Ὅτι τὸ λεληθότως διελθεῖν, ῥεῖα παρὲξ ἐλθεῖν, ἢ συνθέτως, ῥεῖα παρεξελθεῖν λέγεται, ὡς δηλοῖ τὸ, Κίρκη ῥεῖα παρεξελθοῦσα, τουτέστι παρὲξ ἡμῶν ἐλθοῦσα, ἤγουν ἐγγὺς μὲν ὅμως δὲ ἠρέμα πόῤῥω. ὃ δὴ καὶ παρεκτὸς λέγεται κοινότερον κατὰ τὴν κυρίως σημασίαν τοῦ παρέξ. Ἐνταῦθα δὲ καί τι λέγεται γνωμικῶς τοιοῦτον, τίς ἂν θεὸν οὐκ ἐθέλοντα ὀφθαλμοῖσιν ἴδοιτο, ἢ ἔνθα ἢ ἔνθα κιόντα; ΥΠΟΘΕΣΙΣ ΤΗΣ Λ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ.
Ἀπαγγέλλει πῶς κατὰ τὰς Κίρκης ἐντολὰς εἰς Ἅιδου κατῆλθεν, καὶ ὡς ἤκουσε Τειρεσίου τοῦ μάντεως περὶ τῆς ἑαυτοῦ καὶ τῶν ἄλλων ἑταίρων σωτηρίας, καὶ ὡς τοὺς ἥρωας καὶ τὰς ἡρωΐδας εἶδεν ἐν Ἅιδου, καὶ τὴν μητέρα, καὶ τῶν ἐς Ἴλιον συστρατευσάντων ἐνίους, καὶ τῶν ἐν Ἅιδου κολαζομένων τινάς. ΟΔΥΣΣΕΙΑΣ Λ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ.
Ὅτι οὐ νεκυομαντεία μόνον ἀλλὰ καὶ νεκύα τρισυλλάβως τὸ παρὸν ἐπιγράφεται γράμμα διὰ τὴν ἐν αὐτῷ τοῦ Ὀδυσσέως ὁμιλίαν πρὸς τοὺς ἐν Ἅιδου νέκυας. εὐθὺς δʼ ἐξ ἀρχῆς ἡ ῥαψῳδία διασκευὴν λαλεῖ ἀνάπλου ἐν τῷ, νῆα μὲν ἂρ πάμπρωτον ἐρύσαμεν εἰς ἅλα δῖαν. ἐν δʼ ἱστὸν τεθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ. ἐν δὲ καὶ αὐτοὶ βαίνομεν ἀχνύμενοι, θαλερὸν κατὰ δάκρυ χέοντες, ὡς εἰκὸς διὰ τὸ εἰς Κωκυτοῦ πλέειν. ἡμῖν δʼ αὖ κατόπισθε νεὼς κυανοπρώροιο ἴκμενον οὖρον ἵει πλησίστιον ἐσθλὸν ἑταῖρον θεός. ἡμεῖς δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα ἥμεθα. τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε. τῆς δὲ πανημερίης τέταθʼ ἱστία ποντοπορούσης. Καὶ ὅρα τὸ ποντορούσης, ἐν ᾧ δηλοῦται ὡς εἰ καὶ ποταμὸν ἡ ποίησις τὸν Ὠκεανὸν λαλεῖ, ἀλλὰ πόντον αὐτὸν ἄλλως οἶδε, τουτέστι τὴν ἔξω θάλασσαν. διὸ καὶ ποντοπορεῖ ναῦς ἡ διʼ αὐτοῦ πλέουσα. Ἑταῖρον δὲ καὶ νῦν οὖρον λέγει τὸν ἁπλῶς βοηθόν. εἶτα μετρῶν τὸν διὰ μέσου πλοῦν καὶ ἐμφαίνων ὡς οὐ μακρὰν ἦν τῶν πρὸς τῷ Ἅιδῃ τόπων ἡ τῆς Κίρκης νῆσος Αἰαίη ἐπάγει· δύσετό τʼ Ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί. ἡ δʼ ἐς πείραθʼ ἵκανε βαθυῤῥόου Ὠκεανοῖο, ὃν καὶ βαθυδίνην πρὸ ὀλίγων ἔφη. πέρατα δὲ Ὠκεανοῦ νῦν οὐχὶ τοῦ πρὸς Γαδείροις, ἀλλὰ τοῦ ἐπέκεινα πρὸς ἑσπέραν ἄκρου, κατὰ τὸ πλάσμα τοῦ Ὀδυσσέως ἤτοι κατὰ τὸ μυθικὸν αἴτημα, ὅ που γῆς μὲν πέρας τῆς ἑσπερίας, ἀρχὴ δὲ τῶν ὑπὸ γῆν, ὅ ἐστι, τοῦ Ἅιδου καταρχή. ἔνθα πλάττει καὶ τοὺς Κιμμερίους οἰκεῖν, ἀθλίους τινὰς τούτους ἀνθρώπους. φησὶ γάρ· ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε, ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι. οὐδέ ποτʼ αὐτοὺς Ἠέλιος φαέθων καταδέρκεται ἢ ἐπιδέρκεται ἀκτίνεσσιν. οὔθʼ ὁπόταν στείχῃσιν ἤγουν ἄνεισι πρὸς οὐρανὸν ἀστερόεντα, οὔθʼ ὅτʼ ἂν ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτράπηται. ἀλλʼ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσιν, ἤγουν δειλαίοις, διʼ αὐτὸ τοῦτο δηλαδὴ τὸ ἐν νυκτὶ εἶναι. Ἰστέον δὲ ὅτι καθάπερ ποταμοὺς ὑπὲρ γῆς ὄντας καὶ ἱστορουμένους μετήγαγεν ἡ μυθικὴ αὐτονομία εἰς Ἅιδην, ὀνόματα ἐπιλεξαμένη τοῖς κάτω προσήκοντα, ὡς καὶ προδεδήλωται, οὕτω καὶ τοὺς Κιμμερίους, ἔθνος ὄντας ἱστορίαις γνωστὸν, μετοικίζειν ἐθέλει πρὸς παροικίαν Ἅιδου διὰ ὁμοιότητα καὶ αὐτοὺς ὀνόματα ἐπιλεξάμενος. δοκεῖ γὰρ παραδηλοῦν κατὰ τὸν ἦχον τῆς προφορᾶς ἡ λέξις, τοὺς περὶ ἠρία κειμένους ἢ περὶ ἔραν, ὡς οἷον νερτέρους. Κράτης μέντοι κερβερίους γράφει, ἀκολουθήσας οἶμαι τῷ κωμικῷ, τόπον τοὺς βερβερίους παίζοντι. ἕτεροι δὲ Χειμερίους τούτους ἔγραψαν, ἐκ τῶν ἀληθῶν ἴσως Κιμμερίων τοὔνομα πορισάμενοι. βορειότατοι γὰρ ἐκεῖνοι καὶ διὰ τοῦτο χειμέριοι. ἀλλʼ οὕτω μὲν οἱ Ὁμηρικοὶ Κιμμέριοι ὡς ἐν πλάσματι περιφέρονται τῶν ἀρκτῴων ἐξοικισθέντων τόπων ἐπὶ δυσμάς, ὑπηρετοῦντος τῇ ποιήσει κἀνταῦθα τοῦ πολλὰ παρʼ αὐτῇ δυναμένου μύθου, καὶ οὐ μόνον ἐκ τῆς ἄρκτου εἰς ἑσπέραν, ἀλλὰ καὶ εἰς αὐτὸν Ἅιδην ἀναστατοῦντος αὐτοὺς, ὃς οὐδὲ ἑξαμήνῳ γοῦν φωτὶ κατὰ τὸ θρυλλούμενον περιλάμπει αὐτούς. ἀλλὰ παρʼ Ὁμήρῳ διὰ βίου ὑπὸ σκότει ποιεῖ. καὶ τί γὰρ ἀλλʼ ἢ προσοίκους τῷ Ἅιδῃ; τοὺς δὲ τοιούτους, οὐδέ ποτε εἰκὸς Ἡλίῳ λάμπεσθαι. ἡ δὲ ἱστορία ἔθνος αὐτοὺς ἔχει Σκυθικὸν, νομαδικὸν, ἀρκτικὸν, οὗπερ ἀπόμοιρα λέγεταί ποτε μικρόν τι πρὸ Ὁμήρου ἢ καὶ ἐπʼ αὐτοῦ ἐκ τοῦ Κιμμερίου βοσπόρου ὁρμηθεῖσα, Τρῆρες δέ φασιν ἐκαλοῦντο, πολλὴν τῆς Ἀσίας καταδραμεῖν καὶ τὰς Σάρδεις ἑλεῖν, καὶ τῶν Μαγνήτων δὲ πολλοὺς ἀνελεῖν τῶν κατὰ τὸν Μαίανδρον, ἐμβαλεῖν δὲ καὶ ἐπὶ Παφλαγόνας καὶ Φρύγας, ὅτε καὶ Μίδας λέγεται αἷμα ταύρου πιὼν, ὡς Θεμιστοκλῆς ὕστερον, εἰς τὸ χρεὼν ἀπελθεῖν. φασὶ δὲ τὸ κατʼ αὐτοὺς κλίμα ὁρῶν ὕψει περιεχόμενον ἐξ ἕω καὶ δύσεως καὶ ζοφῶδες ὂν ἑξάμηνον μὲν ἔχειν ἀχλύν. καὶ τοῦτο εἶναι οἷον νύκτα, κατὰ τὸ, ὀρώρει δʼ οὐρανόθεν νὺξ, ὡς ἐφορῶντος μὲν ἡλίου αὐτοὺς, οὐ μὴν φαέθοντος, καθὰ δηλοῖ καὶ ὁ ποιητὴς, ὡς διασκεδάζειν τὸ τῆς ἀχλύος πάχος καὶ ἱλαρὰν ἡμέραν ἀγαγεῖν αὐτοῖς. τὸ δὲ λοιπὸν ἑξάμηνον, ἐκ μεσημβρίας, ἢ καὶ ἄλλοθέν ποθεν, ἥλιον καθαρὸν ἐπιλάμπειν αὐτοῖς. Ἀῤῥιανὸς δέ φησιν ὅτι Κιμμέριοι Σκυθικὸν ἔθνος ἐξ ἠθῶν τῶν οἰκείων ἀναστάντες καὶ πάντας τοὺς διὰ μέσον βλάπτοντες ἦλθον ἕως Βιθυνίας. Ἡρόδοτος δὲ ἱστορεῖ ὅτι βασιλεύοντος Ἄρδυος τοῦ Γύγου Κιμμέριοι ἐξαναστάντες τῶν οἰκείων ἠθῶν ὑπὸ Σκυθῶν τῶν νομάδων ἀφίκοντο εἰς Ἀσίαν, ὅτε καὶ τὰς Σάρδεις εἷλον. ἄλλοι δέ φασι καὶ ὅτι ἱερὰ θεῶν καταδραμόντες ἐσύλησαν ἐν Ἀσίᾳ. ὅθεν οἱ ἀοιδοὶ μὴ ἔχοντες ἄλλως αὐτοὺς βλάψαι μυθοπλάστῳ ἐκτοπισμῷ τὴν τοῦ ἔθνους κακίαν ἠμύναντο κατά τι φασὶ κοινὸν ἔχθος Ἰώνων πρὸς αὐτούς. Ἴων δὲ καὶ ὁ ποιητὴς ὁ τῶν τοιούτων ἀοιδῶν κορυφαῖος. εἰσὶ δὲ οἳ καὶ Εὐρωπαῖον ἔθνος ἐπέκεινα Ἰταλίας ἔχον ὑπόγαιον ὡς τὰ πολλὰ ζωὴν τοὺς Κιμμερίους ἱστόρησαν. καὶ τούτῳ τῷ τρόπῳ αὐτοὺς ἐνόησαν λέγεσθαι ὑπὸ γῆν εἶναι καὶ Ἅιδην, καὶ ζωὴν ἔχειν ἡλίῳ ἀνεπισκόπητον. τινὲς δὲ αὐτόθι καὶ νεκυομαντεῖον ἱστόρησαν εἰς ὃ τὸν Ὀδυσσέα φασὶν ἀφικέσθαι. καί τινα κόλπον Ἄορνον χωρίον Πλουτώνειον, περὶ οὗ προείρηται. κἀνταῦθα τοὺς Κιμμερίους οἰκίζουσι, λέγοντες τοὺς ἐκεῖ ἐν καταγείοις ἀργίλλαις οἰκεῖν, καὶ διʼ ὑπονόμων παρʼ ἀλλήλους φοιτᾶν, καὶ ζῆν ἀπὸ μεταλλείας, καὶ μαντεύεσθαι. εἶναι δὲ πάτριον ἔθος αὐτοῖς, μηδένα τὸν ἥλιον ὁρᾶν, ἀλλὰ νυκτὸς ἐκπορεύεσθαι διὰ τῶν χασμάτων. διὸ καὶ λέγεσθαι μηδέ ποτε ἥλιον φαέθοντα ἐπιδέρκεσθαι, φθαρῆναι δὲ αὐτοὺς ὕστερον ὑπὸ βασιλέως, ἐπεὶ ὁ χρησμὸς οὐκ ἀπέβη ἐκείνῳ λαβόντι μαντείαν. τὰ δὲ παλαιὰ σχόλια φασὶ καὶ ὅτι ἔθνος περιοικοῦν τὸν Ὠκεανὸν οἱ Κιμμέριοι. ἄλλως δὲ, ὅτι Κιμμερίους ὑποτίθεται ὁ ποιητὴς τοὺς κατὰ δύσιν οἰκοῦντας καὶ προσκειμένους τῷ Ἅιδῃ. λέγουσι δὲ καὶ ἱστορεῖσθαι, Σκύθας ὑπὸ Κιμμερίων ἐξελαθῆναι. Ἰστέον δὲ ὅτι τὸ, Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε, περιφραστικῶς εἴρηται ἀντὶ τοῦ οἱ Κιμμέριοι. διὸ ἐπάγει· ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι. τοῦτο δὲ κατὰ τὸν γεωγράφον αἰνίττεται ζοφῶδες εἶναι τὸ κλίμα τῆς κατὰ τοὺς Κιμμερίους χώρας. οὗ ἐνδεικτικόν φησι καὶ τὸ, οὐδέ ποτʼ αὐτοὺς ἠέλιος φαέθων ἐφορᾷ. ἔχουσι μὲν γὰρ ἥλιον εἰ καὶ μὴ οἱ τοῦ μύθου, ἀλλὰ γοῦν οἱ τῆς ἱστορίας Κιμμέριοι, ὑφʼ ἥλιον ὄντες, ὅτι καὶ ὑπὲρ γῆς. οὐ μὴν φαέθοντα ὅ ἐστι φαιεινὸν αὐτοῖς ἐπιλάμποντα. Τὸ δὲ ἀκτίνεσσιν, ἢ πρὸς τὸ φαέθων ἀποδοτέον ἵνα ᾖ φαέθων ἀκτίνεσσιν ἥλιος, ἢ πρὸς τὸ δέρκεται, ἵνα δοκῇ βλέπειν ἥλιος ταῖς ἀκτῖσιν, ὡς οἷα καὶ ὀφθαλμοῖς. Ἀναστείχειν δὲ ἢ στείχειν πρὸς οὐρανὸν Ἥλιος λέγεται, διὰ τὴν κατὰ στοῖχον ὅ ἐστι τάξιν πορίαν αὐτοῦ. ὅθεν καὶ στοιχεῖον τῶν τις μεγάλων ἡμετέρων σοφῶν λέγει αὐτόν. τὸ δὲ ἐπὶ γῆν ἀπʼ οὐρανόθεν προτράπηται, ἢ ἁπλοϊκῶς ἀντὶ τοῦ ἀποκλίνῃ, ὁδεύσει, ἢ μάλιστα κατὰ τοὺς σοφοὺς ἀντὶ τοῦ, προτραπεὶς καὶ οἷον κελευσθεὶς κατέλθῃ. διʼ οὗ φασὶ δείκνυται, ὡς οἶδεν ὁ ποιητὴς ὅτι φύσει μὲν καὶ ὡς οἷον ἑκούσιος ὁ Ἥλιος πορεῖαν ποιεῖται ἀπὸ δύσεως ἐπʼ ἀνατολάς. ὅμως μέντοι ἄλλως, ὑπὸ τοῦ παντὸς ἀνθέλκεται ὁσημέραι, καὶ τῇ ἀπλανεῖ ἄκων συγκαταδύεται, καὶ προτρεπόμενος τῇ τοῦ παντὸς κινήσει οὐχʼ ἑκὼν συγκαθέλκεται. Ἰστέον δὲ καὶ ὅτι τὸ μὲν ὁπότʼ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα, τοῦ ἀνατέλλειν ἐστὶ περίφρασις. δύσεως δὲ, τὸ, ὅτʼ ἂν ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτράπηται. Ἰστέον δὲ καὶ ὅτι τὸ, οὐδέ ποτʼ αὐτοὺς ἥλιος ἐπιδέρκεται, διασαφητικόν ἐστι τοῦ, ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι. τῶν μὲν γὰρ ἄλλων ἔστιν ὅτε καιρικὴ νεφέλη καὶ ἀὴρ καταπέπαπται, Κιμμερίους δὲ οὐδέ ποτε ἥλιος ἐφορᾷ. Ἰστέον δὲ ὅτι τὸ, νὺξ ὀλοὴ πρὸς διαστολὴν ἐῤῥέθη τῆς κατὰ φύσιν νυκτός. ἐκείνη γὰρ ἀμβροσίη νὺξ λέγεται, καὶ πείθειν ἔχει ὡς ἀγαθὴ, κατὰ τὸ, ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι. ὅτι δὲ καὶ σωματικὴ νὺξ κατὰ τὸ, εἰ μὴ νὺξ δμήτειρα θεῶν ἐσάωσε, καὶ ὅτι νὺξ καὶ ἡ πυκνὴ νέφωσις ἣν καὶ ἠέρα φησὶν Ὅμηρος κατὰ τὸ, Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπʼ ἠέρος υἷας Ἀχαιῶν, οἱ παλαιοὶ δηλοῦσι, λέγοντες ὅτι καὶ τοῖς Κιμμερίοις τοιαύτη νὺξ τέτατο, ἤγουν ζοφώδης κατάστασις, ἀὴρ ἐπινέφελος, οὐ καθαρῷ ἡλίῳ λαμπόμενος. οὐ μὴν αὐτόχρημα νὺξ καθόλου, ὡς ὁ Κράτης ὑποτίθεται. πῶς γάρ φασιν εἶχον ζῆν; Ὅτι Ὁμήρου εἰπόντος ἱερήϊα τὰ ἐν Ἅιδου σφάγια ἐπὶ χοῇ νεκρῶν, φασὶν οἱ παλαιοὶ οὐκ ὀρθῶς εἰρῆσθαι τοῦτο, ἐπὶ γὰρ νεκρῶν τόμια φασὶ καὶ ἔντομα, ἐπὶ δὲ θεῶν ἱερεῖα. εἶτα θεραπεύοντες φασὶν ὅτι ἱερεῖα καὶ ἁπλῶς τὰ θρέμματα. ἐν ἄλλοις δὲ Ἀττικὴ λέγεται ἡ λέξις ἐπὶ τῶν ἁπλῶς σφαζομένων. Ὅτι καθὰ πρὸ βραχέων Ἀττικὸν ἦν τὸ, Κιμμερίων δῆμός τε πόλις τε ἠέρι κεκαλυμμένοι, οὕτω καὶ νῦν τὸ, τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε ἔθνεα νεκρῶν ἐλισσάμην. ἔθνεα γὰρ νεκρῶν τοὺς νεκροὺς λέγει. πρὸς ὃ καὶ οἰκείως ἔχει τὸ, τοὺς δʼ ἐπεὶ ἐλισσάμην. Ἰστέον δὲ ὅτι καὶ μετʼ ὀλίγα, καινοπρεπὲς κεῖται σχῆμα τὸ, ψυχὴ Τειρεσίου ἔχων σκῆπτρον, ὡς μικρὸν ὅσον εἰρήσεται. Ἐτυμολογικὸν δὲ τὸ, λιτῇσιν ἐλισσάμην. τοῦτο δὲ καὶ γουνοῦσθαι ἀνωτέρω φησὶν, ὡς καὶ ἐν τῇ πρὸ ταύτης ῥαψῳδίᾳ. εἰς τοῦτο δὲ εἰπόντες οἱ παλαιοὶ πῶς γουνοῦται καὶ λίσσεται, εἰ μὴ προαισθάνονται πρινὴ πίωσιν αἱ ψυχαὶ; λύουσιν ἄλλως τε, καὶ διὰ τοῦ εἰπεῖν ὡς τιμὴν τοῦτο ποιεῖ τῶν δεσποτῶν, Πλούτωνος δηλαδὴ καὶ Περσεφόνης, ἐπαγγελλόμενος καὶ οὕτω δοκῶν γονυπετεῖν.
Ὅτι ἐν μὲν τῷ, Ζεὺς κελαινεφὴς, ἔγκειται τὸ νέφος. ἔστι γὰρ κελαινεφὴς ἐκεῖνος, ὡς τὰ νέφη μελαίνων τῇ πυκνώσει, νεφεληγερέτης γάρ. ἐν δὲ τῷ, μῆλα λαβὼν ἀπεδειροτόμησα εἰς βόθρον, ῥέε δʼ αἷμα κελαινεφὲς, ἡ λέξις τὸ κελαινεφὲς δηλοῖ, ἤγουν τὸ μέλαν. ἐπεὶ καὶ μέλαν αἷμα φησὶ πολλαχοῦ. καὶ μὴν καὶ Ζεὺς κελαινεφὴς κατὰ ἀλληγορίαν, ὁ μέλας ἰδεῖν καὶ οἱονεὶ αὐτὸς κελαινοφαὴς διὰ τὸ τοῦ νοῦ δυσόρατον. Ὅτι ἐν τῷ, αἱ δʼ ἀγέροντο ψυχαὶ ὑπʼ ἐξ Ἐρέβους νεκύων κατατεθνηώτων, περιττεύει ὡς καὶ ἀλλαχοῦ τὸ κατατεθνηώτων καὶ οὐ πρὸς διαστολήν τινα κεῖται, ὡς καὶ ἐν Ἰλιάδι φαίνεται, ῥηθείη δʼ ἂν τὸ τοιοῦτον ἔπος ἀστείως, ὅτε πολλοί τινες ἀλιπεῖς καὶ λεπτόσαρκοι ὁμοῦ ἀγείροντο. τὸ δὲ ἐφεξῆς ἁρμόσει ποτὲ εἰπεῖν ἐπὶ συνάξεως προσώπων κινδυνευσάντων, τὸ, νύμφαι τʼ ἠΐθεοί τε πολύτλητοί τε γέροντες, παρθενικαί τʼ ἀταλαὶ, νεοπενθέα θυμὸν