γʼ ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, οὕτω γὰρ ἡ Ὁμηρικὴ φράσις ἔχει, ἀρχήν τινα ὑποβάλλει τοῦ ἀλεξίκακον τὸ θεῖον λέγεσθαι. Ὅτι ἀνείμονος ἠὲ πενιχροῦ εἰπὼν εἶτα ἑρμηνεύων τὰς λέξεις, φησίν. ᾧ οὔτε χλαῖναι καὶ ῥήγεα πόλλʼ ἐνὶ οἴκῳ, οὔτʼ αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν. Καὶ ἔστι ταῦτα ὁρισμὸς ἀνείμονος καὶ πενιχροῦ. τοιοῦτος γὰρ πάντως ὁ μὴ ἔχων χλαίνας καὶ ῥήγεα πολλὰ, ὡς αὐτόν τε καὶ τοὺς ξεναγωγουμένους, μαλακῶς ἐγκοιμᾶσθαι. τούτων μέντοι τὸ ἀνάπαλιν δηλοῖ ὁ Νέστωρ ἐν τῷ, αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά. Ῥῆγος δὲ, τὸ βαπτὸν ἱμάτιον ἢ ὕφασμα. ἢ καὶ ἄλλως ῥήγεα, τὰ περιστρώματα καὶ πάντα τὰ βαπτὰ, παρὰ τὸ ῥῆξαι ὅ ἐστι βάψαι κατὰ γλῶσσαν ὥς φασιν οἱ παλαιοί. Τὸ δὲ μαλακῶς ἐνεύδειν, ἑτεροῖόν ἐστι τοῦ ἐπὶ στιβάδος εὕδειν. ἐκείνη γὰρ ὡς τὰ πολλὰ οὐ μαλακή. Ἰστέον δὲ, ὡς εἰ καὶ ὁ Νέστωρ αὐχεῖ χλαίνας ἔχειν καὶ ῥήγεα καὶ λοιπά τινα τοιαῦτα, ὅπερ εἰκὸς καὶ ἄλλοις εἶναι εἰπεῖν τῶν κατʼ αὐτὸν ἡρώων, ἀλλὰ Τελλίας ὁ Ἀκραγαντῖνος, πολλῷ τῶν τοιούτων ἁπάντων ὑπερφέρει. ὅς φασι φιλόξενος ὢν, πεντακοσίοις ἱππεῦσι καταλύσασιν ὡς αὐτὸν χειμῶνος ὥρᾳ, ἔδωκεν ἑκάστῳ χιτῶνα καὶ ἱμάτιον. Καὶ σημείωσαι κἀνταῦθα ὡς ἔστι διαφορὰ χιτῶνος καὶ ἱματίου. ἔτι ἰστέον ὡς εἰ καὶ ὁ Τελλίας οὕτως ἦν ὡς εἴρηται πολυτελὴς, ἀλλὰ οἱ παλαιοί φασι στρωμνὰς εἰδέναι διαπρεπούσας, τὴν Ἀρήτην καὶ τὸν Νέστορα. ἱστοροῦντες, καὶ ὡς εὐφόρει καὶ Κόρινθος περὶ τὰ στρώμματα. οἷς σύστοιχόν ἐστι καὶ τὸ ὄνομα τοῦ στρώτου. ὃς πάλαι μέν ποτε ἁπλούστερον διέκειτο εἴ τε ἀνὴρ ἦν εἴ τε γυνή. παρὰ δὲ τοῖς ὕστερον, πάνυ ἐσπούδαστο. πρῶτοι δέ φασι Πέρσαι στρώτας ἐφεῦρον ἵνα κόσμον ἔχῃ ἡ στρῶσις καὶ εὐάφειαν. καὶ τοῦτο δῆλον ἐκ πολλῶν ἱστοριῶν. χωρίζεται δέ φασιν ἡ τῶν στρωμάτων σύνθεσις, περιβολῇ καὶ ὑποβολῇ. ἤγουν τοῖς ὑποστρώμασιν ἃ ὑποβάλλονται, καὶ τοῖς ἐπικειμένοις σκεπάσμασιν. Ὅτι ἴκρια νῦν μὲν, καταστρώματα νηός. ταυτόν δʼ εἰπεῖν σανιδώματα, ὡς δηλοῖ τὸ, νηὸς ἐπʼ ἰκριόφιν καταλέξεται. λέγονται δὲ ἴκρια, καὶ τὰ ἐγκοίλια τῆς νηός. καὶ τοῦ καταστρώματος δὲ τὸ ἐν τῇ πρύμνῃ μέρος, ἔνθα ὁ τοῦ κυβερνήτου τόπος. καὶ ὁ ἱστὸς δὲ τῆς νηός. ὅθεν τὸ κέρας ἐπίκριον. δῆλον δὲ, ὡς οἱ ναυτικοὶ ἐπὶ τῶν ῥηθέντων καταστρωμάτων κοιμῶνται. Ἰστέον δὲ ὅτι ἴκρια προπαροξυτόνως ἐλέγοντο καὶ τὰ ἐν τῇ ἀγορᾷ ἀφʼ ὧν ἐθεῶντο τὸ παλαιὸν τοὺς Διονυσιακοὺς ἀγῶνας πρινὴ σκευασθῆναι τὸ ἐν Διονύσου θέατρον. ὅτι δὲ τὰ τοιαῦτα θέατρα θάλασσα κοίλη ἐλέγοντο, Παυσανίας δηλοῖ. Ὅτι Ἀττικὸν τὸ, ξείνους ξενίζειν, ὅς τις ἐμὰ δώμαθʼ ἵκηται. ὡς μετʼ ὀλίγα τὸ, κρητῆρα ἐκέρασε καὶ κρητῆρα κεράσατο. καὶ ὅλως ἡ συνεκφώνησις τοῦ ῥήματος καὶ τοῦ ἐξ αὐτοῦ γινομένου ὀνόματος. Τὸ δὲ ὅς τις ἵκηται, ἀσφαλῶς ἐπῆκται. οὐ γάρ ἐστι πάντας ξενίζειν ἀνθρώπους, ἀλλʼ ἀγαπητὸν εἰ καὶ ὃς ἂν ἵκηται. Ὅτι ἔπαινος εὖ εἰπόντος γέροντος τὸ, εὖ δὴ ταῦτά γʼ ἔφησθα γέρον φίλε. Ὁ δὲ παρακαλῶν εἰς πειθὼ, εἴποι ἂν ὡς ἔοικε πείθεσθαι, ἐπεὶ κάλλιον οὕτως. Ὅτι τῷ Τηλεμάχῳ φιλότητι νεώτεροι ἄνδρες ἕπονται. πάντες ὁμηλικίῃ μεγαθύμου. Τηλεμάχοιο, ἧλιξ γάρ φασιν ἥλικα τέρπει. καὶ τοῦτό ἐστι τὸ ἐξαρτύσαν τὸν πλοῦν τῷ Τηλεμάχῳ, ἡ τῶν ἡλικιωτῶν ὡς καὶ προεδηλώθη φιλία. ἦσαν δὲ ἂν αὐτοὶ οὐδὲν, εἰ μὴ καὶ ὁ γέρων Μέντωρ ἐφείπετο, ὁ εἰπὼν ἐνταῦθα ὅτι οἶος μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι. ὃς τὴν ἐεικόσορον κατεκέρασεν εἰς φρόνησιν, εἷς αὐτὸς τοῖς εἴκοσιν ἀναμιγεὶς κατὰ τὸ ἐν τοῖς ἐφεξῆς κράμα τοῦ Μαρωνείτου οἴνου. ὃ ἑνὶ μέτρῳ, εἴκοσιν ἀνὰ ὕδατος μέτρα ἐκίρνα. Ὅτι εἰς Καύκωνας τοὺς Πελοποννησίους δηλαδὴ, πλάττεται νῦν ἀπελεύσεσθαι ἡ τοῦ μύθου Ἀθηνᾶ, οὓς καὶ μεγαθύμους καλεῖ. ἔνθα χρεῖός μοι, φησὶν, ὀφέλλεται οὔτι νέον γε οὐδʼ ὀλίγον, ἵνα δηλαδὴ ἀμελήσω τούτου ὡς ἢ ἔναγχος ἐκδανεισθέντος ἢ ὀλίγου ὄντος. Τὸ δὲ ὀφέλλεται, ἁπλούστερον μὲν, νοεῖται ἀντὶ τοῦ ὀφείλεται, ἔτι δὲ νοῆσαι, καὶ ἀντὶ τοῦ αὔξεται, ὅ πέρ ἐστι τοῦ τόκου ἀφορμή. πάντως γὰρ τὸ χρέος ὀφελλόμενον ἐγκυμονεῖ ὥσπερ τὸν ἐσύστερον τόκον. τοῦ δὲ ὀφέλλειν ἔστι καὶ ὄνομα παρὰ τῷ Ὀππιανῷ, τὸ, ὀφέλλιμος. ὅ τινες ὀφέλσιμος ἔγραψαν Αἰολικώτερον. ἕτεροι δὲ περὶ Καυκώνων φασὶν, ὅτι ἀπὸ Καύκωνος τοῦ Ἀρκάδος ἐκλήθησαν, οὗ μνῆμα ἦν ἐν τῇ Λεπρεατικῇ, κείμενοι ἐν τῇ Τριφυλίᾳ μεταξὺ Ἠλείας καὶ Πύλου. ὁ δὲ γεωγράφος εἰπὼν ὅτι τὸ τῶν Καυκώνων γένος ἐξέφθαρται νῦν πάντοθεν τελέως, προσιστορεῖ καὶ ὅτι ποταμός ἐστιν ἐν