ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ν. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.
Κοιμώμενον Ὀδυσσέα μετὰ τῶν δώρων ἐκτιθέασιν οἱ Φαίακες εἰς τὴν γῆν τῶν Ἰθακησίων. καὶ τὴν μὲν ναῦν αὐτῶν ὑποστρέφουσαν λίθον ποιεῖ Ποσειδῶν. Ἀθηνᾶ δὲ ἐπὶ τῷ αἰγιαλῷ ὄντι τῷ Ὀδυσσεῖ συμβουλεύει περὶ τῆς μνηστηροφονείας, καὶ τὰ χρήματα ἔν τινι σπηλαίῳ ἀποκρύπτει. καὶ εἰς γέροντα μεταμορφοῖ τὸν Ὀδυσσέα. ΟΔΥΣΣΕΙΑΣ Ν. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.
Ὅτι ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ παυσάμενος Ὀδυσσεὺς τοῦ τῆς πλάνης κακοῦ οἴκαδε τοῦ λοιποῦ καταπαύει ἀεθλεύσων καὶ ἐκεῖ τὰ λειπόμενα. διὸ καὶ ἐπιγράφουσι ταύτην οἱ παλαιοὶ οὕτως· Ὀδυσσέως ἀπόπλους παρὰ Φαιάκων καὶ ἄφιξις εἰς Ἰθάκην. λέγει δὲ κἀνταῦθα ὁ ποιητὴς ἀκὴν γενομένους σιωπῇ τοὺς Φαίακας κηληθμῷ σχεθῆναι ἐφʼ οἷς Ὀδυσσεὺς ἀφηγεῖτο. ποιεῖ δὲ καὶ τὸν βασιλέα ὑπισχνούμενον διαταῦτα καὶ ἕτερα δῶρα τῷ Ὀδυσσεῖ ἐπέκεινα ὧν ἔχει λαβών. Ὅτι εἴ πέρ που ἀλλαχοῦ, ἐνταῦθα μάλιστα κυρίως κεῖται τὸ χαλκοβατὲς ἐπὶ δώματος. φησὶ γὰρ Ἀλκίνοος· Ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ καὶ ἑξῆς. τὰ γὰρ Ἀλκινόου δώματα πολλῷ χαλκῷ συγκεκρότηται, ὡς προδεδήλωται. Ὅτι ὑποσχετικὸν ἐπʼ ἀγαθοῖς τὸ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ δῶ, οὔτι παλιμπλαγχθέντα σε ὀΐω ἂψ ἀπονοστήσειν εἰ καὶ μάλα πολλὰ πέπονθας. Ὅτι προοιμίῳ ἐπιστρεπτικῷ εἰς προσοχὴν Ἀλκίνοος χρᾶται τούτῳ, ὑμέων δʼ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω, ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον αἰεὶ πίνετʼ ἐμοῖσιν, ἀκουάζεσθε δʼ ἀοιδοῦ. δύο ταῦτα λέγων ἐξαίρετα δοκοῦντα τοῖς Φαίαξι, τὸ αἰεὶ πίνειν, καὶ τὸ ἀκούειν ἀοιδοῦ, τοῦ Δημοδόκου δηλαδή. ἔστι δὲ τὸ μὲν ἐφιέμενος ἀντὶ τοῦ ἐντελλόμενος· ὅθεν καὶ ἐφημοσύνη καὶ ἐφετμὴ ἡ ἐντολή. Γερούσιος δὲ οἶνος, ὡς καὶ ἐν Ἰλιάδι, ὁ ἐν τῷ τῶν γερόντων ἤτοι τῶν ἐντίμων συμποσίῳ πινόμενος. Σημείωσαι δὲ ὅτι καὶ ἐνταῦθα τῷ πίνειν καὶ τὸ ἐσθίειν συνεξακούεται. νικᾷ δὲ ὅμως ἐκφωνεῖσθαι τὸ πίνειν, ἐπεὶ καὶ συμπόσιον ἡ τοιαύτη σύνταξις καλεῖται καὶ εἰλαπίνη ὡς ἐπὶ πολύ. καλεῖται μέντοι ἔστιν ὅτε καὶ δαὶς, ὡς τὸ, τίς δαὶς τίς δʼ ὅμιλος. τὸ δὲ ἀκουάζεσθε δῆλον ὅτι τοῦ ἀκούειν ἐστὶ παραγωγή. Ὅτι χρυσὸν πολυδαίδαλον Ἀλκίνοος ἐνταῦθα λέγει τὸν ἀργὸν καὶ ἀκατέργαστον καὶ εἰς πολλὰ δαιδάλλεσθαι ἐπιτήδειον. τοιοῦτος δὲ ὁ τῶν ταλάντων ἃ φθάσας ἔλαβεν ἐκ τῶν Φαιάκων Ὀδυσσεύς. δῆλον δὲ ὅτι ἐκ τοῦ πολυδαιδάλεος ἑξασυλλάβου συγκέκοπται ὁ πολυδαίδαλος, καὶ ὅτι ἐκ τοῦ Κρητικοῦ Δαιδάλου καὶ ἡ τοιαύτη λέξις, ὡς πολλαχοῦ φαίνεται. Ὅτι πρὸς τοῖς ἤδη δοθεῖσι δώροις τῷ Ὀδυσσεῖ καὶ ἕτερα παρέλκων ἐκ τῶν βουληφόρων Ἀλκίνοος χάριν ὧν ἐῤῥητόρευσεν Ὀδυσσεὺς, φησίν· ἀλλʼ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠὲ λέβητα ἀνδρακάς. ἡμεῖς δʼ αὖτε ἀγειρόμενοι κατὰ δῆμον τισόμεθα. ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι. Ἰστέον δὲ ὅτι ἐν ἀσαφεῖ παραῤῥίψας τὸ, τρίποδα ἠὲ λέβητα, οὐ διήρθρωσε νῦν εἴτε τοῦτο εἴτε ἐκεῖνο γέγονεν ἀλλὰ σιγᾷ τὸ μὴ ὂν ἀναγκαῖον ἱστορηθῆναι, χαλκὸν εὐήνορα εἰπὼν αὐτὰ μετʼ ὀλίγα, ὃς ὕλη τοῖς τοιούτοις ἐστίν. ἐν δέ γε τοῖς ἑξῆς εἰπὼν περὶ Ὀδυσσέως, ὅτι τρίποδας περικαλλέας ἠδὲ λέβητας ἠρίθμει, ἐμφαίνει μὲν ὡς καὶ τρίποδες καὶ λέβητες ἐδόθησαν τῷ Ὀδυσσεῖ, οὐ διευκρινεῖ δὲ τὸ ποσόν. εἰ δέ τις εἴπῃ, ἀνδρακὰς λαβεῖν τὸν Ὀδυσσέα καὶ τρίποδας καὶ λέβητας, κωλύεται εἰς τὸν νοῦν διὰ τοῦ, τρίποδα μέγαν ἠὲ λέβητα. εἰ μὴ ἄρα γράψοι τις καὶ ἐνταῦθα τρίποδα μέγαν ἠδὲ λέβητα. τότε γὰρ ἔσονται ἀνδρακὰς τρίποδες δεκατρεῖς καὶ λέβητες δεκατρεῖς, ὃ κρεῖττον. φέρεται γὰρ καὶ τοιαύτη γραφὴ ἐν τοῖς ἀκριβεστέροις τῶν ἀντιγράφων. Τιμιώτερον δὲ λέβητος ὁ περικαλλὴς τρίπους. διὸ καὶ Ἥφαιστος ἐν Ἰλιάδι ἀσχολεῖται εἴκοσι τρίποδας τεύχων. Διαφορὰ δὲ τρίποδος καὶ λέβητος φανήσεται ἐν τοῖς ἑξῆς. Βουληφόρους δὲ Ἀλκίνοος τοὺς τῶν Φαιάκων προὔχοντας λέγει, ἑαυτῷ ὑποκρατήσας, ὡς καὶ προεδηλώθη, τὸ, ἐξ αὐτοῦ ἔχεσθαι ἔργον τε ἔπος τε. ὃ ἐπιβεβαιώσας ἐκεῖ ἔφη ἐν ἐπηκόῳ πάντων, ὡς τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος αἴ κεν ἔγωγε ζωὸς ἀνάσσω. ὥστε αὐτὸς μὲν ἄναξ, οἱ δὲ λοιποὶ οὐ μόνον βουληφόροι, ἀλλὰ καὶ ἄριστοι, ἤδη δέ γε καὶ βασιλεῖς διὰ τὸ πάνυ ἔντιμον, ὃ καὶ ἐπʼ ἄλλων ἐφάνη. Τὸ δὲ ἀνδρακὰς ὀξύνεται μὲν κατὰ τὸ ἑκὰς καὶ ἀγκὰς καὶ ἐντυπάς. δηλοῖ δὲ τὸ κατʼ ἄνδρα, ἵνα μὴ τὸ τρίποδα μέγαν ἠδὲ λέβητα ἐπὶ ἑνὸς μόνου τρίποδος καὶ ἑνὸς λέβητος νοηθείη, ἀλλὰ ἑνὸς κατὰ ἕκαστον ἄνδρα ἡμῶν δηλαδὴ τῶν δεκατριῶν βασιλέων, ἵνα καὶ οἱ τρίποδες καὶ οἱ λέβητες τρεῖς εἶεν καὶ δέκα. οὐ γὰρ ἂν εἷς ἢ ἐξ ἡμῶν τῶν προεχόντων ἢ ἐκ τῶν δημοτῶν δυνηθείη ἂν τοσαῦτα προικὸς χαρίσασθαι, ἤγουν προῖκα καὶ δωρεάν. Φρύνιχος δέ, φασιν, ἀνδρακάδα που ἔφη τὴν τῶν ἀνδρῶν δεκάδα, ἀπὸ εὐθείας τῆς ἡ ἀνδρακὰς, ἵνα ᾖ τὸ ἀνδρακὰς ἀντὶ τοῦ κατὰ δέκα ἄνδρας, ὅ περ ἐνταῦθα οὐκ εὐσυμβίβαστον. τινὰ δὲ τῶν ἀντιγράφων ἔχουσιν ἄνδρα κάθʼ ἡμεῖς δὲ καὶ ἑξῆς, ἵνα ἐξ ὀρθοῦ λέγῃ κοινῶς, ὅτι δῶμεν κατὰ ἄνδρα. τοῦτο γὰρ δηλοῖ τὸ, ἄνδρα κάτα. ἐκ δὲ τοῦ ῥηθέντος ἀγείρειν εἴτουν ἀγυρτάζειν καὶ ὁ ἀγύρτης γίνεται καὶ ἀγυρμός. Τὸ δὲ τισόμεθα οἱ μὲν παλαιοί φασιν εἰσπραξόμεθα. ἔστι δὲ καὶ συνήθως εἰπεῖν ἀποτίσομεν. τὸ γὰρ ἐκ τοῦ δήμου ἀγερθὲν τοῖς βουληφόροις ἀποδοθήσεται ὑπὲρ ᾧ ἄρτι δεδώκασι τῷ Ὀδυσσεῖ. Ἰστέον δὲ ὅτι τὸ, ὡς ἐῤῥέθη, ἀγείρειν ἐκ τοῦ δήμου τὰ δωρηθέντα σμικροπρεπὲς μὲν, ἔθος δὲ ὅμως παλαιὸν κατὰ τὰς λεγομένας συνδοσίας καὶ διανομάς. Ὅτι δὲ προῖκα οἱ παλαιοὶ τὴν δωρεὰν ἔλεγον, καὶ ὅτι ἐκ τοῦ καταπροΐξασθαι αὐτὴν παρῆγον, δηλοῦται καὶ ἀλλαχοῦ. εἴη δὲ ἂν τὸ καταροΐξασθαι ὅμοιόν τι τῷ καταπροήσεσθαι, ὅ ἐστι προδοῦναι. ἑρμηνευθείη δʼ ἂν καὶ χάρις ἡ προῖξ. ὡς δηλοῖ τὸ, προικὸς χαρίσασθαι. Ἀττικὸς δὲ ἀνὴρ οὕτω φράζει. τὸ γὰρ κοινότερον προῖκα χαρίσασθαι. ἐλλειπτικῶς δὲ καὶ ἄμφω ἔχει. ἔστι γὰρ τὸ μὲν διὰ προικὸς, τὸ δὲ κατὰ προῖκα. τὸ μέντοι ἐπὶ γαμηλίου δώρου τὴν προῖκα νοεῖσθαι τῶν μεθʼ Ὅμηρόν ἐστιν. ἡ δὲ τοιαύτη προῖξ ὅτι καὶ φερνὴ λέγεται, δηλοῖ, φασὶν, ἐν Φαέθοντι Εὐριπίδης, εἰπών· ἐλεύθερος δʼ ὢν δοῦλος ἐστὶ τοῦ λέχους, πεπραμένον τὸ σῶμα τῆς φερνῆς ἔχων. ἔστι δὲ φερνὴ μὲν παρὰ τὸ φέρειν, ἡ προσφερομένη δηλαδή. προῖξ δὲ παρὰ τὸ προΐκω προΐξω. οὗ δύο σημαινόμενα· προΐξασθαι γὰρ οὐ μόνον τὸ δωρεὰν δοῦναι, ἀλλὰ καὶ τὸ καταπροδοῦναι. ὃ καὶ προέσθαι καὶ καταπροέσθαι λέγεται Ἀττικώτερον. Ὅτι χαλκὸν εὐήνορα κἀνταῦθα λέγει τὸν εἰς ἀνδρίαν πάλαι ποτὲ συντελοῦντα ὅτε εἰς ὁπλοποιΐαν χρήσιμος ἦν. οὐκ ἐνεργείᾳ δὲ τοιοῦτος ἀλλὰ δυνάμει ὁ τῶν ἐνταῦθα τριπόδων καὶ λεβήτων χαλκός. χαλκὸς γὰρ αὐτόχρημά ἐστι, δυνάμενός ποτε καὶ ὁπλοποιηθῆναι καὶ οὕτως εὐήνωρ γενέσθαι. Ὅτι Ἀλκίνοος τιμῶν τὸν σοφὸν Ὀδυσσέα οὐ μόνον κατεπλούτισε δώροις, ἀλλὰ καὶ διακονεῖν οὐκ αἰσχύνεται. αὐτὸς γὰρ ἰὼν διὰ νηὸς ὑπὸ ζυγὰ κατέθηκε τὰ δῶρα, μή τινα ἑταίρων βλάπτοι ἐλαυνόντων ὁπότε σπερχοίατο ἐρετμοῖς. οὕτω καὶ Αἰόλος αὐτὸς κατέδησε τὸν ἀσκὸν ἐν ᾧ οἱ ἄνεμοι. Ζυγὰ δὲ τὰς ναυτικὰς λέγει καθέδρας. ἀφʼ ὧν καὶ τὸ ἐζεῦχθαι ἐπὶ νηῶν. ἄμφω γὰρ ταῦτα συμβαίνει περὶ τὰ ζυγὰ, ἤγουν καὶ τὸ τοὺς τοίχους τῆς νηὸς ζευγνύναι καὶ εἰς καθέδραν χρήσιμα εἶναι. Ὅτι συνεπισπεύδων ὁ Ὁμηρικὸς ἐνταῦθα λόγος τῷ Ὀδυσσεῖ τήν τε γενομένην θυσίαν βραχυλογεῖ, καὶ τὴν τοῦ Δημοδόκου δὲ ἀοιδὴν οἵα τις ἦν σιωπᾷ. ἐνδεικνύμενος δὲ καὶ τὴν τοῦ Ὀδυσσέως πολλὴν σπουδὴν εἰς τὸ ἀποπλεῦσαι συχνὰ βλέπειν ἐκεῖνον λέγει πρὸς Ἥλιον πότε ἂν δύνῃ. φράζει δὲ οὕτω πως· τοῖς δὲ βοῦν ἱέρευσεν ἱερὸν μένος Ἀλκινόοιο, Διῒ ὃς πᾶσιν ἀνάσσει. μῆρα δὲ κείαντες δαίνυντʼ ἐρικυδέα δαῖτα, τερπόμενοι. μετὰ δέ σφισιν ἐμέλπετο θεῖος ἀοιδὸς Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς πολλὰ πρὸς Ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα, δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι. τοῦτο δὲ παντὶ ἁρμόζει σπεύδοντι, εἰς νυκτὸς ὁδόν. εἶτα καὶ διὰ παραβολῆς δεικνὺς τὴν πολλὴν τοῦ Ὀδυσσέως ἔπειξιν ἐπιφέρει· ὡς δʼ ὅτʼ ἀνὴρ δόρποιο λιλαίεται, ᾧτε πανῆμαρ νειὸν ἀνέλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον, ἀσπασίως δʼ ἄρα τῷ κατέδυ φάος Ἠελίοιο δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατʼ ἰόντι, ὣς Ὀδυσσῆʼ ἀσπαστὸν ἔδυ φάος Ἠελίοιο. ἐπισπεύδει δὲ τὸν ἀπόπλουν Ὅμηρος, ἵνα καὶ τῆς ἐπισοδιώδους ἱστορίας ὀψέ ποτε ἀπαλλαγῇ, καὶ τὸν Τηλέμαχον ἐπαναγάγῃ ἐκ τῆς Σπάρτης. καὶ μὴ ἐπιπλέον ἀπιθάνως ἐκεῖ βραδύνοντος τοῦ παιδὸς ἀργοίη τὰ κατὰ τὸν πατέρα σπουδαῖα ἔργα. Ὅρα δὲ τὸ ἔδυ καὶ κατέδυ καὶ δῦναι, ὧν οὐκ ἔστι καιριωτέρα λέξις ἐπὶ τοῦ ὑπὸ γῆν ἐλθεῖν τὸν Ἥλιον. φιλότιμον δὲ εἰς ἔργον ἄνδρα ἡ ῥηθεῖσα παραβολὴ δηλοῖ καὶ καματηρὸν, εἴ γε καὶ πανημέριος πονεῖται ἄσιτος, καὶ ἐπανιὼν ὀκλάζει τοῖς γόνασι διὰ τὸ πολὺ τοῦ καμάτου. καὶ οὕτως ἐπιτείνεται τῷ τοιούτῳ ἡ σπουδὴ τοῦ ἐλθεῖν οἴκαδε καθὰ καὶ τῷ Ὀδυσσεῖ ἡ τοῦ νόστου. Οἴνοπες δὲ βόες ἢ μέλανες διὰ τὸ, μέλας οἶνος, ἢ πυῤῥοὶ διὰ τὸ, οἶνος ἐρυθρός. Πηκτὸν δὲ ἄροτρον ἢ τὸ εὐπαγὲς κατὰ συνήθη ἔλλειψιν τοῦ εὖ, χρὴ γὰρ εὐπαγὲς αὐτὸ εἶναι, ἢ καὶ διότι πρῶτον ἐπενοήθη ὡς εἰκὸς τὸ πηκτὸν, εἶθʼ ὕστερον ἐξευρέθη τὸ παρʼ Ἡσιόδῳ αὐτόγυον, οὗ περ οὐδαμοῦ μέμνηται Ὅμηρος. Ἀπὸ δὲ τοῦ βλάβεται ἡ βλάβη γίνεται, ὡς καὶ ἡ ἀποκρυβὴ ἀπὸ ἀῤῥήτου θέματος τοῦ κρύβω, καὶ ἡ καλύβη ἐξ ὁμοίου τοῦ καλύβω. ἐφʼ ὧν, ἴσως ἐκ τοῦ βέβλαφα καὶ κέκρυφα καὶ κεκάλυφα, οἱ εἰρημένοι ἐνεστῶτες παρήχθησαν ἀναγωγῇ συνήθει, Μακεδόνων ἔθει, μεταβαλλόντων τὸ φ εἰς β, ὡς ἐν τῷ Φίλιππος καὶ τοῖς ὁμοίοις, καθὰ καὶ ἀλλαχοῦ δεδήλωται. Ὅτι καὶ ἀπιόντες οἱ παλαιοὶ ἀπὸ ξενοδόχων προσεφώνουν τὸ χαίρειν, ἐπευχόμενοι καὶ τὰ εἰκότα. ὃ καὶ Ὀδυσσεὺς ἐνταῦθα ποιεῖ εἰπών· πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δʼ αὐτοί. ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμὸς, πομπὴ καὶ φίλα δῶρα, τά μοι θεὸς ὄλβια ποιήσειεν. ἀμύμονα δʼ οἴκοι ἄκοιτιν νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν. ὑμεῖς δʼ αὖθι μένοντες εὐφραίνοιτε γυναῖκας κουριδίας καὶ τέκνα, θεὸς δʼ ἀρετὴν ὀπάσειε παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη. καὶ ταῦτα μὲν πρὸς τοὺς ἄνδρας ὁ Ὀδυσσεύς. ἰδίᾳ δὲ τῇ Ἀρήτῃ προπιὼν, ὡς ἐφεξῆς εἰρήσεταί, φησι· χαῖρέ μοι ὦ βασίλεια διαμπερὲς εἰσόκε γῆρας ἔλθῃ καὶ θάνατος τά τʼ ἐπʼ ἀνθρώποισι πέλονται. αὐτὰρ ἐγὼ νέομαι. σὺ δὲ τέρπεο τῷδʼ ἐνὶ οἴκῳ, παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ. Καὶ ὅρα ὡς φανερῶς ἐνταῦθα βασιλέα καθʼ ὑπεροχὴν ἔφη τὸν Ἀλκίνοον. τὰ δὲ ῥηθέντα νῦν παρὰ Ὀδυσσέως χρήσιμα πολλαχοῦ, καὶ μᾶλλον, ὅτε τις μεγάλοις προσώποις ἀπιὼν συντάσσεται τὰ συνήθη. Ἀρτεμὴς δὲ καὶ νῦν ὁ ὑγιὴς καὶ, ὡς εἰπεῖν, ἀκέραιος καὶ ὅλος, ὡς οἱονεὶ ἀτεμὴς, ἢ καὶ ἄρτιος. ἐξ οὗ δοκεῖ κατὰ τοὺς παλαιοὺς παρωνομάσθαι καὶ ἡ παρθένος Ἄρτεμις. Ἀρετὴν δὲ παντοίαν τὴν εὐδαιμονίαν λέγει. ἐντεῦθεν δὲ λαβόντες οἱ μεθʼ Ὅμηρον συγκεκροτῆσθαι τὴν εὐδαιμονίαν φασὶν ἐξ ἁπάσης ἀρετῆς. ἔτι δὲ τῆς ῥηθείσης ἀρετῆς ἑρμηνεία τὸ, μή τι κακὸν μεταδήμιον εἴη, ὥς περ καὶ τοῦ, χαῖρε διαμπερὲς, τὸ, εἰσόκε γῆρας ἔλθῃ καὶ θάνατος. Ὅτι οἱ μὲν τῶν Φαιάκων ἄριστοι αὐτόθεν ἐξ ἑδρέων ἢ ἐξ ἑδέων ἔσπεισαν πέμποντες τὸν Ὀδυσσέα. ἱδρύσεως γὰρ καὶ μονῆς τῆς κατὰ χώραν ἔδει αὐτοῖς. Ὀδυσσεὺς δὲ ἀναστὰς ἔσπεισεν, ἀπιέναι γὰρ αὐτὸν ἔδει. ὁ δʼ αὐτὸς καὶ τῇ Ἀρήτῃ ἐν χειρὶ θεὶς τὸ δέπας ἐπεύχεται τὰ προσεχῶς ἄνω ῥηθέντα. Καὶ σημείωσαι ὅτι πρόποσίς ἐστί τις καὶ ὅ περ ἐνταῦθα ποιεῖ Ὀδυσσεύς. προτείνει γὰρ τῇ ἑστιάτορι δέπας ὥστε πιεῖν, καθὰ καὶ ἐν Ἰλιάδι ὁ αὐτὸς τῷ Ἀχιλλεῖ καὶ ἐν τοῖς ἑξῆς δὲ τῷ δούλῳ Εὐμαίῳ. καὶ γὰρ καὶ τὸ, πλησάμενος δʼ οἴνοιο δέπας δείδεκτʼ Ἀχιλλῆα, προπόσεως ἦν. καθʼ ἣν πληροῦντες δέπας ἐδίδουν πρός τινα, ὡς καὶ νῦν Ὀδυσσεὺς τῇ Ἀρήτῃ. καὶ ἦν, φασὶ, κυρίως προπίνειν τὸ πρὸ ἑαυτοῦ διδόναι τινὶ πίνειν. ἔστι δὲ ὅτε καὶ τὸ ποτήριον ἀποχαρίζεσθαι. Ὅτι τὸ ἐξῆλθε περιφράζων φησίν· ὣς εἰπὼν, ὑπὲρ οὐδὸν ἐβήσετο. ἀλλαχοῦ δὲ ἐπὶ εἰσόδου ὑπερέβη λάϊνον οὐδόν φησιν. ἐνταῦθα δὲ βιωτικῶς ἅμα καὶ φιλοφρόνως κήρυκά τε στέλλει ὁ βασιλεὺς ἡγεῖσθαι τῷ Ὀδυσσεῖ ἐπὶ νῆα, καὶ δμωὰς δὲ γυναῖκας ἡ δέσποινα πέμπει, τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα, κατʼ ἐπιβολήν τινα δηλαδὴ τῆς πρὸ ὀλίγων φιλόφρονος εὐχῆς, τὴν δʼ ἑτέρην χηλὸν πυκινὴν ἅμʼ ἔπεμπε κομίζειν. ἡ δʼ ἄλλη σῖτόν τʼ ἔφερε καὶ οἶνον ἐρυθρὸν, δηλονότι διὰ τοὺς ἐρέτας, ἴσως δὲ καὶ διὰ τὸν Ὀδυσσέα. Καὶ ὅρα ὅτι τε ἤλλαξε τὸ σχῆμα εἰπών· τὴν μὲν φᾶρος ἔχουσαν, τὴν δʼ ἑτέρην χηλὸν, ἡ δʼ ἄλλη σῖτον ἔφερε. καὶ ὅτι κατὰ κυριολεξίαν ἔφρασε τὸ, τὴν μὲν, καὶ τὸ, τὴν ἑτέρην, καὶ τὸ, ἡ δʼ ἄλλη. τὸ μὲν γὰρ ἕτερος ἐπὶ δύο εἴωθε λέγεσθαι, τὸ δὲ ἄλλος ἐπὶ πλειόνων. καὶ ὅτι τὸ ἔπεμπε δὶς εἶπε διὰ τὸ τῆς λέξεως καίριον. Τὸ δὲ σῖτον καὶ οἶνον ὑποκαταβὰς παραφράζει τε καὶ μετατίθησιν, εἰπών· κατέθεντο πόσιν καὶ βρῶσιν. Ὅτι ἐπιμελούμενοι τοῦ Ὀδυσσέως οἱ Φαίακες καὶ ἐν τῇ νηῒ κατεστόρεσαν ῥῆγός τε λίνον τε νηὸς ἐπʼ ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδῃ πρύμνης. καὶ νῦν μὲν ἁπλῶς ἔφη νήγρετον. ὑποκατιὼν δέ φησιν ὅτι νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε τῷ Ὀδυσσεῖ, νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς. καὶ οὐκ ἔστιν οὕτω γοργῶς κάλλιον φρασθῆναι ὕπνον βαθύτατον. οὗ χάριν καὶ ὅτε ἐκ νηὸς αὐτὸν ἄειραν ἐν τοῖς ἑξῆς οἱ Φαίακες αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι, κὰδ δʼ ἂρ ἐπὶ ψαμάθῳ ἔθεσαν, οὔπω οὐδὲ τότε ἀφυπνίσθη δεδμημένος ἔτι τῷ εἰρημένῳ ὕπνῳ. πλάττει δὲ ὁ ποιητὴς τοῦτο, οὐ μόνον ὅτι συντελεῖ τὸ πρᾶγμα τῷ παραδόξῳ οἷα φόνον ἀπαραδόκητον φέρον τοῖς μνηστῆρσι, καὶ ἀφορμὰς οὕτω πολλὰς πλατυσμοῦ εἰς γραφὴν χορηγοῦν τῷ ποιητῇ, καὶ καινοτέραν ἐργαζόμενον τὴν τῆς ποιήσεως περιπέτειαν, ὡς ἀγνοήσαντος τοῦ Ὀδυσσέως τὴν πατρίδα μετὰ τὸ ἀφυπνισθῆναι, καὶ ἀπορήσαντος, καὶ δεινοπαθήσαντος, καὶ τοιαῦτα τινὰ ἕτερα παθόντος τε καὶ ποιήσαντος, ἀλλὰ καὶ ἄλλως πιθανῶς πρός γε τὸ φαινόμενον. ἐπειδὴ ἐοίκασιν αἰδεῖσθαι οἱ Φαίακες μὴ καὶ δόξωσιν ἀφυπνίσαντες τὸν ἥρωα μισθὸν τοῦ πλοῦ ἀπαιτεῖν· τυχὸν δὲ καὶ δεδίασι μὴ συσχεθέντες καταμηνύσωσι τὴν τέως κεκρύφθαι δοκοῦσαν Φαιακίαν καὶ οὕτω ῥᾷον ἐπιβουλευθῶσιν, ἄνθρωποι, φιληδονίαν συνειδότες ἑαυτοῖς καὶ βίον ἀπολαυστικὸν καὶ ἀπόλεμον, οἷς οὐ βιὸς μέλει οὐδὲ φαρέτρη, ἀλλὰ δαῖτες καὶ χοροὶ καὶ λοετρὰ καὶ τὰ τούτοις σύστοιχα. ὅθεν καὶ νυκτὸς αὐτοῖς ὁ ἀνάπλους γέγονεν, ἵνα μὴ ἔχῃ Ὀδυσσεὺς ἡμέρας οὔσης παρασημειοῦσθαι τόπους τινάς. ὅτι δὲ καὶ εἰκὸς ἦν, τοὺς Φαίακας εἴ περ ἀφύπνισαν τὸν Ὀδυσσέα ἐθελῆσαι συνέψεσθαι αὐτῷ οἴκαδε, καὶ ὡς ἐκεῖνος μὴ πεισθεὶς μὲν ἔδοξεν ἂν ἀγνώμων καὶ ἀφιλόξενος, πεισθεὶς δὲ καὶ συνανελθὼν οἴκοι ἐγνωρίζετο καὶ ἠχρειοῦτο ἐντεῦθεν τὸ τῆς μνηστηροκτονίας εὐμέθοδον, δῆλον ἐστί. διαταῦτα γοῦν ἐπέκρινεν ὁ ποιητὴς οὕτω καὶ μὴ ἄλλως πέμψαι τὸν Ὀδυσσέα οἴκαδε διὰ τὸ εὐπλαστότερον καὶ πιθανώτερον. καὶ ὅρα ὕπνον τοῦτον, πάνυ χρηστὸν τῷ Ὀδυσσεῖ, εἰ καὶ πρὸ τούτων ὑπνώσας ἐδυστύχησεν. Ὅτι δὲ ταῖς τῶν Φαιάκων ναυσὶ προσπλάττεται οὐ μόνον τὸ κατίσχειν, ὅ ἐστιν ἐλλιμενίζεσθαι ὅπου βούλονται, ἀλλὰ καὶ τὸ ἔτι τερατωδέστερον, τὸ δύνασθαι ὕπνον ἐπιπέμπειν, προδεδήλωται ὅπου ἐλέχθη τὸ, αὔριον σὺ μὲν δεδμημένος ὕπνῳ λέξεαι, καὶ πάλιν· μή τις καθʼ ὁδὸν δηλήσεται ὁπόταν σὺ μὲν εὕδῃς γλυκὺν ὕπνον. Ἐπʼ ἰκριόφιν δὲ νηὸς πρύμνης κοιμᾶται Ὀδυσσεὺς διά τε τὸ ἐντιμότερον, ἐπεὶ καὶ ἀρχικὸν ἡ πρύμνα διὰ τὸν κυβερνήτην, καὶ διότι οὐδὲ ἔδει ἐπὶ τῶν καταστρωμάτων κείμενον ἐμποδὼν γενέσθαι τοῖς ῥέσσουσιν. Ἐν δὲ τῷ, νήγρετον εὕδοι, λείπει τὸ, ὕπνον. Πεπαιδευμένον δὲ τοῦ Ὀδυσσέως ἐν τούτοις καὶ τὸ, ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο σιγῇ. τί γὰρ καὶ ἔδει ἄρτι λαλεῖν ἄνδρα σοφὸν, εἰδότα ἐν τοιούτῳ καιρῷ τὰς γλώττας ὁσιοῦσθαι τῷ Ἑρμῇ, καθά που προείρηται. κεῖται δʼ ἐνταῦθα καὶ ἀπόπλου σύντομος διασκευὴ τὸ, οἱ δὲ κάθιζον ἐπὶ κληῖσιν ἕκαστοι κόσμῳ. πεῖσμα δʼ ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο. τρόπου δὲ τοῦτο πρωθυστέρου. πρῶτον γὰρ ἀπολυθεῖσα τοῦ ἔξω δεσμοῦ ναῦς, εἶτα ἀποπλέει. Τρητὸν δὲ λίθον λέγει, ὃν παρὰ τὸ τρῶ τὸ τρυπῶ ἢ παρὰ τὸ γρῶ τὸ ἐσθίω γρώνην ὁ Λυκόφρων καλεῖ. Τὸ δὲ ἐπιπίπτειν βλεφάροις ὕπνον, ὡς ἀπὸ μεγέθους βαρέος καὶ δυσμετακινήτου μετήνεκται. διὸ καὶ οἰκείως ἐπήχθη τὸ, νήγρετος. ὃ δὶς ἐνταῦθα λεχθὲν προκλητικόν ἐστι τοῦ, θανάτῳ ἐοικώς. ὁ γάρ τοι νήγρετος καὶ ὁ τανηλεγὴς ταυτὸν δηλοῦσιν. ὧν τὸ μὲν ἐνταῦθα τῷ ὕπνῳ ἐπελέχθη, τὸ δὲ τανηλεγὴς πολλαχοῦ τῷ θανάτῳ ἐπιτίθεται. ὃς καὶ αὐτὸς καθὰ τανηλεγὴς, οὕτω καὶ νήγρετος λέγοιτʼ ἄν. καὶ μᾶλλον αὐτός. ὁ γάρ τοι ὕπνος, ἄλλως λέγεται νήγρετος, οὐχʼ ὡς ἀνέγερτος δηλαδὴ, ἀλλʼ ὡς δυσέγερτος. Τὸ δὲ ἥδιστος πρὸς διαστολὴν τοῦ καρωτικοῦ καὶ καρηβαρικοῦ ὕπνου πρόσκειται. Τὸ δὲ ἄγχιστα κἀνταῦθα ταυτόν ἐστι τῷ σχεδὸν, ἵνα λέγῃ ὕπνον θανάτῳ σχεδὸν ἐοικότα. ἐπίτασις μέντοι τοῦ σχεδόν ἐστι τὸ ἄγχιστα. καὶ εἴη ἂν μάλιστα ὁ τοιοῦτος ὕπνος ἀδελφὸς τῷ θανάτῳ. Ὅτι τερατολογῶν Ὅμηρος τὴν αὐτῷ φίλην νῆα ἐφʼ ἧς ὁ Ὀδυσσεὺς πέμπεται οἴκαδε, τετρώρου τε κινήμασιν εἰκάζει τὸν δρόμον αὐτῆς, καὶ αὖθις ὑπὲρ ἱέρακα πέτεσθαι λέγει κατὰ τὸν πλοῦν, τὸ μὲν κατὰ μόνον τὸ ἀσφαλὲς τοῦ κατʼ αὐτὴν δρόμου καὶ ἀκλινὲς, τὸ δὲ διὰ τὸ εἰσάγαν ὠκύαλον καὶ ὡς εἰπεῖν πτηνὸν, ἵνα δύο τούτων παραβολῶν ἡ μία μὲν ᾖ πρὸς τὸ τοῦ πλοῦ στερεὸν, ἡ δὲ ἑτέρα πρὸς τὸ τοῦ τάχους πτηνὸν, καὶ ὡς ὁ ποιητὴς λέγει, ἡ μὲν πρὸς τὸ μάλʼ ἀσφαλέως θέειν ἔμπεδον, ἡ δὲ πρὸς τὸ ῥίμφα θέειν. φησὶ γάρ· ἡ δʼ ὥστʼ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι, πάντες ἅμʼ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης, ὑψόσʼ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον, ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο. κῦμα δʼ ὄπισθεν πορφύρεον μέγα θῦεν πολυφλοίσβοιο θαλάσσης. ἡ δὲ μάλʼ ἀσφαλέως θέεν ἔμπεδον, οὐδέ κεν ἴρηξ κίρκος ὁμαρτήσειεν ἐλαφρότατος πετεηνῶν. ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κῦματʼ ἔταμνεν. καὶ οὕτω περάνας τὰς δύο παραβολὰς τὴν μὲν πρὸς τὸ τοῦ πλοῦ ἰσόῤῥοπον καὶ ἀσφαλὲς ῥηθεῖσαν, ὡς εἰ καὶ ἐν χέρσῳ ἔθεε τὴν δὲ πρὸς τὸ πολὺ τοῦ τάχους, ὅ περ διεφαίνετο καὶ πρὸ τούτων ἐν τῷ, ὡσεὶ πτερὸν ἠὲ νόημα, πτερὸν γὰρ ἐκεῖ τὸ πτηνὸν ἐνοεῖτο συννοούμενον, ὡς ὅλον τῷ μέρει αὐτοῦ τῷ πτερῷ ἐπάγει· ὣς ἔθεεν ἡ τοιαύτη ναῦς ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα. ὃς πρὶν μὲν μάλα πολλὰ πάθεν ἄλγεα ὃν κατὰ θυμὸν, ἀνδρῶν τε πολέμους ἀλεγεινά τε κύματα πείρων, ὅ ἐστι περῶν, ὡς καὶ ἀλλαχοῦ ἐφάνη· δὴ τότε γʼ ἀτρέμας εὗδε λελασμένος ὅσσʼ ἐπεπόνθει. Σημείωσαι δʼ ἐν ταῖς ῥηθείσαις παραβολαῖς, ὡς ἡ μὲν πρώτη συνήθως πέφρασται μετὰ παραβολικοῦ ἐπιῤῥήματος· φησὶ γὰρ· ἡ δʼ ὥστʼ ἐν πεδίῳ καὶ ἑξῆς, ὡς ἐγράφη. ἡ δὲ ἑτέρα καινότερον συνηρτήθη ἀνελπίστως, οὐ σχηματισθεῖσα κατὰ παραβολὴν, ἀλλὰ μᾶλλον καθʼ ὑπερβολὴν διʼ ἐπεμβολῆς ἀποφατικῆς. φησὶ γάρ· οὐδὲ ἱέραξ ὁμαρτήσοι ἂν αὐτῇ, ὡς δῆθεν μικροπρεπὲς ὂν εἰπεῖν ὡς ἔθεε κατὰ ἱέρακα ναῦς αὕτη ἡ καὶ ὑπὲρ ἐκεῖνον ὠκεῖα, εἴ γε κατὰ νόημα ἦν τὸ τάχος αὐτῇ. τοιαῦται συχναὶ τρεῖς καὶ ἐν Ἰλιάδι παραβολαὶ ὑπερβολικαὶ, ὅπου φησὶν ὁ ποιητὴς ὡς οὔτε πῦρ οὔτε ἄνεμος οὔτε θάλασσα τοσοῦτον ἦχον ἔχει ὅσον ὁ τηνικαῦτα πόλεμος. καὶ ὅμως εἰ καὶ εἶπεν ὡς οὐδέ κεν ἴρηξ κίρκος ὁμαρτήσειεν, ἀλλʼ ἡ ἀπόδοσις παραβολικῶς ἐξήχθη. φησὶ γάρ· ὣς ἡ ῥίμφα θέουσα ἦν. πῶς δὲ οὕτως; οὐ κατὰ ἱέρακα δηλαδὴ, ἀλλὰ πάντως ὑπὲρ αὐτὸν, ἢ καὶ ἄλλως τὸ αὐτὸ φράσαι, οὕτως ἔθεεν, ὡς οὐδʼ ἂν ἱέραξ πέτοιτο. ἔστι μέντοι εἰπεῖν καὶ ὅτι τὸ, ὣς ἡ ῥίμφα θέουσα θάλασσαν ἔταμνε, τῶν δύο παραβολῶν ἐστὶν ἀπόδοσις, τῆς τε κατὰ τὸ τέτρωρον καὶ τῆς κατὰ τὸν ἱέρακα. ἐπεὶ καὶ τὸ θέειν δίκην τετρώρου καὶ τὸ, ὡς οὐδʼ ἂν ἱέραξ ῥίμφα θέειν ἐστί. καὶ ἔστιν ἡ ἔννοια συνημμένη ἐκ δύο παραβολικῶν ἐννοιῶν, οὕτω πως· ὡς ἵπποι ἂν τετράοροι ὁρμηθεῖεν καὶ ὡς οὐδʼ ἂν ἱέραξ κίρκος πέτοιτο, οὕτως ἡ Φαιακικὴ ναῦς κατὰ θαλάσσης ἔθεεν. ἐπαινοῦντες δὲ καὶ ἄλλως τὴν πρώτην παραβολὴν οἱ παλαιοί φασι τὸν ποιητὴν εὖ κεχρῆσθαι αὐτῇ. ὡς γὰρ ἵπποι τρέχοντες ἐκ τῶν ὄπισθεν διεγείρονται πληττόμενοι, οὕτω καὶ ναῦς ἐλαυνομένη ἀνέμοις ἐκ τῆς πρύμνης κουφίζεται. Τετράοροι δὲ ἢ κατά τινας τετράορες ἵπποι οἱ τέσσαρες ὁμοῦ συνεζευγμένοι. ἀείρω γὰρ τὸ συζευγνύω, ὥς περ αὖ ξυνωρὶς δύο ἵππων σύζευξις, ξυναορίς τις οὖσα· ἢ καὶ ἄλλως τετράοροι ἀντὶ τοῦ τέσσαρες ὀρούοντες. οἱ δὲ τοιοῦτοι καὶ τετράσειροι λέγονται παρὰ τὴν σειράν. ἀφʼ ἧς καὶ ἄσειρος ἵππος ὁ ἄδετος, καὶ παράσειρος ὁ παρήορος. οἶδεν οὖν, φασὶν, Ὅμηρος καὶ τὸ τέτρωρον, καθὰ καὶ πρὸ τούτου τὸν κέλητα, εἰ καὶ μὴ ποιεῖ χρωμένους αὐτοῖς τοὺς ἥρωας. Ἰστέον δὲ ὅτι τοῦ τετράορος πρωτότυπον τὸ ἄορ ἄορος. ὅθεν ὦρες ἐν Ἰλιάδι αἱ γυναῖκες. ἀναδραμούσης δὲ τῆς ῥηθείσης γενικῆς εἰς εὐθείαν, γίνονται ἀπʼ αὐτῆς οἱ τετράοροι. ἐξ ὧν τὸ τέτρωρον. ὅ περ οἱ γραμματικοὶ, ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ, ἀξιοῦσι προπερισπᾶν, ὡς ἀπὸ τοῦ τετράορον, καθὰ καὶ προείρηται ὅπου καὶ ἡ αἰτία κεῖται τῆς προπαροξυτονήσεως. Ἀρσένων δὲ ἵππων μέμνηται ὡς αὐτῶν μάλιστα χρησίμων εἰς τέτρωρον. ὅτι δὲ καὶ θηλείας εἰκὸς ὑποζεύγνυσθαι, ἡ Ἀγαμεμνονέη ἐν Ἰλιάδι αἴθη δηλοῖ. Τὸ δὲ ὑπὸ πληγαῖς ταυτὸν τῷ ὑπὸ πληγῶν. καὶ εἰσὶ κεντρηνεκέες οἱ οὕτω πάσχοντες ἵπποι. τὸ δὲ ὑψόσε ἀειρόμενοι ἐμφαίνει δύνασθαι τετραόρους λέγεσθαι, καὶ οἳ ὁμοῦ τέσσαρες ἀείρονται, τουτέστι κοῦφα καὶ οἷον μετάρσια θέουσιν, ἢ ὧν ἕκαστος διὰ τεσσάρων ποδῶν ἀείρεται, κατὰ τὸν εἰπόντα τραγικὸν, τετραόρου φάσμα ταύρου. Πρωτότυπον δὲ τοῦ αἴρειν τὸ ἀείρειν, ὡς καὶ τὸ ἀεικίζειν τοῦ αἰκίζειν καὶ ἡ ἀεικία τῆς αἰκίας. ὅμοιον δέ τι καὶ ἐπὶ τῆς αἰδοῦς γίνεται, καὶ ἐπὶ τοῦ φαείνειν φαίνειν. Κέλευθον δὲ καὶ νῦν οὐ τὴν θαλασσίαν ἀλλὰ τὴν διὰ χέρσου λέγει ὁδὸν, δεξιῶς οὕτω τὴν λέξιν χρησάμενος ἐν τῇ τοῦ τετρώρου πρὸς τὴν νῆα παραβολικῇ ὁμοιότητι. τὸ δὲ πρύμνη ἀείρετο, τῆς παραβολῆς ἐστὶ τὸ καιριώτατον. καθʼ ὃ τετραόροις ἵπποις εἰκάζεται ἐλαυνομένοις πληγαῖς ἐκ τῶν ὄπισθεν. Κῦμα δὲ θαλάσσης πρὸς διαστολὴν ποταμίου φησὶ κύματος. εἰσὶ γὰρ καὶ κυματίαι ποταμοὶ, ὡς ὁ ποιητής τέ που ἐδήλωσε καὶ ὁ γράψας δὲ τὸ, κυματίης ἐγένετο. Τὸ δὲ ἀσφαλέως καὶ τὸ ἔμπεδον τὴν αὐτὴν μὲν δηλοῖ ἔννοιαν. ἔστι δὲ ἔμπεδον μὲν τὸ περὶ γῆν, ἀσφαλὲς δὲ, ὃ μὴ σφάλλεται κλονούμενον ἢ ἐμποδιζόμενον. Ὁ δὲ ἴρηξ ψιλοῦται Ἰωνικῶς, εἰ καὶ ὁ ἱέραξ δασύνεται κοινῶς τε καὶ Ἀττικῶς. ὁ δὲ κίρκος εἶδος ἱέρακος, καὶ σύγκειται τὸ γένος τῷ εἴδει καὶ νῦν κατὰ λόγον περιβολῆς, ὡς καὶ ἐν τῷ, βοῦς ταῦρος, καὶ σῦς κάπριος, καὶ τοῖς ὁμοίοις. ἴσως δὲ ὡς παρὰ τὸ κρέκειν ἡ κρὺξ, οὕτω καὶ παρὰ τὸ κρίζειν ὁ κίρκος, ὅ πέρ ἐστιν ἤχου μίμημα, ἐξ οὗ καὶ τὸ κρίγεν ἐν τῇ Ἰλιάδι. καὶ εἰκὸς μὲν κρίκον εἶναι τὸ ὀρθὸν, παθεῖν δὲ μετάθεσιν πρὸς διαστολὴν ἑτέρου κρίκου τοῦ ἀπὸ σιδήρου ἢ τοιαύτης τινὸς ὕλης. ὅθεν καὶ ῥῆμα τὸ κρικῶ κρικώσω. ὅτι δὲ ὁ τοιοῦτος ἴρηξ ἐλαφρότατος πετεηνῶν, ζωϊκὴ ἱστορία ἐστί. Τὸ δὲ θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα ἐγγύς ἐστι τοῦ, Διῒ μῆτιν ἀτάλαντος. Ἐν δὲ τῷ, ἀνδρῶν πολέμους, νοητέον ἰδικήν τινα μετοχὴν, οἷον, ἀνύων, ἢ τολυπεύων, ἤ τι τοιοῦτον, τὸ γὰρ πείρων οὐχʼ ἁρμόττει ἐπὶ ἁπλῶς πολέμου· καὶ ἔστιν ὅμοιον τῷ, σῖτον καὶ οἶνον ἔδων. ὅτι δὲ τὸ πείρειν καὶ ἐπὶ τοῦ περᾶν λέγεται, προέγνωσται. Τὸ δὲ πολλὰ πάθεν ἄλγεα ὃν κατὰ θυμὸν, παρείλκυσται μὲν ἐκ τῆς ἀρχῆς τοῦ βιβλίου. δηλοῖ δὲ ὡς χρὴ οὕτω καὶ ἐκεῖ στίζειν καὶ μὴ ἀναγινώσκειν, ἀρνύμενος ὃν κατὰ θυμόν. Τὸ δὲ λελασμένος, οἰκεῖον ὑπνοῦντι νήγρετον. θανάτῳ μὲν γὰρ ἄγχιστα ὁ τοιοῦτος ὡς ἐῤῥέθη ἔοικεν ὕπνος. θανόντων δὲ ἴδιον μυθικῶς τὸ πίνειν τοῦ τῆς Λήθης ὕδατος. Σημείωσαι δὲ ὅτι τε τὸ, ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα καὶ ἑξῆς, προσπαθῶς ὁ ποιητὴς ἔφη κατʼ ἐνδιάθετον λόγον ἐπὶ τῷ Ὀδυσσεῖ, ὡς εἰ καὶ μήτηρ φίλον παῖδα κοιμίσασα λαλεῖ τι ἐπαίνου εἰς αὐτόν. καὶ ὅτι σεμνὸς ἐνταῦθα στίχος κατὰ τὸ ὁλοδάκτυλον τὸ, δὴ τότε γʼ ἀτρέμας εὗδε λελασμένος ὅσσʼ ἐπεπόνθει, ὁποῖον σὺν ἄλλοις καὶ ἐν Ἰλιάδι τὸ, κεῖτο μέγας μεγαλωστὶ λελασμένος ἱπποσυνάων. Ὅτι μετρῶν ὁ ποιητὴς τὸν ἐκ Φαιάκων ἕως καὶ εἰς Ἰθάκην πλοῦν μιᾷ νυκτὶ ἀνυσθῆναι αὐτὸν ἱστορεῖ. φησὶ γοῦν· εὖτʼ ἀστὴρ ὑπερέσχε φαάντατος ὅστε μάλιστα ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης, ὁ καὶ Φωσφόρος διατοῦτο καλούμενος ὥς περ αὖ πάλιν ἕσπερός τις ἕτερος διὰ τὸ πρὸς τὸν τοιοῦτον ἀνάπαλιν, τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς. εἰ δὲ τυχὸν δοκοίη ὁ λόγος ἀπίθανος διὰ τὸ κατὰ τὸν μῦθον πολὺ τοῦ ἐν μέσῳ διαστήματος, ἐκτετόπισται γὰρ κατʼ αὐτὸν ἡ τῶν Φαιάκων νῆσος, ἀλλὰ τὸ πάνυ πολὺ τάχος τῶν Φαιακικῶν νηῶν εὐπαράδεκτόν πως τὸν λόγον ποιεῖ. Ὅτι ἐκφραστικόν τι κἀνταῦθα γράψαι προθέμενος ὁ ποιητὴς ἐκφράζει τόν τε ἐν τῷ δήμῳ τῆς Ἰθάκης λιμένα, καὶ τὸ ἐκεῖσε νυμφαῖον ἄντρον, τὸν μὲν ἐπαινῶν ὡς ναυσὶν ἀγαθὸν ἐνορμίσασθαι, τὸ δὲ ἄντρον ὑποτιθεὶς εἰς ταμιεῖον τοῖς τοῦ Ὀδυσσέως χρήμασιν, ἅ περ ἀναγκαῖον ἦν πιθανῶς κρυβῆναι. ἄλλως γὰρ οὔτε αὐτοῦ που ἐν ὑπαίθρῳ ἐχρῆν αὐτὰ κεῖσθαι, οὔτε περὶ τοὺς ἀγροὺς ἀχθῆναι, οὔτε πολλῷ πλέον ἐπὶ τὴν πόλιν. ἄρχεται δὲ ἀπὸ συνήθους ὑπαρκτικοῦ ῥήματος καὶ φησί· Φόρκυνος δέ τίς ἐστι λιμὴν ἁλίοιο γέροντος ἐν δήμῳ Ἰθάκης. δύο δὲ προβλῆτες ἐν αὐτῷ ἀκταὶ ἀποῤῥῶγες λιμένος ποτιπεπτηυῖαι. αἵ τʼ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα ἔκτοθεν. ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσι νῆες ἐΰσελμοι ὅτʼ ἂν ὅρμου μέτρον ἵκωνται. αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη. ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδὲς, ἱρὸν νυμφάων, αἳ Νηϊάδες καλέονται. ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασι λάϊνοι. ἔνθα δʼ ἔπειτα τιθαιβώσσουσι μέλισσαι. ἐν δʼ ἱστοὶ λίθεοι περιμήκεες. ἔνθα τε νύμφαι φάρεʼ ὑφαίνουσιν ἁλιπόρφυρα θαῦμα ἰδέσθαι. ἐν δʼ ὕδατʼ αἰενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν. αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν. αἱ δʼ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι. οὐδέ τι κείνῃ ἄνδρες ἐσέρχονται, ἀλλʼ ἀθανάτων ὁδός ἐστι. ταῦτα δὲ πεπλασμένα εἰσὶν, ὥς φασιν οἱ παλαιοί. διὸ καὶ ὁ Πορφύριος τὸ πᾶν τοῦτο ἄντρον εἰς ἀλληγορίαν μεταλλαξεύει, λέγων καθόλου πᾶν ἄντρον καὶ σπήλαιον τῷ κόσμῳ καθιερῶσθαι καὶ πολλὰ γράφων εἰς αὐτὸ, ὡς οἷα τοῦ κόσμου ἄντρου τινὸς ὄντος μεγίστου. ὅ περ ἠεροειδὲς μὲν λέγεται διὰ τὸ τῆς ἀρχεγόνου ὕλης αἰσχρὸν καὶ ἀνείδεον, Ἐπήρατον δὲ, διὰ τὸ εἶδος καὶ τὴν ἐξ αὐτοῦ εἰδοποιητικὴν διακόσμησιν, ἀφʼ ἧς καὶ ὁ κόσμος ἐκλήθη. ἄλλως γὰρ πῶς ἂν εἴη, φησὶ, τὸ αὐτὸ καὶ ἠεροειδὲς καὶ ἐπήρατον, τοῦ ἠεροειδοῦς φοβεροῦ μᾶλλον ὄντος οὐ μὴν ἐπεράστου; νύμφας δὲ Ναΐδας ἐκεῖνος ἀλληγορεῖ ψυχὰς ἰούσας εἰς γένεσιν. αἷς κρατῆρας οἷον τινὰς καὶ ἀμφιφορεῖς ὁ μῦθος δίδωσι τὰ κατʼ ἀνθρώπους σώματα. αὐτά τε γὰρ ἐκ γῆς, καὶ οἱ κρατῆρες γῇ ὠπτημένοι εἰσίν. οἱ δὲ ὑφασμένοι ἱστοὶ τῶν νυμφῶν σαρκοποιΐα ἐστὶν ἡ ἐν ὀστοῖς ὁποία καί τισι στήμοσιν. ἢ καὶ θαῦμα ἰδέσθαι λέγεται διὰ τὸ κατὰ φύσιν θεῖον τῆς τοιαύτης ἱστουργίας. ἡ δὲ τοῦ μέλιτος ἐργασία καὶ αὐτὴ ψυχαῖς φησὶν οἰκεία διὰ τὸ τοῦ μέλιτος πολυδύναμον, γλυκύ τε ὂν τῇ γεύσει καὶ συναγόμενον ἐξ ἀνθέων ὑπὸ μελισσῶν· ὧν τῇ κλήσει αἱ δικαίως βιοτεύουσαι ψυχαὶ ὀνομάζονται καὶ πρὸς τὰ θεῖα τῇ καθαρότητι ἢ καθάρσει στρεφόμεναι, μέλισσαι καλούμεναι καὶ αὐταὶ, διότι καὶ καθαρτικῆς ἐστὶ τὸ μέλι δυνάμεως καὶ συντηρητικῆς· τραύματά τε γὰρ χρόνια μέλιτι ἐκκαθαίρονται, καὶ πολλὰ τῷ μέλιτι μένει ἄσηπα. καὶ οὕτως ἱκανῶς ἐνδιατρίψας ὁ φιλόσοφος κατά τινα μυῖαν τῷ Ὁμηρικῷ μέλιτι λέγει καὶ τὰς δύο πύλας τοῦ ἄντρου καρκίνον εἶναι καὶ αἰγόκερων, ὧν διὰ μὲν αἰγοκέρωτος ἐδόξαζόν τινες ψυχὰς ἀνιέναι, διὰ δὲ καρκίνου καταβαίνειν, ὡς εἶναι τὸν μὲν καρκίνον Βόρειον καὶ καταβατικὸν, αἰγόκερων δὲ Νότιον καὶ ἀναβατικὸν ψυχῶν εἰς θεούς. διὸ καὶ θεωτέρας εἶναι αὐτάς. καὶ τοιαῦτα λαλεῖ πολλὰ γλαφυρότητι λήρων πυκάζων τὸ τοῦ μύθου γλαφυρὸν ἄντρον. ὁ μέντοι γεωγράφος μὴ εἶναι φησὶν ἐν Ἰθάκῃ νῦν ἄντρον τοιοῦτον ὁποῖον ὁ ποιητὴς φράζει, μηδὲ νυμφαῖον, διὰ τὸ μεταβολὴν ὡς εἰκός τινα συμβεβηκέναι τῷ μακρῷ χρόνῳ. Φόρκυνος δὲ λιμὴν ὁ ῥηθεὶς λέγεται ἢ διὰ τὸ ἴσως τιμᾶσθαι Φόρκυνα ἐκεῖ ἢ καὶ διὰ τὸ ἀγαθὸν εἶναι τὸν λιμένα καὶ οἷον σώζεσθαι ὑπὸ Φόρκυνος τοὺς ἐν αὐτῷ καταίροντας. ἄλλως δέ γε καὶ πᾶς λιμὴν Φόρκυν κατὰ τὴν ἀλληγορίαν ἐστὶν, ὅπου φέρονταί, φασιν, αἱ ὁλκάδες. Τίς δὲ ὁ τῆς Ἰθάκης δῆμος, ἤδη σαφῶς προδεδήλωται. Ἀποῤῥῶγες δὲ ἀκταὶ αἱ διεῤῥωγυῖαι, ὡς οὕτω στόμα εἶναι τῷ λιμένι διʼ αὐτῶν οἷον λείως δέξασθαι κατὰ ψάμμου τὴν Φαιακικὴν νῆα, ὡς ὁ ποιητὴς βούλεται. Ὅρα δὲ καὶ ὡς οὐδʼ ἐνταῦθα πέτραι προβλῆτες, ἀλλὰ ἀκταὶ προβεβλημέναι τοῖς κύμασι, καὶ περιαγνύουσαι αὐτὰ, ὡς ἐντεῦθεν τὸν μέσον αὐτῶν λιμένα γαληνιᾶν. Ποτιπεπτηυῖαι δὲ αἱ προσπεπτωκυῖαι πρὸ τοῦ λιμένος καὶ εἰς σκέπην οὖσαι τῶν ἀνέμων. Τὸ δὲ σκεπῶ περισπώμενον, ἐξ οὗ τὸ σκεπόωσι, πρωτότυπόν ἐστι τοῦ σκεπάζω, ὡς καὶ τὸ πετῶ τοῦ πετάζω, καὶ τὸ βιβῶ τοῦ βιβάζω, ὃ δηλοῖ τὸ ὀχεύειν, ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ, ἔτι δὲ καὶ τὸ ἁπλῶς βαίνειν. Τὸ δὲ δυσαήων σημειῶδες ἐστί. γέγονε γὰρ ἐκ τοῦ δυσαὴς, δυσαέος, καὶ κατὰ ἔκτασιν δυσαῆος καθʼ ὁμοιότητα τοῦ Ἡρακλῆς Ἡρακλῆος, καὶ Ἄρης Ἄρηος, καὶ Διοκλῆος ποτὶ δῶμα, καὶ Ἰφικλῆος, καὶ τῶν ὁμοίων. Τὸ δὲ ἐντὸς τοῦ λιμένος ἄνευ δεσμοῦ μένειν τὰς νῆας, ὃ δὴ λιμένος ἔπαινός ἐστιν, ἡ τῶν Φαιάκων νῆσος οὐ δοκεῖ ἔχειν, εἴ περ πρὸ ὀλίγων ἀναπλέοντες πεῖσμα ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο. Τὸ δὲ ὅρμου μέτρον ἵκωνται περιφραστικῶς ἀντὶ τοῦ εἰς τὸν ὅρμον. ἐν ᾧ καὶ ὅρα ὡς φανερὰ κἀνταῦθα διαφορὰ λιμένος καὶ ὅρμου. ἐπεὶ οὐχʼ ἁπλῶς ἐν τῷ λιμένι μένουσιν αἱ νῆες ἄνευ δεσμοῦ, ἀλλʼ ὅτε ὅρμον ἵκωνται. ἔστι δέ, φασιν, ὅρμος, τὸ τέλος τῆς ἐν θαλάσσῃ καταγωγῆς. Ὅτι δὲ Ἀθηνᾶς ἱερὸν φυτὸν ἡ ἐλαία, καὶ ὡς ἐν Ἀθήναις πρῶτον εὕρηται, ὁ μῦθος λέγει. διὸ καὶ μετʼ ὀλίγα ἐν τῷ τῆς ἐλαίας ταύτης πυθμένι τὰ τοῦ Ὀδυσσέως τίθενται χρήματα, ὡς οἷον εὐτυχῶς παρακατατιθέμενα τῇ Ἀθηνᾷ. διὸ καὶ συντηροῦνται. Ὡς δὲ ὁμωνύμως ἐλαία καὶ τὸ φυτὸν καὶ ὁ καρπὸς εἰ καὶ ἄλλως οἱ Ἀττικοὶ ἐλαίαν μέν φασι τὸ δένδρον, ἐλάαν δὲ τὸ ἐξ αὐτοῦ, δῆλον ἐστίν. οὕτω δὲ καὶ ἐπὶ ῥοιᾶς φαίνεται εἴτουν ῥόας. τὸ δʼ αὐτὸ καὶ ἐπὶ φοίνικος. καὶ τοῦ φυτοῦ μὲν χρῆσις πρὸ τούτων παρʼ Ὁμήρῳ, καρποῦ δὲ ἔν τε ἄλλοις μυρίοις καὶ ἐν τῷ, φοινίκων ἐνόρχων, οὕς τινες εὐνούχους καλοῦσιν ἠδʼ ἀπυρήνους. εἰσὶ γὰρ καὶ φοίνικες ἢ μηδόλως ἔχοντες πυρῆνας ἢ σμικροτάτους. Τὸ δὲ ἄντρον ἱερὸν νυμφάων ὁμοίως πέφρασται τῷ, ἄλσος ἱερὸν Ἀθήνης, ὃ πρὸ τούτων που εἴρηται. Οἱ δὲ λίθινοι κρατῆρες καὶ ἀμφιφορῆες ἀναθήματα νυμφῶν χειροποίητα. οἰκεῖον δὲ πρὸς Νηϊάδας τὰ τοιαῦτα δοχεῖα τοῦ ὕδατος. Τιθαιβώσσειν δὲ κυρίως ἐπὶ μελισσῶν τὸ ἀποτιθέναι βόσιν ἑαυταῖς, ὅ ἐστι σιμβλοποιεῖν· οὗ ἡ παραγωγὴ ὁμοία τῇ τοῦ Πυλαιμένους καὶ τοῦ μεσαιπολίου, ὡς ἐν τῇ Ἰλιάδι γέγραπται. ᾗ δὴ ἐκείνῃ παραγωγῇ ἔοικε μὲν καὶ τὸ, ἀκρόχολος ἀκράχολος Ἀττικῶς ὁ ἄκρως χολούμενος· οὐ προσλαμβάνει δέ που καὶ τὸ ἰῶτα κατὰ τὸ μεσαιπόλιος καὶ τὰ ὅμοια, καθὰ οὐδὲ ὁ Ὁμηρικὸς ταλαπείριος, καί τοί γε τῶν ὕστερον ἐν τοῖς τοιούτοις τὸ ἰῶτα προσλαμβανόντων, ὡς δηλοῖ καὶ ὁ ταλαίπωρος καὶ ὁ ταλαίμοχθος. Μέλισσαι δὲ ὅτι παρὰ τὸ μήλοις ἐφιζάνειν ἤγουν ἄνθεσι γίνεται, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. ὡς δὲ καὶ παρὰ τὸ μέλω καὶ αὐταὶ καὶ τὸ μέλι, ἀλλὰ τοῦτο κεκοίνωται. λέγεται δὲ καὶ ὅτι Ἀλκμὰν κηρίνην ὀπώραν λέγει τὸ μέλι. τούτου δὲ παράγωγον ὁ Μέλιτος τὸ κύριον, καὶ ὁ ἐπὶ ἀφροσύνῃ ἐξάκουστος Μελιτίδης, καὶ ἡ ἐντελῶς μὲν εἰπεῖν μελιττόεσσα, συναιρεθεῖσα δὲ ἰδίως ὑπὸ Ἀττικῶν εἰς τὸ μελιτοῦττα πρὸς ὁμοιότητα τοῦ, οἰνόεσσα οἰνοῦττα· ἐπὶ μελιπήκτων δὲ ἡ μελιττοῦτα, καὶ οὐχʼ ἁπλῶς κατὰ τὸ μελιττόεσσα γαλήνη καὶ τὰ ὅμοια. Οἱ δὲ λίθεοι ἱστοὶ πιθανῶς νοεῖσθαι ὀφείλουσιν. οὐ γὰρ ὕφασμα δηλοῦσιν, ἀλλὰ ὑφαντικὰ ὄργανα, τὸ ἐκ λίθων δηλαδὴ ἀντίον ἐν ᾧ τυλίσσεται τὸ ὑφαινόμενον, καὶ τοὺς ἱστόποδας καὶ τὰ ἐπʼ αὐτοῖς. Ταυτὸν δὲ ἐν τούτοις τὸ λάϊνοι καὶ τὸ λίθεοι, μετουσιαστικὰ γὰρ καὶ ἀμφότερα. Ἁλιπόρφυρα δὲ φάρεα τὰ πορφύροντα δίκην ἁλὸς, ἢ τὰ ἁλουργά. Τὸ δὲ ὕδατα αἰενάοντα ἐν ἑνὶ μέρει λόγου γράφεται καὶ διʼ ἑνὸς ν, διὰ τὸ μέτρον. φέρεται δʼ ἔν τισι καὶ ἀενάοντα κατʼ ἔκτασιν τῆς ἀρχούσης, πρὸς ὁμοιότητα τοῦ ἀκάματος καὶ ἀθάνατος καὶ τῶν ὁμοίων ὅσα τριβράχεα. Τὸ δὲ πρὸς Βορέαο καὶ πρὸς Νότου ἐλλέλειπται. τὸ γὰρ πλῆρες πρὸς μέρος Βοῤῥᾶ καὶ πρὸς μέρος Νότου. Ἐκ δὲ τοῦ καταιβαταὶ παρῆκται καὶ ὁ καταιβάτης ἢ Ζεὺς ἢ κεραυνός. Τὸ δὲ θεώτεραι, πρωτότυπόν ἐστι τοῦ θειότεραι, οὗ ἑρμηνεία τὸ, οὐδέ τι κείνῃ ἄνδρες ἐσέρχονται καὶ μάλιστα τὸ, ἀλλʼ ἀθανάτων ὁδός ἐστιν. ὃ δίχα ἐκθλίψεως γραφὲν λῃστρικῷ ποτὲ προσαρμόσει τόπῳ, οὐκ ἀπροσφυῶς ἂν λεχθησομένῳ, θανάτων ὁδῷ οὐ μὴν ἀνδρῶν. Τὸ δὲ ἐκείνῃ ἐπίῤῥημά ἐστιν ἶσον τῷ, ἐκεῖσε, καὶ κεῖται ὑπὸ ἀναλογίαν τοῦ ἄλλῃ καὶ ταύτῃ καὶ τῶν ὁμοίων. Ὅτι εἰς τὸν Ἰθακήσιον λιμένα οἱ Φαίακες εἰσέλασαν πρὶν εἰδότες. πότε δὲ εἰδότες ἢ πῶς, οὔ φησιν ὁ ποιητὴς, ἀλλʼ ἀφίησι νοεῖν, ὅτι οἴδασιν, ὡς εἰκὸς, Φαίακες Κερκυραῖοι ὄντες Ἰθακησίοις γείτονες. τοῦ γὰρ ἐκτοπισμοῦ πλάσματος ὄντος ἀληθές ἐστι τῆς κατὰ Φαιακίαν Κεφαλληνίας οὐ πολὺ ἀπέχειν τὴν Ἰθάκην, στενὸν καὶ μετέωρον ἔχουσαν λιμένα, καλούμενόν, φασι, Φόρκυνα, καὶ αἰγιαλόν τινα ἐν ᾧ νυμφῶν ἱερὸν ἄντρον. Σημείωσαι δὲ καὶ ὅτι τὸ εἰπεῖν ὡς ἴσασιν αἱ Φαιακικαὶ νῆες τὰς ἑκάστων πόλεις, τοῦτʼ ἦν τὸ τοὺς ναύτας Φαίακας εἰδέναι ὅποι πλέουσι. καὶ ὅτι πάνυ πιθανῶς ἐνταῦθα ἐῤῥέθη τὸ πρὶν εἰδότες, ἵνα εἰκοτολογηθῇ τὸ ἐν νυκτὶ τολμῆσαι τοὺς Φαίακας ἐπεῖξαι κατὰ τῆς χέρσου κώπαις ὅλαις τὴν νῆα· ὅ περ οὐκ ἂν ἐποίησαν οὔσης νυκτὸς, εἰ μὴ ἀκριβῶς ᾔδεισαν. Ἰστέον δὲ ὅτι λέγονται μὲν παρὰ τοῖς παλαιοῖς νυμφαῖοι μύρμηκες οἱ πτερωτοὶ, καὶ οἱ ἐν κήποις δὲ σκώληκες, ἄδηλον δὲ εἴ περ ἀπὸ τῶν τοῦ μύθου καὶ αὐτοὶ νυμφῶν παρονομάζονται, πλὴν ὅμως εἰκὸς τοῦτό γε ἕως ἑτέραν τις αἰτίαν ἀποδῷ. Ὅτι ἐλλιμενιζομένη κατὰ Ἰθάκην ἡ Φαιακικὴ ναῦς Ἠπείρῳ ἐπέκελσεν ὅσον τʼ ἐπὶ ἥμισυ πάσης σπερχομένη. τοῖον γὰρ ἐπείγετο χερσὶν ἐρετάων, ἤγουν οὕτω γὰρ ἤπειγον αὐτὴν οἱ ἐρέσσοντες, ταυτὸν δʼ εἰπεῖν, ἔσπερχον. ὑποθετέον δὲ, ἄπετρον καὶ ἀμμώδη εἶναί τε καὶ ὑπὸ Φαιάκων δὲ, ὡς ἐῤῥέθη, γινώσκεσθαι τὸν ἐκεῖ αἰγιαλόν. οὐ γὰρ ἂν οὕτως ἡ ναῦς ἐπέκελσεν εἴ περ αἱ ἀκταὶ πετρώδεις ἦσαν ἢ καὶ ἄλλως σκληραί. ἐπίτηδες δὲ γίνεται καὶ τοῦτο, ἵνα μὴ θόρυβος ἐν τῷ κατάπλῳ γένηται. διὸ καὶ τὸν Ὀδυσσέα, ὡς καὶ προδεδήλωται, ἤπειρόνδε γλαφυρῆς ἐκ νηὸς ἄειραν αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι, καὶ ἐπὶ ψαμάθῳ κατέθεσαν δεδμημένον, ὕπνῳ βαθεῖ δηλαδὴ, ὃς αὐτῷ ἐπῆλθεν ἀγρυπνήσαντι παρὰ Φαίαξιν, ἵνα δηλαδὴ μὴ ἀφυπνίσαντες αὐτὸν, ὡς προεῤῥέθη, δόξωσι μισθὸν τῆς πομπῆς ἀπαιτεῖν ἀγεννῶς, ἢ καὶ κατασχεθῶσι, καὶ διʼ ἄλλας δὲ αἰτίας, ὡς προγέγραπται. λέγει δὲ καὶ ὡς χρήματα ἐξάειραν ἤτοι βαστάσαντες ἐξήγαγον, ἅ οἱ Φαίακες ἀγαυοὶ ὤπασαν οἴκαδε ἰόντι διὰ μεγάθυμον Ἀθήνην, ἤγουν διὰ τὴν φρόνησιν, ἧς χάριν οἷα σοφὸς ὑπὸ Φαιάκων εὐηργέτηται. καὶ τὰ μὲν παρὰ πυθμένα ἐλαίης, ὡς προδεδήλωται, ἀθρόα ἔθηκαν ἐκτὸς ὁδοῦ ἤγουν ἔξω τῆς ὁδοῦ, μή πού τις ὁδιτάων ἀνθρώπων πρὶν Ὀδυσσῆα ἔγρεσθαι ἐπελθὼν δηλήσαιτο. δίκαιοι καὶ οὗτοι ὄντες καὶ μήτε θελήσαντες οὑτινοσοῦν ἀποστερῆσαι τὸν ξεῖνον αὐτοὶ, προμηθευσάμενοι δὲ καὶ μηδὲ ὑφʼ ἑτέρων αὐτὸν τοῦτο παθεῖν. αὐτοὶ δέ, φησιν, οἶκονδε πάλιν κίον. Ὅρα δὲ ὅτι τε λίνον οὐ δίκτυον ἐνταῦθα λέγει ἀλλʼ ὕφασμά τι ἐκ λίνου, καὶ ὡς οὐ μόνον ἐπὶ ἀγγείων ὁ πυθμὴν, ἀλλὰ καὶ ἐπὶ δένδρων. πυθμένα γὰρ ἐλαίας τὰς ῥίζας ἔφη, οὗ πυθμένος ἡ ἐτυμολογία γέγραπται ἀλλαχοῦ. Ὅτι καὶ ὁ Ποσειδῶν ἐνταῦθα κατὰ τῶν Φαιάκων ἀγανακτῶν, καθὰ πρὸ τούτου διὰ τοὺς τοῦ Ὀδυσσέως ἑταίρους ὁ Ἥλιος, ἐκλαλεῖ τὸ λυποῦν βιωτικῶς. καὶ ἀπὸ τοῦ μείζονος λαμβάνων ἐπιχείρημα φησί· Ζεῦ πάτερ, οὐκέτʼ ἔγωγε ἐν θεοῖς τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσι Φαίηκες, καὶ ταῦτα, οἵ περ ἐμῆς ἔξεισι γενέθλης. ἐπειδὴ ὁ ἀρχαῖος Φαίαξ Ποσειδῶνος υἱός, φασιν, ἐδόκει καὶ Κερκύρας τῆς Ἀσωποῦ. εἶτα καὶ προβολὴν κατὰ Φαιάκων ποιούμενος λέγει, ὡς ἐγὼ μὲν ἐφάμην αὐτὸν πολλὰ κακὰ παθόντα οἴκαδε ἐλεύσεσθαι, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας. οἱ δὲ εὕδοντα ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες κατέθεσαν ἐν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα, χαλκόν τε χρυσόν τε ἅλις, ἐσθῆτά θʼ ὑφαντὴν, πόλλʼ ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεὺς, λαχὼν ἀπὸ ληΐδος αἶσαν. καὶ οὕτω μὲν ὁ Ποσειδῶν, ἀγασάμενος εἴ περ αὐτὸς μὲν μοχθοῦντα τὸν Ὀδυσσέα ἤθελεν εἰς Ἰθάκην ἐλθεῖν ὡς καὶ εἰς τὴν τῶν Φαιάκων νῆσον. οἱ δὲ οὐ μόνον ἀπόνως ἀλλὰ καὶ ἀνεπαισθήτως αὐτὸν ὑπνοῦντα τῇ πατρίδι ἀποκατέστησαν. ὁ δὲ τοῦ μύθου Ζεὺς παραμυθησάμενος καὶ εἰπὼν τίμιον αὐτὸν ἐν