eul_wid: xpw-acw
DOI 10.5281/zenodo.20335421

Commentary on Homer's Odyssey: Book XXIII by Eustathius of Thessalonica

Ὅτι μνηστηροφονίαν ἐπιγράφουσιν οἱ παλαιοὶ τὸ παρὸν γράμμα. οὗ περ ἡ ἀρχὴ πρέπει ἀνδρὶ ἑτοίμῳ εἰς ἔλεγχον ἢ λοιπήν τινα δραστηριότητα ὡς ἐν λόγῳ παροιμίας τινός. φησὶ γάρ· αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς. νοητέον δʼ ἐνταῦθα ὅτι ζωσάμενος Ὀδυσσεὺς ἐγυμνώθη τὰ σκέλη μόνα ὡς μηδὲ τὴν ῥηθεῖσαν οὐλὴν παραφαίνεσθαι. οὐ γὰρ δή που τὸ ὅλον ἐγύμνου σῶμα εἰς πόλεμον παραταττόμενος. δηλοῖ δὲ τὸ ἐνδεδύσθαι αὐτὸν καὶ ἡ μαῖα ἐν τοῖς ἑξῆς, εἰποῦσα· μηδʼ οὕτω ῥάκεσσι πεπυκασμένος εὐρέας ὤμους ἕσταθι. ἐπάγει δὲ ὁ ποιητὴς καὶ τὸ, ἆλτο δʼ ἐπὶ μέγαν οὐδὸν, ἔχων βιὸν ἠδὲ φαρέτρην ἰῶν ἐμπλείην, ὃ ταυτόν πώς ἐστι τῷ ἰοδόκον. ταχέας δʼ ἐξεχεύατʼ ὀϊστοὺς αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν· οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται. νῦν αὖ σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνὴρ, εἴσομαι, τουτέστι γνώσομαι ἢ ἐπιπορεύσομαι, αἴ κε τύχοιμι, ἔφη· καὶ ἐπʼ Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν. ὁ μὲν δὴ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα, ὄφρα πίοι οἴνοιο· φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ μέμβλετο. εἶτα σχηματίσας ἐνδιαθέτως κατὰ ἀσύνδετον ὡς ἐν πολλῇ ἀπορίᾳ φησί· τίς ἂν οἴοιτο μετʼ ἀνδράσι δαιτυμόνεσσι μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη, οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν. τοῦτο δὲ τὴν τοῦ Ὀδυσσέως ἐξαίρει τόλμαν καὶ τὸ τῆς μνηστηροφονίας δὲ παραμυθεῖται ἀπίθανον, ὡς μηδὲ τοῦ ποιητοῦ ἐκλαθομένου πάνυ δυσχερὲς εἶναι τὸ ἔργον καὶ ὅμως ἱστορήσαντος τὸ τεραστίως γενόμενον κατὰ τὴν αὐτοῦ πιθανὴν πλάσιν. Ἰστέον δὲ ὅτι τε ἀπὸ τοῦ ῥήσσω, ῥήξω, ἔῤῥηχα παρακειμένου τὰ ῥάκεα γίνονται τροπῇ τοῦ ἦτα εἰς ἄλφα καὶ τοῦ δασέος εἰς ψιλὸν, καὶ ὅτι τὸ ῥάκος βράκος φασὶν οἱ Αἰολεῖς, ὡς ἐν τοῖς εἰς τὴν Ἰλιάδα πλατύτερον γέγραπται. χρῆσις δὲ τοιαύτη παρὰ Σαπφοῖ ἐν τῷ, τίς δʼ ἀγροιῶτις θέλγει νόον, οὐκ ἐπισταμένη τὰ βράκεα ἕλκειν ἐπὶ τῶν σφυρῶν; ἤγουν ποία γυνὴ χωριτικὴ ἐζωσμένη ἀγροικικώτερον ἐφέλκεται ἐραστήν; καὶ ὅτι τὸ, ἆλτο ἐπὶ οὐδὸν ἀντὶ τοῦ ἥλατο, καιρίως ἔφη, ὡς ὑψηλοτέρου τῆς θύρας ὄντος τοῦ οὐδοῦ. ψιλοῦται δὲ τὸ ἆλτο καὶ ταῦτα ἀπὸ τοῦ ἅλλεσθαι γεγονὸς, οὐ μόνον ὡς Αἰολικὸν, ἀλλὰ διὰ τὴν ἐπαγωγὴν τοῦ ψιλοῦ τ, ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσιν· ὃ δὴ ἔμελλε παθεῖν κατὰ τοὺς τεχνικοὺς καὶ ἡ γενικὴ τοῦ ἃλς, εἴ περ ἐκλήθη ἀλτὸς καὶ μὴ ὑπεστάλη τὸ τ καὶ οὕτως ἡ κλίσις γέγονεν ἃλς, ἁλὸς, καὶ ἐφυλάχθη διατοῦτο ἡ δασεῖα τῆς εὐθείας καὶ ἐν τῇ γενικῇ· ὃν τρόπον καὶ τὸ ἅλατο μὲν δασύνεται ἀπὸ τοῦ ἅλλομαι· ἐπεὶ καὶ τὰ τοῦ ἐνεστῶτος πνεύματα εἰς τοὺς ἐκεῖθεν ὁμοίως μεταβαίνουσι χρόνους. συγκοπὲν δὲ εἰς τὸ ἆλτο ἐψίλωται· χαίρει γὰρ τὸ τ, ὥς περ καὶ τὸ θ καὶ τὸ δ, ψιλοῦσθαι τὰ πρὸ αὐτῶν φωνήεντα. Ἵσταται δὲ περὶ τὸν οὐδὸν Ὀδυσσεὺς, ἵνα μὴ ἔχοιεν οἱ μνηστῆρες ἔξω φυγεῖν· βλάπτει γὰρ τοῦτο τὸν Ὀδυσσέα καὶ ζημιοῖ, τοῦτο μὲν εἴ τις διαδράσει τὸν φόνον, ἐκεῖνο δὲ εἰ τοὺς Ἰθακησίους εἰς ἄμυναν προκαλέσονται. Τὸ δὲ, πρόσθε ποδῶν, ἑρμηνεία ἐστὶ τοῦ, ἐκχεύατο ὀϊστοὺς αὐτοῦ, τουτέστι πρόσθε ποδῶν. Ἀάατος δὲ δύναται ἡ δίχα βλάβης ἐνταῦθα εἶναι, ἵνα λέγῃ Ὀδυσσεὺς, ὡς οὐ πολυβλαβὴς, ὦ μνηστῆρες, ἐμοὶ ὁ παρὼν ἄεθλος, ὡς ὑμεῖς ἐλέγετε, ἀλλὰ ἐστερημένος ἄτης καὶ, ὡς εἰπεῖν, ἀβλαβής. λέγοι δʼ ἂν αὐτὸν καὶ ἄλλως εἰρωνικῶς ἀάατον, ἤγουν πολυβλαβῆ, κατὰ τὸ δοκοῦν τοῖς μνηστῆρσι. Τὸ δὲ, οὗτος μὲν δὴ ἄεθλος ἐκτετέλεσται· νῦν αὖτε σκοπὸν ἄλλον εἴσομαι, αἴ κε τύχοιμι, εἴποι ἂν ὁ μετά τι μέγα ἔργον ἀνυσθὲν δευτέρῳ τινὶ ἐγχειρῆσαι θέλων. Τὸ δὲ, ὄφρα πίοι οἴνοιο, Ἀττικῶς ἐῤῥέθη. ἄλλως γὰρ τὸ πίνειν αἰτιατικῇ συντάσσεται. ἴσως δὲ καὶ οὐδὲ ἔμελλε τὸν ὅλον ἐκπιεῖν οἶνον, ἀλλά τι μέρος αὐτοῦ, ὡς εἰώθασι ποιεῖν οἱ, ὡς προεδηλώθη, προπίνοντες. τὰ δὲ τοιαῦτα γενικῇ συντάσσονται, ὅτε δηλαδὴ μὴ τὸ πᾶν δαπανᾶται, ἀλλά τι μέρος αὐτοῦ· οἷον, λέων βοὸς βεβρωκώς· καὶ ὄφις μυρμήκων φαγών· καὶ ὅσα τοιαῦτα. Τὸ δὲ μέμβλετο, ποιητικὴ αὕτη λέξις, ἐκ τοῦ μεμέλητο γίνεται, ὅ ἐστι διὰ μελήσεως ἦν, κατά τε συγκοπὴν καὶ ἐπένθεσιν τοῦ βῆτα διʼ εὐφωνίαν καὶ συστολὴν τοῦ παραλήγοντος η εἰς ε. Δαιτυμόνες δὲ νῦν οἱ ἁπλῶς δαινύμενοι. ἐν μέντοι τῇ δ ῥαψῳδίᾳ ἐπὶ τῶν τὴν δαῖτα παρασκευαζόντων εὕρηται ἡ λέξις τεθεῖσα. οἱ δὲ ὕστερον ἐπὶ κλητῶν φίλων αὐτὴν τιθέασιν. Ὅτι Ὀδυσσεὺς Ἀντίνοον κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ, ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή. εἶτα διασκευάζων, ὅπως ἔπεσε σφαζάδων καὶ οἷα ἔπαθε καὶ ἐποίησε, φησίν· ἐκλίνθη δʼ ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς, βλημένου· αὐτίκα δʼ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν αἵματος ἀνδρομέοιο, θοῶς δʼ ἀφʼ ἑαυτοῦ τράπεζαν ὦσε ποδὶ πλήξας, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε· σῖτός τε κρέα τε ὀπτὰ φορύνετο, τουτέστιν ἐμολύνετο ἢ αἵματι ἢ καὶ ἄλλως κυλιόμενα εἰς γῆν. Καὶ ὅρα φράσιν ταύτην ἀπόζουσαν τῆς ἐν Ἰλιάδι γλυκύτητος τῆς κατὰ ἐμβρίθειαν καὶ νοήματος καὶ φράσεως· πολεμικὴ γὰρ ἡ διασκευή. καὶ εἰσὶ τοιαῦτα καὶ ἐν τοῖς ἐφεξῆς. ὅλως γὰρ τὸ τῆς Ὀδυσσείας ἀνδρῶδες ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ κεῖται. μιᾷ δὲ καὶ ἐνταῦθα βολῇ θανατοῖ ὁ ποιητὴς τοὺς βαλλομένους διὰ τὸ ἀνδροφόνῳ φαρμάκῳ τοὺς ὀϊστοὺς βεβάφθαι, καθὰ καὶ ἐν τῇ ἄλφα ῥαψῳδίᾳ προείρηται. τοῦτο δὲ καὶ ἐπίτηδες ὁ ποιητὴς πλάττει διὰ τὴν τῶν ὀϊστῶν ἔνδειαν, ἵνα ἑνὸς ὀϊστοῦ ἕνα θανατοῦντος πλεῖον τὸ ἔργον διὰ τοῦ τόξου γένηται. Τὸ δὲ ἐπισχόμενος ἀντὶ τοῦ καταστοχασάμενος. τοῦτο δὲ διὰ τὸ ἐπέχειν τὴν χεῖρα καὶ ἱστᾶν τὸν κατὰ σκοποῦ βάλλοντα. οἱ δὲ παλαιοὶ καὶ ἀντὶ τοῦ λαβόμενος φασὶν, ἀστείως λέγοντες ὡς ἀπὸ χερσὶ κρατοῦντος. ὡς γὰρ ὁ ἄγχων ἐπέχει τινὰ τοῦ λαιμοῦ, οὕτω καὶ Ὀδυσσεὺς ἔβαλε τὸν Ἀντίνοον κατὰ λαιμὸν ἐπισχόμενος ἰῷ ὡς οἷα καὶ χειρί. Τὸ δὲ, ἁπαλοῖο διʼ αὐχένος, σαφῶς ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἡρμήνευται, οὐ τοῦ ὅλου αὐχένος ὂν ἐπίθετον, ἀλλὰ τοῦ περὶ αὐτὸν ἁπαλωτέρου μέρους. ἄλλως γὰρ οὐκ ἂν ἁπαλὸς αὐχὴν λέγοιτο ὁ σκληρὸς καὶ παρὰ τὸν αὐχμὸν ἐτυμολογούμενος διὰ τὰ κατʼ αὐτὸν ὀστᾶ ὡς οἷά τις αὐχμήν. διὸ καὶ διὰ τοῦ ε κλίνεται, ἵνα ὥς πέρ ἐστι ποιμὴν ποιμένος, οὕτω καὶ αὐχμὴν αὐχμένος, καὶ διὰ τὸ εὐφωνότερον αὐχὴν αὐχένος. ἄλλως γάρ, φασιν, εἴ περ μὴ φύσει εἶχε τὸ μῦ, διὰ τοῦ η ἐκλίνετο ἂν, ὡς τὸ σωλὴν σωλῆνος καὶ τὰ ὅμοια. Τὸ δὲ ἐκλίνθη εὕρηταί που ἐν τοῖς πρὸ τούτων καὶ δίχα τοῦ ν ἐν τῷ, ἂψ δʼ ἑτέρωσʼ ἐκλίθη, ἐπιτάξαντος τοῦ μέτρου ἐκεῖ τὴν τοῦ ν ἀπέλευσιν κατὰ κοινοτέραν γραφήν. Δέπας δὲ λέγει τὸ πρὸ ὀλίγων καλὸν ἄλεισον. Τὸ δὲ βλημένου ὤφειλε μὲν δοτικῇ εἶναι, ἵνα ἦν, δέπας δέ οἱ ἔκπεσε χειρὸς βλημένῳ. καὶ δὴ καὶ εὕρηνταί τινα τῶν ἀντιγράφων οὕτως ἔχοντα τῆς γραφῆς. τὰ μέντοι ἀκριβέστερα γενικὴν ἔχουσιν, ὡς μηδὲ τοῦ πλαγιασμοῦ σολοικίζοντος, καθὰ καὶ ἐν ἄλλοις δεδήλωται. Αὐλὸς δὲ νῦν κατὰ τοὺς παλαιοὺς κρουνὸς, ἐξακόντισμα αἵματος, ὀξεῖα ἀναφορά. αὐλὸς γάρ, φασι, πᾶν τὸ στενόν· ὅθεν καὶ ἔναυλοι στενοὶ ποταμοί. τοιοῦτον δέ τοι καὶ οἱ αὐλῶνες· ὅθεν τὰ διαυλωνίζοντα πνεύματα, καὶ διαυλωνία, τοπικὴ στενότης, καθʼ ἣν ὄρτυγες ἢ ἁπλῶς ἄγριοι ὄρνιθες ἀγρεύονται. ἐθνικὴ δὲ λέξις αὕτη γνώριμος τοῖς περὶ Σινώπην ἀνωτέρω οἰκοῦσι πρὸς Βοῤῥᾶν. καὶ ἡ τοῦ ἀρότρου δὲ εἰς μῆκος τομὴ ἐκ τούτου αὖλαξ λέγεται, καὶ ὁ δίαυλος. ἡ δὲ Ἰλιὰς ἐντεῦθεν οἶδε καὶ τὴν αὐλῶπιν τρυφάλειαν. καὶ ὁ μουσικὸς δὲ αὐλὸς καὶ αὐλίσκος τοιοῦτόν τι, καὶ ὅσα δὲ ἄλλα τῆς τοιαύτης συστοιχίας ἐστίν. ἔοικε δʼ ἐνταῦθα ὁ ἐλθὼν ἀνὰ ῥῖνας αὐλὸς διὰ τὰς ῥῖνας εἰρῆσθαι αὐλός. οὐ γὰρ ἁπλῶς τὸ στενὸν αὐλὸς, ἀλλὰ τὸ κοιλότητος μετέχον τινός· ὁποῖος καὶ ὁ αὐλὸς, ἔτι δὲ καὶ οἱ αὐλῶνες καὶ ἡ αὖλαξ. ὁ δὲ ῥηθεὶς κρουνὸς τοῦ αἵματος οὐκ ἂν κυρίως αὐλὸς λέγοιτο αὐτὸς, ἀλλὰ διὰ τὸ ἐξ αὐλοειδῶν τῶν ῥινῶν ἐξέρχεσθαι. εἴρηται δὲ περὶ αὐλῶν καὶ τῶν ἐξ αὐτῶν καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα, ἔτι δὲ καὶ περὶ αὐλίσκων τῶν κατὰ σύριγγας· ὧν ἀποτελεστικοὶ οἱ Ὁμηρικοὶ δόνακες, ὡς δηλοῖ ὁ γράψας ἐν ἐπιγράμματι Πινδάρου περὶ τοῦ Πανὸς τὸ, νομίων λησάμενος δονάκων, ἤγουν ἐκλαθόμενος τῆς σύριγγος. Ἀνδρόμεον δὲ οὐ μόνον αἷμα, ὡς νῦν, ἀλλὰ καὶ ψωμοὶ πρὸ τούτων ἀνδρόμεοι ἐπὶ Κύκλωπος. Τὸ δὲ, ὦσε ποδὶ πλήξας, σφαδάζειν δηλοῖ τὸν Ἀντίνοον ἐν τῷ πίπτειν. Τοῦ δὲ φορύνειν πρωτότυπον εἶναι δηλοῖ τὸ φορύω, καθὰ καὶ τοῦ φορύσσειν· τοῦ μὲν κατὰ πλεονασμὸν τοῦ ν, τοῦ δὲ κατὰ παραγωγήν· ἐξ οὗ καὶ τὸ αἱμοφόρυκτον. δῆλον δʼ ὅτι ἐκ τοῦ φορῶ γίνεται τὸ φορύω, καθὰ καὶ ἐκ τοῦ χῶ τὸ χύω· ἐξ αὐτῶν δὲ Δωρικῇ προσθέσει τοῦ ν τῇ πολλαχοῦ δηλωθείσῃ τὸ φορύνω καὶ χύνω κατὰ τὸ πλύω πλύνω καὶ ὅσα τοιαῦτα. οὕτω δέ, φασι, καὶ ἄχω ἀχύω, καὶ Δωρικῶς ἀχύνω, καὶ μεταθέσει ἀχνύω, ἐξ οὗ τὸ ἄχνυμι. ὁμοίως καὶ δέχω δεχύω δεχύνω καὶ μεταθέσει καὶ παραγωγῇ δεχνύω δέχνυμι. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα, περὶ ὧν καὶ ἑτεροῖόν τι ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγραπται. Ὅτι πεσόντος, ὡς ἐῤῥέθη, τοῦ Ἀντινόου ὁμάδησαν οἱ μνηστῆρες, ἐκ δὲ θρόνων ἀνόρουσαν, ὀρινθέντες κατὰ δῶμα, πάντοσε παπταίνοντες ποτὶ τοίχους, ἔνθα δὲ τὰ, ὡς ἐῤῥέθη, συσταλέντα ἐκρέμαντο ὅπλα. οὐ δέ πῃ ἀσπὶς ἔην οὐδʼ ἄλκιμον ἔγχος ἑλέσθαι. καλῶς ἄρα Ὀδυσσεὺς προεμηθεύσατο ἐπικρύψαι αὐτά. νείκειον δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι. καὶ ἐκπεσόντες τοῦ ἔργοις ἀμύνεσθαι τρέπονται εἰς τὸ λαλεῖν, λέγοντες· ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι· οὐκέτʼ ἀέθλων ἄλλων ἀντιάσεις· νῦν τοι σῶς αἰπὺς ὄλεθρος. ὃ δὴ καὶ ἐν ἄλλοις κεῖται. καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες, ὃς μέγʼ ἄριστος κούρων ἐν Ἰθάκῃ, διό σε ἔνθα γῦπες ἔδονται. εἶτα δηλῶν ὁ ποιητὴς ὅπως ταῦτʼ ἔλεγον οἱ μνηστῆρες καὶ ὅτι οὔ πω γνωρίσαντες τὸν Ὀδυσσέα ἐπάγει· ἴσκεν ἕκαστος ἀνὴρ, τουτέστιν, ὡς καὶ προεῤῥέθη ἀλλαχοῦ, ἔλεγεν ἢ ὑπενόει, ἤϊσκεν. ἐπειδὴ φάσαν οὐκ ἐθέλοντα ἄνδρα κατακτεῖναι, ἀλλὰ κατὰ ἀτεχνίαν τοῦ τοξεύειν. τὸ δὲ, νήπιοι οὐκ ἐνόησαν ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπτο, ὃ καὶ ἐν Ἰλιάδι γέγραπται· τοῦτο δὲ προαναφωνητικῶς λαλεῖται, ὡς μηδενὸς ἐκφευξομένου τὸν θάνατον. Ἰστέον δὲ ὅτι νοθευέται ὑπὸ τῶν παλαιῶν τὸ χωρίον τοῦτο. ἄκαιρον γάρ, φασι, καὶ γελοῖον, πάντας ὁμοῦ ταῦτα λέγειν ὡς ἐκ συνθήματος οἷα τινὰ τραγικὸν χορόν. ἔθος γάρ, φασιν, Ὁμήρῳ ἐν τοῖς τοιούτοις οὐχʼ οὕτω ποιεῖν, ἀλλὰ λέγειν· ὧδε δέ τις εἴπεσκεν. ἔστι δʼ εἰπεῖν, ὡς ἐσχημάτισεν Ὅμηρος νῦν ἄλλως τὸ τοιοῦτον νόημα, ὡς οἷα συγκεχυμένως ὑφʼ ἑκάστου τῶν μνηστήρων λεγόμενον. οὐ γὰρ εἶχεν ἐν τοσούτῳ ταράχῳ κοινῷ ἰδίᾳ ἠθοποιεῖν. Τὸ δὲ ἑλέσθαι πάνυ ἀσφαλῶς κεῖται. ἦν μὲν γὰρ ἀσπὶς καὶ ἔγχος, ἀλλʼ οὐχʼ ὥστε καὶ ἑλέσθαι τοὺς μνηστῆρας· κέκρυπται γάρ. Τὸ δὲ, κακῶς ἀνδρῶν τοξάζεαι, ἀντὶ τοῦ ἀτέχνως τοξάζῃ κατὰ ἀνδρῶν· οὕτω γὰρ ὡς εἴρηται οἴονται. Ὅρα δʼ ἐν τῷ, ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι καὶ ἑξῆς, τὸ τῶν ἐννοιῶν κομματικὸν διὰ θυμόν. τρεῖς γὰρ ἐν δυσὶ στίχοις ἔννοιαι κεῖνται αὐτοτελεῖς. Τὸ δὲ οἴεσθαι τοὺς μνηστῆρας ὡς οὐχʼ ἑκὼν ὁ ξένος ἀφῆκε βέλος κατὰ τοῦ Ἀντινόου, ἔχει τι καὶ εὐηθείας, ἐπεὶ παρέπλαγξεν αὐτοῖς κἀνταῦθα θεὸς τὸ νόημα. διὸ καὶ Ὅμηρος ἐπεσημήνατο εἰπών· τὸ δὲ νήπιοι οὐκ ἐνόησαν. Ἰστέον δὲ ὅτι τὸ, οὐκέτʼ ἀέθλων ἄλλων ἀντιάσεις, ἔχει τι καὶ ἀστειότητος, ὡς οἷα λεγόντων τῶν μνηστήρων ὅτι διοϊστεύσας μὲν σιδήρου εἶχες ἄεθλα τὰ ὑπὸ τῆς Πηνελόπης ῥηθέντα, ἐπὶ δὲ τῇ βολῇ ταύτῃ τοῦ Ἀντινόου οὐκ ἔσται σοι ἀέθλων τυχεῖν. Τὸ δὲ, ὀλέθρου πείρατʼ ἐφῆπται, κεῖται μὲν καὶ μετʼ ὀλίγα. εἴληπται δὲ ὡς ἀπὸ σχοινίου, ἁπτομένου ποθὲν κατὰ τὰ πέρατα, καὶ δηλοῖ συμβολικῶς ὅτι τέλειος καὶ πεπερατωμένος ὄλεθρος τῶν μνηστήρων ἧπται καὶ οὗ ἐπέκεινα οὐκ ἔστιν εὑρεῖν ἕτερον ὄλεθρον. Ὅτι τὰ κακὰ τῶν μνηστήρων ἐκτιθέμενος Ὀδυσσεὺς ἐν ἐπηκόῳ καὶ τῆς ἄγαν ἀναιδείας αὐτοὺς αἰτιώμενος καὶ κατηγορῶν παρʼ ἑαυτῷ δικαστῇ φησίν· ὦ κύνες, οὔ μʼ ἔτι ἐφάσκετε ὑπότροπον οἴκαδʼ ἱκέσθαι δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον, δμωῇσί τε γυναιξὶ παρευνάζεσθε βιαίως, αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα, οὔτε θεὸν δείσαντες, ὃς οὐρανὸν εὐρὺν ἔχει, οὔτε τινʼ ἀνθρώπων νέμεσιν κατόπισθεν ἔθεσθε, καὶ ἑξῆς. καὶ τοὺς μὲν ἄλλους πάντας ὑπὸ χλωρὸν δέος εἷλεν ἀκούσαντας. ἐξεπτόησε γὰρ αὐτοὺς τὸ τοῦ Ὀδυσσέως ὄνομα, ὡς εἰκός. Εὐρύμαχος δὲ μόνος ὑποθαῤῥήσας ἔφη· εἰ μὲν δὴ Ὀδυσσεὺς Ἰθακήσιος ἦλθες, ταῦτα μὲν αἴσιμα εἶπες· οὐ γάρ ἐστιν ἀντειπεῖν· ἀλλʼ ὁ μὲν ἤδη κεῖται, ὃς αἴτιος ἔπλετο πάντων, Ἀντίνοος· οὗτος γὰρ ἐπίηλε τάδε ἔργα, οὔ τι γάμου τόσσον κεχρημένος, ἀλλʼ ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσε θεός. ποῖα δὴ ἄλλα; ὄφρα Ἰθάκης κατὰ δῆμον βασιλεύοι αὐτὸς, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας, οἷα δηλαδὴ βασιλειῶν. νῦν δʼ ὁ μὲν ἐν μοίρῃ πέφαται, ἤτοι δεόντως πεφόνευται· σὺ δὲ φείδεο λαῶν σῶν, μονονουχὶ λέγων, ὅτι σαυτὸν βλάψεις τοὺς σοὺς ἀνελών. καὶ οὕτω μεταστατικῶς λαλήσας καί τι καὶ ἱκετεύσας ἐπάγει· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον, ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι, τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος, χαλκόν τε χρυσόν τε ἀποδώσομεν, εἰσόκεν, ἤγουν ἕως ἂν, σὸν κῆρ ἰανθῇ· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι. καὶ οὕτω μὲν ὁ Εὐρύμαχος μεγαλοπρεπῶς τὸν Ὀδυσσέα ὑπέρχεται. Ὀδυσσεὺς δὲ, Εὐρύμαχέ, φησιν, οὐδʼ εἴ μοι πατρώϊα πάντʼ ἀποδοῖτε, ὅσσα τε νῦν ὑμῖν ἐστὶ καὶ εἴ ποθεν ἄλλʼ ἐπιθεῖτε, οὐδʼ ἂν οὕτω χεῖρας ἐμὰς λήξαιμι φόνοιο, πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι. εἶτα ἔργον ἀνδρείου καὶ θαῤῥαλέου ἀνδρὸς ποιῶν ἐπάγει· νῦν