Ὅτι ἐξ ὧν, ὡς ἀνωτέρω ἐῤῥέθη, ἔγνω ἡ Πηνελόπη κατάντηστιν καθημένη ἀνδρῶν, φρονεῖ διὰ τῆς κατʼ ἀλληγορίαν ἐν αὐτῇ Ἀθηνᾶς, τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν. διὸ ἐκ τοῦ, τόξον θέμεν, τόξου θέσις ἡ παροῦσα ῥαψῳδία ἐπιγράφεται. Πολιὸς δὲ σίδηρος ὁ λευκός, φασι, τῇ σμήξει, ἢ ὁ πολιτικὸς, ἢ ὁ ἔντιμος, ἢ ὁ πολὺς, ὡς καὶ ἀλλαχοῦ δηλοῦται σαφέστερον. λέγει δὲ νῦν σίδηρον τοὺς προῤῥηθέντας πελέκεας. Τὸ δὲ ἀέθλιον οὐχʼ ὑποκοριστικὸν ἀλλὰ παράγωγον, ὁμοίως τῷ, ἴσχνος ἴσχνιον. μετʼ ὀλίγα οὖν ἐρεῖ· λιπόντες ἄεθλον. προαναφώνησις δὲ τὸ, καὶ φόνου ἀρχὴν, ἵνα λέγῃ ὅτι οὐκ ἄεθλός ἐστι τὸ τόξον, ὡς ἡ Πηνελόπη καὶ οἱ μνηστῆρες ἐλπίζουσιν, ἀλλὰ φόνου καταρχή. νοεῖ δὲ διὰ τῆς Ἀθηνᾶς ἡ Πηνελόπη χρῆναι ἤδη θέσθαι τόξον ἐπὶ γάμῳ, μὴ καὶ τραχυνομένων τῶν τε μνηστήρων τοῦ τε Τηλεμάχου μέγα τι γένηται κακόν. Ὅτι ἐν τῷ, εἵλετο δὲ κληῗδʼ εὐκαμπέα χειρὶ παχείῃ καλὴν, χαλκείην, κώπη δʼ ἐλέφαντος ἐπῆν, ἀρχαϊκὸν εἶδος κληῗδος φράζει, καὶ οὐ κατὰ τὰ ὕστερον τρυπώμενα εἰς πολλὰς ὀπάς. ἔστι δὲ καὶ τοιούτων κληΐδων μέχρι καὶ νῦν χρῆσις, διʼ ὀπῆς θύρας ἐνειρομένων καὶ μεταγουσῶν τὴν ἔνδον σειρὰν ἐπὶ ἀνοίξει τῆς θύρας. Χαλκείην δὲ οὐ τὴν ἐκ σιδήρου κατὰ τὸ, χάλκεα ὅπλα, ἀλλὰ τὴν αὐτόχρημα χαλκῆν. διὸ καὶ καλὴν αὐτὴν ἔφη, ὃ καὶ μᾶλλον προκαλεῖται γραφὴν ἑτέραν τὴν ἔν τισιν ἀντιγράφοις, ἤγουν τὸ, καλὴν χρυσείην. χρυσῷ γὰρ μάλιστα οἰκεῖον τὸ καλόν. Σημείωσαι δὲ τὴν κληῗδα κἀνταῦθα ἐκτείνουσαν τὸ παραλῆγον δίχρονον, ὡς καὶ ἐν τῷ, ναῦς πολυκλήϊς καὶ ταῖς ἀπὸ τούτων κινήσεσι. Κώπην δὲ ἐλεφαντίνην τὴν λαβὴν λέγει, τοιαύτην οὖσαν διὰ τὸ τιμιώτερον· αἱ γὰρ λοιπαὶ ξύλινοι, ὡς εἰκός. οὔκουν ἐπὶ ξίφους μόνου ἡ κώπη, ἀλλʼ ἰδοὺ καὶ ἐπὶ τῆς δρεπανοειδοῦς ταύτης κληῗδος τῆς καὶ διατοῦτο εὐκαμπέος ῥηθείσης· ἐπεὶ καὶ δρέπανόν που πρὸ τούτων εὐκαμπὲς ἔφη ὁ ποιητής. Τὸ δὲ, χειρὶ παχείῃ, ἁπλῶς οὕτω κεῖται παραῤῥιφὲν ἐπὶ τῇ Πηνελόπῃ· ἀνδρὶ γὰρ μᾶλλον γενναίῳ ἐπιπρέπει ἡ παχεῖα χεὶρ, γυναικὶ δὲ τὸ λευκώλενον καὶ ῥοδόπηχυ καὶ εἴ τι τοιοῦτον. διὸ καὶ κατὰ ἀκυρολεξίαν οἱ παλαιοὶ ἐνταῦθα κεῖσθαι τὴν λέξιν φασὶν, ὡς καὶ ἐν Ἰλιάδι πλατύτερον δεδήλωται. εἰ δὲ δαΐφρων ἡ Πηνελόπη ἐῤῥέθη που ὡς ἀνδρεία γυνὴ, ἁρμόττει ἂν αὐτῇ διατοῦτο καὶ ἡ παχεῖα χεὶρ διὰ τὸ τοῖς ἀνδρείοις τοιαῦτα ὡς ἐπιπολὺ τὰ ἀκρωτήρια εἶναι. Ὅτι θάλαμος ἔσχατος καὶ ἐνταῦθα τὸ ταμιεῖον· ὃ καὶ βασιλικόν ἐστι διὰ τὸν βασιλέα Ὀδυσσέα, ἐν ᾧ, φησὶ, κειμήλια κεῖτο ἄνακτος, χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος· οἷς ἀνάλογον καλὴ καὶ ἡ κλείς. ἔνθα δὲ τόξον ἔκειτο παλίντονον, περὶ οὗ καὶ Ἰλιὰς δηλοῖ, ἠδὲ φαρέτρη ἰοδόκος. πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί. πλάττει δὲ μετʼ ὀλίγα ἐν τῷ τοιούτῳ θαλάμῳ καὶ ὑψηλήν τινα σανίδα, ἔνθα χηλοὶ ἕστασαν· οὐ μεγάλαι δηλαδή τινες· ἐν αἷς θυώδεα εἵματα ἔκειτο, κειμηλιούμενα δηλαδὴ καὶ αὐτά. εἰ καὶ ὁ ποιητὴς ἐν τῷ, χαλκός τε χρυσός τε καὶ σίδηρος, ἐσίγησεν αὐτὰ, ὥς περ ἴσως καὶ ἄργυρον καὶ ἕτερά τινα, οἷα δηλῶν κἀνταῦθα ἐξ ὀλίγων τὸ πᾶν. ἐπὶ ταύτης δὴ τῆς σανίδος βᾶσα ἡ Πηνελόπη, ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός. ἑζομένη δὲ καταῦθι, φίλοις ἐπὶ γούνασι θεῖσα, κλαῖε μάλα λιγέως, ἐκ δʼ ᾕρεε τόξον ἄνακτος. ἐπεὶ δὲ τάρφθη πολυδακρύτοιο γόοιο διὰ τὴν, ὡς εἰκὸς, ἀνάμνησιν τοῦ ἀνδρὸς, ἦλθεν εἰς τοὺς μνηστῆρας τόξον ἔχουσα ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην, ᾗ καὶ πάλιν λέγει πολλοὺς ὀϊστοὺς εἶναι, παρασημειούμενος τὸ πλῆθος διὰ τὸ ἀναγκαιότατον ἐν τοῖς ἑξῆς εἶναι. Οἰκονομικῶς δέ, φασιν, ἐν θαλάμῳ τὸ τόξον ἀπέκειτο, ἵνα τε μὴ ἀπόληται κείμενον ἐν τῷ ἀνδρῶνι πρᾶγμα τοῦτο, οὗ μάλιστα χρῄζει ὁ νῦν καιρὸς, καὶ ἵνα μή τι πάθῃ ἀμεληθὲν ἢ περὶ τὴν νευρὰν ἢ κατά τι ἕτερον μέρος· πρὸς δέ γε τὸ πιθανῶς φαινόμενον ἀπόκειται τὸ τοιοῦτον τόξον ὡς ξένιον ἐπὶ μνήμῃ φιλίας κατὰ ἔθος ἀρχαῖον. πόθεν δὲ τῷ Ὀδυσσεῖ περιῆλθεν εἰς ξένιον, ἐφεξῆς μετʼ ὀλίγα ῥηθήσεται. Τὸ δὲ, κειμήλια κεῖτο, ἐτυμολογικῶς λαλεῖται. Πολύκμητος δὲ σίδηρος ἴσως μὲν ὁ ἀκατέργαστος, περὶ ὃν πολλὰ ἔστι καμεῖν, μάλιστα δὲ ὁ εἰς ἔργα χαλκευθεὶς πολλῷ καμάτῳ. εἰ δὲ καὶ στονόεντα ξίφη εἰσὶ τὰ τοιαῦτα ἔργα, λέγεται τὰ τοιαῦτα πολύκμητος σίδηρος, διʼ οὗ πολλοὶ ἂν κάμοιεν, ὅ ἐστι θάνοιεν, κατὰ τὸ, εἴδωλα καμόντων. Τὸ δὲ ἰοδόκος ἴσως παροξύνεται διὰ τὸ μὴ δηλοῦν πάθος ὁποῖόν τι καὶ ἡ πρωτότοκος γυνὴ καὶ ἕτερα τοιαῦτα. Τὸ δὲ, πολλοὶ δʼ ἔνεσαν ὀϊστοὶ, δηλωτικόν ἐστι τοῦ, τίνα λέγει φαρέτραν, ὅτι δηλαδὴ τὸ δοχεῖον τῶν ὀϊστῶν· ὃ φθάσας διὰ μιᾶς ἐδήλωσε λέξεως, ἰοδόκον εἰπών. Χηλοὶ δὲ καὶ ἐνταῦθα τὰ κιβώτια, ὡς καὶ ἐν Φαιακίᾳ. Θυώδεα δὲ πόθεν γίνεται, προδεδήλωται. Τὸ δὲ ὀρεξαμένη ἀντὶ τοῦ ἁπλώσασα, ἀναταθεῖσα· ἐξ οὗ καὶ ὀργυιοῦσθαι παρὰ Λυκόφρονι. Ἐκ πασσάλου δὲ τόξον αἴρεται, διότι καὶ πασσάλου ἀπῃώρηται, ὁμοίως τῇ προδεδηλωμένῃ τοῦ Δημοδόκου φόρμιγγι. Τὸ δὲ, αὐτῷ γωρυτῷ, Ἀττικῶς ἀντὶ τοῦ σὺν αὐτῷ γωρυτῷ. ἔστι δὲ γωρυτὸς, ὥς που καὶ προεδηλώθη, ἡ τοῦ τόξου θήκη, ὡς χωροῦσα τὸ ῥυτὸν, ὅ ἐστιν ἑλκυστὸν τόξον, ἵνα ᾖ χωρυτὸς, καὶ μεταλήψει τοῦ γάμμα γωρυτός. δῆλον δὲ ὡς προϋπόκειται, καθὰ τοῦ ῥύσαι τόξον τὸ ἐρύσαι· ὡς Ἀγαθίας· κραταιαὶ αὐτῷ ἐρύσαι τόξον αἱ χεῖρες· οὕτω καὶ τοῦ ῥυτοῦ τὸ ἐρυστόν· ὅθεν ἀφαιρέσει μὲν ῥυστὸν, ἀπελεύσει δὲ τοῦ σ ῥυτόν· κατὰ τὸ, γνωστός, γνωτός· καὶ, γνωστὰ κοὐκ ἄγνωστα· καὶ ἐκβολῇ τοῦ ἡμιφώνου, γνωτὰ κοὐκ ἄγνωτα. οὕτω δὲ καὶ Νήριστον ὄρος κατὰ τὸ ἀμφήριστον, καὶ ἐκδρομῇ τοῦ σίγμα, Νήριτον. ὅτι δὲ θήκη καὶ, ὡς οἱ παλαιοί φασιν, ἔλυτρον τόξου ὁ γωρυτὸς, δηλοῖ οὐ μόνον τὸ, ὅς οἱ περίκειτο, ἑρμηνευτικῶς ῥηθὲν ἀντὶ τοῦ πέριξ ἔκειτο καὶ περιεῖχεν ἐντὸς, ἀλλὰ καὶ τὸ, ἐκ δʼ ᾕρεε τόξον ἄνακτος, ἤγουν ἐξῄρει καὶ ἐξέβαλλε γωρυτοῦ· ὃ καὶ ὅμοιόν ἐστι τῷ, ἐξείλετο ὀϊστὸν ἐν Ἰλιάδι· τουτέστι τῆς φαρέτρης ἐξήγαγε. ταυτὸν γάρ τι τὸ, ἐξῄρει τόξον γωρυτοῦ, καὶ ἐξείλετο φαρέτρης ὀϊστόν. καθεῖλε μὲν οὖν τόξον ἡ γυνὴ πασσαλόφιν αὐτῷ γωρυτῷ· ἐξελοῦσα δὲ τὸν μὲν γωρυτὸν, ὡς εἰκὸς, ἀφῆκεν ἐκεῖ, γυμνὸν δὲ τὸ τόξον τοῖς μνηστῆρσιν ἤγαγεν. ἅμα δέ φησιν αὐτῇ, αἱ ἀμφίπολοι ἔφερον ὄγκιον, ἢ ὀγκίον παροξυτόνως. ὃ καὶ ἐφερμηνεύων φησίν· ἔνθα σίδηρος κεῖτο πολὺς καὶ χαλκὸς, ἀέθλια τοῖο ἄνακτος, ἤγουν τοῦ βασιλέως Ὀδυσσέως· ὡς ἐν τῷ τοιούτῳ κεῖσθαι κατὰ περιοχὴν καὶ τοὺς δηλωθέντας πελέκεας. ἔστι δέ, φασιν, ὄγκιον ἀγγεῖον, ἐν ᾧ ἔκειντο ὄγκοι. λέγονται δέ, φασιν, ὄγκοι οἱ πώγωνες τῶν ἀκίδων, καθὰ δηλοῖ καὶ τὸ, ὡς οἶδε νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας. ἔστι δέ, φασι, καὶ ἡ λέξις αὕτη τῶν ἅπαξ εἰρημένων παρὰ τῷ ποιητῇ· βουλόμενοι δὲ εἰπεῖν καὶ ὡς περιεκτικὴ λέξις ἐστὶ τὸ ὄγκιον, φράζουσιν ἄλλως γλαφυρώτερον, ὅτι συνακτικόν ἐστι τῶν ὄγκων ἀγγεῖον, ὡς κρεῖον τὸ κρεωδόχον ἀγγεῖον. τοῦτο δὲ ἀναγκάζοι ἂν ἴσως τὸ ὄγκιον καὶ κατὰ τὸ κρεῖον γράφεσθαι. τέως γε μὴν ὄγκιον ἡ θήκη, φασὶ, τῶν ἀκίδων· καὶ εἴρηταί, φασι, παρὰ τὸ ὀγκῶδες εἶναι. Ἰστέον δὲ ὡς εἰ καὶ ἐχρῆν προπερισπᾶσθαι τὴν λέξιν περιεκτικῷ τύπῳ κατὰ τὸ ᾠδεῖον καὶ τὸ μουσεῖον καὶ τὸ προσεχῶς ῥηθὲν κρεῖον, ἀλλʼ ἡ τῶν ἀντιγράφων παράδοσις, μὴ ἔχουσα οὕτως, οὐχʼ οἵα τέ ἐστι βίαν παθεῖν. ἐν μέντοι ῥητορικῷ λεξικῷ εὕρηται τὸ ὄγκιον καὶ τῇ αι διφθόγγῳ παραληγόμενον, γράφει γὰρ, ὅτι ὄγκοι γωνίαι, καὶ ὄγκαιον ἀγγεῖον πλεκτὸν οἷον σπυρίς· ἐν ᾧ αἱ αἰκίδες τῶν βελῶν αἱ καὶ ὄγκοι, ὡς ἐν Ἰλιάδι. ὅθεν ἴσως, φησὶ, καὶ ὄγκος, ὁ κατὰ ἀλαζονείαν δηλαδὴ, ἐξ οὗ ἐγκύλλεσθαι τὸ καυχᾶσθαι. Ἰστέον δὲ ὅτι καὶ αὐτὸς ὁ ποιητὴς ἑρμηνεύων τὸ ὄγκιον οὐκ ἀρκεῖται εἰπὼν, ἔνθα σίδηρος ἔκειτο πολὺς καὶ χαλκός· ἀλλʼ ἐπήγαγεν, ἀέθλια ἄνακτος, δηλῶν, ὅτι οὐχʼ ἁπλῶς σιδήρου καὶ χαλκοῦ δοχεῖον τὸ ὄγκιον, ἀλλὰ καὶ τῶν χρησίμων τοῖς ἢ κατὰ μάχην ἢ ἄλλως ἀεθλεύουσιν. ἔνθα καὶ ὅρα τὸ, σίδηρος πολὺς καὶ χαλκὸς, ὡς μὴ ἐξ ἀνάγκης ἀεὶ τοῦ σιδήρου παρὰ τῷ ποιητῇ ἀντὶ τοῦ χαλκοῦ νοουμένου. ἰδοὺ γὰρ ἐν τῷ νῦν δηλωθέντι ὀγκίῳ καὶ σιδηρᾶ τινὰ ἔκειντο· ἔτι δὲ καὶ χαλκᾶ, χρήσιμα καὶ αὐτὰ εἰς ἀέθλια. ὅτι δὲ ὄγκος οὐ μόνον, ὡς εἴρηται, ἀκὶς καὶ ἀλαζονεία δὲ μεταφορικῶς, ἀλλὰ καὶ βάρος σταθμητικὸν, οὐκ ἔστιν ἀμφιβαλεῖν. ἔχει δὲ καὶ χρήσεις ἡ τοιαύτη λέξις. τὸ δὲ ἐξογκοῦσθαι καί τινα δηλοῖ ὄγκον εἶναι, σημαίνοντα διαπέτειαν καὶ ἄρσιν σωματικήν. ὅθεν ἴσως καὶ ὁ κατʼ ἀλωζονείαν ὄγκος, ὁ φυσῶν καὶ ἐξαίρων τοὺς ἄφρονας. Ὅτι παρεμπλέκων ὁ ποιητὴς καὶ ἐνταῦθα εὐμεθόδως ἱστορίαν, ἵνα τὸν λόγον ἀνεγείρῃ ἐκ τῆς μονοειδοῦς ὑπτιότητος, διηγεῖται περὶ τοῦ προσεχῶς ῥηθέντος τόξου, ὅθεν περιῆλθε τῷ Ὀδυσσεῖ, καὶ ἄρχεται τῆς ἱστορίας οὕτω· τόξον καὶ φαρέτρη ἰοδόκος δῶρα, τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισιν· ὃν δὴ στίχον καὶ ὑποκαταβὰς λέγει· τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν. Ὀδυσσεὺς μὲν μετὰ χρεῖος, ἤγουν διὰ χρέος, ὅ περ αὐτῷ πᾶς δῆμος ὄφειλε. μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν, ληϊσάμενοι δηλαδὴ, νηυσὶ πολυκλήϊσι τριηκόσια ἠδὲ νομῆας. τῶν ἕνεκα ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς, παιδνὸς ἐών. πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες. καὶ αὕτη μὲν ἡ αἰτία τοῦ ἐξ Ἰθάκης ὄντα τὸν Ὀδυσσέα ἐν Μεσσήνῃ εὑρεθῆναι. Ἴφιτος δέ, φησιν, ἵππους διζήμενος, αἵ οἱ ὄλοντο, δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοί. αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο, ἐπειδὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον φῶτα Ἡρακλῆα μεγάλων ἐπιΐστορα ἔργων. ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ, σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατο οὐδὲ τράπεζαν τὴν δὴ οἱ παρέθηκεν, ἔπειτα δὲ πέφνε καὶ αὐτόν· ἵππους δʼ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι. ταύτας τοίνυν, τὰς ῥηθείσας δηλαδὴ ἵππους, ἐρέων, τουτέστιν ἐρευνῶν, καὶ, ὡς ἀνωτέρω ἔφη, διζήμενος, ἐνταῦθα γὰρ μετὰ στίχους ὀκτὼ ἡ τῆς συντάξεως ἔστιν ἀπόδοσις, Ὀδυσῆϊ συνήντετο· δῶκε δὲ τόξον, ὃ πρὶν μὲν ἐφόρει μέγας Εὔρυτος· αὐτὰρ ὁ παιδὶ κάλλιπεν ἀποθνήσκων ἐν δώμασιν ὑψηλοῖσι. τῷ δʼ Ὀδυσσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν ἀρχὴν ξεινοσύνης προσκηδέος· οὐδὲ τραπέζῃ, τῇ κατʼ οἶκον, γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν, ὡς ἐῤῥέθη, τὸν Ἴφιτον, ὅς οἱ τόξον ἔδωκεν· ὃ, καθὰ προεῤῥέθη, οὔ ποτε Ὀδυσσεὺς ἐρχόμενος πόλεμόνδε ᾑρεῖτο, τουτέστιν ἐλάμβανεν· ἀλλʼ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο κέσκετο ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης. ὡς εἴ γε μὴ τοῦτʼ ἦν, ἀλλʼ ἐπὶ Τροίαν ἦγε καὶ αὐτὸ, οὐκ εἶχεν ἂν ἄρτι τοιοῦτον τόξον πιθανεύσασθαι, πάντων ἐν τῷ νόστῳ ἐκπεσὼν καὶ γυμνὸς αὐτὸς περισωθείς. καὶ οὕτω μὲν διεσάφησεν ὁ ποιητὴς, ὅπως ἐν Μεσσήνῃ συνήντησαν ὁ Ἰθακήσιός τε παιδνὸς Ὀδυσσεὺς καὶ ὁ Θετταλὸς Εὐρυτίδης Ἴφιτος, εἴ γε Θετταλὸς καθʼ Ὅμηρον καὶ ὁ Εὔρυτος, ὡς δηλοῖ τὸ, οἱ δʼ εἶχον Τρίκκην καὶ Ἰθώμην καὶ Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος, ὃς καὶ φονεύεται ἢ ὑπὸ Ἀπόλλωνος, ἐπεὶ προεκαλεῖτο ἐκεῖνον εἰς τοξείαν, ὡς ἐν τοῖς Φαίαξιν ἐδήλωσεν Ὀδυσσεύς· ἢ ὡς οἱ νεώτεροί φασιν, ὑπὸ Ἡρακλέος διὰ τὸν τῆς θυγατρὸς ἐκείνου Ἰόλης ἔρωτα, ὃν καὶ Σοφοκλῆς ἱστορεῖ. Τὰς δὲ ῥηθείσας ἵππους εἶχεν Ἡρακλῆς, οὐκ αὐτὸς ἢ ληϊσάμενος ἢ ὑφελόμενος, ἀλλʼ ἑτέρωθεν κλέμμα λαβών. Αὐτόλυκος γάρ, φασιν, ὁ Ἑρμοῦ κλέψας τὰς Εὐρύτου ἵππους πέπρακε τῷ Ἡρακλεῖ. ὃς Εὔρυτος οὕτω φερωνύμως καλεῖται παρὰ τὸ εὖ ῥύειν, ὅ ἐστιν ἑλκύειν τὸ τόξον· ἄριστος γὰρ ἦν ἐν τοξόταις· ἐξ οὗ ῥύειν καὶ ὁ γωρυτὸς, ὡς ἐῤῥέθη, γίνεται. Ὅρα δὲ κατὰ τὴν ῥηθεῖσαν ἱστορίαν, ὅτι ἀνέστρεψε καὶ αὐτὴν ὁ ποιητὴς οἰκείῳ ἔθει ἀκολουθῶν. ἦν γὰρ φύσει πρῶτον εἰπεῖν, διατί Ὀδυσσεύς τε ἐξ Ἰθάκης εἰς Μεσσήνην ἦλθε καὶ Εὔρυτος ἐκ Θετταλίας, καὶ οὕτω καθεξῆς προβῆναι. ὁ δὲ ἀναγκαίως προθεὶς ὡς ἐν λόγῳ προτάσεως τὸ δῶρον σχεῖν τὸν Ὀδυσσέα τὸ τόξον ἐκ τοῦ Ἰφίτου, εἶτα ὑποβάλλει τὰς ἀρχὰς, ἐπεμβαλὼν ἐκ περισσοῦ χάριν πολυμαθείας καὶ τὴν περὶ τῶν ἵππων ἱστορίαν καὶ τὴν τοῦ Ἡρακλέος ποιότητα καὶ ὑποθήκην περὶ ξενίας, ὡς μὴ δέον ὂν ἐξαθερίζειν αὐτὴν, καὶ ἀντίδοσιν αὖθις ξίφους τοῦ ἐξ Ὀδυσσέως πρὸς τὸν Ἴφιτον· ἃ καὶ συμπεράνας ἐπιφέρει τὴν ἐξ ἀρχῆς πρότασιν τὸ, ὅς οἱ τόξον ἔδωκε, δεικνὺς, τοῦτο καὶ μόνον αὐτῷ πρὸ ἔργου εἶναι, τὸ εἰπεῖν ὡς τὸ ἀνὰ χεῖρας ἄρτι τόξον δῶρον ἦν τοῦ Ἰφίτου, τὰ δʼ ἄλλα πάντα κατά τι πάρεργον ἐπεμβεβλῆσθαι. Τῶν δὲ τοῦ ῥηθέντος διηγήματος μερῶν τὸ μὲν δῶρα δῶκεν ἐτυμολογικῶς ἐφράσθη. Τὸ δὲ τυχήσας ἢ ἀντὶ τοῦ τυχὼν ἢ κατὰ τύχην, ἢ καὶ ἄλλως εὐτυχῶς συναντήσας κατά γε μόνον τὸ ἀλλήλους ἰδεῖν καὶ δῶρα δοῦναι καὶ ἀντιλαβεῖν. ἄλλως γὰρ οὐκ ἦν εὐτυχὲς τὸ μὴ καὶ τραπέζῃ γνῶναι ἀλλήλους οἰκειακῇ· εἰ δὲ καὶ ἐν ἀλλοτρίᾳ εἰκὸς ἦν καὶ συμφαγεῖν, οἷον ἐν τῷ τοῦ Ὀρτιλόχου οἴκῳ, ἔνθα ξύμβληντο ἀλλήλοις. Ἡ δὲ Μεσσήνη γράφεται μὲν, ὡς καὶ ἡ Σικελικὴ καὶ εἴ τις που ἄλλη, παρὰ πᾶσιν ἐν δυσὶ σσ. λέγεται δὲ κατὰ μὲν τοὺς ἡρωϊκοὺς χρόνους Λακώνων εἶναι, κατὰ δὲ τοὺς Ἡρακλείδας, ἤγουν μετὰ τὴν αὐτῶν κάθοδον, διχασθῆναι αὐτὴν τῆς Λακωνικῆς. τὸ δὲ δίπλασμα τοῦ σίγμα ἐν τῷ Μεσσήνῃ δηλοῖ καὶ τὸ ῥηθὲν Ὁμηρικὸν ἔπος· τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν, ἤγουν συνήντησαν· ὃς δὴ στίχος καὶ ἐπαινεῖται ὡς ὁλοσπόνδειος καὶ τῷ στασίμῳ τοῦ μέτρου ἐξομοιούμενος τῇ στάσει τῶν συναντώντων ἀλλήλοις κατὰ φιλίαν, ὥς περ αὖ πάλιν ἐπαινετοὶ ἑτέρωθι κατʼ ἄλλον τρόπον οἱ ὁλοδάκτυλοι, ὁποῖον καὶ τὸ, κεῖτο μέγας μεγαλωστὶ λελασμένος ἱπποσυνάων· ἔνθα ὅρα τὸ μεγαλωστὶ ὁμοιότητα συνθέσεως ἔχον οὐ μόνον πρὸς τὸ νεωστὶ, ἀλλὰ καὶ πρὸς τὸ δημιωστὶ καὶ ἱερωστὶ, ἐκ τοῦ δημίως καὶ ἱερῶς, ὡς παραδιδόασιν οἱ παλαιοί. Ὅτι δὲ τὸν ἐκ πέντε δακτύλων συγκείμενον στίχον καὶ ἕκτου σπονδείου ἢ τροχαίου πηδητικὸν μάλιστα γίνεσθαι οἴδασιν οἱ παλαιοὶ, ὁ τεχνικὸς παραδίδωσιν. ἔνθα σημειωτέον τὸ, μάλιστα δοκοῦν, πρὸς διαστολὴν ἑτέρου εἰρῆσθαι πηδητικοῦ ἔπους. εἴη δʼ ἂν τοιοῦτον ὁ κατʼ ἐνόπλιον ῥυθμὸν πεποδισμένος στίχος, οὗ μέμνηται καὶ ὁ κωμικὸς, ὁποῖος κατὰ τοὺς παλαιοὺς ὁ μετὰ δύο δακτύλους ἔχων σπονδεῖον κατὰ τὸ πάλιν καὶ πάλιν· οἷον, ὡς φάτο δακρυχέων, τοῦ δʼ ἔκλυε πότνια μήτηρ. λέγοιτο δʼ ἂν ἴσως κατʼ ἐνόπλιον διὰ τὸ πρέπειν μὲν ῥυθμὸν τοιοῦτον καὶ τοῖς ἄλλως κινουμένοις μετὰ συντονίας, ἐπὶ πλέον δὲ τοῖς μεθʼ ὅπλων σεμνῶς πηδῶσι καὶ κοῦφα πυῤῥιχίζουσι· Χρέος δὲ ἐνταῦθα εἶπεν οὐ τὸ δανεισθὲν ἀλλὰ τὸ ἐξ ἁρπαγῆς, ἣν οἱ Μεσσήνιοι κατὰ Ἰθακησίων ἔπραξαν. Ἐξεσία δὲ, ὡς καὶ ἐν Ἰλιάδι ἐν τοῖς περὶ Πριάμου, ἡ δημοσία πρεσβεία καὶ, ὡς εἰπεῖν, ἔκπεμψις, ὡς ἀπὸ τοῦ ἐξίημι, ἐξήσω, ὅθεν καὶ ἔξεσις παρʼ Ἡροδότῳ ἡ ἀπόπεμψις. διὸ ὑποκαταβὰς ἔφη· πρὸ γὰρ ἧκε πατήρ. ὅθεν γὰρ τὸ προῆκεν, ἐκεῖθεν καὶ ἡ ἐξεσία. Τὸ δὲ, πολλὴν ὁδὸν ἦλθε, ταυτὸν ἴσως τῷ, πολλὴν κέλευθον. Παιδνὸς δὲ, ὡς καὶ προεδηλώθη, ὁ παῖς παρὰ τὸ παίζειν, ὁμοίως τῷ ὀλοφυδνὸς καὶ ἀκιδνὸς καὶ τοῖς τοιούτοις. πολὺς δὲ ἔπαινος τοῦ Ὀδυσσέως τὸ ἐν παιδικῇ ἡλικίᾳ διʼ ὑπερβολὴν συνέσεως πρέσβυν δημοσίᾳ πεμφθῆναι οὐ παρὰ μόνου πατρὸς, ἀλλὰ καὶ τῶν γερόντων. Τὸ δὲ, ἵππους διζήμενος, ταυτόν ἐστι τῷ ἐρέων, τουτέστιν ἐρευνῶν, ὃ μετʼ ὀλίγα ἔθηκεν ἐν τῷ, ταύτας ἐρέων Ὀδυσσεὺς συνήντετο. Τοῦ δὲ διζήμενος πρωτότυπον θέμα διζῶ διζήσω, ἐξ οὗ τὸ δίζημι, ὡς τοῦ αἰτῶ τὸ αἴτημι καὶ τοῦ φιλῶ τὸ φίλημι, ὅθεν τὸ, φίλατο δαίμων, καὶ τοῦ αἰνῶ τὸ αἴνημι, ὡς τὸ, οὔ μιν ἔγωγʼ αἴνημι. οὕτω δὲ καὶ ἐκ τοῦ δειπνῶ καὶ ἀριστῶ, καθὰ καὶ ἀλλαχοῦ ἐδηλώθη, δείπνημι καὶ ἀρίστημι, ὡς δῆλον ἐκ τοῦ δεδείπναμεν καὶ δειπνάναι καὶ ἀρίσταμεν καὶ ἀριστάναι παρὰ Ἀθηναίῳ. Τὸ δὲ, γηράντεσσι τοκεῦσι, δηλωτικόν ἐστι τοῦ καὶ ἐκ τοῦ γηρῶ γενέσθαι τὸ γήρημι, οὗ μετοχὴ γηρὰς γηράντος. Ἐν δὲ τῷ, φόνος καὶ μοῖρα γένοντο, μοῖραν φανερῶς τὴν θανάσιμον δηλοῖ. Ἡρακλέος δὲ ἔπαινος οὐ μόνον τὸ Διὸς υἱὸν δὶς λεχθῆναι, καθὰ καὶ Ἴφιτος ἐν δυσὶ τόποις ἐπιείκελος ἀθανάτοις ἐλέχθη, ἀλλὰ καὶ τὸ, καρτερόθυμον, καὶ τὸ, μεγάλων ἐπιΐστορα ἔργων, τουτέστιν ἐπιστήμονα, οὗ τὸ ἁπλοῦν ἐν Ἰλιάδι, οἷον, ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι· ἄλλως δέ γε εἰπεῖν, μεγάλων ἐπιΐστωρ ἔργων ὁ παρὰ τοῖς ὕστερον συνθέτως λεγόμενος μεγαλουργὸς, ὁποῖος καὶ ὁ Μακεδὼν Ἀλέξανδρος. Ἰστέον δὲ καὶ ὅτι Ὅμηρος μὲν ἀσαφῶς φησὶν, ὡς κατέκτανεν Ἡρακλῆς καὶ πέφνε ξεῖνον ἐόντα τὸν Ἴφιτον· οἱ δὲ νεώτεροι ἀπὸ τείχους καταβληθῆναι αὐτὸν ὑφʼ Ἡρακλέος φασίν. ὅπως δʼ ἂν ἔχοι τὸ πρᾶγμα, ἥμαρτεν εἰς τὸν ξένιον Δία ὁ Ἡρακλῆς. διὸ καὶ τῇ Ὀμφάλῃ, φασὶν, ὕστερον ἐδουλώθη Λυδῇ γυναικί. Σημείωσαι δὲ καὶ ὅτι, εἴ περ τοῦ ἐνταῦθα ἱστορηθέντος φόνου τοῦ Ἰφίτου καθαρθῆναι ζητῶν ὁ Ἡρακλῆς κατά τινας τῶν παλαιῶν καὶ μὴ ὑπακουσθεὶς ὑπὸ τοῦ Πυλίου Νηλέως ἐπόρθησε τὴν Πυλὸν, πρεσβύτερος ἂν εἴη. τοῦ Νέστορος τοῦ ἐν Γερήνοις τότε τρεφομένου, Ὀδυσσεὺς οὗτος ὁ ἤδη καὶ πρεσβεύειν, ὡς ἐῤῥέθη, δυνάμενος, καὶ διὰ τὸ ἱστορηθὲν χρέος ἐξεσίην πολλὴν ὁδὸν ἐλθών. ἀλλʼ ἴσως οὐκ οἶδεν ὁ ποιητὴς οὔτε αἰτίαν ταύτην τοῦ ἁλῶναι τὴν Πύλον, οὔτε τὴν ἐν Γερήνοις ἀνατροφὴν τοῦ Νέστορος. οὕτω γὰρ καλῶς ἡ τοιαύτη ἀπορία λυθήσεται. Τὸ δὲ, ἔκτανε σχέτλιος, δοκεῖ μὲν ἐνταῦθα τὸν ἄδικον λέγειν διὰ τὸ τὸν Ἡρακλέα τοιοῦτον ἐνταῦθα φανῆναι. δύναται δὲ καὶ νῦν τὸν σφοδρὸν ὡς καὶ ἐν ἄλλοις δηλοῦν καὶ ἄξιον σχέσθαι καὶ τλῆναι. ἐφάνη δὲ τοιοῦτος καὶ ἐπʼ ἄλλοις ὁ Ἡρακλῆς. Λίνον τε γοῦν τὸν διδάσκαλον, ἐφʼ οἷς ἐχρῆν καὶ εὖ ἐκεῖνον θέσθαι, ἀνεῖλε, καὶ Ἀρχίαν ἢ Χαιρίαν παῖδα κονδυλίσας ἔῤῥιψεν εἰς ἀνέγερτον, δόντα αὐτῷ κατὰ χειρὸς ὕδωρ καὶ τῷ χερνιβίῳ ῥάναντι· ἔτι δὲ καὶ Κάλχαντα τὸν μάντιν ἐπὶ τῷ μετρήματι τῶν ὀλύνθων, ὡς ἱστορεῖ καὶ Λυκόφρων καί τινα δέ, φασι, Κύανθον ἄκων ἀνεῖλεν οἰνοχοοῦντα αὐτῷ, ᾧ καὶ τέμενος ἀνῆκεν οἰνοχόου λεγόμενον. Τὸ δὲ ἐρέων ἔστι μὲν ποιητικὴ λέξις. ἀπʼ αὐτοῦ δὲ γίνεται τὸ ἐρευνᾶν ἐπενθέσει τοῦ υ καὶ τοῦ ν, ὁποίῳ τρόπῳ καὶ τὸ ἐλαύνειν ἀπὸ τοῦ ἐλάειν γίνεται. Τὸ δὲ, μέγας Εὔρυτος, τὸ τοῦ Ὀδυσσέως τόξον συνιστᾷ, ὡς ἀνάλογον ὂν ἐκείνῳ τῷ μεγάλῳ, ἐξ οὗ διὰ μέσου τοῦ Ἰφίτου εἰς τοῦτον ἦλθε. διὸ οὐδὲ ἐφικνοῦνται αὐτοῖ οἱ μνηστῆρες. Τὸ δὲ, θνήσκων ἐν δώμασι, δηλοῖ μὴ πάνυ ἀναμφίβολον εἶναι ὑπὸ Ἡράκλεος θανεῖν τὸν Εὔρυτον. Ἄλκιμον δὲ ἔγχος καὶ ἐν ἄλλοις τὸ ἀλκιμοποιόν. Τὸ δὲ, ἀρχὴν ξεινοσύνης, τουτέστι ξενίας, δηλοῖ καὶ τέλος εἶναι αὐτῆς, ὃ καὶ παραδεικνὺς ἐπάγει τὸ, οὐδὲ τραπέζῃ γνώτην ἀλλήλω ἤγουν ἀλλήλους. τελεία γὰρ ἔκτοτε ἡ ξενία διὰ τὸν κοινὸν ἁγνίτην ἅλα καὶ τὸ ὁμοτράπεζον καὶ ὁμοέστιον καὶ ὁμωρόφιον. Τὸ δὲ προσκηδέος ἀντὶ τοῦ κηδεμονικῆς, φροντιστικῆς, ἐμφρόντιδος. ἐναντίον δὲ τῷ προσκηδέος τὸ δυσκηδέος καὶ ἀκηδέος. Τὸ δὲ, γνώτην ἀλλήλω, τὰ τῶν ἀντιγράφων ἀκριβέστερα κατὰ πτῶσιν γενικὴν τῶν πληθυντικῶν γράφουσιν ἀλλήλων, ἵνα λέγῃ, ὅτι γνῶσιν ἔσχον ὁ εἷς τοῦ ἑτέρου. οὕτω δὲ καὶ τὸ εἰδέναι ἐν Ἰλιάδι γενικῇ συντάσσεται μετά τε τοῦ εὖ, οἷον, τόξον εὖ εἰδώς· καὶ ἑτέρως δὲ, ὡς ἐκεῖ φαίνεται. σύστοιχα δὲ πάντως τὸ εἰδέναι καὶ τὸ γνῶναι καὶ τὰ ἐξ αὐτῶν. Τὸ δὲ μνῆμα ξένου ἀντὶ τοῦ μνήμη καὶ ἐνθύμησις καὶ, ὡς οἱ πολλοὶ λέγουσι, μνημόσυνον· ὁποίου τινὸς χάριν καὶ Ὀδυσσεὺς τὸ τοῦ Ἰφίτου τόξον ἀφεὶς ἐν τῷ οἴκῳ, ἡνίκα εἰς Τροίαν ἔπλεε, πολλὴν, ὡς ἐῤῥέθη, πιθανότητα τῇ κατὰ τῶν μνηστήρων τοξείᾳ νῦν περιεποιήσατο. οὕτω καὶ Διομήδης τὸ τοῦ Βελλεροφόντου ἔκπωμα τὸ δοθὲν τῷ πάππῳ Οἰνεῖ ἔλιπεν ἰὼν ἐν δώμασι, καθὰ ἡ Ἰλιὰς δηλοῖ, ἵνα μὴ ἄλλως ἀπολωλότι συναπέλθοι καὶ τὰ τῆς φιλίας καὶ οἷον συνθάνοι τῷ ξείνῳ, ἀλλʼ ὑπὲρ γῆς καὶ εἰσέπειτα τῷ κειμηλίῳ συναναφαίνοιτο. Τὸ δὲ, κέσκετο ἐνὶ μεγάροις, εἶχε μὲν γράψαι καὶ κάτθετο ἐνὶ μεγάροις, εἵλετο δὲ τὸ, ὡς καὶ προεγράφη που, ποιητικώτερον. ἔφη δὲ κοινότερον πρὸ τούτων ἐν τῷ, κειμήλια κεῖτο ἄνακτος. Ὅτι θαλάμου διασκευάζων εἰσέλευσιν ὁ ποιητής φησιν· οὐδὸν δρύϊνον προσεβήσετο, ὅν ποτε τέκτων ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν, ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δʼ ἐπέθηκε φαεινάς. Καὶ ὅρα ὡς λέξεις διαφόρους μὲν τῇ σημασίᾳ, παρηγμένας δὲ ἀπὸ ἑνὸς ῥήματος, τὴν στάθμην καὶ τὸν σταθμὸν, παρέθετο κατὰ σχῆμα παρηχήσεως. Δρύϊνος δὲ οὐδὸς πρὸς διαστολὴν ἑτέρων, μειλίνου τε καὶ χαλκέου καὶ λαΐνου. Τὸ δὲ, ξέσεν ἐπισταμένως, ταυτόν ἐστι τῷ ἐπελέκησεν. Ὅτι στερεᾶς θύρας ἄνοιξιν φράζων διασκευαστικῶς φησίν· αὐτίκα ἡ Πηνελόπη ἱμάντα θοῶς ἀπέλυσε κορώνῃ, ἐν δὲ κληϊδʼ ἧκε, θυρέων δʼ ἀνέκοπτεν ὀχῆας ἄντα τιτυσκομένη· τὰ δʼ ἀνέβραχεν ἠΰτε ταῦρος βοσκόμενος λειμῶνι· τόσʼ ἔβραχε καλὰ θύρετρα πληγέντα κληῗδι· πετάσθεισαν δέ οἱ ὦκα. Ἐνταῦθα δέ φασιν οἱ παλαιοὶ ὅτι τὸ κλεῖθρον ἑκατέρωθεν ἐξήρτητο πρός τινα κρίκον, ὥστε διʼ οὗ μὲν ἑλκομένου πρὸς τῷ σταθμῷ κεκλεῖσθαι, διʼ οὗ δὲ ἀνοίγεσθαι εἰς τοὐναντίον ἑλκομένου, ὡς εἶναι δύο ἱμάντας, τὸν μὲν κλείοντα, τὸν δὲ ἀνοίγοντα καὶ ἑκάτερον κρίκου τινὸς ἐξηρτῆσθαι. ὃν δὴ κρίκον ἔοικε κατὰ τοὺς οὕτω λέγοντας κορώνην ὁ ποιητὴς ἐνταῦθα καλεῖν, ᾗ τὸν ἱμάντα ἡ Πηνελόπη ἀπέλυσε. δυνατὸν δὲ καὶ ἄλλως ἕνα ἱμάντα εἶναι ἀνοίγοντα τὸ ἐντὸς κλεῖθρον. εἰ δὲ γράφεται, ἱμάντα θοῶς ἀπέλυσε κορώνης, ἔστι νοῆσαι, ὅτι περ ἱμάς τις, ἐκδεδεμένος τοῦ ἔσω μοχλοῦ, ἐξήρτητο τῆς ἔξω κορώνης, ἧς ἀπέλυσεν αὐτὸν ἡ Πηνελόπη. καὶ λαλοῦνται μὲν οὕτω ταῦτα καὶ ὑπονοοῦνται, οὐ μὴν δὲ καὶ νοοῦνται σαφῶς. ῥηθήσεται οὖν τι σαφέστερον μετὰ τὴν ὅλην ἔφοδον τῆς κλειδός. καὶ γὰρ τὰ ἐφεξῆς τῶν παλαιῶν ἔχουσί τινα δυσχέρειαν. τὸ γοῦν κληῗδα ἐνῆκε, θυρέων δʼ ἀνέκοπτεν ὀχῆας, οὕτω πως καθιστῶσιν. ὀχῆας δέ, φασιν, οὐ τοὺς ἔνδον μοχλοὺς, ἢ δύο τυχὸν ὄντας, ἢ ἕνα μὲν, ἐσχηματισμένον δὲ πληθυντικῶς κατὰ σχῆμα ποιητικὸν, ἀλλὰ τὰς λεγομένας βαλάνους τὰς ἐν τῷ χελωνίῳ καταντικρὺ τῆς κλειδός. αἱ περιαγονταί, φασι, καὶ ἀνοίγονται. δοκοῦσι δὲ εἶναι αὗται, ἃς νῦν διαδρόμους φαμέν, διὸ καὶ ἄντα τιτύσκεται, δηλαδὴ καταστοχάζεται τῶν βαλάνων ἐν τῷ ἀνοίγειν, ὡς ἂν αἱ βάλανοί, φασιν, ἀντίαι γένωνται τοῖς γόμφοις τῆς κλειδὸς, ἵνα λέγῃ, ὅτι ἐνῆκεν ἡ Πηνελόπη τὴν κλεῖδα καὶ ἀνέκοπτεν ἤγουν ἀνέκρουεν, ἀνώθει τὰς βαλάνους, τιτυσκομένη, ὡς εἴρηται. καὶ τοῦτο μὲν φράζεται οὕτως, εἰ καὶ γλαφυρῶς, ἀλλʼ οὐ πάνυ σαφῶς. ἔχει δέ τι καὶ προσιστάμενον ὁ λόγος, ἐπεὶ οὐ φαίνεται γόμφους ἔχειν ἡ κλεὶς ὡς ἀνακρούειν τὰς βαλάνους, δρεπανοειδὴς δὲ μᾶλλον ἦν, ὡς προείρηται. δυνατὸν οὖν καὶ ἄλλως εἰπεῖν ἀμαθέστερον κατὰ τὸν κωμικὸν καὶ σαφέστερον, ὅτι πρῶτα μὲν ἱμάντα προσδεδεμένον τῇ κορώνῃ, ὁποία τις ἂν καὶ εἴη αὕτη εἴτε κόραξ εἴτε κρίκος, ἀπέλυσεν ἤτοι ἔλυσεν, ὡς εἰ καί τις δεσμὸν ἰήλας κατὰ τὸν ποιητὴν, εἶτα λύσει. καὶ τὸν ἱμάντα οὕτω λύσασα ἐνῆκε τὴν προῤῥηθεῖσαν εὐκαμπέα κληῗδα διά τινος κατὰ τὰς θύρας ὀπῆς, καὶ ἅμα τούς τε ἔσω ἀνέκοπτε μοχλοὺς τῶν θυρῶν διὰ τῆς κληῗδος, καὶ τὰς θύρας δὲ αὐτίκα συγκόψασα κατὰ τὸ σιωπώμενον ἤνοιξεν, ὡς δηλοῖ τὸ, τὰ δʼ ἀνέβραχεν. ὡς γὰρ ἐν Ἰλιάδι διὰ τοῦ, αὐτόματοι πύλαι μύκον, τὴν ἄνοιξιν ἐδήλωσε τῶν θυρῶν, οὕτω καὶ ἐνταῦθα διὰ τοῦ ἀνέβραχεν, ἀρκεσθεὶς καὶ νῦν ἐκ τοῦ παρακολουθοῦντος δηλῶσαι αὐτὸ τὸ ἔργον. παρακολουθεῖ γὰρ τῇ τῶν ἀσφαλῶν θυρῶν ἐκπετάσει τὸ ἀναβραχεῖν, καθὰ καὶ τὸ μυκᾶσθαι· ἃ καὶ ἀμφότερα ἐκ τῶν βοῶν τέτραπται, ἀλλὰ τὸ μὲν μύκον ἐν Ἰλιάδι ἁπλῶς ῥηθὲν ἀνεπεξέργαστον ἔμεινε διὰ τὴν τοῦ μύκον σαφήνειαν, ἐνταῦθα δὲ τὸ ἀνέβραχεν ἐδεήθη καὶ παραβολῆς, ἵνα διασαφηθῇ. ἄλλως γὰρ καὶ φήγινός που ἄξων ἀνέβραχε, καί τινος πεσόντος ἐν μάχῃ τεύχεα ἔβραχεν ἐπʼ αὐτῷ. ἐπήγαγεν οὖν τὸ, ἠΰτε ταῦρος, ἵνα τὸ ἀνέβραχε νοηθείη ἐπὶ ταυρείας κυριολεκτεῖσθαι φωνῆς, ὡς τὸ βρυχᾶσθαι ἐπὶ λέοντος. διὸ καὶ δὶς ἐνταῦθα εἶπε τὸ ἀνέβραχε, τὸ μὲν συνθεὶς μετὰ τοῦ ταύρου ἐν τῷ, ἀνέβραχεν ἠΰτε ταῦρος, τὸ δὲ μετὰ τῶν θυρῶν ἐν τῷ, ἔβραχε καλὰ θύρετρα. δῆλον δὲ καὶ ὡς πλεονάζει ἡ πρόθεσις ἐν τῷ ἀνέβραχεν, ὥς περ ἴσως καὶ ἐν τῷ, ἀνέκοπτεν ὀχῆας, καὶ ἐν τῷ, ἀπέλυσε κορώνης ἢ κορώνῃ, ὡς ἐῤῥέθη, κατὰ δοτικήν. ἀλλʼ οὕτω μὲν τὸ ἔβραχε καὶ τὸ ἀνέβραχεν ὡς ἀπὸ ταύρου εἴληπται. τὸ μέντοι, ἀνεπετάσθησαν, ὃ δηλοῖ τὸ μέγεθος τῶν θυρῶν, ἐξ ὁμοιότητος ἐλήφθη διαπεταννυμένων πτερύγων, ἀετοῦ τυχὸν ἢ τοιοῦδε τινὸς μεγάλου ὄρνιθος. καὶ δηλοῖ ὁ ποιητὴς τοῦτο ἐν Ἰλιάδι περί που τὴν τοῦ ω μεγάλου ῥαψῳδίαν παραβολικῶς. ὡς γὰρ τὸ μύκον ἐπὶ θυρῶν μὴ παρασημηνάμενος ἐν Ἰλιάδι ἀπὸ ταύρου λαβεῖν ἐνέφηνεν αὐτὸ ἐνταῦθα διὰ τοῦ, ἀνέβραχεν ἠΰτε ταῦρος, οὕτως ἐνταῦθα θύρας διαπετασθῆναι ἁπλῶς οὕτως εἰπὼν ἑρμηνεύει τὴν λέξιν ἐκεῖ διὰ παραβολῆς τῆς ἀπὸ ἀετοῦ. ἐν τούτοις δὲ μνηστέον τοῦ, κλαυσιᾷ τὸ θυρίον, ὃ κεῖται παρὰ τῷ κωμικῷ, καὶ λογιστέον, ὅσον τὸ διάφορον τούτου πρὸς τὸ Ὁμηρικόν. ἐκεῖνος μὲν γὰρ παίζων πρὸς ἦχον θυρίδος λεῖον καὶ ἄῤῥοιζον οὕτως ἔφρασεν, ἰσχνάνας τὴν προφορὰν τοῦ νοήματος διά τε τοῦ ἀφώνου κάππα καὶ τοῦ ὑγροτάτου λάμβδα. ἐπεὶ καὶ δοκοῦσι τὰ τοιαῦτα θύρια ἐθέλειν κλαίειν ὡσεὶ νεογιλὰ σκυλάκια. Ὅμηρος δὲ σεμνῶς ἅμα καὶ προσφυῶς μεγάλης θύρας εὖ ἀραρυίας τρισμὸν τραχὺν τῇ φράσει μιμούμενον οὔτε ἄφωνόν τι παρείληφε κατὰ τὰ ψιλὰ, οὐδὲ ἀμετάβολον ἰσχνόφωνον, ἀλλʼ εὐγενῶς ἐπελέξατο τὸ ἀνέβραχε, τραχυφωνήσας μὲν διὰ τοῦ ρ περιφανῶς, ὑποσεμνύνας δὲ τὸ τραχύφωνον καὶ τῇ τοῦ β συνεκφωνήσει ὡς οἷον βομβοῦντος, ἔτι δὲ καὶ τῇ τοῦ δασέος χ, ἃ δὴ τρία σύμφωνα καὶ τὸ βρυχᾶσθαι ἀποτελοῦσιν. Ἰστέον δὲ ὅτι τὸ ἀνακόπτειν παρὰ τοῖς ὕστερον καὶ ἀντὶ τοῦ ἀνασειράζειν ἐπὶ ἵππων λέγεται, ὅμοιόν τι ὂν τῷ ἀναχαιτίζειν. ἐκεῖθεν δὲ τροπῆς γενομένης καὶ ὕδωρ ἀνακόπτεσθαι λέγεται. καὶ ἀταξίαν δέ τις ἀνακόπτει ὡς οἷα τινὸς ἵππου δυσηνίου ὁρμήν. Περὶ δὲ ὀχήων ἤτοι ὀχέων καὶ μοχλῶν ἡ Ἰλιὰς ἐδήλωσε. Τὸ δὲ, τάδʼ ἀνέβραχε, μετεσχημάτισται ἀπὸ τοῦ θηλυκοῦ γένους τῶν θυρῶν, ὡς πρὸς τὰ ἐπαγόμενα καλὰ θύρετρα. Τὸ δὲ, βοσκόμενος λειμῶνι, παρατετηρημένως ἔφη, ὡς τοῦ ταύρου τότε ὑπὸ τρυφῆς ἀναβράχοντος μάλιστα. Τὸ δὲ πληγέντα κληΐδι, ὅμοιον ὡς εἰ καὶ ἀνακοπέντα εἶπε κατὰ τὸ ἀνέκοπτεν ὀχῆας. ἐπεὶ καὶ ταυτόν ἐστι κόπτειν καὶ πλήττειν. ἐκ δὲ τῶν ἀνωτέρω ῥηθέντων, ἤγουν τῆς κληῗδος, τῶν βαλάνων, τοῦ ἀνακόπτειν, τοῦ ἀνακρούειν, καὶ τῶν τοιούτων, λαβών τις παλαιὸς ἐρωτικὴν προσφώνησιν ἐν ἐποποιΐᾳ ἐλάλησε πρὸς γυναῖκα, κομψῶς φράσας· ἣν ὁ βουλόμενος ἀναλεξάσθω εὑρών. Ὅτι τοῦ Τηλεμάχου εἰπόντος ἐν ἄλλοις, ὡς μητέρι μοι μνηστῆρες ἐπέχραον, ἐνταῦθα ἐπιεικέστερον ἡ Πηνελόπη λαλοῦσα ὀνειδίζει τοὺς μνηστῆρας· κέκλυτε, εἰποῦσα, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα ἐχράετʼ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ, ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τινʼ ἄλλην μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε, ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα· τὰ ἐκ παραλλήλου ταυτά· ἀλλʼ ἄγετε μνηστῆρες, ἐπεὶ τόδε φαίνεται ἄεθλον, θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο, ὃς δὲ ῥηΐτατα ἐντανύσει βιὸν καὶ ἑξῆς πέντε στίχους, οὓς ἔφη νύκτωρ πρὸς τὸν ξεῖνον ἄνδρα, ἐν οἷς δηλοῦται ὡς τῷ διοϊστεύσαντι τῶν πελέκεων ἕψεται ἀφεῖσα τόδε δῶμα· οὗ, ὡς καὶ προεῤῥέθη, μεμνήσεται ἔν περ ὀνείρῳ. Ἔνθα ὅρα, ὡς οὐδὲ ἡ γυνὴ κρίνει δίκαιον τὸν τοῦ Τηλεμάχου οἶκον αὐτῇ δοθῆναι καὶ ὅς τις ὀπύει καθά τινες τῶν μνηστήρων ἤθελον. ἔστι δὲ καὶ ἐν τοῖς ῥηθεῖσι τὸ ἐχράετε ἀντὶ τοῦ ἐβαρύσατε, ἐπιπεσόντες ἐβιάσασθε, ὡς ἐν τοῖς φθάσασιν ἀκριβέστερον εἴρηται. Τὸ δὲ, ἐσθιέμεν καὶ πινέμεν αἰεὶ, βοσκηματώδεις καὶ βοροὺς καὶ ἀργοὺς τοὺς μνηστῆρας εἶναι σκώπτει. Τὸ δὲ, τόδε δῶμα, ἢ ἀντὶ τοῦ κατὰ τόνδε τὸν οἶκον, ἢ τὰ ἐν τῷδε τῷ δώματι, ἵνα ἐκ τοῦ περιέχοντος δηλοῖ τὰ ἐν αὐτῷ. καὶ ἄλλως δὲ, ἀστείως ἔχει τὸ φάναι ἁπλούστερον τὴν γυναῖκα, ὡς οἱ μνηστῆρες αὐτὸ δὴ ὅλον τὸ δῶμα ἐσθίουσι, καὶ ἔχει τι καὶ βαρύτητος ὁ τοιοῦτος λόγος. Τὸ δὲ ἐμμενὲς τὴν ὁλόψυχον καὶ ἀγήνορα βίαν δηλοῖ. Τὸ δὲ αἰεὶ ταυτὸν τῷ πολὺν χρόνον. Ἐν δὲ τῷ, μύθου ἐπισχεσίην, οἱ παλαιοὶ μῦθον μὲν ἐνταῦθα ἰδίως τὴν στάσιν λέγουσιν. ἐπεὶ καὶ Ἀνακρέων τοὺς ἐν Σάμῳ θέλων εἰπεῖν στασιαστὰς, μυθηταὶ δʼ ἐν νήσῳ, φησὶ, διέπουσιν ἱερὸν ἄστυ, ἀντὶ τοῦ στασιασταὶ ἐπίῤῥητοι, ἢ ἄλλως ἐν μύθοις καὶ μόνοις ἔχοντες τὸ σεμνὸν, ἢ καὶ ἀγορηταὶ βλαβεροί· ἐπισχεσίαν δὲ τὴν πρόφασιν, ἐπεί περ οἱ προφασιζόμενοι ἐπέχουσιν, ὅ ἐστι μένουσιν ἐννοούμενοι, τί ἂν εἴποιεν. ὅθεν διὰ τὸ οὕτως ἐπιμένειν καὶ μύνην τὴν τοιαύτην ἐπισχεσίην μετʼ ὀλίγα ἐρεῖ ἐν τῷ, ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε, ἤγουν προφάσεσιν, ἵνα ᾖ μύνη οἱονεί τις μονή. μονῆς γάρ τινος χρεία τοῖς προφασιζομένοις καὶ ἐπίσχουσιν ἤτοι ἐπέχουσιν· ἀφʼ ἧς λέξεως καὶ οἱ ἐφεκτικοὶ σοφοὶ παρὰ τοῖς παλαιοῖς, ὅ ἐστι σκεπτικοί. ἐκ δέ γε τοῦ μονὴ γίνεται Αἰολικῶς μύνη κατά τε συνήθη βαρὺν τόνον καὶ τροπὴν τοῦ ο ὁμοίως τῷ, ὄνομα ὄνυμα, ἀσσότεροι ἀσσύτεροι, καὶ τοῖς ὁμοίοις. λέγει δέ, φασι, καὶ Ἀλκαῖος τὸ προφασίζεσθαι μύνεσθαι, οἷον, οὐδέ τι μυνάμενος ἄλλο νόημα. ἕτεροι δὲ μύνην φασὶ τὴν πρόφασιν παρὰ τὸ μύειν τὸ στόμα. καὶ ταῦτα μὲν χρήσιμα μετʼ ὀλίγον. Ἐνταῦθα δὲ ῥητέον καὶ ὅτι τὸ χῶ μονοσύλλαβον ῥῆμα, ὃ δηλοῖ τὸ χωρῶ, ἐξ οὗ καὶ τὸ χαίνω καὶ τὰ ἀπʼ αὐτοῦ, ὡς ἀλλαχοῦ κεῖται, ὧν ἐστι καὶ τὸ χανδὸν καὶ προχάνη ἡ πρόφασις· τὸ τοίνυν τοιοῦτον χῶ πλεονασμῷ τοῦ σίγμα σχῶ γίνεται, ἀφʼ οὗ καὶ σχῆμα τὸ μαθηματικὸν, ὡς χωρητικὸν ὂν τοῦ ἐμβαδοῦ, καὶ σχέσις· καὶ αὐτὴ δὲ ἡ Ὁμηρικὴ ἐπισχεσία. ὃ γὰρ ἐπίσχει τις, καὶ ἄλλως δὲ εἰπεῖν, ὅ περ ἴσχει καὶ κατέχει, χωρεῖται οἷον αὐτὸ παρʼ ἐκείνῳ, ἐπεὶ οὐκ ἀφίεται, ὅτι δὲ ἐκ τοῦ χῶ καὶ ἡ χειὰ, προσλήψει δὲ συλλαβῆς καὶ ἡ χώρα, ἧς παράγωγον τὸ χωρίον, κεῖται καὶ αὐτὰ ἐν ἄλλοις. ὅτι δὲ τοῦ χῶ δοκεῖ παράγωγον εἶναι ἄῤῥητον καὶ τὸ χάζω, δῆλον ἔκ τε τῆς χάσμης καὶ ἐκ τοῦ χασμᾶσθαι, ὅ περ οὐκ ἐπὶ στομάτων μόνων λέγεται, ἀλλʼ ἤδη τροπικῶς καὶ ἐπὶ θύρας ἠνεῳγμένης, ὡς δηλοῖ ὁ γράψας τὸ, τῆς θύρας χασμωμένης ἂν ἐπιλάβηται, πρῶτος εἰσῆλθε. καὶ τοιάδε μὲν καὶ ταῦτα. Τὸ δὲ, ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι, σχήματος ἔχει ἀλλαγήν. τὸ γὰρ ἀκόλουθον ἦν οὕτως· οὐ δέ τινα ἄλλην πρόφασιν ποιήσασθαι ἔσχετε, ἀλλὰ τὸ ἐμὲ ἵεσθαι γῆμαι. Τὸ δὲ ἐπεὶ τόδε φαίνεται ἄεθλον, ἀντὶ τοῦ, ἐπειδὴ ὁ ἀγὼν ἐπʼ ἐμοί ἐστι καὶ ἐπὶ τῷ ἐμὲ γῆμαι, καὶ ἐγὼ κεῖμαι προφανῶς τοῦ ἀγῶνος ἔπαθλον. ὃ μετʼ ὀλίγα ὁ υἱὸς ἑρμηνεύων φησί· φαίνετʼ ἄεθλον οἵη νῦν οὐκ ἔστι γυνὴ καὶ ἑξῆς. ἐνταῦθα δὲ, εἰ μὴ τὸ ἀλλʼ ἄγετε νοηθείη ἀντὶ τοῦ, ἀλλὰ σπεύδετε, δοκεῖ ἔλλειψις εἶναι, ἵνα λέγῃ ὅτι ἀλλʼ ἄγε πρὸς ἀγῶνα ἑτοιμάσασθε, ἤ τι τοιοῦτον. Σημείωσαι δὲ ὅτι Ὁμήρου εἰπόντος τὸ, μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ, λαβὼν ἐκεῖθεν Εὐριπίδης ἀνάπαλιν ἔφη ἐν Κερκύονι ἐπὶ φίλου ἀμελοῦς, Ποσειδῶν δὲ ἦν ἐκεῖνος τὸ, πλήσας δὲ νηδὺν οὐδʼ ὄναρ κατʼ εὐφρόνην φίλοις ἔδειξεν αὐτόν. Ὅτι Εὔμαιος καὶ Φιλοίτιος οἱ δοῦλοι τὸ δεσποτικὸν τόξον ἰδόντες τιθέμενον ὡς ἐπὶ ἀγῶνι κλαίουσιν, οἷα δεδιότες μή τις νικήσας τῶν μνηστήρων ἀποίσεται τὴν Πηνελόπην. καὶ ἄλλως δὲ κλαίουσιν, ἀναμνησθέντες τοῦ δεσπότου διὰ μέσου τοῦ τόξου, καθὰ καὶ πρὸ αὑτῶν ἡ δέσποινα. Ἀντίνοος δὲ ἐπισκώπτων φησί· νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες· τουτέστι τὸ παρὸν μόνον καὶ παραυτίκα σκοπούμενοι, πρόνοιαν δὲ τοῦ μέλλοντος μὴ τιθέμενοι. τοῦτο δὲ καὶ σκῶμμα ἐστὶ κατὰ ἀγροίκων ἀνδρῶν, καὶ ἀπειλὴν δέ τινα ἔχει κατὰ τῶν ῥηθέντων δούλων ὡς μὴ προσκεπτομένων ἃ πείσονται. εἶτα εἰπὼν συνήθως, ἆ δειλοὶ, αἰτιᾶται, διότι δακρύοντες ἐρεθίζουσι καὶ τὴν γυναῖκα εἰς ὅμοια, πενθοῦσαν καὶ ἄλλως δὲ διὰ τὸν ἄνδρα. εἶτα εἰπών· ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε κλαίετον ἐξελθόντες, καταθέσθαι τε αὐτόθι τὰ τόξα κελεύει καὶ τὸν προκείμενον ἄεθλον ἀάατον λέγει. καὶ οἴεσθαι μέν, φησι, μὴ ἂν ῥᾳδίως τόδε τόξον ἐντανύεσθαι, καὶ ὁμολογεῖ τὴν τοῦ Ὀδυσσέως ἀρετὴν, εἰπών· οὐ γάρ τις μετὰ τοῖος ἀνὴρ ἐν τοῖσδεσι πᾶσιν, οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα· καὶ γὰρ μνήμων εἰμί· πάϊς δʼ ἔτι νήπιος ἦα, ἤγουν ἤμην, ὅτε δηλαδὴ Ὀδυσσεὺς οὔ πω εἰς Τροίαν ἔπλευσε. καὶ οὕτω μὲν οἴεσθαι λέγει περὶ τῶν ἄλλων μνηστήρων εἰπὼν τοῦτο. τῷ δʼ ἄρα, φησὶ, θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου· ἐφʼ οἷς Ὅμηρος ἀπαίσιον λόγον ἐκρήξας κατὰ τοῦ ἀλαζόνος φησὶ προαναφωνητικῶς· ἤτοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὅν ποτʼ ἀτίμα ἥμενος ἐν μεγάροις, ἐπὶ δʼ ὤρνυε πάντας ἑταίρους, ἤγουν αὐτός τε ἠτίμαζε καὶ τοὺς ἄλλους ἠρέθιζε. λέγει δέ πως ὁ ποιητὴς, ὡς οὐκ ἐντανύσει μὲν ὁ Ἀντίνοος τὸ τόξον μόνος τῶν ἄλλων, καθὰ ἔολπε, γεύσεται δὲ πρῶτος ὀϊστοῦ, ὡς καὶ πρῶτος αἴτιος. πάνυ δὲ καιρίως κεῖται τὸ γεύσεται, καὶ οὐκ ἔστιν οὐδὲ ἑρμηνεῦσαι αὐτὸ κάλλιον. ὥρμηται δὲ ἐκ τοῦ, χειρῶν γεύσασθαι, ὃ φθάσας ἔφη ὁ Μελανθεὺς, πλὴν ὅσον ἐκεῖ μὲν χειρῶν γεύσεσθαι ἐῤῥέθη, ἐνταῦθα δὲ ὀϊστοῦ γεύσεσθαι ἐκ χειρῶν. ὁ δὲ ὀϊστὸς ἐκ τοῦ ὀΐω, τὸ κομίζω, γινόμενος εἰκότως διαλέλυται καὶ τρισυλλαβεῖ πρὸς διαστολὴν τοῦ ὀϊστοῦ, ἐξ οὗ σύνθετον τὸ ἀνύποιστον. καὶ ταῦτα μὲν τοιαῦτα. Ὅτι δὲ τὸ, ἐφημέρια φρονέοντες, ἤγουν μόνα τὰ σήμερον, ἔχει τι καὶ ἀπειλῆς, ὡς ἐῤῥέθη, δηλώσει ἐν τοῖς ἐφεξῆς ἅ περ ἀκούσει ἐκ τῶν μνηστήρων ὁ Εὔμαιος φέρων τὸ τόξον τῷ Ὀδυσσεῖ, ὅτι δηλαδὴ ἐὰν θεὸς αὐτοῖς ἱλήκοι τοῦ γάμου καταπραχθέντος, κύνες αὐτὸν ἔδονται. Ἔτι ἰστέον καὶ ὅτι εἰ καὶ τῷ Ἀντινόῳ μεμπτὸν δοκεῖ τὸ ἐφημέρια φρονεῖν, ἀλλʼ ἡ τραγῳδία ἔχει τινὰ νοοῦντα, ὡς καὶ τὸ τοιοῦτον ἔστιν οὗ ἀγαθὸν δοκεῖ, τὸ, ζῶν τι δηλαδή τινι καθʼ ἡμέραν μέτρια εἶναι πρός γε τὸ ἀρκοῦν. Ἰστέον δὲ ὅτι, ὥς περ κάπρος κάπριος, Αἰτωλὸς Αἰτώλιος, οὕτω καὶ ἐφήμερος ἐφημέριος· ἐξ οὗ τὸ ἐφημέρια. λέγεται δὲ τὸ ἐφήμερος ἐπί τε ἀνθρώπου καὶ ἐπὶ ζῴου δέ τινος ἄλλου. καλοῦνται γὰρ ἐφήμερα ζωΰφια, οἷς δυστυχία τὸ μίαν μόνην ἡμέραν ζῆν, ὁποῖός τις ἱστόρηται εἶναι καὶ ὁ παρὰ τῷ Λυκόφρονι ἰστριεὺς πόρκος. Κεῖται δʼ ἐνταῦθα καὶ φράσις κωλυτικὴ τοῦ ἐρεθίζειν φίλανδρον γυναῖκα εἰς κλαυθμὸν ἐν τῷ, τί νυ δάκρυα κατείβετον ἠδὲ γυναικὶ θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον, ᾗ τε καὶ ἄλλως κεῖται ἐν ἄλγεσι θυμὸς, ἐπεὶ φίλον ὤλεσεν ἀκοίτην; Καὶ ὅρα τὸ, κεῖται ἐν ἄλγεσι θυμὸς, ἀντὶ τοῦ ἀπρακτεῖ διὰ τὸ πολὺ τοῦ ἄλγους. Ἐντεῦθεν δὲ συνθέντες οἱ μεθʼ Ὅμηρον ἐγκεῖσθαι φασὶ τὸ ἐνστατικῶς περί τι ἔχειν. Τὸ δὲ, ἀλλʼ ἀκέων δαίνυσθε, ἀντὶ τοῦ ἡσύχως ἢ ἡσυχάζοντες, περὶ οὗ καὶ προγέγραπται, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δὲ εἴρηται, ὀχλεῖ τινὰς διὰ τὸ καινοφανές. διὸ καὶ μεταγράφοντες, ἀλλὰ καὶ ὣς δαίνυσθε, ἀσύμφωνα λέγουσι τοῖς παλαιοῖς. Τὸ δὲ τόξα πληθυντικῶς ἔφη ἀντὶ τοῦ τόξον, εἰωθὼς ποιεῖν καὶ οὕτω, καὶ μᾶλλον ὅτε τῷ τόξῳ συννοοῦνται καὶ οἱ ὀϊστοί. Ἀάατος δὲ καὶ νῦν ὁ ἀτηρὸς παρὰ τὴν ἄτην, ἐξ ἧς κατὰ στέρησιν ἄατος ὁ ἀβλαβὴς, καὶ κατὰ δευτέραν στέρησιν ἀάατος ὁ μὴ ἀβλαβὴς, ἀλλὰ δηλαδὴ βλαβερὸς ἤτοι ἀτηρός. αἱ γὰρ δύο στερήσεις, ἑαυτὰς φθείρασαι, ἀφιᾶσι τὴν ἐξ ἀρχῆς λέξιν δηλοῦν τὸ οἰκεῖον. δύναται δὲ ἄλλως ἀάατος εἶναι καὶ ὁ πολυβλαβὴς ὡς ἀπὸ τοῦ ἀάσαι τὸ βλάψαι, ἐξ οὗ ἄατος ἁπλῶς ὁ βλαβερὸς, καὶ κατʼ ἐπίτασιν ἀάατος ὁ πάνυ τοιοῦτος. Τὸ δὲ, οὐ γάρ τις μετὰ τοῖος ἀνὴρ καὶ ἑξῆς, παρῳδηθήσεταί ποτε εἰς ἔπαινον ἀνδρὸς ἀγαθοῦ. Τὸ δὲ μετὰ ἐστι μὲν ταυτὸν τῇ εν προθέσει, νοηθὲν δὲ ὑπερβατῶς μετὰ τοῦ, ἐν τοῖσδεσι πᾶσιν, ἐκ παραλλήλου κεῖται μετὰ ἰσοδυνάμου προθέσεως. Τὸ δὲ τοῖσδεσιν οὐκ ἂν προπαροξυνθείη εὐλόγως διὰ τὸ πρὸ δύο συλλαβῶν ἔχειν τὸν τόνον· οὐ γὰρ ἂν ἡ ἐπέκτασις ἀλλοιώσῃ τὴν τόνωσιν τοῦ ἄρθρου τῆς δοτικῆς. Ἐν δὲ τῷ, ὅν ποτʼ ἀτίμα, σημείωσαι τὸ ποτὲ. οὐ παλαιὸν χρόνον δηλοῦν οὐδὲ ἐνταῦθα, ἀλλʼ ἁπλῶς οὕτω κείμενον ὡς ἐκ περιττοῦ. δῆλον γὰρ ὡς χθὲς ἠτίμα τὸν Ὀδυσσέα. ἔστι δὲ ὅμως καὶ τοῦτο χρόνου δηλωτικὸν, εἰ καὶ μὴ μακροῦ κατὰ κοινὴν συνήθειαν. καὶ γὰρ καὶ ὁ χθὲς ἀτιμῶν ποτὲ ἀτιμᾷ, καὶ ὁ σήμερον δὲ ἕωθεν ποιῶν τί ποτε ποιεῖ. οὕτω δὲ καὶ ὁ νῦν αὐτίκα ἐνεργῶν ποτὲ ἐνεργεῖ. γράφεται δὲ καὶ, ὃν τότʼ ἄτιμα, ὃ ἐκ τοῦ θέματός ἐστι, ἐξ οὗ, ὡς προεῤῥέθη, καὶ τὸ ἀτίμησε καὶ ἀτίμητος ὃ ἄτιμος. Ὅτι θελήσας πρῶτος ὁ Τηλέμαχος τοῦ πατρικοῦ τόξου πειράσασθαι, ποιεῖ αὐτὸ εὐμεθόδως. καὶ δεινοπαθήσας εἰ ἐπὶ τοῖς ἑαυτοῦ κακοῖς γελᾷ καὶ αὐτὸς καὶ τέρπεται. εἶτα τὴν μητέρα ἐπαινέσας καὶ τοὺς μνηστῆρας ὑπαλείψας γίνεται τοῦ ἀγῶνος, καὶ στήσας τοὺς πελέκεας εὐκόσμως, οὓς οὐδέ ποτε εἶδε, πειρητίζει τοῦ τόξου· ὃ καὶ ἐτάνυσεν ἂν, εἰ μὴ ὁ πατὴρ Ὀδυσσεὺς λάθρα ἀνανεύσας ἐπέσχεν, ἵνα μὴ ὕστερον οἱ μνηστῆρες ἀδυνατοῦντες φθονήσωσι καὶ ἴσως ἐρεθισθῶσι πρὸ καιροῦ καὶ γένηται τὰ τῆς μνηστηροφονίας καὶ δυσχερῆ καὶ οὐκ εὔπλαστα. ἔστι δʼ ἐν τούτοις ἡ Ὁμηρικὴ φράσις τοιαύτη· ὢ πόποι, ἦ μάλα με θεὸς ἄφρονα θῆκεν, ὅ τις εἴποι ἂν καταγινώσκων ἑαυτοῦ· μήτηρ μέν μοι φησὶ φίλη, πινυτή περ ἐοῦσα, ἄλλῳ ἅμʼ ἕψεσθαι νοσφισαμένη τόδε δῶμα. αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ. ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ, ὡς ἡ μήτηρ εἶπε, τόδε φαίνεται ἄεθλον, ἤγουν, οἵη νῦν οὐκ ἔστι γυνὴ κατʼ Ἀχαιΐδα γαῖαν, οὔτε Πύλου ἱερῆς οὔτʼ Ἄργεος οὔτε Μυκήνης, οὔτʼ αὐτῆς Ἰθάκης, οὔτʼ ἠπείροιο μελαίνης. καὶ δʼ αὐτοὶ τόδε ἴστε· τί με χρὴ μητέρος αἴνου; ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε, μηδʼ ἔτι τόξου δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν. καὶ αὐτὸς δʼ ἂν ἐγώ, φησι, τόξου πειρησαίμην. εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου, οὐκ ἄν μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ λείποι ἅμʼ ἄλλῳ ἰοῦσα, ὅτʼ ἐγὼ κατόπισθε λιποίμην, οἷός τε ἤδη πατρὸς ἀέθλια κάλʼ ἀνελέσθαι, ἤγουν οἷος ἀεθλεύειν κατὰ τὸν πατέρα. ἔφη ὁ παῖς. καὶ ἀπʼ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτʼ ὤμων· ἔφερε γὰρ καὶ ξίφος κατά τε ἔθος καὶ ἐπίτηδες διὰ τὸ μελετηθέν. δῆλον δʼ ὅτι διὰ τὴν αὐτὴν αἰτίαν καὶ ἔγχος ἐγγὺς ἔχει, περὶ ὃ ἐν τῷ τέλει τῆς ῥαψῳδίας βάλλει τὴν χεῖρα. οὗ ἕνεκεν καὶ παρέῤῥιψε φθάσας ὁ ποιητὴς πρὸ ὀλίγων δύο στίχους, δηλοῦντας ὡς ἔγχος ἔχων ὁ Τηλέμαχος ἐξῆλθεν εἰς ἀγορὰν, ξίφους ἐκεῖ μὴ μνησθεὶς, ὅ περ ἐνταῦθα κεῖται. καὶ τέως οὕτω καὶ τὴν χλαῖναν καὶ τὸ ξίφος ὁ νέος ἀποθέμενος πρῶτον μὲν πελέκεας στῆσε, διὰ τάφρον ὀρύξας πᾶσι μίαν μακρὴν, καὶ ἐπὶ στάθμην ἴθυνεν· ἀμφὶ δὲ γαῖαν ἔναξε, στήσας δηλαδὴ κατὰ τὸ σιωπώμενον τοὺς πελέκεας. τάφος δʼ ἕλε πάντας ἰδόντας, ὡς εὐκόσμως στῆσεν, οἷα δηλαδὴ θυμόσοφος καὶ αὐτομαθὴς τοῦ καλοῦ, ὧν δηλωτικὸν τὸ, πάρος δʼ οὐ πώποτʼ ὀπώπει. εἶτα στὰς ἐπʼ οὐδὸν καὶ τόξου πειρητίζων τρὶς μέν μιν πελέμιξεν ἐρύσεσθαι μενεαίνων, τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ, νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου καὶ οὕτω καταπλήξειν μὲν τοὺς μνηστῆρας, ἐπιδείξειν δὲ τῷ πατρὶ ὡς ἀξιόμαχός ἐστι συναγωνίσασθαι. καὶ δὴ ἄν, φησιν, ἐτάνυσε βίῃ τὸ τέταρτον ἀνέλκων, ἀλλʼ Ὀδυσσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ, τὸ κρεῖττον αὐτὸς βουλευσάμενος καὶ τῷ σύν τε δύʼ ἔρχεσθαι πρὸ ὃ τοῦ νοήσας τὸ δέον κατὰ τὴν ἐν Ἰλιάδι γνωμολογίαν. καὶ οὕτω φθόνον τε ἔπαυσε τὸν, ὡς ἐῤῥέθη, ἐμποδίσοντα ἴσως εἰς τὸ ἔργον, καὶ καταμαλαχθῆναι δὲ τὸ τόξον ἐκώλυσε, μὴ καὶ εὐχερῶς εἴξῃ τοῖς μνηστῆρσιν εἰς τανυσμόν. καὶ οὐδὲ ἀφῆκεν ἐκείνους ἐρεθιστικὸν ζῆλον ἀναλαβεῖν πλείω τοῦ δέοντος ἐπὶ ἑλκυσμῷ τοῦ τόξου. εἰκὸς γὰρ ἑλκύσαντος μὲν Τηλεμάχου βιάσασθαι καὶ ἐκείνους τὴν τανυστήν. ὁμολογήσαντος δὲ ἀδυνατεῖν ἀναπεσεῖν καὶ ἐκείνους ὡς μηδέν τι καινοπαθοῦντας. καὶ τοίνυν ὁ Τηλέμαχος τίθησι χαμᾶζε τὸ τόξον, κλίνας κολλητῇσιν εὐξέσταις σανίδεσσιν· αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ, πρότερον εἰπών· ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τʼ ἔσομαι καὶ ἄκικυς, ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα ἄνδρʼ ἀπαμύνεσθαι, ὅτε τις πρότερος χαλεπήνῃ. ἃ δὴ νέῳ εἰπεῖν πρέπει ἀγαθῷ μὲν, δυστυχήσαντι δὲ κατὰ πρώτην ἀγῶνος πεῖραν. ἐφʼ οἷς καὶ τοὺς μνηστῆρας τεχνικῶς κολακεύων, ἀλλʼ ἄγετέ, φησιν, οἵ περ ἐμεῖο προφερέστεροί ἐστε, τόξου πειρήσασθε καὶ ἐκτελέωμεν ἄεθλον, λόγος οὗτος ἔκ τινος ταπεινοτέρου ἀεθλευτοῦ πρὸς κρείττονας. Σημείωσαι δὲ, ὅτι καὶ ἐνταῦθα ἐσχημάτισέ τινας τῶν τοῦ Τηλεμάχου λόγων ὁ ποιητής. αὐτίκα τὸ, μήτηρ μέν μοί φησιν ἄλλῳ ἕψεσθαι, ἔμφασιν ἔχει τοῦ μὴ ἂν οὕτω γενέσθαι· οὐ γὰρ εἶπεν, ὅτι ἕψεταί τινι, ἀλλʼ αὐτὴ τοῦτο φησὶ, πινυτὴ μὲν οὖσα, οὐκ εἰδυῖα δὲ δηλαδὴ τὸ πρᾶγμα· ἔτι καὶ τὸ, μὴ δʼ ἔτι τόξου δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ἐσχημάτισται καὶ αὐτό· λέγει μὲν γὰρ φαινομένως, ὅτι πειράσασθε, εἰ τοξεύσετε, δηλοῖ δὲ ἄλλως τὸ ἐγγὺς γενέσθε τοῦ κατατοξεύεσθαι καὶ, ὡς εἰπεῖν, γεύσεσθε τοῦ τόξου· ἔτι δὲ καὶ τὸ, οὐκ ἄν μοι ἀχνυμένῳ δώματα μήτηρ λείποι καὶ ἑξῆς, ἐπιδεξίως ὑπολαλεῖ αὐτὸ τοῦτο, ὡς οὐκ ἂν λυπηθείη αὐτὸς λιπούσης αὐτὸν τῆς μητρός· οὐ γὰρ ἂν λείποι ἀλλὰ παραμενεῖ τανυσθέντος εὐτυχῶς τοῦ τόξου. Ἰστέον δὲ ὅτι τὸ, οὐκ ἄν μοι ἀχνυμένῳ, γράφεται καὶ ἀχνυμένη, ἡ μήτηρ δηλαδή· καὶ εὐοδοῦται καὶ τοῦτο εἰς ὀρθὴν ἔννοιαν. ἔτι πρὸς τοῖς ῥηθεῖσι καὶ τὸ, τάφος δʼ ἕλε πάντας, τῇ ὁμωνυμίᾳ τοῦ κατὰ τὴν ἔκπληξιν τάφου τὸν νεκροδόχον ὡς ἐν αἰνίγματι ἀστείως παραλαλεῖ. οὕτω δὲ καὶ τὸ, ἐκτελέωμεν ἄεθλον, δοκεῖ μὲν περὶ τῶν μνηστήρων λέγειν, ἰδιάζει δὲ τὸν νοῦν εἴς τε τὸν πατέρα καὶ ἑαυτόν. Ὅρα δὲ τὸ ἄγε καὶ τὸ ἄγετε, τὸ μὲν ἑνικῶς, τὸ δὲ πληθυντικῶς ἐπὶ πλήθους ἄμφω κατὰ Ὁμηρικὴν συνήθειαν καὶ ἐνταῦθα λεχθέντα ἐν τῷ, ἀλλʼ ἄγετε μνηστῆρες, καὶ, ἀλλʼ ἄγε, μὴ παρέλκετε. Ἐν ᾧ καὶ σημείωσαι κειμένην οὐ πάνυ συνήθη τῷ ποιητῇ ἐπανάληψιν. εἰπὼν γὰρ, ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον, καὶ ἀπαιωρήσας οὕτω τὸν λόγον, ἐπάγει τὸ, ἀλλʼ ἄγε, μὴ μύνῃσι παρέλκετε. Τὸ δὲ, φαίνεται ἄεθλον, ἀντὶ τοῦ, πέφῃνε καὶ εἰς φῶς ἔκκειται, ὁποῖα τὰ ἐν τοῖς ἀγῶσι προκείμενα ἔπαθλα. χρῆσις δὲ τοῦδε τοῦ φαίνεται καὶ πρὸ τούτων ἐν τῷ, τὰ μὲν ὑμέτερα ἀεικέα ἔργα φαίνεται. Σημείωσαι δὲ καὶ ὅτι ἡ Πηνελόπη μὲν ἐν τῷ, ἀλλʼ ἄγετε μνηστῆρες, ἐπεὶ τόδε φαίνεται ἄεθλον, οὐδέν τι περιαυτολογῆσαι προέθετο, ἐπεὶ μηδὲ ἐχρῆν· ὁ δὲ ῥήτωρ φίλος υἱὸς ἔπαινον αὐτῆς ἐνταῦθα εἶπεν, ὃς ἦν ἂν μεγαλοπρεπέστερος, εἴ περ ἠρκέσθη ὁ παῖς εἰπὼν, οἵα νῦν οὐκ ἔστι γυνὴ, καθὰ καὶ ἡ μήτηρ σιγήσασα