eul_wid: xpw-acs
DOI 10.5281/zenodo.20335421

Commentary on Homer's Odyssey: Book XIX by Eustathius of Thessalonica

Ὅτι καθάπερ ἐν τοῖς πρὸ τούτων Ὀδυσσεὺς συχνὸν καιρὸν τὰ γυῖα διαπετάσας, ὁπηνίκα ναυαγήσας ἐνήχετο, ἀναγκαῖον ὕστερον ἔγνω ἄμφω γούνατα κάμψαι καὶ χεῖρας ἐπʼ ἀγαθῷ, ὡς ἐῤῥέθη, οἰκείῳ, οὕτως ἐνταῦθα τὸ ἀνάπαλιν ἐκ μακροῦ χρόνου ἀγύμναστος τὰς χεῖρας ὢν τὰ εἰς ῥωμαλεότητα πλάττεται ὑπὸ τοῦ ποιητοῦ, τείνας αὐτὰς εἰς πυγμαχίαν ἐπʼ ἀνδρὶ ἐοικότι ἔχειν πρὸς αὐτὸν ὁμοιότητα, ὃς ἦν ὁ ἐξ Ἰθάκης Ἶρος, περὶ οὗ ῥηθήσεται. διὸ καὶ ἡ ἀνὰ χεῖρας ῥαψῳδία γνώρισμα ἐπιγραφικὸν ἔχει τὸ λεχθῆναι Ὀδυσσέως καὶ Ἴρου πυγμὴ, γενομένη δηλαδὴ πρὸς δείλην μετὰ τὸ ἀναχωρῆσαι τὸν Εὔμαιον, ὅτε καὶ γαστέρες αἱ ῥηθησόμεναι ὠπτῶντο εἰς δόρπον. ἄρχεται δὲ ταύτης ὁ ποιητὴς οὕτως· Ἦλθε δʼ ἐπὶ πτωχὸς πανδήμιος· ὅ περ ἑρμηνεύων ἐπάγει· ὃς κατὰ ἄστυ πτωχεύεσκεν Ἰθάκης· ἵνα εἴη πτωχὸς μὲν ὁ πτωχεύων, πανδήμιος δὲ ὁ τοῦ ὅλου τῆς Ἰθάκης ἄστεος. μετὰ δʼ ἔπρεπε γαστέρι μάργῃ, ἀζηχὲς φαγέμεν καὶ πιέμεν. οὐ δέ οἱ ἦν ἴς, οὐδὲ βίη. εἶδος δὲ μάλα μέγας ἦν εἰσοράασθαι. Ἀρναῖος δʼ ὄνομʼ ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρ ἐκ γενετῆς. Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες, οὕνεκʼ ἀπαγγέλλεσκε κιὼν, ὅτε ποῦ τις ἀνώγοι. ὃς δὴ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο, ὡς εὐθὺς εἰρήσεται. Ἰστέον δὲ ὅτι τε ὁ παραφραστὴς Δημοσθένης καλλιῤῥημονῶν πεζολογικῶς τὰ κατὰ τὸν Ἶρον οὕτω γράφει· κακόν τι πάνδημον οἷος ἐσθίων ῥαγῆναι διʼ ἡμέρας, καὶ πολὺν ἄκρατον ἐκπιεῖν· καὶ ἦν αὐτὸ τοῦτο γαστὴρ μόνον καὶ σχῆμα τηνάλλως, τὰ δὲ ἄλλα ἀχρεῖος· καὶ ὅτι παράγωγον τοῦ πάνδημος τὸ πανδήμιος· καὶ ὅτι δυνήσεταί τις ἐγκαίρως πανδήμιον αἰνίξεσθαί ποτε τὸν κοινὸν ζημιωτὴν, ὡς ἀπὸ τοῦ παρὰ τοῖς ὕστερον κολαστικοῦ δημίου, ἐξ οὗ σκῶμμα πονηροῖς ἐπέκειτο τὸ, δημόκοινος, ὃς καὶ ἄνδραχνος ἢ ἄνδραγχος ἐπεκαλεῖτο· καὶ ὅτι παρὰ τοῖς μεθʼ Ὅμηρον πτωχὸς μὲν ὁ διʼ ἔνδειαν τροφῶν ἐπαιτῶν ἀκολούθως Ὁμήρῳ καὶ οὕτω τὴν γαστέρα βόσκων· πένης δὲ ὁ χερσὶ πονούμενος καὶ οὕτω ζῶν. τοὺς δὲ τοιούτους χειρομάχαν πληθὺν ἔστιν ἐν τοῖς τοῦ Ἀθηναίου εὑρεῖν. καὶ ὅτι τὸν πτωχὸν ἀστείως νεκρῷ εἴκασεν ὁ Μένανδρος εἰπών· ἄνθρωπε πέρυσι πτωχὸς ἦσθα καὶ νεκρὸς, νῦν δὲ πλουτεῖς. καὶ ὅτι τὸ, μεταπρέπειν γαστέρι μάργῃ, ἀστείως ἐῤῥέθη ἀντὶ τοῦ, ἐκπρεπὴς ἦν ἐπὶ γαστριμαργίᾳ, εἴτουν ἀπληστίᾳ. τοῦτο γὰρ ἡ μάργη γαστὴρ, διαλελυμένως ῥηθεῖσα ὁμοίως τῷ, πόλις ἄκρη καὶ τοῖς ὁμοίοις. ὅθεν καὶ ἐπιφέρει διασαφητικῶς τὸ, ἀζηχὲς φαγέμεν. οὕτω δὲ καὶ ὁ συβώτης πρὸς τοῦ Ἀντινόου ῥηθείη ἂν μεταπρέπειν τῷ σύας βόσκειν, ὥς περ αὖ πάλιν καὶ ὁ Ἶρος ἀκούσοι ἄν ποθεν τὸ, ὦ ʼρίγνωτε φαγεῖν. ταυτὸν γὰρ μεταπρέπειν καὶ ἀρίγνωτον εἶναι. εἰ δὲ καὶ τοιοῦτος ὢν ὁ γάστρις Ἶρος καὶ συνεξαντλῶν καὶ αὐτὸς τὰ τοῦ Ὀδυσσέως οὐκ ἔσκωπται πρὸς τῶν ὑπερφιάλων μνηστήρων ὡς μὴ φειδὼ τῶν ἀλλοτρίων ἔχων, καλῶς ἂν ὁ οἰκοδεσπότης Ὀδυσσεὺς λυπηθείη, αὐτὸς ἀπʼ ἐκείνων ἀκούσας τοιοῦτόν τι σκῶμμα, καὶ εἴποι ἂν τὸ, ἀνόητος ὁ διδοὺς, εὐτυχὴς δʼ ὁ λαμβάνων· ὃ καιρίως τῶν τις ὑστερογενῶν ἔφη ἐπὶ τῶν κερδαινόντων ἔκ ποθεν ἀνθρώπου εἰκῇ δαπανῶντος. Ἀζηχὲς δὲ τὸ ἀδιεχθὲς εἴτουν συνεχὲς, ὡς ἀλλαχοῦ ἐγράφη. οἱ δὲ παλαιοὶ λέγουσι καὶ ὅτι ἀζηχὲς δεινὸν, μέγα, συνεχὲς, ἀδιάλειπτον, μεγαλόφωνον. εἴρηται δὲ παρʼ αὐτοῖς τὸ μεγαλόφωνον διὰ τὸ πρὸ τούτων ῥηθὲν, ἀζηχὲς μεμακυῖαι. Ἰστέον δὲ ὅτι τὸ μὲν φαγεῖν ἀζηχὲς οὐ πάνυ πολλοὺς, τὸ δὲ ἀζηχὲς πιεῖν μυρίους ἀπώλεσεν, ὧν εἷς καὶ ὁ μέγας Ἀλέξανδρος, ὃς Μακεδόνι συμπίνων τῷ Πρωτέᾳ, εἶτα ποτήριον λαβὼν δίχουν, ὅ περ ἐν ἄλλοις ἡρμηνεύθη, ἔσπασε μὲν γενναίως, οὐ μὴν δὲ ὑπήνεγκεν, ἀλλʼ ἀπεκλίθη ἐπὶ τὸ προσκεφάλαιον, ἀφεὶς τῶν χειρῶν τὸ ποτήριον· καὶ ἐκ τούτου, φασὶ, νοσήσας ἀπέθανεν. ἄριστα οὖν τοῦτό γε φρονοῦσιν Ἰνδοί· παρʼ οἷς, ὡς ἱστορεῖ Κτησίας, οὐκ ἔστι τῷ βασιλεῖ μεθυσθῆναι. παρὰ δέ γε Πέρσαις, ὥς φησι Δοῦρις, ἐφίεται τῷ βασιλεῖ μεθύσκεσθαι ἡμέρᾳ μιᾷ, ἐν ᾗ τῷ Μίθρᾳ ἔθυον, ὅτε καὶ τὸ Περσικὸν ὠρχεῖτο· τῶν δὲ λοιπῶν οὐδεὶς τηνικαῦτα. εἰ δὲ ὁ Πέρσης Δαρεῖος, ὁ τοὺς μάγους ἀνελὼν, ἐπιγεγραμμένον εἶχε τῷ αὐτοῦ μνήματι τὸ, ἠδυνάμην καὶ οἶνον πίνειν πολὺν καὶ τοῦτον φέρειν καλῶς, πολυπότης μὲν ἂν εἴη, μέθυσος δὲ οὔ. ἲς δὲ διαφέρει βίας, ὅτι αὐτὴ μὲν ἐπὶ νεύρων κυριολεκτεῖται, ἡ βία δὲ ἐπὶ ἰσχύος ἢ ῥώμης. Τὸ δὲ, εἶδος δὲ μάλα μέγας, δύναται ποιῆσαι παρῳδηθῆναι ἐπὶ τοῦ Ἴρου τὸ, ὢ πόποι, οὐκ ἄρα σοί γʼ ἐπʼ εἴδεϊ καὶ βία ἦν. Οὐχʼ ἁπλῶς δὲ μέγας ὁ Ἶρος, ἀλλὰ καὶ μάλα μέγας. διὸ μετʼ οὐ πολὺ καὶ βουγάϊος προσρηθήσεται, ὡς καὶ ἐν Ἰλιάδι ὁ Αἴας. οὔκουν τὸ ἁπλῶς μέγα ἢ μάλα μέγα οἶδεν ἐξαρκεῖν εἰς ἔπαινον, εἰ μὴ καί τινι ἀρετῇ ἐπικοσμοῖτο. διὸ Τυδεὺς μὲν, μικρὸς ὢν δέμας, ἔπαινον εἶχε τὸ μαχητὴς εἶναι, μνηστὴρ δὲ, καλὸς μὲν ἰδεῖν, οὐ φρενήρης δὲ, σκώπτεται διὰ φρενῶν στέρησιν. λέγεται δʼ ὕστερον καὶ Ἀναξανδρίδης καλὸς ὢν τὴν ὄψιν καὶ κόμην τρέφων, ὅμως ὑπὸ πικρίας παράβολος εἶναι καὶ διατοῦτο ψεκτέος. ἡττώμενος οὖν ποτὲ καὶ δυσκολαίνων τὰς κωμῳδίας καὶ ταύτας κομψῶς ἐχούσας κατέτεμνεν εἰς τὸν λιβανωτόν. οὐκοῦν οὐδὲ ὁ Ἶρος μάλα μέγας ὢν ἐπαινεῖται, ἀλλὰ διὰ τὸ μὴ σπουδαῖος εἶναι δυεῖν ἐπιθέτων τὸ μὲν ἐκ τοῦ μεγάλου βοὸς εἴληχε, τὸ βουγάϊος, τὸ δʼ ἐξ ἀρνὸς, καθὰ εἰρήσεται, ἤγουν τὸ Ἀρναῖος. Ἀρναῖος γὰρ ἢ ὁ εὐκταῖος μητρὶ τῇ καὶ θεμένῃ αὐτῷ τοὔνομα, ὡς ἀπὸ τοῦ ἀρὰ ἡ εὐχὴ πλεονασμῷ τοῦ ν πρὸς διαστολὴν τοῦ ἐπιθετικοῦ ἀραίου, ἢ ὁ βοσκηματώδης καὶ προβατώδης κατὰ τὸ εὔηθες, ἢ παρὰ τῷ ἄρνυσθαι καὶ ἀντιλαμβάνειν καὶ ἐντεῦθεν ζῆν. ἀντιλαμβάνοι δʼ ἂν ὁ Ἶρος ψωμὸν ῥαπίσματος, καὶ κρέας κονδύλου, καὶ οἶνον ἀγγελίας τῆς ὅπου δήποτε. ὅτι δὲ τῶν κυρίων ὀνομάτων τινὰ καὶ αἱ μητέρες ἰδίᾳ ἐτίθεντο τοῖς παισὶ, καὶ Εὐριπίδης δηλοῖ, ἔτι δὲ καὶ ὁ κωμικός. Τὸ δὲ, θέτο μήτηρ, θέσει δηλοῖ καὶ οὐ φύσει εἶναι καὶ τὰ κύρια ὀνόματα. Τὸ δὲ, ἐκ γενετῆς, δῆλον ὡς ἐκ τοῦ γενέσω μέλλοντος ἀχρήστου γενόμενον ὅμως αὐτὸ χρηστόν ἐστιν εἰς πᾶσαν γραφήν. τοιοῦτον δὲ καὶ ὁ γενέσω καὶ ἡ γένεσις καὶ τὸ γενέσιον καὶ τὸ σύστοιχον αὐτοῖς γενέθλιον. Ἶρος δὲ κατὰ τὸν ποιητὴν παρὰ τὸ εἴρω τὸ λέγω καὶ ἀπαγγέλλω, ὅθεν καὶ ἡ Ἶρις καὶ ὁ Ἑρμῆς. Καὶ ὅρα ὡς πλατέως οὕτως ἐτυμολογεῖ τὸν Ἶρον ἀναφανδὸν ὁ ποιητὴς, ἔνθα δῆλον ὅτι ἐς τοσοῦτον ὁ Ἶρος ἐπένετο, ὡς καὶ τοῦ κατʼ αὐτὸν κυρίου ὀνόματος ἐκπεσεῖν, ἀντικληρώσασθαι δὲ τὸ ἐκ τοῦ δυστυχήματος, καθότι πᾶσιν εἰς ἀγγελίαν χρήσιμος ἦν. ἐξ αὐτοῦ δὲ ὕστερον Ἶροι καὶ πάντες οἱ ἐπαιτοῦντες, καθὰ καὶ Εἵλωτες οἱ δοῦλοι ἀπὸ τῶν ἐν τῷ κατὰ Μεσσήνην ἕλει Εἱλώτων, οἳ τοῖς Λάκωσιν εἶξαν δουλικῶς, καὶ ὡς οἱ τρυφηταὶ Σαρδανάπαλοι ἀπὸ τοῦ ὁμοίου Σαρδαναπάλου. οὕτω δὲ καὶ ἀπὸ τοῦ Λικινίου Λικίνιοι καλοῦνται ἰδιωτικῶς οἱ ἀγρίως κολάζοντες, ὥς περ εἰ δεῖ τι καὶ ὑποπαῖξαι, καὶ τοὺς Νικολάους τὰ μελίπηκτα ἔκ τινος ὁμωνύμου ἀνδρὸς εὑρόντος παραλαλοῦσι τινὲς, ἀπὸ τοῦ Ναυκρατίτου σοφιστοῦ ἔχοντες ἀφορμήν· τὸν ὅμοιον δὲ τρόπον καὶ Μόλωνες οἱ πολυμεγέθεις, ἀπὸ τοιούτου Μόλωνος. Τὸ δὲ, νέοι κίκλησκον ἅπαντες, ἐμφαίνει μὴ χρῆναι σκωπτικοὺς εἶναι τοὺς γέροντας. ἰδοὺ γὰρ τὸν τῆς Ἰθάκης πτωχὸν οἱ νέοι Ἶρον καλοῦσιν, ὡς εἴ τις εἴποι ἀπαγγελέα, οἷα τῶν μὴ τοιούτων, Ἀρναῖον καλούντων ἐκεῖνον, τὸ ἐκ γενετῆς ὄνομα, καὶ μὴ ἐθελόντων παίζειν κατὰ τοὺς νέους. δῆλον δὲ τὸ τοῦ ἀνδρὸς εὔηθες καὶ ἐκ τοῦ ἀπαγγέλλειν ἔνθα τις ἀνώγοι· ὅθεν εἰκὸς ἦν καὶ μὴ ἀγαθαῖς ἀγγελίαις αὐτὸν ὑπουργεῖν. Ἰστέον δὲ καὶ ὅτι ἀλήμονες μὲν καὶ ἄλλοι ἐν Ἰθάκῃ ἦσαν, ὡς προεδηλώθη, καὶ πτωχοί. διὸ καὶ οἱ μνηστῆρες μετʼ ὀλίγα ὑπισχνοῦνται τῷ Ὀδυσσεῖ, οὔ τινα πτωχὸν ἄλλον ἔσω μίσγεσθαι αἰτήσοντα, ἀλλὰ μόνον αὐτὸν τὸν Ὀδυσσέα. καὶ ὅμως ὁ Ἶρος ἦν ἰθαγενὴς πανδήμιος, ὡς τῶν ἄλλων ἐπιγινομένων ὡς εἰκὸς τῇ πόλει ἀλημόνων δίκην καὶ αὖθις ἀπιόντων μετὰ τὸ ξενισθῆναι παρά τινων. τοῦτον δὴ τὸν Ἶρον καταγωνισάμενος Ὀδυσσεὺς οἰωνὸν εὕρηκεν ἀγαθὸν, καὶ τῶν πρὸς μνηστῆρας ἀεθλευμάτων προάγωνα καὶ προγύμνασμα. Σημείωσαι δὲ τὸ ἀπαγγέλλεσκεν· ὤφειλε μὲν γὰρ εἰπεῖν, εἶρεν, ἀφʼ οὗ ὁ Ἶρος, ὡς ἐκ τοῦ ἀγγέλλειν ὁ ἄγγελος. Ὅμηρος δὲ ταυτόσημα ἔχων ἄμφω τῷ σαφεστέρῳ μᾶλλον ἐχρήσατο. τὸ γάρ τοι εἶρεν ὁμώνυμον ὂν ἐπεπρόσθει πρὸς τὸ σαφές. οὕτω που καὶ Ἑρμογένης περὶ τοῦ δεινὸς ποιούμενος λόγον εἰς παράδειγμα ἐχρήσατο τῷ αἰνὸς, ὡς ταυτὸν ὂν δεινῶς εἰπεῖν καὶ αἰνῶς. Τὸ δὲ, διώκετο οἷο δόμοιο, ἀντὶ τοῦ ἐδίωκεν ἐκ τοῦ ἰδίου οἴκου. ἐνεργητικὴν γὰρ σημασίαν ἔχει νῦν τὸ ἐδιώκετο. Ἰστέον δὲ καὶ ὅτι τὸ τοῦ Ἴρου ὄνομα φέρεται μέχρι καὶ νῦν παρὰ τοῖς ὕπερθεν Σινώπης, οἳ τὸν λίαν πτωχὸν ὑποβαρβαρίζοντες πτωχὸν ἄϊρον λέγουσιν. Ὅτι διώκων ὁ Ἶρος τὸν ξένον Ὀδυσσέα φιλονείκως ἔφη· εἶκε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκῃ. οὐκ ἀΐεις, ὡς καὶ προεγράφη, ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες, ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δʼ αἰσχύνομαι ἔμπης. ἀλλʼ ἄνα, τουτέστιν ἀνάστηθι, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται. ὃ δὴ προκλητικόν ἐστι τοῦ ἐφεξῆς ἀγῶνος. Καὶ ὅρα ὡς κατὰ τὸ σιωπώμενον ἐνένευον οἱ μνηστῆρες τῷ Ἴρῳ κατὰ τοῦ Ὀδυσσέως οἷα παίζειν ἐθέλοντες. Τὸ δὲ οὐκ ἀΐεις τί δηλοῖ, πρὸ ὀλίγων ἐῤῥέθη. Τὸ δὲ ἐπιλλίζειν ἔοικεν ὁμοιότητα ἔχειν πρὸς τὸ ἐνιλλώπτειν, περὶ οὗ γέγραπται ἀλλαχοῦ, ἔνθα καὶ ἰλλὸς διείληπται ὁ στραβὸς καὶ ἑτερά τινα. ὅμοιον δέ τι καὶ τὸ δενδίλλειν πρὸς τὸ ἐπιλλίζειν. οἱ μέντοι ὕστερον ἐπὶ βασκανίας τὸ ἐπιλλίζειν φασί. δῆλον δʼ ὅτι ἐκ τοῦ εἰρημένου ἰλλοῦ ἔχουσιν ἀφορμὴν καὶ ἰλλάδες αἱ ἐν Ἰλιάδι τοῦ ἐτυμολογεῖσθαι, καὶ ὅτι πρωτότυπον τὸ ἴλλειν τοῦ ἐπιλλίζειν, καὶ ὅτι ἐκ τοῦ ἴλλειν γίνεται καὶ τὸ ἐξίλλειν, ἀφʼ οὗ καὶ ἡ ἐξούλης δίκη. ἔτι δὲ καὶ τὸ, σοὶ δʼ ὑπίλλουσι στόμα, ἤγουν ὑποβάλλουσι κλείοντες οἷα ὀδὰξ ἐν χείλεσι φύντες. Τὸ δὲ, ἔρις καὶ χερσὶ γένηται, δηλοῖ ὡς τὸ παρὸν ἔρις ἐστὶν ἐν λόγοις. διὸ καὶ ὁ ποιητὴς ἔφη· καί μιν νεικείων προσηύδα, ὡς ταυτὸν ὂν νεικεῖν καὶ ἐρίζειν, εἰ καὶ τὸ μέν ἐστιν ἐν τῷ προσαυδᾶν, τὸ δὲ ἕτερον ἐν χερσίν. Ὅτι λόγους ὁ ξεῖνος Ὀδυσσεὺς λαλεῖ πρὸς τὸν Ἶρον, ὁποίους ἂν συνετὸς πτωχὸς πρὸς ἕτερον φθονερὸν σύμπτωχον, εἰπών· δαιμόνιε, οὔτε τί σε ῥέζω κακὸν, οὔτʼ ἀγορεύω, οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλʼ ἀνελόντα, οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ ἀλλοτρίων φθονέειν. δοκέεις δέ μοι εἶναι ἀλήτης, ὥς περ ἐγών. ὄλβον δὲ θεὸς μέλλει ὀπάζειν. τοῦτο δὲ ἐσχημάτισται, ὡς τοῦ ξένου ἐλπίζοντος εἰσαύριον ἀγαθὰ, οἷα τοῦ μὲν Ἴρου Ἴρου μενοῦντος, αὐτοῦ δὲ ὀλβισθησομένου. εἶτα ἐπάγει καὶ Ὀδυσσεὺς τῷ ἄφρονι Ἴρῳ ἀπειλητικὰ τοιαῦτα· χερσὶ δὲ μή τι λίην προκαλίζεο μή με χολώσῃς, μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω αἵματος· ἡσυχίη δʼ ἂν ἐμοὶ καὶ μᾶλλον ἂν ἔτʼ εἴη αὔριον. οὐ μὲν γάρ τί σʼ ὑποστρέψεσθαι ὀΐω δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος. καὶ ἔστι καὶ τοῦτο ἐσχηματισμένον. δηλοῖ μὲν γὰρ καταπονηθήσεσθαι τὸν Ἶρον ἁπλῶς. ἄλλως δὲ προεκτίθεται τὸ αὔριον ἀνυσθησόμενον κατὰ τῶν μνηστήρων· μεθʼ ὃ οὐκέτι δεύτερον παραβαλεῖ ὁ Ἶρος τῷ τοῦ Ὀδυσσέως μεγάρῳ. Ἰστέον δὲ ὅτι τὸ χείσεται δηλοῖ μὲν τὸ χωρήσει· γράφεται δὲ παρὰ τοῖς παλαιοῖς κοινότερον διὰ διφθόγγου, ὡς ἀπὸ τοῦ χῶ, χείω, ἐξ οὗ καὶ χειὰ ἡ φωλεά. καὶ ἴσως μὲν μονήρης μέλλων τὸ τοιοῦτον ἐστὶν, ἴσως δὲ καὶ κατὰ τὸ κείσεται, ἵνα ᾖ ὥς περ κέω, κῶ, οὕτως χέω, χῶ τὸ χωρῶ, καὶ χέημι παράγωγον, ὡς κέημι· ἐξ ὧν ὥς περ κείσεται, οὕτω καὶ χείσεται. ἐκ δὲ τοῦ χέω καὶ χειὴ ἡ κρύψις τοῦ ὄφεως ἐν Ἰλιάδι, κατὰ δέ τινας καὶ κισσύβιον παρὰ τὸ χεῖσθαι, ὅ ἐστι χωρεῖν, τροπῇ τοῦ δασέος εἰς ψιλόν. ἐκ δὲ τοῦ ἑτέρου χέειν τοῦ κοινότερον λεγομένου οὐ μόνον χοεὺς, ὡς καὶ πρὸ τούτων ἐγράφη, ποτηρίου εἶδος· οὗ ἡ κλίσις χόεως, χοῶς, ὡς Πειραιῶς, Ἐρετριῶς, ἀλλὰ καὶ χοῦς ὁ αὐτὸς χοεύς· καὶ οὐ μόνον ἀρσενικῶς, ἀλλὰ καὶ θηλυκῶς, οἷον, ζωμόν τε φέρει ἐν χοῒ χρυσῇ. αὕτη δὲ καὶ πρόχους κατὰ σύνθεσιν λέγεται, οἷον, φιάλην τελεπαστὴν χιόνος τε πρόχουν. τοῦ δὲ ῥηθέντος χόεως καὶ αἰτιατικὴ τὸν χοᾶ, ὡς τὸν Πειραιᾶ· ὅθεν κτητικὸν ὁ χοαῖος, οἷον, αἰτεῖ σκύφον χοαῖον, καὶ πλήσας οἴνου Θασίου ὀλίγον ἐπιῤῥάνας ὕδατος ἐξέπιεν, εἰπὼν· ὁ πλεῖστα πίνων πλεῖστα κεὐφρανθήσεται. Καὶ ὅρα κἀνταῦθα τὸν σκύφον ἀρσενικοῦ γένους, ἐξ οὗ τὸ, ἀνακαθίσας ἔκλαιεν ἄσκυφος γενόμενος. καὶ τοιάδε μὲν ταῦτα. Τὸ δὲ, χείλεα φύρσω αἵματος, ἀντὶ τοῦ διʼ αἵματος, κατὰ προθέσεως ἔλλειψιν. τὸ μέντοι κοινὸν φύρσω αἵματι μετὰ δοτικῆς. ἔστι δὲ φύρσαι τὸ μολῦναι καὶ συγχέαι. ὅθεν καὶ φύρδην συγκεῖσθαι τινὰ λέγονται. πρωτότυπον δὲ τὸ φυράσαι, ἀφʼ οὗ καὶ φύραμα τὸ ζύμωμα. ἐκ δὲ τοῦ φυράσαι κατὰ συγκοπὴν τὸ φύρσαι, ἵνα τῷ λόγῳ τούτῳ εἴη τὸ, χείλεα φύρσαι αἵματος, ῥηθὲν πρὸς ὁμοιότητα τοῦ, ἄλφιτον φύρσαι ὕδατος. Ἰστέον δὲ ὅτι τοῦ, χείλεα φύρσω αἵματος, προῆκται σύνθετον τὸ, αἱμόφυρτος μάχη παρὰ Λυκόφρονι. Ὅτι ἀντιλέγων ὁ Ἶρος τῷ ξένῳ Ὀδυσσεῖ ἀναιδῶς, ἵνα καὶ ἡ κορωνὶς τοῦ θράσους ἐπιτεθῇ, τὸ προκαλέσασθαι δηλαδὴ τὸν ξένον εἰς ἀγῶνα ἐπὶ οἰκείῳ κακῷ, φησίν· ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει, γρηῒ καμινοῖ ἶσος, ὃν ἂν κακὰ μητισαίμην κόπτων ἀμφοτέρῃσι, χαμαὶ δʼ ἐκ πάντας ὀδόντας γναθμῶν ἐξελάσαιμι συὸς ὡς ληϊβοτείρης. ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε μαρναμένους. πῶς δʼ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο; Καὶ ὅρα μωρίαν τοῦ Ἴρου, εἴ γε δοξάζει ἁπλῶς μηδένα τῶν γεραιοτέρων ἀξιόμαχον εἶναι πρὸς ἄνδρα νεώτερον. διὸ καὶ Ὀδυσσεὺς τῷ τοῦ ἄφρονος λόγῳ συνθέμενος ἐρεῖ, μὴ εἶναι ἀνδρὶ νεωτέρῳ μάχεσθαι γέροντα δύην ἔχοντα, μονονουχὶ λέγων, χρῆναι διαστῆξαι τὸν Ἶρον οὕτω πως· πῶς δʼ ἂν σὺ γέρων ὢν κακοπαθὴς νεωτέρῳ ἀνδρὶ ῥωμαλέῳ μάχοιο; ἄλλως γὰρ οὐκ ἂν ὁ Ἶρος λέγοι ὑγιῶς. Μολοβρὸς δὲ τίς ἐστι, προγέγραπται. Γελοῖος δὲ ὁ τοιοῦτος μὲν ὢν, ἑτέρῳ δὲ τὸ ὅμοιον ὀνειδίζων. Τὸ δὲ ἐπιτροχάδην παρατετηρημένως εἴρηται ἀντὶ τοῦ σπουδαίως καὶ κατʼ ἐπιδρομήν· τοῦτο δὲ διὰ τὸ κομματικὸν τῶν ἐννοιῶν τοῦ κατὰ τὸν Ὀδυσσέα λόγου. ἐν γὰρ στίχοις δέκα ἔννοιαι κεῖνται ὑπὲρ τὰς δέκα. θυμὸν γοῦν πλαγίως ὀνειδίζει τῷ Ὀδυσσεῖ, ὡς οἷα διʼ ὀργὴν λαλοῦντι κομματικῶς. Τὸ δὲ, γρηῒ καμινοῖ ἶσος, οἱ μὲν κατὰ τὸ πολύλαλον φασὶν, ὡς ἐν ῥητορικῷ δηλοῦται λεξικῷ· ἕτεροι δὲ τὸ μὲν γρηῒ διὰ τὸ ῥυσὸν τοῦ προσώπου εἶπον. Τὸ δὲ καμινοῖ διὰ τὸ ἐπιφαινόμενον μέλαν ὡς οἷον ἔκ τινος ἀσβόλης. Ἀρίσταρχος δὲ καὶ Ἡρῳδιανὸς καμινώ φασι τὴν καμινεύτριαν, ἤτοι φρύττουσαν κριθὰς πρὸς εὐχερεστέραν ἀλευροποιΐαν. αἱ δὲ τοιαῦται κριθαὶ καὶ κάχρυς δισυλλάβως καὶ ἐκτεταμένως ἐλέγοντο κατὰ Αἴλιον Διονύσιον θηλυκῶς. ὅθεν καὶ κατακαχρῦσαι παρὰ Παυσανίᾳ μεταφορικῶς τὸ καταφρύξαι καὶ συντρῖψαι. Κομανὸς δὲ σύνθετον τὴν λέξιν τῆς καμινοῦς νοῶν φησὶν οὕτω καλεῖσθαι διὰ τὸ καμεῖν τὰς ἶνας ὑπὸ γήρως. ἐν δὲ τῷ, κόπτων ἤτοι πλήττων ἀμφοτέραις, λείπει τὸ χερσὶν, ὡς καὶ ἐν τῷ, ἀμφοτέρῃσιν ἐδέξατο, ὃ πρὸ ὀλίγων ἐῤῥέθη. Σῦς δὲ ληϊβότειρα ἡ διαβοσκομένη ἀλλότριον λήϊον, ἣν ἐξωδόντιζον οἱ δεσπόται τοῦ χωρίου. ὁ νόμος δέ, φασι, παρὰ Κυπρίοις. ἀπειλεῖ δὲ τοῦτο Ἶρος τῷ Ὀδυσσεῖ, ὡς ὅμοια δῆθεν πταίοντι, καὶ τὸ αὐτοῦ θέρος καταβοσκομένῳ τὴν εἰλαπίνην τῶν μνηστήρων. ἕτεροι δὲ ἐπέβαλον εἰπεῖν, κατασείεσθαι φύσει τοὺς ὀδόντας τῇ ληϊβοτείρῃ συΐ. εἰ δὲ ἀληθεύουσι, ζητητέον ἀπὸ μαρτυρίας παλαιᾶς. Τὸ δὲ, ἐκ πάντας ὀδόντας, τὴν ῥηθεῖσαν ἐξοδόντισιν συντίθησι. Τὸ δὲ ζῶσαι ζώνυσθαι τοὺς πυγμάχους δηλοῖ, ὡς μετʼ ὀλίγα φαίνεται σαφῶς ἐν τῷ, ζώσατο μὲν ῥάκεϊ περὶ μήδεα Ὀδυσσεύς. καὶ τὸν Ἶρον δὲ δρηστῆρες ἄγουσι ζώσαντες ἀνάγκῃ. Περὶ δὲ τοῦ τοιούτου ζώνυσθαι καὶ ἐν τῷ κατὰ τὴν Ἰλιάδα ἐπιταφίῳ ἀγῶνι διείληπται. Ἰστέον δὲ, ὅτι ἐκ τοῦ ζῶσαι καὶ ἄλλα μὲν γίνονταί τινα, καὶ ὁ ζωστὴρ δὲ, καὶ τὸ παρὰ Σοφοκλεῖ ζῶμα δίχα τοῦ σίγμα· οἷον, καὶ ζῶμα τοὐμὸν οὐ χλιδαῖς ἠσκημένον, ὃ ταυτόν ἐστι τῇ ζώνῃ, διʼ ἧς, φασὶ, τρία τινὰ δηλοῦνται, ζωστὴρ, μίτρα καὶ τόπος σώματος, καθʼ ὃν ζωνύμεθα. δῆλον δʼ ὅτι, καθὰ ἐκ τοῦ χῶ καὶ ῥῶ γίνεται χωνύω καὶ ῥωνύω, οὕτω καὶ ἐκ τοῦ ζῶ, οὗ προστακτικὸν τὸ ζῶσαι, τὸ ζωνύω. ἀφʼ οὗ ὡς χώνυμι, ῥώνυμι, οὕτω καὶ ζώνυμι, καθʼ ἑτεροίαν δὲ παραγωγὴν καὶ τὸ ζωνύσκω· ὡς τὸ, ζωνύσκετο μίτρην. Τὸ δὲ, πῶς ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο, γνωμικῶς λαλεῖται, καθὰ μετʼ ὀλίγα καὶ τὸ, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι ἄνδρα γέροντα δύῃ ἀρημένον, ἤγουν βεβλαμένον τῇ κακοπαθείᾳ. τοιοῦτον γὰρ ἡ δύη, γινομένη κατὰ μὲν Πλούταρχον ἀπὸ τοῦ δύο ἀριθμοῦ, ἐπεὶ δυάζει, πῶς τὴν στοιχειακὴν καθʼ ὑγείαν ἑνότητα τὸ κακοπαθὲς καὶ διαλύει τὴν ἕνωσιν διὰ τῆς φθορᾶς, ἄλλως δὲ κοινῶς παρὰ τὸ δύω ῥῆμα· ἐξ οὗ καὶ ἡ ὀδύνη, δύη τις οὖσα φύσει καὶ αὐτὴ κατὰ τὸ ἀπλεόναστον, εἰ καὶ ἄλλως ἐκ τοῦ δύω κατὰ πλεονασμὸν γίνεται δύνη καὶ ὀδύνη ἡ κατὰ βάθος δύνουσα. Ὅτι ἐπεί περ ἔδει καὶ θεατὰς παρεῖναι τῷ τῶν πτωχῶν ἀγῶνι, ὡς ἐπὶ τῶν ἀέθλων γίνεται, καὶ ἐρεθισμοὺς εἰς θάρσος πλασθῆναι καὶ γέλωτας δὲ ὑποκινηθῆναι ὡς ἐπὶ ἔργῳ οὐ σπουδαίῳ, γίνεται νῦν καὶ ταῦτα, καὶ συναγερθέντες οἱ μνηστῆρες ποιοῦσιν οὕτω. φησὶ γοῦν ὁ ποιητής· ὣς οἱ μὲν πτωχοὶ πρὸ θυράων ὑψηλάων οὐδοῦ ἐπὶ ξεστοῦ πανθυμαδὸν ὀκριόωντο. τοῖσι δὲ, ἢ τοῖϊν, ξυνέηκεν ἱερὸν μένος Ἀντινόοιο, ἡδὺ δʼ ἂρ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν· ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη· οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα. ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν χερσὶ μάχεσθαι· ἀλλὰ ξυνελάσσομεν ὦκα. ὣς ἔφαθʼ· οἱ δʼ ἄρα πάντες ἀνήϊξαν γελόωντες. ἀμφὶ δʼ ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο. εἶτα ὁ δεινὸς Ἀντίνοος καὶ ἔπαθλον προτιθεὶς οἰκεῖον τοῖς διὰ γαστέρα μαχομένοις φησί· γαστέρες αἵδʼ αἰγῶν κέατʼ ἐν πυρί· τάσδʼ ἐπὶ δόρπῳ κατεθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες. ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται, ὃς δὴ στίχος καὶ ἐν Ἰλιάδι κεῖται, τάων ἥν κʼ ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω. αἰεὶ δʼ ἡμῖν μεταδαίσεται, ἤγουν συνειλαπινάσει· ὅ περ σαφέστερον φράζων φησίν· οὐδέ τινʼ ἄλλον πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα. ὃ καὶ αὐτὸ προσφυὲς ἔπαθλον τῷ περὶ δαιτὸς μαχομένῳ. ὡς οὖν ἤρεσκεν ὁ μῦθος τοῖς μνηστῆρσι, τότε δὴ δολοφρονέων μετέφη Ὀδυσσεύς· ὦ φίλοι, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι ἄνδρα γέροντα, ὡς προεγράφη, ἀλλά με γαστὴρ ὀτρύνει κακοεργὸς ἵνα πληγῇσι δαμείω. ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον, μή τις ἐπʼ Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ παχείῃ πλήξῃ ἀτασθάλλων, τούτῳ δέ με ἶφι δαμάσσῃ. καὶ οἱ μνηστῆρες ἀπώμνυον ὡς ἐκέλευε, μὴ συνιέντες ὡς κατὰ δόλον λαλεῖ παίζων καὶ οὐ σπουδάζων. Τηλέμαχος δὲ μετὰ τὸν ὅρκον ἀξιωματικῶς λαλεῖ τὰ ἑξῆς, εὐθὺς δηλωθησόμενα. Ἰστέον δὲ ὅτι τὸ, γαστέρες αἵδʼ αἰγῶν κέατʼ ἐν πυρὶ καὶ ἑξῆς, ὁ Θρᾷξ Δημοσθένης οὕτω παραφράζει· αἰγῶν ἤνυστρα ταυτὶ ἐπὶ τὸ δεῖπνον ἀπέκειτο ἡμῖν. τούτων ἓν, εἰ δοκεῖ, τῷ νικήσαντι ἆθλον ἀποφαίνωμεν. Τί δὲ τὸ ἤνυστρον, δηλοῦσι κάλλιον οἱ τὰ ζωϊκὰ ἠκριβωκότες· οἳ τῇ γαστρὶ καθὰ ἤνυστρον, οὕτω καὶ ἐχῖνον συγκληροῦσι. καὶ τοῦτο μὲν τοιοῦτον. ἃ δὲ ὁ Τηλέμαχος ἔφη, ἔχει οὕτω· ξεῖνε, εἰ σε ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ τοῦτον ἀλέξασθαι ἤγουν ἀποσοβῆσαι, τῶν δʼ ἄλλων μή τινʼ Ἀχαιῶν δείδιθι· ἐπεὶ πλεόνεσσι μαχήσσεται, ὅς κέ σε θείνῃ, ἤγουν ὃς ἄν σε τύπτῃ. ἐπεὶ δὲ σφοδρὸς ὁ λόγος, λεαίνει τὸ τραχὺ τούτου δεξιῶς ὁ νεανίας ῥήτωρ κατʼ οἰκονομίαν ἐπαγαγὼν κολακικώτερον τὸ, ξεινοδόκος μὲν ἐγὼν, ἐπὶ δʼ αἰνεῖτον βασιλῆες, Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω. καὶ αὐτὸς μὲν οὕτως, οἱ δὲ πάντες ἐπῄνεον, ὡς τῶν ἀρίστων τῷ ἐπαίνῳ θελχθέντων, οἷς εἰκὸς τοὺς λοιποὺς ἐπακολουθεῖν. Καὶ ὅρα τὴν ἐν καιρῷ ὑπόπτωσιν τοῦ βασιλικοῦ παιδὸς, ἐφʼ οἷς ἐζημιοῦτο οὐδὲν οἷα κερδαλέα φρονῶν. οὐκέτι γὰρ βασιλέα, ἢ γοῦν ἀλλὰ οἴκου ἄνακτας ἑαυτὸν λέγει, ἀλλὰ βασιλεῖς μὲν τὸν Ἀντίνοον καὶ τὸν Εὐρύμαχον ὀνομάζει, αὐτὸς δὲ ξεινοδόκος εἶναι τοῦ πτωχοῦ λέγει, ἀφθόνητον ἐπιλεξάμενος ὄνομα. Πανθυμαδὸν δὲ ὀκριᾶσθαι λέγει τὸ ὡς εἰκὸς ὁλοψύχως τραχύνεσθαι. περὶ δὲ τοῦ τοιούτου ῥήματος ἐν ἄλλοις δηλοῦται. ἀφʼ οὗ καὶ λίθος ὀκριόεις ὁ τραχύς. Τὸ δὲ τοῖσι ξυνέηκε, δηλοῖ, ὡς καὶ ἀλλαχοῦ φαίνεται, μὴ γενικῇ καὶ αἰτιατικῇ πτώσει ἀεὶ συντάσσεσθαι τὸ ξυνιέναι. Ὅρα δὲ καὶ ὅτι χρηστολογεῖ κατὰ ἔθος οἰκεῖον ὁ ποιητὴς τὸν κάκιστον Ἀντίνοον ἐν τῷ, ἱερὸν μένος Ἀντινόοιο, ὡς καὶ μετʼ ὀλίγα ἱερὴ ἲς Τηλεμάχοιο φησίν. εἰ γὰρ καὶ κακὸς ὁ Ἀντίνοος, ἀλλʼ εἶχε τινὰ ἐφʼ οἷς ἐχρῆν αὐτὸν ἐπαινεῖσθαι. Τὸ δὲ ἐκγελάσας ἀντὶ τοῦ λίαν γελάσας, κατʼ ἐπίτασιν συνήθη τῆς εξ προθέσεως· ἢ οὐ μόνον κατὰ νοῦν γελάσας, ἀλλὰ καὶ ἐκφῄνας τὸν γέλων. καὶ ἔστι τοῦτο ἑτεροῖον τοῦ παρʼ Ἡσιόδῳ ἐκγελάσαι τὸν Δία. τὸ μέντοι, γέλω ἔκθανον, μετʼ ὀλίγα ὑπερβολὴν δηλοῖ γέλωτος· ἠρεμαιότερον δὲ τὸ, ἴσαν εἴσω ἡδὺ γελόωντες· ὑφειμένον δὲ πάντῃ τὸ, ἀνΐηξαν γελόωντες. Δῆλον δὲ ὅτι οὐχʼ ἧττον ἤ περ οἱ Τιρύνθιοι φιλογέλωτες καὶ οἱ μνηστῆρες εἰσὶν ἐν οὐ δέοντι. οὔτε γὰρ σῖνος ἔχουσί τι σωματικὸν οὔτε Ὀδυσσεὺς οὔτε ὁ Ἶρος, οὐδὲ ὅ περ αὐτοῖς γίνεται, γελοιασμὸν ἔχει. ξενίζει γὰρ οὐδὲν, ἄνδρας ἐπαίτας ἐρίζειν περὶ δαιτὸς, εἴ γε καὶ πτωχὸς πτωχῷ φθονέει. καὶ νῦν μὲν ἰδίαις γνάθοις γελῶσιν, ἐν τοῖς ἑξῆς δὲ ἀλλοτρίαις, ὡς ἐκεῖ φανήσεται. καὶ πείσονται τὰ καὶ δακρύων μὲν καὶ γέλωτος δὲ ἄξια. μνηστέον δʼ ἐνταῦθα τοῦ μεμψαμένου ἄκαιρον γέλωτα τὸν ἐπʼ ἀνθρώποις οἵ περ οὐκ ἂν γελῷντο. Ἀνάχαρσις δὲ ἦν ἐκεῖνος· ὃς ἐν συμποσίῳ, γελωτοποιῶν μέν, φασιν, εἰσαχθέντων, ἀγέλαστος διέμεινε, πιθήκου δὲ ἐπεισαχθέντος ἐγέλασεν, εἰπὼν ὅτι οὗτος μὲν φύσει γελοῖος ἐστὶν, ὁ δʼ ἄνθρωπος ἐπιτηδεύεται. καθὰ δήπου καὶ ὁ Ὀδυσσεὺς ἐνταῦθα γελωτοποιὸς μὲν μὴ ὢν, τοῖς δὲ ἀκολάστοις μνηστῆρσι κινήσας γέλωτα, ὁποῖον οὐ μόνον Ἀνάχαρσις ἐμίσησεν, ἀλλὰ καὶ ὁ καλὸς Εὐριπίδης ἐν τῷ, οἳ γέλωτος εἵνεκα ἀσκοῦσι χάριτας κερτόμους εὐπρεπεῖς ὄντες ἐν γέλωτι. καὶ τοίνυν ἐναριθμητέον ταῖς τοῦ πολυμηχάνου Ὀδυσσέως ἐπινοίαις καὶ τὴν σκευωρίαν ἣν ἐτεχνάσατο σκηνικῶς καὶ νῦν καὶ ἐν τοῖς ἑξῆς ἐπὶ εὐτελείᾳ καὶ τῷ ἐντεῦθεν γέλωτι, καθὰ καὶ ὅτε τὴν Τροίαν εἰσέδυ τὸ Παλλάδιον ὑφαιρησόμενος. καὶ τοιαῦτα μὲν ταῦτα. Τὸ δὲ, οἵην τερπωλὴν θεὸς ἤγαγεν εἰς τόδε δῶμα, οἰκεῖον λέγεσθαι, ὅτε τί ποθεν ἀστεῖον ἀναφανείη, ὁποῖόν τι καὶ νῦν, ὡς καὶ ὁ ποιητὴς ἐπισημαίνεται, τὸ γελοιαστικὸν τοῦ Ἴρου καὶ τοῦ ξείνου ἐπεισόδιον. καθάπαξ γὰρ εἰπεῖν, ὁ διὰ πάσης τῆς Ἰλιάδος σκυθρωπὸς ποιητὴς καὶ ὡς οἷον ἄγριος μυρίας ἱλαρότητας ἐν Ὀδυσσείᾳ σοφίζεται οὐ μόνον ἐν ἐκφράσεσι καὶ ξενικαῖς διηγήσεσι καὶ ἀνδρῶν τρυφώντων ἐκθέσει καὶ ἀοιδῶν αἷς οἱ τοιοῦτοι χαίρουσιν ἀλλὰ καὶ ἐν τῷ σκώπτειν καὶ παίζειν, ὃ καὶ ἐνταῦθα ποιεῖ μετὰ καὶ ποιητικῆς χάριτος. τί γὰρ δεῖ εἰπεῖν καὶ τὰ λοιπὰ οἷς ὅσα καὶ παῖδας ἡδέως τιτθεύει τοὺς ἁπαλωτέρους καὶ ἁπλουστέρους ἀκροατὰς, οὐ μόνον ἐν τοῖς κατὰ τοὺς Φαίακας καὶ τὴν νεκυίαν, ἀλλὰ καὶ τοῖς πρὸς Εὔμαιον λαμπρῶς ἐψευσμένοις, καὶ τοῖς πρὸς Πηνελόπην καὶ Ἀθηνᾶν αὐτήν· οἷς ἐναβρύνων τὸν ῥήτορα Ὀδυσσέα ὁ ποιητὴς ἔφη τὸ, ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα. Τὸ δὲ ξυνελάσομεν, ἐκ μεταφορᾶς ἔοικε ῥηθῆναι ζῴων, ἃ κατʼ ἀλλήλων ὡς εἰς μάχην ἐρεθίζουσί τινες ἢ πληγαῖς ἢ ὠθισμοῖς. ἐπὶ τοιούτων γὰρ κυριολεκτεῖται τὸ ἐλάσαι. Τὰς δὲ γαστέρας φύσκας τινὲς τῶν παλαιῶν ἡρμήνευσαν. ἁπλοϊκὸν δὲ καὶ ἀγροτικὸν τὸ εἰς δόρπον τοιαύτας φυλάσσειν κνίσης πεπλησμένας καὶ αἵματος. Πόθεν δὲ ἡ κνῖσα, καὶ ὡς προπερισπᾶται κατὰ Ἡρῳδιανὸν, οὐ προπολλοῦ εἴρηται. Τὸ δὲ κέαται ἤτοι κεῖνται δῆλον ὡς Ἰωνικόν ἐστι, καθὰ σὺν ἄλλοις καὶ τὸ δεδέαται παρʼ Ἡροδότῳ ἀντὶ τοῦ δέδενται. Τὸ δὲ νικήσει καὶ τὸ κρείσσων τε γένηται, ἐκ παραλλήλου ταυτὸ νοοῦσι, κείμενα καὶ ἐν τοῖς ἑξῆς· ὥς τε καὶ ἐν Ἰλιάδι τὸ, κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ, ἀντὶ τοῦ νικητὴς ἐκείνου γένηται. Ἐν δὲ τῷ, ἀλλά με γαστὴρ ὀτρύνει κακοεργὸς, ἀμφίβολον ποίαν λέγει γαστέρα, εἴτε τὴν ἑαυτοῦ, διʼ ἣν πάσχειν εἶπε καὶ πρὸ μικροῦ, εἴτε τὴν ὀπτωμένην καὶ κειμένην ὡς ἐῤῥέθη πρὸς ἔπαθλον. εἰ δὲ ἴσως τὴν οἰκείαν λέγει, πρῶτα μὲν σημείωσαι τὸ κακοεργὸς, εἰς ὃ χρησιμεύει Ἀλέξιδος τὸ, εἴ τις ἀφέλῃ τοῦτʼ ἀφʼ ἡμῶν τὸ μέρος ἀπὸ τοῦ σώματος ἤγουν τὴν γαστέρα, οὐδʼ ἂν ἀδικοῖτʼ οὐδὲν οὐδεὶς οὔθʼ ὑβρίζοιτʼ ἂν ἑκών. νῦν δὲ διὰ ταύτην ἅπαντα γίνονται τὰ δυσχερῆ. εἶτα θετέον καὶ παρατήρησιν παλαιὰν σκώπτουσαν ῥητορικώτερον τὸν Ὀδυσσέα ἐπὶ λαιμαργίᾳ, λέγουσαν, ὅτι ἐν πολλοῖς Ὅμηρος λαίμαργον αὐτὸν παραδίδωσιν, ὡς καὶ ἐνταῦθα φαίνεται, καὶ ἐν τῷ, ἀλλʼ ἐμὲ μὲν δορπῆσαι ἐάσατε. ὑπερβάλλει δέ, φασι, τῇ λαιμαργίᾳ, καὶ ἔνθα οὐκ ἐν δέοντι γνωμολογεῖ περὶ γαστρὸς, ὃν ἐχρῆν εἰ καὶ ἐλίμωττε διακαρτερεῖν, ἢ ἀλλὰ μετριάζειν τὰ περὶ τροφήν. λέγουσι δὲ καὶ ὅτι ἐν τῷ, πένθος μὲν ἔχω ἐνὶ φρεσὶν, ἡ δὲ γαστὴρ τάδε ποιεῖ, τοιαῦτα Ὀδυσσεὺς ἐλάλησεν, οἷα οὐδʼ ἂν ὁ Σαρδανάπαλος εἰπεῖν ἐτόλμησε, γέρων τε ὤν, φασιν, ἤσθιεν ἁρπαλέως κρέατʼ ἄσπετα καὶ μέθυ ἡδὺ, ὡς προείρηται. Τὸ δὲ κακοεργὸν τῆς γαστρὸς καὶ τὰς διʼ αὐτὴν ἔστιν ὅτε πληγὰς δηλοῖ μὲν καὶ ὁ παρὰ Πέρσαις καλούμενος βασιλέως φίλος, ὃς, καθὰ εἰς πλάτος ἑτέρωθι κεῖται, χαμαὶ καθήμενος καὶ κυνιστὶ σιτούμενος τὸ παρατεθὲν ἔπασχε πάνυ κακῶς· οὐχήκιστα δὲ καὶ ἡ τοῦ Χαλκιδέως Εὐφορίωνος ἱστορία, ὅς φησι παρὰ Ῥωμαίοις προτίθεσθαι πέντε μνᾶς τοῖς ὑπομένειν βουλομένοις τὴν κεφαλὴν ἀποκοπῆναι πελέκει· καὶ εὑρίσκεσθαι τοὺς ὑπομένοντας τὸ κακόν· πλὴν τἀληθὲς εἰπεῖν, καὶ διὰ γαστέρα, εὐγενῶς δέ πως, καθὰ ἐκείνοις νενόμιστο, καὶ ὥς περ ἂν εἴ τινες θανάτῳ ἐκδιδοῖεν ἀνδρείως ἑαυτοὺς ἐν πολέμοις, ὅπως κατὰ τὴν ἐν Ἰλιάδι ἔννοιαν γυναῖκες καὶ παῖδες καὶ κλῆρος αὐτοῖς ὕστερον περισώζωνται. οὕτω γὰρ καὶ ἐκεῖνοι ἔφερον ἕκαστος ἀφαιρεῖσθαι τῆς κεφαλῆς, ὥς τε τοὺς κληρονόμους κομίσασθαι τὸ ἆθλον. φησὶ δὲ ὁ Ἀθήναιοις καὶ πολλάκις ἀπογραφομένους πλείους δικαιολογεῖσθαι, καθʼ ὃ δικαιότατός ἐστιν ἕκαστος αὐτῶν ἀποτυμπανισθῆναι. καὶ ὅρα τὸ ἀποτυμπανισθῆναι, ταυτὸν ὂν τὸ, τὴν κεφαλὴν ἀποκοπῆναι. Καινὸν δʼ οὐδὲν διὰ πέντε μνᾶς τοὺς εἰρημένους ταῦτα πάσχειν, εἴ γέ τινες τῶν ἐκεῖ καὶ ἄλλως εἰκῇ καὶ πρὸς οὐδὲν χρήσιμον ἐξανιστάμενοι τοῦ συμποσίου καὶ εἰς γῆν ὑπτιάζοντες προεκαλοῦντο τὸν σφάξοντα καὶ ἐσφάζοντο πρὸς ἔνδειξιν ἀλογίστου φερεπονίας. Ἰστέον δὲ καὶ ὅτι γαστρὸς ὁ Ὀδυσσεὺς ἡττώμενος, ὡς ἔφη, ὀρθῶς ἂν γάστρις λέγοιτο παρὰ τὸ γαστρίσαι, ὃ δηλοῖ μὲν καὶ τὸ χορτάσαι, σημαίνει δέ, φασι, καὶ τὸ εἰς γαστέρα πλῆξαι. Καὶ ὅτι, ὥς περ ἀπλήστου σκῶμμα ὁ γάστρις, οὕτω καὶ ὁ γαστρίμαργος καὶ ὁ γαστερόπληξ καὶ ὁ παντοφάρυγξ καὶ ὁ τραπεζεὺς καὶ ὁ τραπεζολοιχὸς καὶ ὁ κνισσολοιχὸς καὶ ὁ ἐνθεσίδουλος ἤτοι ψωμόδουλος· ἔνθεσις γάρ, φασιν, ὁ ψωμός· καὶ ὁ τένθης ὡς λίχνος· τένθη γάρ, φασιν, ἡ λιχνεία· καὶ ὁ θυράπαξ· κατὰ δὲ Ἱππώνακτα καὶ ὁ μεσσηγυδορποχέστης, ἤγουν ὃς μεσοῦντος δείπνου πολλάκις ἀποπατεῖ ὡς πάλιν ἐμπίπλασθαι. Τὸ δὲ, ἐπʼ Ἴρῳ ἦρα φέρων, τουτέστι χάριν, ὡς προδεδήλωται, παρηχήσεως οὐκ ἀπέοικεν, ὁποῖαι καὶ ἕτεραι προεδηλώθησαν. Τὸ δὲ, πλεόνεσσι μαχήσεται, κατὰ ποιότητα προσώπων ἐῤῥέθη. ἄλλως γὰρ τοῦ ξεινοδόκου καὶ τῶν δύο βασιλέων, ἐν οἷς δοκεῖ τὸ πᾶν κεῖσθαι, πλείους πολλῷ οἱ λοιποὶ μνηστῆρες. Τὸ δὲ, ἐπὶ δʼ αἰνεῖτον βασιλῆες, ἢ ἀντὶ τοῦ ἐπαινοῦσι καὶ οἱ βασιλεῖς ὁμοίως τῷ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον, ὅ περ εὐθὺς ἐπάγεται, ἢ ἀντὶ τοῦ, ἐπὶ δὲ, ἤγουν σὺν ἐμοὶ, συγκατατίθενται καὶ οἱ βασιλεῖς, ὁ Εὐρύμαχος δηλαδὴ καὶ ὁ Ἀντίνοος· οὓς, ὡς διείληπται, καταδημαγωγεῖ εὐμεθόδως ὁ Τηλέμαχος, μειλισσόμενος τὸ ὑβριστικὸν αὐτῶν καὶ ἀτάσθαλον. Ὅτι τὸν τοῦ Ἴρου καὶ τοῦ ξείνου διασκευάζων ἀγῶνα φησί· ζώσατο μὲν ῥάκεσι περὶ μήδεα Ὀδυσσεύς· φαῖνε δὲ μηροὺς καλούς τε μεγάλους τε. φάνεν δέ οἱ εὐρέες ὦμοι, στήθεά τε στιβαροί τε βραχίονες· ταῦτα δὴ, ἐξ ὧν καὶ ὁ Φαίαξ Λαοδάμας ἐχαρακτήριζεν ἀγαθὸν ἀθλητήν. ἔοικε γὰρ τὰ περὶ πρόσωπον ἠλλοιῶσθαι μόνα, ἐξ οὗ καὶ ἦν αὐτὸν γνωρίζεσθαι. τὰ δʼ ἄλλα οὐ μόνον ὡς εἶχε φύσεως ἐκφαίνεται, ἀλλὰ καὶ εἰς κάλλιον μεταπλάττεται. φησὶ γάρ· αὐτὰρ Ἀθήνη ἄγχι παρισταμένη μέλεα ἤλδανε ποιμένι λαῶν. φρόνησις δὲ καὶ ἡ τοιαύτη Ἀθήνη· καθʼ ἣν κρίνας ὁ Ὀδυσσεὺς μὴ δεῖν εἶναι δειλιᾶν καὶ ὑποτρέμειν, ἑαυτοῦ ἐστὶ, καὶ θαῤῥεῖ τὸν ἀγῶνα, ὡς εἰ καὶ λέων ἀνδρεῖος μὲν ὢν καὶ ἄλλως, ἀνδρειότερος δὲ ἀπεκβὰς ἐν τῷ ἐρεθίζεσθαι. διὸ καὶ οἱ μνηστῆρες ὑπερφιάλως, ὡς καὶ προεῤῥέθη, ἀγασσάμενοι εἶπον κατὰ λόγον ἠθοποιΐας· ἦ τάχα Ἶρος ἄϊρος ἐπίσπαστον κακὸν ἕξει, οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει. ὃ δὴ ἁρμόζοι ἂν ἀνδρὶ ἀφανεῖ μὲν τὰ ἔξω, ἄλλως δὲ πρακτικῷ. Ζητήσεως δὲ ἄξιον ἐν τῇ τῶν μηρῶν γυμνώσει, πῶς οὐκ ἐξεκαλύφθη καὶ ἡ οὐλὴ, τὸ τοῦ Ὀδυσσέως, ὡς μετὰ ταῦτα φανεῖται, μέγα παράσημον. Ἰστέον δὲ καὶ ὅτι τὸ, ζώσατο ῥάκεσιν, ἐμφαίνει μὴ ζώνῃ χρᾶσθαι τοὺς πυγμάχους καὶ οὕτως ἀναστέλλειν τὸ ἱμάτιον, ἀλλʼ ἀποδυσαμένους, εἶτα ἱματίῳ ζώνυσθαι, ὡς ἐνταῦθα Ὀδυσσεὺς ἐζώσατο ῥάκεσιν· ὧν γυμνωθεὶς μήδεα μὲν καλύπτει, φαίνει δὲ μηροὺς καὶ ὤμους καὶ στήθεα καὶ βραχίονας· ὃ τὴν ῥηθεῖσαν γύμνωσιν φράζει. Ἀλδαίνειν δὲ τὸ αὔξειν, παρὰ τὸ ἅλλεσθαι, ἢ παρὰ τὸ ἀλθαίνειν, διὰ τὸ προδηλωθὲν συγγενὲς τοῦ θ καὶ δ. πρωτότυπον δὲ τοῦ ἀλδαίνειν τὸ ἀλδῶ, ἀλδήσω, ἐξ οὗ καὶ τὸ ἀλδήσκω, καὶ ποταμός που ἄλδησκος θρεμμάτων θεραπευτικός. Τὸ δὲ, Ἶρος ἄϊρος, ταυτὸν τῷ, Ἶρος κακόϊρος, καθʼ ὁμοιότητα τοῦ, κακοΐλιον οὐκ ὀνομαστὴν, καὶ τοῦ, ὕπνος ἄϋπνος παρὰ Σοφοκλεῖ, καὶ τῶν ὁμοίων. ἢ καὶ ἄλλως, ἄϊρος ὁ μηκέτι ἐσόμενος Ἶρος, ἀλλὰ τεθνηξόμενος. Ἐπίσπαστον δὲ κακὸν τὸ αὐθαίρετον, καὶ ὅ τις καθʼ ἑαυτοῦ ἐπισπᾶται, καθʼ ὁμοιότητα, ὥς φασι, ζῴων δελεαζομένων καὶ ἐπισπωμένων ἑαυτοῖς ὄλεθρον· ὃς δὴ καὶ οὐ μόνον κατὰ δέλεαρ γίνεται, ἀλλά ποτε καὶ διὰ θυμόν. οὕτω γὰρ καὶ σῦς καὶ ἄρκτος πίπτει καὶ λέων καὶ πάρδαλις, ἐξὸν ὂν διεκφυγεῖν τὸ κακὸν, εἰ μὴ ἐπεσπῶντο αὐτό. Ἐπιγουνὶς δὲ τί ἐστι, προείρηται. Ὅτι Ὀδυσσέα μὲν ἤλδανεν, ὡς εἴρηται, σωμασκήσασα ἡ Ἀθηνᾶ, οἷα θαῤῥοῦντα, Ἶρος δὲ ἀνάπαλιν πάσχει, ταραχθεὶς τὴν ψυχὴν εἰς τοσοῦτον, ὥς τε καὶ τρέμειν. θρασύδειλος γὰρ ἐν τοῖς μάλιστα φαίνεται ὁ ἀνήρ. φησὶ γοῦν ὁ ποιητὴς οὕτως· Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός. ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ, τουτέστιν ἐν βίᾳ, δειδιότα. ὃ ἑρμηνεύων ἐπάγει· σάρκες δὲ περιτρομέοντο μέλεσσιν. ἐξεδειμάτωσε δὲ αὐτὸν ἄλλως ἡ τοῦ Ἀντινόου ἐνιπὴ, εἰπόντος· νῦν μὲν μήτʼ εἴης βουγάϊε μήτε γένοιο, εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς, ἄνδρα γέροντα, ὡς καὶ ὁ ξένος ἔφη, δύῃ ἀρημένον παροξυτόνως δίκην παρακειμένου, ἢ προπαροξυτόνως, ἀρήμενον, ὡς τὸ ἀκαχήμενον. εἶτα ἐπιφέρων τὸ φοβερὸν φησίν· ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται, αἴ κέν σε οὗτος νικήσῃ κρείσσων τε γένηται, ὡς καὶ προεγράφη, πέμψω σʼ ἤπειρόνδε βαλὼν ἐν νηῒ μελαίνῃ, εἰς Ἔχετον βασιλῆα βροτῶν δηλήμονα πάντων, ὃς ἂν ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ. μήδεά τʼ ἐξερύσας δῴη κυσὶν ὠμὰ δάσασθαι. ὅτι δὲ ταῦτα εἰς πλέον ἐξεθρόησε τὸν Ἶρον, δηλοῖ τὸ ἐφεξῆς· τῷ δʼ ἔτι μᾶλλον ὑπότρομος ἔλλαβε γυῖα· καὶ τὸ μὲν τρέμειν οὐκ ἀφίει τὸν Ἶρον θαῤῥεῖν. οἱ δὲ ὅμως ἐς μέσον ἄναγον, κατʼ ἀνάγκην δηλαδὴ καὶ τοῦτο. Καὶ σημείωσαι ὅτι, καθάπερ τὸν ξεῖνον Ὀδυσσέα οἱ ἀγαθοὶ ἐθάῤῥυναν λόγοι, οὕτω τὸν Ἶρον κατέβαλον αἱ ἀπειλαὶ καὶ προσκατειργάσαντο. Ἰστέον δὲ καὶ ὅτι τὸ, κακῶς ὠρίνετο θυμὸς, πρὸς διαστολὴν εἴρηται τοῦ ἄλλως ὀρίνεσθαι. ὀρίνεται γάρ τίς ποτε καὶ καλῶς κατὰ τὸν εἰς πόλεμον ὀρινόμενον καὶ θαρσαλέως μαχόμενον. Τὸ δὲ δειδιότα προτάξας τοῦ περιτρομέεσθαι, μετʼ ὀλίγα ἑτέρως ποιεῖ ἐν τῷ, περιτρομέεις καὶ δείδιας αἰνῶς, ἅ περ τὸν αὐτὸν ἔχει νοῦν. ἔστι γὰρ ταυτὸν τρέμειν καὶ δεδιέναι αἰνῶς. Περὶ δὲ βουγαΐου ἀκριβέστατα ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγραπται. ἔχει δέ τι ὅμως ὁ ἐκεῖ λόγος, μὴ καὶ τῷ Ἴρῳ ἁρμόζον, οἷον τὸ, ἐπὶ βοῒ τουτέστιν ἀσπίδι, γαίειν, ὅ ἐστι γαυριᾶν. τοῦτο γὰρ Αἴαντι μὲν οἰκεῖον, οὐκέτι δὲ καὶ τῷ Ἴρῳ. τὰ δʼ ἄλλα εὖ ἔχει καὶ ἐπὶ τούτου, οἷον τὸ γῆς βάρος διὰ τὸ πολὺ τῶν σαρκῶν, καὶ τὸ βοῶν ἔργα ποιῶν καὶ τὰ λοιπά. Τὸ δὲ, μήτε εἴης μήτε γένοιο, ἢ ἀντὶ τοῦ μήτε νῦν εἴης μήτε ἐγένου. ἔθος γὰρ τοῖς θυμουμένοις μέμφεσθαι καὶ τὸ ἤδη γεγονὸς καὶ ἐπαρᾶσθαι μὴ ἂν γενέσθαι, εἰ καὶ ἀδύνατος ἡ ἀρά· ἢ μήτε εἴης ἄρτι ἀλλὰ τεθναίης, μήτε μὴν πάλιν ὕστερον γένοιο· ἵνα καὶ Πυθαγόρας ἐξ Ὁμήρου λαβὼν δοξάζοι τοὺς ψυχικοὺς ὕστερον μεταγγισμοὺς, οἳ διὰ τὸ, ὡς ἐῤῥέθη, πάλιν γίνεσθαι κατὰ τὸν Πυθαγόρειον λῆρον καὶ παλιγγενεσίαι λέγονται. ὅθεν βλαβεὶς ὁ φυσικὸς Ἐμπεδοκλῆς καὶ τὸ αὐτὸ συνδοξάσας καταψεύδεται ἑαυτοῦ τὸ, ἤδη πότʼ ἐγὼ γενόμην κούρη τε κόρος τε θάμνος τʼ οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπνοος ἰχθύς. ὁ δὲ παραφράσας Δημοσθένης ταῦτά τε καὶ τὸν βουγάϊον ἑρμηνεύων φησί· μήτε εἴης ἔτι μήτε ὀνομάζοιο, βόσκημα ἀναίσθητον. Τὸ δὲ καὶ τετελεσμένον ἔσται, δηλοῖ μὴ ὡς καὶ ἐν ἀπειλῇ τὸν Ἀντίνοον εἰπεῖν ἅ περ εἶπεν, ἀλλʼ ἐπʼ ἀληθείᾳ. διὸ καὶ προϊόντες μετὰ τὴν ἧτταν φασὶν, ὃ ποιῆσαι οὐκ ἴσχυσαν, ὡς προθανόντες αὐτοὶ, ἤγουν τὸ, τάχα γάρ μιν ἀνάξομεν Ἤπειρόνδε εἰς Ἔχετον. λέγει δὲ καὶ νῦν Ἤπειρον χώραν ἰδίως οὕτω καλουμένην, ἀντιπέραν κειμένην Ἰθάκης, μεγάλην. ἀφʼ ἧς καὶ Πύῤῥος Ἠπειρώτης ὕστερον, ἄρξας τῶν ἐκεῖ. ἧς μέρος παράλιον καὶ τὸ ἐν τοῖς ἑξῆς δηλωθησόμενον Νήρικον, ὅ πέρ ἐστιν ἡ νῦν Λευκάς. Τὸ δὲ, βαλὼν ἐν νηῒ, ἀντὶ τοῦ ῥίψας ἢ θέμενος. Ἔχετος δέ, φασι, βασιλεὺς ἦν τῆς ῥηθείσης Ἠπείρου, υἱὸς Εὐχήνορος καὶ Φλογέας, ὠμὸς καὶ ἀπάνθρωπος. ὃς καὶ τὴν θυγατέρα Μετώπην ἢ καὶ Ἄμφισσαν ὑπό τινος Αἰχμοδίκου φθαρεῖσαν πηρώσας ἠνάγκασεν ἀλήθειν κριθὰς σιδηρᾶς ποιηθείσας κελεύσει αὐτοῦ, εἰπὼν, τηνικαῦτα τὰς ὄψεις ἀπολήψεσθαι, ὅτε τὰς τοιαύτας κριθὰς εἰς ἄλφιτον λεπτυνεῖ. καὶ τὴν μὲν θυγατέρα οὕτω μετῆλθε. τὸν δὲ Αἰχμόδικον ὡς ἐπὶ ἑστίασιν καλέσας ἠκρωτηρίασεν, ἀποκόψας καὶ τὰ αἰδοῖα. τέλος μέντοι ὑπερμανεὶς καὶ τῶν ἰδίων ἐμφορηθεὶς σαρκῶν ἀπέσβη, φασίν. ὃ καὶ Λύσανδρος ἔπαθεν ἐν τοῖς ὕστερον ὁ ἀποτόμως καταχορδεύσας ἑαυτόν. τινὲς δέ φασιν, Ἔχετον ἐπʼ αὐτοῦ γενέσθαι τοῦ ποιητοῦ, καί τι πεπλημμεληκότα εἰς αὐτὸν τοιοῦτον ἱστορηθῆναι, ὡσανεὶ παλαιόν τινα ὄντα ἄδικον. ὃ καὶ ἐπὶ Θερσίτῃ ποιῆσαι λέγεται, κακῶς ἐπιτροπεύσαντι τῶν αὐτοῦ. ὧν περ ἀνάπαλιν πεποίηκεν ἐπὶ Τυχίου καὶ Φημίου καὶ Μέντου καὶ Μέντορος. αὐτῶν γὰρ εὖ πεποιηκότων αὐτὸν ἐπʼ ἀγαθοῖς μέμνηται, εἰς παλαιότητα χρόνου ἡρωϊκοῦ ἀνάγων αὐτούς. Ὅρα δὲ καὶ ὅτι τὸν Ἔχετον δέον τύραννον εἰπεῖν, ὁ δὲ βασιλέα εἶπεν. ἠγνοεῖτο γὰρ ἐπὶ Ὁμήρου ἡ τύραννος λέξις, ἣ καὶ ὕστερον εὑρεθεῖσα ἐπʼ ἀγαθῷ ἐλέγετο. τοῖς γὰρ ἐννόμοις βασιλεῦσι κλῆσις ἦν καὶ αὕτη, ὡς δηλοῖ πρὸς μυρίοις ἄλλοις καὶ ὁ παρὰ Σοφοκλεῖ Οἰδίπους τύραννος. ἡ μέντοι μεταγενεστέρα χρῆσις διορίσασα τοῖς ἀγαθοῖς μὲν βασιλεῦσιν ἀπεκλήρωσε τὸ πρεσβεῖον τῆς παλαιᾶς λέξεως τὸ βασιλεὺς, καθὰ καὶ μάλιστα τὸ ἄναξ, τὸ δέ γε τυραννεῖν ἀποτάξασα τοῖς μὴ κατὰ νόμον ἄρχουσιν ἀπέῤῥιψε. Σημείωσαι οὖν, ὅτι οὐκ ἠξίωσεν ἄνακτα τὸν Ἔχετον εἰπεῖν, ἀλλʼ ἁπλῶς βασιλέα, ὅ ἐστιν ἄρχοντα. ὁ γὰρ ἄναξ θεία λέξις, ἀπὸ τοῦ ἀνακῶς ἔχειν τῶν ὑπηκόων γινομένη, ὅ ἐστιν ἐπιμελῶς, ὡς προδεδήλωται. Ἐν δὲ τῷ, βροτῶν δηλήμονα πάντων, ὑπερβολικῶς πάλιν κεῖται τὸ πάντων, ὡς καὶ ἐπʼ ἄλλων ἐφάνη. δηλοῖ δὲ κἀνταῦθα ἡ λέξις μόνους τοὺς περιπίπτοντας ταῖς τοῦ Ἐχέτου χερσί. Τὸ δὲ, ῥῖνα ταμεῖν καὶ οὔατα, τὸν ἀκρωτηριασμὸν δηλοῦσιν. ἁπλοῦν δὲ τοῦ ῥινοτομεῖν ἐστὶ τὸ ῥῖνα τέμνειν. Τὸ δὲ, μήδεα ἐξερύσας, ἐπωδύνως ἔχει μᾶλλον, ἤ περ τὸ ταμεῖν αὐτά. Τὸ δὲ, ὠμὰ δάσασθαι, τὸν σπαραγμὸν δηλοῖ τῶν κυνῶν. δάσασθαι δὲ εἶπεν, ἐπεὶ τὸ μέτρον οὐκ ἐπιδέχεται εἰπεῖν δαίσασθαι. δῆλον δὲ, ὡς ἀπὸ τοιούτου δάσασθαι καὶ ὁ δασμός. Ἐν δὲ τῷ, ἐς μέσον ἄναγον, περιττὴ ἡ πρόθεσις. Ἰώνων δέ, φασιν, ἡ λέξις, κειμένη καὶ μετʼ ὀλίγα ἐν τῷ, τάχα γάρ μιν ἀνάξομεν Ἤπειρόνδε. Τοιοῦτον καὶ ἐν Ἰλιάδι τὸ, εἰς ἑλίκην τε καὶ αἰγὰς δῶρʼ ἀνάγουσιν. Ὅτι ἀνασχεῖν καὶ ἐνταῦθα χεῖρας τὸ ἀνατεῖναι· φησὶ γοῦν, τὼ δʼ ἀμφὼ χεῖρας ἀνέσχον. ἦν δὲ τὸ αὐτὸ καὶ παθητικῶς εἰπεῖν, ἀνέσχοντο, ὡς δηλοῖ τὸ, δὴ τότʼ ἀνασχόμενοι, μετʼ ὀλίγα ῥηθέν. Ὅτι ἴσχυε μὲν Ὀδυσσεὺς ἐπιθανάτιον πληγὴν τοῦ Ἴρου κατενεγκεῖν, ἐπέσχε δὲ διʼ οἰκονομίαν. φησὶ γοῦν ὁ ποιητὴς, οὕτω δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς, ἢ ἐλάσει, τουτέστι πλήξει, ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα, ἠέ μιν ἧκα ἐλάσειε τανύσειέν τʼ ἐπὶ γαίῃ. ὧδε δέ οἱ φρονέοντι δοάσατο, ἤγουν, ὡς πολλαχοῦ ἐῤῥέθη, ἔδοξε κέρδιον εἶναι ἦκα ἐλάσαι, ἵνα μή μιν ἐπιφρασαίατο Ἀχαιοὶ, τεκμηράμενοι δηλαδὴ τὸν ἄνδρα ἐκ τῆς οὕτω βριαρᾶς ἐλάσεως. δὴ τότε ἀνασχομένω, ἤγουν ἀνατείναντες τὰς χεῖρας, ὁ μὲν ἤλασε δεξιὸν ὦμον Ἶρος, ὁ δʼ αὐχένʼ ἐλάσας ὑπʼ οὔατος· ὀστέα δʼ εἴσω ἔθλασεν. αὐτίκα δʼ ἦλθε κατὰ στόμα φοίνιον αἷμα, κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακὼν, ἤγουν εἰς μῆκος, ὡς προδεδήλωται, πεσών· ἢ ποιόν τι ἠχήσας, ὡς καὶ αὐτὸ προέγνωσται. σὺν δʼ ἤλασεν ὀδόντας, λακτίζων ποσὶ γαῖαν. μνηστῆρες δὲ χεῖρας ἀνασχόμενοι, κατὰ σχῆμα ἐκπλήξεως σύνηθες, γέλω ἔκθανον, ὡς οἷα λειποθυμήσαντες ἐκ τοῦ γελᾶν, ὃ καὶ μέχρι νῦν παροιμιακῶς ἐπὶ μεγάλου καὶ ἀθρόου γέλωτος ἐκράτησε λέγεσθαι. Ὀδυσσεὺς δὲ εἷλκε διʼ ἐκ προθύροιο λαβὼν ποδός. τοῦτʼ ἐκεῖνο, ὅ περ εἰς αὐτὸν φθάσας ὁ Ἶρος ἠπείλησε. καὶ ἦν ὁ ἑλκυσμὸς, ὄφρʼ ἵκετʼ αὐλὴν αἰθούσης τε θύρας, ἔνθα ποτὶ ἕρκιον αὐλῆς ἐκάθισεν ἐκεῖνον ἀνακλίνας. σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ, ῥόπαλον δή τι, ὡς εἰκὸς, καὶ ἔφη σκώπτων· ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τʼ ἀπερύκων, ὡς οἷα δηλαδὴ πυλωρός. ἀνταποδιδοὺς τοῦτο σκῶμμα τῷ Ἴρῳ, ἀνθʼ οὗ περ ἐκεῖνος τὸν Ὀδυσσέα γρηῒ καμινοῖ ὡμοίωσε. μηδὲ σύ γε, φησὶ, ξείνων καὶ πτωχῶν κοίρανος εἶναι, ἤγουν ἔσο ἢ θέλε εἶναι, λυγρὸς ἐὼν, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ· ὁποῖον δηλαδὴ Ἀντίνοος ἠπειλήσατο. καὶ οὕτω μὲν τετέλεσται τῷ Ὀδυσσεῖ ὁ ἆθλος εὐτυχῶς. Ὅρα δὲ ὅτι τε τοῖς ἀπὸ τοῦ ἐλάσαι ῥήμασιν ἑξάκις ἐχρήσατο κατʼ ἐπιμονὴν ἐνταῦθα διὰ τὸ καίριον. ὧν τὸ, σὺν δʼ ἤλασεν ὀδόντας, ὁ Ἶρος ποιεῖ καθʼ ἑαυτοῦ ὡς σφαδάζων· καὶ ὅτι τὸ ἔθλασε κάλλος ἴδιον ἔχει παρὰ γράμμα ἰσοφωνοῦν πρὸς τὸ ἔλασεν. Ὁμήρου δὲ σιγήσαντος εἴτε ἐξεκρούσθησαν ὀδόντες τοῦ κατὰ τὸν Ἶρον στόματος εἴτε κατεσείσθησαν, οὐκ ἂν εἴη ἀναγκαῖον ζητεῖν τὸ συμβάν. ἐνθυμητέον δὲ ἀστεῖόν τι περὶ ὀδόντων ὀλίγων γραός· εἰς ὅ περ ὁ μὲν Ἀριστοφάνης ἄλλως ἔπαιξεν ἐν τῷ Πλούτῳ διὰ καρύων παιδιᾶς, ἕτερος δέ τις πλέον ἀστεϊσάμενος ἔφη, ῥᾷον εἶναι τῆς δεῖνος τοὺς ὀδόντας ἀριθμῆσαι ἢ τοὺς τῆς χειρὸς δακτύλους. Τὸ δὲ, ἀνασχομένω ὁ μὲν ἤλασεν ὦμον, ὁ δʼ αὐχένα, σύνηθες Ὁμήρῳ σχῆμα. Ἐν δὲ τῷ, γέλω ἔκθανον ἄδηλον, ὡς ἐλέχθη καὶ ἀλλαχοῦ εἴτε κατὰ ἰσοκατάληκτον κλίσιν ἡ δισυλλαβία τῷ γέλω, εἴτε καὶ κατὰ ἀποκοπὴν ἐκ τοῦ γέλωτι, ὅτι οὐδʼ ἂν ἔχοι τῷ ἰῶτα προσγεγραμμένον. ἡ δʼ αὐτὴ ἀδηλία καὶ ἐπὶ τοῦ ἥρω ἀντὶ τοῦ ἥρωϊ, ὡς καὶ ἐν τῇ Ἰλιάδι φαίνεται. Δῆλον δὲ ὡς ἀφελῶς καὶ γλυκέως τὸ ἄγαν γελάσαι γέλω ἐκθανεῖν λέγεται, ἤγουν ἔξω καὶ ὡς εἰπεῖν ἐπιπολαίως θανεῖν καὶ οὐ κατὰ τὸ κυρίως θανεῖν. ὃ διὰ βάθους χωρεῖ. Ἐνταῦθα δὲ σημείωσαι, ὡς τὸ ὑπὸ ἡδονῆς ἐκλύεσθαι θανάτῳ καὶ αὐτὸ ἔοικεν. Ἰστέον δὲ ὅτι οὐ μόνον οἱ μνηστῆρες φιλογέλωτες, ἤδη δέ που καὶ πάντες οἱ συμποσιάζοντες οἱ μὲν μᾶλλον, οἱ δʼ ἧττον, ἀλλά που καὶ κατʼ ἔθνος ὅλον τὸ τοιοῦτον ἐπεφαίνετο. Τιρύνθιοι γοῦν, ὡς καὶ προεδηλώθη, φιλογέλωτες ὄντες καὶ διατοῦτο σκωπτόμενοι, καταφυγόντες ἐπὶ τὸ ἐν Δελφοῖς μαντεῖον ἐφʼ ᾧ ἀπαλλαγῆναι τοῦ πάθους ἤκουσαν, τοῦ θεοῦ ἀνελόντος αὐτοῖς, παύσεσθαι, ἢν θύοντες τῷ Ποσειδῶνι ταῦρον ἀγελαστὶ τοῦτον ἐμβάλωσιν εἰς τὴν θάλασσαν· οἱ δὲ, δεδιότες μὴ διαμάρτωσι τοῦ λογίου, τοὺς παῖδας ἐκώλυσαν παρεῖναι τῇ θυσίᾳ· καὶ ὅμως ἑνὸς παιδὸς συγκαταμιχθέντος καί τι λαλήσαντος ἐν τῷ ἀπελαύνεσθαι αὐτοὶ ἐγέλασαν καὶ ἔμαθον, ὥς φησιν Ἀθήναιος, ἔργῳ, ὡς ἄρα πολυχρόνιον ἦθος ἀμήχανόν ἐστι θεραπευθῆναι. Ἑρκίον δὲ αὐλῆς ὁ τεῖχος, ᾧ ἔστιν ἐπικεῖσθαι καὶ τὸν θριγκόν. γίνεται δὲ ἐκ τοῦ ἕρκος ὁμοίως τῷ τεῖχος τειχίον. Τὸ δὲ ἐνταυθοῖ δοκεῖ Δωρικὸν εἶναι, εἰ καὶ παρʼ Ἀττικοῖς τέτριπται· οὕτω δὲ καὶ τὸ ἐνταῦθα. ἔστι δὲ τοῦ μὲν ἐνταῦθα ὁ Δωρισμὸς ἁπλοῦς· διπλοῦς δὲ ὁ τοῦ ἐνταυθοῖ. καὶ δῆλον ἐντεῦθεν. ἔθος Δωριεῦσιν, ὡς καὶ ἐν τοῖς τοῦ Πινδάρου φαίνεται, συντάσσειν ἔστιν ὅτε τὴν εν πρόθεσιν μετὰ αἰτιατικῆς· ἔτι δὲ καὶ τὸ ἔνδον λέγειν ἐνδοῖ, ὡς καὶ παρὰ Θεοκρίτῳ κεῖται· καὶ τὸ πέδον πεδοῖ ἐπιῤῥηματικῶς ἀντὶ τοῦ εἰς γῆν, οὗ χρῆσις παρʼ Αἰσχύλῳ. τούτων οὖν οὕτως ἐχόντων, εἴη ἂν Δωρικὴ σύνταξις τὸ, ἐνταυθοῖ ἤγουν εἰς τοῦτον τὸν τόπον, καὶ αὖθις τροπῇ Δωρικῇ ληγούσης, τὸ ἐν ταυτοῖ, καὶ τροπῇ συνήθει τοῦ ψιλοῦ εἰς δασὺ, ἐνταυθοῖ. ὁμοίᾳ δὲ συντάξει τῆς εν προθέσεως καὶ ἀντιμεταχωρήσει τοῦ ἀφώνου γίνοιτʼ ἂν καὶ τὸ ἐνταῦθα· ἐξ οὗ ἴσως καὶ τὸ ἐντεῦθεν, κατὰ τὸ, ἔνθα ἔνθεν. σημειοῦνται δὲ οἱ παλαιοὶ, ὡς τὸ μὲν ἐνταυθοῖ τὴν ἐν τόπω σημασίαν δηλοῖ, τὸ δὲ ἐνταῦθα καὶ τὴν ἐν τόπῳ καὶ τὴν εἰς τόπον. Σοφοκλῆς Ἠλέκτρᾳ· ἐνταῦθα πέμψειν ἔνθα μή ποθʼ ἡλίου φέγγος κατόψει. τοῦτο δὲ ἄμφω ἔχει. τοιοῦτον δέ, φασι, καὶ τὸ ἐνθάδε. τὸ μὲν γὰρ ἐνθάδε αὖθι μένων τόδε δῶμα φυλάσσεις, καὶ τὸ, σὲ δέ τʼ ἐνθάδε γῦπες ἔδονται, τὴν ἐν τόπῳ σημασίαν δηλοῖ. Τὸ δὲ τοῦ δʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεὺς, τὴν εἰς τόπον. οἱ δʼ αὐτοὶ καὶ τὸ μὲν ἔνδον κυρίως τὸ ἐν τόπῳ φασὶ δηλοῦν, τὸ δὲ ἔσω τὸ εἰς τόπον. τὸ δὲ νῦν καθʼ Ἡρακλείδην ἐνεστῶτί τε ἁρμόττεται, οἷον, νῦν ἦλθεν ὁ ἀγών· καὶ παρῳχημένῳ, οἷον, νῦν παρῆλθεν ὁ ἀγών· καὶ μέλλοντι, οἷον, νῦν ἔσται ὁ ἀγών· τὸ δὲ νυνὶ ἐπὶ μόνου ἐνεστῶτος. τῶν Ἀττικῶν δὲ ταῦτα. Τοῦ δὲ ἧσο σύνθετον τὸ κάθησο, ὅθεν ἐνδείᾳ, φασὶ, καὶ συστολῇ κάθεο, καὶ συναλιφῇ κάθου παρὰ Μενάνδρῳ. ὁριστικὸν δὲ τοῦ κάθησο τὸ ἐκάθησο, κατὰ τὸ ἐκαθεζόμην ἐκάθευδον ἐκάμμυον. Τὸ δὲ μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος καὶ ἑξῆς, κατὰ βιαίου πτωχοῦ ἔστιν εἰπεῖν ῥέποντος πρὸς τὸ ἀρχικόν. Σημείωσαι δὲ, ὡς εἴ περ εὐεπηβόλως ἔγραψεν ὁ εἰπὼν κοίρανον εἶναι τὸν πρὸς καιρὸν ἀνάσσοντα, χρήσιμός ἐστιν ἐκεῖ καὶ ὁ ἐνταῦθα πτωχῶν κοίρανος Ἶρος. λέγει γὰρ ἐκεῖνος οὕτω· βασιλεὺς ὁ πατρόθεν ἢ ἀπὸ γένους ἄρχων, κοίρανος δὲ ὁ πρὸς καιρὸν βασιλέως ἔργον ἐπιτελῶν, οἷος ἦν πρὸ τῆς μήνιδος ὁ Ἀχιλλεύς, καὶ, ὃς δὲ κοιρανέων δίεπε στρατόν. ἡγεμὼν δὲ ὁ τάξεως στρατιωτικῆς ἡγούμενος, οἷον, κόσμηθεν ἅμʼ ἡγεμόνεσσιν ἕκαστος. εἰ δὲ ὁ τοιοῦτος τοὺς αἱρετοὺς ἢ ἀλλοίους ἐσίγησε βασιλεῖς, οὐδὲν τοῦτο πρὸς τὸν ἄρτι λόγον. ἐπεί τοι καὶ τοὺς μέδοντας καὶ τοὺς βουληφόρους ἀφῆκεν εἰπεῖν, ἀρχικὰ καὶ ταῦτα ὀνόματα. Ὅτι μνηστῆρες τὸν Ὀδυσσέα μετὰ τὴν νίκην ἡδὺ γελόωντες δεξιοῦνται λόγοις. καί τις ἂν αὐτῶν εἶπεν οὕτω· θεός τοι δοίη ξεῖνε ὅ,ττι μάλιστʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ· ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας. ὃν καὶ εἰς Ἔχετον ἀνάξειν φησὶν, ὡς καὶ ὁ Ἀντίνοος εἶπε. καὶ οὕτω μέν τις ἔφη. χαῖρε δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς, φήμην δηλαδὴ τὸν λόγον δεξάμενος, ὅ ἐστι μαντείαν τινά. ἐπὶ τοιαύτης γὰρ σημασίας, καθάπερ ἡ ὄσσα καὶ ἡ ὀμφὴ, οὕτω καὶ ἡ κληδὼν καὶ ἡ φήμη, θεία τις καὶ αὐτὴ λέξις οὖσα. οὐ μὴν καὶ ἡ φῆμις. ἐκείνη γὰρ λαλιὰν ἁπλῶς ἀνθρωπίνην δηλοῖ, οἷον, δήμοιό τε φῆμιν. ἐπὶ δὲ τούτοις καὶ ἑτέρα τις κληδὼν λαλεῖται τῷ Ὀδυσσεῖ. Ἀμφίνομος γὰρ ὁ Δουλιχιεὺς ἄρτους ἐκ κανέου δύο ἀείρας καὶ παραθεὶς καὶ δέπαϊ χρυσέῳ τὸν Ὀδυσσέα δεξιωσάμενος χαῖρε, φησὶ, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσω, ἤγουν ἐσύστερον καὶ εἰς τὸ μέλλον, ὄλβος. ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσιν. Ἀντίνοος μέντοι ὁ βαρὺς λαλεῖ μὲν οὐδέν. ἱλαρώτερον δὲ ὅμως καὶ αὐτὸς διατεθεὶς, μεγάλην παρὰ γαστέρα θῆκε τῷ Ὀδυσσεῖ ἐμπλείην κνίσης τε καὶ αἵματος, ὡς οἷά τις ἀγωνοθέτης ἀποκαθιστῶν τῷ νικητῇ Ὀδυσσεῖ τὸ ἔπαθλον. Ὅρα δὲ καὶ τὸ, ἡδὺ γελόωντες, πρὸς διαστολὴν λεχθέν. ἔστι γὰρ καὶ μὴ ἡδὺ γελᾶν, ὅτε τις γελᾷ σαρδόνιον, ἢ ὡς ὁ ποιητὴς ἐν τοῖς ἑξῆς ἐρεῖ διὰ τοῦ α σαρδάνιον. Τὸ δὲ, ὅ περ ἐθέλεις καί σοι φίλον ἔπλετο θυμῷ, τῆς αὐτῆς ἐννοίας εἰσί. Τί δὲ τὸ ἄναλτον, πρὸ ὀλίγων εἴρηται. νῦν δὲ τοσοῦτον ῥητέον, ὅτι Δεινάρχου ἄναλτον εἰπόντος τὸ παρʼ ἄλλοις ἄναλον, ἤγουν τὸ χωρὶς ἁλῶν, ἐνταῦθα οὐκ ἔστι νοῆσαι τοιοῦτον τὸν Ἶρον ὡς δῆθεν ἀχρεῖον καὶ μὴ ἅλμην ὃ δὴ λέγεται ἔχοντα καὶ, ὅ φασιν, ἀνάρτυτον καὶ ἀηδῆ, ὡς ἐκ μεταφορᾶς ἐδεσμάτων οὐκ ἐχόντων ἅλας, ἀλλὰ τὸν ἀπλήρωτον, ἤγουν ἀκόρεστον. Τὸ δὲ ἀλητεύειν ἐν δήμῳ παραπέφρασται πρὸς τὸ, ἦλθε δʼ ἐπὶ πτωχὸς πανδήμιος. Κλεηδὼν δὲ ἀπὸ τοῦ κλέω τὸ φημίζω, καθάπερ ἀπὸ τοῦ κλήζω δισυλλάβου ἡ κληδών. εἰ δὲ καὶ τραπείη κατʼ ἔκτασιν ἡ κλεηδὼν ἐν τῇ ἀρχούσῃ, κληηδὼν γίνεται. Τὸ δὲ, ἔς περ ὀπίσω, γράφεται καὶ ὥς περ ὀπίσω. καὶ ἔχει καὶ τοῦτο τὴν αὐτὴν ἔννοιαν, ὡς ἰσοδυναμοῦντος τοῦ ως τῇ ες προθέσει. Ὅτι ἀγαθοῦ δῆθεν ἀνδρὸς τοῦ Ἀμφινόμου πειραθεὶς ὁ Ὀδυσσεὺς ἐκλαλεῖ πρὸς αὐτὸν ἠρέμα τινὰ πρὸς τὴν ὑπόθεσιν. καὶ πρῶτα μὲν συναρπάζει αὐτὸν τῇ κατʼ ἐκεῖνον γενεαλογίᾳ καὶ ἐπαίνῳ τῷ εἰς αὐτόν· εἶτα καὶ περὶ τῆς κατʼ ἄνθρωπον διαλεχθεὶς ἀθλιότητος, ὅτε θεός τινα ἐάσει περιπεσεῖν αὐτῇ, λέγει τι καὶ κατὰ τῶν μνηστήρων, ὡς ἐγχωρεῖ, καταπαύσας τὸν λόγον εἰς μέλλον δεινόν· εἴ πως ἐκφοβήσει αὐτὸν, καθὰ καὶ Ἀντίνοος πρὸ ὀλίγων ἀπειλησάμενος, τὸν Ἶρον ἐξέπληξε. καὶ οὕτω σχήματι καὶ ἐν τοῖς μνηστῆρσι τεχνᾶται. φησὶ γοῦν· Ἀμφίνομε, ἦ μάλα μοὶ δοκέεις πεπνυμένος εἶναι. τοιούτου γὰρ πατρὸς, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον, Νῖσον Δουλιχιῆα ἐΰν τʼ ἔμεν ἀφνειόν τε. τοῦ σʼ ἔκ φασι γενέσθαι. ἐπήτῃ δʼ ἀνδρὶ ἔοικας. τοὔνεκά τοι ἐρέω· οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο πάντων, ὅσσα τε γαῖαν ἐπιπνέει τε καὶ ἕρπει. οὐ μὲν γάρ ποτέ, φησι, κακὸν πείσεσθαι ὀπίσσω, ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ, οἷα τῆς ἀγαθῆς ἐλπίδος ἐπαγομένης αὐτόν. ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεὸς τελέσει, καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ. τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπʼ ἦμαρ ἄγῃσι θεός· τουτέστιν ὁποῖα ἂν εἴη τὰ προσπίπτοντα, τοιοῦτος ἐστὶ καὶ ὁ νοῦς, ἐν εὐτυχίαις συνεξαιρόμενος, ἐν δὲ τοῖς ἀνάπαλιν ταπεινούμενος καὶ ὅλως τοῖς πράγμασι συνεξομοιούμενος καὶ πρὸς τὰ παραπίπτοντα σχηματιζόμενος. καὶ οὕτω μὲν τὴν γνώμην ἑρμηνεῦσαι καλόν· εἰπεῖν δὲ ὅτι κατὰ τὸ κατάστημα τῶν περὶ τὸν Δία ἤτοι αἰθέρα διατελεῖται καὶ ἡ καθʼ ἀνθρώπους ἡμέρα ἡ κατὰ βίον, ἢ καὶ ὅτι πρὸς τὰς ἡλιακὰς ἡμέρας βιοῦμεν, ὁποῖόν τι καὶ τὸ τοῦ Ὀρφέως καὶ Ἡσιόδου περὶ ἡμερῶν, παλαιὸν μὲν καὶ αὐτὸ, ἀλλοῖον δέ τι παρὰ τὰ δοκοῦντα κοινῶς. ὁ δέ γε ξεῖνος Ὀδυσσεὺς ἐκ τοῦ γνωμικοῦ συνήθως εἰς τὸ καθʼ ἑαυτὸν μερικὸν καταβαίνων πλασματικῶς μέντοι ἐπιφέρει· καὶ γὰρ ἐγώ ποτʼ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι, πολλὰ δʼ ἀτάσθαλʼ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων, πατρί τʼ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισιν. ὃ δὴ λόγος ἀνδρὸς μεταμελομένου, ἐφʼ οἷς ποτὲ πεπλημμέληκεν. εἶτα πάλιν εἰπὼν γνωμικῶς τῷ ἤγουν διὸ μή τις πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη, ἀλλʼ ὅγε σιγῇ δῶρα θεοῦ ἔχοι, ὅ,ττι διδοίη, κάτεισιν αὖθις εἰς τὸ προτεθειμένον. καὶ φησὶ θαυμαστικῶς ἐν ἀσυνδέτῳ σχήματι· οἷʼ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας, κτήματα κείροντας, καὶ ἀτιμάζοντας ἄκοιτιν ἀνδρὸς, ὃν οὐκέτι φίλων καὶ πατρίδος αἴης δηρὸν ἀπέσεσθαι, μάλα δὲ σχεδὸν, εἶναι δηλαδή. ἀλλὰ σὲ θεὸς οἴκαδʼ ὑπεξαγάγοι, τουτέστιν εἰς τὸ Δουλίχιον, μηδʼ ἀντιάσειας ἐκείνῳ ἐλθόντι. οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω μνηστῆρας καὶ κεῖνον, ἐπειδὰν μέλαθρον ὑπέλθοι. ὣς φάτο· καὶ σπείσας καὶ πιὼν μελιηδέα οἶνον, ἂψ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν, τῷ Ἀμφινόμῳ δηλαδὴ, ἑστῶτι ὀρθῷ περὶ αὐτὸν, ἕως ἐξέπιεν. ἐφʼ οἷς ἐκεῖνος ἔβη ἐξ οὐδοῦ κατὰ δῶμα, φίλον τετιημένος ἦτορ, νευστάζων κεφαλῇ. δὴ γὰρ κακὸν ὄσσετο θυμῷ ἢ θυμός. τοιοῦτον γὰρ ὁ δραστικὸς λόγος ὅτε ἀγαθοῦ ἀνδρὸς καθάψεται. θεῖον δὲ καὶ ἡ ψυχὴ, καί ποτε πρόοιδε πεισομένη τι κακόν. ἀλλʼ οὐδʼ ὥς, φησι, πεισθεὶς φύγε κῆρα. ἐδάμη γὰρ Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ· ὅ περ προαναφωνητικῶς ἡ Ὁμηρικὴ Μοῦσα φησὶ, δηλοῦσα, ὡς, εἴ περ πεπνυμένος πεσεῖται, οὐδʼ ἄν τις τῶν ἄλλων ἐκφευξεῖται. Ἰστέον δὲ ὅτι τε χρήσιμον εἰς τὸ, οὐδὲν ἀκιδνότερον καὶ ἑξῆς, ἐκ τῶν Ἀθηναίου τὸ, ἄνθρωπός ἐστι ζῷον ἐπίπονον φύσει, καὶ πολλὰ λυπρὰ ὁ βίος ἐν ἑαυτῷ φέρει. ὃ δὴ Τιμοκλῆς τις εἰπεῖν λέγεται. καὶ ὅτι οὐκ ἀπίθανον εἰδέναι τὸν φαινόμενον ξεῖνον τοῦτον τὰ κατὰ τὸν Ἀμφίνομον· τοὔνομα μὲν γὰρ τούτου οἶδεν, ἐν τῷ οἴκῳ τοῦ ξενοδόχου ἄρτι μαθών· τὸν δὲ Νῖσον εἰδείη ἂν ἐκ παλαιοῦ χρόνου καθὰ καὶ τὸν Ὀδυσσέα Ἕλλην ὤν. Σημείωσαι δὲ τὸ ἐΰν, πρωτότυπον ὂν τοῦ, ἠΰν τε μέγαν τε. ἐκεῖνο γὰρ ἀπὸ ἐκτάσεως ἔχει ἐν τῇ ἀρχούσῃ τὸ η. Τοῦ δὲ ἐπητῇ εὐθεῖα ὀξύτονος ὁ ἐπητὴς, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, ὅ περ οἱ ὕστερον βαρύνουσι. δηλοῖ δὲ τὸν δεινὸν εἰπεῖν καὶ λόγιον. εἰ δὲ καινόν τι τοῖς ἄρτι δοκεῖ τὸ ἐπητὴς ὀξυνόμενον, ἔστιν ἐνθυμηθῆναι καὶ ἕτερα οὐχʼ ὅμοια τῇ ὑστέρᾳ χρήσει· οἷον καὶ τὸ ἐρῆμον καὶ τὸ ἑτοῖμον καὶ τὸ τροπαῖον, ἀρχαῖα ὀνόματα, οἷς ἄλλως προπαροξυτόνως οἱ νῦν χρώμεθα. Ἐν δὲ τῷ, οὐδὲν ἀκιδνότερον, Ζηνόδοτος μὲν ἔγραψεν οὐθὲν διὰ τοῦ θ. τινὲς δὲ ἀντειπόντες αὐτῷ διὰ τὸ δοκεῖν διαφορὰν εἶναι τοῦ οὐδὲν καὶ οὐθὲν ἀπέδειξαν γενναῖον οὐδέν. ἀρέσκει δὲ τοῖς παλαιοῖς ἡ μετάθεσις τοῦ θ καὶ τοῦ δ εἰς ἄλληλα Αἰολέων εἶναι, οἷον τὸ οὐδὲν οὐθὲν, ἐξουδενῶ ἐξουθενῶ, μήδω μήθω, δάσος θάσος. Ἀκιδνότερον δὲ ἢ τὸ ἀσθενέστερον καὶ εὐτελέστερον κατὰ τοὺς γλωσσογράφους, καθʼ οὓς καὶ ὑπερβολικῶς εἴρηται τὸ, μηδὲν ἀκιδνότερον εἶναι ἀνθρώπου, ἢ μᾶλλον ὑπομενετικώτερον, φερεπονώτερον, παρὰ τὸ μὴ κίδνασθαι ἤτοι χωρίζεσθαι καὶ πόῤῥω γίνεσθαι τοῦ ἐπισυμβαίνοντος. ὅτι δέ τινες καὶ παρὰ τὸ αἰκίζω τὴν λέξιν παράγουσιν, ἐν τοῖς φθάσασι δεδήλωται. Τὸ δὲ, ὅσσα γαῖαν ἐπιπνέει τε καὶ ἕρπει, πρὸς διαστολὴν ἔφη τῶν μὴ ἐχόντων ταῦτα. οὐ γὰρ δή που καὶ ἐντόμων ζῴων καὶ σκωλήκων καὶ ἰχθυδίων καὶ ζῳοφύτων καὶ τῶν τοιούτων ἀκιδνότερον ὁ ἄνθρωπος. Ἕρπειν δὲ ἁπλῶς ἐνταῦθα τὸ βαδίζειν φησίν. ἀρετὴν δὲ τὴν εὐδαιμονίαν λέγει καὶ εὐθηνίαν τοῦ βίου, ἣν ἔχων ἄνθρωπος λέγει μὴ ἂν ἀνέξεσθαι, εἴ τί που καὶ πάθοι κακόν· ἀλλʼ ὅτʼ ἂν καὶ αὐτὸ πάθοι, φέρει ἀεκαζόμενος, τουτέστιν ἀέκων. ὧν θέμα πρωτότυπον τὸ ἀέκω. Τὸ δὲ, ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι, ἐπιεικῶς εἴρηται ἀντὶ τοῦ ἔοικα. ὀκνεῖ γὰρ εἰπεῖν ὡς ὄλβιος ἦν. Τὸ δὲ ἔρεξα διʼ ἑνὸς ἐκφέρεται ῥῶ κοινῶς, οὐ μὴν Ἀττικῶς. Τὸ δὲ πίσυνος ὅτι τε Συρακουσίων γλώσσης ἐστὶ καὶ ὅτι ἀπὸ τοῦ πείθω πείσω γίνεται ἀποβολῇ τοῦ ε τῆς διφθόγγου καὶ ὅτι τὸν θάρσυνον καὶ πεποιθότα δηλοῖ, καὶ ἐν ἄλλοις εἴρηται. Σιγὴν δὲ τὴν ἁπλῶς ἠρεμίαν καὶ τὸ ἐντεῦθεν πρᾷον δηλοῖ ἐν τῷ, σιγῇ δῶρα θεοῦ ἔχοι. Τὸ δὲ, ὅ,ττι διδοῖεν, κατέλευσίς ἐστι συνήθης τῷ ποιητῇ ἐκ πληθυντικοῦ εἰς ἑνικόν. Τὸ δὲ μηχανόωντας, κείροντας, ἀτιμάζοντας, ἠρέμα καλλωπίζει τὸν καταφορικὸν ἐνταῦθα λόγον, ἵνα τι καὶ μορφῆς τῆς πρὸς χάριν ὁ λόγος ἔχῃ τῷ ῥήτορι. Ὅρα δὲ τὸ μηχανόωντας ἐνεργητικῶς λεχθέν. τὸ μέντοι ῥῆμα παθητικῶς ἀεὶ ἐκφωνεῖσθαι εἴωθεν, ὡς δηλοῖ τὸ μηχανάασθαι καὶ τὸ κακὰ μηχανόωνται. Τὸ δὲ, οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω, καὶ παροιμιῶδες γέγονε, δηλοῦν, ὡς οὐ δίχα μάχης λυθήσεται τὰ τῆς ἔριδος. Τὸ δὲ, ὑπέλθοι μέλαθρον, ἀντὶ τοῦ εἰσέλθοι κεῖται. καὶ δοκεῖ καιριώτερον εἶναι τὸ ὑπέλθοι τοῦ εἰσέλθοι. Τὸ δὲ, νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμὸς, ἔστι λέγειν ἐπὶ τοῦ ἠλλοιωμένου τὴν ὄψιν διὰ καραδοκίαν κακοῦ. τὸ δὲ οὕτω νευστάζειν ἑρμηνεύσει ἐν τοῖς ἐφεξῆς ὁ ποιητὴς διὰ τοῦ Θεοκλυμένου. Ὅτι ἀρκέσει τῇ Πηνελόπῃ μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα θυμὸν μνηστήρων, ἰδὲ τιμήεσσα γένοιτο μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος, ἢ πάρος ἦεν· τουτέστιν, ἵνα καὶ τοὺς μνηστῆρας διαχέῃ ἐλπιδοκοπήσασα γάμου ὑποσχέσει καὶ τιμήεσσα γένοιτο μάλιστα τῷ ἀνδρὶ καὶ τῷ υἱῷ ὡς ἄριστα μεθοδεύσασα καὶ μεταχειρισαμένη τὴν ῥηθησομένην δημηγορίαν κερδαλεώτατα. καὶ ἔστι τοῦτο προθεωρία τῶν ἐφεξῆς καὶ προέκθεσις, ἐν οἷς ἡδονὴν ἀνακεράσει τοῖς προηγησαμένοις πικροῖς· οἷα τοῦ Ὀδυσσέως καὶ τοῦ Τηλεμάχου, ἀνθʼ ὧν ἐδυσφόρησαν, εὐφρανθησομένων, ἐφʼ οἷς ἡ Πηνελόπη τεχνάσεται, ἰδίᾳ δὲ αὖθις τοῦ Ὀδυσσέως, ἐφʼ οἷς οὕτω χρόνιος καλὴν αὐτὴν εἶδε, καὶ οἵαν ταχὺ αὐτὸν ἐρεθίσαι πρὸς ἄμυναν. καὶ τέως ἐνθυμηθεῖσα καθʼ ἑαυτὴν ἡ γυνὴ ἐμφανισθῆναι τοῖς ἐρασταῖς ἐκκαλύπτει τοῦτο τῇ Εὐρυνόμῃ συγκαθημένῃ, ὡς εἰκός. ἡ γὰρ Εὐρύκλεια τῶν ἐνδοτέρω ἦν. φησὶ γοῦν ὁ ποιητὴς οὕτως· ἀχρεῖον δʼ ἐγέλασε καὶ εἶπεν· Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε, ἤγουν οὐκ ἐκ πολλοῦ, μνηστήρεσσι φανῆναι ἀπεχθομένοισί περ ἔμπης· παιδὶ δέ κεν εἴποιμι ἔπος κέρδιον αὐτῷ, μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν, οἵ τʼ εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσιν. ᾧ περ ὅμοιον τὸ, ἔσθλʼ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδομεύοντες. καὶ οὕτω μὲν ἡ Πηνελόπη, διδάσκοντος τοῦ ποιητοῦ, τὰ μὴ πάρος βεβουλευμένα διὰ τὸ αὐτοσχέδιον εἰς σκέψιν προτίθεσθαι. ἡ δὲ Εὐρυνόμη συναινέσασα φανῆναι τοῖς ἐρασταῖς τὴν δέσποιναν, ἐθέλει καὶ καλλωπισθῆναι αὐτήν. ἴθι γάρ, φησι, χρῶτʼ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς· μηδʼ οὕτω δάκρυσι πεφυρμένη πρόσωπα ἔρχευ· ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί. ὃ δὴ γνωμικὸν ὂν καὶ μετʼ ὀλίγα κεῖται. ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα ἠρῶ γενειήσαντα ἰδέσθαι. ἡ δέ γε Πηνελόπη μὴ ἀνασχομένη τὴν Εὐρυνόμην τοιαῦτα παραυδᾶν οὐκ ἐθέλει χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ καὶ ἀνακαλεῖσθαι κάλλος τὸ πάλαι ἀπολωλός· οὔτε γὰρ ἡ οὕτω σώφρων φιλεῖ περίαπτον ὡραϊσμὸν, ἀλλὰ στέργει τῇ κατὰ τὸν εἰπόντα σωτηρίῳ φύσει. καὶ οὐδὲ ἐπεπόλαζε τότε ἡ τῶν μυρεψῶν, φασὶ, περιεργία, ἀλλὰ παρὰ τοῖς ὕστερον ηὔξηται, ὥστε, καθά φησιν ὁ κωμικὸς Ἄλεξις, οὐδʼ ἂν κωλυμβᾶν εἰς κολυμβήθραν μύρου ἀρκεῖσθαί τις ἂν δύναιτο. διό, φασιν, Ὅμηρος τὴν τοῦ μύρου φύσιν εἰδὼς, ὅμως οὐκ εἰσήγαγε μυραλοιφομένους ἥρωας, πλὴν τὸν τρυφερὸν Πάριν, περὶ οὗ ἐν τῇ γ ῥαψῳδίᾳ ἔφη τὸ, κάλλεϊ στίλβων, ἤγουν γεγανωμένος τὴν ὄψιν, οὐχʼ ἁπλῶς, ἀλλʼ ὡς εἰ καὶ κάλλεϊ ἔστιλβε, μύρῳ δηλαδὴ, διʼ οὗ εὐπρόσωπος ἡ θέα γίνεται, ἵνα ᾖ ὥς περ τὸ, μάρναντο δέμας πυρὸς ἀντὶ τοῦ ὡς πῦρ, οὕτω καὶ στίλβων κάλλεϊ τὸ λάμπεσθαι τὴν ὄψιν, ὡς εἴ περ κάλλεϊ τὸ πρόσωπον ἐκέχριστο. τοῦ δὲ τοιούτου κάλλους μετʼ ὀλίγα μεμνήσεται ὁ ποιητής. καὶ οὕτω μὲν ἡ Πηνελόπη ὀκνεῖ διορθοῦσθαι τὴν φύσιν καὶ περιττοτέρα φαίνεσθαι αὑτῆς καὶ τὴν εἰκόνα τοῦ ἐκ γενέσεως προσώπου διαγράφειν εἴτε μεταγράφειν, καὶ μάλιστα τοῦ ἀνδρὸς ἀποδημοῦντος, οὗ πρὸς ἀρέσκειαν ἔμελλεν ἑαυτὴν ἀγλαΐζειν μὴ τοιαύτη νῦν οὖσα. ἀγλαΐην γάρ, φησιν, ἔμοι γε θεὸς ὤλεσεν, ἐξ οὗ κεῖνος ἔβη κοίλαις ἐπὶ νηυσί. καὶ αὐτὴ μὲν οὕτως ἀπαρνεῖται καλλωπίσασθαι πρὸς τέχνην. τὸ δʼ ἄλλως πως γίνεται φυσικῶς. γλυκὺς γὰρ οὕτω συμβὰν ὕπνος θεόθεν αὐτῇ χεύεται. εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δὲ οἱ ἅψεα πάντα αὐτοῦ ἐνὶ κλιντῆρι. τέως δʼ ἄρα, ἤγουν ἐν τοσούτῳ, Ἀθήνη ἄμβροτα δῶρα ἐδίδου, ἵνα μιν θηησαίατο Ἀχαιοὶ γενομένην ἑαυτῆς καλλίονα. καὶ ἑρμηνεύων τὰ θεῖα δῶρα ἐπάγει· κάλλεϊ μέν οἱ πρῶτα πρόσωπα καλὰ κάθῃρεν ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα. καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι, λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος. καὶ ἡ μὲν Ἀθηνᾶ ποιήσασα οὕτως ἀπέβη. αὐτὴ δὲ ἀφυπνισθεῖσα ποιεῖ τὰ ἐφεξῆς. καὶ ἐπιφαίνεται ἀναγκαίως. εἰ γὰρ καὶ ἄλλοτε τοῖς μνηστῆρσι προὐνοεῖτο ἐμφανίζεσθαι, ἵνα ἐλπιδοποιῇ καὶ μὴ πάσχῃ βίαν, ἀλλὰ νῦν μάλιστα τοιαύτης οἰκονομίας χρεία τῷ ποιητῇ τά τε ἄλλα, καὶ ἵνα εἰς πλέον φιληθείη τῷ ἀνδρὶ πολλῶν ἕνεκεν. καὶ ἄλλως δὲ χρὴ τὸ τῆς μνηστηροφονίας ἔπαθλον τὴν καλὴν Πηνελόπην θεαθῆναι τῷ Ὀδυσσεῖ, ὡς ἂν ἐπὶ μᾶλλον πρόθυμος ἀγωνίζοιτο. Ἰστέον δὲ ὅτι τὸ, πετάσειε θυμὸν μνηστήρων, ἀντὶ τοῦ διαχέοι, ἐκ μεταφορᾶς ἐῤῥέθη τῶν διαπεταννυμένων σωμάτων· ὅθεν καὶ πόρων διαπέτεια παρὰ τοῖς σοφοῖς· ἵνα λέγῃ, ὅτι τοῖς μνηστῆρσιν αἱ ψυχαὶ συγκεχυμέναι καὶ οἷον πεπιλημέναι διὰ τὸ δύσελπι, ὅμως διαπετάννυντο, ἡνίκα τὴν ἐρωμένην ἔβλεπον. καὶ ἄλλως δὲ, τὸ πετάσειεν ἐκ μεταφορᾶς τῶν πετομένων ἀντὶ τοῦ, κούφους καὶ μετεώρους ταῖς ἐλπίσι ποιήσειε. Τὸ δὲ, θυμὸν μνηστήρων, εἶχε μὲν ὁ ποιητὴς καὶ ἀντωνυμικῶς φράσαι, οἷον, θυμὸν αὐτῶν ἢ σφέων, διὰ τὸ ἀνωτέρω ἐγγὺς τῶν μνηστήρων μνησθῆναι. ἔφρασε δὲ ὅμως, ὡς ἔτυχε, κατὰ λόγον σχεδιασμοῦ. Τὸ δὲ, ἀχρεῖον ἐγέλασεν, ἀντὶ τοῦ ἄκαιρον καὶ πρὸς οὐδεμίαν χρείαν. Ἀττικοὶ δέ, φασι, τὴν λέξιν ταύτην προπαροξύνουσιν, ἄχρειον λέγοντες. Αἰδοῦς δὲ τὸ τοιοῦτον ἄρτι γέλασμα καὶ ὡς οἷον ἐπικρίσεως τοῦ μὴ πάνυ ἀναγκαῖον εἶναι τὸ νῦν ἔργου, ἀλλὰ ἀφελέστερον. καὶ ἄλλως δὲ ποιητικὴ θεωρία τοῦτο, ἐμφαίνοντος Ὁμήρου, ἀστεῖον εἶναι τὸ γενησόμενον καὶ μειδιάματός τινος ἄξιον. διὸ μετʼ ὀλίγα γήθησεν Ὀδυσσεὺς, ἐφʼ οἷς ἡ γυνὴ ἄρτι ποιεῖ. προοίμιον οὖν τι ὁ ῥηθεὶς γέλως τῇ σοφῇ Πηνελόπῃ, καὶ οὐκ ἦν κάλλιον ἐπινοήσασθαί τι ἐπʼ αὐτῇ τοῦ οὕτω γελάσαι. εἰ μὲν γὰρ σπουδαῖον τὸ ῥηθησόμενον, τί ἂν βλάψοι ὁ ἀφελὴς γέλως; εἰ δὲ καὶ ἑτεροῖον, ἐπαινετέα καὶ οὕτως ἡ γυνὴ ὡς προεπαγγελάσασα. καὶ ἔστι τὸ τοιοῦτον ἐνταῦθα σχῆμα ἀμίμητον καὶ κρεῖττον προοιμίου παντός. Ἐν δὲ τῷ, ἐπιχρίσασα παρειὰς, σιγᾷ τὸ τοῦ χρίσματος εἶδος σεμνῶς τε ἅμα καὶ ὅτι μηδὲ καίριον ἦν καὶ τοιούτοις ἐνδιατρῖψαι. δάκρυσι δὲ πεφυρμένη ἀντὶ τοῦ ἠχρειωμένη. καὶ ἔχεταί πως ἡ λέξις τοῦ, χείλεα φύρσω αἵματος. Τὸ δὲ πρόσωπα πληθυντικῶς ἔφη διὰ τὴν κατʼ αὐτὰ διάχυσιν καὶ τὴν ἐντεῦθεν διαπέτειαν, ὁποίῳ δή τινι λόγῳ καὶ ἡ Ἰλιὰς ἐν τῇ μονομαχίᾳ πληθύνει τὸ τοῦ Αἴαντος πρόσωπον. καὶ νῦν μὲν ἁπλῶς πρόσωπα· τὰ δʼ αὐτὰ ὑποκαταβὰς καὶ πρόσωπα καλὰ φησί. πάντως δὲ πρόσωπον κυρίως ἐπὶ μόνου ἀνθρώπου, εἰ μή πού τις παίζει, ὡς ὁ εἰπὼν, μέγα