ὑμῖν πάρα κεῖται ἢ παράκειται, ἐναντίον ἠὲ μάχεσθαι ἢ φεύγειν, ὃς ἂν θάνατον καὶ Κῆρας ἀλύξῃ· ἀλλά τινα οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον. Ἰστέον δὲ ὅτι τὸ δήμου ἀπὸ Τρώων διʼ ἐκφόβησιν τῶν μνηστήρων παρέῤῥιπται ἐπὶ ἀναμνήσει τῆς αὐτοῦ ἀνδρείας. ἄλλως γὰρ οὐκ ἀπὸ δήμου Τρώων ἥκει Ὀδυσσεὺς ἄρτι, ἀλλʼ ἀπὸ μακρᾶς πλάνης. Τὸ δὲ κατεκείρετε ἐπαινεῖται τοῖς παλαιοῖς, οἵ φασιν ὡς οὐκ ἂν ἐμφαντικώτερον ἡ λέξις μεθερμηνευθείη. Τὸ δέ, γυναιξὶ δμωαῖς τοὺς μνηστῆρας παρευνάζεσθαι βιαίως, δμωὰς γυναῖκας ῥυστάζεσθαι ἀεικελίως πρὸ τούτων ἔφη. γυναῖκες δʼ ἐνταῦθα δμωαὶ κατὰ τὸ φύσει σημαινόμενον τῆς γυναικὸς, ἤγουν θήλειαι ἄνθρωποι. ἐφεξῆς δὲ εὐθὺς ἐν τῷ, ὑπεμνάασθε γυναῖκα, τὴν ὑπὸ ἀνδρὶ λέγει. ἔστι δὲ τὸ ὑπεμνάασθε ἀντὶ τοῦ ὑπούλως καὶ ψευδῶς καὶ οὐ κατὰ νόμον ἐμνηστεύεσθε, ὥς περ καὶ τὸ δμωαῖς παρευνάζεσθε ἀντὶ τοῦ παρὰ τὸ δέον συνεκοιμᾶσθε. Ὅρα δὲ καὶ ὡς μνησθεὶς Ὀδυσσεὺς τῆς γυναικὸς σιωπᾷ τὴν τοῦ φίλου υἱοῦ ἐπιβουλὴν καὶ οὐκ ὀνειδίζει καὶ διʼ αὐτήν. ἐπειδή, φασιν, ἴσως εἰς τοῦτο διανοεῖται ὡς προεπιβεβουλευμένοι ἠμύνοντο. ἔφη γάρ που ὁ Τηλέμαχος, ὅτι πειρήσομαι εἴ πως ὑμῖν κακὰς ἐπὶ Κῆρας ἰήλω. πρὸς δὲ τὸ τοιοῦτον ἰήλω ἔφη περὶ Ἀντινόου νῦν Εὐρύμαχος, ὅτι οὗτος ἐπίηλε τάδε ἔργα, ἤγουν οὗτος αἴτιος τῶν παρόντων κακῶν, κατηγορίαν ἐνιστῶν ἐπʼ ἀκροαταῖς τοῖς ἔτι ζῶσι κατὰ τοῦ μηδὲν ἀντιλέγειν ἔχοντος. Τὸ δὲ, μήτε θεὸν δεδιέναι μήτʼ ἀνθρώπων νέμεσιν ὑφορᾶσθαι, ἀπονενοημένων πάθος ἀνδρῶν. Τὸ δὲ, οὔτε τινὰ κατόπισθε νέμεσιν ἔθεσθε, ἀλλαγὴν ἐποίησε σχήματος· ἦν γὰρ ἀκόλουθον ἄλλως εἰπεῖν· οὔτε θεὸν δείσαντες οὔτε ἀνθρώπων νέμεσιν θέμενοι, κατὰ νοῦν δηλαδή. Ἐν δὲ τῷ, Ὀδυσσεὺς Ἰθακήσιος, περιττὸν τὸ Ἰθακήσιος καὶ εἰς οὐδὲν χρήσιμον εἴρηται, οἷα συγκεχυμένου τοῦ Εὐρυμάχου καὶ μὴ φιλοκρινοῦντος λόγου ἀκρίβειαν. Ὅρα δὲ καὶ τὸ, ἄλλα φρονέων, πολλὴν πάνυ ἔχον διαφορὰν πρὸς τὸ ἀλλοφρονέων, ὃ πρὸ τούτων ἐπὶ τοῦ Ἴρου εἴρηται. τοῦτο δὲ καὶ ἐπʼ ἄλλων ἐδείχθη πολλῶν, ἐφʼ ὧν διαφορὰ τοῦ συνθέτως ἢ διαλελυμένως λαλεῖν. Ἀρεσάμενοι δὲ καὶ ἐνταῦθα ἀντὶ τοῦ ἀρέσαντες, φιλιωθέντες, ἄρθμιοι γενόμενοι, ὅ περ προδεδήλωται. Τὸ δὲ ἐδήδοται τὰ παλαιὰ ὑπομνήματα Ἀττικὸν εἶναι φασὶ παρακείμενον ἐκ τοῦ ἐδῶ ἐδοῖς, ὡς ὀμῶ ὀμοῖς, ἵνα γίνοιτο οὕτως· ἐδῶ ἐδώσω ἤδοκα καὶ Ἀττικῶς ἐδήδοκα, ἐξ οὗ τὸ ἐδήδομαι ἐδήδοται. ἄλλως μέντοι ἔγνωσται εἶναι παρακείμενος τοῦ ἔδω βαρυτόνου ἦκα καὶ Ἀττικῶς ἔδηκα· εἶτα πλεονασμῷ τῆς δο συλλαβῆς, ὡς ἂν ἔχοι τρίτον τόπον συλλαβικὸν συστελλόμενον, ἐδήδοκα. ἐξ οὗ παθητικὸς παρακείμενος ἐδήδομαι. καὶ ἔστιν ὅμοιον τὸ ἐδήδοκα πρὸς τὸ ἄγω ἄξω ἦχα ἄγηχα καὶ πλεονασμῷ ἀγήοχα. ὁ δέ γε κανονίσας τὸ ἐδήδοκα ἐκ τοῦ ἐδῶ ἐδήσω, ὅθεν ἡ ἐδητὺς, ἤδηκα, καὶ πλεονασμῷ τῆς δο συλλαβῆς καὶ συστολῇ τῆς ἀρχούσης ἐδήδοκα, ὅθεν τὸ ἐδήδομαι, εὐανάτρεπτον μὲν οὐδέν τι γράφει, οὐκ ἀφίησι δὲ καθαρῶς ἠττικίσθαι τὴν λέξιν. Τιμὴν δὲ τὴν ποινὴν λέγει, ἧς τὸ ποσὸν ἐνταῦθα δυσφράστως ἔχον συγκέχυται διὰ πολλῶν ἀορίστων αἰτιατικῶν, τοῦ ὅσσα ἐκπέποται καὶ ἐδήδοται, τοῦ ἐεικοσάβοιον, τοῦ χαλκὸν, τοῦ χρυσόν. ἔχει γὰρ τὸ χωρίον ἀμφιβολίαν ἐπιτηδευτὴν, ὥς που καὶ ἐν Ἰλιάδι τὸ, νῆα ἅλις χρυσοῦ καὶ ἀργύρου. ἄδηλον γὰρ καὶ ἐνταῦθα, εἴτε ἰδίᾳ ἕκαστος ἀνὰ εἰκοσάβοιον χαλκοῦ ἀποδώσει καὶ αὖθις ἀνὰ εἰκοσάβοιον χρυσοῦ, εἴτε καὶ ἄλλως ἰδίᾳ μὲν ἕκαστος ὡρισμένον τι εἰκοσάβοιον, διʼ οὗ ἦν βόας εἴκοσι κτήσασθαι, ἰδίᾳ δὲ χαλκὸν καὶ χρυσὸν ἀορίστως. καὶ τὸ ἕκαστος δὲ ἀμφίβολόν τι ἔχει. οὐκ εὔδηλον γὰρ εἴτε ἕκαστος τῶν ὅλων μνηστήρων, εἴτε καὶ ἕκαστος τῶν Ἰθακησίων μόνων μνηστήρων. καὶ τὸ κατὰ δῆμον δὲ οὐ πάνυ δῆλον, εἰ καὶ τὸν ἐν Ἰθάκῃ δῆμον πάντα εἰς ἀπόδοσιν τιμῆς συνεισάγει Εὐρύμαχος, ὡς καὶ ἐκείνων δῆθεν πταιόντων, καθά που προδημηγορήσας ἐνέφηνεν ὁ Τηλέμαχος ἐρεθίζων τὸν δῆμον εἰς τὴν κατὰ τῶν μνηστήρων ἄμυναν. δοκεῖ δὲ ἀμφιβόλως οὕτω λαλῆσαι ὁ Εὐρύμαχος, οὐχʼ οὕτω κατὰ δόλον ὡς διὰ σύγχυσιν λογισμοῦ. Ἰστέον δὲ ὅτι ἔχει θεραπείαν ἡ τοιαύτη ἀμφιβολία τὸ, εἰσόκε σὸν κὴρ ἰανθῇ. ὅπως γὰρ ἂν καὶ νοοῖτο ἡ ῥηθεῖσα τιμὴ, εἰς τοσοῦτον ὅμως αὕτη γενήσεται, ἕως ἄν, φησιν, ἀγαπήσῃς τὰ δοθησόμενα. δύναται δὲ ἄλλως τιμὴ ἐνταῦθα νοηθῆναι καὶ τὸ παρὰ τοῖς ὕστερον λεγόμενον τίμημα, ἵνα λέγῃ Εὐρύμαχος ὡς τιμησόμεθα τὰ δαπανηθέντα ἰδίᾳ καὶ χωρὶς ἕκαστος, ἄγοντες ὡς ἐν συναλλαγῇ χαλκὸν καὶ χρυσὸν κατὰ τὸ ἀνάλογον, ἕως ἂν τὸ σὸν κῆρ ἰανθῇ. ἡ δὲ τοιαύτη τιμὴ καὶ τῖμος λέγεται κωμικώτερον, ὡς Λογγῖνος δηλοῖ, ὁμοίως τῷ, χολὴ χόλος, ὠνὴ ὦνος καὶ τοῖς τοιούτοις. μνηστέον δʼ ἐνταῦθα καὶ παλαιᾶς παραδόσεως, ἐκθεμένης ὡς ἡ μὲν εὐκλεὴς τιμὴ παράγει τὸν ἐπίτιμον, ὅς ἐστιν ὁ ἔντιμος, ἡ δὲ ἑτεροία τὸν ἐπιτίμιον. ὁ δέ ἐστιν ὁ ἐπιζήμιος καὶ ἐπίπληκτος. ἀφʼ οὗ καὶ τὸ ἐπιπλήξειν ἐπιτιμήσειν φαμὲν, καὶ ἐπιτίμησον τῷ δεῖνι ἀντὶ τοῦ ἐπίπληξον. καὶ νοητέον ἐκεῖθεν ὅτι τοῦ ἐπιτίμιος ἀρσενικοῦ ἔστιν οὐδέτερον τὸ κοινῶς λεγόμενον ἐπιτίμιον, ἵνα ᾖ, ὥς περ ἐγκώμιος λόγος παρὰ Πινδάρῳ πολλαχοῦ καὶ ἐγκώμιον ἀπʼ αὐτοῦ, σύγγραμμα δηλαδὴ, οὕτω καὶ ὁ ἐπιτίμιος ἀνὴρ καὶ τὸ ἐπιτίμιον πρᾶγμα ἢ λόγιον. Τὸ δὲ ἀποδώσομεν χρεωστικὴν δηλοῖ ἔκτισιν. ἀφʼ ἧς καὶ ἡ ἀνωτέρω ῥηθεῖσα τιμὴ ἐν τῷ, τιμὴν ἀμφὶς ἄγοντες. διαφορὰ γάρ τις τοῦ ἀποδοῦναι καὶ τοῦ δοῦναι ἐν ἄλλοις δεδήλωται. Τὸ δὲ, οὐδʼ εἴ μοι πατρώϊα πάντʼ ἀποδοῖτε καὶ τὰ ἑξῆς, οὐ πολλὴν ὑπερβολὴν ἔχει. Σημείωσαι γὰρ ὅτι τὴν ὑπερβολὴν τῶν δόσεων τῇ Ἰλιάδι μάλιστα ἐχαρίσατο, ἔν τε ἄλλοις καὶ μάλιστα ἐν οἷς φησὶν Ἀχιλλεὺς μὴ ἂν ἐξελθεῖν εἰς πόλεμον οὐδὲ εἰ τόσα καὶ τόσα πάμπλειστα λάβοι. ἐνταῦθα δὲ τῇ τῶν προσώπων ποιότητι συμμετριάζει καὶ τὸ ὑπερβάλλον τῆς δόσεως. Τοῦ δὲ πατρώϊα ἑρμηνεία τὸ, ὅσσα τε νῦν, καὶ τὸ, εἴ ποθεν ἄλλα, ἵνα λέγῃ πατρώϊα μὴ τὰ περιελθόντα ἐκ πατέρων τῷ Ὀδυσσεῖ, ἀλλὰ τὰ τοῖς μνηστῆρσι πάλαι ποτὲ πατρῷα, καὶ οὕτω παράγοιντο οἱ τρεῖς χρόνοι, ὁ πρῴην, ὁ νῦν καὶ ὁ εἰσέπειτα, ὡς φαμένου τοῦ Ὀδυσσέως μὴ ἂν καταλλαγήσεσθαι τοῖς μνηστῆρσιν, οὐδʼ εἴ περ τὰ ἐκ πατέρων αὐτοῖς προσόντα δοῖεν, μήτε ἃ νῦν ἔχουσι, μήτε ἅ περ εἰσέπειτα κτήσονται. Τὸ δὲ ἀποδοῖτε καὶ τὸ ἐπιθεῖτε συγκοπή ἐστι τοῦ δοίητε καὶ θείητε, ὧν τρίτα τὸ ἀποδοῖεν καὶ ἐπιθεῖεν. Τὸ δὲ, χεῖρας ἐμὰς λήξαιμι, τουτέστι παύσω φόνοιο, ἐντελῶς ἐφράσθη. ἡ γὰρ κοινὴ διάλεκτος ἀρκεῖται λέγειν λήξαιμι φόνοιο, τουτέστι παυθήσομαι. Τὸ δὲ, νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι ἢ φεύγειν, ὃ δὴ πρὸς ἐναντίους ἐκφόβησίς ἐστιν ἀπό τινος θαῤῥαλέως ἔχοντος, φιλοσόφως εἴρηται. ἐναντία γὰρ ἀλλήλοις τὸ μάχεσθαι καὶ τὸ φεύγειν. Σημείωσαι δὲ ὅτι, ἐπεί περ εἰκὸς ἦν ἐνταῦθα τοὺς μνηστῆρας εἰπεῖν ὡς αἱροῦνται οὐ μάχεσθαι ἀλλὰ φεύγειν, ἐπάγει Ὀδυσσεὺς ὡς οὐκ ἔσται οὐδὲ τοῦτο ὑμῖν. φησὶ γάρ· ἀλλά τινʼ οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον. εἰ γὰρ καὶ Ἀντίνοος οἷα καὶ στρατηγὸς προκατῆρχε τοῦ ληΐζεσθαι, ἀλλʼ ὁ Εὐρύμαχος οὐκ ἀντιβαίνων ἐκείνῳ ὑποστρατηγεῖν ἐδόκει. ἀκολούθως δὲ καὶ οἱ λοιποὶ τούτοις ἑπόμενοι στρατός τις ἦσαν αὐτοῖς· εἰκότως ἄρα πάντες ὀλοθρευθήσεσθε. Ὅτι Ὀδυσσέως ἐκφήναντος ἑαυτὸν καὶ ἀπειλησαμένου, τῶν μὲν ἄλλων μνηστήρων αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ· Εὐρύμαχος δὲ, ἀρετῇ γὰρ ἦν ὡς ἐῤῥέθη ἔξοχος, ποιεῖ τὸ ἐγχωροῦν, καὶ στρατηγικῶς θαῤῥύνων ἐκείνους φησίν· ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους, ἀλλʼ ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην, οὐδοῦ ἀπὸ ξεστοῦ τοξάσσεται, εἰσόκε πάντας ἄμμε κατακτείνῃ. ἀλλὰ μνησώμεθα χάρμης· φάσγανά τε σπάσασθε καὶ ἀντίσχεσθε τραπέζας ἰῶν ὠκυμόρων σχεδιάζοντες αὐτὰς ὡς εἰς ἀσπίδας. ἄλλως γὰρ ἀσπίδες αὐτοῖς οὐκ εἰσίν. ἐπὶ δʼ αὐτῷ πάντες ἔχωμεν ἀθρόοι, εἴ πως αὐτὸν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων, ἔλθωμεν δʼ ἀνὰ ἄστυ, βοὴ δʼ ὤκιστα γένοιτο. οὕτως ἂν τάχα νῦν ὕστατα τοξάσαιτο. καὶ οὕτω μὲν ὁ τῶν μνηστήρων περιλειφθεὶς ἀρχὸς Εὐρύμαχος πρόμαχος παραθαῤῥύνων ἐλλόγως εἰς μάχην αὐτούς. καὶ ἅμα ἐρύσας φάσγανον ὀξὺ χάλκεον ἆλτο ἐπὶ τῷ Ὀδυσσεῖ σμερδαλέα ἰάχων. ὁ δʼ ὁμαρτῇ δῖος Ὀδυσσεὺς ἰὸν ἀποπροϊεὶς, ἤγουν ἀπὸ τόξου ἢ ἀφʼ ἑαυτοῦ προπέμψας, βάλε στῆθος παρὰ μαζὸν, ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος· ἐκ δʼ ἄρα χειρὸς φάσγανον ἧκε χαμᾶζε, περιῤῥηδὴς δὲ τραπέζῃ κάππεσε δινηθεὶς ἢ ἰδνωθείς· ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε, τὰ ἐπὶ τῇ τραπέζῃ, ὃ καὶ Ἀντίνοος ἐποίησε, καὶ δέπας ἀμφικύπελλον· ὁ δὲ χθόνα τύπτε μετώπῳ, θυμῷ ἀνιάζων· ποσὶ δὲ θρόνον ἀμφοτέροισι λακτίζων ἐτίναξε· κατʼ ὀφθαλμῶν δὲ ἔχυτʼ ἀχλύς. Καὶ ὅρα ὡς πλείων ἡ διασκευὴ τοῦ κατὰ τὸν Εὐρύμαχον σφαδασμοῦ ἤ περ τοῦ κατὰ τὸν Ἀντίνοον, φιλοτιμησαμένου τοῦ ποιητοῦ πλεῖόν τι φράσαι εἰς τὸν καὶ πλεῖον ἀνδρισάμενον. κεῖνται οὖν ἰδοὺ οἱ τῶν μνηστήρων ἀρχοὶ οἱ τῇ κατʼ ἀνδρίαν ἀρετῇ ἔξοχοι. φρούδου τοίνυν τοῦ ἐξ αὐτῶν ὄντος κακοῦ, μείων λόγος τῶν λοιπῶν. Ὅρα δὲ ὅτι καὶ ἐνταῦθα ὁ ποιητὴς ἐκ τοῦ γαρ συνδέσμου ἀρξάμενος ἐν τῷ, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας, ἀποδίδωσι τὴν ἔννοιαν μετὰ τρεῖς στίχους, εἰπὼν συνήθως, ἀλλὰ μνησώμεθα χάρμης. πολλαχοῦ γὰρ ὁ ἀλλα σύνδεσμος ἀποδοτικὸς κεῖται, ὅτε καὶ ἀντὶ τοῦ δὴ λαμβάνεται. Τὸ δὲ σχήσει ἐνταῦθα ἀντὶ τοῦ ἐφέξει, κωλύσει. Εἰς ἔπαινον δὲ ἀγαθοῦ τοξότου παρῳδηθήσεται τὸ, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἐπεὶ ἔλλαβε τόξον καὶ ἑξῆς. Τὸ δὲ, ἀντίσχεσθε τραπέζας ἰῶν, ἀντὶ τοῦ προβάλλεσθε ἄντα ἢ ἄντην καὶ ἐξεναντίας τῶν βελῶν ἔχετε δίκην ἀσπίδων, ὡς εἴρηται. Τὸ δὲ τραπέζας πιθανῶς ἔχει διὰ τὸ πολλαχοῦ δεδηλῶσθαι ἑκάστῳ τῶν μνηστήρων παρακεῖσθαι τράπεζαν. Τὸ δὲ, ἐπὶ δʼ αὐτῷ πάντες ἔχωμεν, χρήσιμον εἰς τὸ, δαιμονίη, τί μοι ἐπέχεις; δῆλον γὰρ ὅτι καὶ ἐκεῖνο ταυτόν ἐστι τῷ, τί δή ποτε κατʼ ἐμοῦ ἔχεις; τουτέστιν ὁρμᾶς, ἐλαύνεις. Ἥπατι δὲ τὸ βέλος ἐμπήγνυται, οἰκείως ἴσως διὰ τὸ τοῦ Εὐρυμάχου κατʼ ἔρωτα ἐπιθυμητικόν· ἤδη γὰρ οἱ τῆς Πηνελόπης ἐκέλοντο αὐτὴν Εὐρυμάχῳ γήμασθαι. οὕτω καὶ Ἀντίνοος βάλλεται τὸν λαιμὸν, εἴποι ἄν τις, διὰ τὸ φάγον καὶ λαίμαργον. Πολλοῖς δὲ καὶ ἐν Ἰλιάδι ὁ ποιητὴς μέρη βλάπτει σώματος ἀναλόγως οἷς ἐπλημμέλουν, ὡς ἐκεῖ σεσημείωται. βλάσφημος γοῦν τις γλῶσσαν βάλλεται, ἑτέρῳ δέ τινι διὰ δωροδοκίαν χεῖρες τέμνονται. Περιῤῥηδὴς δὲ ὁ ἐῤῥαντισμένος αἵματι, ὡς ἀπὸ τοῦ ῥάζω, περὶ οὗ προείρηται· οὗ δεύτερος ἀόριστος ἔῤῥαδον· ὅθεν ὁ περιῤῥηδής. εὕρηται δὲ καὶ ἀμφιῤῥηδὴς ἐν ῥητορικῷ λεξικῷ καθʼ ὁμοιότητα τούτου λεχθέν. Τὸ δὲ, χθόνα τύπτε μετώπῳ, ἐπὶ Ἀμφινόμου ἐρεῖ, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ, ὃν μετʼ ὀλίγα κατὰ Ὀδυσσέως ὁρμήσαντα μετὰ ξίφους, εἴ πώς οἱ εἴξειε θυράων, ἔφθη Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ ὤμων μεσσηγὺς, διὰ δὲ στήθεσφιν ἔλασσεν. Ἔνθα καὶ ὅρα τὴν Ὁμηρικὴν δεξιότητα· πρωτόπειρος γὰρ ὢν πολέμου ὁ παῖς οὔτε θαῤῥεῖ μάχην ἀντιμέτωπον, ἀλλʼ ἐνεδρευτικῶς βάλλει κατόπισθε. καὶ βαλὼν δὲ ἀπόρουσε λιπὼν δολιχόσκιον ἔγχος αὐτοῦ ἐν Ἀμφινόμῳ, οὐκ ἂν ἀπεοικὼς πάνυ ῥιψάσπιδος, εἴ γε καὶ αὐτὸς λιπὼν ἔγχος ἀπόρουσεν, οἷα δείσας μή τις ἔγχος ἀνελκόμενον ἢ ἐλάσῃ, τουτέστι κεντήσῃ, φασγάνῳ ἀΐξας, ἢ προπρηνέϊ τύψας, τουτέστι καταφερῆ πληγὴν ἐπενεγκών. δῆλον δὲ ὅτι ἐν τῷ προπρηνέϊ λείπει τὸ χειρί· ἄλλως γὰρ οὐκ ἔστι καταστῆσαι τὸ νόημα ὡς χρή. Ὅρα δὲ ὅτι τε τὸ ἀπόρουσε εὐσχημόνως εἶπεν ἀντὶ τοῦ ἔφυγε διὰ τὸ ἀφοπλισθῆναι, καὶ ὅτι ξίφη πάντες εἶχον οἱ μνηστῆρες, φοροῦντες αὐτὰ κατὰ ἔθος καὶ αὐτὸ ἀρχαῖον, ὡς μυριαχοῦ δέδεικται. Ἀσφαλὲς δὲ, οὐ μὴν πόῤῥω δειλίας καὶ τὸ μετὰ τὴν πληγὴν τοῦ Ἀμφινόμου τὸν Τηλέμαχον μάλα ὦκα φίλῳ πατρὶ ἀγχοῦ ἱστάμενον συμβουλεύσασθαι σάκος οἴσειν τῷ πατρὶ, ὡς προπαρηγγέλθη, καὶ δύο δοῦρε, καὶ κυνέην πάγχαλκον, καὶ αὐτὸν ἀμφιβαλεῖσθαι, δοῦναι δὲ καὶ τῷ συβώτῃ καὶ τῷ βουκόλῳ ἄλλα. τετευχῆσθαι γάρ, φησιν, ἄμεινον. οὕτως ἐφευρετικὸν ἡ ἀνάγκη, καθʼ ἣν ἐπινοεῖται σωτηρίαν ὁ παῖς ἑαυτῷ τε καὶ τῷ πατρὶ καὶ τοῖς δούλοις. διὸ καὶ ὁ πατὴρ προτρέπων ἐθέλει ταχῦναι αὐτὸν τὸ ἔργον, ἕως μοί, φησιν, ἀμύνεσθαι πάρα, τουτέστι πάρεισιν ὀϊστοί· μή μʼ ἀποκινήσωσι θυράων μοῦνον ἐόντα. Καὶ ὅρα ὡς ἡ δειλία τοῦ παιδὸς ἀσφάλεια γέγονεν αὐτῷ τε καὶ τῷ πατρὶ καὶ τοῖς δούλοις. ἐντεῦθεν γὰρ ἀφορμῆς δοθείσης ὡπλίσθησαν καὶ εἰς ἔργον ἠρτύναντο. Ἀσύνηθες δὲ ῥῆμα φράσει πεζῇ, ποιητικὸν δὲ ὅμως, τὸ τετευχῆσθαι, διαφορὰν ἔχον πάνυ πολλὴν πρὸς τὸ τεῦξαι· αὐτὸ μὲν γὰρ κατασκευήν τινα δηλοῖ, τὸ δὲ τετευχῆσθαι ὅπλισιν. Ἰστέον δὲ καὶ ὅτι τὸ περιθέσθαι ὅπλα νῦν μὲν ἀμφιβαλέσθαι λέγει, μετʼ ὀλίγα δὲ καὶ περιβαλέσθαι. Ὅτι ὄφρα μὲν τῷ Ὀδυσσεῖ ἀμύνεσθαι ἔσαν ἰοὶ, τόφρα μνηστήρων ἕνα αἰεὶ βάλλε τιτυσκόμενος, οἱ δʼ ἀγχηστῖνοι ἔπιπτον. αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντʼ ἄνακτα, τόξον μὲν πρὸς σταθμὸν εὐσταθέος μεγάροιο ἔκλινεν ἑστάναι πρὸς ἐνώπια παμφανόωντα. Ἔνθα σημείωσαι ὅτι ἐνώπια λέγει τοὺς ἑκατέρωθεν τῆς εἰσόδου τοίχους. πάντως γὰρ ὁ πρὸς τῇ φλιᾷ ἱστάμενος καὶ μὴ ἐθέλων αὐτῆς ἀποστῆναι ἐκεῖ που ἐκ πλαγίων τὸ τόξον ἀνέκλινε καὶ οὐ πρὸς τῷ μυχῷ τοῦ ἀνδρῶνος τῷ ἀντικρὺ τῆς εἰσόδου. ἐκεῖνος γὰρ τοῖς μνηστῆρσιν ἐξ ἀνάγκης εἴχετο. καὶ οὕτω μὲν ἀνέκλινε τὸ τόξον ὁ Ὀδυσσεύς. αὐτὸς δὲ τοῦ λοιποῦ ὁπλίζεται. ὃ καὶ διασκευάζει ὁ ποιητὴς φράζων, καθὰ καὶ ἐν Ἰλιάδι, ὅτι δηλαδὴ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον, ὅ ἐστι τετράθετον, τετράπτυχον· κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν, ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν. εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ· ἃ δὴ πάντα ἐκ τῶν τῆς Ἰλιάδος ἐνταῦθα παρατέθεινται. Ὅτι ὀρσοθύρη ἐνταῦθα παρὰ τῷ ποιητῇ θύρα τις ἐπίσημος ὑψηλοτέραν πρόσβασιν ἔχουσα, εἰς ἣν οὐχʼ οἷόν τε ἦν ἀνελθεῖν τινὰ μὴ διὰ κλίμακος ἴσως ἢ ἄλλως πως ἀνορούσαντα καὶ ἀναθορόντα εἰς αὐτήν. ὅθεν καὶ ὀρσοθύρη ἐκαλεῖτο, ἤγουν θύρα εἰς ἣν ὄρνυταί τις θέλων ἰδεῖν ἐκεῖθεν. ἡ δὲ τοιαύτη σύνθεσις καὶ τὴν ὀρσύδραν παρήγαγεν, ὀπὴν