θεοῖς εἶναι παραχωρεῖ ποιῆσαι ὅ περ ἂν ἐθελήσειεν εἰς τοὺς Φαίακας. τοῦ δὲ Ποσειδῶνος εἰπόντος, ἐθέλειν Φαιάκων περικαλλέα νῆα ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέϊ πόντῳ ῥαῖσαι, ἵνα ἐπὶ δεινῷ μεγάλῳ πτοηθέντες ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι, ὁ Ζεὺς οἷα πολύμητις μεθοδεύων ὅπως χρὴ ῥαῖσαι τὴν νῆα φησίν· ὦ πέπον, ὣς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα, ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προσίδωνται λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης, νηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες ἄνθρωποι. μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι. ὁ δὲ Ποσειδῶν ἀκούσας ἔβη, φησὶν, ἐς Σχερίην, περὶ ἧς προεγράφη, ὅθι δηλαδὴ Φαίηκες γεγάασι. καὶ ὁ μὲν ἔνθα ἔμενεν. ἡ δὲ ναῦς μάλα σχεδὸν ἦλθε ῥίμφα διωκομένη. τῆς δὲ σχεδὸν ἦλθεν Ἐνοσίχθων, ὅς μιν λᾶαν ἔθηκε καὶ ἐῤῥίζωσεν ἔνερθε χειρὶ καταπρηνεῖ ἐλάσας. τῶν δὲ Φαιάκων οὓς καὶ νῦν δολιχηρέτμους καὶ ναυσικλειτοὺς ἄνδρας λέγει, ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον κατά τινα ἠθοποιΐαν, ὤ μοι, τίς δὲ νῆα θοὴν ἐπέδησʼ ἐνὶ πόντῳ οἴκαδʼ ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα. καὶ οὕτω μὲν ἂν ἔφη τῶν τις ἑτέρων Φαιήκων. Ἀλκίνοος δὲ, ὦ πόποι, φησὶν, ἦ μάλα δή με παλαίφατα θέσφατα ἱκάνει πατρὸς ἐμοῦ, τοῦ Ναυσιθόου δηλαδὴ, ὃς ἔφασκε Ποσειδάωνα ἀγάσασθαι ἡμῖν καὶ ἑξῆς τοὺς τέσσαρας στίχους οὓς καὶ ἐν τῷ τέλει τῆς θ ῥαψῳδίας ὁ αὐτὸς ἔφη. εἶτα ἐπάγει, ὣς ἀγόρευʼ ὁ γέρων, τάδε δὴ νῦν πάντα τελεῖται. εἶτα καὶ ὡς ἤδη τὴν νῆα ἐῤῥαισμένην ἰδὼν κατὰ τὸ θέσφατον, βουλεύεται περὶ τῶν ἑξῆς καὶ φησίν· ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες. πομπῆς παύσασθε βροτῶν ὅτε τις ἵκηται εἰς ἡμᾶς. Ποσειδάωνι δὲ ταύρους δώδεκα κεκριμένους ἱερεύσωμεν αἴ κʼ ἐλεήσῃ, μηδʼ ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψῃ, ἤγουν ὡς κάλυμμά τι καὶ σκέπασμα ἐπιῤῥίψῃ, ὁποῖα πολλὰ μυθικῶς γέγονεν. ἐξ οὗ δῆλον, ὡς καὶ ὑψηλὸν ὄρος ὑπερκεῖσθαι πλάττει τῆς τῶν Φαιάκων πόλεως. Σημείωσαι δὲ ὅτι πλάττει μὲν τὰς ῥηθείσας ἀπειλὰς ὁ ποιητὴς, ἵνα καὶ μὴ ζητῶμεν ποῦ ποτὲ ἂν εἴη ἡ ἔκτοπος Φαιακία ἣν αὐτὸς τερατεύεται, ὡς δέον ὂν ὑπονοεῖν ἐκ τῶν ἀπειληθέντων ὅτι ἠφάντωται. οὐ τολμᾷ μέντοι καὶ εἰπεῖν ἐκβῆναι τὴν ἀπειλὴν εἰς τέλος, τὸ τῆς ἱστορίας δυσωπούμενος ἀληθές. ἡ γὰρ τῶν Φαιάκων σώζεται φανερῶς. παραῤῥίπτει δέ γε ἄλλως τὰ τῆς ἀπειλῆς εἰς ἀποφυγὴν ἐλέγχου. εἰ γάρ τις τὴν ἀναπλαττομένην Φαιακίαν ζητεῖ παρʼ Ὁμήρῳ μαθεῖν, ἔχοι ἂν αὐτὸς εἰπεῖν μὴ εἰδέναι εἴτε κατὰ τὴν ἀπειλὴν κατεχώσθη ἐκείνη καὶ ὤλετο, εἴτε καὶ ἀτέλεστον ἔμεινε τὸ ἀπειληθέν. διὸ καὶ τοὺς Φαίακας εὐχομένους πεποίηκε μετὰ τὴν τῆς νηὸς ἀπολίθωσιν, μὴ καὶ τὴν πόλιν ὄρει καλυφθῆναι, ὡς ἐνδεχομένου ὄντος καὶ τούτου· ἐπὶ ἐνδεχομένοις γὰρ ἡ εὐχή. καὶ εἰ μὲν εὑρίσκεται ἡ Φαιακία ὁπουδήποτε ὥς περ δὴ καὶ εὑρίσκεται, ἀποβῆναι δοκεῖ τὰ τῆς εὐχῆς τοῖς Φαίαξι, καὶ ἐλεηθεῖσα ἡ πόλις περίεστιν. εἰ δὲ μὴ εὑρίσκεται, πάντως δὲ ἡ μυθικὴ, οὐκ ἂν εὑρίσκοιτο. οὐκ ἄρα οὐδὲ ζητητέα ἐστὶν, ὡς ἤδη ἀφαντωθεῖσα κατὰ τὰς τοῦ Ποσειδῶνος ἀπειλάς. οὕτω δὲ καὶ τὸ μή τινα ἱστορηθῆναι ὕστερον πομπὴν ἑτέραν ξενικὴν ἐκ Φαιάκων καὶ μεγαλοπρεπῆ φιλοξενίαν ἐν τῷ ἀθεσφάτῳ χρόνῳ, πιθανὸν ἐκ τῶν τοιούτων φαίνεται. ἀϊστωθεῖσα μὲν γὰρ ἡ Φαιακία, οὐκ ἂν οὔτε φιλοξενίη οὔτε πέμποι τινὰ, περιοῦσα δὲ οὐδʼ ἂν οὕτω τοιοῦτόν τι ποιήσοι. ἀπώμοτον γὰρ ἤδη τοῦτο τοῖς Φαίαξιν, εὐλαβουμένοις τὸν τοῦ Ποσειδῶνος χόλον. ὥς περ δὲ τὰ περὶ τῆς ἀπειλῆς τοῦ Ποσειδῶνος ἐσίγησεν ὁ ποιητὴς διὰ πολλὰ, οὕτω καὶ τὴν τῆς θυσίας τελετὴν, ἐκεῖνο καὶ μόνον εἰπὼν, ὅτι εὔχοντο Ποσειδῶνι ἑσταότες περὶ βωμὸν οἱ τῶν Φαιάκων ἄριστοι. Ἰστέον δὲ καὶ ὅτι ὄψεως φαντασία, ὡς εἰκὸς, τὴν τῆς Φαιακικῆς νηὸς πλασθῆναι πεποίηκεν ἀπολίθωσιν. φασὶ γὰρ, λίθον ἐκεῖ που περίοπτον κείμενον ἐν θαλάσσῃ περὶ Κέρκυραν νηὸς φαντασίαν πέμπειν, καὶ διʼ αὐτὴν τὸν τοιοῦτον λόγον πλασθῆναι. ὃ δὴ καὶ ὁ ποιητὴς ὑπεμφαίνει ἐν τῷ, θεῖναι λίθον ἐγγύθι γαίης νηῒ θοῇ ἴκελον, οὐ μὴν βυθίσαι. τοῦτο δὲ καὶ μυθικῶς φησὶν, ἵνα δηλαδὴ βλεπόμενος ὁ λίθος σωφρονίζοι τοὺς ὁρῶντας καὶ ἀποπαύοι οὕτω τῆς τῶν ξένων πομπῆς. τῇ δὲ Ὁμηρικῇ τῆς νεὼς ἀπολιθώσει καὶ ἑτέραν ὁμοίαν ἀναιδεύεται ὁ μῦθος, φάμενος ὅτι Πομπίλος θαυματουργὸς ἄνθρωπος διαπεραιῶν κόρην φίλην Ἀπόλλωνος ἁρπαγῆς τρόπῳ οὐκ εὐστόχησεν, ἀλλὰ καταληφθεὶς ὑπὸ Ἀπόλλωνος εἰς τὸν ὁμώνυμον ἰχθὺν μετεμορφώθη ἀπολιθωθείσης καὶ τῆς νεώς. Ἰστέον δὲ ὅτι ἐν τούτοις Διὸς βουλὴν εἰπὼν, εἶτα ἑρμηνεύων ὡς ταυτὸν ὂν βουλὴν Διὸς εἰπεῖν καὶ εἱμαρμένης κατάνευσιν ἐπάγει· ἐπεὶ σὺ ὑπέσχεο καὶ κατένευσας. Ἔτι ἰστέον καὶ ὅτι τὸ, οἱ δʼ εὕδοντα ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες καὶ ἑξῆς ἕως τοῦ, λαχὼν ἀπὸ ληΐδος αἶσαν, ἐπιτομὴ κεφαλαιώδης ἐστὶ τῶν περὶ τὸν Ὀδυσσέα, ὅσα μετὰ τὴν εἰς Φαίακας αὐτῷ καταγωγὴν γέγονε. Τὸ δὲ κατέθεσαν ἐν Ἰθάκῃ, ἀστείως ἔχει. ὡς οἷα γὰρ ἄψυχόν τι αὐτὸν ἄραντες ἐπὶ ψάμμῳ ἔθεσαν. Ἐν δὲ τῷ, ἐσθῆτα ὑφαντὴν, προσυπακουστέον συνήθως καὶ τὸ εὖ, ἵνα λέγῃ ἐσθῆτα ἐΰφαντον. Τὸ δὲ πολλὰ οἰκείως ἔφη καὶ νῦν κατὰ γένος οὐδέτερον ἐπὶ χαλκοῦ καὶ χρυσοῦ καὶ ἐσθῆτος, διὰ τὸ κατὰ τὸν ποιητὴν χρήματα εἶναι αὐτὰ, ἐφʼ ὧν οἰκεῖον εἰπεῖν τὸ πολλά. Τὸ δὲ περικαλλέα νῆα, ἐνδείκνυται καὶ μιλτοπαρῄους καὶ ἄλλως δέ γε εὐπροσώπους εἶναι τὰς τῶν Φαιάκων νῆας. Τὸ δὲ καλύψαι, καὶ νῦν ἀντὶ τοῦ ἐπιθεῖναι, σκεπάσαι, καταπετάσαι, ἐπικαταστρέψαι, ὡς ἐκ μεταφορᾶς νέφους ἢ λίνου ἢ τοιούτου τινός· οὐκ ἐπὶ πανωλεθρίᾳ μέντοι ἀλλʼ ἐκπλήξει, ὡς δηλοῖ ὁ ποιητὴς, ἵνα μηκέτι τὰ αὐτὰ ποιῶσι. Τὸ δὲ ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα, ἐπιεικῶς εἴρηται, τὸ μέντοι σεμνότερον ἦν εἰπεῖν ὡς ἔστιν ἄριστα ἤγουν ἄριστον. Τὸ δὲ θεῖναι λίθον νηῒ θοῇ ἴκελον, ἁρμόζει ἐπὶ δυσκινήτου νηὸς, ὅτε καὶ οἱ αὐτῆς ναῦται ἀστείως ἂν ἀργοναῦται λέγοιντο. ἀκολούθως δὲ καὶ ἀργὼ λέγοιτʼ ἂν ἡ τοιαύτη ναῦς. Ἐν δὲ τῷ ῥίμφα διωκομένη, ὅρα τὴν τῶν Ὁμηρικῶν ἐπίχυσιν λέξεων. οὐ μόνον γὰρ ὡς προεγράφη σπερχομένη ναῦς καὶ ἐπειγομένη χερσὶν ἐρετάων, ἀλλὰ καὶ διωκομένη, ὅ ἐστι κατὰ σπουδὴν θέουσα, μετʼ ὀλίγα δὲ καὶ ἐλαυνομένη. Τὸ δὲ ἐῤῥίζωσε, πιθανότης ἐστὶ τοῦ μὴ καὶ βυθισθῆναι τὴν ναῦν. πιθαναλογία δέ τις βραχεῖα τῆς ῥιζώσεως τὸ, ἐγγύθι γαίης. ἐν γὰρ βάθει ῥαισθείσης οὐκ ἦν πιθανὸν τηλικαύτην ῥίζωσιν ὑποβληθῆναι αὐτῇ. Χεὶρ δὲ καταπρηνὴς ἡ κατεστραμμένη, ὥς φασιν οἱ παλαιοὶ, ἡ κατὰ τὸ θέναρ δηλαδὴ πλήξασα. Ἡ δὲ ῥηθεῖσα ἠθοποιΐα ἡ ἐκ τοῦ λαοῦ στενὴ κἀνταῦθα· δίστιχος γάρ. εἴωθε γὰρ ὁ ποιητὴς, ὡς πολλαχοῦ τῶν αὐτοῦ ποιήσεων φαίνεται, στενολεσχεῖν τὰς ἐκ κοινοῦ ἠθοποιΐας κατὰ τὸ εἰκός. Τὸ δὲ παλαίφατα θέσφατα, πάρισον μέν ἐστι σχῆμα ἐπαινετόν. δηλοῖ δὲ παλαίτατον χρησμόν. Ταῦροι δὲ κεκριμένοι οἱ ἐπίλεκτοι. τοιαῦτα γὰρ ἔδει θύεσθαι. Τὸ δὲ περίμηκες, ὃ μέγα φθάσας εἶπε, ταυτόν ἐστι τῷ περιμήκετον. Ἰστέον δὲ καὶ ὅτι τὰ ῥηθέντα θέσφατα ἐνταῦθα μὲν καιρίως κεῖται ἀναμνήσεως ἕνεκα παλαιοῦ γενομένου μαντεύματος διὰ τὴν ἀπολίθωσιν τῆς νηός. ἐν δέ γε τῇ θ ῥαψῳδίᾳ ἐντεῦθεν μετάκεινται οὐκ ὀρθῶς, καθὰ δοκεῖ τοῖς παλαιοῖς. ὁ γὰρ ἐκεῖ μεμνημένος Ἀλκίνοος, τοιούτου χρησμοῦ φόβον αὐτῷ δεινὸν ἐπισείοντος, πῶς ἂν τὸν ξεῖνον Ὀδυσσέα ἔπεμψεν; ἔτι ἰστέον καὶ ὅτι ἐν μέσῳ τοῦ ῥηθέντος Ὁμηρικοῦ χωρίου κεῖται τὸ, ὢ πόποι εὐρυσθενὲς οἷον ἔειπες, οὔ τί σʼ ἀτιμάζομεν· χαλεπὸν δέ κεν εἴη πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν. ἀνδρῶν δʼ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων οὔ τι τίει, σοὶ δʼ ἔστι καὶ ἐξοπίσω τίσις αἰεί. ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ. οἰκεῖα δὲ ταῦτα λεχθῆναι πρός τινος μείζονος πρὸς ἄνδρα μέγαν ἀτιμούμενον ὑπὸ ἐλαττόνων. Ζεὺς δὲ ταῦτα πρὸς τὸν Ποσειδῶνα φησίν. Ἔνθα ὅρα καὶ τὸ, πρεσβύτατον καὶ ἄριστον, ὡς μὴ πάνυ τιμίου ὄντος τοῦ πρεσβύτου εἰ μὴ καὶ ἄριστός ἐστι. καὶ ὅτι τὸ ἐθέλεις καὶ τὸ φίλον ἔπλετο θυμῷ ἐκ παραλλήλου ταυτὸ δηλοῦσιν. Ἔτι ἰστέον καὶ ὅτι ὁ τοιαῦτα ποθὲν ἀκούσας, ὁποῖα ὁ Ποσειδῶν ἐκ τοῦ Διὸς, εἴποι ἂν καλῶς αὐτὸς τὸ τοῦ Ποσειδῶνος· αἶψα ἐγὼν ἔρξαιμι ὡς ἀγορεύεις, ἀλλὰ σὸν ἀεὶ θυμὸν ὀπίζομαι ἠδʼ ἀλεείνω. ἔστι δέ, φασι, τὸ ὀπίζομαι ἀντὶ τοῦ αἰδοῦμαι, μάλιστα δὲ ἀντὶ τοῦ διὰ ὄπιδος καὶ ἐπιστροφῆς ἄγω. Τὸ δὲ ἐθέλω ῥαῖσαι ἵνʼ ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς ἀνθρώπων, καὶ τὸ, πομπῆς μὲν παύσασθε βροτῶν ὅτε κέν τις ἵκηται εἰς ἡμᾶς ἀπόῤῥησίς ἐστι φιλοξενίας διά τινα κακοποίησιν, ἐπὶ δὲ τῶν λεγόντων, ἃ μὴ οἴδασιν, οἰκεῖον τὸ, ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ἤτοι ἐγίνωσκον ὡς ἐτέτυκτο. Προμαντεύματος δὲ ἴδιον τὸ, ἦ μάλα δή με παλαίφατα θέσφατα ἱκάνει τοῦ δεῖνος, ὃς ἔφασκε τόδε τι. Τὸ δὲ, ὣς ἔφασκεν ὁ δεῖνα τάδε δὴ νῦν πάντα τελεῖται, ἐπὶ ἀποβάσεως λέγοιτʼ ἂν πράγματος. πρὸ τούτων μέντοι ὅτε μή πω τὸ πρᾶγμα εἰς τέλος ἐξέβη, ἄλλως ἔφη εἰπών· ὣς ἀγόρευʼ ὁ γέρων, τὰ δὲ θεὸς ἢ τελέσειεν ἢ ἀτέλεστα εἴη. Ὅτι Ὀδυσσεὺς ἐγερθεὶς ἐξ ὕπνου οὐκ ἔγνω γαίην πατρωΐην ἤγουν τὴν πατρίδα γῆν, ἤδη δὴν ἀπεών. περὶ γὰρ θεὸς ἠέρα χεῦε Παλλὰς Ἀθηναίη, ὄφρα μιν αὐτὸν ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο, μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε, πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι. τοὔνεκα δὴ ἀλλοειδέα φαίνετο πάντα ἄνακτι, ἀτραπιτοί τε διηνεκέες λιμένες τε, πάνορμοι, πέτραι τʼ ἠλίβατοι, καὶ δένδρεα τηλεθόωντα, ὧν ἦν καὶ ἡ προῤῥηθεῖσα ἐλαία. Καὶ ὅρα προαναφώνησιν ταύτην καὶ οἰκονομίαν δὲ τῶν ἐφεξῆς. προεκτίθεται γὰρ ὁ ποιητὴς, ὡς ἡ παρʼ αὐτῷ Ἀθηνᾶ, τουτέστιν ἡ ῥητορικὴ κατὰ δεινότητα μέθοδος, ὑποβάλλει αὐτῷ δεῖν εἶναι ἄγνωστόν τε τὸν Ὀδυσσέα τεύξειν ἅπασι καὶ ἕκαστα τῶν ἐν τῷ οἴκῳ δηλοποιηθῆναι αὐτῷ καὶ μὴ πρότερον γνωσθῆναι τινὶ πρινὴ τοὺς μνηστῆρας ἀνελεῖν. τοῦτο γὰρ καὶ παραδοξότερον καὶ πιθανώτερον. διὸ καὶ πλαστέον ἀγνοεῖσθαι αὐτῷ τὴν πατρίδα, ἵνα τὰ ἐφεξῆς εὐμεθόδως πλασθείη διʼ ἐμφανείας τῆς Ἀθηνᾶς. ἄλλως δὲ Ἀθηνᾶ ἐνταῦθα ἡ κατὰ τὸν Ὀδυσσέα φρόνησις, ἡ δεόντως ὑποτιθεμένη αὐτῷ μὴ γνωσθῆναι τινὶ τῶν ἁπάντων δίχα γε τῶν ἀποδειχθησομένων ἀναγκαίων, μηδʼ αὐτῷ τῷ πατρὶ μηδὲ τῇ γυναικὶ, ἐξ ὧν οὐδὲν ἦν αὐτῷ χρήσιμον εἰς τὸ τοὺς μνηστῆρας κτανεῖν. ἡ δὲ τοιαύτη πολλὴ σύννοια καὶ τὸ ἐπὶ μεγίστοις ἄγαν φροντιστικὸν οὐδὲ ἀφῆκαν τὸν Ὀδυσσέα τὴν πατρίδα γνωρίσαι, καὶ ἄλλως ἤδη δὴν ἀπεόντα. Τὸ δὲ ἕκαστα μυθήσαιτο, περὶ τῆς γυναικὸς λέγει καὶ τῶν μνηστήρων καὶ τοῦ συβώτου καὶ τοῦ Τηλεμάχου καὶ ὅσα ἄλλα ἐν τοῖς ἑξῆς προεκθετικῶς καὶ οἰκονομικῶς ἐρεῖ τε καὶ ποιήσει ἡ μυθικὴ Ἀθηνᾶ. Ἐν τούτοις δὲ ὅρα καὶ ὅτι παρασημειοῦται ὁ ποιητὴς ὡς οὐκ ἂν οἱ μνηστῆρες δίκην ἔτισαν τῆς ὑπερβασίας, εἰ τὸν Ὀδυσσέα ἔγνων ἡ γυνή τε καὶ οἱ λοιποί. Ἐν δὲ τῷ, ἀστοί τε φίλοι τε, φίλους μὲν τοὺς συγγενεῖς λέγει καὶ ὅσοι δὲ ἄλλως οἰκεῖοι, ἀστοὺς δὲ οὓς ἀλλαχοῦ ἔτας ἔφη. Ἀλλοειδέα δὲ, ὧν τὸ εἶδος ἠλλοίωται. Ἀτραπιτοὶ δὲ ὁδοὶ, αἱ μὴ ἔχουσαί, φασιν, ἐκτροπὴν ἤτοι κάμψιν, αἱ στεναὶ δηλαδὴ καὶ εὐθεῖαι. ὅθεν καὶ διηνεκεῖς λέγονται παρὰ τὸ διόλου ἐνηνέχθαι καὶ μὴ παρεκκλίνειν. οὕτω καὶ ἐν τοῖς ἑξῆς αὔλακα διηνεκέα ἐρεῖ τὴν ἐπιμήκη. λέγεται δὲ καὶ ἀταρπιτὸς κατὰ μετάθεσιν ἡ τοιαύτη ὁδὸς, ἔτι δὲ καὶ ἀταρπός. ἧς διαφορά τις εἶναι δοκεῖ πρὸς τὴν ἁπλῶς λεγομένην ὁδὸν, ὡς δηλοῖ καὶ παροιμία λέγουσα· ὁδοῦ παρούσης τὴν ἀτραπὸν ζητεῖς; ἔοικε δὲ καὶ ἕτερόν τι τῆς ἀτραπιτοῦ εἶναι ἡ ἁμαξιτὸς καὶ ἡ λεωφόρος, καὶ αὐτὴ μᾶλλον λέγεσθαι ὁδός. Πάνορμοι δὲ λιμένες, οἱ ἀγχιβαθεῖς. εἰς οὓς διατοῦτο πᾶσα ναῦς καὶ ἐν παντὶ ἀνέμῳ ὁρμίζεται. δῆλον δὲ ὅτι εἰκὸς καὶ μὴ πανόρμους λιμένας εἶναι τινάς. φαίνεται δὲ καὶ ἐνταῦθα διαφορὰ λιμένος τε καὶ ὅρμου. Πληθύνων δὲ τὸν ῥηθέντα ἕνα λιμένα τὸν τοῦ Φόρκυνος λιμένας αὐτὸν ἐνταῦθα πανόρμους φησίν. οὕτω δὲ καὶ πέτρας ἠλιβάτους λέγοι ἂν, ἐμφαίνων τὸ Νήριτον ἢ Νήϊον Ἰθακήσιον ὄρος, ὥς περ καὶ δένδρεα τηλεθόωντα διὰ τὴν προῤῥηθεῖσαν ἴσως ἐλαίαν. Ὅτι ἠθοποιεῖ τὸν λόγον κἀνταῦθα ὁ ποιητὴς, μιμούμενος ἅ περ ἂν εἴποι Ὀδυσσεὺς ἀγνοῶν ποῦ ἐξετέθη πρὸς τῶν Φαιάκων. καὶ πρῶτα μὲν πλάττει ὅπως διετέθη Ὀδυσσεὺς ἀφυπνισθεὶς, εἰπών· στῆ δʼ ἂρ ἀναΐξας καὶ εἴσιδε πατρίδα γαῖαν, ᾤμωξέν τʼ ἂρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ χερσὶ καταπρηνέσσιν· ὀλοφυρόμενος δʼ ἔπος ηὔδα. εἶτα εὐθὺς ἐπιπλέξας ἠθοποιΐαν, φησὶν· ὤ μοι ἐγὼ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω; ἤ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι, οὐδὲ δίκαιοι, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, ἠὲ φιλόξενοι, καί σφιν νόος ἐστὶ θεουδὴς; πῇ δὴ χρήματα πολλὰ φέρω τάδε, πῇ δὲ καὶ αὐτὸς πλάζομαι; αἴθʼ ὄφελον, τὰ χρήματα δηλαδὴ, μεῖναι παρὰ Φαιήκεσσιν αὐτοῦ, ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων ἐξικόμην, ὅς κέν με φίλει καὶ ἔπεμπε νέεσθαι. νῦν δʼ οὔτʼ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται. ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι ἦσαν Φαιήκων ἡγήτορες, οἵ μʼ εἰς ἄλλην γαῖαν ἀπήγαγον. ἦ τέ μʼ ἔφαντο ἄξειν εἰς Ἰθάκην εὐδείελον οὐδʼ ἐτέλεσσαν. Ζεύς σφεας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς κεν ἁμάρτῃ. ἀλλʼ ἄγε δὴ τὰ χρήματʼ ἀριθμήσω καὶ ἴδωμαι, μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες. ἐθέλει Ὀδυσσεὺς ποιήσειν τοῦτο, οὐ σμικρολογούμενος, ἀλλὰ τεκμαιρόμενος, τουτέστι σημεῖον ἐντεῦθεν ποριζόμενος. εἰ γὰρ μηδὲν τῶν χρημάτων ἐνέλιπεν, οὐδʼ ἄρα εἰς ἀλλοτρίαν γῆν αὐτὸν κατήγαγον· καὶ ἄλλως δὲ εἰπεῖν, εἰ περὶ τὰ χρήματα ἔπταισαν, οὐδʼ ἄρα εἰς Ἰθάκην αὐτὸν ἤγαγον. οὐ πιστεύσει δέ, φασιν, οὐδὲ τῷ τῆς Κίρκης δεσμῷ ἀνεπιβουλεύτῳ ὄντι, ὡς ἢ διὰ τὴν ἄγαν ἔκπληξιν ἐκκρουσθεὶς τοῦ σκέψασθαι αὐτὸν, ἢ καὶ, ὡς εἰκὸς, οἰηθεὶς τοὺς Φαίακας μεμαθηκέναι καὶ αὐτοὺς τὸν τοιοῦτον δεσμόν. Ὅρα δὲ τὴν ῥηθεῖσαν ἠθοποιΐαν ἀπολύτως τε κατὰ τὸ κομματικὸν προηγμένην, καὶ ἀνθηρῶς ἔχουσαν. καὶ ὅλως ἐκτεθειμένην κατὰ τὸν ὕστερον παρατηρηθέντα ἐν ταῖς ἠθοποιΐαις κανόνα. Τὸ δὲ τέων βροτῶν ἀντὶ τοῦ τίνων, Ἰωνικὸν πλεονασμὸν ἔχει τοῦ ε, ὡς καὶ τὸ ὁτέοισι καὶ ὅσα τοιαῦτα. Ὅρα δὲ καὶ ὅτι τὸ ἕλωρ οὐκ ἐπὶ σπαραγμοῦ θηριώδους ἐνταῦθα κεῖται, ἀλλʼ ἐπὶ μοίρας ἁπλῶς, βιαίας μέντοι. Τὸ δὲ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἀνδρὸς θυμουμένου ἦθος δηλοῖ, ὃς καὶ τοὺς ἀναιτίους αἰτιᾶσθαι οἶδε. τὸν γὰρ Ὀδυσσέα οὐχʼ οἱ τῶν Φαιάκων ἡγήτορες καὶ μέδοντες ἀπήγαγον, ἀλλὰ δημόται Φαίακες. ἴσως δὲ οἴεται παρηγγέλθαι τούτους ἐκεῖθεν. Εὐδείελος δὲ οὐχʼ ἡ Ἰθάκη μόνη, ἀλλὰ καὶ πᾶσα νῆσος, ὡς πολλαχοῦ φαίνεται. διὸ καὶ μετʼ ὀλίγα ἐρεῖ· ἤ πού τις νήσων εὐδείελος. Ἱκετήσιος δὲ Ζεὺς δοκεῖ πρωτότυπον εἶναι τοῦ ἱκέσιος. Τὸ δὲ ἐπὶ νηὸς ἄγοντες, ἐπὶ ἀψύχου καὶ νῦν τὸ ἄγειν τίθησιν. εἴθισται δὲ ἡ λέξις ἐπὶ νηῶν λέγεσθαι. ὅθεν καὶ ἀγώγιμα τὰ ἐν αὐταῖς φορτία, καὶ αὐταὶ φορτηγοί. Ὅτι ἀριθμήσας Ὀδυσσεὺς τρίποδας περικαλλέας ἠδὲ λέβητας, περὶ ὧν καὶ προδεδήλωται, καὶ χρυσὸν ὑφαντά τε εἵματα καλὰ ἅ περ ἐσθῆτα ὑφαντὴν πρὸ ὀλίγων εἶπε, τούτων μὲν οὔτι ἐπόθει, τουτέστιν ἐζήτει. οὐδὲν γὰρ ἐνέλιπεν. ὁ δʼ ὠδύρετο πατρίδα γαῖαν, ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης, πολλὰ ὀλοφυρόμενος. Ἑρπύζει δὲ, καταπεσὼν διὰ λύπην, ἀπεναντίας οἷς τε ὁ Ἀγαμέμνων ἐποίησεν, ὃς ἐπιβὰς τῆς πατρίδος ἔκυσε τὴν γῆν, καὶ οἷς δὲ αὐτὸς ἔπραξε τῆς τῶν Φαιάκων γῆς ἐπιβὰς, ἔκυσε γὰρ τότε καὶ αὐτὸς ζείδωρον ἄρουραν. ὁ μέντοι πατὴρ αὐτοῦ Λαέρτης, καὶ διὰ γῆρας ἀκράτωρ ἑαυτοῦ ὢν, ἑρπύζει παρὰ γουνὸν ἁλωῆς. καὶ νῦν μὲν οὕτως ἑρπύζει Ὀδυσσεὺς, προϊὼν δὲ κύσει καὶ αὐτὸς τὴν πατρίδα γῆν, ἀναγνοὺς αὐτήν. Ὅτι ὀλοφυρομένῳ τῷ Ὀδυσσεῖ σχεδόθεν ἦλθεν Ἀθήνη ἀνδρὶ δέμας εἰκυῖα νέῳ ἐπιβώτορι μήλων παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασιν, δίπτυχον ἀμφʼ ὤμοισιν ἔχουσα εὐεργέα λώπην, ποσσὶ δʼ ὑπὸ λιπαροῖσι πέδιλʼ ἔχε, χερσὶ δʼ ἄκοντα. τοιαῦτα δὲ οὐκ ἂν φοροίη βώτωρ, ὅ ἐστι ποιμὴν, μὴ εὐγενὴς ὤν. Ὅτι δὲ καὶ οἱ βασιλικοὶ παῖδες ἔνεμον, δηλοῖ καὶ τὸ, πάντας γὰρ κατέπεφνεν Ἀχιλλεὺς βουσὶν ἐπʼ εἰλιπόδεσσι, καὶ τὸ, ἤδη με καὶ ἄλλοτʼ ἐφόβησεν ὅτι βουσὶν ἐπῆλθεν ἡμετέρῃσιν· ὁ Αἰνείας δὲ οὕτως ἐν Ἰλιάδι φησί. πλεονάζει δὲ ἐν τῷ ἐπιβώτορι συνήθως ἡ πρόθεσις ὡς καὶ ἐν τῷ ἐπίουρος. ἐκτείνεται δὲ ὁ βώτωρ, καθὰ καὶ ὁ δώτωρ. οὐ μέντοι καὶ ὁ βοτὴρ, ὥς περ οὐδὲ ὁ δοτὴρ παρά γε τοῖς ὕστερον, Ὅμηρος γὰρ ἐκτείνει καὶ αὐτό. Ἰστέον δὲ ὅτι προσφυῶς νῦν παναπάλῳ νέῳ εἰκάζεται ἡ κατὰ νοῦν Ἀθηνᾶ, ὡς οἷα Παλλὰς πάλλακι, ὅ ἐστι νέῳ, ἀφʼ ἧς λέξεως καὶ ἡ παλλακὶς γίνεται. ἔτι δὲ καὶ διὰ τὸ νεάζον τῆς ἐν τῷ ὠμογέροντι Ὀδυσσεῖ φρονήσεως, ἴσως δὲ καὶ διὰ τὴν ἐν τοῖς ἄρτι ἁπλότητα καὶ ἀφέλειαν αὐτοῦ. ἡ δὲ δίπτυχος ἀμφʼ ὤμοις λώπη, περίβλημα δοκεῖ μανδυοειδὲς εἶναι. λώπη δὲ κυρίως λεπτὸν ὕφασμα κατὰ τὸν τοῦ κρομύου λοπὸν, ὡς ἐν τοῖς ἑξῆς που ἐρεῖ ὁ ποιητής· ἀλλʼ ἐκεῖνο μὲν διὰ τοῦ ο μικροῦ γράφεται, ὡς γεγονὸς ἐκ τοῦ λέπω τὸ λεπίζω, τοῦτο δὲ μεγεθύνεται κατὰ ἔκτασιν. ἐκ τούτου δὲ καὶ τὸ ἐξελώπισας ἐν ῥητορικῷ κεῖται λεξικῷ ἀντὶ τοῦ ἐξέδυσας, ἔξω τοῦ λοποῦ ἐποίησας. φέρεται δὲ καὶ δίχα προθέσεως λωπίζειν τὸ γυμνοῦν. καὶ λῶπος δὲ προπερισπωμένως τὸ ἱμάτιον. ὅθεν καὶ λωποδύτης ὁ τὰ ἱμάτια ἀποδύων. Τὰ δὲ πέδιλα οὐκ ἠθέλησεν εἰπεῖν ὁποῖα ἦσαν, διὰ τὸ περιττὸν τοῦ λόγου. Ὅτι τὸ, ὦ φίλε ἐπεὶ σὲ πρῶτα κιχάνω τῷδʼ ἐνὶ χώρῳ, χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις, ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ. σοὶ γὰρ εὔχομαι ὥστε θεῷ, καί σευ φίλα γούναθʼ ἱκάνω. ταῦτα τοίνυν Ὀδυσσεὺς λέγει κολακικῶς καὶ ἀφελῶς καὶ πάνυ γλυκέως πρὸς τὴν φαινομένην Ἀθηνᾶν. ἁρμόσει δέ ποτε καὶ ὅτε τις ἐντυχών τινι παρʼ ἐλπίδα ἑαυτόν τε καὶ τὰ περὶ αὐτὸν πιστεύσει ἐκείνῳ. Ὅρα δὲ ὅτι τὸ κιχάνω καὶ τὸ ἱκάνω, διʼ ὧν τὸ ἱκετεύειν δηλοῦται, ἐκτείνουσι κἀνταῦθα τὸ ἐν τῇ παραληγούσῃ δίχρονον. τοῦτο δὲ καὶ νῦν παρασημειούμεθα διὰ τὴν ἀμφιβολίαν τῆς προπαραληγούσης τοῦ ἱκανότατος. Τὸ δὲ σάω κατὰ ἀποκοπὴν ἐκ τοῦ σάωζε γέγονεν. Ὅτι γοργὴ περὶ τόπου ἐρώτησις τὸ, τίς γῆ; τίς δῆμος; τίνες ἀνέρες ἐγγεγάασιν; ἤγουν ὁποία ἡ γῆ, Ἀσία ἢ Εὐρώπη; ποῖος δῆμος, Λάκων ἢ Πύλιος; οἱ ἄνδρες οἷοι, δίκαιοι ἢ ἄδικοι; εἰκὸς δὲ χρησιμεῦσαι τινὶ καὶ ἑξῆς τὸ, ἦ πού τις νήσων εὐδείελος ἠέ τις ἀκτὴ κεῖται ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο. εὔλογος δὲ ἡ τοιαύτη τῷ Ὀδυσσεῖ ἀπορία. ἐν αἰγιαλῷ γὰρ ὢν οὐκ οἶδεν εἴτε νήσου ἐστὶν ἀκτὴ ὁ τόπος, εἴτε καὶ ἄλλως πέρας ἠπείρου. Ὅτι ἔπαινον ὁ ποιητὴς φράζων τῆς Ἰθάκης διὰ τῆς μυθικῆς Ἀθηνᾶς ὑπὸ ἀκροατῇ τῷ Ὀδυσσεῖ, φησίν· οὐδέ τι λίην οὕτω νώνυμός ἐστιν, ἴσασι δέ μιν μάλα πολλοί, ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τʼ ἠέλιόν τε, ἠδʼ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα. ἤτοι μὲν τρηχεῖα καὶ οὐχʼ ἱππήλατός ἐστιν οὐδὲ λίην λυπρὴ, αὐτὰρ οὐδʼ εὐρεῖα τέτυκται. ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος γίνεται, αἰεὶ δʼ ὄμβρος ἔχει τεθαλυῖά τε ἕρση. αἰγίβοτος δʼ ἀγαθὴ καὶ βούβοτος. ἔστι μὲν ὕλη παντοίη. ἐν δʼ ἀρδμοὶ ἐπηετανοὶ παρέασι. τῷ τοι ξεῖνε Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομʼ ἵκει, διὰ τὸν Ὀδυσσέα δηλαδὴ, ὃς ἐπʼ αὐτῇ πτολίπορθος ἐπονομάζεται. τήν περ τηλοῦ, φασὶν, Ἀχαιΐδος ἔμμεναι αἴης. φασὶ δὲ οἱ παλαιοὶ, ψεύδεσθαι τὴν ῥηθεῖσαν ἔκφρασιν, καὶ μὴ λέγειν τὸν ποιητὴν οἵα ἐστὶν ἡ κραναὴ αὕτη νῆσος, ἀλλʼ οἵαν εἶναι χρὴ νῆσον εὐδαιμόνως οἰκουμένην. δίχα οὖν τῶν ἄλλων οὐδὲ βούβοτος ἡ νῆσος, εἴ γε τὰ τοῦ Ὀδυσσέως βουστάσιά, φασιν, ἐν ἠπείρῳ ἦν, εἰ μὴ ἄρα συλληπτικῶς ἴσως τῇ Ἰθάκῃ συνεπινοητέον καὶ τὴν ἀντικρὺ αὐτῆς κειμένην ἤπειρον. ἔστι δὲ εἰπεῖν καὶ ὡς ἐγκωμίου νόμῳ οὐ πᾶν λέγει τὸ ἀληθὲς οὐδὲ περὶ τῆς Ἰθάκης, ἀλλὰ προσεπιτίθησιν αὐξήσει χρώμενος. Σημείωσαι δὲ ὡς ἄλλως ἐνταῦθα ὁ ποιητὴς τὴν Ἀθηνᾶν ποιεῖ ἁπλοϊκώτερον σμικρύνουσαν τὸν τῆς Ἰθάκης ἔπαινον ἐν τῷ εἰπεῖν καὶ εἰς Τροίαν ἱκάνειν τὸ αὐτῆς ὄνομα. οὐδὲν γὰρ μέγα, εἴ περ εἰς Τροίαν μόνην φθάνει. ποιεῖ δὲ Ὅμηρος οὕτω διὰ τὸ ἀφελὲς τοῦ φαινομένου παναπάλου βώτορος νέου, ὃς οὐκ ἂν ἔχοι μέγα τι λαλεῖν, καὶ ἔοικεν ἡ τοιαύτη ἐγκωμιαστικὴ σμικροπρέπεια τῷ εἰς Ὀδυσσέα ἐπαίνῳ τῆς Πηνελόπης εἰπούσης, τὸ τοῦ ἀνδρός που κλέος εἶναι καθʼ Ἑλλάδα καὶ Ἄργος. Ἰστέον δὲ ὅτι τὸ οὔτι λίην ἀνώνυμος ἀντὶ τοῦ οὐδόλως νοεῖται ὁμοίως τῷ οὐ πάμπαν. Τὸ δὲ πρὸς ἠῶ καὶ πρὸς ἥλιον, τὴν αὐτὴν ἔχουσιν ἔννοιαν, ὥς περ καὶ τὸ μετόπισθε καὶ τὸ ποτὶ ζόφον. ἔνθα καὶ ὅρα ὡς εὐλόγως ἐπὶ δύσεως τέθεικε τὸ ὀπίσω, ὡς τῆς ἀνατολῆς προσώπου λόγον ἐχούσης, διὰ τὸν ἐκεῖθεν ἀνιόντα ὀφθαλμὸν τῆς ἡμέρας ἥλιον. τὸ δὲ ἤτοι μὲν τρηχεῖα, τὸ τοῦ λέγοντος δηλοῖ φιλάληθες, ὥς περ καὶ τὸ, οὐχʼ ἱππήλατος, καὶ τὸ, οὐδὲ λίην λυπρὴ, καὶ τὸ, αὐτὰρ οὐδʼ εὐρεῖα, καὶ τὸ μὴ εἰπεῖν δὲ αὐτὴν μηλόβοτον. ἐμφαίνει γάρ τοι ῥητορικώτερον, ὡς εἴ γε μὴ ἐπικρύπτει τὰ ψογερὰ τῆς νήσου, ἀληθεύοι ἂν καὶ ἐπὶ τοῖς κατʼ ἐκείνην ἀγαθοῖς. Ἀρδμοὶ δὲ οἱ ἐξ ὑδάτων ἐγχωρίων ποτισμοὶ τῶν ζῴων. καὶ οὕτω μὲν ἡ πλαστὴ Ἀθηνᾶ. Ὀδυσσεὺς δέ, φησι, μείδησε χαίρων ᾗ γαίῃ πατρωΐῃ, τουτέστιν ὅτι ἔγνω τῆς πατρίδος ἐπιβῆναι. ἴσως δὲ χαίρει καὶ τῷ τῆς πατρίδος ἐγκωμίῳ. φύσει γὰρ ἡδέα τὰ τοιαῦτα κατὰ τοὺς παλαιοὺς ῥήτορας. Ὅτι μέλλων ποιήσειν Ὅμηρος τὸν Ὀδυσσέα λαλοῦντα τῇ φαινομένῃ Ἀθηνᾷ προεπισημαίνεται ὡς ψεύσεται, ἵνα λάθοι Ὀδυσσεὺς εἶναι· παρήγγελται γὰρ κρύβδα μηδʼ ἀναφανδὰ ἐς τὴν πατρίδα ἱκέσθαι. φησὶ γοῦν ὃ προσαρμόζει παντὶ ψευδομένῳ· οὐδʼ ὅ γʼ ἀληθέα εἶπε. πάλιν δʼ ὅ γε λάζετο μῦθον, ἤγουν πρὸς ψεῦδος ἐλάλησεν. ἀνάπαλιν γὰρ τῆς ἀληθείας τὸ ψεῦδος. δῆλον δὲ ὅτι οὐ μάτην οὕτω ἀλλὰ καιρὸν εὑρὼν ὁ Ὀδυσσεὺς τοῦ ψεύσασθαι λαλεῖ οὐ πρὸς ἀλήθειαν, αἰεὶ ἐν στήθεσι νόον πολυκερδέα νωμῶν. Καὶ ἔστιν ἐνταῦθα παραποιήσαντα εἰπεῖν, ὡς ψεῦδος ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν. ἔφη μὲν οὖν καὶ ἐν τοῖς Φαίαξι πολλὰ ψευδῆ ὁ Ὀδυσσεύς. πλὴν ἀλλʼ ἐκεῖνα μυθικῆς ἀρχῆς ἐξῆπτο προπεπλασμένης ὑπὸ ἑτέρων, ὁποῖα πρὸς ἄλλοις καὶ τὰ περὶ ἡρώων καὶ ἡρωΐδων. ἐν γάρ τοι τοῖς καθʼ ἑαυτὸν ἀληθεύειν ἐδόκει, ἐνταῦθα δὲ καὶ ἔτι ἐν τοῖς πρὸς τὸν Εὔμαιον καὶ ἐν οἷς δὲ διηγήσεται τῇ Πηνελόπῃ καὶ τοῖς μνηστῆρσι περὶ τῶν καθʼ ἑαυτὸν, οὐκ ἐκ παλαιῶν μύθων τὰ ψεύσματα ἀλλʼ αὐτοῦ Ὀδυσσέως πλάσματα. ὅθεν καὶ τὴν ὅλην ταύτην ποίησιν, ὡς καὶ προείρηταί που, ὕποπτον τέθηκεν ὁ ποιητὴς, ὡς οἷα ψεύδεα λέγων ἐτύμοισιν ὁμοῖα, καὶ πείθων καθὰ καὶ Ὀδυσσεὺς, οὕτω δὴ καὶ αὐτὸς τοὺς ἀκροατὰς οἷς εὐπλάστως λαλεῖ. ἄρχεται δὲ τῶν πρὸς τὴν Ἀθηνᾶν ψευδέων ὁ ποιητὴς οὕτω· πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ τηλοῦ ὕπερ πόντου. νῦν δʼ ἦλθον καὶ αὐτὸς χρήμασι σὺν τοῖσδεσσι. λιπὼν δʼ ἔτι παισὶ τοσαῦτα φεύγω, ἐπεὶ φίλον, φησὶν, υἱὸν κατέκτανον Ἰδομενῆος, οὗ καὶ ὄνομα πλάττει Ὀρσίλοχον πρὸς πιθανότητα διηγήματος. καὶ ἀρετὴν δὲ αὐτοῦ λέγει τὸ πόδας ὠκὺν εἶναι, ὃ καὶ ἐφερμηνεύων περιφραστικῶς ἐπάγει· ὃς ἐν Κρήτῃ ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσι. λέγει δὲ καὶ αἰτίαν τοῦ φόνου τὴν ἐκ τοῦ ῥηθέντος Ὀρσιλόχου πολλὴν ἀδικίαν. ὅς, φησιν, ἤθελέ με στερέσαι ληΐδος πάσης Τρωϊάδος. καὶ τρόπον δὲ τοῦ φόνου λέγει τὸ, ἔβαλον χαλκήρεϊ δουρὶ λοχησάμενος. καὶ τόπον ὑποτίθησιν, ἀγρὸν, εἰπὼν ἀνελεῖν τὸν Ὀρσίλοχον κατιόντα ἀγρόθεν ἐγγὺς ὁδοῖο. ἔτι δὲ καὶ καιρόν. νὺξ γάρ, φησι, μάλα δνοφερή. καὶ οὕτω ποιήσας τὸν λόγον πιστόν τε ἅμα καὶ ἐμπερίβολον μέμνηται καὶ Φοινίκων ἀνδρῶν ὡς ἀγαθῶν ἐμπόρων καὶ μὴ θελόντων ἀπατῆσαι. οὓς νῦν μὲν ἀγαυοὺς καλεῖ, ἐν δὲ τοῖς ἑξῆς που τρώκτας ἐρεῖ. καὶ λέγει λίσασθαι μὲν αὐτὸς ἐκείνους καὶ πολλὰ δοῦναι ἐφʼ ᾧ Πύλονδε καταστῆσαι τοῦτον καὶ ἐφέσσαι, ὅ ἐστι καθίσαι, ἱδρύσαι, ἢ καὶ εἰς Ἤλιδα δῖαν ὅθι κρατέουσιν Ἐπειοί. ἀλλʼ αὐτοὺς μὲν ἐκεῖθεν ἀπώσατό, φησιν, ἄνεμος πόλλʼ ἀεκαζομένους, οὐδʼ ἤθελον ἐξαπατῆσαι. ἐκεῖθεν δὲ ἐνταῦθα ἐλθόντων, αὐτὸς μὲν κοιμηθῆναι φησὶ, τοὺς δὲ τὰ χρήματα ἐκ νηὸς ἑλόντας καταθεῖναι ἐν ψαμάθοισιν, εἶτα ἐς Σιδονίην εὖ ναιομένην ἀποβῆναι. καὶ τοῦτʼ ἦν αἴτιον τοῦ εἰπεῖν ὡς οὐκ ἤθελον οἱ Φοίνικες ἀπατῆσαι, ἵνα δηλαδὴ πιθανεύηται περὶ τῶν χρημάτων, ὡς δῆθεν μὴ θελόντων ἐκείνων κερδῆσαι τὸ ἀλλότριον. ἄλλως γὰρ ἄπορον ἔδοξεν ἂν τῷ φανέντι βώτορι, πῶς ξένος ἀνὴρ ἐν Ἰθάκῃ μετὰ χρημάτων εὕρηται. Καὶ ὅρα ὅτι καὶ νῦν καθὰ καὶ ἐν ταῖς ἑξῆς ψευδολογίαις Κρῆτα ἑαυτὸν ὁ Ὀδυσσεὺς πλάττει, ἐπιλεξάμενός τε τὸν Κρητικὸν τόπον διὰ τὸ δυσεξέλεγκτον ὡς μακρὰν τῆς Ἰθάκης ὄντα, καὶ ἀφορμὴν προκαταβαλόμενος παροιμίᾳ τῇ λεγούσῃ, Κρῆτες ἀεὶ ψεῦσται. πιθανευόμενος δʼ ἐν τούτοις ὁ Ὀδυσσεὺς καὶ ἣν ἔφη ἀδικίαν εἰς αὐτὸν τοῦ ὕστερον φονευθέντος Ὀρσιλόχου λέγει ἐγκοτεῖν αὐτῷ ἐκεῖνον, διότι ἄλλων αὐτὸς ἄρχων ἑταίρων