Δυμαίᾳ Καύκων λεγόμενος θηλυκῶς, ἀφʼ οὗ οἱ Καύκωνες. πλάνητες τὸ ἔθνος τοῦτο καθὰ καὶ τὸ Πελασγικὸν φῦλον. ἔτι δὲ καὶ τὸ τῶν οὕτω κληθέντων Λελέγων, διὰ τὸ συλλέκτους εἶναι φασὶ καὶ μιγάδας. ἢ ἀπὸ Λέλεγος, οὗ θυγατριδοῦς ὁ Τηλεβόας, ᾧ παῖδες εἰκοσιδύο γενέσθαι λέγονται. Ὅτι δὲ πλάνητες καὶ οἱ Καύκωνες, δῆλον. καὶ ὅτι οὐ μόνον Ἀρκαδικοὶ οὗτοι Καύκωνες, ἀλλὰ καὶ ἐκ Παφλαγωνίας, Τρώων σύμμαχοι, ὅμοροι Μαριανδινοῖς, ἐφεξῆς τῇ ἐκεῖ παραλίᾳ μέχρι παρθενίου ποταμοῦ. καὶ τῶν τοιούτων Καυκώνων, ἔστι πόλις τὸ Τήϊον. Οὐκ ἐθέλει δέ φασιν ἡ Ἀθηνᾶ συναφικέσθαι τῷ Τηλεμάχῳ εἰς Σπάρτην, διότι γάμους ἐτέλει ὁ Μενέλαος τοῦ υἱοῦ καὶ τῆς θυγατρός. ἀλλοτρία δέ φασι τούτων ἡ Ἀθηνᾶ. Ὅτι ἔπαινος ἵππων τὸ, ἵππους οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι. Ὅτι ἀετώδης ἡ φήνη ὡς δηλώσει ἐν τοῖς ἑξῆς που καὶ ὁ ποιητὴς ἐν τῷ, οἰωνοὶ φῆναι αἰγυπιοὶ γαμψώνυχες. ἀετοῦ γὰρ εἶδος οἱ αἰγυπιοί. ταύτῃ τὴν Ἀθηνᾶν ὁ ποιητὴς εἰκάζει ὅτε ἀπέβη ἐκ τῆς Πύλου. καὶ ἔστι σεμνότερον τοῦτο τοῦ, ὄρνις δʼ ὣς ἀνόπαια διέπτατο. φήνη γὰρ παρὰ τὸ φαίνειν ἔοικε παρῆχθαι. φωσφόρος δὲ ἡ Ἀθηνᾶ. ὅτι δὲ καὶ φιλότεκνον ἡ φήνη, δηλοῦσιν οἱ παλαιοί. Ὅτι ἐκπλήξεως παραστατικὸν τὸ, θάμβος δʼ ἕλε πάντας. θαύμαζεν δʼ ὁ γεραιὸς ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν. ἔστι δὲ καὶ μέχρι νῦν λέγειν πρὸς τὸν αἴφνης ἀσυντάκτως ὑποχωροῦντα, ὡς οὐχʼ οὕτως ἡ Ὁμηρικὴ Ἀθηνᾶ φήνης ἀναλαβοῦσα πτερὰ ἐξ ὀφθαλμῶν ᾤχετο, ὡς σὺ σεαυτὸν ἠφάνισας ἐξ ἡμῶν. Ὅτι τὸ, ἆ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι εἰ δή τοι νέῳ ὧδε θεὸς πομπὸς ἕπεται, θεοφιλεῖ ἀνδρὶ ἐπιλεχθήσεται παρῳδηθέν. τὸ μέντοι Ὁμηρικὸν, θεοὶ πομπῆες ἕπονται. λέγει γὰρ Ἰωνικῶς πομπεὺς, ὁ πομπός. ὥσπερ ὁ Αἰθίοψ, Αἰθιοπεύς. καὶ ὁ ἄριστος, ἀριστεύς. καὶ ὁ ἡνίοχος, ἡνιοχεύς. καὶ ὁ ἡγεμὼν, ἡγεμονεύς. Θαυμάζει δέ φασιν ὁ γέρων, οὐ τὴν ἐπιφάνειαν τῆς Ἀθηνᾶς, πολλὰς γὰρ ὡς εἰκὸς ἐναργείας θεῶν ἑώρακεν, ἀλλʼ ὅτι οὕτω νεωτέρῳ τῷ Τηλεμάχῳ παρῆν θεός. Τὸ δὲ ἔολπα, γίνεται ἀπὸ τοῦ ἔλπω ἔλψω, μέσος παρακείμενος ὄλπα κατὰ κανόνα τὸν τρέποντα τὸ ε τοῦ δισυλλάβου μέλλοντος εἰς ο ἐν τῷ μέσῳ παρακειμένῳ. εἶτα κατὰ Ἀττικὸν πλεονασμὸν, ἔολπα. ἵνα σχῇ ὁ παρακείμενος αὔξησίν τινα. τὸ δʼ ὅμοιον, καὶ ἐπὶ τοῦ ἔοργα ὡς ἀπὸ τοῦ ἔργω ἐνεστῶτος. αὐτὸ μέντοι καὶ ἄλλως κανονίζουσιν οἱ παλαιοί. ῥέζω γάρ φασι ῥέξω. μέσος παρακείμενος ἔρογα. καὶ μεταθέσει, ἔοργα. καὶ ταῦτα μὲν, ποιητικώτερα. ὥσπερ καὶ τὸ ἧκεν ἕηκεν. ὅθεν τὸ ξυνέηκε καὶ ἐφέηκε. τὸ δὲ ἔοικεν, ἐξορθοῦ κοινὸν Ἀττικόν. Ὅτι δὲ τὸ ἔοργα καὶ ἐκ τοῦ ἐέργω κανονίζουσί τινες, ἀλλαχοῦ ἐδηλώθη. καὶ εἰκὸς οὕτω παρῆχθαι καὶ τὸ ἔολπα ὡς ἀπὸ τρισυλλάβου ἐνεστῶτος τοῦ ἐέλπω. Ὅτι ὡς ἐν Ἰλιάδι, οὕτω καὶ ἐνταῦθα ἡ Ἀθῆνα ἀγελείη μὲν, ἡ ἄγουσα λείαν, ὡς ληῖτις ἡ ἄγουσα λεὼν, τουτέστι λαόν. Τριτογένεια δὲ, ἢ ὡς ἐκ τριτοῦς κατὰ Κρῆτας ὅ ἐστι κεφαλῆς τῆς τοῦ Διὸς γεννηθεῖσα. ἢ ὡς ἐν τρίτῃ μηνός. ἢ ἐκ Τρίτωνος Λιβυκοῦ ποταμοῦ. ἢ καὶ ἄλλως ὡς ἐν Ἰλιάδι γέγραπται. ὅτι δὲ οἱ περὶ τὴν Τριτωνίδα λίμνην τῇ Ἀθηνᾷ μάλιστα ἔθυον, ἐγράφη καὶ τοῦτο ἐκεῖ. Τὸ δὲ ἀγελείη Τριτογένεια, γράφεται καὶ κυδίστη Τριτογένεια, ὑφʼ ἧς ὁ Νέστωρ τὸν Ὀδυσσέα τιμᾶσθαι φησίν. ὃν καὶ πρὸ τούτων ἀναφανδὰ θεοῖς εἶπε φιλεῖσθαι. ὅπερ τὸ θεοφιλές τε δηλοῖ τοῦ ἀνδρὸς, καὶ τὴν ἄκραν σύνεσιν, ἣν καὶ ἡ Ἰλιὰς ἐπεμαρτύρησεν. ἐντεῦθεν δὲ μίμησιν ὁ Σοφοκλῆς λαβὼν πλάττει ὡς καὶ ἐκ μόνης φωνῆς Ὀδυσσεὺς ἐγνώριζε τὴν Ἀθηνᾶν. Ὅτι εὐκτικὸς λόγος πρὸς μέγα πρόσωπον τὸ, ἀλλὰ ἄνασσʼ ἵληθι, ἢ ἀλλὰ ἄναξ. δίδωθι δέ μοι κλέος ἐσθλόν. τοῦ δὲ ἵληθι, ὃ καὶ ἵλαθι λέγεται, οὐκ ἀπέοικε τὸ ἱλήκοις, ἀντὶ τοῦ, ἵλεως εἴης. Ἰστέον δὲ ὅτι στρυφνῶς μὲν καὶ ὑποδυσκόλως, βούλεται δʼ οὖν ὁ δειπνοσοφιστὴς τὸ ἵληθι καὶ τὰ τούτῳ σύστοιχα τὸν ἱλαρὸν καὶ τὸν ἵλεων, καὶ ὅσα τοιαῦτα, παρὰ τὸ ἵεσθαι παρῆχθαι, οὗ σύνθετον τὸ μεθίεσθαι, γράφων οὕτω. παρὰ τὸ μεθίεσθαι τοὺς παλαιοὺς εἰς εὐφροσύνην καὶ ἄνεσιν ἐν τῷ τιμᾶν τὸ θεῖον, τὸ μὲν ποτὸν, ἐκαλεῖτο μέθυ, καθʼ ὃ δηλαδὴ μεθιέμεθα. καὶ ὁ τοῦτο δοὺς θεὸς, μεθυμναῖος. καὶ λυαῖος. καὶ εὔϊος. καὶ ἤϊος. ὡς καὶ ὁ μὴ σκυθρωπὸς καὶ σύννους, ἱλαρός. διὸ καὶ τὸ δαιμόνιον, ἵλεον ἠξίουν εἶναι, ἐπιφωνοῦντες ἱὴ ἱή, ὅθεν καὶ ἱερὸν, ὁ τόπος ἐν ᾧ τοῦτο ἔπραττον. Ἰστέον δὲ ὅτι τὸ ἵληθι δόξοι μὲν ἂν θέμα ἔχειν ἀνέξοιστον τὸ ἵλημι, ὅθεν γενοιτʼ ἂν, ὥσπερ φὰς φάντος φάθι. βὰς βάντος βάθι. οὕτω καὶ ἱλὰς ἱλάντος, ἵλαθι. καὶ τροπῇ, ἵληθι ὡς βᾶθι βῆθι. δύναται δὲ καὶ ἄλλως ἀπὸ τοῦ ἱλάω ἵλαον ἵλαες ἵλαεν, ὅθεν τὸ προστακτικὸν ἵλαε γενέσθαι, λόγῳ μεταπλασμοῦ, ἵλαθι. Ὅθεν τὸ ἵληθι. ἵνα ᾖ ὡς κλῦε κλῦθι, οὕτω καὶ ἵλαε ἵλαθι. οὐκ ἄδηλον δὲ ὅτι τοῦ ἱλάω πολλά εἰσι παράγωγα. ἱλαρός. ἵλαος. καὶ εἴ τι ἄλλο. καὶ αὐτὸ δὲ τὸ ἱλάσκω. οὗπερ οὐκ ἔστι κίνησις ἐπέκεινα παρατατικοῦ, καθὰ οὐδὲ τῶν ἄλλων θεμάτων ὅσα λήγουσιν εἰς τὴν κω συλλαβὴν ἧς πρόκειται τὸ σίγμα. δῆλον γὰρ ὅτι καθὰ τὰ διὰ τοῦ ανω ῥήματα, οὕτω καὶ τὰ διὰ τοῦ ασκω καὶ ησκω διὰ τοῦ ἦτα, καὶ ισκω διὰ τοῦ ἰῶτα, μέχρι παρατατικοῦ κινοῦνται πανταχοῦ. οἷον μανθάνω ἐμάνθανον. διδάσκω ἐδίδασκον. θνήσκω ἔθνησκον. ἐΐσκω ἤϊσκον. καὶ οὕτω μὲν ταῦτα. Τὸ δὲ δίδωθι, ἔκτασιν ἔχει συνήθη τῆς παραληγούσης. ἄλλως γὰρ ὡς ἀπὸ τοῦ διδοὺς διδόντος συστέλλεσθαι ὤφειλεν. ἐνταῦθα δὲ εἰ καὶ δῶρα γάμου ἔχει ὁ εὐχόμενος, προσθήσει καὶ τὰ ἐφεξῆς, αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι. εἰ δὲ δεισιδαίμων ἐνταῦθά τε καὶ ὅλως ἐν τοῖς τοιούτοις ὁ ποιητὴς καθὰ μυριαχοῦ φαίνεται, ὅμως νοητέον, ὅτι ἐνθύμιον ἔχει θείας δυνάμεως. ὃ δηλοῖ ἀριδήλως καὶ ἐν τῷ, πάντες δὲ θεῶν χατέουσʼ ἄνθρωποι. εἰ δὲ ἐν τοῖς ὕστερον ἄθεοι ἀπέβησαν Διαγόρας ὁ Μιλήσιος. καὶ Εὐήμερος ὁ Μεσσήνιος. καὶ Διογένης ὁ Φρύξ. καὶ Ἵππων. καὶ Σωσίας. καὶ Ἐπίκουρος, διδότωσαν εὐθύνας ὁποίας οὐκ ἂν ἁλωτὸς εἴη Ὅμηρος. Ὅτι ὁ Νέστωρ ὑπισχνεῖται ῥέξειν τῇ Ἀθηνᾷ, βοῦν ἤνιν. εὐρυμέτωπον. ἀδμήτην. τουτέστιν ἀδάμαστον. καὶ ὡς ὁ Ὅμηρος ἐνταῦθα φησὶ, τὴν οὔπω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ. ἵνα μή τις νοήσῃ ἀδμήτην, ἣν οὔπω ταῦρος ἐπιβὰς ἐδάμασεν. ἡ δὲ τοιαύτη καὶ ἠκέστη ἐν ἄλλοις ὅ ἐστιν ἀκέντητος. καλοῦσι γὰρ κατὰ Παυσανίαν βόας ἠκέστας, φορβάδας. ἀδαμάστους. νομάδας. Θύσει δὲ τοιαύτην βοῦν, χρυσὸν κέρασαι περιχεύας. ἵνα εἴη οὕτω χρυσόκερως ἡ τοιαύτη βοῦς. Ἤνιν δὲ, τὴν ἐνιαυσιαίαν λέγει. τὴν ἐνὸς μόνου ἔνου. ἀφʼ οὗ καὶ ἡ διὰ τοῦ η γραφὴ κατὰ τροπὴν τοῦ ε. ἄλλως ἤπερ ἔχει ἡ παρὰ Λυκόφρονι παρὰ τὴν ἶνα ἶνις ἤγουν υἱός, οἰκεία δὲ ἡ τοιάδε βοῦς τῇ καὶ ἀεὶ νεαζούσῃ Ἀθηνᾷ καὶ ἄζυγι. τὸ δὲ ἤνιν ὅτι ἐκτείνει τὴν λήγουσαν Ἀττικῶς, ὁ μετρικὸς δηλοῖ ποδισμός. Τὸ δὲ εὐρυμέτωπον, κοινὸν ἐπίθετον βοός. Ὅτι οὐ μόνον ἄρχειν ὁδοῦ καὶ ἡγεῖσθαι, ἀλλὰ καὶ ἡγεμονεύειν φησὶν ὁ ποιητής. Νέστωρ γοῦν ἐνταῦθα ἡγεμονεύει τοῖς ἑαυτοῦ, ἑὰ πρὸς δώματα καλὰ, ἃ καὶ ἀγακλυτὰ λέγει. λέγεται δὲ καὶ ἡγεμὼν ὁδοῦ. ὅθεν τὸ ῥηθὲν ῥῆμα γίνεται. Ὅτι ἀνὰ κρατῆρα ὁ Νέστωρ ἐκέρασσεν οἴνου ἡδυπότοιο. τὸν, ἐν δεκάτῳ ἐνιαυτῷ ὤιξε ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσεν. οἰκονομικὸν δὲ καὶ τοῦτο τοῦ ποιητοῦ. ὡς οὐδὲν ἀπεικὸς ὂν, καὶ οἶνον ταμειουχεῖν. ὡς ἀπὸ τῆς κατὰ γλεῦκος νεότητος εἰς γῆρας ἥκειν καὶ αὐτόν. Τὸ δὲ ἀνὰ κρατῆρα ἐκέρασεν, ἀντὶ τοῦ, ἀνεκέρασε κρατῆρα σπονδῆς, ἤτοι δὶς ἐκέρασεν. ἐκεράσθη γὰρ καὶ πρὸ βραχέων ὅτε τὰς γλώσσας ταμόντες ἔκαυσαν. Τὸ δὲ κέρασε, κατωτέρω κεράσατο λέγει. καὶ ἔστιν ὅμοιον τῷ, στῆσε κρατῆρα καὶ στήσατο. Τὸ δὲ ἐν δεκάτῳ ἐνιαυτῷ, ἀμφίβολον εἴτε ἐν τῷ ἑνδεκάτῳ ἵνα οὕτω δασύνηται ἡ ἄρχουσα, εἴτε ἐν τῷ δεκάτῳ, ἵνα ἔχῃ ψιλὴν ὡς πρόθεσις. καὶ ἴσως οὕτω κρεῖττον. καθʼ ὁμοιότητα τοῦ, οὐδέ κεν ἐς δεκάτους ἐνιαυτούς. Τὸ δὲ οἶνον ὤϊξε, καταχρηστικῶς ἐῤῥέθη ὡς ἐν σχεδιασμῷ. πίθος γὰρ ὁ περιέχων ἀνοίγεται ἢ ἀμφιφορεύς. κρήδεμνον δὲ νῦν, τὸ τοῦ πίθου πῶμα καθʼ ὁμοιότητα τοῦ γυναικείου κόσμου. Καὶ ὅρα ὡς οὐ μόνον πόλεων κρήδεμνα κατὰ μεταφορὰν, ἀλλὰ καὶ ἀγγείου κρήδεμνον. ἔστι δʼ ἐνταῦθα καὶ σχῆμα πρωθύστερον ὅ ἐστιν ὑστερολογία. οὐ γὰρ πρῶτον οἶνος οἴγεται εἶτα κρήδεμνον λύεται, ἀλλὰ τὸ ἀνάπαλιν. Ἰστέον δὲ καὶ ὅτι τῷ κρηδέμνῳ φανερῶς τὸ ἀγγεῖον συνεπινοεῖται οὗ πέρ ἐστι τὸ κρήδεμνον. Σημείωσαι δὲ καὶ ὡς εἴπερ οὐ μόνον χείλη ποτηρίων φαμὲν ὅθεν τὸ ἐπιχειλὲς καὶ ὑπερχειλὲς, ἔτι δὲ καὶ κεφαλὴν ἀγγείου ὡς τὸ, ὑπὲρ κεφαλῆς τὸν ἀμολγέα πληροῖ, οὐ πάνυ σκληρὸν, καὶ κρήδεμνον σκεύους εἰπεῖν, τὸ σκέπασμα. εἰ δὲ τοῦτο οὕτω λεαίνεται, ἔχοι ἂν λόγον καὶ τὸ, κρατῆρες ἐπιστεφέες οἴνοιο. καὶ τὸ, κρατῆρας ἐπεστέψαντο ποτοῖο. σύστοιχον γάρ πως καὶ οἰκοῖον ἔνθα κεφαλὴ καὶ κρήδεμνον, ἐκεῖ καὶ τὸ στέφεσθαι. Ἔτι ἰστέον καὶ ὅτι ἀντίθετον κρηδέμνῳ τὸ ἔλυσεν. εἰ γὰρ κρήδεμνόν ἐστι δέμα κεφαλῆς, οἰκεῖον εἰπεῖν λύεσθαι καὶ τὸ τοιοῦτον δέμα, ὅ ἐστιν ἀφαιρεῖσθαι. Ὅτι ὥσπερ ἀπομηνείειν τὸ ἁπλῶς μηνίειν, οὕτω καὶ ἀποσπένδειν ἐνταῦθα, τὸ ἁπλῶς σπένδειν. διὸ εἰπὼν εὔχετʼ ἀποσπένδων, ἐπάγει. αὐτὰρ ἐπεὶ σπεῖσαν. Ὅτι καὶ ἐνταῦθα τὸ, ἐκοίμησεν ἄλλον, διὰ τοῦ η γράφεται ἐν τοῖς ἀκριβεστέροις τῶν ἀντιγράφων. φησὶ γάρ. τόν δʼ αὐτοῦ κοίμησε Νέστωρ. Καὶ ἐῤῥέθη περὶ τούτου καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ὅσα ἐχρῆν. Ὅτι αἴθουσαν ὡς ἐν Ἰλιάδι οὕτω καὶ ὧδε λέγει τὴν ἐξωτάτω ἐν μεγάροις οἴκησιν, τὴν εὐθὺς μετὰ τὴν αὐλήν. ὥσπερ τὴν ἐνδοτάτω, θάλαμον καὶ μυχὸν δόμου. Νέστωρ μὲν οὖν, ἐν τῷ τοιούτῳ μυχῷ ἀνακλίνεται νῦν. Τηλέμαχος δὲ καὶ Πεισίστρατος, ὑπʼ αἰθούσῃ ἐριδούπῳ. ᾗ συμβέβηκεν ὑπὸ ἡλίου τε αἴθεσθαι ὅθεν αἴθουσα λέγεται, καὶ ἀνέμοις καταπνέεσθαι. διὸ καὶ ἐρίδουπος καὶ ἐρίγδουπος, ἡ προβεβλημένη ἀνέμοις τε καὶ ἡλίῳ. Ὅτι ἠΐθεος τῶν παίδων ἦν τῷ Νέστορι, ὁ Πεισίστρατος. ὄνομα δὲ ἡλικίας ὁ ἠΐθεος. τοῦτο ἐν ἀνδράσιν αὐτὸς ὢν, ὅπερ ἡ παρθένος ἐν γυναιξὶν, ὡς ἐν καὶ Ἰλιάδι δεδήλωται. Ὅτι τὸ τὴν γυναῖκα τῷ ἀνδρὶ συγκαθευδῆσαι σεμνῶς φράζων ὡς ἐν ποιήσει, φησί. τῷ δʼ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν. καὶ ἔστι σεμνότερον τοῦ, ἐμὸν λέχος ἀντιόωσαν. ἐκεῖνο μὲν γὰρ διὰ τοῦ, ἀντιόωσαν, ἔχει πλείω ἔμφασιν. ἐνταῦθα δὲ τὸ πορσύνειν, ὑπηρετικώτερον εἴρηται. Δέσποιναν δὲ, τὴν τοῦ Νέστορος ἄλοχόν φησι, σεμνῶς ὀνομάσας. ἡ δὲ ἦν, Εὐρυδίκη πρέσβα Κλυμένοιο θυγατρῶν, ὡς μετʼ ὀλίγα ἱστορεῖ ὁ ποιητής. Λέχος δὲ καὶ εὐνὴ, τὸ αὐτό ἐστιν. Ὅτι ξεστοὶ λίθοι ἔσαν τῷ Νέστορι προπάροιθε θυράων ὑψηλάων, λευκοί. ἀποστίλβοντες ἀλείφατος. ἐφʼ οἷς πρὶν μὲν Νηλεὺς ἐκάθητο. νῦν δὲ Νέστωρ, σκῆπτρον ἔχων. καὶ ποιεῖται τὴν ἐπὶ Ἀθηνᾷ θυσίαν. Καὶ ὅρα κἀνταῦθα τὴν ἡρωϊκὴν εὐτέλειαν. οὐ γὰρ ἐξ ὕλης τιμίας οἱ ἄλλως ἀγλαοὶ θρόνοι συγκεκρότηνται, ἀλλʼ εὐπόριστος ὕλη βαρβάρου λίθου αὐτοὺς ἀποτελεῖ. στίλβοντος, ἢ ἐξ ἐπιτεχνήσεως, ἢ ἐκ τοῦ τρίβεσθαι ὑπὸ τῶν ἐκ παλαιοῦ ἐπικαθημένων. Τὸ δὲ ἀποστίλβοντες ἀλείφατος, ἀντὶ τοῦ ὡς ἐλαίου. λείπει γὰρ κἀνταῦθα τὸ ὡς. ὡς καὶ ἐν τῷ, ἐμάχοντο δέμας πυρὸς, ἀντὶ τοῦ ὡς πῦρ. καὶ ἐν ἑτέροις πολλοῖς οἷς ἡ Ἰλιὰς ἔχει. Ὅτι τὰ ὀνόματα τῶν υἱῶν τοῦ Νέστορος, ταῖς τοῦ πατρὸς ἀρεταῖς παρωνόμασται. ὁ μὲν Ἐχέφρων ἐκαλεῖτο παρὰ τὸ ἔχειν φρόνησιν. ὁ δὲ, Στρατίος παροξυτόνως, διὰ τὸ ἐν Ἰλιάδι ῥηθὲν τρίβραχυ. ἕτερος, Περσεὺς, διὰ τὸ κατὰ τὸν γέροντα ἦν ὅτε πτολίπορθον. ἄλλος, Ἄρητος. παρὰ τὸν Ἄρην, ἐν ᾧ εὐδοκιμῶν ἦν ὁ πατήρ. ὃς Ἄρης, καὶ διὰ τοῦ τὸς κλίνεται Ἄρητος ὡς λέχητος. ἀφʼ οὗ Ἀρητιάδης καθὰ καὶ ἀλλαχοῦ ἐγράφη. ἐξ ἧς γενικῆς ἀναδρομῇ τῇ εἰς εὐθεῖαν, ὁ Ἄρητος. ὁ δὲ πέμπτος υἱὸς τῷ Νέστορι, Θρασυμήδης. ὃν καὶ ἀντίθεον ὁ ποιητὴς καλεῖ καὶ μενεπτόλεμον καὶ ὑπέρθυμον. Ὁ δὲ λοιπὸς ἕκτος, Πεισίστρατος. ὃν ἔοικε ὁ πατὴρ φιλῶν, ἑταιρίζειν τῷ Τηλεμάχῳ. καθὰ δείξει καὶ ἡ εἰς τὴν Σπάρτην ὁδός. Ἰστέον δὲ ὅτι καὶ τῷ ὕστερον τυράννῳ Πεισιστράτῳ, ἐκ τοῦ τοιούτου Νεστορίδου Πεισιστράτου δόξοι ἂν ἴσως ἀπομνημονευθῆναι ἡ κλῆσις. ἐπειδὴ ἀνέκαθεν καθʼ Ἡρόδοτον, Πύλιοι καὶ Νηλεῖδαι ἦσαν οἱ Πεισιστρατίδαι. Τὸ δὲ Ἄρητος, πρὸς διαστολὴν προπαρωξύνθη τοῦ ἀρητὸς οὐ μόνον ὁ ἐπάρατος καὶ βλαβερὸς κατὰ τὸ, ἀρητὸν γόον, ἀλλὰ καὶ ὁ εὐκταῖος. τοιούτου δὲ τονικοῦ λόγου, καὶ ἡ Ἀρήτη. σύνθετον δὲ Ἀρήτου, ὁ παρὰ Ἡροδότῳ Δημάρητος. δῆλον δʼ ὅτι ὁ παρʼ Ὁμήρῳ Ἄρητος, Ἄρατος, παρὰ τοῖς μεθʼ Ὅμηρον. Ὅτι τὸ, ἐναργὴς ἦλθεν ἀντὶ τοῦ, κατʼ ὄψιν ἐφάνη σωματικῶς. καὶ ἀργῶς ὅ ἐστι λευκῶς καὶ φανερῶς καὶ ὡς εἰπεῖν ἀναφανδά. διὸ καὶ ἥλιος καὶ σελήνη, ἐναργεῖς ἐλέγοντο τοῖς πάλαι θεοί. Ὅτι δαῖτα θάλειαν προπαροξυτόνως φησὶ κατὰ ἐπίθετον. αὐτὴ μέντοι καταμόνας, παροξύνεται καὶ διὰ τοῦ ἰῶτα γράφεται. παράγουσα τὴν ἀτασθαλίαν ὡς προδεδήλωται. ὅτι δὲ καὶ Μοῦσα Θάλεια κατὰ κυριωνυμίαν, δῆλόν ἐστιν. Ὅτι διακόνοις ὁ Νέστωρ εἰς θυσίαν τοῖς υἱοῖς χρᾶται, οὐ μόνον διὰ τὸ τίμιον, ἀλλʼ ὅτι καὶ ἄλλως αὐτουργοῦσιν οἱ ἥρωες ἐν πολλοῖς τῶν ἔργων, ὡς πολλαχοῦ φαίνεται. μακαριστὸς δέ φασιν οἶκος οὐχʼ οὕτως ὁ ἐξανδραπόδων, ὡς ὁ ὑπὸ παίδων τούτων ὑπηρετούμενος. Ὅτι τὸ, βοῦν κατὰ σπουδὴν ἀγαγεῖν, ἐλάσαι φησίν. εἰπών. ὄφρα τάχιστα ἔλθῃ, ἐλάσει δὲ βοῶν ἐπιβουκόλος ἀνήρ. δηλοῖ δὲ καὶ τὸ κροῦσαι ἡ λέξις. ἐρεῖ γοῦν μετʼ ὀλίγα. ἤλασεν ἄγχι παραστάς. τουτέστι, πελέκει ἔπληξε. κεῖται δέ ποτε καὶ ἐπὶ τεκτονήσεως σιδήρου. καὶ ἐπὶ ἐκτάσεως τειχισμοῦ καὶ ἀνορύξεως. ὡς τὸ, τεῖχος ἤλασε. καὶ τάφρον ἤλασε. καὶ ἐπὶ ζῴου συντόνου κινήσεως. ὅθεν καὶ τὸ ἱππηλατεῖν καὶ βοηλατεῖν καὶ στρατηλατεῖν. τοιοῦτον δέ τι καὶ ἐπὶ νηῶν τὸ ἐλαύνειν καὶ κωπηλατεῖν. τὸ δὲ κατήλασεν, ἄλλο παρὰ τὰ εἰρημένα ἐστί. σημαίνει γάρ τι οὐ σεμνόν. ὡς ἐν ἄλλοις ἐδηλώθη. Ὅτι δὲ ἐν τῷ, βοῶν ἐπιβουκόλος ἀνὴρ ἐκ περισσοῦ κεῖται τὸ βοῶν ὡς καὶ ὁ οἶνος ἐν τῷ, οἶνον ἐνοινοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν ὃ μετʼ ὀλίγα φησὶν ὁ ποιητής. καὶ τὸ ποδῶν, ἐν τῷ, ποδάνιπρα ποδῶν ὡς ἐν τοῖς μετὰ ταῦτά που λέγεται. καὶ ὅτι ἐν τῷ ἐπιβουκόλος, παρέλκει ἡ πρόθεσις ὡς καὶ ἐν τῷ ἐπίουρος καὶ ἐν ἄλλοις, δεδήλωται ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἱκανῶς. Ὅτι Λαέρκεα χρυσοχόον ὁ ποιητὴς ἐνταῦθα φησὶν, ἢ ἐπιθετικῶς τὸν λαοῖς ἐπαρκοῦντα, ὅ ἐστι τῷ δήμῳ. διὸ καὶ δημιοεργοὶ λέγονται οἱ χειροτέχναι. ἢ καὶ κατὰ κυριότητα ὀνόματος φερωνύμου. Ἰστέον δὲ ὡς εἰ μὲν εἴη κύριον, βαρυνθήσεται ὡς τὸ Λαέρτης. εἰ δὲ ἐπίθετον, ὀξυνθήσεται ὡς τὸ εὐερκής. Ἔτι ἰστέον καὶ ὅτι δύναται ὥσπερ ὁ Λαέρκης, οὕτω καὶ ὁ Λαέρτης, παρὰ τὸν λαὸν εἶναι. ὡς τὸν ὑπʼ αὐτὸν λαὸν ἀείρων ἤγουν ὑψῶν τῇ εὐηγεσίᾳ. οἱ μέντοι παλαιοὶ, παρὰ τὸν λᾶαν ὅ ἐστι λίθον, τὸν Λαέρτην συντιθέασι. καὶ ἔστι κατʼ αὐτοὺς Λαέρτης, ὁ λᾶας ἤγουν λίθους ἀερτάζων ὅ ἐστιν αἴρων. κουφίζων. ὅθεν καὶ ἀέρδην ἐπίῤῥημα τὸ, βαστακτικῶς. Ὅτι ἐτυμολογικοῦ τρόπου τὸ, χρυσοχόον ἐλθεῖν ὄφρα βοὸς χρυσὸν κέρασι περιχεύῃ. ἀπὸ τοῦ χεύειν γὰρ χρυσὸν ὁ χρυσοχόος λέγεται. καὶ μετʼ ὀλίγα, γέρων χρυσὸν ἔδωκεν ὅ δʼ ἔπειτα χρυσὸν κέρασι περιχεῦεν ἀσκήσας, ἵνʼ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα. Ἔνθα καὶ ὅρα τὸ ἀσκήσας, ἀντὶ τοῦ, οὐχʼ ἁπλῶς περιχεύας ἀλλʼ ἐπιμεληθεὶς, ὡς καὶ ἀλλαχοῦ εἶπε. καὶ τὸ ἄγαλμα, ἀντὶ τοῦ ἀγαλλίαμα, ὃ πρὸ μικροῦ ἔφη. διὸ καὶ ἐπήγαγεν ἐτυμολογικῷ τρόπῳ, τὸ κεχάροιτο. τουτέστιν ἀγαλλιασθείη, ἐξ οὗ τὸ ἄγαλμα. δηλοῖ δὲ ἀστείως ὁ τόπος οὗτος, ὡς ἐπαγωγόν ἐστι καὶ θειοτέρων προσώπων τὸ τιμᾶσθαι πολυτελῶς. Ἰστέον δὲ ὅτι τοῦ κέρας, παράγωγον ἡ κεραία. ὁμοίως τῷ, πέρας περαία. εἰ καὶ ἄλλως ἡ περαία ἐκ τοῦ πέρην δοκεῖ γίνεσθαι. οἷον πέρην ἁλός. ἢ καὶ ἀπὸ τῆς πέρης ὅ πέρ ἐστι γῆς, ἧς ἡ αἰτιατικὴ πέρην οὖσα, εἰς ἐπιῤῥήματα τὸ πέρην καὶ πέραν μετέπεσεν. Ὅτι παρασκευὴν φράζει δαιτὸς τὸ, εἴπατε δʼ εἴσω δμωαῖς, δαῖτα πένεσθαι ἕδρας τε ξύλατʼ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ. Καὶ ὅρα οἷα τὰ τῶν δουλίδων ἐν τοῖς τοιούτοις ἔργα. Σπουδῆς δὲ ὑπηρετικῆς δηλωτικὸν τὸ, ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐποίπνυον, ὅ ἐστιν ἐπόνουν. περὶ οὗ εἴρηται ἀλλαχοῦ ὡς ἐκ τοῦ πονῶ πονύω γίνεται κατὰ ἀναδιπλασιασμὸν, καὶ ἐπένθεσιν τοῦ ἰῶτα. ὁμοίως τῷ ποιφύσσω καὶ τοῖς τοιούτοις. Ἀγλαὸν δὲ ὕδωρ, ἢ τὸ κρηναῖον καὶ ἀπόῤῥυτον, ἢ τὸ φύσει αἰγλῆεν ὡς διαφανές. ἐκτείνει δὲ τὸ ὕδωρ ἐνταῦθα τὴν παραλήγουσαν ὡς καὶ ἐν ἄλλοις. ἐν πολλοῖς δὲ, καὶ συνεσταλμένον εὑρίσκεται. Ὅτι σχῆμα γοργὸν τὸ, ἦλθε μὲν βοῦς ἐκ πεδίου. ἦλθον δὲ Τηλεμάχου ἕταροι. ἦλθε δὲ χαλκεύς. ἦλθε δʼ Ἀθήνη. ἔχει δὲ ταῦτα, καὶ κάλλος διὰ τὰς ἐπαναφορὰς τοῦ ἐλθεῖν. καλὸν δὲ καὶ ἡ ἐπιμονὴ τῆς αὐτῆς λέξεως. Χαλκεὺς δὲ, ὁ πρὸ βραχέων χρυσοχόος, κατὰ ὄνομα γενικόν. ἀπὸ τοῦ πρώτου φανέντος μετάλλου. διὸ καὶ ὁ Ἥφαιστος, χαλκεὺς ἐλέγετο. καὶ χαλκεύειν τὸ οἱανοῦν ἐλατὴν ὕλην σφύρᾳ παίειν. καὶ τὰ εἰς αὐτὸ δὲ ὅπλα, χαλυήϊα λέγει. καὶ πείρατα τέχνης. ὅ ἐστι περατωτικά. διʼ ὧν ἡ χαλκευτικὴ τέχνη περατοῦται. ἃ καὶ ὀνομάζων, φησίν. ἄκμονά τε σφῦράν τε, εὐποίητόν τε πυράγρην. οἷσίν τε χρυσὸν εἰργάζετο. ἤγουν καὶ τὰ, οἷς ἐχώνευεν, ἃ καὶ εἰπεῖν ἔχων ἐν μιᾷ λέξει χόανα, ὅμως ἐπίτηδες περιέφρασεν. Ὅτι δὲ τὴν πυράγραν καὶ χαλκευτικὸν καρκίνον οἱ παλαιοὶ ἔλεγον, οὐκ ἄδηλον. Ἰστέον δὲ ὡς πρὸς ὁμοιότητα τοῦ πυράγρα, καὶ ἡ κρεάγρα παρῆκται. ἡ δέ γε χειράγρα καὶ ἡ ποδάγρα, ἑτεροίως ἔχει. Σημείωσαι δὲ ὅτι χαλκεὺς, καὶ ὄνομά ἐστιν ἰχθύος ὡς ὁ δειπνοσοφιστὴς ἱστορεῖ ἐν οἷς λέγει ὅτι ἰχθὺς, ἡ χαλκίς. οἷον. χαλκίδες τὰς καλέουσι καὶ σαρδίνους. αὐταὶ δὲ καὶ χαλκιδικαὶ ὀνομάζονται. διάφοροι φησὶν οὖσαι πρὸς τοὺς χαλκέας, οἳ ἐν τῇ τῶν Κυζικηνῶν χώρᾳ, περιφερεῖς εἶναι λέγονται καὶ κυκλοειδεῖς. Τὸ δὲ ἦλθε δʼ Ἀθήνη, τὸ τῆς θυσίας εὔλογον δηλοῖ. ὡς οἷς μὲν ὁ Ἀγαμέμνων ἔθυε καὶ οἷς ὁ Αἴγισθος, μὴ ἐξὸν ὂν προσχεῖν τὸ θεῖον. ἐνταῦθα δὲ εἰς τὸ καλὸν, ἐλθούσης τῆς Ἀθηνᾶς. παρὰ δὲ τοῖς παλαιοῖς, κεῖται καὶ ταῦτα. οἱ ἀρχαῖοι εἰδότες μὲν ἀκάθεκτον τὴν ἐπὶ τὰς ἀπολαύσεις ὁρμὴν προθέμενοι δὲ κοσμίως ἐθίζειν ταύταις χρῆσθαι τοὺς τότε, χρόνους ἀφορίσαντες, καὶ θυσίας