παντελῶς πλείω ἑαυτὴν ἐσέμνυνε διὰ μόνου τοῦ, τόδʼ ἄεθλον. νῦν δὲ μερικεύσας αὐτὸς καὶ ὡρισμένως προσθέμενος τὸ, κατʼ Ἀχαιΐδα γαῖαν καὶ ἑξῆς, σμικρῦναι δοκεῖ καὶ ἀποστενῶσαι τὸν ἔπαινον. καὶ ὅμως ἔστι νοῆσαι ἄλλως, ὅτι ἡ σύγκρισις τῷ ῥήτορι πρὸς μόνας νῦν τὰς Ἑλληνίδας γίνεται· ὧν πασῶν ὑπεξαίρει τὴν Πηνελόπην, εἰπὼν τὸ κατʼ Ἀχαιΐδα γαῖαν. αἱ γὰρ ὁποιδή ποτε Ἑλληνίδες Ἀχαιΐδες ἂν εἶεν ὡς ἐκ μέρους τοῦ κρείττονος. δῆλον δὲ, ὡς ὑπερτίθησι τὴν μητέρα καὶ αὐτῆς Ἑλένης τῆς περιπύστου, εἴ περ Ἀργεία καὶ ἐκείνη. εἰ τοίνυν πρὸς μὲν τὰς βαρβάρους ἀσύγκριτος ὡς Ἑλληνὶς αὕτη, τῶν δὲ Ἑλληνίδων οὐδεμία ἐστὶ κατʼ αὐτὴν, πασῶν λοιπῶν ὑπερκεῖσθαι λέγοι ἂν αὐτὴν ὁ παῖς. Τὸ δὲ, οὔτε Πύλου ἱερῆς οὔτε Μυκήνης, ἐκ περισσοῦ κείσθαι δοκεῖ· συνεπινοοῦνται γὰρ τῷ Ἄργει καὶ αὐταὶ, εἴ περ Ἄργος μὲν ἡ ὅλη τοῦ Πέλοπος νῆσος, Πύλος δὲ καὶ Μυκήνη ἐντὸς αὐτῆς. ἴσως οὖν ἢ τῷ ὅλῳ συνήθως τὰ μέρη συμπεριείληφεν ἁπλοϊκώτερον ὁ παῖς, ἢ ἐπίτηδες ἄλλως αὐτὸ πεποίηκεν, ἵνα μὴ μόνου Ἄργους μνησθεὶς δόξῃ τὴν μητέρα ἐξ ὀρθοῦ τῇ Ἀργείᾳ Ἑλένῃ συγκρίνειν, ἣν καὶ αὐτὴν, ὡς εἰκὸς, διʼ αἰδοῦς ἄγει ὡς ξεινοδόκον, καθὰ προδεδήλωται. Ἰστέον δὲ καὶ ὅτι, ὅτε εἶπεν Εὐρύμαχος τῇ Πηνελόπῃ, ὡς εἰ πάντες σὲ ἴδοιεν ἀνʼ ἴασον Ἄργος Ἀχαιοὶ, πλέονες ἂν μνηστῆρες εὑρεθεῖεν ἐνταῦθα ἕωθεν, ἐπεὶ περίεσσι γυναικῶν, τοιοῦτον τινὰ καὶ ἐκεῖνος ἔπαινον ἔλεγε τῆς γυναικὸς, ὁποῖον καὶ ὁ Τηλέμαχος ἐνταῦθα φησίν. Ἀχαιῒς γὰρ γῆ δύναται νοηθῆναι νῦν ἡ κατὰ τὸ ῥηθὲν ἐκεῖ ἴασον Ἄργος, περὶ ὃ καὶ χώρα ἡ ἰδίως Ἀχαΐα λεγομένη. Ἱερὴν δὲ Πύλον λέγει ἢ ἁπλῶς κατὰ κοινὸν ἐπίθετον, ἱεραὶ γὰρ ἅπασαι πόλεις, ἢ καὶ διὰ τὰς ἐκεῖ θυσίας, ἃς ἡ ἀρχὴ τῆς γ ῥαψῳδίας προέφῃνε. Τὸ δὲ, καὶ δʼ αὐτοὶ τόδε ἴστε, τί με χρὴ μητέρος αἴνου; παρῳδηθείη ἄν ποτε, ὅτε τις τὸν πᾶσι γνωστὸν ἐπαινεῖ. Τὸ δὲ, ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε, εἰς ἀπροφάσιστον ἐρεθίζει σπουδήν. μύνη γὰρ, ὡς πρὸ ὀλίγων ἐῤῥέθη, ἡ πρόφασις. Τὸ δὲ παρέλκειν ταυτὸν τῷ διατρίβειν ἐστὶν, οἷον, οὔ τι διατρίβω μητρὸς γάμον. Ἡ δὲ τανυστὺς λέξις μὲν καὶ αὐτὴ ποιητική· γίνεται δὲ ἀπὸ τοῦ τανύειν, καὶ κεῖται ὑπὸ ἀναλογίαν τοῦ, ὀϊζὺς, ῥυστακτὺς, βρωτὺς, ἐδητὺς, καὶ τῶν ὁμοίων. Τὸ δὲ, ἐγὼ λιποίμην, οἷος ἤδη πατρὸς ἀέθλια καλὰ ἀνελέσθαι, ὁ ἐοικὼς ἀνδρείῳ ἢ καὶ ἄλλως ἀγαθῷ πατρὶ λέγοι ἄν. Ἡ δὲ χλαῖνα φανερῶς καὶ ἐνταῦθα μανδύας φαίνεται εἶναι. οὐ γὰρ ἀπεδύσατο χλαῖναν ὁ παῖς, ἄλλʼ ἀπʼ ὤμοιϊν ἔθετο, καθὰ καὶ ξίφος ὀξὺ ἀπʼ ὤμων θέτο. Φοινικόεσσα δὲ αὐτὴ τῷ Τηλεμάχῳ οἷα βασιλέως υἱῷ. Ὅρα δὲ ὡς ἐν τῷ, ὀρθὸς ἀναΐξας, ἡ ἀνα πρόθεσις ἐκτείνει τὴν λήγουσαν διὰ τὴν ἐπιφερομένην ὀξεῖαν λόγῳ κοινῆς συλλαβῆς. καὶ ὅτι τάφρος οὐ μόνον ἐπὶ πολλοῦ βάθους ὀρύγματος, ἀλλʼ ἰδοὺ καὶ ἐπὶ ὀλιγίστου· τὸ γὰρ ἐπὶ τῇ στάσει τῶν πελέκεων ὄρυγμα τάφρον εἶπεν, ἣν μακρὰν μὲν ὀρύττει ὁ παῖς, ὅτι μηδὲ ἔδει πλάτους αὐτῇ. ἐπὶ στάθμην δὲ ἰθύνει, ὡς ἂν αἱ στειλειαὶ τῶν πελέκεων κατʼ εὐθὺ ἐφεξῆς κείμεναι διοϊστευθῶσιν ἀκωλύτως. Τὸ δὲ ἔναξεν ἀντὶ τοῦ ἐπίλησεν ἢ πατήσας ἢ χερσὶ συμπιλήσας. ἀπὸ τοῦ νάσσω δὲ ἡ λέξις γίνεται, ὅθεν καὶ ναστὸς ἄρτος ὁ πυκνὸς, εἰς ὃ φέρεται καὶ χρῆσις· μάζαν ναξάμενος, ὅ τινες καὶ μαξάμενος γράφουσιν, ὡς εἶναι ἐτυμολογικὸν τὸ μάζαν μαξάμενος. ἐν δὲ τοῖς τοῦ Ἀθηναίου δηλοῦται, ὅτι ναστὸς ἄρτου πεπιλημένου εἶδος καὶ οὐχὶ ὠγκωμένου. ἦν δέ, φησι, καὶ ναστὸς πλακοῦς ἔχων ἔνδον καρυκείας. Τὸ δὲ, οὔ πώ ποτʼ ὀπώπει, οὐκ ἂν εἴη ζηλωτὸν ἐν γραφῇ πεζῇ διὰ τὸ ἐπάλληλον τῆς τῶν ἀφώνων ἀηδίας κατὰ τὴν ἐκφώνησιν. Πελεμίζειν δὲ ὅτι τὸ κινεῖν ἐστὶ καὶ μάλιστα βίᾳ, πολλαχοῦ δεδήλωται. Ἐν δὲ τῷ, μεθῆκε βίῃ, καθʼ ὑπερβατὸν ἡ σύνταξις. λέγει γὰρ ὅτι μενεαίνων ἦν ὁ νέος ἐρύσεσθαι βίῃ τὸ τόξον, ὡς δηλοῖ ἐπαχθὲν καὶ τὸ, ἐτάνυσεν ἂν βίῃ τὸ τέταρτον ἀνέλκων, ἐν οἷς νοητέον ἠσκημένον εἶναι τὸν παῖδα τοξεύειν· οὐ γὰρ ἂν ἄλλως τοιαῦτα εἶχε ποιεῖν. Τὸ δὲ, Ὀδυσσεὺς ἀνένευεν, ἀντὶ τοῦ, ἐκώλυεν ἀνανεύων. διὸ καὶ ἑρμηνεύων ἐπήγαγε τὸ καὶ ἔσχεθεν ἱέμενον. οὕτω δὲ καὶ τοῦ, κακὸς ἔσομαι, ἑρμηνεία τὸ, καὶ ἄκικυς. Εὐξέστας δὲ σανίδας τὰς θύρας λέγει. κορώνην δὲ τὸ τοῦ τόξου ἄκρον, ἔνθα τὸ, καλῇ κορώνῃ, ὅμοιόν τί ἐστι τῷ, χρυσέῃ κορώνῃ. ἐπεὶ πολλαχοῦ καλὸς ὁ χρυσὸς καὶ καλὰ τὰ ἐξ αὐτοῦ. τινὲς δὲ κορώνην καὶ νῦν ἐνόησαν τὸ τῆς θύρας ἐπίσπαστρον. κρεῖττον δὲ ὅμως τὸ πρῶτον. Ὅτι Ἀντίνοος εὐτυχῶς δῆθεν ἐθέλων τοὺς μνηστῆρας τὸ τόξον μεταχειρίσασθαι, ὄρνυσθέ, φησιν, ἑξείης ἐπὶ δεξιὰ ἢ καὶ προπαροξυτόνως ἐπιδέξια κατὰ τὸ ἐν δέξια, ἀρξάμενοι τοῦ χώρου, ὅθεν τέ περ οἰνοχοεύει. εὔλογον δέ, φασιν, εἰσιόντων εἰς τὸν ἀνδρῶνα ἐνδεξιᾷ κεῖσθαι τὸν κρατῆρα. ἦν δὲ ὄφελος οὐδὲν τοῖς ἀδίκοις τοῦ ἐκ δεξιῶν ἄρξασθαι τῆς τόξου πείρας. Ἐλλειπτικῶς δὲ εἴρηται τὸ οἰνοχοεύει· λείπει γὰρ ὁ οἰνοχόος ἢ ὁ οἰνοχοεύων, νοούμενος κατὰ τὸ ἀπὸ κοινοῦ σχῆμα καὶ αὐτὸς ἐκ τοῦ ῥήματος. Ὅτι μνηστῆρα τινὰ εἰπὼν ἐνταῦθα ὁ ποιητὴς παρὰ κρατῆρα καλὸν καθῆσθαι δοκεῖ τισὶ περιεκτικῶς κρατῆρα λέγειν, ἔνθα κρατῆρες ἵσταντο ἐπεστεμμένοι ποτοῖο, ἢ μᾶλλον προσηγορικῶς διὰ τοῦ κρατῆρος κρατῆρας πολλοὺς δηλοῦν. οὐ γὰρ ἂν εἷς ἦν κρατὴρ τοῖς τοσούτοις. καλὸς δὲ ὁ τοιοῦτος διὰ τὸ ἐξ ὕλης τιμίας τοὺς κρατῆρας εἶναι. Ὅτι Λειώδης πρῶτος ἀνίστατο, ὃς θυοσκόος μὲν ἦν. παρὰ κρατῆρα δὲ, ὡς προσεχῶς ἐγράφη, καλὸν ἷζε μυχοίτατος αἰεί· ἀτασθαλίαι δέ οἱ οἴῳ ἐχθραὶ ἦσαν, πᾶσι δὲ νεμέσσα μνηστήρεσσιν. οὗτος δὴ τόξον λαβὼν καὶ βέλος ὠκὺ ἔστη ἐπʼ οὐδὸν ἵνα κατὰ τῶν ἔξω πελέκεων ὀϊστεύσῃ, καὶ τόξου πειρήτιζεν, οὐδέ μιν ἐτάνυσεν. πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων, ἀτρίπτους ἁπαλάς. εἶπε δὲ τοῖς ἄλλοις· ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος. εἶτα λοξόν τι λόγιον ὡς οἷα φήμην ὁ ποιητὴς παραῤῥίπτων διὰ τοῦ ῥηθέντος θυοσκόου φησί· πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει θυμοῦ καὶ ψυχῆς, ἅ περ ἐκ παραλλήλου δηλοῖ τὸ αὐτό. ἐφʼ οἷς ἐπισκιάζων ὁ ποιητὴς τεχνικῶς τὸ πάνυ σαφὲς τοῦ οἷον χρησμοῦ ἀποδίδωσιν αἰτίαν τοῦ εἰπεῖν πολλοὺς θυμοῦ στερήσεσθαι διὰ τὸ τόξον τὸ, ἐπεὶ πολὺ φέρτερόν ἐστι τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗ ἕνεκεν αἰεὶ ἐνθάδε ὁμιλέομεν. εἶτα καὶ τοῖς ἄλλοις οὐκ ἀγαθὴν ἐλπίδα διδούς φησι· νῦν μέν τις καὶ ἔλπεται γῆμαι Πηνελόπειαν Ὀδυσῆος παράκοιτιν. ἐπειδὰν δὲ τόξου πειρήσεται ἠδὲ ἴδηται, ἄλλην δῆτα μνάσθω ἐέδνοις διζήμενος· ἡ δὲ γήμαιτο, ὃς ἂν πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι. ἐμφαίνει δέ πως καὶ αὐτὸς μαντικῶς τὸν Ὀδυσσέα. διὸ καὶ Πηνελόπειαν ἔφη Ὀδυσῆος παράκοιτιν διὰ τὸ ἐκείνῳ ἀποκεῖσθαι αὐτὴν, εἰ καὶ οἱ μνηστῆρες αὐτῆς ἕνεκεν ἀεὶ, τουτέστιν ἤματα πάντα, ἐνθάδε ὁμιλοῦσιν, ὡς οἷα τέλους αὐτῆς ἐφιέμενοι. τοῦτο γάρ ἐστι τὸ, οὗ ἕνεκεν· ᾧ περ ὅμοιόν ἐστι καὶ τὸ, τόδε φαίνεται ἄεθλον, ὃ πρὸ ὀλίγων εἴρηται. Ὅρα δὲ ὡς εἰ καὶ ἀγαθός τις ὁ Λειώδης ἐνταῦθα παραδέδοται, ὅμως ὑπερφιάλοις συνὼν ἀπωλεῖται διʼ αὐτὸ τοῦτο καὶ μόνον, ὅτι ἀλλοτρίαν ὡς οὐκ ἐχρῆν μνηστεύεται. καὶ προβαλεῖται μὲν ἐν τοῖς ἑξῆς τὸ μήτε τι ῥέξαι ἀτάσθαλον, ἀλλὰ καὶ τοὺς ἄλλους παύειν. ἐρεῖ δὲ καὶ θυοσκόος εἶναι, εἴ πως τιμηθεὶς ἐλεηθῇ. ἀκούσει δὲ ἐκ τοῦ Ὀδυσσέως ἅ περ οὐκ ἐθέλει. Ἰστέον δὲ ὅτι θυοσκόος ἐστὶν ὁ διὰ τοῦ θυμιᾶν ἢ ἱερεύειν μαντευόμενος. θύος μὲν γὰρ τὸ θέμα, ἤγουν ἱερεῖον ἢ τὸ θυμίαμα· κοεῖν δὲ τὸ νοεῖν, ὅθεν καὶ μακκοᾶν τὸ μὴ νοεῖν, ἀλλʼ ἀνοηταίνειν. θυοσκόος οὖν ὁ διὰ θυῶν κοῶν ἤτοι νοῶν τὰ μέλλοντα. καὶ ἄλλως δὲ θυοσκόος ὁ θύτης, ὁ τὰ θύη κέων ἀπὸ τοῦ κέω τοῦ γραφομένου διὰ τοῦ ε ψιλοῦ, ἐξ οὗ μετʼ ὀλίγα καὶ τὸ, ἄγε δὴ πῦρ κεῖον ἐνὶ μεγάροισιν, ὅ ἐστι καῦσον, ἀπὸ τοῦ κέον πλεονασμῷ τοῦ ἰῶτα. καὶ ἄλλαι δὲ χρήσεις, ὡς καὶ προδεδήλωται, εἰσίν. ἐξ ὧν εὐλογεῖται καὶ ἡ διὰ τοῦ ε ψιλοῦ γραφὴ τοῦ κέω. ἔστι γὰρ, ὡς καὶ αὐτὸ προεῤῥέθη, κέω πρωτότυπον. ἐξ οὗ κατὰ συναίρεσιν κῶ, ἐκ δὲ τούτου τὸ καίω, ὡς γῶ γαίω, μῶ μαίω, καὶ ὅσα τοιαῦτα, ἵνα εἶεν δύο ῥήματα, κέω διὰ ψιλοῦ καὶ καίω διὰ διφθόγγου, ἐκεῖνο μὲν πρωτόθετον, τοῦτο δὲ ὕστερον ἐκ παραγωγῆς. ἐξ ἐκείνου δὲ τοῦ πρωτοτύπου κέω καὶ τὸ κειάμενοι πυρὰ πολλά. Παρὰ κρητῆρι δὲ ὁ θυοσκόος ἵζει, ὡς τῶν μνηστήρων, οἷα εἰκὸς, δεδιότων, καθά που καὶ ἐλάλησαν, μή τις λαθὼν κρητῆρι φάρμακον ἐμβάλῃ καὶ αὐτοὺς πάντας ὀλέσῃ. Τὸ δὲ μυχοίτατος, ὃν μυχαίτατόν φησιν ἡ μεθʼ Ὅμηρον Ἀτθὶς, ἔχει τι ῥητορικῆς ἀντιθέσεως πρὸς τὸ, Λειώδης δὲ πρῶτος ἀνίστατο. ἀντιθετικὸν γὰρ τὸ, πρῶτος ἀνίστατο ὁ ἵζων μυχοίτατος, ἤγουν ἐνδύτατος. γίνεται δὲ τὸ μυχαίτατος ἐκ τοῦ μυχὸς προσλήψει τοῦ ἰῶτα, ὡς ἀδιάφορον ὂν εἴτε μυχοίτατος εἴπῃ τις εἴτε μυχώτατος. καὶ ἔστιν ὅμοιον τῷ, πάρος παροίτατος, οὗ καὶ συγκριτικὸν ἐν Ἰλιάδι ἐστὶ, παροίτεροι ἵπποι, ὅ πέρ ἐστιν ἔμπροσθεν ὄντες, προτρέχοντες. Σημείωσαι δὲ ὅτι, καθὰ τὸ μυχοίτατοι τροπῇ τοῦ ο εἰς ἄλφα μυχαίτατος γίνεται Ἀττικῶς, οὕτω καὶ ἐκ τοῦ πρωῒ πρώϊος, οἷον, τὴν ἐνέδησα πρώϊον, παράγεται τὸ πρωϊαίτερος. οὕτω δὲ καὶ ἐκ τοῦ ἔργον ὁ προυργιαίτερος, πελονάσαντος αὐτόθι τοῦ ἰῶτα, ὡς ἐν τῷ, κάμινος καμιναῖος καμινιαῖος, καὶ μνᾶ μνααῖος λίθος καὶ κατὰ πλεονασμὸν μναϊαῖος παρὰ Ἀριστοτέλει. ἔστι δὲ καὶ φιλαίτερος καθʼ ὁμοίαν ἀναλογίαν. πρὸς ἣν, ὡς ἐφάνη καὶ ἐν ἄλλοις, παρῆχθαι καὶ ὁ μεσαιπόλιος καὶ ὁ Πυλαιμένης καὶ τὸ τιθαιβώσσειν καὶ ὅσα τοιαῦτα. ὡς δὲ κατὰ τὰ ἄνω κείμενα λέγεται καὶ ὁ μεσαίτερος, καὶ ὅτι καὶ αὐτὸ καὶ τὰ κατʼ αὐτὸ πρὸς ὁμοιότητα ἐστὶ τοῦ, πέρας περαίτερος, γῆρας γηραίτερος, καὶ τῶν ὁμοίων, οὐκ ἄδηλον ἐστίν. Ἰστέον δὲ καὶ ὡς οὐδέν τι καινὸν εὐτάκτως πρῶτον ἀναστῆναι τὸν μυχαίτατον διὰ τὸ ἐκεῖθεν εἶναι τὸ ἀκόλουθον τῆς ἀρχῆς. οὕτω γὰρ καὶ πρὸ τούτων Ἀντίκλεια εἶπε τῷ Ὀδυσσεῖ, ὡς πολλοὶ ποταμοὶ ἐν μέσῳ τοῖς ἐνταῦθα ἥκουσιν, Ὠκεανὸς μὲν πρῶτα· πρῶτον γὰρ λέγει τὸν Ὠκεανὸν ὡς πρὸς τὰ ἐκεῖθεν εἰς ἀνατολήν· τοῖς γάρ τοι ἐκ τῶν ἑῴων πρὸς τὰ ἑσπέρια ἥκουσι μυχοίτατός ἐστιν ὁ Ὠκεανός· οὐκοῦν τὸ μυχοίτατον δύναταί πως κατʼ ἄλλον λόγον εἶναι καὶ πρῶτον ποτὲ τοῖς ἐκεῖθεν ἀρξαμένοις. Τὸ δὲ, ἔκαμε χεῖρας, ἀτρίπτους ἁπαλὰς, ἀγυμνάστου ἀνδρὸς δήλωσις. διασαφητικὸν δὲ τοῦ, ἀτρίπτους, τὸ ἁπαλάς. τὸ γὰρ οὕτως ἄτριπτον καὶ ἁπαλὸν, εἴτε λόφος τραχήλου εἴτε ποδὸς πέλμα εἴτε χειρὸς θέναρ. Τὸ δὲ, οὐ μὴν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος, ἀπέχρησέ ποτε εἰς χρείαν χαριεντιστικὴν ἢ καὶ ἄλλως εἰς παρῳδίαν, ὡς προπαρεσημάνθη, ἀνδρὶ παλαιῷ, πάνυ γέροντι, ὃς ἑταίρας παρακομισθείσης μὴ ἔχων χρήσασθαι διὰ τὴν τοῦ φυσικοῦ τόνου παράλυσιν ἐντεῦθεν λαβὼν εἶπεν· οὐ δύναμαι τανύσαι, λαβέτω δὲ καὶ ἄλλος. Τὸ δὲ, κεκαδήσει ψυχῆς, ὅ ἐστι στερήσει, ἔστι μὲν ἀπρόσιτον ῥήτορι μὴ μετρικῷ. γίνεται δὲ οὕτως· ἔστι ῥῆμα χῶ πρωτότυπον ἄῤῥητον, ἐξ οὗ ῥητὸν παράγωγον χάζω, ὡς φρῶ φράζω, ῥῶ ῥάζω. ἐξ οὗ ἐφάνη γενέσθαι τό τε ῥάσατε καὶ τὸ ἐῤῥάδαται. τούτου τοῦ χάζω δεύτερος ἀόριστος Ἰωνικὸς χάδω, ὅθεν δεύτερος μέλλων χαδῶ. ἐξ οὗ ἀναγωγῆς γενομένης εἰς ἐνεστῶτα καὶ τροπῆς Ἰωνικῆς τοῦ ψιλοῦ εἰς δασὺ γίνεται τὸ καδῶ καδήσω, καὶ κατὰ ἀναδιπλασιασμὸν κεκαδήσω, ἵνα ᾖ κεκαδήσειν τὸ ἀναγκάσαι τινὰ χάσασθαι, τουτέστιν ὑποχωρῆσαι. οὕτως οὖν καὶ τόδε τὸ τόξον πολλοὺς ἀριστῆας κεκαδήσει, τουτέστι ποιήσει χάσασθαι τῆς ψυχῆς. Ἐν δὲ τῷ, πειρήσηται καὶ ἴδηται, τὸ ἴδηται οὐ θέαν δηλοῖ ἀλλὰ νόησιν· ἐπειδὴ καὶ νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει κατὰ τὸν εἰπόντα σοφόν. Ὅτι σκῶμμα εἰς ἀκαιρολογίαν τὸ, ὦ δεῖνα, οἷόν σε ἔπος φύγεν ἕρκος ὀδόντων, δεινόν τʼ ἀργαλέον τε; νεμεσσῶμαι δέ τʼ ἀκούων εἰ δὴ τοῦτό γε λέγοις. ἀνδρὸς δὲ ψευδομένου τὸν στρατιώτην ψόγος τὸ, οὔ τί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ, οἷόν τε ῥυτῆρα βιοῦ ἔμμεναι καὶ ὀϊστῶν, ἀλλʼ ἄλλοι τανύουσι. δῆλον δὲ ὅτι πρωτότυπον τοῦ ῥυτῆρος τὸ ῥύω. ἐξ οὗ καὶ ὁ γωρυτὸς καὶ ὁ Εὔρυτος, ὡς πρὸ ὀλίγων ἐῤῥέθη. εἰ δὲ τὸ ῥύειν καὶ βίαν ποτὲ δηλοῖ, ὅθεν καὶ ῥυστάζειν τροπικῶς τὸ κατὰ βίαν ἕλκειν, καὶ ῥυστακτὺς ὁ βίαιος ἑλκυσμὸς καλῶς ἂν καὶ βιὸς τὸ τόξον λέγοιτο διὰ τὸ βίᾳ ῥύεσθαι. ἐκ δὲ τοῦ τοιούτου ῥύειν καὶ ὁ τοῦ χαλινοῦ ῥυτήρ. δῆλον δὲ ὅτι τὸ ῥύεσθαι, ἤτοι ἕλκεσθαι, προσαρμόττει ὥς περ τόξῳ, οὕτω καὶ ὀϊστοῖς. Ὅτι κελεύσαντος Ἀντινόου δίφρος τε ἐκφέρεται καὶ κῶας ἐπʼ αὐτοῦ τίθεται, ὡς ἂν οἱ νέοι ἐν αὐτῷ καθήμενοι διὰ τὸ χαμαὶ πεπῆχθαι τοὺς πελέκεας βάλλοιεν κατὰ σκοποῦ. ἐκφέρεται δὲ καὶ στέαρ, ἵνα χριόμενον τὸ τόξον καὶ θαλπόμενον εὐχρηστηθείη. πάντως γὰρ τὸ κραῦρον τοῦ τόξου, ὅ περ τῷ μακρῷ τοῦ χρόνου ἐπεγένετο, ἡ τοιαύτη ἂν ἀλοιφὴ ἐξεῖλε διεισδῦσα τῶν κεράτων ἐν τῷ θερμαίνεσθαι πυρί. Καὶ ὅρα ὡς τῷ Ὀδυσσεῖ ἐπιμέλεται τῶν τόξων ὁ Ἀντίνοος. καὶ φαίνεται μὲν ὁ ἀνὴρ νοῶν καὶ πολύπειρος. ἐδέετο δὲ ἄρα καὶ ἀνδρίας καὶ ῥωμαλεότητος εἰς τό γε δυνηθῆναι ῥηϊδίως ἐντανύσαι. πρὸ δὲ αὐτῶν χρεία ἦν αὐτῷ καὶ συνέσεως, ἣν μὴ ἔχων συγχέει τὰ τῶν μνηστήρων, πρῶτος πεσών. ἔστι δὲ, ἃ λέγει Ἀντίνοος ἐνταῦθα, τοιάδε· ἄγρει δὴ, πῦρ κεῖον ἐνὶ μεγάροισι, Μελανθεῦ, πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπʼ αὐτοῦ, ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος, ὄφρα νέοι θάλποντες ἐπιχρίοντες ἀλοιφῇ τόξου πειρηθῶμεν καὶ ἐκτελέωμεν ἄεθλον. καὶ νῦν μὲν οὕτως ἐμπείρως ὁ Ἀντίνοος μεθοδεύει, μετʼ ὀλίγα δὲ, ὡς οὐ περιγίνονται τοῦ τόξου, αἰτιασάμενος τὴν τῆς νουμηνίας ἑορτὴν, τέως μὲν σπεῖσαι κελεύσει καταθεμένους τὸ τόξον, ἕωθεν δὲ θύσαντας ἐγχειρῆσαι τῷ ἔργῳ. καὶ τοῖς μὲν ἄλλοις ἀρέσκει τὰ τῆς βουλῆς, Ὀδυσσεὺς δὲ φθάνει ἄλλως αὐτὸς ἀνύσας τὸν ἄεθλον. Τί δὲ δηλοῖ τὸ ἄγρει, ἐῤῥέθη οὐ πρὸ πολλοῦ. Τὸ δὲ πῦρ κεῖον διατί διὰ διφθόγγου ἔχει τὴν παραλήγουσαν, πρὸ ὀλίγων δεδήλωται. Τὸ δὲ ἔνεικε προστακτικὸν βοηθεῖ τοῖς μεθʼ Ὅμηρον εἰς τὴν διὰ τοῦ ε ψιλοῦ γραφὴν τοῦ ἔνεγκε. Τροχὸν δὲ στέατος, ὥς περ καὶ τυροῦ, ἀκριβέστερον ἤ περ κύκλον εἰπεῖν. ἐπίπεδον γὰρ ὁ κύκλος καὶ ἀβαθὲς, οὐ τοιοῦτος δὲ ὁ τροχός. ὅθεν καὶ οἰκειότερος ὥς περ ἐπὶ τυροῦ καὶ ἐπὶ κηροῦ δὲ τοῦ κατὰ τὰς Σειρῆνας, οὕτω καὶ ἐπὶ στέατος. ἀρχαῖον δὲ ἔθος τροχοειδῶς καὶ τὰ στέατα στρογγύλλεσθαι. ἴσως δὲ τῷ στέατι καὶ πιμελὴ νῦν συννοεῖται. ὧν διαφορὰ, ὅτι στέαρ μὲν τὸ τῶν κερασφόρων, ὃ καὶ θρύπτεται ψυχθὲν, πιμελὴ δὲ ἐπὶ τῶν μὴ ἐχόντων κέρατα. Ὅτι τῶν ἄλλων μνηστήρων θαλπόντων τὸ τόξον, καὶ πειρωμένων μὲν, οὐ δυναμένων δὲ ἐντανύσαι, πολλὸν γὰρ βίης ἐπιδευέες ἦσαν τῆς κατὰ τὸν Ὀδυσσέα δηλαδὴ, ὡς μετʼ ὀλίγα δηλοῦται σαφῶς, Ἀντίνοος δʼ ἔτι ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδὴς, ἀρχοὶ μνηστήρων. ἀρετῇ δὲ, ὅ ἐστιν ἀνδρίᾳ, ἔσαν ἔξοχʼ ἄριστοι. Ἔστι δὲ νῦν ἐπέχειν τὸ ἐν τῷ τέως ἀργεῖν καὶ μὴ ἐγχειρεῖν ἔργῳ. ἐκ τούτου δὲ οἱ ὕστερον καὶ οἱ προδηλωθέντες ἐφεκτικοὶ φιλόσοφοι ὠνομάσθησαν. ἐν μέντοι τῷ, δαιμονίη, τί μοι ἐπέχεις, ἕτερόν τι σημαινόμενόν ἐστιν, ὡς ἐδηλώθη ἐκεῖ. Ὅτι ἀσχολουμένων τῶν μνηστήρων εἰς τὴν τοῦ τόξου πεῖραν, καιρὸν ἔσχεν Ὀδυσσεὺς ἀναγνωρισθῆναι τοῖς δούλοις. οἱ μὲν οὖν, οἷα εἰκὸς, προεξῆλθον, οὕτω δόξαν αὐτοῖς ἢ διὰ λύπην ἢ καὶ ἄλλως ὁπωσοῦν. Ὀδυσσεὺς δὲ μετʼ αὐτοὺς δόμου ἐξελθὼν φιλιοῦται, εἰπὼν κατὰ ἦθος ἐνδοιαστικόν· βουκόλε, καὶ σὺ, συφορβὲ, ἔπος τι μυθησαίμην, ἢ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει. ποῖοί κʼ εἶτε, τουτέστιν εἴητε κατὰ συγκοπὴν, ἐξ οὗ τὸ εἶεν τρίτον τῶν πληθυντικῶν· ποῖοι τοίνυν εἴητε ἂν Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι ὧδε μάλʼ ἐξαπίνης, καὶ θεὸς αὐτὸν ἐνέγκοι; ἆρα μνηστῆρσιν ἀμύνοιτε ἢ Ὀδυσῆϊ; εἴπατε. οἱ δὲ ἑκάτερος, αἲ γὰρ τοῦτο, θεὲ πάτερ, εἶπον, τελευτήσειας ἐέλδωρ, ὡς ἔλθοι μὲν κεῖνος ἀνὴρ, ἀγάγοι δέ ἑ θεός· γνοίης ἂν οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται. ἀγαθοῦ δὲ ταῦτα ἐπικούρου ὑπόσχεσις. ἐν δὲ τοῖς ῥηθεῖσι κεῖται καὶ τὸ, ὁμαρτήσαντες ἄμφω, ἀντὶ τοῦ, ἅμα ὁρμήσαντες, καὶ ὡς εἰπεῖν, ὁμοῦ ἀρηρότες ἀλλήλοις. Ἰστέον δὲ ὅτι τὸ, βουκόλε καὶ σὺ συφορβὲ, οὐ λυποῦσι τοὺς δούλους. οὐδὲ γὰρ δυσχερὲς ἡ ἀπὸ τῆς ἀνὰ χεῖρα τέχνης παρωνυμία. καὶ οὕτω μὲν εἶπον οἱ δοῦλοι. Ὀδυσσεὺς δὲ ἐπὶ τούτοις ἑαυτὸν ἐκφαίνων, ἔνδον μὲν δή, φησιν, ὅδʼ αὐτὸς ἐγὼ, κακὰ πολλὰ μογήσας, ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. γινώσκω δὲ, ὡς ὑμῖν ἐελδομένοις ἱκάνω μόνοις δμώων· τῶν δʼ ἄλλων οὔ τινος ἤκουσα εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι. εἶτα, ἐπειδὴ τοὺς πολλοὺς οὐχʼ οὕτως ἡ εὔνοια, ὡς ἡ τῶν ἀγαθῶν ἐλπὶς ἐφέλκεται, ὑπάγεται δημαγωγικώτερον τοὺς δούλους καὶ ἐπαγγελίαις χρησταῖς, ὑποσχόμενος ὡς, εἴ περ ὑπʼ ἐμοίγε θεὸς δαμάσει μνηστῆρας ἀγαυοὺς, ἄξομαι ἀμφοτέροις ἀλόχους, καὶ κτήματʼ ὀπάσσω, οἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα. τὸ δὲ μεῖζον, καί μοι ἔπειτα Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθε. ἐφʼ οἷς ἀριφραδὲς τὴν οὐλὴν σῆμα καὶ αὐτοῖς δείκνυσιν, ἀποέρξας αὐτῆς ἤτοι ἀπαγαγὼν τὰ ῥάκεα, ἵνα, φησὶν, εὖ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ. οὕτως ἔφη· καὶ αὐτοὶ ἰδόντες εὖ τε ἐφράσαντο ἕκαστα καὶ ἔκλαιον ἀμφʼ Ὀδυσῆα δαΐφρονα χεῖρε βαλόντε, καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους, ὡς δούλοις ἔθος. ὡς δʼ αὕτως Ὀδυσσεὺς κεφαλὰς, ἔτι δὲ καὶ χεῖρας κολακικώτερον ἔκυσε. καὶ δὴ ἂν ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο ὃ δὴ καὶ νῦν, ὡς καὶ ἀλλαχοῦ, ἔφεσιν δηλοῖ κλαυθμοῦ, εἰ μὴ Ὀδυσσεὺς ἐκώλυσεν ἐκφοβήσας ἐν τῷ εἰπεῖν, παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω. εἶτα καὶ συμβουλεύει εἰπών· ἀλλὰ προμνηστῖνοι εἰσέλθετε· ὃ ἑρμηνεύων φησί· μὴ δʼ ἅμα πάντες· καὶ ἔτι μᾶλλον σαφέστερον· πρῶτος ἐγὼ, μετὰ δʼ ὔμμες, ἤγουν μετὰ δὲ ἐμὲ ὑμεῖς· ὃ καὶ γίνεται. Εἰσὶ δὲ προμνηστῖνοι, τουτέστιν ὡς οἷον εἰπεῖν προμενετῖνοι, οἱ προμένοντες ἀλλήλους καὶ μὴ ἅμα πάντες προϊόντες κατὰ τὸν ποιητὴν, ἀλλὰ πρῶτος οὗτος, εἶτα ἄλλος καὶ ἐφεξῆς. πλεονάζει δὲ τὸ σίγμα ἐν τῷ προμνηστῖνοι, καθὰ πρὸ βραχέων καὶ ἐν τῷ κατάντηστιν. Σῆμα δὲ τετύχθαι λέγει, τοῦ ἐφεξῆς δηλαδὴ ἔργου, τοιοῦτον· ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοὶ, οὐκ ἐάσουσιν ἐμοὶ δοῦναι βιὸν ἠδὲ φαρέτρην· ἀλλὰ σὺ, δῖε Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον ἐν χείρεσσιν ἐμοὶ θέμεναι, ἤτοι θές· εἰπεῖν τε γυναιξὶ, κληῗσαι μεγάροιο θύρας. ἢν δέ τις ἢ στοναχῆς ἢ κτύπου ἔνδον ἀκούσῃ ἀνδρῶν, μή τι θύραζε προβλώσκειν, ἤτοι προϊέναι ὡς προδεδήλωται· ἀλλʼ αὐτοῦ ἀκὴν εἶναι παρὰ ἔργῳ. σοὶ δὲ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς κληῗσαι κληῗδι, θοῶς δʼ ἐπὶ δεσμὸν ἰῆλαι· ὁποῖόν τι καὶ πρὸ ὀλίγου εἶχον αἱ τοῦ βασιλικοῦ θαλάμου θύραι, ἐν αἷς ἡ δέσποινα ἱμάντα θοῶς ἀπολύσασα κληῗδα ἐνῆκεν ὥστε ἀνοῖξαι. Καὶ ὅρα ὡς ἐξ ἀνάγκης καὶ τούτων τῶν δούλων ἐδέετο Ὀδυσσεὺς εἰς ταῦτα τέως τὰ ῥηθέντα. εἰ δέ τι καὶ πλέον χρησιμεύσουσι, τῆς κατὰ τὸν Ὀδυσσέα εὐβουλίας καὶ εὐτυχίας ἐκεῖνο ἐστί. διὸ καὶ ἔργον ποιεῖται ἀναγνωρισθῆναι αὐτοῖς ἐν αὐτοῖς τοῖς ἔργοις· οὐ γὰρ ἐτόλμα πρὸ τούτων. καὶ ποιήσουσιν οἱ δοῦλοι μετʼ ὀλίγα, καθὰ παρηγγέλθησαν. Ὅρα δʼ ἐν τοῖς ῥηθεῖσι τὸ, ἔπος τι μυθησαίμην ἢ αὐτὸς κεύθω, ἀδιαφορίαν ἔχον ἐγκλίσεων ἔθιμον τοῖς ῥητορεύουσιν. ἦν δὲ ἂν ταυτότης, εἴ περ ἔφη, ὡς εἰ πέρ τι μυθησαίμην ἢ κεύθοιμι· ὅ περ οὐκ εἶχεν ἀνάγκην εἰπεῖν ὁ ποιητὴς, ὡς ἐξὸν ὂν καὶ οὕτως καὶ οὕτως φράζειν. Ἰστέον δὲ ὅτι τὸ, ὡς ἐῤῥέθη, ποῖοί κʼ εἶτε, γραψάντων τινῶν, ποῖοί κʼ εἰτὲ, ἀντὶ τοῦ ἐστὲ, ὡς ἀπὸ τοῦ εἰμὲν εἰτὲ, ὅ πέρ ἐστιν ἐσμὲν ἐστὲ, Ἡρακλείδης τοὺς οὕτως ἀναγινώσκοντας ἁμαρτάνειν φησὶ, καθότι ὁριστικὸν ῥῆμα τῷ κε συνδέσμῳ ὑπάγουσιν, ὃς ἑκάστοτε ὑποτακτικὸν ἀπαιτεῖ ἢ εὐκτικόν. ἐγκρίνει δὲ τὸ εἶτε ἀντὶ τοῦ εἴητε, λέγων ὅτι ἡ ἀρχαία Ἀτθὶς τὰ εὐκτικὰ συγκόπτει κατʼ ἔξαρσιν μιᾶς συλλαβῆς, τό τε κοσμηθείημεν καὶ διακριθείημεν, ἀκολούθως δὲ καὶ τὸ εἴημεν κοσμηθεῖμεν καὶ διακριθεῖμεν καὶ εἶμεν λέγοντες, καὶ τὰ τούτων δεύτερα κοσμηθεῖτε καὶ διακριθεῖτε καὶ εἶτε. ἐν οἷς δὲ ταῦτα φησὶ, λέγει καὶ ὅτι τὸ, εἴ περ γάρ κε βλεῖο πονεύμενος, ὅ περ ἐν Ἰλιάδι κεῖται, εὐκτικόν ἐστι συγκοπὲν ἐκ τοῦ βλείοιο, ἐλέγχων κακῶς νοῆσαι τοὺς εἰπόντας προστακτικὸν εἶναι τὸ βλεῖο. Ἔτι ἰστέον καὶ ὅτι τὸ, ποῖοί κʼ εἶτε, ταυτόν ἐστι τῷ, ποταποὶ ἂν ἔσεσθε, καὶ ὅτι τῆς ὑστέρας Ἀτθίδος ἐστὶ τὸ ποῖοι. ἡ γὰρ ἀρχαία ἑτεροίαν ἐδίδου παράληξιν τῇ τοιαύτῃ λέξει, ὡς καὶ Ἡρακλείδης δηλοῖ, ἔνθα λέγει τοὺς Ἀττικοὺς τὴν οι δίφθογγον εἰς τὴν ει μεταποιεῖν, τὸ δυοῖν λέγοντας δυεῖν, καὶ τὸ οἴκοι οἴκει, καὶ τὸ ποῖος πεῖος. Ἐπὶ τούτοις ἰστέον καὶ ὅτι ἐν τῷ, ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγὼ, ἐκ παραλλήλου πρὸς ἔνδειξιν σαφοῦς ἀναγνωρισμοῦ οἱ τρεῖς κεῖνται σύνδεσμοι, τὸ ὅδε, τὸ αὐτὸς, καὶ τὸ ἐγώ. Περὶ δὲ τοῦ ὑπότροπος προείρηται. Τὸ δὲ, μὴ μόνον ἑτάρους ἀλλὰ καὶ κασιγνήτους τῷ Τηλεμάχῳ τοὺς δούλους ἔσεσθαι, κολακεία καίριος φανερά. πῶς γὰρ ἂν ἔσονται κασίγνητοι τῷ δεσπότῃ οἱ δούλοι; οὕτω δὲ κολακικῶς καὶ δίους αὐτοὺς ἐνταῦθα λέγει. ὑπάγεται δὲ αὐτοὺς καὶ τῇ τῶν ἀλόχων καὶ κτημάτων ὑποσχέσει, ὡς εἰκὸς, καὶ τῇ ἐγγὺς αὐτοῦ κατοικίᾳ. ἴσως δὲ προσληπτέον συνήθως ἔξωθεν καὶ τὸ ως ἐπίῤῥημα ἐν τῷ, ἑτάρω τε κασιγνήτω τε, ἵνα λέγῃ, ὅτι ἔσεσθε ὡς κασίγνητοι. καὶ ἄλλως δὲ καλῶς ἂν κασίγνητοι τῷ Τηλεμάχῳ λογίζοιντο οἱ στεργόμενοι ἐν τῷ προσφωνεῖν αὐτὸν, ξεῖνε πάτερ. ὁ γὰρ πατὴρ υἱῶν πάντως, οὐ μὴν δούλων πατήρ. εἴποι δʼ ἄν τις ἐντεῦθεν εἰλῆφθαι, καὶ παῖδας καὶ παιδίσκας μέχρι νῦν λέγεσθαι τὰ τῶν ἀνδραπόδων χρηστότερα. εἰ γὰρ κασίγνητοι οἱ τοιοῦτοι δοῦλοι τοῖς υἱοῖς τῶν δεσποτῶν, εὐλόγως ἂν εἰσποιοῖντο καὶ ὅσοι τοιοῦτοι τοῖς δεσπόταις εἰς παῖδας· ἐγγὺς δέ ἐστιν εἰπεῖν, εἰς υἱούς. Τὸ δὲ πιστωθῆτον ἀντὶ τοῦ πίστιν λάβοιτε, πιστεύσοιτε. Τὴν δὲ οὐλὴν τὴν τοῦ Ὀδυσσέως γνωριστικὴν ἐν τοῖς ῥηθεῖσι μεγάλην λέγει, ὡς ἂν εἴη πιθανὸν τὸ ἐκείνης ἐπίσημον. Ἐν δὲ τούτοις κεῖνται καὶ δύο στίχοι, καθὰ καὶ πρὸ τούτων, ἐπιτέμνοντες τὴν μακρὰν ἱστορίαν τὴν ἐπὶ τῇ οὐλῇ τοῦ Ὀδυσσέως, ἣν ἔπαθε κατὰ Παρνασσὸν, ὅτε εἰς τὸν πάππον ἦλθεν Αὐτόλυκον. ἔδειξε γάρ, φησιν, Ὀδυσσεὺς οὐλὴν, ἥν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι Παρνησσόνδʼ ἐλθόντα μετʼ Αὐτόλυκόν τε καὶ υἷας. χεῖρας δὲ τὰς τῶν δούλων καὶ αὐτὰς κολακεύων φιλεῖ Ὀδυσσεὺς, ὡς ἂν προθύμως αὐτῷ τοῦ ἔργου συνάροιντο. Τοῦ δὲ προμνηστῖνος τὸ ἀνάλογον ἀγχηστῖνος καὶ εἴ τι τοιοῦτον. χρῆσις δὲ αὐτοῦ κεῖται καὶ ἐν τῇ Νεκυίᾳ. Σημείωσαι δὲ καὶ ὅτι ἐν τῷ, τῶν δʼ ἄλλων οὔ τινος ἤκουσα εὐξαμένου ἐμὲ ὑπότροπον ἱκέσθαι, δηλοῖ μὲν βιωτικῶς, ὡς οἱ εὐχόμενοί τινι ἀγαθὰ ἐκεῖνοι καὶ στερκτέοι εἰσίν· ἐμφαίνει δὲ καὶ πολλοὺς εἶναι δούλους τῷ Ὀδυσσεῖ, ὧν ὀνόματα οὐκ ἔκκεινται, ὅτι μηδὲ χρεία γέγονεν αὐτῶν. οὕτω καὶ Κάλχαντος ἐν Ἰλιάδι μόνου μάντεως ἐμνήσθη, καὶ ἰατρῶν Μαχάονος καὶ Ποδαλειρίου, καὶ ταῦτα καὶ ἑτέρων ὄντων. Τὸ δὲ, κληῗσαι κληῖδι, ἐτυμολογικὸς τρόπος ἐστίν. Ὁ δὲ δεσμὸς τῶν οἴκου θυρῶν γίνεται, ἵνα μὴ αἱ δμωαὶ θύραζε προϊοῦσαι καταμηνύσωσι τῇ πόλει τὰ γινόμενα· φόβος γὰρ ἦν καὶ εἰς τοῦτο, ὡς καὶ ἐν τοῖς ἑξῆς φανεῖται. Ὅτι Εὐρύμαχος τὸ τόξον θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρὸς καὶ οὐδʼ οὕτως ἐντανύσαι δυνάμενος μέγα ἔστενε κυδάλιμον κῆρ, ἤγουν κατὰ ψυχήν· ὀχθήσας δʼ ἄρα εἶπεν· ὢ πόποι, ἦ μοι ἄχος περί τʼ αὐτοῦ καὶ περὶ πάντων· οὔ τι γάμου τοσοῦτον ὀδύρομαι ἀχνύμενός περ, εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες καὶ πολλαχοῦ· ἀλλʼ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν, ἤγουν ἐσμὲν, ὡς καὶ προείρηται, ἀντιθέου Ὀδυσῆος, ὅτʼ οὐ δυνάμεσθα τανύσαι τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι. Ὅρα δὲ τὸ, ἀντιθέου Ὀδυσῆος, παραῤῥιφὲν ἐπὶ θεραπείᾳ τῆς λύπης, ὡς μὴ καινὸν ὂν, εἰ τοιούτου ἀνδρὸς λείπονται. Ἐνταῦθα δὲ κεῖνται καὶ τρία ἐκ παραλλήλου, τὸ εἶπε, ἔφατο καὶ τὸ ἐξονόμαζε· φησὶ γάρ· ὀχθήσας δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ὢ πόποι καὶ τὰ ἑξῆς. ἀλλʼ οὕτω μὲν ὁ Εὐρύμαχος ἀπογινώσκει ἐντανύσαι τὸ τόξον, ἐμφήνας καὶ τὴν ἄγαν λύπην ἐπὶ τῇ στερήσει τῆς Πηνελόπης ἐν τῷ, οὔ τι τόσσον ὀδύρομαι. πολλοῦ γὰρ ἄχους τὸ ὅλως ὀδύρεσθαι. Ἀντίνοος μέντοι παραμυθούμενος, οὐχʼ οὕτως ἔσται, φησί· νοέεις δὲ καὶ αὐτός. νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ θεοῦ ἐπιστατοῦντος τῷ τόξῳ ἁγνή. τίς δʼ ἂν καὶ τόξα τιταίνοιτο; ὡς τῆς ἑορτῆς ἀργίαν ἐθελούσης. εἶτα καὶ εἰς τὴν αὔριον ἀναβάλλεται τὸ ἔργον, ὅτε σπείσαντες ἕωθεν καὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ, τῷ τῆς τοξείας ἐφόρῳ, τόξου, φησὶ, πειρώμεθα καὶ ἐκτελέωμεν ἄεθλον. εἰπὼν δὲ καὶ ὡς τοὺς πελέκεας καὶ εἴ περ ἐῶμεν ἅπαντας ἵστασθαι οὐκ ἄν τις αὐτοὺς ἀναιρήσεται, κελεύει τὸν οἰνοχόον ἐπάρξασθαι δεπάεσσιν ἐπὶ σπονδῇ. καὶ γίνεται οὕτω. καὶ οἱ κρητῆρες ἐπιστέφονται καὶ νῦν ποτοῖο καὶ ὁ οἶνος διανέμεται καὶ σπονδὴ γίνεται καὶ πίνουσιν ὅσον ἤθελε θυμός. Ἰστέον δὲ ὅτι σέλας οὐ μόνον πυρὸς ἀλλὰ καὶ ἡλίου· ὅθεν παρὰ Σοφοκλεῖ ἡ ὀπὴ, ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ. παρὰ τὸ σέλας φασὶν ἐμβιβάζειν. ἡ δὲ χρῆσις καὶ παρὰ Λυκόφρονι. Καίριον δὲ ἐπίθετον ἑορτῆς τὸ ἁγνὴ διὰ τοὺς τηνικαῦτα ἁγνισμούς. Ἔνθα ὅρα καὶ ὡς οἱ περὶ τὸ θεῖον ῥᾴθυμοι διʼ ἀνάγκην ἐπὶ τὸ θύειν ἔρχονται, οὐδʼ ἐν τῇ θυσίᾳ πάντως ἀπαλλαγησόμενοι τοῦ πολυφαγεῖν, ἵνα καὶ αὐτὴ φάγων ἑορτὴ λέγηται, ὁποία καὶ ἡ παρὰ Κλεάρχῳ τῷ Ἀριστοτέλους μαθητῇ, ὃς, καθὰ λέγει Ἀθήναιος, φαγησίαν ἑορτὴν ἱστορεῖ, κατὰ δέ τινας φαγησιποσίαν. κρατῶ γάρ, φησι, καὶ τῆς λέξεως διὰ τὸ σφόδρα μοι εἶναι προσφιλῆ τὸν Κλέαρχον. ἑορτὴ δὲ ἦν ἄρτι, ὡς προείρηται, Ἀπόλλωνος ἡλίου διὰ τὴν ἐν τριακάδι, ὡς δεδήλωται, σύνοδον. Ἀπόλλωνος γὰρ ἱερὰ πᾶσα νουμηνία, καθὰ καὶ ἡ τοῦ σεληνιακοῦ μηνὸς ἑβδόμη ὡς γενέθλιος Ἀπόλλωνος. δῆλον δὲ καὶ ὅτι τὴν ἑορτὴν, ὀρτὴν δισυλλάβως οἱ μεταγενέστεροι ἔλεγον Ἴωνες. Αἰολεῖς δὲ προπαροξυτόνως καὶ κατὰ μετάθεσιν ἔροτιν, ὡς ἀπὸ εὐθείας τῆς ἡ ἔροτις. ὅτι δὲ ἡ διὰ τὸ τίμιον ἁγνὴ ἑορτὴ καὶ θάλεια λέγεται, ὡς τοῖς θύουσιν αἰτία τοῦ θάλλειν, δῆλον ἐκ τοῦ, ἐπὶ δʼ ὀφρύσι σελίνων στεφανίσκους θέμενοι θάλειαν ἑορτὴν ἀγάγωμεν, ἐν ᾗ δηλαδὴ ἔθαλλον ὑπερβάλλοντές, φασι, τὰ εἰωθότα, ὃ δὴ παρέχει τὰς ἡδονάς. διὸ πάντες ἄνθρωποι ἡδέως προσδέχονται τὰς ἑορτάς. Τὸ δὲ ἀναιρήσεσθαι ἀνελέσθαί τι δηλοῖ κάτω κείμενον. τοιοῦτον οὖν τι καὶ πρὸ ὀλίγων μεταφορικῶς τὸ, ἀέθλια πατρὸς καλὰ ἀνελέσθαι. Ἐπάρξασθαι δὲ τὸ ἐπὶ τοῖς φθάσασι πάλιν ἄρξασθαι. Ὅτι Ὀδυσσεὺς κολακικῶς πάλιν τὸν λόγον μεταχειριζόμενος πρῶτα μὲν, εἰ καὶ Ἡσιόδῳ μὴ δοκεῖ δεῖν εἶναι ἐσαύριον τὸ ἔργον ἀναβάλλεσθαι, ἀλλʼ αὐτὸς κατὰ μοῖραν εἰπεῖν φησὶ τὸν Ἀντίνοον ἀναβαλλόμενον τὴν τοξείαν εἰς νέωτα, καλέσας καὶ θεοειδῆ αὐτόν. εἶτα καὶ ζητεῖ λαβεῖν καὶ αὐτὸς ἐπὶ πείρᾳ τὸ τόξον. φησὶ γοῦν· κέκλυτε, μνηστῆρες ἀγακλειτῆς βασιλείης. Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα λίσσομαι, τοὺς κατὰ τὸν ποιητὴν ἀρχοὺς καὶ ἐξόχους τῇ ἀρετῇ. ἐπεί, φησι, καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε, τουτέστι προσηκόντως, ὁ Ἀντίνοος, ἤγουν τὸ, νῦν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν, ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κʼ ἐθέλῃσιν. ἀλλʼ ἄγε μοι δότε τόξον ἐΰξοον, ὄφρα μεθʼ ὑμῖν, ἤγουν ἐν ὑμῖν, χειρῶν καὶ σθένεος πειρήσομαι, εἴ μοι ἔτʼ ἔστιν ἲς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν, ἢ ἤδη με ὄλεσσεν ἄλη τε ἀκομιστίη τε, ἤγουν ἡ πλάνη καὶ τὸ μὴ ἔχειν κομιδὴν, διʼ ἧς τημελεῖται τὸ σῶμα. Καὶ ὅρα τὸ, ἐπιτρέψαι θεοῖσι, μίγμα ὂν ἐπαίνου καὶ σκώμματος. δῆλον γὰρ ὡς ἀνέθετο τὰ τοῦ τόξου Ἀντίνοος ἐς τὴν αὔριον, ὡς μὲν αὐτὸς ἂν ἐρεῖ, ἀνατιθεὶς ἁπλῶς θεῷ τὰ τοῦ ἔργου, ἀληθῶς δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ὅτι ἀμηχανοῦντες προκαλοῦνται τὸ θεῖον εἰς σύναρσιν. Τὸ δὲ θεοειδὲς, νῦν μὲν Ὀδυσσεὺς ἐπιλέγει τῷ Ἀντινόῳ. πρὸ βραχέων δὲ ὁ ποιητὴς τὸν Εὐρύμαχον οὕτως εἶπεν ἐν τῷ, Ἀντίνοος ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής. καὶ ἦν ἐκεῖνο κρεῖττον. τοῦτο γὰρ καιρίως κολακεύων φησὶν Ὀδυσσεύς. πολλὴ γὰρ διαφορὰ Εὐρυμάχου πρὸς Ἀντίνοον τὸν φονικὸν καὶ ἄγριον. Τὸ δὲ, ᾧ κʼ ἐθέλῃσι, μέσως ἐσχημάτισεν ὁ Ὀδυσσεὺς, νοῶν μὲν ἑαυτὸν θελητὸν τῷ θεῷ, ἀφιεὶς δὲ καὶ τοὺς μνηστῆρας ὑπὲρ ἑαυτῶν τοῦτο νοεῖν. Ὅτι οὐ φορητὸν ὅλως τοῖς μνηστῆρσι τὸν δῆθεν ξεῖνον Ὀδυσσέα πειράσασθαι τοῦ τόξου, διὸ οἱ μὲν ἄλλοι πάντες ὑπερφιάλως νεμέσησαν αὐτῷ ζητήσαντι τὸ τόξον δείσαντες μὴ ἐντανύσειεν. Ἀντίνοος δὲ καὶ ἐπιπλήττων, ἆ δειλὲ ξείνων, φησίν· ἔνι τοι, ἤγουν ἔνεισι, φρένες οὐδʼ ἠβαιαί. εἶτα καὶ χάριν ὀφείλειν ἐθέλων τὸν ξεῖνον τοῖς μνηστῆρσιν ὡς ἀνθρωπίνως προσφερομένοις αὐτῷ, οὐκ ἀγαπᾷς, φησὶν, ὃ, ἤγουν ὅτι, ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν δαίνυσαι; οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις μύθων ἡμετέρων καὶ ῥήσιος, οὐδέ τις ἄλλος ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει. εἶτα καὶ εἰς μέθην σκώπτων φησίν· οἶνός σε τρώει μελιηδὴς, ὅς τε καὶ ἄλλους βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ, μηδʼ αἴσιμα πίνῃ. τοῦτο δὲ γνωμικῶς εἰς ψόγον μέθης φησί. πρὸς ὃ καὶ ἱστορίαν παραδειγματικῶς ἐπάγων, διʼ ἧς ὁ ποιητὴς παρεμπλακείσης κατὰ οἰκείαν μέθοδον ἐξαιρεῖ τὸ τῆς ἀφηγηματικῆς πλάσεως ὕπτιον, λέγει· οἶνος καὶ Κένταυρον ἀγακλυτὸν Εὐρυτίωνα ἄασεν ἐν μεγάρῳ μεγαθύμου Πειριθόοιο, ἐς Λαπίθας ἐλθόντα· ὁ δʼ ἐπεὶ φρένας ἄασεν οἴνῳ, μαινόμενος κάκʼ ἔρεξε γάμον ἢ δόμον κάτα Πειριθόοιο· ἥρωας δʼ ἄχος εἷλε, τοὺς Λαπίθας δηλαδή· διʼ ἐκ προθύρου δὲ θύραζε εἷλκον ἀναΐξαντες, ἀπʼ οὔατα νηλέϊ χαλκῷ ῥῖνάς τε ἀμήσαντες· ὁ δὲ φρεσὶν ἀασθεὶς ἤϊεν, ἤγουν ᾤχετο, ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ. ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη, οἷ τʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων. ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, ἤγουν φάσκω, καθὰ πολλαχοῦ κεῖται, εἴ περ τὸ τόξον ἐντανύσεις. οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις ἡμετέρῳ ἐνὶ δήμῳ. ἄφαρ δέ σε νηῒ μελαίνῃ εἰς τὸν προῤῥηθέντα Ἔχετον πέμψομεν. ἔνθεν δʼ οὔ τι σαώσεαι, ἀλλὰ ἕκηλος πῖνέ τε, μήδʼ ἐρίδαινε μετʼ ἀνδράσι κουροτέροισιν. οὕτω θρασὺς ὑπὲρ τοὺς ἄλλους ὁ Ἀντίνοος καὶ οἷος κριθῆναι τῷ Ὀδυσσεῖ ἄξιος πρῶτος τοῦ τόξου γεύσασθαι. Ὅρα δὲ ὅτι προσφυῆ τοῖς παροῦσιν ὁ ποιητὴς ἱστορίαν παρέθηκεν· εἰλαπίνη γὰρ ἄρτι λαμπρὰ, ἤδη δὲ καὶ γάμου σκευή. τοιαύτη δέ τις καὶ ἡ κατὰ τοὺς Λαπίθας δαῒς, καθʼ ἣν ὁ Εὐρυτίων ἔπαθεν. εἰκὸς δὲ ἦν τῷ διὰ μέθην ὀνειδιζομένῳ καὶ ἱστορίαν παραχθῆναι ὁμοίαν. Θρυλουμένου δὲ καὶ τοῦ κατὰ τοὺς Λαπίθας καὶ τοὺς Κενταύρους πολέμου τὴν αἰτίαν τούτου ἐνταῦθα παραδίδωσιν ὁ ποιητὴς, διδάσκων καὶ ὡς οὐ μόνον πολλάκις καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς εἰς κακὸν ἀπολαύει, ἀλλʼ ἰδοὺ καὶ ὅλον φῦλον κακῶς ἀπήλλαξεν ἐπὶ κακίᾳ ἑνὸς, τοῦ Εὐρυτίωνος δηλαδὴ, ὃς οὐδʼ αὐτὸς εὖ ἔσχεν ἐφʼ οἷς μεθύων ἐπλημμέλει κατὰ γυναικῶν ἐν γάμου καιρῷ, καθά φασιν οἱ παλαιοί. τίνες δὲ οἱ Λαπίθαι καὶ ὡς ἔθνος Θετταλικὸν καὶ αὐτοὶ, δηλοῖ καὶ ἡ Ἰλιάς. καθʼ ἣν περίπυστος καὶ ὁ Πειρίθοος, Λαπίθης ὢν καὶ αὐτός. εἴρηται δὲ ἐκεῖ καὶ περὶ Κενταύρων εἰς ὅσον ἐχρῆν, φύλου ἐκείνου ἄλλως μὲν ἀγρίου, μυθικῶς δὲ καὶ ἱππανθρώπου κατά τινα τεραστίαν σύνθεσιν. Σημείωσαι δὲ ὅτι τε ἐκ τοῦ χῶ, ἀφʼ οὗ τὸ χαίνω καὶ τὸ χανδὸν καὶ ἕτερα πολλὰ, ὡς ἑτέρωθι δηλοῦται, καὶ τὸν χάσκακα οἱ παλαιοὶ παρήγαγον σκωπτικῶς παρὰ τὸ κεχηνέναι, καθά που καὶ ὁ κωμικὸς κεχηναίους ἀστείως τοὺς Ἀθηναίους παρῴδησε. καὶ ὅτι Λαπίθης οὐ μόνον, ὡς ἐν ἄλλοις ἐῤῥέθη, ὁ δοκῶν πειστικὸς εἶναι παρὰ τὸ λαοὺς πείθειν, ἀλλὰ κατὰ τοὺς παλαιοὺς καὶ ὁ αὐχηματίας, παρὰ τὸ λαούς, φασιν, εἰς ὄπιν ἄγειν καὶ ἐπιστροφὴν ἐν τῷ περιαυτολογεῖσθαι. ὁ δὲ τοιοῦτος εἴη ἂν καὶ ἀλαζὼν κατὰ παλαιὰν παράδοσιν διὰ τὸ ἀλώμενος ζῆν ἐν τῷ μάτην αὐχεῖν· ἤδη δὲ καὶ βάβαξ καὶ βαβάκτης. καὶ ὅτι τὸ ἱστορηθὲν παράδειγμα εἰς τοιοῦτόν τι ἀφορᾷ κατὰ τὸν τοῦ Ἀντινόου νοῦν· ὣς ἄρα καὶ σὺ, ὦ ξεῖνε, μεθύων κατὰ τὸν Εὐρυτίωνα ἔριν κινήσεις ἡμῖν καὶ τοῖς ἀμφὶ Τηλέμαχον· καὶ τὸ μὲν τέλος οἷον ἔσται τῆς ἔριδος, ἄδηλον ἴσως· σοὶ δὲ αὐτῷ πρώτῳ ἔστι κακὸν, καθὰ καὶ τότε τῷ Εὐρυτίωνι, ὃν ἱστορεῖ, φασὶ, Βακχυλίδης ἐπιξενωθέντα τινὶ ἐν Ἤλιδι καὶ ὑβριστικῶς ἐπιχειρήσαντα τῇ τοῦ ξενοδοχήσαντος θυγατρὶ ὑφʼ Ἡρακλέος ὕστερον ἀναιρεθῆναι τοῖς ἐκεῖ ἐπιστάντος. Ἐνταῦθα δὲ μνεία ληπτέον Διογένους ὀνοματοποιήσαντος ἱππόπορνόν τινα πρὸς ἀναλογίαν τοῦ ἱπποκένταυρον. ἰδὼν γάρ, φασι, τινὰ κατῃκισμένον τὸ γένειον καὶ μεμυρισμένον ἐπὶ ἵππου, πρότερον μὲν ἔφη ζητεῖν τίς ἐστιν ὁ ἱππόπορνος, νῦν δʼ εὑρηκέναι, ὡς δηλαδὴ ἀνυποστάτου φωνῆς μέχρι τότε οὔσης τῆς κατὰ τὸν ἱππόπορνον, ὁποία καὶ ἡ κατὰ τὸν τραγέλαφον καὶ τὰ τοιαῦτα. ὅτι δὲ ἡ τῶν γενείων ἐξαθέρισις ἐπονείδιστος ἦν τοῖς παλαιοῖς, ἐκ πολλῶν δηλοῦται. ὁ γοῦν αὐτὸς Διογένης τοιοῦτον ἰδών τινα ἔφη· μή τι ἔχεις ἐγκαλεῖν τῇ φύσει, ὅτι ἄνδρα σε ἐποίησε καὶ οὐ γυναῖκα; Ἕτερος δέ τις παλαιὸς εἶπε τὸ, τί γὰρ αἱ τρίχες λυποῦσιν ἡμᾶς, διʼ ἃς ἀνὴρ ἕκαστος ἡμῶν φαίνεται; λέγεται δὲ ἐν Ἀθήναις τὸν πρῶτον προκειράμενον παρωνύμιον ἔχειν κόρσην, ὡς καὶ αὐτὸ Ἀθήναιος ἱστορεῖ. καὶ ὅρα τὸ παρωνύμιον, ἶσον ὂν τῷ ἐπίκλην. Σημείωσαι δὲ καὶ τὸ κόρσην, ὡς ἀπὸ τοῦ κείρω κέρσω, τραπέντος τοῦ ε εἰς ο κανονικῶς. καὶ οὕτω μὲν ταῦτα. λέγεται δὲ καὶ ὅτι Πειρίθους τὴν Ἀδράστου Ἱπποδάμειαν ἀγόμενος συνεκαλέσατο κατὰ συγγένειαν Λαπίθας καὶ Κενταύρους, ὅτε Κένταυροι μὲν προαχθέντες ὑπὸ μέθης, τῶν Λαπιθῶν ἁρπάσαντες τὰς γυναῖκας προέθεντο, Λαπίθαι δὲ ἀνεῖλον αὐτούς. Ὅτι δὲ θηριώδεις οἱ Κένταυροι, οὓς καὶ φῆρας ὀρεσκώους ἐν Ἰλιάδι ἔφη ὁ ποιητὴς, δηλοῦται κἀνταῦθα ἐν τῷ, ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη. ἐῤῥέθη γὰρ τοῦτο, οἷα τῶν Κενταύρων ἄλλο τι παρὰ τοὺς ἄνδρας ὄντων. ὅτι δὲ καὶ γυναικεῖον μόριον σημαίνει ὁ Κένταυρος, δηλοῦσιν οἱ παλαιοὶ, φέροντες καὶ χρῆσιν Θεοπόμπου εἰς τοῦτο. πικρότερον δὲ τούτου εἰς σκῶμμα τὸ εἰρῆσθαι Κένταυρον, ὃς κεντεῖ ὄῤῥον τὸν παρὰ τῷ κωμικῷ. Ὅρα ὡς τὸ ἐν Ἰλιάδι ἀδιαρθρώτως ῥηθὲν, ὅτι δηλαδὴ Καινεὺς καὶ Ἐξάδιος καὶ οἱ λοιποὶ Λαπίθαι θηρσὶ τοῖς Κενταύροις ἐμάχοντο, ἐνταῦθα διεσαφήθη. παρασημαντέον δʼ ἐνταῦθα ὡς, εἴ περ οὕτω πρὸς ἄλλοις κακοῖς, ὧν ἐπιτελεστὴς ὁ οἶνος ὅτε χανδὸν πίνουσιν ἀνθρώπους κατασκήπτει, καὶ πολέμων αἰτίας δίδωσιν ἐκθηριῶν τοὺς προσιεμένους αὐτὸν, καλῶς ἄρα ὁ κατʼ οἶνον Διόνυσος Λυαῖος ἐπωνομάσθη, ὅ ἐστι στασιαστὴς, παρὰ τὴν λύην ἤγουν στάσιν, ᾗ ἐναντίον ἡ εἰρήνη. αὕτη μὲν γὰρ παρὰ τὸ εἴρειν εἰς ἓν γέγονεν, ἐκείνη δὲ παρὰ τὸ λύειν. ὀρθῶς δὲ καὶ ταύρῳ παρά τε ἄλλοις καὶ Λυκόφρονι, ἔτι δὲ καὶ παρδάλει ὁ Διόνυσος εἰκάζεται διὰ τὸ πρὸς βίαν τρέπεσθαί, φασι, τοὺς ἐξοινωθέντας. κατὰ γὰρ τὴν Ἀλκαίου μοῦσαν ἄλλοτε μὲν μελιαδὴς ὁ οἶνος, ὃ δὴ ἔφη καὶ Ὅμηρος, ἄλλοτε δʼ ὀξύτερος τριβόλων. καθότι μὲν οὖν θυμικὸν ὁ ταῦρος, ὡς Εὐριπίδης δηλοῖ ἐν τῷ, ταῦροι δʼ ὑβρισταὶ εἰς κέρας θυμούμενοι, ταύροις εἰκαστέον τοὺς ἐξοίνους· καθὸ δὲ μάχιμοι καὶ θηριώδεις ἐκ μέθης ἔνιοι γίνονται, παρδάλεις ἄλλως οἷον οἱ τοιοῦτοι, διὰ τὸ ἐν αὐτοῖς, φασὶ, παρδαλῶδες. οὗ σύμβολόν τι καὶ ἡ παρδαλῆ, ἣν ἡ αἰνιγματικὴ σοφία φόρημα τῷ Διονυσίῳ δίδωσιν. Ὅρα δὲ καὶ τὸ, ὀξύτερος τριβόλων, διʼ οὗ δηλοῦται, ὡς ὁ λεγόμενος κοινῶς ὀξὺς οἶνος τῷ μελιηδεῖ ἀντιδιαστέλλεται. χρῆσις δὲ τοιούτου ὀξέος, ὥς φησιν Ἀθήναιος, παρὰ Ἡρακλέωνι ἐν τῷ, τὸ οἰνάριον πάνυ ἦν ὀξὺ καὶ πονηρόν. καὶ τοιοῦτον μὲν τοῦτο. ἔστι δὲ εἰπεῖν τὴν τοῦ Ἀντινόου κακίαν ἐν τοῖς ἄρτι ῥηθεῖσι καὶ καθότι οὐχʼ ὡς μεθύοντι ἀπειλεῖται τῷ ξείνῳ, ἀλλʼ ἐὰν τὴν ἀνδρίαν ἐκφήνῃ τανύσας τὸ τόξον, ποινὴν αὐτῷ τῆς ἀρετῆς ἀπειλούμενος. Σημειοῦνται δὲ οἱ παλαιοὶ καὶ ὡς ὑπερφιάλους τοὺς μνηστῆρας ὁ Ἀντίνοος ἐπὶ ἐπαίνῳ φησίν. οὐ γὰρ δή που ψέγει τοὺς κατʼ αὐτὸν, εἰ μὴ ἄρα βαρυνόμενος λέγει, ὡς ἄξιος κρίνῃ συνευωχεῖσθαι ἡμῖν τοῖς, ὡς οἱ πολλοί φασιν, ὑπερφιάλοις· ᾧ δὴ ὅμοιόν τι ἐστιν ἐφεξῆς καὶ τὸ, ἕκηλος πῖνε μετʼ ἀνδράσι κουροτέροισιν, ὡς ταυτὸν ὂν ὑπερφιάλους καὶ κουροτέρους εἰπεῖν. Τὸ δὲ, ἆ δειλὲ ξείνων, ἁπλοῦν ὂν ἀντὶ ὑπερθετικοῦ εἴληπται τοῦ δειλαιότατε. ἐῤῥέθη δὲ οὕτως ἢ ἀπαρατηρήτως διὰ θυμὸν, ἢ καὶ ἄλλως ἁπλούστερον κατὰ τὸ, νικᾷ γὰρ ἡ ἀρετή με τῆς ἔχθρας πολὺ, ἤγουν πλεῖον· καὶ τὸ, μεταβολὴ πάντων ἡδὺ, ὅ ἐστιν ἡδύτερον, ὥς τινες φασί. Τὸ δὲ ῥηθὲν, οὐκ ἀγαπᾷς, ἔπεισε τοὺς ὕστερον ἐπὶ τοῦ ἀρκεῖσθαι τιθέναι τὸ ἀγαπᾶν, ὃ καὶ μετὰ δοτικῆς ἐκεῖνοι συντάσσουσιν. Ἀμέρδειν δὲ ἐν ἄλλοις μὲν τὸ σκοτίζειν, νῦν δὲ δαιτὸς ἀμέρδεσθαι τὸ στερίσκεσθαι, ἀπὸ τοῦ μερίζειν, ἵνα ᾖ ἀμέρδειν τὸ μερίδος ἀποστερεῖν. Τὸ δὲ, μύθων ἡμετέρων καὶ ῥήσιος, ταυτὰ δηλοῦσιν, ὥς περ καὶ τὸ, ὃς ἂν τὸν οἶνον χανδὸν ἕλῃ μηδʼ αἴσιμα πίνῃ, τουτέστι κατὰ τὸ αἴσιον καὶ καθῆκον. Τὸ δὲ, οὐδέ τις ἄλλος ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει, ὧν φανερὰ ἡ διαφορὰ, θυμοῦ ἐστὶ λαλιὰ περιττὴ καὶ οὐκ ἀναγκαία λεχθῆναι· ἤρκει γὰρ μόνον τὸ εἰπεῖν ὡς ἀκούεις μόνος μύθων ἡμετέρων καὶ οὐκ ἐχρῆν ἀπανθρωπίαν κατειπεῖν τῶν μνηστήρων εἰς οὐδὲν δέον. Τρώει δὲ ἀντὶ τοῦ βλάπτει. γίνεται δὲ ἐκ τοῦ τρῶ τοῦ συγκοπέντος ἐκ τοῦ τείρω. ἐκ τούτου δὲ παρὰ τοῖς ὕστερον καὶ τὸ τιτρώσκω ὁμοίως τῷ, γνῶ γιγνώσκω, παρῆκται· καὶ τὸ τρῶμα καὶ ἡ τρώμη ἐπὶ βλάβης Ἰωνικῶς ὁμοίως τῷ, βρῶμα βρώμη καὶ τοῖς τοιούτοις. τρῶμα δέ φαμεν οὐ τὴν ἁπλῶς ἀλλʼ ἐν πολέμῳ βλάβην, ἀφʼ ἧς καὶ ἐπέντρωμα συνθέτως ἐν τοῖς τοῦ Ἀθηναίου, ὃ δοκεῖ ἐρεθισμόν τινα δηλοῦν τρυφητικὸν ἐν τῷ, ἵνα μὴ καταιγισμοὺς λέγω καὶ τὰ ἐπεντρώματα, ἃ πολλάκις προφέρεται ὁ Ἐπίκουρος, καὶ τοὺς γαργαλισμοὺς καὶ τὰ νύγματα. δῆλον δʼ ὅτι, ὥς περ γνῶ γνώω, δῶ δώω, οὕτω καὶ τρῶ τρώω. εἰ δὲ καὶ τρώειν ὁ οἶνος λέγεται, ἀλλʼ ἔστιν οὓς καὶ ὠφελεῖν φαίνεται πολυτρόπως. Ζήνων οὖν, φασὶν, ὁ Κιτιεὺς σκληρὸς ἄλλως ὢν πρὸς τοὺς συνήθεις, ὅμως εἰ πλεῖον οἴνου πάσειε, ἡδὺς ἐγίνετο καὶ μείλιχος, λέγων ταυτόν τι τοῖς θέρμοις πάσχειν, οἳ πικρότεροι ὄντες πρὶν διαβραχῆναι, ποτισθέντες γλυκεῖς γίνονται καὶ προσηνέστεροι. Ἕκτωρ μέντοι ἐν τῇ Ἰλιάδι οὐ πίνει τὸ παρὰ τῆς μητρὸς διδόμενον, ὅτε τὴν μάχην λιπὼν ἀνῆλθεν εἰς τὴν πόλιν, πάνυ καλῶς. νέος μὲν γάρ, φασιν, ὤν τις ταχὺ μεθυσθήσεται διὰ πλῆθος τοῦ ἐνυπάρχοντος θερμοῦ· οὐ γὰρ χρὴ πῦρ ἐπὶ πῦρ ὀχετεύειν· γηραιὸς δὲ ὢν τάχιστα μεθυσθήσεται διʼ ὀλιγότητα καὶ ἀσθένειαν τοῦ περὶ αὐτὸν θερμοῦ. εἰ δὲ καὶ τότε ὁ Ἕκτωρ ἐδεδίει, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐφάνη, μή ποτε πιὼν ἀπογυωθεῖ διὰ τὸ παρακαίριον, ἀλλʼ ὅτε καιρὸν ἡ πόσις ἔχει τοῦ οἴνου, τότε κατὰ τὴν Εὐριπίδειον μοῦσαν ἀρκεσίγυός ἐστιν. εἰς δὲ ψόγον οἴνου καὶ αὖ πάλιν εἰς ἔπαινον μεθοδευτὴς πρόκειται ὁ καλὸς Ἀθήναιος. Τὸ δὲ, ὃς καὶ ἄλλους βλάπτει ὃς ἄν μιν χανδὸν ἕλῃ, συνήθως ἀπὸ πληθυντικοῦ κατῆλθεν εἰς ἑνικὸν πρὸς ἀκρίβειαν ἐννοίας. οὐ γὰρ πάντας ἁπλῶς ὁ οἶνος βλάπτει, διʼ οὗ καὶ ὀνεῖταί τις πολλάκις πιὼν, ὡς καὶ ἡ Ἰλιὰς λέγει, καὶ ἡ ἐτυμολογία δὲ δηλοῖ, ἐκ τοῦ ὀνεῖν αὐτὸν παράγουσα, ἀλλʼ ὃς ἂν αὐτὸν χανδὸν ἕλῃ, ὃς δὴ καὶ πάροινος λέγεται καὶ παροινίαν νοσεῖν καὶ ἐξοινίαν ἔχειν, ὃ δηλοῖ τὴν ὑπὲρ τὸ καθῆκον οἰνοποσίαν. ἐκ δὲ τῶν τοιούτων καὶ τὸ ἐμπαροινεῖν καὶ τὸ πεπαρῳνηκέναι. Τὸ δὲ, χανδὸν ἕλῃ, σκωφθείη ἂν ὡς μὴ δυνατὸν ὂν ἄλλως πίνειν τινὰ εἰ μὴ χαίνοι· διὸ κακῶς εἰρῆσθαι βλάπτεσθαι, ὃς ἂν οἶνον ἁπλῶς χανδὸν ἕλῃ. ὅθεν εἰς διόρθωσιν, μάλιστα μὲν οὖν εἰς σαφήνειαν ἐπῆκται τὸ, μηδʼ αἴσιμα πίνῃ, ὡς τοῦτο ὂν χανδὸν πίνειν τὸ μὴ αἴσιμα πίνειν. εἴρηται οὖν τὸ χανδὸν πίνειν ὡς ἀπό τινος δοχείου διαχάσκοντος ἀεὶ πρὸς ὑποδοχὴν ὑγροῦ. Τὸ δὲ, ἀγακλυτὸν Εὐρυτίωνα, εἰς ἔνδειξιν κεῖται τοῦ καὶ τοὺς ἀγακλυτοὺς ἀχρειοῦσθαι τῷ οἴνῳ. Τὸ δὲ ἄασεν ἀντὶ τοῦ ἔβλαψε λέξις μέν ἐστιν οὐ κοινὴ, καιριωτάτη δὲ ὡς ἐν ποιήσει. διὸ καὶ τρὶς αὐτῇ ἐνταῦθα χρᾶται Ὅμηρος. ἐκ δὲ τούτου τοῦ ῥήματος καὶ ἡ ἄτη κατὰ συναίρεσιν διὰ διχρόνου ἐκτεταμένου. ἴσως δὲ καὶ ὁ ἀεσίφρων θυμὸς, ἤγουν βλαψίφρων, φρενοβλαβὴς, οὗ περ ἁπλοῦν τὸ, φρεσὶν ἀασθεὶς, ἤγουν βλαβεὶς, ὃ ταυτόν ἐστι τῷ μανείς. ἐπεὶ καὶ μανίᾳ ἔοικεν ἡ ἄκρα μέθη κατὰ τὸ, μαινόμενος κάκʼ ἔρεζε. τοιοῦτον δὲ καὶ τὸ, φρένας ἄασεν οἴνῳ. Τὸ δὲ ἔρεξε φυσικῶς καὶ οὐ κατὰ Ἀττικοὺς ἀδιπλασίαστον ἔχει τὸ ῥῶ. Τὸ δὲ, οὔατα ῥῖνάς τε ἀμήσαντες ἀντὶ τοῦ ἐκτεμόντες καὶ ῥᾷον ἀποκόψαντες ὡς εἰ καί τι φυτὸν ἀμώμενον. Τὸ δὲ, ἣν ἄτην ὀχέων, ἀστείως εἴρηται ἀντὶ τοῦ, ὀχῶν καὶ βαστάζων τὴν ἑαυτοῦ βλάβην ὡς οἷα τις ἀχθοφορῶν ἱπποκένταυρος, ἐπεὶ καὶ ἐφʼ ἵππων λέγεται τὸ ὀχεῖν. ὡς γοῦν ἵππος ὀχεῖ, τουτέστι φέρει τινὰ, οὕτω καὶ ὁ Κένταυρος Εὐρυτίων τὴν κατʼ αὐτὸν βλάβην. Τὸ δὲ εὕρετο τρίτον ἐστὶν ἑνικὸν δευτέρου ἀορίστου τοῦ εὑρόμην, ὃ κεῖται καὶ παρὰ Σοφοκλεῖ. τὸ γὰρ εὑράμην καὶ τὸ εὕρατο οὐ σύνηθες Ἀττικοῖς. Τοῦ δὲ οἰνοβαρείων βαρύτονος ὁ ἐνεστὼς κατὰ τὸ κιχείω καὶ ὅσα τοιαῦτα. τοῦ μέντοι καρηβαριῶν περισπώμενόν ἐστι τὸ θέμα. αἴτιον δὲ ἐν ἀμφοῖν ὁ κατὰ τὸ μέτρον δακτυλισμός. οὔτε γὰρ τὸ καρηβαριῶ ἐχρῆν διφθόγγῳ παραλήγεσθαι· ἄχρηστον γὰρ τοῦτό γε εἰς μέτρον ἡρωϊκόν· οὔτε αὖ πάλιν τὸ οἰνοβαρείω ἐχρῆν ἐκπεσεῖν τῆς διφθόγγου, ἐγίνετο γὰρ οὕτω ποὺς Ἰωνικὸς ἀπὸ μείζονος, ἄχρηστος μέτρῳ δακτυλικῷ. καλὸν τοίνυν ἐκεῖ μὲν ἡ διὰ τοῦ ἰῶτα, ἐνταῦθα δὲ ἡ διὰ διφθόγγου γραφή. Ἐπητὺς δὲ κατὰ μέν τινας ἡ μεταίτησις ὡς ἀπὸ τοῦ ἐπαιτεῖν. ἕτεροι δὲ ἐπητὺν τὸν ἐν λόγοις φασὶν ἔπαινον ὡς ἀπὸ τοῦ ἐπήτης ἢ ἐπητὴς ὀξυτόνως, ὃ δηλοῖ τὸν φρόνιμον καὶ λόγιον. Ἀντιβολῆσαι δὲ νῦν τὸ ἐπιτυχεῖν· ἐν ἄλλοις δὲ τὸ συναντῆσαι· παρὰ δὲ τοῖς ὕστερον καὶ τὸ ἱκετεῦσαι. Ὅτι καὶ ἐπὶ τῆς Πηνελόπης σχηματίζει τι ἀστείως ὁ ποιητής. ποιεῖ γὰρ αὐτὴν τὴν ἀληθῶς ἀγνοοῦσαν, λέγουσαν αὐτὸ τὸ ἐκβησόμενον ὡς ἐν σχήματι ἐρωτήσεως καὶ οὕτω ψυχαγωγοῦσαν τοὺς εἰδότας ἀκροατάς. εἰποῦσα γὰρ πρῶτον καὶ αὐτὴ πρὸς Ἀντίνοον ὡς οὐ καλὸν οὐδὲ δίκαιον ἀτέμβειν τοὺς τοῦ Τηλεμάχου ξείνους ἐπιφέρει ἐρωτιματικῶς· ἔλπεαι, εἴ περ ὁ ξεῖνος μέγα τόξον ἐντανύσει χερσί τε βιῃφί τε πεποιθὼς, οἴκαδέ με ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν; ἐνταῦθα γὰρ ὁ εἰδὼς ἀκροατὴς εἴποι ἂν, ὅτι ναὶ οὕτως ἔσται, εἰ καὶ οἱ μνηστῆρες οὐκ οἴεσθαι τοῦτο