ἐκείνην, διʼ ἧς ὄρνυται ὕδωρ ὑψοῦ. τινὲς δὲ τὴν ὀρσοθύρην ἐκτομάδα θύραν ἡρμήνευσαν, διʼ ἧς εἰς ὑπερῷον ἀναβαίνουσιν ὀρούοντες ἐπʼ αὐτῆς. εἴη δὲ ἂν αὕτη, ὁποία ἡ καταῤῥάσσουσα κλιμάκων ἄνω, καὶ διʼ αὐτὸ λεγομένη κοινῶς καταράκτης. τέως μέντοι τὴν Ὁμηρικὴν ταύτην στοχάζονταί τινες ἐν γωνίᾳ ἐκ δεξιῶν εἶναι τῷ Ὀδυσσεῖ ἱσταμένῳ ἐπὶ τῆς φλιᾶς καὶ τοξεύοντι, οὖσαν ἔν τινι διαχώρῳ τοῦ τοίχου στενωτάτῳ. ἔφερε δὲ ἡ τοιαύτη ὀρσοθύρη τὸν ἀνελθόντα εἰς αὐτὴν ἐπὶ τὰς μετὰ τὸν πρόδομον θύρας τῆς αὐλῆς, ἧς τὰς πύλας δεσμῷ βιβλίνῳ Φιλοίτιος ἐπέδησε, καὶ ἐπὶ λαῦραν, τουτέστι δημοσίαν στενωπὸν, περὶ ἧς καὶ ἐφεξῆς ῥηθήσεται. ταύτην δὴ τὴν ὀρσοθύρην τὴν, ὡς εἰκὸς, φωταγωγὸν, ἄλλως γὰρ οὐκ ἂν προκύπτειν χρήσιμος ἡ ὀρσοθύρη, ἣν ὡς θύραν σανίδες εἶχον εὖ ἀραρυῖαι, ἐπεὶ καὶ πᾶσαι θύραι ὡσεπιπολὺ σανίδες εὖ ἀραρυῖαι λέγονται, κελεύει Ὀδυσσεὺς τὸν Εὔμαιον φράζεσθαι μίαν μόνην ἔχουσαν ἀφορμὴν, οἵαν ἑνὶ μόνῳ διεξοδευθῆναι διὰ τὸ ἄγαν στενώτατον, καὶ διατοῦτο καὶ ὑπὸ ἑνὸς μόνου ἀλκίμου δυναμένην φυλάττεσθαι. δέδιε γὰρ μεμνημένος ὁ Ὀδυσσεὺς τῆς τοιαύτης ὀρσοθύρης, μή τις ἀναδραμὼν ἐκεῖ καὶ ἐκβοήσας ἀνεγείρῃ τὴν πόλιν. καὶ οὕτω μὲν Ὀδυσσεὺς εὖ εἰδὼς, καθὰ καὶ ὅτε τῷ υἱῷ ἐν τοῖς ἀγροῖς ἐγνωρίσθη, ἀνεμνήσθη, πολλὰ ἔχειν οἴκαδε ὅπλα καὶ προησφαλίσατο τὴν ἐκείνων ἐν θαλάμῳ ἀπόθεσιν. ἐπεὶ δὲ οὐκ ἀπεικὸς τὸν αὐτὸν νοῦν ἅμα εἰς διαφόρους ἐλθεῖν, ἔδει δὲ καὶ τὸν Ὀδυσσέα φανῆναι οὐ μάτην εὐλαβούμενον, ἀναμιμνήσκεται ἅμα τῆς ὀρσοθύρης καὶ μνηστὴρ ὁ Ἀγέλαος, καὶ ὀτρύνει ἀναβῆναι τινὰ εἰς αὐτὴν καὶ βοὴν θέσθαι κατὰ τοῦ Ὀδυσσέως δηλαδή. Μελάνθιος μέντοι οὐ δυνατὰ ταῦτα εἶναι φησὶ διά τε τὸ ἐγγὺς τῆς ὀρσοθύρης τὰς τῆς αὐλῆς εἶναι θύρας καὶ διότι ἀργαλέον τὸ στόμα τῆς λαύρας ἤγουν ὁ πρὸς τὴν ὀρσοθύρην ἄγων στενωπός· ὡς ἕνα τινὰ ἐκεῖ σταθέντα δύνασθαι πάντας ἐρύκειν. καὶ οὕτως ἐναγώνιόν τι πρᾶγμα ὁ ποιητὴς ὑπολαλήσας καὶ αὖθις αὐτὸς παύσας δεξιῶς τὸ τοιοῦτον, τὸ ἐντεῦθεν ὡς εἰκὸς μηχανώμενος ἀξιόλογον μάχην συστήσασθαι, ὡς μηδὲν μέγα ὂν, εἴ περ ἔνοπλοι οἱ περὶ Ὀδυσσέα ἀόπλοις τοῖς μνηστῆρσιν ἐπιθέμενοι περιεγένοντο, ποιεῖ τὸν δοῦλον Μελάνθιον ὑπισχνούμενον ἠρεμαίᾳ, ὡς εἰκὸς, φωνῇ ἐνεγκεῖν αὐτοῖς τεύχεα ἐκ θαλάμου, ἅ περ οἴεσθαί φησιν ἔνδον καταθεῖναι τόν τε Ὀδυσσέα καὶ τὸν υἱόν. καὶ ποιεῖ οὕτω. καὶ ἀναβὰς ἐς θαλάμους Ὀδυσῆος ἀνὰρ ῥῶγας μεγάροιο δώδεκα μὲν σάκεα ἔξελεν, ἤγουν ἐξείλετο, ἐπελέξατο· τόσσα δὲ δοῦρα καὶ τόσσας κυνέας χαλκήρας ἱπποδασείας. καὶ οὕτως ὁπλίζονται καὶ οἱ μνηστῆρες καὶ γίνεται ἰσχυρὸς πόλεμος. προέβη δʼ ἂν τὸ κακὸν καὶ εἰς πλέον, εἰ μὴ προεμηθεύσατο Ὀδυσσεύς. ἐλθὼν γὰρ αὖθις εἰς τὸν θάλαμον ὁ δοῦλος ἐπειρᾶτο ἀγαγεῖν καὶ ἕτερα τεύχεα τοῖς μνηστῆρσιν. ἁλοὺς δὲ πάσχει τὰ δηλωθησόμενα. ἐν τούτοις δέ φασιν οἱ παλαιοὶ καὶ ἑτέραν ὀρσοθύρην εἶναι, διʼ ἧς ἀνελθὼν εἰς τὸ ὑπερῷον Μελάνθιος ἀνείλετο τὰ ὅπλα, τεκμηράμενοι τοῦτο ἐκ τοῦ, ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος ἐς θαλάμους. ἔστι δὲ ἡ περὶ τῆς πρώτης ὀρσοθύρης Ὁμηρικὴ φράσις αὕτη, ἀφηγουμένη συνήθως ἐν τῷ ἀπὸ ῥήματος ἄρξασθαι ὑπαρκτικοῦ· ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ· ἀκρότατον δὲ παρʼ οὐδὸν εὐσταθέος μεγάροιο ἦν ὁδὸς ἐς λαύρην, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι, ἢ καὶ ἄλλως, σανίδες δʼ ἔχον ἐντὸς ἢ ἔνδον ἐΐσαι. τὴν δʼ Ὀδυσσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν, ἑσταότα ἄγχι αὐτῆς· μία δʼ οἴη γίνετʼ ἐφορμή. τοῖς δʼ Ἀγέλαος μετέειπεν· ὦ φίλοι, οὐκ ἂν δή τις ἀνʼ ὀρσοθύρην ἀναβαίη καὶ εἴποι λαοῖσι, βοὴ δʼ ὤκιστα γένοιτο; τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσαιτο. καὶ ὁ Μελάνθιος, ὡς ἐῤῥέθη, κωλύων φησίν· Οὔ πως ἔστʼ, Ἀγέλαε Διοτρεφές· ἄγχι γὰρ αἰνῶς αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης· καί κεν εἷς πάντας ἐρύκοι ἀνὴρ, ὅστʼ ἄλκιμος εἴη. Ἰστέον δὲ ὅτι παλαιῶν τινῶν λεγόντων ἐνταῦθα, ὡς ἐν τῷ τοῦ οἴκου ἔναντι τοίχῳ θύρα ἦν, διʼ ἧς εἰς τὸν θάλαμον ἦν ἀναβῆναι, φαίνεται ὡς ἡ αὐτὴ ὀρσοθύρη ἐπιτηδεία ἦν καὶ βοὴν ἐκεῖθεν γενέσθαι καὶ ἀναγαγεῖν εἰς τὰ ὅπλα. ἐπεὶ οὖν αὕτη ἀσυντελὴς ἦν εἰς τὸ πρῶτον, χρησιμεύει λοιπὸν εἰς τὸ δεύτερον. καὶ ἀναβὰς διʼ αὐτῆς ὁ Μελάνθιος φέρει τεύχεα. δοκεῖ δὲ κρεῖττον εἶναι, δευτέραν τινὰ ὀρσοθύρην, ὡς ἐῤῥέθη, νοῆσαι, διʼ ἧς ἀναβὰς ὁ Μελάνθιος ἐποίησε τὸ κακόν. Ἰστέον δὲ ὅτι ἔθους ὄντος Ὁμήρῳ κατὰ ποσά τινα διαστήματα στρυφνότερον γράφειν καὶ συνάγειν καὶ οὕτω ἐξ ὑπτιότητος τὸν ἀκροατὴν εἰς ἐγρήγορσιν, τοιοῦτον ἐστὶ καὶ τὸ κατὰ τὴν ὀρσοθύρην, εἰς ὃ καὶ καταγραφῆς ἐδεήθησαν οἱ παλαιοὶ, σχηματίζοντες ποῦ ὀρσοθύρη καὶ ποῦ ὁ θάλαμος, καὶ τὰς ῥῶγας τοῦ οἴκου καὶ τὴν αὐλὴν καὶ τὰ λοιπὰ, ὡς ἐν τοῖς τῶν ἀντιγράφων ἀκριβεστέροις κεῖται. ἀρκεῖ δὲ ὅμως καὶ τὰ ῥηθέντα παραστῆσαι τὴν τοῦ χωρίου, ὡς δυνατὸν, ἔννοιαν. Σημείωσαι δὲ καὶ ὅτι τὸ περὶ τῶν δώδεκα σακέων καὶ τὸ ἐφεξῆς Ἀρίσταρχος ἀθετήσας κεχίακεν, ἀδύνατον εἶναι εἰπὼν τοσαῦτα βαστάσαι ἄνθρωπον. Λαῦρα δὲ στενὴ ὁδὸς, ἄμφοδος, διʼ ἧς λαοὶ ῥέουσιν ἤτοι φέρονται. ὅθεν, φασὶ, καὶ διάλαυρος ὁ ἐν τῷ πέραν τῆς ἀμφόδου οἰκῶν καὶ οἷον ἀντίθυρος. Ἐν δὲ ῥητορικοῖς λεξικοῖς φέρεται καὶ ὅτι λαῦρα ἡ ἀμάρα καὶ ὅτι λαῦραι ῥύμαι, κῶμαι, στενωποὶ, ὑπόνομοι. σύνθετον δʼ ἐκ τῆς λαύρας καὶ ἡ σποδησιλαῦρα, τουτέστιν ἡ πόρνη, λεγομένη οὕτω παρὰ τὸ διατρίβειν ταπολλὰ ἐν ταῖς ὁδοῖς, ἢ καὶ δημοσίᾳ συμπλέκεσθαι, ὥς φασιν οἱ παλαιοί. τὸ γὰρ σποδεῖσθαι καὶ ἐπὶ μίξεως τίθεται. διὸ ἡ αὐτὴ καὶ χαμαιτύπη λέγεται ὁμωνύμως τῷ κατʼ αὐτὴν στρώματι· ἔτι δὲ καὶ λεωφόρος· ἀκολούθως δὲ καὶ πανδοσία· καὶ χαλκιδίτις δὲ διὰ τὸ εὐτελές, φασι, τοῦ διδομένου νομίσματος. εἰ δὲ καὶ πολύϋμνος, ἀλλὰ τοῦτο σεμνότερον δῆθεν πόρνης ἐπίθετον διὰ τὸ αὐτῆς περιώνυμον. φορτικὸν δέ γε ἡ μανιόκηπος, ὃ δηλοῖ τὴν μεμηνυῖαν περὶ κῆπον τὸν κατʼ αὐτὴν, ὃς τὸ παιδογόνον σημαίνει. εἰ δὲ καὶ λούπα ἡ αὐτὴ, ὅ πέρ ἐστιν Ἰταλικῶς λύκαινα, διὰ τὸ ἁρπακτικὸν, καὶ ἀνασεισίφαλλος, καὶ μύζουρις διὰ τὸ μυζοῦν οὐρὰν, ὅ ἐστι θηλάζειν, καὶ ἀνασύρτολις, καὶ σατύρα, καὶ εἰλίπους, καὶ γεγωνοκώμη. καὶ τοιαῦτα τινὰ εἰς τοσοῦτον εἰρήσθω. Λαύρας δὲ χρῆσις καὶ παρὰ τῷ δειπνοσοφιστῇ ἐν τῷ, λαῦραν ἀντεσκεύαζε στενήν τινα οὖσαν καὶ πλήθουσαν τῶν πρὸς ἀπόλαυσιν. εἶεν δʼ ἂν τοιαῦται λαῦραι καὶ οἱ ἐν ταῖς πόλεσι λεγόμενοι ἔμβολοι. Ῥῶγες δὲ μεγάροιο, δίοδοι, ῥήγματα, θυρίδες, θηλυκῶς ἀπὸ τοῦ ῥὼξ ῥωγός· αὐτὸ δὲ ἀπὸ τοῦ ῥήσσω ῥήξω. τινὲς δὲ οὐδετέρως τὸ ῥῶγας ἐνόησαν ὡς τὸ κῶας. ὅτι δὲ ἐν τῷ, ἀνὰρ ῥῶγας, διπλάζουσι τινὲς τὸ ἀμετάβολον, καθά που καὶ ἐν τῷ κατὰρ ῥόον καὶ ἐν ἑτέροις ὁμοίοις, ἔστιν ἐκ τῶν παλαιῶν ἀντιγράφων ἀναλέγεσθαι. ἀφʼ ὧν δῆλον καὶ ὅτι, ὥς περ σπάνια τὰ εἰς εξ, κρὲξ, ἐπίτεξ, λέλεξ τὸ διὰ τοῦ γ κλιθέν, οὕτω καὶ τὰ εἰς ωξ, πτὼξ, βῶξ, ῥὼξ, ὃ καὶ αὐτὸ διὰ τοῦ γάμμα κλίνεται. τούτων δὲ σύνθετα πολυπτὼξ καὶ ἀποῤῥώξ. εἰσὶ δὲ τοιαῦτα καθʼ Ἡρῳδιανὸν καὶ ἀπὸ τοῦ τρώγω γραμματοτρὼξ, κυαμοτρώξ. οὕτω δὲ σπανίζεται καὶ τὰ εἰς οξ διὰ τοῦ ο μικροῦ, φλὸξ διὰ τοῦ γάμμα, καὶ πρὸξ καὶ Καππάδοξ, ὧν κλίσις διὰ τοῦ κάππα. ὁ δὲ ταῦτα παραδιδοὺς καὶ τὰ εἰς αιξ εἰς δύο μόνα περιγράφει. αἲξ γὰρ αἰγὸς, καὶ Θραῖξ Θραικός. ὑποτέτακται γάρ, φησι, τὸ ἰῶτα τῷ ἄλφα, εἰ μὴ συνεκφωνεῖται, ὡς δῆλον ἐκ τοῦ Θρήϊκας καὶ Θρηΐκεον καὶ τῶν ὁμοίων. τὸ μέντοι γύναιξ πλαγίαν μὲν ἔχει, εὐθεῖαν δὲ οὐ· ᾗ συνεπιλείπει καὶ ἡ ἐντελὴς κλητική. τὸ γὰρ γύναι, καθὰ καὶ τὸ Ζεῦ ἄνα, λείπεται διπλοῦ τοῦ κατὰ ἀναλογίαν, ὡς πολλαχοῦ δηλοῦται. Ὅτι τῷ Ὀδυσσεῖ λύτο γούνατα καὶ φίλον ἦτορ, ὡς περιβαλλομένους ἴδε τεύχεα, καθὰ ἐῤῥέθη, τοὺς μνηστῆρας, χερσὶ δὲ δοῦρα μακρὰ τινάσσοντας. μέγα δʼ αὐτῷ φαίνετο ἔργον. καὶ ἦν ἀληθῶς τοιοῦτον. καὶ ὑποπτεύει μὲν, ὡς εἰκὸς, τὰς γυναῖκας ἐποτρύνειν αὐτοῖς πόλεμον κακόν· ὑποπτεύει δὲ καὶ τὸν Μελανθέα, καὶ ἐπιτυγχάνει ἐνταῦθα. καὶ ἐκλαλεῖ τὴν ὑποψίαν τῷ υἱῷ. ὁ δὲ, ὦ πάτερ, φησὶν, αὐτὸς ἐγὼ τόδε γʼ ἤμβροτον, οὐδέ τις ἄλλος αἴτιος. ὃ δὴ πταίσματός ἐστιν ἀνθομολόγησις, ὅς, φησι, θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν κάλλιπον ἀγκλίνας, τουτέστιν ἀνοίξας. τῶν δὲ σκοπὸς ἦεν ἀμείνων· ὃ καὶ παροιμιωδῶς ῥηθείη ἂν ἐπὶ τῶν ἐχόντων προσεκτικωτέρους ἐχθρούς. Ὅρα δὲ τὰ τυχηρὰ φαῦλα ἥκοντα ὡς οὐκ ἄν τις προΐδοιτο. Τηλέμαχος γὰρ ὁ συνετὸς ἤμβροτε μὴ προμηθευσάμενος. δειλιάσαι γὰρ ἤδη φθάσας ἔτι συγκεχυμένος ἦν ἴσως· διὸ καὶ ἐξελάθετο τοῦ δέοντος. ἰάσεται δὲ ὅμως ὁ ἐπιμηθεὺς τὸ ἁμάρτημα. οὐ ψόγος δὲ τῷ υἱῷ λαθέσθαι, εἴ γε καὶ ὁ πατὴρ ἐν Ἰλιάδι τόξῳ πλήσσει τοὺς ἵππους τοῦ Ῥήσου, ἐπεὶ οὐ μάστιγα φαεινὴν ἐκ δίφρου ἐνόησεν ἑλέσθαι. Τὸ δὲ ἀνακλῖναι ἐπὶ θυρῶν ἀνοίξεως καὶ ἐν Ἰλιάδι κεῖται· ᾧ ἀντίθετον τὸ ἐπιθεῖναι. διὸ ἐπάγει· ἀλλʼ ἴθι, δῖʼ Εὔμαιε, θύρας ἐπίθες θαλάμοιο, τουτέστι κλεῖσον, μὴ καὶ πάλιν ἐκφορηθῶσιν ὅπλα. Ὅτι πολεμούμενός τις ὑποβολῇ γυναικῶν ἔχει εἰπεῖν τὸ, ἦ μάλα δή τις ἐν μεγάροισι γυναικῶν ἧμιν ἐποτρύνει πόλεμον κακόν. προπερισπᾶται δὲ καὶ ἐνταῦθα τὸ ἧμιν, ὡς καὶ πρὸ τούτων ἀλλαχοῦ. Ὅτι κελευσθεὶς Εὔμαιος ὑπὸ Τηλεμάχου ἀπελθεῖν καὶ κλεῖσαι μὲν τὸν θάλαμον, ἔνθα ἦν τὰ ὅπλα, φράσεσθαι δὲ εἴτε γυνή τις τάδε ῥέζει εἴτε ὁ Μελανθεύς· αὐτὸς γὰρ ὁ Τηλέμαχος ἀπελθεῖν ἐκεῖ ὀκνεῖ λιπὼν τὸν πατέρα, ἵνα μὴ καὶ δειλίας γραφὴν ἀποίσεται· καὶ γνοὺς ὁ αὐτὸς, δηλαδὴ Εὔμαιος, ὡς ὁ Μελανθεὺς, ὃν καὶ ἀΐδηλον ἄνδρα λέγει, ἔρχεται εἰς θάλαμον οἴσων καὶ ἕτερα τεύχεα καλὰ, ἐρωτᾷ τὸν Ὀδυσσέα ἢ ἀποκτείνῃ αὐτὸν εἴ γε κρείσσων γένηται, ἢ ἐνθάδε ἀγάγῃ, ἵνα ὑπερβασίας ἀποτίσῃ πολλὰς, καὶ ἑξῆς. Ὀδυσσεὺς δὲ, ἀξιομάχους ἑαυτὸν καὶ τὸν υἱὸν μόνους κατὰ τῶν μνηστήρων κρίνας, ἐντέλλεται τοῖς δούλοις, ἀπελθόντας ποιῆσαι οὕτω κατὰ τοῦ Μελάνθου. ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν, ἐς θάλαμον βαλέειν, σανίδας δʼ ἐκδῆσαι ὄπισθεν. σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε, κίονʼ ἀνὰ ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν, ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπʼ ἄλγεα πάσχῃ. καὶ αὐτοὶ εὐθὺς ἐλθόντες εἰς θάλαμον ἔλαθον τὸν Μελάνθιον. καὶ ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχεʼ ἐρεύνα. τὼ δʼ ἕσταν λόχου δίκην ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε. εἰσελθεῖν γὰρ οὐκ ἐχρῆν, μὴ καὶ ἀντιστὰς ἔνοπλος διεκφύγῃ. ὡς δὲ ὑπὲρ οὐδὸν ἐκεῖνος ἔβαινε τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν, τῇ δʼ ἑτέρῃ σάκος εὐρὺ γέρον πεπαλαγμένον ἄζῃ, Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε· δὴ τότε ἤδη κεῖτο, ῥαφαὶ δʼ ἐλέλυντο ἱμάντων. ὡς οὖν ταῦτα ὁ Μελανθεὺς ἔφερε καὶ ἦσαν οὕτως αὐτῷ αἱ χεῖρες ἀχρεῖαι πρὸς μάχην, ἐπαΐξαντες οἱ σύνδουλοι εἷλον ἔρυσάν τε εἴσω κουρίξ· ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ. σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ, εὖ μάλʼ ἀποστρέψαντε διαμπερὲς, ὡς ἐκέλευσεν Ὀδυσσεύς· σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντες ἔρυσαν ἄνω ὡς παρηγγέλθησαν. Καὶ ὅρα διαφορὰν δούλων, εἴ γε Μελάνθιος μὲν οὕτω τοῖς δεσπόταις ἔχθιστος, ὁ συβώτης δὲ καὶ ὁ βουκόλος λίαν ἀνάπαλιν, ὁ δέ γε Εὔμαιος καὶ ἐπισκώπτων μετὰ τὴν ἀπαιώρησιν φησί· νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις, εὐνῇ ἐνὶ μαλακῇ καταλέγμενος ὥς σε ἔοικεν· οὐδέ σε ἠριγένεια λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκʼ ἀγινεῖς αἶγας μνηστήρεσσι. τοῦτο δέ φησιν ὁ συβώτης, ὡς οἷα φιλοτιμουμένου τοῦ Μελανθέως ἕωθεν ἄγειν τὰς αἶγας ὡς ἂν συνδιημερεύῃ τοῖς ἀτασθάλοις. Ἰστέον δὲ ὅτι ἐν τοῖς ῥηθεῖσιν εὑρίσκεται ὁ δοῦλος Εὔμαιος ἁπλοϊκώτερον κοινοποιούμενος ἔπαινον δεσποτικὸν ἐν τῷ εἰπεῖν, ὅτι κεῖνος ἀνὴρ, ὃν οἰόμεθα αὐτοὶ, ἔρχετʼ ἐς θάλαμον. ὅτι γὰρ κεῖνος ἀνὴρ ἤγουν ὁ Μελανθεὺς αἴτιος τῆς τῶν ὅπλων ἐκφορήσεως, μόνος Ὀδυσσεὺς ὠΐσατο. ὁ δʼ αὐτὸς Εὔμαιος, καθάπερ δούλη τις ἐν Ἰλιάδι ἁπλοϊκῶς ὀνομάζει τὸν δεσπότην ἐν τῷ, Ἕκτορ, ἐπεὶ ἄνωγας ἀληθέα μυθήσασθαι, οὕτω καὶ αὐτὸς τὸν δεσπότην πρὸς ὄνομα καλεῖ ἐν τῷ, Διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, ὡς οἷα ἐναγώνιος ὢν καὶ τεταραγμένος. ἄλλως γὰρ ἐν τοῖς πρὸ τούτου αἰδεῖσθαι αὐτὸν εἶπεν ὀνομάζειν. Ὅρα δὲ καὶ ὅτι τὴν ἀρχὴν μὲν λύτο γούνατα καὶ φίλον ἦτορ Ὀδυσσέως, ὡς ἴδε τοὺς μνηστῆρας τετευχημένους· ἐπεὶ δὲ, ὡς εἰκὸς, εἶδεν ἀγεννῶς δοῦρα τινάσσοντας, καὶ ἄλλως δὲ οὐκ εὖ τὴν μάχην μεταχειριζομένους, περιφρονεῖ, ὥστε καὶ θαῤῥεῖν μόνος αὐτὸς μετὰ καὶ Τηλεμάχου σχήσειν αὐτούς. διὸ καὶ στείλας τὸν Εὔμαιον καὶ τὸν Φιλοίτιον κατὰ τοῦ Μελανθέως μονοῦται μετὰ τοῦ παιδὸς, καὶ οἱ μνηστῆρες πίπτουσιν ὑπʼ αὐτοῖς. Κρείσσων δὲ καὶ ἐνταῦθα ὁ ἐπικρατέστερος καὶ γενναιότερος, ὡς καὶ πρὸ ὀλίγων ἐφάνη. Τὸ δὲ, ἀποτίσῃ ὑπερβασίας πολλὰς, ὅσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ, καλὸν ἐπί τινος ῥηθῆναι πολλὰ πταίσαντος. Τὸ δὲ, εἰς θάλαμον βαλεῖν, καὶ σανίδας ἐκδῆσαι, καὶ εἰς κίονα ἐρύσαι, καὶ πελάσαι δοκοῖς, πάντα προστακτικῶς νοοῦνται ἀντὶ τοῦ, βάλετε, ἐκδήσατε, ἐρύσατε, πελάσατε. Ἰστέον δὲ καὶ ὅτι τὸ, σανίδας ἐκδῆσαι ὄπισθεν, ὑστερολογικῶς κεῖται, ἤγουν κατὰ τρόπον πρωθύστερον. οὐ γὰρ μετὰ τὸ σανίδας ἐκδῆσαι, τουτέστι θύρας, κρεμάννυται ὁ Μελανθεὺς, ἀλλὰ στρεφθεὶς χεῖρας καὶ πόδας καὶ σειρᾷ ἐκδεθεὶς ἀπαιωρεῖται. καὶ οὕτως αἱ σανίδες ἐκδέονται. διὸ καὶ πρὸς ἑρμηνείαν καὶ σαφήνειαν πρόσκειται τὸ ὄπισθε χρονικῶς ἐν τῷ, σανίδας δʼ ἐκδῆσαι ὄπισθεν, ἤγουν μετὰ τοῦ πάντα ὅσα χρὴ ἐπὶ τῷ Μελανθίῳ ποιῆσαι. διὸ καὶ πάντα ποιήσαντες οἱ δοῦλοι θύρην ἐπέθεντο φαεινὴν, ὡς ἐν τῇ συμπληρώσει τοῦ διηγήματος ὁ ποιητής φησιν. ἔχει δὲ διαφορὰν τὸ ἐπιθεῖναι θύρας καὶ τὸ ἐκδῆσαι. τὸ μὲν γὰρ ἀντὶ τοῦ κλεῖσαι, ὡς εἴρηται, κεῖται καὶ μὴ ἐάσαι ἀναπεπταμένας, τὸ δὲ ἐκδῆσαι καὶ δεσμὸν ἐπιβληθῆναι δηλοῖ. καὶ ἔστι τὸ σανίδας ἐκδῆσαι ὡς ἐκ μέρους δηλωτικὸν καὶ τοῦ ἐπιθῆναι· οὐκ ἔστι γὰρ δεσμηθῆναι θύρας μὴ πρότερον κλεισθείσας. δῆλον δὲ ὅτι ταυτὸν ἐν τούτοις σανίδας εἰπεῖν καὶ θύρας ἢ θύρην. οὕτω καὶ πρὸ ὀλίγων τὸ τόξον Τηλέμαχος ἔκλινε κολληταῖς εὐξέσταις σανίδεσσι, τουτέστι θύραις. Σημείωσαι δὲ ὅτι τὸ τοιοῦτον πρωθύστερον νόημα, ἴσως δὲ καὶ ἄλλα ὅμοια, βιωτικῶς ὁ ποιητὴς κατὰ σύγχυσιν διανοίας σχηματίζει, εἰκὸς βραχύ τι τοῦ ὅλου νοήματος ἐνθυμούμενόν τινα καὶ κατʼ αὐτὸ συμπεράναντα τὸν ὅλον λόγον, εἶτά τι προσενθυμηθῆναι καίριον καὶ προσεπιβαλεῖν καὶ αὐτὸ καὶ οὕτως πρωθυστέρως κατʼ ἀνάγκην εἰπεῖν. οὕτω μὲν καὶ νῦν Ὀδυσσεὺς νοεῖ μὲν πρῶτα, χρῆναι τοὺς δούλους εὑρόντας ἔξω που τοῦ θαλάμου τὸν Μελανθέα βαλεῖν αὐτὸν ὕπερθεν ἐς θάλαμον καὶ ἀποστρέψαι μὲν χεῖρας καὶ πόδας, ἐκδῆσαι δὲ τὰς θύρας καὶ ἀναχωρῆσαι· εἶτα προσεπιλογισάμενος δέον εἶναι καὶ ἐκκρεμασθῆναι αὐτὸν παραγγέλλει καὶ τοῦτο. ἔστι τοίνυν τὸ εὐθὲς οὕτως· ἀποστρέψαντες πόδας καὶ χεῖρας καὶ εἰς θάλαμον ὑψηλὸν θέντες· τοῦτο γὰρ δηλοῖ τὸ ὕπερθεν· καὶ σειρᾷ ἐκδήσαντες καὶ ἀπαιωρήσαντες κλείσατε οὕτω τὰς θύρας. Ἰστέον δὲ ὅτι εὑρόντες τινὲς παρὰ Ἡροδότῳ κείμενον τὸ, ζῶντα τὸν δεῖνα πρὸς σανίδα διεπαττάλευσαν, ἐβιάσαντο κἀνταῦθα ὅμοιόν τι νοῆσαι καὶ ἐπὶ τοῦ, σανίδας δʼ ἐκδῆσαι ὄπισθεν. οὐκ εὐοδοῦται δὲ τοῖς οὕτω νοοῦσιν ὁ λόγος, ἀλλὰ κρεῖττον ἐστὶ νοεῖν ἁπλούστερον αὐτὸ ἀντὶ τοῦ τὰς θύρας κλείσαντες ἐκδῆσαι αὐτὰς μετὰ ταῦτα. Ἰστέον δὲ ὡς περὶ τῆς καθʼ Ἡρόδοτον σανίδος φέρεται ἐν ῥητορικῷ λεξικῷ ὅτι σανὶς, ἐν ᾗ τοὺς κακούργους ἔδουν. πρόσκειται δὲ ἐκεῖ τὸ, καὶ ᾗ τὰς δίκας ἐχάραττον, ὡς Ἀριστοφάνης. Ἰστέον δὲ ὅτι τῶν σεσημειωμένων Ὁμηρικῶν σπονδειακῶν ἤγουν δωδεκασυλλάβων ἑπτὰ ἐπῶν ἐστὶ καὶ ὁ προκείμενος, ἤτοι τὸ, σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε, καθὰ καὶ τὸ, τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν, ὃ καὶ προδεδήλωται, καὶ τὸ, θώρηκας ῥήξειν δῄων ἀμφὶ στήθεσσιν. οὕτω γὰρ οἱ παλαιοὶ γράφουσι συναιροῦντες τὸ δηΐων εἰς δισύλλαβον. Σειρὴν δὲ πλεκτὴν εἶδός τι λέγει σχοινίου, ἴσως δὲ καὶ ἱμάντος, ὡς δηλοῦσιν οἱ παράσειροι ἵπποι καὶ οἱ ἀνασειραζόμενοι. ἐφυλάχθη δὲ ἡ λέξις καὶ παρὰ τοῖς ὕστερον. σειραὶ τοίνυν ἐλέγοντό τινες πεπλεγμέναι διὰ σχοίνων, φυτῶν δηλαδή. ἐντεῦθεν δὲ εἰλῆφθαι δοκεῖ καὶ ἡ ἰδιωτικῶς σέρα ἡ τὰς θύρας κλείουσα, πάλαι μὲν σχοῖνος οὖσα, καὶ αὐτὸ εἰπεῖν σειρὰ πλεκτή· ὕστερον δὲ καὶ ἐπὶ ξυλίνων μοχλῶν τῶν ἐντὸς παρανοουμένη ἢ παραφθειρομένη, ἵνα ᾖ ὥς περ δειρὰ δέρη, οὕτω καὶ σειρὰ σέρα τὸ ἰδιωτικόν· καὶ τὸ κοινῶς δὲ λεγόμενον σειράδιον τῆς Ὁμηρικῆς ἐστὶ κόμμα τι σειρᾶς. Πειρήναντες δὲ ἀντὶ τοῦ περατώσαντες, ἐκδήσαντες. καὶ ἔστι τὸ, ἐξ αὐτοῦ πειρήναντες, σύστοιχον τῷ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω, ὃ περὶ τοῦ Ὀδυσσέως που εἴρηται. πρωτότυπον δὲ τοῦ πειρήναντες τὸ περαίνω. Κίονα δὲ κατὰ γένος θηλυκὸν καὶ νῦν Ἀττικῶς λέγει καὶ Ἰωνικῶς. Τὸ δὲ, ὥς κεν δηθὰ ζωὸς ἐὼν ἄλγεα πάσχῃ, δηλοῖ τοῖς κακοπραγοῦσιν ἀγαθὸν ὡς ἐν κακοῖς εἶναι τὸ ἀπαλλάττεσθαι τοῦ βίου τάχιον· ὡς τό γε χαλεπὰ ἐπὶ πολὺ πάσχειν ζῶντα οἴκτιστόν ἐστι. Σάκος δὲ γέρον τὸ πάνυ παλαιὸν καὶ, ὡς εἰπεῖν, γηράσαν. ἅπαξ δὲ καὶ τοῦτο εἶπεν ὁ ποιητής. λέγει δέ πού, φασι, καὶ Αἰσχύλος οὕτω τὸ γράμμα, οἷον, ὡς λέγει γέρον γράμμα, τουτέστι λόγος. λέγει δέ, φασι, καὶ Σοφοκλῆς πληθυντικῶς, σὺ γὰρ γέροντα βουλεύεις, ἤγουν παλαιὰ, ἀρχαῖα. Παυσανίας δὲ λέγει ὅτι γέρον ξύλον στυλίδι παραπλήσιον ἔχον κεφαλὴν γεροντοειδῆ, πλαστὴν, γλυπτὴν, καὶ χεῖρας ὡς Ἑρμοῦ τετραγώνου, ἐξ ὧν ἐκρέματό, φησι, τὰ νηθόμενα στυππεῖα· τὸ μέντοι γέῤῥον τὸ ἐν δυσὶ ρ οἱ μεθʼ Ὅμηρον γράφουσι. ἔστι δέ, φασι, γέῤῥον ἀσπίς, πρόβλημα, θυρεός. εἴρηται δέ τι περὶ αὐτοῦ καὶ ἐν τοῖς τοῦ περιηγητοῦ. λαμβάνεται δὲ καὶ ἐπὶ φραγμοῦ τοιούτου ἡ λέξις καὶ σκηνῆς. Παυσανίας δὲ γράφει οὕτω· γέῤῥα, σκηνώματα, καὶ Περσικὰ ὅπλα, καὶ τὸ τῶν ἀνδρῶν καὶ γυναικῶν μόριον, καὶ περιφράγματα. Αἴλιος δὲ Διονύσιος, ὅτι γέῤῥον καὶ οἱ περιπεφραγμένοι τόποι καὶ ἀσπίδες Περσικαὶ ἐκλύγων καὶ οἰσύϊνοι. καλοῦσι δέ, φησιν, οὕτω οἱ κωμικοὶ καὶ τὸ, ὡς ἐῤῥέθη, γυναικεῖον. Ἄζη δὲ ἡ ξηρασία, ἡ τοῖς μυδῶσιν ἐγγινομένη λευκότης, ὁ παλάσσων εὐρὼς, κατὰ στέρησιν τοῦ ζῆν· οὐ ζῶσι γὰρ τὰ ξηρανθέντα. Τὸ δὲ κουρίζων ἀντὶ τοῦ νέος ὢν κοῦρος. Ἐν δὲ τῷ, ῥαφαὶ δʼ ἐλέλυντο ἱμάντων, ἐλπίδας ὁ ποιητὴς ἀγαθὰς ὑποβάλλει τοῖς περὶ τὸν Ὀδυσσέα, ὡς οὐκέτι λοιπὰ ὅπλα χρηστὰ ἐν τῷ θαλάμῳ κεῖνται ὡς χρήσασθαι αὐτοῖς τοὺς ἐχθρούς. δώδεκα γὰρ σάκεα φθάσας εἰσάπαξ ἐξελεῖν ὁ Μελάνθιος νῦν ἓν μόνον φέρει καὶ αὐτὸ γέρον καὶ λελυμένον τῆς συνδέσεως τῶν ἢ τελαμώνων ἢ κανόνων ἢ ὀχάνων, περὶ ὧν ἡ Ἰλιὰς δηλοῖ. ἔστι δʼ ἐκ τούτων συναγαγεῖν καὶ ἑπτακαίδεκα κεῖσθαι σάκεα ἐν τοῖς τοῦ Ὀδυσσέως, τὰ δυοκαίδεκα τῶν μνηστήρων, τὰ τέσσαρα τῶν ἀμφὶ τὸν Ὀδυσσέα, καὶ τοῦτο τὸ γέρον. Τὸ δὲ κουρὶξ τῶν ἅπαξ μὲν παρʼ Ὁμήρῳ ῥηθέντων ἐστὶ καὶ αὐτὸ, δηλοῖ δὲ κατὰ τοὺς παλαιοὺς τὸ νεανικῶς. καὶ γίνεται ἐκ τοῦ, ὡς ἐῤῥέθη, κουρίζειν, οὗ μέλλων Δωρικὸς κουρίξω, καὶ ἐξ αὐτοῦ κουρὶξ τὸ, ἀνδρείως καὶ ὡς πρέπει κούροις. καὶ οὕτω μέν φησιν ὁ Κράτης. Ἀρίσταρχος δὲ ἀντὶ τοῦ ἐπιλαβομένους τῆς κόμης, ἵνα ᾖ κατʼ αὐτὸν τὸ κουρὶξ ἀντὶ τοῦ ἐκ τῆς κεφαλῆς, ὡς εἴ τις εἴποι ἐκ τῆς κουρᾶς ἰδιωτικώτερον. ὁμοιοῦται δὲ τῷ τόνῳ πρὸς τὸ ἀπρὶξ, ἔτι δὲ καὶ πρὸς τὸ ἀμφορὶξ, ὅ περ ἐκ τοῦ ἀμφορίζω γέγονε τοῦ παρηγμένου ἐκ τοῦ ἀμφορέως. Τὸ δὲ μάλα πάγχυ ἐκ παραλλήλου δηλοῖ τὸ αὐτό. Τὸ δὲ, εὐνῇ ἐνὶ μαλακῇ καὶ τὸ, ὥς σε ἔοικεν, ἀστείως εἴρηνται, σκώπτοντος Εὐμαίου τὰς ἀγλαΐας τοῦ Μελανθίου, ἃς φθάσας αὐτῷ προσωνείδισεν. αἷς ἀκολούθως καὶ εὐνῇ ἐν μαλακῇ ἄρτι καταλέξεται ὡς αὐτὸν ἔοικε κοιτάζεσθαι ἐν τῷ ἀπαιωρεῖσθαι. οὔτε γὰρ ἀέρος τι μαλακώτερον οὔτε Μελανθίῳ τῆς τοιαύτης εὐνῆς πρεπωδέστερον. Τὸ δὲ ἀγινεῖς ἀντὶ μέλλοντος χρόνου κεῖται τοῦ, ἄξεις, ἀγάγῃς. Ὅτι τιμωρίαν κακοῦ τινὸς φράζει ἀνδρὸς τὸ, ὣς ὁ μὲν αὖθι λέλειπτο ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ. ἀνδρικῶν δὲ ἀνδρῶν ἔνδειξις τὸ, ἔνθα μένος πνείοντες ἐφέστασαν. Καὶ ὅρα τὸ ἐφέστασαν οὐκ ἀπὸ τοῦ ἔστην ἔστησαν· οὐ γὰρ ἂν ἐδασύνετο· ἀλλὰ ἀπὸ τοῦ ἐφεστήκεισαν κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ η εἰς α. Ὅτι καθά περ ἐν Ἰλιάδι, οὕτω κἀνταῦθα θελήσας ὁ ποιητὴς τῇ μάχῃ παρεισκρῖναι θεῖόν τι πρόσωπον, εἰ καὶ ἐκεῖ μὲν ἀναγκαίως μυριαχοῦ διὰ τὸ πλατύτερον τῆς μάχης, ἐνταῦθα δὲ τοῦτό γε ἅπαξ λέγει, ὡς οἱ μὲν ἐπʼ οὐδοῦ ἐφέστασαν τέσσαρες, οἱ δʼ ἔντοσθεν δόμων πολέες τε καὶ ἐσθλοί. τοῖσι δʼ ἐπʼ ἀγχίμολον ἦλθεν Ἀθήνη Μέντορι εἰδομένη. καὶ Ὀδυσσεὺς ᾠήθη μὲν λαοσσόον εἶναι Ἀθήνην, ἐμφανισθεῖσαν κατά τινα θείαν ἐνάργειαν, ὁποίας οἱ Ἕλληνες ἐδόξαζον, ὡς πολλαχοῦ φαίνεται, ὅμως δὲ λαλεῖ ὡς πρὸς Μέντορα, ὅ περ ἂν εἴποι τις δυσωπῶν φίλον ὁμήλικα ἐπὶ βοηθείᾳ· Μέντορ, ἄμυνον ἀρὴν, μνῆσαι δʼ ἑτάροιο φίλοιο, ὅς σε ἀγαθὰ ῥέζεσκον, ὁμηλικίη δέ μοι ἐσσί. Καὶ Ὀδυσσεὺς μὲν οὕτω, φθάσας ἐκ μακροῦ γνωρίζειν τὸν Μέντορα, ὡς καὶ ἐδηλώθη ἔνθα ὁ Μέντωρ καὶ ὁ Ἀλιθέρσης πατρῷοι ἑταῖροι εἶναι τῷ Τηλεμάχῳ ἐῤῥέθησαν. μνηστῆρες δʼ ἑτέρωθεν ὁμόκλεον, λέγοντες διὰ τοῦ Ἀγελάου ὅσα τις εἴποι ἂν κωλύων τὴν ἐκ φίλου ἐπικουρίαν· μή σε ἐπέεσσι παραπείσοι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῷ· ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω, καὶ τὰ ἑξῆς. ἐν οἷς ὡς οὐ μόνον πατέρα καὶ υἱὸν κτενοῦσιν, ἀλλὰ καὶ αὐτὸν Μέντορα. σῷ δέ, φησιν, αὐτοῦ κράατι τίσεις. ἀπειλοῦνται δὲ καὶ κτήματα ὅσσα οἵ ἐστι τά τʼ ἔνδοθι καὶ τὰ θύρῃφι, τοῖς τοῦ Ὀδυσσέως μεταμίξειν, καὶ τὰ φίλτατα δὲ βλάψειν καὶ μηδὲ τὴν γυναῖκα ἐάσαι Ἰθάκης κατὰ ἄστυ πολεύειν, ἀλλʼ ἀφορίσαι που εἰς γῆν ἀλλοτρίαν καὶ αὐτὴν, ἴσως δὲ καὶ τοὺς παῖδας. ἐφʼ οἷς χολωσαμένη Ἀθηνᾶ λαλεῖ τὰ ἐφεξῆς, πλαττομένη μὲν μυθικῶς, νοουμένη δὲ καὶ νῦν ἀλληγορικῶς παρεῖναι τῷ Ὀδυσσεῖ ἐμφρόνως πάντα ποιοῦντι. ὧν κεφάλαιον τὸ ἐπʼ οὐδοῦ ἵστασθαι καὶ μηδένα ἐᾶν ἔξω προβλώσκειν, ἀλλὰ ῥίπτειν ἔνδον τοὺς μνηστῆρας ὡς οἷα θρέμματα ἐν σταθμοῖς. οἱ καὶ πειρώμενοι ἐκφοβεῖν ἀπειλὰς οὐ μόνῳ τῷ Ὀδυσσεῖ ἐπιῤῥίπτουσιν, ὃ δὴ καὶ μόνον αὐτοῖς εὐχερὲς, ἀλλὰ καὶ τοῖς ὅσοι περὶ αὐτόν. ἐφʼ αἷς ἀπειλαῖς ὡς εἰ καὶ λέων πληγαῖς ἐρεθιζόμενος Ὀδυσσεὺς ἀνάπτει τὸν ἐν ἑαυτῷ θυμὸν, καὶ μνησάμενος ὧν περὶ Τροίαν ἐμόγησε καὶ ὡς εἰκὸς ἐκφωνήσας αὐτὰ καὶ εἰς τρανὲς, ὡς ἐκφοβῆσαι μὲν τοὺς μνηστῆρας, θαῤῥῦναι δὲ τοὺς περὶ αὐτὸν, πολλαπλασιάζει διὰ τῆς αὐτῆς νοερᾶς Ἀθηνᾶς τὴν ἐν ἑαυτῷ ῥώμην. καὶ ἀνδρικώτερον μάχεται παραδείγματι εὐγενεῖ καὶ μεγάλῳ προπαροξυνθείς. ἃ μέντοι πλάττει τὴν μυθικὴν Ἀθηνᾶν λέγουσαν πρὸς ἐρεθισμὸν, ταῦτα εἰσίν· οὐκέτι σοί γʼ, Ὀδυσσεῦ, μένος ἔμπεδον, οὐδέ τις ἀλκὴ, οἵη ὅτʼ ἀμφʼ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεὶ, πολλοὺς δʼ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι, σῇ δʼ ἥλω βουλῇ Πριάμοιο πόλις εὐρυάγυια. πῶς δὴ νῦν, ὅτε σόν γε δόμον καὶ κτήμαθʼ ἱκάνεις, ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι; ἀλλʼ ἄγε δεῦρο, πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον, ὄφρʼ εἰδῇς οἷός τοι ἐγὼ εὐεργεσίας ἀποτίνειν· ὃ δὴ προσφυὲς ῥηθῆναι πρὸς τοῦ βοηθοῦντος τινὶ φίλῳ. καὶ λέγει μὲν οὕτως ἡ Ἀθηνᾶ. οὔ πω δέ, φησι, πάγχυ δίδου ἑτεραλκέα νίκην, περὶ ἧς πολλαχοῦ κεῖται, ἀλλʼ ἔτʼ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν Ὀδυσσέως τε καὶ τοῦ παιδός. οὐ γὰρ ἅμα λόγος ἐρεθιστικὸς καὶ εὐθὺς μέγα ἔργον, ἀλλʼ ὡς εἰκὸς μετὰ βραχὺ, ὅτε δηλαδὴ ἀναχωρήσει ἡ Ἀθηνᾶ ἐκ μέσου, τουτέστι παύσεται μὲν ἡ βουλὴ καὶ τὸ λαλεῖν τὰ πρὸς θάῤῥος τυχὸν ἢ ἐκφόβησιν, γένηται δὲ τῶν ἔργων ὁ οὕτω λαλῶν. τηνικαῦτα γὰρ ἡ κατʼ αὐτὸν ἀρετὴ ἐκφαίνεται. πολλὰ δὲ τοιαῦτα καὶ ἐν τῇ Ἰλιάδι ἐῤῥέθη ἀλληγορικῶς. καὶ τοιαῦτα μὲν τὰ τῆς Ἀθηνᾶς. ὁ δὲ Μέντωρ Ἀλκιμίδης ἐνταῦθα λέγεται, τουτέστιν Ἀλκίμου υἱός. διὸ καὶ τῷ ἰῶτα παραλήγεται ὡς ἀπὸ τοῦ ἄλκιμος, οὐ μὴν ἐκ τοῦ μήδεσθαι, ὁποῖον ὁ Θρασυμήδης καὶ ὁ Διομήδης καὶ τὰ τοιαῦτα. Ἐν τούτοις δὲ κεῖται καὶ τὸ κτέωμεν ἀντὶ τοῦ φονεύσωμεν, ὅμοιον ὂν τῷ ἀφέωμεν καὶ φθέωμεν καὶ εἰδέωμεν ἀντὶ τοῦ ἀφῶμεν καὶ φθῶμεν καὶ εἰδῶμεν. φησὶ γάρ· ὁππότε κεν τούτους κτέωμεν, πατέρʼ ἠδὲ καὶ υἱόν. ἐξ οὗ δῆλον ὡς πρωτότυπόν ἐστι ῥῆμα κτῶ, οὗ τὸ ἐντελὲς κτέω, καὶ πλεονασμῷ τοῦ ν κτένω, καὶ ἐπενθέσει τοῦ ἰῶτα κτείνω, ὁμοίως τῷ ἔω ἔνω εἴνω τὸ καλύπτω, οὗ παράγωγον τὸ εἰνύω ἐν Ἰλιάδι. Ἐν δὲ τῷ, πατέρα καὶ υἱὸν, φαίνονται οἱ μνηστῆρες ἐν τούτοις τιθέναι τὸ πᾶν τοῦ ἔργου, οἷα τὸν Εὔμαιον καὶ Φιλοίτιον εἰς μηδὲν προλογιζόμενοι. οὕτω καὶ Ἀθηνᾶ σθένεος, ὡς ἐῤῥέθη, καὶ ἀλκῆς πειρήτιζεν Ὀδυσσέως μόνου καὶ υἱοῦ. Ἔτι κεῖται ἐν τούτοις καὶ ἀποστατικὸν σχῆμα κατὰ λόγον θάμβους τὸ, οἷα μενοινᾷς ἔρδειν ἐν μεγάροισιν, ὅμοιον ὂν τῷ οἷά μʼ ἔοργας καὶ τοῖς τοιούτοις. Τὸ δὲ, σῷ αὐτοῦ κράατι τίσεις, ἀντὶ τοῦ τῇ σῇ κεφαλῇ ἀνταποδώσεις, ἤγουν τῇ ζωῇ σου ζημιωθήσῃ καὶ, ὡς οὕτω φάναι, κεφαλικῶς τιμωρηθήσῃ. πῶς δὲ ἐσχημάτισται τὸ, σῷ κράατι, προδεδήλωται. καὶ οὐκ ἔστιν ἐνταῦθα πλεῖόν τι εἰπεῖν ἢ μόνον ὅτι τὸ, σῷ αὐτοῦ κράατι, καινῶς ἐσχημάτισται. τὸ γὰρ σύνηθες σοῦ αὐτοῦ κράατι. Ἐν δὲ τῷ περὶ Ἑλένης καὶ Τρώων καὶ ἁλώσεως Ἰλίου ὅρα ὅτι τε πάλιν ἐπιτηδείως ὁ ποιητὴς Τρωϊκαῖς ἱστορίαις παραρτύει τὴν τῆς Ὀδυσσείας ἀφέλειαν, καὶ ὅτι φοβερὸν τοῖς μνηστῆρσιν ἐνθυμηθῆναι ὡς οὕτως ὑπὲρ ἀλλοτρίων ἐκινδύνευσεν Ὀδυσσεύς. δῆλον γὰρ ὡς ὁ ὑπὲρ Ἑλένης οὕτω πολεμήσας οὐκ ἂν ἐθελοκακήσῃ ἐπὶ τοῖς ἑαυτοῦ. γίνεται δὲ καὶ πιθανωτέρα ἐντεῦθεν ἡ μνηστηροκτονία· ἐνθυμηθήσεται γὰρ ὁ ἀκροατὴς ὡς ὁ ἐν Τροίᾳ πρὸς τοσούτους καὶ ὑπὲρ ἀλλοτρίας γυναικὸς μαχόμενος καὶ ἀνδραγαθῶν ὁποῖος ἂν εἴη ἐνταῦθα; φαίνεται δὲ νῦν καὶ πτολίπορθος ὁ Ὀδυσσεὺς, οὗ περ βουλῇ τῇ κατὰ τὸν δούρειον ἵππον ἡ Τροία ἥλω. μετʼ ὀλίγα οὖν ῥητῶς αὐτὸν ἐρεῖ πτολίπορθον. Τὸ δὲ, ὀλοφύρεαι ἄλκιμος εἶναι, δεινῶς καὶ δριμέως εἴρηται. ἦν μὲν γὰρ εἰπεῖν, οὐκ ἐθέλεις ἄλκιμος εἶναι, ἢ ὀκνεῖς ἢ τοιόνδε τι. εἴρηται δὲ πρὸς πλείω ἔμφασιν, ὀλοφύρεαι ἄλκιμος εἶναι, ὡς εἰ καὶ παῖς ὀνειδισθείη ὀλοφύρεσθαι φοιτᾶν ἐς διδασκάλου. Ὅτι κατὰ ποιητικὸν ἔθος καὶ νῦν ἐκ τοῦ φαινομένου Μέντορος ἄλλως μορφωθεῖσα ἡ τοῦ μύθου Ἀθηνᾶ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον ἕζετο ἀναΐξας, χελιδόνι ἰκέλη ἄντην ἢ κατὰ τὴν πτῆσιν ἢ κατὰ τὸ εἶδος. οὐ γὰρ ὀκνεῖ ὁ μῦθος καὶ οὕτω μεταποιεῖν τὰ δαιμόνια Ἰστέον δὲ ὅτι παρώνυμοι χελιδόνι παρὰ τῷ δειπνοσοφιστῇ χελιδονίαι λαγωοί. τοιοῦτοι δὲ ἴσως οἱ ἄνω μὲν μέλανες, τὰ δὲ κάτω ὑπόλευκοι, ὁποῖαι καὶ αἱ χελιδόνες κατὰ τὸν εἰπόντα τὸ, χελιδὼν ἐπὶ γαστέρα λευκὰ, ἐπὶ νῶτα μέλαινα. Αἰθαλόεντος δὲ μεγάρου μέλαθρον λέγει τὴν ὀροφήν. διὸ ἐρεῖ ἐν τοῖς ἑξῆς· δὴ τότε ἀνέσχεν Ἀθηνᾶ αἰγίδα ὑψόθεν ἐξ ὀροφῆς, ὡς ταυτὸν εἶναι ὀροφὴν καὶ μέλαθρον. καὶ νῦν μὲν ἐντελῶς ἐῤῥέθη μέλαθρον οἴκου· ὅτε δὲ μέλαθρον ὁ οἶκος ἅπας λέγεται, ἀπὸ μέρους λαλεῖται, ὥς περ καὶ στέγη καὶ τέγος ὁ αὐτὸς ἀπὸ τοῦ σκέποντος ὀροφώματος, μέρους καὶ αὐτοῦ ὄντος. αἰθαλόεν δὲ ἢ παρὰ τὸ αἴθω, ἐξ οὗ καὶ τὸ μέλαθρον διὰ τὸ αἰθόμενον δηλαδὴ πῦρ ἐν ταῖς κατὰ τὴν ἑστίαν θυσίαις, ἢ τὸ καταλαμπόμενον καὶ πολύφωτον παρὰ τὸ αἴθειν ἤγουν λάμπειν, ἀφʼ οὗ καὶ αἰθήρ. Τὸ δὲ, χελιδόνι ἰκέλη ἄντην ἤγουν ἄντικρυς, καὶ πρὸ ὀλίγων ἐν τῇ τοῦ τόξου κεῖται δοκιμασίᾳ. ἐκεῖ μέντοι πρὸς τὴν τῆς νευρᾶς ᾠδὴν παρείληπται ἡ χελιδών. Ὅτι ἀρετὴ καὶ ἐνταῦθα ἡ ἀνδρία ἐν τῷ, ὁ δεῖνα καὶ δεῖνα ἀρετῇ ἔσαν ἔξοχʼ ἄριστοι, τῶν ὅσσοι ἔτʼ ἔζωον περί τε ψυχέων ἐμάχοντο. τοῦτο δὲ καὶ παροιμιῶδες ἐστίν. οἱ γὰρ ἐπικινδύνως ἀγωνιζόμενοι τὸν περὶ ψυχῆς θέειν λέγονται, ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ, ἢ τὸν περὶ ψυχῆς μάχεσθαι ἢ ἀγωνίζεσθαι. μετρεῖ δὲ ὁ ποιητὴς ἐνταῦθα ἓξ εἶναι τοὺς ἐν τοῖς περιλειπομένοις μνηστῆρσιν ἀρίστους, ἐνδεικνύμενος ὡς αὐτῶν πεσόντων ἑτεραλκὴς αὐτίκα νίκη προσέσται τῷ Ὀδυσσεῖ. Ὅτι σκῶμμα εἴς τινα στερηθέντα βοηθοῦ ᾧ ἐπεποίθει τὸ, ὦ φίλοι, ἤδη σχήσει, τουτέστιν ἐφέξει, ἀνὴρ ὅδε χεῖρας ἀάπτους, καὶ δή οἱ ὁ δεῖνα ἔβη κενὰ εὔγματα εἰπὼν, ἤγουν κενεναυχὴς, κενὰ καυχησάμενος ὡς εἰς βοήθειαν. Ἀγέλαος δὲ τοῦτο λέγει ὡς τοῦ μυθικοῦ Μέντορος ἀφανισθέντος. Τὸ δὲ, ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας, ὁ Εὐρύμαχος πρὸ τούτων, οὐ γὰρ σχήσει, ἔφη. ἐκεῖνος μὲν γὰρ ἐδεδίει τὸν Ὀδυσσέα, οὗτος δὲ ἀλογίστως καταθαῤῥεῖ. Ὅτι ὁ μετά τινα ἕνα καταφρονῶν τῶν ἐπιλοίπων ἀνταγωνιστῶν ἐρεῖ· τῶν δʼ ἄλλων οὐ κῆδος ἤτοι φροντὶς, ἐπὴν οὗτός γε πέσῃσι. Καὶ ὅρα τὸ πέσῃ κοινῶς καὶ ἁπλοϊκῶς λεχθὲν ἀντὶ τοῦ ἀποθάνῃ καὶ οὐχʼ ὡς τὸ, δεδουπότος Οἰδιπόδαο· ἐκεῖνο γὰρ ποιητικώτερον. Ὅτι τὰς μὲν βολὰς τῶν περὶ τὸν Ὀδυσσέα ἐπιτυχεῖς ποιεῖ, τῶν δὲ μνηστήρων βαλλόντων ἄλλος μὲν σταθμὸν εὐσταθέος μεγάροιο βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν, ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια· ὅ περ διατί προπαροξύνεται, ἀλλαχοῦ δεδήλωται. ἀχρηστίαν δὲ στρατιωτικὴν οἱ ῥηθέντες στίχοι φράζουσι. Τὸ δὲ, ἐν τοίχῳ πέσεν, ἀντὶ τοῦ ἐνέπεσε τῷ τοίχῳ. Μελίαν δὲ τὸ ἔγχος λέγει ὃν τρόπον καὶ δόρυ, πλὴν ἐκεῖνο μὲν γενικῶς, τοῦτο δὲ ἀπὸ εἴδους δένδρου τῆς μελίας. διὸ καὶ μείλινον τὸ τοιοῦτον μετουσιαστικῶς. καὶ ἄλλως δὲ τὰ μελία ὁμωνύμως νῦν ἐῤῥέθη τῷ ὅλῳ. ὡς γάρ που ἐλέφας τὸ ἐξ ἐλέφαντος ὀστοῦν, οὕτω καὶ μελία τὸ ἐκ μελίας δόρυ, καθὰ καὶ Ἤπειρος ἡ ἀντικρὺ τῆς Ἰθάκης περαία γῆ ὁμωνύμως τῇ ὅλῃ. καθʼ ὅμοιον δὲ λόγον καὶ ἄσπετον οὖδας μετʼ ὀλίγα κεῖται τὸ πάντῃ ὀλίγον ὁμωνύμως τῇ ἀσπέτῳ γῇ καὶ ἀπείρονι. ἐρεῖ γάρ· οἱ μὲν ἔπειθʼ ἅμα πάντες ὀδὰξ, τουτέστι δακτικῶς, ἕλον ἄσπετον οὖδας, τουτέστι τὸ ὑποκείμενον ὀλίγον ἔδαφος. Ἰστέον δὲ ὅτι τοὺς ῥηθέντας τρεῖς στίχους καὶ μετʼ ὀλίγα οὕτω τίθησιν ὁ ποιητὴς δίχα παραποιήσεως. διό τινες ὠβέλισαν ἐκείνους ὡς ταυτολογοῦντας. Ὅτι ἀδίκων ἀνδρῶν παραστατικὸν τὸ, οἳ μεμάασιν ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν, ἤγουν καί τοι αὐτοὶ προκατάρξαντες τοῦ κακοῦ, ὃ καὶ θλίβει τὸν Ὀδυσσέα, εἴ περ κακῶν κατάρξαντες οἱ μνηστῆρες εἶτα καὶ κατὰ τῶν κακωθέντων ἀναιδεύονται. Ὅτι τέσσαρσιν ἐνταῦθα ἐφεξῆς ὀνόμασιν ἓν ῥῆμα ἐπήγαγεν, εἰπὼν πάνυ συντόμως οὕτως· Ὀδυσσεὺς μὲν τὸν δεῖνα, Τηλέμαχος δὲ τόνδε, συβώτης δὲ ἐκεῖνον, Φιλοίτιος δὲ ἄλλον ἔπεφνε, σπουδῇ πράξεως καὶ τὴν φράσιν συνεπιτεμών. Ὅτι Ἀμφιμέδων εἷς τῶν μνηστήρων βάλε Τηλεμάχου χεῖρʼ ἐπὶ καρπῷ λίγδην, ὃ ἑρμηνεύων ἐπιφέρει· ἄκρην δὲ ῥινὸν δηλήσατο χαλκός. ἔστι γὰρ λίγδην βαλεῖν τὸ, ἄκρον τὸ δέρμα δηλήσασθαι, ἵνα ᾖ λίγδην τὸ ξεστικῶς, ἐπιπολῆς, κατὰ δὲ τοὺς παλαιοὺς καὶ ἐπιψαύδην, Ὁμηρικῶς δὲ εἰπεῖν ἐπιγράβδην. καὶ συνίσταται τοῦτο ἐκ τοῦ, Κτήσιππος ὑπὲρ σάκος ἔγχεϊ μακρῷ ὦμον ἐπέγραψεν. ἐξ οὗ δῆλον ὡς καὶ ὁ ἐπιλίγδην πληγεὶς ἐπιγράβδην ἐπλήγη. γίνεται δὲ τὸ λίγδην ὡς ἀπὸ τοῦ λίζειν, λέξεως ὠνοματοπεποιημένης. ὅθεν καὶ λίστρον ὁ ξυστὴρ μετʼ ὀλίγα ἐν τῷ, λίστροις δάπεδον δόμου ἔξυον. εἴρηται δὲ ἅπαξ καὶ τοῦτο ἐνταῦθα. καὶ ἐν Ἰλιάδι δὲ ὁμοίως τὸ ἐπιλίγδην. δήλη δὲ ἡ τοιαύτη ὀνοματοποιΐα ἐπὶ μαρμάρων λίθων καί τινων τοιούτων, ὅτε ὑέλῳ εἴτε σιδήρῳ ξύονται. οὕτω δὲ εὐθὺς καὶ τὸν Εὔμαιον Κτήσιππος ὑπὲρ σάκος ἔγχεϊ μακρῷ ὦμον ἐπέγραψεν, ὃ καὶ αὐτὸ εἴρηται ἀντὶ τοῦ ἐπιπόλαιον ἔξυσε· τραχύτερον δὲ, ὥς περ τὸ ἔγραψε τοῦ ἔγλαψεν, οἷον εὐνὰς ἐν ψαμάθοισι διαγλάψασα, οὕτω καὶ τοῦ λίγδην τὸ ἐπιγράβδην διὰ τὴν τραχυφωνίαν τοῦ ῥῶ. δῆλον δὲ ὡς ἐκ τοῦ τοιούτου γράφειν καὶ γράβδην ἐπίῤῥημα καὶ γραπτύες ἐν τοῖς μετὰ ταῦτα αἱ τῶν μελῶν γραφαὶ, τουτέστιν ἀμυχαὶ, ξεσμοί. Ἰστέον δὲ καὶ ὅτι δόξοι ἂν ὅθεν γίνεται κατὰ ὀνοματοποιΐαν τὸ λίγδην, ἐκεῖθεν γίνεται καὶ τὸ, λίγξε βιός. καὶ ἐκεῖ γὰρ λειότερον τὸ ἐκφώνημα ἤ περ ἐν τῷ ῥοῖζος. ἐπεὶ καὶ τραχυφωνότερον τὸ ῥῶ ἤ περ τὸ λ. ἴσως δὲ ἐκ τοιούτου τινὸς τρόπου καὶ λίγδος παρὰ Αἰλίῳ Διονυσίῳ ὁ χῶνος, περὶ οὗ ἐν ἑτέρῳ ῥητορικῷ λεξικῷ γράφεται καὶ ὅτι λίγδος χωνεία, ἀλοιφή· καὶ λίγδοι χωνευτήρια, χόανα, νομισμάτων διατύπωσις· ἐν ἄλλῳ δὲ ὅτι λίγδος χῶνος τρήματα ἔχων συνεχῆ παραπλήσια τῷ δέλτα, διʼ ὧν χαλκὸς ἠθεῖται. Ὅρα δὲ ὅτι θηλυκῶς τε καὶ ἀῤῥενικῶς λέγεται ῥινὸς κατὰ τὰ ἀντίγραφα. ὅτι δὲ καὶ σὺν τῷ γάμμα προπερισπωμένως λέγεται κατά τινα γλῶτταν γρῖνος, δηλοῖ ὁ τεχνικὸς, ἔνθα λέγει καὶ ὅτι γρίσσων ὁ χοῖρος καὶ γρίντης ὁ γριπεὺς καὶ γριφᾶσθαι τὸ γράφειν παρὰ Λάκωσι καὶ γριπεὺς ὁ ῥάπτων ἁλιευτικὰ δίκτυα καὶ γρῖφος δύσκολον ζήτημα ὃ ἐν συμποσίοις ἔλεγέ τις προκειμένης φιάλης οἴνου γεμούσης καὶ ὁ ἐπιλυσάμενος τὸ ἀπορηθὲν ἐξέπινεν, εἰ δὲ μὴ, ὁ ἀπορήσας ἐνεφορεῖτο τῆς φιάλης. Ὅτι Φιλοίτιος βεβληκὼς Κτήσιππον πρὸς στῆθος, ὃς ἔφθασεν ἐπαφεῖναι πόδα βοὸς ἐπαιτοῦντι τῷ Ὀδυσσεῖ, φιλοκέρτομόν τε αὐτὸν λέγει· τοιοῦτος γὰρ, ὡς εἰκὸς, τὸ ἦθος ἦν, καὶ παραίνεσιν ἀποτρεπτικὴν μεγαλοῤῥημοσύνης ἐκφωνεῖ εἰπών· μή ποτε πάμπαν εἴκων ἀφραδίαις μέγα εἰπεῖν, ἀλλὰ θεῷ μῦθον ἐπιτρέψαι, τουτέστιν ἀνάθες, ἐπεὶ πολὺ φέρτερός ἐστιν. εἶτα ἐπιφωνεῖ· τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτʼ ἔδωκα ἀντιθέῳ Ὀδυσῆϊ δόμον κατʼ ἀλητεύοντι. Ἰστέον δὲ ὅτι τὸ, τοῦτό σοι ἀντὶ ποδὸς ξεινήϊον, εἰς παροιμίαν ὕστερον ἔπεσεν ἐπὶ τῶν ἀντὶ κακοῦ ἀπολαβόντων κακόν. ἦν δὲ σοφὸς πάμμεγας καὶ ἱερὸς ὁ κατάρξας τῆσδε τῆς παροιμίας, ὃς καὶ Κυκλώπειον δωρεὰν ἔφη ὡς ἐκ τῶν κατὰ Κύκλωπα τὴν καὶ ὄψιμον καὶ ὀλεθρίαν, ὡς ἐκ τοῦ, Οὖτιν ἐγὼ πύματον ἔδομαι. τοιαύτῃ μεθόδῳ καὶ τὸ, αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεὺς, παροιμιῶδες ἔσται, ὡς πρὸ βραχέων γέγραπται. οὕτω δὲ καὶ τὸ, Βελλεροφόντης καθʼ ἑαυτοῦ γράμματα ἐκ τῶν Ὁμήρου εἴληπται. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα πολλαχόθεν ἔστιν ἐξευρίσκεσθαι, καὶ οὐ μόνον ἐκ τῶν λογίως διεσκευασμένων, ἀλλὰ καὶ τῶν δημοτικωτέρων. καὶ γέμει τοιούτων παροιμιῶν ὁ βίος. ἔχει δὲ καὶ ἄλλως ὁ καθʼ ἕνα τῶν κατʼ ἄνθρωπον παροιμίας ποιεῖν ἐν τῷ ὁρμᾶσθαι ποθὲν δεξιῶς, οἷον, ὁ μαθὼν πεῖσμα καὶ πεισμονὴν ἐπὶ τῶν ἐνστατικῶν εἰρῆσθαι τροπικῶς ἀπὸ τῶν κατὰ νῆας πεισμάτων ἤγουν σχοινίων ἐρεῖ παροιμίαν ὑποκλέψας ἐκεῖθεν, ὡς πάντες τοῦ αὐτοῦ λίνου ἢ τῆς αὐτῆς καννάβεως ἐστὲ, τουτέστιν ὁμοίως πάντες πεισματικοί. ἔτι φόρτον Αἰσώπειον εἴποι ἄν τις ἐπὶ τῶν μὴ ἀεὶ βαρυνόντων ὡσαύτως ἀλλʼ ὑφιέντων ἠρέμα κατὰ βραχὺ τοῦ εἴτε σωματικοῦ ἢ ἀλλοίου ἄχθους, ὁρμηθεὶς ὁ τοιοῦτος ἐκ τῶν κατὰ λογοποιὸν Αἴσωπον, ὃς φρυκτὰς αἴρων μάζας εἰς ὁδὸν καὶ φόρτον ἐξογκώσας οὔτε εὐάγκαλον, ἀλλὰ καὶ δυσβάστακτον διὰ τὸ περιβριθὲς, τὴν μὲν ἀρχὴν ἐγελᾶτο οἷα τοσοῦτον ἄχθος τοῦ μετρίου προελόμενος, τῇ δὲ ἑξῆς καὶ τῇ μετʼ αὐτὴν καὶ τῇ ἐχομένῃ ἐθαυμάζετο διὰ τὸ ἀπηλλάχθαι τοῦ κατὰ τοὺς συνδούλους βαρύνεσθαι διόλου τῷ ἀχθοφορήματι. Τὸ δὲ καὶ δυάζειν τὰς παροιμίας ἄλλη τις αὐτὸ δεξιὰ μέθοδος δηλωθεῖσα καὶ ἀλλαχοῦ, καθʼ ἣν τὸ, νίκη Καδμεία, οἱ μὲν ἐπὶ τῆς ἀκερδοῦς καὶ ἀνωφελοῦς ἐξελάβοντο ψογερῶς, οἱ δὲ ἐπὶ τῆς ἄκρας καὶ καθʼ ὑπερβολήν. καὶ τὸ ἅλμην δὲ ἔχειν, ὡς προδεδήλωται, πῇ μὲν πικρὸν ἄνθρωπον σκώπτει, πῇ δὲ ἡδὺν παραδηλοῖ καὶ, ὅ φασιν, εὔνοστον. ὁμοίῳ δὲ λόγῳ καὶ τὸ ἀπὸ δρυὸς ἢ πέτρης εἶναι τινὰ οὐ μόνον ἀρχαιογονίαν παλαιτάτην σημαίνει Ὁμηρικώτερον, ἀλλὰ καὶ ἦθος ἀτέραμνον κατὰ καιρίαν ἔστιν ὅτε παράχρησιν. καὶ ταῦτα μὲν οὕτως. Ἀστεΐζεται δὲ Φιλοίτιος λογισάμενος τὸ τοῦ δόρατος ἄρτι ξύλον ἀντὶ τοῦ ἐπαφεθέντος τῷ δεσπότῃ ὀστοῦ. Ἀστείως δὲ τὸν ἐπαφεθέντα κατὰ τοῦ Ὀδυσσέως πόδα βοὸς βοῶν ἐπιβουκόλος ἀνὴρ βάλλει ὁ Φιλοίτιος. Ὅτι καὶ ἐνταῦθα τὸ οὖτα κεῖται προπερισπώμενον διὰ ἀποκοπὴν τὴν ἐκ τοῦ οὔτασεν, ὃ σημαίνει τὴν ἐγγύθεν πληγήν. φησὶ γοῦν· οὖτα Δαμαστορίδην αὐτοσχεδὸν, ἤγουν ἔγγιστα. ἔνθα εἰ καὶ προσέκειτο αὐτοσχεδὸν καὶ ἄλλως τὸ οὖτα, τὴν αὐτὴν σημασίαν εἶχεν ἄν. Δῆλον δὲ καὶ ὅτι τὰ πολλὰ μὲν μακρόθεν ἔβαλλον ἔγχεσιν οἱ παλαιοὶ, ἔστι δὲ ὅτε καὶ αὐτοσχεδὸν ἔπληττον. ἐκ δὲ τοῦ τοιούτου αὐτοσχεδὸν καὶ αὐτοσχέδιον λέγεται, οὗ ἡ κατεργασία οὐκ ἐκ μακροῖ, ἀλλὰ προσεχὴς καὶ ἔγγιστα. Ὅτι μετὰ τὴν, ὡς ἐῤῥέθη, ἐμφάνειαν τῆς Ἀθηνᾶς καὶ τὴν τοῦ Ὀδυσσέως στρατηγικὴν λαλιὰν τὴν καὶ ἑαυτοῦ συστατικὴν καὶ τῶν μνηστήρων ἐκφοβητικὴν ἐρεθισμοῦ γενομένου πλείονος καὶ Ὀδυσσέως μὲν καὶ τῶν περὶ αὐτὸν ἐπιτυχῶς, ὡς ἐῤῥέθη, βαλλόντων, τῶν δέ γε μνηστήρων πλαζομένων ἐν ταῖς βολαῖς, ἔπεισιν ὡς εἰκὸς πτοία πολλὴ καὶ πτυρμὸς τοῖς μνηστῆρσι. καὶ οὐκέτι ἐνίστασθαι δύνανται, ἀλλʼ οἴχονται τυπτόμενοι ἀγεληδὸν καὶ οὐκέτι καθένα πρὸς ὄνομα. καὶ τὸ πάθος ἡ ποιητικὴ Μοῦσα τερατωδέστερον φράζουσα εἰς τὴν τῆς Ἀθηνᾶς ἀνάγει αἰγίδα τὸ αἴτιον, περὶ ἧς ἐν τοῖς εἰς τὴν Ἰλιάδα δηλοῦται σαφῶς. καὶ τήν τε πτοίαν καὶ φυγὴν τῶν μνηστήρων παραβολικῶς ἐνδείκνυται, καὶ τὴν τοῦ Ὀδυσσέως δὲ ὁμοίως ἀνδρίαν καὶ τῶν ἀμφʼ αὐτόν. καὶ φησί· δὴ τότʼ Ἀθηναίη φθισίμβροτον αἰγίδʼ ἀνέσχεν ὑψόθεν ἐκ κορυφῆς, τῶν δὲ φρένας ἐπτοίησε, τουτέστιν ἐπτόησεν· ἢ καὶ ἄλλως, τῶν δὲ φρένες ἐπτοίηθεν, τουτέστιν εὐλαβήθησαν, ἐπτοήθησαν. εἶτα τὴν τοιαύτην πτοίαν διὰ παραβολῆς ἑρμηνεύων φησίν· οἱ δʼ ἐφέβοντο κατὰ μέγαρον, βόες ὣς ἀγελαῖαι· τὰς μέν τʼ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται, τουτέστι γίνονται, ὡς ἔκτοτε μειζόνων γινομένων τῶν ἡμερῶν. Ἐφʼ οἷς καὶ τὴν ἀνδρίαν τῶν τοῦ Ὀδυσσέως ὁμοίως παραδεικνὺς φησίν· ὁ δʼ, ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες, ἀγκυλοχεῖλαι, οἱ πολλαχοῦ ῥηθέντες, ἐξ ὀρέων ἐλθόντες ἐπʼ ὀρνίθεσσι θορῶσι· ταὶ μέν τʼ ἐν πεδίῳ νέφεα πτώσσουσαι ἴενται, οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ γίνεται, οὐκ ἔχουσι γὰρ ἀνθίστασθαι οὐδὲ φυγεῖν, καταλαμβάνονται γὰρ, χαίρουσι δέ τʼ ἀνέρες ἄγρῃ· ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα τύπτον ἐπιστροφάδην, τουτέστιν ἐπιστρεπτικῶς ὧδε καὶ ἐκεῖ· τῶν δὲ στόνος ὤρνυτο ἀεικὴς, κράτων τυπτομένων· δάπεδον δʼ ἅπαν αἵματι θῦεν· ὃ πολλαχοῦ τῆς Ἰλιάδος κεῖται δαψίλειαν δηλοῦν αἵματος κατά τινα ῥοῦν τῷ δαπέδῳ ἐπιτρέχοντος. Ἔνθα ὅρα ὡς καὶ ἑτέρωθι δάπεδον τὸ τοῦ μεγάρου ἔδαφος. οὐ γὰρ δή που τὸ τῆς αὐλῆς ἐνταῦθα δηλοῖ, οὐδʼ ἄλλο τι αἴθριον μέρος γῆς. δῆλον δʼ ὅτι τὸ τοιοῦτον βασιλικὸν δάπεδον καὶ κραταίπεδον ἂν εἴη διὰ τὸ, ὡς εἰκὸς, λιθόστρωτον εἶναι περὶ οὗ σαφὴς φράσις τὸ, ταῦτα δὲ πάντα δάπεδον εἶχεν ἐν ἀβακίσκοις συγκείμενον ἐκ παντοίων λίθων. Ἔνθα ὅρα τὸ ἀβακίσκοις· ἐξ οὗ δῆλον, ὡς οὐ μόνον ἐπὶ σανίδος ὁ ἄβαξ καὶ τὸ ἀβάκιον, ἀλλʼ ἰδοὺ καὶ ἐπὶ λίθων ὁμοιοσχημόνων ξυλίνοις ἄβαξιν. Ὅτι δὲ κραταίπεδον τὸ κραταιὸν πέδον συντεθειμένον πρὸς ὁμοιότητα τοῦ κραταιγύαλον, οὐκ ἄδηλόν ἐστιν. Ἰστέον δὲ ὅτι τῶν ῥηθεισῶν παραβολῶν ἡ πρώτη μὲν σεμνοτέρους εἶχε τοὺς μνηστῆρας εἰς βόας αὐτοὺς παραβάλλουσα διὰ τὸ ἀγελαῖον τοῦ πλήθους, τοὺς μέντοι πτοοῦντας μικροφυεῖ ζωυφίῳ τῷ οἴστρῳ εἴκαζε διὰ τὴν κατὰ πλῆθός τε ὀλιγότητα καὶ τὸν ἐκ τοῦ βάλλειν κεντρισμόν· ἡ μέντοι δευτέρα ἀπεναντίας ἥκει τῇ πρώτῃ, πάνυ μὲν σεμνύνουσα τοὺς διώκοντας τῇ πρὸς αἰγυπιοὺς παραβολῇ, ἀχρειοῦσα δὲ τοὺς διωκομένους μνηστῆρας διὰ τοῦ μηδὲ πρὸς ὄνομα μνησθῆναι οἵοις ὀρνίθεσσιν ἐν τῷ φεύγειν ἐοίκασι, προϊὼν δὲ καὶ πάντῃ τοὺς μνηστῆρας ἐξευτελίσει διὰ τῆς πρὸς ἰχθύας παραβολῆς. Ἰστέον δὲ ὅτι οὐ μόνον Ζεὺς αἰγίοχος παρὰ τῇ ποιήσει, ἀλλʼ ἰδοὺ καὶ Ἀθηνᾶ ἡ τοῦ Διὸς, εἰ καὶ μὴ αἰγίοχος καλεῖται, ἀλλʼ αἰγίδα ἔχει, ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ, καὶ ταύτην τῶν μὲν σωστικὴν, τῶν δὲ ὀλέτειραν. ἐπεὶ, ὡς καὶ αὐτὸ ἐν ἄλλοις ἐῤῥέθη, καὶ Ποσειδῶν ἀσφάλιός τε καὶ γαιήοχος καὶ αὖ ἐνοσίχθων καὶ ἐννοσίγαιος. καὶ Φοῖβος δὲ οὐ μόνον Ἀπόλλων, ἀλλὰ καὶ οὔλιος, τουτέστιν ὁλότητος καὶ ὑγιείας ποιητικὸς ὅτι καὶ ἰατρός. καὶ Ἑρμῆς δὲ ὁ αὐτὸς καὶ ἀποστερητικὸς διὰ τὴν κλεπτικὴν καὶ κερδῷος δὲ διά τε τὸ ἐμπολαῖος εἶναι καὶ διὰ τὰ Ἕρμαια. καλῶς οὖν καὶ λαοσσόος ἡ Ἀθηνᾶ, ὅ περ ἐν μιᾷ λέξει δηλοῖ ὅτι τε λαοὺς σόους τηρεῖ καὶ ὅτι σεύει ἢ σοβεῖ λαοὺς, ἄλλως τε καὶ διὰ τῆς φθισιμβρότου αἰγίδος. Οἶστρος δὲ θηρίδιον ὁ καὶ μύοψ λεγόμενος, μυίας μὲν μεῖζον, τὰ δʼ ἄλλα ἐμφερὲς, ὃ ἐγχρίπτον βουσὶ καὶ δάκνον, κατὰ δέ τινας καὶ εἰς τὰ ὦτα εἰστρέχον αὐτῶν, ὅπῃ τύχοι κομίζον ἀναγκάζει φέρεσθαι. διὸ καὶ οἶστρος καλεῖται παρὰ τὸ οἴω τὸ κομίζω. ἐντεῦθεν δὲ καὶ πᾶσα ὁρμὴ ἐνθουσιαστικὴ κατὰ ἔρωτα τυχὸν ἢ μανίαν ἢ θυμὸν οἶστρος λέγεται, καὶ τὸ ἔχον αὐτὸν οἰστρηλατεῖσθαι φαμὲν καὶ οἰστρεῖν καὶ παροιστρεῖν. ἕτεροι δὲ θηρίον αὐτόν φασιν ἀκρίδι ἐοικὸς, ποικίλον τὴν χροίαν, εὐκίνητον, δάκνον καὶ σοβοῦν τὰς βοῦς. οἱ δὲ καὶ ὑπόχαλκον αὐτό φασι τὴν μορφήν. διὸ καὶ αἰόλος ὁ τοιοῦτος διὰ τὸ, ὡς ἐῤῥέθη, ποικίλον αὐτοῦ καὶ εὐκίνητον, ἢ καὶ ἄλλως αἰόλος ὁ τοῦ αἰόλλεσθαι ἤτοι κινεῖσθαι ταχέως αἴτιος, ὡς καὶ ἔγχος ἄλκιμον τὸ ἀλκιμοποιόν. ἐν δὲ τοῖς τοῦ δειπνοσοφιστοῦ φέρεται ὅτι θύννος καὶ ξιφίας, ὅτε τὸ ὄστρακον ὁ κύων ἐπιτέλλει, τηνικαῦτα περὶ τὰ πτερύγια ἔχουσιν οἱονεὶ σκωλήκιον τὸν καλούμενον οἶστρον, ὅμοιον μὲν σκορπίῳ, μέγεθος δʼ ἡλίκον δραχμῆς· ὃ καὶ ποιεῖ αὐτοὺς ἐξάλλεσθαι οὐκ ἔλαττον δελφῖνος ὡς καὶ πλοίοις πολλάκις ἐμπίπτειν. ἔχουσι δὲ κατά τινα ὥραν οἶστρον καὶ ἐπὶ κεφαλῆς. Ἰστέον δὲ καὶ ὡς τὸ ῥηθὲν ἐν πρώτῃ συζυγίᾳ τῶν περισπωμένων οἰστρεῖν λέγεται καὶ οἰστρᾶν ἐν δευτέρᾳ. χρῆσις δὲ τούτου ἐν τῷ, οἱ θύννοι καὶ οἱ ξιφίαι οἰστρῶσι περὶ κυνὸς ἐπιτολήν. ὡς δὲ καὶ ἄλλα ῥήματα διφοροῦνται τὰ μὲν οὕτω, τὰ δʼ ἄλλως, δεδήλωται καὶ ἀλλαχοῦ. ἓν δὲ τῶν πολλῶν ἐκείνων καὶ τὸ σοφῶ σοφώσω, ἐξ οὗ καὶ τὸ σοφοῖ, ὅ πέρ ἐστι κοινότερον εἰπεῖν σοφίζει· ἔτι δὲ καὶ τὸ μηνιᾶν ὡς βοᾶν, κοινῶς μέντοι μηνίειν· ἔτι καὶ τὸ συνιεῖν, οὗ μᾶλλον τέτριπται τὸ συνιέναι. Τὸ δὲ φθισίμβροτον πλεονασμὸν ἔχει τοῦ ν ἐν τῇ προπαραληγούσῃ ὁμοίως τῷ φαεσίμβροτος ἥλιος. Τὸ δὲ, ὑψόθεν ἐκ κορυφῆς, ἄδηλον εἴτε ἐκ τῆς ἔσω κατὰ τὸ μέλαθρον, εἴτε ἐκ τῆς ἔξω κατὰ τὸν Ὄλυμπον. Τὸ δὲ ἐπτοίησεν ἐξ ἀνάγκης τῇ οι διφθόγγῳ διὰ μέτρον προπαραλήγεται γινόμενον ἐκ τοῦ πτοῶ· ὥς περ γὰρ οὐδὲ τὸ ἠγνόησεν, οὕτως οὐδὲ τὸ ἐπτόησε χρήσιμον εἰς μέτρον Ὁμηρικόν. Τὸ δὲ γαμψώνυχες ἐκ τοῦ γνάμπτω γινόμενον ἔλλειψιν ἔχει τοῦ κατʼ ἀρχὰς ν διὰ τὸ εὐφωνότερον. Τὸ δὲ ἐπʼ ὀρνίθεσιν ἀντὶ τοῦ κατὰ ὀρνίθων. Νέφεα δὲ ἢ τὸν τῶν νεφῶν τόπον καὶ νῦν λέγει, οὗ περ ἀπογνόντες αἱ ὄρνιθες κάτω ἴενται καὶ ἀγρευόμεναι ἀγάλλουσι τοὺς θεατὰς, ἢ μάλιστα κατὰ τοὺς παλαιοὺς δικτύων εἶδος, ἃ καὶ ὁ κωμικὸς νεφέλας φησὶν ἐν τῷ, μὰ νεφέλας μὰ δίκτυα, ἵνα εἰκάζει τοὺς μνηστῆρας ὄρνισιν ἡ παραβολὴ, αἳ λίνων αὐταῖς ἱσταμένων, ὅ ἐστι δικτύων, εἶτα αἰγυπιῶν ἐπιόντων, πτήξασαι, ἐπὶ νέφεα ἵενται, ὅ ἐστι δικτύοις ἐμπελάζουσιν, ὅτε καὶ ἀγρευομένων χαίρουσι τῇ ἄγρᾳ οἱ παρατυχόντες. οὕτω γὰρ καὶ οἱ μνηστῆρες τῇ ἄνωθεν ἐξ Ἀθηνᾶς ῥοπῇ ἐντὸς ἀρκύων πεσόντες πάσχουσι τὰ εἰκότα. Ἰστέον δὲ ὡς ἔγνωσται μέχρι καὶ νῦν ἡ τῶν θηρατικῶν νεφελῶν χρῆσις πολλοῖς. παρʼ οἷς καὶ νεφελοστάσια ὁ τόπος τῆς τοιαύτης διὰ δικτύων θήρας λέγεται. Τὸ δὲ κράτων τυπτομένων, ὅ ἐστι κεφαλῶν σεσημείωται, καθὰ καὶ τὸ πάντων καὶ δᾴδων καὶ τὰ τοιαῦτα, ὡς βαρυνόμενον. φασὶ δὲ οἱ παλαιοὶ ὅτι ἐκ τῆς κράας κράατος γενικῆς ἐκλίθη, ὅθεν καὶ τὸ, σῷ κράατι τίσεις, ὡς καὶ πρὸ ὀλίγων δεδήλωται· ἀφʼ οὗ γενικὴ πληθυντικὴ κραάτων καὶ κράτων κατὰ συναίρεσιν. Ὅτι πολυειδὴς ὢν τὴν πλάσιν ὁ ποιητὴς ποιεῖ μνηστῆρα θυοσκόον τὸν Λειώδη, οὗ μνεία καὶ πρὸ τούτων γέγονεν, ἐπεσσύμενον τῷ Ὀδυσσεῖ, ὁποῖα τινὰ καὶ ἡ Ἰλιὰς πλάττει, καὶ λισσόμενον ἐν τῷ εἰπεῖν οὕτω· γουνοῦμαί σʼ, Ὀδυσσεῦ, σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον. οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον, ἀλλὰ καὶ ἄλλους παύεσκον μνηστῆρας, ὅ τις τοιαῦτά γε ῥέζοι. ἀλλά μοι οὐ πείθοντο κακῶν ἀπὸ χεῖρας ἔχεσθαι. τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον. αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς κείσομαι· ὡς οὐκ ἔστι χάρις μετόπισθεν εὐεργέων, ὡς καὶ ἀλλαχοῦ κεῖται. ὃ δὴ ἀγαθὸς μέν τις ἀνὴρ εἰπὼν ἔπεισεν ἂν τὸν ἀκούοντα. Λειώδης δὲ πῶς ἂν εἰσακουσθείη, ὃς τὴν γυναῖκα μνώμενος γελοίως ἀξιοῖ ἐλεηθῆναι, ὅτι τῶν δουλίδων ἀπείχετο, καὶ ὁ τοῖς μνηστῆρσιν ὁμοιοπαθῶν ἐθέλει μὴ τὰ ἐκείνων παθεῖν. ἴσως οὖν καὶ ὁ Λειώδης ταῦτʼ εἰδὼς οὐδὲ ἐτόλμησεν εἰπεῖν μηδὲν ἐοργέναι κακὸν, ἀλλʼ ἀξυμφανῶς εἶπεν οὐδὲν ἐοργὼς κείσομαι. ὁ δʼ αὐτὸς καὶ ἄλλως οἷα θυοσκόος οἶδεν ὡς κείσεται. ὅτι δέ γε ὁ Λειώδης ἤρεσκε τῇ Πηνελόπῃ μάλιστα τῶν ἄλλων μνηστήρων διὰ ἤθους χρηστότητα, προδεδήλωται, οὐχʼ ἁπλῶς εὐαρεστῶν, ἀλλὰ ὑπὲρ τοὺς ἄλλους μνηστῆρας. πόθεν δὲ καὶ τίς ὁ θυοσκόος, προείρηται καὶ αὐτό. ἀλλʼ οὕτω μὲν ὁ Λειώδης ἔφη ὑπερλαλῶν ὡς θυοσκόου ἑαυτοῦ· Ὀδυσσεὺς μέντοι ῥητορικώτατα λαβὼν αὐτόθεν καταδίκης ἀφορμὴν, ἐξ ὧν ἐκεῖνος εἶπεν, ἵνα τοῖς οἰκείοις, ὅ φασι, πτεροῖς ἁλίσκοιτο, καὶ ἀναστρέψας πιθανολογικῶς, ὅ περ ἐκεῖνος εἶπε κατὰ εἰσβολὴν ἐλέου καὶ εἰς ἐκβολὴν αὐτὸ μεταποιήσας φησίν· εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεται εἶναι, πολλάκι που μέλλεις ἀρήμεναι, τουτέστιν εὔξασθαι, ἐν μεγάροισι, τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι, σοὶ δʼ ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι. οὐκ ἂν οὖν εἴης εὐεργέτης, οὐδʼ ἂν ἀληθεύοις λέγων ὡς οὐδὲν ἐοργὼς κείσεαι. τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα φύγοισθα, τουτέστι δυσκοίμητον, ἵνα ᾖ ἀπὸ τοῦ λέγω τὸ κοιμῶμαι θάνατος δυσλεγὴς καὶ πλεονασμῷ τοῦ η δυσηλεγὴς, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη, ἢ καὶ ἄλλως δυσαλεγὴς, ὡς καὶ αὐτό που δεδήλωται. Ἰστέον δὲ ὅτι τὴν ἱκετείαν φράσαι διαφόρως ἐν τούτοις Ὅμηρος φιλοτιμησάμενος, λάβε γούνων, ἔφη, τουτέστιν ἐλάβετο, ἥψατο καὶ λισσόμενος προσηύδα· καὶ, γουνοῦμαί σε. Ἐν δὲ τῷ, παύεσκον μνηστῆρας, ὃς τοιαῦτά γε ῥέζοι, ἐκ πληθυντικοῦ ὑπέβη συνήθως εἰς ἑνικόν. Τὸ δὲ κακῶν ἀπὸ χεῖρας ἔχεσθαι οἱ μεθʼ Ὅμηρον ἐλλειπτικῶς φράζουσιν· ἀρκεῖ γὰρ παρʼ αὐτοῖς εἰπεῖν κακῶν ἀπέχεσθαι κατʼ ἔλλειψιν τοῦ χεῖρας. Τοῦ δὲ ἀρήμεναι ἀραίνω τὸ πρωτότυπον ἢ ἄρημι ἐκ τοῦ ἀρῶ, ὁποῖα καὶ ἄλλα δύχρηστα παρεσημειώθησαν. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἀρήμεναι οἱ παλαιοὶ ὡρμημένοι φασὶν, εἰ καὶ μὴ πάντῃ ἀκριβῶς, οὐ μάντιν ἀλλὰ ἱερέα εἶναι τὸν Λειώδη, ἐτυμολογούμενον ἀπὸ τοῦ τὰ θύη κέειν, ὡς καὶ προεσημειώθη, ὃ δὴ κέειν τοῦ διφθογγιζομένου καίειν θεματικῶς προϋπόκειται. διό, φασιν, οὐδὲ ἐμαντεύετο, ἀλλὰ ἠρᾶτο. ἔστι δὲ ἄλλως ἀσφάλτως νοῆσαι ἀμφότερα εἶναι τὸν Λειώδη, ἱερέα τε ἀρώμενον καὶ καταρώμενον, καὶ μάντιν δὲ, ὡς εἰκὸς, ἐφʼ οἷς ἐχρῆν. Τὸ δὲ σπέσθαι δευτέρου ἐστὶν ὅμοιον τῷ πτέσθαι παρὰ Σοφοκλεῖ καὶ τῷ σχέσθαι καὶ τοῖς τοιούτοις. Τὸ δὲ, ἄλοχον σπέσθαι καὶ τέκνα τεκέσθαι, παρισοῖ Ὀδυσσεὺς καλλωπίζων τὸν λόγον ὡς οἷα μηκέτι ἀγωνιῶν, ἀλλὰ ἱλαρυνόμενος ἐκ τῆς ἄρτι διὰ τὸ ἀνῦσαι τὸ ἐφετόν. ὅθεν καὶ ὁ ποιητὴς λείως ἐκ τῶν ἄρτι καταστρέφει τὰ τῆς μνηστηροφονίας. Λειώδης μὲν γὰρ οὐ μαχόμενος ἀλλὰ γουνούμενος πύματος πίπτει. οὗ περ ἔτι φθεγγομένου κάρη κονίῃσιν ἐμίχθη, ἢ καὶ ἄλλως, φθεγγομένη κάρη κονίῃσιν ἐμίχθη, περὶ ὧν ἡ Ἰλιὰς δηλοῖ. Φήμιος δὲ γούνων ἁψάμενος σώζεται. Μέδων δὲ κρυπτόμενος ῥύεται, Τηλεμάχου μνησθέντος καὶ ὑπερλαλήσαντος. Ὅτι φερωνύμως Τερπιάδης, τουτέστι Τερπίου υἱὸς, ὁ τερψίθυμος ἀοιδὸς Φήμιος, ἐπεὶ, καθὰ καὶ προϊστόρηται, ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ, ἐκφεύγει νῦν τὸ συμπεσεῖν τοῖς κακοῖς. ἔστη γάρ, φησιν, ἐν χείρεσσιν ἔχων φόρμιγγα λίγειαν, ἄγχι παρʼ ὀρσοθύρην τὴν ἤδη ῥηθεῖσαν· ἧς ἐν στενωπῷ συσταλεὶς ἐλάνθανε. δίχα δὲ φρεσὶ μερμήριζεν, ἢ ἐκδὺς μεγάροιο Διὸς ποτὶ βωμὸν ἑρκείου ἵζοιτο, ἔνθα πολλά ποτε Ὀδυσσεὺς ἔθυεν, ἢ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα, ὃ καὶ ἔδοξεν αὐτῷ κέρδιον εἶναι. καὶ δὴ φόρμιγγα μὲν γλαφυρὴν κατέθηκε χαμᾶζε, αὐτὸς δὲ ποιήσας τὸ βουλευθὲν γουνοῦμαί σέ, φησιν, Ὀδυσσεῦ, καὶ ἑξῆς, ὡς ὁ Λειώδης εἶπεν, εἰ καὶ τὸ τραγικὸν παρῳδῆσαι, λόγος ὁ αὐτὸς ἔκ τε δοκοῦντος εὐεργέος τούτου καὶ ἐξ ἐκείνου τοῦ μὴ ἀληθῶς εὐεργέος ῥηθεὶς οὐ ταυτὸν σθένει. εἶτα ἐπιφέρει ὁ ἀοιδὸς καὶ ὅτι αὐτῷ τοι, ἤγουν αὐτῷ σοι τῷ Ὀδυσσεῖ, μετόπισθεν ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν πέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω. αὐτοδίδακτος δʼ εἰμί· θεὸς δέ μοι ἐν φρεσὶν οἴμας παντοίας ἐνέφυσεν. ἔοικα δέ τοι παραείδειν ὥς τε θεῷ, τῷ μή με λιλαίεο δειροτομήσειν. ἐφʼ οἷς καὶ τὸν Τηλέμαχον προφέρων μάρτυρα φησὶν, ὡς καὶ ἐκεῖνος τάδε γʼ εἴπῃ σὸς φίλος υἱὸς, ὡς ἐγὼ οὔτι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτα, ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ. οὕτως εἶπεν ὁ ἀοιδός. καὶ ὁ Τηλέμαχος αἶψα ἔφη τῷ πατρί· ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔτασε χαλκῷ, ταχύνας ὁ νεανίας τὸν λόγον, ὡς δηλοῖ τὸ αἶψα, μὴ φθάσῃ καταῤῥίψας τὸν ἀοιδὸν ὁ πατήρ. εἶτα μνήμην καὶ τοῦ Μέδοντος ἀναλαβὼν, ἵνα ἐκεῖνος ἄλλως σωθῇ, καὶ κήρυκα, φησὶ, Μέδοντα σαώσομεν. ὅς τέ μευ αἰεὶ κηδέσκετο παιδὸς ἐόντος, εἰ μὴ ἄρα φθάσας πεφόνευται. ὣς φάτο Τηλέμαχος· τοῦ δʼ ἤκουσε Μέδων πεπνυμένα εἰδώς. πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα ἕστο βοὸς νεόδαρτον, ἀλύσκων Κῆρα μέλαιναν. ὑποπηδήσας δὲ ἐκ τοῦ θρόνου βοὸς ἀπέδυνε βοείην καὶ, ὦ φίλε, φησὶν, ἐγὼ μὲν ὅδʼ εἰμί· σὺ δʼ ἴσχεο, εἰπὲ δὲ πατρὶ, μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ, μνηστήρων κεχολωμένος οἵ οἱ ἔκειρον κτήματα, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον. καὶ Ὀδυσσεὺς ἐπιμειδήσας, χαίρει γὰρ τοὺς ἐπεσβόλους ῥίψας καὶ μειλιχίους ἀκούων λόγους, θάρσει, φησὶν, ἐπειδή σε οὗτος ἐρύσατο καὶ ἐσάωσεν, ὄφρα γνῷς κατὰ θυμὸν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ γνωμικῶς, ὡς κακοεργίης εὐεργεσίη μέγʼ ἀμείνων, ἣν εἴ περ εἶχε καὶ ὁ ῥηθεὶς θυοσκόος, ὡς ἔλεγε, περιεσώθη ἄν. ἀλλʼ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε ἐκ φόνου εἰς αὐλὴν σύ τε καὶ πολύφημος ἀοιδὸς, ὄφρʼ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρὴ, ἤγουν οὗ ἐμοὶ χρεία, κατὰ ἀντίπτωσιν, ἢ καὶ ἄλλως, οὗ περ εἰς ἐμὲ χρεία, τουτέστιν ἅ με χρή. ἐν οἷς καὶ τὸ ψηλαφῆσαι μή ποτέ τις καὶ εἰσέτι κρύπτοιτο· εἰς ὅ περ ἐνάγει τὸν Ὀδυσσέα ἡ τοῦ Μέδοντος ὑπὸ τῇ βύρσῃ συστολὴ καὶ ἡ τοῦ Φημίου ἐν τῇ ὀρσοθύρῃ. Σημείωσαι δὲ ἐν οἷς ὁ Φήμιος περὶ ἑαυτοῦ λέγει, οἵους ὁ ποιητὴς εἶναι οἶδε τοὺς ἀοιδοὺς ὧν εἷς ἐστὶ καὶ αὐτός· ὅτι δηλαδὴ φιλοσόφους, θείων καὶ ἀνθρωπίνων πραγμάτων ἐπιστήμονας. οὗ περ αἴνιγμα τὸ, θεοῖς καὶ ἀνθρώποις ἀείδειν· ἔτι δὲ καὶ θυμοσόφους, ὡς δηλοῖ τὸ, αὐτοδίδακτος δʼ εἰμὶ, τουτέστι αὐτομαθὴς τά γε πρὸς θνητοῦ διδασκάλου. ἄλλως γὰρ θεός μοί, φησιν, ἐν φρεσὶν οἴμας παντοίας ἐνέφυσεν, ὡς εἶναι καὶ θεοσόφους οὕτω τοὺς ἀοιδούς. τοὺς δʼ αὐτοὺς, ὡς ἐῤῥέθη, καὶ αὐτοφυῶς εἰδότας, καθὰ ἐκ τοῦ ἐνέφυσεν ἐμφαίνεται· ἀφʼ οὗ καὶ ἦθος ἐμφυὲς παρὰ Πινδάρῳ τὸ ἐμπεφυκὸς καὶ φύσει ὂν, ὃς δὴ καλὸς ἀοιδὸς Πίνδαρος καὶ ἕλκει πρὸς ἑαυτὸν τοὺς τοῦ Ὁμηρικοῦ τούτου ἀοιδοῦ χαρακτῆρας, ἀποσεμνύνων μὲν ἑαυτὸν ὡς αὐτοδίδακτον πολλαχοῦ, τοὺς δέ γε μαθόντας εἰκάζων εἰς ἄκραντα γαρύοντας κόρακας. δεῖγμα δὲ τῆς τοῦ ἀοιδοῦ Φημίου θεόθεν διδαχῆς καὶ οἱ νῦν λόγοι. οὐ γὰρ ἂν οὕτω ῥᾳδίως ἔννοιαι σεμνότεραι τῶν ἐνταῦθα εὑρεθεῖεν ἀκουσθεῖσαι τῷ Ὀδυσσεῖ μετὰ τὴν εἰς Ἰθάκην ἔλευσιν. ἐν αἷς προλάμπει γοργῶς τὸ, ἔοικα δέ τοι παραείδειν ὥς τε θεῷ· πάνυ γὰρ κολακικῶς εἴρηται, καὶ χαίροι ἂν Ὀδυσσεὺς τῇ τοιαύτῃ ἐννοίᾳ. καὶ γάρ τοι καὶ αὐτὸς ἦν ὅτε τῷ Κύκλωπι τὸν Ἰσμαρικὸν εἴτʼ οὖν Μαρωνείτην οἶνον ὡς θεῷ λοιβὴν ἔφη διδόναι, κολακεύων μὲν, ἀνύων δὲ οὐδὲν εἰς πυθὼ λέοντος. καὶ ἐοίκασιν ὁ παρὰ τῷ Κύκλωπι Ὀδυσσεὺς καὶ ὁ ἐνταῦθα Φήμιος μερίσασθαι τὰ θυτικὰ καὶ ὁ μὲν ἐκ λοιβῆς κολακεῦσαι τὸν ἄγριον Κύκλωπα κατὰ τὸ, ἐπὶ δʼ αἴθοπα οἶνον λεῖβεν, ὁ δὲ ἐξ ἀοιδῆς κατὰ τὸ, μολπῇ θεὸν ἱλάσκοντο. κολακικώτερον δὲ τὸ τοῦ Ὀδυσσέως, πρὸς θηρίον γὰρ ἔλεγεν. ἐνταῦθα γὰρ τὸ παραείδειν ὕφεσίν τινα ἔχει πρὸς τὸ ἀείδειν καὶ δηλοῖ τὸ ἐγγὺς ἤτοι σχεδὸν ὡς θεῷ ἀείδειν, ἐγγύτητα κἀνταῦθα δηλούσης τῆς προθέσεως. καὶ ἔχει μὲν σωφρόνως ἐκεῖ ὁ τοῦ Ὀδυσσέως λόγος· οὐ γὰρ θεῷ ἔφη λοιβὴν διδόναι, ἀλλʼ ὡς θεῷ. νῦν δὲ ὁ τοῦ Φημίου καὶ τὸ ὡς θεῷ ἔχει καὶ τὴν ἐκ προθέσεως παραμυθείαν καὶ τὸ ἔοικα. φησὶ γὰρ ὁ φιλόσοφος ἀοιδὸς, ἔοικα δέ τοι παραείδειν ὥς τε θεῷ· οὕτω καὶ κολακεύει καὶ ἀσφαλέστατα λέγει, οὐκ ἀχρειῶν αὐθάδει κολακείᾳ τὸ τῆς φιλοσοφίας ἐλεύθερον. Παραείδει δὲ ὡς θεῷ διὰ τὸ εἰπεῖν, σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον· ὅ περ οὐκ εἶπεν, εἰ μὴ πρὸς πρόσωπον ἐλάλη θεῖον. θεῖος γὰρ πάντως ὁ ὡς θεός. μάλιστα δὲ παραείδει ὡς θεῷ, διότι ἀφεὶς ἵξεσθαι παρὰ βωμὸν ἑρκείου Διὸς λίσσεται Ὀδυσσέα καὶ λαλεῖ ὅσα καὶ Διΐ. ἔκρινε δὲ ὁ σοφὸς Φήμιος κέρδιον τοῦτο, ἐπεί περ οὐκ ἂν ἤνυσεν ἐξελθεῖν εἰς τὸν ἑρκεῖον Δία, τοῦ Ὀδυσσέως καὶ τῶν ἀμφʼ αὐτὸν ἱσταμένων περὶ τὸν οὐδόν. ἔοικε δὲ ἄσυλον εἶναι προσφυγεῖν ἑρκείῳ Διΐ. διὸ καὶ ὁ ἀοιδὸς ἐν τοῖς ἑξῆς καὶ ὁ Μέδων ἐκεῖ ἕζοντο ἔμφοβοι, ἐλεηθέντες μὲν ἤδη, ὅμως δὲ τῷ πολλῷ τοῦ φόβου πάντοσε παπταίνοντες, φόνον ποτιδέγμενοι αἰεί. Ἰστέον δὲ καὶ ὅτι τὸ, ἔοικα δέ τοι παραείδειν ὥς τε θεῷ, ἤρτηται τοῦ, θεοῖς καὶ ἀνθρώποις ἀείδω, ἵνα λέγῃ ὅτι νῦν οὐχʼ ὡς ἀνθρώπῳ σοι παραείδω, ἀλλʼ ὡς θεῷ, καθὰ ἐῤῥέθη. αὐτὸ δὲ τὸ θεοῖς καὶ ἀνθρώποις ἀείδειν πρός τινα ὁμοιότητά ἐστι τοῦ, κήρυκες Διὸς ἄγγελοι καὶ ἀνδρῶν. Τὸ δὲ, αὐτοδίδακτός εἰμι, οὐκ ἦν ἂν πάνυ πρὸς ἐπαίνου τῷ Φημίῳ, εἰ μὴ ἐπήγαγε καὶ τὸ, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας παντοίας ἐνέφυσεν. ἄλλως γὰρ ὁ αὐτοδίδακτος δυσχερὴς εὑρεθῆναι διὰ τὸ μὴ ἐγχωρεῖν ἅμα τὸν αὐτὸν καὶ ἀγνοοῦντα εἶναι ὡς μαθητὴν καὶ εἰδότα ὡς διδάσκαλον. Βωμὸς δὲ ἑρκείου Διὸς ἔξω που περὶ τὴν αὐλὴν αἴθριος εἶναι δοκεῖ, ὁποῖοι πολλοὶ φαίνονται, ἐν ᾧ ἔθυον Διῒ ἐφόρῳ τοῦ ἕρκους, ὅ ἐστι τοῦ περὶ αὐλὴν τειχίου, ὥς περ αὖ πάλιν ἐν τῇ κατʼ οἶκον ἑστίᾳ Διῒ ἐγίνοντο θυσίαι, ὃν οἱ μὲν ἄλλοι ἐφέστιον, Ἡρόδοτος δὲ Ἰωνικῶς λέγει ἐπίστιον, τὸν αὐτὸν ὄντα τῷ ἑστιούχῳ. καὶ ἔστι τὸ ἑρκεῖος ὅμοιον τῷ ἑταιρεῖος κατὰ τὴν γραφὴν τῆς παραληγούσης, ὡς ἀπὸ τοῦ ἕρκος ἕρκεος ἑρκέϊος ἑρκεῖος, καθὰ Κέϊος Κεῖος ἀπὸ Κέω τῆς νήσου. χρῆσις δὲ ἑρκείου Διὸς καὶ παρὰ Σοφοκλεῖ, ἔνθα ἑρκεῖον Δία ἐκεῖνος τοὺς ἐν οἴκῳ πάντας δηλοῖ. Σημείωσαι δὲ ὅτι κοινῶς μὲν δοκεῖ ὡς ὁ ἑρκεῖος Ζεὺς, οὕτως εἶναι καὶ ἑταιρεῖος. ὁ δὲ τεχνικὸς καινότερον προπαροξύνει αὐτὸν, γράψας οὕτω ῥητῶς· ὡς ἡμέτερος ἡμετέρειος κτητικῶς δηλαδὴ, καὶ ἀβέλτερος ἀβελτέρειος ὁ μωρὸς, οὕτω καὶ ἑταίρειος Ζεὺς ὁ ἔφορος τῆς ἐν τῇ ἑταιρίᾳ κοινωνίας. Γλαφυρὴ δὲ νῦν φόρμιγξ ἡ κοίλη. καὶ ἔστι τοῦτο αὕτη κυρίως λεγομένη ἤ περ ἡ ναῦς καὶ τὸ σπήλαιον. Τὸ δὲ, αὐτῷ τοι μετόπισθεν ἄχος ἔσσεται, ὁμολογούμενον εἶναι δηλοῖ κακὸν τὸ τὸν ἀοιδὸν ἀνελεῖν. διό περ, εἰ καὶ ὁ Προμηθεὺς νῦν διδάξει, ἀλλʼ ὁ Ἐπιμηθεὺς μετόπισθεν μαθεῖν ποιήσει τὸ κακῶς πραχθέν. Τὸ δὲ, οὐ χατίζων, σεμνοποιεῖ τὸν ἀοιδὸν ὡς οἷα πλούσιον ἢ ἄλλως ἀνενδεῆ καὶ μὴ δημιοεργὸν, ὁποῖός τις πρὸ τούτων Θέσπις ἀοιδὸς ἐλέγετο, οἵους βροτοὶ καλοῦσιν ἑτέρωθεν μισθούμενοι δηλαδή. Τὸ δὲ πωλεύμην ἀντὶ τοῦ συνανεστρεφόμην ἐκτείνει συνήθως τὸ ω, εἰ καὶ τὸ πολεύειν πρὸ ὀλίγων συνέστελλε τὴν ἄρχουσαν ἐν τῷ, Ἰθάκης κατὰ ἄστυ πολεύειν, ὥς περ καὶ τὸ ἀμφιπολεύειν. Τὸ δέ, μετὰ δαῖτα, ἢ ἀντὶ τοῦ κατὰ εὐωχίαν ἢ μᾶλλον διὰ δαῖτα, ἵνα λέγῃ ὅτι οὐκ ἠρχόμην ἐς σὸν δόμον ἀεισόμενος τοῖς μνηστῆρσι διὰ τὸ φαγεῖν, ἀλλʼ ὅτι με ἦγον ἀνάγκῃ· ὃ καὶ αὐτὸς ὁ ποιητὴς ἐν ἀρχῇ τοῦ βιβλίου φθάσας ἐπεσημήνατο. Κρέσσονες δὲ καὶ νῦν οἱ ἰσχυρότεροι καὶ κατὰ βίαν ἐπικρατέστεροι. δόξαν δὲ οὕτως Ὁμήρῳ κρέσσονας ἔφη ἀπελεύσει τοῦ ἰῶτα τοὺς κρείσσονας, ὥς πέρ τινες ἕτεροι κάῤῥονας φασὶ τοὺς αὐτούς. ἄλλοι δὲ πρωτότυπον εἰδότες τοῦ κρείσσονος τὸν κράσσονα γράφουσιν οὕτω· κρατὺς τὸ πρῶτον· εἶτα τύπος δεύτερος κατὰ σύγκρισιν κρατύτερος· τρίτος δὲ κρέσσων, καὶ παρενθέσει τοῦ ἰῶτα κρείσσων. οἱ δʼ αὐτοὶ καὶ περὶ τοῦ μείζων παραδιδόασιν οὕτω· μέγας, ἐξ οὗ πρῶτος τύπος συγκριτικὸς μεγάτερος, δεύτερος μεγίων, τρίτος μέσσων, καὶ Βοιωτικῶς μέζων· Βοιωτοὶ γὰρ τὰ δύο σίγμα εἰς ζῆτα καὶ αὐτοὶ τρέπουσι· καὶ ἐπελεύσει τοῦ ἰῶτα, μείζων. καὶ οὕτω μὲν αὐτοί. Ὅτι δὲ καὶ παρὰ τὸ μὴ ἵζειν δοκεῖ γίνεσθαι ὁ μείζων, ὡς καὶ παρὰ τὸ μὴ γῇ ἐγγίζειν ὁ μέγας, ἀλλαχοῦ δηλοῦται. Τὸ δὲ, οὔταε χαλκῷ, τὸ ἐντελές ἐστι τοῦ προγραφέντος οὖτα. διὸ βραχυκαταληκτεῖ ἐκεῖνο ἀεὶ ὡς δακτύλου ἔχον παραλήγουσαν. Πεπτηὼς δὲ ὁ κατεπτηχὼς καὶ διὰ δειλίαν συνεσταλμένος, ὃς καὶ πεπτεὼς κατὰ συστολὴν τῆς παραληγούσης κεῖται μετʼ ὀλίγα ἐν τῇ τῶν ἰχθύων παραβολῇ. Νεόδαρτον δὲ ὑπέδυ δέρμα ὁ Μέδων, καθά που καὶ οἱ τοῦ Μενελάου ἑταῖροι τὰ τῶν φωκῶν, ἵνα περιχυθὲν ὡς ὑγρὸν συσχηματίζοιτο τῷ κειμένῳ καὶ κρύπτοι ἀσφαλῶς πάντοθεν ὡς οἷον ἐνδύον ἐκεῖνον ἱματίου δίκην. διὸ καὶ ὁ ποιητὴς ἐνταῦθα τὸ μὲν περιθέσθαι ἀμφιέσασθαι λέγει, εἰπών· ἀμφὶ δὲ δέρμα ἕστο βοὸς νεόδαρτον. τὸ δὲ ἀποθέσθαι ἀντὶ τοῦ ἐκδύσασθαι· φησὶ γάρ· βοὸς δʼ ἀπέδυνε βοείην. ταυτὸν δὲ πάντως ἀποδύσασθαι καὶ ἐκδύσασθαι. Τὸ δὲ βοὸς περιττῶς κεῖται ἐν τῷ βοείην· ἤρκει γὰρ βοείην, ᾗ συνεπινοεῖται πάντως καὶ ὁ βοῦς. τοιοῦτον καὶ τὸ, βοῶν ἐπιβουκόλος ἀνὴρ, καὶ ποδάνιπτρα ποδῶν, καὶ ἕτερα ὅμοια, περὶ ὧν καὶ ἀλλαχοῦ ἱκανῶς εἴρηται. Τὸ δὲ, οὗτος ἐρύσατο καὶ ἐσάωσε, ταυτά εἰσι κατὰ ἔννοιαν. Ἀδίπλαστον δὲ τὸ ῥῶ ἐν τῷ ἐρύσατο κοινότερον ἢ μᾶλλον ἀπὸ τοῦ εἰρύσατο ἐκβληθέντος τοῦ ἰῶτα. Εὐεργεσίαν δὲ τὴν ἀγαθοεργίαν ἐνταῦθα λέγει, ἀντικειμένην τῇ κακοεργίᾳ. δύναται δὲ νοηθῆναι ἡ λέξις καὶ ἐπὶ τοῦ παρὰ τοῖς ὕστερον λεγομένου εὐεργετεῖν· κάλλιον δὲ τὸ πρῶτον. Ἐν δὲ τῷ, ἕζεσθε θύραζε ἐκ φόνου εἰς αὐλὴν, δύναται φόνος καὶ τὸ χεθὲν αἷμα λέγεσθαι καὶ ὁ τόπος ἔνθα οἱ φόνοι τῶν μνηστήρων. Πολύφημος δὲ ἀοιδὸς ὁ Φήμιος ἢ ὡς σοφὸς καὶ πολυΐστωρ καὶ οὕτω πολλὰς φήμας εἰδὼς, ἢ ὡς πολλοὺς φημίζων, ἢ ὡς ὑπὸ πολλῶν τοῦτο πάσχων, ἢ καὶ ἄλλως ὡς μαντικὰς φήμας εἰδὼς, περὶ ὧν πολλαχοῦ εἴρηται· ὑπόκεινται γὰρ καὶ μαντικοὶ εἶναι οἱ ἀοιδοί· ἢ καὶ ἄλλως πολύφημος, ἐπεὶ θεὸς αὐτῷ ἐν φρεσὶν οἴμας παντοίας ἐνέφυσε. συμβάλλεται δέ τι ἐνταῦθα καὶ ἡ προδηλωθεῖσά που πολύφημος ἀγορά. Ὅτι ἐναχθεὶς, ὡς ἐῤῥέθη, ὁ Ὀδυσσεὺς εἰς ὑποψίαν ὑπὸ Μέδοντος καὶ Φημίου, μή ποτέ τινες τῶν μνηστήρων σώζοιντο, ἐπάπτηνέ, φησι, καθʼ ἑὸν δόμον, εἴ τις ἔτι ἀνδρῶν ζωὸς ὑποκλοπέοιτο ἤγουν ὑποκλέπτοι τὸ ζῆν ἢ κρύπτοιτο, ἀλύσκων Κῆρα μέλαιναν, ὃ καὶ ὁ Μέδων ἐποίησε. καὶ ὅρα τὸ ὑποκλοπέοιτο καιριωτάτην λέξιν εἰς δήλωσιν ἐπικρύψεως. πρωτότυπον δὲ τοῦτο τοῦ κλοπεὺς, ὃ κεῖται παρὰ Σοφοκλεῖ ἐν τῷ, φιλεῖ δʼ ὁ θυμὸς πρόσθεν ᾑρῆσθαι κλοπεύς· καθὰ καὶ ἐκ τοῦ ἡνιοχεύω γίνεται ἡνιοχεὺς καὶ ἡγεμονεύω ἡγεμονεύς. καὶ οὕτω μὲν ἐπάπτηνεν Ὀδυσσεύς. τοὺς δὲ ἴδε μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι πεπτηῶτας πολλοὺς ὥς τʼ ἰχθύας, οὕς θʼ ἁλιεῖς κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης δικτύῳ ἐξέρυσαν πολυωπῷ, οἱ δέ τε πάντες κύμαθʼ ἁλὸς ποθέοντες ἐν τῷ ἔτι ζῆν ἐπὶ ψαμάθοισι κέχυνται· τῶν μέν τʼ ἠέλιος φαέθων ἐξείλετο θυμόν· ὣς τότʼ ἄρα μνηστῆρες ἐπʼ ἀλλήλοισι κέχυντο. χρήσιμος δὲ ἡ παραβολὴ ἐπὶ τοιαύταις νεκρῶν πτώσεσι καὶ μᾶλλον ἀγεννῶς πεσόντων. Ὅρα δὲ ὅτι μεγαλεῖον μυράγματος, εἰ καὶ μὴ πολὺ εὑρὼν ὁ ποιητὴς ἐπλεόνασε παραβολαῖς, πρὸ ὀλίγων μὲν χρησάμενος τῇ ἀπὸ βοῶν, ἔτι δὲ καὶ αἰγυπιῶν, ἐνταῦθα δὲ τῇ ἀπὸ ἰχθύων, προϊὼν δὲ λέοντι τὸν Ὀδυσσέα παραβαλεῖ. ἐρεῖ δὲ ἐφεξῆς καὶ ἀπὸ κιχλῶν καὶ πελειῶν παραβολὴν ἐν τῷ τῶν ἀμφιπόλων θανάτῳ. καὶ νῦν μὲν οὕτως. ἄλλως μέντοι τὸ τῆς Ὀδυσσείας βιβλίον σπανίζει παραβολῶν, ὧν ἡ Ἰλιὰς εἰς πλῆθος μεμέστωται διὰ τὸ τῶν ἐκεῖ πράξεων πολυμέγεθες, ἐναργείας δεομένων ἄλλης τε καὶ τῆς ἐκ παραβολῶν. Σημειοῦνται δὲ οἱ παλαιοὶ ἅπαξ ἐνταῦθα μνησθῆναι τὸν ποιητὴν ἰχθύων θήρας τῆς διὰ δικτύων. τὸ γὰρ ἐν Ἰλιάδι, μή πως ὡς ἀψίσι λίνου ἁλόντες πανάγρου, ἄδηλόν φασιν εἴτε ἰχθύων εἴτε πεζῶν ζώων εἴτε καὶ πτηνῶν ἄγραν δηλοῖ. τὴν δέ γε διʼ ὁρμιᾶς καὶ ἀγκίστρου θήραν πολλάκις εἶπεν. Ἐκ δὲ τοῦ, ἐν αἵματι καὶ κονίῃσι, σημειοῦνται οἱ παλαιοὶ, ὡς οὐ κατέστρωτο λίθοις τὸ τοῦ ἀνδρῶνος ἔδαφος, εἴ γε κονίαν εἶχε. διὸ καλῶς ἐν τοῖς πρὸ τούτων ὕδατι ῥαίνεται. Κοῖλος δὲ αἰγιαλὸς ἁπλῶς ὁ βαθύς. οὐ γὰρ ἂν ἦν αἰγιαλοῦ ὀφρὺς μὴ βάθους ὑποκειμένου τοῦ κατὰ τὸ ὕδωρ. Πολυωπὸν δὲ δίκτυον κατὰ τοὺς παλαιοὺς τὸ πολλὰς ἔχον ὀπὰς, ἐκταθέντος τοῦ ο. βίαιον γάρ, φασι, πολυωπὸν εἰπεῖν τὸ πολυόφθαλμον. καὶ τοῦτο μὲν ὀρθόν. εἰ δέ τις ἐνθυμηθείη καὶ τεχνητοὺς εἶναι ὀφθαλμοὺς, ὁποῖοι καὶ οἱ κατὰ τὰς τριήρεις, λέγονται γὰρ ὀφθαλμοὶ ῥητορικῶς ἐν ἐκείναις αἱ ὀπαὶ ὧν αἱ κῶπαι διείρονται, οὐκ ἂν ἀπαγορεύσοι πολυωπὸν εἰρῆσθαι δίκτυον, οὗ πολλοὶ τεχνικῶς οἱ ὀφθαλμοί. πολυοπὸν μέντοι ῥάκος οὐ κατὰ τέχνην ἔχον ὀφθαλμοὺς ἀλλὰ τετρημένον ἄλλως ἐκ πάθους εἰς ὀπὰς ἐθέλει τῷ ο μικρῷ παραλήγεσθαι. Τὸ δὲ, ἥλιος ἐξείλετο θυμὸν, δηλοῖ οὐ τὸν ἀέρα αἴτιον ἁπλῶς οὕτως εἶναι τοῦ θνήσκειν ἰχθύας, ἀλλὰ τὸ θερμόν. οὐ δύνανται γὰρ ἡλίῳ θέρεσθαι οἷς ὁ βίος αἰεὶ ἐν ὑγρῷ. Ὅτι καὶ ἐνταῦθα ἐν ἀρχῇ λόγου κεῖται ἀναντιῤῥήτως τὸ, εἰ δʼ, ἄγε ἀντὶ τοῦ εἴα ἄγε. φησὶ γάρ· εἴ δʼ, ἄγε μοι κάλεσον τροφόν. Λέγει δὲ καταθύμιον τὸ κατὰ νοῦν νόημα, εἰπών· ἔπος τό μοι καταθύμιόν ἐστιν. Ὅτι κινῆσαι θύραν φησὶ τὸ διασαλεῦσαι ἐπὶ κλήσει τινὸς τῶν ἔνδον. καὶ ἔστιν ἕτερον τοῦτο τοῦ κόψαι καὶ κροῦσαι. Τηλέμαχος οὖν κελευσθεὶς ὑπὸ τοῦ πατρὸς, κινήσας θύρην, καλεῖ τὴν μαῖαν. ἣν καὶ δμωάων σκοπὸν λέγει, ὅ ἐστιν ἐπιμελήτριαν, ἐπίτροπον. ἡ δὲ τοιαύτη καὶ ἐπίσκοπος λέγοιτʼ ἂν κατὰ τὸ, ἐπίσκοπος ἦσιν ὁδαίων. Ὅτι ἐξελθοῦσα μεγάρων ἤτοι τοῦ γυναικῶνος Εὐρύκλεια εὗρεν Ὀδυσσέα μετὰ κταμένοισι νέκυσιν αἵματι καὶ λύθρῳ πεπαλαγμένον, ὥς τε λέοντα ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο, πᾶν δʼ ἄρα οἱ στῆθός τε παρήϊά τε ἀμφοτέρωθεν αἱματόεντα πέλει, δεινὸς δʼ εἰς ὦπα ἰδέσθαι· ὣς Ὀδυσσεὺς πεπάλακτο χεῖρας καὶ πόδας ὕπερθεν. καὶ ἡ μὲν ὡς νέκυας καὶ ἄσπετον εἴσιδεν αἷμα, ἴθυσεν ὀλολύξαι· ἐπεὶ μέγα εἴσιδεν ἔργον. ἀλλʼ Ὀδυσσεὺς κατέρυκεν εἰπών· ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο, μηδʼ ὀλόλυζε. εἶτα καὶ εἰπὼν γνωμικῶς ὅτι οὐχʼ ὁσίη κταμένοισιν ἐπʼ ἀνδράσιν εὐχετάασθαι, ἐπιφέρει ἅ περ ἂν εἴποι τις ἐπὶ θανάτῳ ἀδίκων ἀνδρῶν. φησὶ γάρ· τούσδε δὲ δίκη ἐδάμασε θεοῦ καὶ σχέτλια ἔργα. ποῖα δὲ σχέτλια ἔργα; οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων, οὐ κακὸν οὐδὲ μὲν ἐσθλὸν ὅ τις σφέας εἰσαφίκοιτο· τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον. Ὅρα δὲ ὅτι καλῶς ἡ ῥηθεῖσα παραβολὴ οὐ πεινῶντι λέοντι τὸν Ὀδυσσέα εἰκάζει, ἀλλʼ ἤδη κεκορεσμένῳ καὶ οὕτως ἐρχομένῳ ἤτοι ἁπλῶς βαδίζοντι ἢ ἀπερχομένῳ· καὶ ὅτι παιδευτικὸν τὸ μὴ ἐθέλειν ἐπικαυχᾶσθαι ἀνδράσι τεθνεῶσιν, ἢ μᾶλλον ἄλλως εἰπεῖν, οἳ οὐκ ἐξ ἀνδρίας τῶν καταβαλόντων ἀλλʼ ἐκ θεομηνίας ἔπεσον. οἱ μέντοι ἀκριβέστεροι λέγειν φασὶ τὸν ποιητὴν ὅτι οὐ καλὸν οὐδὲ ὅσιον κταμένοις ἐπʼ ἀνδράσιν ἐπεύχεσθαι, ὃ ταυτὸν τῷ ὀλολύζειν ἐστὶν, ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσε σαφέστατα. ἡ γὰρ εὐχή, φασι, θεοῦ παρουσίαν αἰτεῖ· παρεῖναι δὲ νεκροῖς τὸ θεῖον οὐ θεμιτὸν ἐνόμιζον Ἕλληνες. ὅθεν καὶ Ἄρτεμις ἐκλείποντος Ἱππολύτου παρʼ Εὐριπίδῃ ὑποχωρεῖ. ἄλλως δέ, φασι, κωλύειν τὸ ἐπικαυχᾶσθαι οὐκ εὔλογον· αὐτὸς γάρ, φασιν, ὁ ταῦτα λέγων Ὀδυσσεὺς ἐν Ἰλιάδι ἐπεύχεται κειμένῳ τῷ Σώκῳ. νοητέον οὖν ὅτι τῆς γραὸς ἐν τῷ χαίρειν ὀλολύξαι προθεμένης ἤγουν τρανεστέρᾳ φωνῇ εὔξεσθαι καὶ θεοὺς ἐπιβοήσεσθαι διὰ τὴν χαρὰν κωλύει Ὀδυσσεὺς, παραινέσας ἐν θυμῷ χαίρειν αὐτὴν, σιωπῶσαν δηλαδή. τὸ μέντοι ἐπὶ θρήνου τάττειν τὸ ὀλολύζειν νεωτέρων ἐστὶ, γινόμενον παρὰ τὸ ὀλοὸν λύζειν. Ἰστέον δὲ ὡς μετʼ ὀλίγα ἑτέρας δμωὰς ἐρεῖ ἀπεναντίας τῇ μαίᾳ δακρυούσας καὶ ὀλοφυρομένας αἰνὰ διὰ λύπην. Λύθρον δὲ καὶ νῦν ὁ ἐξ αἵματος μολυσμὸς, ὃν χρὴ ἀπολούσασθαι, παρὰ τὸ λούω· ἀφʼ οὗ λύω· ἐξ οὗ καὶ λῦμα τὸ κάθαρμα, καὶ λυμαίνω τὸ ἀποκαθαίρω, καὶ πτωχὸς δαιτῶν ἀπολυμαντήρ. γράφεται δὲ διὰ τοῦ θ τὸ λύθρον τοῦτο πρὸς διαστολὴν τοῦ λύτρου, ἐξ οὗ καὶ τὸ λυτροῦσθαι. Τοῦ δὲ πεπαλάχθαι οὐκ ἔστι καιριωτέρα τῇ ποιήσει λέξις ἐπὶ τοιούτου ἐξ αἵματος μολυσμοῦ· διὸ καὶ δὶς ἐνταῦθα κεῖται. εἰ δὲ καί τινι ἐμιάνθησαν αἵματι μηροὶ, ἀλλʼ ἐκεῖνο ἑτέρου τε λόγου καὶ οὐδὲ τοιαύτην ἔμφασιν ἔχει, οὔτε μὴν ὄγκον ποιήσει πρέποντα. Τὸ δὲ, βεβρωκὼς βοὸς, ὅτι Ἀττικόν ἐστι, προδεδήλωται. Ἄγραυλος δὲ ὑπόκειται ὁ ῥηθεὶς βοῦς, ἐπεὶ τοιούτοις ὡς τὰ πολλὰ ἐπιτίθενται λέοντες. κατʼ ἀνάγκην μέντοι ποτὲ καὶ βουστασίοις ἐπιβουλεύουσι. Παρήϊα δὲ νῦν μὲν αἱ παρειαί. ἐν δὲ Ἰλιάδι κόσμος ἵππων παραγναθίδιος, οἷον, παρήϊον ἔμμεναι ἵππων. Τὸ δὲ, δεινὸς εἰς ὦπα ἰδέσθαι, δέδωκε τοῖς ὕστερον γράφειν τὸ, δεινὸς ἰδεῖν καὶ φοβερὸς ἰδέσθαι καὶ ὅσα τοιαῦτα. Τὸ δὲ εἴσιδε δὶς κεῖται συναπτῶς ἐν τῷ, εἴσιδεν αἷμα, καὶ, ἐπεὶ μέγα εἴσιδεν ἔργον. οὐ γὰρ ὀκνεῖ ὁ ποιητὴς ἐν καιρίῳ ταυτολογεῖν, ἀνεπιτηδεύτως γράφων ἐν τοῖς ἁπλοῖς. Τὸ δὲ, ἐπεὶ μέγα εἴσιδεν ἔργον, ἐπιφωνηματικῶς ἐῤῥέθη, τεθέν τε ὕστερον καὶ πολὺν νοῦν περιέχον ἐν ὀλίγαις λέξεσι. τοιοῦτον δὲ καὶ πρὸ ὀλίγων τὸ, μέγα δʼ αὐτῷ φαίνετο ἔργον· μετʼ ὀλίγα μέντοι τὸ, τετέλεστο δὲ ἔργον, οὐ τοιοῦτον ἐστίν. Ἐν δὲ τῷ, οὐχʼ ὁσίη, λείπει τὸ δίκη ἢ τὸ εὐχὴ ληφθὲν ἀπὸ κοινοῦ, ἵνα λέγῃ ὅτι οὐχʼ ὁσίη εὐχὴ τὸ οὕτως εὔχεσθαι. Τὸ δὲ, δίκη θεοῦ, πρὸς διαστολὴν ἐῤῥέθη τῆς κατʼ ἀνθρώπους· νοεῖ γὰρ ὡς, ἐπεὶ μή τινες ἄνθρωποι ἐκώλυον τοὺς μνηστῆρας ἀδικοῦντας, μετῆλθεν αὐτοὺς ἀναγκαίως ἡ ἐκ θεοῦ δίκη. Τὸ δὲ, ὅ τις σφέας εἰσαφίκηται, ἀντὶ τοῦ, ὃς εἰς αὐτοὺς ἔλθῃ, ἐμερίκευσε τὸ, ἐπιχθονίων ἀνθρώπων συνήθως ἀληθείας τε χάριν καὶ σαφηνείας. οὐ γὰρ πάντας ἐπιχθονίους οἱ μνηστῆρες ἠτίμαζον, ἀλλʼ ὃς ἂν εἰς αὐτοὺς ἀφίκοιτο εἴτε κακὸς εἴτε ἐσθλός. καὶ ἦσαν ἄμφω οὐκ ἀγαθά· οὔτε γὰρ τὸν ἐσθλὸν ἐχρῆν ἀτιμοῦν φύσει τίμιον ὄντα, οὔτε ἴσως τὸν ἑτεροῖον, ὃς ἄλλως ἔσχε τὸς ἐπιτίμιον τοῦ μὴ τίεσθαι. δύναται δὲ καὶ ἑτέρως κακὸν μὲν λέγειν τὸν ταπεινόν· ἐσθλὸν δὲ τὸν μὴ τοιοῦτον. Ὅτι, εἰ καὶ ἐν τοῖς πρὸ τούτων Ὀδυσσεὺς μὴ ἐθέλειν εἶπεν ἐκ τῆς τροφοῦ μαθεῖν, τίνες τῶν γυναικῶν φαῦλαι καὶ τίνες οὐ τοιαῦται, αὐτὸς εἰπὼν φράσασθαι, ἀλλʼ ἐκεῖνο μὲν ἔφη, ὡς μὴ πολλὰς ἐθέλων εἰδέναι χάριτας ἀκαίρως τῇ μαίᾳ. νῦν μέντοι ἐρωτᾷ χάριν ἱστορίας ἀναγκαίας καὶ προκαλεῖται αὐτὴν καταλέξαι γυναῖκας τὰς ἐν μεγάροις ἤτοι κατὰ τὴν γυναικωνίτιν, αἵ τέ μέ, φησιν, ἀτιμάζουσι καὶ αἳ νηλιτεῖς εἰσίν, ἢ κατά τινας, ὡς προεδηλώθη, νηλίτιδες. ἡ δὲ πεντήκοντά τοί εἰσί, φησιν, ἐνὶ μεγάροισι γυναῖκες δμωαὶ, τὰς μέν τʼ ἔργα διδάξαμεν ἐργάζεσθαι, εἴριά τε ξαίνειν. τοῦτο δὴ τὸ πρὸ τῶν ἔργων καὶ δουλοσύνης ἀνέχεσθαι. τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν, οὔτʼ ἐμὲ τίουσαι, ἀξιοῖ γὰρ ἡ γραῦς καὶ αὐτὴ τιμᾶσθαι ὡς μαῖα καὶ φίλη τροφὸς, οὔτʼ αὐτὴν Πηνελόπειαν. Τηλέμαχος δέ, φησι, νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ σημαίνειν εἴασκεν ἐπὶ δμωῇσι γυναιξὶ, παιδευτικῶς τοῦτο ποιοῦσα ὅτι μηδὲ δεῖ τοιαύτην ἡλικίαν ἐφιστᾶν γυναιξίν. ἀπολογία δὲ τοῦτο ὑπὲρ τοῦ παιδὸς, ἵνα μὴ μέμφοιτο αὐτὸν ὁ πατὴρ ὡς μὴ κωλύοντα τὰς δμωὰς τοιαῦτα ποιεῖν· ἐπὶ τούτοις ἐθέλει μὲν ἡ γραῦς ἀναβᾶσα εἰς τὸ ὑπερῷον ἀφυπνίσαι τὴν βασίλειαν, κωλύεται δὲ ὑπὸ Ὀδυσσέως εἰπόντος· μή πω τήνδʼ ἐπέγειρε· οὔ πω γὰρ ἐθέλει τὴν Πηνελόπην ἐξεγερθῆναι πρινὴ καὶ τὸ δῶμα τέλειον διακοσμηθῆναι καὶ τὰς κακὰς δὲ γυναῖκας ἐπιλιπεῖν. τότε δὲ ἀφυπνισθήσεται ὅτε καὶ τερατωδεστέρα ἔσται ἡ ἐντυχία αὐτῆς. οὕτω καὶ μετʼ ὀλίγα ὁ συνετὸς Ὀδυσσεὺς τῆς γραὸς προκαλουμένης αὐτὸν λαμπροφορῆσαι, οὐδὲ ἐκεῖ πείσεται, ταμιευόμενος ὁμοίως καὶ τοῦτο ἐν τοῖς ἑξῆς. Ὅρα δὲ καὶ ὅτι οὐδέν τι θερμότερον ἡ μαῖα ἐποίησεν ἐκκρουσθεῖσα τῇ ἐκτὸς κατὰ τὴν τραγῳδίαν καὶ παρʼ ἐλπίδας χαρᾷ. οὔτε γὰρ ἀμφιχυθεῖσα ἠσπάσατο τὸν Ὀδυσσέα κατὰ τὰς ἐφεξῆς, οὔτε ἔκυσεν ἀγαπαζομένη κεφαλήν τε καὶ ὤμους, ὡς αἱ λοιπαὶ ποιήσουσι. καὶ ὅτι ἐγκρατὴς κἀνταῦθα Ὀδυσσεὺς, οὐκ ἐπισπεύδων τὴν τῆς φιλτάτης γυναικὸς ἐντυχίαν πρινὴ πάντα κόσμον διάθηται. Ἰστέον δὲ ὅτι πλουσίου δώματος ἔνδειξις ἡ τῶν πεντήκοντα δμωῶν κτῆσις. Τὸ δὲ, ἔργα ἐργάζεσθαι, τρόπος ἐτυμολογικός. Τὸ δὲ, εἴρια ξαίνειν, εἰ μὲν πρὸς ἑρμηνείαν κεῖται, τοῦ, ἔργα ἐδιδάξαμεν, πάντῃ ἁπλοϊκῶς ἐῤῥέθη. οὐ γὰρ δή που τοῦτο καὶ μόνον γυναικῶν ἔργον τὸ εἴρια ξαίνειν. εἰ δὲ μὴ χάριν ἑρμηνείας κεῖται, ἄλλο τι παρὰ τὰ ἔργα εἶναι δηλοῖ τὸ εἴρια ξαίνειν διὰ τὴν εὐτέλειαν. ἴσως δὲ καὶ ὡς ἐκ μέρους τούτου τὰ λοιπὰ ἔργα δηλοῖ διὰ τὸ ἐν ἐρίοις ὡς τὰ πολλὰ τὴν παλαιὰν ταλασιουργίαν θεωρεῖσθαι ταῖς γυναιξίν. Ἡ δὲ δουλοσύνη τῆς ἀναλογίας ἐστὶ τοῦ τοξοσύνη καὶ τῶν λοιπῶν. Τὸ δὲ, δουλοσύνης ἀνέχεσθαι, τινὰ τῶν ἀντιγράφων ἔχουσι δουλοσύνην ἀνέχεσθαι· ἴσως δὲ οὐ καλῶς· τὸ γὰρ πάντας ἀνθρώπους ἀνέχεσθαι, πρὸς ὃ δοκεῖ φέρεσθαι ἡ γραφὴ, οὐ τοιαύτης σημασίας ἐστί. Τὸ δὲ, ἀναιδείης ἐπέβησαν, δηλοῖ μὲν περιφραστικῶς τὸ ἠναιδεύσαντο. χρησιμεύει δὲ καὶ αὐτὸ ἐν Ἰλιάδι εἰς τὸ, κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν. ἴσως δὲ ἔχει τι ὁμοιότητος καὶ πρὸς τὸ, νηπιάας ὀχέειν. ταυτὸν γὰρ ἀναιδείης ἐπιβῆναι καὶ ἐπὶ νηπιότητος ὀχεῖσθαι, εἰ μὴ ἄρα ἐκεῖνο μᾶλλον ἐνεργητικῶς νοεῖται, ἵνα λέγηται ὁ παῖς ὀχεῖν, τουτέστι φέρειν ἤτοι βαστάζειν, νηπιάας ἐν πτώσει αἰτιατικῇ, ὅ ἐστι νηπιότητας. λέγοι δʼ ἂν ἀναιδείης ἐπιβῆναι καὶ τὸ εἰς ἄκρον αὐτῆς ἐλθεῖν. καὶ ἄλλως δὲ μεταφορικῶς ἂν ἔχοι ὡς ἀπὸ ἐπιβάσεως τῆς εἰς ἅρμα. Ὅρα δὲ καὶ ὡς ἀφώρισεν ἐνταῦθα τὴν ἀναίδειαν εἰς τὸ μὴ τοὺς ἀναγκαίους τιμᾶν. Ὅτι σύντομος παρίσωσις ἐν τῷ, ἀγγελέουσα γυναιξὶ καὶ ἐποτρυνέουσα νέεσθαι. Ὅτι διακοσμῆσαι θελήσας Ὀδυσσεὺς τὰ τοῦ δώματος πρὶν ἀφυπνισθῆναι τὴν γυναῖκα κελεύει τῷ υἱῷ καὶ τοῖς δούλοις εἰς ἑαυτὸν καλεσάμενος οὕτως· ἄρχετε νῦν, ὅ περ οἱ μεθʼ Ὅμηρον ἄρχεσθέ φασι, νέκυας φορέειν, καὶ ἄνωχθε γυναῖκας, τὰς δώδεκα δηλαδή. αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν· ὃ δὴ καὶ ποιοῦσιν ἐκεῖναι, ἀολλέες ἐλθοῦσαι ἅπασαι, αἰνὰ ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι διὰ τὰ ἐλπιζόμενα οὐκ ἀγαθὰ, οὐ μὴν κατὰ τὴν γραῦν ὀλολύζουσαι. Τηλέμαχος δὲ καὶ οἱ δοῦλοι λίστροισι δάπεδον δόμου ξύον. καὶ αἱ δμωαὶ φέρουσαι καὶ τὰ ξυόμενα δηλαδὴ τίθεσαν θύραζε, ὅπου καὶ οἱ νεκροὶ ἔκειντο περὶ τὴν αἴθουσαν. φησὶ γάρ· νέκυας φόρεον, κὰδ δʼ ἂρ ὑπʼ αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς, ἀλλήλαις ἐρείδουσαι. σήμαινε δʼ Ὀδυσσεὺς αὐτὸς ἐπιστείχων, ταὶ δʼ ἐκφόρεον καὶ ἀνάγκῃ, ἵνα οὕτω γοῦν ὑπουργοῖεν αἱ ἄλλως μὴ ἐθέλουσαι δουλοσύνης ἀνέχεσθαι. Καὶ ὅρα ὡς ταυτὸν ὑπʼ αἰθούσῃ εἰπεῖν καὶ θύραζε περὶ τὴν αὐλήν· ταύτης γὰρ ἡ αἴθουσα, ὡς δηλοῖ τὸ, ὑπʼ αἰθούσῃ εὐερκέος αὐλῆς. Τιμωρία δέ τις ταῖς δμωαῖς τὰ νῦν ἐπιταχθέντα, ὡς ἂν, ἐφʼ οἷς ἔχαιρον τρυφῶσαι, διακονοῦσαι νῦν, ὡς οὐ θέλουσιν, ἐπὶ τοῖς αὐτοῖς παθαίνοιντο. Διακοσμηθῆναι δὲ δόμον ἔφη Ὀδυσσεὺς τὸ διόλου πάντα κόσμον γενέσθαι. Πολύτρητοι δὲ σπόγγοι πρός τινα ἴσως ὁμοιότητα τοῦ, πολυωπὸν δίκτυον. Τὸ δὲ, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι καὶ ἑξῆς ὡς ἀνωτέρω κεῖται, πένθος γυναικεῖον δηλοῖ. Τὸ δὲ φορεῖν καὶ οἷον νέκυας φόρεον ἤτοι ἐνεκροφόρουν ταυτὸν τῷ φέρειν. ἐπήγαγε γάρ· ταὶ δʼ ἔφερον δμωαί. προσλήψει δὲ προθέσεων γίνεται ἀπʼ αὐτοῦ τό τε ἐκφορεῖν καὶ τὸ εἰσφορεῖν. Τὸ δὲ ἐρείδειν ἐν τῷ, ἀλλήλῃσιν ἐρείδουσαι, ἀντίβασιν δηλοῖ τὴν καὶ ἀντέρεισιν ἐκ μεταφορᾶς τῶν ἀντερειδόντων σωμάτων εἴτε ξύλων εἴτε καὶ ἑτέρων· δῆλον γὰρ ὡς οἱ ἀντιβαστάζοντές τι καὶ ἀντερείδουσιν. Ἰστέον δὲ ὅτι δύναται εἶναι καὶ ἐπʼ ἀλλήλοισιν ἐρείδουσαι, ἵνα δηλοῖ στοιβὴν τῶν νεκρῶν ἡ λέξις. ἐρεῖ γοῦν μετʼ ὀλίγα· κείατʼ ἐπʼ ἀλλήλοισι. Λίστρα δὲ ὅτι τὰ ξύστρα ἐστὶ, προείρηται. Δάπεδον δὲ καὶ ἐνταῦθα τὸ ὑπόστεγον ἔδαφος, ὡς δηλοῖ τὸ, δάπεδον δόμοιο, πρὸς διαστολὴν ῥηθὲν τοῦ αἰθρίου. Ἐν τούτοις δὲ κεῖται καὶ τὸ ἓ ἁπλῆ ἀντωνυμία ἀντὶ συνθέτου τῆς ἑαυτὸν, εἰ καὶ ἐν Ἰλιάδι παρασημειοῦνται τινὲς ἐν τῷ, ῥίμφα ἓ γοῦνα φέρει, μὴ δύνασθαι τὸ ἓ νοεῖσθαι ἀντὶ τοῦ εἰς ἑαυτόν. φησὶ γάρ· εἰς ἓ καλεσάμενος Ὀδυσσεὺς ἤγουν εἰς ἑαυτόν. Ὅτι ἐπιτάξαντος Ὀδυσσέως τοῖς ἑαυτοῦ μετὰ τὴν τοῦ οἴκου διακόσμησιν ἐξαγαγεῖν εὐσταθέος μεγάροιο τὰς φαύλας δμωὰς μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς θεινέμεναι, τουτέστι θείνειν καὶ τύπτειν ξίφεσιν, εἰσόκε, φησὶ, ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθοιντʼ Ἀφροδίτης, ἣν ἂρ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρῃ, ποιοῦσιν οὕτως οἱ κελευθέντες καὶ ἐξαγαγόντες μεσσηγύς τε θόλου τοῦ ῥηθέντος καὶ τοῦ τῆς αὐλῆς ἕρκεος εἴλεον ἐν στένει, τουτέστι συνέκλειον αὐτὰς ἐν στενοχωρίᾳ τόπου, ὅθεν οὔ πως ἦεν ἀλύξαι. καὶ Ὀδυσσεὺς μὲν οὕτως ἁπλῶς φονευθῆναι κελεύει τὰς δμωὰς, Τηλέμαχος δὲ εἰπὼν, μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατʼ ὀνείδεα χεῦαν, τουτέστι κατέχεάν μου ὕβρεις, μητέρι θʼ ἡμετέρῃ, παρά τε μνηστῆρσιν ἴαυον, πεῖσμα νεὸς κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο, τουτέστι στύλου ἐξαρτήσας τινὸς ἢ κιονοειδοῦς ξύλου πέριξ ἔθετο τῆς θόλου, ὑψόσε ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο· διʼ οὗ τὴν ἀπαιώρησιν τῶν δμωΐδων δηλοῖ. εἶτα τὴν καθεξῆς στοιχηδὸν ἐκείνων ἐπὶ τοῦ πείσματος ἀνάρτησιν καὶ τὸ, βρόχοις ἐνσχεθῆναι σαφῶς διαγράφων ποιεῖ παραβολὴν ταύτην· ὡς δʼ ὅτʼ ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι ἕρκει ἐνιπλήξωσι, τουτέστι μηχανήματι ἀγρευτικῷ ἐγκρούσωσι, τό θʼ ἑστήκει ἐνὶ θάμνῳ, αὖλιν ἐσιέμεναι, στυγερὸς δʼ ὑπεδέξατο κοῖτος, ὣς αἵ γʼ ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν· ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν. ἅπερ ταυτὸν δηλοῦσι. ταυτὸν γὰρ τὸ μίνυνθα, ἐξ οὗ μινυνθάδιος, καὶ τὸ, οὐ μάλα δήν. ὥς περ καὶ τὸ, εἵλεον ἐν στείνει, καὶ τὸ, ὅθεν οὔ πως ἦεν ἀλύξαι. στεῖνος γὰρ, ὅθεν δυσχερές ἐστιν ἀλύξαι. δῆλον δʼ ἐκ τῶν ῥηθέντων ὅτι ἄλλο μὲν ἐκέλευσεν ὁ πατὴρ, ἄλλο δὲ πεποίηκεν ὁ υἱός. ἐπεὶ γὰρ καθαρὸς μὲν ὁ διὰ ξίφους ἐδόκει θάνατος, μιαρὸς δὲ ὁ ἀγχονιμαῖος, ὡς ἐν τῇ νεκύᾳ προδεδήλωται, ἔκρινε μὴ χρῆναι καθαρῷ θανάτῳ τὰς ἀκαθάρτους πεσεῖν, αἳ οὔτε αὐταὶ καθαραὶ ἦσαν οὔτε τοὺς δεσπότας καθαροὺς εἴων ὕβρεων. Ἰστέον δὲ ὡς θάνατον καθαρὸν οἱ μὲν πλείους, ὡς ἐῤῥέθη, νοοῦσι· τινὲς δὲ καὶ τὸν ἁπλοῦν οὕτω λεχθῆναι φασί. Θόλος δέ, φασιν, οἴκημα κυκλοτερὲς, εἰς ὃ τὰ καθεκάστην χρήσιμα τῶν σκευῶν ἐτίθεντο, οἷον, πίνακες, κρατῆρες, ἐκπώματα. γίνεται δὲ ἀπὸ τοῦ θέειν ὅλον οἱονεὶ τὸ περιθεόμενον. Τούτου τοῦ θόλου μεταξὺ καὶ τοῦ τῆς αὐλῆς ἕρκους στεῖνος ὑπόκειταί τις, ὡς ἐῤῥέθη, περὶ ὃ αἱ φαῦλαι δουλίδες ἀναρτηθεῖσαι ὤλοντο. ἐν δὲ ῥητορικῷ λεξικῷ εὕρηται καὶ οὕτω· θόλοι, στέγαι, ἐπάλξεις, καμάραι. θολία δὲ θηλυκῶς πῖλος εἰς ὀξὺ ἀπολήγων· οἱ δὲ σκιάδιον. Τὴν δὲ Ἀφροδίτην φυσικῶς κατὰ μετωνυμίαν εἰς μίξιν ἀλληγορῶν ἔφη, ἣν ὑπὸ μνηστῆρσιν ἔχον, ὅ περ αὖθις διασαφῶν ἐπάγει· μίσγοντό τε λάθρῃ. Καὶ ὅρα τὸ λάθρῃ συντελοῦν εἰς τὸ, ψίθυρος Ἀφροδίτη, περὶ οὗ προγέγραπται. Τὸ δὲ, μητέρι θʼ ἡμετέρῃ, ἔχει τι ἀντιστροφῆς ὁμοίωμα ῥητορικοῦ σχήματος κατὰ τὸ ὁμόφωνον τοῦ τέλους τῶν λέξεων. Κίχλαις δὲ καὶ πελείαις εἰκάζει τὰς ῥηθείσας δμωὰς, τὸ μὲν ἴσως διὰ τὸν κιχλισμὸν τῶν γελώτων οὓς ἐγέλων εὐφροσύνην ἀλλήλαις παρέχουσαι ὅτε καὶ ἡ τοῦ Ὀδυσσέως ὑλάκτει καρδία, τὸ δὲ διὰ τὸ κατωφερές· τοιαῦται γὰρ αἱ περιστεραὶ, ὧν τὸ πάντροφον διὰ τὸ ἀεὶ μίγνυσθαι. Ὅτι δὲ τὰς κίχλας κιχήλας τρισυλλάβως ἔλεγον οἱ Δωριεῖς καὶ ὡς ἐκ τῆς αὐτῶν φωνῆς κιχλίζειν καὶ κιχλισμὸς ἐπὶ γυναικείου γέλωτος, οὐκ ἄδηλόν ἐστι. χρῆσις δὲ κιχηλῶν οὐ μόνων παρὰ τῷ κωμικῷ, ἀλλὰ καὶ παρʼ Ἐπιχάρμῳ ἐν τῷ, τὰς ἐλαιοφιλοφάγους κιχήλας· ὃ κεῖται παρὰ τῷ δειπνοσοφιστῇ. ὃς καὶ Συρακουσίων λέξιν τὰς κιχήλας λέγει, ὡς δηλαδὴ καὶ αὐτῶν δωριζόντων. ἐκεῖνος δὲ ἱστορεῖ καὶ ὅτι τὸ εἰς Ὅμηρον ἀναφερόμενον ἐπύλλιον αἱ ἐπικιχλίδες προσηγορίας τοιαύτης ἔτυχεν, ἐπεὶ Ὅμηρος ᾄδων αὐτὸ τοῖς παιδαρίοις κίχλας εἰς δῶρον ἐλάμβανε. κανονίζει δὲ ὁ αὐτὸς ῥήτωρ καὶ ὅτι Ἀττικοὶ κίχλην διὰ τοῦ η λέγουσι, καὶ ὁ λόγος οὕτως ἔχει. τὰ γὰρ εἰς λα λήγοντα θηλυκὰ πρὸ τοῦ λάμβδα ἕτερον λάμβδα ἔχει, σκύλλα, κίλλα, κόλλα, βδέλλα, ἅμιλλα, ἄμαλλα, Τηλέσιλλα. τὰ δὲ εἰς λη οὐκέτι, ὁμίχλη, χύτλη, γενέθλη· οὕτω καὶ κίχλη, ἥ τε ὄρνις καὶ ὁ ἰχθῦς ποικιλόστικτος αὐτὸς ὥς περ ὁ κόσσυφος μελανόστικτος. ἀρέσκεται δὲ τῷ τοιούτῳ κανόνι καὶ Ἡρῳδιανός. ἐν τούτῳ δὲ τῷ τόπῳ λέγει ὁ Ἀθήναιος καὶ τὸ, κίχλαι τε καὶ λαγοὶ θαλάσσιοι, ὃ καὶ σημείωσαι διὰ τὴν κλίσιν τοῦ, λαγὸς λαγοῦ λαγοί. λέγει δʼ ὁ αὐτὸς καὶ ὅτι, ὡς κίχλη διὰ τοῦ η, οὕτω καὶ τρίγλη. τὰ γὰρ εἰς λα θηλυκὰ ἐπιπλοκὴν ἔχοντα τοῦ γάμμα εἰς η λήγει, τρώγλη αἴγλη ζεύγλη. διδάσκει δὲ ἀκολούθως τῷ Ὀππιανῷ καὶ ὅτι ἡ τρίγλη τριγόνοις γοναῖς ἐπώνυμος οὖσα οἱονεὶ τρίγνη ἐστὶ, τρὶς τίκτουσα τοῦ ἔτους, τρίτον δέ, φασι, τεκοῦσα ἄγονός ἐστι. γίνεται γὰρ αὐτῇ, σκωλήκιά τινα κατὰ τὴν ὑστέραν, ἃ τὸν γόνον κατεσθίει. ὅτι δὲ ἐκ τοῦ τρίγνη γέγονε τρίγλη τροπῇ συνήθει τοῦ ν εἰς λάμβδα, πιστὸν γίνεται καὶ ἐκ τοῦ νεογινὸς νεογιλὸς, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, καὶ τοῦ νίτρον καὶ λίτρον, καὶ τοῦ Φίντις κύριον Δωρικὸν παρὰ Πινδάρῳ, οἱονεὶ Φίλτης, οὗ ἐντελέστερον τὸ Φιλήτας παρηγμένον κατὰ τὸ Νικήτας. ὅμοιον δὲ καὶ τὸ φίντατος, ὅ πέρ ἐστι φίλτατος. ἡ δὲ Ἰλιὰς οὕτω καὶ τὸ γέντο εἶπεν ἀντὶ τοῦ ἕλετο κατὰ συγκοπὴν καὶ προσθήκην τοῦ γάμμα. τοῦ δὲ φίντατος χρῆσις παρʼ Ἐπιχάρμῳ ἐν τῷ, φίνταται ταινίαι· ἰχθύες δὲ αἱ τοιαῦται ταινίαι, οὐ μὴν ὁποῖαι παρωνυμοῦσι τὴν, ὡς ὁ Ἀθήναιος λέγει, θρᾷτταν ταινιόπωλιν· αἱ γὰρ ταύτης ταινίαι οὐκ ἰχθῦς δηλοῦσιν· ἀλλʼ ἐπὶ ὑφασμάτων λέγονται καὶ ζωνῶν, αἷς γυναῖκες περιδέονται. Ἕρκος δὲ δικτυῶδές τι κυρίως μηχάνημα. νῦν δὲ φαίνεται σχοῖνος εἶναι μακρὰ τὸ ἕρκος, ἧς βρόχοι ἀπῃώρηνται πρὸς ἰσότητα σύμμετρον. δῆλον δὲ ὡς ὁμώνυμος λέξις καὶ τὸ ἕρκος. Αὖλις δὲ ἀπὸ τῆς αὐλῆς Αἰολικῶς ἡ κοίτη καὶ ἡ κατασκήνωσις, ὅθεν καὶ ἡ ἔπαυλις. ἐκ δὲ τοῦ, στυγερὸς δʼ ὑπεδέξατο κοῖτος, λαβών τις τῶν μεθʼ Ὅμηρον ἔφη τὸ, ἀτερπέα δʼ αὖλιν ἔκυρσαν. Τὸ δὲ ἑξείης ἔχειν τὰς κεφαλὰς ἐπιτηδευθῆναι δηλοῖ τὴν τῶν βρόχων διὰ πασῶν ἰσότητα. Ἐνταῦθα δὲ, ὅ πέρ τις ἐπὶ συκῆς ἔφη, περὶ ἣν ἀπήγξατο φαύλη γυνὴ, ὡς εἴθε πάντα τὰ δένδρα τοιούτους καρποὺς φέροιεν, ἔστι καὶ ἐπὶ τῶν τοιούτων βρόχων εἰπεῖν, ὡς αἴθε πάντες βρόχοι τοιαῦτα πτηνὰ συλλαμβάνοιεν. Ὅρα δὲ καὶ ὅτι βρόχων ἡ παραβολὴ μόνη μέμνηται· ἐν δέ γε τοῖς φθάσασιν οὐ κεῖνται λόγῳ συντομίας σεσιγημένοι. Ὅτι μετὰ τὰς δμωὰς οἱ περὶ τὸν Τηλέμαχον ἀνὰ πρόθυρόν τε καὶ αὐλὴν τὸν Μελάνθιον ἦγον. τοῦ δʼ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ τάμνον, μήδεά τʼ ἐξέρυσαν κυσὶν ὠμὰ δάσασθαι, χεῖράς τʼ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ· ἀπότομος αὕτη καὶ δεινοτάτη ποινὴ, ἐξ ἧς εἰκὸς καὶ θανεῖν τὸν Μελάνθιον, εἰ καὶ ὁ ποιητὴς καὶ αὐτὸ σιγᾷ. ἐπὶ δὲ τούτοις οἱ ταῦτα δράσαντες ἀπονιψάμενοι χεῖράς τε πόδας τε εἰς Ὀδυσῆα δόμονδε κίον· τετέλεστο δὲ ἔργον. Καὶ ὅρα καὶ τοῦτο ἐπιφωνηματικῶς λεχθὲν, ὡς καὶ πρὸ βραχέων εἴρηται. Ὅτι πεφονευμένων ἤδη τῶν ἀξίων θανάτου θεῖον καὶ πῦρ ζητεῖ Ὀδυσσεὺς ἐπὶ καθάρσει τοῦ δώματος. ἐδόκουν γὰρ οἱ Ἕλληνες οὕτω τὰ τοιαῦτα μύση καθαίρεσθαι διοπομπούμενα. καὶ ἕτεροι μὲν δηλοῦσι τρόπους καθαρσίων ἑτέρους. ἃ καὶ ἐξάγοντες τῶν οἴκων μετὰ τὰς ἐθίμους ἐπαοιδὰς προσέῤῥιπτον ἀμφόδοις, ἔμπαλιν τὰ πρόσωπα στρέφοντες καὶ ἐπανιόντες ἀμεταστρεπτί. ὁ δέ γε ποιητικὸς Ὀδυσσεὺς οὐχʼ οὕτω ποιεῖ, ἀλλʼ ἑτέρως ἁπλούστερον. φησὶ γοῦν· οἶσε θέειον γρηῢ κακῶν ἄκος, οἶσε δέ μοι πῦρ, ὄφρα θεειώσω μέγαρον. καὶ ἡ γραῦς ποιεῖ οὕτω καὶ ἤνεγκε πῦρ καὶ θήϊον. καὶ Ὀδυσσεὺς εὖ διεθείωσε μέγαρον καὶ δῶμα καὶ αὐλὴν πλέον ποιήσας οὐδέν. Καὶ ὅρα τὸ οἶσε δὶς λεχθὲν, τοῖς μετρικοῖς μόνοις ὂν χρήσιμον. οὗ περ ἡ γραφὴ διὰ ψιλοῦ λόγῳ παρατατικοῦ, ὡς προδεδήλωται, ἀπὸ ἐνεστῶτος τοῦ οἴσω. Θέειον δὲ θυμιάματος εἶδος καθαίρειν δοκοῦντος τοὺς μιασμούς. διὸ καὶ διαστείλας κακῶν ἄκος αὐτό φησιν ὁ ποιητής. οὔτε δέ τινες ἐνταῦθα ἐπῳδαὶ συνήθεις τοῖς παλαιοῖς, οὔτε στενωπὸς ἐν ᾧ οἱ ἄνθρακες ἀπαγόμενοι αὐτῷ ἀγγείῳ ἐῤῥίπτοντο ὀπισθοφανῶς. Ἰστέον δὲ ὅτι οὐ μόνον διὰ θείου ἐγίνοντο καθαρμοὶ καθὰ, προσεχῶς ἐγράφη, ἀλλὰ καὶ φυτά τινα εἰς τοῦτο χρήσιμα ἦν. ἀριστερεὼν γοῦν, φυτὸν κατὰ Παυσανίαν, ἐπιτήδειον εἰς καθαρμόν. καὶ σῦς δὲ εἰς τοιαῦτα ἐστὶν, οὗ παρελαμβάνετο, ὡς ἐν Ἰλιάδι φαίνεται. καὶ οἱ τὸ διοπομπεῖν δὲ ἑρμηνεύοντές φασιν ὅτι δῖον ἐκάλουν, κώδιον ἱερείου τιθέντος Διῒ μειλιχίῳ ἐν τοῖς καθαρμοῖς φθίνοντος μαιμακτηριῶνος μηνὸς ὅτε ἤγοντο τὰ πομπαῖα. καὶ καθαρμῶν ἐκβολαὶ εἰς τὰς τριόδους ἐγίνοντο. εἶχον δὲ μετὰ χεῖρας πομπόν· ὅ περ ἦν, φασὶ, κηρύκιον, σέβας Ἑρμοῦ. καὶ ἐκ τοῦ τοιούτου πομποῦ καὶ τοῦ ῥηθέντος δίου τὸ διοπομπεῖν. καὶ τοῦτο μὲν οὕτως ἐξ ἱστορίας. ἄλλως δὲ κοινότερον διοπομπεῖν καὶ ἀποδιοπομπεῖν ἐφαίνετο τὸ, Διὸς ἀλεξικάκου ἐπικλήσει ἐκπέμπειν τὰ φαῦλα. ὅτι δὲ καὶ διʼ αἵματος ἦν κάθαρσις, αἱ ἱστορίαι δηλοῦσιν, ὁποία καὶ ἡ τῶν φονέων, οἳ αἵματι νιπτόμενοι καθάρσιον εἶχον αὐτό. λέγονται δὲ ὡς οἱ περὶ τὴν τοιαύτην τέχνην καὶ μάλιστα οἱ τὰς πόλεις καθαίροντες φαρμακοὶ Ἀττικῶς ἐλέγοντο, καθὰ δηλοῖ καὶ ὁ Δημοσθένης, Ἴωνες δέ, φασι, προπαροξυτόνως. τοῦ δὲ τοιούτου καθαίρειν παράγωγα τὸ καθάρσιον καὶ τὸ κάθαρμα, ἐκεῖνο μὲν οὐ μωμητὸν, τοῦτο δὲ ψεκτὸν, ἀφʼ οὗ καθάρματα τοὺς ῥυπαροὺς καὶ ἀποβλήτους φαμέν· καὶ ἔστιν αὐτὸ σκῶμμα δριμύτερον τοῦ ἐν Ἰλιάδι λύματος ἤγουν ἀπονίμματος, ἐξ οὗ καὶ ἡ λύμη καὶ ὁ λυμεών· ὥς περ αὖ πάλιν τοῦ λύματος ἀφελέστερον τὸ περίψημα σπόγγισμά τι ὂν αὐτὸ καὶ κατὰ τοῦτο ἐοικὸς τῷ λύματι. Τὸ δὲ θεῖον γίνεται ἀπὸ τοῦ θεὸς θέϊον κατὰ παραγωγὴν ἁπλῆν, καὶ ἐν συναιρέσει θεῖον δισυλλάβως· ἐξ οὗ καὶ θειῶσαι τὸ θυμιάσαι, ὡς τὸ, εὖ διεθείωσε. προσλαβὼν δὲ τὸ ε πρὸ τῆς διφθόγγου γίνεται θέειον τρισυλλάβως, ἐξ οὗ τὸ, ὄφρα θεειώσω. ἄλλως δὲ διαλυθὲν τὸ δισύλλαβον θεῖον γίνεται θήϊον. καὶ ἔστι δυνατὸν καὶ ἀπʼ αὐτοῦ γενέσθαι ῥῆμα τὸ θηϊῶσαι. Ὅτι δὲ θεῖον ἔστιν ἐνταῦθα νοῆσαι καὶ τὸν θέαφον τὸ λεγόμενον δηλαδὴ θεῖον ἄπυρον, δηλοῦσιν οἱ παλαιοί. καὶ θεῖον μὲν ἴσως διὰ τὸ καινὸν τῆς αὐτοῦ ἐνεργείας καὶ τεράστιον, ἢ διὰ τὸ ἀνάγεσθαι ἔνθα τὰ θεῖα, ἢ καὶ διὰ τὸ θεόθεν εἶναι· μετὰ προσθήκης δὲ θεῖον ἄπυρον τὸ ὀλιγόπυρον· βραχὺ γὰρ ψαῦσαν πυρὸς ἀνάπτεται· ἢ ὅτι οὐ χρὴ ἁπλῶς πυροῦσθαι αὐτὸ διὰ τὸ δύσοδμον. Ἐν δὲ τῷ, μέγαρον καὶ δῶμα καὶ αὐλὴν, διαφορά τις φαίνεται μεγάρου καὶ δώματος. καὶ ἴσως μέγαρον τὴν γυναικωνίτιν φησί. καὶ κεῖνται χρήσεις εἰς τοῦτο πρὸ ὀλίγων τινές. φαίνεται δὲ αὐτὸ καὶ ἔνθα ἡ Πηνελόπη ἐγκελεύεται τῇ Εὐρυκλείᾳ μέγαρόνδε ἔρχεσθαι, καὶ Τηλέμαχος δὲ αὐτὴν ἀπὸ μεγάρου καλεῖ. Τὸ δὲ, οἶσε πῦρ, περιφράζων ἅμα καὶ παραφράζων, πῦρ νῦν μοι, φησὶ, πρώτιστον ἐνὶ μεγάροισι γενέσθω. Ὅτι προτροπὴ κακοείμονος εἰς λαμπροφορίαν τὸ, ἀλλʼ ἄγε δὴ χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐνείκω, μηδʼ οὕτω ῥάκεσι πεπυκασμένος εὐρέας ὤμους ἕσταθʼ ἐνὶ μεγάροισι νεμεσσητὸν δέ κεν εἴη. Ἀπὸ τοῦ ἕστακα δὲ, οὗ προστακτικὸν τὸ ἕστακε, γίνεται τὸ ἕσταθι κατὰ πλεονασμὸν ὁμοίως τῷ, κλύε, κλῦθι, καὶ τοῖς τοιούτοις. Ὅτι πάλιν τῆς Εὐρυκλείας μετακαλεσαμένης ἀμφεχέοντο καὶ ἠσπάζοντο Ὀδυσῆα καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους αἱ ἀθῷοι δμωαὶ, χεῖράς τʼ αἰνύμεναι· τὸν δὲ γλυκὺς ἵμερος ᾕρει κλαυθμοῦ καὶ στοναχῆς· γίγνωσκε δʼ ἄρα φρεσὶ πάσας. λαλεῖ δὲ πρὸς οὐδεμίαν οὐδέν. τί γὰρ καὶ ἦν λέγειν τὸν οὕτω σεμνὸν Ὀδυσσέα πρός γε τὰς τοιαύτας; ἀρκεῖ δὲ ἀντὶ προσφθέγματος ὁ ἐνδιάθετος κλαυθμὸς καὶ ἡ στοναχὴ, ἅ περ ᾐδεῖτο ἐν τῇ τῶν Φαιάκων γῇ πάσχων Ὀδυσσεύς. Ἰστέον δὲ ὡς ἐκ τοῦ, κύνεον ἀγαπαζόμεναι, εἰλῆφθαι δοκεῖ παρὰ τοῖς ὕστερον ἀγαπᾶν λέγειν τὸ φιλεῖν καὶ ἀγάπην τὸ φίλημα. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ψ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Ἀναγνωρισμὸς Ὀδυσσέως πρὸς τὴν γυναῖκα καὶ τῶν τῆς πλάνης διηγημάτων ἀνακεφαλαίωσις καὶ Ὀδυσσέως καὶ Τηλεμάχου μετὰ τῶν οἰκείων ἔξοδος. ΟΔΥΣΣΕΙΑΣ Ψ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.