προθύσαντες, καὶ τὸ θεῖον ἀνθρωποειδὲς ὑποστησάμενοι, οὕτω μεθῆκαν ἑαυτοὺς εἰς ἄνεσιν. ἵνα ἕκαστος ἡγούμενοι θεοὺς ἥκειν ἐπὶ τὰς ἀπαρχὰς καὶ σπονδὰς, αἰδοῖ τὴν συνουσίαν ποιῶνται. Ὅμηρος οὖν φησὶν, ἦλθε δʼ Ἀθήνη ἱρῶν ἀντιόωσα. καὶ Ζεὺς χθιζὸς ἔβη μετὰ δαῖτα. κἂν ἄνθρωπος δέ που παρῇ τῇ προαιρέσει σπουδαῖος, αἰδοῦνται ἀσχημονεῖν. ὡς δηλοῖ καὶ Ἐπίχαρμος εἰπών. ἀλλὰ καὶ σιγῆν ἀγαθὸν ὄκκα παρέοντι κάῤῥοντες. ἤγουν σιγᾶν ἀγαθόν ἐστιν ὅτε πάρεισί τινες κρείττονες. ἤγοντο τοίνυν αἱ ἑορταὶ κοσμίως, οἷα θεῶν αὐταῖς παρόντων. διὸ οὔτε κατεκλίνοντο ἀλλὰ δαίνυνθʼ ἑζόμενοι, οὔτε εἰς μέθην ἔπινον. ἀλλὰ πιόντες καὶ σπείσαντες ὅσον ἤθελε θυμὸς, ἔβαν οἶκονδε ἕκαστος. οἱ δὲ νῦν ὅτε θύουσι, καταρῶνται. λοιδοροῦνται. πλήττουσιν. ἀπειλοῦσι. μονονουχὶ λέγοντες, ἔρχεσθʼ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα. Ὅτι ὥσπερ ὁ ἱππότης ἀσυντελὴς ἐδείχθη πρὸ ὀλίγων εἰς μέτρον διὰ τὸ ἀμφίμακρον, οὕτω καὶ τὸ ἱππηλάτης οὐκ εὐχρηστεῖται εἰς μέτρον δακτυλικὸν, διὸ ἱππηλάτα φησὶν αὐτὸ ὁ ποιητής. οἷον. γέρων ἱππηλάτα Νέστωρ. ὅπερ ὅμοιον τῷ, Γερήνιος ἱππότα Νέστωρ. Ὅτι ἐν τῷ, χέρνιβα δὲ ἐν ἀνθεμόεντι λέβητι ἦλθε φέρων ὁ δεῖνα ἑτέρῃ δʼ ἔχεν οὐλὰς ἐν κανέῳ, ἔοικε μὲν λέγειν λέβητα, τὴν πρόχοον, ἤτοι τὸν ἰδιωτικῶς λεγόμενον ξέστην, περιέχοντα χέρνιβα, ὅ ἐστιν ὕδωρ κατὰ χειρῶν. τόδʼ ἐστὶν, οὐχʼ οὕτως ἔχον. ἀρέσκει γὰρ τοῖς παλαιοῖς λέβητα κἀνταῦθα νοεῖν, τὸ καθʼ ἡμᾶς χερνίβιον. ἐντὸς δὲ αὐτοῦ κεῖσθαι τὴν πρόχοον, φέρουσαν χέρνιβα. ὁ μέντοι ποιητὴς ἀπὸ μέρους τὸ πᾶν δηλῶσαι θελήσας, χέρνιβα μὲν εἶπε, τουτέστι τὸ περιεχόμενον ὕδωρ. τὸ δὲ περιέχον ἐσίγησεν ἤγουν τὴν πρόχοον. ἀλλαχοῦ δὲ ἐντελέστερον φράζων, ἔφη. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα. Οὕτω καὶ οὐλὰς μετʼ ὀλίγα εὐθὺς τοὺς οὐλοχύτας καλεῖ κατὰ ἁπλότητα, ἐκ μέρους τῶν οὐλῶν ὅ ἐστι κριθῶν, δηλώσας τὸ πᾶν ὑποκατιὼν δὲ, καὶ συνθέτως προφέρει τὴν λέξιν ἐν τῷ, οὐλοχύτας προβάλοντο. καὶ οὐλοχύτας κατήρχετο. περὶ ὧν ἡ Ἰλιὰς δηλοῖ. Ἀνθεμόεις δὲ λέβης ὡς καὶ ἐν Ἰλιάδι, ὁ ἀναθεματικὸς ἢ ἀνθηρός. καὶ ζητητέον ἐκεῖ. Ὅτι διασκευὴ θυσίας καὶ αὕτη. πέλεκυν δὲ ὁ δεῖνα ὀξὺν ἔχων ἐν χερσὶ παρίστατο, βοῦν ἐπικόψων. ὁ δεῖνα δʼ ἀμνίον εἶχεν. ὁ δεῖνα δὲ ἤγουν ὁ Νέστωρ, χέρνιβά τʼ οὐλοχύτας τε κατήρχετο. πολλά δʼ εὔχετʼ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων. μετὰ δὲ τὴν εὐχὴν καὶ τοὺς οὐλοχύτας, ὁ δεῖνα ἤλασεν ἄγχι παραστάς. πέλεκυς δʼ ἀπέκοψε τένοντας αὐχενίους. λῦσε δὲ βοὸς μένος. αἱ δὲ γυναῖκες ὀλόλυξαν. οἱ μὲν ἔπειτʼ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης, ἔσχον. ἀτὰρ σφάξεν ὁ δεῖνα. τῆς δʼ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη λίπε δʼ ὀστέα θυμὸς, αἶψʼ ἄρα μιν διέχευαν. ἄφαρ δʼ ἐκ μηρία τάμνον πάντα κατὰ μοῖραν. εἶτα λέγει ὅτι τε κνίσσῃ αὐτὰ ἐκάλυψαν, δίπτυχα ποιήσαντες, καὶ ὡς ὠμοθέτησαν ἐπʼ αὐτοῖς καθὰ καὶ ἐν Ἰλιάδι. καὶ τὴν ἐπὶ σχίζαις καῦσιν. καὶ τὴν διʼ οἴνου σπονδήν. καὶ τὰ πεμπώβολα. καὶ ὡς ἐπάσαντο σπλάγχνα μετὰ τὸ καῆναι τὰ μηρία. καὶ ὡς μίστυλλον τʼ ἄλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν. καὶ ὡς ὤπτων ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες. ἤγουν ὀξεῖς. κατὰ τὸ ἄκρον πείροντας. καὶ τοιαύτη μὲν ἡ ῥηθεῖσα διασκευή. Ἐνταῦθα δὲ χρὴ ἐπισημῄνασθαι, ὡς εἰ καὶ τὸ λείβειν καὶ τὸ σπένδειν ταὐτά ποτε εἶναι δοκοῦσιν, ἀλλὰ καὶ οὕτως εὕρηνται παραγωγαὶ αὐτῶν, ἔχουσαί τινα διαφοράν. τὸ γοῦν ἐκ τοῦ λείβω λοιβάσιον, καὶ τὸ ἐκ τοῦ σπένδω σπονδεῖον, διαφέρουσιν ἀλλήλων κατὰ τὸν εἰπόντα ὡς λοιβάσιον μὲν, ᾧ ἔλαιον ἐπισπένδουσιν ἱερεῖς. σπονδεῖον δὲ, ᾧ τὸν οἶνον. ὅτι δὲ οὐδὲ ἀεὶ ταυτὸν τὸ λείβειν καὶ τὸ σπένδειν, πολλαχόθεν δῆλον. δάκρυσι γοῦν λείβεταί τις, οὐ μὴν καὶ σπένδεται. λείβονται δέ ποθεν καὶ ὕδατα, ὅθεν καὶ τὰ λείβηθρα τόπος. καὶ τοπικὸν, λειβήθριοι. καὶ οὐδὲ τοῦτό ἐστι σπένδεσθαι. ἔτι σπένδεταί τις ἐπὶ φιλίᾳ, οὐ μὴν λείβεται. τοῦ δὲ κοινῶς λεγομένου λείβειν, παράγωγον καὶ ἡ κελέβη, ὡς οἷον χελείβη, παρὰ τὸ χέειν λοιβὴν εἰς αὐτό. ἢ καὶ ἄλλως, παρὰ τὸ χέειν καὶ λείβειν. καὶ ἔστι χρῆσις αὐτῆς, ἐν τῷ, στέψον τὰν κελέβαν. Ἀθήναιος δὲ, παράγει καὶ Ἀνακρέοντος τὸ, ἄγε δὴ φέρʼ ἡμῖν ὦ παῖ κελέβην ὅπως ἄμυστιν προπίω. τὰ μὲν δέκʼ ἐγχέας ὕδατος, τὰ πέντε δʼ οἴνου, κυάθους. τίς δὲ ἡ ἄμυστις καὶ ὅτι παρὰ τὸ μὴ μύειν γίνεται ὃ δὴ τῶν χανδὸν καὶ ὅ φασιν ἀμυστὶ πινόντων ἴδιον, ἐν ἄλλοις δεδήλωται. Ὅρα δὲ τὸ, βοῦν ἐπικόψων, ἀντὶ τοῦ ἐπάνω τοῦ τραχήλου πλήξων. ὅθεν καὶ ἐπίκοπον παρὰ τοῖς παλαιοῖς τὸ ἐπίξηνον. ὅπερ ἰδιωτικῶς ἐπικόρμιον λέγεται. Τὸ δέ γε ἀπέκοψε τένοντας, ἄλλο τι παρὰ τὸ ἐπικόψαι. δηλοῖ γὰρ τὸ ἀπέτεμεν. Ἀμνίον δέ φασιν ὡς πηνίον παροξυτόνως, τὸ τοῦ αἵματος ὅ ἐστι τοῦ ἀποσφάγματος δεκτικὸν ἀγγεῖον. ἀμένιόν τι ὄν. τουτέστι μένους ἤγουν αἵματος στερητικόν. Κρῆτες δὲ, ἄμνιον φασὶν, ἀγγεῖον εἰς ὃ τὸ αἷμα τῶν ἱερείων ἐδέχοντο. αἵμνιόν τι ὂν παρὰ τὸ αἷμα. Πόρσιλος οὖν ὁ ἱεραπύτνιος, ἱστορεῖ φασι παρὰ τοῖς ἱεραπυτνίοις ἔτι σώζεσθαι τὴν φωνήν. αἵμνιον δασέως μετὰ τοῦ κατʼ ἀρχὴν ἰῶτα προφερομένην, παρὰ τὸ αἷμα. φησὶ δὲ καὶ Ἀπολλόδωρος, ὡς εἰκὸς ἦν καὶ παρὰ τῷ ποιητῇ οὕτως αὐτὸ προφέρεσθαι, περιαιρεθῆναι δὲ τὸ ἰῶτα ὑπό τινων. Νίκανδρος δὲ, καὶ Θεοδωρίδας, δάμνιον ἀναγινώσκουσιν ἀσυνδέτως, παρὰ τὸ δάμνασθαι τὸ σφαζώμενον ζῷον. Ἀττικοὶ δὲ, σφάγιον τὸ τοιοῦτον ἀγγεῖον ἐκάλουν. εἰς ὃ πρῶτον αἷμα δεχόμενοι, τῷ βωμῷ ἐπέχεον. ἅπαξ δέ φασι παρὰ τῷ ποιητῇ εὕρηται τὸ εἴτε ἄμνιον, εἴτε ἀμνεῖον, εἴτε αἵμνιον, εἴτε δάμνιον. Τὸ δὲ χέρνιβα καὶ οὐλοχύτας κατήρχετο, οὐ συνήθη σύνταξιν ἔχει. ὡς οὐδὲ παρὰ Λυκόφρονι ἐν τῷ, στρόμβῳ τὸν αἱματηρὸν κατάρχων νόμον. γενικῇ γὰρ οἱ μεθʼ Ὅμηρον συντάσσουσι τὸ κατάρχεσθαι. καιρία δὲ αὕτη ἡ λέξις. ὥσπερ καὶ τὸ, οὐλοχύτας προβάλοντο. εἴγε προθύματα οἱ οὐλοχύται ὡς καὶ ἐν Ἰλιάδι δεδήλωται. οὕτω δὲ ἀπαρχή τις εἴτε καταρχὴ καὶ πρόθυμα καὶ προβολὴ, καὶ ὁ τιλμὸς καὶ ἡ καῦσις τῶν τριχῶν τῆς τοῦ ἱερείου κεφαλῆς, γινόμενος καὶ αὐτὸς ὡς καὶ ἐν τῇ Ἰλιάδι ἐῤῥέθη, πρὸς ἀνάμνησιν τῆς παλαιᾶς ἐκ τριχῶν καὶ δορῶν ἐνδύσεως. ὡς καὶ οἱ οὐλοχύται, τῆς παλαιᾶς τροφῆς ἀνεμίμνησκον, τῆς ἐκ τῶν οὐλῶν ὅπέρ ἐστι τῶν κριθῶν. διὸ καὶ τοὺς οὐλοχύτας τῶν τις παλαιῶν, κριθὰς ἡρμήνευσεν. εἰπόντος γάρ τινος, τοὺς οὐλοχύτας φέρε δεῦρο, ἐρωτᾷ τις. τοῦτο δʼ ἔστι τί; ἕτερος δέ τις ἀποκρινόμενος, διασαφεῖ ὅτι κριθαί. δηλῶν καὶ ἐκεῖνος παρὰ τῷ δειπνοσοφιστῇ, ἐκ μέρους τὸ πᾶν. εἰ δὲ καὶ ὁ γέρων βασιλεὺς αὐτοδιακονεῖ ἐν τούτοις, οὐ θαυμαστέον. ἐν τῷ ἀφορᾶν καὶ εἰς Ἀντίγονον, ὃς πρὸς τὸν υἱὸν βίαιον ὄντα τοῖς ὑπηκόοις, οὐκ οἶσθα εἶπε τὴν βασιλείαν ἡμῶν, ὦ παῖ, δουλείαν ἔνδοξον εἶναι; Αὐχενίους δὲ τένοντας εἶπε, πρὸς διαστολὴν ἑτέρων τε, καὶ τῶν περὶ τοὺς πόδας. Τὸ δὲ λύσε βοὸς μένος, ἀντίκειται πρὸς τὸ δέμας. τὸ μὲν γὰρ ζῶν, συνδέδεται. λέλυται δὲ τὸ φονευθέν. καὶ ἄλλως δὲ, λύεται μένος τῷ ζῴῳ, ἐν τῷ ἀψυχῆσαι τῇ νεκρώσει τὰ ἅψεα. ὧν ἐτυμολογία, τὸ ἅπτεσθαι. ὅπερ ἑτεροῖον ἐστὶ τοῦ λελύσθαι. διὸ ἐν τοῖς ἑξῆς ἐρεῖ, λύθεν δέ οἱ ἅψεα. Τὸ δὲ ὀλολύζειν ὅτι ἐπὶ γυναικείας εὐχῆς λέγεται, δεδήλωται ἐν τοῖς εἰς τὴν Ἰλιάδα σαφῶς. οἱ μέντοι μεθʼ Ὅμηρον, ἐπὶ τοῦ κλαίειν τὴν λέξιν τιθέασι. Τὸ δὲ ἀνελόντες ἤτοι ἀναβαστάσαντες, ἐναντίον τῷ καθελόντες. Χθὼν δὲ εὐρυοδεία, ἡ μεγαλάμφοδος κατὰ τοὺς παλαιούς. Τὸ δὲ σφάξαι, ἄλλό τι ἐστὶ παρὰ τὸ ἐλάσαι καὶ πελέκει τοὺς τένοντας ἀποκόψαι. ταῦτα μὲν γὰρ παθοῦσαν τὴν βοῦν καὶ πεσοῦσαν, ἀνελόντες ἀπὸ χθονὸς, ἔσχον. ἔσφαξε δὲ αὐτὴν Πεισίστρατος. ὅ ἐστιν, εἰς τέλος ἀπέτεμε. καὶ τομῆς μέγα χάσμα ἤνοιξεν. ὅθεν καὶ ἡ διασφὰξ τῆς διασφάγος. ὃ παρʼ ἄλλοις τε κεῖται, καὶ παρὰ τῷ Ὀππιανῷ. Τὸ δὲ διέχευαν, ἀντὶ τοῦ, εἰς μέλη ἁδρὰ τὴν βοῦν διέτεμον. καὶ συνεχῆ οὖσαν, οἱονεὶ ἔχεον τῇ εἰς πολλὰ τομῇ. τὸ μέντοι μιστύλλειν, λεπτότερον τοῦ διαχέειν. δηλοῖ γὰρ τὸ εἰς μεῖστα ἤγουν βραχύτατα μόρια τέμνειν. καὶ ὡς εἰπεῖν, εἰς μερίδας. καὶ τοιοῦτον μὲν τὸ μιστύλλειν ὡς καὶ ἐν Ἰλιάδι ἐῤῥέθη. αἱ δέ γε μυστίλαι ὧν ἡ μὲν ἄρχουσα, διὰ τοῦ υ ἡ δὲ παραλήγουσα. διὰ τοῦ ἰῶτα, ψωμοὶ εἰσὶ κοῖλοι. οἷον μύστρα κατὰ Αἴλιον Διονύσιον. τουτέστι μυστρία, εἰπεῖν ἰδιωτικῶς. καὶ μυστιλᾶσθαι φησὶ, τὸ οὕτως ἐσθίειν. κατὰ δὲ ἄλλους, τὸ κοιλαίνειν ψωμούς. Τὸ δὲ μηρία τάμνον πάντα, ἀντὶ τοῦ ὅλα. ὅ ἐστιν ὁλόκληρα. ἄλλως γὰρ, περιττὸν τὸ πάντα, ἐπὶ δύο μόνον μηρῶν κείμενα. Τὸ δὲ δίπτυχα ποιῆσαι, λέγεται μὲν καὶ ἄλλως. ἀρέσκει δὲ τοῖς παλαιοῖς μάλιστα, νοεῖν ἀντὶ τοῦ, τὰ κνίσσῃ φασὶ διπλᾶ θέντες, ἓν ἄνω τῶν μηρῶν καὶ ἓν κάτω. ἐφʼ ὧν ὠμοθέτουν, τῶν λοιπῶν μερῶν ἀπαρχόμενοι. Τὰ δὲ πεμπώβολα, δῆλον ὅτι κατά τι μίμημα τριαίνης ἢ καὶ χειρὸς ἦσαν. καὶ ἐῤῥέθη ἐν τοῖς εἰς τὴν Ἰλιάδα καὶ περὶ αὐτῶν, ὧν ἡ μὲν σύνθεσις, ἐν δυσὶν ο ὡς ἀπὸ τοῦ ὀβολοῦ. τὸ δὲ ἁπλοῦν, διὰ τοῦ ο καὶ ε, ὀβελοὺς γάρ φησιν ἐν χερσὶν ἔχοντες. Ὅτι καθά περ ἐν Ἰλιάδι ἡ Ἥβη λούει