οὐκ ἐθεράπευόν, φησιν, ἐκεῖνον. Ἔνθα σημείωσαι ὡς ἐντεῦθεν θεράπων παρὰ τῷ ποιητῇ, ὃς χαριζόμενός τινι θεραπεύει. Ὅρα δʼ ἐν τούτοις καὶ τὸ πυνθανόμην Ἰθάκης, γενικῇ συνταχθὲν καὶ ληφθὲν ἀντὶ τοῦ, ἤκουον περὶ Ἰθάκης. Τὸ δὲ στερέσαι, στερῆσαι κοινῶς λέγεται, ὁμοίως τῷ ποθέσω καὶ ποθήσω, περὶ οὗ προείρηται. Τὸ δὲ Πύλονδε καταστῆσαι, ἀντὶ τοῦ εἰς Πύλον ἀπαγαγεῖν, ὅ περ ἡμεῖς ἀποκαταστῆσαι φαμέν. Ὅτι δὲ Ἠλεῖοι οἱ Ἐπειοὶ, καὶ ἐν ἄλλοις δηλοῦται. Τὸ δὲ ἀπώσατο ἐπὶ ἀνέμου ἐνταῦθα ῥηθὲν τὸν παρὰ τοῖς ὕστερον ὤστην καὶ ἐξώστην παρήγαγεν, ὃς δύναται ὡς εἰκὸς διὰ τὸ ἀπώσατο καὶ ἀπώστης λέγεσθαι. Τὸ δὲ ἀεκαζομένους ἀπὸ ῥήματός ἐστι παράγωγον τοῦ ἀεκάζω πρὸς ὁμοιότητα τοῦ ἀκούω ἀκουάζω, ὃ πρὸ ὀλίγων κεῖται. Τὸ δὲ ἐς Σιδονίην ἑρμηνεύει Σιδονίους εἶναι τοὺς ῥηθέντας Φοίνικας, ἵνα κἀνταῦθα συνήθως τῷ μέρει συνεκφωνοῖτο καὶ τὸ ὅλον. μέρος γὰρ Φοινίκων οἱ Σιδόνιοι, ὡς πολλαχοῦ φαίνεται. Ὅτι δὲ καὶ συστέλλει παρʼ Ὁμήρῳ ἡ Σιδὼν τὴν ἐφεξῆς τῶν πλαγίων κλίσιν, ἐν ἄλλοις ἐδηλώθη καὶ αὐτό. καὶ ὡς οἱ μεθʼ Ὅμηρον οὐ συστέλλουσιν ἀλλὰ διόλου φυλάττουσι τὸ ω τῆς εὐθείας πανταχοῦ, συστέλλοντες καὶ τὴν ἄρχουσαν, καὶ ταῦτα τοῦ ποιητοῦ ἐκτείνοντος αὐτήν. Ἡρῳδιανὸς δὲ λέγει ὅτι τὸ Σιδῶνος γραφόμενον, ὡς Ἀντρῶνος Πλευρῶνος, μετέπεσε παρʼ Ὁμήρῳ, συναπενεχθὲν τοῖς εἰς δων λήγουσι ῥηματικοῖς, ἤγουν τῷ ἀλγηδόνος ἀηδόνος. Ἐν δὲ τῷ ῥηθέντι χωρίῳ, γράφουσιν οἱ παλαιοὶ, ὅτι πιθανῶς ὁ σοφὸς Ὀδυσσεὺς πρὸς τὸν φαινόμενον Ἰθακήσιον παῖδα πλάττοι ἀνῃρηκέναι υἱὸν Ἰδομενέος τοῦ φιλουμένου τῷ Ὀδυσσεῖ, ὡς ἂν αὐτὸν πρόσωνταί, φασι, διʼ αὐτοῦ οἱ μνηστῆρες ἤτοι προσδέξωνται ὡς ἐχθρὸν τοῦ Ἰδομενέως, ὃν Ὀδυσσεὺς ἐφίλει. φιλοῖτο γὰρ ἂν πάντως ὑπὸ τῶν μνηστήρων ὁ τῷ φίλῳ τοῦ Ὀδυσσέως ἐχθρός. Υἱοὺς δέ, φασιν, ἐν Κρήτῃ ἔχειν λέγει, ἐκφοβῶν ὡς εἴ τι καὶ πάθοι ἐν Ἰθάκῃ κακὸν, ἕξει τοὺς τιμωρήσαντας. καὶ τὸν Ὀρσίλοχον δὲ ἀνελεῖν λέγει διὰ στέρησιν τῆς λείας, δεικνὺς ὡς ἀμυντικὸς ὢν οὐδὲ νῦν παραχωρήσει τοῖς ἐν Ἰθάκῃ ἀναιμωτὶ στερῆσαι αὐτὸν ὧν ἔχει χρημάτων. τοὺς Φοίνικας δὲ ἐπαινεῖ, διδάσκων μὴ δεῖν ἀδικηθῆναι μηδὲ ὑπὸ τῶν κατὰ τὴν Ἰθάκην, εἴ γε καὶ εἰ φιλοκερδεῖς Φοίνικες αὐτοῦ ἐφείσαντο. Ἔτι ἰστέον καὶ ὅτι ἐν τῇ ῥηθείσῃ ψευδοδιηγήσει κεῖνται τινὰ χρήσιμα εἰς πεζολογίας παραπλοκὴν, οἷον τὸ μὲν πόδας ὠκὺν ὃς ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν, ἔπαινος ἀνδρὸς ποδώκεος. Τὸ δὲ στερέσαι με ληΐδος ἤθελε πάσης, τῆς εἵνεκα ἐγὼ πάθον ἄλγεα θυμῷ, ἀνδρῶν τε πολέμους ἀλεγεινά τε κύματα πείρων, οὕνεκα οὐ χαριζόμενος θεράπευον, ἄνδρα καθυπογράφει ἀδικούμενον διὰ τὸ μὴ ἐθέλειν ζῆν κολακικῶς. Τὸ δὲ νὺξ δὲ μάλα δνοφερὴ κάτεχεν οὐρανὸν, οὐδέ τις ἡμέας ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας, νύκτερον λαθραῖον φόνον δηλοῖ. Τὸ δὲ κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτὸς, σπουδῇ δʼ ἐς λιμένα προερύσσαμεν ἢ μάλιστα προερέσσαμεν, οὐδέ τις ἡμῖν δόρπου μνῆστις ἔην μάλα περ χατέουσιν ἑλέσθαι, ὅ ἐστι πεινῶσι περιφραστικῶς, ἀλλʼ αὕτως ἀποβάντες ἐκείμεθα, νυκτερινὸν κατάπλουν φράζει πάνυ καματηρόν. Τὸ δὲ, ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθεν κεκμηότα, ὑπνοῦντι ἁρμόζει τινὶ μετὰ κάματον. Ἀρχαϊκὸν δὲ τὸ, ἐμὲ γλυκὺς ὕπνος ἐπῆλθεν. οἱ γὰρ μεθʼ Ὅμηρον ἐπῆλθέ μοι φασίν. Ἐν τούτοις δὲ σημείωσαι τὸ μνῆστις πλεονασμὸν ἔχον τοῦ σίγμα, οὐ γὰρ ὡς ἐκ τοῦ λέλησται ἡ λῆστις, οὕτω καὶ ἐκ τοῦ μέμνησται μνῆστις, ἀλλʼ ἐκ τοῦ μέμνηται. Ὅτι Ὀδυσσέως ψευσαμένου, ὡς ἐῤῥέθη πιθανῶς πρὸς τὸν φαινόμενον νεανίαν ἐν Ἰθάκῃ ὃς ἦν ἡ Ἀθηνᾶ, πρῶτα μὲν μείδησεν ἀφελῶς καὶ αὐτὴ καθὰ πρὸ αὐτῆς Ὀδυσσεύς. εἶτα δέμας εἰκασθεῖσα γυναικὶ καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα εἰδυίῃ, ὁποῖαν κατὰ τὸ εἰκὸς ἔδει φαντασθῆναι τὴν θήλειαν θεὰν Ἀθηνᾶν, χειρί τέ μιν κατέρεξε καὶ προσέφη· κερδαλέος ἂν εἴη καὶ, ἐπίκλοπος ὅς σε παρέλθῃ ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε, σχέτλιε, ποικιλομῆτα, δόλων αἶτε, ὅ ἐστιν ἄατε, ἀκόρεστε, ὡς καὶ ἀλλαχοῦ κεῖται, οὐκ ἂρ ἔμελλες οὐδʼ ἐν σῇ περ ἐὼν γαίῃ λήξειν ἀπατάων, μύθων τε πλοκίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν; ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω κέρδεα ὡς οἷα κερδαλέοι. ἐπεὶ σὺ μὲν ἐσσὶ βροτῶν ὄχʼ ἄριστος ἁπάντων βουλῇ καὶ μύθοισιν, ἐγὼ δʼ ἐν πᾶσι θεοῖσι μήτι τε κλέομαι καὶ κέρδεσιν. οὐδὲ σύ γʼ ἔγνως Παλλάδʼ Ἀθηναίην κούρην Διὸς, ἥ τέ τοι αἰεὶ ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω. ὃ δὴ χρήσιμον ἐπὶ προσωπικῆς βοηθείας λέγεσθαι. ὥς περ τὰ πρὸ αὐτοῦ ἐπὶ ἐπαίνῳ κερδαλέων καὶ λογίων προσώπων. εἶτα φησὶν ἡ Ἀθηνᾶ καὶ ὅτι αὐτὴ Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκε τὸν Ὀδυσσέα, δηλαδὴ ὡς ἀθηναΐζοντα κατὰ τὴν φρόνησιν. καὶ νῦν δὲ ἱκέσθαι φησὶν ἐνταῦθα, ἵνα μῆτιν συνυφάνῃ χρήματα κρύψαι ὅσα, φησὶ, Φαίακές σοι ὤπασαν ἐμῇ βουλῇ τε νόῳ τε, τουτέστι διὰ σύνεσιν ἧς Ἀθηνᾶ προΐσταται. ἔτι δέ φησι, καὶ ἵνα εἴπω ὅσσα τοι αἶσα ἐν δόμοις κήδεα ἀνατλῆσαι, σὲ δὲ τλῆναι ἀνάγκῃ, μηδέ τῳ ἐκφάσθαι μήτʼ ἀνδρῶν μήτε γυναικῶν πάντων οὕνεκα ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ πάσχειν ἤγουν, πάσχε ἄλγεα πολλὰ, βίας ὑποδέγμενος ἀνδρῶν, ὅ περ ἐπὶ φερεπονίᾳ ἐστὶ παραίνεσις, προεκτιθέμενον ῥητορικῶς καὶ ὅπως χρὴ τὸν Ὀδυσσέα οἰκονομῆσαι τὰ καθʼ ἑαυτόν. εἰ δὲ μεταταῦτα ὁ Ὀδυσσεὺς ἄκων μὲν ἑαυτὸν ἀνακαλύψει τῇ μαίᾳ Εὐρυκλείᾳ, ἑκὼν δὲ τῷ Τηλεμάχῳ καὶ τῷ Εὐμαίῳ καὶ ἑτέροις τισὶν, ἔκδηλον ὅτι πλεῖόν τι τῆς Ἀθηνᾶς αὐτὸς ἐκεῖ νοεῖ, τουτέστι τῆς κατὰ πρώτην ἐπιβολὴν παρʼ αὐτῷ συνέσεως. ἐπεὶ κατὰ παροιμίαν, αἱ δεύτεραί πως φροντίδες σοφώτεραι. Ἰστέον δὲ ὡς ἡ ῥηθεῖσα μεθομοίωσις τῆς Ἀθηνᾶς ἡ ἐκ παναπάλου νεανίου εἰς καλήν τε μεγάλην τε γυναῖκα ῥηθείη ἂν σκοπτικώτερον μὴ πάνυ ἀπεοικέναι τῶν κατὰ Πρωτέα ἢ τῶν κατὰ Τειρεσίαν μεταβολῶν. συντελεῖ δὲ εἰς τοιοῦτον νοῦν καὶ τὸ, σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις, ὃ μετʼ ὀλίγα εἰρήσεται. οὗ λόγου παράδειγμα καὶ ἡ ἐν τῇ Φαιακίᾳ παρθενικὴ νεᾶνις, ᾗ ὡμοιώθη Ἀθηνᾶ. Τὸ δὲ κερδαλέος ἂν εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθῃ ἐν πάντεσσι δόλοισι, πανούργῳ ἀνθρώπῳ ἐπιλεχθήσεται. Ἔνθα τὸ, ὅς σε παρέλθῃ, ὅμοιόν ἐστι τῷ, ἐπεὶ οὐ παρελεύσεαι. ὅ περ ἐν Ἰλιάδι κεῖται. ἐντελέστερον δὲ τοῦτο ἐκείνου καὶ σαφέστερον. Τὸ δὲ καὶ εἰ θεὸς ἀντιάσειε, ποιητική ἐστι συνήθης ὑπερβολή. Σχέτλιος δὲ οὐδʼ ἐνταῦθα κατὰ ὕβριν ὅλως εἴρηται, ἀλλὰ δηλοῖ καὶ νῦν τὸν ἐπισχετικὸν καὶ τλήμονα. Τὸ δὲ οὐδʼ ἐν σῇ περ ἐὼν γαίῃ, καλῶς καὶ αὐτὸ ἐῤῥέθη. ξένος μὲν γάρ τις διὰ τὸ εὐεπηρέαστον παραλογίσεταί που καὶ ψεύσεται, ὡς καὶ ὁ ψευδοπλανήτης Ὀδυσσεὺς ἐν τοῖς κατʼ οἶκον ποιεῖ. αὐτόχθων δὲ, τί ἂν ψεύδοιτο; Μῦθοι δὲ πλόκιοι, οἱ πεπλεγμένοι καὶ σκολιοί. δῆλον γὰρ ὅτι σκολιοῦται πᾶν τὸ πλεκόμενον καὶ οὐκ ἔχει τὴν προτέραν εὐθύτητα. τινὲς δὲ κλοπίων γράφουσιν ἀντὶ τοῦ, δολίων. Τὸ δὲ πεδόθεν, ἀντὶ τοῦ ἐκ γενετῆς, καὶ ὡς οἷον ἐκ πέδου, τουτέστι γῆς, καὶ ὡς εἰπεῖν, ἐκ ῥίζης αὐτῆς. ἡ δὲ μεταφορά, φασιν, ἐκ τῶν φυτῶν ἢ ἀντὶ τοῦ, βρεφόθεν, καὶ ἐξ αὐτοῦ πέδου, εἰς ὃ καὶ πίπτουσι καὶ ἕρπουσιν οἱ ἀρτιγενεῖς, ἵνα λέγῃ ὅτι συνανετράφης τοῖς ψεύδεσι. Τὸ δὲ ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα εἰδότες ἄμφω κέρδεα καὶ ἑξῆς, παρῳδηθείη ἂν ἐπί τε συστάσει φρονήσεως καὶ εἰς δήλωσιν τοῦ μὴ ἂν ἐξαπατηθῆναι. Ἔνθα ὅρα καὶ τὸ εἰδότες ἀπὸ ἀρσενικοῦ τοῦ Ὀδυσσέως διαβεβηκὸς καὶ εἰς τὴν Ἀθηνᾶν. ἐκνικᾷ γὰρ πανταχοῦ ἡ ἀρσενικὴ σύνταξις. ἐνταῦθα δὲ καὶ ἐπίκρισίς ἐστι ποιητικὴ, ὡς Ἀθηνᾶ μὲν ἐν θεοῖς κερδίστη ἐστὶν, ἐν ἀνθρώποις δὲ Ὀδυσσεύς. ἐν τούτοις δὲ σημείωσαι ὡς εἰ καὶ κέρδεα ὡς μάλιστα ἡ Ἀθηνᾶ οἶδεν, ἀλλʼ οὐκ ἤδη καὶ κερδῴα λέγεται κατὰ τὸν κερδῷον Ἑρμῆν, ἐκεῖνο γὰρ ἑτεροίου λόγου ἐστὶ δεδηλωμένου ἐν ἄλλοις. σημεῖον δὲ τοῦ κέρδεσιν ἐμπρέπειν αὐτὴν καὶ τὸ, οὐδὲ σύ γʼ ἔγνως Παλλάδα, ἓν γάρ τι καὶ τοῦτο τῶν κερδέων αὐτῆς. Τὸ δὲ μήτι κλέομαι, ἀντὶ τοῦ, τῇ βουλῇ εὐκλεής εἰμι, παραγώγως δὲ εἰπεῖν, κλεΐζομαι. καὶ ἐκτείνεται τὸ μήτι, καθὰ καὶ ἐν Ἰλιάδι ἐν τῷ, μήτι δʼ ἡνίοχος περιγίνεται ἡνιόχοιο. Ἐν δὲ τῷ, Παλλάδʼ Ἀθηναίην ἐπαγάλλεται αὐτὴ τῷ τῆς Παλλάδος ἐπιθέτῳ, γινομένῳ, καθὰ καὶ ἀλλαχοῦ δεδήλωται, ἢ παρὰ τὸ πάλλω, ἢ παρά τινα Πάλλαντα, ἢ καὶ διὰ τὸ νεάζον καὶ εὐειδές. λέγουσι γὰρ οἱ παλαιοὶ, τὰς εὐειδεστάτας καὶ εὐγενεῖς παρθένους ἱερῶσθαι καὶ καλεῖσθαι παρʼ Ἕλλησι Παλλάδας, οἳ καὶ τὸν νέον οὐ μόνον πάλλαντα καλοῦσιν, ἀλλὰ καὶ πάλλακα. καὶ τὴν παλλακὴν δὲ, ὡς προεῤῥέθη, ἐντεῦθεν παράγουσιν. ἴσως δὲ καὶ οἱ νῦν Ἀττικοὶ πάληκες ἐντεῦθεν καλεῖσθαι διεδέξαντο. Ἀναπλῆσαι δὲ κήδεα, τὸ ἐντελῶς καὶ κατὰ τὸ πλῆρες ἀνατλῆναι, ὡς δεδήλωται ἀλλαχοῦ. Ὅτι πολυγνώμονι καὶ δυσκατανοήτῳ ἀνδρὶ καὶ γυναικὶ ἐπιλεχθήσεται τὸ, ἀργαλέον σε γνῶναι βροτῷ ἀντιάσαντι, καὶ μάλʼ ἐπισταμένῳ. σὲ γὰρ αὐτὸν παντὶ ἐΐσκεις. λήθην δὲ φιλίας δηλοῖ τὸ, τοῦτο δʼ ἐγὼν εὖ οἶδʼ ὅτι μοι πάρος ἤπιος ἦσθα ἕως τοῦ δεῖνος καιροῦ. μετʼ αὐτὸν δὲ, οὔ σε ἔτι ἔπειτα ἴδον οὐδʼ ἐνόησα ἐλθόντα ὅπως τί μοι ἄλγος ἀλάλκοις, ἀλλʼ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ ἠλώμην, εἵως με θεὸς κακότητος ἔλυσε. βοήθειαν δέ τινα δηλοῖ τὸ, θάρσυνάς τʼ ἐπέεσσι καὶ ἐς πόλιν ἤγαγες. ἱκετευτικὸν δὲ τὸ, νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι. ἀπάτης δὲ ὑποψία τὸ, σὲ δὲ κερτομέοντα ὀΐω ταῦτʼ ἀγορευέμεναι ἵνʼ ἐμὰς φρένας ἠπεροπεύσῃς. Ὀδυσσεὺς δὲ ταῦτα φησὶν ὑποπτεύων τοὺς τῆς Ἀθηνᾶς λόγους μὴ καὶ αὕτη ψεύδηται κατʼ αὐτόν. αὐτὴ δὲ ἀποδεξαμένη τῆς στεῤῥότητος τὸν Ὀδυσσέα φησὶν ἔπαινον σταθεροῦ ἀνδρὸς τοιόνδε· αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα, τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα, οὕνεκα ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων. ἔστι δὲ ἐπητὴς ἢ ὁ λόγιος παρὰ τὸ ἔπος ἢ ὁ χαίρων τῇ ἀληθείᾳ παρὰ τὴν ἐπὶ πρόθεσιν καὶ τὸ ἐτέον. ὀξύνεται δέ, φασιν, ἡ λέξις παρὰ τοῖς παλαιοτέροις. οἱ δὲ ὕστερον παροξύνουσιν αὐτὸ, λέγοντες ἐπήτην τὸν φρόνιμον. ἀγχίνους δὲ διαφέρει ἐχέφρονος, ὡς καὶ ἀγχίνοια φρονήσεως. ἡ μὲν γὰρ σκέψις ἐστὶ τοῦ δέοντος ἐν βραχεῖ χρόνῳ ἀγχινοοῦσα, τουτέστιν ἐγγὺς καὶ ἐν ὀλιγίστῳ χρόνῳ, ἡ δὲ φρόνησις οὐ τοιαύτη, ἀλλʼ ἔχει παράτασιν. ἐπὶ δὲ τούτοις δεικνῦσα ἡ Ἀθηνᾶ ὅπως ὁ Ὀδυσσεὺς ἐχέφρων ἐστὶν, ἐπάγει· ἀσπασίως γάρ κεν ἄλλοις ἀνὴρ ἀλαλήμενος ἐλθὼν ἵεται ἐνὶ μεγάροις ἰδέειν παῖδάς τʼ ἄλοχόν τε. σοὶ δʼ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι, πρίν γέ τι σῆς ἀλόχου πειρήσεαι. τοῦτο δὲ Ὀδυσσέως ἔπαινος, εἰ οὕτω στερέμνια φρονεῖ, ὡς μὴ εὐθὺς ἁρπάσαι τὴν τῶν οἰκείων ἐντυχίαν πρινὴ πειράσασθαι ὅπως ἔχουσι περὶ αὐτόν. εἶτα καὶ πληροφορεῖ περὶ τῆς γυναικὸς ὡς ἀγαθὴ περὶ τὸν ἄνδρα ἐστὶν, εἰποῦσα ἐπαινετικῶς, ὅτι αὕτως, τουτέστιν οὕτως ὡς καὶ ἐξ ἀρχῆς, ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ φθινύθουσι νύκτες τε καὶ ἤματα δακρυχεούσῃ. Ὅτι καινόν τι σχῆμα καὶ τὸ, οὐ γὰρ ὀΐω ἥκειν εἰς Ἰθάκην ἀλλὰ ἄλλην γῆν ἀναστρέφομαι. τὸ γὰρ κοινότερον ἀναστρέφεσθαι ἦν. Ὅτι ὅ περ ἄν τις ἠπόρησε πρὸς τὸν ποιητὴν, πῶς δηλαδὴ περιεώρα τὸν Ὀδυσσέα ἡ φίλη Ἀθηνᾶ κακῶς ἐν τῇ δεκαετῇ πλάνῃ πάσχοντα, λύει ἐνταῦθα προποιήσας τὸν Ὀδυσσέα πρὸς τὴν Ἀθηνᾶν ἀπορήσαντα περὶ τούτου αὐτοῦ. καὶ αὐτὴν ἄρτι πλάσας λέγουσαν λυτικῶς, ὡς ᾔδεα μὲν, ὅ ἐστιν ἠπιστάμην, ὅτι νοστήσεις ὀλέσας ἀπὸ πάντας ἑταίρους, καὶ οὔ ποτε ἀπίστεον ταῦτά γε. ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι πατροκασιγνήτῳ, ὅς τοι χόλον ἢ κότον ἔνθετο θυμῷ, χωόμενος περὶ τοῦ υἱοῦ Κύκλωπος. ἐντεῦθεν Εὐριπίδης ὠφελημένος ποιεῖ τὴν Ἄρτεμιν ἀπολογουμένην τῷ καλῷ Ἱππολύτῳ, αἰτιωμένῳ εἰ παρεῖδεν ἐκείνη αὐτὸν ὀλλύμενον Ἀφροδίτης χόλῳ, καὶ λέγουσαν· οὐδεὶς ἀπαντᾶν βούλεται προθυμίᾳ τῇ τοῦ θέλοντος, ἀλλʼ ἀφιστάμεθʼ ἀεί. Ὅρα δʼ ἐνταῦθα τὸ ἀπιστεῖν ὡς ἐναντίον κείμενον τῷ εἰδέναι. φησὶ γάρ· οὔποτʼ ἀπίστεον ἀλλʼ ἐνὶ θυμῷ ᾔδεα. Ὅτι ἐπίτροχον εἶδος περιηγήσεως ὡς πρὸς εἰδότα τὸ, Φόρκυνος μὲν ὅδʼ ἐστι λιμὴν ἁλίοιο γέροντος, ἥδε δʼ ἐπὶ κράτος λιμένος τανύφυλλος ἐλαίη. ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδὲς, ἱρὸν νυμφάων, αἳ Νηϊάδες καλέονται. οὗτοι δὲ οἱ δύο στίχοι ἔν τισι τῶν ἀντιγράφων οὐ κεῖνται. τὸ μέντοι ἐφεξῆς ἐν ἅπασι κεῖται· τοῦτο δέ σοι σπέος ἐστὶ κατηρεφὲς, ἔνθα σὺ πολλὰς ἔρδεσκες Νύμφῃσι τεληέσσας ἑκατόμβας. τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταείμενον ὕλῃ, τουτέστι κεκαλυμμένον δένδροις, ἤγουν δασὺ, ἀπὸ τοῦ ἕω τὸ ἐνδύω, ἐξ οὗ ἔνω, ἀφʼ οὗ ἐνύω τὸ σκεπάζω, καὶ πλεονασμῷ τοῦ ι, εἰνύω, ὡς τὸ, θριξὶ δὲ νέκυν καταείνυον. περὶ Ἰθάκην δὲ ἡ ῥηθεῖσα ἐπελευστικὴ τοπογραφία, Ἀθηνᾶς περιηγουμένης ταῦτα τῷ Ὀδυσσεῖ, ὅ ἐστι φρονήσεως. γνοὺς γὰρ ἐκ πολλῶν φθασάντων ἀγαθοὺς τοὺς Φαίακας καὶ μηδέ τινος τῶν χρημάτων λειπόμενος, πιστεύει τοῦ λοιποῦ τῆς πατρίδος εἶναι, καὶ ἀνακινήσας τὴν μνήμην περίεισι τὰ ῥηθέντα, οἱονεὶ ὁμιλῶν ἑαυτῷ καὶ λέγων, ὡς οὗτος μὲν ὁ Φόρκυνος λιμὴν, αὕτη δὲ ἐλαία ἱερὰ, ἐκεῖνο δὲ ἄντρον· οὗ καὶ μέμνηται συχνὰ ὁ ποιητὴς ὡς ἐπιτηδείου τῷ Ὀδυσσεῖ ἐναποκρύψαι τὰ χρήματα. καὶ οὕτω τῆς Ἀθηνᾶς ἠέρα σκεδασάσης τὸν τῆς λήθης καὶ τῆς πατρίδος χθονὸς τῷ Ὀδυσσεῖ γνωσθείσης διʼ ἀναμνήσεως εὐοδοῦται καθʼ ὅμοιον τρόπον τὰ ἐφεξῆς. καὶ Ἀθηνᾶς προηγουμένης τῷ ἥρωϊ ἔργων τε καὶ λόγων τά τε χρήματα κρύπτει, αὐτὸς καταθεὶς ἀσφαλῶς, καὶ λίθον ταῖς θύραις ἐπιθεὶς ἤγουν τῇ ὀπῇ τῆς πέτρας διὰ τῆς αὐτῆς Ἀθηνᾶς. καὶ τὸ ἐντεῦθεν ἐκεῖ καθεσθεὶς παρὰ πυθμένα ἐλαίης συμφράζεται τῇ φρονήσει Ἀθηνᾷ οἷα καὶ ἀγχίνους καὶ ἐχέφρων τὰ κατὰ τοὺς μνηστῆρας. καὶ ἡ μὲν ἐρεθίζει αὐτὸν κατʼ ἐκείνων, καὶ τὴν βίαν αὐτῶν φράζει καὶ τὸ ποιητέον ὑποτίθησι καὶ παρέσεσθαι ὑπισχνεῖται αὐτῷ κατὰ τῶν μνηστήρων, καὶ ἀλλοιοῖ δὲ τὸ εἶδος αὐτοῦ πρὸς τὸ εἰδεχθέστερον, καὶ σκευάζει πτωχικώτερον χάριν ἐπικρύψεως καὶ συμβουλεύει ἀπελθεῖν πρῶτα εἰς τοὺς κατὰ τὴν νῆσον ἀγροὺς εἰς τὸν καλὸν Εὔμαιον. καὶ Ὀδυσσεὺς ποιεῖ οὕτως, ὡς ἡ φρόνησις δηλαδὴ αὐτῷ νοῆσαι ὑπέβαλε. καὶ οὕτως εὐοδοῦται τὰ ἐφεξῆς. ἐν τούτοις δὲ καὶ ἐπαινῶν ὁ ποιητὴς τὴν μέθοδον τοῦ κρύφα τὸν Ὀδυσσέα ἐλθεῖν εἰς τὰ ἑαυτοῦ ποιεῖ τὸν αὐτὸν Ὀδυσσέα χάριν ὁμολογοῦντα τῇ Ἀθηνᾷ ἐφʼ οἷς αὐτῷ ὑπέθετο τὴν τοιαύτην βουλὴν, εἰπὼν οὕτως· ὦ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον, εἰ μή μοι σὺ ἕκαστα θεὰ κατὰ μοῖραν ἔειπες. καινὸν δὲ οὐδὲν εἰ θεὰν εἶπε τὴν ἑαυτῷ φρόνησιν ὁ καὶ μῆνιν ἄειδε θεὰ εἰπὼν πρὸς τὴν ἐν ἑαυτῷ γνῶσιν, ὡς ἐῤῥέθη ἐκεῖ. οὕτω δὲ καί· ἄνδρα μοι ἔννεπε Μοῦσα, ὅ ἐστιν ἡ κατʼ ἐμὲ γνῶσις. καὶ τοιαῦτα μὲν ταῦτα. Τὸ δὲ ῥηθὲν ἱερὸν ἄντρον τῶν Νηΐδων νυμφῶν φαίνεται καὶ ὑδάτων κατάῤῥυτον εἶναι νάμασι, διὸ καὶ νυμφῶν ἱερὸν λέγεται, περὶ ὧν προγέγραπται. δῆλον γὰρ ὡς χαίρουσιν αἱ τῆς ἀλληγορίας νύμφαι τῇ κατὰ γῆν ὑγρότητι. Σπέος δὲ καὶ ἄντρον εἰπεῖν ταυτὸν κατὰ πολυωνυμίαν ἐστὶν ὥς περ καὶ σπήλαιον. Ἐπηρεφὲς δὲ, κοινότερον μὲν, τὸ αὐτόροφον. οἱ δὲ παλαιοὶ γράφουσι καὶ τὸ χθαμαλόν. τοῦτο δὲ προϊὼν καὶ θεσπέσιον καλεῖ κατά τι κοινὸν ἴσως ἐπίθετον. διὸ καὶ ἐν τῷ τέλει τοῦ βιβλίου, ἄντρου μνησθεὶς ἐν παραβολῇ, θεσπέσιον ἐκεῖνο καλεῖ. τοῦτο δὲ διὰ τὸ ἐν τοῖς ἄντροις σεμνόν. ἅ περ εἰς κόσμον ἀλληγοροῦνται, ὡς καὶ προείρηται. Ὅρα δʼ ἐν τούτοις καὶ ὅπως ἐπέτεμε γοργότατα ὁ ποιητὴς ἐν ὀλιγίστῳ τὰ πρὸ μικροῦ πλατύτερον ἐκφρασθέντα περί τε τοῦ λιμένος καὶ τῶν κατʼ αὐτόν. Ὅτι ὥς περ πρὸ ὀλίγων μείδησεν Ὀδυσσεὺς χαίρων ᾗ γαίῃ πατρωΐῃ, οὕτω καὶ νῦν ἀκριβέστατα γνοὺς αὐτὴν γήθησε χαίρων ᾗ γαίῃ. καὶ οὐκ ἔτι ἑρπύζει παρὰ θῖνα θαλάσσης ἀχθόμενος, ἀλλὰ καὶ αὐτὸς ἔκυσε ζείδωρον ἄρουραν ὡς εἰ καὶ φίλην μητέρα. καὶ νύμφαις ἀρᾶται χεῖρας ἀνασχὼν καὶ κατὰ ἠθοποιΐαν πλάττεται λέγων οὕτω· νύμφαι Νηϊάδες κοῦραι Διὸς, τουτέστι ἀέρος, ὡς ἡ ἀλληγορία ἐδήλωσεν, οὔ ποτʼ ἔγωγε ὄψεσθαι ὑμᾶς ἐφάμην. νῦν δʼ εὐχωλῇς ἀγανῇσι χαίρετε. ἀτὰρ καὶ δῶρα διδώσομεν ὡς τὸ πάρος περ, αἴ κεν ἐᾷ πρόφρων με θεὸς αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ. ταῦτα δὲ παρῳδηθέντα ποτὲ προσαρμόσει βιωτικῷ ἀνδρὶ σεσωσμένῳ ἀπὸ κακοῦ. Τὸ δὲ διδώσομεν πρωτότυπόν ἐστι τοῦ δίδωμι. δῆλον γὰρ ὡς ἐκ τοῦ διδῶ διδώσω τὸ δίδωμι. Ὅτι θαρσοποιὸν κἀνταῦθα τὸ, θάρσει, μηδέ τι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. Ὅτι ὁ τέως μὲν σχάζων τὴν χρηματικὴν φροντίδα, ἐθέλων δὲ πρῶτον σκέψασθαι, εἴποι ἂν τὸ, ἀλλὰ χρήματα μὲν θείομεν αὐτίκα νῦν μυχῷ ἄντρου θεσπεσίοιο ἢ ἁπλῶς τόπου τινὸς αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ, αὐτοὶ δὲ φραζώμεθα ὅπως ὄχʼ ἄριστα γένηται. Μετακομιδὴν δὲ ἀσφαλιστικὴν χρημάτων φράζει τὸ, ἐφόρει χρυσὸν καὶ ἀτειρέα χαλκὸν, εἵματά τʼ εὐποίητα. καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσι. λέγει δὲ θύρας, ὡς καὶ προεδηλώθη, τὴν τοῦ σπηλαίου ὀπὴν, πληθύνας τὴν λέξιν πρὸς ἔνδειξιν τῆς κατὰ τὴν μυθικὴν Ἀθηνᾶν ἰσχύος, ᾗ ἀναλόγως μέγαν ἔστι λογίσασθαι τὸν λίθον τὸν ταῖς τοιαύταις θύραις ἐπιτιθέμενον. Ὅρα δὲ τὸ, εἵματα εὐποίητα, ὡς χρήσιμον εἰς τὸ, ἐσθῆτα ὑφαντήν. δῆλον γὰρ ὅτι καὶ ἐκείνη ἐΰφαντος, ὡς καὶ προεδηλώθη, κατὰ τὰ νῦν εὐποίητα εἵματα. Τὸ δὲ ἵνα περ τάδε τοι σόα μίμνῃ, οὐκ ἀναγκαίως ἀντὶ τοῦ ἔνθα μένει νοηθείη ἂν, ἀλλὰ μᾶλλον ἀντὶ τοῦ, ὅπως μένῃ φυλαττόμενα.
Ὅτι ἱερὰν τὴν προῤῥηθεῖσαν ἐλαίαν λέγει καὶ διʼ ἄλλας μὲν αἰτίας, μάλιστα δὲ διὰ τὸ μυθικῶς, καθὰ καὶ ἀλλαχοῦ ἐδηλώθη, ἀνιερῶσθαι αὐτὴν τῇ Ἀθηνᾷ. διὸ καὶ τόπος ἐνταῦθα βουλῆς ὁ πυθμὴν αὐτῆς γίνεται, ὅτε Ὀδυσσεὺς τῇ Ἀθηνᾷ συμφράζεται προεκθετικῷ λόγῳ περὶ τῶν ἐφεξῆς. εἰ δὲ ἀκολούθως τῇ ἐν Ἀθήναις ἱερᾷ ἐλαίᾳ καὶ ἡ ἐν Ἰθάκῃ πέπλασται, οὐκ ἄν τις ἀπισχυρίσαιτο ἀσφαλῶς. Ὅτι καὶ ἐνταῦθα ἕδνα τὰ ἐξ ἀνδρῶν πρὸς γυναῖκα. φησὶ γὰρ ὅτι τρίετες ἦσαν οἱ μνηστῆρες μνώμενοι τὴν Πηνελόπην καὶ ἕδνα διδόντες. ὃ δὴ ποιήσουσιν ἐν τοῖς ἐφεξῆς αὐτοὶ καὶ τοῦ Ὀδυσσέως παρόντος καὶ βλέποντος καὶ χαίροντος τῇ συνέσει τῆς γυναικός. Ὅτι παράκλησις ἐπὶ συμμαχίᾳ τὸ, ἀλλʼ ἄγε μῆτιν ὕφηνον ὅπως ἀποτίσομαι αὐτούς. πὰρ δέ μοι αὐτὴ στῆθι μένος πολυθαρσὲς ἐνιεῖσα. εἰ δὲ καὶ γενναῖος ὁ δυσωπούμενος, ἁρμόσει καὶ τὰ ἐφεξῆς· αἴ κέ μοι παρασταίης, καί κε τριηκοσίοισιν ἐγὼ ἄνδρεσσι μαχοίμην σὺν σοὶ, ὅτε μοι πρόφρασσα ἐπαρήγοις. εἰ δὲ ὁ παρακληθεὶς ὑπόσχηται οἰκεῖον ἐπαγαγεῖν καὶ τὸ, καὶ λίην τοι ἔγωγε παρέσσομαι οὐδέ με λήσεις, ὁππότε κεν δὴ ταῦτα πενώμεθα, καί τινʼ ὀΐω αἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας, ἐκ τῆς Ὀδυσσέως δὲ καὶ Ἀθηνᾶς ὁμιλίας ταῦτα εἰσὶ, προεκθετικῶς ῥηθέντα καὶ αὐτὰ περὶ τῶν εἰσέπειτα. Ἰστέον δὲ ὅτι ἐν τῷ, καὶ τριακοσίοις ἂν μαχοίμην σὺν σοὶ, ὑπονοοῦσι τὸν στίχον οἱ παλαιοὶ ὡς μὴ ἔχοντα ὑπερβολὴν, φάμενοι ὡς ἐν τῇ λάμβδα τῆς Ἰλιάδος καὶ Ἀθηνᾶς δίχα πλείοσιν ἢ τριακοσίοις ἀντέστη Ὀδυσσεὺς, τέως μέντοι ὅπως ἂν καὶ ἔχοι ὁ λόγος ἀξιόμαχος ὢν ὁ Ὀδυσσεὺς πρὸς τριακοσίους θαῤῥῶν ἂν τοῖς μνηστῆρσιν ἐπίθοιτο τοῖς μήτε τοσούτοις μήτε ἄγαν στρατιωτικοῖς. καὶ νῦν μὲν πρὸς τριακοσίους εἶπεν ὁ Ὀδυσσεὺς ἀντιστήσεσθαι ἂν ἐπιεικευόμενος, ἐν δὲ τοῖς ἑξῆς πρὸς πεντήκοντα λόχους γενναῖος ἂν ἔσεσθαι ἀκούει πρὸς Ἀθηνᾶς, ὅ ἐστι πρὸς δισχιλίους καὶ ἐπέκεινα. καὶ ἔστιν ἐκεῖνο ὑπερβολὴ, ὡς δέον ὂν, τὸν μὲν Ὀδυσσέα μετριώτερον εἰπεῖν, τὴν δὲ Ἀθηνᾶν ὑπερβολικώτερον διὰ τὸ σεμνόν. Ἐν τούτοις δὲ καὶ ἄλλως περιαυτολογῶν Ὀδυσσεὺς Τροίης ἐλύομέν, φησι, λιπαρὰ κρήδεμνα, λιπαρὰ μὲν λέγων κατὰ τοὺς παλαιοὺς τὰ ἔκδηλα καὶ λαμπρά. εἰκὸς δὲ δηλοῦσθαι οὕτω καὶ τὰ εὐδαίμονά ποτε. Κρήδεμνα δὲ μεταφορικῶς καὶ νῦν τὰς τῶν πύργων στεφάνας καὶ λοιπὰς ἐξοχάς. Τὸ δὲ πενώμεθα ἤδη τὴν Ἀθηνᾶν συνεργοῦσαν τῷ Ὀδυσσεῖ παριστᾷ. Τὸ δὲ ὀΐω ἐπιεικῶς ἡ Ἀθηνᾶ λέγει. οὐ γὰρ ὀΐεται, ὃ λέγει, ἀλλʼ ἀκριβῶς οἶδε. μάλιστα δὲ οὐκ ἐπιεικεύεται ἀλλὰ βαρέως λαλεῖ, ὡς καὶ μετʼ ὀλίγα ἐρεῖ. Παλάξειν δὲ τὸ ἀναδεύσειν, ὥς φασιν οἱ παλαιοὶ, καὶ φῦραι καὶ μολῦναι. δηλοῖ δὲ περὶ τῆς τοιαύτης λέξεως καὶ ἡ Ἰλιάς. Ἄσπετον δὲ οὖδας περιφραστικῶς τὴν ἤπειρον λέγει, ὅ ἐστι τὴν ἁπλῶς γῆν. ἄλλως γὰρ πῶς ἄσπετος ἡ βραχεῖα καὶ εὐπερίγραπτος καθʼ ἣν οἱ μνηστῆρες πεσοῦνται; οἱ δὲ παλαιοὶ λέγουσι περὶ τῆς ἐνταῦθα τοῦ Ὀδυσσέως βουλῆς διʼ ἧς χερσὶν ὀλίγαις ἐπιθήσεσθαι τοῖς μνηστῆρσι μελετᾷ, ὅτι οὐκ ἠθέλησέ ποθεν συμμαχίαν λαβεῖν, ἐπειδὴ τοῖς μὲν πολίταις οὐ προέθετο πολεμήσειν, ὡς μηδὲν αἰτίοις, οἷα καὶ μαθὼν ἐν Ἅιδου φυλάττεσθαι τὰς βασιλικὰς τιμὰς τῷ υἱῷ. οἱ δὲ μνηστῆρες καὶ δίχα συμμαχίας εὐεπιχείρητοί εἰσιν, εἴ περ Ὀδυσσεὺς καὶ μόνος πρὸς τριακοσίους ἢ καὶ πρὸς λόχους ὅλους πολλοὺς ἀντίμαχός ἐστιν ἀξιόμαχος σὺν Ἀθηνᾷ, τουτέστι μετὰ καὶ φρονήσεως, καθʼ ἣν καὶ μάλιστα τῶν μνηστήρων περιεγένετο. Ὅτι ἐπεὶ ἔδει τὸν Ὀδυσσέα μὴ λαμπρὰ φοροῦντα μηδὲ φαιδρῷ προσώπῳ ἐμφανισθῆναι τοῖς ἑαυτοῦ, εἰκὸς μὲν καὶ ἄλλως τοῦτο ποιηθῆναι πρός γε αὐτοῦ Ὀδυσσέως. ὁ δὲ ποιητὴς κἀνταῦθα τερατῶδές τι ἐθελήσας πλάσασθαι παράγει τὴν μυθικὴν Ἀθηνᾶν λέγουσαν οὕτως· ἀλλʼ ἄγε σε ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι. κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι. ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας. ἀμφὶ δὲ λαῖφος ἕσσω, ὅ κεν στυγέῃσιν ἰδὼν ἄνθρωπος ἔχοντα, ἢ στυγέει τις ἰδὼν ἄνθρωπον ἔχοντα. κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε ὡς ἂν ἀεικέλιος, καὶ διατοῦτο δηλαδὴ ἄγνωστος, πᾶσι μνηστῆρσι φανείης σῇ τʼ ἀλόχῳ καὶ παιδὶ, τὸν ἐν μεγάροισιν ἔλιπες. καὶ μετʼ ὀλίγα δὲ, ὅτε ἡ Ἀθηνᾶ τοῦτο ποιεῖ, ὁμῶς φράζει ὁ ποιητὴς, πλὴν ὅσον καὶ προστίθησιν ἐκεῖ καὶ παραποιεῖ δέ τινα πρὸς σαφήνειαν. φησὶ γάρ· κάρψε μὲν οἱ χρόα καὶ ἑξῆς τὸν ὅλον στίχον, ξανθὰς δʼ ἐκ κεφαλῆς ὄλεσε τρίχας. ἀμφὶ δὲ δέρμα πάντεσσι μελέεσσι παλαιοῦ θῆκε γέροντος. κνύζωσε δέ οἱ ὄσσε καὶ ἐφεξῆς τὸ πᾶν τοῦ στίχου. ἀμφὶ δέ μιν ῥάκος κακὸν βάλεν ἠδὲ χιτῶνα ῥωγαλέα, ῥυπόεντα, κακῷ μεμορυγμένα καπνῷ. ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσʼ ἐλάφοιο, ψιλόν. δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην, πυκνὰ ῥωγαλέην, ἐν δὲ στρόφος ἦεν ἀορτήρ. Ἐν οἷς ὅρα τὴν σκευὴν ἀρχοειδῆ τινὰ οὖσαν ὡσεὶ παράδειγμα τῇ ὕστερον κωμικῇ μεθόδῳ, ἢ πρὸς εὐτέλειαν τὰ σκηνικὰ διεσκεύαζεν, ὡς καὶ ὁ Ἀριστοφάνης δηλοῖ. πολλὴ δὲ ἡ τῆς ἀλλοιώσεως ταύτης τῷ Ὀδυσσεῖ συμβολὴ πρὸς ἃ μέλλει ποιεῖν. οὐ γὰρ ἔχει τι καλὸν ὡς καὶ περιεργασθῆναι, ἀλλὰ κατὰ τὸν ποιητὴν, καὶ στυγεῖται βλεπόμενος. διό περ οὐδʼ ἂν πολυπραγμονηθεὶς γνωρισθείη τινί. Ἄγνωστος δὲ γίνεται πᾶσι, δίχα γε τῆς μαίας Εὐρυκλείας. πλὴν οὐδʼ αὐτὴ ἐκ τοῦ εἴδους ἁπλῶς ἀναγνωρίζει τὸν Ὀδυσσέα, ἐκ τῆς κατὰ τὸν μηρὸν δὲ οὐλῆς, ὡς φανήσεται. Κάρψαι δέ ἐστι τὸ ξηράναι καὶ συσπάσαι, ἐκ τοῦ κάρφω. ἀφʼ οὗ καὶ τὸ κάρφος. κάρφεται δὲ χροῦς ὁ τοῦ γέροντος, ὡς δηλοῖ τὸ, ἀμφὶ δὲ δέρμα πᾶσι μέλεσσι παλαιοῦ θῆκε γέροντος. ταυτὸν γὰρ εἰπεῖν κάρψε χρόα, καὶ δέρμα γέροντος ἔθετο. ὠνοματοπεποίηται δὲ τὸ κάρφω, ἐξ οὗ καὶ καρφαλέον τὸ ξηρόν. ὡς τὸ, καρφαλέον δʼ ἄϋσεν. ἔτι δὲ καὶ τὸ ὑπέρισχνον κατὰ τοὺς παλαιούς. ἐπειδὴ τῷ ὑπερίσχνῳ ξηρότης ἕπεται, ὡς εἶναι αὐτὸν οὕτω καὶ ἀλίβαντα καὶ αὗον μετὰ δασείας Ἀττικῶς. οὕτω δὲ καὶ ὕφαυον διὰ τὸ ἀποφαυάνθαι γήρᾳ, εἴποι ἂν ὁ κωμικός. ὡς δὲ ἐδάσυνον οἱ Ἀττικοὶ τὸ αὕω, καθὰ καὶ τὸ εὕω, ἡ παράδοσις δηλοῖ. τάχα γὰρ ἐκ τοῦ εὕω τροπῇ τοῦ ε εἰς α παρῆγον τὸ αὕω. ἐξ οὗ ἴσως καὶ ἀφαυρὸς ὁ ἀσθενὴς καὶ μὴ διερὸς κατὰ τὸν ποιητὴν εἰπεῖν, ἤγουν ὑγρὸς καὶ ὑγιὴς, ἀλλʼ οἷον ξηρός. δοκεῖ δὲ τοῦ κάρφω μέσος παρακείμενος εἶναι κέκαρπα, καὶ ἐξ αὐτοῦ καρπὸς, ὡς οἱ παλαιοί φασι καὶ αὐτό. Περὶ δὲ τοῦ ξανθὰς εἶναι τῷ Ὀδυσσεῖ κόμας ἤδη τὸ δέον προγέγραπται. ὡς δὲ καὶ παρὰ τὸ ξαίνειν ὁ ξανθὸς καὶ ἡ ξανθὴ παρῆχθαι δοκεῖ, ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται, ὁμοίως δὲ καὶ ὡς ἀλλήλοις ἀντιμεταχωροῦσι τὰ ψιλὰ καὶ τὰ δασέα, πλειστάκις. οὕτω γὰρ ἐκ τοῦ σκύτος μὲν ὁ Σκύθης, καὶ ἐκ τοῦ πιεῖν ἅλις ἡ φιάλη, καὶ ἐκ τοῦ ξαντὸς ὁ ξανθός. αὖθις δὲ ἐκ τοῦ ἱστία καὶ ἐφίστιος τὸ ἐπίστιον Ἰωνικῶς, καὶ ἐκ τοῦ κολφαβρὸς, καὶ ὅσα τοιαῦτα. Λαῖφος δὲ πτωχικόν τι ἱμάτιον κατὰ τὸ σπεῖρον. διὸ καὶ καθὰ σπεῖρον λέγεται νηὸς, οὕτω καὶ λαῖφος τὸ ἱστίον διὰ τὸ καὶ τοῦ σπείρου καὶ τοῦ λαίφους ἁδρὸν καὶ ἐπιτήδειον τοῖς πλέουσι. Τὸ δὲ κνυζώσω ἀντὶ τοῦ ῥυσώσω, ἀπρεπεῖς καὶ ῥυσοὺς ποιήσω, ὁποῖοι, φασὶν, οἱ τῶν καθευδόντων ὀφθαλμοί. κατὰ δέ τινας καὶ οἱ τῶν κυνῶν· διὸ καὶ ἐντεῦθεν παρῆχθαι δοκεῖ τὸ κνυζοῦν. ὅθεν καὶ κνυζηθμὸς ἐν τοῖς ἑξῆς ἐπὶ κυνῶν εὑρεθήσεται κείμενος. Ἡρῳδιανὸς δὲ τοῦτο μὲν ἐμφαίνει ἀπὸ τοῦ κνύζειν γενέσθαι, τὸν κνυζηθμὸν δηλαδὴ, τὸ δὲ ἀπὸ κυνῶν εἰπεῖν τὸ κνυζώσω ὀκνεῖ, ἀπίθανον εἰπὼν καὶ δυσκατάστατον περιστᾶν ἐκ τῆς κατὰ κύνας μεταφορᾶς τὸ τῶν ὀφθαλμῶν ἀπρεπές. ὁμοίως ἀπίθανον λέγει καὶ τὸ ἐκ τῆς κονύζης