Ὅτι σκευὴν στρατιωτικὴν Ὀδυσσεῖ πρέπουσαν λέγει, τὸ στῆναι ἔχοντα πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε. καὶ θαῤῥεῖ ὁ Μέντης ἐὰν τοιοῦτος ἐπέλθοι τοῖς μνηστῆρσιν ὁ Ὀδυσσεὺς, καταπολεμηθῆναι αὐτούς. φησὶ γὰρ ὡς εἰ τοιοῦτος ἐλθὼν ὁμιλήσει τοῖς μνηστῆρσι, πάντες ἂν ὠκύμοροι γενείατο πικρόγαμοί τε. πολλῷ δὴ πλέον καταπολεμηθήσονται οἱ ἀναιδεῖς, εἰ καὶ μετὰ τοῦ υἱοῦ καὶ τοῦ Εὐμαίου καὶ Φιλοιτίου ἐπιπέσοι αὐτοῖς. εἰ δὲ καὶ μεθύουσιν ἐπίθηται ὡς προείρηται καὶ μετὰ τῆς Ἀθηνᾶς δὲ, οὐδεμία ἔσται δυσχέρεια εἰς τὴν ἐκείνων ἀναίρεσιν. Τὸ δὲ ὁμιλήσει, πολεμικὴ λέξις ὡς καὶ ἐν Ἰλιάδι, παρὰ τὸ ὁμοῦ τὰς στρατιωτικὰς ἴλας εἶναι μαχομένας. καὶ οὐκ ἔστι σύστοιχος ἡ λέξις αὕτη τῷ ὀλίγῳ τῷ πρὸ ὀλίγου ῥηθέντι τῷ τῶν μνηστήρων, ἴσως δὲ καὶ παικτικῶς ἐῤῥέθη τοῦτο ὡς πρὸς ἐκεῖνον τὸν ὅμιλον ἵνα λέγῃ ὅτι ἔστι μὲν ὅμιλος οὗτος, εἰ δὲ Ὀδυσσεὺς αὐτοῖς ὁμιλήσει, ἐξώλοντο. Ὅρα δὲ τὸ πικρόγαμοι, βαρέως καὶ ἀκραχόλως συντεθὲν διὰ τὸ πρὸς τοὺς κακογάμους καὶ ὑβριστὰς μνηστῆρας μῖσος. ἔχει δέ τι ὁμοίας τραχύτητος, καὶ τὸ ὠκύμοροι. εἰ καὶ ἄλλως, τῷ τῆς ὁμοιοκαταληξίας κάλλει ἄμφω λεαίνεται. Ὅτι τὸ, τοῖος ἐὼν οἷον αὐτὸν ἐνόησα οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε, ἀφορμή τις ἐστὶ τοῦ ἐκ τοῦ πίνειν τοὺς φίλους ἐτυμολογεῖν. καὶ ἀπὸ συμποσίου λέγειν κτᾶσθαι αὐτούς, Ὅτι Ἔφυραι κατὰ ἱστορίαν διάφοροι, ὡς καὶ Ἰλιὰς δηλοῖ. μία, ἐν Πελοποννήσῳ περὶ τὰ τῆς Κυλλήνης ὅρια. δευτέρα, Σικυωνίας, περὶ ἣν καὶ ποταμὸς Σελλήεις. τρίτη, ἐν Θεσπρωτίᾳ, ἔχουσα καὶ αὐτὴ Σελλήντα ποταμόν. τετάρτη, ἐν Αἰτωλίᾳ. καὶ οἱ ἐκεῖθεν, Ἔφυροι λέγονται. οὐ μὴν Ἐφυραῖοι ὡς οἱ ἐκ τῶν λοιπῶν. πέμπτη Ἔφυρα, Θετταλικὴ ἕκτη, Κορίνθου, ἐν ᾗ καὶ αὐτῇ, Σελλήεις ποταμός. ἐκ ταύτης φασί τινες τὸν Ὀδυσσέα λαβεῖν ἀνδροφόνα φάρμακα. λέγοντες, φαρμακοφόρον ποτὲ γενέσθαι αὐτὴν, διὰ τὸ ἐκεῖ κατοικῆσαι τὴν Μήδειαν. ὅθεν καὶ ἡ τοῦ Αὐγέου θυγάτηρ φασὶ τοῦ βασιλέως τῶν Ἐπειῶν ἡ ἐν Ἰλιάδι κειμένη Ἀγαμήδη, φαρμακὶς ἦν. ἔθνος δὲ Πελοποννήσιον οἱ Ἐπειοὶ ὡς δηλοῦται πολλαχοῦ. ἄλλοι δὲ, ἀπὸ τῆς Θεσπρωτικῆς Ἐφύρης φάρμακα λαβεῖν τὸν Ὀδυσσέα φασὶ, γενομένης καὶ αὐτῆς ποτὲ πολυφαρμάκου διὰ τὴν Μήδειαν, οἰκήσασαν καὶ ἐκεῖ πρὸς καιρόν. καὶ ὅτε δὲ τὸν Τηλέμαχον ὑποπτεύουσιν οἱ μνηστῆρες ἀφικέσθαι εἰς Ἐφύρην φάρμακα θυμοφθόρα κομισόμενον. οἱ μὲν, ταύτην. οἱ δὲ, ἐκείνην φασί. περὶ δὲ Ἐφύρης, διαλαμβάνει καὶ ἡ Ἰλιάς. ἐν ᾗ καὶ περὶ φαρμάκων δηλοῦται τὰ ἀρκοῦντα ἐκεῖ. νῦν δὲ, τοσοῦτον ῥητέον, ὅτι φάρμακα, οὐ μόνον τὰ δηλητηριώδη καὶ ἄλλως δὲ τὰ ἀκεσώδυνα ὡς μυριαχοῦ φαίνεται, ἀλλὰ καὶ ζωγράφων βάμματα. καὶ ἁπλῶς δὲ, βαφαί. ὅθεν καὶ φαρμακῶνες τὰ βαφεῖα εὕρηται δὲ καὶ φαρμακᾶν, τὸ μεστὸν εἶναι ἢ δεῖσθαι φαρμάκων. ζήτει δὲ ποίων. ὁ δὲ φαρμακὸς ἤτοι τὸ κάθαρμα, ἑτεροῖόν τι ἐμφαίνει φαρμάκου σημαινόμενον. Ἀριστοφάνης πόθεν δʼ ἐγώ σοι συγγενὴς ὦ φαρμακέ; ὁ μέντοι φαρμακεὺς ἢ κατὰ Πλάτωνα φαρμακευτὴς ὁ φαρμάκοις διαφθείρων, τῷ φαύλῳ φαρμάκῳ παρωνόμασται. ὥσπερ καὶ ἡ φαρμακὶς καὶ φαρμακεύτρια γυνή. τινὲς δὲ καὶ ἐπὶ ἄνθους φασὶ τὸ φάρμακον, ὡς δηλοῖ ὁ φράσας ὅτι ἀφάρμακον, τὸ ἄνευ ἄνθους. ἄνθη γὰρ, τὰ φάρμακα. καὶ εὐφάρμακον, τὸ εὔχροον. Ὅτι Ἶλος Μερμέρου παῖς τοῦ Φέρητος τοῦ Ἰάσονος καὶ Μηδείας, φαρμάκων ἦν σκευαστὴς ἐν Ἐφύρῃ τῇ Θεσπρωτικῇ, τῇ ὡς εἴρηται πολυφαρμάκῳ, εἰς τοῦτον ἀπῆλθέ ποτε Ὀδυσσεὺς διζήμενος φάρμακον ἀνδροφόνον ὄφρά οἱ εἴη ἰοὺς χρίεσθαι χαλκήρεας. καὶ ὁ μὲν Ἶλος, οὐκ ἔδωκέ φησι ἐπεὶ θεοὺς νεμεσίζετο αἰὲν ἐόντας. ὁ δὲ Τάφιος Ἀγχίαλος, ἔδωκε, φιλέεσκε γὰρ αἰνῶς. Καὶ ὅρα τὸ βίαιον τῆς ἀληθοῦς φιλίας. ὁ μὲν γὰρ Ἶλος, διʼ εὐλάβειαν οὐκ ἔδωκε φάρμακον. ὁ δὲ Ἀγχίαλος, διὰ φιλίαν ἔδωκε. μᾶλλον δὲ, ὁ μὲν Ἶλος μὴ εἰδὼς ἀκριβῶς οἷος ὁ ζητῶν τὸ φάρμακον Ὀδυσσεὺς, οὐ δίδωσι. δέδιε γὰρ ἴσως, μὴ κατʼ ἀνθρώπων οὐ δικαίως τῷ φαρμάκῳ χρήσηται. ὁ δὲ Ἀγχίαλος δίδωσιν, εἰδὼς τὴν χρείαν τοῦ φίλου, ὡς χρησομένου τῷ φαρμάκῳ εἰς κυνηγέσιον. φίλος γάρ. διὸ καὶ ἀκριβῶς οἶδε τὸν φίλον ὡς ἑαυτόν. ὁ γὰρ φίλος, ἄλλος αὐτός. Ὅρα δὲ ὡς ὁ Μέρμερος καὶ ὁ ἐξ αὐτοῦ Μερμερίδης καθὰ καὶ τὰ μέρμερα ἔργα, τὸ ε τοῦ μερίζειν ἐφύλαξαν. εἰ καὶ τὸ μερμηρίζειν καὶ ἡ μέρμηρα καὶ τὸ ἀμερμηρεὶ ὧν καὶ ἐν τοῖς ἑξῆς ἔσται μνεία, διὰ μέτρου ἀνάγκην τὸ ε τοῦ μερίζειν εἰς η ἔτρεψαν. Σημείωσαι δὲ ὡς εἰ καὶ κατὰ συμβεβηκὸς ἀνδροφόνον ἦν τὸ φάρμακον, ἀλλʼ Ὀδυσσεὺς ὡς θηροφόνον αὐτὸ ἐζήτει. διὸ καὶ δίδωσιν ὁ Ἀγχίαλος. προοικονομεῖ δὲ κἀνταῦθα ἕκαθεν πιθανῶς τὰ τῆς μνηστηροφονίας ὁ ποιητής. καὶ βάπτει τὰ τοῦ Ὀδυσσέως βέλη εἰς φάρμακον οὐ μόνον θηριοκτόνον, ἀλλὰ τὸ αὐτὸ καὶ ἀνδροφόνον. ὡς ἂν, ἅμα βάλλοιντο ἐν τοῖς ἑξῆς οἱ μνηστῆρες, καὶ ἐκ πρώτης βολῆς ἀγχηστῖνοι πίπτοιεν. ἄλλως γὰρ ἁπλῶς ὁ Ὅμηρος, οὐ φαρμάττει τοὺς ὀϊστούς. καὶ δῆλον φασὶν ἐξ ὧν ἐν Ἰλιάδι πολλοὶ ἐκ τόξου βληθέντες, ἐπέζησαν. διὰ δὲ τὴν τοιαύτην οἰκονομίαν, καὶ τὸ τόξον τοῦ Ὀδυσσέως, ἀπόθετον ἐν τῇ Ἰθάκῃ φυλάσσει ὁ ποιητής. οἴκοι γὰρ βέλτερον εἶναι ἵνα ἐπανελθὼν ἐκεῖνος ἔχῃ χρῆσθαι αὐτῷ. ἐν γὰρ τῇ Τροίᾳ, οὐ πάνυ ἔδει χρᾶσθαι τόξοις, διὸ καὶ χρείαν ἐκεῖ τόξου σχὼν Ὀδυσσεὺς, τὸ τοῦ Μηριόνου ἔλαβε. καὶ οὐδὲ πολλοὶ ἐκεῖσε ἦσαν τοξόται, ὅτι μὴ δὲ λίαν ἐκόμπαζον ἐπὶ τῇ τοξείᾳ οἱ παλαιοί. αἰτία μέντοι τῆς ἐν Ἰθάκῃ μονῆς καὶ φυλακῆς τοῦ τόξου καθʼ ἱστορίαν, ἀλλαχοῦ παρὰ τοῦ ποιητοῦ ῥηθήσεται. ἔνθα ἐρεῖ ξένειον εἶναι αὐτὸ καὶ διὰ τοῦτο φυλάσσεσθαι εἰς κειμήλιον κατὰ ἔθος ἀρχαῖον. Φάρμακον δὲ ἀνδροφόνον λέγει ὁ ποιητὴς, ὡς ἄν τις εἴπῃ ἀνθρωποκτόνον. τοῦ ἀνδρὸς, ἐνταῦθα ἀντὶ ἁπλῶς ἀνθρώπου ληφθέντος. ὥσπερ αὖ πάλιν καὶ ἐν Ἰλιάδι τὸ, γυναῖκα μαζὸν, φασί τινες μαζὸν ἁπλῶς δηλοῦν ἀνθρώπινον, ὡς ἀπὸ μέρους τῆς γυναικός. Ἰστέον δὲ ὅτι τὸ σημαινόμενον τοῦ ἀνδρὸς ἐξ οὗ σύγκειται ὁ ἀνδροφόνος, συντίθησι καὶ τὰ ἀνδράποδα. διʼ ὧν δοῦλοι σημαίνονται ὑποκείμενοι δεσπόταις, καὶ ὄντες αὐτοῖς ὅπερ οἱ κατωτάτω πόδες ὅλῳ τῷ ἄνω σώματι. τοιούτῳ δὲ ἀνδρὶ συγκροτεῖται καὶ ὁ ἀνδραποδιστής. οὗ ἐν τοῖς μάλιστα οἱ ἄπιστοι Θετταλοὶ, ὧν καὶ Ἰάσων, ἀνδραποδίσας τὴν Μήδειαν. ὁμοία δὲ ἀνδρὸς σημασία, καὶ ἐν τῷ ἀνδραποδοκάπηλος, ὁ καὶ σωματέμπορος καὶ μεταβολεὺς ἀνδραπόδων. πῶς δέ μοι καὶ τὰ ὑποζύγια ἐκλήθη ἀνδράποδα ὁμοίως τοῖς δούλοις, λογοπραγείσθωσαν οἱ σοφοὶ ὀνοματοθέται, οἷς καλῶς αὐτὸ οὐκ ἤρεσε. Τοῦ δὲ διζήμενος ἡ κίνησις, ἐν τοῖς μετὰ ταῦτά που διευκρινηθήσεται. Ὅρα δὲ καὶ τὴν χασμῳδίαν τοῦ, ὄφρά οἱ εἴη ἰοὺς χρίεσθαι. οὐ γὰρ κατὰ τὸ, Ἴριδι δίῃ καὶ Φρόντιδι δίῃ, σέσηρεν ἐνταῦθα ὁ ἀναγινώσκων, ἀλλʼ ὑπὲρ ἐκεῖνα καὶ ὅσα δὲ ἄλλα τοιαῦτα. καὶ ὅμως ἔχεται λόγου ἡ τοιαύτη ὡς εἰπεῖν ἀποστίγγρωσις, ἵνα τὸ φορτικὸν καὶ ἀηδὲς πρᾶγμα καὶ ἀγλευκεὺς ἡ τοῦ ἀνδροφόνου φαρμάκου χρῆσις, ἀηδῶς φρασθείη καὶ μὴ κατὰ κάλλους γλυκύτητα. Ὅτι νεμεσᾶν καὶ νεμεσίζεσθαι ὡς ἐπὶ πολὺ μὲν λέγεται, τὸ δικαίως μέμφεσθαι. οἷον. Ζεῦ πάτερ, οὐ νεμεσίζῃ ὁρῶν τάδε ἔργα; καὶ, νεμεσίσαιτό κεν ἀνὴρ αἴσχεα πόλλʼ ὁρόων. ἐνταῦθα δὲ ὁ Ἶλος νεμεσίζεσθαι θεὸν λέγεται, ἀντὶ τοῦ δεδιέναι καὶ διʼ ἐπιστροφῆς ἔχειν. Ἰστέον δὲ ὅτι τὲ πρωτότυπον καὶ τοῦ νεμεσῶ καὶ τοῦ νεμεσίζω, τὸ νεμῶ περισπώμενον. οὗ διχῶς ὁ μέλλων, νεμήσω ἐξ οὗ τὸ ἐνεμήσατο καὶ τὸ διανενεμῆσθαι, ἔτι δὲ νεμέσω. οὗ ἀναχθέντος εἰς ἐνεστῶτα, προάγεται τὸ νεμεσίζω νεμεσίσω ἐξ οὗ ἡ νέμεσις ἀποβολῇ τοῦ ω. κατὰ τὸ ὑβρίζω ὑβρίσω καὶ τὰ ὅμοια. καὶ ὅτι ὥσπερ νεμεσῶ καὶ νεμεσίζω ἐν διφορήσει, οὕτω καὶ φλυαρῶ καὶ φλυαρίζω οὕτω γοῦν λέων ἐκφλυαρίζει τοὺς αὐτῷ ἐπιόντας ὡς ἐν τῇ Ἰλιάδι γέγραπται. ἔτι δὲ καὶ οὐ μόνον βουκολῶ, ἀλλὰ καὶ βουκολίζω. οἷον, τοὺς ἁλώσοντας ἀποβουκολίζουσιν ἀποσκευάζονταί τε τὸν κίνδυνον. σημαίνει δὲ ἡ λέξις, ἀπάτην. ὡς δὲ καὶ ἠρεμεῖν καὶ ἠρεμίζειν ἐστὶ, μαρτυροῦσιν αἱ χρήσεις. Ὅτι τὸ, εἰ δʼ ἄγε νῦν ξυνίει, παρακελευσματικῶς ἔχον, δηλοῖ τὸ εἰ δὲ βούλει, ἄγε ποίει τόδε. ἢ καὶ ἄλλως, εἴα δὴ ἄγε ποίει τόδε. ζήτει δὲ περὶ αὐτοῦ τὸ ἀκριβὲς ἐν Ἰλιάδι. χρῆσις δὲ τοῦ εἴα παρακελευσματικοῦ ἐπιῤῥήματος, παρά τε ἄλλοις καὶ παρὰ τῷ κωμικῷ. Ὅτι ἐπὶ πραγμάτων ἀποβάσεως ἀδήλου, οἰκεῖον εἰπεῖν τὸ, ταῦτα μὲν θεοῦ ἐν γούνασι κεῖται, ἀντὶ τοῦ ἐν δυνάμει ἢ ἱκεσίᾳ θεοῦ, σὲ δὲ φράζεσθαι ἄνωγα τό δέ τι. Ὅτι ἡ αυ δίφθογγος πρὸ συμφώνου, ψιλοῦται, οἷον αὐτός. αὖρα. αὔριον. ἀμέλει κατὰ τοὺς παλαιοὺς τὸ αὕω τὸ ξηραίνω, δασύνεται. καθὰ καὶ τὸ αὑαίνω παρὰ τῷ κωμικῷ, διὰ τὸ μὴ ἐπιφέρεσθαι τῇ διφθόγγῳ σύμφωνον. αὔω δέ φασι τὸ φωνῶ, ψιλοῦται, πρὸς σημασίαν διάφορον. Ὅτι καὶ τοὺς Ἰθακησίους ἴσως καὶ τοὺς μνηστῆρας σεμνολογῶν ὁ χρηστολόγος Ὅμηρος, ἥρωας Ἀχαιοὺς ὀνομάζει. Ὅτι τὸ πέφραδε ἀντὶ τοῦ εἰπὲ, ἢ μέσος παρακείμενός ἐστι τοῦ φράζω, ἢ δεύτερος ἀόριστος φράδε, καὶ κατὰ διπλασιασμὸν πέφραδε. οἷον. μῦθον πέφραδε πᾶσι τοῦτο δὲ παρῳδηθέντος τοῦ ἐφεξῆς, χρήσιμον εἰς ἀναφώνησιν. οἷον. μῦθον πέφραδε πᾶσι. θεὸς δʼ ἐπιμάρτυρος ἔστω. καὶ παρὰ τῷ ποιητῇ δὲ ὁ τόπος οὗτος προεκθετικός ἐστι τῶν ἐφεξῆς γενησομένων. ἐν οἷς ἀπειπεῖν τοῖς μνηστῆρσι μέλλει ἅπερ ἐθέλει ὁ Τηλέμαχος. δῆλον δὲ ἐκ τῶν παλαιῶν, ὡς πρωτότυπόν ἐστιν ὁ μάρτυρος. ἐξ οὗ ὁ μάρτυς κατὰ συγκοπήν. διὸ οὐδὲ κλίνεται ὁ μάρτυς ὡς μὴ φυσικήν φασιν ἔχων τὴν παραλήγουσαν. αὐτοῦ μέντοι τοῦ, ὁ μάρτυρος, πρωτότυπον ὁ μάρτυρ δοκεῖ. διὸ τούτου μὲν πληθυντικὸν, οἱ μάρτυρες, καὶ τὰ ἑξῆς ἀκολούθως. ἐκείνου δὲ, οἱ μάρτυροι καὶ ἡ ἐφεξῆς ἀναλογία. εἰ μὴ ἄρα μεταπλασθῆναί τις ἐρεῖ τὸ μάρτυρες ἐκ τοῦ μάρτυροι. τότε γὰρ, οὐκ ἀνάγκη τὸ μάρτυρ εἶναι ἐν λόγῳ. ἐν τούτοις δὲ κεῖται συνήθως τῷ ποιητῇ ῥῆμα δυϊκὸν μετὰ ὀνόματος πληθυντικοῦ. φησὶ γάρ. μάρτυροι ἔστων ἤγουν ἔστωσαν. Ὅτι σχῆμα ἑκουσίου σολοικισμοῦ τὸ, μητέρα δὲ εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι, ἂψ ἴτω ἐς μέγαρον πατρός. ἦν γὰρ τὸ ἀκόλουθον καὶ ἀσόλοικον, οὕτως εἰπεῖν κατὰ ὀρθὴν καὶ εὐθεῖαν. μήτηρ δὲ εἰ βούλοιτο γαμέεσθαι, ἂψ ἴτω. ἢ καὶ ἄλλως, μητέρα δὲ εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι, ἀπόπεμψον. ὁ δὲ συνετὸς Μέντης ἐπίτηδες οὕτω σχηματίζει τὸν λόγον, διὰ αἰτίαν τοιαύτην. βουλευσάμενος γὰρ εἰπεῖν ὅτι τὴν μητέρα ἀπόπεμψον, καὶ φθάσας εἰπεῖν κατά τι αὐθωρὸν ὡς ἐν σχεδιασμῷ τὴν αἰτιατικὴν, εἶτα συνιδὼν ὡς ἴσως οὐ πείσει τὸν φιλομήτορα Τηλέμαχον εἰπὼν τὸ ἀπόπεμψον, σιγᾷ μὲν τοῦτο τὸ ῥῆμα ὡς οἷα ἐπιμηθευσάμενος. μὴ ἔχων δὲ συντόμως ἄλλην λέξιν αὐτόθεν ἐξευρεῖν ἅμα καὶ τὴν ὀρθὴν σύνταξιν σώζουσαν, καὶ τὸ δυσχερὲς τοῦ λόγου ἐκκλίνουσαν, ἐξανάγκης εἰς ἄλλο ῥῆμα ἐκπίπτει. καὶ οὕτως ἐμπίπτει εἰς τὸ σολοικοφανές. εἰπὼν, ὑποχωρήσατο. ἵνα δῆθεν αὐτὴ ἀπέρχηται θέλουσα, καὶ μὴ ὁ παῖς αὐτὴν ἐκπέμπῃ ἀέκουσαν. καὶ οὕτω μὲν ὁ νουνεχὴς Μέντης τὸν λόγον ἐσχημάτισεν. ἀμφιδεξιῶς πάνυ ἀμφότερα ἐμφήνας, καὶ τὸ, ἀπόπεμψον τὴν μητέρα εἰ μὴ φιλεῖς αὐτὴν, καὶ τὸ, ἡ μήτηρ ἂψ ἴτω εἰ μὴ σὺ θέλεις λυπῆσαι αὐτήν. ἐξ ἑκατέρων ἐννοιῶν ἀνὰ μίαν λέξιν σιγήσας. ἤγουν τὸ ῥῆμα μὲν τὸ προστακτικὸν, ἐκ τοῦ, τὴν μητέρα ἀπόπεμψον. ἐκ δὲ τοῦ, ἡ μήτηρ ἂψ ἴτω, τὸ τῆς εὐθείας ὄνομα. καὶ οὕτως, οὐ μόνον καινοπρεπὲς ἀπέβη τοῦτο τὸ σχῆμα διὰ τὸ σολοικοφανὲς, ἀλλὰ καὶ γοργὸν καὶ ἐλλειπτικόν. καὶ τοιοῦτος μὲν ὁ εὐλαβὴς Μέντης. ὁ δὲ ἀτάσθαλος καὶ ἀγήνωρ Ἀντίνοος ἐν τοῖς ἑξῆς, ἀσολοίκως μὲν, ἀπαιδεύτως δὲ μὴ παρακαλύψας, ἐρεῖ μητέρα ἀπόπεμψον. ἔνθα καὶ ἀντακούσει πρὸς τοῦ φιλομήτορος, ὅτι οὐκ ἔστι δόμων ἀέκουσαν ἀπώσασθαι. Ὅτι καινοπρεπὲς σχῆμα καὶ τὸ, ἐλθέτω εἰς μέγαρον πατρὸς μέγα δυναμένοιο. οἱ δὲ, γάμον τεύξουσι, καὶ ἀρτυνέουσιν ἕεδνα πολλὰ μάλα. ὤφειλε γὰρ εἰπεῖν, ὁ δὲ ἤτοι ὁ πατὴρ γάμον τεύξει. ὁ δὲ ποιητὴς, οὐ πρὸς ἕνα τὸν πατέρα τὴν σύνταξιν ἀπέδωκεν, ἀλλὰ πρός τινας πολλοὺς τοὺς ἀμφὶ τὸν πατέρα. οἵ τινες ὡς ἐν τοῖς ἑξῆς ἱστορεῖται, τὴν Πηνελόπην ἐκέλευον γήμασθαι. Ὅρα δὲ καὶ ὅτι δυνατόν τε καὶ πλούσιον ὑπεμφαίνει ὁ ποιητὴς τὸν τῆς Πηνελόπης πατέρα Ἰκάριον. μέγα τὲ γὰρ δυνάμενον αὐτὸν εἶπε, καὶ τὰ ἐξ αὐτοῦ τῇ θυγατρὶ ἕδνα, πολλὰ μάλα φίλῃ παιδὶ πρέποντα. Τὸ δὲ ἀρτύνειν, ἀπὸ τοῦ ἀρτύω γίνεται πλεονασμῷ τοῦ ν. ὥσπερ δύω δύνω. καὶ θύω θύνω τὸ ὁρμῶ καὶ χύω χύνω. Ἕδνα δὲ νῦν μὲν τὰ ἀπὸ τῆς γυναικὸς πρὸς τὸν ἄνδρα. τάχα δὲ καὶ τὸ ἀνάπαλιν. δύναται γὰρ ἀμφοτέρως ἡ ἔννοια συμβιβάζεσθαι. οἱ δὲ ἀκριβέστεροι τῶν παλαιῶν, ἕδνα λέγεσθαι κυρίως φασὶ, τὰ ὑπὸ τῶν νυμφίων ἀλλήλοις διδόμενα. τὰ δὲ ἀπὸ τῶν πατέρων ἐπιμείλια φασὶν, ὡς ἐν τῇ Ἰλιάδι γέγραπται. φερνὴ δὲ τὰ τῆς νύμφης. τὰ δὲ ὑπὸ τῆς νύμφης, ἐπιφέρνια. δασύνεται δὲ τὸ ἕδνα, ὡς ἀπὸ τοῦ ἑδράζω κατὰ τοὺς παλαιούς. ἕδρανόν τι ὂν, τὸ τὸν γάμον στηρίζον, καὶ ἐν συγκοπῇ ἕδνον. ἢ ἀπὸ τοῦ ἥδω, ἥδανόν τι ὂν, τὸ ἡδύνον τοὺς λαμβάνοντας, καὶ ἐν συγκοπῇ καὶ συστολῇ τοῦ η εἰς ε, ἕδνον. καθὰ καὶ μύρον ἑδανὸν ὀξυτόνως ἐν Ἰλιάδι, τὸ ἡδύ. ὡσαύτως δασύνεται καὶ τὸ ἕεδνον, τῆς δασείας ἀναδραμούσης εἰς τὴν ἀρχὴν, καὶ τὸ ἑεδνοῦσθαι. ὡς ἐπὶ τοῦ ὥρων ἑώρων γίνεται καὶ ἐπὶ ἄλλων πολλῶν. ὅλως δὲ κατὰ πᾶσαν κίνησιν, τὰ ἀπὸ τοῦ ἥδω δασύνονται, ὡς καὶ τὸ ἁνδάνω. καθὰ δηλοῖ τὰ παρὰ τῷ τραγικῷ ἀφανδάνοντα. καὶ ἀφάδιον παρὰ Παυσανίᾳ, τὸ ἐχθρὸν καὶ ἀπαρέσκον, καὶ ἦδος δὲ τὸ μὲν ὄφελος, ψιλοῦσιν οἱ πλείους, ὡς μεταπλασθὲν ἐκ τῆς ἡδονῆς εἰς τροχαῖον. ἐπὶ δὲ ὄξους, δασύνουσιν. Αἴλιος γοῦν Διονύσιος φησίν. ἧδος τὸ ὄξος, δασύνουσιν Ἀττικοὶ καὶ πάντα τὰ τοιαῦτα, οἷον καὶ τὸν ἡδυλισμόν. ὃς εἶδός τι κολακείας ἐστίν. ἀφʼ οὗ καὶ τὸ ἡδυλίζειν παρὰ Μενάνδρῳ. Παυσανίας δὲ εἰπὼν ὅτι ἦδος τὸ ὄφελος καὶ τὸ ὄξος, οὐδέν τι περὶ πνεύματος ἔφη. ἐκ τοῦ ἥδω δὲ γινομένη καὶ ἡ ἥβη καὶ τὰ ἐξ αὐτῆς ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, εὐλόγως δασύνονται. Ἰστέον δὲ καὶ ὅτι ὁ ἀνωτέρω ῥηθεὶς τῆς Πηνελόπης πατὴρ Ἰκάριος, ἀδελφὸς ἦν Τυνδάρεω τοῦ Λάκωνος, τοῦ πατρὸς τῆς Ἑλένης. οἳ τῆς οἰκείας ἐκπεσόντες ὑπὸ Ἱπποκόωντος, ἦλθον εἰς Θέστιον Πλευρωνίων ἄρχοντα. καὶ τὴν πέραν Ἀχελῴου συγκατεκτήσαντο. ὕστερον δὲ, Τυνδάρεως μὲν τὴν Θεστίου θυγατέρα Λήδαν λαβὼν, ἐπανῆλθεν. ἀφʼ ἧς ἐγένοντο αὐτῷ Ἑλένη καὶ οἱ Διόσκουροι. Ἰκάριος δὲ ἐπέμεινε μέρος φασὶν ἔχων τῆς Ἀκαρνανίας. ἔνθα καὶ τεκνωσάμενος Πηνελόπην ἐκ Πολυκάστης, τῷ Ὀδυσσεῖ πρὸς γάμον ἐξέδοτο. Ὅτι νῆα ἐεικόσορον ἐμφαίνων ἅμα καὶ ἐτυμολογῶν, φησί. νῆʼ ἄρσας ἐρέτῃσιν ἐείκοσιν. ὅθεν δηλονότι ναῦς εἰκόσορος. τί δὲ τὸ ἄρσαι, ἐν τῇ Ἰλιάδι δεδήλωται. Ὅρα δὲ τὸ, ἄρσας ἐρέταις. διττὸν γὰρ τὸ ἄρσαι νῆα. τὸ μὲν, ἐπὶ ναυπηγίας. τὸ δὲ ἐπὶ ἐξαρτίσεως τὴν εἰς πλοῦν ὥσπερ ἐνταῦθα. Ὅτι δὲ καὶ εἴκοσι δίχα τοῦ ν λέγεται καὶ εἴκοσιν μετὰ τοῦ ν, ὡς καὶ πέρυσι πέρυσιν. καὶ ὡς ἐν συνθέσει ποτὲ μὲν, φυλάττει τὸ ι. ποτὲ δὲ αὐτὸ εἰς α τρέπει, οἷον, εἰκοσιστάδιον καὶ εἰκοσαστάδιον, Αἴλιος Διονύσιος λέγει. οὕτω δέ φησι καὶ τὸ πέντε ἐν συνθέσει φυλάττον τὸ ε. οἷον. πεντέπηχυ. πεντέκλινον. πεντέχαλκον. πεντέμηνον. πεντεσύριγγον ξύλον, ὅμως παρʼ ἑτέροις διὰ τοῦ α λέγεται. πεντάπηχυ καὶ τὰ λοιπὰ ὁμοίως. ὅμοιον δέ τι πάσχει καὶ ὁ ὀκτὼ ἀριθμός. Ὅτι τὴν τοῦ Διὸς ὄσσαν ἐπαινῶν, φησίν. ἢ μάλιστα φέρει κλέος ἀνθρώποισιν, ἤγουν φήμην καὶ ἀκοὴν τοῦ μέλλοντος. κλέος γὰρ παρʼ Ὁμήρῳ, ἡ φήμη. ἔστι δὲ ὅτε, καὶ ἡ τιμὴ ἐὰν προσθήκην ὁ λόγος λάβῃ τινά. οἷον κλέος ἐσθλόν. ἢ κλέος μέγα. ἢ εὐρύ. λέγει δὲ τὴν ὄσσαν ἐκ Διὸς εἶναι, διότι πᾶσαν ὄσσαν καὶ ὀμφὴν, εἰς τὸν Δία οἱ παλαιοὶ ἀνάγουσι, διὸ καὶ πανομφαῖος ἐλέγετο, καθὰ καὶ ἐν Ἰλιάδι γέγραπται. Διὸς δὲ ἡ ὄσσα, ἢ ἡ τῆς προμάντιδος εἱμαρμένης, δηλωτικὴ γάρ ἐστι τοῦ μέλλοντος, ἢ καὶ ἄλλως, ἡ τοῦ ἀέρος, ὃς αἴτιός ἐστι φωνῶν διηχὴς τυγχάνων. Ἰστέον δὲ ὅτι παρʼ Ὁμήρῳ οὐχʼ ἁπλῶς ἡ φωνὴ λέγεται ὄσσα καθὰ παρὰ τοῖς ὕστερον, ἀλλὰ καὶ ἡ ὄσσα καὶ ἡ κληδὼν καὶ ἡ ὀμφὴ καὶ ἡ φήμη ὡς πολλαχοῦ φανήσεται, θεῖόν τι ἐστὶ καὶ σημαντικὸν τοῦ μέλλοντος. Σημείωσαι δὲ ὅτι ἐπὶ μὲν ἀνθρώπων, εἰπεῖν ἁπλῶς ἔφη ὁ ποιητὴς, ἐπὶ δὲ Διός, ὄσσαν. φησὶ γάρ. ἤν τίς τοι εἴπῃσι βροτῶν. ἢ ὄσσαν ἀκούσῃς ἐκ Διός. καὶ ἔστι τὸ εἴπῃσιν, ἀντὶ τοῦ λαλήσει ὡς οἷά τι εἰδώς. ἴσως δὲ, καὶ προσυπακουστέον τὸ ἔπος ἀπὸ κοινοῦ. ἵνα λέγῃ, ἤν τίς τοι εἴπῃσιν ἔπος. ἢ καὶ ἄλλως, ἤν τίς τοι εἴπῃσι περὶ πατρός. Ἔτι ἰστέον καὶ ὅτι τὸ ἤν τίς σοι εἴπῃ. ταυτόν ἐστι τῷ, εἴπως εἴπῃ. αὐτὸ δὲ, ἶσόν ἐστι τῷ, ὅπως εἴπῃ, κατὰ μετάληψιν συνδέσμου εἰς σύνδεσμον. Ὅτι προαναφωνῶν κἀνταῦθα Ὅμηρος τὸ εἰς Πύλον καὶ εἰς Σπάρτην ἐλθεῖν τὸν Τηλέμαχον, πλεῖον σεμνύνει τὸν Νέστορα ἤπερ τὸν Μενέλαον, ἐκεῖνον μὲν γὰρ, δῖον λέγει. ξανθὸν δὲ ὡς καὶ ἐν Ἰλιάδι, τὸν Μενέλαον. ὃς καὶ δεύτατός φησι τῶν ἄλλων Ἀχαιῶν ἐνόστησεν ἐκ πλάνης. τουτέστιν ὕστατος ἐπανῆλθε. διὸ καὶ ὁ Τηλέμαχος εἰς ἐκεῖνον ἐλθὼν, πλείονα ἱστορίαν καὶ ξενικωτέραν ἐξ αὐτοῦ συνάγει, ὡς ἀπὸ πολυχρονίου πλάνητος. καὶ περὶ τοῦ πατρὸς δὲ ἀκριβέστερόν τι ἐξ ἐκείνου ἀκούει. Γίνεται δὲ τὸ δεύτατος ἀπὸ τοῦ δεύω τὸ ἐλλείπω. ἐξ οὗ συγκριτικὸν, δεύτερος ὁ ἐλλιπέστερος. καὶ ὑπερθετικὸν, δεύτατος ὁ ἐλλιπέστατος. ὥσπερ βασιλεύτερος βασιλεύτατος. Ὅτι τὸ τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτὸν, εἴπῃ ἄν τις ὅτε συμβουλεύεταί τινι ἐπὶ πολὺ φερεπονεῖν. Ἔστι δὲ τὸ, τλαίης ἐνιαυτὸν, ὅμοιον τῷ, μείνατʼ ἐπὶ χρόνον, ἀορισταίνει γὰρ νῦν ἐπίτηδες καὶ αὐτό. Τὸ δὲ τλαίη, εὑρεθήσεται ἀλλαχοῦ καὶ τετλαίη ἐν ἀναδιπλασιασμῷ. θέμα δὲ αὐτοῦ, τὸ τλῆμι. οὕτω δὲ καὶ ἐκ τοῦ θνῶ θνῆμι ἔθνην θνὰς θνάντος, θναίην. καὶ κατὰ ἀναδιπλασιασμὸν, τεθναίην. ἄλλως δὲ, κλίσιν ὁμοίαν ἀδιπλασίαστον ἔχουσι, τὸ κλῦθι κατά τινας καὶ τὸ δῦθι. ἔτι δὲ καὶ τὸ ἵληθι ἐκ τοῦ ἵλημι ἀῤῥήτου θέματος. τὸ δέ γε δίδωθι δέ μοι κλέος ἐσθλὸν, ἐξ εὐχρήστου ἐνεστῶτος προῆκται τοῦ, δίδωμι διδοὺς διδόντος δίδωθι. ἔχει δὲ ἀναγκαίαν ἔκτασιν τῆς παραληγούσης καθὰ καὶ τὸ πιμπλὰς πιμπλάντος πίμπλαθι καὶ τροπῇ πίμπληθι. οὕτω δὲ καὶ ἵλαθι ἵληθι. τὸ δὲ τέθναθι οὗ τρίτον τὸ τεθνάτω, γεγονὸς ἐκ τοῦ τεθνὰς τεθνάντος, ἐνέμεινε τῇ βραχείᾳ παραλήξει, ἐπειδὴ οὐκ ἔσχεν ἀνάγκην τινὰ μετρικήν. τούτων δὲ διαφέρει τὸ, ἄλλος δὲ βιώτω ἤγουν ζήτω, ὡς Δωρικὸν. βιούτω γὰρ τὸ κοινὸν, ὡς χρυσούτω, καὶ Δωρικῇ ἐναλλαγῇ τῆς ου εἰς ω, βιώτω. Περὶ δὲ ἐνιαυτοῦ ἰστέον ὡς εἰ καὶ ταυτὸν ἐνιαυτὸν καὶ ἔνον εἰπεῖν, ἀλλʼ ἡ παραγωγὴ ἐν αὐτοῖς διάφορος. ἐνιαυτὸς μὲν γὰρ, παρὰ τὴν εν πρόθεσιν καὶ τὸ ἰαύειν ὃ ἔστι διατρίβειν, ἕνος δὲ κατά τινας, παρὰ τὸ ἕν, διὸ καὶ εὐλόγως ἐδασύνετο καθὰ καὶ ἡ ἕνῃ. δῆλον δὲ αὐτὸ, καὶ ἐκ τοῦ ἄφενος. ὅπερ ἀπὸ ἕνου ἐτυμολογοῦσι τινὲς ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δηλοῦται. ἵνα καὶ ὁ ἕνος κατὰ τὴν ἕνην ἣν θεωρεῖ ὁ Πρόκλος, εἴη μόσχος μονόκερως. τὸ μὲν, διὰ τὸ ἀεὶ νεάζον καὶ ὡς οἷον κατὰ βοῦς ἐργατικὸν ἐν τοῖς περὶ γένεσιν. τὸ δὲ, διὰ τὸ ἑνάδος δίκην μεμονῶσθαι τὰς τοῦ ὅλου ἐνιαυτοῦ ἐνεργείας ὡς οὐδεμιᾶς ἑτέρας τῶν ὡρῶν. δασύνοιτο δʼ ἂν καὶ ἄλλως ὁ ἕνος, ἢ παρὰ τὴν ἐν αὐτῷ ἕνωσιν τῶν τεσσάρων ὡρῶν καὶ τῶν κατʼ αὐτὰς ἀποτελεσμάτων, ἢ καὶ ὡς ἀπὸ τοῦ ἕω τὸ πληρῶ ἤγουν τελειῶ ἐξ οὗ καὶ ὅλος καὶ ὁλότης. πληροφορεῖ γὰρ τὰ καθʼ ἡμᾶς ὡς τελεσφόρος, ὁ ἐνιαυτός. Ὅτι ἐν τῷ, εἰ δέ κε τεθνειῶτος ἀκούσῃς μὴ δέ τʼ ἐόντος, περισσὸν κεῖται τὸ, μὴ ἐόντος. ἤρκει γὰρ τὸ τεθνειῶτος μόνον, ἐπεὶ δῆλον ὡς ὁ τεθνεὼς οὐκ ἔστι. καὶ ἄλλως δὲ, διορθωτικόν ἐστιν αὐτὸ τοῦ πρὸ αὐτοῦ. οὐ γὰρ ἐξ ἀνάγκης πᾶς ὁ ἠκουσμένος τεθνάναι, ἤδη καὶ τέθνηκεν, εἰ μὴ ἀληθῶς ἀπέθανε. τότε γὰρ οὐκέτʼ ἔστιν. ἄλλως δὲ, ἡ ἀκοὴ μόνη οὐκ ἀπήγαγεν αὐτὸν τοῦ εἶναι. Ὅτι τὸ θάπτειν, σῆμα χεύειν λέγει ὁ ποιητὴς ἤγουν τάφον χωννύειν, διότι πολὺν χοῦν οἱ παλαιοὶ ἐπεφόρουν τοῖς ὀστέοις τῶν τεθνεώτων. ὅθεν καὶ χώματα ἐκάλουν τὰ σήματα, τουτέστιν ἀναχωματισμούς. Σῆμα δὲ ὁ τάφος, κατὰ σχῆμα εὐφημισμοῦ, διότι σημεῖόν ἐστι τοῦ κεῖσθαί τινα ἐκεῖ. ἐνταῦθα δὲ, σῆμα τὸ κενήριον λέγει. οὐ γάρ ἐστι κυρίως ταφῆναι καὶ κυρίως τάφον ἔχειν τὸν ἐπʼ ἀλλοδαπῆς τεθνεῶτα. Ὅτι τὸ, κτέρεα κτερεΐξαι, οὐ μόνον ἐτυμολογικῶς ἔχει, ἀλλὰ καὶ Ἀττικόν ἐστι σχῆμα συνεκφωνουμένου ῥήματος καὶ συστοίχου ὀνόματος. ὡς καὶ ἐπὶ τοῦ, λόγον λέγει καὶ ὕπνον ὑπνοῖ. καὶ μυρίων ἄλλων ὁμοίων. Κτέρεα δὲ, κτέατα ἤτοι κτήματα νεκρικά. ἢ κυρίως, τὰ κτεινομένοις προσήκοντα. Ἰστέον δὲ ὅτι ταυτολογῶν ὁ ποιητὴς, οὐ γὰρ ὀκνεῖ καὶ τοῦτο καιρίως ποιεῖν, ἀνωτέρω μὲν ἔφη ἕδνα πολλὰ μάλα ὅσα ἔοικεν. ἐνταῦθα δὲ, κτέρεα πολλὰ μάλα ὅσα ἔοικεν. οὕτω καὶ ἐν Ἰλιάδι δὶς εἶπε τὸ, τιμὴν ἀποτινέμεν ἥν τινα ἔοικεν. Ἐν τούτοις δὲ καὶ καθυποδεικνὺς δεῖν ὑπὸ τῷ ἀνδρὶ τὴν γυναῖκα εἶναι, φησί. καὶ ἀνέρι μητέρα δοῦναι. ὡς γὰρ πολλαχοῦ φανεῖται, γυνὴ ἀνδρὶ δίδοται ὅσα καί τι δῶρον δεσπόζεσθαι, εἴτε καὶ δουλικῶς δάμνασθαι, ὅθεν καὶ δάμαρ λέγεται. καὶ γάμος, ὁ οἱονεὶ δάμος. αὐτὸς μέντοι κοινῶς ὢν ἀνδρὶ καὶ γυναικὶ, ἀμφοτέρους ἀλλήλοις ὑποδεδμῆσθαι εὐνοϊκῶς βούλεται. οὐ μὲν ὑπὸ τῇ γυναικὶ τὸν ἄνδρα εἶναι εἰ καὶ τοῦτο καινοτομεῖν ποτὲ χρόνος θρασύνεται. Ἔστι δὲ τὸ δοῦναι, ἀντὶ τοῦ δὸς προστακτικοῦ. καθὰ καὶ πρὸ αὐτοῦ τὸ κτερεΐξαι καὶ τὸ χεῦαι. περὶ δὲ τοῦ τοιούτου σχήματος ὅπως καθίσταται ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐῤῥέθη. Ὅτι ἐν τῷ, ἐπειδὰν ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς, ἐκ παραλλήλου ταυτὸν δηλοῦσιν αἱ λέξεις. ἢ μᾶλλον, τὸ σχῆμα ὑστερολογία ἐστὶν, ἤγουν πρωθύστερον. πρῶτον γὰρ τὸ ἔρξῃς εἶτα τὸ τελευτήσῃς. ἔρξειν μὲν γὰρ, τὸ ἁπλῶς πράξειν. τελευτήσειν δὲ, τὸ καὶ εἰς τέλος τὴν πρᾶξιν ἀγαγεῖν. Ὅτι ὑποτίθεται ἡ Ἀθηνᾶ φρόνησις τῷ Τηλεμάχῳ. ἐπεὶ οὐ τηλίκος ἐστὶν ὡς ἔτι μειρακεύεσθαι φράσασθαι ὅπως μετὰ τὸ δοῦναι ἀνδρὶ τὴν μητέρα κτείνῃ τοὺς μνηστῆρας ἢ δόλῳ ἢ ἀμφαδόν. τουτέστιν ἢ κρύφα ἢ φανερῶς. εἶτα καὶ προπαροξύνει ῥητορικῶς ἐν ὁμοιότητι παραδείγματος, καὶ τὸ τοῦ νέου ζηλότυπον καὶ φιλότιμον ἐρεθίζει, τῷ ἐπαίνῳ τοῦ ἰσήλικος καὶ βασιλικοῦς παιδὸς Ὀρέστου. λέγουσα. ἢ οὐκ ἀΐεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα Αἴγισθον δολόμητιν ὅς οἱ πατέρα κλυτὸν ἔκτα; καὶ σὺ ὦ φίλος ἄλκιμος ἔσσο. καὶ τὰ ἑξῆς. Ὅρα δὲ ἐνταῦθα, ὅτι τὸ ἀπὸ προσώπου ἐπιχείρημα τουτέστι τὸ τοῦ Ὀρέστου παράδειγμα, οὐ πάνυ εὐσυμβίβαστον εἶναι δοκεῖ. οὐ γὰρ εἰς ταυτὸν ἔρχεται τὰ πράγματα τῷ τε Ὀρέστῃ καὶ τῷ Τηλεμάχῳ. καὶ γὰρ Ὀρέστης μὲν, μοιχὸν ἀνεῖλε καὶ ἕνα, τὸν Αἴγισθον, καὶ μοιχαλίδα μητέρα. τῷ δὲ Τηλεμάχῳ οὔτε εἷς ὁ ἐχθρὸς ἀλλὰ πολλοὶ, καὶ οὔτε μοιχοὶ τῇ Πηνελόπῃ οὔτε πατροφονῆες τῷ Τηλεμάχῳ. καὶ ἡ μήτηρ δὲ ἄλλως, οὐ μοιχαλὶς, ἀλλὰ καὶ λίαν σωφρονεστάτη. πολλὴ οὖν ἡ ἀνομοιότης τοῦ παραδείγματος. ὅμως δὲ συμβιβάζεται οὕτω πως τὸ λεγόμενον· καλὸν βοηθεῖν γονεῦσι, πατρὶ δηλαδὴ καὶ μητρὶ. Ὀρέστης μὲν οὖν, ἔχει κλέος πατρὶ τιμωρήσας. σὺ δὲ ἀοίδιμος ἔσῃ, τῇ μητρὶ ἐπαμύνας. Σημείωσαι δὲ ὅτι πατροφονεὺς, οὐ μόνον ὁ ἑαυτοῦ ἀνελὼν πατέρα, ἀλλὰ καὶ ὁ ἀλλότριον. διόπερ ὁ ποιητὴς πατροφονέα τὸν Αἴγισθον εἰπὼν, ἐπεὶ Αἴγισθος οὐ τὸν ἑαυτοῦ ἐφόνευσεν ἀλλὰ τὸν τοῦ Ὀρέστου, ἐφερμηνεύων ἐπάγει, ὃς Ὀρέστου πατέρα κλυτὸν ἔκτα. ἴσως δὲ καὶ διʼ ὑπεξαίρεσιν τῆς Κλυταιμνήστρας κεῖται ταῦτα. ἵνα μὴ καὶ Τηλέμαχος προσερεθισθῇ καὶ κατὰ τῆς μητρὸς, ὡς Ὀρέστης κατὰ τῆς πατροφόνου, τυχὸν δὲ, ἐκ περισσοῦ καὶ τοῦτο κεῖται ὡς ἐν ταυτολογίᾳ καθὰ καὶ ἄλλα πολλά. Τὸ δὲ ἔκτα, βραχυκαταληκτεῖ ὡς ἀποκοπὲν ἐκ τοῦ ἔκτανεν. Ὅτι ὁ παιδεύων τινὰ μὴ ἀφραίνειν, εἴποι ἄν. οὔτι σε χρὴ νηπιάας ὀχέειν ἐπεὶ οὐκέτι τηλίκος ἐσσί. ἤγουν οὐκ ἐνδέχεταί σε νήπια φρονεῖν, ἐπεὶ οὐκέτι τοιαύτης ἡλικίας εἶ. τὸ δὲ νηπιάας ὀχέειν, ἀντὶ τοῦ νηπιοφροσύνας φέρειν. ὀχεῖν μὲν γὰρ, τὸ φέρειν τι καὶ βαστάζειν. ὀχεῖσθαι δὲ, τὸ φέρεσθαι καὶ βαστάζεσθαι. Ὅτι ὁ εἰς ἀνδρίαν καὶ σπουδὴν ὀτρύνων τινὰ τῶν κρειττόνων, ἐρεῖ ὅτι καὶ σὺ φίλος, μάλα γάρ σε ὁρόω καλόν τε μέγαν τε, ἄλκιμος ἔσσο, ἵνα τίς σε καὶ ὀψιγόνων εὖ εἴπῃ, τουτέστιν εὐλογήσῃ. Ὀψίγονοι δὲ, οἱ ὀψὲ καὶ εἰς τὸ μέλλον γενησόμενοι. τούτους δὲ καὶ ἐπιγόνους φαμέν. Ὅρα δὲ εἰ τὸ καλόν τε μέγαν τε, ἶσόν ἐστι τῷ, ἠΰν τε μέγαν, ὅπερ ἀλλαχοῦ φησὶν ὁ ποιητής. Ὅτι τὸ, ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδη, δηλοῖ ὡς εὐλόγως τὸ ἐκ τοῦ λιμένος ἀπαίρειν, ἀναβαίνειν καὶ ἀνέρχεσθαι ὡς ἑξῆς φανεῖται, καὶ ἀναπλέειν λέγεται. Τὸ δὲ ἤδη, ἀντὶ τοῦ νῦν. διὸ καὶ εὕρηταί που ἐκ παραλλήλου κείμενα τὸ, ἤδη νῦν. Ὅτι ὁ παραινῶν τινὶ εἰσακουσθῆναι ἐφʼ οἷς ὑποτίθεται, εἴποι ἂν τὸ, σοί δʼ αὐτῷ μελέτω καὶ ἐμῶν ἐμπάζεο μύθων. τουτέστιν ἐπιστρέφου. ὁ δὲ παραινούμενος εἰς ἀγαθὸν, ἐρεῖ πρὸς τὸν παραινοῦντα, ὅτι ταῦτα φίλα φρονέων ἀγορεύεις ὥστε πατὴρ ᾧ παιδὶ καὶ οὔποτε λήσομαι αὐτῶν. Ὅτι ὁ κατέχων τινὰ φίλον ἐπὶ ἀναπαύσει, εἴπῃ ἄν. ἄλλʼ ἄγε νῦν ἐπίμεινον ἐπειγόμενός περ ὁδοῖο. ὄφρα λοεσσάμενός τε, τεταρπόμενός τε φίλον κῆρ, ἀπέλθῃς χαίρων ἐνὶ θυμῷ. Καὶ ὅρα ὅτι τὸ ἐπειγόμενος, γενικῇ συνέταξεν ἐν τῷ, ἐπειγόμενός περ ὁδοῖο. προϊὼν δὲ, λιλαιόμενός περ ὁδοῖο φησὶν, ἐν τῷ, μή μʼ ἔτι κατέρυκε λιλαιόμενόν περ ὁδοῖο. ὅπερ ἐρεῖ ὁ σπεύδων μὲν εἰς ὁδὸν, κωλυόμενος δὲ φιλικῶς. Ὅτι ἐγκώμιον ἀγαθοῦ δώρου, τὸ εἰπεῖν, δῶρον ἔχων τιμῆεν, μάλα καλὸν, ὅ, τοι κειμήλιον ἔσται. οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι. καὶ παρακατιὼν δὲ, φησί. δῶρον μάλα καλὸν ἄξιον ἀμοιβῆς. Ἰστέον δὲ ὅτι πρὸς ἀκρίβειαν ἐῤῥέθη τὸ, φίλοι ξεῖνοι. οὐ γὰρ πᾶς ξεῖνος, φίλος. καθὰ οὐδὲ πᾶς ἑταῖρος. ἀλλʼ ὁ γνησίως ὑποδεχθείς. Ἰστέον δὲ ὅτι τὸ, δῶρον τιμῆεν μάλα καλὸν, οὕτω μετέβαλεν ὁ Θρᾷξ Δημοσθήνης. δῶρον, οὗ τὸ μὲν κεφάλαιον, τιμὴ ἔσται. καὶ αὐτὸ δὲ ἐφʼ ἑαυτοῦ σοι ἴσως φανεῖται καλόν. Ὅτι ἐν τῷ ὄρνις ὡς ἀνόπαια διέπτατο Παλλὰς Ἀθήνη, τὸ μὲν ὄρνις, κοινόν ἐστιν ὄνομα. Δωριεὺς δὲ ἀνὴρ, ὄρνιξ ὄρνιχος κλίνει, ὡς καὶ Πίνδαρος δηλοῖ, τροπῇ Δωρικῇ τοῦ σ εἰς ξ, ὁποία γίνεται καὶ ἐν τῷ ἁρπάσω ἁρπάξω καὶ τοῖς ὁμοίοις. Τὸ δὲ ἀνόπαια, εἶδός τινες ὀρνέου λέγουσιν ἀετώδους φήνῃ ἐοικότος. καὶ ὁ προσεχῶς δὲ εἰρημένος μεταβολεὺς Δημοσθένης, οὕτω τὴν λέξιν νοεῖ. παραφράσας ὅτι ᾤχετο ἡ Ἀθηνᾶ, δύο τούτοις ὅτι ἦν θεὸς σημήνασα. τῷ τε εἰς ὄρνιθα ἑαυτὴν μεταβαλοῦσα ἐξαίφνης ἀφανισθῆναι καὶ τῷ θάρσους ὑποπλησθῆναι τὸν Τηλέμαχον. οἱ δέ φασιν ὅτι διέπτατο ἀνόπαια ἤγουν ἀνὰ τὴν ὀπὴν τὴν ἐν μέσῳ τʼ ὀροφῆς, ἣν καὶ κάπνην καὶ καπνοδόκην ἐκάλουν. ἢ διὰ τῆς ὀπαίας φασὶ κεραμίδος. ἔστι δὲ αὕτη, ἡ τὴν κάπνην φασὶν ἔχουσα. οἱ δὲ, τὸ ἀνόπαια, λέγουσιν ἀντὶ τοῦ, ἀφανής, πόῤῥω τῆς ὄψεως. δοκεῖ δέ τισι, καὶ ἀντὶ τοῦ, ἀνωφερὴς εἶναι, ὡρμημένοις ἐκ τῶν Ἐμπεδοκλέους, εἰπόντος ἐπὶ πυρὸς τὸ, καρπαλίμως δʼ ἀνόπαιον. ἐξ οὗ δῆλον, ὅτι καὶ οὐδετέρου γένους ἐστὶ τὸ ἀνόπαιον. διὸ καὶ Ἡρῳδιανὸς τὸ ἀνόπαια, καὶ οὐδέτερον οἶδε πληθυντικὸν, καὶ προπερισπᾷ, καὶ ὡς ἐπίῤῥημα λαμβάνει, ἀντὶ τοῦ ἀοράτως. καθάπερ τὸ πυκνὰ ἀντὶ τοῦ πυκνῶς. καὶ καλὰ ἀντὶ τοῦ καλῶς. νοήσας ἐκεῖνος τὸ τοιοῦτον ἀνόπαια, οὐ μετὰ τῆς ἀνα προθέσεως, ἀλλὰ στέρησιν τοῦ ὀπτάνεσθαι. Ἰστέον δὲ ὅτι τὲ καὶ ὄρος ἀνόπαια κατὰ Ἡρόδοτον, καὶ ἀτραπὸς δὲ ἀνόπαια περὶ τὴν Λοκρίδα γῆν καὶ τὴν τῶν Μηλιέων, καὶ ὡς οὐ μόνον ἐνταῦθα ὁ μῦθος ἀλλὰ πολλαχοῦ, τὰ θεῖα πρόσωπα ὀρνέοις ἀπεικάζει ἐν ταῖς θείαις ἐναργείαις. καὶ ἡ αἰτία, ἐν Ἰλιάδι γέγραπται. Τοῦ δὲ ἔπτατο, ἔστι καὶ δεύτερος μέσος ἀόριστος. οὗ χρῆσις παρὰ Σοφοκλεῖ ἐν τῷ, περιχαρὴς δʼ ἀνεπτόμην, ἐξ αὐτοῦ δὲ, καὶ πτέσθαι ἀπαρέμφατον ἐν Οἰδίποδι τῷ τυράννῳ. καὶ παρʼ Ὁμήρῳ δὲ ἐν τῷ, καθʼ ὅμιλον ἐπιπτέσθαι μενεαίνων. ἐκ μέντοι τοῦ ἔπτατο, πτάσθαι εἶπεν Εὐριπίδης. οἷον εἴθʼ ὤφελʼ ἀργοῦς μὴ διαπτάσθαι σκάφος. πόθεν δὲ ἡ Παλλὰς, καὶ ὅτι οὐ μόνον πάλλας, ὁ νέος, ἀλλὰ καὶ πάλλαξ ἐξ οὗ καὶ παλλακὴ, καὶ παλλάκια δὲ κατὰ Αἴλιον Διονύσιον οὐ παλλήκια οἱ παῖδες, ἔστιν εὑρεῖν παρὰ τοῖς παλαιοῖς οἳ καὶ δικαστήριον ἱστοροῦσιν Ἀθήνῃσιν ἐπώνυμον τῆς Παλλάδος. Ἀριστοφάνης. ἄκων κτενῶ σε τέκνον. ὅ δʼ ὑπεκρίνατο. ἐπὶ παλλαδίῳ, παρʼ ᾧ πάτερ δώσεις δίκην. ἐδίκαζον δὲ κατὰ Παυσανίαν ἐκεῖ ἀκουσίους φόνους οἱ ἐφέται. Ἀργεῖοι γάρ φησιν ἀπὸ Ἰλίου πλέοντες, ἡνίκα προσέσχον Φαλήροις, ὑπὸ Ἀθηναίων ἀγνοούμενοι ἀνῃρέθησαν. ὕστερον δὲ Ἀκάμαντος γνωρίσαντος καὶ τοῦ ἱστορουμένου παλλαδίου εὑρεθέντος κατὰ χρησμὸν, αὐτόθι τὸ δικαστήριον ἀπέδειξαν. Κλειτόδημος δέ φησιν, Ἀγαμέμνονος σὺν τῷ παλλαδίῳ προσενεχθέντος ταῖς Ἀθήναις, Δημοφῶντα τὸ παλλάδιον ἁρπάσαι, καὶ πολλοὺς τῶν διωκόντων ἀνελεῖν. τοῦ δὲ Ἀγαμέμνονος δυσχεραίνοντος, κρίσιν αὐτοὺς ὑποσχεῖν ἐπὶ πεντήκοντα Ἀθηναίων καὶ τοσούτων Ἀργείων. οὓς ἐφέτας κληθῆναι, διὰ τὸ παρʼ ἀμφοτέρων ἐφεθῆναι αὐτοῖς περὶ κρίσεως. καὶ τὸ δικαστήριον, ἐπώνυμον τῇ Παλλάδι γενέσθαι. Ὅτι τὸ τὴν Ἀθηνᾶν ἀποβῆναι ἤγουν ἀποχωρῆσαι τοῦ Τηλεμάχου, οὐ τὸ ἄφρονα ἐκεῖνον ἐγκαταλειφθῆναι δηλοῖ, ἄλλʼ ὅτι βουλευσάμενος πρῶτον καθʼ ἑαυτὸν καὶ σκοπήσας καὶ στήσας τὸν σκοπὸν, παύεται. καὶ οὐκ ἔτι σκέπτεται, ἀλλὰ φρεσὶ γνοὺς οἷα φρονίμως ἐνόησε καὶ ἀποδεξάμενος ἑαυτὸν τοῦ θεόθεν σκέμματος καὶ θαμβήσας κατὰ θυμὸν τὸ ἀξιόλογον τοῦ βουλεύματος, καὶ μένος καὶ θάρσος ἀναλαβὼν, τοῦ βουλευθέντος ἔργου γίνεται, ὑποχωρούσης ἐξ αὐτοῦ τῆς προτέρας Ἀθηνᾶς ἤτοι σκέψεως. Τί δέ ἐστι τὸ μένος καὶ τὸ θάρσος, ἐν τῷ ε Ἰλιάδος γέγραπται. Σημείωσαι δὲ ὅτι οὐ μόνον ὁ Τηλέμαχος ἐνταῦθα ἐθαύμασε κατὰ θυμὸν ὡς εἴρηται, ἀλλὰ καὶ ἡ μήτηρ μετʼ ὀλίγα, τοῦ παιδὸς ἀκούσασα, ἐθάμβησε. καὶ τὸν αὐτοῦ μῦθον πεπνυμένον ἐνέθετο τῇ ψυχῇ. θαυμάζουσι δὲ προϊόντες καὶ οἱ μνηστῆρες, ὅτε ἀγορεύοντος αὐτοῦ ἀκούσουσι. καὶ οἱ λαοὶ δὲ ἐν τοῖς ἑξῆς, θηεῦντο τὸν Τηλέμαχον ἐπερχόμενον. οὕτω πάνυ ἀξιοθαύμαστος ὁ νεανίσκος διὰ τὴν ἐνδημίαν τῆς ἀλληγορουμένης Ἀθηνᾶς, γέγονε. καὶ ἴσως καὶ διατοῦτο, συμβολικῶς καὶ ἀστείως ὁ ποιητὴς τὴν τῷ Τηλεμάχῳ ἐπιφοιτήσασαν Ἀθηνᾶν, ἡγήτορι Ταφίων ἀπείκασε, διὰ τὸ ἐκθαμβητικὸν δηλαδὴ τῆς ἐν αὐτῷ φρονήσεως. Τάφος γὰρ ἡ νῆσος, ὁμωνυμίαν ἔχει πρὸς τὸ θάμβος ὅτε καὶ αὐτὸ τάφος λέγεται. ὡς τὸ, τάφος δʼ ἕλε πάντας. ἤγουν θάμβος καὶ ἔκπληξις. ἐξ οὗ καὶ τὸ, ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεύς. ἤτοι ἐκπλαγείς. οὕτω δὲ καὶ ἀλλαχοῦ ὁ ποιητὴς, ὅμοιόν τι ποιεῖ. καὶ ἐξ ὀνόματος τοπικοῦ πορίζεται ἀστεῖον νόημα ὅ που ἄνδρα πένητα ἐξ Αἰτωλίας εἶναι πλάττει, αἰνιττόμενος ἐπαίτην ἐκεῖνον εἶναι. τοῦτο γὰρ βούλεται σημαίνειν ἐκεῖ ὁ Αἰτωλὸς, ὡς ἀπὸ τοῦ αἰτῶ τὸ ζητῶ. καὶ ἐνταῦθα οὖν διὰ τοπικοῦ ὀνόματος τῶν Ταφίων, τάφον ἕτερον ὑπῃνίξατο ὑφʼ οὗ δηλοῦται ἡ ἔκπληξις ὡς προείρηται. Ὅτι τῷ θεόθεν ἀναμιμνησκομένῳ τινὸς καὶ ἀνδριζομένῳ, ἐπιῤῥηθήσεται ταῦτα. τῷ δʼ ἐνὶ θυμῷ θῆκε μένος καὶ θάρσος, ὑπέμνησέ τε τοῦ δεῖνος, μᾶλλον ἔτι ἢ τὸ πάροιθεν. Ὅτι ἐπὶ ἀνθρώπου μαθόντός τι καὶ θαυμάσαντος, οἰκεῖον εἰπεῖν τὸ, ὁ δὲ, φρεσὶ νοήσας, θάμβησε κατὰ θυμόν. Σημείωσαι δὲ ὅτι τὸ ἐθάμβησε κατὰ θυμὸν ἤτοι κατὰ ψυχὴν, πρὸς ἀντιδιαστολὴν εἴρηται τῶν θαμβουμένων πρὸς τὰ βλεπόμενα. θάμβος δὲ λέγεται, τὸ διὰ τῆς θέας ἐμβιβαζόμενον. Ὅτι τὸν Φήμιον, ἀοιδὸν λέγει περικλυτὸν ἤτοι ἐξάκουστον. καὶ τὸ αὐτοῦ μέλος, θέσπιν ἀοιδήν. ἤτοι θείαν καὶ ὡς ὑπὸ θεοῦ ἐσπομένην ἤτοι λεγομένην. τοῦτο δὲ συνθέντες οἱ μεθʼ Ὅμηρον, θεσπιῳδεῖν λέγουσιν, ὃ δηλοῖ τὸ μαντεύεσθαι. θεσπιῳδεῖν δὲ πάντες ἐδόκουν οἱ ἀοιδοὶ, καθὰ καὶ αὐτὸς ὁ ποιητὴς, ἀοιδὸς ὢν καὶ αὐτός. ὅτι δὲ καὶ Ὁμήρῳ μέτεστι μαντικῆς, καὶ ἐν Ἰλιάδι φαίνεται. καὶ ἐν τοῖς ἑξῆς δέ που φανήσεται. Ὅτι τοῦ Φημίου ᾄδοντος τὰ κατὰ τοὺς Ἕλληνας ὅπως ἐκ τῆς Τροίας ἐνόστησαν, σιωπῇ ἐκάθηντο οἱ μνηστῆρες ἀκούοντες. ἴσως μὲν, κατακηλούμενοι τῇ γλυκύτητι τῆς ᾠδῆς. τάχα δὲ, καὶ καραδοκοῦντες τὸν τοῦ Ὀδυσσέως ἀκοῦσαι θάνατον ἐκ τοῦ ἀοιδοῦ, ὅπερ καὶ αἴτιον γίνεται πιθανῶς τῇ Πηνελόπῃ, τοῦ κατελθεῖν ἀναγκαίως εἰς τοὺς μνηστῆρας καὶ ταῦτα ὑποβεβρεγμένους τῇ μέθῃ, ὡς ἂν παύσῃ τὸν Φήμιον τῆς τοιαύτης ᾠδῆς. δέδιε γὰρ ἡ γυνὴ, μή ποτε καθʼ ὁδὸν τῇ ᾠδῇ βαίνων ὁ Φήμιος, ἐμπέσῃ καὶ εἰς τὰ κατὰ τὸν Ὀδυσσέα καὶ τυχὸν εἴπῃ ἐκεῖνον ἐν νόστῳ θανεῖν. καὶ οὐκ ἔτι φυκτὰ ἔσται αὐτῇ. οὐδʼ ὁ γάμος ἐπὶ πλέον ἀναβληθήσεται. οὐδὲ γὰρ ἦν θέμις τὸν Φήμιον ἀοιδὸν ὄντα, ψεύσασθαι, διὰ τὸ ἐνθέους ὑποκεῖσθαι εἶναι τοὺς ἀοιδοὺς καὶ μουσοτραφεῖς καὶ θεόθεν ἐμπνεομένους ᾄδειν καὶ οὕτως εἰς ταυτὸν ἥκειν τοῖς μάντεσιν. ὅτι δὲ τοιοῦτοι οἱ ἀοιδοὶ, ἐν τοῖς περὶ Δημοδόκου μετὰ ταῦτα φανήσεται. Σημείωσαι δὲ ὅτι δεξιώτατα ὁ ποιητὴς ἀναρτήσας τὸν ἀκροατὴν, εἶτα παύει τὴν περὶ τοῦ νόστου τῶν Ἑλλήνων ἀοιδήν. Ἰστέον γὰρ ὅτι κἄν τε προϊὼν ὁ Φήμιος περιεῖναι τὸν Ὀδυσσέα εἶπε κἄν τε μὴ, οὐκ εὔοδος ἦν ὁ λόγος τῷ ποιητῇ. ἐπεὶ γὰρ ἐκ θεοῦ λαλοῦσιν οἱ ἀοιδοὶ, τεθνεῶτος μὲν Ὀδυσσέως, βιάσονται τὴν Πηνελόπην οἱ μνηστῆρες. ζῶντος δὲ, ἀποστήσονται καὶ οὐκ ἀναιρεθήσονται, ἅπερ ἡ ἱστορία οὐκ ἔχει. ἐπεὶ οὖν οὐ συνέφερεν εἰς πιθανότητα λόγου τὸ τέλος τῆς ἀοιδῆς, εἰκότως ὁ ποιητὴς τῇ ἐπιστασίᾳ τῆς Πηνελόπης παύει αὐτήν. ἔχει δέ τι καὶ ἄλλως ἀστεῖον ἡ κάθοδος τῆς Πηνελόπης, ἀναψυχούσης ἐπίτηδες τοὺς μνηστῆρας, ὡς καὶ μετʼ ὀλίγον εὐθὺς ῥηθήσεται. Σημείωσαι δὲ καὶ ὅτι ἐπίτηδες ὁ ποιητὴς ἐνέκοψε τὴν τοῦ Φημίου ἀοιδὴν, ἑαυτῷ πάντως καὶ τῇ κατʼ αὐτὸν ἀοιδῇ ἀνατιθεὶς τὰ κατὰ τὸν νόστον. οὗ μνείαν ποιήσεται, ἀρξάμενος ἐκ τῆς γάμμα ῥαψῳδίας. ἐμφήνας οὖν ὡς καὶ διὰ τοῦ Φημίου εἶχεν εἰπεῖν τὰ τοῦ νόστου, ὅμως ἔκρινε δέον αὐτὸς ἀοιδὸς τούτων γενέσθαι ἐν τοῖς ἑξῆς. Ὅτι ἐγκώμιον ἀοιδοῦ τὸ, τοῖσι δʼ ἀοιδὸς ἄειδε περικλυτὸς, οἱ δὲ, σιωπῇ εἴατο ἀκούοντες. ἔνθα σημείωσαι ὡς οὐ μόνον ἡ κατὰ τοιαύτας ἀοιδὰς ἀκρόασις, ἀλλὰ καὶ ἁπλῶς ἡ κατὰ ἀκοὴν ἡδονὴ καθὰ καὶ ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται, πολλὰ τῶν παθῶν ἐπέχει, ἀπασχολοῦσα τοὺς ἀκροωμένους εἰς ἑαυτήν. Ἡγήμων οὖν φησιν ὁ παρῳδὸς ὁ ἐπιλεγόμενος φακὴ, σφόδρα εὐδοκιμῶν ἐν τῷ παρῳδεῖν καὶ μάλιστα παρʼ Ἀθηναίοις, οὕτως ἐκείνους ἐκήλησέ ποτε ἐν τῇ τῆς γιγαντομαχίας παρῳδίᾳ, ὥστε τὴν ἡμέραν ἐκείνην πλεῖστα αὐτοὺς γελάσαι, καί τοι ἀγγελθέντων αὐτοῖς ἐν τῷ θεάτρῳ τῶν περὶ Σικελίαν ἀτυχημάτων. καὶ οὐδεὶς ἀπέστη. καὶ ταῦτα σχεδὸν πᾶσι τῶν οἰκείων ἀπολωλότων. καὶ ἔκλαιον μὲν ἐγκαλυψάμενοι, διέμειναν δὲ ἀκροώμενοι. ἵνα μὴ γένωνται διαφανεῖς τοῖς ἀπὸ τῶν ἄλλων πόλεων θεωροῦσιν, ἀχθόμενοι τῇ συμφορᾷ. καὶ μὴν, τότε καὶ αὐτὸς ὁ παρῳδὸς ὡς ἤκουσε, σιωπᾶν διέγνωκε. καὶ ὅμως ἤνυστο ἡ ὅλη ἀκρόασις διὰ τὴν ἐκ τῆς παρῳδίας ἡδονὴν τῶν πλειόνων. Τὸ δὲ ἀοιδὸς ἄειδε, τρόπος καὶ αὐτὸ ἐτυμολογίας ἐστὶν ὡς καὶ τὸ κτέρεα κτερεΐξαι. ἀπὸ γὰρ τοῦ ἀείδω, γίνεται ἀοιδὸς ἐξ αὐτοῦ δὲ καὶ τὸ ἀοιδιῶ ῥῆμα παρʼ Ὁμήρῳ, καὶ ὁ ἀοίδιμος. Ὅτι τὴν αἰτίαν τοῦ ἐν τῷ νόστῳ δυστυχῆσαι τοὺς Ἀχαιοὺς ἥτις ἦν ἡ τοῦ Λοκροῦ Αἴαντος ἀσέλγεια ἐνώπιον τοῦ τῆς Παλλάδος ἀγάλματος, σιωπᾷ ὁ ποιητής. χόλῳ μὲν Ἀθηνᾶς λέγων κακῶς ἀπαλλάξαι τοὺς Ἕλληνας ἐν τῷ τοῦ νόστου καιρῷ, τὴν δὲ αἰτίαν οὐ διατυπούμενος. φησὶ γάρ. Ἀχαιῶν νόστον λυγρὸν ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη. ἐρεῖ δὲ καὶ ἀλλαχοῦ, ὅτι πολλοὶ Ἀθηνᾶς μήνιδι, κακὸν οἶτον ἐπέσπον. ἔνθα καὶ αἰτίαν μέν τινα ἐρεῖ οὐ πάνυ δὲ σαφῆ. σημειωτέον οὖν ὅτι οὐ βούλεται ὁ ποιητὴς ταῖς τῶν ἱστοριῶν ἀσέμνοις ἐμπλατύνεσθαι. Τὸ δὲ ἐπετείλατο Ἀθηνᾶ, ἀντὶ τοῦ ἐνετείλατο. ἐπέτρεψε. καὶ ἔστιν οὐ πόῤῥω ἀστείου τὸ νόημα. ὅμοιον ὂν τῇ ἐννοίᾳ τοῦ ἀποκαρτερεῖν καὶ ταῖς λοιπαῖς τῶν ἀρχόντων ἐπιταγαῖς. οἳ πολλάκις τοῖς καταδίκοις αὐτοῖς θνήσκειν ἐπετέλλοντο καὶ ἐκεῖνοι ἔθνησκον. Ὅτι τὸ ὑπερῷον προσγεγραμμένον ἔχει τὸ ἰῶτα, ὡς δῆλον ἐκ τοῦ, ὑπεροϊόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδήν. οὕτω δὲ καὶ τὸ ζῷον, ὡς δῆλον ἐκ τοῦ, ζωΐδιον κύκλον. συνεξακολουθοῦσι γὰρ τῷ, πατρῷος μητρῷος καὶ τοῖς τοιούτοις. Λέγεται δὲ ὑπερῷον, τὸ ὑπερκείμενον οἴκημα. ᾦα γὰρ κατὰ γλῶσσαν, τὰ οἰκήματα. διὸ καὶ κλίμακος δέεται ὑψηλῆς ἐνταῦθα ἡ τοῦ ὑπερῴου ἄνοδός τε καὶ κάθοδος. ὡς δηλοῖ τὸ, κλίμακα δʼ ὑψηλὴν κατεβήσατο. Τὸ δὲ σύνθετο φρεσὶν, ἀντὶ τοῦ ἐπιμελῶς ἤκουσε. νοῦς γὰρ ὥσπερ ὁρᾷ, οὕτω καὶ ἀκούει. Ὅτι σύνηθες ἦν τὸ παλαιὸν, φοιτᾶν τὰς γυναῖκας εἰς τὰ τῶν ἀνδρῶν συμπόσια. ὡς καὶ ἐν τοῖς ἑξῆς ἡ Ἑλένη ἐπιδημεῖ τῇ εὐωχίᾳ τοῦ ἀνδρὸς, μετὰ τῶν ἐπιξενωθέντων βασιλικῶν παίδων. καὶ ἡ Ἀρήτη δὲ τῷ συμποσίῳ τῶν Φαιάκων πάρεστι. καὶ ἡ Ναυσικάα ἡ θυγάτηρ αὐτῆς. καὶ ἡ Πηνελόπη οὖν, σωφρόνως ἐνταῦθα καὶ αἰδημόνως ἐφίσταται τῷ τῶν μνηστήρων συμποσίῳ, οὐκ ἔχουσα ἱλαρῶς τοῦ προσώπου, ἀλλὰ δακρύουσα. οὐδὲ τὸ κάλλος ἐκφαίνουσα. ἄντα δὲ παρειάων σχομένη λιπαρὰ κρήδεμνα. τουτέστι κρηδέμνῳ καλυπτομένη τὰς παρειάς. ἔχουσα δὲ καὶ ἀμφιπόλους δύο ἐφεπομένας συνετάς. καὶ ἐν τοῖς ἑξῆς δὲ, συχνὰ ἐπιφαίνεται τοῖς μνηστῆρσι, ψυχαγωγοῦσα καὶ διαπεταννύουσα τὰς ἐκείνων ψυχὰς, καὶ μετεωρίζουσα ταῖς ἐλπίσιν. ἵνα μὴ τῷ ἄγαν ἔρωτι ἐνισχόμενοι καὶ μὴ δὲ πρὸς μόνην θέαν τῆς ἐρωμένης ἐπαπολαύοντες, παράβολόν τι τολμήσωσι. καὶ ὅτε οὖν μελετᾶν μάθοι τοὺς μνηστῆρας τὸν τοῦ παιδὸς θάνατον, φησὶν ὁ ποιητής. ἡ δὲ, ἄλλο ἐνόησε. μνηστήρεσσι φανεῖναι. καὶ Ὀδυσσέως δὲ ἐλθόντος, ἐπιφαίνεται. καὶ δῶρα παρέλκει τῶν μνηστήρων. καὶ Ὀδυσσεὺς χαίρει τῷ ἔργῳ. Ἰστέον δὲ ὅτι τὸ, ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα, παραφράσασα ἡ τραγῳδία, ἔφη. οὐ προκαλυπτομένη βοστρυχώδεος ἁβρὰ παρηΐδος. ἤγουν οὐ καλύψασα τὴν τοῦ προσώπου ἁβρότητα. Ὅτι ἐν τῷ, ἔστη παρὰ σταθμὸν τέγεος, σταθμὸν μὴν λέγει τὴν παραστάδα, ἢ τὴν βάσιν τοῦ οὐδοῦ. τέγος δὲ, τὸν ὅλον δόμον ἀπὸ μέρους ἀναγκαιοτάτου τοῦ στέγους. ὅπερ οἷον κεφαλή ἐστιν οἴκου. καθὰ καὶ τὸν ἄνθρωπον ἀπὸ τῆς κεφαλῆς λαλεῖ, οὐ μόνον ἐν τῷ, Τεῦκρε φίλη κεφαλὴ, καὶ ἐν τῷ, φίλης κεφαλῆς ὀλετῆρα, καὶ, Ἑκτορέης κεφαλῆς ἄποινα, ἀλλὰ καὶ ἐνταῦθα ἐν τῷ, τοίην γὰρ κεφαλὴν ποθέω. ἤτοι τὸν Ὀδυσσέα. Ἰστέον δὲ ὅτι σταθμὸς λέγεταί ποτε, καὶ οἴκημα εὐτελὲς ἀγροτικόν. καὶ ζωοστάσιον. καὶ ὄργανον σταθμήσεως. Καὶ ὅτι τὸ τέγος, κατʼ ἔλλειψίν ἐστι τοῦ σίγμα, ὥσπερ τὸ σμικρὸν μικρόν. ἡ δὲ χρῆσις τοῦ τέγους, καὶ παρὰ Θουκυδίδῃ. ἀναβάντες ἐπὶ τὸ τέγος καὶ διελόντες τὴν ὀροφὴν, ἔβαλλον τῷ κεράμῳ. εἰκὸς δὲ καὶ ἄλλως, ἀπὸ τοῦ τέγγω γίνεσθαι τέγος. εἶτα πλεονασμῷ, στέγος. τέγγεται γὰρ ὑετοῖς πρὸ τῶν ἄλλων τὸ στέγος. οὕτω δὲ προϋπόκειται καὶ ὁ μικρὸς καθὰ καὶ ὁ μικός. εἶτα ἐπιτείνεται διὰ τοῦ ζμικρὸς ἤγουν ζαμικρός. καὶ διὰ τὸ εὐσύντακτον τῶν στοιχείων, σμικρός. Ὅτι ἐν τῷ, ἄντα παρειάων σχομένη ὡς ἐῤῥέθη λιπαρὰ κρήδεμνα, ἐμφαίνεται ὡς οὐ μόνον δεσμός ἐστι κεφαλῆς τὸ κρήδεμνον, ἀλλὰ καὶ καταπέτασμά τι πλατὺ, εἴπερ καὶ εἰς παρειὰς καθέλκεται καὶ ἐπικαλύπτει αὐτάς. Τὸ δὲ σχομένη, μέσου ἀορίστου δευτέρου ἐστὶν ὡς ἀπὸ τοῦ ἔσχον ἐνεργητικοῦ. Ἰστέον δὲ ὅτι τὲ τὸ, ἄντα παρειάων σχομένη κρήδεμνα, ταυτόν ἐστι τῷ, παρακαλυψαμένη ὑπὸ αἰδοῦς. καὶ ὅτι τοῦ σχομένη, ἐν χρήσει ἐστὶ καὶ ὁ μέσος ὁ, ἐσχόμην. ἐξ οὗ καὶ τὸ σχέσθαι καὶ ἀνασχέσθαι. αὐτῶν δὲ προϋπάρχει, τὸ σχεῖν. ᾧ πολλαὶ προθέσεις κολλώμεναι, ἀποτελοῦσι διάφορα σημαινόμενα χρηστὰ τοῖς ῥητορεύουσι. Λιπαρὰ δὲ λέγει, τὰ λευκὰ ὥς φασιν οἱ παλαιοὶ καὶ λεῖα καὶ εὐαφῆ, καθʼ ὁμοιότητα τοῦ λίπους. ἢ λιπαρὰ, ὁποῖα φοροῖεν ἂν αἱ λιπῶσαι τουτέστιν αἱ τρυφῶσαι καὶ μὴ κατʼ ἄλλον λόγον νήλιποι. τὸ γὰρ λιπαρὸν, καὶ ἐπὶ τρυφώντων τίθεται. ὡς ἐν τῷ, αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα. τρυφῶντας γάρ τινας ἱστορῶν, τοῦτο φησὶν ὁ ποιητής. Κρήδεμνον δὲ, ἔστι μὲν κεφαλῆς δέμα, ἢ δέμνιον. λέγεται δέ που καὶ κεφαλῆς ἐπίκρανον τραγικώτερον. ὡς δὲ καὶ πίθου κρήδεμνον λέγεται τὸ περὶ αὐτὸν πῶμα, δηλώσει Ὅμηρος ἐν τοῖς ἑξῆς. ἡ δὲ τραγῳδία, καὶ τειχέων λέγει κρήδεμνα, τὰς περὶ αὐτὰ στεφάνας. τροπικὰ δὲ ταῦτα. πίθου τὲ γὰρ κεφαλὴ ὥσπερ καὶ χείλη, τὰ ἐκείνου ἄνω ἄκρα, καὶ τείχους δὲ ὁμοίως. οὕτω δὲ καὶ γυναικός. διὸ προσαρμόττει τούτοις, ἡ τοῦ κρηδέμνου λέξις. τῷ δέ γε τείχει, καὶ αἱ στεφάναι ὡς οἱ στέφανοι τῇ γυναικί. Ὅτι ἀμφίπολος κεδνὴ, ἡ συνετὴ καὶ κηδεμονική· ἀπὸ τοῦ κήδω κηδανὴ καὶ συστολῇ καὶ συγκοπῇ, κεδνή. οὕτω δὲ καὶ φίλοι κεδνότατοι ἐν Ἰλιάδι, οἱ ὡς αὐτὸς ἀλλαχοῦ λέγει, κήδιστοι. οὐ μόνον δὲ ἀμφίπολος κεδνὴ ὡς καὶ ἐν τοῖς ἑξῆς ἡ Εὐρύκλεια, ἀλλὰ καὶ γυνὴ κεδνή. ὡς τὸ, ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τῖε. τὸ δὲ κεδνὴ, καὶ κεδνὰ εἰδυῖα μετʼ ὀλίγα ἐρεῖ, περιφράσας. τὴν δʼ αὐτὴν καὶ πυκιμήδεα ὀνομάζει. ὃ σύστοιχόν ἐστι τῷ, πυκινὰ καὶ πεπνυμένα μήδεα εἰδέναι. Ὅτι οἰκεῖον ῥηθῆναι πρός τινα λόγιον πένθιμα λαλοῦντα τὸ, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας, τούτων ἕν τι ἄειδε. ταύτης δʼ ἀποπαύεο ἀοιδῆς λυγρῆς. ἥ τέ μοι ἐν στήθεσσι φίλον κῆρ τείρει. ὅπερ ὁ μὴ πάσχων, ἀτεράμων ἐστίν. ἤγουν μὴ τειρόμενος τὸ κῆρ. Ὅρα δὲ ἐνταῦθα ὅτι τὲ ἐν ἀρχῇ λόγου τὸ γαρ ἔθετο συνήθως ἑαυτῷ ὁ ποιητὴς ἐν τῷ, πολλὰ γὰρ ἄλλα ἀντὶ τοῦ ἐπειδὴ πολλὰ ἄλλα, καὶ ὅτι τὸ θέλγειν ἡδονῆς τι ἔχειν δοκεῖ. ὡς καὶ πρὸ ὀλίγου τὸ, ἀεὶ δὲ μαλακοῖς καὶ αἱμυλίοις λόγοις θέλγει. ὡς ἐπὶ πλεῖστον δὲ, θέλγειν παρὰ τῷ ποιητῇ ὡς πολλαχοῦ φανήσεται, τὸ οἷον ἐξεστηκέναι καὶ τῆς κατὰ φύσιν ἐνεργείας ὑφίεσθαι. Ὅτι τὸν ὁρισμὸν τῆς φιλοσοφίας τὸν λέγοντα ὡς φιλοσοφία ἐστὶ γνῶσις θείων καὶ ἀνθρωπίνων πραγμάτων, Ὅμηρος πρῶτος ὑπενόησεν ἐν οἷς περὶ τοῦ ἀοιδοῦ ἤτοι φιλοσόφου Φημίου, λέγει ὡς πολλὰ εἶδεν ἔργα ἀνδρῶν τε θεῶν τε. ἐκ μὲν γὰρ τοῦ οἶδεν, ἡ γνῶσις δηλοῦται τοῦ φιλοσόφου. ἐκ δὲ τοῦ ἀνδρῶν τε θεῶν τε, τὸ ἀνθρώπινον καὶ θεῖον παρωνόμασται. Ὅτι δὲ οἱ ἀοιδοὶ φιλοσόφων τάξιν ἐπεῖχον ἐν τοῖς ἑξῆς φανήσεται. Ὅτι τὸ, ἃ κλείουσιν ἀοιδοὶ, ἀντὶ τοῦ θείως φημίζουσι. καὶ ἔστιν ἕτερον παρὰ τὸ, τὴν γὰρ ἀοιδὴν ἐπικλείουσιν ἄνθρωποι. ἐκεῖνο γὰρ, ἀντὶ τοῦ τιμῶσιν εἴληπται. Ὅτι τὸ, οἱ δὲ σιωπῇ οἶνον πινόντων, ἀντὶ τοῦ πινέτωσαν εἴρηκε. πολλὰ δὲ τοιαῦτα καὶ ἐν τῇ Ἰλιάδι σχήματα. καὶ εἴρηται περὶ τούτων ἐκεῖ. Ὅρα δὲ ὅτι μνησθεὶς οἴνου μόνου, ἐσιώπησε τὸ ἐσθίειν. οὕτω δὲ καὶ τὸ συμπόσιον ἐκ μέρους τῆς πόσεως παρονομασθὲν ἀφίησι καὶ τὴν βρῶσιν συνεπινοεῖν. Ὅτι Ὅμηρος μὲν ἐν τῷ, ἐπεί με μάλιστα καθίκετο πένθος ἄληστον, τὸ καθίκετο, ἀντὶ τοῦ ἵκετο καὶ κατέλαβε λέγει. οἱ δὲ ὕστερον, ἐπὶ τοῦ καθάψασθαι τὴν λέξιν τιθέασι, καὶ γενικῇ συντάσσουσιν. οὕτω γὰρ καὶ ῥᾴβδῳ τις καθικέσθαι τινὸς λέγεται. Ὅτι θαυμάζουσα ἡ Πηνελόπη τὸν ἄνδρα φησί. τοίην κεφαλὴν ποθέω. μεμνημένη αἰεὶ ἀνδρὸς οὗ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος. κεφαλὴν δὲ, ἢ τὸν ἄνδρα φησὶν ἤτοι τὸν ἄνθρωπον ἀπὸ τοῦ τιμιωτάτου μέρους ὡς καὶ ἐν Ἰλιάδι, Τεῦκρε φίλη κεφαλὴ, διὸ καὶ ἐπάγει, μεμνημένη ἀνδρός. ἢ κεφαλὴν, τὴν ψυχὴν λέγει, ὡς καὶ ἐν τῇ Ἰλιάδι εἰπὼν· ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν, ἀλλαχοῦ φησὶν ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν, ὡς ἀδιάφορον ὂν οὕτως ἢ οὕτως εἰπεῖν. Ὅρα δὲ ὅτι ἀφελῶς ἡ Πηνελόπη λαλεῖ, καὶ στενοχωρεῖ τὸ τοῦ Ὀδυσσέως ἐγκώμιον καὶ σμικρύνει τὸν ἔπαινον. τί γὰρ μέγα εἰ μόνον καθʼ Ἑλλάδα, καὶ μέσον Ἄργος ὁ τοσοῦτος Ὀδυσσεὺς κλεΐζεται; Ἄργος μὲν γὰρ συνήθως, ἡ ὅλη Πελοπόννησος. Ἑλλὰς δὲ, πόλις ὑπὸ τῷ Πηλεῖ καὶ τῷ Ἀχιλλεῖ. ὡς εἶναι περὶ τὸ τοιοῦτον Ἄργος καὶ τὴν τοιαύτην Ἑλλάδα, τὸ τοῦ Ὀδυσσέως κλέος. μερικὸς οὖν ὁ ἔπαινος εἴληπται καὶ οὐ πρὸς ἀξίαν τοῦ Ὀδυσσέως. οὐ μόνον διότι τὸ τοῦ ἀνδρὸς ἠγνόει πολυγνώριστον ἡ γυνὴ, ἀλλὰ καὶ ὅτι ἔπρεπε γυναικὶ τὸ εὐτελὲς καὶ ἡ τοιαύτη τοῦ ἐγκωμίου ἀφέλεια. καὶ ταῦτα ἐξ αὐτοσχεδίου καὶ παρὰ μέσῳ τῷ τῶν μνηστήρων συμποσίῳ. ἄλλως γὰρ, πολυγνώριστος ὁ Ὀδυσσεὺς, ὁ πᾶσιν ἀνθρώποις μελλόμενος ὡς ἀλλαχοῦ λέγεται. ὃς ἐπίστροφος ἦν ἀνθρώπων ὡς προείρηται. ὁ πολυπλάνητος. καὶ οὕτω μὲν ἡ γυνὴ περὶ Ὀδυσσέως. αὐτὸς μέντοι τὴν Πηνελόπην που ἐπαινῶν, λέγει ὅτι σοῦ τὸ κλέος οὐρανὸν εὐρὺν ἱκάνει. καὶ τὰ ἑξῆς. εἰ δέ τις ὡς ἀπὸ μέρους τοῦ Ἄργους ἐξ οὗ παρὰ τῷ ποιητῇ Ἀργεῖοι πάντες οἱ Ἀχαιοὶ, ἔτι δὲ καὶ ἀπὸ τῆς Ἑλλάδος ἀφʼ ἧς τὸ τῶν Ἑλλήνων ὥρμηται ὄνομα, κατὰ πάντας εἴπῃ διήκειν τοὺς Ἕλληνας τὸ τοῦ Ὀδυσσέως κλέος, καὶ οὐχ ἁπλῶς κλέος, ἀλλὰ καὶ εὐρὺ, λέγει μέν τι κάλλιον, οὔπω δὲ μέγα. Ὀδυσσέως γὰρ, ἕως καὶ εἰς Ἰβηρίαν, ἴχνη τοῦ κλέους. οἶδε αὐτὸν καὶ ἡ Σικηλικὴ χώρα. καὶ οὐκ ἠγνόει δὲ οὐδʼ ἡ τῶν Αὐσόνων. ἡ δὲ Τρωϊκὴ, οὐδὲν ἔλαττον. ὁμοίως καὶ ἄλλοι τόποι πολλοί. οὔκουν οὐδὲ οὕτω πάνυ μέγα τὸ ἐγκώμιον τὸ ἀπὸ τῆς γυναικός. ὡς νῦν γε εἴ τινα τῶν λόγου ἀξίων ἐξᾶραί τις τῷ λόγῳ θέλων, εἴπῃ εὐρὺ τὸ κλέος αὐτοῦ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος, οὐδὲν ἂν εἴπῃ σεμνόν. ἀλλὰ καὶ μᾶλλον ἀποφήσας, ἐρεῖ ὡς οὐ καθʼ Ἑλλάδα μόνον καὶ μέσον Ἄργος κλεΐζεται, ἀλλὰ καὶ περὶ πᾶσαν ὅσην ἥλιος περιδέδρομεν. οὕτω καὶ Λιβάνιος ἐν τοῖς εἰς τὸν Ἰουλιανὸν σχηματίζει τὸ, ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει, γράψας οὐκ Ἀχαιΐδα μόνον, καὶ τὰ ἑξῆς. τάχα δὲ ἡ Πηνελόπη οὐκ ἀφελῶς οὕτως ἐλάλησεν, ἀλλὰ τὸ ἐκ βαρβάρων κλέος οὔτε εὐρὺ οὔτε σεμνὸν ἡγουμένη, τὴν Ἑλληνικὴν τῷ ἀνδρὶ μόνην ἐπεμαρτύρατο εὔκλειαν. καὶ ταῦτα μὲν οὕτω. Πηνελόπη δὲ λέγεται, ἢ παρὰ τὸ πένεσθαι περὶ λόπος. λόπος δὲ ἐστὶν ὕφασμα λεπτὸν κατὰ κρομύου λοπὸν ὅ φησιν ὁ ποιητὴς, ἐξ οὗ κατὰ ἔκτασιν, λώπιον. καὶ ὁ ἐπιβουλεύων αὐτῷ λωποδύτης. ἢ παρὰ τὸ πηνίον ἑλεῖν. πηνίον δέ ἐστιν, ὁ μίτος. ἐξ οὗ καὶ χρυσεοπήνιτον ἄμφιον. καὶ ἐκπηνίζω ῥῆμα παρὰ τῷ κωμικῷ, καὶ ἐκπηνιεῖται ὅ ἐστι μηρύσεται. καὶ κατὰ Παυσανίαν, ἐξειλήσει εἰς πηνίον. καὶ ἔστι κατὰ τὴν ἐτυμολογίαν ταύτην τὸ Πηνελόπη, κλῆσις ἱστουργῷ γυναικὶ πρέπουσα. τὸ μέντοι διαπηνικίζειν ὅ ἐστι διακεφαλαιοῦν καὶ ἀπατᾶν, οὐκ ἐντεῦθέν ποθεν παρῆκται, ἀλλʼ ἀπὸ τῆς πηνήκης ἣ περικεφαλαίαν δηλοῖ περίθετον ἐκ τριχῶν. οὐ μόνον γυναιξὶν ἀλλὰ καὶ γυναικιζομένοις ἀνδράσι χρηστὴν οἳ τριχῶν ἐψίλωνται. γίνεται δὲ ἡ τοιαύτη πηνήκη, κατὰ τροπὴν παρὰ τὴν φενάκην ἐπειδὴ φενακίζει τοὺς ὁρῶντας. καὶ τοῦτο μὲν, τοιοῦτον. τὴν δὲ Πηνελόπην, Δίδυμος φησὶν Ἀμειράκην ἢ Ἀρνακίαν κυρίως καλεῖσθαι. Ναυπλίου δὲ ῥίψαντος αὐτὴν εἰς θάλασσαν διὰ τὴν τοῦ υἱοῦ Παλαμήδους ποινὴν, ὑπὸ πηνελόπων ὀρνέων σωθεῖσαν ὧν ἡ εὐθεῖα πηνέλοψ, οὕτω μετονομασθῆναι. Ὅτι τὸ φθονεῖν κἀνταῦθα, ἐπὶ κωλύσεως καὶ μέμψεως τίθεται. φησὶ γάρ. τί φθονέεις ἐρίηρον ἀοιδὸν, τέρπειν ὅπῃ οἱ νόος ὄρνυται; καὶ ἐν τοῖς ἑξῆς δὲ, ἐπὶ τοιούτου σημαινομένου ἡ λέξις εὑρεθήσεται. οὕτω καὶ Εὐριπίδης νοῶν, φησίν. ὡς ἀποκτείνειν φθόνος γυναῖκας ἃς τὸ πρῶτον οὐκ ἐκτείνατε. φθόνον γὰρ, τὴν μέμψιν λέγει. καὶ Ἑρμογένης δὲ, ἀνεπίφθονόν που φησὶ τὸ ἄμεμπτον. Τὸ δὲ ἐρίηρος, δηλοῖ μὲν τὸν ἐναρμονίως ᾄδοντα, παρὰ τὸ ἀρῶ τὸ ἁρμόζω. μετηνέχθη δὲ καὶ εἰς φιλίαν, ὅθεν ἐρίηρες ἑταῖροι λέγονται. ἀπὸ δὲ τοῦ ἀρῶ, καὶ ἄρος τὸ ὄφελος παρʼ Αἰσχύλῳ ἐν Ἰκέτισι. βρότεος ἄρος, ἄτα. ἤτοι τὸ εὖ τῶν βροτῶν καὶ τὸ ὄφελος, ἄτη ἐστίν. Ὅτι τὸ, οὐ δὴ ἀοιδοὶ αἴτιοι ἀλλά ποθι Ζεὺς αἴτιος, ἀντὶ τοῦ οὐ κεῖνται ὑπὸ αἰτίωσιν οἱ ἀοιδοὶ, τὰς δυσπραγίας τῶν ἀνθρώπων ᾄδοντες. οὐ γὰρ διότι αὐτοὶ ᾄδουσι, διατοῦτο τοιῶσδε ἀπέβη τὰ πράγματα. ἀλλὰ ἔμπαλιν τοιῶσδε συμπεσόντα, οἱ ἀοιδοὶ ᾄδουσι. καὶ ἔστιν ὅμοιον τούτῳ, καὶ τὸ Σοφόκλειον. τὸ, τὰ ἔργα τοὺς λόγους εὑρίσκεται. Ἰστέον δὲ ὅτι αἴτιον ἀεὶ παρʼ Ὁμήρῳ, τὸ τὴν αἰτίαν τοῦ γινομένου ἔχον. οἱ δὲ μεθʼ Ὅμηρον καὶ ἐπὶ ὑπευθύνων τὴν λέξιν τιθέασιν ὡς δηλοῖ ὁ γράψας τὸ, αἴτιος ὁ γράψας αἴτια Καλλιμάχου, ἤγουν ὑπεύθυνος καὶ κολάσεως ἄξιος. Ὅτι ἁρμόσει ἐπὶ θεοῦ ἢ βασιλέως εἰπεῖν τὸ, ὃς δίδωσιν ἀνδράσιν ἀλφηστῇσιν ὅπως ἐθέλῃσιν ἑκάστῳ. Ἰστέον δὲ ὅτι καὶ ἐνταῦθα τῷ τῶν ἀνδρῶν ὀνόματι, καὶ τὸ θῆλυ γένος συνυπακούεται. καὶ ὅτι ἀλφησταὶ κοινῶς, οἱ ἄνθρωποι ὡς ἐφευρετικοὶ καὶ ἐπινοητικοὶ τεχνῶν τε καὶ μηχανῶν καὶ βουλευμάτων καὶ ἑτέρων ὧν τοῖς ἀλόγοις οὐ μέτεστιν. ἀλφῶ γὰρ τὸ εὑρίσκω. ἐξ οὗ τὸ ἀλφαίνειν παράγωγον, καὶ τὸ τιμαλφεῖν. καὶ τὸ τιμαλφές. τούτου ὁ μέλλων, οὐ μόνον ἀλφήσω ἐξ οὗ ἀλφηστὴς, ἀλλὰ καὶ ἀλφέσω, ἐξ οὗ ἀλφεσίβοιαι. ὡς δὲ καὶ ἰχθύων ὄνομα οἱ ἀλφησταὶ, ἱστόρηται. διὸ πρὸς διαστολὴν ἴσως ἔγραψεν Ὅμηρος, τὸ ἀνδράσιν ἀλφηστῇσιν. Ὅρα δὲ καὶ τὸ ἑκάστῳ ὅπως ἐπιμεριστικόν ἐστι πλήθους καὶ διαιρετικὸν τοῦ καθόλου εἰς μερικόν. εἰπὼν γὰρ ἀνδράσι πληθυντικῶς, ἐπάγει. ἑκάστῳ. ἴδε δὲ καὶ τὴν τάξιν καινοτέραν οὖσαν. ἡ μὲν γὰρ συνήθεια φησὶν ἀνδρῶν ἑκάστῳ, οὗτος δὲ φησὶν ἀνδράσιν ἑκάστῳ. ὡς ταυτὸν ὂν ἀνδράσι πληθυντικῶς καὶ ἑκάστῳ ἑνικῶς, διὰ τὴν τοῦ πλήθους εἰς τὰς οἰκείας μονάδας ὅλας διαίρεσιν. Ὅτι κατὰ τὸ, οὐ νέμεσις τοιῇ δʼ ἀμφὶ γυναικὶ μάχεσθαι ὡς καὶ ἐν Ἰλιάδι κεῖται, φησὶ καὶ ἐνταῦθα τούτῳ δʼ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν. ἤγουν τὴν Ἑλληνικὴν κακοτυχίαν. Ὅτι γνωμικῶς λέγει τὸ, ταύτην ἀοιδὴν μᾶλλον ἐπικλείουσιν ἄνθρωποι ἥ κεν ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται. παράδειγμα δὲ τοῦ λόγου, καὶ Ἀθηναῖοι. οἷς ἀεὶ ἔφεσις ἦν καινόν τι ἀκούειν. Καὶ ὅρα τὸ, μᾶλλον. καὶ τὸ, νεωτάτη. χαίρουσι μὲν γὰρ καὶ ἁπλῶς ταῖς ἀοιδαῖς ἄνθρωποι, μᾶλλον δὲ τῇ νέᾳ. καὶ μάλιστα τῇ νεωτάτῃ. ἐνταῦθα δὲ χρήσιμον καὶ τοῦ Πινδάρου τὸ, αἴνει παλαιὸν μὲν οἶνον ἄνθεα δʼ ὕμνων νεωτέρων. ἐπαινεῖ γὰρ καὶ ἐκεῖνος ὁ κατὰ τοὺς παλαιοὺς μεγαλοφωνότατος, τὴν νεωτάτην ἀοιδήν. Εὔβουλος δέ φασιν ὁ κωμικὸς, ἀντὶ νέας ἀοιδῆς ἄνδρα μεταλαβὼν, παίζει οὕτως. ἄτοπόν γε τὸν μὲν οἶνον εὐδοκιμεῖν παρὰ ταῖς ἑταίραις τὸν παλαιὸν, ἄνδρα δὲ μὴ τὸν παλαιὸν ἀλλὰ τὸν νεώτερον. λέγεται δὲ καὶ Ἄλεξις σχεδόν τι ἀπαραλλάκτως οὕτω γράψαι. καὶ Τιμόθεος δέ φασιν ὁ Μιλήσιος, γράφει οὕτως. οὐκ ἀείδω τὰ παλαιά. καινὰ γὰρ κρείσσω. νέος ὁ Ζεὺς βασιλεύει. τὸ παλαιόν δʼ ἦν Κρόνος ἄρχων. ἀπίτω μοῦσα παλαιά. τὸ δʼ αὐτὸ καὶ ἐπὶ καινῶν ἐγχειρημάτων ἐγνωματεύθη. φησὶ γοῦν Ἀντιφάνης. ἓν καινὸν ἐγχείρημα κἂν τολμηρὸν ᾖ, πολλῶν ἐστι παλαιῶν χρησιμώτερον. συντελεῖ δέ τι ἐνταῦθα καὶ τὸ, ἢ δρῶν τι φαίνου καινὸν παρὰ τοὺς ἔμπροσθεν, ἢ μή με κόπτε. τῇ δὲ Ὁμηρικῇ ἐννοίᾳ σύμφωνος καὶ ἡ κατὰ τὸν Εὔπολιν. εἰπόντα ὡς ἡ μουσικὴ, πρᾶγμʼ ἐστὶ βαθύ τι καὶ καμπύλον, ἀεί τε καινὸν ἐξευρίσκει τι τοῖς ἐπινοεῖν δυναμένοις. Ἀναξίλας δὲ ὁ κωμικὸς ὑποπαίζων πρὸς ὁμοιότητα τούτου, ἔφη, ὅτι ἡ μουσικὴ ὥσπερ Λιβύη ἀεί τι καινὸν κατʼ ἐνιαυτὸν τίκτει θηρίον. ὑποπαίζειν δὲ οὗτος ἐῤῥέθη, ἐπειδὴ οὐ καθαρῶς ἐπαινεῖ τὰς ὡς ἑκάστοτε νέας ἀοιδάς. ἀλλὰ διὰ τὸ ἐργῶδες, ὡς εἰς θηρίου ἀνάγει τὸ πρᾶγμα εἰκόνα. Ὅτι παρηγορητικὸν ἀνθρώπου ἐπὶ ἀποφήμῳ ἀκοῇ τὸ, σοὶ δʼ ἐπιτολμάτω κραδίη καὶ θυμὸς, ἀκούειν. Ὅτι παραμυθία τις τῷ δυσπραγοῦντι, τὸ πρὸς ἄλλους ὁμοιοπαθές. διὸ παραμυθούμενος ὁ Τηλέμαχος φησὶ τῇ μητρὶ, τλῆναι διότι οὐ μόνον Ὀδυσσεὺς ἀπώλεσε νόστιμον ἦμαρ ἐν Τροίᾳ. πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο. τὸ δὲ ἐν δυσπραγίαις μονῆρες, οἴκτιστόν ἐστι. διὸ καὶ ἡ τραγῳδία φησί. τὸ γὰρ εἰσλεύσειν οἰκεῖα πάθη μηδενὸς ἄλλου παραπράξαντος, μεγάλας ὀδύνας ὑποτείνει. Ὅτι τὰ γυναικεῖα ἔργᾳ στενοχωρεῖ κἀνταῦθα ὁ ποιητὴς εἰς ταλασιουργίαν καὶ εἰς τὸ ταῖς ἀμφιπόλοις ἐπιτάσσειν. μῦθον μέντοι, μὴ πρέπειν φησὶ γυναιξὶν, εἴγε κατὰ τὸ ὑμνούμενον, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει. φησὶ γοῦν ὁ Τηλέμαχος τῇ μητρί. εἰς οἶκον ἰοῦσα, τὰ σαυτῆς ἔργα κόμιζε. ἱστόν τʼ ἠλακάτην τε. καὶ ἀμφιπόλοισι κέλευε ἐποίχεσθαι. μῦθος δʼ ἄνδρεσσι μελήσει πᾶσι, μάλιστα δʼ ἐμοί. τοῦ γὰρ κράτος ἐστʼ ἐνὶ οἴκῳ. Ἰστέον δὲ ὅτι τὸ νόημα τοῦτο μετεχειρίσατό που καὶ ὁ Ἕκτωρ πρὸς Ἀνδρομάχην αὐταῖς λέξεσι, τὸ τέλος μόνον παραλλάξας. καὶ ἀντὶ τοῦ μῦθος, εἰπών. πόλεμος δʼ ἄνδρεσσι μελήσει. διδάσκοντος τοῦ ποιητοῦ, ὅπως παρῳδητέον τὰ ἔπη. Ἰστέον δὲ καὶ ὅτι τὸ εἰς οἶκον ἰέναι, ταυτόν ἐστι τῷ οἰκουρεῖν. ὅθεν οἰκούρια παρὰ τοῖς παλαιοῖς ὡς οἷον οἰκοφυλάκια, τὰ ὑπὸ μητέρων παιδίοις ὑπολειπόμενα παίγνια. ἐκ δὲ τοῦ οἴκου, καὶ οἰκίσκος παρὰ Ἀριστοφάνει, περδικοτροφεῖον. οἷον. τί δὲ τὸν ὀρνίθειον οἰκίσκον φέρεις; καὶ οἰκεὺς παρὰ τοῖς παλαιοῖς Ἀθηναίοις, ὁ οἰκογενὴς οἰκέτης. καὶ οἰκέται, οἱ κατὰ τὴν οἰκίαν πάντες. καὶ οἰκοπορεῖα, τὰ κατʼ οἰκίαν σκεύη. καὶ οἰκόσιτος, ὁ οἴκοθεν ἤτοι τὰ ἑαυτοῦ ἐσθίων. ἢ μισθωτὸς τρέφων ἑαυτόν. καὶ οἰκοτρύβλιον, οἰκογενὲς παιδάριον. ταῦτα πάντα τῶν παλαιῶν. οἵ φασιν, ὡς ἐκεῖθεν καὶ οἰκουρὸς δράκων φύλαξ τῆς Πολιάδος. ἤγουν ἐν τῷ νεῷ τῆς Πολιάδος διαιτώμενος. ὃ τινὲς προπερισπῶσι καθʼ ὁμοιότητα τοῦ μῶρος, ἵνα ᾖ οἰκοῦρος ὡς μῶρος. Ἠλακάτη δὲ λέγεται, τὸ ἐριουργὸν ἐργαλεῖον παρὰ τὸ ἠλάσκω τὸ ἐν πλάνῃ εἰλοῦμαι, περὶ ἣν τὸ ἔριον ἠλάσκει. ὃ ἑρμηνεύει τὴν ταλασίαν καὶ τὸ ταλάσιον. κατὰ τὸν εἰπόντα Παυσανίαν, ὅτι ταλάσια τὰ ἐριουργικά. καὶ ταλασία ἡ ἐριουργία. ἠλάκατα μέντοι οὐδετέρως, τά τε περὶ τὴν ἠλακάτην ἔρια ὡς καὶ ἐν τοῖς ἑξῆς δῆλον ἔσται, καὶ τὸ τόξα. ὅθεν Ἄρτεμις χρυσηλάκατος. οἱ δὲ ἠλακατῆνες ὅθεν γίνονται, ζητητέον. ἰχθύες δὲ οὗτοι θαλάσσιοι κωβιώδεις, ταριχευόμενοι ὥς φησι Παυσανίας. ὅτι δὲ ἠλακάτη καὶ ἱστοῦ μέρος ἐστὶν οὐχὶ ὑφαντικοῦ, ἀλλὰ τοῦ κατὰ πλοῖα, δῆλον ἐντεῦθεν. ἱστοῦ τὸ μὲν κατωτέρω, φασὶ, πτέρνα καλεῖται. τὸ δὲ εἰς μέσον, τράχηλος. τὸ δὲ πρὸς τῷ τέλει, καρχήσιον. ᾧ ἐπίκειται τὸ λεγόμενον θωράκιον, τετράγωνον ὂν καὶ ἐπʼ αὐτοῦ, ἀνήκουσα εἰς ὕψος ὀξεῖα, ἡ λεγομένη ἠλακάτη. ὁ δὲ ταῦτα γράψας Ἀθήναιος, λέγει ὅτι καὶ ποτήριον ἦν ἐπίμηκες καρχήσιον λεγόμενον. συνηγμένον εἰς μέσον ἐπιεικῶς. ὦτα ἔχον μέχρι τοῦ πυθμένος καθήκοντα. καὶ τάχα φησὶ διὰ τὸ ἀνατετάσθαι πρὸς ὁμοιότητα τοῦ κατὰ νῆας καρχησίου, ὠνόμασται καὶ αὐτό. οὗ μέμνηται καὶ ὁ κατὰ τὴν Ἀλκμήνην μῦθος. φάμενος, τοιοῦτον καρχήσιον δῶρον αὐτὴν λαβεῖν πρὸς Διὸς ὅτε πρῶτον εἰς αὐτὴν ἦλθεν. ἐτυμολογεῖ δὲ αὐτὸς τὸ εἴτε τοῦ πλοίου καρχήσιον εἴτε τὸ ποτήριον, ἐκ τοῦ τραχύσματα ἔχειν κεγχροειδῆ. καὶ εἴρηταί φησι κατʼ ἐναλλαγὴν τοῦ ε πρὸς τὸ α, ἀντὶ τοῦ κερχήσιον. βούλεται δὲ, οὕτω πως καὶ Ὅμηρον καρχαλέους λέγειν τοὺς ὑπὸ δίψους κρατουμένους. καὶ οὕτω μὲν ταῦτα. Τὸ δὲ ἀμφιπόλοισι κελεύειν τὴν γυναῖκα, οἰκονομικόν ἐστιν, ἀρέσκον καὶ Θεοφράστῳ, παράγγελμα. ὡς δέον ὂν διὰ τὸ τοῦ ζήλου ὑπερόριον, τὸν μὲν ἄνδρα ὡς τὰ πολλὰ μὴ ἐπιστατεῖν δουλίσι, τὴν δὲ γυναῖκα καὶ αὐτὴν, τῶν θεραπόντων μὴ ἐν χρῷ προΐστασθαι. Τὸ δὲ ἔργον ἐποίχεσθαι, δοκεῖ μὲν ὅμοιον εἶναι τῷ, μνηστῆρας ἐπῴχετο. μᾶλλον δὲ ὁμοιοῦται πρὸς τὸ, ἱστὸν ἐποιχομένην. Μῦθον δὲ, οὐ τὸν ἁπλῶς λόγον ἐνταῦθα φησίν. οὐ γὰρ χρὴ ἄλαλον πάντῃ τὴν γυναῖκα μένειν, λογικὸν καὶ ἄλλως δὲ εἰπεῖν λαλητὸν ζῷον καὶ αὐτὴν οὖσαν, παρὰ δὲ τοῖς ὕστερον καὶ ῥητορεύειν καὶ φιλοσοφεῖν ἐπιβαλομένην ὡς αἱ ἱστορίαι δηλοῦσιν, ἀλλὰ τὸν ἐν μέσῳ ἀνδρῶν. ὁ γὰρ δημηγορικὸς λόγος, ἀνδράσι μελέτω. γυναιξὶ δὲ, οὐ πρέπον ἐστιν. ὅτι δὲ οὐ πρέπει μῦθος καθʼ Ὅμηρον γυναιξὶ, δηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ, γύναι γυναιξὶ κόσμον ἡ σιγὴ φέρει. χρήσιμον δʼ ἐνταῦθα καὶ Ξενάρχου τὸ, εἶτʼ εἰσὶν οἱ τέττιγες οὐκ εὐδαίμονες, ὧν ταῖς γυναιξὶν οὐδʼ ὁτιοῦν φωνῆς ἔνι; ὡς δηλαδὴ τῶν θηλέων τεττίγων, ἀφώνων ὄντων, καθὰ πολλαχοῦ δηλοῦται. ἀστεῖον δʼ ἐνταῦθα τὸ, γυναῖκας ῥηθῆναι κωμικώτερον, τοὺς θήλεας τέττιγας. ἀφορμὴ δὲ τῆσδε τῆς ἀστειότητος, τὸ εἰς ἐντροπὴν παρειλῆφθαι γυναικῶν τὴν τοιαύτην ἔννοιαν. ἃς ἐπιστρέφει πρὸς ἐχεμυθίαν, καὶ ὁ τὴν λάλον χαρακτηρίσας γυναῖκα ἐπὶ σκώμματι τῶν τοιούτων. ἴσως δὲ, καὶ τὸ τὸν ἄνδρα φῶτα λέγεσθαι ἀπὸ τοῦ φῶ τὸ λαλῶ, κατά τι ἐξαίρετον. οὗ γυναιξὶν οὐ μέτεστι. Τὸ δὲ, τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ, ἀντὶ τοῦ ἐγὼ γὰρ οἰκοδεσποτῶ. ὃ κατωτέρω σαφέστερον φράζει, λέγων. ἀτὰρ ἐγὼ ἄναξ οἴκου ἔσομαι ἡμετέρου. Ὅτι Πηνελόπη τοῦ παιδὸς ἀνωτέρω εἶπεν, ἀκούσασα εἰπόντος ἅπερ ἀνεχώρησε θαμβήσασα. παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ. εἰ δὲ τοῦτο οὕτως ἡ μήτηρ ποιεῖ, σκεπτέον οἵους εἶναι δεῖ τοὺς παῖδας τοῖς γονεῦσι τὰ εἰς εὐπείθειαν ἐφʼ οἷς παραιτοῦνται τὰ δέοντα οἱ γονεῖς. Ἰστέον δὲ ὅτι οἱ μεθʼ Ὅμηρον, καὶ ἐπὶ τροφῆς τὸ ἐνθέσθαι φασὶν Ἀττικῶς. καὶ ἔνθεσιν. τὴν τροφήν. λέγεται δὲ καὶ ἐπὶ δένδρων ἔνθεμα, τὸ ἰδιωτικῶς λεγόμενον ἐμφύλλιον. Ὅτι ἐς ὑπερῷα ἀναβᾶσα Πηνελόπη σὺν ἀμφιπόλοισι γυναιξὶν ἔκλαιε τὸν Ὀδυσσέα ὄφρά οἱ ὕπνον ἡδὺν ἐπὶ βλεφάροις ἔβαλεν Ἀθηνᾶ. Ὅρα δὲ ὅτι δυνάμενος ὁ ποιητὴς εἰπεῖν ὄφρά οἱ ὕπνον νήδυμον ἐν βλεφάροις ἔβαλεν, ὅμως οὐκ ἐποίησε τοῦτο. ἴσως μὲν, διότι ταυτόν ἐστιν ἡδὺν εἰπεῖν καὶ νήδυμον. μάλιστα δὲ, διότι νήδυμος μέν ἐστιν, ὁ βαθύς. ἐν δὲ τοιούτοις καιροῖς καὶ πάθεσιν, οὐ δύναταί τις νήδυμον ὑπνώττειν ἤγουν βαθὺ καὶ ἀνέκδυτον. Ὅρα δὲ καὶ ὅτι ἀμφίπολοι κἀνταῦθα κλαίουσιν, Ὀδυσσέα πρόφασιν. ὥσπερ ἐν Ἰλιάδι ἕτεραι, Πάτροκλον πρόφασιν. Ἀθηνᾶ δὲ κοιμίζει τὴν Πηνελόπην, ἐπειδὴ συνετῶς ἐκείνη βουλευσαμένη, κλαίειν μὲν ἀφῆκεν. ἀνεκλίθη δὲ ὥς τε καταδραθεῖν. Ὅτι μετὰ τοὺς λόγους τοῦ Τηλεμάχου καὶ τὴν ἀναχώρησιν τῆς Πηνελόπης, οἱ μνηστῆρες ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα. πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι. καὶ αὐτοὶ μὲν οὕτω, θαυμάζοντες τοῦ κάλλους τὴν Πηνελόπην. ὁ δὲ παῖς, οὐκ ἀνέχεται. ἀλλὰ μητρὸς αὐτοὺς προσειπὼν μνηστῆρας, εἶτα ὑπέρβιον αὐτοὺς ὕβριν ἔχειν φησί. καὶ ἐξελέγχει τὰ ἐφεξῆς. Ἔστι δὲ ὑπέρβιος ὕβρις, ἡ ἐκ μεγαλοδυνάμων ἀνδρῶν, καὶ ἡ ὕπερθεν πάσης δυνάμεως. Ἰστέον δὲ ὅτι σεμνῶς μὲν ἐλέχθη παρὰ τοῦ ποιητοῦ τὸ πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι. οὔτε γὰρ αἰσχρόν τι ἐνταῦθα κεῖται ῥῆμα, καὶ τὸ ἠρήσαντο δὲ, πάνυ ἔνδοξον ὡς ἐπὶ θείου τινὸς πράγματος διὸ οὐκ εἶπεν ἵμερον ἔσχον. ἢ ἠθέλησαν. ἤ τι τοιοῦτον, ἀλλὰ ἠρήσαντο. ἤγουν ηὔξαντο. ὅμως μέντοι, ὁ φιλομήτωρ Τηλέμαχος οὐκ ἀρέσκεται τῇ ἐκείνων εὐχῇ, ἣν καὶ ὅμαδον ἔφη ὁ ποιητής. Ὅρα δὲ καὶ ὅτι μικρὸν ἀνῆκεν ὁ κιθαρῳδὸς καὶ οἱ μνηστῆρες οὐ φέρουσιν ἀτρεμεῖν. διὸ καὶ ὁ Τηλέμαχος. δαίνυσθαι αὐτοὺς καθʼ ἡσυχίαν ἐθέλει. καὶ τέρπεσθαι τῇ ἀοιδῇ. καὶ μὴ εἶναι βοήν. ἄμεινον ἡγούμενος αὐτοὺς ταῦτα ποιεῖν, ἢ οὕτω σχολάζειν ἐπὶ ὕβρει καὶ ὁμάδῳ. Σκιόεντα δὲ μέγαρα, ἢ τὰ μεγάλην σκιὰν ἀποτελοῦντα διὰ τὸ πολὺ τοῦ ὕψους καθʼ ὃ καὶ Αἰγύπτιαι πυραμίδες ἐσημειώθησαν, ἢ τὰ χάριν σκιᾶς γεγονότα. οὐ γὰρ μόνον χειμῶνος ἀλεωρὴ τὸ μέγαρον, ἀλλὰ καὶ καύσωνος. Ὅτι δʼ ἐντεῦθεν λαβὼν Ἡσίοδος καὶ τὰ μέγαρα τὴν χώραν σκιόεντα ἔφη, ὁ Πορφύριος δηλοῖ. Ὅτι κατευναστικὸν ἐπὶ τραπεζίου βοῆς τὸ, νῦν μὲν δαινύμενοι, τερπώμεθα, μὴ δὲ βοητὺς ἔστω. ἐπεὶ τό, γε καλόν. εἰς δὲ ἐγκώμιον ἀοιδοῦ ἢ ἁπλῶς λογίου ἀνδρὸς, καλὸν εἰπεῖν τὸ, ἐπεὶ τό γε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ τοιοῦδε, οἷος ὅ δʼ ἔστι θεοῖς ἐναλίγκιος αὐδήν. ἢ μάλιστα κατὰ παρῳδίαν, μούσαις ἐναλίγκιος. Καὶ ὅρα ὅπως εἰς ταυτὸν ἤγαγε τὴν ἀοιδὴν καὶ τὴν αὐδήν. ἔστι γὰρ καὶ ἡ ἀοιδὴ, τῷ γένει αὐδή. Τὸ δὲ βοητὺς, ὅμοιόν ἐστι τῷ ἐδητύς. ταυτὸν δὲ ὅμαδος καὶ βοητύς. ὥσπερ αὖ πάλιν ὅμαδος καὶ ἀλαλητός. Ὅτι καινός τις εἶναι δοκεῖ σχηματισμὸς τὸ, ὄφρα ὑμῖν μῦθον ἀπηλεγέως ἀποείπω ἐξιέναι μεγάρων, ἄλλας δʼ ἀλεγύνε τε δαῖτας. ἐχρῆν μὲν γὰρ εἰπεῖν, ἄλλας δʼ ἀλεγύνειν δαῖτας. θυμούμενος δὲ ὁ ταῦτα λέγων Τηλέμαχος, οὐκ ἔχει κρατεῖν τῆς συντάξεως. ἴσως δὲ καὶ τὸ ἐξιέναι, οὕτω νοητέον, ἀντὶ τοῦ ἐξέλθετε. ἵνα λέγῃ. ἐξέλθετε καὶ ἀλεγύνατε. ὃ καὶ κρεῖττον. ἐν γοῦν τῇ β ῥαψῳδίᾳ, ἐρεῖ. ἔξιτέ μοι μεγάρων. καὶ ἑξῆς. σύνηθες δὲ πολλαχοῦ τοῖς ποιηταῖς ὥσπερ καὶ τοῖς πεζολεκτοῦσιν Ἀττικοῖς, χρῆσθαι τοῖς ἀπαρεμφάτοις ἀντὶ προστακτικῶν. Τὸ δὲ ἀλεγύνω, παράγωγόν ἐστιν ἐκ τοῦ ἀλέγω. ὡς πλήθω, πληθύνω. καὶ δηλοῖ τὸ ἀρτύσαι. σκευάσαι. ἐκ δὲ τούτου κατὰ συγκοπὴν, τὸ ἀλγύνω. ἤγουν αἴτιος τινὶ γίνομαι τοῦ ἀλεγύνειν. δῆλον δέ, ὅτι ἔχει τι παρηχήσεως τὸ ἀπηλεγέως καὶ τὸ ἀλεγύνατε. καὶ ὅτι ὥσπερ τὸ ἐπήβουλος καὶ τὰ κατʼ αὐτὸ, οὕτω καὶ τὸ ἀπηλεγέως πλεονασμὸν ἔχει τοῦ η. οἱονεὶ τὸ ἀπὸ τοῦ λέγειν. ἢ μάλιστα, τέτραπται ἀπὸ τοῦ ἀλέγειν. ἵνα ᾖ ἀπηλεγέως, τὸ ἀφροντίστως καὶ ἄπο τοῦ ἀλέγειν. Ὅτι παρὰ τοῖς παλαιοῖς ἦσαν κατὰ οἴκους συμπόσιά τινα ἐκ τῶν παρʼ ἑκάστοις κειμηλίων ὡς δηλοῖ ὁ ποιητὴς ἐν τῷ, ἄλλας ἀλεγύνετε δαῖτας ὑμὰ κτήματʼ ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους. καὶ ἦν καὶ τοῦτο ἔρανος, εἰς ὃν ὁ Τηλέμαχος προτρέπεται τοὺς μνηστῆρας. οἱονεὶ λέγων, ὡς ἐὰν διὰ φιλίαν ὁμονοητικὴν καὶ φιλαλληλίαν ποιῆσθε τὰς συνελεύσεις, ἔστιν ὑμῖν ἄλλως τοῦτο ποιεῖν ἐκ τῶν ὑμετέρων. αἱ δὲ τοιαῦται δαῖτες, κοινωνίαν ἐποίουν τὴν τῶν καλουμένων δαιταλέων. οἵ πέρ εἰσι, δαιτυμόνες. θιασῶται. συμπόται. Τὸ δὲ ὑμὰ, ἔστι μὲν ἀντωνυμία κτητικὴ ἀντὶ τοῦ ὑμέτερα. ἔχει δὲ καὶ θηλυκὸν παρασχηματιμὸν ἐν τῷ, εὖ ναιομένην πόλιν ὑμήν. Ὅτι ὁ ἀδικούμενος καὶ ἱκετεύων καὶ μὴ πείθων τοὺς βλάπτοντας ἡσυχάσαι, καταιδέσῃ ἂν ἐκείνους, εἰπὼν τὸ, εἰ δʼ ὑμῖν ἢ ὔμμιν δοκέει τόδε λωΐτερον καὶ ἄμεινον εἶναι ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι, κείρετε. ἐγὼ δὲ θεὸν ἐπιβώσομαι αἰὲν ἐόντα. αἴκε δώσει παλίντιτα ἔργα γενέσθαι. νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε. Τὸ δὲ λωΐτερον, ἐξεφώνησεν ἐκ τοῦ λῷον τὸ προσγεγραμμένον ἰῶτα. ὡς τὸ ῥηΐτερον καὶ τὰ τοιαῦτα. ποιητικὸς δὲ ὁ τοιοῦτος σχηματισμός. ὡς καὶ τὸ χειρότερον. τὸ γὰρ κοινὸν, λῷον. καὶ ῥᾷον. καὶ χεῖρον. Τὸ δὲ κείρετε, τὸν κόρον ποιεῖ καὶ τὸ κὴρ, ὃ δηλοῖ θανατηφόρον μοῖραν. Τὸ δὲ ἐπιβώσομαι, κατὰ κράσιν γέγονεν ἐκ τοῦ βοήσομαι. ὡς καὶ Ἡρόδοτος τὸ νοῆσαι νῶσαι λέγει. καὶ ἕτερός τις τὰ ὀγδοήκοντα ὀγδώκοντα. οὕτω δὲ καὶ ἐκ τοῦ συγκοπὴ, γέγονεν ἡ σιωπή. καὶ τὸ δῶμα ἐκ τοῦ δόμημα κραθέντος τοῦ ο καὶ η εἰς ω μέγα. Πολλὰ δὲ καὶ ἄλλα ὁμοίως κέκρανται ὡς πολλαχοῦ δηλοῦται. ὧν ἐστὶ καὶ τὸ βωστρεῖν, ὃ ἐν τοῖς μετὰ ταῦτά που κεῖται. καὶ τὸ χλωρόν. ὡς γὰρ οὐ μόνον νοσερὸν ἀλλὰ καὶ νοσηρὸν, οὕτως οὐδὲ μόνον χλοερὸν ἀλλὰ καὶ χλοηρόν. ἐξ οὗ κατὰ κράσιν τὸ χλωρόν. Τὸ δὲ δῶσι, ἐκ τοῦ δῶς γέγονε πλεονασμῷ τοῦ ἰῶτα. ὁμοίως τῷ, τίθης τίθησι καὶ τοῖς λοιποῖς. τινὲς δὲ, ἀπὸ τοῦ δῶ τρίτου προσώπου φασὶ, πλεονασμῷ τῆς σι συλλαβῆς Ἰωνικῶς. οὕτω δὲ καὶ τὸ ἔλθῃσιν. ἔχῃσι. λαβῄσι. καὶ τὰ ὅμοια Ἰωνικά. Τὸ δὲ παλίντιτα, ἀλλαχοῦ ἄντιτα λέγεται ἀντὶ τοῦ ἀντίτιτα. ἤγουν ἀντίποινα. ἔστι δὲ παλίντιτον, οὗ ἡ τίσις, πάλιν ἤγουν ὕστερον, ἐν τῷ μέλλοντι γίνεται. Ὅτι ἐμφῦναι λέγεται, τὸ ἅψασθαι γενναίως, καὶ ἐμπλακῆναι. καὶ οἷον εἰς ἓν γενέσθαι. ὡς ὅ τέ τις πολύποδα ἐμφῦναι λέγει πέτρᾳ. ἢ παῖδα τραχήλῳ μητρός. οὕτω δὴ καὶ ἐμφῦναι χειρὶ τὸ, χειρὶ χειρὸς ἅψασθαι. καὶ τὸ ὀδὰξ οὖν ἐν χείλεσι φῦντες, ἀντὶ τοῦ ἐμπλακέντες μετὰ δαγμοῦ τοῖς χείλεσιν, ἤγουν ἐνδακόντες τὰ χείλη. ὅπέρ ἐστι σχῆμα θάμβους καὶ ἀπορίας. καθὰ καὶ ἐνταῦθα τοὺς μνηστῆρας ἐξέπληξεν ὁ ἐπὶ τοσοῦτον μὲν χρόνον ἡσυχάσας Τηλέμαχος, νῦν δὲ οὕτω σφοδρῶς ἐπιτεθεὶς, καὶ θαρσαλέως ἀγορεύσας, καὶ τὸν λόγον ἐνδιαθέτως βαρύνας ὡς ἐπὶ μεγίστοις ἀδικήμασι. διὸ καὶ Ἀντίνοος, ὑψαγόρην αὐτὸν ἐρεῖ. τουτέστι πιθανολόγον. μεγαλοῤῥήμονα. τὰ μικρὰ καὶ ταπεινὰ ὑψηλῶς ἀγορεύοντα. Ἔνθα σημείωσαι ὅτι τε τὸ, ὀδὰξ ἐν χείλεσι φῦντες, παλαιός τις, ὀδὰξ ἐνδεδηχότες γράφει. καὶ ὅτι τὸ ὑψαγόρης, εἰ καὶ τὸν μεγαληγόρον σημαίνει καὶ δεινὸν εἰπεῖν, ὅμως οὐκ ἂν ἐπὶ ἐπαίνου ὀρθῶς ῥηθείη πρός τινος. δηλοῖ γὰρ μᾶλλον τὸν ψεύστην καὶ συκοφάντην, σχηματισθὲν εὐφημότερον καὶ σεμνότερον. Ἰστέον δὲ ὅτι ἐπὶ ἀπτοήτου καὶ φοβεροῦ δημηγόρου, καλὸν εἰπεῖν τὸ, οἳ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φῦντες ἐθαύμαζον ὃ θαρσαλέως ἀγόρευε. Σημείωσαι δὲ ὅτι καὶ θυμοῦ πολλάκις ἔνδειξις τὸ ὀδὰξ ἐν χείλεσι φῦναι. ὡς δηλοῖ καὶ ὁ κωμικὸς ἐν Ἀχαρνεῦσιν. εἰπών. ὑπʼ ὀργῆς τὴν χελύνην ἐσθίων, ὅ ἐστι δάκνων σφιγκτῶς τὸ χεῖλος. ἔστι δὲ ὀδὰξ, τὸ δηκτικῶς καὶ μετὰ δαγμοῦ ὡς προείρηται. ὡς γὰρ λήγω λήξω λὴξ καὶ ἐν συστολῆ λὰξ, οὕτω δήκω τὸ δάκνω δήξω δὴξ καὶ δάξ, καὶ κατὰ πλεονασμὸν ὀδάξ. ὥσπερ δὲ τὸ ὀδὰξ ἐκ τοῦ δῆξαι ὅ ἐστι δακεῖν, οὕτω καὶ αὐτοδὰξ, τὸ παραχρῆμα. ἔοικε δὲ κωμικωτέρα ἡ τοιαύτη λέξις εἶναι. Ὅτι Εὐπείθης μὲν βαρυτόνως, κύριον ὄνομα, εὐπειθὴς δὲ ὀξυτόνως, τὸ ἐπίθετον. ὅμοιον δὲ καὶ ὁ Διοπείθης καὶ εἴ τι ἄλλο τοιοῦτον. καὶ ὁ Δημοκήδης δὲ, ὡς κύριον βαρυτονεῖται. ἄλλως γὰρ, ὠξύνετο ἄν. Ὅτι τοῦ τῶν μνηστήρων ὄχλου προέχουσιν Ἀντίνοος καὶ Εὐρύμαχος οἱ ἐξ Ἰθάκης. διὸ καὶ ἀρχοὶ μνηστήρων λέγονται. ἱστορεῖ δὲ αὐτοῖς ὁ ποιητὴς διάφορα τὰ ἤθη. Ἀντίνοος μὲν γὰρ, χαλεπὸς καὶ ἄγριος τῷ Τηλεμάχῳ καὶ τοῖς περὶ αὐτὸν ὅσοι τοῦ Ὀδυσσέως κήδονται. Εὐρύμαχος δὲ, χρηστότερος καὶ ὑπουλότερος. διὸ καὶ ἐνταῦθα τοῦ Τηλεμάχου τραχύτερον μεταχειρισαμένου τὸν λόγον, ὁ μὲν Ἀντίνοος, οὐ μάλα ὑπείκει. ὁ δὲ Εὐρύμαχος, ὑπενδίδωσιν ἐπὶ συμφέροντι. ὡς ἂν ὑπαγάγηται κολακικῶς τὸν Τηλέμαχον. Ἔστι δὲ ἡ τοῦ Ἀντινόου δημηγορία τοιαύτη. Τηλέμαχε, ἦ μάλα δή σε διδάσκει θεὸς αὐτὸς ὑψαγόρην τʼ ἔμμεναι καὶ θαρσαλέως ἀγορεύειν. καὶ ἔστιν ὁ λόγος οὗτος, σκωπτικὸς ἐπὶ ἀμαθίᾳ. μονονουχὶ λέγοντος τοῦ Ἀντινόου, ὅτι ὑπʼ ἀνθρώπου μὲν, οὐκ ἐδιδάχθης, ἴσως δὲ ὑπὸ θεοῦ, εἶτα καὶ ἐπαρᾶται λέγων, μὴ σέ γʼ ἐν Ἰθάκῃ θεὸς βασιλέα ποιήσειεν, ὅ τοι γενεῇ πατρώϊόν ἐστι. Καὶ οὕτω μὲν βαρέως ὁ Ἀντίνοος ἐπαρᾶται. ὑποδεικνὺς καὶ ὡς βίαιός ἐστιν εἰ τὸ ἐκ γενεῆς πατρώϊον τῷ Τηλεμάχῳ, ἀφελέσθαι σπεύδει. Τηλέμαχος δὲ δεινότατα ἤτοι δεξιώτατα τὸν λόγον μετιὼν, καὶ ἀμβλύνων τὴν ὀξύτητα τοῦ Ἀντινόου ἵνα μὴ ἐπὶ πλέον ἐκτραχυνθεὶς ποιήσῃ τι κακὸν, καθυφίησι. καὶ ὡς οἷα μὴ νενοηκὼς τὴν ἀρὰν ἐπὶ κακῷ εἶναι, εἰς εὐχὴν αὐτὴν ἐκδέχεται. ὡς δῆθεν τοῦ Ἀντινόου, εὐνοϊκῶς καὶ οἷον πατρικῶς ἀπευξαμένου τὸ βασιλεῦσαι αὐτὸν, διὰ τὸ ἐμμέριμνον καὶ ἐπαχθὲς δοκεῖν καὶ κάκιστον τὸ βασιλεύειν. ἔδει γὰρ ὡς εἰκὸς τὸν Ἀντίνοον οἷα μνηστῆρα τῆς Πηνελόπης καὶ πατρῳὸν Τηλεμάχου, ἀγαθὰ τῷ προγόνῳ ἐπεύχεσθαι, καθά που καὶ αὐτὸς ἐρεῖ ὁ Τηλέμαχος. ἦ μου καλὰ κήδεαι ὡς πατὴρ υἱοῦ. διὰ ταῦτα τοίνυν δεξάμενος ὁ Τηλέμαχος τὴν τοῦ Ἀντινόου κατευχὴν ὡς εὐχὴν ἀγαθὴν, φησίν. εἰ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω, καί κεν τοῦ τʼ ἐθέλοιμι θεοῦ γε διδόντος ἀρέσθαι. τουτέστι κἂν σὺ ἀπεύχῃ, ἀλλʼ ἐγὼ θέλω τὸ θεόσδοτον καλόν. Ὁ δὲ Ὁμηρικὸς οὗτος λόγος, χρήσιμος τῷ ζητοῦντι μέγα τι ἀγαθόν. εἶτα ἐπάγει ὁ Τηλέμαχος. ἢ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι; οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν. τουτέστιν, ἢ λέγεις οὐκ ἀγαθὸν εἶναι τὸ βασιλεύειν καὶ διατοῦτο ἀπεύχῃ τὸ βασιλεῦσαί με; ἀλλὰ μὴν, οὐ κακόν ἐστι. ὃ καὶ ἀποδεικνύων, φησίν· Αἴψα τέ οἱ, ἤγουν τῷ βασιλεῖ τὸ δῶμα ἀφνειὸν πέλεται, καὶ τιμηέστερος αὐτός. Σημείωσαι δὲ καὶ ὅπως τὸ μὲν κάκιστον, τῷ λόγῳ τοῦ Ἀντινόου ἔδωκεν ὁ Τηλέμαχος, ὡς τοιοῦτον ἡγουμένου δῆθεν τὸ βασιλεύειν. αὐτὸς δὲ μετρίως εἶπε καὶ ἐπιεικῶς ἐν τῇ λύσει οὐχʼ ὅτι κάλλιστον ἢ ἄριστον ὅ περ ἀντέκειτο πρὸς τὸ κάκιστον, ἀλλʼ ὅτι οὐ κακόν ἐστι διάτε τὸν πλοῦτον δηλαδὴ καὶ διὰ τὴν τιμήν. Τὸ δὲ ὑψαγόρης ὅτι οὐκ ἔπαινός ἐστι, καὶ τί δηλοῖ, πρὸ μικροῦ εἴρηται. Τὸ δὲ ὅ, τοι γενεῇ πατρώϊόν ἐστι, ψόγος ἐστὶ Τηλεμάχου. ὡς μηδὲν ἄλλο δῆθεν ἔχοντος ἀγαθὸν πρέπον εἰς βασιλείαν, ἀλλὰ μόνον τὸ εἶναι γένους βασιλικοῦ. ὡς εἴ τις ἐκ τοιούτου ἔθους καὶ τὸν τοῦ μάντεως παῖδα, μάντιν καθίστα. καὶ τὸν τοῦ κήρυκος, κήρυκα. καὶ τὸν τοῦ αὐλητοῦ, αὐλητήν. ὡς καὶ Ἡρόδοτος ἱστορεῖ. Ὅρα δὲ ὅπως ἀπὸ ῥήματος τοῦ βασιλεύειν, ὄνομα ἐκβαίνει ἀπὸ κοινοῦ τὸ, ὁ βασιλεύων ἢ ὁ βασιλεύς. οὗ αἱ ἀντωνυμίαι κεῖνται ἐνταῦθα, οὕτως. οὐ μὲν γάρ τι κακὸν βασιλεύειν, αἶψα τέ οἱ ἀφνειὸν τὸ δῶμα, τῷ βασιλεῖ δηλαδή. καὶ τιμηέστερος αὐτὸς, ἤγουν ὁ βασιλεύς. ὁ δὲ λόγος οὗτος, γνωμικός ἐστιν. Ἔνθα καὶ σημείωσαι ὅτι τὸ τέλος τῆς βασιλείας, ἐν πλούτῳ καὶ τιμῇ τίθησιν ὁ Τηλέμαχος. Ἰστέον δὲ ὅτι τοιοῦτόν τι ἐστὶ σχῆμα καὶ ἐν Ἰλιάδι ἐν τῷ, δικάσω, ἰθεία δὲ ἔσται, ἡ δίκη δηλονότι. νοουμένη κοινῶς ἐκ τοῦ δικάσω ῥήματος. Ὅρα δὲ καὶ τὸ ἐναγώνιον καὶ γοργὸν καὶ διαλεκτικὸν τοῦ Τηλεμάχου, συντομώτατα καὶ ἀπορήσαντος ὡς ἐν ἀντιθέσει καὶ λύσαντος. ἔστι δὲ τὸ μὲν, ἢ φῂς τοῦτο κάκιστον, ἀντίθεσις, τὸ δὲ, οὐ μὲν γάρ τι κακὸν βασιλεύειν, λύσις. τὸ δὲ αἶψά τέ οἱ δῶμα ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτὸς, κατασκευὴ τῆς λύσεως. Ὅτι ὁπηνίκά τις πολλῶν ὄντων ὁμοίων, ἀντιποιεῖται ἀρχῆς, πρέπει εἰπεῖν τὸ, ἀλλʼ ἤτοι βασιλῆες εἰσὶ καὶ ἄλλοι, νέοι ἠδὲ παλαιοί. Ὅτι ἔχει τινὰ μυκτῆρα καὶ ὁ τοῦ Τηλεμάχου λόγος, οὐ μόνον ἐν τῷ τὴν βαρεῖαν ἀρὰν τοῦ Ἀντινόου δέξασθαι ὡς εἴρηται ἀφελῶς εἰς εὐχὴν καὶ διαλογικῶς ἀντειπεῖν, ἀλλὰ καὶ ἐν τῷ εἰπεῖν ὅτι βασιλεῖς Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι πολλοὶ ἐν Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί. εἰ γάρ εἰσι νέοι πολλοὶ βασιλείας ἄξιοι, οὐκ ἄρα μόνος ἐστὶν ὁ Ἀντίνοος ὡς ἐκεῖνος οἴεται. εἰ δὲ καὶ παλαιοὶ, οὐκ ἄρα μόνοι οἱ νεώτατοι μνηστῆρες ὡς αὐτοὶ νομίζουσιν. Ἰστέον δὲ ὅτι τοῦ βασιλεὺς τὸ θηλυκὸν, οὐ μόνον βασίλεια, ὡς ἱερεὺς ἱέρεια, ἀλλὰ καὶ βασίλισσα κατὰ Αἴλιον Διονύσιον Ἀττικῶς. βασίλινναν, δέ φησι Μένανδρος λέγει. ἐλέγοντο δὲ καὶ ὑποδήματά τινα, βασιλίδες. καί τι μύρου εἶδος, ἑπταβασίλειον. καὶ βασιλίνδα, παιδιά τις βασιλέας τινὰς ἀποδεικνύουσα. καὶ βασιλειᾶν καὶ διαβασιλίζεσθαι, τὸ βασιλείας ἀντιποιεῖσθαι. ἦν δέ φασι καὶ βασιλεὺς ἀρχή τις Ἀθήνῃσι. καὶ ἡ ἐκείνου, βασιλίς. καὶ βασίλειος ἐκεῖ στοὰ, πλησίον τῆς τοῦ ἐλευθερίου Διὸς στοᾶς. Ὅτι τοῦ Ἀντινόου εὐξαμένου, μὴ ἐν Ἰθάκῃ ποιηθῆναι πρὸς Διὸς βασιλέα Τηλέμαχον, ὁ Τηλέμαχος ἐντρέπων ὡς ἐῤῥέθη ἐκεῖνον, φησὶν ὡς ἐν μὲν Ἰθάκῃ πολλοί εἰσι βασιλεῖς, ἤγουν ἄνδρες προσήκοντες τῇ βασιλείᾳ. αὐτὰρ ἐγὼ οἴκοιο ἄναξ ἔσομαι ἡ μετέρου, καὶ δμώων οὕς μοι ληΐσατο Ὀδυσσεύς. μονονουχὶ λέγων, ὅτι εἰ καὶ εἰς βασιλείαν οὐ πρέπω πατρικὴν καὶ διʼ αὐτὸ ἐκπίπτω τῆς κοινῆς ἀρχῆς, ἀλλὰ τῆς πατρικῆς κληρονομίας πάντως οὐκ ἐκβληθήσομαι. Σημείωσαι δὲ ὅτι οὐ μόνον Ὅμηρος βασιλεῖς λέγει τοὺς ἐνδόξους καὶ βασιλικοὺς, ἀλλὰ καὶ οἱ μετʼ αὐτόν. παρὰ Σοφοκλεῖ γοῦν ἡ Ἰοκάστη τοὺς ἐν Θήβαις εὐγενεῖς, χώρας ἄνακτας λέγει. καὶ Ἡσίοδος δὲ τοὺς δικαστὰς, βασιλεῖς λέγει ἐν τῷ, αἶνον βασιλεῦσιν ἐρέω. Ὅρα δὲ καὶ ὅτι ὡς καὶ ἐν Ἰλιάδι, οὕτω καὶ ὧδε ἄνακτα, τὸν οἰκοδεσπότην λέγει σεμνῶς, διὰ τὸ δοκεῖν τὸν οἶκον, πόλιν εἶναι μικράν. ὥσπερ αὖ πάλιν τὴν πόλιν, οἶκον μέγαν. Τὸ δὲ αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομαι ἡμετέρου καὶ δμώων, ἐρεῖ ἂν ὁ κωλυόμενος ποιεῖν τὰ οἰκεῖα, πρὸς τῶν ἀμετόχων. Τοῦ δὲ δμώων ἡ κλίσις, ὡς Τρώων. λέγει δὲ Ἡρῳδιανὸς ὅτι ὡς δμὼς δμωὸς, τρὼς τρωὸς, θὼς θωὸς, οὕτω καὶ πλὼς πλωὸς εἶδος ἰχθύος. ὁ δὲ καθʼ Ὅμηρον ἐπιπλὼς, μετοχή ἐστιν ἀντὶ τοῦ ἐπιπλεύσας. Τὸ δὲ οὕς μοι ἐληΐσατο Ὀδυσσεὺς, οὐ μόνον φόβον τινὰ λεληθότως ἐπισείει τῷ Ἀντινόῳ διὰ τὸ τὸν Τηλέμαχον οἷα εἰκὸς ἄλκιμον εἶναι ὡς ἐκ πατρὸς πολεμικοῦ, ἀλλὰ καὶ κληρονομιαίους εἶναι τοὺς δμῶας δηλοῖ. καὶ τὴν λῃστείαν σεμνολογεῖ ὡς οὐκ ἀνεπιτήδευτον οὖσαν τοῖς ἥρωσι καθὰ καὶ ἐν τοῖς ἐφεξῆς ῥηθήσεται. Πόθεν δὲ γίνεται τὸ ἄναξ, δηλοῦται μὲν καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. ῥητέον δὲ καὶ ἐνταῦθα, ὅτι παρὰ τὸ ἀνακὲς ὅ ἐστιν ἐπιμελὲς γίνεται. ἔστι γὰρ ἐν χρήσει τὸ ἀνακῶς, ἀντὶ τοῦ φροντιστικῶς. ἐπιμελῶς. πεφυλαγμένως. Ἡρόδοτος. καί τις οἰκίην τε ἀναπλασσάσθω καὶ σπορᾶς ἀνακῶς ἐχέτω. ἔστι δὲ καὶ θεία λέξις τὸ ἄναξ, ὡς ἀπὸ τῶν διοσκούρων. Αἴλιος γοῦν Διονύσιος, ἀνακοὺς τοὺς διοσκούρους φησὶ λέγεσθαι, ὡς αἰακούς. καὶ κατεύχονταί φησιν ἀνακοῖν διοσκούροιν. Παυσανίας δὲ λέγων καὶ αὐτὸς τὸ ἀνακῶς ἀντὶ τοῦ φυλακτῶς καὶ προνοητικῶς παρά τε Ἡροδότῳ καὶ Θουκυδίδῃ, φησὶ καὶ ὅτι ἀνάκεια, ἑορτὴ διοσκούροιν ἀνακοῖν. ὡς σοφοῖν. τριττυίαν δέ φησι τὴν θυσίαν ταύτην εἶναι συμβαίνει, διοσκούροις καὶ Ἑλένῃ διʼ ἣν εἰς τὴν Ἀττικὴν ἐμβαλόντες ἐκεῖνοι, οὐκ ἠδίκησαν οὐδένα τῶν ἐγχωρίων. Ἰστέον δὲ ὅτι καθὰ οἴκου τις ἄναξ ἐστὶν ὡς οἰκοδεσποτῶν, οὕτω καὶ χειρὸς ὡς εἰκός. ὅθεν σύνθετον, ὁ χειροάναξ. καὶ συνελόντα φάναι, χειρώναξ. εἶεν δʼ ἂν χειρώνακτες οἳ καὶ χειρομάχα πληθὺς λέγονται παρὰ τοῖς παλαιοῖς. εἰ δὲ μὴ ὥσπερ ἐκ τοῦ ἀνδρῶν ἄναξ συνετέθη Ἀνδρώναξ τὸ κύριον, οὕτως ἔδοξέ τισιν εἰπεῖν καὶ ἐκ τοῦ, οἴκου ἄναξ οἰκώναξ πρὸς ἀναλογίαν τοῦ Ἱππώναξ Πλειστώναξ καὶ τῶν τοιούτων, λογοπραγείσθω ἡ χρῆσις. Σημείωσαι δὲ καὶ ὅτι τὸ ἄναξ ἄνακτος προσλαβὸν ἐν τῇ κλίσει τὸ τ, διεσάφησεν ἑαυτὸ καθʼ ὑπεξαίρεσιν ἀμφιβόλου ἐννοίας. εἰ γὰρ ἦν ἄνακος ὡς θώρακος, ὑπωπτεύετο ἂν στέρησιν ἄκους δηλοῦν. οὐκοῦν ἐπὶ Διοσκούρων ἡ τοῦ τ ἐξαίρεσις, τὸ ἄκος παρεισκρίνει. ἐκεῖθεν γὰρ οἱ ἀνακοὶ καὶ τὸ αὐτῶν ἐπίῤῥημα τὸ ἀνακῶς. ὠξυτόνυνται δὲ οἱ ἀνακοὶ, ἀναγκαίως. ἵνα μὴ διδοῖεν ἔμφασιν ὡς ἐκ τοῦ ἀνάσσειν καὶ ἐκ τοῦ ἄναξ παρήχθησαν, εἴη δὲ ἂν ὁ τόνος αὐτῶν, κατὰ τὸ φαρμακοί. Ὅτι Ἀντίνοος μὲν καθὰ καὶ προείρηται, σκληρότερος τὸ ἦθος ἐστὶ διʼ ὅλης τῆς ποιήσεως. Εὐρύμαχος δὲ, κολακικωτέρου ἤθους εἶναι πέπλασται καὶ ἁπαλωτέρου. ὅθεν καὶ τοῖς πολλοῖς μάλιστα ἐπίδοξος ἦν ἀγαγέσθαι τὴν Πηνελόπην, λόγῳ τοιούτῳ. ἱστορεῖ ὁ δειπνοσοφιστὴς Ἀθήναιος ὅτι Ἀπίων ὁ Ἀλεξανδρεὺς ἀκηκοέναι λέγει πρὸς τοῦ Ἰθακησίου Κτήσωνος, τὴν τῶν μνηστήρων πεττείαν, οἷα ἦν. ἦν δὲ τοιάδε. ὀκτώ φησι καὶ ἑκατὸν ὄντες, διετίθεσαν ψήφους ἐναντίας ἀλλήλαις ἴσας πρὸς ἴσας τὸν ἀριθμὸν ὅσοι περ ἦσαν αὐτοί. εἶναι οὖν ἑκατέρωθεν τέσσαρας καὶ πεντήκοντα ψήφους. ἀνὰ μέσον δὲ τούτων, διαλείπειν τι κενόν. καὶ ἐν τῷ μεταιχμίῳ τούτῳ, μίαν τιθέναι ψῆφον. καλουμένην μὲν Πηνελόπην. σκοπὸν δὲ οὖσαν, τῷ βαλόντι ψήφῳ ἑτέρᾳ. καὶ κληρουμένων ἐκείνων, στοχάζεσθαι ταύτης, τὸν λαχόντα. καὶ εἴτις τύχοι καὶ ἐκκρούσειε πρόσω τὴν ψῆφον Πηνελόπην, ἀποτίθεσθαι τὴν ἑαυτοῦ εἰς τὴν χώραν τῆς βληθείσης καὶ ἐξωσμένης ψήφου. καὶ στάντα ἐκεῖ, πάλιν βάλλειν. καὶ εἴπερ ἐπιτύχοι μηδεμιᾶς τῶν ἄλλων ψαύσας, τότε δὴ νικᾶν τὸν τοιοῦτον μνηστῆρα, καὶ πολλὰ ἐλπίζειν γαμήσειν τὴν Πηνελόπην. τὸν δὴ Εὐρύμαχον, πλείστας εἰληφέναι τοιαύτας νίκας ταύτῃ τῇ παιδιᾷ, καὶ εὔελπιν εἶναι τῷ γάμῳ, ἐπίδοξον ὄντα λαβεῖν τὴν βασιλείαν, ὥστε δῆλον ἐκ τούτων, ὡς καλῶς καθὰ προδεδήλωται, καὶ ἀστραγαλίζειν τὸ πεττοῖς καθʼ Ὅμηρον τέρπεσθαι, λέγεται. μέχρι γὰρ καὶ ἐσάρτι, οὕτως ἀστραγαλίζουσι καὶ μάλιστα ὀνείοις, οἱ τοιαῦτα πεττεύοντες εἴτε παίζοντες. ὁ τοίνυν εἰς τὸν τῆς Πηνελόπης γάμον ἐπίδοξος ἥρως οὗτος, καὶ νῦν ὑπούλως τὸν λόγον μεταχειριζόμενος, πρῶτον μὲν συνετῶς προοιμιάζεται ὅτι ἐν θεοῦ γούνασι κεῖται ὅς τις ἐν Ἰθάκῃ βασιλεύσει. εἶτα, καὶ ἐπεύχεται τῷ Τηλεμάχῳ ὅτι κτήματα δʼ αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις, κατὰ τὸν σὸν λόγον. μὴ γὰρ ὅγε ἔλθοι ἀνὴρ ὅς σε ἀέκοντα βίῃ κτήματʼ ἀποῤῥαίσει, Ἰθάκης ἔτι ναιεταώσης. καὶ οὕτω προοιμασάμενος, ἐπάγει ὡς δῆθεν εὔνους, ἀλλὰ θέλω σε φέριστε περὶ ξείνοιο ἔρεσθαι. Καὶ σημείωσαι ὅπως τοῦ Τηλεμάχου ἀνωτέρω ἐνδειξαμένου ὡς εἴρηται ὅτι οὐκ ἀνάγκη πᾶσα τινὰ τῶν μνηστήρων βασιλεῦσαι, εἰκὸς γὰρ καὶ ἄλλῳ τινὶ τὴν βασιλείαν ταμιεύεσθαι, εἰπόντος δὲ καὶ ὡς εἰ καὶ τῆς βασιλείας ἐκπέσῃ, τοῦ γοῦν οἴκου ἄναξ ἐσεῖται τοῦ πατρικοῦ, ὁ Εὐρύμαχος πρὸς ἄμφω ἀπαντᾷ, τὴν μὲν βασιλείαν, ἐν θεοῦ γούνασι κεῖσθαι εἰπὼν, οἷα μὴ θέλων ἀλαζονεύεσθαι. τὸ δὲ τοῦ οἴκου ἄνακτα γενέσθαι τὸν Τηλεμάχον, εἰς εὐχὴν θέμενος διὰ τὸ δῆθεν δυσχερές. οἱονεὶ λέγων, ὅτι οὐ μόνον οὐ βασιλεύσεις ὦ Τηλέμαχε, ἀλλʼ εὐκταῖον σοι καὶ τὸ τὰ σὰ ἔχειν. Τὸ δὲ εἰπεῖν μὴ γὰρ ἔλθοι ἀνὴρ ὅς τις ποιήσει τάδε, ἐσχημάτισται καὶ αὐτό. δοκεῖ μὲν γὰρ λέγειν ὅτι μὴ γένοιτο ἀδικηθῆναί σε. λέγει δὲ ἀληθῶς, ὅτι μηδεὶς ἄλλος ἔλθοι βλάψων σε. ὡς ἡμῶν δηλαδὴ τῶν Ἰθακησίων ἀρκούντων εἰς τοῦτο. Τὸ δὲ ἀέκοντα καὶ τὸ βίῃ, ἐκ παραλλήλου θέσεως ταυτὸν σημαίνουσι. Τὸ δὲ ἀποῤῥαίσει κτήματα, δηλοῖ μὲν τὸ φθερεῖ δαπανήσας. γίνεται δὲ ἀπὸ τοῦ ῥῶ ῥαίω ἀφʼ οὗ καὶ ῥαιστὴρ ἡ σφύρα. καθὰ καὶ πέτω τὸ πίπτω, καὶ ἐν συγκοπῇ καὶ παραγωγῇ πτῶ πταίω τὸ προσκόπτω. οὕτω δὲ καὶ λῶ λαίω ἐξ οὗ τὸ λιλαίω. καὶ κεδῶ κεδαίω τὸ σκεδάζω. καὶ κλῶ κλαίω. καὶ κῶ καίω. ἐκ δὲ τοῦ ῥαίω, καὶ ῥαϊστὴς ἐξ οὗ κυνοραϊστὴς καὶ θυμοραϊστής. τὸ μέντοι ῥῶ, τὸ γάμμα προσλαβὸν, τὴν γρώνην ποιεῖ. καὶ τὴν γράστιν. καὶ τὴν γραῖαν. Ὅτι εὐχὴ ἀγαθὴ πρὸς οἰκοδεσπότην τὸ, κτήματα δʼ αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις. Ὅτι ὁ ἐρωτῶν περὶ ἀγνοουμένου ξένου, ἐρεῖ. ὁππόθεν οὗτος ἀνὴρ, ποίης δʼ ἐξεύχεται εἶναι γαίης, ποῦ δὲ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα. Καὶ σημείωσαι ὅτι τὸ πατρὶς ἄρουρα ἐντελῶς νῦν εἴρηται. ὡς καὶ τὸ, πατρίδα γαῖαν. καὶ παρὰ Πινδάρῳ, ἄρουραν πατρίαν. ὅτε δὲ μόνον τις εἴπῃ τὸ πατρὶς, ἐλλιπῶς εἶπεν. Ὅτι τὸ ἐέλδεσθαι, τὰ πλείω μὲν ὡς καὶ ἐνταῦθα ἐνέργειαν δηλοῖ. ἔστι δὲ ὅτε, καὶ παθητικὴν ἔννοιαν ἔχει, ὡς καὶ ἐν Ἰλιάδι. νῦν τοι ἐελδέσθω πόλεμος, ἀντὶ τοῦ ἀγαπάσθω. τοιαῦτα δὲ καὶ τὸ μορμολύττομαι καὶ βιάζομαι καὶ ἄλλα μυρία, μέσως ἔχοντα. Ὅτι τὸ ἀναμεῖναι καὶ καρτερῆσαι, ὑπομεῖναι λέγει. φησὶ γάρ. οἷον ἤγουν ὅπως ἀναΐξας, οἴχεται οὐδʼ ὑπέμεινε γνώμεναι. οἰκεῖος δὲ ὁ λόγος, ἐπὶ ταχείας ξένου ὑποχωρήσεως. Ὅτι κάλλους δηλωτικὸν τὸ, οὐ γάρ τι κακῷ εἰς ὦπα ἐῴκει. οἱ τοῦ κάλλους δὲ γνώμονες μνηστῆρες τοῦτο φασὶν, ἀπὸ τῆς ὄψεως τὸν φανέντα Μέντην χαρακτηρίζοντες. ὦπα τὸ ὅλον εἰπόντες πρόσωπον ἀπὸ τοῦ τιμιωτάτου μέρους. ἀφʼ οὗ καὶ τὸ πᾶν παρωνόμασται πρόσωπον, οἱονεὶ τὸ πρὸς τοῖς ὀφθαλμοῖς. τὸ γὰρ μετὰ τοὺς ὦπας, μέτωπον. Ἰστέον δὲ ὅτι τὸ οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει, οὕτως ἡ παλαιὰ μεταβολὴ φράζει. ὅσα μὲν γὰρ ἰδεῖν, σφόδρα ἐῴκει τῶν γεννικῶν εἶναι. Ἔνθα ὅρα ὅτι τὸ, γεννικῶν, ἑτεροῖόν ἐστι τῆς παρὰ τῷ κωμικῷ σημασίας καθʼ ἣν ἐκεῖνος γεννικὸν κρέας φησὶ, τὸ γενναῖον διὰ πάχος. Ὅτι ἐπὶ φιλικῆς ἀποδημίας ἀνελπίστου, εἴποι τις ἄν. νόστος ἀπώλετο τοῦ δεῖνος, οὔτʼ οὖν ἀγγελίαις ἔτι πείθομαι εἴ ποθεν ἔλθοι, οὔτε θεοπροπίης ἐμπάζομαι. Ἰστέον δὲ ὅτι θεοπρόπος μὲν ἁπλῶς, ὁ μάντις. θεοπροπία δὲ, ἡ τέχνη αὐτοῦ. θεοπρόπιον δὲ, τὸ χρησμῴδημα. ὃ καὶ λόγιον ἔλεγον οἱ Ἀττικοί. Ἔτι ἰστέον καὶ ὅτι τὸ, εἴποθεν ἔλθοι, ἐλλέλειπται τῇ φράσει. τὸ γὰρ πλῆρες, οὕτως ἔχει. οὔτε ἀγγελίαις ἔτι πείθομαι εἴποθεν ἔλθοι ἀγγελία δηλαδὴ ἀγαθὴ περὶ τοῦ Ὀδυσσέως. ἢ ἄγγελος ἀγαθὸς περὶ τῶν ἐκείνου. καὶ τοῦτο μὲν, τὸ κρεῖττον. δύναται δὲ καὶ γενικὴ ἑνικὴ εἶναι τὸ ἀγγελίης. ἵνα λέγῃ ὅτι οὔτε ὑπὸ ἀγγελίας ἔτι πείθομαι εἴποθεν ἔλθοι ἀγγέλλουσά τι τῶν κατὰ τὸν Ὀδυσσέα. τὸ δὲ εἰπεῖν ὅτι τὸ ἔλθοι ταυτόν ἐστι τῷ, ἔλθοιεν ἀγγελίαι δηλαδή τινες, Πινδάρῳ μὲν καὶ τοῖς κατʼ ἐκεῖνον δωρίζουσι, φιλεῖται. οὔκουν δὲ καὶ Ὁμήρῳ εἰ καὶ ἐν τῷ, γοῦνα καὶ κνῆμαι παλάσσετο ἤγουν ἐπαλάσσοντο τουτέστιν ἐμολύνοντο, σχῆμα τοιοῦτον Δωρικῶς παρεμφαίνεται. Τὸ δὲ οὔτʼ οὖν, ταυτόν ἐστι τῷ, οὔτε δή. οὐ γὰρ ἀεὶ αἰτιολογεῖ ὁ οὖν σύνδεσμος, ἀλλʼ ἐν μυρίοις καὶ παραπληροῖ. Ὅτι ἔστιν ἀληθεύειν τινὰ ἑκόντα ἐν τῷ αὐτῷ λόγῳ καὶ ψεύδεσθαι, ἀσχηματίστως. ἄλλως μέντοι καὶ ἄλλως. ὡς ἐνταῦθα Τηλέμαχος ἀληθεύει μὲν λέγων αὐτὰ ἐκεῖνα ὅσα ἤκουσεν ἐκ τῆς Ἀθηνᾶς, ἤγουν ὅτι Μέντης Τάφιος Ἀγχιάλου υἱὸς πατρῷος ἑταῖρος ἔστιν ὁ ξένος. ἄλλως μέντοι ψεύδεται. φρεσὶ γὰρ οἶδεν, ὅτι Ἀθηνᾶ ἐστὶ καὶ οὐ Μέντης ὁ αὐτῷ ἐμφανισθείς. Ὅτι ἴδια τρυφώντων, καὶ ταῦτα. οἵδʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν τρεψάμενοι, τέρποντο. Ὅρα δὲ μή ποτε ὁ ποιητὴς ἐπίτηδες διὰ κάλλος λόγου τὰ ῥήματα ταῦτα παρέθετο τὰ παρηχοῦντα ἐκ τοῦ τέρπω καὶ τρέπω. Ὅτι ὥσπερ χολὴ χόλος. ὠνὴ ὦνος. δίνη δῖνος. διαλογὴ διάλογος. βολὴ βόλος ὅθεν καὶ τὸ βολίζειν. ῥοὴ ῥόος. γονὴ γόνος. οὐ γάρ πω τις ἑὸν γόνον αὐτὸς ἀνέγνω. κοίτη κοῖτος. κοίτου τε μέδηται. πύλη πύλος. ἐν πύλῳ ἐν νεκύεσσι. ποθὴ πόθος. βία βίος, οὕτως ἑσπέρα ἕσπερος. οἷον. τοῖς δὲ, τερπομένοις, μέλας ἐπὶ ἕσπερος ἦλθε. τοῦτο δὲ πρέπει λεχθῆναι καὶ ἐπὶ τῶν τρυφώντων διʼ ὅλης ἡμέρας ἕως νυκτὸς, καὶ ἐπὶ τῶν σπαταλώντων ὀλέθρια. ἔχει γάρ τι καὶ αἰνιγματῶδες οὗτος ὁ λόγος. ὡς τῶν μνηστήρων ἐν τῷ τρυφᾶν, σφαγέντων καὶ σκότῳ παραπεμφθέντων ἐπʼ αὐταῖς ταῖς τραπέζαις ἐν βαθείᾳ ἑσπέρᾳ. ὡς δὲ σύνηθες ἦν τοῖς παλαιοῖς καθὰ καὶ τοῖς ὕστερον, καὶ πόῤῥω νυκτῶν συμποσιάζειν, οὐκ ἔστιν ἀμφιβαλεῖν. σωφρονέστερον δὲ τοῦ τοιοῦδε συμποσίου, τὸ πρὸ νυκτὸς λύον τὴν τοιαύτην πανήγυριν. ὡς δηλοῖ καὶ τὸ, τοῦ πότου προϊόντος καὶ τῆς ὥρας ὑποσκιαζούσης. Ἔνθα ὅρα τὸ ὑποσκιαζούσης, φιλοσόφως λεχθὲν ἀντὶ τοῦ, ἠρέμα οὔσης νυκτέρου. σκιὰ γὰρ ἐνταῦθα, οὐχʼ ἁπλῶς ἀλλʼ ἡ τὴν νύκτα ὁρίζουσα. εἴγε κατὰ τοὺς σοφοὺς σκιὰ τῆς γῆς ἡ νὺξ ὡς ἐκεῖνοι ἀκριβῶς ἐθεώρησαν. μνηστέον δʼ ἐνταῦθα καὶ περὶ τῆς λοιπῆς ἐν ἡμέρᾳ σκιᾶς, ὡς αἴνιγμα ἐπʼ αὐτῇ παλαιὸν ἐκτέθειται ἀπεναντίας ἔχον οἷς Ὅμηρος ἐποίησεν ἐπὶ τῇ Ἔριδι. αὐτὴ μὲν γὰρ τὰ πρῶτα, ὀλίγη κορυσσομένη κάτω, εἶτα οὐρανία αἴρεται. ὁ δὲ ἐπὶ τῇ σκιᾷ γρῖφος εἶναί τινα φύσιν φησὶν, ἣ παρὰ τὴν γένεσιν καὶ φθίσιν μάλιστα ἐστὶ μεγίστη, ἤγουν περὶ ἀνατολὴν ἡλίου καὶ δύσιν, περὶ δὲ τὴν ἀκμὴν ἐλαχίστη. ὅτε δηλαδὴ κατὰ κάθετον ὁ ἥλιος τοῖς περὶ γῆν σώμασι γίνεται. Μέλας δὲ ἕσπερος εἴρηται, πρὸς ἀντιδιαστολὴν τοῦ ἑσπέρου ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ. Ὅτι ὁ τοῦ Τηλεμάχου θάλαμος ὑψηλὸς δεδόμητο περικαλλέος αὐλῆς περισκέπτῳ ἐν χώρῳ. ὁ δὲ περίσκεπτος χῶρος καὶ περιωπὴ ῥηθείη ἂν καὶ σκοπία καὶ τόπος ἄποπτος. Ὅρα δὲ ὅτι παρὰ μὲν Ὁμήρῳ, θάλαμος καὶ ἀνδρεῖος οἶκος λέγεται. οἱ δὲ μεθʼ Ὅμηρον, τὴν γυναικωνίτην οὕτω καλοῦσιν. Ὅτι πολλὰ φρεσὶ μερμηρίζων, ὅμοιόν ἐστι τῷ, δαίεται ἦτορ. μερίζειν γάρ ἐστι καὶ τὸ δαίεσθαι καὶ τὸ μερμηρίζειν. τούτοις δὲ ὅμοιόν ἐστι ἐν μιᾷ λέξει, τὸ δαΐφρων, ἤτοι δαιόμενος τὰς φρένας τρόπῳ συμβουλῆς. Ὅτι ὁ ποιητὴς μὲν, φησὶν αἰθομένας δαΐδας οἱ δὲ παλαιοὶ, φασὶ καὶ ὅτι δᾲς, ἡ ἐκ δᾴδων λαμπάς. φανὸς δὲ ἡ τῶν κληματίδων. ἣ καὶ πανὸς ἐλέγετο καθὰ ἐν ἄλλοις δεδήλωται. Ὅτι σύνηθες πολλαχοῦ τῷ ποιητῇ, εἴπου πρόσωπόν τι χρησιμεύσειν μέλλει αὐτῷ, συνιστᾶν αὐτὸ καὶ ἐγγράφειν οἷον τῇ ψυχῇ τοῦ ἀκροατοῦ, διὰ τοῦ εἰπεῖν τι διεξοδικώτερον περὶ αὐτοῦ ἰδικῶς. ὅπερ ἐποίησε καὶ ἐπὶ Νέστορος ἐν Ἰλιάδι. καὶ ἐπὶ Κάλχαντος. καὶ ἐπὶ ἄλλων. καὶ ἐνταῦθα δὲ λέγει τὰ κατὰ τὴν δούλην Εὐρύκλειαν, καθάπερ κατωτέρω ῥηθήσεται. καὶ αὐτὴ γὰρ χρησιμωτάτη ἐν τῷ βιβλίῳ τούτῳ ἔσται τῷ ποιητῇ. διὰ τὴν αὐτὴν δὲ αἰτίαν γενεαλογήσει ἀλλαχοῦ καὶ τὸν δοῦλον Εὔμαιον. ἐρεῖ δέ τι ὁμοίως καὶ ἐν τῇ β ῥαψῳδίᾳ διὰ τὸν γέροντα Αἰγύπτιον. Ὅτι ὢψ ὠπὸς ὀξυτόνως ὁ ὀφθαλμός. Ὢψ δὲ κύριον Ὦπος, βαρυτόνως. διὰ τὸ πρὸς τὸν ὀφθαλμὸν ἀσυνέμπτωτον, ἤγουν πρὸς ἀντιδιαστολὴν τοῦ ὀφθαλμοῦ. οἷον. Εὐρύκλειʼ Ὦπος θυγάτηρ. Ὅτι τὴν Εὐρύκλειαν πρωθήβην ἔτι οὖσαν, ὁ Λαέρτης ἐπρίατο. ἐεικοσάβοια δʼ ἔδωκεν. ἶσα δέ μιν κεδνῇ ἀλόχῳ ἐτίμα ἐν μεγάροισιν. εὐνῇ δʼ οὔποτʼ ἔμικτο, τὸν τῆς γυναικὸς φυλασσόμενος χόλον. ὡς εἰ μὴ τοῦτο ἦν, τάχα καὶ αὐτὸ ἐποίησεν ἄν. Ἰστέον δὲ ὅτι Ὁμήρου εἰπόντος, χόλον δʼ ἀλέεινε γυναικὸς, φασὶν οἱ παλαιοὶ τὸν δε σύνδεσμον ἐνταῦθα αἰτιολογικῶς κείμενον, ἰσοδυναμεῖν τῷ γαρ. οἳ καὶ ἀντὶ τοῦ και νοοῦσιν αὐτὸν ἐν τῷ, εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ. ἀντὶ τοῦ, καὶ ἐγέννησε σε θεά. λαμβάνεται δέ φασι καὶ ἀντὶ τῆς εις ἐν τῷ, οἶκονδε φίλην ἐς πατρίδα γαῖαν. οἱ δʼ αὐτοὶ καὶ περὶ τοῦ δη συνδέσμου φασὶν ὅτι μετάβασίν τε σημαίνει, καὶ τὸν και σύνδεσμον, καὶ παραπληροῖ. Ὅρα δὲ ἐνταῦθα ἐποχὴν ἐπιθυμίας διʼ εὐλάβειαν ἔμφρονα. ταῦτα δὲ προεκτίθεται ὁ ποιητὴς, ἵνα πιθανὸν ποιήσῃ τῆς γραὸς δούλης περὶ τοὺς δεσπότας ἄκραν εὔνοιαν. εἰ γὰρ καὶ ἄλλως σπάνιον δοῦλος περὶ τὰ μέγιστα καὶ ἀναγκαιότατα τοῖς δεσπόταις εὐνοῶν ἀλλὰ ἡ Εὐρύκλεια εὔνους ἂν εἴη ὡς εἰκός. ἥτις ἐγήρασεν ἐν οἴκῳ. τιμωμένη μὲν ἄγαν ὑπὸ Λαέρτου. ὃς τύχῃ μὲν, ἐδέσποζεν αὐτῆς. προαιρέσει δὲ, ὡς ἀλόχῳ προσεφέρετο. θρεψαμένη δὲ τὸν Λαερτιάδην Ὀδύσσεια ἐπὶ μαζῷ οἷα παῖδα οἰκεῖον. διακειμένη δὲ φιλίως περὶ τὸν Τηλέμαχον. ἥτις αὐτὸν μάλιστα δμωάων φιλέεσκε καὶ ἔτρεφε τυτθὸν ἐόντα. ὅθεν ἡ τοιαύτη, οὐδʼ ἐν μοίρᾳ κείσεται δούλης. ἀλλʼ ὅσα καὶ μήτηρ, κηδομένη ἔσται τοῦ Ὀδυσσέως καὶ τοῦ Τηλεμάχου. καὶ τῷ τῶν μνηστήρων φόνῳ συμπράξει ὅσα δέον ἐστί. Σημείωσαι δὲ ὅτι εἰ καὶ τοιαύτη ἐστὶν ἡ γραῦς αὐτῆς, ἀλλʼ οὖν ὀψέ ποτε ἀναγωρισθήσεται καὶ αὐτῇ ὁ Ὀδυσσεὺς, καὶ οὐδὲ ἑκών. ἔτι δὲ ὀψαίτερον αὐτῆς, Εὐμαίῳ τῷ δούλῳ ὅταν ἤδη γένηται πρὸς τοῖς ἔργοις. οὐ γὰρ ἁπλῶς πιστευτέον μὴ ὅτι γε δούλοις, ἀλλʼ οὐδὲ ἐλευθέροις δίχα βασάνου πολλῆς καὶ ἀκριβοῦς. Σημείωσαι δὲ καὶ ὅτι οὐχʼ ἁπλῶς ἡ Εὐρύκλεια μάλιστα ἐφίλει τὸν Τηλέμαχον, ἀλλὰ μάλιστα τῶν δουλίδων. καὶ οὐ δή που, μᾶλλον καὶ αὐτῆς τῆς μητρός. Ὅρα δʼ ἐνταῦθα ὅτι Ὀδυσσεὺς μὲν καὶ πρὸ αὐτοῦ ὁ πατὴρ Λαέρτης, γυναικὶ δούλῃ διοικονομούμενα τὰ κατὰ τὸν οἶκον ἔχουσι. τῶν τις δὲ μεθʼ Ὅμηρον παίζων ἀστείως κατὰ βίου γλίσχρου, παράγει παῖδα, οὐδὲ τὸ φαυλότατον ἐπιτρέποντα οὐδʼ αὐτῇ τῇ μητρί. ὄρνιν γάρ φασιν ἕψων Ἀνταγόρας οὐκ ἔφη βαδιεῖσθαι εἰς τὸ βαλανεῖον, μή ποτε οἱ παῖδες τὸν ζωμὸν ἐκροφήσωσιν. εἰπόντος δέ τινος ὡς ἡ μήτηρ τηρήσει, ἔγωγʼ οὖν εἶπε, τῇ μητρὶ ὀρνίθειον ζωμὸν πιστεύσω; Τὸ δὲ πρωθήβην, καινότερον ἐπὶ θηλυκοῦ διὰ τοῦ η δοκεῖ ἔχειν τὴν λήγουσαν. καὶ γὰρ τὸ ἀρσενικὸν, ὁ πρωθήβης, καὶ τὴν γενικὴν ἔχει εἰς ου. τὰ δὲ τοιαῦτα, εἰς ις ἔχει τὸ θηλυκόν. οἷον ὁ δεσπότης τοῦ δεσπότου ἡ δεσπότις. ὁ τοξότης τοῦ τοξότου ἡ τοξότις. οὕτως οὖν ὤφειλεν εἶναι καὶ ἡ πρωθῆβις. ἔοικε δὲ ἢ ὁμοιοφωνεῖν καὶ ὁμοιογραφεῖσθαι Ἀττικῶς τῷ ἀρσενικῷ, ἢ καὶ ἄλλως ὥσπερ ὁ εὐποίητος ἡ εὐποιήτη, ὁ ἀθάνατος ἡ ἀθανάτη, οὕτως ὁ πρώθηβος ἡ πρωθήβη. καὶ ἡ αἰτιατικὴ τὴν πρωθήβην. τὸ δὲ πρώθηβος, ὅμοιον τῷ ἔφηβος. ἄνηβος. ἄκρηβος παρὰ τῷ Θεοκρίτῳ. καὶ ἔξηβος παρὰ Αἰσχύλῳ. ἴσως δὲ οὕτω πως κλίνεται καὶ παρʼ Εὐριπίδῃ τὸ, τῆς πατροφόντου μητρός. καὶ παρʼ Ἡροδότῳ δὲ τὸ, ἐθελοντὴν τὴν Ἰὼ τοῖς Φοίνιξι συνεκπλεῦσαι. ἢ καὶ ὁμοίως κλίνεται τοῖς αὐτῶν ἀρσενικοῖς. ἢ τὴν κλίσιν ἔχει τῆς τιμῆς. Ἐεικοσάβοιον δὲ, ἢ σταθμός τις ὕλης μεταλλικῆς διʼ οὗ εἴκοσι βόας ἦν ὠνήσασθαι ὁποῖόν τι καὶ τὸ τετράβοιον. καὶ δωδεκάβοιον. καὶ ἑκατόμβοιον ὡς καὶ ἐν τῇ Ἰλιάδι εἴρηται. ἢ διάφοροί τινες ὕλαι πραγμάτων, διʼ ὧν καὶ αὐτῶν ἐξωνοῦνται βόες τοσοί δέ τινες. Ἰστέον δὲ ὅτι καινῶς ἐσχημάτισται τὸ ἐεικοσάβοιον. ὤφειλε γὰρ ἐεικοσίβοιον εἶναι, ὡς ἀπὸ τοῦ ἐείκοσι. προείρηται δὲ περὶ αὐτοῦ. ἔχει δὲ πλεονασμὸν τοῦ ε Ἀττικῶς, ὡς πρωτοθέτου ὄντος τοῦ εἴκοσι. τοῦτο δὲ παράγουσί τινες ἀπὸ τοῦ ἰεκάς. ἤτοι δεκὰς ἑκάς. τουτέστι δευτέρα δεκάς. καὶ κατὰ μετάθεσιν καὶ συναίρεσιν, εἰκάς. τοῦ ἰῶτα στοιχείου τὴν δεκάδα δηλοῦντος. ὥσπερ καὶ ἐν τῷ ἁπλῶς καὶ ἐν τῷ ἀμαζὼν, καὶ ἐν ἄλλοις, τὸ α στοιχεῖον ἀντὶ μονάδος λογίζεται. ἁπλοῦν γὰρ, τὸ ἓν πέλον. καὶ ἀμαζὼν, ἡ μονόμαζος. Ὅρα δὲ σεμνῶς ῥηθὲν τὸ, εὐνῇ δʼ οὔποτʼ ἔμικτο. οὗ πρὸς ὁμοιότητα ἔφρασε μεθʼ Ὅμηρον, καὶ ὁ εἰπὼν τὸ μίγνυσθαι, ἐπιπλέκεσθαι. οἷον. Αἰγυπτίαν ὠνησάμενος θεράπαιναν, ἐπεπλέκετο αὐτῇ. πρὸς διαφορὰν δὲ εἴρηται τὸ, εὐνῇ οὔποτʼ ἔμικτο. ἔστι γὰρ καὶ ἄλλως πολυτρόπως μίγνυσθαι. μίγνυται γοῦν στρατεύματα κατὰ ἐπιπλοκὴν μάχιμον. μίγνυται ὕδατα ἐς μίαν μισγάγκειαν. μίγνυνται ἀθληταὶ, Πινδαρικῶς εἰπεῖν, νίκαις. αἱ δὲ τῶν παλαιῶν σοφῶν περιᾳδόμεναι συνουσίαι εἴτουν ὁμιλίαι, καὶ ὁ τοῦ Διὸς ὀαριστὴς ἤγουν ὁμιλητὴς Μίνως, μίξιν ἑτεροίαν σπουδαίαν παραλαλοῦσι. καὶ αὐτὸ δὲ τὸ εὐνῇ μίγνυσθαι, ὁμωνυμίαν ἔχον, μίαν μὲν δηλοῖ μίξιν, τὴν παιδοποιόν. ἑτέραν δὲ ἀλλοίαν, τὴν τῶν συγκοιμωμένων ἔγγιστα κατά τινα βίου περιπέτειαν. ταῖς δὲ σεμνῶς πεφρασμέναις δυσὶν ἐννοίαις τῇ τοῦ εὐνῇ μίγνυσθαι καὶ τῇ τοῦ ἐπιπλέκεσθαι τῇ θεραπαίνῃ, ἀντίκειταί πως τὸ, ἀλλήλοις ἐπανίστασθαι. σεμνῶς μὲν τῇ φράσει προενεχθὲν, δηλοῦν δὲ φαυλοτάτην ἑτεροίαν ἔννοιαν. δῆλον δὲ ὅτι καὶ τὸ συνεῖναι καὶ ἡ συνουσία, εἰς τοιαύτας ὁμωνυμίας σχίζεται. σύνεστι γοῦν τις, γυναικί. καὶ φίλοις δέ. οἱ δὲ σοφοὶ, καὶ τὰς ἐν λόγοις ὁμιλίας συνουσίας φασίν. Ὅτι τῷ Τηλεμάχῳ δᾷδας αἰθομένας ἡ τροφὸς Εὐρύκλεια φέρει εἰς ὕπνον ἰόντι. ὁ δὲ, ἕζετο ἐν λέκτρῳ. μαλακὸν δʼ ἔκδυνε χιτῶνα. ὃν καὶ γραίης πυκιμήδεος ἔμβαλεν ἤτοι ἐνέθετο χερσί. καὶ αὐτὴ μὲν, πύξασα καὶ ἀσκήσασα χιτῶνα, πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖς λεχέεσιν, ἔβη ἐκ θαλάμοιο. θύρην δʼ ἐπέρυσε κορώνη ἀργυρέη. ἐπὶ δὲ, τούτεστιν ὕστερον καὶ ἐπὶ πᾶσι, τὴν κληῖδα ἐτάνυσεν ἱμάντι. ἅπερ ἐπέτεμεν ὁ μεταβολεὺς γοργῶς ἐν τῷ, ἐπισπασαμένη τὴν θύραν καὶ ἐπικλείσασα. Ὁ δὲ, παννύχιος κεκαλυμμένος οἰὸς ἀώτῳ τουτέστιν ἐξ ἐρίων σκεπάσματι, καὶ ἑξῆς. Καὶ σημείωσαι καὶ ἐνταῦθα τὸ τοῦ ἡρωϊκοῦ βίου ἀφελές τε καὶ ἄσκευον. δίχα γὰρ τῆς ἐπιφαινομένης ἀργυρέας κορώνης, ἰδιωτικὰ πάντα τῷ βασιλικῷ ἥρωϊ. αἱ τοῦ κοιτῶνος δᾷδες. ἡ μόνης τῆς γραὸς προπομπὴ καὶ ὑπηρεσία. ὁ τὸν χειτῶνα φέρων πάσσαλος. τὸ καλύπτον αὐτὸν ἐρεοῦν ἄωτον. καὶ αὐτὸς μὲν, οὕτως εὐτελὴς τῇ σκευῇ. τὸν δὲ περὶ αὐτοῦ λόγον, κοσμεῖ παρίσοις ὁ ποιητὴς τῷ, πτύξασα. ἀσκήσασα. ἀγκρεμάσασα. ἀγλαΐζων τῇ φράσει τὸ τοῦ πράγματος ἀφελές. Σημείωσαι δὲ ἐνταῦθα ἐν τῷ, ἔκδυνε χιτῶνα, ὅτι εἰ μὲν χιτών ἐστι τὸ ἐπικάμισον, γυμνὸς ἄρα κατὰ ἔθος ἀρχαῖον κοιμᾶται ὁ Τηλέμαχος. εἰ δὲ καὶ μετὰ τὴν τοῦ χιτῶνος ἀπόδυσιν τυχὸν οὐ γυμνὸς κοιμᾶται, οὐκ ἄρα χιτῶνα νοητέον ἀεὶ τὸ ἐπικάμισον. Γραῖα δὲ, νῦν μὲν τὸ κοινόν. ὁ δὲ μῦθος οἶδε καί τινα δαιμόνια θαλάσσια, γραίας καλούμενα. πλάττων ἐκείνας πολιὰς ἐκ γενετῆς, εἰς αἴνιγμα ὁποῖον καὶ τῇ πολιᾷ θαλάσσῃ ἐμφαίνεται καὶ τῷ γέροντι Νηρεῖ. κοινῆς δὲ φράσεως ἡ γραῖα. ἡ μέντοι γραῦς, Ἀτθίδος γλώσσης ἐστί. λαμβανομένη κατὰ τὴν χρῆσιν τοῦ κωμικοῦ, καὶ ἐπὶ ἀφροῦ ἐπιπολάζοντος χύτρᾳ ζεούσῃ. ἐν δὲ τῷ δειπνοσοφιστῇ κεῖται καὶ γάλακτι ἐφεστηκυῖα τοιαύτη γραῦς. Τὸ δὲ πυκινομήδεος, συγκοπὴν ἔπαθεν ἐκ τοῦ πυκινουμήδεος. οὐ γάρ ἐστιν εἰπεῖν πρὸς ἀκρίβειαν, ὡς ἐκ τοῦ πύκα σύγκειται. Ἀσκῆσαι δὲ, τὸ ἐπιμελείας ἀξιῶσαι, παρὰ τὸ ἀκήσασθαι ἤγουν θεραπεῦσαι, πλεονασμῷ τοῦ σ. ὅθεν καὶ ἄσκησις ἡ τοῦ σώματος θεραπεία ἐν ταῖς τροφαῖς. τοιοῦτοι γὰρ οἱ παρʼ Ἕλλησιν ἀθληταί. σωμάτων ἀσκηταί. κρέασι κατὰ τὸν Ἀλεξάνδρου λόγον ἀνοικοδομοῦντες ἑαυτούς. καὶ ὁ ἀσκησθὴς δὲ, τοιοῦτόν τι ἔοικε δηλοῦν. οἱονεὶ τεθεραπευμένος καὶ ἀβλαβής. Ἐν δὲ τῷ πασσάλῳ ἀγκρεμάσασα, ὅρα ὡς οὐ πάντα τὰ ἐκ πασσάλου διʼ ἀμέλειαν ἀνατίθεται. ἀλλὰ τὰ πλείω, ἐπιμελῶς. ἐνταῦθα τὲ οὖν τοῦτο φαίνεται. καὶ ὅπου δὲ ἡ τοῦ Δημοδόκου φόρμιγξ πασσάλου ἀπῃώρηται. Ἀθήναιος δὲ, καὶ Ἑρμίππου τοῦ κωμικοῦ παράγει τὸ, χία δὲ κύλιξ ὑψοῦ κρέμαται περὶ πασσαλόφιν. περὶ ἧς ὅτε κατενεχθῆ ἐκ τοῦ πασσάλου, παίζει ὁ Φερεκράτης ἐπὶ διαβολῇ γυναικῶν, τὰ ἐν τοῖς ἑξῆς που δηλωθησόμενα. εἰ δὲ Ἡσίοδος οἶδε πηδάλιον ὑπὲρ καπνοῦ τιθέμενον ὡς ἐν ἀπαιωρήσει ἑτεροίᾳ, ῥηθήσεται καὶ περὶ τούτου ἐν τοῖς ἑξῆς. ὡς δὲ ὁ πάσσαλος, πάσσαξ ὑποκοριστικῶς παρὰ τοῖς κωμικευομένοις, οἱ παλαιοὶ παραδιδόασι. Τρητὰ δὲ λέχη πρὸς διαστολὴν τῶν στιβάδων, τὰ τεκτονηθέντα. αἱ γὰρ στιβάδες εἰκαίως πεποιημέναι, οὐδέν τι τοιοῦτον πάσχουσι. Κορώνη δὲ ἀργυρέα, ἢ τὸ κοράκιον, ἢ μᾶλλον κατὰ τοὺς παλαιοὺς, ὁ κρίκος ᾧ ἐστὶ τὴν θύραν ἐπερύσαι. ἤγουν ἑλκύσαι. ἐπισπάσθαι. ὅθεν καὶ ὁ ἐπισπαστὴρ παρὰ Ἡροδότῳ ἐν τῷ, ἐπιλαβόμενοι τῶν ἐπισπαστήρων. ὃς καὶ ῥόπτρον ἐλέγετο. καθὰ δηλοῖ καὶ ὁ εἰπών. ῥόπτρον, ἐπίσπαστρον θύρας. Εἰς δὲ τὸ κορώνη, φασὶν οἱ παλαιοὶ καὶ ταῦτα, κορώνη, τοῦ τόξου τὸ ἄκρον. καὶ θύρας ἐπίσπαστρον. καὶ ὁ κόραξ. καὶ ἡ αἴθυια. καὶ ὁ λάρος. καὶ στεφάνου εἶδος. καὶ γένος ἐμπλοκῆς. καὶ πᾶν τὸ ἐπικεκαμμένον. ὅθεν καὶ κορωνίδες νῆες. Τὸ δὲ κληῖδα ἐτάνυσε, τὴν κλεῖδα παρήγαγεν ἑρμηνεύουσιν, οἱ παλαιοί. Κληῖδα δὲ λέγει, οὐ σκεῦος ἀπὸ σιδήρου, ἀλλὰ μοχλόν. ἐντὸς μὲν τῆς θύρας ἐξημμένον, καὶ ἐπὶ τὰ κάτω καθειμένον, ἤτοι κεχαλασμένον. ἱμάντι δὲ ἔξωθεν σπώμενον καὶ ἀνελκόμενον καὶ ἐπιζυγοῦντα τὴν θύραν. οὕτω δὲ καὶ ἐν Ἰλιάδι κλεῖδα θυρῶν ὠνόμασε, τὸν ἐπιβλῆτα ἤγουν τὸν μοχλὸν καὶ ὀχέα τῶν τοῦ Ἀχιλλέως θυρῶν. ὅτι δὲ ἡ κληῒς ἐκτείνει τὴν παραλήγουσαν. καὶ ὅτι καὶ ἐπὶ νηὸς μέρους ἡ λέξις τίθεται ὅθεν καὶ νῆες πολυκλήιδες, ἐν δὲ Ἰλιάδι δεδήλωται. Ἄωτον δὲ οἰὸς, τὸ ἐξ ἐρίων ὕφασμα. οὐ τὸ ἁπλῶς, ἀλλὰ τὸ ἀνθηρὸν, ἐκ μεταφορᾶς. ἄωτον γὰρ, κυρίως τὸ ἄνθος, παρὰ τὸ ἄω τὸ πνέω, οὗ ἡδύ τι ἀποπνεῖ. ὡς γὰρ εἴδω εἴδωλον κατὰ πρόσληψιν συλλαβῆς, οὕτως ἄω ἄωτον. ἐκ τούτου δὲ, πολλὰ τῶν ἀνθηρῶν πραγμάτων καλοῦνται. οἷον τὸ ἀπὸ λίνου κάλλιστον ἔργον, λίνοιο λεπτὸν ἄωτον λέγεται. ἤγουν λίνου ἀπάνθισμα. καὶ οἰὸς ἄωτον ὁμοίως, τὸ ἐξ ἐρίων ἀπανθισθέν. οὕτω δὲ καὶ ὕπνον ἀωτεῖν ἐν Ἰλιάδι, τὸ ὑπνοῦν ὕπνον ἡδὺν καὶ ἀφρόντιδα καὶ ὡς εἰπεῖν ἀνθηρόν. καί τις δὲ τῶν συγγραφέων, ἄκρον ἄωτον ἐν λογίοις φησὶ, τοὺς ἐν λόγοις οἷον ἀνθοῦντας καὶ Θεόκριτος τοὺς Ἀργοναύτας, θεῖον ἄωτον ἡρώων φησί. Καὶ Πίνδαρος δὲ τὴν μουσικὴν ἐπιστήμην ἤτοι λυρικὴν, μουσικῆς ἄωτον λέγει. καὶ πατέρων δὲ ἄωτον φησί. καὶ ἄλλα τοιαῦτα. Ἰστέον δὲ ὅτι ἐν τοῖς περὶ τοῦ Κύκλωπος λόγοις, ὁ ποιητὴς καὶ αὐτὸ τὸ ἁπλῶς ἔριον, ἄωτον ἐρεῖ. φησὶ γάρ. ἀώτου θεσπεσίοιο εἰχόμην. καὶ τοῦτο, εὐλόγως. ἔστι γὰρ τὸ ἔριον, δέρματος οἷον ἄνθος. οἱ δὲ εἰπόντες ἄωτον παρὰ στέρησιν τοῦ ὠτὸς οἱονεὶ τὸ μὴ ἀκουόμενον διʼ ἁπαλότητα ἐν τῷ πίπτειν, καινὸν μέν τι φασί. δοκοῦσι δὲ ὑπαχθῆναί ποθεν. εὕρηται γὰρ ἐν λεξικῷ παλαιῷ ἐκφερομένῳ κατὰ στοιχεῖον, ὅτι ἄωτοι οἱ νεκροί. ὅπερ εἴληπται ἐκ τοῦ, κωφὴν δὴ γαῖαν ἀεικίζεις. ἐκεῖ δὲ κεῖται καὶ ὅτι ἀωτεύειν, τὸ ὑφαίνειν καὶ ὑπνοῦν. τοῦτο μὲν ἐκ τοῦ, πάννυχον ὕπνον ἀωτεῖς. ἐκεῖνο δὲ, ἐκ τοῦ ὑφαινομένου ἀώτου, ἐρίου δηλαδὴ ἢ λίνου. ἐν δὲ τοῖς τοῦ Ἀθηναίου εὕρηται καὶ ποτήριον ἄωτον, ἤτοι τὸ οὖς οὐκ ἔχον. Ὅτι τὸ βουλεύεσθαι, ὁ ποιητὴς ἔν τε τῇ Ἰλιάδι καὶ Ὀδυσσείᾳ κατὰ ἐνεργητικὴν προάγει φωνὴν. ἔν τε τῷ, βουλὰς βουλεύει. καὶ, βούλευε φρεσί. καὶ ἐν ἄλλοις πολλοῖς. ὁμοίως δὲ καὶ τὸ συμβουλεύειν, κατὰ φωνὴν δραστικὴν ἤτοι ἐνεργητικὴν οἱ παλαιοὶ τῶν ῥητόρων προάγουσιν. ὕστερον δὲ, τὸ παθητικὸν ἐπεπόλασεν. οὕτω δὲ καὶ τὸ σέβεσθαι καὶ μεταχειρίζεσθαι καὶ δρέπεσθαι, οἱ παλαιοὶ ἐνεργητικῶς προέφερον. φησὶ γοῦν Σοφοκλῆς. μαθησόμεθα δʼ Ἀτρείδας σέβειν. καὶ Ἡρόδοτος, δρέπειν φησί. καὶ λόγον δώσεις ὧν μετεχείρισας χρημάτων. Σημείωσαι δʼ ἐν τούτοις, καὶ ὅτι οὐδὲ ὁ ὕπνος τῷ σπουδαίῳ ἀνδρὶ ἄφροντις. Τηλέμαχος γοῦν, παννύχιος βούλευε φρεσὶν ἃ ὑπέθετο αὐτῷ ἡ Ἀθηνᾶ. ἐκεῖνο φρονῶν καὶ αὐτὸς, ὡς οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Β. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.