φασὶν, ἐπεὶ μηδὲ ἔοικεν. ἀστεῖον δὲ τῆς γυναικὸς καὶ ἐφεξῆς τὸ, οὐδʼ αὐτός που τοῦτό γε ἐνὶ στήθεσσιν ἔολπε, τὸ που διστακτικῶς εἰποῦσα ὡς τοῦ ξείνου ἴσως ἐλπίζοντος, ὃ καὶ οὕτως εἶχε. τὸ μέντοι ἐπιφερόμενον σκοτίζει τὴν ἔμφασιν ἐπίτηδες, ἵνα μὴ διόλου ὁ ποιητὴς χαριεντίζοιτο. φησὶ γὰρ ἡ γυνή· μηδέ τις ὑμῶν τούτου ἕνεκα θυμὸν ἀχεύων δαινύσθω· ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν. οὕτω καὶ Τηλέμαχος, εἴ περ ἐτάνυσε τὸ τόξον, οὐκ ἂν πάντως ἠγάγετο τὴν μητέρα, ἔχαιρε δʼ ἂν ὡς ἐοικὼς τῷ πατρί. ἄλλως δέ γε ἔστιν ἐπιβαλεῖν ὅτι ἐσχημάτισται ἀστείως καὶ τὸ, μηδέ τις ὑμῶν τούτου ἕνεκα συγκεχυμένος δαινύσθω, ἐπεὶ οὐδὲ ἔοικεν, ὡς τῆς ψυχῆς ἀποφοιβαζούσης, μὴ ἐοικὸς εἶναι τοὺς μνηστῆρας ἄχθεσθαι, εἴ περ ὁ ἀνὴρ Ὀδυσσεὺς ἔλπεται οἴκαδε ἄξεσθαι τὴν οἰκείαν γαμετὴν, ἧς ἐπὶ τοσοῦτον ἀπῆν. καὶ τοῦτο μὲν τοιοῦτον. ὁ δὲ Εὐρύμαχος ἀρνησάμενος μὴ οὕτως οἴεσθαι, ὡς καὶ προεγράφη, τοὺς μνηστῆρας, ἐπεὶ οὐδὲ ἔοικεν, ὃ δὴ καὶ ἡ γυνὴ πρὸ αὐτοῦ ἔφη, ἐπάγει τὸ, ἀλλʼ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν, ἀτέμβομεν δηλαδὴ τὸν τοῦ Τηλεμάχου ξεῖνον. τοῦτο γὰρ ἀναγκαίως ἐκ μακροῦ ἀπὸ κοινοῦ νοεῖται πρὸ δέκα στίχων κείμενον. τίς δὲ ἡ αἰσχύνη; μή ποτέ τίς, φησιν, εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν, τουτέστιν ἀσθενὴς ἢ δυσγενὴς, ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν, ἀλλʼ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν ῥηϊδίως ἐτάνυσε βιὸν, διὰ δʼ ἧκε σιδήρου. ὧν ἀμφοτέρων ἐνταῦθα χρεία, πρῶτα μὲν, τανύσαι τόξον, εἶτα καὶ διοϊστεῦσαι σιδήρου. ὣς ἐρέουσιν· ἡμῖν δʼ ἂν ἐλέγχεα ταῦτα γένοιτο. διʼ ὧν ἡρμήνευσεν Εὐρύμαχος ὃ φθάσας εἶπε γοργῶς τὸ, ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι. Δῆλον δʼ ὅτι τριχῶς λέγεται τὸ ἔλεγχος, ἡ ἐλεγχεία καὶ κοινότερον ὁ ἔλεγχος. καὶ οὕτω μὲν Εὐρύμαχος. ἡ δὲ γυνὴ θαυμασίως πρὸς τὸν εἰπόντα ἐλέγχεα ταῦτα εἶναι, Εὐρύμαχε, φησὶν, οὔ πώς ἐστιν εὐκλεῖας κατὰ δῆμον ἔμμεναι, οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν ἀνδρὸς ἀριστῆος. τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε; τουτέστι τὰ μεγάλα παρορῶντες ἐλέγχεα τί δή ποτε τὰ μικρὰ ὑφορᾶσθε; Καὶ ὅρα ὡς ἀπὸ μιᾶς λέξεως τῆς ὕστερον ἐπενεχθείσης ἐν τῷ, ἡμῖν δὲ ἂν ἐλέγχεα ταῦτα γένοιτο, ἀντιλογίαν γενναῖαν ἡ σοφὴ Πηνελόπη πορίζεται, κατασκευάζουσα ὡς οὐκ εἰσὶ τὰ τοιαῦτα ἐλέγχεα. εἶτα καὶ τὸν ξένον ἐπαινοῦσα καὶ τὸ ἔπαθλον ἐκφωνοῦσα, εἴ περ ἀριστεύσει ὁ ξεῖνος, φησίν· οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγὴς, πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός· καὶ μετʼ ὀλίγα· εἴ περ ἐντανύσει τὸ τόξον, ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλὰ, δώσω δʼ ὀξὺν ἄκοντα κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν καὶ ξίφος ἄμφηκες, δώσω δʼ ὑπὸ ποσσὶ πέδιλα. πέμψω δʼ ὅππῃ μιν κραδίη θυμός τε κελεύει· κελεύσει δὲ, ὡς ὁ Ὁμηρικὸς οἶδεν ἀκροατὴς, ἀπελθεῖν ἐς ἄνδρας, οἱ οὐκ ἴσασι θάλασσαν, ἐκεῖ ἄρα καὶ πέμψει αὐτόν. πάντα γὰρ τὰ ἐνταῦθα ῥηθέντα ποιήσει τῷ ἀνδρὶ μετὰ τὸν ἀναγνωρισμὸν ἡ γυνή. ἐσχημάτισται γὰρ καὶ ταῦτα ὁμοίως τοῖς πρὸ ὀλίγων ῥηθεῖσι πρὸς ψυχαγωγίαν τοῦ εἰδότος ἀκροατοῦ, ὡς εἶναι καὶ τὰ τοιαῦτα φήμας οἷον τινὰς τῷ Ὀδυσσεῖ. Ἰστέον δὲ ὅτι πολλὴν αἰσχύνην δηλοῖ ὁ Εὐρύμαχος ἐν τῷ, φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν· πάγκοινον γὰρ τὸ τοιοῦτον ὄνειδος. Τὸ δὲ ἐλέγχεα ποιεῖ τὴν τῆς ἐλεγχείης διὰ διφθόγγου γραφὴν, ὡς καὶ τὸ ἔγχεα τὴν τῆς ἐγχείης. Τὸ δὲ εὐκλεῖας τοὺς εὐκλεέας δηλοῖ, συναιρεθὲν συνήθως. διὸ καὶ προπερισπᾶται διὰ τὸ συνεστάλθαι τὴν λήγουσαν. Τὸ δὲ, οὗτος δὲ ξεῖνος, μάλα μὲν μέγας καὶ ἑξῆς, ἀγαθοῦ καὶ εὐγενοῦς ἀνδρός ἐστιν ἔπαινος. Τὸ δὲ εὐπηγὴς εὐπαγής φασιν οἱ μεθʼ Ὅμηρον. Ἐν δὲ τῷ, ἀνδρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱὸς, περιττὸν τὸ υἱός. νοεῖται γὰρ ὁ λόγος καὶ τούτου μὴ κειμένου. καὶ ἄλλως δὲ, πρὸς ἑρμηνείαν ἐπῆκται τοῦ γένος, ἵνα εἴη γένος ἐνταῦθα ὁ υἱός. Ὅτι κεῖται καὶ ἐνταῦθα τὸ κρείσσων ἐπὶ ἐγκρατοῦς καὶ ἐξουσίαν ἔχοντος. φησὶ γὰρ Τηλέμαχος· τόξον μὲν οὔ τις ἐμοῦ κρείσσων, ᾧ ἂν ἐθέλω δοῦναί τε καὶ ἀρνήσασθαι, καὶ οὐδεὶς ἀέκοντά με βιήσεται, εἴ περ ἐθέλω καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι. Οὐκοῦν καὶ ἐν Ἰλιάδι τὸ, κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται καὶ ἑξῆς, τοιαύτην τινὰ σημασίαν ἔχει. Ὅρα δʼ ἐν τούτοις καὶ ὅτι τόξον τε ἑνικῶς ἔφη καὶ τόξα πληθυντικῶς. Τὸ δὲ καθάπαξ ἀντὶ τοῦ εἰς τὸ παντελὲς ἅπαξ ἐνταῦθα εἰρῆσθαι σημειοῦνται οἱ παλαιοὶ, λέγοντες καὶ ὅτι οὐδὲ κατάληξις εἰς ξ καὶ ἀρχὴ αὖθις ἀπὸ τοῦ αὐτοῦ ἑτέρωθί πού ἐστι παρὰ τῷ ποιητῇ ἀλλʼ ἢ μόνον ἐνταῦθα ἐν τῷ καθάπαξ ξείνῳ δόμεναι. κεῖται δʼ ἐν τῷ τόπῳ τούτῳ καὶ ἡ Ἦλις ἱππόβοτος, ὅ περ ἀλλαχοῦ τῇ ὅλῃ Πελοποννήσῳ ἐπιλέγεται. φησὶ γάρ· νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο· νῆσοι δὲ ἐγγὺς Ἤλιδος Δουλίχιον, Ζάκυνθος, Σάμη καὶ λοιπαί. Ὅτι προαγαγὼν πάνυ ἀναγκαίως ὁ ποιητὴς τὴν Πηνελόπην τῆς γυναικωνίτιδος ἐφʼ ὅσον ἐχρῆν καὶ ἀνύσας διʼ αὐτῆς τὴν τοῦ τόξου κατάθεσιν εὐμεθόδως, εἶτα διαγνοὺς ὡς οὐκέτι χρεία ὅλως ταύτης ἐπὶ τοῖς ἑξῆς, συστέλλει αὐτὴν τοῦ λοιποῦ δεξιώτατα· οὐ μὴν δὲ, ἀλλὰ καὶ κοιμίζει βαθὺ, ὡς ἂν μηδενὸς τῶν γενησομένων αἰσθομένη, ὅτε γίνονται, παραδόξως ὕστερον καὶ μετʼ ἐκπλήξεως ἀναγνωρίσοι τε ἅμα τὸν ἄνδρα καὶ μάθοι ἐξολωλότας τοὺς κακούς. καὶ ὁ μὲν ὕπνος αὐτῇ, ὡς καὶ ἀλλαχοῦ, ἥκει παρὰ τῆς Ἀθηνᾶς. ἡ δὲ ἐκ τοῦ ἀνδρῶνος ἀναχώρησις γίνεται διὰ τοῦ υἱοῦ, ὃς καὶ ἐνταῦθα θάμβος ἐνιεὶς τῇ μητρὶ, καθὰ καὶ ἐν τῇ α ῥαψῳδίᾳ, φησίν· ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σαυτῆς ἔργα κόμιζε καὶ τοὺς ἑξῆς τρεῖς στίχους, παραποιήσας μόνον τὸ, μῦθος δʼ ἄνδρεσσι μελήσει, καὶ εἰπών· τόξον δʼ ἄνδρεσσι μελήσει, κατὰ τὸ, πόλεμος δʼ ἄνδρεσσι μελήσει. καὶ ὁ μὲν οὕτως εἶπεν· ἡ δὲ ῥίγησεν ἀναλόγως τῷ καιρῷ καὶ θαμβήσασα ἔβη ἔσω καὶ εἰς ὑπερῷʼ ἀναβᾶσα κλαίει. καὶ ἐν τοσούτῳ ὑπνοῖ βαθὺν ὕπνον καὶ οὐ κατὰ τοὺς πρὶν ἐλαφρὸν καὶ μετʼ οὐ πολὺ ἀφυπνισθεῖσα ὑπὸ τῆς μαίας βλέπει ἃ θέλει. Ὅτι Εὐμαίου κατὰ τὴν τοῦ Ὀδυσσέως πρὸ ὀλίγων παραγγελίαν φέροντος τῷ δεσπότῃ τὰ τόξα μνηστῆρες πάντες ὡμόκλεον. καί τις ἂν ὧδε εἶπε· πῇ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε, ὥς που καὶ προεδηλώθη, συβῶτα, πλαγκτέ; τάχʼ ἄν σε κύνες κατέδωνται οἶον ἀπʼ ἀνθρώπων, οὓς ἔτρεφες, εἴ περ θεὸς ἡμῖν ἱλήκῃσι. καὶ αὐτοὶ μὲν οὕτως. Εὔμαιος δὲ ἔθηκε φέρων αὐτῷ ἐνὶ χώρῳ, δείσας οὕνεκα πολλοὶ ὡμόκλεον. Τηλέμαχος δʼ ἑτέρωθεν ἀπειλήσας ἔφη· ἄττα, πρόσω φέρε τόξον· τάχʼ οὐκ εὖ πᾶσι πιθήσεις· μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι, τουτέστι διώξω, βάλλων χερμαδίοισι· βίῃ δὲ φέρτερός εἰμι. αἲ γὰρ πάντων τόσσον ὅσοι κατὰ δώματʼ ἔασι, μνηστήρων χερσί τε βίῃφί τε φέρτερος εἴην· τῷ κε τάχα στυγερῶς τινὰ ἐγὼν ἀπέπεμψα νέεσθαι ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται. ὣς ἔφατο· οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν μνηστῆρες· καὶ δὴ μεθίεν χαλεποῖο χόλοιο. Τὸ δὲ αἴτιον αὐτοῖς τοῦ γελᾶν, ἐπεὶ οὔτε ὡς δεσπότης ἐπιτάσσειν εἶπε τῷ δούλῳ, ἀλλὰ ὡς βίῃ φέρτερος, καὶ οὐδὲ δοῦλον προσεῖπε· τὸ γὰρ ἄττα δεδήλωται ἀδελφικὸν εἶναι πρόσφθεγμα. καὶ ἡ διὰ χερμάδων δὲ βολὴ παιδικώτερον ἠπείληται. ὡμολόγησε δὲ καὶ τὸ ἔλαττον φέρεσθαι τῶν μνηστήρων· ταῦτα δὲ πάντα ὡς ἀφελῆ γλυκέως ἐπιτετηδευμένα εἰς γέλωτα τοῖς μνηστῆρσι τὸν χόλον μετέτρεψεν· ὃς δὴ γέλως παρὰ τῷ ποιητῇ λύσις ἐστὶ καὶ αὐτὸς μεγάλων καὶ δυσλύτων περιπετειῶν, ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσεν. Ὅρα δὲ βίαν μνηστήρων, εἰ καὶ αὐτὸ δὴ τοῦτο χειρίσασθαι τὸν ξεῖνον τὸ τόξον, μόλις ἀφιᾶσι γενέσθαι, ἵνα μηδὲ τοῦτο ἀγωνίας δίχα τῷ τλήμονι Ὀδυσσεῖ περιγένηται. Τὸ δὲ πλαγκτὲ ἀντὶ τοῦ ἔμπληκτε, παραπλὴξ, ἢ πλαζόμενε τὴν διάνοιαν, οὐ μὴν σταθηρέ. Ἡ δὲ κατὰ τοῦ συβώτου ἀπειλὴ πάνυ σφοδρά· ἐμφαίνει γὰρ οὐ μόνον φονευθήσεσθαι αὐτὸν, ἀλλὰ καὶ ἄταφον ῥιφῆναι εἰς βρῶσιν κυσί. Τὸ δὲ, ἀπʼ ἀνθρώπων, ἑρμηνευτικόν ἐστι τοῦ οἶον· μόνος γὰρ ὁ μὴ μετʼ ἀνθρώπων. Τὸ δὲ, οὓς ἔτρεφες, ἔχει τι ἀστεῖον ἀντιθετικόν· τοιοῦτον γὰρ τὸ, τραφήσονται διὰ σοῦ νεκροῦ κειμένου οἱ κύνες οὓς ἔτρεφες. Τὸ δὲ ἱλήκῃσι χρόνου παρακειμένου ἐστίν· οὗ ἐνεστὼς μὲν οὐχʼ εὕρηται, προστακτικὸν δὲ τὸ ἵληθι καὶ ἵλαθι. Τὸ δὲ ὁμοκλεῖν δηλῶν Ὅμηρος ταυτὸν εἶναι τῷ ἀπειλεῖν ἔφη· πολλοὶ ὡμόκλεον· εἶτα Τηλεμάχου ἀπειλήσας τὸ, οὐκ εὖ πᾶσι πιθήσεις, παροιμιῶδες καὶ ἐπὶ ἀρέσκου καὶ πᾶσιν ἐθέλοντος πάντα πείθεσθαι. Τὸ δὲ, μεθίεν χόλοιο, δηλοῖ μὲν τὸ μεθίεσαν καὶ ἠμέλουν. γίνεται δὲ συνήθως ἐκ τοῦ μεθιεὶς, μεθιέντος, ἀποβολῇ τοῦ τος ὁμοίως τῷ τράφεν καὶ κόσμηθεν καὶ ἑτέροις μυρίοις. Ὅτι τὰ τόξα ἐν χερσὶ τῷ δεσπότῃ θεὶς ὁ Εὔμαιος, εἶτα ἐκκαλεσάμενος τὴν Εὐρύκλειαν, ἐγκελεύεσθαι λέγει αὐτῇ τὸν Τηλέμαχον κληῗσαι μεγάροιο θύρας, ἤγουν τῆς γυναικωνίτιδος, ὡς μηδεμίαν θύραζε προβλώσκειν, ἀλλʼ αὐτοῦ μένειν παρὰ ἔργῳ. καὶ οὐκ ἀληθεύει μὲν ὁ Εὔμαιος εἰπὼν ὡς ὁ Τηλέμαχος οὕτω κελεύει, πλὴν ὡς πεπνυμένος ψεύδεται καὶ αὐτός. οὐ γὰρ ἔδει πάντως εἰπεῖν ὅτι Ὀδυσσεὺς κέλεταί σε τάδε ποιῆσαι· οὐ γὰρ οἶδε τὸν αὐτῆς ἐκείνου ἀναγνωρισμόν. συνετὸς δὲ καὶ ἄλλως Εὔμαιος. ἐκεῖνος μὲν γὰρ ἐκέλευσε τῷ Εὐμαίῳ εἰπεῖν γυναιξὶ κληῗσαι μεγάροιο θύρας, ἀορίστως εἰπών· ὁ δὲ διέκρινε δεῖν εἶναι ὡρισμένως τοῦτο περὶ τῆς γυναικωνίτιδος τῇ Εὐρυκλείᾳ εἰπεῖν, ᾗ καὶ ἄπτερος ἔπλετο μῦθος, ὃ καὶ ἀλλαχοῦ προεγράφη, καὶ ἔκλεισε θύρας μεγάρων, ὡς ἐκελεύσθη. Καὶ ὅρα τὸ μεγάρων· ἐπλήθυνε γὰρ συνήθως τὸ προῤῥηθὲν, μεγάροιο θύρας. Ὅτι Φιλοίτιος κατὰ τὴν τοῦ Ὀδυσσέως κέλευσιν ἔκλεισε θύρας εὐερκέος αὐλῆς, κεῖτο δʼ ὑπʼ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης βίβλινον, ᾧ δὴ ἐπέδησε θύρας. Καὶ ὅρα καὶ ἐνταῦθα κλείδωμα θυρῶν, εἶτα καὶ δεσμὸν οὐκέτι διʼ ἱμάντων· οὐ γὰρ ἦν τὰς τηλικάσδε θύρας οὕτω συνδεθῆναι· ἀλλὰ διὰ σχοινίου ναυτικοῦ, εἴτε καινὸν ἐκεῖνο εἴτε καὶ τέτριπται. Βίβλινον δὲ οὐ τὸ ἐκ βίβλου, ὅ ἐστι παπύρου Αἰγυπτίας, ἀλλὰ βοτάνης τινὸς ἐμφεροῦς παπύρῳ. οἱ δὲ καννάβινόν φασιν, ἕτεροι δὲ τὸ ἐκ φιλύρας. ὅτι δὲ, καθὰ καὶ ὁ μόλυβδος παρὰ τοῖς παλαιοῖς, οὕτω καὶ ἡ ῥηθεῖσα βύβλος διφορεῖται κατὰ τὸ δίχρονον, ἐῤῥέθη μὲν καὶ ἐν τοῖς τοῦ περιηγητοῦ, δηλοῖ δὲ αὐτὸ καὶ ὁ γράψας ἐν ῥητορικῷ λεξικῷ, ὅτι βύβλινον καὶ βίβλινον διχῶς. Ἐνταῦθα δὲ σημείωσαι ὅτι τε ἡ Βύβλος ἐπὶ πόλεως μὲν τῆς καὶ ἐν τῷ περιηγητῇ μόνως διὰ τοῦ υ γράφεται, ἐπὶ δὲ φυτοῦ ὡς ἐπιπολὺ μὲν καὶ μάλιστα παρὰ τοῖς ἀρχαίοις ὁμοία ἡ γραφὴ, οἱ δὲ νεώτεροι τρέψαντες κατὰ τὸ δύφρος, δίφρος, μῦσος, μῖσος, μοῦσα, μοῖσα, τύπτουσα, τύπτοισα, καὶ ὅσα τοιαῦτα Δωρικὰ καὶ Αἰολικὰ, βίβλος διὰ τοῦ ἰῶτα φασί. καὶ τὸ πλέον ἐπὶ τῆς ὑποκειμένης βίβλου τοῖς γράμμασι. καὶ ὅτι εἰ κατὰ τὴν ἱστορίαν καὶ σχοινία ἐκ τῆς φυτικῆς βίβλου ἐπλέκοντο, ὡς καὶ ἐκ τῆς σχοίνου καὶ τῆς σπάρτου τῶν φυτῶν, ἔχει τι ἄρα ἡ βύβλος ἰνῶδες, ἐξ οὗ εἰκὸς γίνεσθαι σώματα συντελοῦντα εἰς γραφὰς, ἵνα ὥς περ ἀπὸ ἀρχεγόνου ἀφορμῆς τῆς κατὰ τὴν χελώνην χέλυς ὕστερον πᾶσα κιθάρα ἐκλήθη, ἐπειδὴ χελώνης ὄστρακον μέγα πήχεως περιθέσει καὶ χορδῶν ἐντανύσει λύραν ἀπήρτησεν, ἣν Ἑρμῆς Ἀπόλλωνι ἐχαρίσατο εἰς λύτρον, ἀνθʼ ὧν ἔκλεψεν ἐκείνου βοῶν, οὕτω καὶ πᾶσαι γραφικαὶ βίβλοι ἔκ τινος ἀρχαίας χρήσεως τοὔνομα φέροιεν. ἐγίνοντο γάρ, φασιν, ἀπὸ βύβλων Αἰγυπτίων, ὡς οἷα παπύρων ὑδροχαρῶν, καθὰ οἱ τότε μεθώδευον, ὑποκείμενα τοῖς γραφεῦσι χαρτάρια· ὁποῖα ἴσως καὶ τὰ ὕστερον ἰδιωτικῶς λεγόμενα ξυλοχάρτια, ὧν ἡ τέχνη ἄρτι ἀπήλειπται. δόξοι δὲ ἂν καὶ τὸ τῆς δέλτου ὄνομα ἐκ τῶν κατʼ Αἴγυπτον βύβλων ἐπιτεθῆναι ταῖς ἄρτι βίβλοις διὰ τὸ καθʼ ἱστορίαν περιηγητικὴν Αἰγύπτιον δελτωτόν. ὡς δὲ ἡ βύβλος τὸ φυτὸν συνετέλει καὶ εἰς τὸ ὑποδεῖσθαι, ὁ βυβλινοπέδιλος δηλοῖ, οὗ χρῆσις παρὰ τοῖς παλαιοῖς. εἰς δὲ τὴν ἀντιμεταχώρησιν τοῦ υ καὶ τοῦ ἰῶτα πρὸς ἄλληλα χρήσιμον καὶ τὸ στρυφνὸς ἐκ τοῦ στύφω παρὰ Ἡρῳδιανῷ. καὶ μεταθέσει στιφρὸς, ὅθεν ἴσως καὶ ῥῆμα στιφρῶ· οἷον, ὅταν δὲ τέκωσιν αἱ σηπίαι, τὰ ὠὰ ὁ ἄῤῥην παρακολουθῶν καταφυσᾷ καὶ στιφρᾷ, ἵνα δηλαδὴ στρυφνωθέντα μὴ διαῤῥυῶσι τῇ ἄγαν ἁπαλότητι. Ὅτι Ὀδυσσεὺς μὲν τὸ τόξον πάντῃ ἀναστρωφῶν, ὅ περ οὐδεὶς τῶν πρὸ αὐτοῦ ἐποίησεν, ἐπειρᾶτο ἔνθα καὶ ἔνθα, μὴ κέρα ἶπες ἔδοιεν, ὡς ἂν ὑγιοῦς μὲν ὄντος τοῦ τόξου ἐγχειρήσῃ τῷ ἔργῳ, ἀχρειωθέντος δὲ μηχανήσηταί τι ἕτερον. μνηστήρων δέ τις ἐκεῖνον ἰδὼν οὕτω περιέργως τὸ τόξον στρέφοντα εἶπεν ἄν· ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων, ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται, ἢ ὅ γʼ ἐφορμᾶται ποιησέμεν· ὡς ἐνὶ χερσὶ νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης. περὶ οὗ καὶ προείρηται. ἔστι δὲ, ὡς ἐν ὀλιγίστῳ εἰπεῖν, ὁ νοῦς τοῖς οὕτω εἰποῦσι τοιόσδε, ὡς ἄρα θαυμαστικὸς τῶν τόξων ὁ ξένος καὶ κλέπτων εἰς νοῦν τὴν αὐτῶν ἐμφέρειαν, ἵνα ἢ ἐξεικάσῃ αὐτὰ οἷς ἔχει, ἢ ἵνα ποιήσῃ ὅμοια. καὶ οὕτω μὲν οὗτοι. ἄλλος δʼ ἄν τις εἶπεν, αἲ γὰρ δὴ τοσοῦτον ὀνήσιος ἀντιάσειεν, ὃ περιφραστικῶς δηλοῖ τὸ ὄναιτο, ὡς οὗτος ποτὲ δυνήσεται ἐντανύσασθαι. καὶ ἔστι καὶ τοῦτο φήμη τις τῷ Ὀδυσσεῖ· τοσοῦτον γὰρ ὄναιτό, φησιν, ὅσον ἐντανύσαι δυνήσεται. πάνυ δὲ τανύσειν δυνήσεται· τοσοῦτον ἄρα καὶ ὀνήσεται. Ὅρα δὲ τὸ τῶν ἠθοποιῶν κἀνταῦθα σύντομον, σύνηθες ὂν Ὁμήρῳ οὕτω γράφειν, ἔνθα πρόκειται τὸ, ὧδε δέ τις εἴπεσκεν. Ἰστέον δὲ ὅτι θηρίδια οἱ ἶπες κέρασιν ἐμφυόμενα καὶ κατεσθίοντα παραπλήσια φασὶ κώνωψι. γίνεται δὲ παρὰ τὸ ἴπτειν, ὅ ἐστι φθείρειν. τινὲς δὲ ὑφὲν κεραῖπες γράφουσιν ἀντὶ τοῦ ἐν τοῖς κέρασιν ἶπες πρὸς διαστολὴν τῶν ἐν φυτοῖς. ἄλλοι δὲ κεραΐδες ὡς ἀπὸ τοῦ κεραΐζειν, ἵνα δηλοῖ τὰς τῶν τόξων φθαρτικάς. κεράτινον δὲ ἦν, φασὶν, ὡς φαίνεται, τὸ τόξον, οὐ μὴν κατὰ τὰ πάλαι Σκυθικὰ ξύλινον. Ἐκτείνεται δὲ ἡ ἄρχουσα τοῦ ἶπες, διὸ καὶ περισπᾶται. Ὁ δὲ ἐπίκλοπος καὶ τὸν ἁπλῶς κλέπτην ἔστιν ὅτε δηλοῖ καὶ τὸν πανοῦργον δέ. Τὸ δὲ, ἐφορμᾶται ποιήσειν, ὅμοιόν ἐστι