τινὰ, οὕτω κἀνταῦθα καλὴ Πολυκάστη Νέστορος ὁπλοτάτη θυγάτηρ, ἔλουσε τὸν Τηλέμαχον καὶ ἔχρισε λίπʼ ἐλαίῳ, ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα. ὁ δὲ, ἐκ τῆς ἀσαμίνθου ἔβη δέμας ἀθανάτοισιν ὁμοῖος. χρὴ δὲ νοεῖν ὡς κελεύσαντος τοῦ πατρὸς κατὰ τὸ σιωπώμενον, ἔλουσε τὸν νεανίαν ἡ βασιλικὴ παῖς. Πεισίστρατον δʼ ἐν τοῖς ἑξῆς καὶ αὐτὸν δὲ Τηλέμαχον, αἱ δμωαὶ τοῦ Μενελάου ὁμοίως λούουσι. καὶ ἦν ἔργον γυναικῶν τὸ τοιοῦτον ἀνεπιφθόνως τότε γινόμενον. Ὅμηρος γὰρ, ἔθη καταλέγει οὐ μόνον ὅσα πολιτείας ἐστὶν ἀστείας καὶ ἀπηκριβωμένης καὶ ἐμβριθοῦς, ἀλλὰ καὶ ὅσα ἐπεχωρίαζε τοῖς τότε. εἰ καὶ ἁπλουστέρως ἔχοντα, πρὸς ἐκλογισμὸν τοῖς ὕστερον ἔκκεινται. καὶ τὸν Ὀδυσσέα δὲ, ἔλουσαν ἂν ἐν Φαιακίᾳ γυναῖκες, εἰ μὴ αὐτὸς αἰδεῖσθαι εἶπε κούραις εὐπλοκάμοις μετελθών. Πολυκάστη δὲ, ἀναλογεῖ μὲν πρὸς τὸ Ἰοκάστη. δηλοῖ δὲ, τὴν πάνυ κοσμίαν ἢ πολυκόσμητον. Ὅρα δὲ τὸ, ὁπλοτάτη θυγάτηρ. εἰ γὰρ καὶ κυριολεκτεῖται ἡ λέξις ἐπὶ ἀνδρῶν, ἀλλʼ ἰδοὺ καὶ ἐπὶ γυναικὸς κεῖται. Τὸ δὲ λίπα, ἐκ τοῦ λιπαρὸν ἀποκέκοπται. Ἐλαίῳ δὲ ἐχρίοντο οἱ λουσάμενοι, ἐμπλάττοντες τοὺς σωματικοὺς πόρους ὡς ἂν μετὰ λουτρὸν στέγοιεν τὴν ὑγρότητα. Τὸ δὲ φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα, ὑστερολογίας τρόπον ἔχει. πρῶτον γάρ τις χιτῶνα περιδύεται εἶτα φᾶρος. ὁμοίου δὲ τρόπου ἐστὶ καὶ τὸ, ἐπεὶ φᾶρος καλὸν ἀμφέβαλεν αὐτὸν ἡ παῖς καὶ χιτῶνα, ἔκ ῥʼ ἀσαμίνθου ἔβη. ἤγουν ἐξέβη τῆς κατὰ τὸ λουτρὸν πυέλου. πρῶτον γάρ τις ἔξεισι τῆς ἀσαμίνθου εἶτα ἐνδύεται. διὸ ἐν τῇ ἑξῆς ῥαψῳδίᾳ, φησὶν ὁ ποιητὴς οὕτως. ἔς ῥʼ ἀσαμίνθους βάντες ἐϋξέστας, λούσαντο. τούς δʼ ἐπεὶ δμωαὶ λοῦσαν καὶ ἔχρισαν ἐλαίῳ. ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον, ἠδὲ χιτῶνας. Ὅτι καὶ ἐνταῦθα, κρέα ὑπέρτερα λέγει ὡς καὶ πρὸ μικροῦ. καὶ ὅτι ὡς καὶ πρὸ ὀλίγων δεδήλωται, οἶνον ἐνοινοχοεῖν φησὶν, οὐ πρὸς διαστολήν. οὐ γάρ ἐστι καὶ ὕδωρ οἰνοχοεῖν. ἀλλʼ ἁπλούστερον ἀντὶ τοῦ ἐγχέειν. ὡς καὶ ὅτε εἴπῃ νέκταρ ἐῳνοχόει. καὶ μὴν, ἐκεῖνο κατὰ παράχρησιν ἐῤῥέθη ὡς καὶ τὸ, ἵπποι ἐβουκολοῦντο ἀντὶ τοῦ, ἁπλῶς ἐνέμοντο. καὶ ἕτερα ὅμοια καθὰ καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα σεσημείωται. ἔστι δὲ ἡ περὶ τοῦ, οἶνον οἰνοχοεῖν φράσις, αὕτη. ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντο, οἶνον ἐνοινοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσι. δῆλον δὲ ὅτι περιττὴ ἐνταῦθα πρόθεσις, ἢ τοῦ ἐνοινοχοεῖν ἢ τοῦ ἐν δεπάεσσιν. Ἐσθλοὺς δὲ ἀνέρας λέγει, τοὺς ἀλλαχοῦ κήρυκας. Ὅτι ὡς ἐν Ἰλιάδι, οὕτω καὶ ἐνταῦθα τὸ ἅρμα πληθύνει σεμνότερον καὶ ἡρωϊκώτερον, εἰπών. ἔζευξαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους. τὸ δὲ ἀνωτέρω τούτου ζεύξαθʼ ὑφʼ ἅρματʼ ἄγοντες, οὐ πάνυ δῆλον εἴτε ζεύξατε ὑφʼ ἅρματα, εἴτε καὶ ἑνικῶς ὑπὸ τῷ ἅρματι. ὃ καὶ κρεῖττον δοκεῖ. εὑρίσκεται γὰρ καὶ ἑνικῶς παρὰ τῷ ποιητῇ τὸ ἅρμα, εἰ καὶ σπανίως. Κεῖται δʼ ἐνταῦθα καὶ τὸ πρήσσειν ὁδοῦ, ἐπὶ ξηρᾶς. καὶ οὐ κατὰ τὸ, διαπρήσσουσα κέλευθον. Ὅτι πολυτελείας ἔνδειξις τὸ, ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν, ὄψά τε οἷα ἔδουσι διοτρεφέες βασιλῆες. ἡνιοχείας δὲ διασκευὴ τὸ, ἐς δίφρον ἀνέβαινε καὶ ἡνία λάζετο χερσί. μάστιξε δʼ ἐλάαν. τώ δʼ οὐκ ἄκοντε πετέσθην ἐς πεδίον. Ἰστέον δὲ ὅτι ὄψα λέγονται τὰ τοῦ σίτου ἡδύσματα, παρὰ τὸ ὀψέ. καὶ τοῦτο, διχῶς. ἢ γὰρ ὅτι ὀψὲ ὥρας εἰς δόρπον προσεφέροντο αὐτὰ παυσάμενοι ἤδη τῶν ἔργων. ἢ ὅτι ὀψὲ χρόνου ἐξευρέθησαν μετὰ τὰς ἀναγκαίας ἐξ ἀκροδρύων καὶ σπορίμων τροφάς. ὅτι δὲ κατά τινα ἐξοχὴν ἡ λέξις κληρωθεῖσα τοῖς ἰχθύσι παρήγαγε τὸ ὀψάριον, ὁ Ἀθήναιος δηλοῖ. Τὸ δὲ οἷα ἔδουσι βασιλεῖς, ἔμφασιν ἔχει, μὴ κοινὰ εἶναι ταῦτα καὶ συνήθη τοῖς πλείοσιν ὄψα, βασιλεῦσι δὲ πρέποντα. Ὅρα δὲ ὡς ἐπὶ Τηλεμάχου μὲν πλατύτερον διεσκεύασε τὰ περὶ τῶν ἐφοδίων, ἐνταῦθα δὲ στενῶς εἶπε, διὰ τὸ δυσὶ μόνοις στίχοις ἐπιμετρηθῆναι τὰ εἰς ὁδόν. οὕτω καὶ δῶρα βασιλικὰ προϊὼν μὲν, ἐξονομάσει. ἐνταῦθα δὲ, μετʼ ὀλίγα ἐπὶ Ὀρτιλόχου, ἀρκεσθήσεται εἰπὼν ὡς τοῖς ἐνδημήσασι νέοις πὰρ ξείνια θῆκε. Τὸ δὲ μάστιξε δʼ ἐλάαν καὶ ἑξῆς, δὶς λέγει ἐνταῦθα ταυτολογῶν. Τὸ δὲ ἐς πεδίον, ἀσφαλῶς πρόσκειται εἰς διαστολὴν τῶν ἐν ἀέρι πετομένων. δῆλον δὲ ὡς τὸ οὕτω πέτεσθαι, ἡ μάστιξ ἐνεποίησε τοῖς ἵπποις. οἳ ἄλλως μὲν, οὐκ ἀέκοντες ὥδευον. ὑπὸ δὲ μάστιγος, καὶ ἐπέτοντο. εἰ δὲ οὗτοι παραβολικῶς πέτεσθαι λέγονται, οὐκ ἂν, οὐδὲ ὁ τοῦ Βελλεροφόντου πήγασος, ἄλλως πέτοιτο.