Συναγαγὼν ἐκκλησίαν Τηλέμαχος, παραγγέλλει τοῖς μνηστῆρσιν ἐξιέναι τῆς οἰκίας τοῦ Ὀδυσσέως. καὶ λαβὼν παρὰ μὲν Εὐρυκλείας τὰ πρὸς τὴν ἀποδημίαν ἐπιτήδεια, παρὰ δὲ τῆς Ἀθηνᾶς ἑταίρους τε καὶ ναῦν, εἰς πλοῦν ἀνάγεται ἡλίου δύναντος. ΟΔΥΣΣΕΙΑΣ Β. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.
Ὅτι τῆς β ῥαψῳδίας ἐπιγραφὴ, αὕτη. Ἰθακησίων ἐκκλησία καὶ Τηλεμάχου. Ὅτι ὅτε μέν που κροκόπεπλον ἠῶ τουτέστι πρωΐαν λέγει ὁ ποιητὴς, διὰ τοῦ κρόκου, τὸ πολὺ μὲν τῆς νυκτὸς ὀλίγον δὲ τοῦ φωτὸς αἰνίττεται. ἡ μέντοι ῥοδοδάκτυλος Ἠὼς ἤγουν πρωΐα, τὸ πλεῖον μὲν τῆς ἡμέρας ἔλαττον δὲ τῆς νυκτὸς ὑποδηλοῖ. ὡς πάσης Ἠοῦς προηγεῖσθαι μὲν τὴν κροκόπεπλον, μετʼ αὐτὴν δὲ εἶναι τὴν ῥοδοδάκτυλον. ἄλλως δέ γε μυθικῶς καὶ κατὰ σῶμα, κροκόπεπλον μὲν, ἡ κρόκεον ἤτοι κιῤῥὸν πέπλον φοροῦσα, ῥοδοδάκτυλος δὲ, ἧς οἱ δάκτυλοι ῥόδεοι ὡς ῥόδοις ἐοικότες. αἵματος φυσικοῦ χυμῷ καλῷ ἐρευθόμενοι. καθὰ καὶ ἡ Σαπφὼ τοὺς τῶν μυθικῶν χαρίτων πήχεις γυμνοῦσα, ῥόδοις εἰκάζει. ὡς εἶναι αὐτὰς ῥοδοπήχεις. εἶεν δὲ ἂν Ἠοῦς δάκτυλοι κατὰ ἀλληγορίαν, αἱ τοῦ ἡλίου ἀκτῖνες. ὃς καὶ ἑκατόγχειρ ἀλληγορικῶς ἐν Ἰλιάδι ἐῤῥέθη. ὅπου δὲ χεῖρες, οὐκ ἀπεοικῶς ἐκεῖ καὶ δακτύλους τὴν ἀλληγορίαν προσφύειν. ὡς καὶ αὐτὸ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δηλοῦται. καὶ τοιαῦτα μὲν ἡ κροκόπεπλος καὶ ἡ ῥοδοδάκτυλος. ἡ δὲ ἠριγένεια Ἠὼς, ἔστιν οἱονεὶ ἠεριγένεια. ἤγουν ὑπὸ ἠέρος γεννωμένη. ἀὴρ γὰρ πεφωτισμένος ἡ ἡμέρα. ὁ δὲ πλείων λόγος καὶ καθωμιλημένος, ἠριγένειαν λέγει, τὴν ἐν τῷ ἦρι ἤτοι τῷ ὄρθρῳ γεννωμένην. ὡς γὰρ τὸν ἡμερινὸν ἁπλῶς Ἀπόλλωνα εἴτουν Ἥλιον ἡ Λητὼ γεννᾷ τουτέστιν ἡ νὺξ ὡς καὶ Σοφοκλῆς ἐν Τραχινίαις ἀλληγορεῖ, οὕτω καὶ τὴν τῆς ἡμέρας ἀρχὴν, ὁ τὴν νύκτα περατῶν ὄρθρος ποιεῖ. δύναται μὲν οὖν Ἠριγένεια ῥηθῆναι καὶ ἡ τὸν ὄρθρον γεννῶσα. μάλιστα δὲ, παθητικὸς ὁ τῆς λέξεως ταύτης σχηματισμὸς, ὡς ἡ Ἰφιγένεια δηλοῖ καὶ ἡ Τριτογένεια. αἱ γεννηθεῖσαι δηλαδὴ ἡ μὲν, ἀπὸ ἰσχυροῦ καὶ βασιλικοῦ γένους. ἡ δὲ ἀπὸ τριτοῦς ὅ ἐστι κεφαλῆς. ἦρ δὲ ὁ ὄρθρος λέγεται, ἢ ἀπὸ τοῦ αἴρω, τότε γὰρ αἰρόμεθα καὶ εἰς ἔργον ὀρθούμεθα ὅθεν καὶ ὄρθρος ἡ τοιαύτη ὥρα λέγεται. ἢ μάλιστα παρὰ τοῦ ἔαρ, πρὸς ὃ ἀναλογίαν σώζει ὁ ὄρθρος. μικρὸς γάρ τις ἐνιαυτὸς ἡ ἡμέρα. ἧς οἷα μὲν ἔαρ, ἡ πρωΐα, διὰ τὸ τηνικαῦτα εὔκρατον. θέρος δὲ οἷον, τὸ τῆς ἡμέρας μέσον. φθινοπώρῳ δὲ τὰ περὶ δείλην ἔοικε. χειμῶνος δὲ δίκην, σκυθρωπάζει τὰ πρὸς ἑσπέραν καὶ ἐπέκεινα. ἡ δὲ χρῆσις τοῦ ἦρ ἤτοι ὄρθρος, καὶ ἀλλαχοῦ μὲν, καὶ ἐν τῇ υ δὲ τῆς Ὀδυσσείας. Δῆλον δὲ ὅτι τὲ πρωΐας ἐπίθετα ὡς καὶ ἐνταῦθα καὶ ἡ ἠριγένεια καὶ ἡ ῥοδοδάκτυλος καθὰ καὶ ἡ κροκόπεπλος, καὶ ὅτι ἑξαχῶς λέγεται ἡ ἠώς. καὶ γὰρ, ἡ πρωΐα. καὶ αὖθις, τὸ ἐξ αὐτῆς μέχρι μέσης ἡμέρας. καὶ πάλιν, τὸ ἐκ πρωΐας ἕως ἑσπέρας. καὶ τὸ πρωΐθεν δὲ, ἕως ἑτέρας πρωΐας, ὅ ἐστι νυχθήμερον. λέγεται δὲ ἠὼς, καὶ ἡ ἀνατολή. ἔτι δὲ, καὶ ἡ σωματοειδὴς θεά. ἣν ὁ μῦθος ἔποχον ἅρματι ἢ κελητίζουσαν ἐπὶ τοῦ Πηγάσου, ἔτι δὲ καὶ λαμπαδηφόρον, πλάττει. καὶ ταῦτα μὲν ἓξ τῆς ἠοῦς σημαινόμενα. ὧν πάντων αἱ χρήσεις παρὰ τῷ ποιητῇ. ὅτε δὲ εἴπῃ ἐν τῇ ρ ῥαψῳδία δείελον ἦμαρ ὁ ποιητὴς, δίδωσι νοεῖν ὅτι καθάπερ ἡ πρωΐα ἠὼς λέγεται, οὕτω καὶ τὸ δειλινόν. ὡς εἶναι σὺν τούτῳ, ἑπτὰ σημαινόμενα τῆς ἠοῦς. Ὅτι δὲ κανονικῶς ὀξύνεται ἡ Ἠὼς, δηλοῖ ὁ γράψας ὡς τῶν εἰς ως τὰ μὲν ὑπὲρ μίαν συλλαβὴν, βαρύνεται. τῶν δὲ μονοσυλλάβων, ἓν ὀξύνεται, μένον καὶ ἄκλιτον, ἡ δὼς, ὅ ἔστιν ἡ δωρέα. τὰ δʼ ἄλλα, περισπῶνται καὶ κλίνονται. Κρῶς πόλις. Τλῶς ὁμοίως. Κῶς νῆσος καὶ πόλις. Ὅτι τὸ, εἵματα ἑσσάμενος, τρόπος ἐτυμολογίας ἐστίν. ἀπὸ τοῦ ἕω γὰρ τὸ εἷμα γίνεται, ἀπὸ δʼ αὐτοῦ, τὸ ἱμάτιον. γράφεται δὲ διὰ διφθόγγου τὸ εἷμα, ἢ ἀπὸ τοῦ ἕμα προσλήψει τοῦ ἰῶτα, ἢ ὡς φυλάξαν τὴν τοῦ πρωτοτύπου παρακειμένου αὔξησιν. ὃ καὶ ἡ ἐγρήγορσις ἔχει. καὶ ἡ πεποίθησις. καὶ ἡ ὀπωπή. καὶ ἡ ἀντιπεπόνθησις. Ὅρα δὲ ὅτι ἐν ἄλλοις πλατύτερον φράσας ὁ ποιητὴς τὴν τῶν ἡρώων ἐξ ὕπνου ἔγερσιν. οἷον, μαλακὸν ἔνδυνε χιτῶνα, περὶ δὲ μέγα βάλλετο φᾶρος. καὶ ἑξῆς. ἐνταῦθα ἐπὶ Τηλεμάχου, γοργότατα ἔφη ἐν δυσὶ λέξεσιν. ὄρνυτο ἐξ εὐνῆς εἵματα ἑσσάμενος. Σημείωσαι δὲ ὅτι ἐνταῦθα μὲν ἁπλῶς εἷμα ἔφη ὁ ποιητὴς. ὅτε δὲ μέγα φᾶρος εἴπῃ, παροιμίαν ποιεῖ τὴν λέγουσαν, ἐπὶ χεῖρας φέρειν, ἤγουν ἔνδοξον εἶναι. ὡς ἀπὸ τῶν μεγάλα φασὶν ἱμάτια ἐχόντων ὡς μείζονα εἶναι τὴν ἐπιβολήν. Κρατῖνος. εὐπρόσωπος ἦσθʼ ὀνόματος οὐδὲν ἐπὶ χεῖρας φέρων, ἤγουν οὐ μέγα ἔχων ὄνομα. οὐδὲ φαινόμενος κατὰ τοὺς οὕτω μεγαλοείμονας ὡς καὶ ἐπὶ χειρῶν φέρειν τὰς ᾤας. Ὅτι λιπαροὺς πόδας ὥσπερ ἑτέρων τινῶν ἀλλαχοῦ, οὕτω κἀνταῦθα τοὺς τοῦ γυμναστικοῦ Τηλεμάχου καὶ τρυφεροῦ λέγει. οὗ τὸ ἀνάπαλιν, πόδες νήλιποι, οἱ αὐχμηροὶ καὶ ἀλιπεῖς. Ἰστέον δὲ ὅτι κατά τινα ὁμοιότητα τῶν ἐκ τρυφῆς λιπαρῶν ποδῶν, λέγονται παρὰ τοῖς παλαιοῖς ἀρχολίπαροι οὐ μόνον οἱ λιπαροῦντες ἵνα ἄρξωσιν, ἀλλὰ καὶ οἱ λιπαινόμενοι ἐκ τοῦ ἄρχειν. Ὅτι εὐμεγέθους καὶ θεοειδοῦς ἀνδρὸς δηλωτικὸν τὸ, βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην, τουτέστιν ἄντικρυς. Ὅτι ὡς ἐν Ἰλιάδι, οὕτω κἀνταῦθα κελευσθέντες κήρυκες λιγύφθογγοι κηρύσσειν ἀγορὴν δεκαρηκομόωντας Ἀχαιοὺς, οἱ μὲν, ἐκήρυσσον, οἱ δὲ, ἠγείροντο μάλʼ ὦκα διʼ εὐπειθείαν. εἰπὼν δὲ καὶ ὅτι ἤγερθεν οἱ Ἀχαιοὶ, ἑρμηνεύει αὐτὸ ὡς καὶ ἐν τῇ Ἰλιάδι, διὰ τοῦ, ὁμηγερέες τʼ ἐγένοντο. Ἰστέον δʼ ὅτι ἀγορὰ ἐν τούτοις, ὁ τόπος εἰς ὃν ἀγείρονται ὁ λαός. καὶ γίνεται ἡ λέξις ἐκ τοῦ ἀγείρω. ἐξ αὐτῆς δὲ, οὐ μόνον ἀγύρτης κατὰ τοὺς παλαιοὺς, ὁ ἀγείρων ὄχλον καὶ ἀπατεὼν καὶ ἀλαζὼν, καὶ ὄνομα δὲ βόλου κυβευτικοῦ, ἀλλὰ καὶ ἄγυρις. αἰολίζουσα οὐ μόνον τῇ τροπῇ τοῦ ο εἰς υ, ἀλλὰ καὶ τῷ τόνῳ. ὡς γὰρ ἑορτὴ ἕροτις Αἰολικῶς. οὕτω καὶ ἀγορὰ ἄγυρις. ἐξ οὗ καὶ ὁμήγυρις. ἦν δέ φασι καὶ ἀγορὰ Κερκώπων Ἀθήνῃσι πλησίον Ἠλιαίας, ἔνθα τὰ κλοπιμαῖα ἐπωλοῦντο, τοιοῦτοι γὰρ καὶ οἱ κέρκωπες περιᾴδονται. κλέπται δηλαδὴ καὶ πανοῦργοι. λέγεται δὲ κατὰ Αἴλιον Διονύσιον Ἁλικαρνασέα, ἀγείρειν, καὶ τὸ περιέναι καὶ περινοστεῖν ἐπὶ νίκῃ ἢ ἑτέρῳ τινί φησι τοιούτῳ. ὅθεν ἴσως καὶ ὁ ἀγύρτης. Πλάτων δὲ ἐν πολιτικοῖς, καὶ τὴν ἄθροισιν, ἀγυρμόν φησιν. εἰπὼν συναγυρμὸν φρονήσεως. ὅτι δὲ οἱ Αἰολεῖς τὸ ο εἰς υ τρέπουσι, μυριαχόθεν δῆλον. οὐ μὴν δὲ, ἀλλὰ καὶ ἀπὸ τοῦ ῥοφεῖν. ὃ ῥυφεῖν λέγουσιν Ἴωνες καὶ Δωριεῖς, κατὰ τοὺς παλαιούς. Αἴλιος δὲ Διονύσιος, ῥόφειν φησὶ λέγεσθαι ὡς γράφειν. καὶ ῥόφουσιν ὡς γράφουσιν. Ὅτι ὁ Τηλέμαχος εἰς ἀγορὰν ἰὼν, ξίφος ὀξὺ θέτʼ ὤμῳ, παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος. τούτων δὲ τὸ πρῶτον καὶ Ἀγαμέμνων ἐν Ἰλιάδι ποιεῖ κατὰ ἔθος ἀρχαῖον. καθʼ ὃ καὶ Ἀχιλλεὺς ἐκεῖ ξίφος φορεῖ ἐν τῇ α ῥαψῳδία δημογορῶν. εἰ καὶ ὕστερον ἐξεκόπη ἀναγκαίως τὸ ἔθος, ὡς καὶ ἡ κατὰ τὸν Ζάλευκον ἱστορία δηλοῖ. Τὴν δὲ δορυφορίαν φόβῳ τῶν μνηστήρων ἔοικε ποιεῖν ὁ Τηλέμαχος. οὐ γὰρ δή πουθεν ἀντὶ σκήπτρου τὸ δόρυ φέρει καθά τις ἐν Ἰλιάδι ποιεῖ. σκῆπτρον γὰρ, ἐν τοῖς ἑξῆς λήψεται ἀπὸ κήρυκος. εἰ δὲ καὶ οἱ μνηστῆρες ἢ καί τινες ἕτεροι ἐξιφηφόρουν ἐν ταῖς ἀγοραῖς, σιωπᾷ Ὅμηρος. εἰκὸς δὲ οὕτω γίνεσθαι. καὶ τοιαῦτα μὲν ταῦτα. ὁ δὲ Τηλέμαχος, οὐ μόνος φησὶ προῄει, ἀλλʼ ἅμα τούτῳ, κύνες πόδας ἀργοὶ ἕποντο. οὐ μόνον ὅτι φιλακόλουθον τὸ ζῷον, καὶ μάλιστα ἐπὶ δεσπόταις, ἀλλὰ καὶ ὅτι οὐκ ἔχει ὁ εὐγενὴς νεανίας ἑτεροίους ἀκολούθους διὰ τὴν τῶν μνηστήρων ἐπιβουλὴν, διʼ ἣν μεμόνωται. καὶ ἔχει καταιδέσειν οὕτω τοὺς ἐν Ἰθάκῃ ὁ νέος. εἴγε κύνες μὲν οὐκ ἀφίστανται τοῦ δεσπότου. αὐτοὶ δὲ, τοῦ βασιλέως Ὀδυσσέως ἐπελάθοντο ὃς καθʼ Ὅμηρον ἐν αὐτοῖς βασιλεύων, πατὴρ ὣς ἤπιος ἦν. ἔτι ἀκολουθοῦσι τῷ Τηλεμάχῳ κύνες, καὶ διὰ τὸ ἀγροικικώτερον τοῦ ἡρωϊκοῦ βίου. καὶ ὡς κυνηγῷ δὲ, καθʼ ὁμοίαν τῷ πατρὶ ἐπιτήδευσιν τῷ καὶ περὶ τὸν Ἄργον κύνα ἐσπουδακότι ὡς ἐν τοῖς μετὰ ταῦτα φανήσεται. καὶ ᾧ σύμβολον σώματος εἰς ἀναγνωρισμὸν, ἡ ἀπὸ τοῦ κυνηγεσίου οὐλή. οὗ Ὀδυσσέως, καὶ ἐν τῇ χλανίδι παρὰ προτέροις ποσὶ, κύων εἶχε ποικίλον ἑλλόν. ἄδηλον δὲ εἴτε θηρευτικοὶ οἱ ῥηθέντες κύνες καὶ διὰ τοῦτο πόδας ἀργοὶ ὅ ἐστι ταχεῖς, εἴτε τραπεζῆες οὓς ἀγλαΐης ἕνεκεν κομέουσιν ἄνακτες, οἵους καὶ Ἀχιλλεὺς ἐν Ἰλιάδι ἔτρεφεν. οἳ πόδας ἂν ἀργοὶ λέγοιντο, ἀντὶ τοῦ, νωθροὶ καὶ οὐ ταχεῖς κατὰ τοὺς θηρατικούς. ὅτι δὲ δύνανταί ποτε πόδας ἀργοὶ κύνες λέγεσθαι καὶ οἱ λευκόποδες, δηλοῖ καὶ τὸ ἐν Ἀθήναις Κυνόσαργες χωρίον, οὕτω κληθὲν ἀπὸ κυνὸς λευκοῦ θῦμά τι ἀφαρπάσαντος καὶ ἐκδραμόντος ἐκεῖ. ὅθεν, οὐδὲ ἀνόσιον πρόσρημα τὸ, ἐς Κυνόσαργες. ἀλλʼ ἶσον τῷ, ἐς κόρακας. ὅτι δὲ εὐθεῖα τὸ Κυνόσαργες, δῆλον ἐκ τῆς δοτικῆς. ἐν Κυνοσάργει γὰρ εὕρηται. ἐκ δὲ τοῦ, πόδας ἀργοὶ, καὶ οἱ ἀργίποδες σύγκεινται ἐπὶ ποδῶν λευκότητος. παρὰ δὲ τὸ ἀργὸν, οὐ μόνον ὁ ἐναργὴς γίνεται, καὶ ὁ λέπαργος βοῦς ἤτοι ὁ λαπάρας ἔχων λευκὰς, ἀλλὰ καὶ λέπαργός φασιν ἡ χιὼν παρὰ τὸ λευκαίνειν τὸ λέπας. καὶ ἄργεμος, νόος ὀμμάτων. ἀφʼ οὗ ἄργεμα κατὰ Δίδυμον, τὰ ἐπὶ ὀφθαλμῶν λευκώματα. ὧν μνήμη τῷ Αἰσχύλῳ ἐν τῷ, πρόσθεν ὄντʼ ἐπάργεμα. ἐκεῖθεν, καὶ ἀργᾶντες ταῦροι παρὰ Πινδάρῳ καὶ ἀργαίνειν, τὸ λευκαίνειν παρʼ Εὐριπίδῃ ἐν Ἀλκμαίωνι. καὶ ταῦρος ἀργιμήτης ἤγουν λευκός φασι παρὰ Φρυνίχῳ, ὁ διακομίσας τὴν Εὐρώπην. Σημείωσαι δὲ ὅτι ἔχει τι πάθος ὁ περὶ τῶν κυνῶν λόγος ἐνταῦθα τῷ ποιητῇ, εἴγε Πηνελόπη μὲν, ἔρχεται οὐκ οἴη ἅμα τῇ γε καὶ ἀμφίπολοι δύο. Τηλέμαχος δὲ οὐκ οἶος ἀλλʼ ἅμα τῷ γε κύνες οὐ μὴν οἰκέται ἢ ἑταῖροι τινές. Ἐν τούτοις δὲ ὅρα καὶ ὅτι ἀρετὴ κἀνταῦθα κηρύκων, τὸ λιγύφθογγον. οἳ καὶ παρὰ τὸ γαρύειν καὶ τὴν γῆρυν ἐτυμολογοῦνται. καὶ ὅτι ἐπιμονὴν ποιεῖ τὸ, κηρύκεσσι καὶ κηρύσσειν καὶ ἐκήρυσσον, διὰ τὸ τῆς λέξεως καίριον. Ὅτι θεσπίην ἄρα τῷ Τηλεμάχῳ χάριν κατέχευεν Ἀθήνη εἰς ἀγορὰν ἰόντι. τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο, τουτέστιν ἐθαύμαζον. οὐ μόνον τῆς ἔξω χάριτος, ἀλλὰ καὶ τῆς συνέσεως ἣν Ὅμηρος αἰνίττεται διὰ τῆς Ἀθηνᾶς, ἐλθὼν δέ φησιν, ἕζετο ἐν πατρὸς θώκῳ. εἶξαν δὲ γέροντες, διὰ τὸ τῆς βασιλείας δηλονότι γεραρὸν πρεσβεῖον. ἄλλως γὰρ, οἱ νέοι τοῖς πρεσβυτέροις ὑπανίστανται ὡς πολλαχοῦ δηλοῦται. Ὅρα δὲ τὸ κατέχευεν, ἀντὶ τοῦ, διὰ παντὸς τοῦ σώματος περιήγαγε, καὶ ἔστι καιριωτάτη ἡ λέξις ὡς ἐπὶ ὑγροῦ περικεχυμένου ῥηθεῖσα, διὰ τὸ χαρίεν τῆς τοῦ νέου ἐπιφανείας. Ὅρα δὲ καὶ ὡς δὶς εἶπε τὸ ἄρα, ἐν δυσὶ στίχων ἀρχαῖς. Σημείωσαι δὲ καὶ ὅτι καὶ ἄλλως θηητὸς ὁ νεανίας ἔδοξεν. ἐπειδὴ οὐδέ ποτε ἀγορὴ ἐγένετο ἐν Ἰθάκῃ οὔτε θόωκος ἐξ οὗ Ὀδυσσεὺς εἰς Τροίαν ἔπλευσεν. ὅθεν θαυμάζεται ὁ μετὰ τοσούτους ἐνιαυτοὺς ἄρτι καθίζων ἀγοράν. Τοῦ δὲ θηεῦντο, θέμα, θηέω. ἐξ οὗ τὸ θηητόν. πρόεστι δὲ τοῦ θηέω, τὸ θεῶ ἤγουν βλέπω. θέα γὰρ ἐμβιβάζει τῇ ψυχῆ ὡς τὸ θάμβος, οὕτω καὶ τὸ θαῦμα καὶ τὸ θηεῖσθαι. εἰ δὲ ἐχρῆν ἐκ τοῦ θεῶ, προσλήψει τοῦ ἰῶτα γενέσθαι θειῶ τὸ θαυμάζω, ἀλλʼ ἐπεὶ προκατελήφθη ἡ τοιαύτη γραφὴ ἐν τῷ θειῶ τὸ θυμιάζω οὗ χρῆσις ἐν τοῖς μετὰ ταῦτα, ἐτράπη τὸ ε τοῦ θεῶ πρὸς διαστολὴν, εἰς ἦτα. καὶ οὕτω πεποίηται τὸ, θηῶ θηήσω. Ὅτι κατάρχει τῆς νῦν δημηγορίας Αἰγύπτιος ἀνὴρ, οὕτω κατὰ κυριωνυμίαν καλούμενος ἐξ ἐθνικῆς λέξεως ὡς καὶ προδεδήλωται. ὃς δὴ γήραϊ κυφὸς ἔην. Καὶ μυρία ᾔδη, τουτέστιν ἠπίστατο. Καὶ ὅρα κἀνταῦθα ὅτι πολυπειρία εἴτουν μυρία εἴδησις τῇ τῶν γερόντων ἡλικίᾳ παρέπεται. Ἰστέον δὲ ὅτι εὕρηται καὶ ἐν Ἰλιάδι κύριον, ἀνὴρ Ἴμβριος ὁμωνύμως τῷ τῆς Ἴμβρου τοπικῷ. καὶ ἔστιν ὅμοιον πρὸς τὸ Αἰγύπτιος κύριον. εἴη δʼ ἂν τοιοῦτόν τι καὶ ὁ ἐκ Τροίας Πριαμίδης Πολίτης. τὸ δὲ τὸν ὑπέργηρων, καὶ πολύνουν εἶναι, ἀπαιτεῖ πάντως ὁ κατὰ φύσιν ὀρθὸς λόγος, ὡς ὅγε ἑτεροῖος γέρων, ἀκούσοι ἄν ποθεν τὸ, μὴ ʼφευρεθῇς ἄνους τὲ καὶ γέρων ἅμα. Σημείωσαι δὲ καὶ ὅτι λόγιος ὢν ὁ ποιητὴς καὶ εἰδὼς ὡς κατάρξαι λόγου τὸν νεωτέρον παρὰ τοῖς εὖ εἰδόσι δυσχερὲς, προλογίζοντα ποιεῖ τὸν γέροντα Αἰγύπτιον, καὶ ἐρωτῶντα. εἶτα τὸν Τηλέμαχον, δεύτερον εἰς λόγους ἥκοντα καὶ λαλοῦντα πρὸς τὸ ἐρωτηθέν. ῥᾷον γὰρ τοῦτο ἤπερ τὸ πρωτολογεῖν. τοιοῦτον δέ τι ποιήσει καὶ ἐν τῇ γάμμα ῥαψῳδίᾳ. ἔνθα τοῦ Νέστορος ἐρωτήσαντος, ἀρχὴν τοῦ λέγειν λαβὼν, ἀπολογήσεται ὁ Τηλέμαχος. Τὸ δὲ γήραϊ κυφὸς, πρὸς διαστολὴν εἴρηται τοῦ γυροῦ. ἐκεῖνος γὰρ, φύσει τοιοῦτος. ὡς τὸ, γυρὸς ἔην ὤμοισιν, Ἰστέον δὲ ὅτι τὲ τὸ μυρία εἰδέναι διὰ γέρως πολυπειρίαν, οὐκ ἀεὶ ἐπαινεῖται, διότι ἐπί τινων, φυσᾷ καὶ ἐπαίρει φρένας. ὅθεν τυφογέροντες οἱ τοιοῦτοι καὶ τῦφοι καὶ τυφεδανοὶ σκώπτονται. εἰ καὶ ἄλλως τὰ τοιαῦτα συμβιβάζονται διὰ τὸ δεῖν εἶναι ἤδη τύφεσθαι τοὺς τοιούτους, ἤγουν καίεσθαι νεκρικῶς. ὅθεν καὶ τυμβογέροντες οἱ αὐτοὶ καὶ σορόπληκτοι καὶ σοροπλῆγες. καὶ ὅτι ἐκ τοῦ κυφὸς οὗ πρωτότυπος ὁ κέκυφα παρακείμενος, λέγεται σκωπτικῶς κατὰ συγγένειαν τοῦ φ πρὸς τὸ β, κυβάλης ὁ ὡσπερεὶ κυφὸς, ἐκ τοῦ κατακύπτειν συχνῶς. ὃν καὶ ἡμίανδρον καὶ ἡμιγύναικα καὶ σποδόρχην ἐβλασφήμουν. ἐκ τοῦ αὐτοῦ δέ φασι κυφοῦ, καὶ Κυβήβα διὰ τοῦ α ἢ Κυβήβη διὰ τοῦ η, ἡ Ῥέα. ᾗ φασιν ὁ κατεχόμενος ἢ καὶ ἄλλῳ δαίμονι καταχρηστικῶς, κύβηβος ἐλέγετο. ὁ και σάβος καὶ σαβάζιος καὶ βάκχος καὶ βαβάκτης καὶ βάβαξ καὶ ἐμμανὴς καὶ φλεδών. ὡς δὲ ἐκ τοῦ κυφὸς γίνεται καὶ ὁ κύβος, δηλοῦσιν οἱ παλαιοί. καὶ οὕτω μὲν τάδε. Περὶ δὲ τοῦ ᾔδη ὅ ἐστιν ἠπίστατο, ἐν Ἰλιάδι γέγραπται ἱκανῶς. Ὅτι αἰτίαν πιθανὴν τοῦ πρωτολογῆσαι τὸν Αἰγύπτιον προβάλλεται ὁ ποιητὴς, τὴν τοῦ παιδὸς Ἀντίφου μνήμην. οὗ συστρατευσαμένου τῷ Ὀδυσσεῖ καὶ ἀπολωλότος μνησάμενος ὁ πατὴρ, λαλεῖ τὰ εἰκότα. Ὅτι εὔπωλον ὡς καὶ ἐν Ἰλιάδι τὴν Τροίαν λέγει, ἢ ἀντὶ τοῦ εὔζῳον. ἢ εὔιππον ὡς ἀπὸ μέρους. ἢ τὴν εὔγεων καὶ εὐβωλοστρόφητον. ἢ τὴν εὖ περιπολουμένην, κατὰ ἔκτασιν τοῦ ο. ἤτοι τὴν εὐδαίμονα καὶ εὐοίκητον. Ὅτι τρεῖς τῷ Αἰγυπτίῳ ἐγένοντο παῖδες. ὧν ὁ μὲν, μνηστῆρσιν ὡμίλει, ὁ Εὐρύνομος. μείζω τοῦ γένους φρονῶν. δύο δὲ, αἰὲν ἔχον πατρώϊα ἔργα, τὴν κατʼ αὐτοὺς ὅ φασιν ἑλῶντες. καὶ αὐτὸς οὐχʼ οὕτω τοῖς περιοῦσι παισὶν ἔχαιρεν, ὅσον ἐπὶ Ἀντίφῳ ἤχθετο. ὃν συστρατευσάμενον Ὀδυσσεῖ, ἄγριος ἔκτανε Κύκλωψ. πύματον δʼ ὡπλίσατο ἤγουν ἐσκεύασε δόρπον. Καὶ ὅρα ὅτι οὐ ποσότης παίδων ἁπλῶς εὐφραίνει πατέρα, ποιότης δὲ ἀγαθή. εἴγε καὶ ὁ Αἰγύπτιος οὐκ ἀγαπᾷ τρεῖς ἔχων, ἀλλὰ ποθεῖ καὶ τὸν ἕνα τὸν αἰχμητὴν Ἄντιφον. καὶ οὐ λήθεται ὀδυρόμενος καὶ ἀχεύων. Ὅρα δὲ τὸ αἰὲν, τὸ συνεχὲς δηλοῦν τῆς τῶν παίδων τοῦ Αἰγυπτίου σπουδῆς ἐπὶ τοῖς πατρῴοις ἔργοις. ἅπερ ὁ ποιητής τίνα ἦν, οὐκ ἐπεξειργάσατο, οἷα μὴ θέλων τοῖς περιττοῖς ἐμφιλοχωρεῖν. ὅτι δὲ τὰς πατρῴας οἱ παῖδες ἐξεδέχοντο τέχνας ὡς καὶ ἐν τῇ Ἰλιάδι ἐδηλώθη, Ἡρόδοτος ἱστορεῖ. αὐλητοῦ γὰρ αὐλητής. καὶ μαγείρου φησὶ μάγειρος. καὶ κῆρυξ κήρυκος. Τὸ δὲ πύματον δόρπον, μέσως εἰρῆσθαι δοκεῖ πρὸς ἀστειότητα ὡς ἐν σχήματι ἀμφιβολίας. ἢ γὰρ πύματος ἦν ὁ Ἄντιφος τῶν ἓξ τοῦ Ὀδυσσέως ἑταίρων οὓς ὁ Κύκλωψ ἐθοινήσατο πρὸς ἑσπέραν, ἢ πύματος ἀνθρώπων εἴτε καὶ ἁπλῶς πάντων ὧν εἰς γαστέρα ὁ Κύκλωψ κατέσπα. ὃς δόρπος εἴη ἂν καὶ καθʼ ἕτερον τρόπον, ὡς πρὸς ταῖς τοῦ βίου δυσμαῖς καὶ πρὸς τῷ ἐν τροπολογίᾳ μέλανι ἑσπέρῳ θοινηθείς. οὐκέτι γὰρ ὁ Κύκλωψ ἔφαγε, συναποβαλὼν τῷ φωτὶ καὶ τὸ ζῆν ὡς λέγεται. Ἰστέον δʼ ὅτι τρισὶ τροφαῖς ἐχρῶντο οἱ παλαιοί. ὧν τὸ πρῶτον, ἐκαλεῖτο ἄριστον, γινόμενον πάνυ πρωῒ ἅμʼ ἠοῖ φαινομένῃφι, ἄρεος ἱσταμένου. ὡς καὶ ἡ τοῦ ὀνόματος ἐτυμολογία δηλοῖ. εἶτα, τὸ δεῖπνον μεθʼ ὃ ἔδει πονεῖν, ὃ καὶ ἄριστον φασί τινες. τρίτον δὲ, δόρπος. ἐναντίον ἀρίστῳ. ἡνίκα δόρυ παύεται. ὅπερ ἡμεῖς παρὰ τὸ δεῖν τότε ὕπνου, δεῖπνον καλοῦμεν. διὸ καὶ Αἰσχύλος τάττων, μετρεῖ. ἄριστα. δεῖπνα. δόρπαθʼ αἱρεῖσθαι, τρία. ὅτι δὲ τοῦτο αἰτιῶνταί τινες, ἐν τῇ Ἰλιάδι ἐῤῥέθη. δῆλον δὲ, καὶ ὅτι δεῖπνον μὲν οἱ πλείους, τὸ πρωϊνόν φασιν ἔμβρωμα. μεθʼ ὃ, πόνου δεῖ. ἄριστον δὲ, τὸ κοινῶς λεγόμενον γεῦμα. οὐ παρὰ τὸν ἄρην ἀλλὰ παρὰ τὸ ἀρίστως ἔχειν κατʼ ἐξοχήν. δόρπον δὲ, οὐδεὶς ὃς ἀμφέβαλε μὴ ἀπονενεμῆσθαι τῇ ἑσπέρᾳ. Ὅτι ὥσπερ φῶς φόως κατὰ πλεονασμὸν, οὕτω καὶ θῶκος θόωκος, ἐν τῷ, οὐδέ ποθʼ ἡμετέρη ἀγορὴ γένετο οὐδὲ θόωκος ἤτοι συνέδριον, ἐξ οὗ τόδε προέβη. οἰκεῖος δὲ ὁ λόγος, ἐπὶ ἀργίᾳ πολιτικῶν συνελεύσεων. ὅτε δέ τις ἀνελπίστως τὴν τοιαύτην ἀργίαν εἰς ἔργον προαγάγηται, οἰκεῖον εἰπεῖν τὸ, νῦν δὲ τίς ὧδʼ ἤγειρε. τίνα χρειὼ τόσσον ἵκει, ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσι. Καὶ ὅρα τὸ, οἳ προγενέστεροί εἰσιν. ἐνήλλακται γὰρ διὰ ποικιλίαν, ἀπὸ γενικῆς. ἦν γὰρ τὸ ἀκόλουθον, ἠὲ νέων ἀνδρῶν ἢ προγενεστέρων. Τὸ δὲ χρειὼ, χρεῖος ἐρεῖ προϊών. Ὅτι δὲ τὸ ἵκει ἀντὶ τοῦ ἔρχεται ἀεὶ ὁ ποιητὴς διὰ τοῦ ι γράφει ἐξ οὗ καὶ τὸ ἱκάνω γίνεται, οὐκ ἔστιν ἀντειπεῖν. ἐπεὶ δὲ οἱ μεθʼ Ὅμηρον διὰ τοῦ η ἔγραψαν αὐτὸ, ἔδοξε τοῖς μετʼ αὐτοὺς, συμβῆναι εἰς τὸ, τὰ μὲν ἐνεργητικὰ τοῦ ἥκω, ἐν τῷ η γράφεσθαι. τὰ δὲ παθητικὰ, ἐν τῷ ἰῶτα. Ὅτι αἰτία κοινῆς ἀγορᾶς, ἢ τὸ ἀγγελίαν τινὰ ἐθέλειν σάφα εἰπεῖν τοῖς πολίταις ὅτε τις πρότερός γε πύθοιτο, ἢ τὸ ἐθελῆσαι δήμιόν τι ἄλλο πιφαύσκεσθαι. καὶ ἔστι τὰ τοιαῦτα, συστατικὰ πολιτείας ὡς μάλιστα. Ἔστι δὲ τὸ πύθοιτο, ἀντὶ τοῦ μάθοι. σημαίνει δέ ποτε καὶ τὸ ἐρωτήσοι. Τοῦ δὲ πιφαύσκεσθαι διττοῦ ὄντος, δηλοῖ γὰρ καὶ τὸ δεικνύειν ὡς τὸ, πιφαυσκόμενος τὰ ἃ κῆλα, καὶ τὸ λέγειν, ἑρμηνεύων ἐνταῦθα τὴν λέξιν, φησί. πιφαύσκεται ἠδʼ ἀγορεύει. μονονουχὶ λέγων ὅτι νῦν τὸ πιφαύσκεται, ἀντὶ τοῦ λέγειν κεῖται. οὕτω δὲ καὶ μετʼ ὀλίγα ἐν τῷ, πιφαύσκομαι ἠδʼ ἀγορεύω. καὶ μνηστῆρσι πιφαυσκόμενος τάδε εἴρω. Ὅτι τοῦ Ἰθακησίου Αἰγυπτίου εἰπόντος ὡς ἐσθλός μοι δοκεῖ εἶναι. ὀνήμενος. εἴθε οἱ αὐτῷ Ζεὺς ἀγαθὸν τελέσειεν, ὅ, τι φρεσὶν ᾗσιν μενοινᾷ, τουτέστιν ὁ τὴν ἀγορὰν ἀθροίσας, ἀγαθός μοι δοκεῖ, καὶ ὀνήμενος εἴη τουτέστιν ὄναιτο ταύτης. Καὶ εἰς ἀγαθὸν τελεσθείη ὅπερ ἐθέλει, ἔχαιρε τῇ φήμῃ ὁ Τηλέμαχος. ἔστι δὲ φήμη, λόγος δηλωτικὸς μέλλοντός τινος ἐξ αὐτομάτου λαλούμενος. καὶ τοίνυν τὴν τοιαύτην φήμην τοῦ γέροντος εἰς ἀγαθὸν δεξάμενος οἰωνὸν, ἀνέστη δημηγορήσων. οὕτω καὶ ἐν Ἰλιάδι τῆς Ἀφροδίτης εἰπούσης τῇ Ἥρᾳ, οὐδέ σε φημὶ ἄπρακτον γενέεσθαι, ὅ, τι φρεσὶ σῇσι μενοινᾷς, φήμην ἡ Ἥρα τὸ πρᾶγμα νοεῖ. καὶ τῇ ἀπάτῃ τοῦ Διὸς ἐγχειρεῖ, καὶ ἐπιτυγχάνει. καὶ Ὀδυσσεὺς δέ που ἐν τοῖς ἑξῆς, τέρας μὲν ἔξωθεν ζητήσας ἐκ Διὸς, φήμην δὲ ἔνδοθεν ἐκ τῶν ἐν τῷ αὐτοῦ οἴκῳ, ἀκούει φήμην ἀγαθὴν καὶ θαῤῥεῖ ἐφʼ οἷς ἀνδρίσεται. φέρεται δὲ λόγος, καὶ πόλιν Ἰταλικὴν ἐκ τοιαύτης αἰτίας κλῆσιν εὑρεῖν. ἡ μὲν γὰρ, ἐπολιοκρεῖτο. ἀνὴρ δὲ πολέμιος πελάσας, χαῖρε ἤκουσε πρός τινος τῶν ἐπὶ τοῦ τείχους. κἀκεῖνος οἰωνίσατο. καὶ ἡ πόλις νικηθεῖσα, Καῖρε ἐκλήθη διʼ ἐκεῖνο τὸ χαῖρε, βαρβαρισθεῖσα κατὰ τὴν ἐγχώριον γλῶσσαν. Ἰστέον δὲ ὅτι τὸ ὀνήμενος, κοινότερον μὲν, ἐκ τοῦ ὀνῶ ὄνημι παρῆκται. ὁμοίως τῷ, διζῶ δίζημι, ὅθεν τὸ, ἵππους διζήμενος. καὶ τῷ, φιλῶ φίλημι ὅθεν τὸ φίλατο παρʼ Ὁμήρῳ. καὶ τῷ, αἰνῶ αἴνημι. ὡς τὸ, οὔ μιν ἔγωγʼ αἴνημι. καὶ ἄλλοις μυρίοις. ὁ δὲ Ἀλεξανδρεὺς Ἡρακλείδης, καινήν τινα περιεργίαν ἑτεροίαν ὑποβάλλει ἐν οἷς γράφει οὕτως. ὁ ἐνεργητικὸς παρατατικὸς ὅτε τὸ θεματικὸν ω εἰς τὴν ου δίφθογγον μεταθῇ, πλεονάζει τὸ ν ἐπὶ τέλους. οἷον. ἠχῶ ἤχουν, οἰκῶ ᾤκουν ὀκνῶ ὤκνουν. οὐκοῦν ἀπὸ τοῦ ὦ ἐνεργητικοῦ ὑπαρκτικοῦ θέματος, εἴη ἂν ὁ ἐνεργητικὸς παρατατικὸς, οὖν ἀντὶ τοῦ ὑπῆρχον. καὶ παθητικὸς οὔμην. ἐξ ὧν Αἰολικῶς ὁ οὗν, γέγονεν ἦν. καὶ ὁ οὔμην, ἤμην. Αἰολεῖς γάρ φησι τὴν ου δίφθογγον παρατέλευτον οὖσαν ἐν τοῖς τοιούτοις, εἰς η μετατιθέασιν. οἳ καὶ τὸ ἐκαλούμην καὶ ἐνοούμην καὶ ὅσα ὅμοια τῆς πρώτης συζυγίας τῶν περισπωμένων, ἐκαλήμην καὶ ἐνοήμην λέγουσι. καὶ ἐπὶ μετοχῶν, καλήμενος καὶ νοήμενος. μεταπιπτούσης τῆς ου διφθόγγου εἰς τὸ ἦτα. δίδωσιν οὖν ὁ εἰρημένος Ἡρακλείδης, καὶ τοῦ ὀνήμενος Αἰολέων διαλέκτῳ ἀρχὴν εἶναι τὸ ὀνούμενος. δῆλον δʼ ὅτι ἐκ τοῦ ὡς ἐῤῥέθη ὄνημι, καὶ τὸ ὤνητο διὰ τοῦ ἦτα παρῆκται. καὶ τὸ ὤνατο. καὶ τὸ ὄνασθαι. καὶ ὠνάμην. καὶ ὀνάμενος. καὶ εἴ τι ἄλλο τοιοῦτον. Ὅτι μετὰ τὴν ῥηθεῖσαν φήμην μενοινήσας ὁ Τηλέμαχος, ἔστη ἐν μέσῃ ἀγορᾷ. σύνηθες ποιῶν. ὡς ἂν ἐξ ἴσου πάντοθεν ἀκούοιτο. Ἀγαμέμνων μέντοι ἐν Ἰλιάδι ἅπαξ ποτὲ κατʼ ἀνάγκην μὴ οὕτω ποιήσας ἀλλʼ αὐτόθεν ἐξ ἕδρης λαλήσας, ἀπολογεῖται ὑπὲρ τούτου ὡς ἐκεῖ γέγραπται. Τὸ σκῆπτρον δὲ τῷ Τηλεμάχῳ ἐνέβαλε χειρὶ κῆρυξ Πεισήνωρ, οὐ γὰρ ἦν θέμις ἄλλως δημηγορεῖν τοὺς βασιλεῖς. ὡς οὐδὲ κήρυξι θεμιτὸν ἄνευ κηρυκείου προϊέναι. διὸ καὶ ἐν τῷ ἐπιταφίῳ, Μενέλαος διαπληκτιζόμενος πρὸς Ἀντίλοχον ὡς ἐν δίκῃ, σκῆπτρον χειρίζεται. οἰκεῖον δὲ ὄνομα κήρυκι τὸ Πεισήνωρ, ἔργον γὰρ τῷ τοιούτῳ, πεῖθεν ἄνδρας ὑπακούειν. Ὅτι ἐν τῷ, πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπε, καθάπτεσθαι λέγει τὸ ἀμείβεσθαι ἢ ἀποτείνεσθαι ἁπλῶς διὰ λόγου πρός τινα. ἐπεὶ καὶ ἅπτεσθαι τινῶν, οὐ μόνον σωματικῶς ἀλλὰ καὶ ἐν λόγοις λεγόμεθα. οὕτω καὶ τὸ καθαπτόμενος φίλον ἦτορ, ἀντὶ τοῦ ἑαυτῷ λαλῶν. παρὰ μέντοι τοῖς ὕστερον, καθάπτεσθαι λέγεται τὸ τραχύτερον ἐν λόγοις προσφέρεσθαι, καὶ μετὰ γενικῆς. Ὅτι ὁ ζητούμενος πρός τινος καὶ θαῤῥαλέος προπηδῶν, εἴποι ἂν, οὐχʼ ἑκὰς οὗτος ἀνὴρ, τάχα δʼ εἴσεαι αὐτός. Ὅτι ἡ τοῦ Τηλεμάχου δημηγορία κριτὰς μὲν οἷον καθίζει τοὺς Ἰθακησίους. προοίμιον δὲ κατὰ Ὁμηρικὴν μέθοδον ἔχει, ἀπὸ τῶν προκειμένων λόγων οὓς δηλαδὴ ὁ Ἰθακήσιος Αἰγύπτιος προεχειρίσατο. καταφέρεται δὲ τῶν μνηστήρων. καὶ βίας αὐτοὺς ἑλεῖν σπεύδει, οἷς τῇ τε μητρὶ οὐκ ἐθελούσῃ ἐπέχραον. καὶ ἐν ἀλλοτρίῳ οἴκῳ βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας, εἰλαπινάζουσι. πίνουσί τε αἴθοπα οἶνον μαψιδίως. ἔστι οὖν τὰ τῆς δημηγορίας οὐκ ἀποδεικτικά. ὡς ἐπὶ ὁμολογουμένῳ δὲ πράγματι ἐπιλογική ἐστι καὶ καταφορικὴ καὶ αὐξητική. διὸ καὶ ἡ διήγησις ἔχουσά τι καὶ ἐκφραστικῆς διασκευῆς, οὐ διδάσκει οὐδʼ ἁπλῶς διηγεῖται τὴν μνηστείαν, ἀλλὰ τὴν βίαν ἐπαύξει ἐμβριθῶς. ἔχει δὲ καὶ ἐλέου εἰσβολὴν ἐν τῷ, νεμεσήθητε καὶ αὐτοί. ἄλλους τʼ αἰδέσθητε ἀνθρώπους, οἳ περιναιετάουσι. θεοῦ δʼ ὑποδείσατε μῆνιν. μή τι μεταστρέψῃ ἀγασάμενος κακὰ ἔργα. λίσσομαι θεοῦ τε Ὀλυμπίου καὶ Θέμιστος. ἥ τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει. σχέσθε φίλοι. καί με οἶον ὅ ἐστι μόνον, ἐάσατε. οὐχʼ ὥστε δηλαδὴ τρυφᾶν, ἀλλὰ πένθεϊ λυγρῷ τείρεσθαι. πάντως γὰρ ἔλεον προκαλεῖταί τινα σὺν αἰδοῖ καὶ δέει τὸ, νεμεσήθητε. αἰδέσθητε. ὑποδείσατε θεόν. λίσσομαι. σχέσθε φίλοι. ἐπὶ δὲ τούτοις αἰτιώμενος καὶ τοὺς ὡσανεὶ κριτὰς Ἰθακησίους, φησὶν. εἰ μή που τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς κακὸν ἔρεξεν. ὧν με ἀποτινύμενοι, κακὰ ῥέζετε, τούτους ὀτρύνοντες καὶ τὰ ἑξῆς, ἐν οἷς καὶ ἐρεθίζει τοὺς Ἰθακησίους κατὰ τῶν μνηστήρων, ἢ γὰρ ὀτρύνουσι τούτους ποιεῖν ἃ ποιοῦσιν ἐν τοῖς τοῦ Ὀδυσσέως, καὶ τρόπον τινὰ πατραλοῖαι εἰσὶ βασιλέα βλάπτοντες ὃν πατρὸς δίκην εἶναι ἤπιον φησίν. ὃ οὐδʼ αὐτοὶ ἂν ἀπαρνήσωνται. οἵγε τοῦ Τηλεμάχου ἐσθλὸν αὐτὸν εἰπόντος καὶ οὐκ ἀπεοικότα πατρὸς εἰς αὐτοὺς ἐδέξαντο τὸν λόγον ἐφησυχάσαντες. ἢ τοίνυν ὀτρύνουσι τοὺς μνηστῆρας, καὶ τετάξονται εἰς πατραλοίας. ἢ οὐκ ὀτρύνουσι, καὶ δεῖ ἐξελάσαι αὐτούς. ὅπερ ἴσως καὶ εὐλαβηθέντες οἱ μνηστῆρες καὶ μάλισθʼ ὅτι ἐν τοῖς ἑξῆς καὶ ὁ Μέντωρ ὑπὲρ τοῦ Ὀδυσσέως δημηγορήσας μέμψεται τοὺς Ἰθακησίους ὡς πολλοὶ ὄντες οὐ παύουσι τοὺς ὀλιγωτέρους μνηστῆρας, λύουσιν ὡς δηλωθήσεται τὴν ἀγορὰν ἣν οὐκ ἐκάθισαν. ἐπὶ δὲ τούτοις ὁ νεανίας ἐπαύξων τὸν ἔλεον καὶ οἶκτον πλείω προκαλούμενος, τὸ σκῆπτρον βάλλει πρὸς τῇ γῇ, δάκρυα ἀναπρήσας. ὅ ἐστι διὰ τοῦ ἐγκεφάλου ἀναπεράσας. ἤγουν σὺν ὁρμῇ ἐξαγαγὼν καὶ οἷον ἐκφυσήσας, παρὰ τὸ πρήθω τὸ φυσῶ. ποιεῖ δὲ τοῦτο καὶ Ἀχιλλεὺς ἐκ Ἰλιάδι δίχα γε τοῦ δακρύσαι. εἶτα ἐπὶ πᾶσι μετὰ τὴν δημηγορίαν δεικνύων ὁ ποιητὴς ὡς ἔλεον τὰ τοιαῦτα εἰσάγει τοῖς ἀκροαταῖς καὶ οἰκτίζεσθαι ποιεῖ καὶ μάλιστα τὸ δακρύειν, φησίν. οἶκτος δʼ ἕλε λαὸν ἅπαντα. καὶ τοιαύτη μὲν ὡς ἐν ὀλίγῳ εἰπεῖν, ἡ τοῦ Τηλεμάχου δημηγορία ἧς τὰ κατὰ μέρος λελέξεται. οἵα δὲ καὶ ἣ τῶν μνηστήρων, ἐν τοῖς ἐφεξῆς δηλωθήσεται. Σημείωσαι δὲ τὴν τοῦ Τηλεμάχου σύνεσιν. εἰ καὶ νέος ὢν, οὕτω καταδημαγωγεῖ τὸν Ἰθακήσιον ὄχλον. ἐστοχασμένος οἷα εἰκὸς, εὐκατάσειστον εἶναι τὸν δῆμον καὶ εὐρίπιστον ὡς ῥᾷον ὑπανάπτεσθαι εἰς θυμὸν πυρόεντα. ὅπερ πολλοὶ δηλοῦσιν οἳ διὰ πολιτικὰς ἔχθρας ἠτύχησαν χόλῳ τοῦ δήμου. ἐν οἷς καὶ οἱ Μιλήσιοι. παρʼ οἷς καὶ ἀλοητὸς τέκνων ἐγένετο, ἐπιθεμένου τοῖς πλουσίοις τοῦ δήμου. εἰ καὶ αὖ πάλιν οἱ πλούσιοι καταπίστωσιν ἐποίησαν τῶν δημοτῶν οἳ γέργηθες ἐκαλοῦντο, καὶ καῦσιν εὐέξαπτον διὰ τὴν πίσσαν. ὅτε φασὶ καὶ ἐλαία ἱερὰ ἐξανήφθη αὐτόματος. καὶ τὸ θεῖον ἐνεμέσησεν αὐτοῖς ἐν χρησμῷ, ὑπέρ τε τοῦ τῶν γεργήθων φόνου καὶ τοῦ πισσηροῦ μόρου καὶ τοῦ ἀειθαλοῦς δενδρέου. Ἔνθα ὅρα τὸ δενδρέου, σύνηθες ὂν τοῖς ποιηταῖς. οὗ ἡ εὐθεῖα, τὸ δένδρεον ἀναντιῤῥήτως. τὸ δέ γε πληθυντικὸν τὰ δένδρεα, διχόθεν πρόεισιν. οὐ μόνον γὰρ ἐκ τρισυλλάβου τοῦ δένδρεον τὸ τοιοῦτον πληθυντικὸν δοκεῖ φύεσθαι, ἀλλὰ καὶ ἀπὸ δισυλλάβου εὐθείας τῆς δένδρος ὡς βέλος. διὸ καὶ ὡς βέλεα βέλη, οὕτω καὶ δένδρεα δένδρη παρὰ τῷ Ἀθηναίῳ ἐν τῷ, τὰ δὲ δένδρη τἀν τοῖς ὄρεσι, χορδαῖς ὀπταῖς ἐριφείοις φυλλοροήσει καὶ τευθιδίοις, καὶ ἑξῆς.