γλαύκου ἰχθύος πρόσωπον. Τοῦ δὲ πενθήμεναι τὸ κοινὸν πενθῆναι ὡς ἀπὸ τοῦ πένθημι, ὡς κίχημι κιχῆναι· ἢ καὶ ἀπὸ τοῦ πενθῶ πενθαίνω, ὁποῖον καὶ τὸ ὀνομαίνειν καὶ φοραίνειν, ἐξ ὧν ὀνομῆναι καὶ φορῆναι. Τοῦ δὲ τηλίκος ἑρμηνεία τὸ, γενειήσαντα ἰδέσθαι, ὃ τελειότητος δεῖγμα, καθʼ ἣν χρησιμεύοι ἂν παῖς μητρί. εἰ δὲ ἀρᾶται γενειήσαντα ἰδέσθαι παῖδα μητρὶ, πολυήρατον ἄρα καὶ τὴν τοιαύτην ἡλικίαν ἔστιν εἰπεῖν. Τὸ δὲ, ἐπιχρίεσθαι ἀλοιφῇ, ἐντελέστερον εἴρηται τοῦ, ἐπιχρίσασα παρειάς. δῆλον δʼ ὅτι ὁμώνυμος λέξις ἡ ἀλοιφὴ, ἐπί τε πιμελῆς λεγομένη καὶ στέατος καὶ νῦν ἐπὶ καλλοποιοῦ χρίσματος. Τὸ δὲ, κεῖνος ἔβη, κατʼ ἐξοχὴν εἶπεν ἡ γυνή. ὄνομα γὰρ Ὀδυσσέως οὐ πρόκειται. Τὸ δὲ, λύθεν δέ οἱ ἅψεα, λυσιμελῆ δηλοῖ τὸν ὕπνον ἐξεῖναι λέγεσθαι, μὴ μόνον καθότι λύει μελεδήματα θυμοῦ, ὡς ἀλλαχόθι λέγει ὁ ποιητὴς, ἀλλὰ καὶ κατὰ τὸ λύειν τὰ μέλη, ὅ πέρ ἐστιν ἅψεα. Ὁ δὲ κλιντὴρ θρόνου εἶδος καὶ αὐτὸς, περὶ ὃν ἔστιν ἀνακλινθῆναι, ὡς δηλοῖ τὸ, εὗδε δʼ ἀνακλινθεῖσα. ὃ καὶ ἐτυμολογικὸς τρόπος ἐστί. Τὸ δὲ κάλλος θεῖόν τι ὑγρὸν ἡ ποίησις πλάττει, ὥς που λέγει καὶ ἡ Ἰλιάς. ἦν δὲ τῷ τοιούτῳ μυθικῶς καὶ νίπτεσθαι, ὡς δηλοῖ τὸ, πρόσωπα καλὰ κάθῃρε τὰ τῷ κάλλει παρωνυμούμενα. ἔτι δὲ καὶ χρίεσθαι. Ἀφροδίτη γὰρ αὐτῷ χρίεται. ἔστι δὲ κάλλος τοιοῦτον ἀμβρόσιον ἀλληγορικῶς ἡ ἐπιπολάζουσα κατὰ πρόσωπον φυσικὴ καλλονὴ καὶ εὐπρέπεια, ὁποία τις καὶ νῦν ἡ τῆς Πηνελόπης, ᾗ κάλλους αἴτιος καὶ ὁ ὕπνος γίνεται, οἷα τοῦ φιλίου χυμοῦ ἀναδοθέντος καὶ εἰς ἔρευθος φυσικὸν τῷ προσώπῳ ἐπανθήσαντος· ὅ περ οὐ κατά τινα τεχνικὴν Ἀθηνᾶν Ὅμηρος πλάττει γενέσθαι, ἀλλʼ ἑτέρως κατὰ τὸ σεμνὸν τοῦ μύθου, ᾧ μάλιστα χαίρειν οἶδε ποίησις. Ἰστέον δὲ ὡς οὐ μόνον μύθου πλάσμα τὸ κάλλος, ἀλλὰ καὶ ἄλλως μύρον τι πραγματικῶς, χρήσιμον εἰς ἐπιποίησιν κάλλους, καθὰ καὶ πρὸ ὀλίγων εἴρηται. οὕτω δὲ καὶ τὸ μεγαλεῖον μύρον, εἰ καὶ δοκεῖ τισὶν ἐπαινετικῶς εἰρῆσθαι προπερισπώμενον, ἀλλὰ πρὸς ἀκρίβειαν μεγάλλιον ἐν δυσὶ γράφεται λλ προπαροξυτόνως διὰ τοῦ ι, καθὰ καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ὑπεκρούσθη. ὁ μεγάλος μὲν γὰρ παροξυτόνως ἐπίθετόν ἐστιν, οὗ κλητικὴ ἑνικὴ παρʼ Αἰσχύλῳ τὸ, ὦ μεγάλε Ζεῦ, καὶ πληθυντικὴ ἀναλόγως εὐθεῖα, οἱ μεγάλοι. ὁ Μέγαλλος δὲ προπαροξυτόνως ἐν διλαμβδίᾳ κύριον ὄνομα κατὰ τοὺς παλαιούς. ᾧ παρώνυμον τὸ ὑπʼ ἐκείνου εὑρεθὲν Μεγάλλιον μύρον. Σικελιώτης δὲ ἢ Ἀθηναῖος ἱστορεῖται εἶναι ὁ εἰρημένος Μέγαλλος. Ὅτι δὲ κάλλος καὶ ἐπὶ ἀλεκτρυόνος κεῖται, ἀλλαχοῦ δηλοῦται. Τὸ δὲ τῆς Κυθερείας χρίσμα ἐμφαίνει κατὰ ἔρωτα ταῖς γυναιξὶ χρηστὰ εἶναι τὰ πρὸς κάλλος χρίσματα καὶ, ὡς εἰπεῖν, διὰ τὸ ἐπαφρόδιτον, καὶ μάλισθʼ ὅτε πανηγυρίζουσι. τοῦτο γὰρ ὡς ἐκ μέρους ὁ τῶν Χαρίτων ἄρτι δηλοῖ χορὸς, περὶ οἷα μάλιστα γυναῖκες εὐδοκιμοῦσιν, ὡς ἄνδρες περὶ ἀεθλεύματα. ὡς δὲ φίλαι τῇ Ἀφροδίτῃ αἱ Χάριτες, καὶ ἡ θῆτα ῥαψῳδία ἐδήλωσεν. ἐνταῦθα δὲ ἰστέον, ὅτι ἐκ τῶν Χαρίτων καὶ τὰ Χαρίσια παρωνόμασται. παννυχίδες δὲ ταῦτα ἦσαν, ἐν αἷς πλεῖστον ὅσον χρόνον διηγρύπνουν χορεύοντες, ὅτε πειραμοῦς εἰς ἔπαθλον ἐδίδοτο τοῖς διηγρυπνήσασι καί τινα πέμματα, καλούμενα καὶ αὐτὰ χαρίσια ἐκ τῆς τῶν ἀναιρουμένων αὐτά, φασι, χαρᾶς. Εὔβουλος· εἶτʼ εὐθὺς ἐξεπήδησα πέττουσα τὸν χαρίσιον. ἡ δὲ ἀναλογία τοῦ πυραμοῦντος, ὡς σησαμοῦς σησαμοῦντος. τῶν τις δὲ παλαιῶν καὶ μάζαν παρονομάσας ἐπίχαριν χαριτοβλέφαρον ὠνόμασε. δῆλον δὲ, ὅτι καὶ κύριόν ἐστιν ὄνομα ὁ Χαρίσιος. Τὸ δὲ, μακρότερον καὶ πάσσον τοῦ σώματος, καὶ ἐπὶ τῷ Ὀδυσσεῖ φθάσασα ἐνήργησεν ἡ τοῦ μύθου Ἀθηνᾶ ἐν ἑτέρῳ τε τόπῳ καὶ πρὸ ὀλίγων, ὅτε αὐτῷ πυγμαχήσοντι μέλεα ἤλδανε. οὕτω δέ πως καὶ ὁ τοῦ μύθου Ζεὺς ἐν Ἰλιάδι τὸν βασιλέα ἐσέμνυνεν ἐκπρεπέα καὶ ἔξοχον ἐν τοῖς τότε ποιήσας, οὐχʼ ἁπλῶς, ἀλλὰ περί τινα μίαν ἡμέραν. Ἰστέον δʼ ἐνταῦθα καὶ ὅτι πάσσων μὲν, πάσσονος ὁ παχύτερος. πάσσος δὲ, πάσσου, οἶνός τις ἐν τοῖς τοῦ Ἀθηναίου. Πριστὸς δὲ ἐλέφας τὸ ἐλεφάντινον ὀστοῦν πρὸς διαστολὴν τοῦ ζῴου. ἐκεῖνο μὲν γὰρ μέλαν ἐπιφαίνεται, καθὰ δηλοῖ καὶ ὁ εἰπὼν αὐτὸν Ἰνδὸν θῆρα κελαινόῤῥιον. Ὅτι αἰτίαν ἀποδιδοὺς ὁ ποιητὴς τοῦ μετὰ ἀμφιπόλων τὴν Πηνελόπην ἐφίστασθαι τοῖς μνηστῆρσι πλάττει αὐτὴν κελεύουσαν τῇ Εὐρυνόμῃ, προσκαλέσασθαι ἔνδον ἐκ τῆς γυναικωνίτιδος ἀμφιπόλους Αὐτονόην τινὰ καὶ Ἱπποδάμειαν, ἵνα παραστῶσι, φησὶν, ἐν μεγάροισιν· οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ. καὶ Εὐρυνόμη μὲν ἄπεισιν, ὑπνοῖ δʼ ἐν τοσούτῳ ἡ Πηνελόπη· καὶ μεταβραχὺ αἱ ἀμφίπολοι ἦλθον φθόγγῳ ἐπερχόμεναι. τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκεν. οὐ γὰρ ἦν βαθὺς, ἀλλʼ ὁποῖος παρὰ Σοφοκλεῖ ὕπνος ἄϋπνος. Ὅτι ἀφυπνισθεῖσα ἡ Πηνελόπη, ὡς ἐῤῥέθη, ἀπωμόρξατο χερσὶ παρειὰς, ἀρκεσθεῖσα εἰς ἐπιποίησιν κάλλους τῷ οὕτω ποιῆσαι, εἶτα καὶ πορισαμένη νόημα ἐκ τοῦ κατʼ αὐτὴν αἰφνιδίου ὕπνου, φησίν· ἦ με μάλα αἰνοπαθῆ μαλακὸν περὶ κῶμʼ ἐκάλυψεν. αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ αὐτίκα νῦν, ἵνα μηκέτʼ ὀδυρομένη κατὰ θυμὸν αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο παντοίην ἀρετὴν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν. ἁρμόζει δὲ ταῦτα γυναικὶ πάσῃ παθαινομένῃ ἐπὶ φίλῳ ἀνδρὶ ἀποδήμῳ. Σημείωσαι δὲ ὅτι ὥς περ μαλακὸν θάνατον εἶναι λέγει τὸν αὐτίκα νῦν, οὗ περ αἰτία γυναιξὶ παρὰ τῷ ποιητῇ Ἄρτεμις, οὕτω καὶ μαλακὸν κῶμα ὁ αὐτίκα νῦν ὕπνος, ὁποῖον ἄρτι Πηνελόπη ὕπνωσε. κάλλιον δὲ νῦν τὸν Ὀδυσσέα ἡ γυνὴ ἐπῄνεσε, ἤ περ ὅτε κλέος εὐρὺ αὐτοῦ εἶπε καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος. Κεῖται δʼ ἐν τούτοις καὶ ὑπερῷον σιγαλόεν, καθὰ καὶ πρὸ ὀλίγων· κατέβαινε γάρ, φησιν, ὑπερώϊα σιγαλόεντα. Ὅτι δὲ τὸ μαλακῶς θανεῖν συγγενές τι τῷ μαλακῶς ὑπνῶσαι, δηλοῖ καὶ Ἡσίοδος ἐν τῷ, θνῆσκον δʼ ὡς ὕπνῳ δεδμημένοι. Σημείωσαι δὲ ὅτι τε ὥς περ ζῶ ζῶμα, βρῶ βρῶμα, τρῶ τρῶμα Ἰωνικῶς ἡ βλάβη, οὕτω καὶ κῶ κῶμα ὁ ὕπνος. καὶ ὅτι καθὰ δέσμα μὲν ἔφη ὁ ποιητὴς, οὐ μὴν δὲ καὶ ὁ δεσμὸς εὕρηται παρʼ αὐτῷ, οὕτω καὶ κῶμα μὲν οἶδεν, οὐ μὴν δὲ καὶ τὸν κῶμον, οὗ τῇ χρήσει πλεονάζουσιν Ἀττικοὶ, λέγοντες κῶμον ἐκεῖνοι τὸν ἐν συμποσίῳ κάρον, διʼ οὗ καταφέρεταί τις εἰς Ὁμηρικὸν κῶμα, ὅ πέρ ἐστιν ὕπνον· ὅθεν καὶ κωμάζειν καὶ εἰσκωμάζειν τὸ καθὰ μεθύοντα ἐπέρχεσθαι αὐθαδέστερον. Ὅτι τῶν μνηστήρων ἰδόντων τὴν Πηνελόπην αὐτοῦ λύτο γούνατα. διατί; ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν. πάντες δʼ ἠρήσαντο καὶ νῦν, ὡς ἀλλαχοῦ, παραὶ λεχέεσσι κλιθῆναι, ὅ πέρ ἐστιν ἑρμηνεία τοῦ ἔθελχθεν, οἷα οὕτως ἐκστάντων, ὡς εἰς εὐχὴν θέσθαι τὴν εὐνήν· ἢ καὶ ἄλλως οὕτω θελχθέντων, ὡς λυθῆναι αὐτοῖς τὰ γούνατα, οἷα λυσιμελοῦς τινὸς ὄντος καὶ τοῦ πολλοῦ ἔρωτος. Τὸ δὲ ἔρῳ δοκεῖ Αἰολικὸν εἶναι ἀπὸ εὐθείας τῆς ὁ ἔρος, οὗ χρῆσις ἅπαξ ἐν Ἰλιάδι καὶ ἅπαξ ἐν Θεογονίᾳ· ὅθεν καὶ αἰτιατικὴ τὸ, ἐξ ἔρον ἕντο. ἠδύνατο δὲ καὶ ἐκ τοῦ, ἔρως ἔρωτος ἔρωτι, ἀποκεκόφθαι καθʼ ὁμοιότητα τοῦ, γέλω ἔκθανον. ἀλλʼ οὐ δοκεῖ γνωστὸν Ὁμήρῳ εἶναι τὸ, ἔρως ἔρωτος. Τὸ δὲ, παραὶ λεχέεσσι κλιθῆναι, ἀμφιβόλως νοεῖται· ἢ γὰρ ἐκείνην παρὰ τοῖς αὐτῶν, ἢ αὐτοὺς παρὰ τοῖς τῆς γυναικός. ὅτι δέ ποτε τὸ κλιθῆναι καὶ μετὰ τοῦ ν γράφεται κλινθῆναι, οὐκ ἔστιν ἀμφιβαλεῖν. Ὅτι ψόγος πρὸς ἀκμάζοντα εὐγενῆ νεανίαν, εἴ περ ἀφραίνει, τὸ, ὦ δεῖνα, οὐκέτι φρένες ἔμπεδον οὐδὲ νόημα, τὸ ἐκ τῶν σωματικῶν φρενῶν δηλαδή. παῖς ἔτʼ ἐὼν, καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδεʼ ἐνώμας, τουτέστι κερδαλέος ἦς. νῦν δʼ ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις, καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρὸς, εἰς μέγεθος καὶ κάλλος ὁρώμενος ἀλλότριος φὼς, οὐκέτι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα. Πηνελόπη δὲ ταῦτα φησὶ πρὸς τὸν υἱὸν, ἀφορμὴν προβαλομένη τοῦ τε κατελθεῖν καὶ τοῦ ταῦτα εἰπεῖν τὴν τοῦ ξένου κακίαν. ἐπάγει οὖν θαυμαστικῶς καὶ θυμικῶς, οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη, ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως. πῶς νῦν; εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς, σοὶ ἂν αἶσχος λώβη τε μετʼ ἀνθρώποισι πέλοιτο, ὡς ἀχρείῳ δηλαδὴ ξεινοδόκῳ ἢ καὶ ἀδίκῳ. καὶ οὕτω μὲν ἡ μήτηρ. ὁ δὲ παῖς ἐμφρόνως ἀντιλέγων καὶ ἐπιεικῶς λέγει, ὅσα δὴ συνετὸς νέος εἴπῃ ὁμολογῶν οἰκεῖον ἐλάττωμα, ὃ πταίει ἐξ αἰτίας ἐχθρῶν τινῶν. φησὶ γάρ· μῆτερ ἐμὴ, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι· αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα, ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δʼ ἔτι νήπιος ἦα. ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι· ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος οἵδε, κακὰ φρονέοντες, ἐμοὶ δʼ οὐκ εἰσὶν ἀρωγοί. Καὶ ὅρα ὡς δεξιῶς ἀναστρέφει τὸ τῆς μητρὸς νόημα ὁ παῖς. ἡ μὲν γὰρ παῖδα ἔτι ἐόντα κέρδεα νωμᾶν αὐτὸν ἐν φρεσὶν ἔφη, νῦν δὲ μέγαν ὄντα μὴ τοιοῦτον εἶναι. ὁ δὲ νῦν μᾶλλον ἐπιστήμων ἔφη τῶν δεόντων εἶναι, πάρος δὲ νηπιάζειν. αἰτιᾶται δὲ τοὺς μνηστῆρας ὡς αἰτίους τοῦ δοκεῖν τοῦτον μὴ φρονεῖν, ἵνα τῶν τοῦ Τηλεμάχου τὸ μὲν πρῶτον εἴη ἐνστατικὸν, τὸ νῦν μᾶλλον εἰμὶ φρενήρης, τὸ δὲ ἑξῆς ἀντιπαραστατικὸν, τὸ ὑπὸ τῶν μνηστήρων ἐκκρούεσθαί ποτε τοῦ δέοντος. οἱονεὶ γάρ, φησιν, ὡς εἰ καί ποτε δοκῶ μὴ φρονεῖν, ἐξ αἰτίας τοῦτο τῶν μνηστήρων ἐστί. Τὸ δὲ, μέγας ἐσσὶ, ἔχεται λόγου τοῦ παιδὸς, ἐν ᾧ φθάσας ἐκεῖνος ἔφη, νῦν δʼ ὅτε δὴ μέγας εἰμὶ, πειράσομαι τόδε ποιῆσαι. Ὅτι δέ ποτε ἀλλότριός τις φὼς εἰς μέγεθός τινος καὶ κάλλος ὁρώμενος, ἤτοι ὁρῶν, ὀλβίσοι ἂν τὸν βλεπόμενον, ἐδήλωσέ που καὶ Μενέλαος, οὕτω χαρακτηρίσας καὶ αὐτὸς ἐκεῖ Πεισίστρατον καὶ Τηλέμαχον, γένος εἶναι διοτρεφέων βασιλήων· ἐπεί, φησιν, οὐκ ἂν κακοὶ τοιούσδε τέκοιεν. καὶ ἄλλως δὲ φράσαι, τὸ ἀλλότριος φὼς ἀκριβῶς πρόσκειται, ὡς τοῦ ἀλλοτρίου φωτὸς ἀπὸ μεγέθους καὶ κάλλους ὡς ταπολλὰ ὀλβίζοντος τὸν ὁρώμενον, ὃς εἴ περ ἀστοχήσοι, ἀκούσοι ἂν, ὡς οὐκ εἰκότως ὄλβιον λέγει, ᾧ μὴ ἐπʼ εἴδεϊ καὶ φρένες εἰσίν· ὁ μέντοι εὖ εἰδώς τινα ἑτέρωθεν χαρακτηρίσει τὸν ὄλβιον· ἐξ ὧν δηλαδὴ περὶ ἐκείνου οἶδεν ἀγαθῶν. Τὸ δὲ, πῶς νῦν; πάνυ ἐλλιπῶς καὶ οὕτω γοργῶς ἠρώτηται. οὐ γὰρ ἀφῆκεν ὁ θυμὸς ἐντελῆ γενέσθαι τὴν πεῦσιν. λέγει δὲ, πῶς νῦν τὸ πρᾶγμα γέγονεν; ἢ πῶς οὐκ ἐπεξῆλθες καὶ ἐκώλυσας; ἢ ἄλλο τι ὅμοιον. Τὸ δὲ εἴ τι ξεῖνος ἢ εἴ τις ξεῖνος, ἀμφοτέρως γὰρ γράφεται, καὶ τὰ ἑξῆς, διδάσκει, τὰ εἰς τοὺς ξείνους κακὰ τοῖς ξεινοδόκοις ἐπιγράφεσθαι. Ῥυστακτὺς δὲ ἡ αἰκία, ὁ βίαιος ἑλκυσμός· οὗ τὸ ῥῆμα ῥυστάζειν ἐλέχθη πρὸ τούτων. Τὸ δὲ, θυμῷ νοέω, εὐφυῆ καὶ θυμόσοφον εἶναι δηλοῖ τὸν Τηλέμαχον. οἴκοθεν γὰρ καὶ οὐκ ἀπὸ διδασκάλου φρονεῖ. διὸ καὶ ἐῤῥέθη που πρὸς αὐτόν· Τηλέμαχε, ἦ μάλα σε διδάσκουσι θεοὶ αὐτοί. Τὸ δὲ, οἶδα ἐσθλά τε καὶ τὰ χέρηα, σοφὸν τὸν παῖδα καθυποδείκνυσιν, εἰδότα μὲν αὐτόθεν καὶ τὰ καλὰ, εἰδότα δὲ καὶ τὰ μὴ τοιαῦτα, ἐν τῷ μαθεῖν αὐτὰ κανόνι τοῦ γʼ ἐσθλοῦ κατὰ τὴν τραγῳδίαν. εἰ δὲ καὶ οὕτως οἶδεν ὁ παῖς, ἀλλʼ εὐλαβῶς εἴκων, οἷς ἡ μήτηρ εἶπεν, οὐ δύνασθαί φησι πεπνυμένα πάντα νοῆσαι, διότι ἐκπλήσσουσί με ἄλλοθεν ἄλλος· ὅ περ ἐκ μεταφορᾶς λέγει τῶν ἐπίτηδες διά τινος πληγῆς καὶ κρότου συγχεόντων τινά· οἳ καὶ οὕτω κατακρατηθέντες ἔμπληκτοι λέγονται καὶ ἔκπληκτοι. εἰ δὲ καὶ ὑπὸ βροντῆς αὐτὸ πάθοιεν, καὶ ἐμβρόντητοι καλοῦνται. ἀπὸ δὲ τοῦ ἐκπλήσσειν καὶ ἐκκρούεσθαί τις ἔργου λέγεται, καὶ ὁ κωλύων ἐκκρούει ἐκεῖνον. ὁ μέντοι παραπλὴξ ἄλλο τι δηλοῖ, ὡς προεδηλώθη. περὶ δὲ τοῦ ἐμπλήγδην ἐν τοῖς ἑξῆς δηλωθήσεται. Ὅτι λαλήσας δεόντως τῇ Πηνελόπῃ ὁ Τηλέμαχος, ἐφʼ οἷς ἐκείνη αὐτὸν αἰτιᾶται διὰ τὸ αἰκισθῆναι τὸν ξένον, ἐπιφέρει καί τι νόημα δηλοῦν, ὡς ψεύδεται ἡ μήτηρ τὴν τοῦ ξείνου αἰκίαν. φησὶ γάρ· οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη, μνηστήρων ἰότητι. ἅμα δὲ καὶ ὑπεραπολογεῖται τῶν μνηστήρων. εἶτα καὶ τὸ γενναιότερον ἐπάγων φησί· βίῃ δʼ ὅ γε φέρτερος ἦεν, τουτέστι προφερέστερος ἦν τοῦ Ἴρου ὁ ξεῖνος κατὰ ἰσχύν. ὁ δὴ τοιοῦτος πῶς ἂν ᾐκίσθαι λέγοιτο; Καὶ σημείωσαι τὴν τοῦ Τηλεμάχου δεινότητα. Πηνελόπη μὲν γὰρ αἰκισθῆναι ἀληθῶς τὸν ξένον ἔφη, ὅτε σφέλας ἀφεὶς ὁ Ἀντίνοος ἔβαλεν αὐτόν. Τηλέμαχος δὲ, προσποιησάμενος λαθέσθαι, νοεῖ τὸν τῆς μητρὸς λόγον ἐπὶ τοῖς κατὰ τὸν Ἶρον καὶ τὸν ξεῖνον, ἐφʼ οἷς οὐκ ἔστιν αἰκία τοῦ ξένου. ποιεῖ δὲ τοῦτο ἐπίτηδες, ἵνα παύσῃ τὸν θόρυβον, ὑπεραπολογησάμενος μὴ αἰκισθῆναι τὸν ξεῖνον. εἶτα ἠρέμα κατὰ τῶν μνηστήρων αὖθις λέγων ἐπάγει· αἲ γὰρ οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ κατὰ τὸν Ἶρον, οἱ δʼ ἔντοσθε δόμοιο, λέλυτο δὲ γυῖα ἑκάστου, ὡς νῦν Ἶρος ἐκεῖνος ἐπʼ αὐλείῃσι θύρῃσιν ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς· οὐδʼ ὀρθὸς στῆναι δύναται ποσὶν, οὐδὲ νέεσθαι οἴκαδε ὅπῃ οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται. νεύειν δὲ κεφαλὰς ταυτόν ἐστι τῷ νευστάζειν, ὁποῖόν τι καὶ ἐπὶ Ἀμφινόμου τὸ νευστάζων κεφαλῇ. Τὸ δὲ δεδμημένοι, ἐπίτηδες κεῖται, ἵνα δηλοῖ ὄλεθρον τὸ, νεύοιεν κεφαλάς. ἄλλως γὰρ νεύει τις κεφαλῇ καὶ προκαλούμενός τινα ἢ κατανεύων ἐν τῷ ἐρωτηθῆναι. παραβολικὸν δὲ γνώρισμα τοῦ οὕτω νεύειν κεφαλὰς ἤγουν νευστάζειν κεφαλῇ τὸ κατὰ μέθην. διὸ ἐπήγαγε τὸ, μεθύοντι ἐοικὼς, ὃς οὐδʼ ὀρθοῦσθαι δύναται. Τὸ δὲ, λέλυτο δὲ γυῖα ἑκάστου, ταυτόν ἐστι τῷ λυθεῖεν, ὁριστικὸν μὲν ὂν, τεθὲν δὲ ἀντὶ εὐκτικοῦ, ἴσως δὲ καὶ ἀπὸ τοῦ λελύοιτο συγκέκοπται. Τὸ δὲ, ὅπῃ οἱ νόστος, ἑρμηνεία ἐστὶ τοῦ νέεσθαι οἴκαδε. νόστος γὰρ ἡ εἰς οἶκον ὑποστροφή. διὸ καὶ ἅμα παραθεὶς ἔφη νέεσθαι οἴκαδε ὅπῃ οἱ νόστος. Ὅτι Εὐρύμαχος κολακεύων, ὡς εἰκὸς, τὴν Πηνελόπην φησίν· εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος Ἀχαιοὶ, πλείονές κεν μνηστῆρες ἐν δόμοις ἠῶθεν δαινύατο· ἐπεὶ περίεσσι γυναικῶν εἶδός τε μέγεθός τε, ἰδὲ φρένας ἔνδον ἐΐσας· ὥστε οὐδέν τι καινὸν ἐρᾶν σου ἡμᾶς τοὺς ἐγγὺς, εἴ γε καὶ οἱ ποῤῥωτέρω ἰδόντες σε τὸ αὐτὸ πάθοιεν ἂν ἡμῖν. Λέγει δὲ Ἴασον Ἄργος τὴν Πελοπόννησον ἀπὸ Ἰάσου βασιλέως, τοῦ τῆς Ἰοῦς, ὥς περ τὸ αὐτὸ καὶ Ἄργος διὰ τὸν πολλαχοῦ δηλούμενον πανόπτην Ἄργον. δῆλον δὲ καὶ ὅτι κατὰ πολυωνυμίας λόγον καὶ ἵππιον ἐκλήθη τὸ αὐτὸ καὶ ἱππόβοτον καὶ Ἄργος Ἀχαιϊκόν· ἰδίως μέντοι καὶ ἡ Λακωνικὴ Ἀχαιϊκὸν Ἄργος ἐκλήθη, ὡς τὸ, ἢ οὐκ Ἄργεος ἦεν Ἀχαιϊκοῦ, τουτέστιν οὐκ ἦν ἐν τῇ Λακωνικῇ. ὡς δὲ οὐχʼ ἓν Ἄργος, ἀλλὰ πολλὰ, καὶ ὡς νεώτεροι Μακεδόνες καὶ Θετταλοὶ Ἄργος καὶ τὸ ἁπλῶς πεδίον φασὶ, καὶ ἐν ἄλλοις δεδήλωται. ὡς δὲ καὶ Ἀπία γῆ ἐκλήθη ποτὲ ἡ Πελοπόννησος ἀπὸ Ἄπιδός τινος ἢ Ἄπεως, ἐδηλώθη που καὶ αὐτό. ἐνταῦθα δὲ θετέον καὶ ὅτι Ἀπία ἐκείνη λεχθῆναι ἱστόρηται καὶ διὰ τὸ ἐπιδαψιλεύειν, φασὶν, ἐν αὐτῇ τὸ φυτὸν, ὃ δηλαδὴ τοὺς ἀπίους φέρει. τινὲς δὲ Ἴασον Ἄργος ἐνταῦθα ὡς ἀπὸ μέρους τὴν ὅλην