τῷ ὁρμαίνει· ἀπὸ τοῦ ὁρμῶ γὰρ τὸ ὁρμαίνω γίνεται. Τὸ δὲ, νωμᾶν ἔνθα καὶ ἔνθα, ταυτόν ἐστι τῷ ἀναστρωφᾶν, ὅ περ ἀνωτέρω αὐτοῦ κεῖται. πρὸς δὲ ὁμοιότητα τοῦ, χερσὶ νώμων, ἢ καὶ διαστολὴν, εἴρηται ἀλλαχοῦ τὸ, ἐν φρεσὶν ἐνώμα, ἤγουν διελογίζετο. Ὅτι σεμνύνων ὁ ποιητὴς κατὰ τὸν αὐτοῦ νόμον καὶ ἐνταῦθα τὸν αὐτῷ φίλον ἥρωα καὶ τὸ κατʼ αὐτὸν ἔργον καινότερον διασκευάζων τόν τε ῥᾴονα τοῦ τόξου τανυσμὸν σεμνοποιεῖ παραβολικῶς καὶ τὸ τῆς νευρᾶς δὲ τίναγμα. καὶ τῆς τοῦ ἄθλου δὲ εἰσβολῆς τέρας ἐκ Διὸς προηγήσασθαι γράφει. ἃ δὴ καὶ μόνα εἶχεν ἐνταῦθα πλάσασθαι διὰ τὸ γλίσχρον τῆς ὑποθέσεως. φησὶ γοῦν, ὡς ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντῃ, ὡς δʼ ὅτʼ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς, ῥηϊδίως ἐτάνυσε νέῳ περὶ κόλλοπι χορδὴν, ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰὸς, ὣς ἂρ ἄτερ σπουδῆς τάνυσε μέγα τόξον Ὀδυσσεύς. καὶ ἔστι θαυμασία καὶ οἰκειοτάτη ἡ τῆς νευρᾶς παραβολὴ πρὸς χορδήν. ἡ γὰρ νευρὰ ἑκατέρωθεν τῆς τοῦ τόξου κορώνης ἐξαπτομένη οὕτω ῥᾳδίως, φησὶν, ἐτανύσθη, ὡς εἰ καὶ χορδὴ ὑπʼ ἀνδρὸς μουσικοῦ ἀμφοτέρωθεν φόρμιγγος. καὶ οὐκ ἔστιν εὑρεῖν κρείττονα καὶ ἀπονωτέραν καὶ σεμνοτέραν παραβολήν. εἶτα καὶ τὰ ἑξῆς ἐπάγων φησί· δεξιτερῇ δʼ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς, μὴ ἄρα κραυρωθεῖσα ἠχρείωται. ἡ δʼ ὑπὸ καλὸν ἄεισε, χελιδόνι ἰκέλη ἄντην, ὅτε δηλαδὴ μὴ ἀποτάδην ἐκείνη ᾄδει, ἀλλὰ κατά τι κόμμα, ὡς εἴωθεν. ὁ δὲ τοιοῦτος ἦχος τῆς νευρᾶς καὶ ψαλμός τίς ἐστιν, ὡς δηλοῖ τὸ, πικρὰν ἀποψήλασα πάγην, παρὰ Λυκόφρονι. λέγει δὲ καὶ Αἴλιος Διονύσιος, εἰ καὶ μὴ ἐπὶ νευρᾶς, ἀλλʼ οὖν ἐπὶ χορδῶν μουσικῶν κεῖσθαι καὶ τὸ ψατάλλειν καὶ τὸ ψαθαλεῖν ἀντὶ τοῦ ψηλαφᾶν καὶ μαλάττειν. τὰ δʼ αὐτὰ καὶ ψάλλειν ἐστίν· ὅθεν καὶ ψαλλόμενος ὁ ἀκροώμενος ψάλλοντος. Ἰστέον δὲ καὶ ὅτι χελιδόνι, οὐ μὴν ἀηδόνι κτυπήσασαν εἴκασε τὴν νευρὰν, ἐπεὶ μὴ πρὸς ἡδύτητα ἡ ὁμοίωσις, ἀλλὰ μόνον πρὸς ποιότητα φωνῆς ἠχούσης ὑπότραχυ· ὁποῖος δή τις καὶ ὁ τῆς χελιδόνος βατταρισμὸς, ὅτε πρὸς μνήμην Τηρέως κατὰ τὸν μῦθον ῥοιζήσει, οὐ γλυκὺ ᾄδουσα, λαλαγοῦσα δὲ ἀκαλλὲς ὡς οἷα Θρᾷσσα κατὰ τὸν μῦθον. διὸ καὶ ὁ κωμικὸς, οὓς ἐκεῖνος ψέγει ὡς τὰς Μούσας ἀφανίζοντας, χελιδόνων μουσεῖα καλεῖ, ὅ ἐστιν ὑποβαρβάρους χελιδόνων δίκην οὐ μὴν ἐμμούσους, ὡσεὶ καὶ σειρήνων ἢ ἀηδόνων μουσεῖα, ὅπου γε καὶ αὐτὸ τὸ κατὰ σειρῆνας ᾄδειν, εἰ μὴ τὰς τοῦ μύθου νοεῖ τις, ἀλλὰ τὰς τῆς ζωϊκῆς ἱστορίας, οὐ λαλεῖται πρὸς ἔπαινον. τὸ γὰρ ζωΰφιον ἡ σειρὴν ἀμυδρόν τι κλαυθμυρίζεται καὶ, ὡς ἄν τις εἴποι, ψοφεῖ νόμον ἐπίκλαυτον. εἰ δὲ καλὸν ἄεισε καθʼ Ὅμηρον ἡ ῥηθεῖσα νευρὰ, οὐχʼ ἁπλῶς ἐῤῥέθη τοῦτο διὰ τὸ ἡδὺ, ἀλλʼ ἀνάλογον πρὸς τὸ ἀνῆκον καλὸν τῇ ἀπαθεῖ νευρᾷ καὶ μὴ κραυρουμένῃ πρὸς τὸ ξηρόφωνον καὶ πάντῃ ἀηδές. εἰ δέ τι χρὴ παρεκβῆναι καὶ εἰς τὴν παρὰ τοῖς πάλαι ἀστεϊζομένην χελιδόνι παρώνυμον παιδιὰν, χελιδονίζειν παρὰ Ῥωμαίοις ἦν ἀγερμὸς γινόμενος Βοηδρομιῶνι μηνὶ, καλούμενος οὕτω διὰ τὸ εἰωθὸς τηνικαῦτα ἐπιφωνεῖσθαι· ἦλθʼ, ἦλθε χελιδὼν, καλὰς ὥρας ἄγουσα καὶ καλοὺς ἐνιαυτοὺς, ἐπὶ γαστέρα λευκὰ, ἤγουν λευκὴ, ἐπὶ νῶτα μέλαινα. εἶτα, ὡς ἐν συνόψει φάναι, οὐ παλάθαν ζητοῦμεν οἴνου τε δέπαστρον, ἁ χελιδὼν, καὶ λεκιθίταν οὐκ ἀπωθεῖται. πότερʼ ἀπίωμεν ἢ λαβώμεθα; εἰ μέν τι δώσεις. εἰ δὲ μὴ, οὐκ ἐάσομεν· ἢ τὰν θύραν φέρομεν ἢ τὸ ὑπέρθυρον ἢ τὰν γυναῖκα κὰν ἔσω καθημέναν; μετὰ δὲ ὀλίγα τελειοῦται ἡ ᾠδὴ εἰς τὸ, ἄνοιγʼ ἄνοιγε τὴν θύραν χελιδόνι· οὐ γὰρ γέροντες ἐσμὲν, ἀλλὰ παιδία. καὶ οὗτοι μὲν πάντως χελιδονισταί. ἄλλοι δέ τινες ἐκαλοῦντο κορωνισταὶ, οἷα τῇ κορώνῃ τῷ ζώῳ ἀγείροντες καὶ τὰ ὑπʼ αὐτῶν ᾀδόμενα κορωνίσματα ἐλέγοντο· ὧν καὶ ἐκτιθεταί τινα ὁ δειπνοσοφιστής. Ἰστέον δὲ ὅτι ἐν τοῖς εἰρημένοις παλάθη μὲν συκῶν ἐπισύνθεσις· δέπαστρον δὲ καὶ παρὰ Λυκόφρονι τὸ δέπας, οὗ δεπάστρεον παράγωγον τὸ ἐκ ποτηρίου πόμα· λεκιθίτης δὲ πλακοῦς, ᾧ παραμέμικται καὶ ὠοῦ λέκιθος. τὸ δὲ, εἰ μέν τι δώσεις, εἰ δὲ μὴ, οὐκ ἐάσομεν, ἐλλειπτικῶς ἔχει· ἔστι δὲ καὶ παρʼ ὑπόνοιαν. εἰ δὲ καὶ τοιαῦται παιδιαὶ γραφῆς ἠξιοῦντο τοῖς παλαιοῖς, οὐ μεμπτέον τῆς ἀφελείας, ἀλλὰ θαυμαστέον τῆς εἰς πολυμαθείαν παραδόσεως, διʼ ἧς ἡ γραφικὴ τέχνη τρέφεται. εἰ δέ τις οἴεται, καὶ τὸ χέλει χελώνη τοῦ χελιδονισμοῦ ἔχεσθαι, ἴστω ὡς ἄλλο τι ἔστι τοῦτο. καθημένης γὰρ τινὸς ἐν μέσῳ, ἥν, φασι, χελώνην ἐκάλουν, περιτρέχουσαι παρθένοι ἐπυνθάνοντο καὶ ἀντήκουον διʼ ἀμοιβαίων ἰάμβων οὕτω· χέλει, χελώνη, τί ποιεῖς ἐν τῷ μέσῳ; ἔρια μαρύομαι, ἤγουν κλώθω, καὶ κρόκην Μιλησίαν. ὁ δʼ ἔγγονός σου τί ποιῶν ἀπώλετο; λευκὰν ἀφʼ ἵππων εἰς θάλασσαν ἅλατο. ἔστι δʼ ἐν τούτοις τὸ χέλει προστακτικὸν δῆθεν, παρηχούμενον τῇ χελώνῃ. ἐπὶ δὲ τούτοις φησὶν ὁ ποιητὴς καὶ ὅτι μνηστῆρσι δʼ ἂρ ἄχος γένετο μέγα. πᾶσι δʼ ἄρα χρὼς ἐτράπετο εἰς ὠχρίαν δηλαδή. Ζεὺς δὲ μεγάλʼ ἔκτυπε σήματα φαίνων. γήθησε δὲ Ὀδυσσεὺς, οἷα καὶ τερασκόπος, ὅττι ῥά οἱ τέρας ἐπέμφθη ἐκ Διός. καὶ ἦν καὶ τοῦτο οἷόν τις τεραστία προσάλπιγξις τῆς ἐσομένης μάχης, καθά που καὶ ἐν Ἰλιάδι ἐσάλπιγξε μέγας οὐρανός. Καὶ ὅρα ὅτι τὸ αὐτὸ κτύπημα τῆς βροντῆς καὶ σῆμα εἶπε καὶ τέρας, τοῦτο μὲν ἑνικῶς, ἐκεῖνο δὲ πληθυντικῶς· σήματα γάρ, φησι, φαίνων· ἢ καὶ ὑπερβατῶς, μεγάλα σήματα φαίνων. καὶ ἔστι σῆμα μὲν ὡς σημεῖον ἁπλῶς τοῦ μέλλοντος· τέρας δὲ ἢ διὰ τὸ ὡς εἰκὸς καὶ νῦν ἀνέφελον τοῦ ἀέρος ἢ καὶ ὡς ἐκ τῶν ἀνωτάτω τόπων, ἔνθα καὶ τὰ τείρεα, οἷς τὸ τέρας παρωνυμεῖται. Ἰστέον δὲ ὅτι ἐν τῷ, ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντῃ, ἀκόλουθον μὲν ἦν εἰπεῖν εὐθὺς, ὡς ἄτερ σπουδῆς ἐτάνυσεν. ὁ δὲ ποιητὴς καινότερον ἐπήγαγεν εὐθὺς ἐπεμβλητικῶς παραβολὴν, ὡς ὅτʼ ἀνὴρ καὶ ἑξῆς. εἶτα ἀπέδωκε κοινῶς πρός τε τὸ, ἐπεὶ μέγα τόξον ἐβάστασε, καὶ πρὸς αὐτὴν τὴν παραβολὴν μίαν ἀπόδοσιν τὸ, ὣς ἂρ ἄτερ σπουδῆς τάνυσε μέγα τόξον. Ὅρα δὲ καὶ τὸ, ἐβάστασε τόξον, κοινότερον λεχθέν· καὶ τὸ, ἐπιστάμενος φόρμιγγος καὶ ἀοιδῆς, κατὰ γενικὴν συνταχθὲν ὁμοίως τῷ εἰδέναι καὶ τῷ γνῶναι· ἃ καὶ αὐτὰ οἴδασι παρὰ τῷ ποιητῇ καὶ τὴν μετὰ γενικῆς σύνταξιν. Τὸ δὲ ἀοιδῆς ἀκριβῶς πρόσκειται· ἐπίσταται μὲν γὰρ φόρμιγγος καὶ ὁ τέκτων αὐτῆς. τὸ δὲ καὶ ἀοιδῆς μόνου ἐστὶ τοῦ ἀοιδοῦ. δοκεῖ δὲ τὸ ἐπιστάμενος ἀρχή τις εἶναι τοῖς ὕστερον τοῦ καὶ τὰς τέχνας ἐπιστήμας λέγεσθαι. Κόλλοψ δὲ ὁ παρὰ τοῖς ὕστερον κόλλαβος, διʼ οὗ τείνονται αἱ τοιαῦται χορδαί. καὶ οὕτω, φασὶ, λεγόμενος διότι τὸ παλαιὸν ἐκ δερμάτων σκληρῶν ἦν τῶν πρὸς τῷ τραχήλῳ τῶν βοῶν, ἔστι δʼ ὅτε καὶ τῶν οἰῶν, ἃ καὶ αὐτὰ κόλλοπες ἐκαλοῦντο διὰ τὸ ἐξ αὐτῶν ἀναβραττομένων κόλλαν γίνεσθαι, ὡς δηλοῖ καὶ Παυσανίας γράψας, ὅτι ἐκολλόπωσε τὸ κόλλῃ συνήρμοσεν. ἀπὸ γὰρ τοῦ νωτιαίου, φησὶ, κόλλοπος τῶν βοῶν ἑψομένου ἐγίνετο κόλλα. ὅθεν καὶ κόλλοψ, ᾧ ἐπιτείνουσι τὰς χορδάς· ἦν γάρ, φησι, δερμάτινος. νοητέον οὖν ἐκ τούτου ὡς μᾶλλον σαφέστερον τοῦ κόλλοψ ὁ κόλλαβος εἰς τὸ νοηθῆναι ὡς ἐκ βοῶν κόλλοπος ἦν. ἐν ἑτέρῳ δὲ λεξικῷ γράφεται καὶ ὅτι ἐκολλόπωσε τὸ ἐκόλλησε. κόλλοπες γὰρ βοῶν νεῦρα, ὅθεν κόλλα γίνεται. ἀλλαχοῦ δὲ οὕτω· κόλλοψ τὸ τραχηλιαῖον τοῦ ταύρου σὺν τῇ ὑπὸ τὴν φορίνην, ἤγουν ὑπὸ τὸ δέρμα, πιμελῇ· ἐξ οὗ οἱ κόλλαβοι τοῖς παλαιοῖς. ἄλλοι δὲ γράφουσιν οὕτως· κόλλοψ, ταύρου ἐπαυχένιον δέρμα· ἐξ οὗ καὶ οἱ τῶν ὀργάνων πάλαι ποτὲ κόλλαβοι. ἐξ αὐτοῦ δέ, φασι, κόλλοψ, ὁ σκληρὸς ὑπὲρ τὴν ἀκμὴν πάσχων· καὶ κολλοποδιῶκται οἱ ἄγριοι περὶ τὰ τοιαῦτα. ἐν δὲ τοῖς τοῦ γραμματικοῦ Ἀριστοφάνους φέρεται ταῦτα· κόλλοπα τὸ παχὺ δέρμα φασὶ λέγεσθαι καὶ τὸν τῶν ὀργάνων κόλλαβον, παρατιθέμενοι Ὅμηρον καὶ ἄλλους τινάς. ἕτεροι δὲ οὕτω καλοῦσι τὸν περιτρέχοντα καὶ ἑταιροῦντα, ὡς καὶ Εὔπολις ἐν τῷ, Καλλίστρατος ἔστι τις. οὗτος οὖν μεγάλην πυγὴν εἶχεν, ὦ Χαριάδη, καὶ καλήν. τοῦτον καταλεκτέον ἐς τοὺς κόλλοπας τοὺς ἐκδρομάδας· οἵ πέρ εἰσιν οἱ, ὡς ἐῤῥέθη, ἀκολασταίνοντες ὑπέρακμα, λεγόμενοι ἐκδρομάδες, ὡς παραδεδραμηκότες τὴν ὥραν καὶ ἀνάπαλιν ὄντες τοῖς πρῶτον ὑπηνήταις. Τὸ δὲ, ἅψας χορδὴν, ἀντὶ τοῦ ἐκδήσας. ὅτι δὲ τὰς κοινῶς λεγομένας χορδὰς ὀρύας Ἐπίχαρμος ὀνομάζει κατά τινα δηλαδὴ γλῶσσαν, ζητητέον εἰς τὸν καλὸν Ἀθήναιον. Τὸ δὲ, εὐτρεφὲς ἔντερον οἰὸς, περίφρασίς ἐστι τοῦ χορδὴ, ἤδη δὲ καὶ ὁρισμὸς αὐτῆς. κυρίως γὰρ χορδὴ εὐτραφὲς ἤτοι εὔκλωστον ἔντερον οἰὸς, ὃ παραφθείροντες κόρδαν οἱ χυδαῖοι φασί. Τὸ δὲ, ἄτερ σπουδῆς, ἀντὶ τοῦ δίχα καμάτου· ἐξ οὗ ἐν Ἰλιάδι ἀσπουδεὶ τὸ ἀπονητί· οἷον, μὴ μὰν ἀσπουδεί γε νεῶν ἐπιβαῖεν ἕκηλοι. Ἄντην δὲ ἐν ἄλλοις μὲν τὸ ἀντικρύ· ἐνταῦθα δὲ τὸ ἄντικρυς ἤτοι φανερῶς, ὃ καὶ αὐτὸ ἀντικρὺ λέγεται παρὰ τῷ ποιητῇ· οἷον, ἀντικρὺ δʼ ἀπόφημι. τὸ γὰρ ἄντικρυς τῶν ὑστέρων ἐστίν. Ὅτι γυμνὸν εἰπὼν ὀϊστὸν ἑρμηνεύει τὴν λέξιν, ἐπαγαγών· οἱ δʼ ἄλλοι κοίλης ἔντοσθε φαρέτρης κείατο, ὧν ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι, ὡς εἴ περ ἔφη γεύσασθαι. καὶ ἔστιν οἷον ἔνδυμα ὀϊστοῦ τοῦ νῦν γυμνοῦ ἡ φαρέτρα, καθὰ καὶ τόξου ὁ γωρυτὸς, ὡς δηλοῖ τὸ, εἵλετο τόξον αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο. περικεῖσθαι γάρ ποτε καὶ ἐπὶ ἐνδύσεως τίθεται. ὅθεν καὶ χλαῖναν φορῶν μέν τις περίκειται, ἐκδυόμενος δὲ ἀποτίθεται. Ὅτι τὴν Ὀδυσσέως τοξείαν οὕτω φράζει ὁ ποιητής· ὀϊστὸν ἐπὶ πήχει ἑλὼν εἷλκεν νευρὴν γλυφίδας τε αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δʼ ὀϊστὸν ἄντα τιτυσκόμενος. πελέκεων δʼ οὐκ ἤμβροτε πάντων πρώτης στειλειῆς. διὰ δʼ ἀμπερὲς ἦλθε θύραζε ἰὸς χαλκοβαρής. Ἔστι δὲ τὸ μὲν, ἐπὶ πήχει ἑλὼν, ἀντὶ τοῦ, κρατήσας καὶ θεὶς τὸν ὀϊστὸν ἐπὶ τῷ πήχει τοῦ τόξου, ἤγουν τῷ κέρατι, ἔνθα ἡ τοῦ τόξου λαβή. κεῖται δὲ ἡ λέξις καὶ ἐν Ἰλιάδι· οἷον, ὁ δὲ τόξου πῆχυν ἀνεῖλκε. γλυφίδες δὲ αἱ τοῦ ὀϊστοῦ, αἷς ἐνίεται ἡ νευρὰ, οὕτω καλουμένη ἀρχαιολογικῶς· ὕστερον γὰρ ἐκ δερμάτων βοὸς, οὐ μὴν ἐκ νεύρων αἱ τῶν τόξων νευραί. Εἰ δὲ εἷλκε νευρὴν γλυφίδας τε, ἐρυστὸν ἄρα καὶ ῥυτὸν οὐ μόνον τὸ τόξον, ἀλλὰ καὶ ὀϊστὸς, ὡς προείρηται. Τὸ δὲ, ἐκ δίφρου καθήμενον τοξεύειν, ἤργησεν ὕστερον. κάμπτοντες γὰρ ἐν τοιούτοις γόνυ οὕτω τοξεύουσι. Στειλειὴ δὲ ὀπὴ πελέκεως, εἰς ἣν ἐνείρεται ἤγουν ἐμβάλλεται στελεός· ὃς καὶ οὐδετέρως λέγεται τὸ στελεὸν, καὶ πλεονασμῷ δὲ διχρόνων ὁ στειλειὸς καὶ τὸ στειλειὸν, ὅθεν καὶ ἡ στειλειὰ, διʼ ἧς στέλλεται τὸ διϊὸν ἢ ἐμβαλλόμενον. Ἰστέον δὲ ὅτι ἐχρῆν μὴ ἁμαρτεῖν τῆς πρώτης τῶν πελέκεων στειλειῆς καὶ εὐθὺς ἅμα τῇ βολῇ διελθεῖν θύραζε τὸν ὀϊστὸν διὰ τὸ ἐπὶ στάθμην αὐτοὺς ἀπευθυνθῆναι, ὡς εἴρηται. Ὅρα δὲ καὶ νῦν τὸ θύραζε ἀντὶ τοῦ ἁπλῶς ἔξω, ὅ περ ἦν ἐνταῦθα, τὸ ἐκεῖθεν ἀντικρὺ τῆς πρώτης στειλειῆς. Ἰὸς δὲ χαλκοβαρὴς πρὸς διαστολὴν κεῖται τοῦ ἀσιδήρου, ὃς οὐκ ἂν εἴη χρήσιμος τοῖς οὕτως ὀϊστεύουσιν. Ὅτι Ὀδυσσεὺς μετὰ τὴν ἐν τῇ τοξείᾳ εὐτυχίαν ἐναμβρυνόμενος παρὰ τοῖς αὐτὸν εἰδόσι καὶ εὐέλπιδας αὐτοὺς ποιῶν ἐπὶ τοῖς ἑξῆς φησί· Τηλέμαχε, οὔ σε ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτεν, οὐδέ τι τόξον δὴν ἔκαμον τανύων, ἔτι μοι μένος ἔμπεδόν ἐστιν, οὐχʼ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται, τουτέστι μέμφονται, ἐκφαυλίζουσι. Χρὴ δὲ νοῆσαι, ὡς ἅμα εἶπεν Ὀδυσσεὺς καὶ μνήμη περιῆλθεν αὐτὸν ὧν ἤκουσε καὶ εἶδε καὶ ἔπαθε. καὶ εὐθὺς ἐρεθίζεται κατὰ τῶν κακῶν· οὐ γὰρ ἔτι καιρὸς ἀναβάλλεσθαι, μὴ καὶ ἀχρειωθῇ τὸ πᾶν. Ὅρα δὲ καὶ ὅτι καλῶς ἔφη φθάσας Εὐρύμαχος τὸ, ἐλέγχεα ταῦτα γένοιτο. εἰ γὰρ ὁ ξεῖνος οὐκ ἐλέγχει τὸν Τηλέμαχον, τοὺς μνηστῆρας ἄρα ἐλέγχει ὡς μὴ δυναμένους οὕτω βαλεῖν. τὸ δὲ, οὐδέ τι σκοποῦ ἤμβροτε, καὶ παροιμιῶδες γέγονεν ἐπὶ τῶν εὐστοχούντων τοῦ θελητοῦ. Τὸ δὲ, οὐκ ἤμβροτεν ὁ ξένος, καὶ τὸ, οὐκ ἔκαμον τόξον τανύων, ἐξαλλαγὴν ἔσχον σχήματος. Ὅρα δὲ τὸ ὄνονται φανερῶς βαρύτονον ὂν ὡς ἀπὸ ἐνεστῶτος τοῦ ὄνω, ὄνομαι, ὅθεν τὸ ὀνῶ, ὀνόσω παράγωγον ῥῆμα καινότροπον, καὶ οὐ φύσει ὂν τρίτης συζυγίας τῶν περισπωμένων. Ὅτι σχηματίζει καὶ νῦν ὁ ποιητὴς, πλάσας τὸν Ὀδυσσέα εἰπόντα· νῦν δʼ ὥρη καὶ δόρπον Ἀχαιοῖσι τετυκέσθαι ἐν φάει· αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι οὐχʼ ἁπλῶς ἑτέρως πως, ἀλλὰ μολπῇ καὶ φόρμιγγι· τὰ γὰρ ἀναθήματα δαιτὸς, ὃ καὶ ἀλλαχοῦ προεῤῥέθη. δοκεῖ μὲν γὰρ εἰπεῖν Ὀδυσσεὺς ὅτι καιρὸς τοῖς μνηστῆρσι τοῦ δορπῆσαι καὶ παῖξαι. λέγει δὲ ἄλλως διʼ ἐμφάσεως, ὅτι καιρός ἐστιν ἡμῖν τάχιόν τε δορπῆσαι ἀνελοῦσι τοὺς μνηστῆρας καὶ ἄλλως δὲ τερφθῆναι, ὃ καὶ γίνεται. θανόντων γὰρ τῶν μνηστήρων λαμπρὰ εὐωχία τελεῖται μετά τε ἀοιδῆς καὶ φιλοπαίγμονος ὀρχηθμοῖο, ὡς καὶ δοκεῖν τοῖς ἔκτοσθεν ἀκούουσι γάμον εἶναι ταῦτα τῆς Πηνελόπης. οἱ δὲ παλαιοί φασιν ἐνταῦθα καὶ ὅτι παρέλκει τὴν διάνοιαν τῶν μνηστήρων Ὀδυσσεὺς, δόρπου μνησθεὶς, καὶ ὅτι συμβολικῶς ἢ καὶ ὡς ἐν εἰρωνείᾳ δόρπον μὲν αὐτῶν τὸν θάνατον λέγει. Τὸ δὲ ἑψιάασθαι ἀντὶ τοῦ οἰμώζειν. ἄλλως δὲ τί ἐστι τὸ ἑψιᾶσθαι, ἱκανῶς προδεδήλωται. νῦν δὲ σημειωτέον ὅτι καὶ ἐπὶ μολπῆς καὶ φόρμιγγος τὸ ἑψιᾶσθαι τίθεται. Ὅτι ἐπεὶ οὐκέτι ἀναβολῆς ὥρα, ἔνευσε μὲν ἐπʼ ὀφρύσιν Ὀδυσσεὺς, Τηλέμαχος δὲ ἀμφέθετο ξίφος ὀξὺ, τῷ ὤμῳ δηλαδὴ, εἰ καὶ ἐλλέλειπται νῦν, προσφυῶς τῇ σπουδῇ τοῦ καιροῦ συνεπιτρέχοντος καὶ τοῦ λόγου. ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ὃ περίφρασίς ἐστι τοῦ, ἕλεν ἔγχος. ἄγχι δʼ ἂρ αὐτοῦ πὰρ θρόνον εἱστήκει κεκορυθμένος αἴθοπι χαλκῷ. καὶ ὁ Ὀδυσσεὺς εὐθὺς ἐνεργεῖ. οὐ γάρ ἔστι ἔτι λόγων καιρὸς, ὡς καὶ ἡ ἐφεξῆς αὐτίκα ῥαψῳδία δηλοῖ. Τὸ δὲ, χεῖρα φίλην, ὅμοιον τῷ, φίλας ὅτι χείρας ἵκοιτο. ἀφελῶς γὰρ καὶ εἰς οὐδὲν ἀναγκαῖον κεῖται καὶ ἐκεῖ τὸ φίλας καὶ ἐνταῦθα τὸ φίλην. ἴσως δὲ νῦν ἐστί τις ἔμφασις τοῦ, φίλην αὐτῷ δὴ τῷ ποιητῇ τὴν τοιαύτην εἰρῆσθαι χεῖρα. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Χ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.
Τὰ περὶ τὴν μνηστηροφονίαν ἐργασάμενος Ὀδυσσεὺς παρούσης Ἀθηνᾶς ἐν τοῖς ἑξῆς τὰς θεραπαίνας διὰ Τηλεμάχου καὶ τῶν οἰκείων κολάζει ἅμα Μελανθίῳ. Ἄλλως· τὴν μνηστηροφονίαν περιέχει καὶ τὴν τῶν σωμάτων συγκομιδὴν, καὶ ὡς καθαίρει τοῦ φόνου τὸν οἶκον ὁ Ὀδυσσεύς. ΟΔΥΣΣΕΙΑΣ Χ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.