Ὅτι ἐν τῷ, κακόν μοι ἔμπεσεν οἴκω δοιὰ, οἱ μὲν, τὸ δοιὰ, ἐπίῤῥημα νοοῦσιν, ἀντὶ τοῦ διχῶς, τὸ μὲν, πατέρα ἐσθλὸν ἀπώλεσα. ὅς ποτʼ ἐν ὑμῖν τοῖσδεσσι βασίλευε, πατὴρ δʼ ὣς ἤπιος ἦεν. νῦν δʼ αὖ, καὶ πολὺ μεῖζον. ἡ τῆς μητρὸς δηλονότι βία καὶ τὰ ἑπόμενα ταύτῃ κακά. ἕτεροι δὲ, ἐπιδιόρθωσιν φασὶ τὸ δοιά. εἰπὼν γὰρ κακὸν ἑνικῶς, εἶτα ἐπιλογισάμενος ὡς οὐχʼ ἕν ἐστι τὸ κακὸν, ἐπιδιορθοῦται. εἰπών. καὶ τί λέγω κακόν; οὐχ ἕν μοι ἐστὶ τὸ κακὸν, ἀλλὰ δύο. πατρὸς ἀπώλεια καὶ βία κατὰ μητρός. Ἐν τούτοις δὲ ὅρα οἷόν τε τὸν κυρίως βασιλέα εἶναι χρή. ὅτι δηλαδὴ πατέρα ὥσπερ τῶν ἀρχομένων, καὶ μὴ κατὰ τὸν Ἔχετον, βασιλέα βροτῶν δηλήμονα πάντων. καὶ ὅπως ὑψοῖ ὁ ῥήτωρ Τηλέμαχος τὸ κατὰ τοὺς μνηστῆρας κακὸν, καὶ μεῖζον αὐτὸ λέγει τοῦ κατὰ τὸν πατέρα. καὶ οὐχʼ ἁπλῶς μεῖζον, ἀλλὰ καὶ πολὺ μεῖζον. οὐκ ἀληθεύων, ἀλλὰ ῥητορικῶς τὸν λόγον ὑψῶν. διὸ καὶ πάλιν ὁ Ἀντίνοος ὑψαγόρην αὐτὸν ἐρεῖ ὡς μεγαληγοροῦντα ἐν μὴ τοιούτοις. αἰτίαν δὲ ἐρεῖ τοῦ πολὺ μεῖζον εἰπεῖν αὐτὸ, ταύτην. ὃ δή φησι τάχα ἤτοι ταχέως οἶκον ἅπαντα πάγχυ διαῤῥαίσει. βίοτον δʼ ἀπὸ πάμπαν ὀλέσσει. χείρω γὰρ ταῦτα δοκεῖ τοῦ κατὰ τὸν Ὀδυσσέα, παρόσον εἰ καὶ μὴ πατέρα. τὰ τοῦ πατρὸς γοῦν ἔχει ἐξ ὧν αὐτῷ ἡ πατρικὴ μνήμη ἐζωπυρεῖτο. νῦν δὲ, καὶ αὐτὰ οἰχήσονται. Ὅρα δʼ ἐν τούτοις καὶ τὸ, οἶκον ἅπαντα. καὶ τὸ, πάγχυ τουτέστι πάνυ διαῤῥαίσει. καὶ τὸ, ἀπὸ πάμπαν ὀλέσει. αὐξητικὰ ὄντα καὶ κατασκευαστικὰ τοῦ, πολὺ μεῖζον. Ὅρα δὲ καὶ τὰ ἐν σκυθρωπότητι λόγου ὑπομειδιῶντα πάρισα, τὸ διαῤῥαίσει, καὶ ὀλέσσει. Τὸ δὲ τοῖσδεσσιν, Ἰωνικόν. τῇ μὲν προφορᾷ, ἐοικὸς μεταπλασμῷ. τῷ δὲ κατʼ ἀρχὴν περισπωμένῳ τόνῳ, πλεονασμὸν δηλοῦν τῆς τελευταίας συλλαβῆς. Σημείωσαι δὲ εἰς τὸ, πατὴρ ὣς ἤπιος ἦν, καὶ τὸ τοῦ Ἡροδότου, τὸ, Καμβύσης μὲν δεσπότης, Κύρος δὲ, πατήρ. ὁ μὲν, ὅτι χαλεπὸς ἦν καὶ ὀλίγωρος. ὁ δὲ, ὅτι ἤπιος καὶ ἀγαθὰ σφίσιν ἐμηχανίσατο, ἤτοι τοῖς Πέρσαις. Ὅρα δὲ καὶ τὸ πάμπαν συσταλὲν ὡς τὸ ἄγαν καὶ λίαν. καὶ καινὸν οὐδὲν, εἴγε καὶ τὸ ἅπαν, ὄνομα ὂν, Ἴωνες συστέλλουσι καὶ ὁ ποιητής. οἷον. τῶν δʼ ἅπαν ἐπλήσθη πεδίον. Ἀττικοὶ δὲ κατὰ Αἴλιον Διονύσιον, ἐκτείνουσι τὴν ὑστέραν τοῦ ἅπαν. ἕτερος δὲ ῥήτωρ ἐν οἰκείῳ λεξικῷ, γράφει ὅτι ὁ λόγος βραχύνειν ἀξιοῖ τὸ ἅπαν. τὰ γὰρ παρασχηματιζόμενα τοῖς εἰς ας οὐδέτερα, βραχύνονται. οἷον. μέλαν. τάλαν. οὕτως οὖν καὶ ἅπαν. εἰ δὲ ταῦτα, πολλῷ πλέον τὸ πάμπαν ἐπίῤῥημα συσταλήσεται. Ὅτι καὶ ἐν τῷ μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ, τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι, ψεύδεταί πως ὁ Τηλέμαχος. οὐ γὰρ πάντες οἱ μνηστῆρες, Ἰθακήσιοι, ἀλλὰ δώδεκα μόνοι. σκοπὸς δὲ τῷ ῥήτορι, τούτους παῦσαι. ὡς συγκαταλυθησομένων αὐτοῖς καὶ τῶν λοιπῶν. υἱοὶ γάρ εἰσιν ἀνδρῶν, οἳ ἐνθάδε φησὶν ἄριστοι. ὧν Ἀντίνοος καὶ Εὐρύμαχος, ἀρετῇ ἔξοχʼ ἄριστοι καὶ εὐέλπιδες τὴν Πηνελόπην γῆμαι. Τὸ δὲ ἐπέχραον, ἀντὶ τοῦ ἐν χρῶ ἐγένοντο. ἐπέπεσον. ἐβάρυναν. ἐκ τούτου δὲ καὶ τὸ χραῦσαι πλεονασμῷ τοῦ υ. ἤδη δὲ καὶ ὁ ζαχρῃής. ἐκ τούτου καὶ παρʼ Ἡροδότῳ καὶ τὸ, ἐνέχραεν ἐς τὸ πρόσωπον τὸ σκῆπτρον, ἤγουν ἔπληξε τῷ σκήπτρῳ. Ὅτι ἐν τῷ ἀπεῤῥίγασιν ὃ δηλοῖ τὸ δειλιῶσι καὶ φρίσσουσι, περιττὴ ἡ ἀπο. ὡς καὶ ἐν τῷ ἀπεμνήσαντο. καὶ ἐν τῷ, ἐμεῦ ἀπομηνίσαντος. μέσος δὲ παρακείμενος τὸ ἔῤῥιγα, συγκοπεὶς ἐκ τοῦ ἐῤῥίγηκα ὁμοίως τῷ βέβουλα καὶ τοῖς τοιούτοις. Ὅτι ἐν τῷ, αὐτὸς ἑεδνώσαιτο θύγατρα, ἕδνα ἐμφαίνεται, τὰ ἀπὸ γυναικὸς τῷ νυμφίῳ. χρήσιμον δὲ εἰς θέλημα πατρικὸν ἐπὶ γάμῳ τὸ, ὡς αὐτὸς ἐεδνώσαιτο θύγατρα. δοίη δʼ ὦκʼ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι. Καὶ ὅρα ἐνταῦθα ὅτι λείπει τὸ ὃς ἀπὸ κοινοῦ ληφθὲν ἵνα λέγῃ, καὶ ὃς αὐτῷ κεχαρισμένος ἔλθοι. τοιοῦτον μετʼ ὀλίγα καὶ τὸ, ᾧ πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ. ἤγουν καὶ ὃς ἀρέσκει αὐτῇ. Ὅτι ἱερεύειν, οὐ μόνον τὸ θύειν, ἀλλὰ καὶ τὸ ἁπλῶς σφάζειν. ἱερεῖον γὰρ Ἀττικῶς, τὸ σφαγιαζόμενον ζῷον. φησὶ γοῦν. βοῦς ἱερεύοντες, ὡς καὶ προεγράφη. ἐν οἷς καὶ εἰλαπίνην λέγει Τηλέμαχος ὡς καὶ προεδηλώδη, τὴν ἐν τῷ αὐτοῦ οἴκῳ δαῖτα τῶν μνηστήρων. εἰλαπινάζειν γὰρ λέγει αὐτούς. Ὅτι πρωτότυπον τοῦ ἀνύω, τὸ ἄνω. φησὶ γοῦν. τὰ δὲ πολλὰ κατάνεται. ἤγουν ἀνύεται. τελειοῦται. ὄλλυται. τὰ δὲ πολλὰ ταῦτα ὁμολογῶν Ἀντίνοος καὶ ἑρμηνεύων ἐν τοῖς ἑξῆς, πολὺν βίοτον φησί. Τηλέμαχος δὲ, πολλά τε καὶ ἐσθλὰ κτήματα. Ἰστέον δὲ ὅτι τὲ τοῦ ἄνω, χρῆσις καὶ ἐν τοῖς ἑξῆς ἐν τῷ, ἦνον ὁδὸν ἤγουν ἤνυον. καὶ ὅτι καθʼ Ἡρακλείδην, ἄμεινον λέγειν ἀνύω ἤπερ ἄνω, ἵνα μὴ παραλόγως μηκύνηται τὸ ἄλφα. οὐδέποτε γάρ φησι μηκύνεται προηγουμένου τοῦ νυ ἐπὶ τῶν εἰς νω. σκοπητέον δὲ εἴπερ ἠκρίβωται οὗτος ὁ λόγος ἐπὶ πάντων. καὶ ἐνθυμητέον τὸ ἱκάνω, ἐκτεῖνον ἐν πολλοῖς τὴν παραλήγουσαν. Ὅτι ἐπὶ ἀπροστατεύτῳ οἴκῳ, οἰκεῖον εἰπεῖν τὸ, οὐ γὰρ ἔπʼ ἀνὴρ οἷος ὁ δεῖνα ἔσκεν ἀρὴν ἀπὸ οἴκου ἀμῦναι. οἱ δὲ μὴ ἔχοντες ἑαυτοὺς ἐκδικεῖν, εἴποιεν ἂν τὸ, ἡμεῖς δʼ οὐ τοῖοι ἀμυνέμεν, οἷα λευγαλέοι καὶ οὐ δεδακηκότες ἀλκήν. ἦτʼ ἀμυναίμην εἴ μοι δύναμίς γε παρείη. οὐ γὰρ ἔτʼ ἀνσχετὰ ἔργα τετεύχαται. Εἰσὶ δὲ λευγαλέοι, οἱ πρόχειροι εἰς λοιγόν. ἢ εἰς τὸ λέγεσθαι ὅ ἐστι κοιμᾶσθαι νήγρετον. τινὲς δὲ, καὶ τοὺς φεύγειν ἑτοίμους ἐνόησαν. Δεδαηκέναι δὲ ἀλκὴν, τὸ σχεῖν ἐκ μαθήσεως. διδακταὶ γὰρ αἱ ἀρεταί. ὧν μία καὶ ἡ ἀλκὴ, ὅ ἐστιν ἀνδρεία. ἡ μέντοι ῥώμη, οὐ τοιοῦτον. οὐδὲ ὁ ῥωμαλέος. αὐτὰ γὰρ, φύσεως καὶ μόνης. Τὸ δὲ ἀνσχετὰ, συγκέκοπται ὡς καὶ τὸ ἀμφαδὸν καὶ τὸ ἄμπαλος ἤτοι ἀνάπαλος, ἤγουν ἀνάδασμος, ὁ ἐκ δευτέρου πάλος ὅ ἐστι κλῆρος, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐγράφη. Ὅτι νέμεσις κυρίως, ἡ ἐξ ἑτέρων μέμψις πρὸς τὸν κακόν τι πράσσοντα, εἴτε διορθοῖτο ἐκεῖνος εἴτε καὶ μή. αἰδὼς δὲ, ἡ διὰ νέμεσιν γενομένην πρός τινων εἴτε καὶ ἐλπιζομένην, ἐπιστροφὴ καὶ διόρθωσις τοῦ κακοῦ. καὶ εἴτις δὲ ἑαυτῷ νεμεσῶν διορθοῖτο, καὶ ἡ τοιαύτη νέμεσις, τῆς ἐλπιζομένης ἐξ ἑτέρων νεμέσεως ἤρτηται, καὶ εἰς αἰδῶ ἀποτελευτᾷ. καὶ ταῦτα δηλοῖ Ὅμηρος εἰπών. νεμεσσήθητε καὶ αὐτοὶ, ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους. εἶτα ἑρμηνεύων τίνες οἱ περικτίονες, ἐπάγει. οἳ περιναιετάουσιν. Ἰστέον δὲ ὅτι καὶ Ἡσίοδος ἄμφω ταῦτα αἰδῶ καὶ νέμεσιν, τὸν ἀνθρώπινον βίον οἶδε συνιστᾶν. ὧν οἰχομένων, λείψεταί φησι κατὰ βίον ἄλγεα λυγρά. καὶ ὅτι ἐν συνοικίᾳ μὲν, γείτονας αἰδεστέον ὡς καὶ Ἡσίοδος βούλεται. νῆσος δὲ καὶ πόλις, τοὺς ἀνάλογον γείτονας αἰδέσονται. οἵ πέρ εἰσιν, οἱ περίοικοι. Ὅτι ἐν τῷ, λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος, λείπει πρόθεσις ἡ ἐπι ἢ προς. ἵνα λέγῃ, λίσσομαι πρὸς Διὸς καὶ Θέμιστος. ἢ ὡς ἐπὶ Διός. ἤ τι τοιοῦτον. Ἰστέον δὲ ὡς μέτεστι καὶ τῷ Διῒ τῆς ἀργορᾶς, οἷα πανομφαίῳ καὶ φήμης αἰτίῳ καθὰ προεδηλώθη. διὸ καθʼ Ἡρόδοτον, καὶ Διὸς ἀγοραίου βωμὸς περὶ Σικελίαν. Ὅτι τὸ, ἡ Θέμις ἀνδρῶν ἀγορὰς λύει, ἠδὲ καθίζει γνωμικῶς ῥηθὲν, σχῆμα ὅ ἐστι τρόπον ὑστερολογίας ἤγουν πρωθυστέρου ἔχει. πρῶτον γὰρ τὸ καθίζειν τοῦ λύειν. δηλοῖ δὲ ἡ γνώμη, τὸ διὰ ζήτησιν τὰς ἐκκλησίας γίνεσθαι. τινὲς δὲ ἄγαλμα Θέμιδος ἐνόμισαν τοῖς ἐκκλησιάζουσιν εἰς κομίζεσθαι, πρὸς ὃ καὶ κάθηνταί φασι καὶ ἐγείρονται. Ὅτι τοῦ δυσμεναίνω ῥήματος οὗ χρῆσις παρὰ τοῖς μεθʼ Ὅμηρον, προϋπάρχει τὸ δυσμενέω, καὶ δῆλον αὐτὸ ἐξ Ὁμηρικῶν ἐνταῦθα μετοχῶν τοῦ, ἐσθλὸς Ὀδυσσεὺς δυσμενέων κάκʼ ἔρεζε. καὶ τοῦ, κακὰ ῥέζετε δυσμενέοντες. φαίνεται δὲ ὅτι ἀναλόγως τῷ δυσμενέω οὗ συναίρεμα ὡς εἰκὸς τὸ δυσμενῶ, εἴη ἂν καὶ εὐμενέω εὐμενῶ, ἐξ οὗ καὶ εὐμενέτης. ὡς καὶ εὐχέτης. ἀπὸ σεσιγημένου ῥήματος τοῦ εὐχῶ. καὶ ναέτης ἐκ τοῦ ναῶ. σύστοιχα δὲ πάντως ὡς ὁ εὐμενέων καὶ ὁ εὐμενὴς, οὕτω καὶ ὁ δυσμενέων καὶ ὁ δυσμενής. οὗ πρὸς ἐχθρὸν διαφορὰ παρὰ τοῖς παλαιοῖς, αὕτη ἐχθρός φασιν, ὁ πρότερον φίλος. δυσμενὴς, ὁ πρὸς τὸν ποτὲ φίλον ἔχθραν τηρῶν καὶ δυσδιάλλακτος. πολέμιος δὲ, ὁ διʼ ὅπλων χωρῶν πρὸς τὸν πέλας. Τὸ δὲ κάκʼ ἔρεζε διʼ ἑνὸς ρ, κοινόν ἐστιν. Ἀττικὸν μέντοι, τὸ ἔῤῥεζε. τούτου δὲ, πάντως καὶ μέσος κοινὸς παρακείμενος, ἔρογα. ἀφʼ οὗ ἐν μεταθέσει, τὸ ἔοργα. Ὅτι πρὸς τοὺς ὀτρύνοντας βλάπτεσθαι καὶ δαπανᾶσθαι τὰ ἀλλότρια, ἐρεῖ ἂν ὁ προσήκων, τὰ ὑπὸ Τηλεμάχου πρὸς τοὺς Ἰθακησίους λεχθέντα. ἐμοὶ δέ κε κέρδιον εἴη, ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε. εἴχʼ ὑμεῖς φάγοιτε, τάχʼ ἄν ποτε καὶ τίσις εἴη. τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ, χρήματʼ ἀπαιτίζοντες, ἕως κʼ ἀπὸ πάντα δοθείη. νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ. Σημείωσαι δὲ ὡς ἡ ῥηθεῖσα ἔννοια, λύσις ἐστὶν ἀντιθέσεως. ἐπεὶ γὰρ εἰκὸς τοὺς Ἰθακησίους εἰπεῖν ὡς ἡμεῖς οὐδὲν δαπανῶμεν, λύων ὁ Τηλέμαχος, κέρδιον αὐτῷ εἶναι τοῦτο φησίν. εἶτα καὶ κατασκευάζει τὴν τοιαύτην πρότασιν. Σημείωσαι δʼ ἐν τούτοις ὅτι κειμήλια μὲν ἔφη, τὰ κείμενα. ὅ ἐστι τὰ παρʼ ἡμῖν ἀκίνητα. πρόβασιν δὲ, ἅπερ ἡμεῖς φαμὲν αὐτοκίνητα, τὰ διὰ ποδῶν προβαίνοντα. ἐξ οὗ ἰδίως κατά τινα ἐξοχὴν, ἐκλήθησαν τὰ πρόβατα. Προσπτύσσεσθαι δὲ μύθῳ, τὸ λόγοις συμπλέκεσθαι. ἀπὸ μεταφορᾶς τῶν πτυσσομένων σωμάτων, οἷς πελάζοντά εἰσιν ἀλλήλοις τὰ μόρια. ἴσως δὲ καὶ κλόνον τινὰ δικαστικὸν αἰνίττεται τὸ προσπτύσσεσθαι. οὕτω γὰρ καὶ ἔγχεα πτυσσόμενα ἐν Ἰλιάδι ἔφη ὁ ποιητής. οἱ δέ γε μεθʼ Ὅμηρον, ἐπὶ φιλήματος ἢ σωματικῆς περιπλοκῆς τιθέασι τὸ προσπτύσσεσθαι. Τὸ δὲ ἀπαιτίζω, παραγωγὴν ἔχει. ὁποίαν καὶ τὸ νεμεσίζω καὶ πολεμίζω. διαφέρει δὲ τοῦ αἰτεῖν τὸ ἀπαιτεῖν, ὡς καὶ τοῦ διδόναι τὸ ἀποδιδόναι. αἰτεῖ μὲν γάρ τις καὶ δίδωσι, τὸ μὴ χρεωστούμενον. ἀπαιτεῖ δὲ ἢ ἀποδίδωσι, χρέος. ὡς καὶ ἐνταῦθα Τηλέμαχος μὲν, ἀπαιτίζοι ἄν. Ἰθακήσιοι δὲ, ἀποδοῖεν ἂν πάντα. τοῖς μέντοι κωμικοῖς οἷα ἐχρήγησε παίγνια τὸ δημοσθενικὸν ἀποδοῦναι, ἱστορεῖ σὺν ἑτέροις, καὶ ὁ Ἀθήναιος. Ἀπρήκτους δὲ ὀδύνας λέγει, ἐφʼ αἷς οὐκ ἔστιν ἐκδίκησις. αἳ καὶ μαψιδίως λέγοιντο ἂν γίνεσθαι. κατὰ τὸ, εἰλαπινάζουσι πίνουσί τε αἴθοπα οἶνον μαψιδίως. ἤγουν ἐφʼ οἷς οὐκ ἔστι τίσις ὅ ἐστιν ἀπόδοσις. Ὅτι ἐν τῷ, ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν ὅπερ ἀναντίῤῥητον εἶναι δηλοῖ τὴν ἐκείνου δημηγορίαν, κεῖταί πως καὶ ἐτυμολογία τοῦ ἀκήν. εἰ γὰρ μηδεὶς ἔτλη ἐκεῖνον ἀμείψασθαι, οὐκ ἔχανεν ἄρα λαλῆσαι ἀλλʼ ἔμεινεν ἀχανής. ἐντεῦθεν δὲ τὸ ἀκήν. γίνεται γὰρ ἐκ τοῦ α στερητικοῦ καὶ τοῦ χαίνειν, ἀχήν. καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν, ἀκήν. οὐ μόνον Ἰωνικῶς, ἀλλὰ καὶ ἵνα μὴ προσκρούῃ συνεμπίπτον πρὸς τὸ ἀχὴν, ὅς ἐστιν ὁ πτωχὸς παρὰ τὸ μὴ ἔχειν. Ὅτι εἰ καὶ ἀναντίῤῥητος ἡ τοῦ Τηλεμάχου τοῦ θυμοσόφου ῥήτορος δημηγορία, ἀλλʼ ὁ Ἰθακήσιος μνηστὴρ Ἀντίνοος τὸν ὑπὲρ πάντων μνηστήρων ἀναδεξάμενος λόγον, καὶ δείξας ἔργοις αὐτοῖς ὡς οἱ Ἰθακήσιοι μνηστῆρες τὸ πᾶν δύνανται, καὶ μάλιστα τῶν ἄλλων αὐτοὺς ἔτι δὲ καὶ Εὐρύμαχος ὡς καὶ μετʼ ὀλίγα δειχθήσεται. ὁ τοίνυν ἐξ Ἰθάκης Ἀντίνοος ἐπὶ τῇ προβολῇ τοῦ Τηλεμάχου καὶ αὐξήσει τῇ κατὰ πηλικότητα, μεθιστᾷ τὴν αἰτίαν εἰς τὴν Πηνελόπην. λέγων ὅτι τοῦ παραμένειν αὐτοὺς τῷ οἴκῳ τοῦ Τηλεμάχου, οὐχʼ οἱ μνηστῆρες αἴτιοι, ἀλλὰ φίλη μήτηρ. ἣ πέρι κέρδεα οἶδεν οὐ θέλουσα γήμασθαι ὡς αὐτὸς ἀφηγεῖται. καὶ τοῦτο μὲν, ἀληθές. οὐ προσλογίζεται δὲ ὁ βίαιος Ἀντίνοος, εἰ καὶ καλῶς ἡ Πηνελόπη ἀπαρνεῖται τὸ γήμασθαι. καὶ μὴν, πᾶσα γυνὴ μὴ ὑπακούουσα ἐν τῷ βιάζεσθαι, αὐτὴ αἰτία ἐστὶ τοῦ οὕτω πάσχειν, οὐ μόνον διὰ κάλλος ἀλλὰ μάλιστα διά τι ἕτερον καλὸν ὃ αὐτὴ ἔχει. καὶ οὐ δήπου ψεκτέον τὸ τῆς γυναικὸς καλὸν, ἀφέντας τὸν βιαζόμενον. οὕτω καὶ ἡ καλὴ Πηνελόπη αἰτία τοῦ μὴ γήμασθαι, διὰ τὸ σῶφρον. καὶ οὐ μωμητέον τὴν σωφροσύνην, ἀλλὰ τὸν ἐπικείμενον πρὸς βίαν. οὔκουν ἡ τοῦ Ἀντινόου ἐπιχείρησις γενναία, μή ποτε δὲ καὶ εἰς τὸ ἐναντίον λέληθεν ἑαυτῷ τὴν δικαιολογίαν περιτρέπων ὁ Ἀντίνοος. οἷς γὰρ ἐρεθίζει τὸν Τηλέμαχον κατὰ τῆς μητρὸς, ἀνάπτει αὐτῷ τὴν πρὸς ἐκείνην στοργήν. εἰ γὰρ καλῶς ἡ φίλανδρος μήτηρ διὰ σωφροσύνην ὀκνεῖ τὸν γάμον, στερκτέα ἄρα. ὁ μέντοι Ἀντίνοος καὶ τοῦτο διαβαλεῖν πειρᾶται. παραλαλῶν, ὡς οὐ διὰ σωφροσύνην ἡ Πηνελόπη διατρίβει τὸν γάμον, ἀλλὰ διὰ τῦφον γυναικεῖον. ἐρεῖ γάρ. ὡς μέγα μὲν κλέος ἑαυτῇ ποιεῖται, σοὶ δὲ ποθὴν πολλοῦ βιότου. Καὶ ὅρα ὅπως ἐφʼ ἑκάτερα μελετᾷ ὁ ποιητής. τὸν μὲν Τηλέμαχον ποιήσας καταφερόμενον τῶν μνηστήρων σφοδρῶς ὡς εἴρηται. τὸν δὲ Ἀντίνοον ἀντιπαραγαγὼν, ἐναγωνιώτερον ἀπολογούμενον. οὗ περ ὁ ἀγὼν, δύο κεφαλαίων ἀπόδειξιν ἔχει. τοῦ τὴν Πηνελόπην αἰτίαν εἶναι. καὶ τοῦ διὰ μόνην οἰκείαν εὔκλειαν ἀναβάλλεσθαι τὸν γάμον. Σημείωσαι δὲ ὅτι Ὅμηρος μὲν καὶ οἱ καθʼ Ὅμηρον, σώφρονα ἐν ταῖς μάλιστα ἱστοροῦσι τὴν Πηνελόπην. Λυκόφρων δὲ καὶ εἴ τις ἄλλος τοιοῦτος, κασσωρίδα τὴν καλὴν Πηνελόπην παραδιδόασι, καὶ τὸ πάντῃ ἀπίθανον, καὶ πᾶσι τοῖς μνηστῆρσιν αὐτὴν καθυπάγουσι. καὶ ἐκ τοιαύτης ὑποθέσεως, τὸν μυθικὸν γεννῶσι Πᾶνα. ἕτεροι δὲ σεμνότερον ληροῦντες, Ἑρμῆ συνευνάζουσι τῇ Πηνελόπῃ, ὅθεν ὁ Πάν, ὃν καὶ κατάρξαι τῆς ὑφαντικῆς φασί τινες. ὅθεν καὶ τὸ πανίον παρῆκται. Ἡρόδοτος δὲ ἄλλον τινὰ Πᾶνα ἱστορῶν, φησὶν ὅτι Πὰν ἀρχαιότατος παρʼ Αἰγυπτίοις, ἕτερος παρὰ τὸν ἐκ Πηνελόπης καὶ Ἑρμοῦ. Ὅτι πρὸς τὸν ἐφʼ οἷς οὐ δεῖ αἰτιώμενόν τινας, εἴποιεν ἂν ἐκεῖνοι τὸ τοῦ Ἀντινόου πρὸς Τηλέμαχον. οἷον. ὦ δεῖνα ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες ἡμέας αἰσχύνων, ἐθέλεις δέ κε μῶμον ἀνάψαι. τίς δὲ ὁ ὑψαγόρης, προείρηται σαφῶς. Τὸ δὲ μένος ἄσχετε, εἰρώνευται. θάρσος μὲν γὰρ, ἐνδείκνυται ὁ Τηλέμαχος. μένος δὲ, οὔπω. Τὸ δὲ ἔειπες, ἔχει τις γράψαι καὶ ἔειπας. φησὶ γὰρ Αἴλιος Διονύσιος ὅτι εἶπον καὶ εἶπα, ἀμφότερα παρὰ Ἀττικοῖς. μᾶλλον δὲ, τὸ πρότερον. καὶ τὰ προστακτικὰ δὲ, ἀμφοτέρως, εἰπὲ καὶ εἰπὸν. ὀξυτόνως. καὶ αἱ μετοχαί, ὁ εἰπὼν καὶ ὁ εἴπας. Ἰστέον δὲ ὅτι καθάπερ εἶπον καὶ εἶπα, οὕτω καὶ ἤνεγκα καὶ ἤνεγκον. καὶ μᾶλλον τοῦτο. ὡς ὁ κωμικὸς ἐν Λυσιστράτῃ. τάλαινʼ ἐγώ. τὸ ῥόδιον ἤνεγκον μύρον. τοῦ δὲ ἑτέρου, χρῆσις παρʼ Εὐριπίδῃ. ἤνεγκα κἀξέσωσα. Τὸ δὲ αἰσχύνων, ἀναιδῶς ἐῤῥέθη. δηλοῦντος Ἀντινόου, ὡς οὐκ ἐπιστρέφονται τῆς αἰδοῦς οἱ κατʼ αὐτόν. Τὸ δὲ ἀνάψαι, ἢ ἀπὸ τοῦ ἅπτειν ἐξ οὗ καὶ ὁ ἥφαιστος. ἵνα λέγῃ ἐκφῆναι καὶ ἐκφλογῶσαι μῶμον δίκην φανοῦ. ἢ ἀντὶ τοῦ προσάψαι καὶ οἱονεὶ ἐκδῆσαι. καθʼ ὃν λόγον καὶ πεῖσμα νηὸς, ἐκ πέτρας ἀνάπτεσθαι λέγεται. ἑρμηνευτικὸν δέ ἐστι τοῦ αἰσχύνων, τὸ μῶμον ἀνάψαι. αἰσχύνει γάρ τινα ὁ μῶμον ἐκείνῳ ἀνάπτων. Ὅτι διηγούμενος ἐνταῦθα τὰ κατὰ τὴν Πηνελόπην ὁ Ἀντίνοος, λέγει. ἤδη γὰρ τρίτον ἐστὶν ἔτος τάχα δʼ εἶσι τέταρτον, ἐξ οὗ παρέλκει τὸν γάμον. πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ. τοῦτο δὲ ἁρμόζει ἐπὶ παντὸς εἰπεῖν δολίου μὲν λόγοις δὲ θέλγοντος. Τὸ δὲ τάχα δὲ εἶσι τέταρτον, ἀντὶ τοῦ, ταχὺ ὅσον οὔπω δίεισι καὶ συμπληροῦται καὶ τὸ τέταρτον, ὡς ὁ ποιητὴς μετʼ ὀλίγα ἑρμηνεύσει. εἶτα ἐκτιθεὶς τὰ κατὰ τὸν ἱστὸν τῆς Πηνελόπης, φησίν. ἡ δὲ, δόλον τόν δʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε. στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν, ὕφαινε, λεπτὸν καὶ περίμετρον. πλασαμένη, χρῆναι μένειν ἡμᾶς ἐπειγομένους τὸν αὐτῆς γάμον ἕως φᾶρος ἐκτελέσει Λαέρτῃ ἥρωϊ ταφήϊον. μή μοι φησὶ μεταμώλια νήματα ὄληται. ἔνθα καὶ ἑρμηνεύων τὸ ταφήϊον, φησίν. ὅτε ἂν αὐτὸν μοῖρα καθέλῃ θανάτου ὅ ἐστι καταῤῥίψῃ. ὃν θάνατον, καὶ τανηλεγέα ἐνταῦθα λέγει ὡς καὶ ἀλλαχοῦ, πρὸς διαστολὴν τοῦ ἀδελφοῦ ὕπνου. ὁ μὲν γὰρ, ὡς οἷον εἰπεῖν, μικρολεγής. ὡς ἐπὶ μικρὸν λέγων ὅ ἐστι κατακοιμίζων τὸν ἄνθρωπον. ὁ δὲ θάνατος, ἐπὶ μακρὸν παρατείνει τὸ τοιοῦτον λέξασθαι. λέγει δὲ καὶ ἄλλην πρόφασιν τῆς Πηνελόπης, τοιαύτην. μή τις μοι φησὶ κατὰ δῆμον Ἀχαιΐδων νεμεσήσῃ αἴκεν ἄτερ σπείρου κεῖται ὁ γέρων πολλὰ κτεατίσσας ἤτοι κτέατα σχών. ὡς εἶναι τρία ταῦτα τῇ Πηνελόπῃ τὰ εἰς ἀφορμὴν τοῦ ἱστοῦ. τὴν ἐκ τῶν σωφρόνων γυναικῶν νέμεσιν. καὶ τὸ ἁπλῶς ὅσιον. τὸ χρῆναι δηλαδὴ τῷ τεθνεῶτι ὁσιοῦσθαι ἐντάφιον. καὶ τὸ μὴ ἐθέλειν ὀλέσθαι τὰ νήματα τῇ εἰς πλέον ἀναβολῇ. ἐφʼ οἷς καὶ ἐπείσθησαν οἱ ἀγήνορες. ἔνθα καὶ ἠματίη μέν φησιν ὑφαίνεσκε μέγαν ἱστόν. νύκτας δʼ ἀλλύεσκεν ἐπὴν δαΐδας παραθείη. ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς. ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι, καὶ τότε δή τις ἔειπε γυναικῶν ἣ σάφα ᾔδη. καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν. Ὣς τὸ μὲν, ἐξετέλεσε καὶ οὐκ ἐθέλουσʼ ὑπʼ ἀνάγκης. Σοί δʼ ὧδε μνηστῆρες ὑποκρίνονται ἵνʼ εἰδῇς Αὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί. Μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι Τῷ, ὅτεῴ τε πατὴρ κέλεται καὶ ἀνδάνει αὐτῇ. Εἰ δʼ ἔτʼ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν. Τὰ, φρονέουσʼ ἀνὰ θυμὸν, ἅ οἱ περιδῶκεν Ἀθήνη. Ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς. Κέρδεά θʼ οἷα οὔπω τίνʼ ἀκούομεν οὐδὲ παλαιῶν Τάων, αἳ πάρος ἦσαν ἐϋπλοκαμῖδες Ἀχαιαί. Τυρώ τʼ Ἀλκμήνη τε ἐϋπλόκαμός τε Μυκήνη. Τάων οὔτις ὁμοῖα νοήματα Πηνελοπείῃ Ἤιδη ἀτὰρ μὲν τοῦτό γʼ ἐναίσιμον οὐκ ἐνόησεν. Τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήμαθʼ ἔδονται, Ὄφρά κε κείνη τοῦτον ἔχῃ νόον ὅντινά οἱ νῦν Ἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτῇ Ποιεῖτʼ. αὐτὰρ σοί γε, ποθὴν πολέος βιότοιο. Ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν, οὔτε πῃ ἄλλῃ, Πρίν γʼ αὐτὴν γήμασθαι Ἀχαιῶν ᾧ κʼ ἐθέλῃσιν. Καὶ ὅρα ἐν τούτοις ὅπως Τηλέμαχος μὲν, ἐν πάνυ στενῷ ἐδήλωσε τὰ κατὰ τὴν Πηνελόπην. εἰπὼν τοῦτο καὶ μόνον. μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ. ἁπλοῦν γὰρ ἡ ἀλήθεια. καὶ οὐ δεῖται ποικίλων ἑρμηνευμάτων τὸ δίκαιον ὡς ἡ τραγῳδία δηλοῖ. Ἀντίνοος δὲ πλατὺ διηγούμενος, δείκνυοι μὲν δῆθεν καὶ ὃ προέθετο, ὅτι δηλαδὴ αἰτία ἐστὶν ἡ Πηνελόπη. ὁμολογεῖ δὲ καὶ τὴν βίαν ἀριδηλότητα, ὡς ἐν τοῖς κατὰ μέρος φαίνεται. καὶ οὐ μόνον ἐν τῇ πολυετεῖ ὑπερθέσει, ἀλλὰ καὶ μάλιστα ἐν τῷ ἐκτελέσαι τὸν ἱστὸν ὑπʼ ἀνάγκης. ἔτι δὲ καὶ ἐν τῷ ποιεῖν τῷ Τηλεμάχῳ ποθὴν πολλοῦ βιότου. καὶ ἐν τῷ ἐνίστασθαι, μὴ ἂν ἀποτραπέσθαι τοῦ οἴκου, πρὶν γήμασθαί τινι τὴν Πηνελόπην. ὃ δὴ καὶ πρὸς κακοῦ πάντως ἔσται τοῖς μνηστῆρσιν. οἷς ἐξὸν ὂν σωθῆναι ἄλλην τραπομένοις, ὅμως πάντες ὁμοῦ εὑρεθέντες, πανωλεθρίαν ἔπαθον. καὶ εἴη ἂν ὁ τελευταῖος τοῦ Ἀντινόου λόγος, ὡς οἷα τις κατὰ τῶν μνηστήρων προεκθετικὴ ἀναφώνησις. Ἰστέον δὲ ὅτι τὸ ἔλπει, ταυτόν ἐστι τῷ. εἰς ἐλπίδας ἄγει. καὶ ὅτι ὥσπερ ὀχῶ ἄλλον ὀχοῦμαι δὲ αὐτός. καὶ πορεύω ἕτερον πορεύομαι δὲ ἐγὼ, οὕτω καὶ ἔλπω τὸ εἰς ἐλπίδας ἄγω καὶ ποιῶ εὐέλπιδα. ἔλπομαι δὲ δὲ αὐτὸς ἤτοι ἔχω ἐλπίδας. τοιοῦτον καὶ τὸ ψεύδω. οἷον. ἔψευσάς με τῆς ἐλπίδος. καὶ δηλοῦσι τὰ τοιαῦτα ῥήματα, δύο ἐνεργείας προσώπου ἑνός. τὴν μὲν, αὐτοῦ καθʼ ἑαυτὸ ἐν φωνῇ παθητικῇ. οἷον. ὀχοῦμαι. πορεύομαι. ἔλπομαι. ψεύδομαι. τὴν δὲ, ἀπʼ αὐτοῦ εἰς ἄλλο κατὰ φωνὴν ἐνεργητικήν. οἷον. ὀχῶ καὶ πορεύω καὶ ἔλπω καὶ ψεύδω ἄλλον. Τὸ δὲ ὑπίσχεται, πρωτότυπόν ἐστι τοῦ ὑπισχνεῖται. ὡς γὰρ ἵκω ἱκνῶ, οἴχω οἰχνῶ, οὕτως ὑπίσχω ὑπισχνῶ. Τὸ δὲ στησαμένη μέγαν ἱστὸν, τρόπος ἐτυμολογίας ἐστί. τὸ δὲ μέγαν ἱστὸν ἐν μεγάροις, ἔχει τι παρηχήσεως κατὰ τὸ μέγα. Μέγαν δὲ ἱστὸν εἰπὼν, προσέθετο καὶ λεπτὸν καὶ περίμετρον, ἵνα εἴη πιθανὸν τὸ πολυχρόνιον τῆς αὐτοῦ κατασκευῆς, διὰ τὸ δυστήρητον τῆς προκοπῆς τοῦ λεπτοϋφοῦς καὶ περιμέτρου ἔργου. ἐπίτασις δὲ πάντως τοῦ μεγάλου ἱστοῦ, τὸ περίμετρον, ἐπαύξει δὲ τὸν χρόνον, καὶ τὸ ἀγλαὸν εἶναι τὸν ἱστόν. ὃ ταυτόν ἐστι τῷ, περικαλλὲς ἔργον. Τοῦ δὲ ὑφαίνειν ἐξ οὗ τὰ ὑφαντὰ, πρωτότυπον οὐ χρηστὸν τὸ ὑφῶ. αὐτὸ δὲ, προϋπάρχει καὶ τοῦ ὑφάζω, ἀῤῥήτου καὶ αὐτοῦ θέματος. ἀφʼ οὗ τὸ ὕφασμα. ἐκ τοῦ ὑφῶ δὲ, καὶ τὸ ὕφος. ἔτι δὲ καὶ ἡ παρυφή. ἔστι καὶ αὕτη κατὰ τὸν Ἀθήναιον, κόσμου εἶδος ἐν ἱματίῳ, οὐκ εὐδιάρθρωτος πάνυ σαφῶς. ὁποῖα ἴσως τὰ λεγόμενα ἐξεμπλωτὰ καὶ πλουμιστά. ἔοικε δὲ μὴ δὲ εἶναι ᾦα πρόθετος διὰ τοῦτο ἡ παρυφή. ἀλλά τι κάλλος συνυφασμένον περί τινα μέρη, οὐ μὴν κατὰ διηνεκὲς ποίκιλμα ὁποία ἡ τῆς Ἑλένης δίπλαξ. χρῆσις δὲ τῆς λέξεως, ἔν τε ἄλλοις καὶ ἐν τῷ, ἐφόρουν παρυφὴν διαφανῆ πάντες οἷς νῦν ὁ τῶν γυναικῶν ἁμβρύνεται βίος. φανερόν δʼ ὅτι ἐκ τῆς παρυφῆς, εὐπάρυφος στολὴ ἐν βραχείᾳ τῇ παραληγούσῃ. ὥσπερ ἐκ τοῦ ὕφους ἢ τῆς ὑφῆς, μακροπαράληκτος ὁ καὶ ἡ εὔυφος. καὶ ὅτι τοῦ ὑφάζω καινὸς Ἀττικὸς παρακείμενος, ὑφυφασμένος. ὑπὲρ οὗ λαλοῦσιν οἱ τεχνικοὶ τὰ πείθοντα. ὅτι ὥσπερ τὸ ὕφασμα διὰ τοῦ σίγμα οὕτω καὶ μετοχή ἐστιν ὑφασμένος, Ἡρῳδιανὸς δηλοῖ. ὃς καὶ Ἀττικῶν αὐτό φησιν εἶναι. οἳ καὶ μεμολυσμένος φασὶ καὶ μεμαρασμένος. εἰ καὶ ἄλλως ὥσπερ αἰσχύνω ᾐσχυμμένος, οὕτως ὤφειλεν εἶναι καὶ μολύνω μεμολυμμένος καὶ μαραίνω μεμαραμμένος. Φᾶρος δὲ νῦν, ἢ τὸ ἁπλῶς ὕφασμα παρὰ τὸ τῇ ὑφῇ ἀρηρέναι. διὸ καὶ προπερισπᾶται διὰ τὴν συναίρεσιν ἀνάπαλιν πρὸς τὸ τοπικὸν, ἢ τὸ ἁπλῶς ὑφαινόμενον ὡς γενέσθαι ὕστερον διʼ αὐτοῦ φᾶρος εἴτουν ἱμάτιον. τοῦτο δὲ, καὶ σπεῖρον παρακατιὼν φησὶν, ἢ ὡς ὕφασμα δυνάμενον σπειροῦν ὅ ἐστι σπαργανοῦν καὶ περιέχειν τὸν αὐτὸ περιτιθέμενον, ἢ καὶ ὡς λυσιτελοῦν εἰς ἱμάτιον. σπεῖρον γάρ που καὶ τὸ ἱμάτιον. ὡς τὸ, σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι. Μεταμώλια δὲ ἢ μεταμώνια, ποιητὴς μὲν, χαίρει γράφων. πεζογράφος δὲ ῥήτωρ ἐξαθερίζει καὶ αὐτὸ καθὰ καὶ τὸ ἀτέμβει θυμόν. ἤγουν εἰς ἄτην ἐμβιβάζει. στερίσκει. γίνεται δὲ τὸ μεταμώνια, παρὰ τὸ μὴ ὀνεῖν, μηόνια. καὶ κατὰ κρᾶσιν καὶ σύνθεσιν μεταμώνια, ὁμοίως τῷ ἐπιβοήσομαι ἐπιβώσομαι ὡς προεγράφη. καὶ Ἀττικῶς, μεταμώλια. ὡς καὶ νίτρον λίτρον, καὶ πνεύμων πλεύμων. ὅθεν καὶ πλευμονία. καὶ παρʼ Ὁμήρῳ. πάγη δʼ ἐνπλεύμονι χαλκὸς καθά τις γράφει τῶν παλαιῶν. Τὰ δὲ ἀπόθετα νήματα, συντελεῖ πρὸς τὴν προδηλωθεῖσαν ἐτυμολογίαν τῆς Πηνελόπης. γίνεται δὲ τὸ νῆμα, παρὰ τὸ νήθω. ἢ μᾶλλον παρὰ τὸ νῶ ἐξ οὗ καὶ τὸ νήθω παρῆκται. ὡς ἐκ τοῦ κνῶ, τὸ κνήθω. καὶ ἐκ τοῦ μῶ ἤτοι ζητῶ, τὸ μήθω. ὅθεν ὁ Προμηθεύς. χρῆσις δὲ τοῦ νῶ, παρʼ Ἡσιόδῳ. Τὸ δὲ ταφήϊον, καθʼ ὁμοιότητα παρῆκται τοῦ πολεμήϊον. ἤγουν κατὰ πλεονασμὸν τοῦ η, οὐ κατὰ διάλυσιν ὡς τὸ πρεσβήϊον. Τὸ δὲ μοῖρʼ ὀλοὴ, πρὸς διαστολὴν εἴρηται τῆς εὐμοιρίας. ὥς που καὶ μοῖραν λέγει δυσώνυμον, κατὰ διαφορὰν τῆς μὴ τοιαύτης. Τὸ δὲ καθελεῖν καὶ ἡ καθαίρεσις, ὡς ἐπὶ ταπεινώσεως λέγεταί τινος καὶ καταῤῥίψεως, ἀριδηλότατόν ἐστι. Γυναικῶν δὲ νέμεσιν ὑφορᾶται ἡ Πηνελόπη, καθά που καὶ ἄνδρες ἀνδρῶν. ἴσως δὲ καὶ διὰ τὸ μεμψιμοιροτέρας αὐτὰς τῶν ἀνδρῶν εἶναι ὡς καὶ ἀλλαχοῦ δηλοῦται. Σπεῖρον δὲ νῦν, οὐκ ἐξ ἀνάγκης εὐτελὲς ὕφασμά τι, ἀλλὰ οἷον ἐπιπρέπειν τῷ ἥρωϊ Λαέρτῃ. φασὶ γοῦν τριχῶς τὸ σπεῖρον. πολυτελὲς ἱμάτιον. ῥάκος. καὶ ἱστίον. ὅθεν δὲ ἡ τοῦ ὄφεως σπεῖρα καὶ τὸ σπειρᾶσθαι ἤτοι σπαργανοῦσθαι, συσφίγγεσθαι, ἐκεῖθεν καὶ τὸ σπεῖρον. Τὸ δὲ ὑφαίνεσκε καὶ ἀλλύεσκεν ἀντὶ τοῦ ἀνέλυε, ποιητικά εἰσι πάρισα πρέποντα τῷ περὶ Πηνελόπης ἐνταῦθα λόγῳ, τῆς καλῆς καὶ περίφρονος. Εὐτελείας δὲ καὶ ἐνταῦθα ἡρωϊκῆς δηλωτικὴ ἡ τῶν δαΐδων τῇ Πηνελόπῃ παράθεσις. Τὸ δὲ τρίετες ὥσπερ καὶ τὸ τετράετες καὶ τὰ ὅμοια προπαροξύτονα, χρόνου εἰσὶ δηλωτικὰ οἷα χρονικὰ ἐπιῤῥήματα. τὸ μέντοι τριετὲς ἢ τετραετὲς οἷον παιδίον ἢ ἄλλό τι, ὀξύνονται πρὸς διαφοράν. ἀκριβέστερον δὲ ὅπως τονίζονται τὰ παρὰ τὸ ἔτος, ἐν τῇ τῆς Ἰλιάδος Βοιωτίᾳ δηλοῦται. Τὸ δὲ καὶ ἐπήλυθον ὧραι, συμπληροῦσθαι τὸ τέταρτον ἔτος δηλοῖ. οὐ γὰρ μία ἐπῆλθεν ὧρα. ἀλλʼ ὡς ἔοικεν, ἢ ὅλαι ἢ αἱ πλείους. πρὸς ὃ συμφωνεῖ καὶ τὸ, τάχα δʼ εἶσι τέταρτον, ἤγουν δίεισιν ὡς καὶ πρὸ ὀλίγου εἴρηται. Ἐν δὲ τῷ, ἔειπέ τις γυναικῶν, ἡ δουλικὴ ἀπιστία δηλοῦται. εἴγε ἡ ἐπὶ τῷ ἱστῷ ἀνάγκη τῇ Πηνελόπῃ, διὰ τὴν κατειποῦσαν δούλην ἐπήνεκται. καλῶς ἄρα αἱ τοιαῦται ὕστερον μετὰ τὴν μνηστηροκτονίαν κρεμασθήσονται. Τὸ δὲ ἐφεύρομεν, ἀστείως ἐῤῥέθη, ὡς οἷον ἐν ἀνιχνεύσει εὑρεθέντος τοῦ δόλου τῆς Πηνελόπης. Τὸ δὲ ἀγλαὸν εἶναι τὸν ἱστὸν, συμβάλλεταί τι ὡς ἐῤῥέθη καὶ αὐτὸ, πρὸς τὴν διατριβὴν τοῦ ἔργου καὶ τὸ λεπτὸν καὶ περίμετρον. Τὸ δὲ οὐκ ἐθέλουσα καὶ τὸ ὑπʼ ἀνάγκης, τὴν τῶν μνηστήρων ὡς καὶ προείρηται βίαν ἐνδείκνυται. καὶ τοιαῦτα μὲν ἄχρις ὧδε τὰ κατὰ τὸν ἱστὸν τῆς Πηνελόπης. τὸν εἴτε ὡς ἐν ὑποθέσει, εἴτε καὶ καθʼ ἱστορίαν ἀληθῆ. ἡ μέντοι ἀλληγορία κατὰ ἀστειοτέραν ἀναγωγὴν, φιλοσοφίαν μὲν καὶ πάλιν τὴν Πηνελόπην νοεῖ. ἱστὸν δὲ ὑπʼ αὐτῆς ὑφαινόμενον, τὴν φιλόσοφον τῶν προτάσεων ἐπισύνθεσιν. ἐξ ὧν αἱ συλλογιστικαὶ ὑφαινόμεναι γίνονται συμπλοκαί. ἀνάλυσιν δὲ ὑπʼ ἀνάγκης γινομένην τοῦ τοιούτου ἱστοῦ ὑπονοεῖ, τὴν οὕτω παρὰ τοῖς φιλοσόφοις λεγομένην τῶν ἐξ ἀνάγκης πλεκομένων συλλογισμῶν ἀνάλυσιν. ἧς οὐκ ἐπαΐουσιν οἱ σπάταλοι καὶ παχεῖς μνηστῆρες τῆς Πηνελόπης, οἷα μὴ δὲ ἐξευρεῖν οἴκοθέν τι λεπτὸν ἐξισχύοντες. θεῖον γὰρ ἀληθῶς τὸ τοιοῦτον ἔργον. διὸ καὶ ἡ Πηνελόπη λέγει που ἐν τοῖς ἑξῆς, θεὸν ἐμπνεῦσαι αὐτῇ τὰ κατὰ τὸν τοιοῦτον ἱστόν. καὶ οὕτω μὲν οἱ τρυφηταὶ μνηστῆρες οὐδὲν οἴδασι. θεράπαινα δέ τις τῶν ἔνδον, ἐκφαίνει τὸ ἔργον. εἴη δʼ ἂν αὕτη, ἡ τῇ φιλοσόφῳ ταύτῃ ὑφαντικῇ προστετηκυῖα καὶ ταύτην φιλοπονοῦσα, ἀναλυτικὴ συλλογιστικὴ μέθοδος. εἰ καὶ οἱ ἀμέθοδοι καὶ οὐ ποθοῦντες τὴν τοιαύτην ὑφαντικὴν, ταχὺ παύουσι τὸ φιλόσοφον ἔργον, κύβοις αὖθις ἑαυτοὺς ἐπιῤῥίπτοντες καὶ αἰγανέαις παραβάλλοντες. καὶ νῦν μὲν ὦ οὗτος, οὐκ οἶδας εἴπερ καλῶς ἡμῖν ἀνῆκται ὁ λόγος ὁ περὶ τοῦ ἱστοῦ, ἔτι γὰρ τῶν εἰσαγωγικῶν εἶ προθύρων. ὅτε δὲ εἰς μνηστῆρα τῆς φιλοσόφου Πηνελόπης ἐγγραψάμενος καὶ αὐτὸς, τὸν ἱστὸν περιεργάσῃ τοῦτον, καὶ σοὶ τὰς τῆς γνώσεως δαΐδας ἡ Πηνελόπη φιλοσοφία καθʼ ἡσυχίαν ὑπανάψασα τὴν ἀνάλυσιν τοῦ τοιούτου ἱστοῦ ὑποφήνῃ, γνοίης ἂν ὅτι καλῶς αὐτῇ συνυφάναμεν τὰ τῆς τοιαύτης ἀναγωγῆς. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. Τὸ δὲ μνηστῆρες ὑποκρίνονται, ἀντὶ τοῦ ἀποκρίνονται Ἰωνικῶς καθὰ καὶ ἐν Ἰλιάδι. καὶ ὑποκριτής φασιν. ἐντεῦθεν, ὁ ἀποκρινόμενος τῷ χορῷ. λέγει δὲ καὶ Ἡρόδοτος. οἱ μὲν, ταῦτα ὑποκρινάμενοι, ἀπηλλάττοντο. δοκεῖ δὲ καὶ Ἀττικὴ ἡ λέξις εἶναι. φησὶ γοῦν Θουκυδίδης. οὐδὲν ὑπεκρίνοντο. Ὅρα δὲ ὅπως ὁ Ἀντίνοος ἑαυτῷ τοὺς ὅλους μνηστῆρας προσλογίζεται, ὡς αὐτὸς ὢν οἱ πάντες. διὸ αὐτὸς λαλῶν, ὅμως φησί σοί. δʼ ὧδε μνηστῆρες ὑποκρίνονται. καλῶς ἄρα πρὸ πάντων αὐτὸς πεσεῖται ὑπὸ Ὀδυσσέως βληθείς. Τὸ δὲ ᾧ πατὴρ κέλεται καὶ ἀνδάνει αὐτῇ, πρὸς ἀκρίβειαν ἐῤῥέθη πολιτικήν. οὐ γὰρ δουλικῶς ὁ πατὴρ τῇ θυγατρὶ τὰ τοιαῦτα κελεύσει, ἀλλʼ αἱρήσεται καὶ αὐτή. Σημείωσαι οὖν ὅτι καὶ πρὸ ὀλίγων ἐν τῷ, δοίη δʼ ᾧ κʼ ἐθέλῃ καὶ οἱ κεχαρισμένος ἔλθῃ, τὸ μὲν δοίη ᾧ ἂν ἐθέλῃ, διὰ τὸν πατέρα κεῖται. τὸ δὲ καί οἱ κεχαρισμένος ἔλθῃ, διὰ τὴν θυγατέρα. ἵνα λέγῃ, καὶ ὃς ἂν τῇ Πηνελόπῃ χαρίεις δόξῃ. Τὸ δὲ εἰ δʼ ἔτʼ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν, ἢ ἀναπόδοτον ἔμεινε καθὰ καὶ ἐν Ἰλιάδι τὸ, ἀλλʼ εἰ μὲν δώσουσι γέρας Ἀχαιοί. ἀγωνιῶν γὰρ ὁ Ἀντίνοος, ἐπέσχε τὴν συντακτικὴν ἀπόδοσιν εἰς τὸ, οὔτις ὁμοῖα νοήματα τῇ Πηνελόπῃ ἤδη μετὰ στίχους ἑπτά. ἴσως δὲ καὶ μὴ ἔχων εἰπεῖν τι ἐξ αὐτοσχεδίου καίριον. ἢ μετὰ δώδεκα στίχους ἀποδίδωσι τὴν σύνταξιν, ἐν τῷ, ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα ἴμεν. ἵνα λέγῃ ὅτι εἰ δὲ καὶ εἰσέτι ἡμᾶς ἀνιᾷ ἡ Πηνελόπη, ἡμεῖς δὲ οὐκ ἀπαλλαττόμεθα πρὶν αὐτὴν γήμασθαι ᾧ ἂν ἐθέλῃ. δύναται δὲ ὀρθῶς ἀποδίδοσθαι καὶ μετὰ στίχους δέκα ἐν τῷ, μέγα μὲν κλέος αὐτῆς. καὶ ἔστι καὶ τοῦτο, παράδειγμα μακροῦ ὑπερβατοῦ. Ὅρα δὲ καὶ ὅτι ἐν τῷ ῥηθέντι Ὁμηρικῷ χωρίῳ, δῶρα λέγεται Ἀθηνᾶς, τὸ ἔργα ἐπίστασθαι περικαλλῆ. καὶ φρένες ἐσθλαί. καὶ κέρδεα. ὅ ἐστιν ἐπίνοιαι. μηχαναί. ὧν μετεῖναι τῇ Πηνελόπῃ ὁ Ἀντίνοος λέγει εἴπέρ τινι ἄλλῃ τῶν παλαιῶν ἡρωΐδων. ὁποία καὶ ἡ Μυκήνη. ἧς ἐπώνυμος ἡ ἐν Ἄργει πόλις Μυκήνη. καὶ ἡ Τυρὼ περὶ ἧς ἐν τοῖς ἑξῆς που ῥηθήσεται. καὶ ἡ Ἀλκμήνη ἡ τοῦ Ἡρακλέος μήτηρ. ὧν καὶ μόνων ἐμνήσθη Ἀντίνοος, κατʼ ἐξοχὴν ἀρέσκουσαν αὐτῷ κατὰ τὸ αὐτοσχεδίως ἐπελθόν. Ἰστέον δὲ, ὅτι ἔργα ἐπίστασθαι δίδωσιν Ἀθηνᾶ, ἐπεὶ κατὰ Παυσανίαν ἐργάνη λέγεται, ὡς ἔργοις ἐπιστατοῦσα. αὐτὴ γὰρ εὗρε τὰς τέχνας. Ὅρα δὲ καὶ ὅτι κἀνταῦθα ἐπὶ γυναικῶν ὁ πλόκαμος. ὅθεν καὶ Μυκήνη εὐπλόκαμος. καὶ εὐπλοκαμῖδες Ἀχαιαί. καὶ ὅτι ὥσπερ ἡ κληῒς καὶ ἡ σφραγὶς καὶ ἡ κνημὶς καὶ ἡ ψηφὶς, οὕτω καὶ ἡ εὐπλόκαμις ἴσως δὲ καὶ ἡ πλοκάμις, ἐκτείνει παραλήγουσαν, ὡς δηλοῖ τὸ, αἳ πάρος ἦσαν εὐπλοκαμῖδες Ἀχαιαί. ὃ μετρεῖται κατὰ δάκτυλον. σκοπητέον δὲ μή ποτε φαῦλα τῶν ἀντιγράφων ἐν οἷς ὀξύνεται ἡ εὐπλοκαμίς. δέον γὰρ, ὥσπερ κρηπὶς μελαγκρήπις. ψηφὶς πολυψήφις ὡς τὸ πολυψήφιδα παρʼ ὅρμον. κνημὶς εὐκνήμις, οὕτω καὶ πλοκαμὶς εὐπλοκάμις. καὶ πληθυντικὸν εὐπλοκάμιδες. Νοήματα δὲ Πηνελόπης λέγει, ἅπερ ἀνωτέρω ἔφη κέρδεα. ἔνθα καὶ ἑρμηνεύει τὸ περίφρων. πῶς γὰρ οὐ περίφρων Πηνελόπη, ἡ τοιαῦτα νοήματα εἰδυῖα οἷα οὐδεμία τῶν ἡρωΐδων; Αἰνίττεται δʼ ἐνταῦθα καὶ θεόσοφον τὴν Πηνελόπην ὁ Ἀντίνοος εἰ τὸν νοῦν ὃν ἔχει ἐν στήθεσιν αὐτῇ θεοὶ τιθέασιν. ἐπίτηδες δὲ ταῦτα ὁ μνηστὴρ λαλεῖ. εἰπὼν γὰρ ἐν τῇ δημηγορίᾳ πολλὰ οὐ πρὸς ἡδονῆς ἐσόμενα τῇ Πηνελόπῃ, καὶ ὑποπτεύσας λύπην ἐκείνης, μεταλαμβάνει ἐγκώμιον αὐτῆς πρέπον γυναικὶ ἀγαθῇ. Σημείωσαι δʼ ἐν τούτοις καὶ φήμην ἐσχηματισμένην ἣ φύγεν ἕρκος ὀδόντων τῷ Ἀντινόῳ. τὸ γὰρ οὐδαμοῦ πάρος ἴμεν πρὶν αὐτὴν γήμασθαι Ἀχαιῶν ᾧ κʼ ἐθέλῃσιν, ἀληθῶς οὕτως ἀπέβη. οὐδαμοῦ γὰρ ἀπῆλθον οἱ μνηστῆρες ἕως ἐλθὼν Ὀδυσσεὺς ᾧ ἐκείνῃ γήμασθαι ἤθελεν, ἐποίησεν ἅπερ ἐποίησεν. ἐπαινετέος οὖν καὶ τῶν τοιούτων ὁ ἀστειότατος ποιητής. Ἐν δὲ τῷ, ποιεῖταί σοι ποθὴν πολέος βιότοιο, κατὰ τῆς ὡς αὐτὸς εἰρωνικῶς ἔφη φίλης μητρὸς ἐρεθίζει τὸν Τηλέμαχον. οὐ γὰρ ἂν εἴη φίλη μήτηρ, ἡ οὕτω ζημιοῦσα τὸν υἱόν. Ὅτι πυκνότητα καὶ συντομίαν καὶ ἰσχὺν νοημάτων ἐνδείκνυται ὁ Τηλέμαχος ἐν οἷς ἀντιλέγει Ἀντινόῳ εἰπόντι μητέρα σὴν ἀπόπεμψον. φησὶ γὰρ, οὐ πρὸς καλῶν αὐτῷ εἶναι ἀπώσασθαι τὴν τεκοῦσαν καὶ θρεψαμένην. καὶ ταῦτα, ἀέκουσαν. ὅπου γε καὶ ἄδηλον εἴτε ζῇ ὁ πατὴρ ἐπʼ ἀλλοδαπῆς εἴτε τέθνηκε. προσέτι δὲ κακόν φησι, καὶ χρήματα πολλὰ καταθέσθαι τῷ πάππῳ Ἰκαρίῳ, καὶ κακὰ πρὸς ἐκείνου παθεῖν, εἴπερ ἑκών φησιν αὐτὴν ἐκπέμψω. καὶ θεῷ δὲ ἀπεχθὴς διεκπεσεῖν. ὑποστέλλεται δὲ καὶ τὰς Ἐριννῦς. καὶ τὴν ἐξ ἀνθρώπου ὑφορᾶται νέμεσιν. καὶ πείθει ἑαυτὸν, μὴ μόνον οὐκ ἀπώσασθαι τὴν μητέρα, ἀλλʼ οὐδὲ μῦθον τοιοῦτον εἰπεῖν πρὸς αὐτὴν ἣν φθάσας καὶ ὁ ἐχθρὸς Ἀντίνοος ἐπαίνοις ἐσέμνυνεν. εἰπὼν αὐτὴν καὶ φίλην μητέρα τῷ Τηλεμάχῳ ὡς εἴρηται. ἔστι δὲ ἡ Ὁμηρικὴ φράσις, τοιαύτη. Ἀντίνοʼ, οὔπως ἐστὶ δόμων ἀέκουσαν ἀπῶσαι, ἥ μʼ ἔτεχʼ ἥ μʼ ἔθρεψε. πατὴρ δʼ ἐμὸς ἄλλοθι γαίης ζώει, ὅ γʼ ἢ τέθνηκε, κακὸν δέ με πόλλʼ ἀποτίνειν Ἰκαρίῳ, αἴκʼ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω. Ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι. ἀλλὰ δὲ δαίμων Δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετʼ ἐριννῦς Οἴκου ἀπερχομένη. νέμεσις δέ μοι ἐξ ἀνθρώπων Ἔσσεται. ὡς οὐ τοῦτον ἐγὼ ποτὲ μῦθον ἐνίψω. καὶ τὰ ἑξῆς ὡς προεγράφη ἐν τῷ ἐξιέναι μεγάρων ἄλλας δʼ ἀλεγύνετε δαῖτας. ἀπαραλλάκτως γὰρ τὰ ἐκεῖ ῥηθέντα, κεῖνται κἀνταῦθα. ὀκνοῦντος καὶ ἐν τούτοις τοῦ ποιητοῦ, τὰ εὖ πεποιημένα μεταποιεῖν. πλὴν ὅσον, εἰπὼν ἐκεῖ ἐξιέναι μεγάρων, ἐνταῦθα ἔξιτέ μοι μεγάρων φησὶ, κοινότερον καὶ σαφέστερον. Ἰστέον δὲ ὅτι τὸ ἥ μʼ ἔθρεψεν, ἐπίτασιν δηλοῖ γνησιότητος. εἰσὶ γὰρ μητέρες, αἳ τίκτουσι μὲν, οὐκ ἐκτρέφουσι δὲ, ἀλλʼ ὡς εἰπεῖν, ἐκτιθέασι ταῖς τιθηνοῖς. οἷα μὴ δὲ φιλοῦσαι τίκτειν αἱ πολλαί. ἀλλὰ τὴν μὲν γαμήλιον στέργουσαι, ἀποστέργουσαι δὲ πορνικῶς τὴν γενετυλίδα διὰ τὴν οὐκ ἄπονον Εἰλείθυιαν. Ἐπαναφορᾶς δὲ σχῆμα γοργὸν, τὸ, ἥ μʼ ἔτεκεν, ἥ μʼ ἔθρεψε. Τὸ δὲ ἀέκουσαν ἀπῶσαι, πληρέστερον ἂν ἦν εἴπερ εἶχε προσκείμενον καὶ τὸ ἑκόντα. ἵνα ἔφη. ὡς οὔπως ἐστὶν ἑκόντα με δόμων ἀέκουσαν ἀπῶσαι τὴν μητέρα. διὸ μετʼ ὀλίγα φησίν. ἑκὼν ἀπὸ μητέρα πέμψω. σίγησας τὸ ἀέκουσαν ὡς ἤδη ῥηθέν. Καὶ ὅρα ὅτι, ταυτόν ἐστιν ἀπῶσαι καὶ ἀποπέμψαι. ἅπερ οἱ μεθʼ Ὅμηρον παθητικῶς ἀπώσασθαι φασὶ καὶ ἀποπέμψασθαι. Τὸ δὲ εὐλαβεῖσθαι πολλὰ ἀποτίνειν Ἰκαρίῳ, σμικρολογίας αἰτίαμα φασὶν οἱ παλαιοὶ τῷ Τηλεμάχῳ προσάπτειν. διὸ καὶ θέλουσιν οἱ τοιοῦτοι στίζειν τελείαν ἐν τῷ πολλʼ ἀποτίνειν· καὶ νοοῦσιν αὐτὸ, οὐκ ἐπὶ χρημάτων ἀλλʼ ἐπὶ τῆς θεόθεν ποινῆς. κατὰ τὸ, σύν τε μεγάλῳ ἀπέτισαν σὺν σφῇσι κεφαλαῖς καὶ ἑξῆς. ἵνα λέγῃ ὅτι κακὸν δέ με πόλλʼ ἀποτίνειν ὅ ἐστι θεόθεν ποινηλατεῖσθαι ἐὰν αὐτὸς ἑκὼν τῷ Ἰκαρίῳ ἀποπέμψω ἀέκουσαν τὴν μητέρα. Ποῖα δὲ πολλὰ ἀποτίσει; ἐκ τοῦ πατρὸς κακά φησι πείσομαι, ὅ ἐστιν ἐκ τοῦ Ὀδυσσέως εἰ τυχὸν ἐπανέλθοι. οὕτω γάρ τινες καὶ οὐκ ἐπὶ τοῦ Ἰκαρίου νοοῦσι τὸ πατρός. ἄλλα δὲ δαίμων καὶ ἐριννύες δώσουσι. περὶ ὧν ἐν τοῖς εἰς τὴν Ἰλιάδα διείληπται, διατί τὲ ἐριννῦς καλοῦνται, καὶ διατί στυγεραί. Ἔνθα, σημείωσαι καὶ ὅτι τὸ ἐριννῦς ἀρήσεται, ἢ ὅλως θεόν τινα, ἐπιθεάζειν ἔλεγον οἱ παλαιοί, ἀντὶ τοῦ, καταρᾶσθαι. προφέροντες καὶ χρῆσιν Φερεκράτους ταύτην. ὕστερον ἀρᾶται καὶ ἐπιθεάζει τῷ πατρί. Ὅρα δὲ καὶ ὅτι ὥσπερ ἡ μήτηρ εὐλαβεῖται τὴν ἐξ Ἀχαιΐδων νέμεσιν, οὕτω καὶ ὁ υἱὸς Τηλέμαχος τὴν ἁπλῶς ἐξ ἀνθρώπων, πλατυτέραν οὗτος ἔχων εὐλάβειαν. Τὸ δὲ ἐνίψω, οὐχʼ ἁπλῶς ἀντὶ τοῦ εἴπω, ἀλλὰ μετὰ σφοδρότητος καὶ ἀπειλῆς, ὡς καὶ ἡ ἐνιπὴ δηλοῖ. Ὥσπερ δὲ ἀπὸ τοῦ ῥέπω γίνεται τὸ ῥίπτω, καὶ ἀπὸ τοῦ πέτω τὸ πίπτω, οὕτω καὶ ἐνέπω ἐνίπτω. Ὅτι μέλλοντι μὲν δημηγορῆσαι τῷ Τηλεμάχῳ, φήμη ἐλαλήθη ὡς προεῤῥέθη θαῤῥύνουσα. παυσαμένου δὲ τῆς δημηγορίας, αἰετοὺς δύο Ζεὺς ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι. δηλοῦντας καὶ αὐτοὺς τὸ μέλλον ὡς ῥηθήσεται. Οἳ ἕως μὲν, ἀντὶ τοῦ τέως καὶ μέχρι τινὸς, ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο, Πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν, Ἀλλʼ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην, Ἔνθʼ ἐπιδινηθέντε, τιναξάσθην πτερὰ πολλά. Ἐς δʼ ἰδέτην πάντων κεφαλάς. ὄσσοντο δʼ ὄλεθρον δρυψαμένω δʼ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς, Δεξιὼ ἤϊξαν διά τʼ οἰκία καὶ πόλιν αὐτῶν. Θάμβησαν δʼ ὄρνιθας ἐπεὶ ἴδον ὀφθαλμοῖσιν. Ὥρμηναν δʼ ἀνὰ θυμὸν, ἅπερ τελέεσθαι ἔμελλον. ὃ δὴ οἰκεῖον εἰπεῖν τῶν ἐπὶ στοχαζομένων τοῦ μέλλοντος, καὶ ταῦτα μὲν τὰ τοῦ Ὁμήρου. εἰωθότος καὶ τοιούτοις ἐνασχολεῖν ἐνιαχοῦ τοὺς λόγους διὰ ποικιλίαν φράσεως καὶ πολυμάθειαν. Εἰσὶ δὲ ἀετοὶ, Ὀδυσσεὺς καὶ Τηλέμαχος. διόθεν μὲν ἥκοντες, ἐπεὶ ὡς καὶ ἐν Ἰλιάδι ἐφάνη, τῷ Διῒ ἀνάκεινται τὰ τοιαῦτα. ἐκ κορυφῆς δὲ ὄρεος πετόμενοι, ἐπειδὴ ἀγρόθεν ἥξουσι τὰ κατὰ τῶν μνηστήρων ἀρτύσαντες. καὶ τέως μὲν, πρὸς ἄνεμον ἁπλῶς πέτονται, ὡς ἡσυχῇ τὰ πρῶτα τὸ ἔργον διαχειριζόμενοι. καὶ πλησίοι ἀλλήλοις, ἐπεὶ οὐκ ἀποστατοῦσιν ἀλλήλων ταῖς βουλαῖς. ὅτε μέντοι πρὸς τοῖς μνηστῆρσι γένωνται οὓς νῦν ἡ ἀγορὰ ἔχει, τότε δὴ ἐπιδινηθέντες, τινάσσονται οἰκεῖα πτερὰ πολλά. ἢ διότι ἐπανελθόντες πολλοὺς ἀποβαλοῦνται καὶ τῶν ὑπηκόων μνηστῆρας δηλαδὴ καὶ κήρυκας καί τινας τῶν τοῦ οἴκου, θανατώσαντες καὶ αὐτόν. ἢ καὶ διότι θανατώσουσι τοὺς ὅλους μνηστῆρας, ὀϊστοὺς ἐπαφιέντες πτερόεντας. εἰσιδόντες δὲ πάντων κεφαλὰς καὶ δρυψάμενοι ἑαυτοὺς ὄνυξιν, ἀπελεύσονται. ἐπειδὴ οὐ μόνον μνηστῆρσιν, ἀλλὰ καὶ πολλοῖς ἄλλοις τῶν Ἰθακησίων ἔσται κακόν. καὶ πολλοὶ τὰς παρειὰς ἐπʼ αὐτῷ δρύψονται. τὰ γὰρ κεφαλικὰ τῶν Ἰθακησίων κακὰ, ἐν ἑαυτοῖς ἐνδείκνυνται οἱ ἀετοί. καὶ τοιαῦτα μὲν δηλοῦσιν οἱ οἰωνοί. πόθεν δὲ γίνεται ἀετὸς καὶ ὅτι τῷ Διῒ ἀνάκειται ἐκ γενετῆς, ἐν τῇ Ἰλιάδι δηλοῦται. Τὸ δὲ πλησίω, ἀπὸ εὐθείας κέκλιται τῆς ὁ πλησίος ὡς καὶ ἀλλαχοῦ πολλαχοῦ φαίνεται, οὗ καὶ θηλυκὸν εὕρηται ἡ πλησία. ἧς χρῆσις καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ, παρούσης τῆσδε πλησίας ἐμοί. Τὸ δὲ τιταινόμενοι πτερύγεσσι, γραφικῶς ἐῤῥέθη, ὡς οὕτω τοῦ πέτεσθαι γινομένου. Ἔνθα καὶ ὅρα ὅτι πτέρυγες ἢ πτερύγες κατὰ Ἀρίσταρχον, μέρος ἐστὶ σώματος περὶ ὃ τὰ πτερὰ τὰ τινασσόμενα κατὰ τῶν ἐν τῇ ἀγορᾷ. οὐ γὰρ πτέρυγες ἐκ τῶν ἀετῶν ἀλλὰ πτερὰ ῥίπτονται κάτω. Πολύφημον δὲ ἀγορὰν λέγει, ἐν ᾗ πολλαὶ ἐνίοτε φῆμαι λαλοῦνται, ἤγουν μαντικοί τινες λόγοι, ὁποία τις φήμη καὶ ἐν τῇ σήμερον δημηγορίᾳ παρά τε τοῦ Ἀντινόου προσεχῶς ἐλαλήθη καὶ παρὰ τοῦ Αἰγυπτίου ὡς εἴρηται. φήμην δὲ εἰπεῖν τὸν ἁπλῶς λόγον, οὐκ ἔστιν Ὁμηρικόν. Τὸ δὲ ἐπιδινηθέντες, πιθανότης ἐστὶ τῆς ἐκτινάξεως τῶν πτερῶν, ἄλλως γὰρ οὐκ ἦν γενέσθαι. Τὸ δὲ πάντων κεφαλὰς, κοινὴν βλάβην δηλοῖ ὡς καὶ ἀνωτέρω γέγραπται, διὰ τὸ μηδὲ ἀναιτίους εἶναι μηδὲ τοὺς Ἰθακησίους, ὡς δηλώσει καὶ Τηλέμαχος ἐν οἷς ἐρεῖ ὡς τάδε διατρίβουσιν Ἀχαιοὶ μάλιστα δὲ μνηστῆρες. ὄλεθρον μὲν οὖν οὐ πάντων Ἰθακησίων ὄσσονται οἱ ἀετοὶ, ζημίαν δὲ καὶ λύπην εἰ καὶ μὴ πάντων, τῶν γοῦν πλειόνων. διὸ καὶ ἐν τοῖς ἑξῆς δηλωθήσεται ὅτι τοῖς μνηστῆρσι μέγα πῆμα κυλίνδεται πᾶσι. πολλοῖς δὲ καὶ ἄλλοις κακὸν ἔσται. Ἔνθα καὶ ὅρα τὸ κυλίνδεται, συντελοῦν εἰς γνῶσιν τοῦ, ἐκ κορυφῆς ὄρεος καταπτῆναι τοὺς ἀετοὺς, ὅπερ ἔοικε δηλοῦν τὸ ἄνωθεν κυλινδόμενον πῆμα. δῆλον δὲ ὅτι ὀφθαλμὸς Μούσης διακρίνει, τοὺς ἀετοὺς ἀπερεῖσαι τὸ ὀπτικὸν εἰς πάντων κεφαλάς. ἄλλως γὰρ οὐκ ἔστιν εὐδιάκριτον. ἴσως δὲ καὶ τοῦ δήμου πεπυκνωμένου, μόναι κεφαλαὶ τοῖς ἀετοῖς ἐβλέποντο. Ἰστέον δὲ καὶ ὅτι μνηστήρων μὲν κεφαλὰς ἐσίδον, ἐπʼ ὀλέθρῳ. οἱ σὺν σφῇσι κεφαλαῖς ἀπέτισαν. ἃς παραθέμενοι κατὰ τὸν ποιητὴν, ἐδαπάνων τὰ τοῦ Ὀδυσσέως. τὰς δὲ τῶν λοιπῶν Ἰθακησίων, ἐπὶ μόνῃ ζημίᾳ καὶ χρημάτων ἢ κτημάτων ἐκτίσει. Δρύπτεσθαι δὲ ὡς καὶ ἐν Ἰλιάδι ἐδηλώθη, τὸ ξέεσθαι. κατὰ μεταφορὰν τῶν ἐκδερομένων ξύλων. ὡς ἀπὸ τοῦ δόρυ δορύπτω καὶ δρύπτω. Τὸ δὲ παρειὰς, καταχρηστικῶς ἐῤῥέθη ἐπὶ ἀετῶν. ὡς καὶ τὸ χεῖλος ἐν τῷ, ἀγκυλοχείλης. ῥάμφος γὰρ ἐπὶ ὀρνέων τὸ χεῖλος ὥσπερ ἐπὶ συῶν τὸ ῥύγχος. τινὲς μέντοι βιαζόμενοι τὴν κυριολεξίαν ἀπιθάνως μὲν λέγουσι δʼ οὖν, ὅτι παρειὰς καὶ δειρὰς, οὐ τὰς ἑαυτῶν, οἱ ἀετοὶ ἐδρύψαντο ἀλλὰ τὰς τῶν ἐν τῇ ἐκκλησίᾳ, ὡς βαθύναντες τὴν πτῆσιν καὶ κατʼ αὐτῶν ὁρμήσαντες ὡς ἐνῆν. καὶ τοιούτῳ ἔργῳ θρασύτερον ἐπιτολμήσαντες. κρεῖττον δὲ τὸ πρῶτον. ἐπεὶ καὶ Ἰάμβλιχος οἶδε τοιούτους ὄρνιθας, οἳ ἀποῤῥήσσουσιν αὐτοὶ ἑαυτοὺς, καί που ἀναιροῦσιν ἐπὶ δηλώσει μέλλοντός τινος, ὅπερ οὐ κατὰ φύσιν εἶναι φησὶν, ἀλλʼ ὑπερφυές. Δεξιοὶ δὲ ἤϊξαν, ἀντὶ τοῦ ἀνατολικοὶ, ὡς αἴσιοι. δηλοῦντες ὅτι Ὀδυσσεὺς μὲν καὶ Τηλέμαχος νικήσαντες, ὑπὸ φωτὶ ἔσονται. μνηστῆρες δὲ ὑπὸ ζόφῳ γενήσονται. ὅτι δὲ δεξιὰ τὰ ἀνατολικὰ, δηλοῖ ὁ ποιητὴς ἐν οἷς φησὶν, εἴτʼ ἐπὶ δεξιὰ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε, εἴτʼ ἐπʼ ἀριστερὰ ποτὶ ζόφον ἠερόεντα. Οἰκία δὲ καὶ πόλιν, καλὸν μὲν ἐπὶ τῶν Ἰθακησίων νοεῖν ὡς διὰ μέσης τῆς πόλεως ὑποχωρισάντων τῶν οἰωνιστικῶν ἀετῶν. ἕτεροι δὲ, τὴν τῶν ἀετῶν κατάπαυσιν, διὰ τιμὴν τοῦ βασιλικοῦ τούτου ζῴου, οἰκία καὶ πόλιν ἐνόησαν. καθʼ ὁμοιότητα τοῦ, ὁ κύμα τʼ οἰκῶν ὄρνις. καὶ τῶν ὁμοίων. ὡς τῶν ἀετῶν ἐπαναστραφέντων ἔνθα ᾤκουν ὃ καὶ ἐδήλου, ὡς καὶ Ὀδυσσεὺς καὶ Τηλέμαχος ἀνελόντες τοὺς μνηστῆρας αὖθις εἰς ἀγροὺς ἀπελεύσονται ὡς ἱστορήσει ὁ ποιητὴς ἐν τῷ τοῦ βιβλίου τέλει. καὶ ἔστι καὶ ὁ τοιοῦτος νοῦς ἀγαθός. ἐπεὶ καὶ ἐν Ἰλιάδι οἰκία καὶ δόμος ἐπὶ σφηκῶν καὶ μελισσῶν λέγεται. καὶ φίλα οἰκία, ἐπὶ ἀετοῦ. Ὄρνιθας δὲ καὶ νῦν λέγει, οὐχʼ ἁπλῶς τὰ πτηνὰ κατὰ κοινὴν γλῶσσαν ἀλλὰ τοὺς μηνύοντάς τι μέλλον. οὓς καὶ ἐναισίμους ἐρεῖ ὁ ποιητής. ἤγουν αἶσαν τινὰ δηλοῦντας. ἀφʼ ἧς, τινὲς μὲν, αἴσιοι. ἕτεροι δὲ, ἀπαίσιοι λέγονται. ἐξ ὧν ὀρνίθων, καὶ εὐορνιθία κατὰ τοὺς παλαιοὺς παρὰ Σοφοκλεῖ, τὸ ἀγαθὸν οἰώνισμα. καθὰ καὶ εὐερμία, τὸ διὰ τὸν Ἑρμῆν ἀγαθὸν ἕρμαιον ὅ ἐστιν εὕρημα. οὗ καὶ ῥῆμά ἐστι τὸ εὐερμεῖν. ὅτι δὲ Ἀττικὸν μὲν τὸ ὄρνις Δωρικὸν δὲ τὸ ὄρνιξ, δηλοῦσιν οἱ παλαιοί. Τὸ δὲ ἐπεὶ ἴδον ὀφθαλμοῖσιν, ἐτυμολογίαν παρεμφαίνει τοῦ θαμβεῖν, ὃ παρὰ τὴν θέαν ὡς προεῤῥέθη γίνεται καθὰ καὶ τὸ θηεῖσθαι καὶ τὸ ἐξ αὐτοῦ θηητόν. Ὅτι νησιώτῃ ἁλιευτικῷ ἀνδρὶ πρέπον ὄνομα τὸ Ἁλιθέρσης, οἱονεὶ ὁ ἐν τῇ ἁλὶ θερόμενος ὑπὸ ἡλίου. παρὰ μέντοι τοῖς ναυτικωτάτοις νησιώταις Φαίαξιν, ἐκφανέστατα πλεονάζει τὰ ἁλιευτικὰ ὀνόματα. ὁ Ἀκρόνεως. ὁ Ὠκύαλος. ὁ Ναυτεύς. ὁ Ἀμφίαλος. ὁ Εὐρύαλος καὶ οἱ λοιποί. καὶ τοιοῦτος μὲν ὁ Ἀλιθέρσης. Ὁ δὲ Μάστωρ, ζητητικοῦ ἀνδρὸς ὄνομα, παρὰ τὸ μῶ ἢ μαίω τὸ ζητῶ. ἀφʼ οὗ καὶ ἡ μαῖα. μαστορίδην γοῦν τινὰ ὁ ποιητὴς Ἁλιθέρσην, πλάττει δεξιὸν ἐκζητήσεως πάντως καὶ μαθήσεως, ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι. ὃς καὶ λύων κεφαλαιωδῶς τὸ κατὰ τοὺς ῥηθέντας ἀετοὺς ἑρμήνευμα οἰωνοσκοπητικῷ τρόπῳ, λέγει τοῖς μνηστῆρσιν, ὅτι τι μέγα πῆμα ὡς ἐῤῥέθη κυλίνδεται αὐτοῖς, καὶ ὅτι Ὀδυσσεὺς οὐκ ἐπὶ πολὺ ἀπάνευθε τῶν αὐτῷ φίλων ἔσεται. ἀλλά που ἤδη ἐγγὺς ὢν, ὡς ἐδήλου τὸ πλησίον ἀλλήλων τοὺς ἀετοὺς πέτεσθαι, φόνον τούτοις καὶ κῆρα ὡς καὶ προεγράφη φυτεύει πάντεσσι. πολέσι δὲ καὶ ἄλλοισι κακὸν ἔσται οἳ νεμόμεθʼ Ἰθάκην εὐδείελον, ἤγουν εὐπεριόριστον, ἢ εὖ πρὸς δείλην κειμένην ὡς ἐν τοῖς ἑξῆς που ῥηθήσεται σαφέστερον. Ἰστέον δὲ ὅτι τὸν διειλημένον Ἁλιθέρσην, γέροντα οἶδεν ὁ ποιητὴς, τοιούτων γὰρ ἀνδρῶν ἡ πολυπειρία. καλεῖ δὲ αὐτὸν καὶ ἥρωα, τῆς παῤῥησίας καὶ μαθήσεως ἀποδεξάμενος. Ὄρνιθας δὲ καὶ νῦν ἔφη, τοὺς οἰωνοὺς, ἐξ ὧν οἱ κατὰ τέχνην οἰωνοπόλοι καὶ ὀρνιθοσκόποι λέγονται. καὶ ἐναίσιμα δὲ, τὰ τῆς κατὰ τὸ μοιρίδιον αἴσης δηλωτικά. δῆλον δὲ ὅτι λέγεται καὶ ἐπὶ δικαίου καὶ πρέποντος πράγματος τὸ ἐναίσιμον, ὡς δηλοῖ τὸ, ἀτὰρ τοῦτό γʼ ἐναίσιμον οὐκ ἐνόησε, πρὸ ὀλίγου διὰ τὴν Πηνελόπην ῥηθέν. Τὸ δὲ φυτεύει, ἀντὶ τοῦ, ἐπιμελῶς κατηργάζεται. ὅθεν οἱ ὕστερον λαβόντες ἀρχὴν, ὑπορύττειν φασὶ τὸ δολιεύεσθαι. ὃ καὶ αὐτὸ, τοῖς φυτεύουσι παρέπεται. Ἰστέον δὲ ὡς εἴ τις τῷ φυτεύοντι κῆρα, συντάξει καὶ τὸν συκοφάντην, γλυκερῷ μὲν φυτῷ παρωνυμούμενον κατὰ τὸ συκαῖ τε γλυκεραὶ κηραίνοντα δὲ τὰ εἰς τέλος οὐ γλυκύπικρον ἀλλὰ πευκεδανὸν, οὐκ ἀφυῶς ἂν ἐπιβαλεῖ. Ἐν δὲ τῷ, νεμόμεθα, καὶ ἑαυτὸν ὁ Ἁλιθέρσης διὰ τὸ φιλάληθες καὶ ἀνεπαχθὲς συνεισάγει τοῖς κακωθῆναι μέλλουσι. καὶ ταῦτα, εἰδὼς αὐτὸς πταῖσαι μηδέν. Ὅρα δὲ τὰ ἐν τῷ τραχεῖ λόγῳ τοῦ Ἁλιθέρσου ἱλαρὰ ποιητικὰ πάρισα ἐν δυσὶ κείμενα στίχοις. τὸ, τοῖσδεσι. πάντεσσι. πολέσιν. ἄλλοισιν. ἔνθα καὶ πρὸς ὀρνιθοθήραν τεχνικὸν, ἀστείως ἂν ῥηθείη τὸ, ὃ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο ὄρνιθας γνῶναι. ὅπερ δύο ἐλλείψεις ἔχει. μίαν μὲν, προθέσεως. ἑτέραν δὲ, ἄρθρου. λέγει γὰρ ὅτι μόνος κατὰ τοὺς ὁμήλικας ἐκέκαστο τῷ εἰδέναι ὄρνιθας. Ὅτι ὁ διὰ κοινὸν φόβον ἐθέλων παῦσαί τι κακὸν, καλῶς ἂν εἴποι τὸ, ἀλλὰ πολὺ πρὶν φραζώμεσθʼ ὥς κεν καταπαύσομεν. οἱ δὲ καὶ αὐτοὶ, ἤγουν οἱ ἄτακτοι, παυέσθων. καὶ γάρ σφιν ἄφαρ τόδε λώϊόν ἐστιν ὑπερβατῶς δὲ ἐφράσθη. τὸ γὰρ ὀρθὸν, οἱ δὲ, καὶ αὐτοὶ παυέσθων ἄφαρ ἤγουν εὐθέως καὶ ὡς εἰπεῖν. συναπτῶς, ὡς ἀπὸ τοῦ ἅπτω. οὗ παρακείμενος, ἦφα. ἐξ οὗ ἄφαρ ἐπίῤῥημα ψιλούμενον Αἰολικῶς. Ὅτι ὁ πεποιθότως προλέγων, ἐρεῖ τὸ, οὐ γὰρ ἀπείρητος μαντεύσομαι ἀλλʼ εὖ εἰδώς.
Ὅτι ὁ ῥηθεὶς Ἁλιθέρσης ἑαυτὸν συνιστῶν ἐπὶ μαντικῇ τέχνῃ, φησί. καὶ γὰρ ἐκείνῳ τουτέστι τῷ Ὀδυσσεῖ, φημὶ τελευθῆναι ἅπαντα. Ὣς οἱ ἐμυθεόμην ὅτε Ἴλιον εἰσανέβαινον Ἀργεῖοι, μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς. Φῆν, κακὰ πολλὰ παθόντʼ ὀλέσαντʼ ἄπο πάντας ἑταίρους, Ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ οἴκαδʼ ἐλεύσεσθαι. Καὶ ὅρα σύνοψιν τῆς Ὀδυσσείας ἐνταῦθα ἐν οὐδὲ ὅλοις τρισὶ στίχοις. συνελόντα γὰρ φάναι, ἡ τῆς Ὀδυσσείας περιοχὴ οὐδὲν ἄλλο ἐν καιρίῳ ἱστορεῖ, ἀλλʼ ἢ τὰ ἐπελευστικῶς ἐνταῦθα ῥηθέντα. Τί δὲ τὸ εἰς Ἴλιον ἀναβαίνειν, πολλαχοῦ δηλοῦται. Ὅρα δὲ τὸ, καὶ γὰρ ἐκείνῳ φημὶ, ὡς καιρίως λεχθέντες τοῦ φημί. ἀξιωματικῶς γὰρ εἴρηται τὸ φημί. κατὰ τὸ, αὐτὸς ἔφατο, τὸ Πυθαγορικόν. ἐπεὶ γὰρ οὐδὲν ὧν φησὶ προειπεῖν, δόξοι ἂν τελευτᾶσθαι ἤτοι τελεῖσθαι ὡς κατωτέρω φησὶ, διατοῦτο λέγει ὅτι φημί. μονονουχὶ λέγων, ὡς ἐγὼ προορῶν καὶ εὖ εἰδὼς, φημὶ ἐκεῖνα πάντα τελευτᾶσθαι. Ὅτι ὁ καταλαζονευόμενος γέροντος προλέγοντός τι ὡς αὐτὸς κρεῖττον εἰδὼς, εἴποι ἂν, Ὦ γέρον. εἰ δʼ ἄγε δὴ μαντεύεο σοῖσι τέκεσσιν Οἴκαδʼ ἰὼν, μή που τι κακὸν πάσχωσιν ὀπίσσω. ταῦτα δʼ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι. ἔστι δὲ κἀνταῦθα τὸ, εἰ δʼ ἄγε δὴ, παρακελευσματικὸν ὡς πολλαχοῦ ἐφάνη. Ὅτι τὴν οἰωνοσκοπητικὴν διαβαλεῖν ἐθελήσας ὁ τοῦ Ὁμήρου Εὐρύμαχος, ῥιζόθεν μὲν αὐτὴν οὐκ ἐκσπᾶ, ἐδόκει γὰρ ἐπιστήμη τις εἶναι ἀκριβὴς, ἐπί τι δὲ αὐτὴν διασείει. εἰπών. ὄρνιθες δέ τε πολλοὶ ὑπʼ αὐγὰς ἠελίοιο φοιτῶσʼ. οὐδέ τε πάντες ἐναίσιμοι. Καὶ ὅρα ὅπως ἣν ἐξαίρει πανταχοῦ οἰωνοσκοπίαν ὁ ποιητὴς, ὅμως νῦν διαλεκτικώτερον ἐπιχειρῶν, καταῤῥιπτεῖ. δηλῶν, ὡς παντὶ λόγῳ λόγος παλαίει. καὶ τὸ ἀμφοτερόγλωσσον ἐξασκῶν. λέγει δέ τι τοιοῦτον ἐν ἀλλοίῳ σχήματι καὶ ἐν Ἰλιάδι ὁ Ἕκτωρ. καὶ ὁ βουλόμενος ζητείτω ἐκεῖνο. κατεπιχειρεῖ δὲ καὶ ἡ παρὰ τῷ Σοφοκλεῖ Ἰοκάστη τῆς μαντικῆς, Ὁμηρικῷ ζήλῳ. καὶ ζητητέον τῷ ἐθέλοντι. Σημείωσαι δὲ καὶ ὡς ἀστείως ἐνταῦθα παρείληπται τὸ, ὄρνιθες πολλοὶ, ἵνα εἰ μὲν ὄρνιθας νοήσοι τις ἁπλῶς τὰ πτηνὰ, εἴη ἀληθὲς ὡς οὐ πάντες ἐναίσιμοι. εἰ δὲ ὄρνιθες νοηθεῖεν οἱ τοῦ μέλλοντος δηλωτικοὶ καθʼ ὃ σημαινόμενον εἴρηται τὸ, θάμβησαν δʼ ὄρνιθας ἐπεὶ ἴδον ὀφθαλμοῖς, ψεύδηται ὁ Εὐρύμαχος. πάντες γὰρ οἱ τοιοῦτοι ὄρνιθες, ἐναίσιμοι. Ἰστέον δὲ ὅτι παρὰ τοῖς παλαιοῖς ὄρνιθες κεῖνται καὶ αἱ ἰδικῶς οὕτω καλούμεναι. καὶ φέρεται εἰς τοῦτο χρῆσις ἐκ Μενάνδρου, εἰπόντος. ἀλεκτρυών τις ἐκεκράγει μέγα, οὐ σοβήσετʼ ἔξω τὰς ὄρνιθας ἀφʼ ἡμῶν; καὶ ὅτι οὐ μόνον ἀρσενικῶς οἱ ὄρνιθες ὡς ἐνταῦθα, ἀλλὰ καὶ θηλυκῶς. οἷον, ὄρνιθι λιγυρῇ. καὶ ὅτι οὐ μόνον ὄρνιθες, ἀλλὰ καὶ ὄρνις. καὶ αἰτιατικὴ ἐνικὴ οὐ μόνον ὄρνιν, ἀλλὰ καὶ ὄρνιθα. καὶ ὅτι Δωριεῖς τὸ ὄρνις ὄρνιξ λέγοντες, κλίνουσιν αὐτὸ διὰ τοῦ χ ὄρνιχος. Τὸ δὲ ὑπʼ αὐγὰς, συντίθησι τὸν παρὰ τοῖς μεθʼ Ὅμηρον ὕπαυγον. αὐτὸ δὲ τὸ ὑπʼ αὐγὰς ἠελίοιο, περίφρασίς ἐστι τοῦ, ὑφʼ ἡελίῳ ἢ ὕφʼ ἥλιον. Τὸ δὲ ἐναίσιμοι, ἀντὶ τοῦ, πεπρωμένον τι δηλοῦντες. ἀλλαχοῦ δὲ ἡ λέξις, σεβασμιότητα ἐμφαίνει τὴν κατὰ τὸ καθῆκον. ὡς ἐν τῷ, γῆρας γὰρ, ἐναίσιμον ἄνδρα τίθησιν. Ὅρα δὲ τὴν ἀλαζονείαν τοῦ Εὐρυμάχου ἐν τούτοις, εἴγε τοῦ Ἁλιθέρσου ὃς εὖ οἶδε τὰ εἰς μαντικὴν, ἐπιστημονικώτερος εἶναι βρενθύεται. εἰπών. ἄγε δὴ μαντεύεο σοῖσι τέκεσι. καὶ τὰ ἑξῆς ὡς πρὸ βραχέων ἐγράφη. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐπαρᾶται καταφθίσθαι σὺν τῷ Ὀδυσσεῖ τὸν Ἁλιθέρσην. Ὀνειδίζει δὲ καὶ δώρων λῆψιν τῷ γέροντι ἐκ τοῦ Τηλεμάχου. καὶ θῳὴν ἐπιθήσειν ἀπειλεῖται εἰ τὸν Τηλέμαχον ἀνήσει ὅ ἐστιν ἀναπείσει χαλεπαίνειν. θῳὴν εἰπὼν ἐτυμολογικῶς, τὴν ἐπιτεθειμένην τινὶ ζημίαν. ὅθεν καὶ ἀθῷος ὁ μὴ θῳὴν πάσχων. Ὅτι δωροδοκίαν φράζει τὸ, σῷ οἴκῳ δῶρον ποτιδέγμενος αἴκε πόρῃσιν ἤγουν παράσχῃ. οὗ μέλλων τὸ πόρσω. ἐξ οὗ τὸ πορσύνειν. Ὅτι ὃ φθάσας εἶπεν ἐπὶ Αἰγυπτίου ὡς μυρία ᾔδη, σαφέστερον ἐνταῦθα ἐπὶ Ἁλιθέρσου φησί. παλαιά τε πολλά τε εἰδώς. Ὅτι ἀπειλὴ κατὰ τοῦ ἐρεθίζοντος νεώτερον τινὰ εἰς ὀργὴν αὕτη ἀπὸ ἐνδόξου τινός. Αἴκεν νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς, Παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν, Αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται. σοὶ δὲ γέρον, θῳὴν ἐπιθήσομεν, ὅ ἐστι ζημίαν ὡς ἐῤῥέθη. ἣν ἐνὶ θυμῷ τίνων, ἀσχάλλοις. χαλεπὸν δέ τοι ἔσσεται ἄλγος. ἔστι δὲ τὸ παρφάμενος, ἀντὶ τοῦ παραπείσας. ἐξ οὗ καὶ ἡ παραίφασις γίνεται. δηλοῖ δὲ νῦν ἡ λέξις, οὐ τὴν ἁπλῶς πειθὼ ἐκ παραινέσεως, ἀλλὰ τὸ παράγειν λόγοις, ὅ ἐστι παραλογίζεσθαι. Τὸ δὲ ἐποτρύνειν, καὶ ἀνιέναι εἶπεν ὁ ποιητὴς, ὅπερ ἐστί φασι λέξις κυνηγετικὴ, ὅτε τις κύνα τοῦ δεσμοῦ ἀνεὶς, ἀφήσει κατὰ θηρός. λέγει δὲ ἐποτρύνειν, τὸ ἐπὶ τῇ φυσικῇ ὀτρυντύϊ, ἐπιβάλλειν καὶ ἑτέραν ἐρεθιστικῶς. Τὸ δὲ ἀνιηρέστερον, ὤφειλε μὲν εἶναι ἀνιηρότερον, μέτρου δὲ χάριν, οὕτω λαλεῖται. ὡς καὶ τὸ αἰδοιέστερον. καὶ λοιπὰ τοιαῦτα. ἐν οἷς καὶ τὸ ἀμορφέστατος γυνὴ παρʼ Ἡροδότῳ ἐν ἀκριβεστέροις ἀντιγράφοις. καὶ τὸ ποδηγέστερον ἐκ τοῦ ποδηγὸς, ἀντὶ τοῦ, ὁδηγητικώτερον. ὅπερ ἐν τοῖς τοῦ Σουΐδα κεῖται. πλεονάζει δὲ τοιαύταις παραγωγαῖς καὶ ὁ Πίνδαρος. οἱ δὲ παλαιοὶ καὶ ταῦτα φασίν. εὕρηται καὶ δικαιέστερον. καὶ ἀκρατέστερον ἐκ τοῦ ἄκρατος. Ἐπίχαρμος δὲ καὶ ἀλλοιέστερον λέγει. καὶ ἐπιηρεστέραν. καὶ ἀναγκαιέστατον. καὶ ὡραιέστατον. Στησίχορος δέ, ὑπερθυμέστατον ἀνδρῶν. Ἑκαταῖος δὲ, οἱ Βιαντίδαι, ἄνδρες σπουδαιέστατοι ἐγένοντο. καὶ Ἡρόδοτος, τὰ σπουδαιέστερα τῶν πραγμάτων. Δημόκριτος δὲ, ἐπιτηδειέστατον φησί. καὶ Δεινόλοχος, γενναιέστατον. Ἀντίμαχος δὲ, ὅτι ἀφνειέστατος ἔσκεν. Εὔπολις δὲ, πόλιν θεοφιλεστάτην οἰκοῦσιν ἀφθονεστάτην τε χρήμασι. Πίνδαρος, ἀπονέστερον. Σέλευκος δὲ, παρʼ Ὁμήρῳ φησὶ τὴν Ἀριστοφάνειον γραφὴν ἔχειν, Ἀτρείδη κύδιστε φιλοκτεανέστατε πάντων. εἰ δέ τῳ δοκεῖ χρῆναι τοιούτου τύπου θέσθαι καὶ Σοφοκλέους τὸ κακοπινέστατον ἄλημα στρατοῦ. ἵνα ᾖ ἐκ τοῦ πῖνος ὁ ῥύπος, κακοπινότατος καὶ ἐκεῖθεν κακοπινέστατος, ἴστω μὴ ἀκριβῶς λέγων. ἐκεῖνο γὰρ, οὐκ ἐξ ἁπλοῦ τοῦ πίνου γέγονεν, ἀλλʼ ἀπὸ συνθέτου τοῦ κακοπινοῦς. ἵνα γίνοιτο καθὰ ἐκ μακροκαταλήκτου τοῦ εὐγενὴς, ὁ εὐγενέστερος, οὕτω καὶ κακοπινὴς κακοπινέστερος καὶ κακοπινέστατος. χρῆσις κακοπινοῦς, παρὰ τῷ δειπνοσοφιστῇ ἐν τῷ, συνεσπασμένοι καὶ κακοπινεῖς, οὐ μόνον τοῖς ἤθεσιν ἀλλὰ καὶ τῇ ἕξει. ὥσπερ δέ φασι διὰ τοῦ ες σχηματίζουσιν Ἀττικοὶ, οὕτω καὶ διὰ τοῦ ις. ποτίστατον γάρ φασιν Ἀριστοφάνης. ὡς τὸ, ὦ θερμόταται γυναῖκες ὦ ποτίσταται, οὕτω καὶ λαγνίστατον. καὶ κλεπτίστατον. καὶ λαλίστερον εὕρηκά σε ὡς καὶ λαλίστατον. καὶ πολὺ πτωχίστερος. καὶ ψευδίστατος. καὶ ὅσα τοιαῦτα ἐξ ὑπερθετικῶν τῶν εἰς στος, ὑπερθετικὰ ἢ συγκριτικά. καὶ Πλάτων δὲ Κλεοφῶντι, ἵνʼ ἀπαλλαγῶμεν ἀνδρὸς ἁρπαγιστάτου. καὶ πληκτίστατος δὲ λέγουσιν. ἔστι δὲ Πλάτωνος καὶ τὸ, ἡδονὴ ἁπάντων ἀλαζονίστατον. τοῦ δὲ ἀκρατίστερος, οὐχʼ εὕρηται ὑπερθετικόν. οἷον, οὔτʼ ἀκρατίστερον οὔτε λιχνότερον οὔτε δοῦλον μᾶλλον, τῶν ἡδονῶν. εἰσὶ δέ φασι σχηματισμοὶ, καὶ διὰ τοῦ αι. ἰσαίτατον γάρ φασι καὶ προὐργιαίστερον. Πλάτων δʼ ἐν πρώτῳ πολιτείας, ἀσμεναίτατα λέγει. καὶ ἰσαίτερον. καὶ ἐν Χαρμίδῃ, ἡσυχαίτατα. ἔστι δὲ καὶ πλησιαίτερον. Ξενοφῶν δὲ, καὶ φιλαίτατον ἐν ἑβδόμῃ φησί. τοῦτο δὲ καὶ φιλώτατον ἐν πολλοῖς τῶν ἀντιγράφων εὕρηται. τὸ μέντοι φίλτατος, ἐκ τούτων συγκοπὲν, περιεῖλε τὰς ἀμφιβόλους ἐκείνας γραφάς. ἐν δὲ τῷ, σοὶ δὲ γέρον θῳὴν ἐπιθήσομεν, τὸ μὲν γέρον, οὐκ ἔπαινον ἔχει. ὥσπερ οὐδὲ τὸ, ὦ γέρον μαντεύεο σοῖς τέκνοις. οὐδὲ τὸ, ἣν σὺ γηραιὲ μυθέαι ἀκράαντον. ταῦτα δὴ τὰ τοῦ Εὐρυμάχου. ἄλλως λέγοντος ἤπερ Ὅμηρος ἔφη τὸ, γέρων ἥρως Ἁλιθέρσης ὡς προεγράφη. καὶ ἐν τοῖς ἑξῆς τὸ, πείθεσθαί τε γέροντι. Τὸ δὲ θῳὴν ἐπιθήσομεν, τρόπος ἐτυμολογίας ἐστίν. ἀπὸ τοῦ θέσθαι γὰρ ἡ θῳή. Τὸ δὲ μυθέαι, παροξύτονον ὡς καὶ τὸ πωλέαι ὃ ἐν τῷ τέλει τῆς δέλτα ῥαψῳδίας κεῖται. Ὅτι τὸ περὶ Πηνελόπης, Ἀθηνᾶ μὲν ἐσχημάτισεν ὅτε εἶπεν ἐς μέγαρον ἴτω πατρὸς καὶ ἑξῆς. Ἀντίνοος δὲ πρὸς αὐτὸν τὸν Τηλέμαχον ἔφη, μητέρα σὴν ἀπόπεμψον. Εὐρύμαχος δʼ ἐνταῦθα φησί. μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι. καὶ τὰ ἑξῆς ὡς καὶ ἡ Ἀθηνᾶ εἶπεν. οὕτω πολυσχήμων ὁ ποιητής. Ὅτι Ἀντίνοος μὲν, ὑψαγόρην τὸν Τηλέμαχον προσεῖπεν, ἀπὸ ποιότητος λόγων σκώψας ὡς προεδηλώθη. Εὐρύμαχος δὲ, πολύμυθον αὐτὸν λέγει. ὃ ταυτόν πως ἐστὶ τῷ, ἀκριτόμυθον. εἰς ποσότητα γὰρ λόγου τὸ σκῶμμα. λέγει δὲ καὶ ἀργαλέαν τὴν τῆς Πηνελόπης μνηστείαν. εἰπών. οὐ γὰρ πρὶν παύσασθαι ὀΐομαι υἷας Ἀχαιῶν μνηστύος Ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης. καὶ ἔστιν εὐλαβέστερον τὸ οὐ πρὶν παύσασθαι ὀΐομαι τοῦ, ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος ἴμεν οὔτε πῃ ἄλλῃ πρὶν αὐτὴν γήμασθαι. καὶ ἦν καλὸν εἴπερ καθὰ νῦν ἔφῃ οὐ πρὶν παύσασθαι ὀΐομαι, οὕτω καὶ ἀνωτέρω ἔφη, τὸ δὲ, καὶ τελέεσθαι ὀΐω. νῦν δὲ εἰπὼν, τόδε καὶ τετελεσμένον ἔσται, οὐ σωφρόνως εἶπεν. ἀποφῃνάμενος ἀνενδοιάστως ὃ οὐκ ἐγίνωσκεν. Ἀργαλέαν δὲ τὴν τῆς Πηνελόπης μνηστὺν λέγει, ἢ ὡς μέχρι νῦν δυσκατέργαστον, ἢ κατά τινα φήμην καὶ αὐτὸ καὶ μαντείαν ἀκουσίαν νόμῳ τῆς πολυφήμου ἀγορᾶς. τῷ ὄντι γὰρ ἀργαλεωτάτη ἀπέβη τοῖς μνηστῆρσιν, οὔτε ἀνύσασιν οὐδὲν, καὶ προσαπολέσασι καὶ τὸ ζῆν. τὸ μέντοι οὔ τινα δείδιμεν θρασύτερον τοῦ Ἀντινόου Εὐρύμαχος εἶπεν. ὥσπερ αὖ πάλιν τὸ, οὔτε θεοπροπίης ἐμπαζόμεθʼ ἣν σὺ γεραιὲ λαλεῖς ἀκράαντον, λειότερόν ἐστι τοῦ, Ὄρνιθες δέ τε πολλοὶ ὑπʼ αὐγὰς ἠελίου φοιτῶσιν, οὐδέ τε πάντες ἐναίσιμοι. τοῦτο μὲν γὰρ, κατὰ τῆς οἰωνοσκοπητικῆς ἐῤῥέθη. ἐκεῖνο δὲ, κατὰ τοῦ γέροντος ὡς ψεύστου ἐφʼ οἷς δοκεῖ μαντεύεσθαι. ἔτι Ἀντινόου εἰπόντος ὡς οἱ τῆς Πηνελόπης ἀκκισμοὶ ποιοῦνται αὐτῷ ποθὴν πολέος βιότοιο, Εὐρύμαχος μεταποιῶν φησι πλατύτερον. Χρήματα δʼ αὖτε κακῶς βεβρώσεται. οὐδέ ποτʼ ἶσα ἔσσεται, ὄφρα κεν ἥγε διατρίβῃσιν Ἀχαιοὺς ὃν γάμον. Ἔτι Ἀντινόου ἐπαινέσαντος πλατύτερον ὡς ἐῤῥέθη τὴν Πηνελόπην, Εὐρύμαχος ἐπιτόμως διὰ μιᾶς λέξεως ἐπαινῶν, φησίν. ἡμεῖς δὲ εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν. καὶ ὅλως, ἡ τοῦ Εὐρυμάχου δημηγορία τὰ πλείω μὲν ταὐτὰ λέγει τῷ Ἀντινόῳ παραφράζουσα ποικίλως, ὀλίγα δέ τινα καὶ προστίθησιν. Ὅρα δὲ τὸ κακῶς βεβρώσεται, ὁμολογοῦντος καὶ Εὐρυμάχου τὴν βίαν. Τὸ δὲ βεβρώσεται καὶ ἔσσεται, καίρια καὶ ἀπραγμάτευτα πάρισα. Τὸ δὲ οὐδέ ποτε ἶσα ἔσσεται, ἀστείως εἴρηται ἀντὶ τοῦ ἀεὶ ἐλαττωθήσεται. εἰ γὰρ μὴ ἶσα, πολλῷ μᾶλλον οὐ μείζονα. ἔσται ἄρα ἐλάττονα. Διατρίβειν δὲ γάμον, τὸ χρονοτριβεῖν καὶ ἀναβάλλεσθαι. ὡς τὸ, τὰ δὲ, πάντα διατρίβουσιν Ἀχαιοί. προϊὼν δὲ, γενικῇ συντάσσει τὸ ῥῆμα. εἰπών. ἀλλʼ ἄγε δὴ μὴ διατρίβωμεν ὁδοῖο. τινὲς δὲ τὸ ὡς ἐῤῥέθη χρονοτριβεῖν μεταβαλόντες, τριψημερεῖν τὸ διατρίβειν ἑρμηνεύουσι. λέγοντες καὶ ὅτι τριψημερεῖν λέγεται, τὸ στραγεύεσθαι καὶ παρέλκειν τὴν ὥραν. ὃ στρεύγεσθαι κατὰ συγκοπὴν Ὅμηρος ἔφη. δῆλον δὲ ὅτι τὸ διατρίβειν οὐ μόνον χρονοτριβεῖν λέγεται καὶ τριψημερεῖν καὶ ἀναβάλλεσθαι, ἀλλὰ καὶ ὑπερβάλλεσθαι. ὡς δηλοῖ παρὰ Ἡροδότῳ τὸ, κελεύοντες ὑπερβαλέσθαι καὶ μὴ οἰδούντων τῶν πραγμάτων ἐπιτίθεσθαι. Ὅτι ἐν τῷ, οὐδὲ μετʼ ἄλλας ἐρχόμεθʼ ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ, ἐπιεικὲς, τὸ εἰκὸς καὶ πρέπον λέγει. τὸ μέντοι ἐπὶ πρᾳότητος αὐτὸ λέγεσθαι, τῆς ὕστερόν ἐστι χρήσεως. Ὅτι δὲ τὸ καθʼ ἑαυτοὺς κηδεύειν τινὰς, ἄριστόν ἐστι. καὶ ὅτι τὸ ὀπυίειν ἐπὶ ἐννόμου γάμου κεῖται. καὶ ὅτι παρὰ τὸ διʼ ὀπῆς ὕειν ἐτυμολογεῖται. καὶ ὅτι δίφθογγον ἔχει τὸ ὀπυίω ἐν τῇ παραληγούσῃ τὴν διὰ τοῦ υ καὶ ι. καὶ ὅτι διατοῦτο οὐδὲ εἰς μέλλοντα κλίνεται, οἱ παλαιοὶ δηλοῦσιν. Ὅτι τὸ ἀντίον ἤυδα, ὅπου περ ἂν ῥηθείη, μυριαχοῦ δὲ κεῖται, ταυτόν ἐστι τῷ ἀντικρὺ καὶ ἄντην πρὸς ἅπερ ἤκουσέ τις ἐκ τοῦ προλαλήσαντος. καὶ ἔστι πως ὅμοιον τῷ ὑπαντὰξ, οὗ μέμνηται Αἴλιος Διονύσιος, λέγων ὡς δηλοῖ τὸ ἐξεναντίας. φέρων εἰς χρῆσιν ἐξ Ἀριστοφάνους τὸ, ἔφευγε. κἀγὼ τῆς ὑπαντὰξ εἰχόμην. Ὅτι λαλήσας ὁ Τηλέμαχος ὅσα ἔδει καὶ ἀκούσας ὅσα οὐκ ἐχρῆν, καὶ εἰπὼν ὡς ταῦτα μὲν οὐχʼ ὑμέας τοὺς μνηστῆρας ἔτι λίσσομαι οὐδʼ ἀγορεύω, ἤδη γὰρ ταῦτα οἶδε θεὸς καὶ πάντες Ἀχαιοὶ οἱ Ἰθακήσιοι δηλαδὴ, τότε δὴ αἰτεῖται κοινῶς, νῆα καὶ εἴκοσιν ἑταίρους, μεθʼ ὧν πλεύσας, ἀπελεύσεται καὶ ποιήσει ἅπερ αὐτῷ εἶπεν ὁ ἐν τῇ ἄλφα ῥαψῳδίᾳ ἤδη φανεὶς Μέντης. καὶ ὁ μὲν, οὕτω ζητήσας, ἐκαθέζετο. Μέντωρ δέ τις ἀναστὰς λέγει τὰ αὐτῷ δοκοῦντα. ἔχει δὲ λύπην εἰ μὴ δʼ ἐπὶ τοῖς οὕτως εὐτελέσιν εἰσακούεται ὁ Τηλέμαχος πρός γε τῶν μνηστήρων. τῶν τινες μέντοι Ἰθακησίων ὡς μετʼ ὀλίγα φανεῖται, πληροῦσι τὴν αὐτοῦ αἴτησιν. νομίσαντες ὡς εἰκὸς πρὸς αὐτοὺς τὸν λόγον ἀποτείνεσθαι διὰ τὸ, ταῦτα μὲν οὐχʼ ὑμέας ἔτι λίσσομαι. καὶ κρίναντες ἄτοπον, εἰς Τροίαν μὲν τοσούτους ἀποστεῖλαι ἅμα νηυσὶ διὰ τὸν βασιλέα, τῷ δὲ βασιλικῷ παιδὶ μὴ δοῦναι μίαν ἐεικόσορον εἰς ἀναψηλάφησιν τοῦ βασιλέως Ὀδυσσέως. ὃ καὶ τοὺς Ἰθακησίους ἐντρέπει ὡς τοῦ πλόου διὰ τὸν ἀγαθὸν βασιλέα γενησομένου, καὶ τοὺς μνηστῆρας ἐπιστρέφει ὡς τοῦ Τηλεμάχου διʼ ἐκείνους πλεύσοντος, ἵνα τὸν Ὀδυσσέα τεθνάναι μαθὼν ὡς ἐκεῖνοι οἴονται, δοίη τινὶ αὐτῶν τὴν μητέρα. Ὅτι δὲ ὁ ποιητὴς χαίρει τῷ τοῦ Μέντορος ὀνόματι, ὡς ἑταίρου φίλου. καὶ ὡς διατοῦτο ἐνέθετο αὐτὸν τῇ ποιήσει πρὸς μνήμην, προείρηται ἐφʼ ὅσον ἔδει. Ἰστέον δὲ ὡς οὓς ὁ Τηλέμαχος ζητεῖ ἑταίρους, βοηθοὺς ἁπλῶς νοητέον καὶ ὑπηρέτας, οὐ μὴν κατὰ τοὺς κυρίως, οἳ καὶ ἑταῖροι φίλοι λέγονται. καὶ κεῖται πολλαχοῦ τὸ ἑταῖρος, καὶ ἐπὶ τοιούτου σημαινομένου. Ἐν τούτοις δὲ ὧν ἀρχὴ τὸ, εἶμι γὰρ ἐς Σπάρτην καὶ ἑξῆς ὡς ἡ Ἀθηνᾶ προπαρήγγειλε, κεῖται καὶ παλιλλογία ἀπαραποίητος αὐτὰ ἐκεῖνα λαλοῦσα ὅσα πρὸ τούτων ὁ δῆθεν Τάφιος Μέντης τῷ Τηλεμάχῳ ὑπέθετο. οἷα τοῦ ποιητοῦ μυριαχοῦ καὶ αὐτοῦ ποιοῦντος τοῦτο, καὶ ἑτέρους διδάσκοντος ποιεῖν ἔνθα δέον ἐστί. Τοῦ δὲ εἶμι, δῆλον ὡς προϋπάρχει τὸ ἔω τουτέστι πορεύομαι, μακρᾷ παραληχθὲν καὶ βαρυνθὲν, τῷ λόγῳ τῶν εἰς μι. οὗ περ ἔξω πίπτει τὸ εἰμὶ ἤγουν ὑπάρχω, διὰ τὴν ὀξυτόνησιν. ἔτι δὲ καὶ διὰ τὴν τῆς διφθόγγου παράληξιν ἣν ἔπαθε καὶ τὸ εἶμι. ὠθήσαντος εἰς τοῦτο ἀμφότερα, τοῦ ἠμὶ ὅπερ ἐστι φημί. προκαταλαβόντος γὰρ αὐτοῦ τὸ ἦτα ἐν τῇ παραλήξει, ἀναγκαίως ἡ ει δίφθογγος ἀπεκληρώθη τούτοις, τῷ μὲν, μετὰ βαρυτονήσεως. τῷ δὲ, μετὰ τόνου ὀξέος. ὁ δὲ Ἡρακλείδης ὑποβάλλει Βοιώτια νοεῖν καὶ τὸ εἶμι καὶ τὸ εἰμὶ, ἐν οἷς λέγει ὅτι οὐδὲν τῶν εἰς μι περαιουμένων δίφθογγον ἔχει ἐν τῇ παραληγούσῃ, ὅτι μὴ Βοιωτικὸν καθέστηκεν. ἤγουν εἰ μὴ Βοιώτιον εἴη. ἐπεὶ γάρ φησι διʼ ἔθους Βοιωτοῖς μηδέ ποτε τῷ η χρῆσθαι ἐπὶ τῆς οἰκείας δυνάμεως ἀλλʼ ἑκάστοτε εἰς ει δίφθογγον μετατιθέναι, διατοῦτο καὶ τὰ τοιαῦτα διὰ τοῦ ει προφέρονται. τίθειμι. κίρνειμι. ἵστειμι. καὶ πάνθʼ ὁμοίως. καὶ τὸ εἰμὶ γοῦν, τῆς αὐτῆς ἔχεται διαλέκτου. ὁ δὲ τοιοῦτος λόγος τοῦ Ἡρακλείδου, βοηθεῖ καὶ τοῖς παραδιδοῦσι Βοιώτιον εἶναι τὸ τέθεικα καὶ τέθειμαι καὶ τεθεῖσθαι καὶ τεθειμένος καὶ τὰ κατʼ αὐτά. καὶ ἔστι ἀληθῶς ἀνάλογον τοῦ τίθειμι παραληγουμένου τῇ ει διφθόγγῳ, φυλάττεσθαι αὐτὴν καὶ ἐν ταῖς εἰρημέναις ἐκεῖθεν κινήσεσιν, Ὅτι Μέντορι ἀνδρὶ Ἰθακησίῳ ἰὼν ἐν νηυσὶν εἰς Τροίαν Ὀδυσσεὺς ἐπέτρεπεν οἶκον ἅπαντα, Πείθεσθαί τε γέροντι, καὶ ἔμπεδα πάντα φυλάσσειν. οὗτος γοῦν ἐνδιαθέτως ἄρτι δημηγορῶν, φησὶ πρὸς τοὺς Ἰθακησίους τάδε. ὦ Ἰθακήσιοι, Μήτις ἔτι πρόφρων ἀγανὸς, καὶ ἤπιος ἔστω Σκηπτοῦχος βασιλεὺς, μὴ δὲ φρεσὶν αἴσιμα εἰδώς. ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη, καὶ αἴσυλα ῥέζοι. Ὡς οὔτις μέμνηται Ὀδυσσῆος θείοιο λαῶν οἷσιν ἄνασσε. πατὴρ δʼ ὣς ἤπιος ἦεν. Εἴτα σφοδρότερον καταφερόμενος τῶν αἰτίων, φησίν. ἀλλʼ ἤτοι μνηστῆρας ἀγήνορας οὔτι μεγαίρω Ἔρδειν ἔργα βίαια, κακοῤῥαφίῃσι νόοιο. Σφὰς γὰρ παρθέμενοι κεφαλὰς, κατέδουσι βιαίως Οἶκον Ὀδυσ-σῆος. τόν δʼ οὐκ ἔτι φασὶ νέεσθαι. Νῦν δʼ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες Ἧσθʼ ἄνεῳ. ἀτὰρ οὔτι καθαπτόμενοι ἐπέεσσι, Παύρους μνηστῆρας κατερύκετε πολλοὶ ἐόντες. Καὶ ὅρα δημηγορίαν ταύτην, οὐδέν τι δικαιολογικὸν ἔχουσαν, ἀλλʼ εἰς τὸ πᾶν καταφορικὴν καὶ ἀγαθῷ ἐπιτρόπῳ πρέπουσαν. Τὸ δὲ ἐπέτρεπεν οἶκον, ἐπίτροπον τῶν κατὰ Τηλέμαχον εἶναι δηλοῖ τὸν Μέντορα. ὅ ἐστι προνοούμενον. οὕτω καὶ πόλεως ἐπίτροποι, οἱ αὐτῆς φροντισταί. καὶ ὁ βασιλεὺς δὲ, ἐπὶ μᾶλλον ἐπίτροπος, θεόθεν τοῦτο εἰληχώς. κατὰ τὸ, ᾧ λαοί τʼ ἐπιτετράφαται. Τὸ δὲ πείθεσθαι γέροντι ὅ ἐστι τῷ Λαέρτῃ, φιλοπατορίαν διδάσκει. ὡς γὰρ οἱ κατʼ οἶκον τῷ Μέντορι, οὕτως αὐτὸς τῷ τοῦ Ὀδυσσέως πατρὶ πείσεται. Τὸ δὲ σκηπτοῦχος, κατὰ φύσιν ἐῤῥέθη παρὰ τὸ ἔχειν σκῆπτον, ὃ σκᾶπτον Πίνδαρος λέγει. ἐξ οὗ τὸ σκῆπτρον προσλήψει τοῦ ρ. Τὸ δὲ μή τις ἔτι ἀγανὸς καὶ ἤπιος ἔστω καὶ ἑξῆς, κατά τι ἐξεναντίου ἐπιχείρημα ὥρμηται. ἵνα λέγῃ ὡς ἐὰν τοῦ θείου καὶ ἠπίου βασιλέως οὐ μέμνηνται, τοῦ ἀπεναντίας αὐτῷ χαλεποῦ καὶ αἰσυλοεργοῦ μεμνήσονται. Τὸ δὲ εἴη καὶ ῥέζοι, οὐ κυρίως εὐκτικά. βαρέως δὲ ἀντὶ προστακτικῶν ἐσχημάτισται τοῦ ἔστω καὶ ῥεζέτω. Αἴσυλα δὲ, καὶ νῦν τὰ ἄδικα καὶ τῆς αἴσης ἤτοι τοῦ καθήκοντος σεσυλημένα, ὡς συγκεκόφθαι ἀπὸ τοῦ αἰσόσυλα. Τὸ δὲ Ὀδυσσῆος θείοιο, ἐπίτασίς ἐστι τοῦ, πατὴρ ὣς ἤπιος ἦν. πλεῖον γάρ τι τὸ θεῖον δηλοῖ τοῦ, ὡς πατέρα εἶναι. πατέρες μὲν γὰρ πολλοί, δύσνοοι παισὶν ἐφάνησαν. θεὸς δὲ, οὔ. ὁ μέγας πατήρ. εἰκὸς δʼ ἐνταῦθα καὶ ἐμφαντικῶς εἰρῆσθαι τὸ θείοιο. ἵνα λέγῃ, ὅτι μέμνηνται μέν τινες Ὀδυσσέως καθὰ καὶ οἱ μνηστῆρες, πλὴν οὐχʼ ὡς θείου βασιλέως, ἀλλʼ ὡς γυναῖκα εὐειδέα ἔχοντος. ὡς ἀφνειοῦ. ὡς ἁπλῶς βασιλέως. καὶ σπεύδουσι κυριεῦσαι τῶν ἐκείνου. οἱ δὲ τοιοῦτοι, οὐκ ἂν μνήμην ἐκείνου ὡς χρὴ ἔχειν λέγοιντο, ἀλλά τινα ἴσως μνείαν. ὧν πολλὴ δή που διαφορά. εἴπερ μνήμη μὲν κατὰ τοὺς παλαιοὺς, οὐ πάντως καὶ μνεία. μνεία δὲ, εὐθέως καὶ μνήμη. καὶ μνήμη μὲν γενικῶς, τύπωσις ψυχῆς. μνεία δὲ, λόγος φασὶ κατὰ ἀνανέωσιν λεγόμενος. καὶ μνήμη μὲν, ἡ τῷ μνημονικῷ συνοικοῦσα. μνεία δὲ, προγεγονότος τινὸς ὑπόμνησις εἰς ἶσον ἥκουσα τῇ ἀναμνήσει. Μεγαίρω δὲ, τὸ μέμφομαι. ἐπεὶ καὶ φθονεῖν, τὸ μέμφεσθαι ὡς ἐν τῇ α ῥαψῳδίᾳ ἐφάνη. Κακοῤῥαφία δὲ λογισμοῦ, ἡ κακοσυνθεσία καὶ ἀναρμοστία, πρὸς διαστολὴν τοῦ φρενήρους ὃς ἀραρυίας ἔχει τὰς φρένας. ἔτι δὲ, καὶ ἡ κακοβουλία. ὅπερ ἀλλαχοῦ διαλύσας ὁ ποιητὴς, κακὰ ῥάπτειν φησὶν ἐπὶ ἑτέρας ἐννοίας. Τὸ δὲ παρθέμενοι κεφαλὰς, ἀντὶ τοῦ προτείναντες. ἢ ὡς ἐν ἐπιξήνῳ ἤτουν ἐπικόπῳ, ἤτοι ἐπικορμίῳ θέντες ὥστε κοπῆναι. οἱ δὲ παλαιοὶ, οὕτω φασίν. ὡς μὴ ἐπικείμενοι τὰς ἑαυτῶν φασὶ κεφαλὰς ἀλλὰ παρατεθειμένοι. προϊὼν δέ που ὁ ποιητὴς, καὶ ἐπιθαλαττίων λῃστῶν τοῦτο ἐρεῖ. Τὸ δὲ οἷον ἅπαντες, θαυμαστικῶς εἴρηται, ὡς καὶ πρὸ τούτου τὸ, οἷον ἀναΐξας ἄφαρ οἴχεται, καὶ, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται. Ἄνεῳ δὲ, οἱ ἄφωνοι, ὡς καὶ ἀλλαχοῦ κεῖται. ἀπὸ τοῦ ἄνω ἄναυος, ἄναος. καὶ Ἀττικῶς, ἄνεως ὡς Μενέλεως. καὶ πληθυντικὸν, ἄνεῳ. εὕρηται δέ που, καὶ ἀντὶ ἐπιῤῥήματος. Τὸ δὲ καθαπτόμενοι ἐπέεσσιν, αἰσχύνει τοὺς Ἰθακησίους εἰ μὴ δὲ λόγοις ἅπτονται τῶν βιαίων μνηστήρων. τοῦτο δὲ διέσταλται τοῦ, χερσὶν ἅπτεσθαι, ὡς δυσχερεστέρου ὄντος. ὁμοίως ἐντρέπει καὶ τὸ, πολλοὶ ἐόντες. ῥᾷον γὰρ δοκεῖ τοὺς πλείους τῶν ἡττόνων περιγενέσθαι. Ὅτι ἀκμάζων ὁ ποιητὴς ἐν ταῖς τῶν μνηστήρων δημηγορίαις, τὸν μὲν Ἀντίνοον, ἁπλούστερον δημηγοροῦντα πεποίηκε καὶ ἀφελέστερον. τὸν δὲ Εὐρύμαχον, ἐμβριθέστερον ἐκείνου καὶ ἁδρότερον. ἐνταῦθα δὲ Λειώκριτόν τινα μνηστῆρα βραχύλογον μὲν πλάττει, θρασύτερον δὲ ἐκείνων. ὃς οὐ μόνον τὸν Ὀδυσσέα ἐξευτελίσει, ἀλλὰ καὶ τὴν ἀγορὰν ταχὺ λύσει ἣν οὐκ ἐκάθισεν αὐτός. ὥστε εἶναι εἰπεῖν, ὡς εἰ καὶ τὰς τῶν ἄλλων ἀνδρῶν ἀγορὰς κατὰ τὸν ποιητὴν Θέμις λύει καὶ καθίζει, ἀλλὰ τὴν σήμερον ἐν Ἰθάκῃ ταύτην, Θέμις μὲν ἐκάθισεν, ἀθεμίστου δὲ ἀνδρὸς ὕβρις ἔλυσε. δημηγορεῖ δὲ ὁ Λειώκριτος, οὕτω. Μέντορ ἀταρτηρέ. φρένας ἠλεέ. ποῖον ἔειπες, Ἡμέας ὀτρύνων καταπαυέμεν; ἀργαλέον δὲ ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί. Εἴ περ γάρ κʼ Ὀδυσσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν Δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς Ἐξελάσαι μεγάροιο μενοινήσει ἐνὶ θυμῷ, Οὔ κέν οἱ κεχάροιτο γυνὴ, μάλα περ χατέουσα, ἐλθόντι, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι, Εἰ πλεόνεσσι μάχοιτο. σύ δʼ οὐ κατὰ μοῖραν ἔειπες. Ἀλλʼ ἄγε λαοὶ μὲν σκίδνασθʼ ἐπὶ ἔργα ἕκαστος, Τούτῳ δʼ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδʼ Ἁλιθέρσης. Οἱ ἐξ ἀρχῆς αὐτῷ πατρώϊοι ἑταῖροι. ἐφʼ οἷς εἰπὼν ὡς δηθὰ καθήμενος ἐν Ἰθάκῃ, ἀγγελιῶν πεύσεται, τελέει δʼ ὁδὸν οὔποτε ταύτην, λῦσεν ἀγορὴν αἰψηρήν. καὶ οἱ μὲν ἄλλοι, ἕκαστος εἰς τὰ ἑαυτοῦ ἐσκίδναντο. Μνηστῆρες δʼ ἐς δώματʼ ἴσαν θείου Ὀδυσσῆος. Καὶ ὅρα τὸ θείου, ὡς Ὅμηρος μὲν, οὕτω τὸν Ὀδυσσέα ἠξίωσεν εἰπεῖν. ὁ δὲ ἀλαζὼν Λειώκριτος, ὡς ἕνα τῶν τυχόντων, Ἰθακήσιον αὐτὸν ἐκάλεσεν. Ἔτι ὅρα καὶ ὡς ἀντεπιχειρῶν τοῖς τοῦ Μέντορος ὁ Λειώκριτος, ἀργαλέον τε λέγει τοὺς Ἰθακησίους ἀντικαταστῆναι καὶ πλέονας ὄντας, δαινυμένοις τοῖς μνηστῆρσιν, ὅπερ ἐστι κεφάλαιον τοῦ ἀδυνάτου, καὶ εἰς τὸν Ὀδυσσέα περιτρέπει αὐτὸς τὸ τοῦ Μέντορος νόημα, εἰπὼν τοὺς μνηστῆρας μᾶλλον περιγενήσεσθαι τοῦ Ὀδυσσέως ὡς αὐτοῦ πλείονας. τὰ δʼ ἄλλα ἡ δημηγορία τῷ Λειωκρίτῳ, πάντῃ ὑπόκενος. οὔτε γὰρ δίκαιον οὐδὲ μὴν πιθανὸν ἢ εὐφυὲς λέγει οὐδέν. θρασὺς ὢν μόνον καὶ λύσαι τὴν ἀγορὰν ἀναγκαίως προθέμενος. ἀγερωχίαν μέντοι ἔχει τινὰ ὁ λόγος αὐτοῦ, ἐν τῷ, ἀργαλέον ἀνδράσι καὶ πλεόνεσσι μαχέσσασθαι. Νοουμένων ἀνδρῶν, τῶν ἀνδρείων. καὶ ἀντιτιθεμένης ποιότητος ἀνδρικῆς, πρὸς τὸ ἁπλῶς πλῆθος. ἵνα λέγῃ, ὅτι ἀργαλέον καὶ τοῖς πλεόνεσσι, μαχέσσασθαι πρὸς ἀνδρείους ἡμᾶς. Ἰστέον δὲ ὅτι ὁ μὲν Λειώκριτος εἴη ἂν τοῦ λεὼ ἔκκριτος κατὰ ἐτυμολογικὴν ἀνάπτυξιν. καὶ ἦν μὲν γράφεσθαι τὴν ἄρχουσαν διὰ τοῦ η καὶ ο κατὰ τὴν αὐτὴν ἔννοιαν, ὡς ἐκ τοῦ ληὸς ὁ λαός. οὗ μέμνηται Ἡρακλείδης καθʼ ὁμοιότητα τοῦ νηὸς ναὸς καὶ παὸς πηὸς ὁ ἐξ ἀγχιστείας προσγενὴς, οὔπω δὲ ἦν ἐπὶ Ὁμήρου ἐν χρήσει τὸ ληὸς ὁ λαός. γραφῆναι δὲ αὖθις Λειόκριτον διὰ τοῦ ο μικροῦ κατὰ τὴν προπαραλήγουσαν ὡς τὸ τῆς λείας ἔκκριτον κατʼ ἀνδρίαν λαμβάνοντα, οὐκ ἤρεσεν οὐδʼ αὐτὸ τοῖς παλαιοῖς. Τὸ δὲ ἠλεὲ, εἴληπται μὲν ἀντὶ τοῦ, ἠλίθιε. πεπλανημένε τὸν νοῦν. οἱονεὶ ἀλεὲ παρὰ τὴν ἄλην. εὕρηται δὲ ἐν Ἰλιάδι καὶ δισύλλαβον ἐν τῷ, φρένας ἠλὲ διέφθορας. καὶ οὐκ ἔστι διακρῖναι εἴτε πρωτότυπον μὲν ὁ ἠλὸς ἐξ οὗ κατʼ ἐπένθεσιν ὁ ἠλεὸς ὡς κενὸς κενεὸς, εἴτε ἀνάπαλιν προτερεύει μὲν ὁ ἠλεὸς, ἐξ αὐτοῦ δὲ συγκέκοπται ὁ ἠλός. Ἰστέον δὲ ὅτι ἐν τῷ μεγάλῳ ἐτυμολογικῷ, εὕρηται κατά τινα γλῶσσαν, καὶ παλεὸς ὁ μάταιος πλεονασμῷ τοῦ π. ὁμοίως τῷ, ἤγανον πήγανον. Ὅτι δὲ τὸ διέφθορας οὐ μόνον ἐνέργειαν δηλοῖ ἵνα λέγῃ ὅτι τὰς φρένας διέφθειρας, ἀλλὰ καὶ πάθος νόμῳ μέσου παρακειμένου ἀκραιφοῦς, ἵνʼ ᾖ λέγων ὡς διεφθάρης τὰς φρένας, δεδήλωται καὶ ἀλλαχοῦ. καὶ ἐγκρίνεται μάλιστα τοῖς παλαιοῖς ὁ παθητικὸς οὗτος νοῦς. Τὸ δὲ περὶ δαιτὶ, πρόσκειται, ἐπεί περ οἴονται οἱ ἐν δαιτὶ, ἀνυπόστατοι εἶναι τὴν ἀλκὴν, τοῦ οἴνου στρατηγοῦντος αὐτοῖς. τὸ δὲ τοιοῦτον νόημα σαφέστερον ἐμφαίνει ἐν τῷ, εἰ γὰρ αὐτὸς ἐπελθὼν δαινυμένους κατὰ δῶμα μνηστῆρας ἐξελάσαι τοῦ μεγάρου ἐθέλει, οὐκ ἂν αὐτῷ ἡ γυνὴ κεχάροιτο. ἅμα γὰρ ἐπανελθόντα ἰδοῦσα, στερήσεται αὐτοῦ. Τὸ δὲ περὶ δαιτὶ, καινότερον συντέτακται. δηλοῦν ἢ τὸ περὶ δαιτὸς, ἢ τὸ ἐν δαιτί. Ἀγαυὸς δὲ κατὰ τοὺς παλαιοὺς, σεμνός. καλός. λαμπρός. κόσμιος. ὅθεν πλεονασμῷ, καὶ ὁ ἀγαυρός. εἰ δέ τι μετέχει τοῦ τοιούτου ἀγαυροῦ τὸ ἀγαύρισμα ὅπερ ἐστι πάλης εἶδος, οὐκ ἂν εἴη ἀκριβῶς ἀποφῄνασθαι. ὥσπερ ἴσως οὐδὲ εἰ τὸ ἀγαυρὸς μὴ ἀπὸ τοῦ ἀγαυὸς ἀλλʼ ἀπὸ τοῦ γαῦρος γίνεται. εἰ γὰρ ἐκεῖνο μὲν οὐκ ἔχει ἀπορίαν ὡς τῆς ἐπενθέσεως τοῦ ρ μὴ ἀναγκαζούσης προπαροξυτόνησιν, τοῦτο δὲ ἀπορηθείη ἄν, εἰ τὸ μὲν ἁ πλοῦν βαρύνεται ἤγουν τὸ γαῦρος, τὸ δὲ σύνθετον ἀγαυρὸς, ὀξύνεται, δέον ὂν προπαροξύνεσθαι. ἀλλὰ καὶ τοῦτο ἔχει λόγον, διὰ τὸ συνακολουθῆσαι τῷ ἀφαυρὸς, καὶ τῷ ἀμαυρὸς καὶ τοῖς ὁμοίοις. Λύεται δὲ ἀγορὰ, ὡς ἀπὸ δεσμοῦ τινὸς ἀφʼ οὗ ὁ δῆμος παρῆκται. Αἰψηρὴν δὲ εἶπεν, οὐκ ἐπιθετικῶς. οὐ γὰρ αἰψηρή ἐστιν ἀγορὰ πᾶσα, ἐπιῤῥηματικῶς δὲ μᾶλλον ἀντὶ τοῦ ταχύ. καὶ ἔστιν ὅμοιον τῷ, τότε μοι χάνοι εὐρεῖα χθών. ἀντὶ τοῦ, εὐρύ. Ἰστέον δὲ καὶ ὅτι ἔνδειξις τῆς τῶν μνηστήρων βίας. μᾶλλον μὲν οὖν λυπηρὸν ὡς μάλιστα, τὸ τοὺς μὲν ἄλλους εἰς τὰ ἑαυτῶν σκίδνασθαι, τοὺς δὲ μνηστῆρας ἐς δώματα Ὀδυσσέως. Ὅτι καὶ εὔξασθαι μέλλων ὁ Τηλέμαχος, τὰς χεῖρας νίπτεται. καθὰ καὶ Πρίαμος ἐν τῷ τέλει τῆς Ἰλιάδος. καὶ Πηνελόπη δὲ ἐν τοῖς ἑξῆς, ὑδρηναμένη καθαρὰ χροῒ εἵματα ἑλοῦσα, εὔχεται. ὡς ἀεὶ καθαριεύειν ἐν τοῖς θείοις χρεὼν ὄν. Ὅτι πόντον ἠεροειδέα λέγει κατὰ τοὺς παλαιοὺς, ἢ τὸν μέλανα δίκην ἀέρος, ἢ τὸν βαθύν. ἢ τὸν ἀναπεπταμένον καὶ πλατὺν ἐξ οὗ μόνος ἀὴρ καθορᾶται τοῖς πλέουσιν. Ὅτι τῷ ῥηθέντι Μέντορι Ἀθηνᾶ εἰκαθεῖσα λαλεῖ τε τὰ ἐφεξῆς εἰκότα, καὶ νῆα στεῖλαι φησὶν αὐτῷ, τουτέστιν εὐτρεπίσαι. ἀφʼ οὗ ῥήματος, καὶ ὁ στόλος γίνεται. καὶ αὐτὸς ὑπισχνεῖται ἅμα ἕψεσθαι. καὶ ποιεῖ οὕτως. ἀνήρ τις ὢν, ὡς εἰκὸς, Ἀθηνᾷ κάτοχος. ὅ ἐστι συνετός. καὶ φρονήσας τὸ δέον. οὐ μὴν δὲ ἀλλὰ καὶ ζηλώσας ἐφʼ οἷς ὁ Λειώκριτος εἶπε σκώπτων, ὡς ὀτρυνέει τῷ Τηλεμάχῳ Μέντωρ ὁδόν. δεινότητος δὲ Ὁμηρικῆς καὶ ταῦτα, ἵνα μὴ τὸν βασιλικὸν παῖδα εὐτελῶς ἀπασχολήσῃ πρὸς νηὸς ὅπλισιν καὶ ἐντυχίαν ὑπὲρ αὐτῆς πρὸς τοὺς πολίτας. Ὅτι πρὸς παῖδα εὖ γεγονότα, ῥηθήσεταί ποτε τὸ, οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων, εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠΰ. οἷος ἐκεῖνος ἔην, τελέσαι ἔργον τε ἔπος τε. ἤγουν οἷος ἦν ἔργῳ καὶ λόγῳ. Ἔστι δὲ ἔργον μὲν τελέσαι, τὸ ἀπαρτίσαι τὸ ἐγχειρηθέν. λόγον δὲ τελέσαι, τὸ ἐντελῶς εἰπεῖν καὶ ἀμέμπτως. οὗ τὸ ἀνάπαλιν, ἀτὰρ οὐ τέλος ἵκεο μύθων. Τὸ δὲ ἐνέστακται, εἴρηται μὲν ἐκ μεταφορᾶς τῶν ὑγρῶν. ὡς εἴ τις εἴπῃ, εἴ σοι ἐνέστακται τοῦ πατρικοῦ μέλιτος. οὐκ ἔστι δὲ μακρὰν κακοζήλου διὰ τὸ μὴ προσκεῖσθαί τι σύστοιχον κατὰ ἀκολουθίαν τροπῆς. ὅμοιον καὶ παρὰ Σοφοκλεῖ τὸ, σύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη. ὅ ἐστι συγκοινωνόν. οὐδʼ ἐνταῦθα γὰρ κεῖται θαλασσία τις λέξις συγγενὴς πρὸς τὸ σύμπλουν. οὐκ ἀπέοικε δὲ τούτων οὐδὲ τὸ, ἀλλʼ ἔμπης καλάμην γέ σε ὀΐομαι εἰσορόωντα, ὡς ἐν τοῖς ἑξῆς που φανήσεται. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα. Ἰστέον δὲ ὅτι ἔστιν εἰπεῖν ὡς τὸ ἐνέστακται ἔοικεν ἠρτῆσθαι τῆς ἀρχικῆς σπερματικῆς τοῦ εἶναι δυνάμεως, ἵνα οὕτω πως κυριολεκτουμένη ἡ λέξις, ἐκφύγῃ τὸ κακόζηλον. προϊὼν δὲ, παραφράζει τὸ, πατρὸς μένος ἐνέστακται. εἰπών. οὐδέ σε μῆτις Ὀδυσσέως προλέλοιπεν. Ἀνοήμων δὲ, ὁ ἀνόητος. οὗ τὸ ἀνάπαλιν, νοήμων. ὡς τὸ, ἐπεὶ οὔτι νοήμονες οὐδὲ δίκαιοι. Σημείωσαι δὲ ὅτι τὸ χωρίον τοῦτο οὗ ἀρχὴ μὲν τὸ, οὐδʼ ὄπισθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων, ὡς προσεχῶς ἐγράφη, τέλος δὲ τὸ, ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα, ὡς εἰρήσεται, στρυφνότερον προῆκται τῷ ποιητῇ κατὰ ἀντιθετικὴν ἀκολουθίαν. ἤτοι κατὰ σχῆμα ῥητορικὸν ἀντίθετον. ἔχει δέ τινα καὶ ἕτερα ἐμπερίβολα, οἷον νοήματος μετάταξιν τοῦ κατὰ τὴν ἀρχήν. οὐ γὰρ προτίθησι τὸν ει σύνδεσμον ἐν τῷ, εἰ δήτοι καὶ ἑξῆς, ὡς ἐν ἀντιθέτῳ σχήματι σύνηθες, ἀλλʼ ὑποτίθησιν ἐν τῷ δευτέρῳ στίχῳ. ἔτι δὲ, καὶ διὰ μακροῦ ἀποδίδωσι τὸ ἐπειδή. μετὰ στίχους γὰρ ὀκτώ. ἐπεμβάλλει δὲ καὶ γνωμικὸν, λόγῳ σεμνότητος. ἐν ᾧ περὶ διαθέσεως παίδων φιλοσοφεῖ. παραμέμικται δὲ τῇ τοιαύτῃ γνώμῃ, καὶ αἰτία τις ὡς κατωτέρω ῥηθήσεται. ἔχει δὲ καὶ ἑτέραν ἐπεμβολὴν, τὸν τοῦ Ὀδυσσέως ἔπαινον ὡς καὶ λογίου καὶ πρακτικοῦ. ταῦτα δὲ πάντα, περιβολῆς ἴδια. καὶ λόγον ποιεῖ ἐμπερίβολον Ἀθηνᾷ φρονήσει πρέποντα τῇ καὶ σοφῇ καὶ πρὸς παῖδα φιλοσόφου λαλούσῃ τὸν Τηλέμαχον. ἔστι δὲ τὸ σαφῶς ὀρθὸν τῆς ὅλης τοῦ χωρίου φράσεως, τοιοῦτον. εἰ δή σοι ὦ Τηλέμαχε μένος ἔνεστι τοῦ ἐνεργεστάτου πατρὸς Ὀδυσσέως, οὐκ ἂν εἰς τὸ μέλλον ἔσῃ κακὸς, οὐδὲ ἀτέλεστα πλεύσεις. εἰ δὲ μὴ ἐκείνου καὶ τῆς Πηνελόπης ἐξέφυς, οὔ μοι ἐλπὶς ἐπὶ σοὶ ἀγαθή. αἴτιον δέ μοι οὐκ ἀπεικὸς τοῦ διστάζειν ἐπὶ τῇ σῇ πρὸς τοὺς ἀγαθοὺς γονεῖς ὁμοιότητι, τὸ πλείονας εὑρίσκειν παῖδας ἀνομοίους τῇ πατρικῇ ἀγαθότητι. ἐπεὶ δὲ ὡς ἡ δημηγορία σου ἔδειξεν, οὐ πάνυ προλέλοιπέ σε ἡ τοῦ πατρὸς ἀρετὴ καὶ διατοῦτο οὐδὲ κακὸς καὶ ἀνοήμων ἔσῃ, ἐλπὶς τελευτηθῆναί σοι τὰ τοῦ σκοποῦ. καὶ ἔστιν ὡς ἐν ἐπιτόμῳ εἰπεῖν τὸ πᾶν τοῦ λόγου τοιοῦτον. εἰ πατρῴζεις, ἀγαθὸς ἔσῃ, καὶ οὐ μάτην ὁδεύσεις. μὴ τοιοῦτος δὲ ὢν, οὐκ ἀνύσεις ἃ θέλεις. ἀλλὰ μὴν, πατρῴζεις μὴ κακὸς ὢν, μὴ δὲ ἀνοήμων, ἔστιν ἄρα ἐπὶ σοὶ ἐλπὶς ἀγαθή. Ὅρα δὲ ὅτι τὸ κατὰ γένεσιν πρεσβεῖον ὁ ποιητὴς τῷ πατρὶ διδοὺς, ἐμνήσθη μὴν καὶ τῆς Πηνελόπης, ἀνέκαμψε δὲ αὖθις εἰς μόνον τὸν Ὀδυσσέα, ἐν τῷ, παῦροι γὰρ παῖδες ὁμοῖοι πατρὶ. καὶ, παῦροι πατρὸς ἀρείους. καὶ, οὐδέ σε μῆτις Ὀδυσσῆος προλέλοιπεν. ἔστι δὲ ὁ νοῦς τοῦ εἰρημένου Ὁμηρικοῦ ἀντιθέτου, τοιόσδε. Τηλέμαχε εἴ σοι ἐνέστακταί τι πατρικῆς ἀρετῆς οἷος ἐκεῖνος ἦν δεινὸς ἐπιτελετὴς ὧν ἤθελεν, οὐκ ἂν εἰς κενὸν ὁδεύσῃς ἄρτι. εἰ δὲ ψεύδῃ τὸ ἐξ Ὀδυσσέως καὶ Πηνελόπης εἶναι, κακὸς αὐτὸς ὢν καὶ μὴ κατʼ ἐκείνους ἀγαθὸς ὃ δὴ πολλοὶ τῶν παίδων πάσχουσιν, οὐκ οἶδα εἰ τελευτήσεις ἅπερ ἐθέλεις. ἀλλὰ μὴν πατρῴζεις τά τε ἄλλα καὶ τὰ εἰς νοῦν, οὐκοῦν ἐλπωρή τοι τελευτῆσαι τάδε ἔργα. Ὅτι ἐν τῷ, Οὔτοι ἔπειθʼ ἁλίη ὁδὸς ἔσσεται οὐδʼ ἀτέλεστος, ἀστείως πρόσκειται, τὸ οὐδʼ ἀτέλεστος. ἄλλως μὲν γὰρ, ἁλία ἔσται τῷ Τηλεμάχῳ ἡ ὁδὸς, ὡς διὰ θαλάσσης πλεύσοντι. ἧς ἐπὶ θινὶ κιὼν, χεῖρας ὡς ἐῤῥέθη ἐνίψατο. οὐ μέντοι κατὰ τὸ ἀτέλεστον ἁλίη ἔσται ὅπερ ἐστὶ ματαία. Ἰστέον δὲ ὅτι ἐκ τῆς ὁδοῦ, οὐ μόνον ὁδοιδοκεῖν τὸ ὁδοσκοπεῖν, ἀλλὰ καὶ ὅδουροι κατὰ τοὺς παλαιοὺς, οἱ κακοῦργοι ὁδοφύλακες. Ὅτι ἐπὶ μὲν δυσελπίστου οἰκεῖον εἰπεῖν τὸ, οὔ σε ἔπειτα ἔολπα τελευτήσειν ἃ μενοινᾷς. ἐπὶ δὲ τοῦ ἀνάπαλιν τὸ, ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα. εἰ δὲ καὶ συνετός ἐστιν ἐκεῖνος πρὸς ὃν τοῦτο ῥηθήσεται, καλὸν εἰπεῖν καὶ τὸ, ἀλλʼ ἐπεὶ οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων, ἐλπωρή τοι ἔπειτα. καὶ τὰ ἑξῆς. Τὸ δὲ ἀνοήμων ἐφερμηνεύων φησίν. οὐδέ σε πάγγυ γε μῆτις πατρικὴ προλέλοιπεν. Ὅτι γνωμικῶς λαλεῖ τὸ, παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται. οἱ πλέονες κακίους. παῦροι δέ τε πατρὸς ἀρείους. ὁποῖος δηλαδὴ ὁ Ἡρακλῆς πρὸς Ἀμφιτρύωνα καὶ Ἀχιλλεὺς πρὸς Πηλέα καὶ Ἕκτωρ πρὸς Πρίαμον. καί τις δὲ Κοπρέως υἱὸς ἐν Ἰλιάδι, εὕρηται μέγʼ ἀμείνων οἰκείου πατρός. οὐ περὶ φαύλων δὲ πατέρων ὁ λόγος, ἀλλʼ ἀγαθῶν. διὸ καὶ ἐδέησεν εἰπεῖν ὡς οἱ πλείους υἱοὶ, κακίους. Τὸ δὲ πατρὸς ἀρείους, πρὸς ἑρμηνείαν ἐπῆκται τοῦ, ὁμοῖοι πατρί. ἄλλως γὰρ, ὁμοῖοι καὶ οἱ ὁμονοητικοὶ καὶ φίλιοι, ὡς ἐν Ἡσιόδῳ δηλοῦται. Ὅτι ἀφραδέας τοὺς μνηστῆρας εἰπὼν, ἑρμηνεύει εὐθὺς τὴν λέξιν διὰ τοῦ, ἐπεὶ οὔτι νοήμονες οὐδὲ δίκαιοι. πάλιν δὲ διασαφῶν τὸ, οὔτι νοήμονες, ἐπάγει. οὔδε τι ἴσασι θάνατον. Καὶ νῦν μὲν, ἀφραδέας ἤτοι κακοφράδμονας καὶ κακοβούλους τοὺς μνηστῆρας ἔφη. ἐν δὲ τοῖς ἑξῆς, καὶ ἐπὶ τῶν ἐν Αἵδου σκιοειδῶν ψυχῶν τὴν λέξιν τίθησιν. Ὅρα δὲ καὶ ὅτι ἀφραδέας ὀνομάσας τοὺς μὴ νοήμονας μὴ δὲ δικαίους, ἐνέφῃνε, τῇ φρονήσει τὴν δικαιοσύνην ἀκολουθεῖν. ἐν τούτοις δὲ κεῖται καὶ ἀναφώνησις περὶ μνηστήρων πάνυ γοργὴ ἐν τῷ, θάνατος δήσφιν σχεδόν ἐστιν ἐπʼ ἤματι πάντας ὀλέσθαι. Ὅτι προθυμοποιὸν εἰς ὁδὸν τὸ, σοί δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς. φίλου δὲ ἀρχαίου ἔνδειξις τὸ, τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώϊός εἰμι. Ὅτι ἑτοιμασίας ἐφοδίων φραστικὸν τὸ, ὅπλισόν τʼ ἤϊα καὶ ἄγγεσιν ἄρσον ἅπαντα. οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα μυελὸν ἀνδρῶν, δέρμασιν ἐν πυκινοῖσιν. ἔστι δὲ ὁπλίσαι μὲν, συνήθως τὸ ἑτοιμάσαι. ὡς καὶ ναῦς ὁπλίζεται κατωτέρω, ἤτοι σκευάζεται εἰς κέλευθον ἐν τῷ, ὦκα δʼ ἐφοπλίσαντες, ἐνήσομεν εὐρέϊ πόντῳ. ὅ ἐστιν, ἐμβαλοῦμεν. ἐπαφήσομεν. Ἤϊα δὲ νῦν, τὰ ἐφόδια. ὅ ἐστι βρώματα εἰς ὁδὸν ἐπιτήδεια, παρὰ τὸ ἰέναι. κατʼ ἔλλειψιν τοῦ ἐξ ἀρχῆς ἰῶτα διὰ τὸ εὐφωνότερον. κεῖται δέ που ἡ λέξις, καὶ ἐπὶ ἁπλῶς βρωμάτων παρὰ τῷ ποιητῇ, ἔτι δὲ καὶ ἐπὶ ἀχύρων. ἃ καὶ αὐτὰ λέγονται οὕτως, ἢ ὡς ἁπλῶς βρώματα ζώων δηλαδή. ἢ παρὰ τὸ ἰέναι, ὡς κοῦφα καὶ οἷα κινεῖσθαι πάσῃ πνοῇ. εἰ δὲ καὶ ῥῆμα ἐστὶν ἤϊα δηλοῦν τὸ ἐπορευόμην ὡς τὸ, ἤϊα γουνούμενος, ἑτέρου τοῦτο λόγου. οἱ δὲ παλαιοὶ, φασὶ καὶ τοιαῦτα. ἤϊα κυρίως κατὰ Ἐρατοσθένην, ὀσπρίων καλάμαι. καὶ δισυλλάβως ἐν συναιρέσει, ᾖα ὡς καὶ Φερεκράτης. τὴν γαστέρʼ ᾔων καὶ ἀχύρων σεσαγμένους. Ὅμηρος δὲ τὰ ἁπλῶς βρώματα, ἤϊα λέγει. δηλοῖ δὲ καὶ τὸν εἰς ναῦς ἐπισιτισμόν. Τὸ δὲ ἄγγεσιν ἄρσον, ἀντὶ τοῦ γέμισον, ὡς ἐκ τοῦ παρακολουθοῦντος, ἥρμοσται γὰρ τὸ πληροῦν τῷ πληρουμένῳ. Τοῦ δὲ ἅπαντα, ἑρμηνεία τὸ, οἶνον καὶ ἄλφιτα. Οἱ δὲ ἀμφιφορεῖς, κεραμειοῖ ἦσαν, ἀμφοτέρωθεν φερόμενοι. ὅ ἐστιν, ἄμφωτοι. δίωτοι, τούτοις ἀστείως ἄν τις εἰκάσῃ, τοὺς εὐριπίστους καὶ ῥᾷον ἀναπειθομένους κολακείαις ἢ διαβολαῖς. οὓς ἀράμενος τῶν ὤτων ὁ κολακεύων ἢ διαβάλλων, οἴχεται. καὶ μᾶλλον εἴπερ οἱ τοιοῦτοι φιλοῦσιν οἴνου ἔμφορτοι γίνεσθαι. Ἰστέον δὲ ὅτι πίθου μὲν εἴη ἂν ἐλάττων ὁ ἀμφιφορεύς. βίκου δὲ οὐκ ἐξ ἀνάγκης. τὸ γοῦν οἴνου φοινικίνου βίκος τις ὑπανεῴγνυτο, οὐ πάνυ βραχὺ ἀγγεῖον τὸν βίκον εἶναι δηλοῖ. ὁ δὲ παρὰ Ξενοφῶντι ἐν ἀναβάσει καί τισιν ἄλλοις, δόξει ἂν ἶσος λαγύνῳ εἶναι. Ὅρα δὲ ἐν τῷ, οἴνου φοινικίνου, ὅτι καὶ φοινίκων ἀπεθλίβετο οἶνος. οὕτω δὲ καὶ λωτοῦ. Ἰστέον δὲ ὅτι καθʼ ὁμοιότητα τοῦ ἀμφιφορέως, λέγεται παρὰ τοῖς παλαιοῖς καὶ ἀμφίδουλος ὁ ἐξ ἀμφοτέρων γονέων δοῦλος. καὶ ἀμφίβολοι παρὰ Ἀῤῥιανῷ καὶ ἑτέροις, οἱ ἀμφοτέρωθεν βαλλόμενοι. καὶ παῖδες ἀμφιθαλεῖς, οἷς ἄμφω περίεισιν οἱ γονεῖς, τὸ μέντοι ἀμφισβητεῖν καὶ ἀμφίσβαινα ὄφις ἑκατέρωθεν βαίνων, ἐκ τοῦ ἀμφὶς ἐπιῤῥήματος γίνεται. οὗ χρῆσις καὶ ἐν τῷ, ἀμφὶς φράζονται. ὡς δὲ καὶ χρύσεοι ἀμφιφορεῖς ἦσαν, δηλοῖ ἐν τῇ Ἰλιάδι ὁ ποιητής. Ἄλφιτα δὲ οὐκ αὐτόχρημα πάντως ἄλευρα. φησὶ γοῦν Ἡρόδοτος ἄλευρά τε καὶ ἄλφιτα. καὶ εἴη μὲν ἂν καὶ ἑτέρα τις τούτων διαφορά. δοκεῖ δὲ τὸ ἄλφιτον, εὐτελέστερον ἀλεύρου εἶναι. εἰ δὲ οἱ μεθʼ Ὅμηρον ἐπὶ κριθίνων ἀλεύρων ἢ καὶ ἐπὶ πιτύρων τὸ ἄλφιτον τιθέασι παρὰ τὸ ἄλφεσθαι ἴταις ὅ ἐστιν εὑρίσκεσθαι πτωχοῖς διʼ εὐτέλειαν, ἀλλʼ ὁ ποιητὴς οὐχʼ οὕτως ἐκδέχεται. ἀλλὰ τὸ ἁπλῶς ἄλευρον, ἄλφιτον λέγει διὰ τὸ ἐν τῷ ἀλεῖσθαι, φάειν, ἤγουν φαίνειν καὶ λευκαίνεσθαι, ἢ φονεύεσθαι. ὅθεν καὶ μυλήφατον ἄλφιτον, ὅπερ ὅ τι οὐκ ἐξ ἀνάγκης πίτυρον ἢ πιτυρῶδες ἐστὶ, δηλοῦσι καὶ τὰ τῶν τρυφώντων ψαιστὰ, ἄλφιτα ὄντα κατὰ Παυσανίαν, οἴνῳ καὶ ἐλαίῳ μεμαγμένα ἢ δεδευμένα. ὁμοίως καὶ ἡ Ἀχίλλεια μάζα, ἔχουσά τι ὡς εἰκὸς ἐξαίρετον. ἧς Ἀχίλλεια ἐλέγετο τὰ ἄλφιτα. ὧν μνημονεύειν καὶ τὸν κωμικὸν ἐν Ἱππεῦσι, φασί τινες. Μυελὸν δὲ ἀνδρῶν τὰ ἄλφιτα λέγει, ἀντὶ τοῦ μυελοποιά. θρεπτικά. τοῦτο δὲ εἶπε, διὰ τοὺς οἰομένους μὴ μετέχειν καὶ τὰ ὀστᾶ δυνάμεώς τινος ψυχικῆς ζωτικῆς. διὸ ἔφη που καὶ τὸ, λίπε δʼ ὀστέα θυμός. καὶ ἔοικεν ὥσπερ χροῦν καὶ χρῶτα τὸ πᾶν σῶμα λέγειν ἀπὸ μέρους τῆς ἐπιφανείας δηλαδὴ, οὕτω καὶ ἐνταῦθα διὰ τοῦ ἐνδομυχοῦντος μυελοῦ, τὴν ὅλην παραδηλοῦν τοῦ θρεπτικοῦ ἐνέργειαν. ὁμοίως δὲ καὶ ἐν τῷ, λίπεν ὀστέα θυμὸς, ἐκ μέρους τῶν ὀστῶν, τὸ πᾶν δηλῶσαι σῶμα. ἵνα ὥσπερ τοῦτο παντελῆ δηλοῖ φθορὰν σώματος, οὕτω καὶ σύστασιν αὐτοῦ τὸ, μυελὸς ἀνδρῶν. Δέρματα δὲ πυκινὰ λέγει, ἢ ἁπλῶς τὰ στερεά, ἢ τὰ συνεῤῥαμμένα καλῶς. κακοῤῥαφία μὲν γὰρ, τὸ μὴ πυκινὸν δηλοῖ. πυκινὸν δὲ, τὸ εὐραφές. διὸ προϊὼν, εὐραφέα δέρματα ἐρεῖ τὰ εὐάρμοστα. ἔνθα παραφράσας τὸ, δέρμασι πυκινοῖς, ἐρεῖ εὐραφέεσσι δοροῖσιν. ὧν ζητητέον τὴν κλίσιν. ἅπερ ἐν μιᾷ λέξει κώρυκος λέγεται παρὰ τὸ χωρεῖν. ἔτι δὲ καὶ θύλακος. ἴσως δὲ καὶ φασκώλιον, ὡς δηλοῖ ὁ εἰπών. φασκώλιον, δερμάτινον βαλάντιον. οἷον, θυλάκιον. καὶ φάσκωλος, ἡ ἱματιοφορὶς, ὥς φησιν Αἴλιος Διονύσιος. εἰ δὲ καὶ τὸ φασκώλιον ἐπὶ ἄλλου μάλιστα σημαινομένου τίθεται, ἀλλʼ αἱ ἀχάναι ὅ ἐστι κίσται, Περσικὰ μέτρα ἦσαν. ἐν οἷς ἀπετίθεντο ἐπισιτισμοὶ τοῖς θεωροῖς, ὡς καὶ ἐν τοῖς ἑξῆς που δηλωθήσεται. οἱ δὲ παλαιοὶ καὶ τὸν παρὰ τῷ κωμικῷ σάκταν, θύλακον ἑρμηνεύουσι ὡς δηλοῖ ὁ εἰπών. σάκτας, θύλακος. μάρσιππος. γίνεται δὲ αὐτὸς ἀπὸ τοῦ σάττω σάξω τὸ φορτίζω. Ὅρα δὲ καὶ ὅτι ἀρχαῖον ἔθος δέρμασιν ἀντὶ σάκκων χρῆσθαι εἰς ἀλφίτων φυλακὴν, ἵνα μηδὲν ἐκεῖθεν διαφορῆται στεγούσης τῆς πυκνότητος. Ὅτι οὓς οἱ μεθʼ Ὅμηρον ἑκουσίους καὶ ἐθελουσίους φασὶ καὶ μάλιστα ἑκοντὰς καὶ ἐθελοντὰς Ἀττικῶς, ἐθελοντῆρας φησὶν ὁ ποιητής. εἰπών. ἐγὼ δʼ ἀνὰ δῆμον ἑταίρους ἐθελοντῆρας συλλέξομαι. Ὅτι πολύναυς ἡ Ἰθάκη, ὡς δηλοῖ τὸ, εἰσὶ δὲ νῆες πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί. Καὶ ὅρα ὡς τὸ νέον καὶ παλαιὸν, καὶ ἐπὶ νηῶν τίθεται. ὅθεν ὁ κωμικὸς λαβὼν ἀρχὴν, παίζει. τὰς μὲν μήπω πλευσάσας, παρθένους λέγων, καὶ μήπω ἀνδρῶν ἆσσον ἐλθούσας. τὰς δὲ παρʼ Ὁμήρῳ παλαιὰς, γραίας ἀποκαλῶν. Ὅτι τὸ ἐπιόψομαι νῆα ἥτις ἀρίστη, ἀντὶ τοῦ πάνυ προσεκτῶς περιβλέψω. καὶ ἐπαινεῖται ἡ λέξις, καὶ δηλοῖ ἐπίτασίν τινα ἡ πρόθεσις. κεῖται δέ τι καὶ ἐν Ἰλιάδι τοιοῦτον. Ὅτι ἐκφραστικὸν γοργὸν δαπάνης τῆς τῶν μνηστήρων τὸ, εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν αἶγας ἀνιεμένους, σιάλους θʼ εὕοντας ἐν αὐλῇ. Ἔστι δὲ τὸ μὲν εὕειν, ἀρχαῖον, οὔπω ἐπινοηθέντος τοῦ μαδᾶν ὕδατι ζέοντι. καὶ γίνεται ἀπʼ αὐτοῦ καὶ ἡ εὗστρα, ὡς δηλοῖ καὶ ὁ κωμικός. ἥπερ ἐστὶν, ἐργαστήριον ἐν ᾧ χοῖροι καὶ τοιαῦτα εὕονται. οἱ δὲ παλαιοὶ, φασὶν οὕτω. εὗστρα, βόθρος ἐν ᾧ περιφλέγουσι τὰς τῶν ὑῶν τρίχας. κατὰ Παυσανίαν δὲ, τὸ ἐκ σταχύων καυθέντων ἔδεσμα τοὺς ἀνθέρικας ἀποβαλόντων, ἤτοι ὁ περικεκαυμένος στάχυς. ἕτεροι δὲ, ὅτι ἡ ὡρίμη κριθὴ, ἡ καὶ ἀμφίκαυστις παρὰ Αἰλίῳ Διονυσίῳ. κωμικοὶ δὲ, καὶ ἐπὶ γυναικείου μορίου φασί. Κρατῖνος δὲ τὴν ὀσφὺν οὕτως ἔφη. ἀπὸ δὲ τοῦ εὕειν καὶ μάλιστα ἴσως τοῦ λάμπειν, καὶ τὸ σταθεύειν ἤτοι χλιαίνειν, καὶ ὁ ἐσταθευμένος. καὶ ὁ παρʼ Αἰσχύλῳ σταθευτὸς ἡλίου φλογί. Τὸ δὲ ἀνιεμένους, ἀντὶ τοῦ ἐκδέροντας, ὡς ἀπὸ τοῦ συμβαίνοντος. ἐκ τῶν κάτω γὰρ ἐπὶ τὰ ἄνω ἴενται οἱ τοιοῦτοι. ἡ τοιαύτη οὖν ὁμοιότης, καὶ ἐν Ἰλιάδι λέγει τὴν Ἑκάβην κόλπους ἀνιεμένην, ἀντὶ τοῦ γυμνοῦσαν. διὸ ἐπάγει ἐκεῖ τὸ, ἑτέρη δὲ μαζὸν ἀνέσχε. Σημειοῦνται δʼ ἐνταῦθα οἱ παλαιοὶ παρατηροῦντες ὡς οὔτε σπένδοντας οὔτε εὐχομένους θεοῖς Ὅμηρος τοὺς μνηστῆρας ποιεῖ. Ὀδυσσεὺς μέντοι διʼ ὅλης τῆς ποιήσεως οὐ τοιοῦτος φαίνεται. ὅπου γε οὐδὲ ὁ Σωκράτης φασὶ παρῆκε τὸ ἐπὶ τοῖς τοιούτοις εὐσεβές. Σίαλος δὲ, ὁ σιτευτὸς χοῖρος, παρὰ τὸ σιτεῖσθαι ἅλις. Ὅτι παντοῖος ὢν τὴν ῥητορείαν ὁ ποιητὴς, ἀλλάσσει νῦν τῷ πρῴην σφοδρῷ Ἀντινόῳ τὸ ἦθος. καὶ ἱλαρώτερον ποιεῖ αὐτὸν μετὰ τὴν ἀγορὰν προσφερόμενον τῷ Τηλεμάχῳ, τρέψαντα τὸν θυμὸν εἰς ἄκαιρον γέλωτα. γελάσας γάρ φησιν, ἰθὺς ἥκει. Καὶ ἐμφὺς τῇ χειρὶ καὶ ὑψαγόρην αὖθις προσειπὼν καὶ μένος ἄσχετον, λέγει ἃ καὶ πᾶς ἂν εἴποι, θυμοῦ μὲν ἀποτρέπων τινὰ τρυφᾶν δὲ παρακελευόμενος. φησὶ γάρ. μή τι τοι ἄλλο ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε. Ἔπος μὲν, ὁποῖα ἐμβριθῶς εἶπας. ἔργον δὲ, ὁποίοις ἐγχειρήσειν μελετᾷς. ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν ὡς τὸ πάρος περ. ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν ὅ ἐστιν ἐκτελέσουσιν, οἱ δεῖνα. Καὶ ὅρα ὡς παροίνου ἀνδρὸς φθέγγεται ῥήματα. ἴσως δὲ καὶ ἐπικερτομεῖ τῷ μείρακι ὡς μέχρι μὲν ἄρτι ὄντι τοιούτῳ καὶ ἀφελῶς ἀσωτευομένῳ, νῦν δὲ αἴφνης ἐκ τοῦ σχολάζειν γαστρὶ, πειρωμένῳ μεταβάλλεσθαι. Ἐν δὲ τῷ, ἀλλά μοι ἐσθιέμεν, περισσὴ κεῖται συνήθως ἡ ἀντωνυμία. Ὅτι λόγος ἐνταῦθα τῷ Ἀντινόῳ εἰρωνικὸς ἀποτελευτῶν εἰς μαντικὴν φήμην τὸ, ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοὶ, νῆα, καὶ τὰ ἑξῆς. οὕτω γὰρ ἀληθῶς ἀπέβη. Ἐν τούτοις δὲ καὶ ἡ Πύλος θηλυκῶς λέγεται ἐν τῷ, ἐς Πύλον ἠγαθέην. Ὅτι ὁ μὴ συναναπαυόμενος ἀνδράσι τρυφῶσιν, εἴποι ἂν τὸ τοῦ Τηλεμάχου. ὡς οὔπως ἐστὶν ὑπερφιάλοισι μεθʼ ὑμῖν δαίνυσθαί τʼ ἀέκοντα, καὶ εὐφραίνεσθαι ἕκηλον. Ὁ δὲ ἀπειλούμενος βλάβην παλαιοῖς ἐχθροῖς δαπανηροῖς τῶν αὐτοῦ, δύναται εἰπεῖν τὸ, ἢ οὐχʼ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ κτήματʼ ἐμὰ, ἐγὼ δʼ ἔτι νήπιος ἦα. νῦν δʼ ὅτε δὴ μέγας εἰμὶ, καὶ ἄλλων μῦθον ἀκούων πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμὸς, πειρήσω ὥς χʼ ὕμμι κακὰς ἐπὶ κῆρας ἰήλω. Τηλεμάχου δὲ καὶ ταῦτα λόγοι πρὸς Ἀντίνοον. Ἔνθα ὅρα ὅτι καὶ ὁμολογεῖ πως τὰ κατὰ τὸν Μέντην ὡς ἐξ ἐκείνου ἀκούσας τὸ ποιητέον, οὐ μὴν θεόθεν διδαχθεὶς ὡς Ἀντίνοος φθάσας ἐπέσκωψεν. ἐν τούτῳ δὲ, καὶ διδακτὴν εἶναι δηλοῖ τὴν φρόνησιν, ὃ δὴ καὶ τῶν λοιπῶν ἀρετῶν ἐστὶν ἴδιον. Τὸ δὲ κείρειν, συνήθης λέξις τῷ ποιητῇ ὡς προδεδήλωται, ὅπερ σημαίνει τὸ εἰς κόρον δαπανᾶν. Τὸ δὲ πολλὰ καὶ ἐσθλὰ, ἐπίτασις τοῦ κακοῦ. ἦν γὰρ ἂν φορητὸν εἰ πολλὰ μὲν ἔκειρον οὐκ ἐσθλὰ δέ. ἢ ἐσθλὰ μὲν, οὐ πολλὰ δέ. νῦν δὲ καὶ κατὰ ποσὸν καὶ κατὰ ποιὸν ἐπηύξηται. Κτήματα δὲ καὶ νῦν λέγει, οὐ μόνον τὰ ἐν οἴκῳ ἅπερ οἱ μεθʼ Ὅμηρον καὶ χρήματα παρὰ τὴν χρῆσιν καλοῦσιν, ἀλλὰ τὸν ἅπαντα βίοτον, τὸν ὡς ποιητὴς ἔφη, πολύν. Εἰς δὲ τὸ, μέγας εἰμὶ, ἀφελῶς ἅμα καὶ ἐμφαντικῶς ῥηθὲν, χρήσιμον ἐτυμολογῆσαι τὸ μέγας. ὃ σύγκειται ὥσπερ τὸ μάκαρ ἐκ τοῦ μη στερητικοῦ καὶ τοῦ κὴρ ἡ θανατηφόρος μοῖρα ὁ μὴ κηρὶ ὑποκείμενος, οὕτω καὶ αὐτὸ ἐκ τοῦ τοιούτου μη καὶ τοῦ γῆ. ἵνα ᾖ μέγας, ὁ μὴ πρὸς γῇ ὢν ἀλλʼ ὑπεραναβὰς τὴν γῆν. οὐκοῦν λέγει ὁ Τηλέμαχος, οὐκέτι ταπεινὸς εἶναι καὶ ὡς οἷον πρόσγειος καὶ πεδινὸς, ἀλλʼ ὑπέργειος καὶ ὑψηλὸς, καὶ αὐτὸ δὴ τοῦτο, μέγας. ἡλικίας τε μεγέθει καὶ ἀξίας ποιότητι ὡς βασιλέως υἱὸς, καὶ διατοῦτο μὴ προσήκων ἀτιμίαις. Ἰστέον δὲ ὅτι ὁ μέγας οἷα συγκοπεὶς ἐκ τοῦ, ὁ μεγάλος, οὗ κλητικὴ μὲν ἑνικὴ παρʼ Αἰσχύλῳ ἐν τῷ, ὦ μεγάλε Ζεῦ, αἱ δὲ λοιπαὶ πλάγιοι πάγχρηστοι, ἄκλιτος μένει διόλου. καθὰ καὶ ὁ Μέγας τὸ κύριον. ἐξ οὑ πατρωνυμικὸν, ὁ Μεγάδης. τοιούτῳ δὲ λόγῳ κατά τινας, οὐδὲ ὁ μάρτυς διαβαίνει εἰς κλίσιν, ἐπειδὴ συντέτμηται ἐκ τοῦ μάρτυρος. Ἡρῳδιανὸς δὲ, καθάπαξ ἡμαρτῆσθαι τὸ μέγας περὶ τὴν εὐθεῖαν γράφει καὶ διατοῦτο μηδὲ σχεῖν ἀκόλουθον κλίσιν, μέγας γὰρ μεγάλου φαμέν. ἑτεροκλίτως δηλαδή. ἡμάρτηται δὲ κατʼ ἐκεῖνον, ἐπείπερ ἢ βραχὺ ἔχον τὸ ἄλφα, ὤφειλεν ὀξύνεσθαι κατὰ τὸ ἀρκάς. φυγάς. ἢ βαρυνόμενον, ἐκτείνειν τὸ ἄλφα. ὧν οὐθέτερον ἔχει. Τὸ δὲ ἀέξεται θυμὸς, οἱ μὲν, ἐπὶ ὀργῆς ἐνόησαν. ἵνα λέγῃ ὡς ἔμαθον ἤδη θυμοῦσθαι, καὶ μὴ διὰ τέλους ἀόργητος εἶναι. αὐξηθέντος τοῦ δυνάμει εἰς τὸ κατʼ ἐνέργειαν. ἕτεροι δὲ, ἐπὶ ψυχῆς τὸν θυμὸν ἐκλαμβάνονται, χρώμενοι συνηγόρῳ τῷ Γαληνῷ, εἰπόντι ἐν τοῖς εἰς Τίμαιον, ὅτι αὐξανομένῳ τῷ σώματι, συναυξάνονται καὶ τῆς λογικῆς ψυχῆς αἱ δυνάμεις. λέγει δὲ καὶ Ἡρόδοτος ὅτι αὐξομένῳ τῷ σώματι, συναυξάνονται καὶ αἱ φρένες. γηράσκοντι δὲ, συγγηράσκουσιν, ὁ δέ γε πάραρος Σαρδανάπαλος παρανοήσας τὸν ἐνταῦθα Ὁμηρικὸν θυμὸν ἤγουν χόλον, ἔφη, εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς, σὸν θυμὸν ἄεξε τερπόμενος θαλίῃσι καὶ ἑξῆς ὡς παρὰ τῷ δειπνοσοφιστῇ κεῖται. θυμὸν ἀέξειν ἐκεῖνος νοήσας, οὐ τὸ χολοῦσθαι ἐφʼ οἷς χρεὼν, ἀλλὰ τὸ τὴν ψυχὴν τελειοῦσθαι εἰς τὸ τὰ σπουδαῖα ἐνεργεῖν, καὶ τὸ πρὸς ἐπιθυμίαν ζῆν. παραφέρει δὲ ὁ αὐτὸς σοφιστὴς καὶ ἑτέρους ὅμοια τῷ Σαρδαναπάλῳ ληροῦντας. ἐν τούτοις δὲ διὰ τὴν τοῦ θυμοῦ διπλόην, ἐνθυμητέον καὶ τὸ, ἀνεθυμιᾶτο πάλιν τὸ προϋπάρχον μῖσος, ἤγουν ἀνενεοῦτο. ἴσως μὲν ῥηθὲν ὡς ἀπὸ θυμοῦ τοῦ κατὰ τὴν ὀργήν. μάλιστα δὲ, ληφθὲν ἀντὶ τοῦ, ἐκ δευτέρου εἰς ψυχὴν ἤρχετο. ἐπειδὴ καὶ δευτέρωμά ἐστιν ὅτε, ἡ ἀνα πρόθεσις δηλοῖ. Τὸ δὲ ἀκούων πυνθάνομαι, ἀντιστρόφως εἶπεν ἀντὶ τοῦ, πυνθανόμενος ἀκούω. Τὸ δὲ πειρήσω, ἔχει καὶ παθητικὴν κίνησιν ἐν ἄλλοις παρὰ τῷ ποιητῇ, ὡς πολλαχοῦ δηλοῦται. Τὸ δὲ ἐπὶ κῆρας ἰήλω, ἀντὶ τοῦ ἐπιβαλῶ. ἐπιπέμψω θάνατον. θυμοῦ δὲ προβολὴ ὁ λόγος οὗτος Τηλεμάχῳ. πλευσεῖται μὲν γὰρ εἰς Πύλον, οὐ πειράσεται δέ τι τοιοῦτον. οἷα διὰ μόνην πλεύσας πατρὸς ἀκουὴν, οὐ μὲν ὥστε βλάψαι ἠὲ Πύλον δʼ ἐλθὼν ἢ αὐτοῦ τῷ δʼ ἐνὶ δήμῳ. Ἔνθα καὶ ὅρα τὸ, τῷ δʼ ἐνὶ δήμῳ, πρὸς σαφήνειαν ῥηθὲν τοῦ αὐτοῦ, ὅπερ ἐστὶ χρονικὸν ἐπίῤῥημα παθὸν ἔλλειψιν. ἔστι γὰρ τὸ αὐτοῦ, ἀντὶ τοῦ, ἐπὶ τούτου τοῦ χώρου ἢ τοῦ τόπου ἢ τοῦ δήμου. τούτοις δὲ ταυτόν ἐστι τὸ, τῷ δʼ ἐνὶ δήμῳ. ὅμοιον γὰρ, εἰπεῖν ἐπʼ αὐτοῦ τοῦ δήμου καὶ ἐν τούτῳ τῷ δήμῳ. Ὅτι ἔμπορον ὁ ποιητὴς, τὸν ἀλλοτρίας νηὸς ἐπιβαίνοντα λέγει ὡς αὐτὸς ἑρμηνεύει, εἰπών. εἶμι ἔμπορος. οὐ γὰρ νηὸς ἐπήβολος οὐδʼ ἐρετάων γίνομαι. τοῦτον δὲ οἱ μεθʼ Ὅμηρον, ἐπιβάτην φασίν. ὡς ἐμπόρου παρʼ αὐτοῖς λεγομένου, τοῦ μεταβολέως καὶ ὡς εἰπεῖν πραγματευτοῦ. καὶ μάλιστα τοῦ διὰ θαλάσσης περῶντος. παρὰ τὸν πόρον. καὶ τοιοῦτος μὲν ὁ παρʼ Ὁμήρῳ ἔμπορος καὶ ὁ παρὰ τοῖς μεθʼ Ὅμηρον ἐπιβάτης. Ἀττικοὶ δὲ τοὺς ἐν ταῖς τριήρεσι κωπηλάτας ἐπικώπους λέγοντες, ἐπιβάτας καλοῦσι τοὺς μαχητάς. Ἰστέον δὲ ὅτι ἀπορίαν ἔχει πῶς δή ποτε ὁ μὲν ἔμπορας καὶ ὁ μεγαλέμπορος προπαροξύνονται τῆς ὀξείας τοῦ πόρος ἀναστελλουμένης ἐν αὐτοῖς ὥς που φράζει ὁ Τρύφων, ὁ δὲ λογεμπόρος παρὰ τοῖς ὕστρον, κατεβίβασε τὸν τόνον εἰς τὴν παραλήγουσαν. ὅμοιον δὲ εἰς ἀπορίαν, καὶ τὸ ἤπιος ὀξυνθὲν ἐν τῷ Ἀσκληπιός. ἐκ τοῦ ἠπίου γὰρ ἔγνωσται συγκεῖσθαι ὁ ἀσκληπιός. ἀπορηθήσεται δὲ τὰ εἰς τόνον, καὶ τὸ γαῦρος εἰ ἐκ βαρυτόνου, ὀξύνεται μετὰ σύνθεσιν ἐν τῷ ἀγαυρός. ἔτι δὲ καὶ τὸ ἁβρὸς, εἴπερ ἐκ τοῦ α στερητικοῦ καὶ τοῦ βάρος βαρυτόνου, δασυνθὲν Ἀττικῶς καὶ συγκοπὲν, ὠξυτονήθη. ἴσως δὲ καὶ τὸ ἀμυδρὸς, διὰ τὸ μύδρος. οὕτω δὲ καὶ τὸ ἀθρόος, διατὶ μὴ ἐξ ὀξείας καὶ βαρείας ἀθροῦς γέγονε, περισπασθὲν ὡς διπλόος διπλοῦς, ἀλλὰ ἄθρους. καθʼ ὅμοιον δὲ λόγον καὶ διατί μὴ ἐκ τοῦ ὄϊς ὄϊος, τὸ συναίρεμα τῆς γενικῆς οἶος γέγονεν ὡς λάαος λᾶος, οἷον, λᾶος ὑπαὶ ῥιπῆς, ἀλλὰ οἰός. ὁμοίως καὶ διατὶ ὁ μωρὸς ὀξύνεται καὶ μὴ ἐκ τοῦ μὴ ὁρᾶν γινόμενος μήορος κατὰ κράσιν συνήθη, προπερισπᾶται ὡς τὸ μήαλλον μᾶλλον, ἀλλὰ ὀξύνεται. καὶ τὸ τετράορον δὲ τέτρωρον, εἵλοντό τινες προπερισπᾶν, διὰ τὴν ἐν τῷ ἁπλῷ τῆς παραληγούσης ὀξεῖαν καὶ τὴν ἐφεξῆς βαρεῖαν. Τούτων οὕτως ἠπορημένων, τὸ μὲν τέτρωρον, ἐκνικᾷ προπαροξύνεσθαι καὶ μετὰ κράσιν, διὰ τὴν ἀναγωγὸν τοῦ τόνου σύνθεσιν. τὸ δὲ μωρὸς, πάλαι ποτὲ ὀρθῶς εἶχε τοῦ προπερισπᾶσθαι. ὡς τὸ, ὦ μῶρε μῶρε μὴ θεῶν κίνει φρένας. καὶ τὸ, ὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι. ὕστερον δὲ, συνεξέδραμε τῷ πυλωρὸς θυρωρὸς καὶ τοῖς ὁμοίοις. ὡς καὶ τὸ ἀγαυρὸς καὶ ἁβρὸς καὶ ἀμυδρὸς, τῷ ἀφαυρός. ἀμαυρός. ἀγρός. ἁδρός. καὶ εἴπου τι ἕτερον τοιοῦτον καθὰ καὶ πρὸ ὀλίγου ἐῤῥέθη. τὸ δὲ ὄϊος οἰὸς, ὠξυτονήθη ὡς ὀκνῆσαν περισπασθῆναι, ἵνα μὴ συνεκδράμῃ τῷ οἶος ὁ μόνος. περὶ δέ γε τοῦ ἀθρόος, προείρηται μὲν ἐν τῇ α ῥαψῳδίᾳ. ἔστι δὲ καὶ νῦν εἰπεῖν ὡς οὐκ εὐλόγως παροξυνθὲν ἐν τῇ ἁπλότητι, ὤφειλε γὰρ ὡς ἄλλως σύνθετον παροξύνεσθαι, εἰκότως μετὰ τὴν κράσιν βαρύνεται ὡς τὸ χειμάῤῥους, ἵνα ᾖ ὡς χειμάῤῥοος χειμάῤῥους, οὕτως ἀθρόος ἄθρους. καὶ ἀπολάβῃ ἐν γοῦν τῇ συναιρέσει, τὴν ὀφειλομένην ὀξεῖαν τῇ ἀρχούσῃ πρὸ συναιρέσεως. τὸν δὲ παραλόγως ὀξύνεσθαι δοκοῦντα Ἀσκληπιὸν, ὁ Δημοσθένης ἐθεράπευσεν, Ἀσκλήπιον προπαροξυτόνως τολμήσας προφέρειν αὐτὸν ὡς καὶ Πλούταρχος ἱστορεῖ. καὶ οὕτω μὲν ταῦτα. τὸ δὲ λογεμπόρος διατί παροξύνεται καὶ μὴ πρὸ δύο συλλαβῶν ἔχει τὴν ὀξεῖαν κατὰ τὸ συνέμπορος καὶ μεγαλέμπορος, λύσῃ ἂν ἕτερός τις εὖ εἰδὼς ἢ κατὰ Δημοσθένην ἢ καί πως ἑτέρως. τοῦ δὲ κοινότερον λεγομένου ἐμπόρου, χρῆσις καὶ παρὰ τῷ δειπνοσοφιστῇ ἐν τῷ, στώακας ἐμπόρους λήρου λόγων καὶ παιδοπίπας. ἔνθα στώακες μὲν ὑποκοριστικῶς, οἱ στωϊκοί. παιδοπίπαι δὲ, οὓς ἀγρίους ἔφη σεμνότερον ὁ κωμικός. σύγκειται δὲ ἡ λέξις, πρὸς ὁμοιότητα τοῦ παρθενοπίπα, ὃ κεῖται ἐν τῇ Ἰλιάδι. Ἐπήβολος δὲ, οὐ ποιητικὴ λέξις, ἀλλὰ Ἀττικὴ κατὰ τοὺς παλαιούς. οἳ καὶ προφέρουσι. Σοφοκλῆς. εἴθʼ εὖ φρονήσαντʼ ἐσίδοιμι φρενῶν ἐπήβολον καλῶν σε. Πλάτων ἐν πρώτῳ νόμων. ἐπήβολον γεγονότα ὥστε τυχεῖν τῆς καλλίστης παιδείας. Ξενοφῶν ἐν τετάρτῳ Παιδείας. γίνονται κατὰ νόμον ἐπήβολοι. Ὑπερίδης κατὰ Δημάδου. μή τε πόλεως μήτε πολιτείας ἐπηβόλους γενέσθαι. Ἄρχιππος. ἐγενόμην χρημάτων ἐπήβολος. καὶ οὕτω μὲν οἱ παλαιοί. παρὰ δὲ τοῖς ὕστερον, ἡ λέξις ἠμέληται. γίνεται δὲ παρὰ τὸ βάλλειν τὸ τυγχάνειν σκοποῦ, βόλος, ἤβολος, καὶ ἐπήβολος ὁ ἐπιτυχής. ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη οὐ πρὸ πολλῶν. ἕτεροι δέ φασιν οὕτως. ἐπήβολος, ἐπιτυχής. ἐγκρατής. ἀπὸ τῆς βουλῆς ἢ βολῆς καὶ τοῦ βάλλειν. Πορφύριος δὲ μάλιστα τὴν ἐτυμότητα παρέδειξε τοῦ τοιούτου ὀνόματος. δοκεῖ δὲ ἀπὸ τοῦ ἐπιτυχῶς βάλλειν, οὐ μόνον ὁ ἐπήβολος παρῆχθαι, ἀλλὰ καὶ ὁ βελτίων, ἔτι δὲ καὶ ἀβέλτερος ὁ ἀνόητος φασὶ καὶ εὐήθης μετὰ χαυνότητος. Ὅτι σχῆμα ἀμφιβολίας τὸ, ἐκ χειρὸς χεῖρα σπάσεν Ἀντινόοιο ῥεῖα. ἄδηλον γὰρ εἴτε τὴν ἑαυτοῦ ὁ Τηλέμαχος χεῖρα τῆς Ἀντινόου ἐξέσπασεν, εἴτε ἀνάπαλιν. διατί δὲ ἐξέσπασεν; ἢ διότι γελῶν ὁ Ἀντίνοος ἐδεξιώσατο ἐμφὺς τῇ τοῦ Τηλεμάχου χειρὶ ὡς προείρηται, ἢ καὶ ὡς δεδιὼς μὴ ἐπιβούλως ἅπτηται τῆς χειρός. Τὸ δὲ ῥεῖα, τὴν τοῦ νεανίου ἐμφαίνει ῥωμαλεώτητα. Σημείωσαι δὲ ὅτι καὶ ἐν Ἰλιάδι, ἐκ χειρῶν, ἀμφιβολίας γίνεται σχῆμα. ἐν τῷ, χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου. ἔνθα οὐ σαφὲς εἴτε τὰς ἑαυτοῦ χεῖρας ὁ Ἀχιλλεὺς τοῖς τοῦ Πατρόκλου ἐπέθετο στήθεσιν, εἴτε καὶ ἀνάπαλιν τὰς ἐκείνου τοῖς ἑαυτοῦ. Ὅτι δηλωτικὸν ὕβρεως τὸ, οἵ δʼ ἐπελώβευον καὶ κερτόμεον ἐπέεσσιν. ἔστι δὲ λώβη, ἡ ἐν κοινῷ ὕβρις, οἱονεὶ λαόβη, ἡ μέσον λαοῦ ἐπεμβαίνουσά τινι. ἢ παρὰ τὸ λώπιον, ἡ μετὰ ἔκδυσιν ἐπαγομένη γυμνῷ τινι. Ὅτι μερίζει ὡς ἐν ἠθοποΐᾳ κατὰ προσωπικὴν ἀοριστίαν ὁ ποιητὴς τοὺς μνηστῆρας. καὶ τοὺς μέν τινας ποιεῖ δεδιότας, καὶ λέγοντας. ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει. ἢ ἐκ Πύλου ἀγαγὼν ἀμύντορας, ἢ καὶ Σπάρτηθεν, ἐπειδή περ ἵεται αἰνῶς. ἢ καὶ εἰς Ἐφύρην ἐθέλει πίειραν ἄρουραν ἐλθεῖν, ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ, ὅ ἐστιν ἐνέγκῃ. ἐν δὲ βάλῃ κρητῆρι, καὶ ἡμέας πάντας ὀλέσσῃ. Ἑτέρους δὲ, θαρσαλεώτερον διακειμένους πλάττει, ἐν τῷ λέγειν. τίς δʼ οἶδεν εἰ καὶ αὐτὸς πλεύσας, τῆλε φίλων ἀπόληται ἀλώμενος ὥσπερ Ὀδυσσεύς. Εἶτα ποιεῖ αὐτοὺς προστιθέντας καί τι ἀστεῖον. ὡς οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν. τίς δὲ ὁ πόνος; κτήματα γάρ κεν πάντα δασαίμεθα. οἰκία δʼ αὖτε, τούτου μητέρι δοῖμεν ἔχειν, ἠδʼ ὅς τις ὀπυίει. Καὶ ὅρα ὅπως δωμάτων μόνον παραχωρῆσαι θέλουσιν μνηστῆρες τῇ Πηνελόπῃ, ὅτι μὴ καὶ αὐτὰ εἰλαπινάσαι δύνανται. Σημείωσαι δὲ καὶ ὅτι δεξιώτατα ὁ ποιητὴς ὑποβάλλει τῷ ἀκροατῇ ἐπινοεῖν ὕλην γραφῆς. καὶ λογίσασθαι, ὡς ἐνῆν τῷ ποιητῇ πλάσασθαι, τὸν Τηλέμαχον ἐκ Πύλου λαβεῖν τὰ πρὸς ἄμυναν. ἢ ἀπὸ Σπάρτης. ἢ καὶ ἀπὸ Ἐφύρης τῆς προϊστορηθείσης, τῆς διὰ Μήδειαν πολυφαρμάκου ὡς ἱστορεῖ Ἀπολλόδωρος ὁ Ἀθηναῖος. ἀφῆκε δὲ τὰ τοιαῦτα, τὸ δυσκατεργαστότερον ἐπιλεξάμενος. ἐπεὶ μὴ δὲ εἶχεν ἀπὸ τῆς ἱστορίας ἐνδεδομένον τοιοῦτόν τι συμπλάσαι. Ὅρα δὲ καὶ οἷον οἱ κακοί. ἐν φόβοις ἀεὶ ὄντες, καὶ ἀνειδωλοποιούμενοι τὰ δεινά. Τὸ δὲ ἵεται αἰνῶς, σεμνότερον εἴρηται. ὡς ἶσον τῷ, ὁρμαίνει. δέον ὂν εἰπεῖν, χολοῦται ἢ μαίνεται ἤ τι τοιοῦτον. Ἐφύρην δέ φασι, τὴν ἐν Θεσπρωτίᾳ λέγει. οὐχʼ ὡς ἔνιοι τὴν Κόρινθον. ἐκείνη γὰρ καὶ μετωνομάσθη φασὶ Κίχυρος. Εἰς δὲ τὸ πίειρα, ἔστιν εἰπεῖν ὡς καὶ ἡ ῥηθεῖσα Ἐφύρη πολλὰ μὲν φύει λυγρὰ, τὰ θυμοφθόρα δηλαδὴ φάρμακα, πολλὰ δὲ καὶ ἐσθλὰ, ἐξ ὧν δηλαδὴ ἔζων οἱ ἐκεῖ. Θυμοφθόρα δὲ, τὰ φθαρτικὰ λογισμοῦ κατὰ τοὺς παλαιοὺς καὶ ἀναιρετικά. Τὸ δὲ ὀφέλλειεν ἀόριστος πρῶτος ἐστὶν εὐκτικὸς τοῦ ὤφελα. καθʼ ὁμοιότητα τοῦ τύψειε ποιήσειε καὶ τῶν ὁμοίων. Πόνον δὲ, εἰρωνικῶς τὴν ἐνέργειαν λέγει, ἤτοι τὸ κατὰ τὴν μνηστείαν ἔργον. ὡς εἴ τις ἐν τρυφῇ ἀκκιζόμενος, μόχθον εἴπῃ τὸ τρυφᾶν, ᾧ χαίρειν μάλιστα οἶδεν ἀπόνως αὐτός. καὶ ἄλλως δὲ, ὁ πόνος οὗτος, τὸν πολὺν βίοτον ἐμφαίνει τοῦ Ὀδυσσέως. ὃν δάσασθαι, δύσεργον ἂν τοῖς ἐριστικοῖς μνηστῆρσι γένοιτο καὶ ὡς αὐτοί φασι, πόνος ηὐξημένος. Ἰστέον δὲ ὅτι καὶ τὸ ἀλεγύνεται δαῖτας, τοιούτου πόνου ἐστὶν ἐνδεικτικὸν, εἴπερ ἐκ τοῦ ἀλεγύνειν τὸ ἄλγος γίνεται, ὅπερ ἐστὶ πόνος. Τὸ δὲ δοῖμεν, ἀποβολῇ τοῦ μ τὸ δοῖεν γεννᾷ. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα. Ὅτι θάλαμος ἦν ὑψόροφος τῷ Ὀδυσσεῖ εὐρὺς, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο. ἐσθής τʼ ἐν χηλοῖσιν, ἅλις τʼ εὐῶδες ἔλαιον. ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο ἔστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες. Καὶ ὅρα ἔπαινον ἀγαθοῦ οἴνου. ἵσταντο δὲ ἑξείης ποτὶ τοῖχον ἀρηρότες, ἵνα τὸ μέσον τοῦ θαλάμου εἴη ἄλλως χρήσιμον. ἐφυλάσσετο δὲ ὁ οἶνος εἴ ποτε φησὶν Ὀδυσσεὺς οἴκαδε νοστήσειε, καὶ ἄλγεα πολλὰ μογήσας. κληϊσταὶ δʼ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι. Δικλίδες. ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ ἔσκεν. ἣ πάντα φύλασσε νόου πολυιδρείῃσιν. ὃ δὴ περιφραστικὴ ἑρμηνεία ἐστὶ τοῦ κεδνή. καὶ κεδνὰ εἰδυῖα. καὶ πυκιμήδης. ἦν δὲ ἡ ταμία, Εὐρύκλεια. ἣν καὶ μαῖαν μετʼ ὀλίγα προσφωνεῖ ὁ Τηλέμαχος. ἔνθα καὶ ἡδὺν οἶνον ἐρεῖ καὶ λαρόν. Καὶ ὅρα οἷά τε τὰ ἡρωϊκὰ ταμεῖα, καὶ ὡς οἰκονομικὴν μέθοδον ἐνταῦθα παραδίδωσιν ὁ ποιητὴς, διδάσκων χρῆναι τοὺς οἰκοδεσποτοῦντας, κειμήλια ἔχειν εἰς χρῆσιν τὴν ἐν καιρῷ. Θάλαμον δὲ, τὸ ταμεῖον λέγει, ἐνδοτάτω πάντως ὂν καὶ αὐτό. καὶ διατοῦτο τὴν τοῦ θαλπεινοῦ κλῆσιν εἰληχός. ὑψορόφου μὲν ὄντος, διὰ τὸ ἴσως ὑπερῷον καὶ οὕτω ἀνεπιβούλευτον. εὐρέος δὲ, διὰ τὸν βασιλικὸν πλοῦτον πολὺν ὄντα. Πόθεν δὲ ὄροφος, ἐν τῇ Ἰλιάδι δηλοῦται. Ἰστέον δὲ ὅτι ἐντεῦθεν ὀροφίας ὁ ἐν ταῖς οἰκίαις μυοθήρας ὄφις. Νητὸς δὲ χρυσὸς, ὁ σεσωρευμένος εἰς πλῆθος, παρὰ τὸ νῶ νήσω. ἐξ οὗ καὶ τὸ ἐπενήνεον περὶ οὗ προδεδήλωται. ὁμώνυμον δὲ τῷ ῥηθέντι νῶ νήσω, καὶ τὸ παρʼ Ἡσιόδῳ πρωτότυπον τοῦ νήθω. ὃ καὶ αὐτὸ, σώρευσίν τινα δηλοῖ τῶν νηθομένων σωμάτων. ὡς εἶναι καὶ ἐκεῖ τὰς κλωθομένας ἶνας, νητάς. Χηλὸς δὲ, γίνεται μὲν ἀπὸ τοῦ χῶ χήσω τὸ χωρῶ, ἐξ οὗ καὶ ὁ χηραμός. ὃν οἱ τῆς Δωριέων γῆς ἄρτι, χηλαμὸν φασὶν ἰδιωτικῶς. λέγεται δὲ κατὰ τοὺς παλαιοὺς, καὶ ἀντίπηξ. καὶ κιβωτός. καὶ λάρναξ. καὶ σωρός. Εὐῶδες δὲ ἔλαιον, ἴσως μὲν καὶ τὸ ἐκ τῆς ἐλαίας. εἰκὸς δὲ καὶ ἐσκευάσθαι τιμιώτερον ὁποῖον καὶ τὸ παρὰ τοῖς παλαιοῖς ἴρινον ἢ σαμψύχινον ἢ εἴτι τοιοῦτον ἐλαιῶδες μῦρον. ὁποίοις ἐχρῶντο οἱ βασιλεῖς. Κληϊσταὶ δὲ σανίδες, αἱ θύραι. πρὸς διαστολὴν τῶν ἁπλῶς σανίδων. Δικλίδες δὲ, διχόθεν κλειόμεναι. δίθυροι. περὶ ὧν ἐν τοῖς εἰς τὴν Ἰλιάδα εἴρηται ἀκριβῶς. Οἶνον δὲ παλαιὸν Ὁμήρου εἰπόντος, οἱ ὕστερον ἀστείως μεταλαβόντες, γέροντα τὸν τοιοῦτον εἶπον. οἷον. γέρων Θάσιος οἶνος. ὅπερ ἡδύτερον ὁ κωμικὸς Ἄλεξις φράζων, φησίν. οἶνος καὶ μάλα πολύς γε. ὀδόντας οὐκ ἔχων. ἤδη σαπρός. γέρων δαιμονίως. τοιοῦτον δέ φασι παλαιὸν ἡδύποτον οἶνον τοῖς κωθωνιζομένοις δίδωσιν Ὅμηρος. εἰκὸς δὲ τὸν εἰρημένον γέροντα καὶ σαπρὸν οἶνον, καὶ σαπρίαν ἀρσενικῷ γένει λεχθῆναι. οὗ χρῆσις, ἐν τοῖς τοῦ Ἀθηναίου. παρʼ ᾧ ἐπαινῶν τις οἶνον ὅν φησι καλέουσι σαπρίαν, ἐπάγει. οὗ καὶ ἀπὸ στόματος στάμνων ἀνοιγομένων, ὄζει ἴων, ὄζει δὲ ῥόδων, ὄζει δʼ ὑακίνθου ὀσμὴ θεσπεσία. κατὰ πᾶν δʼ ἔχει ὑψερεφὲς δῶ, ἀμβροσία καὶ νέκταρ. τὸν δὲ τοιοῦτον, ὑπονοητέον ἀνθοσμίαν εἶναι. οὗ τὸ σκευαστικὸν ἄρτυμα, παραδίδωσιν ὁ δειπνοσοφιστής. γνωστοῦ πάνυ τοῖς τότε ὄντος. ὃν διαλύσας Ἰωνικῷ τρόπῳ Ἀλκμὰν ὁ μελωποιὸς ἄνθεος ὄσδοντα ἔφη. ὡς δὲ καὶ παρέφρασέ τις τὸν παλαιὸν οἶνον ἐν τῷ, ἐὰν ᾖ πολλαῖς πρεσβεύων ἑτέρου οἴνου περικαλλέσιν ὥραις, ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται. ὡς δὲ ὁ παλαιὸς οἶνος, καὶ γεραὸς καὶ πολιὸς ἐκλήθη πρὸς τινῶν. καὶ ὅτι ὀμφακίας παραδέδοται οἶνος μετὰ πολλοὺς χρόνους ἀκμάζων. καὶ ὡς ἰταλικὸς οἶνός τις ἦν μέλας μὲν τὴν ἀρχὴν, μετὰ πολλὰ δὲ ἔτη λευκὸς γινόμενος, κοῦφος λίαν ἐκεῖνος καὶ τρυφερὸς, ὁ Ἀθήναιος ἱστορεῖ. λέγων, καὶ ὅτι ὁ παλαιὸς, οὐ πρὸς ἡδονὴν μόνον, ἀλλὰ καὶ πρὸς ὑγείαν προσφορώτερος. πέσσει τε γὰρ μᾶλλον τὰ σῖτα, καὶ λεπτομερὴς ὢν, εὐανάδοτός ἐστι. δύναμίν τε τοῖς σώμασιν ἐμποιεῖ. καὶ τὸ αἷμα ἐνέρευθες ποιεῖ καὶ εὐανάδοτον. καὶ τοὺς ὕπνους ἀταράχους παρέχει. ἐπιδέχεται δὲ καὶ πλείω κράσιν, διὰ τὸ μάλιστα θερμὸς γίνεσθαι παλαιούμενος. λέγει δὲ ὁ αὐτὸς, καὶ αἴθοπα τὸν μέλανα, ὡς δυναμικώτατον διὰ θερμότητα καὶ μένοντα ἐν ταῖς ἕξεσι τῶν πινόντων πλεῖστον χρόνον. ὁ γὰρ λευκὸς, ἀθενής φησι καὶ λεπτός. παρὰ Χίοις δέ φασι πρώτοις ἐγένετο μέλας οἶνος. οἳ πρῶτοι καὶ φυτεύειν καὶ θεραπεύειν ἀμπέλους μαθόντες παρὰ Οἰνοπίωνος υἱοῦ Διονυσίου τοῦ καὶ συνοικίσαντος τὴν νῆσον, τοῖς ἄλλοις ἀνθρώποις μετέδωκαν. κεῖται δὲ παρʼ αὐτῷ καὶ Ἀλέξιδος τὸ, οὐδὲν ἔοικʼ ἄνθρωπος οἴνῳ τὴν φύσιν. ὁ μὲν, γὰρ ἀπογηράσκων, ἀηδὴς γίνεται. οἶνον δὲ, τὸν παλαιότατον σπουδάζομεν ὅτι οὐ δάκνει ἀλλʼ ἱλαροὺς ἡμᾶς ποιεῖ. Ὅρα δὲ καὶ τὸ νύκτας τε καὶ ἦμαρ. ἑνικῶς γὰρ τὸ ἦμαρ, ἐπεὶ οὐκ ἀφῆκε τὸ μέτρον πληθυνθῆναι καὶ αὐτό. Παιδευτικὸν δὲ εἰς οἰκονομίαν καὶ τὸ, πολύϊδριν τὴν ταμίαν εἶναι ὅ ἐστι πολύπειρον. συνετήν. διὰ διφθόγγου δὲ ἡ πολυϊδρεία, ὡς καὶ ἡ ἀϊδρεία. ἀπὸ τοῦ ἴδρις ἴδρεως. ὡς καὶ ἡ ἐλεγχεία, διὰ τὸ, τά δʼ ἐλέγχεα λέλειπται. Ὅτι εἰς παρασκευὴν συμποσίου χρήσιμον τὸ, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον ἡδύν. ἤγουν ἐκ πίθου ἀπάντλησον εἰς ἀμφιφορεῖς. Ὅτι παιδεύων ὁ ποιητὴς ἄχρι καὶ τῶν σμικροτάτων τιμαλφεῖν τοὺς γονεῖς, ποιεῖ τὸν Τηλέμαχον ἐπιτάσσοντα τῇ μαίᾳ περὶ οἴνου ὅς φησι μετὰ τὸν λαρώτατος, ὃν σὺ φυλάσσεις, κεῖνον ὀϊομένη τὸν κάμμορον. τὸν πατέρα Ὀδυσσέα δηλαδή. τὴν δὲ μαῖαν ταύτην, προϊὼν Ὅμηρος, τροφὸν ἑρμηνεύσει ἐν τῷ, κώκυσεν δὲ φίλη τροφός. Ὅρα δʼ ἐνταῦθα ὅτι ἢ ἐκτείνεται τὸ ω τοῦ λαρώτατος κατὰ τὸν κανόνα τῶν διὰ τοῦ ώτατος ἵνα κατάρξῃ δακτύλου ποδὸς, καὶ πάντως ἔσται ἡ πρὸ τοῦ ω συλλαβὴ, συνεσταλμένη, τουτέστι τὸ λα, καὶ μεσολαβήσει ἐν ἡρώῳ στίχῳ τροχαῖος, καὶ οὕτω χωλεύσει τὸ ἔπος. ἢ ἐν ἐκτάσει μένει τὸ λα, ὡς τοῦ λαρὸς ἐκτείνοντος τὸ δίχρονον, καὶ γίνεται κατὰ τὸν ῥηθέντα κανόνα συστολὴ τῆς ρο συλλαβῆς τοῦ λαρότατος, καὶ οὕτως εὑρεθήσονται συλλαβαὶ βραχεῖαι τρεῖς ἐφεξῆς, ἤγουν τρίβραχυς πούς. καὶ ἔστι μὲν οὐδὲ τοῦτο ἀγαθὸν ἐν μέτρῳ δακτυλικῷ. κρεῖττον δὲ ὅμως τοῦ προτέρου. ὡς τῆς ἐπικειμένης ὀξείας, δυναμένης τὸν βραχὺν χρόνον μηκῦναι τοῦ ο. καθὰ καὶ ἐπὶ τοῦ, Τρῶες δʼ ἐῤῥίγησαν ὅπως ἴδον αἰόλον ὄφιν. ὥστε τοῦ λα ἐκτεταμένου μένοντος, ἐκταθήσεται τὸ ρο συνήθως διὰ τῆς ὀξείας. ὡς καὶ ἐν τῷ, Τηλέμαχʼ οὔτις σεῖο κακοξεινότερος ἄλλος. Τὸ δὲ, κεῖνον ὀϊομένη, ἀντὶ τοῦ ἐλπίζουσα. ὃ ταυτόν ἐστι τῷ, νομίζουσα ἐλθεῖν. Ὅτι ἐφοδίων συσκευῆς φραστικὸν τότε οἶνον ἀφύσσειν ὡς πρὸ βραχέων ἐγράφη, καὶ τὸ, τόσους ἔμπλησον ἀμφορεῖς, καὶ πώμασιν ἄρσον ἅπαντας. ὅπερ ἐστὶ περίφρασις τοῦ πωμάζειν. καθʼ ὁμοιότητα λεχθὲν τοῦ, ἄγγεσιν ἄρσον ἅπαντα. ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋῤῥαφέεσσι δοροῖσι. περὶ ὧν πρὸ ὀλίγων ἐγράφη. τόσα δʼ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς. περὶ οὗ καὶ αὐτοῦ εἴρηται οὐ πρὸ πολλῶν. Τηλεμάχου δὲ καὶ ταῦτα. ὃς τοὺς μὲν ἀμφιφορεῖς τοῦ οἴνου, εἰς δώδεκα μετρεῖ. τὰ δὲ μέτρα τοῦ ἀλφίτου, εἰς εἴκοσιν. Ἀσφαλιζόμενος δὲ αὐτὸς καὶ ἐπισπεύδων τὴν γραῖαν μαῖαν, ἐπάγει. αὐτή δʼ οἴη ἴσθι. τάδʼ ἀθρόα πάντα τετύχθω. ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι. ὅτε δηλαδὴ τὴν μητέρα λήσεται κοίτου μεδομένην ἐν ὑπερῴοις. ὅ ἐστιν, ἐπὶ ὕπνῳ κοιταζομένην. προϊὼν δὲ, καὶ ὅρκον τῆς γραὸς λαμβάνει μὴ τάδε μυθήσασθαι τῇ μητρὶ πρίν γʼ ὅτʼ ἂν ἐνδεκάτη τε δυωδεκάτη τε γένηται. ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι. τότε γὰρ, οὐ ψευστέον τῇ δεσποίνῃ. διὰ τί δὲ ταῦτα; ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ. Καὶ ἡ γραῦς ἡ καὶ ὀλοφυραμένη καὶ κωκύσασα ἐπὶ τῇ ἀποδημίᾳ τοῦ τροφίμου δεσπότου, πείθεται. καὶ θεοῦ μέγαν ὅρκον ἀπόμνυσιν ὡς ἀπῃτήθη. βιωτικὰ δὲ καὶ ταῦτα τοῦ ποιητοῦ καὶ κοινωνίας ἀνθρώπων συστατικά. Ὅρα δὲ τὸ ἄλφιτα χεῦον, ὡς καὶ κατωτέρω πάλιν ἄλφιτα χεῦε, καθʼ ὁμοιότητα ῥηθὲν τοῦ, τύμβον χεῦε, καὶ τῶν τοιούτων. ἐπεὶ καὶ χοῶδες οἷον τὸ ἄλφιτον, καὶ διατοῦτο χυτὸν καὶ αὐτὸ, καθὰ καὶ ἡ χυτὴ γῆ. Τὸ δὲ δοροῖσιν οἵου γένους ἐστὶν, οὐ πάνυ δῆλον. ἔστι δὲ πάντως ταυτὸν, δοροῖς εἰπεῖν ποιητικῶς. ἔτι δὲ καὶ κωρύκοις. καὶ κοινότερον, θυλάκοις. ὧν χρῆσις πολλὴ κατά τε τὸ ἁπλοῦν, καὶ κατὰ τὸ ὑποκοριστικὸν δὲ, οὐδὲν ἧττον. οἷον. πτίσσε πτίσσε τὸν Ἀναξάρχου θύλακον. καὶ πάλιν. φιλοσοφίας ὄφελος τὸ, μηδὲν ἡγεῖσθαι δεινὸν ἀναχωρῆσαι τοῦ θυλακίου τῶν κρευλλίων, ἤγουν τοῦ σώματος. οὕτω δὲ πάντως νοεῖται καὶ ὁ τοῦ Ἀναξάρχου θύλακος. Μέτρα δὲ ἀλφίτου λέγεσθαι, καινὸν οὐδὲν, εἴγε καὶ οἴνου μέτρα φασὶν οἱ πολλοί. καθʼ ὁμοιότητα τοῦ, εἴκοσι μέτρα ὕδατος. ὅπερ ἐν τοῖς περὶ Κύκλωπος κεῖται. ὥστε τὸ μέτρον, ἐπί τε ξηρῶν ἐπί τε ὑγρῶν λέγεται. Ἀκτὴ δὲ ἀλφίτου, ἡ δωρεὰ κατὰ τοὺς παλαιοὺς, παρὰ τὸ προάγεσθαι ἢ προσάγεσθαι. ἢ τὸ κλάσμα, παρὰ τὸ ἄγω τὸ κλῶ. οὗ ἔμφασιν ἔχει οὐ μόνον τὸ ἄλφιτον ὡς προεδηλώθη, ἀλλὰ καὶ τὸ μυλήφατον. ὃ δηλαδὴ κλᾶται ὑπὸ μύλης. ἔστι γὰρ ἡ τοῦ μυληφάτου παραγωγὴ, ὁμοία τῇ τοῦ προσφάτου νεκροῦ καὶ ἀρηϊφάτου καὶ τῶν τοιούτων. εἴρηται δὲ περὶ τούτου κρεῖττον ἐν τοῖς εἰς τὴν Ἰλιάδα. ἐν ᾗ καὶ Δήμητρος ἀκτὴ ἐῤῥέθη που μετωνυμικῶς. ὡς γὰρ μετωνυμία ἦν, εἰπεῖν ἀντὶ πυρὸς Ἥφαιστον τὸν ἐπιστατοῦντα τῷ πυρὶ, οὕτω μετωνυμικόν ἐστι καὶ τὸ ἀντὶ ἀλφίτου ἀκτῆς, εἰπεῖν ἀκτὴν Δήμητρος ἣ τῶν ἀλφίτων αἰτία ἐστί. κατὰ τοιοῦτον τρόπον, καὶ τὸν ἄρτον Ὀππιανὸς Δήμητραν λέγει ἐν τῷ, τυρὸν ὁμοῦ Δήμητρι μεμιγμένον. Ἰστέον δὲ ὅτι τὸ, ἀλφίτου ἀκτῆς, θηλυκοῦ οἶδε γένους τὴν ἀκτήν. ὅθεν οὐδὲ εὐοδοῦται ὁ ἐν Ἡσιόδῳ τὸ Δήμητρος ἀκτὴν, κατὰ γένος νοήσας ἀρσενικόν. Τὸ δὲ ἑσπέριος αἱρήσομαι, ἀντὶ τοῦ λήψομαι, εἰ καὶ ἄλλως τὴν λέξιν οἱ μεθʼ Ὅμηρον ἐπὶ βουλήσεως τίθενται. Τὸ δὲ ποθέσαι ἀντὶ τοῦ ποθῆσαι, δοκεῖ μὲν ποιητικὸν, ἔστι δὲ ἀληθῶς Ἀττικόν. εἴγε καὶ Πλάτων ἐν τῷ περὶ ψυχῆς, φησὶ, παρεσκευασάμην ὡς οὐκέτι ποθέσων ἄλλο εἶδος αἰτίας. λέγεται τοίνυν ἑκατέρως, καὶ ποθῆσαι καὶ ποθέσαι. ἀφʼ οὗ καὶ ἀπόθεστος κύων ἐν τοῖς ἑξῆς, ὁ ἠμελημένος καὶ ἀπόθητος. Ἐνταῦθα δὲ καὶ σχήματός ἐστι καινότης. ἦν γὰρ εἰπεῖν τὸν ποιητὴν οὕτω. πρίν γʼ ὅτʼ ἂν τοσήδε ἡμέρα γένηται ἢ αὐτὴ ποθέσῃ καὶ ἀφορμηθέντος ἀκούσῃ. ὁ δὲ ἀσυνήθως ἐσχημάτισε διὰ τὴν τοῦ πρὶν ἐπιῤῥήματος δύναμιν. ὅπερ μετὰ μὲν τοῦ ὅτʼ ἂν ὁριστικῷ συντάσσεται ῥήματι. οἷον. πρὶν ὅτʼ ἂν τόδε γένηται. αὐτὸ δὲ καθʼ αὐτὸ, ἀπαρεμφάτου ζητεῖ σύνταξιν. οἷον. πρὶν τόδε γένεσθαι. Ἐν δὲ τῷ, χρόα καλὸν, τὴν ὅλην διαρτίαν δηλοῖ τοῦ σώματος. οὗ πάσχοντος ἐντὸς, ἰάπτεται καὶ ὁ καλὸς χροῦς, ἤγουν τὸ ἐπιφαινόμενον τοῦ σώματος. ὃ καὶ χρὼς λέγεται. ἀπὸ δὲ τοῦ χροῦς, καὶ ἡ ἐν χρῷ κουρὰ, ἡ ψιλὴ κατὰ Αἴλιον Διονύσιον καὶ πρὸς τὸν χρῶτα. καὶ ἐν χρῷ δὲ κουρίας, ὁ οὕτω κειρόμενος. καὶ πλοῦς ἐν χρῷ, ὁ γῆς ἐγγύς. Θουκυδίδης. ἐν χρῷ παραπλεῦσαι τὰς ναῦς. ἀπʼ αὐτοῦ δὲ, καὶ τὸ χρίμπτω. καὶ τὸ χρίω. ἔτι δὲ καὶ τὸ ἐγχρίω τουτέστι παίω. ὅθεν ἐνχρίσαι κατὰ τὸ αὐτὸν Διονύσιον, τὸν παῖσαι κέντρῳ σκορπίον ἢ σφῆκα ἤ τι τοιοῦτον. Ὅρα δὲ ὡς ἐνταῦθα φανερῶς ἰάπτειν, τὸ διαφθείρειν καὶ βλάπτειν λέγεται, οὐ μὴν ὡς ἀλλαχοῦ δοκεῖ τισι, τὸ προπέμπειν. Ἐν δὲ τῷ, μέγαν ὅρκον, σεμνότης τοῦ ὅρκου τὸ μέγαν διὰ τὸ θεῖον ὅ τις ἐπόμνυται. ὡς μὴ δέον ὂν τὸν μέγαν ὅρκον τῷ ψεύδει καταῤῥιπτεῖν. Ἀπομνύναι δὲ, διαφέρει τοῦ ἐπομνύναι κατὰ τοὺς παλαιούς. καθότι ἐπόμνυσθαι μέν ἐστι, τὸ καταφατικῶς ὀμνύειν. οἷον. μὰ τὸν, ἢ μὰ τὰς, ποιήσω τό δέ τι. ἀπόμνυσθαι δὲ, τὸ ἐν ὅρκῳ ἀποφάσκειν. οἷον. μὰ τοὺς, ἢ μὰ τάδε, οὐ ποιήσω οὕτως. καθὰ καὶ ἐνταῦθα ὀμνύει ἀπωμοτικῶς ἡ Εὐρύκλεια ὡς οὐ μυθήσεται τῇ δεσποίνῃ τὰ κατὰ τὸν υἱὸν πρὶν ἂν τόσαι ἡμέραι διέλθειεν ἢ αὐτὴ ζητήσῃ. Σημείωσαι δὲ ὅτι ὥσπερ διαφέρει τὸ ἐπομνύναι καὶ ἀπομνύναι, οὕτω διαφέρει κατὰ Αἴλιον Διονύσιον, καὶ τὰ ὁρκωματικὰ ἐπιῤῥήματα. τὸ μὲν γὰρ νὴ τὸν, καὶ ναὶ μὰ τὸν, κατωμοτικά φασιν. ἐξ Ὁμήρου οἶμαι λαβὼν τὸ ναὶ μὰ τὸν, εἰπόντος, ναὶ μὰ τόδε σκῆπτρον. ἀπωμοτικὰ δὲ τὸ, μὰ τόν, καὶ οὐ μὰ τόν. Ἔτι σημείωσαι καὶ ὅτι γραῦς κοινῶς μὲν, ἡ παλαιὰ γυνὴ καὶ πολιὰ τῷ χρόνῳ. ἄλλως δὲ καθʼ ὁμωνυμίαν, γραῦς καὶ τὸ ἐπαφρίζον ἐν ταῖς χύτραις καθὰ δηλοῖ καὶ ὁ κωμικός. καὶ ἡ ἐπὶ τοῦ ζωμοῦ. αὕτη δὲ, καὶ ἐπίπαγος κατὰ Παυσανίαν καλεῖται. Ὅτι ὁ ἀποδημήσων ἀποδημίαν οὐκ ἀγαθὴν, ἀκούσῃ ἂν πρὸς τοῦ φιλοῦντος τοιαῦτα. τίπτε δέ τοι φίλε τέκνον ἐνὶ φρεσὶ τοῦτο νόημα ἔπλετο. πῇ δʼ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν. ἀλλὰ μένʼ αὖθʼ ἐπὶ σοῖσι καθήμενος. οὐ δέ τι σε χρὴ κακὰ πάσχειν, οὐ δʼ ἀλάλησθαι. Εἰ δὲ καὶ υἱὸς ὁ ἀποδημῶν, ἁρμόσει εἰπεῖν, πῇ δʼ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν, μοῦνος ἐὼν ἀγαπητός. Ὁ δὲ ταῦτα ἀκούσας, εἴποι ἂν ἴσως τὸ θάρσει, ἐπεὶ οὔτι ἄνευ θεοῦ ἥ δέ γε βουλή. Ἐν τούτοις δὲ κεῖται καί τις πρὸς Τηλέμαχον προαναφώνησις. εἰπούσης τῆς μαίας Εὐρυκλείας, ὡς οἱ μνηστῆρες αὐτίκα ἰόντι αὐτῷ κακὰ φράσονται ὀπίσω. ὃ καὶ γέγονεν. Ἐν οἷς σημείωσαι καὶ ὅτι τὸ αὐτὸ νόημα πρὸς μὲν τοῦ Ἀντινόου ῥηθὲν, δυσμενῶς ἐλέχθη. παρὰ δὲ τῆς μαίας, οὐχʼ οὕτως. τὸ γὰρ μένειν τὸν Τηλέμαχον αὐτόθι ἐπὶ τοῖς αὐτοῦ καθήμενον καὶ μὴ χρῆναι πλέειν, ὑπελάλησε πρὸ βραχέων καὶ ὁ κακόνους Ἀντίνοος. οὐ κατὰ διάθεσιν μέντοι τὴν τῆς τροφοῦ Εὐρυκλείας. Ὅρα δὲ καὶ τὸ, φίλε τέκνον, Ἀττικῶς νῦν ῥηθὲν καθά που ῥηθήσεται καὶ ἐν τοῖς ἑξῆς. ὡς ἐὰν εἶπε, φίλε υἱέ. ἢ φίλε Τηλέμαχε. τὸ δὲ εἰπεῖν φίλον τέκνον, εἰ καὶ σύνηθες, ἀλλʼ ἰδιωτικόν. Ἐν τούτῳ δὲ τῷ τόπῳ, πυκνὰ καὶ γοργὰ ἡ τροφὸς Εὐρύκλεια προβάλλεται νοήματα πρὸς Τηλέμαχον λέγουσα. πῇ θέλεις ἰέναι. καὶ ταῦτα, πολλὴν ἐπὶ γῆν. Καὶ μόνος ὢν τῇ μητρὶ, ὡς ἐν σοὶ πᾶσαν εἶναι τὴν τοῦ οἴκου διαδοχήν. καὶ ἔτι, ἀγαπητὸς αὐτῇ. ἤδη δὲ καὶ τῇ τροφῷ καὶ τοῖς λοιποῖς. διατοῦτο γὰρ ἀορίστως ἔφη τὸ ἀγαπητός. καὶ μὴν ὁ πατὴρ ὤλετό που ἀλλογνώτῳ ἐνὶ δήμῳ, τουτέστι μακράν. ἀλλὰ καὶ οἱ μνηστῆρες ὡς καὶ προεγράφη, αὐτίκα ἰόντι κακὰ φράσονται. Τὰ δὲ δʼ αὐτοὶ πάντα δάσονται. εἰ δὲ ἡ τροφὸς οὕτω λέγει κωκύουσα σὺν ὀλοφυρμῷ, τί οὐκ ἂν ἡ μήτηρ ἔδρασε τὸν τοῦ παιδὸς ἀπόπλουν μαθοῦσα. προμηθέστατα οὖν Τηλέμαχος λαθὼν ἐκείνην ἀπέπλευσε. Δῆμος δὲ ἀλλόγνωτος, ἢ ὁ πολέμιος, ἢ ὁ ἄλλα γινώσκων ἤπερ ἡμεῖς, ἢ ὁ ἄλλοις καὶ οὐχʼ ἡμῖν γινωσκόμενος. ἐκ τοῦ γνωτὸς δὲ σύγκειται ὁ ἀλλόγνωτος. ὃν γνωστόν φασιν οἱ ὕστερον. δοκεῖ δὲ ἀλλόγνωτος μᾶλλον εἶναι, ὁ ἄλλοις γνωτὸς, ἤγουν κατὰ γένος οἰκεῖος. παρὰ τοὺς γνωτοὺς ἤτοι ἀδελφούς. ἄλλως γὰρ, οὐκ ἐκώλυε τὸν ποιητὴν εἰπεῖν ἀλλογνώστῳ ἐνὶ δήμῳ. καθʼ ὁμοιότητα τοῦ, ἄγνωστον πάντεσσιν ὡς πρὸ ὀλίγου ἔφη. ὅτι δὲ ὅμως καὶ γνωτὸν λέγεται τὸ γνωστὸν, δηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ, γνωτὰ κʼ οὐκ ἄγνωτά μοι προσήλθεθʼ ἱμείροντες. Τὸ δὲ ἀλάλησθαι, προπαροξύνουσιν οἱ παλαιοί. καὶ ἔστιν ἴσως, ἄλασθαι ὡς ἄγασθαι ἔρασθαι. ἀπὸ τοῦ ἄλαμαι καὶ ἄγαμαι ἤτοι θαυμάζω, καὶ ἔραμαι ἤγουν ἐπιθυμῶ. καὶ ἐξ αὐτοῦ κατὰ τροπὴν καὶ πλεονασμὸν τῆς αλ συλλαβῆς, ἀλάλησθαι, Ὅτι ἐν τῷ, ἐπεὶ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, ὀμόσαι μέν ἐστι, τὸ εἰπεῖν τι θεῖον ὄνομα, οἷον. νὴ τοὺς λόγους. ἢ μὰ τὴν σὴν ἱερὰν κεφαλήν. ἢ ἄλλο τι. τελεύτησε δὲ ὅρκον, τὸ πληρῶσαι καὶ ἀποδοῦναι τὸν ἔνορκον λόγον ἢ ἐπωμοτικῶς ὡς προείρηται, οἷον ποιήσω τόδε, ἢ ἀπωμοτικῶς, οὐ ποιήσω. Ὅτι τὸ τὴν Ἀθηνᾶν Τηλεμάχῳ εἰκυῖαν κατὰ πτόλιν οἴχεσθαι πάντῃ, καὶ ἑκάστῳ φωτὶ παρισταμένην φάσθαι μῦθον καὶ οὕτως ἀγείρειν τοὺς ἐκείνῳ συμπλεύσαντας, τοιοῦτόν τι αἰνίττεται, ὡς ἕκαστος τῶν Ἰθακησίων τὴν τοῦ νέου δημηγορίαν ἐπὶ νοῦν φέρων, καὶ τὸν τοῦ βασιλέως ἀνειδωλοποιούμενος παῖδα οἷον παρʼ αὐτοῖς ἱστάμενον, καὶ κρίνων δίκαια ἐκεῖνον εἰπεῖν καὶ αἰτήσασθαι, ἀμῦναι μὲν οὐ θαῤῥοῦσι διὰ τὸ κινδυνῶδες τοῦ ἔργου, ποιοῦσι δὲ τὸ εὐμαρέστερον. καὶ δέον λογίζονται, νῆα δὲ δοῦναι καὶ αὐτῶν τινὰς εἰς ἐρέτας προσεπιδοῦναι. καὶ μᾶλλον, οἱ θερμότεροι καὶ προσήκοντες τῷ Τηλεμάχῳ χαρίζεσθαι ὡς ὁμήλικι. ἧλιξ γάρ φασιν ἥλικα τέρπει. διὸ καὶ ἐθελοντῆρες συνάγονται ἐσθλοὶ ἑταῖροι ἀθρόοι, θεᾶς ὀτρυνούσης ἕκαστον. Ἀθηνᾶς δηλαδὴ τῆς ἐν ἑκάστῳ φρονήσεως. καὶ ὡς ἐν τῇ γάμμα ῥαψῳδίᾳ ἐρεῖ, φιλότητι νεώτεροι ἄνδρες ἕπονται. πάντες ὁμηλικίῃ Τηλεμάχοιο φρονήσαντες τὸ δέον ὡς εἰκός. Πάνυ δὲ ἀστείως καὶ ὁ τὴν νῆα δοὺς, Νοήμων κατὰ κυριωνυμίαν καλεῖται, καὶ Φρονίου υἱός. πάντως γὰρ ἂν ἐκεῖνος δέδωκε νῆα, ὁ μὴ κατὰ τοὺς μνηστῆρας ἀφραδὴς καὶ ἀνοήμων ἐπὶ τοῖς μέλλουσιν, ἀλλὰ νενοηκὼς καὶ πεφρονηκὼς δίκαιον τὸ αἰτηθέν. ὃν Νοήμονα, καὶ φαίδιμον λέγει, καθὰ καὶ τοὺς ἐέρτας τοῦ Τηλεμάχου, ἐσθλοὺς ἑταίρους. σεμνύνων, οἷς φιλεῖ αὐτοὺς τῆς εὐηκοΐας. λέγει δὲ, καὶ ὡς αἰτηθεὶς νῆα ὁ Νοήμων, πρόφρων ὑπέδεκτο, ἤγουν ἐθελοντὴς ὑπεδέξατο καὶ ὑπέσχετο. διὸ καὶ νὺξ τῷ ἔργῳ ἐπιλέγεται. καὶ τὴν νῆα ἐκεῖνος ἅλαδε ἐρύσας, πάντα ἐν αὐτῇ ὅπλα ἐτίθει. Ἔστησε δʼ ἐπʼ ἐσχατιῇ λιμένος. φρονήσεως καὶ ταῦτα. καθὰ καὶ τὸ τοὺς ῥηθέντας ἑταίρους πρὸς τῷ αἰγιαλῷ κατελθόντας, μένειν. καὶ καθῆσθαι ἐπηρέτμους, τὴν τοῦ Τηλεμάχου ποτιδεγμένους ὁρμήν. Καὶ ὅρα ὅτι ὅπλα κἀνταῦθα λέγει, τὴν σκευὴν τῆς νεώς. διὸ καὶ ἵνα μή τις αὐτὰ νοήσῃ στρατιωτικά, ἐπάγει. τά τε νῆες ἐΰσελμοι φορέουσι. Καὶ προϊὼν δὲ φησὶν ὅτι, Τηλέμαχος ἐκέλευσεν ὅπλων ἅπτεσθαι. τοί δʼ ὀτρύνοντος ἄκουσαν. ἱστόν δʼ ἔστησαν καὶ τὰ ἑξῆς, ἃ δὴ ὅπλα νηός. ὡς δηλοῖ καὶ τὸ ἐπαγόμενον. δησάμενοι δʼ ἄρα ὅπλα. Ἐΰσελμος δὲ ναῦς, παρὰ τὸ σέλμα, ὃ δηλοῖ ζυγὰ νηῶν καὶ ζυλίνων κλιμάκων βαθμοὺς κατὰ τοὺς παλαιούς. Σημείωσαι δὲ καὶ τὸ, ἐσχατιῇ λιμένος, διὰ τοὺς λέγοντας ἐσχατιὰν εἶναι, χωρίου ἔσχατα ᾧ γειτνιᾷ φασι τόπος ἔρημος. ἰδοὺ γὰρ ἐνταῦθα, τοιοῦτον οὐκ ἔστιν. ἀλλʼ ἁπλῶς ἐσχατιὰ, τὸ τοῦ λιμένος ἄκρον μεθʼ ὃ ἡ θάλασσα. Ἐπήρετμοι δὲ, οἱ ἕτοιμοι ἐρέσσειν καὶ ἐπʼ αὐτοῖς ὄντες ἐρετμοῖς. καὶ Ἀττικῶς εἰπεῖν, ἐπίκωποι. Σημείωσαι δὲ ὅτι εἰπὼν Ὅμηρος ὡς ἡ Ἀθηνᾶ ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον, οὐ πλάττει καὶ τί ἂν ἑκάστῳ εἶπεν ἐκείνη, ἀπαξιώσας λαλεῖν τὰ μὴ καίρια. καὶ ἀρκεσθεὶς τοῖς δημηγορηθεῖσι κοινῶς ὑπὸ τοῦ φίλου τῇ Ἀθηνᾷ Μέντορος. μόνην δὲ τὴν τοῦ μύθου ἀξίωσιν λέγει, ἤγουν τοῦ κατὰ τὴν Ἀθηνᾶν πρὸς ἕκαστον λόγου. τὸ, ἑσπερίους ἐπὶ νῆα θοὴν ἀγέρεσθαι. Ὅτι ἐπὶ ἑσπερινῆς ἐγχειρήσεως λεχθήσεται τὸ, ἑσπερίους ἀγέρεσθαι ἀνώγει. δύσσετό τʼ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί. καὶ τότε ἐγίνετο τό δέ τι. Καὶ ὅρα ὅτι φιλοσόφως τὴν νύκτα σκιὰν εἶπε, γῆς δηλαδή. γινομένην, ὅτε ἥλιος ὑπὸ γῆν γένηται. Ὅτι ἄλλο νοήσασα ἡ Ἀθηνᾶ, μνηστήρεσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε. πλάζε δὲ πίνοντας. χειρῶν δʼ ἔκβαλλε κύπελλα. Οἵ δʼ εὕδειν ὤρνυντο κατὰ πτόλιν. οὐκέτι ἐπὶ πλεῖον καθῆσθαι ἔχοντες, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν. μέθης δὲ ἔργον διασκευάζει ὁ ποιητὴς ἐν τούτοις ἣν ἡ Ἀθηνᾶ τεχνᾶται. ἴσως γὰρ, ἐπίτηδες λόγῳ φρονήσεως ἐνεδαψιλεύετο οἶνος τῷ πότῳ ὑπὲρ τὸ σύνηθες ὡς ἂν οἱ μνηστῆρες μεθύσκωνται πίνοντες. ὡς εἰ μὴ τοῦτο ἦν, τάχα ἂν καὶ διενυκτέρευσαν ἐν τῷ πότῳ. ἵνα καὶ ἑωλοκρασίαν ἔθεντο. ἣν κατεσκεδάννυσαν φασὶ τῶν κατακοιμηθέντων οἱ διαπαννυχίσαντες ἐν τῷ πίνειν, χθιζὴν κράσιν οὖσαν, ἤτοι λείψανον τοῦ χθὲς κρατῆρος. ὁ τῇ ὑστεραίᾳ τῶν μὴ κρατερῶν τοῦ πίνειν κατεχέετο. Τὸ δὲ ἔχευε, τὸ ὑγρὸν τοῦ ὕπνου κἀνταῦθα δηλοῖ. Τὸ δὲ πλάζειν, ἐλλειπτικῶς κεῖται, ἀντὶ τοῦ, παρεπλάνα τοῦ ἐγρηγορέναι ἢ τοῦ φρονεῖν ἢ τῆς κατὰ φύσιν ἐνεργείας. ὡς δηλοῖ τὸ, χειρῶν δʼ ἔκβαλλε κύπελλα. δῆλον γὰρ ὡς ἀπεπλανᾶτο τοῦ συμποτικοῦ σκοποῦ ἡ τὸ κύπελλον ἀποβάλλουσα χείρ. Τὸ δὲ ἔπιπτε, βάρος ὕπνου δηλοῖ, ταχὺ τὰ βλέφαρα κλείοντος. Ἰστέον δὲ ὅτι οὐκ ὀκνήσας ταυτολογῆσαι ὁ ποιητὴς, δὶς ἐνταῦθα εἶπε τὸ, ἥ δʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη. πολλαχοῦ δὲ ἐπαινετὸν ἡ καίριος ταυτολογία. Τὸ δὲ ἄλλο νοεῖν ποριμότητα νοημάτων δηλοῖ. Ὅτι δὲ ἀπὸ τοῦ γλαυκῶπις, γλαυκώπιον ἡ Ἀττικὴ ἐλέχθη ἀκρόπολις ἢ καὶ ἡ ἁπλῶς, δηλοῦσιν οἱ παλαιοί. παρʼ οἷς καὶ ἡ γλαῦξ περισπᾶται. οἳ καὶ ὀξύνεσθαι μὲν λέγουσι τὸ γλαὺξ, πλὴν Δωρικῶς. ἐνταῦθα δὲ παρασημαντέον εὐκρινείας χάριν, ὡς τὸ λεγόμενον γλαυκίον, οὐκ αὐτόχρημα γλαύξ ἐστιν, ἀλλʼ ἑτεροῖον. νησσοειδὲς γάρ φησιν ἐκεῖνο. νήσσης μικρότερον. καλούμενον ἀπὸ τῆς τῶν ὀμμάτων γλαυκότητος. Ὅτι ἐπισπευστικὸν εἰς ὁδὸν τὸ, ἀλλʼ ἴομεν μὴ δηθὰ διατρίβωμεν ὁδοῖο. εὐσεβῆ δὲ ἄνθρωπον σεμνυνεῖ τὸ, ὅ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο. Ὅτι δημαγωγικῶς ὁ Τηλέμαχος φίλους τοὺς συμπλόους Ἰθακησίους καλεῖ, κολακεύων εὐκαίρως ἐν τῷ, δεῦτε φίλοι ἤϊα φερώμεθα. καὶ ὁ μὲν, ἐπιτάσσει. οἱ δὲ, πάντα φέροντες κατατιθέασιν ἐπὶ νηῒ ὡς αὐτὸς ἐκέλευσεν. εἶεν δʼ ἂν οἱ τοιοῦτοι, οὐχʼ ἁπλῶς φίλοι, ἀλλὰ καὶ συνθέτως, ἑταῖροι φίλοι. ὧν τὸ μὲν, Ὅμηρος αὐτοὺς ἐκάλεσεν ἐν τῷ, ἐσθλοὶ ἑταῖροι. Τὸ δὲ, νῦν ὁ Τηλέμαχος. ὃν περιφράζων, φησίν. ἱερὴ ἲς Τηλεμάχοιο. σεμνότερον τοῦτο εἰπὼν ἤπερ τὸ, βίη Ἡρακλῆος, ἀντὶ τοῦ Ἡρακλῆς. Ὅρα δὲ καὶ τὸ φέρειν, ἐνταῦθα κυριολεκτούμενον. ἐξ οὗ καὶ τὸ φορεῖον. καὶ ὁ φόρτος. καὶ τὸ φοράδην ἐπίῤῥημα. καὶ φορμὸς ὁ κόφινος. καὶ φορμίσκος κατὰ Παυσανίαν, λεπτόν τι ἀγγεῖον. ἕτεροι δέ φασιν οὕτω. ἐκ τοῦ φέρω, φορμὸς ἤγουν πλέγμα. σπυρίς. ἐν ᾧ καὶ σῦκα ἔφερον. ἐκεῖθεν δέ φασι καὶ φορητὸς, φρύγανα. χόρτος. κοπρία.
Ὅτι ἐν τῷ, ἂν δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνε, γενικῇ συντέτακται τὸ ἀναβαίνειν διʼ ἔλλειψιν προθέσεως. τὸ δὲ πλῆρες καὶ ὀρθὸν, ἀνέβαινεν ἐπὶ νηός. καὶ ἄλλως δὲ τὸ ῥηθὲν, ἀντὶ τοῦ ἄνω τῆς νηὸς ἔβαινεν εἴρηται. Λέγει δὲ καὶ ἐνταῦθα ὡς καὶ ἀλλαχοῦ ἐν πολλοῖς, ἄρχειν τὸ προηγεῖσθαι ὁδοῦ ἢ ἔργου. ὃ πρὸ βραχέων, ἡγήσατο Παλλὰς Ἀθήνη ἔφη. Ὅτι πρυμνήσια, τὰ πρὸς τῇ γῇ δεσμοῦντα σχοινία τὴν ναῦν. ἃ καὶ πείσματα λέγονται, ὡς τῆς νηὸς πειθομένης αὐτοῖς. Ὅτι τὸν ἐξ Ἰθάκης πλοῦν τοῦ Τηλεμάχου διασκευάζων Ὅμηρος, φησίν. τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν. ἂν δὲ καὶ αὐτοὶ βάντες, ἐπὶ κληῖσι κάθιζον. τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη, τουτέστιν ἡ κατὰ τοὺς ναυτίλους ἐμπειρία καὶ φρόνησις. οἳ στοχασάμενοι καιροῦ ἔπλευσαν. ἴκμενον οὖρον ἵει, ἀκραῆ ζέφυρον, κελάδοντʼ ἐπὶ οἴνοπα πόντον. Τηλεμάχου δὲ κελεύσαντος ὅπλων ἅπτεσθαι, αὐτοὶ ὀτρύνοντος ἄκουσαν. ἱστόν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν. ἕλκον δʼ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσιν. ἔπρησεν δʼ ἄνεμος μέσον ἱστίον. ἀμφὶ δὲ κῦμα στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης. ἥ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσουσα κέλευθον. δησάμενοι δʼ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν, στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο. λεῖβον δʼ ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν. Ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ. ἤγουν τῇ Ἀθηνᾷ. Ἔνθα ὅρα τὴν διπλὴν αὔξησιν. ἐπίτασιν γὰρ δηλοῖ καὶ ἡ εκ πρόθεσις, καθὰ καὶ τὸ μάλιστα. εἶτα συμπληρῶν, λέγει. Παννυχίη μέν ῥʼ ἥγε, καὶ ἠῶ πεῖρε κέλευθον. Κληῖδες μὲν οὖν τίνες εἰσὶν, ἡ Ἰλιὰς ἐδήλωσεν. Ἴκμενον δὲ καὶ νῦν οὖρον, ἢ τὸν ὑγρὸν λέγει παρὰ τὴν ἰκμάδα ὃ καὶ ἀρέσκει τοῖς παλαιοῖς ἐπεί περ ἀλλαχοῦ ἀνέμων μένος ὑγρὸν ἀέντων φησὶν, ἢ τὸν φορὸν καὶ εἰς τὸ ἱκέσθαι ἐπιτήδειον, ὡς οἱονεὶ ἱκόμενον. Οὖρον δὲ, τὸν εὐδιεινὸν ὡς διʼ αὐτοῦ ὀρούειν ὅ ἐστιν ὁρμᾶν τὴν ναῦν. ἀφʼ οὗ καὶ ὁ ἐξουρίας πλοῦς, ἤγουν ὁ ἐκ πνοῆς εὐδιεινῆς. ὃ καὶ πληθυντικῶς λέγεται ἐξ οὐρίων, ἤγουν ἐξ εὐδιεινῶν πνευμάτων. ἐκεῖθεν καὶ οὐρίσαι, τὸ ἀποκαταστῆναι εἰς οὔριον, ὥς φασιν οἱ παλαιοί. καὶ κατουρίζειν ῥῆμα τραγικῶς. ὁ μέντοι οὐρὸς ὀξυτόνως, ἄλλο τι ἐν τῇ Ἰλιάδι δηλοῖ. Ἰστέον δὲ ὅτι οὐ μόνον πνοὴ οὐρία λέγεται, ἀλλὰ καὶ κατὰ τὴν ἱστορίαν τοῦ δειπνοσοφιστοῦ, καὶ ὄρνεόν τι οὕτω καλεῖται. ὅπερ οὐ πολύ φασι λείπεται νήττης. τῷ χρώματι, ὑποκέραμος. ἔχουσα ῥύγχος μακρόν τε καὶ στενόν. Ἀκραῆ δὲ λέγει, τὸν ἄκρως ἀέντα ἤτοι πνέοντα. οἱ δὲ, γράφουσιν εὐκραῆ. ὥς τε δύναταί τις ἀκραῆ λέγειν, καὶ τὸν μὴ κεκραμένον ἀλλʼ ἀκριβῆ ζέφυρον. Κελάδοντα δὲ, οἱ μὲν, τοῦ ζεφύρου ἐπίθετον ἐκδέχονται. οἱ δὲ, τοῦ πόντου. ἐπεὶ καὶ ἐν Ἰλιάδι οἱ παλαιοὶ, ἵππον ἐγκέλαδον τῷ Ποσειδῶνι παραδιδόασιν, ὡς ἐν τῇ ν ῥαψῳδίᾳ ἐγράφη. Ὅπλα δὲ τίνα λέγει, πρὸ ὀλίγων εἴρηται. Τὸ δὲ ἱστὸν στῆσαν, ἐτυμολογίας τρόπος καὶ αὐτὸ καθὰ καὶ τὸ στησαμένη μέγαν ἱστόν. Ὅρα δὲ ὅτι ἐνταῦθα μὲν, ἱστὸν στῆσαν ἔφη. κατωτέρω δὲ, παθητικῶς στήσαντο κρατῆρας. ὁποῖόν τι καὶ ἐν Ἰλιάδι κεῖται. Τὸ δὲ εἰλάτινον, τεχνικῶς εἶπεν. ὡς δέον ὂν τοιοῦτον εἶναι τὸν τῆς νηὸς ἱστόν. Μεσόδμη δὲ, ἡ ὀπὴ διʼ ἧς ὁ ἱστὸς ἐνείρεται. λεχθεὶς οὕτω, παρὰ τὸ μέσον τῆς νηὸς δεδομῆσθαι. μέση γὰρ τοῦ τοιούτου πλείου ἔστι. Προτόνους δὲ ἢ προτόνα οὐδετέρως κατὰ μεταπλασμὸν λέγει, σχοινία διʼ ὧν ὁ ἱστὸς ἀποδεσμεῖται ὡς ἂν ἔχῃ βεβαίως ἵστασθαι. οἱ δὲ παλαιοὶ, προτόνους φασὶ, κάλωας ἀπὸ τοῦ καρχησίου εἰς πρώραν καὶ πρύμναν διατείνοντας. εἴρηται δὲ περὶ προτόνων, καὶ ἐν Ἰλιάδι ἐν τῷ, προτόνοισιν ὑφέντες. ἐπίτονος μέντοι, δέρμα φασὶν ᾧ πλοίου ἱστὸς κατασφαλίζεται. καὶ ἔοικε διαφέρειν προτόνου εἴ τις ἐξακριβοῖτο αὐτόν. Τὰ δὲ λευκὰ ἱστία λινᾶ εἶναι δοκεῖ. διὸ καὶ λίνα τὰ τοιαῦτα λέγονται ὁμωνύμως τοῖς δικτύοις. ὧν ἡ κλῆσις, μέχρι καὶ νῦν φέρεται παρά τε ἄλλοις καὶ τοῖς περί που τὴν Παμφυλίαν. οἳ λινάριά τε καλοῦσι τὰ θηρατικὰ δίκτυα. καὶ ὅτε δὲ ζῶον ἐμπεσὸν αὐτοῖς ἐκφύγῃ, ἐκλινίσαι φασὶν αὐτὸ, ῥητορικῶς φράζοντες. ὅτι δὲ τὰ λευκὰ ἱστία καὶ εἰς οἰωνὸν ἦσαν ἀγαθὸν, ἐδήλωσε Θησεὺς οἷς τεκμήριον δυσπραγίας ἔθετο πλείων εἰς Κρήτην διὰ τὸν Μινώταυρον, εἴπερ ἡ κατʼ αὐτὸν ναῦς ἐκεῖθεν εἰς Ἀθήνας ἐπαινιοῦσα, μέλανι ἐπιταχύνεται ἱστίῳ καὶ μὴ λευκῷ. Τὸ δὲ ἐϋστρέπτοισι βοεῦσιν ἕλκεσθαι τὰ ἱστία, χρήσεως ἀρχαίας ἐστί. καθʼ ἣν καὶ νῦν οἱ περί που τοὺς ταύρους ἀρκτικοὶ, φωκῶν δέρμασι καί τισι τοιούτοις τὴν τῶν σχοίνων χρείαν ἀποπληροῦσι. λέγει δὲ βοέας καὶ ἐν συναιρέσει βοεῖς, τοὺς ἐκ βοείων ἱμάντων κάλωας. οὓς, καὶ κάλους οἱ ὕστερον φασίν. οἱ καὶ τὸν λαγὼν συστέλλοντες καὶ τὸ πληθυντικὸν λαγοὺς λέγοντες. Τὸ δὲ εὐστρέπτοις, ἀντὶ τοῦ εὐμαλάκτοις ἢ εὐκλώστοις. οὕτω γὰρ μάλιστα οἱ ἱμάντες χρήσιμοι ἐγίνοντο. ἀφʼ ὧν καὶ ἱμονιὰ κατὰ Αἴλιον Διονύσιον, ἱμάς. σχοινίον. ᾧ ὕδωρ ἀντλοῦμεν. καὶ ἱμᾶν, τὸ ἀντλεῖν, ἐκεῖθεν δὲ καὶ τὸ ἀνιμᾶσθαι κάτωθεν δηλαδὴ ἄνω. καὶ τὸ ἀνάπαλιν καθιμᾶσθαι, οἷον. νύκτωρ πολλοὺς διὰ τῶν τειχῶν αὐτοὺς καθιμήσαντας, φεύγει ὡς δὲ καί τινες φλοιοὶ καὶ αὐτοῖ δὲ σχοῖνοι τὸ φύτον, ἀνεπλήρουν ὅσα καὶ οἱ καθʼ Ὅμηρον βοέες, οὐκ ἄδηλόν ἐστι. καὶ σχοίνοις μὲν τοῖς κατὰ τὸ φυτὸν, τὰ κοινότερον σχοινία παρονομάζονται ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐῤῥέθη. ὁ δʼ ἐκ φιλύρας φλοιὸς, πολλὴν ὅτι μάλα εἰς τὰ τοιαῦτα ὕλην συμβάλλεται. Ἀθήναιος δὲ ἱστορεῖ παρά τινος, καὶ ὅτι εἰς σχοινία, ἡτοιμάσατο λευκέαν μὲν, ἐξ Ἰβηρίας. κάνναβιν δὲ, ἐκ τοῦ Ἠριδανοῦ ποταμοῦ. εἴη δʼ ἂν ἴσως λευκέα, δέρμα λεύκης παρόμοιον τῷ ἐκ φιλύρας. καὶ τοιάδε μὲν καὶ τάδε· οἷς προσθετέον, καὶ ὅτι Λάκωνες τοὺς ἱμάντας, βειέλοπας ἐκάλουν. ὁ δὲ τοῦτο γράψας τεχνικὸς, λέγει καὶ ὅτι παρʼ ἐκείνοις βείδιοι οἱ ἄρχοντες. ἀμφοῖν δὲ τούτοιν αἱ ἄρχουσαι, διὰ τῆς ει διφθόγγου παραδέδονται. Τὸ δὲ ἔπρησεν, ἀντὶ τοῦ ἐφύσησεν, ἐκ τοῦ πρήθω. ἀφʼ οὗ καὶ πρηστήρ. Στεῖραν δὲ τὴν τρόπιν λέγει, διὰ τὸ στεῤῥὰν αὐτὴν ὀφείλειν εἶναι. Τὸ δὲ πορφύρεον, ὠκείωται τῇ θαλάσσῃ. ὅθεν ἁλιπόρφυρα παρὰ τοῖς παλαιοῖς, ἁλίκλυστα. ἁλουργά. πορφυρά. Τὸ δὲ ἴαχεν, ὠνοματοπεποίηται. τραχύτερον ὂν τοῦ ἤχου. Τὸ δὲ ἐπιστεφέας οἴνου ὅ ἐστι πλήρεις, παρέξεσται ἀπὸ τοῦ, κρατῆρας ἐπεστέψαντο ποτοῖο. Ἐν δὲ τῷ, παννυχίη καὶ ἠῶ, ὤφειλε μὲν ὀρθῶς, ἑῴα εἰπεῖν ἤ τι τοιοῦτον. δηλοῖ δὲ ἡ ἠὼς αὕτη, τὸν ὄρθρον, ὃς εὐθὺς μετὰ τὴν νύκτα ἐπιτέλλει. Τὸ δὲ ἔπειρεν, ἀντὶ τοῦ διεπέρα, οὗ ὁ μέλλων μεταχθεὶς εἰς ἐνεστῶτα, ποιεῖ τὸ περῶ. ἐξ οὗ ὁ πόρος. τούτου ἡ μετοχὴ ἐν τῷ, ἀλεγεινά τε κύματα πείρων. Σημείωσαι δὲ ὅτι πρῶτος ἂν ῥηθείη πλοῦς, ὁ ὑπὸ τοῦ Ὁμήρου ὡς ἐῤῥέθη φρασθείς. εἴγε δεύτερος πλοῦς λέγεται, ὅτε ἀποτυχῶν τις οὐρίου, κώπαις πλέει κατὰ Παυσανίαν.