Ἑλλάδα νοοῦσιν. ἀπολογία δέ τις κολακικὴ τῷ Εὐρυμάχῳ τὸ λεχθὲν ὑπὲρ τῶν ὅλων μνηστήρων, ὡς μηδέν τι ποιούντων παρά γε τὸ εἰκὸς, εἰ γυναῖκα τοιαύτην εὑρόντες παραμένοιεν, ἣν καὶ ἄλλοι ἰδόντες ποιήσαιεν ἂν τὸ ὅμοιον. χαρίεις δὲ ὁ λόγος τῷ Εὐρυμάχῳ καὶ διὰ τὸ ἐν ὀλιγίστῳ εἰρῆσθαι καὶ ἔχειν οὕτω τὸ εὐμνημόνευτον. Ἐν δὲ τῷ, ἀνʼ Ἴασον, λείπει ἄρθρον πληθυντικὸν, ἵνα λέγῃ, ὡς εἰ καὶ πάντες σε ἴδοιεν οἱ ἀνὰ τὸ Ἴασον Ἄργος. Ὅτι Πηνελόπη ἐπαινεθεῖσα παρὰ τοῦ Εὐρυμάχου φησίν· ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε ὤλεσε θεὸς, ὅτε Ἴλιον εἰσανέβαινον Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ἦεν Ὀδυσσεύς. εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι, μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτω. ἐνταῦθα δὲ νοητέον, οἷος ἂν εἰς τὸν ἀγῶνα γενήσεται Ὀδυσσεὺς τοιαύτης πειρώμενος τῆς γυναικός· ἢ πάντως αἱρήσεται θανεῖν αὐτὸς, εἰ μὴ ταχὺ τοῦτο οἱ μνηστῆρες πάθοιεν. καὶ ἄλλως δὲ θεωρῆσαι ταῦτά τε καὶ τὰ εὐθὺς ἐφεξῆς· ἐπαινεῖ ἑαυτὴν ἡ γυνὴ φιλοκάλως εἰς ἐπίτασιν κάλλους ὑπερβαίνουσα τὰ τοῦ Εὐρυμάχου. εἰ γὰρ νῦν πασῶν περίεστιν, οἵα ἦν ἄρα τὸν ἄνδρα ἔχουσα; καὶ τὸν Ὀδυσσέα δὲ ἐπαινέσασα καὶ ἐρωτικῶς ἐκείνου ἔχειν φαμένη ἀντερᾶται εἰς πλέον· καὶ οὕτω πάλιν προσερεθίζεται Ὀδυσσεὺς ταχὺ ἐπεισπεσεῖν τοῖς μνηστῆρσι. προκαταβάλλεται δʼ ἐν τούτοις ὁ ποιητὴς καὶ ἀρχὰς τῶν εἰσαύριον. εἰ γὰρ ἤδη τετύπωκεν ἡ γυνὴ γήμασθαι, πιθανῶς ἄρα τὰ τῆς αὔριον προβήσεται. πιθανολογεῖται δὲ καὶ ἡ τῶν δώρων ζήτησις καὶ ἡ τῶν μνηστήρων εἰς τὸ δοῦναι προθυμία, εἴ περ ἤδη ἐθέλει αὐτὴ ἄνδρα λαβεῖν. Ἀρετὴν δʼ ἐνταῦθα οὐ μίαν τινὰ λέγει, ἀλλὰ τὸ εὔδαιμον τῆς ζωῆς καὶ μακαριστὸν ἢ καὶ πᾶσαν γυναικὸς δεξιότητα, οὐ μόνον τὴν κατὰ φρένας, ὡς Εὐρύμαχος εἶπεν, ἀλλὰ καὶ τὴν κατὰ ἔργα καὶ οἰκονομίαν καὶ ὅσα τοιαῦτα. Ὅτι πένθιμον τὸ, νῦν δʼ ἄχομαι, τόσα γάρ μοι ἐπέσσευε κακὰ δαίμων. Ὅτι ἐπισπεύδων ἤδη τὴν μνηστηροκτονίαν ὁ ποιητὴς πλάττει τὴν Πηνελόπην λέγουσαν οὕτως· ἦ μὲν δὴ, ὅτε ἀπέπλεεν Ὀδυσσεὺς, δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα, προσηύδα· ὦ γύναι, οὐ γὰρ ὀΐομαι Ἀχαιοὺς ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι. καὶ γὰρ Τρῶας φασὶ μαχητὰς ἔμμεναι ἄνδρας, ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν, ἤγουν ὀϊστευτὰς, ἵππων τʼ ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχιστα ἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο. τῷ οὐκ οἶδʼ εἴ κέν μʼ ἀνέσει θεὸς ἤ κεν ἁλώω αὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δʼ ἐνθάδε πάντα μελόντων, μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν, ὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος. αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι, οὗ περ αὐτὴν πρὸ βραχέων καὶ ἡ Εὐρυνόμη ἀνέμνησε, γήμασθʼ, ᾧ κʼ ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα. κεῖνός θʼ ὣς ἀγόρευε. τὰ δὴ νῦν πάντα τελεῖται. νὺξ δʼ ἔσται, ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει οὐλομένης ἐμέθεν, τῆς τε θεὸς ὄλβον ἀπηύρα. ἐν τούτοις δὲ φαινόμενον μὲν κεφάλαιον τὸ μελετᾶν ἤδη τὴν Πηνελόπην περὶ γάμου διὰ τὸ γενειῆσαι τὸν Τηλέμαχον· δεινότης δὲ ποιητικὴ ἀληθῶς, ἤδη μεθοδεύουσα ἐπιβαλεῖν τοῖς κατὰ τῶν μνηστήρων. ἔχει δὲ ὁ λόγος καὶ ἱστορίαν, λέγων ὁποῖοι τινές ποτε οἱ Τρῶες ἦσαν. διδάσκει δὲ χάριν πολυπειρίας καὶ ἀρίστους ἐν ταῖς πολεμικαῖς εἶναι τάξεσι τοὺς ἱππέας. διὸ καὶ παρʼ Ἀθηναίοις τὴν πρώτην εἶχον μοῖραν αὐτοὶ, ὡς δηλοῖ καὶ ὁ κωμικός. ὧν ἔπαινος νῦν τὸ τάχιστα κρίνειν, ὅ ἐστι λύειν, τὸ τοῦ πολέμου νεῖκος. ἕτεροι μέντοι κοινὸν εἶπον τοῦτο ἀκοντισταῖς τε καὶ τοξόταις ὁμοῦ καὶ ἱππεῦσιν, ὡς τῶν τοιούτων τριῶν ταγμάτων τάχιστα κατορθούντων τὸ ἔργον. ἔτι δὲ ὁ ῥηθεὶς τῆς γυναικὸς λόγος, ὡς ἐξ Ὀδυσσέως, καὶ βιωτικὸν ἔχει παράγγελμα τό τε χρῆναι τὴν σώφρονα μεμνῆσθαι ὥς περ τοῦ ἀνδρὸς ἀποδημοῦντος, οὕτω καὶ τῶν ἐκείνου παραγγελιῶν, τῶν τε κατὰ ζωὴν καὶ τῶν μετὰ θάνατον. καὶ τὸ ἐπεστράφθαι αὐτὴν γονέων οὐ τῶν οἰκείων μόνων, ἀλλὰ καὶ τῶν τοῦ ἀνδρός· τούτων δὲ οὐ μόνον αὐτοῦ παρόντος, ἀλλὰ καὶ μᾶλλον ἀπόντος. ἐκεῖνο μὲν γὰρ δόξοι ἂν πραγματευτικόν· τοῦτο δὲ τὴν κυρίως φιλίαν διαδείκνυσιν. Ἐν δὲ τῷ περὶ Τρώων καὶ Ἀχαιῶν λόγῳ καὶ τὸ ξυνὸς ἐνυάλιος ἐφερμηνεύειν δοκεῖ, τοιοῦτον γὰρ τὸ, οὐκ οἶδα, εἴ περ ἀνέλθω ἢ ἁλώω. Τὸ δὲ, καρποῦ ἑλεῖν, φιλοφροσύνης ἴδιον, εἰωθὸς γίνεσθαι δεξιωτικῶς. Τίς δὲ ὁ κατὰ χεῖρα καρπὸς, ἐλέχθη ἀλλαχοῦ. Τὸ δὲ ἀπήμονας ἐφερμηνευτικόν ἐστι τοῦ εὖ. ταυτὸν γὰρ εὖ νοστῆσαι καὶ ἀπήμονας νοστῆσαι. Ὅρα δὲ καὶ ὅτι ἀκοντιστὰς μὲν ἐν ἁπλότητι ἔφη, τοὺς τοξότας δὲ παρέφρασε, ῥυτῆρας εἰπὼν ὀϊστῶν, ἔτι δὲ καὶ ἐπὶ πλέον τοὺς ἱππεῖς, εἰπών· ἵππων ὠκυπόδων ἐπιβήτορας. Ῥυτῆρες δὲ ὀϊστῶν οἱ ἑλκυσταί. ὅθεν εἶεν ἂν οἱ ὀϊστοὶ ῥυτοὶ, ὅ ἐστιν ἑλκυστοί. διὸ καὶ γωρυτὸς, θύλακος, τοξοθήκη, ὡς οἷον, φασὶ, χωρυτὸς, τουτέστι χωρῶν τόξον ῥυτόν. Τὸ δὲ, ἀνέσει θεὸς, ἀντὶ τοῦ ἀνήσει, ἀφήσει, ἀπολύσει. οὗ τὸ ἐναντίον ἁλῶναι ἐστίν. ἐντεῦθεν καὶ τὸ, ἄφρονα τοῦτον ἀνέντες, ἤγουν ἀφέντες, ἀπολύσαντες, ἀναπείσαντες. καὶ κύων δὲ εἰς θήραν οὕτως ἀνίεται, λυθεὶς δηλαδὴ δεσμοῦ. Τοῦ δὲ γενειήσαντα οὐκ εὔδηλον, εἴτε γενειῶ ἐστὶν ὁ ἐνεστὼς εἴτε καὶ γενειάζω παράγωγον. Τοῦ δὲ γήμασθαι ἡ πρὸς τὸ γῆμαι διαφορὰ προδεδήλωται. Ἐν δὲ τῷ, τεὸν κατὰ δῶμα λιποῦσα, φανερῶς ἄδικοι φαίνονται οἱ μνηστῆρες, τὸν μὲν υἱὸν ἐξωθοῦντες, τῇ μητρὶ δὲ διδόντες τὸ τοιοῦτον δῶμα καὶ ὅς τις ὀπυίει. Τὸ δὲ, νὺξ δὲ ἔσται καὶ ἑξῆς, ἁπλοϊκῶς μὲν νοεῖ χρῆναι νύκτα εἶναι τὸν τοιοῦτον καιρὸν τοῦ γάμου χάριν αἰδοῦς· ἄλλως δὲ δύναται καὶ ὅμοιον εἶναι τῷ, μὴ ἴδοι τοιοῦτον κακὸν ὁ Ἥλιος. παραλαλεῖ δὲ τυχαίως ἐνταῦθα ἡ γυνὴ καὶ τὸ μέλλον. νῦν γὰρ ἔσται αὔριον, ὅτε ὁ αὐτῆς ἔσται γάμος, εἰ καὶ μὴ στυγερός· μετὰ τοῦ Ὀδυσσέως γάρ. Τὸ δὲ οὐλομένης ἴσως μὲν ἐνεργητικῶς ἐῤῥέθη, ὡς καὶ ἐν Ἰλιάδι ἡ οὐλομένη μῆνις, ἐπεὶ καὶ νῦν αὕτη ἄλγεα τοῖς μνηστῆρσι θήσει· ἴσως δὲ καὶ παθητικῶς ἀντὶ τοῦ, τῆς παθούσης ὀλέθρια καὶ ὡς εἰπεῖν ἀνόλβου. διὸ ἑρμηνεύων ἐπάγει· τῆς τε Ζεὺς ὄλβον ἀπηύρα, ἤγουν ἣν ἀφῆκεν ἄνολβον ἤτοι δυσδαίμονα. καὶ εἰκὸς τὸ οὐλομένη καὶ ἐνεργητικῶς καὶ παθητικῶς λέγεσθαι διὰ τὸ χρόνου εἶναι μέσου ἀορίστου δευτέρου. οἱ δὲ μέσοι ἐπαμφοτερίζουσιν ὡς ἐπὶ πολὺ τῇ ἑρμηνείᾳ. Ἰστέον δὲ καὶ ὅτι τὸ, ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει οὐλομένης ἐμέθεν, περίφρασίς ἐστι τοῦ, ὅτε εἰς γάμον ἔλθω. Ἑλένη μὲν οὖν πταίσασα κυνῶπιν ἑαυτήν που καλεῖ. Πηνελόπη δὲ οὐκ ἂν τοιαύτην ἔχοι ἑαυτὴν καλέσαι, ἀρκεῖ δὲ ἠθικῶς οὐλομένην εἰπεῖν διὰ τὸ δύσδαιμον ἤτοι δυστυχές. Ὅτι ὑποκρουσαμένη δεινῶς ἡ Πηνελόπη μελέτην γάμου καὶ θέλξασα οὕτω τοὺς ἐραστὰς ἐπάγει εὐθύς· ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει· μνηστήρων οὐχʼ ἥδε δίκη τὸ πάροιθε τέτυκτο, οἵ τʼ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν, αὐτοὶ τοί γʼ ἀπάγουσι βόας καὶ ἴφια μῆλα, κούρης δαῖτα φίλοισι καὶ ἀγλαὰ δῶρα διδοῦσιν· ἀλλʼ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν. οὕτω κερδαλέα φρονεῖ ἡ σοφὴ γυνή. καλῶς ἄρα προεῤῥέθη, ὡς ἡ Ἀθηνᾶ ἐν φρεσὶν ἔθηκεν αὐτῇ φανῆναι μνηστῆρσι· φρονίμως γὰρ αὐτοῖς ἐπεφαίνετο. ἔφασαν δέ που καὶ οἱ μνηστῆρες θεόθεν ἐντεθεῖσθαι τῇ γυναικὶ νοῦν εἰς μέγα κλέος αὐτῆς. εἰ δὲ καὶ τὰ τοῦ υἱοῦ ἐδαπανῶντο, καθὰ ἐῤῥέθη ἐκεῖ, ἀλλʼ ἰδοὺ ἡ μήτηρ οὐκ ἀφίησιν ἀζημίους τοὺς δαπανῶντας τὸν ἐκείνου βίον, ἀλλὰ παρέλκει ἐξ αὐτῶν δεξιῶς, ὡς ὁ μὲν ἄν τις ἐρεῖ δῶρα προικῷα, εἰπεῖν δʼ ἀληθῶς, ἐπιθανατίους δωρεάς. μικρὸν γὰρ ὅσον καὶ τεθνήξονται οἱ δόντες. διὸ καὶ γήθησεν ἐνταῦθα πολύτλας δῖος Ὀδυσσεὺς, οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, καθὰ καὶ αὐτὸς ἐν Φαίαξιν ἐποίει, θέλγε δὲ θυμὸν μειλιχίοις ἐπέεσσι. νόος δέ οἱ ἄλλα μενοίνα. συνίησι γὰρ ὁ περίφρων τὰ τῆς δαΐφρονος γυναικός. ὑπούλου δὲ πάντως ἤθους καὶ τὸ διὰ δῶρα θέλγειν θυμὸν μειλιχίοις λόγοις, ἄλλα δὲ νοεῖν. καί πως οὐ μακράν ἐστι τοῦ εὖ μὲν βάζειν, κακῶς δʼ ὄπιθε φρονεῖν, καὶ τοῦ ἐσθλὰ μὲν ἀγορεύειν, κακὰ δὲ βυσσοδομεύειν. εἰ καὶ ἁπαλώτερον τοῦτο ἤ περ ἐκεῖνα διὰ τὸ κερδαλέου ἤθους εἶναι, οὐ μὴν φονικοῦ. Τὸ δὲ, οὐχʼ ἥδε δίκη, ὅμοιον τῷ, οὐχʼ ἥδε θέμις, οὐχʼ ὅδε νόμος, οὐχʼ ὅδε τρόπος, καὶ τοῖς τοιούτοις. Τὸ δὲ πάροιθεν ἐντρεπτικόν ἐστιν, ὡς τῶν μνηστήρων καινιζόντων καὶ πρεσβεῖον ἀθετούντων δίκης, ἣ τὸ πάροιθεν ἤγουν ἀνέκαθεν ἐκ παλαιτάτων χρόνων τέτυκτο. νεωτερίζουσι δὲ πάντως οἱ οὕτω καινίζοντες καὶ εἰσὶν αὐτόχρημα νεωτεροποιοί. Τὸ δὲ, ἀγαθὴν γυναῖκα, καὶ τὸ, ἀφνειοῦ θύγατρα, καὶ τὸ, μνηστεύειν ἐθέλωσι, καὶ τὸ ἀλλήλοις ἐρίσωσι, παρατετηρημένως κεῖνται. εἰκὸς γὰρ δαπανᾶν τὰ γυναικὸς τοὺς μνηστῆρας καὶ μὴ ἐθέλειν διδόναι, εἴ περ μὴ ἀγαθὴ ἐκείνη γυνὴ, μηδὲ ἐκ πλουσίων, μηδὲ αὐτὴ ἀξιοῦται μνηστεύεσθαι, μηδὲ οἱ ἐρῶντες ἐρίζουσιν. εἰ δὲ ἀγαθὴ ἡ γυνὴ, ἕδνα πάντως καὶ ἐθέλει καὶ ἀξία ἐστὶ λαβεῖν. ὁμοίως καὶ ἐὰν θυγάτηρ ἀφνειοῦ πατρός. οὐ γὰρ ἂν αἰσχυνεῖ αὐτὸν πατρῷον ὄλβον. οὕτω δὲ καὶ ἐὰν ἐκεῖνοι μνηστεύειν ἐθέλωσιν. οὐ γὰρ ἀνάεδνοι τεύξοιντʼ ἂν τοῦ θελητοῦ. πολλῷ δὴ πλέον καὶ, εἴ περ ἀλλήλοις ἐρίζουσι. τότε γὰρ, ὡς ἐν συναλλαγῇ, χαρίσηται ἂν ἡ γυνὴ τῷ διδόντι πλείονα. Τὸ δὲ, αὐτοὶ τοί γε ἀπάγουσι βόας καὶ ἑξῆς, ἑρμηνεία ἐστὶ τοῦ, τίς ἡ δίκη τῶν μνηστήρων πάροιθεν ἦν, ἵνα σαφὲς γένηται τὸ τῆς γυναικὸς βούλημα, καὶ μὴ προσποιήσαιντο ἀγνοεῖν αὐτὸ οἱ μνηστῆρες. Τὸ δὲ, αὐτοὶ τοί γε, ὅμοιον τῷ αὐτοὶ αὐτοὶ, πρὸς ἔμφασιν τοῦ λόγου πλείονα. Τὸ δὲ ἀπάγουσι ταυτὸν τῷ ἄγουσι· περιττὴ γὰρ ἡ πρόθεσις. σημαίνει δέ ποτε ἡ λέξις καὶ τὸ ἀποστερεῖν καὶ ληΐζεσθαι. Τὸ δὲ, ἀπάγουσι βόας, τοιαύτας εἶναι τὰς ἀλφεσιβοίας γυναῖκας ὑπολαλεῖ. ἐκ δὲ τοῦ μῆλα ἡ ἐν Ἰλιάδι Πολυμήλη ὠνόμασται, ἔτι δὲ καὶ ἡ Φιλομήλα. Τὸ δὲ, ἀγλαὰ, βούλεται καὶ λαμπρὰ εἶναι, καθὰ καὶ χρὴ τὰ τῇ ῥηθείσῃ γυναικὶ διδόμενα ἕδνα. Τὸ δὲ, τῶν μὲν δῶρα παρέλκετο, ἀντὶ τοῦ παρὰ τούτων, ἤγουν ἐκ τῶν μνηστήρων δῶρα εἷλκε. καὶ ἔστι, φασὶν, ὅμοιον τῷ παρέσπα. ἔχει δὲ καὶ ἔμφασιν ἀστείαν τὸ ἕλκετο· οὐ γὰρ ἐξ ἑκόντων ἤρχετο τῶν μνηστήρων, ἀλλὰ εἵλκετο παρὰ τῆς γυναικὸς, ὡς οἷον πρεσβίαν· ἢ καὶ εἰ βαρύ τι μέγεθος διὰ μεθόδου μηχανικῆς εἰς ἀναπλήρωσίν τινα ὧν ἐκεῖνοι ἐδαπάνων, εἰκὸς δὲ καὶ ἀντισήκωσίν τινα τὴν τοιαύτην λέξιν δηλοῦν· ὡς ἔστι συναγαγεῖν ἐκ τῆς ὁλκῆς ἐπὶ ὄγκου λεγομένης, καθὰ δηλοῖ καὶ τὸ, ὁλκὴ χρυσίου ἢ τοιούτου τινὸς, ὅ περ ἐκ τοῦ ἕλκειν γίνεται. Ὅτι Ἀντίνοος τῆς Πηνελόπης δῶρα παρελκομένης τῶν μνηστήρων, ὡς προσεχῶς ἐγράφη, φησί· δῶρα μὲν ὅς κʼ ἐθέλῃσιν ἐνθάδʼ ἐνεῖκαι, δέξασθαι, ἤτοι δέξαι. οὐ γὰρ καλὸν ἀνῄνασθαι δόσιν ἐστί. τοῦτο δέ τις ἐρεῖ προτρέπων τινὰ εἰς λῆψιν δώρου. ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ, πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν, ὅς τις ἄριστος. Τοῦτο δὲ Ὁμήρου προαναφώνησις, ὡς οὐδεὶς τῶν μνηστήρων ἐκφευξεῖται τὸν ὄλεθρον μεταμεληθεὶς τυχὸν ἢ καὶ ἄλλως ὁπωσοῦν ἀναχωρήσας, ὃ καὶ Ὀδυσσεὺς ἐθέλοι ἄν. διὸ καὶ Τηλέμαχος μετʼ ὀλίγα ἐρεῖ· διώκω δʼ οὔ τινʼ ἔγωγε, ἅμα μὲν πραΰνων τοὺς κακοὺς, δεικνὺς δὲ καὶ ὡς ἐθέλει ἀπὸ τῆς νῦν παραμεῖναι αὐτοὺς, ἵνα μηδεὶς ἐκφύγῃ τὸν πάναγρον. ἐπικριτικῶς δὲ εἶπεν ὁ κακὸς τὸ, οὐ γὰρ καλὸν ἀνῄνασθαι δόσιν· καὶ οἱ ἀκούσαντες πείθονται, οὐ γὰρ ἔχουσιν ἀντιπεσεῖν οἷς καλῶς εἶπε καὶ ἡ Πηνελόπη καὶ ὁ Ἀντίνοος. Ὅρα δὲ τὸ, ὅς τις ἄριστος. ἔοικε γὰρ ὁ Ἀντίνοος μὴ βούλεσθαι λαβεῖν τὴν Πηνελόπην, ὃς ἂν αὐτῇ ἀρέσκοι, ἀλλὰ τὸν ἄριστον, ἑαυτὸν ἴσως τοιοῦτον κρίνων καὶ μαχησόμενος, εἰ διεκπέσοι τοῦ ἀριστείου. Σημείωσαι δὲ καὶ ὅτι, εἴ περ Ἀντίνοος μὲν λέγει, πείθονται δὲ οἱ ἄλλοι, αὐτὸς ἄρα ἄρχει καὶ αἰτιός ἐστι μάλιστα· διὸ καὶ εὖ ποιῶν πρῶτος πεσεῖται. Ἰστέον δὲ καὶ ὅτι τὸ, γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος, ἔχει τι καὶ φήμης μαντικῆς. ἐξ ἀποτελέσματος γὰρ Ὀδυσσεῖ τῷ ἀρίστῳ ἡ γυνὴ ἐγήματο. Ὅτι πεμψάντων τῶν μνηστήρων ἤνεγκαν ἑκάστῳ δῶρα κήρυκες, Ἀντινόῳ μὲν μέγαν περικαλλέα πέπλον ποικίλον· ἐν δʼ ἂρ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι χρύσειαι, κληῗσιν εὐγνάμπτοις ἀραρυῖαι· ὅρμον δʼ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκα ἔνεικε χρύσεον, ἠλέκτροισιν ἐερμένον, ἠέλιον ὥς. ἕρματα δʼ Εὐρυδάμαντι δύο θεράποντες ἔνεικαν, τρίγληνα, μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή. ἐκ δʼ ἄρα Πεισάνδροιο ἴσθμιον ἤνεικε θεράπων περικαλλὲς ἄγαλμα. ἄλλο δʼ ἂρ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικε. φίλη δὲ τῇ ποιήσει λέξις τὸ ἔνεικε. διὸ πεντάκις αὐτῇ ἐνταῦθα ἐχρήσατο. πόθεν δὲ γίνεται, εἴρηται ἀλλαχοῦ. Ὅρα δὲ τὸ, ἄλλο δʼ ἄρα ἄλλος δῶρον ἔνεικε, περικόψαντος τοῦ ποιητοῦ τὸ πλείονα ὀνομάζειν, οἷον τυχὸν ψέλλια, ἢ ὑφορμίδας, ἢ περιδέραια, ἐξ ὧν καὶ ὑποδερὶς, κόσμος γυναικεῖος καὶ αὐτὴ κατὰ τοὺς παλαιούς. ἄκαιρός τε γὰρ φιλοτιμία τὸ πλείω εἰπεῖν, καὶ οὐδʼ ἂν εὐπόρησεν ἐπὶ πάντων καθʼ ἕνα τῶν μνηστήρων ἰδίᾳ τοιαῦτα περὶ ἑκάστου λαλεῖν. Πέπλον δέ φασί τινες τὸν ἐνταῦθα μέγαν καὶ περικαλλέα καὶ ποικίλον περιβόλαιον εἶναι σκέπον τὸν ἀριστερὸν ὦμον, καὶ ἔμπροσθεν καὶ ὄπισθεν συνάγον τὰς δύο πτέρυγας εἰς τὴν δεξιὰν πλευρὰν, γυμνὴν ἐῶν τὴν δεξιὰν χεῖρα καὶ τὸν ὦμον. εἰ δὲ τοῦθʼ οὕτως ἔχει, τί δή ποτε δώδεκα περόνας ἐχρῆν ἔχειν αὐτὸν μανδυοειδῆ ὄντα; δοκεῖ δὴ μάλιστα γυναικεῖον ἱμάτιον εἶναι ὁ πέπλος κατὰ τὰ Δωρικὰ, σχιστὸν ἐπὶ μόνα τὰ ἔμπροσθεν, καὶ διατοῦτο περόνας ἐθέλον πολλάς. Κληῗδες δὲ, ὀπαὶ λεγόμεναι κατακλεῖδες, εἰς ἃς αἱ περόναι καθίεντο. Εὔγναμπτοι δὲ αὗται, ὡς ἐπικαμπεῖς καὶ περιφερεῖς. Περὶ δὲ ὅρμου χρυσέου, ὃς ἠλέκτροις ἔερτο, ἐν τοῖς Εὐμαίου λόγοις προδεδήλωται. Τὸ δὲ, ἠέλιον ὣς, παραβολικὸν ὂν, ἔλλειψιν ἔχει. χρὴ γὰρ νοεῖν κατὰ τὸ εἰκὸς ὅρμον λάμποντα ἢ φαέθοντα ἢ ἀφιέντα λαμπηδόνα, ὡς ἥλιον. Ἕρματα δὲ τρίγληνα μορόεντα χάριν ἔχοντα, κεῖται καὶ ἐν Ἰλιάδι ἐν τοῖς περὶ Ἡφαίστου, καὶ εἴρηται τὰ δέοντα ἐκεῖ. Ἐν δὲ τῷ, ἕρματα δύο θεράποντες ἔνεικαν, ἀμφίβολον μὲν, εἴτε ἕρματα δύο εἴτε θεράποντες δύο. δοκεῖ δὲ κρεῖττον συντάξαι ἕρματα δύο. Ἰστέον δὲ ὅτι, ὥς περ ἀπὸ τοῦ κείρω καὶ ὁ κορμὸς καὶ τὸ κέρμα, οὕτω καὶ ἀπὸ τοῦ εἴρω ὅρμος καὶ ἕρμα. μάλιστα δὲ ὁμοιότητα παραγωγῆς ἔχει πρὸς τὸν ὅρμον καὶ τὸ ἕρμα τὰ ἐκ τοῦ σπείρω, ὁ σπόρος δηλαδὴ καὶ τὸ σπέρμα, βαρύτονα ὄντα καὶ ἄμφω. ἐκ δέ γε τοῦ εἴρω καὶ τρίτη γίνεται παραγωγὴ ὁ εἱρμός. ἐξ οὗ καὶ ἡ εἱμαρμένη παρῆχθαι δοκεῖ, εἱρμαμένη τις οὖσα διὰ τὸν κατʼ αὐτὴν εἱρμόν. ὡς δὲ ὁμώνυμος λέξις τὸ ἕρμα, δηλοῦσι καὶ τὰ ἐν Ἰλιάδι ἕρματα τῶν νηῶν καὶ ἡ ἀνερμάτιστος ναῦς. Ἴσθμιον δὲ τὸ περὶ τὸν ἰσθμὸν, ὅ ἐστι τὸν τράχηλον· ὃς