γενέσθαι αὐτὸ ἧς ἡ χρῆσις ἐν τῷ, χαμαιζήλοιο κονύζης. ἐπικρίνει δὲ, ἄμεινον εἶναι Φιλοξένῳ πείθεσθαι, εἰπόντι ὡς παρὰ τὸ κνύω γίνεται, ὃ δηλοῖ τὸ ξύω, Δωρικὸν μὲν ὂν, προφερόμενον δὲ καὶ παρὰ Ἀττικοῖς καὶ Ἴωσιν. οὗ χρῆσις καὶ παρὰ τῷ κωμικῷ ἐν Θεσμοφοριαζούσαις· οὗτος πόθῳ μοὔκνυεν ἕλκων τὴν θύραν, ἤγουν διὰ τὸν πόθον μου ἔξυε τὴν θύραν. καὶ ἀρέσκεται ὥς περ ἑρπύω ἑρπύζω καὶ μύω μύζω τρύω τρύζω, οὕτως εἶναι καὶ κνύω κνύζω, ἐξ οὗ καὶ τὸ κνυζῶ, ὁμοίως τῷ, δίζω διζῶ. καὶ ἄλλως δὲ παρὰ τὸ κνύζα κνυζῶ, ὡς κόρυζα κορυζῶ καὶ ῥίζα ῥιζῶ. ἐκ δὲ τοῦ ῥηθέντος κνύω καὶ κνύμα δακτύλων προφέρει ἐκ τοῦ κωμικοῦ, καὶ κνύος δὲ τὴν φθορὰν κατὰ γένος οὐδέτερον ὁμοίως τῷ, θῶ θύος καὶ φλῶ φλύος παρὰ Ἀρχιλόχῳ ἐπὶ φλυαρίας, φέρων καὶ χρῆσιν ἐκ τοῦ παρὰ Ἡσιόδῳ καταλόγου περὶ τῶν Προιτίδων. καὶ γάρ σφιν κεφαλῇσι κατὰ κνύος αἰνὸν ἔχευεν· ἀλφὸς γὰρ χρόα πάντα κατέσχεν, ἐν δέ νυ χαῖται ἔῤῥεον ἐκ κεφαλέων, ψίλωτο δὲ καλὰ κάρηνα. παράγει δὲ τὸ τοιοῦτον κνύω ἐκ τοῦ κνῶ, ἐξ οὗ καὶ ἡ κόνις, ὡς ἀλλαχοῦ φαίνεται, καὶ τὸ κναίω ἀντὶ τοῦ διαφθείρω, οὗ χρῆσις καὶ παρὰ τῷ κωμικῷ, καὶ τὸ κνίζω ἤγουν ἐξεπιπολῆς καὶ ἰσχνῶς καταξύω, ἀφʼ οὗ περ οὐ μόνον ἡ κνῖσα, ὡς καὶ αὐτὸ ἐν ἄλλοις κεῖται, ἀλλὰ καὶ ἡ κνίζα, ὡς σχίζω σχίζα. Ἀνακρέων· κνίζη τις ἤδη καὶ πέπειρα γίνομαι σὴν διὰ μαργοσύνην. ὁμοίως δὲ ἐκ τοῦ κνῶ λέγει καὶ τὸ κνάπτειν γίνεσθαι. ὡς γὰρ ῥῶ ῥάπτω τὸ τὰ διαλελυμένα εἰς ῥῶσιν ἄγω, καὶ βῶ βάπτω τὸ ἐμβιβάζω ποι τὸ ἐνιέμενον, καὶ θῶ θάπτω τὸ ἀποτίθημι εἰς ταφὴν, οὕτω καὶ κνῶ κνάπτω. ἀφʼ οὗ κνάφος φυτὸν ἀκανθῶδες. ᾧ τὰ ἄθικτά, φησιν, ἱμάτια ἐπισύροντες κατεργάζονται. τὸ δʼ αὐτὸ καὶ γνάπτω. ὅθεν καὶ ὁ κναφεὺς καὶ γναφεὺς ὁ αὐτός. λέγει δὲ καὶ ὅτι τὰ εἰς ζω ῥήματα παραληγόμενα τῷ υ φιλεῖ πως βαρύνεσθαι, οἷον τρύζω, γρύζω, σύζω, κλύζω, ἀτύζω, ὀλοφύζω, ὀτοτύζω. εὑρέθη μέντοι τινὰ καὶ περισπώμενα, ὧν ἔσθʼ ὅτε καὶ προκατάρχει ὄνομα, ὡς τὸ κορυζῶ καὶ τὸ φυζῶ, οὗ μέσος παρακείμενος ἐν τῷ, πεφυζότες ἠΰτε νεβροί· καὶ τὸ μυζῶ, ἐξ οὗ τὸ, μεμυζότε μυδαλέω τε παρὰ Ἀντιμάχῳ. ἔτι λέγει καὶ ὅτι τὰ εἰς ζω περισπώμενα τῷ υ παραληγόμενα ὀφείλει τρίτης συζυγίας εἶναι. τοῦτο δὲ ἐλέγχοιτʼ ἂν ἐκ τοῦ κνυζηθμοῦ. ἐκεῖνο γὰρ οὐκ ἀπὸ τρίτης γίνεται συζυγίας. ἔτι ὁ αὐτὸς ἑρμηνεύων τὸ κνυζῶσαι ἀντὶ τοῦ διαφθεῖραι κεῖσθαι λέγει. διό, φησιν, ἐπιφέρει Ὅμηρος τὸ, πάρος περικαλλέʼ ἐόντε. καὶ οὕτω μὲν Ἡρῳδιανός. Ἕτεροι δὲ κνυζῶσαι, φασὶ, τὸ διὰ ψώρας αἰσχῦναι. κνύζα γάρ, φασιν, ἡ ψώρα. Ὄσσε δὲ ὡς μὲν ἀπὸ τοῦ ὄσσω τὸ βλέπω γίνεται, καὶ ὡς κατά τινας μεταπέπλασται ἀπὸ εὐθείας δυϊκῶν τῆς, τὼ ὄσσω, γέγραπται ἀλλαχοῦ. ὁ δὲ Ἡρῳδιανὸς λέγει ὅτι καθάπερ ὁ σκότος καὶ τὸ σκότος ἐν ὁμοίᾳ καταλήξει καὶ ὁ ἔλεγχος καὶ τὸ ἔλεγχος, οὕτω καὶ τὸ ὄσσος. οὗ ὤφειλε τὸ δυϊκὸν γεγενῆσθαι τὼ ὄσσεε, παθὸν δὲ ἀποκοπὴν ἢ συγκοπὴν, ἄδηλον γάρ φησι τὸ πάθος, ἐποίησε τὸ ὄσσε. βαρύνεται δέ, φασιν, οὐ μόνον καθότι Αἰολικὸν δοκεῖ εἶναι, ἀλλὰ καὶ ὅτι τὰ εἰς ος μονογενῆ δισύλλαβα τῷ ο παραληγόμενα ἢ ἐξ αὐτοῦ ἀρχόμενα καὶ ἔχοντα δὶς τὸ αὐτὸ σύμφωνον βαρύνεται, κόννος, ὄῤῥος, κόκκος, κόττος. οὕτως ἄρα καὶ ὄσσος εἴρηται μονογενῆ διὰ τὸ πολλός. μάχεται τῷ κανόνι τὸ, κομμός. θαυμαστὸν δέ, φησιν, οὐδὲν εἴ περ τὰ εἰς ος λήγοντα τῷ ο παραληγόμενα φιλεῖ ἓν ἔχειν σ εἰ μὴ κατὰ πάθος διπλοῦται ὡς τὸ, τόσσος. τοῦτο δὲ μόνον ἔσχε δισσὸν αὐτό. τοιαῦτα δὲ κατὰ τὸν κανόνα τὸ, νόσος καὶ δρόσος. τὸ γὰρ κροσσὸς οὐκ οἶδα, φησὶ, σύνηθες Ἕλλησιν. Ῥωγαλέα δὲ ἱμάτια δηλαδὴ τὰ διεῤῥηγμένα, τροπῇ τοῦ μακροῦ εἰς μακρόν. οὕτω δὲ καὶ πήρη πυκνὰ ῥωγαλέη ἡ πολύσχιστος. γελοία δὲ αὐτὴ, εἴ περ πεποιημένη τηρεῖν τὰ ἐντὸς, ὅθεν καὶ πήρα λέγεται, ἡ δὲ εἰς πυκνὰ διέῤῥηκται. Μεμορυχμένα δὲ ἢ μεμορυγμένα, διχῶς γὰρ φέρεται καθὰ καὶ τὸ, βρεχμὸς καὶ βρέγμα, τὰ μεμολυσμένα καὶ πεφυρμένα κατὰ τοὺς παλαιούς. κρεῖττον δὲ ἠφανισμένα εἰπεῖν, παρὰ τὸν μόρον, ἐξ οὗ τὸ μορύσσω. Μέγα δὲ δέρμα ἐλάφου καὶ ψιλὸν τὸ μὲν ἀναλόγως τῷ ἡρωϊκῷ σώματι, τὸ δὲ πρὸς γελοιασμὸν πλείονα, εἰ μὴ λεοντῆν, εἰ μὴ παρδαλῆν, εἰ μὴ λυκέην φορεῖ, ἀλλὰ ἐλάφου δέρμα καὶ αὐτὸ τριχῶν πενόμενον. Ἐν δὲ τῷ, σκῆπτρον καὶ ἀεικέα πήρην τὸ ἀεικὲς καὶ ἐπὶ τοῦ σκήπτρου νοητέον. οὐ γὰρ βασιλικὸν δή που ἦν ἐκεῖνο, ἀλλὰ πτωχική τις ῥάβδος. Ἀεικὴς δὲ πήρα ἡ μὴ κατὰ τὸ εἰκὸς ἐσκευασμένη διὰ τὸ πυκνὰ ῥωγαλέον. ὃ κωλύει πάντως τὴν πήραν τηρεῖν τὰ βαλλόμενα. τοῦτο δὴ τὸ ἐτυμολογοῦν αὐτήν. παρὰ τὸ τηρεῖν γὰρ ἡ πήρα λέγεται γίνεσθαι. καὶ ἄλλως δὲ διὰ τὴν αὐτὴν αἰτίαν ἀεικὴς πήρα, ἣν οὐκ ἂν εἰκάσοι τις πήρᾳ, καθὰ καὶ ἀεικέλιος Ὀδυσσεὺς ἐῤῥέθη φανῆναι τοῖς μνηστῆρσιν, ἀντὶ τοῦ μὴ ἂν πρὸς Ὀδυσσέα εἰκασθησόμενος. διχῶς δέ, φασιν, ἡ πήρα. λέγεται γὰρ οὕτω καὶ ὃ φέρουσιν οἱ ποιμένες ἐπʼ ὤμων καὶ ἰατρικὸν δέ τι ἐγχειρίδιον. Στρόφος δὲ, σχοινίον ἐστραμμένον ἤτοι κλωστὸν, ἢ καὶ ἱμὰς τοιοῦτος, ὑφʼ οὗ ἀείρεται ἤτοι βαστάζεται καὶ κουφίζεται πήρα. διὸ καὶ ἀορτὴρ λέγεται. οὕτω δὲ καὶ τελαμών τις λέγεται ἀσπίδος ἀορτήρ. ὅτι δὲ στρόφος οὐ μόνον ὁ ποιητικὸς, ἀλλὰ καί τι νόσημα ζωϊκὸν, δηλοῖ καὶ ὁ κωμικὸς ἐν τῷ, στρόφος μʼ ἔχει, ὦ ἄνερ, καὶ ὀδύνη τὴν γαστέρα. δῆλον δὲ καὶ ὡς ἐκ τοῦ στρόφος ἡ στροφὴ, κατὰ τὸ, χόλος χολὴ καὶ τὰ ὅμοια. Ὅτι τὸν συβώτην καὶ ὑῶν ἐπίουρον λέγει καὶ σύεσσι παρήμενον περιφραστικώτερον, προϊὼν δὲ καὶ ὑφορβόν. δῆλον δὲ, ὡς πλεονασμὸν προθέσεως ἔχει, καθὰ πρὸ ὀλίγων ὁ ἐπιβώτωρ, οὕτω καὶ νῦν ὁ ἐπίουρος. περὶ Εὐμαίου δὲ ὁ λόγος, ὃν συνιστῶν ὁ ποιητὴς ὡς ἀγαθὸν οἰκέτην φησὶν αὐτὸν ἤπια τοῖς δεσπόταις εἰδέναι, Τηλέμαχόν τε φιλεῖν καὶ ἐχέφρονα Πηνελόπειαν, καθὰ καὶ Ὀδυσσεὺς ἂν αὐτοὺς φιλοίη. φησὶ γάρ· ὁμῶς δέ τοι ἤπια οἶδεν, ἤγουν ὁμοίως σοὶ τῷ Ὀδυσσεῖ ἤπιός ἐστι πρὸς τοὺς σούς. πολλὰ δὲ καὶ ἐν τοῖς ἐφεξῆς δείγματα τῆς αὐτοῦ πρὸς τοὺς δεσπότας εὐνοίας. διό περ εἰκότως καὶ ἐφιλεῖτο καὶ φιληθήσεται. Ὅτι τόπους περὶ τὴν Ἰθάκην ἱστορεῖ, Κόρακος πέτραν καὶ κρήνην Ἀρέθουσαν, ἔνθα τὰ βασιλικὰ συβόσια. φησὶ γὰρ ὅτι αἱ δὲ σύες νέμονται πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ, ἔσθουσαι βάλανον μονοεικέα καὶ μέλαν ὕδωρ πίνουσαι, τά θʼ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν. ὑφὲν δὲ τίθεται ἐν τῷ, Κόρακος πέτρῃ, ὡς κύριον γάρ που εἴρηται, καθὰ καὶ τὸ, μεγάλη πόλις ἡ ἐν Ἀρκαδίᾳ. Κόραξ δὲ οὗτος ἦν ἐγχώριος ἀνὴρ, υἱὸς Ἀρεθούσης γυναικὸς ἐκ τῶν ἐκεῖ· ὃς διώκων λαγωὸν ἐν Ἰθάκῃ κατὰ κρημνοῦ ἠνέχθη καὶ τέθνηκεν. ἡ δὲ μήτηρ διὰ λύπην ἐλθοῦσα ἐπί τινα κρήνην ἀπήγξατο. ἐντεῦθεν ἀπὸ μὲν τῆς μητρὸς Ἀρέθουσα κρήνη ἐκεῖ, ἀπὸ δὲ τοῦ υἱοῦ Κόρακος πέτρα, ἧς ὁ ἐντόπιος Κορακοπετρίτης, ὡς τῆς ῥηθείσης μεγάλης πόλεως Μεγαλοπολίτης. ἔστι δέ, φασιν, Ἀρέθουσα καὶ ἐν Σμύρνῃ καὶ ἐν Χαλκίδι τῇ κατὰ Εὔβοιαν καὶ ἐν Συρακούσαις, ἣ καὶ μάλιστα ἐν ἱστορίαις τεθρύληται, ἧς λέγεται καὶ τὸν Ἀλφειὸν ἐρᾶν καὶ τὸ ἐκ Πελοποννήσου τέμνοντα ἕως καὶ εἰς Σικελίαν πέλαγος παρʼ ἐκείνην φοιτᾶν, γλυκὺν ἐραστὴν ἁλμυρῷ θαλάσσης ὕδατι ἀμιγὲς τὸ ῥεῖθρον φυλάσσοντα. ἱστορεῖ δὲ μιᾶς τούτων ἀποτυφλωθῆναι σεισμῷ τὰς πηγὰς ὁ γεωγράφος, αἳ συχναῖς, φησὶν, ἡμέραις ὕστερον κατʼ ἄλλο στόμιον ἀνέβλυσαν. Ἰστέον δὲ ὡς Ὅμηρος μὲν τοιαύτην οἶδε Κορακοσπέτραν. ἴσως δὲ ἐκ τοιούτου τινὸς καὶ τὸ ἐν Κιλικίᾳ ὠνόμασται Κορακήσιον. ἐξ αὐτοῦ δὲ τὸ, εἰς κόρακας, καθά φασιν οἱ παλαιοὶ, ὡς ἀπὸ τῶν οἰκούντων τὸ τοιοῦτον Κιλίκιον Κορακήσιον πονηρῶν ὡς εἰκὸς ὄντων. τινὲς μέντοι τὸ ἐς κόρακας, ἀντὶ τοῦ, εἰς κακὰ ὄρνεα, ὅμοιόν φασι τῷ, εἰς αἶγας ἀγρίας. Παυσανίας δέ φησιν ὅτι Βοιωτοῖς ἔχρησεν ὁ θεὸς, ἔνθα λευκοὶ κόρακες αὐτοῖς ὀφθῶσιν, ἐκεῖ κατοικεῖν. ἰδόντες οὖν, φησὶ, κόρακας πετομένους περὶ τὸν Παγασιτικὸν κόλπον, οὓς ἄκακοι παῖδες ἐγύψωσαν, ᾤκησαν ἐκεῖ, καλέσαντες τὸ χωρίον Κόρακας. ὕστερον δὲ Αἰολεῖς ἐκβαλόντες αὐτοὺς ἔπεμπον ἐκεῖ τοὺς φυγαδευομένους. ὁ δʼ αὐτὸς λέγει καὶ ὅτι Ἀριστοτέλης ἱστορεῖ λοιμοῦ κατασχόντος καὶ κοράκων πολλῶν γενομένων τοὺς ἀνθρώπους θηρεύοντας αὐτοὺς καὶ περικαθαίροντας ἐπαοιδαῖς ἀφιέναι ζῶντας, καὶ ἐπιλέγειν τῷ λοιμῷ, φεῦγʼ ἐς κόρακας. ὁ δὲ Αἴσωπος πλάττει μυθικῶς κολοιὸν μέγαν, νομίσαντα τοῖς κόραξιν ἐξισοῦσθαι, προσμίξαι αὐτοῖς, ἡττηθέντα δὲ ὑποστρέψαι πάλιν εἰς τοὺς κολοιούς. τοὺς δὲ ἀγανακτήσαντας παίειν αὐτὸν καὶ βοᾶν, φεῦγʼ ἐς κόρακας. Ἀριστείδης δὲ ἀποδίδωσι διὰ τὸ ἐν τραχέσι τόποις καὶ κρημνώδεσι τοὺς κόρακας νεοσσοποιεῖσθαι λέγειν ἡμᾶς φεῦγʼ ἐς κόρακας, ὅ ἐστιν εἰς ἀποκρήμνους τόπους καὶ εἰς φθοράν. δῆλον δὲ ὅτι πολλοὶ τόποι ἀπὸ ζῴων ἐκαλοῦντο, ὡς καὶ ἡ Λεοντάρνη, καὶ ἡ Λεοντόπολις, καὶ ἡ Βουκεφάλα καὶ τὸ Κυνόσαργες γυμνάσιον ἔξω τοῦ ἄστεος Ἀθήνῃσιν. ὅ τινες Κυνοσαργὲς ὀξυτόνως προέφερον ὁμοίως τῷ περικαλλές· κρατεῖ δὲ ὅμως ἡ τοῦ προπαροξυτόνου ἀνάγνωσις, ὡς δηλοῖ τὸ, ἐν Κυνοσάργει. οὕτω δὲ καὶ ἐν Ἄργει Κυνάδρα κρήνη, ἐξ ἧς ἔπινον οἱ ἐλευθερούμενοι. ὅθεν τὸ ἐν Κυνάδρᾳ ἐλευθέριον ὕδωρ παροιμιακῶς ἐπὶ τῆς κατʼ ἐλευθερίαν ζωῆς. ἐκλήθη δὲ οὕτως ἡ ῥηθεῖσα κρήνη διὰ τὸ κύνα, φασὶ, ταύτῃ, τουτέστιν ἐκεῖ, διαδράναι, ὥς περ καὶ Κυνόσαργες ἀπὸ κυνὸς ἀργοῦ, ὅ ἐστι λευκοῦ, κρέας ἐκ θυσίας ἁρπάσαντος καὶ ἀπαγόντος ἐκεῖ. Ἰστέον δὲ καὶ ὅτι ὥς περ τόποι γῆς, οὕτω καὶ νῆες ἐκληρώσαντό τινα μέρη παρώνυμα ζῴων. οὕτω συὸς τόπος παροιμιωδῶς, ἐπεί περ τὰ Σάμια πλοῖα συὸς εἶχε τύπον ἐν ταῖς πρώραις. ἐντεῦθεν ὁ Λουκιανὸς καὶ ἕτεροι χηνίσκον λέγουσι νηὸς τύπωμά τι χηνὸς παράσημον ἐν ναυσίν. ἐντεῦθεν δὲ καὶ τὸ παρὰ Λυκόφρονι ταυρόμορφον πλοίου τύπωμα. καὶ τοιαῦτα μὲν ταῦτα. Περὶ δὲ βαλάνου καὶ ὡς πιαίνει σύας αὕτη, προδεδήλωται. Ὅτι προεκτιθέμενος ὁ ποιητὴς τὴν διάθεσιν τῆς ἐφεξῆς ἱστορίας πλάττει τὴν Ἀθηνᾶν παραγγέλλουσαν τῷ Ὀδυσσεῖ τοῖς ἀγροῖς παραμένειν καὶ πάντα ἐξερέεσθαι ὄφρʼ ἂν αὐτὴ ἐπανακαλέσεται ἐκ Σπάρτης τὸν Τηλέμαχον καὶ συμμίξῃ τῷ πατρί. ὃ πάνυ ἀναγκαῖον τῇ ποιήσει ἐστὶν, ὡς ἐν τοῖς ἑξῆς φανεῖται. Ὅτι καλλιγύναικα τὴν Σπάρτην κἀνταῦθα λέγει διὰ τὴν Ἑλένην, καὶ Λακεδαίμονα δὲ εὐρύχορον. ἑρμηνεύει δὲ καὶ τὸ ἐν τοῖς φθάσασί που γραφὲν περὶ Τηλεμάχου ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν, ὃ διττὴν ἔχον ἐκεῖ ἔννοιαν συγκροτεῖται ἐκ τῶν ἐνταῦθα. ἢ γὰρ λέγει ἐκεῖ ὅτι ἄπεισιν ὁ Τηλέμαχος πευσόμενος περὶ τοῦ πατρὸς ὅπου κλέος ἤγουν φήμη ἔχει αὐτὸν εἶναι καὶ διατρίβειν, καί φησι κἀνταῦθα ὁμοίως ἡ τοῦ μύθου Ἀθηνᾶ, ὅτι ᾤχετο Τηλέμαχος πευσόμενος μετὰ σὸν κλέος εἴ που ἔτι εἴης· ἢ δηλοῖ ἄλλως ἐκεῖνο, ὅτι ᾤχετο γνωσόμενος περὶ τοῦ πατρὸς ὁ Τηλέμαχος, ἵνα κλέος αὐτὸν ἤγουν τὸν Τηλέμαχον ἔχῃ, τουτέστι τιμὴ, ὡς φιλοπάτορα ὄντα. καὶ λέγει καὶ ἐνταῦθα πάλιν μετʼ ὀλίγα ἡ αὐτὴ Ἀθηνᾶ, ὅτι αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο κεῖσε ἐλθών. Ἔνθα ὅρα τὸ πόμπευον, ἐξ οὗ ὁ πομπεὺς, ὡς ἡγεμονεὺς ἐκ τοῦ ἡγεμονεύω, καὶ ἡνιοχεὺς ἐκ τοῦ ἡνιοχεύω. ἐν τούτοις δὲ καὶ τὴν τῶν πολλῶν ἀπορίαν λύει τὴν ὡς εἰκὸς λέγουσαν· τί δή ποτε Τηλέμαχος ἀποδημεῖ ἔξω καιροῦ; ἢ ἵνα που κἀκεῖνος ἀλώμενος ἄλγεα πάσχῃ πόντον ἐπʼ ἀτρύγετον, βίοτον δέ οἱ ἄλλοι ἔδωσι; λύουσα γὰρ τῷ Ὀδυσσεῖ τοῦτο ἡ Ἀθηνᾶ φησὶν, ὡς οὔ τινα ἔχει πόνον, ἀλλὰ ἕκηλος ἧσται ἐν Μενελάου δόμοις, παρὰ δʼ ἄσπετα κεῖται, ἤγουν παρατέθειται αὐτῷ πολλὰ εἰς τρυφὴν, καὶ θεοῦ πέμποντος κλέος ἐσθλὸν αἴρεται εἶτα καὶ προαναφωνουμένη τὸ μέλλον φησὶν ὡς λοχῶσι μὲν αὐτὸν οἱ μνηστῆρες ἱέμενοι κτεῖναι, ἀλλὰ τά γʼ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει. βαρέως δὲ καὶ νῦν εἴρηται τὸ οὐκ ὀΐω, ἤτοι οὐ νομίζω. ἄλλως γὰρ οὐκ ἂν ἀγνοεῖν λέγοιτο ἡ Ἀθηνᾶ. Τὸ δὲ, πρὶν καί τινα γαῖα καθέξει, περιφραστικῶς ἀντὶ τοῦ, πρὶν τεθνήξεταί τις. παραπέφρασται δὲ αὐτὸ ἐκ τοῦ πρὸ ὀλίγων ῥηθέντος, καί τινα ὀΐω αἵματί τε ἐγκεφάλῳ τε παλάξειν οὖδας. Ἐν τούτοις δὲ κεῖται καὶ τὸ, μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω, ἀντὶ τοῦ, μὴ ἐνθυμοῦ ἐκεῖνον, κατὰ περίφρασιν λεχθὲν καὶ αὐτό. λέγει δὲ καὶ ὡς ῥάβδῳ ἐπεμάσατο Ἀθήνη καὶ μετεποίησε τὸν Ὀδυσσέα εἰς εἰδεχθῆ γέροντα ὁποῖος ἐσκηνογραφεῖτο προσεχῶς, καθὰ καὶ ἡ Κίρκη ῥάβδῳ πλήττουσα ἠλλοίου μορφάς. Ὅτι διατμαγῆναι οὐ μόνον τὸ διακοπῆναι ἤτοι ἀποτμηθῆναι, ἀλλὰ καὶ τὸ χωρισθῆναι τοπικῶς, ὡς δηλοῖ ἐνταῦθα τὸ, ὣς βουλεύσαντε διέτμαγον, ὃ καὶ διασαφῶν Ὅμηρος ἐπάγει· ἡ μὲν ἐς Λακεδαίμονα δῖαν ἔβη, Ὀδυσσεὺς δὲ εἰς τὸν ἀγρόν. Ὅρα δʼ ἐνταῦθα καὶ ὅτι Ἀθηνᾶς οὔσης καὶ Ὀδυσσέως τὸ, βουλεύσαντε, ἀρσενικῶς ἀπεδόθη, ὡς πανταχοῦ γίνεται.