ἰσθμὸς λέγεται πλεονασμῷ τοῦ σ, ὡς οἷον ἰθμὸς, διʼ οὗ ἵενται τὰ σιτία. ἐντεῦθεν δὲ καὶ παρίσθμια τὰ περὶ τὸν τοιοῦτον ἰσθμὸν, ὃς οὐκ ἔστιν ἐν χρήσει. ὁ γὰρ περιφερόμενος ἰσθμὸς τοπικόν ἐστιν ὄνομα. παρὰ δὲ τοῖς παλαιοῖς φέρεται, ὅτι καὶ μέρος τις σώματος περὶ τὸν τράχηλον ἴσθμιον. ὅθεν καὶ κόσμος παρίσθμιος. καὶ ποτήριον δέ, φασι, Κύπριον ἐκαλεῖτο ἴσθμιον. ὅτι δὲ ἐκ τοῦ ἰέναι προϋπάρχει τοῦ ἰσθμοῦ παράγωγον ἰθμὸς δίχα τοῦ πρώτου σίγμα, δῆλον καὶ ἐκ τῆς παρὰ τῷ Ὀππιανῷ εἰσίθμης. διαφέρει δὲ ἴσθμιον ὅρμου κατὰ τοὺς παλαιοὺς, ὅτι ὁ μὲν ὅρμος κεχάλασται ἐκκρεμμάμενος, τὸ δὲ ἴσθμιον περιτραχήλιος ὢν καὶ αὐτὸ κόσμος τῷ τραχήλῳ προσέχεται. Ἄγαλμα δὲ καὶ ἐνταῦθα τὸ ἀγαλλίαμα. Ὅτι ἐπὶ τοῖς μνηστῆρσι τερπομένοις μέλας, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, ἐπὶ ἕσπερος ἦλθεν. αὐτίκα λαμπτῆρας τρεῖς ἔστασαν ἐν μεγάροισιν, ὄφρα φαείνοιεν, περὶ δὲ ξύλα κάγκανα θῆκαν αὖα πάλαι περίκηλα νέον κεκεασμένα χαλκῷ, καὶ δαΐδας μετέμισγον. ἀμοιβηδὶς δʼ ἀνέφαινον δμωαὶ Ὀδυσσῆος. ὁ δὲ πειρᾶσθαι καὶ τῶν δμωΐδων ἐθέλων, ὥς περ πρὸ ὀλίγου τῶν μνηστήρων, ἔρχεσθέ, φησι, δμωαὶ πρὸς δώματα, ἵνα αἰδοίη βασίλεια, τουτέστιν ὅπου ἡ δέσποινα, ὡς μὴ δέον ὂν αὐτὰς ἀνδράσιν ἀναμεμίχθαι. τῇ δὲ παρʼ ἠλάκατα στροφαλίζετε, τέρπετε δʼ αὐτὴν ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσί· διὰ τὸ μεγάλας δηλαδὴ τὰς νύκτας εἶναι, ὡς καὶ προϊστόρηται. αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω. ἤν περ γάρ κʼ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν, οὔ τί με νικήσουσι, πολυτλήμων δὲ μάλα εἰμί. ταῦτα εἰπόντος, αἱ μὲν ἄλλαι ἐγέλασαν, εἰς ἀλλήλας δὲ ἴδοντο, κατά τι ἀφελὲς γυναικεῖον σχῆμα. Μελανθὼ δὲ καλλιπάρῃος καὶ αἰσχρῶς ἐνένιπεν, ἣν Δόλιος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπη, παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δʼ ἂρ ἀθύρματα θυμῷ. ἀλλʼ οὐδʼ ὣς ἔσχεν ἢ σχέθε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης. ἀλλʼ ἥ γʼ Εὐρυμάχῳ μιγέσκετο καὶ φιλέεσκεν ἡδονὴν ἀνταλλαξαμένη τοῦ πενθεῖν. αὕτη δὴ τὸν Ὀδυσσέα ἐνένιπεν ὀνειδείοις ἐπέεσσι· ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσὶ, οὐδʼ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθὼν, ἠέ που ἐς λέσχην· ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας· ἃ δὴ καὶ μετʼ ὀλίγα κεῖται. ἢ νύ τοι αἰεὶ τοιοῦτος νόος ἐστί· τουτέστι, μεθύων ἄρτι ἀφραίνεις, ἢ καὶ ἀεὶ τοιοῦτος εἶ. διὸ καὶ μεταμώνια βάζεις. ἢ ἀλύεις ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην. μή τίς τι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ, ὅς τίς σε ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι δώματος ἐκπέμψῃσι φορύξας αἵματι πολλῷ. καὶ ὅρα ὡς καὶ νῦν εὑρὼν ὁ ποιητὴς τόπον εὐμέθοδον, σκώπτει διὰ τῆς ἀπαιδεύτου Μελανθοῦς ἀρτύων καὶ ταύτῃ εὔλογον ὄλεθρον ἐν τοῖς ἑξῆς διὰ τὸ πρὸς τοὺς δεσπότας μῖσος. ἴσως δὲ ἄνδρα λέγει αὐτὴ ἀμείνονα τὸν Εὐρύμαχον. εἰς ὃν καὶ θαῤῥεῖ. τυχὸν δὲ καὶ τὸν ἀδελφὸν Μελάνθιον. Ἰστέον δὲ ὅτι λαμπτῆρας λέγει, ἃς νῦν οἱ ἀγροτικοὶ λυχνίας φασὶν, ἐφʼ ὧν δᾷδες κείμεναι κατὰ δόρπον ἀνάπτονται, ἢ ξύλα ξηρὰ διὰ τὸ ἄκαπνον, ἢ καὶ ἄμφω ἀναμὶξ, ὡς καὶ ἐνταῦθα γίνεται παρὰ τοῖς λαμπροῖς μνηστῆρσι κατὰ ἡρωϊκὴν καὶ τοῦτο ἀφέλειαν, εἰς ὃ καὶ δμωΐδες ὑπουργοῦσι κατὰ ἔθος ἀρχαῖον. Δῆλον δὲ ὅτι ἁβρότερον οἱ ἐπιδόρπιοι λαμπτῆρες διάκεινται παρὰ Φαίαξι, παρʼ οἷς οἱ μὲν δομητοὶ βωμοὶ ἀντὶ λαμπτήρων κεχαλκευμένων εἰσὶν, ἀντὶ δὲ δμωΐδων οἱ χωνευτοὶ χρύσειοι κοῦροι, δαΐδας μετὰ χερσὶν ἔχοντες καὶ φαίνοντες, ὅ περ ἐνταῦθα φαείνειν κεῖται, ταυτὸν ὂν τῷ λάμπειν. ἐξ οὗ οἱ λαμπτῆρες. οἱ δὲ παλαιοὶ καὶ οὕτω φασὶ λαμπτῆρες, ἐσχάραι μετέωροι, ἢ χυτρόποδες, ἐφʼ ὧν ἔκαιον. Ξύλα δὲ κάγκανα τὰ ξηρὰ, τὰ καινόμενα εἰς τὸ καίεσθαι. ταῦτα δὲ καὶ δανὰ ἐλέγετο, καθὰ προεδηλώθη. Περὶ δὲ τοῦ, αὖα πάλαι περίκηλα, γέγραπται ἐν τοῖς κατὰ τὴν Καλυψώ. ἀντιθετικῶς δὲ λέγει τὸ, αὖα πάλαι περίκηλα νέον κεκεασμένα χαλκῷ, ἵνα ᾖ πάλαι μὲν ξηρανθέντα, νεωστὶ δὲ κοπέντα. Ἰστέον δὲ καὶ ὅτι τὸ αὔω ῥῆμα, ὅ τινες καὶ ἐδάσυνον, ἐξ οὗ τὸ αὖον οὐ μόνον τὸ ξηραίνειν δηλοῖ, ἀλλὰ καὶ τὸ λάμπειν καὶ φαίνειν· ὅθεν καὶ αὔως Αἰολικῶς ἡ ἡμέρα, ἡ καὶ ἀὼς λεγομένη Δωρικῶς, καὶ ἠὼς κοινῶς τε καὶ Ἰωνικῶς. ἐκ δὲ τοῦ αὔειν καὶ πυραύστης ζωΰφιον ἐπιβουλεῦον τῷ τῶν λαμπάδων φωτὶ, ὑφʼ οὗ καὶ ὄλλυται. ἀφʼ οὗ παροιμία τὸ, πυραύστου μόρος, ἐπὶ τῶν ταχὺ θανατουμένων, οἷς ἀνοήτως θρασύνονται. ὅσα δὲ καὶ ἄλλα ἐκ τοῦ αὔειν παράγονται, δεδήλωται ἀλλαχοῦ. Τὸ δὲ στροφαλίζετε ἀπὸ τῆς στροφάλιγγος ἔχει διὰ τοῦ ο μικροῦ τὴν ἄρχουσαν. ἄλλως γὰρ ὡς ἀπὸ τοῦ στρωφᾶσθαι ὤφειλεν ἐκτείνεσθαι, ὡς τὸ, ἠλάκατα στρωφῶσα. Εἴρια δὲ πέκειν χερσὶ, τὸ ἐπιμελεῖσθαι καὶ, ὡς ἄν τις εἴπῃ, κτενίζειν, κατὰ τὸ, ἐκτενίζομεν τρίχας. τοῦτο δὲ καὶ ἀσκεῖν λέγεται, ὡς τὸ, ἤσκειν εἴρια καλά· καὶ προηγεῖται τοῦ ἠλάκατα στροφαλίζειν, τὸ, εἴρια πέκειν χερσί. Καὶ ὅρα τὸ χερσὶν, ὡς τοῦ στροφαλίζειν προσεχῶς ἀτράκτοις συντελουμένου· ἢ καὶ ἑτέρως, τὸ χερσὶ πρὸς διαστολὴν τοῦ ἄλλως πέκειν εἴρηται. πέκονται γὰρ ἔρια καὶ κειρομένων προβάτων ποιμενικῶς. καὶ ἐκ τοῦ τοιούτου πέκειν καὶ ὁ πόκος εἴρηται. καὶ αἶγες δὲ, ὧν εὐγενὲς τὸ ἔριον, ἐργαλείῳ τινὶ ἑτεροίῳ πέκονται. Τὸ δὲ, φάος πᾶσι παρέξω, ἀντὶ τοῦ ἐγγὺς ἕξω· οὗ ἐναντίον ἐδηλώθη τὸ ἀφέξω ἀντὶ τοῦ παρεκτὸς σχήσω. Τὸ δὲ, τέρπετε αὐτὴν, ἐῤῥέθη, ὡς νῦν τῆς δεσποίνης οὐ τερπομένης, ἀλλʼ ἀχθομένης ἐπʼ αὐταῖς. Πολυτλήμων δὲ καὶ οὐχʼ ἁπλῶς, ἀλλὰ καὶ μάλα, οὐ νῦν μόνον Ὀδυσσεὺς κατὰ τὸ ἐγκρατὴς ὕπνου εἶναι, ἀλλὰ καὶ ἐν τοῖς φθάσασι, τοιοῦτος ὡς μάλιστα δέδεικται. διαφορὰ δὲ πάντως πολλὴ πολυτλήμονος καὶ τάλανος. Ὀδυσσεὺς οὖν τλήμων μὲν εἶναι ὁμολογεῖ, τάλας δὲ οὐκ ἂν εἶναι εἴπῃ, εἰ καὶ ἀπὸ τοῦ αὐτοῦ ἐτυμολογεῖται ἄμφω ῥήματα. οὕτω καὶ τὸ συμφέρον καὶ ἡ συμφορὰ ἐκ τοῦ αὐτοῦ παραγόμενα ῥήματος διάφορον σημασίαν ἔχουσι· καὶ ὁ πανοῦργος καὶ παντουργὸς παρά γε τοῖς ὕστερον. Σοφοκλῆς γὰρ καὶ τὸν παντουργὸν εἰς ταυτὸν ἄγει τῷ πανούργῳ εἰπών· ἀνδρὶ παντουργῷ φρένας. καὶ ἡ στήλη δὲ καὶ ὁ στύλος, εἰ καὶ γίνονται ἀπὸ τοῦ αὐτοῦ, ἀλλʼ οὐ ταυτά εἰσι. Τὸ δὲ, αἰσχρῶς ἐνένιπε, ταυτόν ἐστι τῷ, ἐνένιπεν ὀνειδείοις ἔπεσσι. Τοῦ δὲ, κόμισε Πηνελόπεια, ἑρμηνεία τὸ, παῖδα δὲ ὣς ἀτίταλλεν. ἔνθα ὅρα καὶ ὡς οὐδέν τι δύναται πρὸς ἀγεννῆ ἄνθρωπον τὸ θρεφθῆναι καλῶς. καὶ γὰρ ἡ δούλη Μελανθὼ παιδὸς δίκην κομισθεῖσα τῇ δεσποίνῃ οὐκ ἔχε πένθος αὐτῆς ἐνὶ φρεσὶν, ἤγουν οὐκ ἐλυπεῖτο κατʼ ἐκείνην. οὐ γὰρ τὸ δεσποτικὸν πένθος ὡς πένθος εἶχεν, ἀλλὰ γαμήλια ἐπανηγύριζε διʼ αὐτοῦ. Ἀθύρματα δὲ κατὰ τοὺς παλαιοὺς παίγνια, σκιρτήματα, παρὰ τὸ ἄγαν θύειν, ὅ ἐστιν ὁρμᾶν, κατὰ πρόθεσίν, φασι, τοῦ ῥῶ, ὁμοίως τῷ, ἄϊδις ἄϊδρις. Τὸ δὲ, μιγέσκετο καὶ φιλέεσκεν, ὅμοιόν τί ἐστι τῷ, μίγη φιλότητι καὶ εὐνῇ. Τὸ δὲ ξεῖνε ἴσως ἐπὶ ὕβρει φησὶν ἡ Μελανθὼ, ὡς εἴ περ εἶπεν, ὦ πλανῆτα, ὦ ἀλλότριε. Πεπαταγμένος δὲ φρένας ὁ ἐκπεπληγμένος καὶ ἐμβρόντητος, ὁποῖοι πολλοὶ ἀπὸ πατάγων, ὅ ἐστι κτύπων γίνονται, ὡς καὶ πρὸ ὀλίγων ἐλέγετο. Δῆλον δὲ ὅτι ἐκ τοῦ πάτου καὶ τοῦ πατεῖν τὸ πατάσσειν γίνεται, ἀφʼ οὗ ὄνομα ῥηματικὸν ὁ πάταγος. Χαλκήϊος δὲ δόμος τὸ τῶν χαλκέων ἐργαστήριον, ἔνθα εἰσιόντες ἀκωλύτως πτωχοὶ ἐκοιμῶντο παρὰ τῷ πυρί· ὃ δὴ καὶ ἐν τοῖς βαλανείοις ἐγίνετο, καθὰ δηλοῖ καὶ ὁ κωμικός. ἐγγὺς δέ πώς ἐστιν ἡ Μελανθὼ τοῦ κατὰ τὸν Ἶρον σκώμματος. ὁ μὲν γὰρ γρηῒ καμινοῖ τὸν ξένον εἴκασεν· αὕτη δὲ ἀξιοῖ καμίνου χαλκευτικῆς ἐγγὺς αὐτὸν κεῖσθαι, καί πως λέγει, ὡς εἰ μὲν ῥιγώσας ἔχεις, τί σοι ὄφελος τοῦ τῶν λαμπτήρων πυρός; ἄπελθε εἰς τὸ χαλκεῖον· εἰ δὲ ὁμιλεῖν ἀνδράσι βούλει, οὐδέν σοι καὶ τοῖς ἥρωσι μνηστῆρσι, δέον εἰς τὴν λέσχην εἰσφρῆσαι κἀκεῖ τοῖς ὁμοίοις ὁμιλεῖν. ἦν δὲ λέσχη δημόσιον ἀθύρωτον οἴκημα, ἔνθα οἱ ἐπαῖται συναγόμενοι ὡς λέχος τὸ αὐτὸ εἶχον καὶ ἐλέσχαινον δὲ, ὅ ἐστιν ὡμίλουν, τὰ δοκοῦντα δηλαδὴ αὐτοῖς. μέμνηται δὲ τούτων καὶ Ἡσίοδος ἐν τῷ, πὰρ δʼ ἴθι χάλκεόν τε θῶκον καὶ ἐπʼ ἀλέᾳ λέσχην. ἣ καὶ παρὰ τὸ λέσχος λέγεται καὶ παρὰ τὸ λεσχαίνειν, ἀφʼ οὗ καὶ τὸ ἀδολεσχεῖν καὶ ὁ ἀδόλεσχος. Τὸ δὲ, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις, ὡς πρὸς τὸν χαλκήϊον δόμον καὶ τὴν λέσχην ἔφη, ὡς ἐκεῖ δέον ὂν καὶ μὴ ἐνθάδε πόλλʼ ἀγορεύειν πολλοῖσι μετʼ ἀνδράσιν, ὅ ἐστιν ἐν ἀνδρείοις, οὐ μὴν πτωχοῖς κατὰ τοὺς ἐν τῷ χαλκείῳ καὶ τῇ λέσχῃ. καὶ ἄλλως δὲ ὁ λόγος τῆς δούλης ἔχει τι ἀστεῖον ἐν τῷ, μετʼ ἀνδράσι. χρεὼν γὰρ ὂν αἰδεῖσθαι αὐτὴν ἀναμισγομένην ἀνδράσιν, ἡ δὲ τῷ ξείνῳ περιτρέπει τὸ ὄνειδος. Τὸ δὲ, οἶνός σʼ ἔχει, ἀρχή ἐστι τοῦ κάτοχόν τινα οἴνῳ λέγεσθαι. ἔστι δὲ τὸ, οἶνός σε ἔχει, περίφρασις τοῦ μεθύεις. οὕτω δὲ καὶ ὁ θυμούμενος θυμῷ ἔχεσθαι λέγεται. τὸ δὲ ὅμοιον καὶ ἐπὶ μανίας καὶ ἔρωτος καὶ ἑτέρων παθῶν. Μεταμώνια δὲ πόθεν τε γίνεται καὶ τί δηλοῖ, προεγράφη. ποιητικὴ δὲ καὶ αὐτὴ λέξις. Τὸ δὲ ἀλύεις ἀντὶ τοῦ ἐκλέλυσαι τῇ χαρᾷ. καὶ πολλὴ χρῆσις τούτου καὶ παρὰ Πλουτάρχῳ. εἴρηται δὲ καὶ ἀλλαχοῦ περὶ τῆς λέξεως ταύτης ὅσα ἐχρῆν. δῆλον δὲ ὅτι καὶ ἐπὶ ἀδημονίας ἡ λέξις κεῖται, καὶ μάλιστα παρὰ τοῖς ὕστερον, ὡς ἀπὸ τοῦ ἐκλύειν. ἄλις γὰρ ἐντεῦθεν ἡ ἀδημονία, καὶ, ὡς οἱ παλαιοί φασιν, ἄλη, ῥυπασμὸς, καὶ ἀλύειν, τὸ μηδὲν πράττειν. Τὸ δὲ, ἀλύεις μετὰ τοῦ ἀλήτου, ἔοικε παρηχεῖν, εἰ καὶ τὸ μὲν ἐν ἀρχῇ στίχου κεῖται, τὸ δὲ ἐν τῷ τέλει. Τὸ δὲ, ἀμφὶ κάρη κεκοπὼς ἤτοι πλήξας, ὡς πρὸς τὸ τοῦ Ἴρου πάθος ἡ δούλη ἀνάγει, ὃν οὕτω πλήξας ὁ Ὀδυσσεὺς παρέλυσε τοῦ θρασύνεσθαι. Τὸ δὲ, φορύξας αἵματι, ταυτὸν τῷ φύρσας, ὃ προγέγραπται. ἴσως δὲ καὶ πρωτότυπον τοῦτο ἐκείνου. φορῶ γὰρ φορύω, ἐξ οὗ παράγωγον τὸ φορύσσω. τὸ δὲ φορύω συγκοπὴν παθὸν καὶ μετατεθὲν φύρω γίνεται. οὗ ὁ μέλλων φύρσω Αἰολικῶς. ἔστι δὲ φορύσσειν τὸ μεταφορεῖν καὶ μόριον ἐκ μορίου μεθέλκειν, ὅθεν καὶ ἕλκος γίνεται, τουτέστι λύσις συνεχείας κατὰ τοὺς σοφούς. ὅθεν μεταλαβὼν Καλλίμαχος ἄπελος τὸ ἕλκος φησὶ παρὰ τὸ μὴ πελάζειν. εἰ γοῦν τὸ μὴ πελάζον ἀφέλκεται, τὸ δὲ τοιοῦτον μεταφορεῖται, εἶεν ἂν σύστοιχα ἄπελος καὶ ἕλκος καὶ φορεῖν καὶ φορύειν, ἐξ οὗ τὸ φορύσσειν. Ὅτι νῦν μὲν Ὀδυσσεὺς κύνα τὴν ἀναιδῆ Μελανθὼ λέγει, οὐ πάνυ τρανὲς ἴσως βοῶν, καὶ Τηλεμάχῳ ἐρεῖν ἀπειλεῖται τὰ κατʼ αὐτὴν, κεῖσε ἐλθὼν, ἔνθα δηλαδὴ κάθηται, ἵνα σε, φησὶν, αὖθι διαμελεϊστὶ τάμῃσιν. ὕστερον δὲ καὶ δικαιωθήσεται αὐτὴ κακῶς παθεῖν. τωτέως δὲ, διεπτοίησε γυναῖκας οἷς εἶπεν. εἶτα ἑρμηνεύων τί τὸ διαπτοιῆσαι, φησί· λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης ταρβοσύνῃ· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι. Καὶ ὅρα ἐνταῦθα καὶ τὴν ταρβοσύνην λυσιμελῆ λεγομένην ἐν τῷ, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης. ἀνύει δὲ Ὀδυσσεὺς νῦν τήν τε τῶν δουλίδων πεῖραν, καὶ μάλιστα τὴν τῶν μνηστήρων. ἐπεὶ γὰρ αὐταὶ ἀπῆλθον, γνώσεται καὶ εἰσέτι τὴν ἐκείνων ὕβριν ἐπʼ αὐτῷ. ἔτι γε μὴν ὁ ποιητὴς εὐπλαστοτέραν οὕτω ποιήσει τῷ Ὀδυσσεῖ τὴν εὐθὺς ἐφεξῆς ὁμιλίαν, ὅτε κατὰ σχολὴν οὐ μόνον τῇ γυναικὶ ὁμιλήσει, ἀλλὰ καὶ τῇ Εὐρυκλείᾳ, τὸ ἀναγκαιότατον. κρύψει δὲ καὶ τὰ ὅπλα μετʼ αὐτῆς κατὰ πᾶσαν ἄδειαν. οὐδὲν γὰρ εἰκαίως ὁ ποιητὴς παραῤῥιπτεῖ, ἀλλὰ πρὸς μέθοδον πιθανότητος καὶ οἰκονομίαν τῶν ἐφεξῆς. ἔτι δὲ εὐοδοῦται Ὀδυσσεὺς ἐκ τῆς τῶν ἀμφιπόλων συστολῆς καὶ τῆς διʼ ἑαυτοῦ φωσφορίας, καὶ εἰς τὸ τῆς ἑκάστων παρὰ πότον καταστοχάσασθαι φύσεως, ὡς ἕωθεν αὐτοὺς μετελευσόμενος. διό φησιν, ὅτι παρὰ λαμπτῆρσι φαείνων εἱστήκει ἐς πάντας ὁρώμενος, ἤγουν ὁρῶν. ἄλλα δέ οἱ κῆρ ὥρμαινε φρεσὶν, ἃ δὴ οὐκ ἀτέλεστα γένοντο. τὸ δὲ εἱστήκει εὕρηται καὶ εἱστήκειν κατὰ τὸ, ἤσκειν εἴρια καλά. Ὅτι μνηστῆρας οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον δύῃ, τουτέστιν ὑπεισέρχηται, ἄχος κραδίην Ὀδυσῆος. Λέγει δὲ λώβην θυμαλγέα τὰ σκώμματα καὶ τὰς βολὰς, ὑφʼ ὧν ὅσα καὶ λέων ὑπὸ ἀλκαίας τῆς ἑαυτοῦ ἢ καὶ πληγῆς τῆς ἑτέρωθεν ἐρεθιζόμενος Ὀδυσσεὺς ποιήσει κατὰ τῶν μνηστήρων τὰ ἱστορηθησόμενα. συντελεῖ δέ τι αὐτῷ πρὸς τὸ σκώπτεσθαι ἡ ἐν αὐτῷ Ἀθηνᾶ, τουτέστι φρόνησις. οἷς γὰρ ποιεῖ εὐμεθόδως καὶ τεχνικῶς, σκώπτεται. οἷς δὲ σκώπτεται, μελετᾷ τίσιν δικαίαν κατὰ τῶν ὑβριστῶν. Εὐρύμαχος οὖν, ἐπεὶ παρὰ λαμπτῆρσι φαείνει ὁ ξένος, ὑποκινηθεὶς κέρτομα λέγει τινά. οἷς ἀντιλαλήσας ὁ Ὀδυσσεὺς κινεῖ μὲν ἐκεῖνον εἰς βολὴν, ἐκφεύγει δὲ, ὡς φανήσεται. φησὶ γοῦν ὁ ποιητὴς οὕτω· τοῖσι δʼ Εὐρύμαχος ἦρχʼ ἀγορεύειν κερτομέων Ὀδυσῆα, γέλων δʼ ἑτάροισιν ἔτευξεν, οὐ μὴν δηλαδὴ καὶ τῷ Τηλεμάχῳ. αὐτὸς γὰρ οὐκ ἦν ἕταρος. οὐκ ἀθεεὶ ὅδʼ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει. ἔμπης μοι δοκέει δαΐδων σέλας ἔμμεναι αὐτοῦ καὶ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί. πρὸς τὴν τοῦ Ὀδυσσέως δὲ φαλάκρωσιν τὸ σκῶμμα, ἵνα λέγῃ, ὅτι ἐπίσης μοι δοκεῖ τὸ φαινόμενον σέλας τῶν δᾴδων εἶναι καὶ αὐτοῦ τῆς κεφαλῆς, ὡς ἐψιλωμένης. ἐπεὶ καὶ φαλάκρα λέγεται διὰ τὸ φάλιον ἢ φάλον, ὅ ἐστι λαμπρὸν τὸ περὶ τὴν κάραν. οὐκ ἀθεεὶ γοῦν, φησὶν, ὁ ξένος ἦλθεν, ἀλλὰ κατά τι θεῖον, ὡς οἷον περιποιησόμενος ἡμῖν τὰς δᾷδας διὰ τὸ φαίνειν αὐτὸς ἀντὶ δᾴδων. καὶ ὅρα ὡς εὑρηκὼς καὶ νῦν ὁ ποιητὴς εὐκαιρίαν κωμῳδεῖ τεχνικῶς, οὐκ εἰς πλάτος λαλήσας, ἀλλὰ γοργῶς, διὰ τὸ εὐπερίληπτον τοῦ λόγου καὶ οἷον ῥᾷον μνημονεύεσθαι. καὶ οὕτω μὲν Εὐρύμαχος πρὸς τοὺς μνηστῆρας κατάρξας ἐν τῷ συμποσίῳ μωκίας τῆς εἰς τὸν Ὀδυσσέα, ἵνα ἐπʼ αὐτοῦ ἁρμόττῃ παρῳδικῶς τὸ, τοῖς δʼ ὁ κακὸς πάμπρωτος ὑφαίνειν ἤρχετο λῆρον, ὃ δή τις ἐπὶ κόλακος ἀστείως ἐποίησε παρῳδήσας Ὁμηρικὸν ἔπος τὸ, τοῖς δʼ ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῦθον, καὶ γράψας οὕτω· τοῖς δʼ ὁ κόλαξ πάμπρωτος ὑφαίνειν ἤρχετο μῶκον. ἐνταῦθα δὲ μνηστέον λόγου παλαιοῦ, δηλοῦντος ὡς οἱ τοῖς δειπνοῦσι λύχνους καὶ θρυαλλίδας παρέχοντες ὀφθαλμοὶ πρός τινων ἐκαλοῦντο. καὶ ῥητέον, ὡς οὐδὲν κωλύει καὶ τὸν Ὀδυσσέα, φαίνοντα τοῖς μνηστῆρσιν, οὕτω κληθῆναι. Ἐνταῦθα δὲ ἰστέον καὶ ὅτι τριῶν τούτων ταυτοδυνάμων ὄντων, κεφαλῆς, κορυφῆς καὶ κρανίου, κεφαλῆς μὲν ῥῆμα τὸ κεφαλαιώσασθαι, κοινὸν αὐτὸ καὶ γνώριμον, κορυφῆς δὲ τὸ κορυφῶσαι, οὗ χρῆσις καὶ παρʼ Ἡσιόδῳ, κρανίου δὲ ἄλλοτι παρὰ ταῦτα, τὸ ἀποκρανίζειν ἤγουν ἀποκόπτειν τὴν κεφαλήν. ἀπεκράνιζε γάρ φησιν ἐκεῖνος τὸ, τῆς κάρας ἀπεχώρισε. Λογιστέον δὲ καὶ ὡς ἐκ τῆς Ὀδυσσειακῆς εὐμεθόδου σιλλογραφίας, ὅπῃ παρήκοι παραμιγνύσης ἀστεῖα τοῖς σπουδαίοις, εἰκὸς ἐπινοηθῆναι τοῖς ὕστερον τὴν σατυρικὴν ποίησιν. ἧς τὴν μέθοδον παραδηλοῖ ὁ μέχρι νῦν εὑρισκόμενος Εὐριπίδειος Κύκλωψ. ἔστι γὰρ κατὰ τοὺς παλαιοὺς σατυρικοῦ ἴδιον τὸ μέσον εἶναι τραγικοῦ καὶ κωμικοῦ. ὃ δὴ προκατάρξας ὑπέδειξεν Ὅμηρος, ἡρωϊκῇ σεμνότητι καὶ ἐμβριθείᾳ παραμιγνὺς εὐτράπελον γαληνότητα. εἶτα Εὐρύμαχος, πρὸς τὸν Ὀδυσσέα στρέψας τὸν λόγον, φησί· ξεῖνε, ἦ ἄρ κʼ ἐθέλεις θητευέμεν, εἴ σε ἀνελοίμην, ἀγροῦ ἐπʼ ἐσχατιῆς, μισθὸς δέ τοι ἄρκιος ἔσται ὁ ῥηθησόμενος, αἱμασιάς τε λέγων καὶ δένδρα μακρὰ φυτεύων, ἔνθα κʼ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι, εἰς μισθὸν δηλαδή· εἵματα δʼ ἀμφιέσαιμι, ποσίν θʼ ὑποδήματα δοίην. οἰκονομικὰ δὴ ταῦτα. εἶτα λέγει, ὃ δὴ πρὸ αὐτοῦ καὶ Μελάνθιος· ἀλλʼ ἐπεὶ κακὰ ἔργα ἔμαθες, οὐκ ἐθελήσεις ἔργον ἐποίχεσθαι καὶ ἑξῆς. πρὸς ἅ περ, θυμοδακὴς γὰρ ὁ μῦθος καὶ οἷος ἥρωα ἐποτρύνειν ἀκούοντα, λέγει Ὀδυσσεύς· Εὐρύμαχε, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο τοῦ κατὰ γεωργίαν γένοιτο ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται, ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι, καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου νήστιες ἄχρι μάλιστα κνέφαος, ποίη δὲ παρείη. εἰ δʼ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι, αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης, ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνὸν, τετράγυον δʼ εἴη, εἴκοι δʼ ὑπὸ βῶλος ἀρότρῳ, τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην. εἰ δʼ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε καὶ κυνέη πάγχαλκος ἐπὶ κροτάφοις ἀραρυία, τῷ κέ μʼ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα, οὐδʼ ἄν μοι τὴν γαστέρα ὀνειδίζων ἀγορεύοις, κατὰ τὸν σὸν δηλαδὴ κηδεστὴν Μελάνθιον, ὃς καὶ αὐτὸς τοιαῦτά μοί τινα ὠνείδισε. καὶ ταῦτα μὲν ἴσως Ὀδυσσεὺς ἀκαίρως εἶπεν, ἐκ τοῦ ταπεινοῦ δρεπάνου μεταβὰς εἰς ἄροτρον καὶ ἀπʼ αὐτοῦ εἰς ξίφη, καὶ ὑπολαλήσας ὑποθετικῷ σχήματι ἀνυπόπτως καθάπερ αὐτὰ, οὕτω καὶ τὴν εἰσαύριον μάχην. τί γὰρ σήμερον, ὃ δὴ λέγεται, τί δὲ αὔριον; ἐν οἷς καὶ τὸν υἱὸν εὐφυῶς ἀναμιμνήσκει, τίνων χρῄζει, ὅτι δηλαδὴ σάκεος καὶ δούρων καὶ κυνέης. ἐπεὶ καὶ φθάσας παρήγγειλεν αὐτῷ, τὰ μὲν ἄλλα τῶν ὅπλων κατακρύψαι, δύο δὲ φάσγανα καὶ δύο δοῦρε καὶ δοιὰ βοάγρια ἑλέσθαι αὑτῷ τε καὶ τῷ πατρί. ἐπὶ δὲ τούτοις αὐστηρότερον τῷ Εὐρυμάχῳ προσφερόμενος κατὰ τὴν, ὡς ἐῤῥέθη, ἐν αὐτῷ Ἀθηνᾶν φησίν· ἀλλὰ μάλʼ ὑβρίζεις, καί τοι νόος ἐστὶν ἀπηνής· καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιὸς οὕνεκα παρὰ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς. ὃ δὴ καλόν ἐστιν εἰς σκῶμμα ἀνδρὸς, ὃς ἐν μικροῖς τισὶ μέγας εἶναι δοκεῖ. εἰ δʼ Ὀδυσσεύς, φησιν, ἔλθοι καὶ ἵκοιτο ἐς πατρίδα γαῖαν, αἶψά κέ τοι τὰ θύρετρα καὶ εὐρέα περ μάλʼ ἐόντα φεύγοντι στείνοιτο διʼ ἐκ μεγάροιο θύραζε. αἴτιον δὲ ὁ φόβος, ὃς παράγων τοὺς πόδας ὧδε καὶ ἐκεῖ οὐκ ἐᾷ κατευστοχῆσαι τῆς ἐξόδου εἰς ὀρθόν. εἰκὸς δὲ καὶ τοὺς ὀφθαλμοὺς ἐσκοτομένους φόβῳ τοιαύτην ἀστοχίαν ποιεῖν. ὅμοιον δὴ πάθος τοῦτο, καθὰ εἰ καὶ τοξότης ἄτεχνος ἀποτυγχάνει σκοποῦ, εἰ καὶ μέγας ἐστὶν ὁ σκοπός. πάνυ γοῦν καὶ ἀστεῖος ὁ τοῦ ξείνου ῥήτορος λόγος καὶ πικρός, ἐφʼ οἷς χολώσατο κηρόθι μᾶλλον Εὐρύμαχος, καί μιν ὑπόδρα ἰδὼν, ἆ δειλέ, φησι, ἦ τάχα τοι τελέω κακὸν, οἷ ἀγορεύεις θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας καὶ ἑξῆς, ὡς ἡ Μελανθὼ ἔφη, ἀφʼ ἧς αὐτὸς τὴν ὕβριν ταύτης προικοφορεῖται, καὶ ἅμα εἰπὼν σφέλας ἔλαβεν, ὡς καὶ πρὸ αὐτοῦ ὁ Ἀντίνοος. Ὀδυσσεὺς δὲ δείσας Εὐρύμαχον. Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος, ὃς ἀγαθαῖς φρεσὶ κεχρῆσθαι μεμαρτύρεται. ὁ δʼ ἂρ οἰνοχόον βάλε χεῖρα δεξιτερήν. ποικιλίας Ὁμηρικῆς καὶ τοῦτο μεθόδευμα, ἵνα μὴ ἀεὶ κατὰ τοῦ αὐτοῦ εὐτυχοῖντο αἱ βολαί. βληθέντος δὲ οὕτω τοῦ οἰνοχόου εὐτυχῶς τε τῷ Ὀδυσσεῖ καὶ μὴν καὶ δεόντως, τί γὰρ εἰς μέθην ἐκίρνα; πρόχοος μὲν χαμαὶ βόμβησε πεσοῦσα. αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι. Καὶ ὅρα, οἵαν βολὴν ἐκπέφευγεν Ὀδυσσεύς. καὶ τοιαῦτα μὲν ταῦτα. Ἐν δὲ τῷ, εἴ σʼ ἀνελοίμην, περιττὴ συνήθως ἡ ἀνα πρόθεσις, ὡς καὶ πρὸ ὀλίγων ἐν τῷ, ἄναγον τὸν Ἶρον. κυρίως μέντοι ἀνελέσθαι τὸ κάτωθέν τι λαβεῖν, ὃ διάφορόν ἐστι πρὸς τὸ καθελεῖν. Τοῦ δὲ μισθὸς οὐ μόνον ῥῆμα προῆκται τὸ μισθῶ, μισθώσω, ἀλλὰ καὶ μισθάριον καθʼ ὑποκορισμὸν, οὗ χρῆσις καὶ ἐν τοῖς τοῦ Σουΐδα. τοῦ δὲ μισθώσασθαι παράγωγον μισθωτὸς ὁ καὶ μίσθιος. Αἱμασιὰ δὲ κατὰ τοὺς παλαιοὺς τειχίον ἐκ χαλίκων ὅμοιον φραγμῷ. καὶ ἄλλως δὲ κατὰ τοὺς αὐτοὺς, ἐκ χαλίκων οἰκοδομὴ, τειχίον, θριγκός. Αἴλιος δὲ Διονύσιος εἰπὼν καὶ αὐτὸς, ὅτι αἱμασιὰ τὸ ἀπὸ χαλίκων τειχίον, ἐπάγει· ἥν τινες καὶ ἄρπεζον, ὡς καὶ Ἴωνες. δηλοῖ δέ, φησι, τοῦτο καὶ Ἡρόδοτος. ἀλλαχοῦ δὲ φέρεται καὶ ὅτι αἱμασιὰν Ἀττικοὶ καὶ Ἴωνες τὸ τειχίον φασί. τὸ δὲ ἔδαφος αὐτὸ Δωριέας οἶμαι καλεῖν· καὶ ὅτι αἵμους τοὺς δρόμους Αἰσχύλος λέγει· ἴσως, φασὶν, ἀπὸ τοῦ αὐτοῦ, ἀφʼ οὗ καὶ ἡ αἱμασιὰ κέκληται. χρῆσις δὲ τῆς λέξεως καὶ παρὰ Ἡροδότῳ ἐν τῷ, αἱμασιὰν περιέβαλον κυκλοτερῆ, ὕψος ἀνήκουσαν ἀνδρὶ ἐς ὀμφαλόν. ἦν δὲ περιῳκοδομημένη. ὁ δὲ Θρᾳκικὸς παραφραστὴς λίθους ἡρμήνευσε τὰς αἱμασιὰς, εἰπών· φυτεύων καὶ τοὺς λίθους ἐκλέγων. Ἰστέον δὲ καὶ ὅτι δοκεῖ ἐξ ἀκανθῶν ποτὲ ἡ αἱμασιὰ οὖσα ἐκεῖθεν σχεῖν τοὔνομα παρὰ τὸ αἱμάσσειν. καὶ παρέμεινεν ἡ κλῆσις ἐκείνη καὶ ὕστερον τοῖς ἐκ χαλίκων κτίσμασι, καθὰ σὺν ἄλλαις πολλαῖς ὁμοιότησι καὶ τοῖς βιβλίοις ὁ πύξος ἐνέμεινε διὰ τὸ πάλαι ποτὲ πυξία κυρίως αὐτὰ εἶναι· καὶ τῇ τοῦ τόξου δὲ νευρᾷ διὰ τὴν ἐκ νεύρων πάλαι ποτὲ χρῆσιν ἡ κλῆσις ἔνεστιν. Ἔτι ἰστέον καὶ ὅτι ἐν τῷ, περιθέει αἱμασιὰ ἐγγεγλυμμένη τύποις, οὐ μόνον οὐκ ἐξ ἀκανθῶν ὕστερον ἡ αἱμασιὰ, ἀλλʼ οὐδὲ ἀπὸ χαλίκων, λογάδων δέ τινων, ὡς εἰκὸς, λίθων ποιούντων γλύφεσθαι. Δένδρεα δὲ μακρὰ, οὐ τὰ τοιαῦτα ὄντα ἐν τῷ φυτεύεσθαι, ἀλλʼ ὕστερον. Πάρισα δὲ καίρια καὶ φυσικὰ τὸ, αἱμασιάς τε λέγων, ὅ ἐστι συνάγων, καὶ δένδρεα φυτεύων. ἐκ δὲ τοῦ τοιούτου λέγειν καὶ οἱ λογάδες λίθοι παράγονται. Τὸ δὲ, λέγων καὶ φυτεύων, ἐσχημάτισται διʼ ὑπερβατοῦ. ἄλλως γὰρ πρὸς τὸ, μισθὸς δέ τοι ἔσται, λέγοντι ὤφειλεν εἶναι καὶ φυτεύοντι. Τὰ δὲ πέδιλα ὑποδήματα συνήθως εἶπε, θαῤῥήσας συνθεῖναι τὴν λέξιν ἐκ τοῦ, ποσὶ δʼ ὑπὸ λιπαροῖς ἐδήσατο πέδιλα. Τὸ δὲ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο, καὶ τὸ, εἰ δʼ αὖ κε βόες εἶεν, καὶ τὸ, εἰ δʼ αὖ κε πόλεμόν ποθεν, ὑποθετικῶς, ὡς ἐγράφη, ἀναγνωστέον καὶ οὐκ εὐκτικῶς. ἄλλως γὰρ ἀλόγιστον οὕτω νῦν εὔξασθαι. Τὸ δὲ, ὥρῃ ἐν εἰαρινῇ, ἐντελῶς κἀνταῦθα εἴρηται, ὡς καὶ ἐν τῇ Ἰλιάδι. ἐν δέ γε τῷ, ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ, λείπει τὸ εἰαρινῇ. Δῆλον δὲ, ὅτι τοῦ εἶαρ, ὅθεν τὸ εἰαρινῇ, προϋπάρχει τὸ ἔαρ, καθὰ καὶ τοῦ ὄνειαρ καὶ εἶδαρ τὸ ὄνεαρ καὶ τὸ ἔδαρ. Ἰστέον δὲ καὶ ὅτι Ὀππιανὸς μὲν καὶ τὸ αἷμα ἔαρ ἔφη διὰ μόνου τοῦ ε ψιλοῦ. ἕτερος δέ τις διὰ τῆς ει διφθόγγου ὁμοίως τῷ αὐτῷ, ἔνθα περὶ ληστηρίου γράφει τὸ, ᾗχι κονίστραι ἄξεινοι λύθρῳ τε καὶ εἴαρι πεπλήθωσι. Δρέπανον δὲ εὐκαμπὲς, ὡς ἀπὸ μέρους τῆς καμπῆς, τὸ διόλου ἔντεχνον. Τὸ δὲ, καὶ σὺ τοῖον ἔχοις, διὰ τὸ ἀναμφήριστον κεῖται τοῦ ἔργου, ἵνα οὕτω φανείη καὶ ὁ ἀγαθὸς ἐργάτης καὶ ὁ μὴ τοιοῦτος. ἡ γὰρ τῶν ἐργαλείων ἀνομοιότης ἐμποδὼν αὐτοῖς πρὸς τὴν ἐν ἔργοις ἰσότητα. Τὸ δὲ, νήστιες καὶ τὸ ἄχρι μάλα κνέφαος ἤγουν ἄχρι βαθείας ἑσπέρας, φερεπονίας ἔλεγχος. Ὅτι δὲ νῆστις οὐ μόνον ὁ ἄγευστος σίτου, ἀλλὰ καὶ ἔντερον μεταξὺ κοιλίας καὶ στομάχου, καθωμίληται. Τὸ δὲ, ποίη δὲ παρείη, πρὸς μονιμότητα καὶ διάρκειαν ἔργου κεῖται καὶ πρὸς δεῖγμα τοῦ ἐν ἔργοις διόλου καρτερικοῦ, τὸ γὰρ ὀλιγόϋλον ἔργον καὶ τοῖς ἀχρείοις εὐεπιχείρητον. Ἰστέον δὲ ὅτι ποίη καὶ ἡ κατὰ τὸ θέρος κατʼ ἐξοχὴν, ἀφʼ ἧς καὶ τὸν ἐνιαυτὸν ποίην λέγει τῶν τις ποιητῶν. διὸ καὶ ἑρμηνεύοντες οἱ παλαιοί φασιν, ὅτι ποίη ὁ δημητρειακὸς καρπός. κοινῶς μέντοι ποίη ὁ κατὰ τὸ ἔαρ δρεπόμενος ἢ κειρόμενος χόρτος. δοκεῖ δʼ ἐνταῦθα καὶ ὁ ποιητὴς ἐν τῷ, κεκορηότε ποίης, οὐ μόνον δηλοῦν τὸν χόρτον, ἀλλὰ καὶ καρποὺς Δήμητρος, οἷς καὶ βοῦς πιαίνεται ἐν σταθμοῖς. Τὸ δὲ, βόες ἐλαύνειν ἄριστοι καὶ τὸ, κεκορηότε ποίης, διὰ τὸ τοῦ ἔργου κεῖται ἐντρεχές. ὡς γὰρ δρέπανον ἀγαθὸν, καθά που καὶ πέλεκυς ὀξὺς αὔξει ἐργάτου ἐρωὴν, οὕτω καὶ βόες εὐσθενεῖς καὶ ἄριστοι, τουτέστι τεχνῖται τοῦ ἀροτριᾶν. Αἴθωνες δὲ βόες οἱ θερμοὶ ἐργάζεσθαι, ἢ μέλανες, οἱ ἐν ἄλλοις οἴνοπες, ἢ καὶ πυῤῥοὶ, ὡς ἀπὸ τοῦ, οἶνος ἐρυθρός. Τὸ δὲ, κεκορηότε ποίης, σύστασις βοῶν, ὡς καὶ ἵππων τὸ ἀκοστεῖν. κυριολεκτεῖται δὲ πάντως ἐπὶ ἀλόγων ζῴων τὸ κεκορηότες. Ἰστέον δὲ καὶ ὅτι τὸ, βόες ἄριστοι αἴθωνες καὶ τὰ ἑξῆς, ἔπαινός ἐστιν ἀγαθῶν βοῶν. Τὸ δὲ ἥλικες καὶ τὸ ἰσοφόροι καὶ αὐτὸ πρὸς ἰσότητα κεῖται, ἵνα τῷ ἀπαραλλάκτῳ τῶν βοῶν διαφαίνηται καὶ τοῖς ἀροτριῶσι τὸ ἔργον οἷον ἐστί. διὸ καὶ χρὴ τήν τε ἀροτριωμένην γῆν ἐπίσης νενεμῆσθαι καὶ ἀμφοῖν ὑπείκειν εἰς τὸ τέμνεσθαι. Ἰσοφόροι δὲ ἢ εἰς ἶσον φερόμενοι καὶ ὡς εἰπεῖν ἰσοφαρίζοντες, ἢ ἶσον ἄχθος φέρειν δυνάμενοι, ἢ ἰσοκίνητοι καὶ ἶσοι κατὰ τὸ φέρεσθαι. Τετράγυον δὲ διάστημά τι, ὅσον ἦν ἀροτριᾶν ὡς εἰκὸς διʼ ἡμέρας τοὺς ἀγαθοὺς ἐργάτας καὶ χρωμένους βουσὶν ὁμοίοις. Τί δὲ τὸ τετράγυον, προγέγραπται. ὁ δὲ παραφράσας τετράπλεθρον ἡρμήνευσε τὸ τετράγυον, εἰπὼν, ἐλαύνειν ἐν νειῷ τετραπέλεθρον. Πολὺ δὲ ἐν τῷ ῥηθέντι Ὁμηρικῷ χωρίῳ τὸ κομματικόν· τό τε ἀλλοῖον καὶ τὸ κατὰ λέξιν, ὡς ἡ ἀνάγνωσις παρίστησιν. Ὦλξ δὲ ἡ αὖλαξ, ἀπὸ τοῦ ἀλέγω, τὸ λόγον ποιοῦμαι καὶ φροντίζω, ἀλέξω, ἄλοξ, καὶ μεταθέσει ἄολξ, καὶ ἐν συναιρέσει ὦλξ, ἡ ἐν λόγῳ δηλαδὴ οὖσα. Διηνεκὴς δὲ ὦλξ ἡ διόλου ἐνηνεγμένη μία καὶ κοιλανθεῖσα μιᾷ μακρᾷ τομῇ. Τὸ δὲ προταμοίμην ἀντὶ τοῦ, πρὸ σοῦ ἀροτριάσαιμι, καὶ, ὡς εἰπεῖν, προκόψαιμι, καὶ τὰ πάντα ἔχων ἶσα, ὅμως προβαλοίμην τῇ ἀρετῇ. Τὸ δὲ, ἔλθοι καὶ ἵκοιτο ἐς πατρίδα, διττολογία ἐστὶν ἐννοίας μιᾶς διὰ προσώπου ἀγωνίαν καὶ αὐτὴ γενομένη καθὰ καὶ τὰ ῥηθέντα κόμματα. Τὸ δὲ, εἰ δʼ αὖ καὶ πόλεμον ὁρμήσειέ ποθεν Κρονίων, περίφρασίς ἐστι τοῦ, εἴ ποθεν ἐκφανείη πόλεμος ὁ κατὰ τὸν μῦθον ἐκ Διὸς, ὃς ταμίης πολέμοιο τέτυκται. Ὅρα δὲ τὸ ποθὲν πρὸς ἐπίκρυψιν τεθὲν τοῦ ἀληθοῦς, καιριώτερον ὂν τοῦ ἴσως καὶ τοῦ τυχὸν καὶ τῶν τοιούτων, ὑπεμφαῖνον δὲ καὶ τὴν ἀλήθειαν, ἵνα λέγῃ, ὡς εἴ περ πόλεμος γένηται ἢ ἐξ ὑμῶν προϋπαρξάντων ἢ ἐξ ἐμοῦ ἢ ἐκ τῶν ἐμῶν. Τὸ δὲ ὁρμήσειεν ἀντὶ τοῦ κινήσειε καὶ, κατὰ τοὺς ὕστερον εἰπεῖν, παρορμήσειε. διχῶς οὖν τὸ ὁρμήσειν, ἰδιοπαθῶς τε κατὰ τοὺς μεθʼ Ὅμηρον ἀντὶ τοῦ κινηθῆναι καὶ ἑτεροίως ἀντὶ τοῦ κινήσειν. εἰ δὲ ἐχρῆν καὶ αὐτὸ διάφορον σχεῖν διάθεσιν κατὰ τὸ πλουτῶ ἐγὼ, πλουτίζω δὲ ἕτερον καὶ τὰ ὅμοια, ἀλλὰ προελήφθη τοῦτο ὑφʼ ἑτέρου ῥήματος τοῦ κατὰ τὸν ὅρμον, καθʼ ὃν ὁρμεῖ μὲν ἡ ναῦς, ὁρμίζει δέ τις αὐτήν. καὶ ἄλλως δὲ ὁρμεῖ μὲν αὐτὴ, ὁρμίζεται δὲ ὑπʼ ἄλλου. Σφέλας δὲ ἢ τὸ ὑποπόδιον καὶ νῦν ἢ καὶ ἁπλῶς κατὰ τοὺς παλαιοὺς βλῆμά τι σφῆλαι δυνάμενον, ὡς καὶ αὐτὸ προείρηται. Ἡ δὲ πρόχοος ἐνταῦθα ἡ καὶ κατὰ κυριολεξίαν βομβήσασα ἐν τῷ πεσεῖν ξέστης ἐστὶ ποτίζειν χρήσιμος, οὐ μὴν κατὰ τὴν ἐν τῇ ἄλφα ῥαψῳδίᾳ, διʼ ἧς ὕδωρ χερσὶν, ἐπιχέεται, ἣν παραφράζων ἐκεῖ ὁ ἐκ Θρᾴκης σοφὸς εἶπε· τὸ πρῶτον μὲν οὖν κατὰ χειρὸς θεράπαινα ἔφερε χρυσῇ πρόχῳ, οὐδὲ μὴν κατὰ τὴν ὀστεοδόχον, ἣν δηλοῖ ὁ γράψας τὸ, ἐμβαλὼν εἰς πρόχουν ἀργυρᾶν τὰ ὀστᾶ καὶ ἐξέπεμπεν, ὁποῖόν τι ἴσως καὶ ἐν Ἰλιάδι τὸ δέπας, ἐν ᾧ θέσις ἡρωϊκῶν ὀστῶν ἱστόρηται. Ἰστέον δὲ ὅτι δεξιότατα Ὀδυσσεὺς δοκεῖ προσφεύγειν τῷ Ἀμφινόμῳ, εἴ πως σχοίη συγκροῦσαι τοὺς μνηστῆρας ἀλλήλοις, ἐπικουρήσαντος μὲν ἐκείνου τῷ ξένῳ, ἀπαρασθέντων δὲ τῶν μνηστήρων. Ὅτι οὕτω θρασὺ πρᾶγμα πεποίηκεν ὁ Εὐρύμαχος, ὡς καὶ τοὺς ὁμοίους αὐτῷ ὑβριστὰς δυσχεράναι, καὶ ὅμως ἀνέχεται Ὀδυσσεὺς, καὶ ὁ Τηλέμαχος δὲ, ἵνα μὴ πρὸ καιροῦ ἐγχειρήσαντες ἔργῳ δυσπραγήσωσι. καὶ λαλεῖ μέν τι ὁ Τηλέμαχος ὑποπίκρως, παραμίγνυσι δέ τι καὶ ἐπιεικείας εὐθύς. λέγει γοῦν ὁ ποιητὴς οὕτως· αἴθʼ ὤφελλʼ ὁ ξεῖνος ἀλώμενος ἄλλοθʼ ὀλέσθαι, πρὶν ἐλθεῖν, τῶ κεν οὔ τι τόσον κέλαδον μεθέηκεν, ἤγουν οὐκ ἂν τοσοῦτον θόρυβον ἐνῆκεν ἡμῖν. νῦν δὲ περὶ πτωχῷ ἐριδαίνομεν, οὐδέ τι δαιτὸς ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ. καὶ οὕτω μέν τις εἶπεν ἂν καραδοκῶν αὐτόθι ὀλέσθαι τὸν Ὀδυσσέα καὶ διατοῦτο εὐχόμενος ἄλλοθι αὐτὸν τοῦτο παθεῖν. Τηλέμαχος δὲ, δαιμόνιοι μαίνεσθέ, φησι, καὶ οὐκέτι κεύθετε θυμῷ βρωτὺν οὐδὲ ποτῆτα· θεὸς δὴ ὑμᾶς ὀροθύνει· ἀλλʼ εὖ δαισάμενοι κατακείετε οἴκαδε ἰόντες, ὁππότε θυμὸς ἄνωγε. διώκω δὲ οὔ τινα ἔγωγε· ὅ περ ἀγαθοῦ ξενοδόχου λόγος, ὥς περ ἐλεεινολογία ἐπί τινι δυστυχῶς νοστήσαντι, τὸ, αἴθʼ ὤφελλʼ ὁ ξεῖνος καὶ ἑξῆς ὡς ἀνωτέρω γέγραπται. δικαιολογίας δὲ ἀναντιῤῥήτου παραστατικὸν τὸ, ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι, ὅ περ ἐφʼ οἷς καλῶς ἐλάλησεν ὁ Τηλέμαχος, ἐπικριτικῶς φησὶν ὁ Ἀμφίνομος, οἷα τοῦ πρόσφυγος ξείνου ὑπερλαλῶν. διὸ καὶ παραινεῖ μήτε τὸν ξεῖνον στυφελίζειν μήτε τινὰ ἄλλον δμώων Ὀδυσσέως. εἶτα συμβουλευσάμενος καὶ περὶ σπονδῆς καὶ ὕπνου πείθει· πᾶσιν ἑαδότα μῦθον εἰπὼν, ἤγουν ἀρέσκοντα, ὡς πολλαχοῦ εἴρηται. Ἰστέον δὲ ὅτι τὸ, οὐκέτι κεύθετε θυμῷ βρωτὺν οὐδὲ ποτῆτα, ἀστείως ἐῤῥέθη διὰ τὸ τοὺς μνηστῆρας μὴ κρύπτειν, ἀλλʼ ἐκφαίνειν, ὡς οἱ ἐξεμοῦντες τὰ ἐντὸς, οὕτω καὶ αὐτοὺς, ὅ περ εἶχον ἔνδον βούλευμα, τὸ τὸν ξένον δηλαδὴ, ὡς ἐῤῥέθη, αὐτόθι ὀλέσθαι. ὡς ἐπὶ ἐμέτου γοῦν εἰπὼν τὸ, οὐ κεύθετε βρωτὺν οὐδὲ ποτῆτα, νοεῖν ἀφίησιν αὐτὸ ἐπὶ τοῦ κατὰ ψυχὴν βουλεύματος, προσθεὶς τὸ, θυμῷ. ἔφη γὰρ, οὐκέτι κεύθετε θυμῷ, οὗ περ ἀνάπαλιν τὸ, οὐκέτι κεύθετε γαστρί. Τὸ δὲ, θεός νύ τις ὔμμʼ ὀροθύνει, ἐπιτυχῶς εἶπεν ὁ παῖς. Ἀθηνᾶ γὰρ αὐτοὺς ὀροθύνει, ὡς φθάσας ἐδήλωσεν ὁ ποιητής. Ἐν δὲ τῷ, μή τέ τινʼ ἄλλον δμώων, τὸ ἄλλον, οὐ πρὸς διαστολὴν ὁμογενοῦς ἐῤῥέθη, ὡς εἴ τις εἴπῃ μήτε τοῦτον δοῦλον ὄντα μήτε ἄλλον τινὰ δμώων, ἀλλὰ πρὸς ἑτεροιότητα τύχης, ἵνα λέγῃ, ὅτι μήτε τὸν ἐλεύθερον ξένον τοῦτον στυφελίζετε, μήτε ἄλλον, ἤγουν τύχης ἄλλης ὄντα, ὁποῖοι οἱ τοῦ Ὀδυσσέως δμῶες. Ὅτι τὸν κήρυκα Μούλιον, ὃς θεράπων ἦν Ἀμφινόμοιο, ἥρωα καλέσας ὁ ποιητὴς ἐμφαίνει ἀδιαφορίαν κἀνταῦθα τοῦ ἥρως ὀνόματος, ὡς μὴ μόνον ἐπὶ πάνυ μεγάλων ἀνδρῶν ἀλλὰ καὶ ἐπὶ θεραπόντων λεγομένου, καθά που καὶ κρείων ὁ Ἐτεωνεὺς ἐλέχθη καὶ ὄρχαμος ἀνδρῶν ὁ Εὔμαιος. παρὰ τὸ μολεῖν δὲ ὁ Μούλιος Ἰωνικῇ ἐπενθέσει τοῦ υ, καθὰ καὶ ὁ τοῦ κωμικοῦ Μόλων καὶ οἱ μολίονες. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Τ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.

Σὺν Τηλεμάχῳ ἔκθεσιν ποιεῖται τῶν ὅπλων Ὀδυσσεὺς καὶ πρὸς Πηνελόπην ἐκ Κρήτης εἶναι ὑποκρίνεται. γίνεται δὲ αὐτοῦ διʼ οὐλῆς ἀναγνωρισμὸς πρὸς Εὐρύκλειαν, τοὺς πόδας αὐτοῦ νίπτουσαν. καὶ κατὰ παρέκβασιν ὁ ποιητὴς διηγεῖται, ὡς ἐν Παρνασῷ ὑπὸ συὸς ἐπλήγη κυνηγῶν. ΟΔΥΣΣΕΙΑΣ Τ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.