ἔχουσαι. πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν ἄνδρες ἀρηΐφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες. Ἐν τούτοις δὲ ὅρα ὅτι ταῖς νύμφαις τοὺς ἠϊθέους ἀντέθετο διὰ ἡλικίας ταυτότητα, καὶ τοῖς πολυτλήτοις γέρουσι τὰς ἀταλὰς παρθένους κατά τι ἀντιθετικὸν σχῆμα. εἰσὶ γὰρ ἀταλαὶ παρθέναι αἱ μηδὲν δυνάμεναι τλῆναι διὰ τὸ τῆς ἡλικίας ἁπαλόν. τὸ δὲ τοιοῦτον τοῖς πολυτλήτοις ἀντίκειται. Τὸ δὲ νεοπενθέα θυμὸν, ἀπαιτεῖ τὰς μὴ νέας παλαιοπενθεῖς εἶναι. Τὸ δὲ οὐτάμενοι γενικῶς καὶ νῦν κεῖται ἐπί τε τῶν τετρωμένων ἐπί τε τῶν βεβλημένων. οὐ γὰρ ἂν πιθανῶς εἴποι τις ὡς τῶν μὲν οὐταμένων ἦν τις φασία, τῶν δὲ βεβλημένων οὔ. Βεβροτωμένα δὲ τεύχεα τὰ δοκοῦντα βεβροτῶσθαι, ὅ ἐστιν αἵματι μεμολύνθαι. Ἰστέον δὲ ὅτι φάντασμα ἦν τὰ τοιαῦτα τῷ Ὀδυσσεῖ. ἐπεὶ καὶ κλῆρος ἦν Ἑλληνικὸς, τὸν ἀέρα εἴδωλα τῶν τεθνεώτων σκιώδη καὶ ἀμενηνὰ ἐκματτόμενον καὶ ὡς οἷον ἐν σκιαγραφίᾳ εἰκονικῇ τυποῦντα φαντάζειν οὕτω τοὺς βλέποντας, ὡς τόν τε γέροντα τοιοῦτον εἶδος ἐναπλῦναι τῷ ἀέρι, καὶ τὸν βεβλημένον δὲ τοιαύτην θέαν ἐνθεῖναι αὐτῷ, καὶ τοὺς λοιποὺς ὁμοίως. ὥστε ἐκεῖνο βλέπεσθαι, ὃ καὶ ζώντων προεφαίνετο τὸν σωματικὸν δηλαδὴ χρῶτα καὶ τὰ περὶ αὐτὸν ἐπιπολάζοντα πάθη. διὸ καὶ αἱ νεοφανεῖς νύμφαι κατὰ νυμφικὸν σχῆμα προσπίπτουσι τοῖς τοῦ ὁρῶντος ὀφθαλμοῖς. καὶ οἱ πεσόντες νεοπενθεῖς ἐν σκυθρωπῇ καταστάσει φαίνονται, καὶ οἱ ἐν ὅπλοις θανόντες ὅμοιοι φαντασιοῦνται, καὶ οἱ θηρῶντες ἐν κυνηγετικῷ σκιαγραφοῦνται σχήματι, καὶ οἱ μετὰ συμμάχων πεσόντες ἀγηγερμένον ἔχουσι περὶ ἑαυτοὺς τὸ συμμαχικὸν, ὡς ἐν τοῖς ἑξῆς δηλοῖ τὰ κατὰ τὸν Ἀγαμέμνονα, καὶ αἱ τῶν βεβλημένων φαντασίαι μετὰ ὠτειλῶν ἐπιφαίνονται, καὶ αἱ τῶν γερόντων ῥικναὶ, καὶ αἱ τῶν κατηφιώντων στυγναὶ, ὥσπερ δῆτα καὶ ἐν ὀνείροις. διὸ καὶ ἡ τῆς μητρὸς τοῦ Ὀδυσσέως ψυχὴ μετʼ ὀλίγα σκιᾷ ἰκέλη ἢ καὶ ὀνείρῳ ἔπτατο ὑποχωροῦσα. τοιοῦτον δὲ καὶ τὸ, ψυχὴ ὡς ὄνειρος ἀποπταμένη πεπότηται. ὅθεν καὶ τὸν Αἴαντα, οὐδʼ ἂν εἴ τι καὶ πάθοι Ὀδυσσεὺς, μεταβαλεῖ ἐν Ἅιδου τῆς μήνιδος, ἐσχηματισμένον κατὰ τὴν ἄνω διάθεσιν, ὅτε δηλαδὴ ἦν ἐν τοῖς ζῶσι. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. τὰ δὲ ἐφεξῆς τοῦ Ὁμήρου θορύβου δηλωτικά. φησὶ γὰρ ὡς πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος θεσπεσίῃ ἰαχῇ. ἐμὲ δὲ χλωρὸν δέος ᾕρει, τουτέστι χλωροποιὸν, ὠχρότητος ποιητικὸν, ὥσπερ καὶ νωθροὶ νότοι παρʼ Ἱπποκράτει οἱ νωθροποιοί. καὶ τυφλὸν ὁ ἔρως ἤγουν τυφλοποιὸν, ἐπεὶ καὶ τυφλώττει τὸ φιλοῦν περὶ τὸ φιλούμενον. Ἰστέον δὲ ὅτι τὰ ῥηθέντα Ὁμηρικὰ ἓξ ἔπη, τὸ, νύμφαι τʼ ἠΐθεοί τε καὶ ἑξῆς ἕως τοῦ, ἐμὲ δὲ χλωρὸν δέος ᾕρει, ἀθετοῦσιν οἱ παλαιοί. οὔπω γάρ φασι καιρὸς τοῦ ἔρχεσθαι, καὶ οὐδὲ δυνατὸν τὰς ψυχὰς φέρειν σωμάτων πληγάς. οἱ δὲ λυτικοὶ περὶ μὲν τῶν πληγῶν λαλοῦσιν ὡς ἀνωτέρω ἐγράφη. περὶ δὲ τοῦ μήπω καιρὸν εἶναι προσιέναι τῷ βόθρῳ ψυχὰς φασὶν ὡς προανακεφαλαίωσις ταῦτα τῶν ῥηθησομένων εἰσί. ταυτὸν δʼ εἰπεῖν, δηλοῦσα προέκθεσις ὡς οὐκ ἔρχονται νῦν ἀλλʼ ὅτι ἐλεύσονται. Ὅτι ἔστι καὶ ὧδε σχῆμα τὸ κατὰ τὸ σιωπώμενον ἐν τῷ, ἐκέλευσε μῆλα δείραντας κατακῇαι πυρὶ πάντως, ὅπερ ἐπεφέροντο οἱ περὶ τὸν Ὀδυσσέα, εἰ καὶ ὁ ποιητὴς αὐτὸ σιωπᾷ. Ὅτι ξίφος ἐκφοβεῖ καὶ τοὺς νέκυας καὶ οὐκ ἐᾷ αἵματος ἆσσον ἐλθεῖν πρὸ τοῦ Τειρεσίου. ἐφοβεῖτο δὲ οὕτω καὶ πρὸ τούτων καὶ ἡ Κίρκη ὡς ἐν τοῖς περὶ ἐκείνης ἐφάνη. Ὅτι δόξα ἦν τοῖς Ἕλλησι τὰς τῶν ἀθάπτων ψυχὰς μὴ ἀναμίγνυσθαι ταῖς λοιπαῖς, ἀλλὰ καὶ ἐν ταῖς νεκρικαῖς ἐπικλήσεσιν ἐπιφαίνεσθαί τε πρινὴ τῆς χοῆς γεύσασθαι, καὶ προλέγειν τι μαντικῶς διὰ τὸ μή πω γενέσθαι τῆς λήθης ἧς καὶ πόμα φασὶν ἐν Ἅιδου εἶναι οἱ μεθʼ Ὅμηρον. Ἐλπήνωρ γοῦν ἐνταῦθα ὁ πρὸ ὀλίγων ῥηθεὶς οὗπερ ἡ ἀναλογία κατὰ τὸ ῥηξήνωρ ἀγήνωρ Ἐλεφήνωρ Προθοήνωρ Ἀντήνωρ καὶ τὰ ὅμοια, τοιοῦτος ἐν Ἅιδου τῷ Ὀδυσσεῖ φαίνεται. φησὶ γὰρ ἡ ποίησις οὕτω. Πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου. οὐ γάρ πω ἐτέθαπτο. σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ ἐλέλειπτο ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε. καὶ μετʼ ὀλίγα γουνάζεται περὶ ἑαυτοῦ, εἰπὼν πρὸς Ὀδυσσέα, νῦν δέ σε τῶν ὄπισθεν γουνάζομαι οὐ παρεόντων, καὶ ἑξῆς. εἶτα καὶ μαντικῶς εἰπὼν ὅτι οἶδεν ὡς ἐνθένδε κιὼν νῆσον ἐς Αἰαίην σχήσεις εὐεργέα νῆα, κέλεται μνήσασθαι αὐτοῦ τὸν Ὀδυσσέα. μή με γάρ φησιν ἄκλαυτον ἄθαπτον ἰὼν ὄπισθε καταλείπειν νοσφισθεὶς, μή τί τοι θεῶν μήνιμα γένωμαι. ἀλλά με κακκῇαι ἤτοι κατάκαυσον σὺν τεύχεσιν ἅσσα μοι ἐστί. σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης ἀνδρὸς δυστήνου καὶ ἐσσομένοισι πυθέσθαι, πῆξαί τʼ ἐπὶ τύμβῳ ἐρετμὸν, τῷ καὶ ζῶον ἔρεσσον ἐὼν μετʼ ἐμοῖς ἑτάροισι. Καὶ ὅρα ὅτι κατὰ τὰ προειρημένα οὐδὲ ἐν Ἅιδου φρεσὶν ἄρηρεν ὁ Ἐλπήνωρ, οὐ μόνον ὅτι ἀφελῶς περὶ εὐτελῶν ἀξιοῖ, ἀλλὰ καὶ ὅτι εἰς οὐδὲν χρήσιμον ζητεῖ τὸ τύμβου χῶμα ἐπὶ θινὶ θαλάσσης καὶ τὴν ὡσανεὶ διὰ τοῦ ἐρετμοῦ ἀναστήλωσιν. ποίοις γὰρ ἐσομένοις ἔμελλε τὸ σῆμα φαίνεσθαι ἐν παράπλῳ εἴπερ ἀοίκητος ἡ τῆς Κίρκης νῆσος ὑπόκειται; εἰ μὴ ἄρα ἐμφαίνει διὰ τούτων ὁ ποιητὴς, ψευδῆ μὲν εἶναι τὸν ὠκεανισμὸν ἢ ἄλλως ἐκτοπισμὸν τῆς νήσου Αἰαίης, ἀληθῶς δὲ ἐν τόποις περιπλεομένοις κεῖσθαι αὐτήν. Ὅρα δὲ ὅτι σῶμα καὶ νῦν τὸ νεκρωθὲν λέγει οὐ μὴν δέμας. χρῆσις δὲ σώματος οὐ πάνυ συνήθης οὐδὲ μὴν ἐσφαλμένη ἐν τῷ· τῶν δὲ κιόνων τὰ μὲν σώματα ἦν κιπαρίσσινα. αἱ δὲ κεφαλαὶ κορινθιουργεῖς, ἐλεφάντιναι καὶ χρυσῷ διακεκοσμημέναι, τὸ δὲ ἐπιστύλιον ἐκ χρυσοῦ τὸ ὅλον. Τὸ δὲ ἐν Κίρκης μεγάρῳ, ἐντελῶς ἐγράφη. τὸ γὰρ ἄλλως ἐν Κίρκης εἰπεῖν ἐλλιπῶς ἔχει κατὰ ἀττικισμόν. Τὸ δὲ ἄκλαυτον οἱ μεθʼ Ὅμηρον καὶ ἄκλαυστον γράφουσι. Τὸ δὲ ἐπεὶ πόνος ἄλλος ἔπειγε, καὶ παροιμιῶδες ἐστὶν ἐπὶ τῶν ἀναγκαῖα προτιμωμένων τῶν μὴ τοιούτων. ὥσπερ καὶ τὸ, μή τί τοι θεοῦ μήνιμα γένωμαι ἐπὶ τῶν παρακαλουμένων μὴ ἀδικεῖν. Τοῦ δὲ τῶν ὄπισθε γουνάζομαι, ἐφερμηνευτικὸν ἑξῆς αὐτίκα τὸ, οὐ παρεόντων. τούτου δὲ αὖθις τὸ, πρός τε ἀλόχου καὶ πατρὸς καὶ Τηλεμάχου, ἵνα ὄπισθεν μὲν εἶεν οἱ μὴ παρόντες. μὴ παρόντες δὲ ἡ ἄλοχος καὶ ὁ υἱὸς καὶ ὁ πατὴρ τὰ ὄντως φίλτατα ἐν τῇ Ἰθάκῃ τῷ Ὀδυσσεῖ. καὶ ἄλλως δὲ εἰπεῖν τὸ, νῦν δέ σε τῶν ὄπισθεν γουνάζομαι, ἀντὶ τοῦ ὑπὲρ τῶν μελλόντων, τοῦ ἰδεῖν δηλονότι τὴν ἄλοχον καὶ τὸν πατέρα καὶ τὸν υἱὸν, ὃν μόνον ἐνὶ μεγάροισιν ἔλιπες. δῆλον δὲ ὅτι ἐν τῷ γουνάζομαι τῶν ὄπισθεν ἀπὸ κοινοῦ ληπτέον τὴν πρὸς πρόθεσιν, ὡς δηλοῖ τὸ, πρός τʼ ἀλόχου. καὶ ὅτι διὰ μέτρου ἀνάγκην ὄπιθεν ἐνταῦθα ἔφη κατὰ ἔνδειαν τοῦ σίγμα, ὡς καὶ ἐν τῷ, ἄθαπτον ἰὼν ὄπιθεν καταλείπεις. Τὸ δὲ σχήσεις νῆα καὶ νῦν ἀντὶ τοῦ ἐλλιμενίσεις. Τὸ δὲ νοσφισθεὶς ἀντὶ τοῦ νόσφι γενόμενος, χωρισθεὶς, ὑποχωρήσας. Τὸ δὲ σῆμα εἰ καὶ μυριαχοῦ τάφον δηλοῖ, ὡς κἀνταῦθα, ἀλλὰ γενικῷ λόγῳ τὸ ἁπλῶς σημεῖον ἑρμηνεύει, ὃ καὶ συγγενές ἐστι τῷ τεκμηρίῳ. χρῆσις δὲ τούτου καὶ ἐν τῷ, σῆμα δέ τοι ἐρέω, τουτέστι γνώρισμα, ὁποῖον δή τι καὶ τὸ ἀνάχωμα τοῦ τάφου, σημεῖον ὂν, καθὰ καὶ μνῆμα καὶ μνημεῖον ἤγουν μνημοσύνη, τοῦ ἐπὶ νεκρῷ αὐτὸ γενέσθαι. Τοῦ δὲ ὡς ἐῤῥέθη γενικοῦ σήματος πολλὰ μὲν καὶ ἄλλα παράγωγα. ἐν ἐκείνοις δὲ καὶ παράσημος ὁ ἀδόκιμος, ὡς ἀπὸ νομίσματος. ὃ κίβδηλον ὂν παράσημον ἐκαλεῖτο, εἰ καὶ ὕστερον δεδόξασται καὶ ἡ τοιαύτη λέξις διὰ τὰ βασιλικὰ παράσημα ἢ καὶ ἄλλως ἀρχοντικά. Τὸ δὲ ἀνδρὸς δυστήνοιο καινότερον πέφρασται. τὸ γὰρ κοινὸν οὕτω· σῆμα τέ μοι χεῦαι ἀνδρὶ δυστήνῳ. αἴτιον δὲ καὶ νῦν ἡ τῆς δοτικῆς καὶ γενικῆς φιλίωσις. δῆλον δʼ ὅτι πολλῶν καὶ τοιούτων καὶ ἀλλοίων καινότερον φραζομένων καὶ παρά τε ἄλλοις καὶ παρὰ τῷ ποιητῇ οὐκ ἔστι κατειπεῖν τῶν οὕτω σχηματιζομένων σολοικισμὸν εἴτουν βαρβαρισμόν. κέκριται δὲ σολοικοφανῆ τε σχήματα καλεῖν ταῦτα καὶ ἁπλῶς οὕτω σχήματα. πᾶν μὲν γάρ φασι τοιοῦτον λάλημα ἤγουν σχῆμα ἁμάρτημά ἐστιν ἑκούσιον διὰ τέχνην ἢ ξενοφωνίαν ἢ καλλωπισμόν. σολοικισμὸς δὲ ἁμάρτημα ἀκούσιον ἐξ ἀμαθίας λαληθὲν παρὰ ὄνομα ἢ ῥῆμα ἢ ἄλλο τι ὧν λέγουσιν οἱ τεχνικοί. Ἐπὶ τούτοις ὅρα καὶ ὅτι σῆμα καὶ τύμβος ταὐτὰ νοοῦσι πολυωνυμίας λόγῳ σὺν καὶ τῷ τάφῳ καὶ τῷ μνήματι. τούτων δὲ τύμβος μὲν καθʼ αὑτόν ἐστι, τὰ δὲ λοιπὰ τρία σχίζονται διʼ ὁμωνυμίας, εἴγε σῆμα καὶ μνῆμα καὶ τάφος οὐκ ἀεὶ τύμβον δηλοῦσιν, ἀλλὰ τὸ μὲν καὶ σημείου, τὸ δὲ μνήμης, τὸ δʼ ἐκπλήξεως ἀντιλαμβάνονται. ὅτε μέντοι ταυτίζονται πολυωνυμικῶς, τότε σήματος μὲν οὐ παρῆκταί τι, τῶν δʼ ἄλλων, τάφου μὲν παρώνυμον σὺν ἄλλοις, καὶ ὁ ἐπιτάφιος λόγος ἢ ἀγὼν, τύμβου δὲ ὁ ἐπιτύμβιος, μνήματος δὲ ὁ μνηματίτης. δοκεῖ δὲ ταῦτα καὶ μᾶλλον ὅτʼ ἂν ἐν λόγοις θεωρῶνται εἰς ταυτὸν ἥκειν τοῖς ὕστερον καλουμένοις ἐπικηδείοις καὶ θρήνοις. ὧν διαφορὰ, καθότι θρῆνος μέν φασιν ᾄδεται παρʼ αὐτῇ τῇ συμφορᾷ πρὸ ταφῆς καὶ μετὰ ταφὴν καὶ κατὰ τὸν ἐνιαύσιον χρόνον τῆς κηδείας, ᾀδόμενος ὑπὸ θεραπαινίδων καὶ τῶν σὺν αὐταῖς ὁ δὲ ἐπικήδειος ἔπαινός ἐστι τοῦ τελευτήσαντος, μετά τινος μετρίου σχετλιασμοῦ, ὥστε συγγενῶς ἔχει ὁ ἐπικήδειος λόγος τῷ μνηματίτῃ καὶ ἐπιταφίῳ. οἱ μέν τοι θρῆνοι διεκπίπτουσιν εἰς ἀλλόφυλον, προσήκοντες αὐτοὶ τοῖς παρʼ Ὁμήρῳ ἀοιδοῖς θρήνων ἐξάρχοις. οἷς ἐοίκασι καὶ οἱ τοὺς ἐλεγείους ᾄδοντες, εἴγε παρὰ τὸ ἐλέγειν ὁ ἐλεγεῖος παράγεται στίχος. καὶ ταῦτα μὲν τοιαῦτα. Ἐν τοῖς Ὁμηρικοῖς δὲ κεῖται καί τι νόημα λυπηρόν τε καὶ ἀστεῖον, ἄλλως μέντοι καὶ ἄλλως ἐν τῷ· Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα; ἔφθης πεζὸς ἐὼν ἢ ἐγὼ σὺν νηῒ μελαίνῃ; Ὀδυσσεὺς μὲν γὰρ δακρύσας καὶ ἐλεήσας ἔφη οὕτως, ὡς δηλοῖ τὸ, τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ. οἴκτου γὰρ ταῦτα ῥήματα. ὁ μέντοι ἀκροατὴς διαχεθεὶς μειδιάσοι ἂν ἐπὶ τῷ νοήματι, ὡς τοῦ πεζοῦ δῆθεν Ἐλπήνορος παραδραμόντος τάχει τὸν πλέοντα. Ἰστέον δὲ καὶ ὅτι φιλοίκτου μὲν ἀνδρὸς τὸ, τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ. βλαβέντος δʼ ἐκ μέθης τὸ, ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος. Ἐλπήνωρ δὲ τοῦτο λέγει ἀφηγούμενος ὡς διὰ μέθην καθὰ καὶ προεγράφη καταπεσὼν τέγεος ἐξετραχηλίσθη. Κακὴν δὲ αἶσαν λέγει τὴν ἀντιδιαστελλομένην ἀγαθῇ τύχῃ, ταυτόν δʼ εἰπεῖν, ἀγαθῷ δαίμονι. Ὅτι παρήχησιν τινὰ ἔχει ὡς καὶ ἐν ἄλλοις ἐδηλώθη τὸ, εἴδωλον δʼ ἑτέρωθεν ἑταίρου πόλλʼ ἀγόρευεν.
Ὅτι διδάσκων ὁ ποιητὴς προτιμᾶσθαι τῶν ἡδέων τὰ συμφέροντα πλάττει τὸν καρτερικὸν Ὀδυσσέα οἰκτιζόμενον μὲν ἐπὶ τῇ μητρὶ φανείσῃ καὶ πυκινὸν ἀχεύοντα, μὴ ἐῶντα δὲ ὅμως αἵματος ἆσσον ἐλθεῖν αὐτὴν, πρὶν Τειρεσίαο πυθέσθαι. Αὐτολύκου δὲ γενεαλογεῖ ὁ ποιητὴς Ἀντίκλειαν τὴν τοῦ Ὀδυσσέως μητέρα. περὶ οὗ ὅτι κλεπτίστατος ἦν, ἐν τοῖς μετὰ ταῦτά που δηλωθήσεται. Πυκινὸν δὲ ἀχεύειν ὥσπερ καὶ πυκινὸν ἄχος, ἢ τὸ κατὰ συνέχειαν καὶ μὴ ἀραιῶς ἐκ διαλειμμάτων, ἢ ἐπεὶ διαχέει μὲν ἡ χαρὰ, πυκνοῖ δὲ καὶ συστέλλει ἡ λύπη. Ὅτι εἰ καὶ αἱ λοιπαὶ τῶν τεθαμμένων ψυχαὶ μὴ πιοῦσαι χοῆς καὶ αἵματος οὔτε ἐπεγίνωσκον οὔτε τι προσεφώνουν, ἀλλʼ ἐλθοῦσαι ἀνεχώρουν ὀπίσω καθὰ μετʼ ὀλίγα ὁ Τειρεσίας ἐρεῖ δίχα γε, ὡς ἐῤῥέθη, τοῦ Ἐλπήνορος τοῦ μή πω ταφέντος, ἀλλʼ ὁ Τειρεσίας καὶ μὴ πιὼν αἵματος ἐπιγινώσκει τὸν Ὀδυσσέα καὶ προσφωνεῖ ὁμιλητικῶς καὶ τοῦτό ἐστιν αὐτῷ διάφορον πρὸς τὰς ἄλλας ψυχὰς ὡς πεπνυμένῳ πρὸς σκιάς. δεδιὼς δὲ ὅμως τὴν ἐπισειομένην ὕλην καὶ αὐτὸς, τὸ ξίφος δηλαδὴ, ἀναχωρεῖν τε τοῦ βόθρου κελεύει τὸν Ὀδυσσέα, καὶ τὸ φάσγανον ἀπίσχειν, ὅ ἐστιν ἄπο ἔχειν, ἤτοι ἀφιστᾶν, ἵνα πιὼν εἴπῃ τὸ ἀληθές. ὥστε καὶ ὁ Τειρεσίας εἰ καὶ γνωρίζει πρὸ τοῦ πιεῖν, ἀλλʼ οὐ μαντεύεται, μισθὸν δὲ αὐτὸ τοῦ πιεῖν ἀντιδίδωσιν. Ἐν τούτοις δὲ τὸν σεμνὸν Τειρεσίαν σχήματι καινῷ ἐξαγγέλλει, ὡς καὶ προεδηλώθη, καινῶς φράζων τὸ καινὸν, ὡς ἡ ποιητικὴ δηλοῖ φράσις, ἔχουσα οὕτως. ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο, χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν. ἔδει μὲν γὰρ εἰπεῖν ψυχὴ Τειρεσίου χρύσεον σκῆπτρον ἔχουσα. καὶ οὐκ ἦν οὐδὲν τοῦτο κώλυμα τῷ μέτρῳ. ἀπεδόθη δὲ ὅμως πρὸς τὸ σημαινόμενον τὸ, ὁ Τειρεσίας. οὕτω δέ πως καὶ ἀνωτέρω ἐπὶ τῆς τοῦ Ὀδυσσέως μητρὸς καινῶς ἐσχημάτισεν, εἰπών· ἦλθε ψυχὴ μητρὸς Ἀντίκλεια, τουτέστιν ἡ μήτηρ Ἀντίκλεια. πρὸς δὲ ψυχὴ Τειρεσίου ἔχων σκῆπτρον ὅμοιον καὶ τὸ, ἤτοι Ἀθηναίη ἀκέων ἦν. δηλοῖ δὲ ὁ ποιητὴς, ὡς οὐκ ἐχρῆν εἰπεῖν ἐνταῦθα ψυχὴ Τειρεσίου, εἴπερ αὐταὶ μὲν εἴδωλα καὶ σκιαὶ ἀΐσσουσιν, ὁ δὲ πέπνυται, ἀλλὰ ἔδει Τειρεσίαν εἰπεῖν. διὸ εἰπὼν ψυχὴ ἐπάγει τὸ οἰκεῖον, ἤγουν τὸ ἔχων, ὁ Τειρεσίας δηλαδὴ οὐχʼ ἡ ψυχὴ τοῦ Τειρεσίου. ἃ δέ γε προσέειπεν ὁ Τειρεσίας τὸν Ὀδυσσέα, εἰσὶ ταῦτα· διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, τί ποτε ὦ δύστηνε λιπὼν φάος Ἠελίοιο ἤλυθες ὄφρα ἴδῃς νέκυας καὶ ἀτερπέα χῶρον; ἀλλʼ ἀποχάζεο βόθρου. ἄπισχε φάσγανον ὀξὺ, αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω. Ἁρμόττει δὲ τὸ, τί ποτε λιπὼν Ἥλιον ἦλθες καὶ ἑξῆς ὁ στίχος ὅλος, ῥηθῆναι ὅτε τις ἀγαθοῦ τόπου φαῦλον ἀλλάξεται. Ἰστέον δὲ ὅτι συχνὰ ὁ ποιητὴς ἀπορεῖ περὶ τῆς εἰς Ἅιδην καθόδου τοῦ Ὀδυσσέως διὰ τὸ ἄγαν μυθῶδες. ἐνταῦθα μὲν γὰρ ὁ Τειρεσίας ἔφη· τί δή ποτε ὦ δύστηνε, καὶ τὰ ἑξῆς. Ὀδυσσεὺς δὲ πρὸ τούτου ἐπέστησεν ὅτι εἰς Ἅιδην οὔπω τις ἀφίκετο νηῒ μελαίνῃ. ἡ δὲ μήτηρ Ἀντίκλεια ἐν τοῖς ἑξῆς ἐρωτᾷ· τέκνον ἐμὸν, πῶς ἦλθες ὑπὸ ζόφον; καὶ Ἀχιλλεὺς ὁμοίως· σχέτλιε, πῶς ἔτλης Ἄϊδόσδε κατελθεῖν; ἔνθα καὶ τὸ τοῦ πράγματος ἀναιδὲς ἐπισημαινόμενος ὁ ποιητὴς φησί· σχέτλιε τίπτʼ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον; δηλῶν, ὡς καὶ ἄλλα μὲν ἐτόλμησε περὶ Ὀδυσσέως τερατεύσασθαι, τοῦτο δὲ τῶν ἄλλων τὸ τερατωδέστερον. Χρύσεον δὲ σκῆπτρον φανταστικῶς μὲν ὁ μῦθος τῷ Τειρεσίᾳ δίδωσι. τιμᾷ δὲ ὅμως αὐτὸν διὰ τὸ εἰσάγαν μαντικόν. ἀμύμονα γοῦν μάντιν αὐτὸν μετʼ ὀλίγα ἐρεῖ. εἰκασθήσεται δὲ τοιούτῳ παραδείγματι ὁ πρὸς μόνην φαντασίαν κιβδήλως χρυσοφορῶν, ὥσπερ καὶ ὁ ἀξιῶν μὴ φόβον ἔχειν ποθὲν, ἵνα μεγάλα βλάπτοι, δοκοίη ἂν καὶ αὐτὸς λέγειν τῷ νόμῳ, ἄπισχε φάσγανον ὀξὺ αἵματος ὄφρα πίω, ἤγουν μή με ἐκφόβει ἵνα ἀδεῶς βλάπτοιμι. Ὅτι νόστου δυσχέρειαν δηλοῖ τὸ, νόστον δίζηαι μελιηδέα, τὸν δέ τοι ἀργαλέον θήσει θεός. οὐ γὰρ ὀΐω λήσειν αὐτὸν, ὅ, τοι κότον ἔνθετο θυμῷ, χωόμενος. Ὀδυσσεὺς δὲ ταῦτα διηγεῖται περὶ ἑαυτοῦ, μαθὼν ἐκ τοῦ Τειρεσίου ὡς ἐγκοτοῦντα ἔχει τὸν Ποσειδῶνα τὸν τοῦ Ἀλκινόου καὶ τῆς Ἀρήτης πρόγονον. ἐπεὶ δὲ τοῦτο ἐμποδὼν αὐτῷ ἐδόκει γενέσθαι πρὸς τὸν οἴκαδε πλοῦν, οὐ γὰρ ἂν οἱ τοῦ Ποσειδῶνος τὸν ἐκείνου ἐγκοτούμενον ῥᾳδίως ἀπέπεμψαν, ἐπάγει καὶ ὅτι ἀλλὰ καὶ οὕτω κακὰ πάσχοντες ἵκοισθε ἂν εἰς πατρίδα εἰ τῶν Ἡλίου βοῶν ἀπόσχησθε· εἰ δὲ μὴ τοῦτο, οὐκέτι ἂν πάντες ἀλλὰ σὺ μόνος εἴπερ ἀλύξῃς ὀψὲ κακῶς νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους νηὸς ἐπʼ ἀλλοτρίης. ὃ δὴ καὶ γίνεται. οὕτω τε γοῦν τῷ πεπρωμένῳ πείθει τοὺς Φαίακας πρὸς ἑαυτοῦ εἶναι ὡς ἤδη τελουμένων ὧν ὁ Τειρεσίας ἔφη, καὶ οἷς δὲ εἶπεν ὅτι ἀργαλέον θήσει θεὸς τὸν νόστον οὐ μὴν καὶ ἀδύνατον. Εἰ δὲ μελιηδὴς ὡς ἐῤῥέθη ὁ νόστος, εἰκότως καὶ τὸ κατὰ τρυφὴν ἡδὺ νόστιμον λέγεται. Τὸ δὲ θήσει θεὸς, ἐτυμολογικόν ἐστιν, ἐκ τοῦ θῶ γὰρ ὁ θεός. ὥσπερ καὶ τὸ, κότον ἔνθετο θυμῷ. κότος γὰρ ἐκ τοῦ κεῖσθαι. ὃ ταυτόν ἐστι τῷ τίθεσθαι. Ὅτι ἐν ἄλλοις εἰπὼν ὃν ὀφθαλμοῦ ἀλάωσεν, ἐνταῦθα φησίν· ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσεν, ἄλλως μὲν συντάξας ἐκεῖ, ἄλλως δὲ ἐνταῦθα. Ὅτι Θρινακία νῆσος ἡ Σικελία, οἱονεὶ Τριακρία, ἐπεὶ τρία ἔχει ἄκρα ὅ ἐστιν ἀκρωτήρια, Πέλωρον, Πάχυνον, Λιλύβαιον, ἢ καὶ ἄλλως, Πελωρίδα, Πάχυνον, καὶ Λιλύβην. καὶ ἔδει μὲν Τρινακρίαν γράφεσθαι, διὰ δὲ τὸ εὐφωνότερον οὕτως ὠνόμασται. γέγραπται δὲ περὶ αὐτῆς καὶ ἐν τοῖς τοῦ περιηγητοῦ. Ὅτι δὲ περὶ αὐτὴν αἱ τοῦ Ἡλίου βόες, δῆλον ἔσται μάλιστα ἐν τοῖς ἑξῆς. νῦν δὲ εἰς τοσοῦτον δεδηλώσθω, ὅτι αὐτόθι ἐβόσκοντο βόες καὶ ἴφια μῆλα Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει. ἃς εἰ μὲν ἀσινέας ἐάσει ἐν τοῖς ἑξῆς Ὀδυσσεὺς κατὰ τὴν παραγγελίαν τοῦ Τειρεσίου νόστου μεδόμενος, ἵκοιτο ἂν εἰς Ἰθάκην μετὰ καὶ τῶν ἑταίρων κακά περ πάσχων. εἰ δέ κε σίνηται τουτέστι βλάψῃ τὰ βοσκήματα, τότε τοι τεκμαίρομαι φησὶ ἤτοι σημειοῦμαι καὶ μαντεύομαι ὄλεθρον νηΐ τε καὶ ἑτάροις. αὐτὸς δʼ εἴπερ ἀλύξῃς, ὀψὲ κακῶς νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους, νηὸς ἐπʼ ἀλλοτρίης. δήεις δʼ ἐν πήματα οἴκῳ. ποῖα ἐκεῖνα; ἄνδρας ὑπερφιάλους οἵ τοι βίοτον κατέδουσι, μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες. εἶτα λέγει καὶ ὡς ἐκείνων βίας ὁ Ὀδυσσεὺς ἀποτίσεται ἐλθὼν, τουτέστι κτενεῖ ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέϊ χαλκῷ. εἶτα χρὴ ποιῆσαι αὐτὸν τὰ ἐφεξῆς εἰρησόμενα. προεκθέσεις δὲ ταῦτα τῶν ἐφεξῆς, τοῦ εἰς Θρινακίαν δηλαδὴ πλόου, τοῦ μετὰ ταῦτα κινδύνου, τῆς ἐκ Φαιάκων εἰς Ἰθάκην πομπῆς, καὶ τῆς μνηστηροκτονίας, ἣν δυνατὸν ὂν καὶ δόλῳ καταπράξασθαι, Ὀδυσσεὺς ὅμως ἀμφαδὸν ποιεῖται, τὸ ἀνδρικώτερον ἐπιλεξάμενος. Ἰστέον δὲ ὅτι ἴφια μὲν μῆλα ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη τὰ ἰσχυροποιὰ, ἢ καὶ ἄλλως, τὰ εὐτραφῆ. Τὸ δὲ δήεις, πρωτότυπόν ἐστι τῆς μυθικῆς Δηοῦς ἤτοι Δήμητρος ἥ φασιν ἁρπαγείσης αὐτῇ τῆς θυγατρὸς Περσεφόνης περιώδευεν ἐρευνῶσα, καὶ ὡς ἤκουε συχνὰ ἐκ τῶν παραμυθουμένων τὸ, δήεις τουτέστιν εὑρήσεις, ἐκλήθη ἐντεῦθεν Δηώ. Τὸ δὲ τῶν μνηστήρων δοκεῖ ἀστεῖον εἶναι, εἰ ἐκ μέρους μὲν βιάζονται κατέδοντες τὰ τοῦ Ὀδυσσέως, ἐκ μέρους δὲ καταβάλλονται ἕδνα, ὡς οἷον ἀντισηκοῦντες τὸ ἀδίκημα, καὶ τῇ βίᾳ καὶ ἀδικίᾳ παραμιγνύντες δικαιοπράγημα. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν, ὅτι τὸν μὲν Ὀδυσσέα περιφρονοῦντες ὡς μηκέτι ὄντα κατέδουσι τὰ ἐκείνου, βίοτον τοῦτον ἀλλότριον, τὴν δὲ Πηνελόπην ἕκαστος ὡς γυναῖκα ἕξων θεραπεύει δώροις. Ἀντιθέαν δὲ αὐτὴν Ὀδυσσεὺς λέγει κληθῆναι παρὰ τοῦ Τειρεσίου, ὑποδεικνὺς τῷ Ἀλκινόῳ ἀγαθῆς ἀντιποεῖσθαι γυναικὸς, διʼ ἣν οὐκ ἂν ἐθέλοι μένειν παρὰ τοῖς Φαίαξιν, ἀλλὰ ταχὺ ἀπελθεῖν ἵνα νικήσας τοὺς μνηστῆρας ὁποῖά τι μέγα ἔπαθλον νίκης αὐτὴν λήψεται. Σημείωσαι δὲ καὶ ὅτι τὸ, ἠὲ δόλῳ ἢ ἀμφαδὸν, ἀντὶ τοῦ καὶ δόλῳ καὶ ἀμφαδὸν νοοῦσιν οἱ παλαιοὶ, δόλῳ μὲν τὰ πρῶτα, διʼ οὗ ἐπέκρυψεν ἑαυτὸν, ὕστερον δὲ ἀμφαδὸν ὀξέϊ χαλκῷ. ἄλλως γὰρ οὐκ ἐχρῆν λοξὰ τὸν Τειρεσίαν μαντεύσασθαι. Ὅτι συμβουλεύει Τειρεσίας τῷ Ὀδυσσεῖ, ἐπειδὰν περιγένηται τῶν μνηστήρων, τότε δὴ ἔρχεσθαι λαβόντα εὐῆρες ἐρετμὸν, εἰσόκε τοὺς ἀφίκηται οἳ οὐκ ἴσασι θάλασσαν ἀνέρες, οὐδέθʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν. οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους, οὐδʼ εὐήρεʼ ἐρετμὰ, τά τε πτερὰ νηυσὶ πέλονται. βούλεται δὲ ἡ τοῦ Τειρεσίου παραίνεσις λαβεῖν τὸν Ὀδυσσέα κώπην ἐπὶ τοῖς ὤμοις καὶ ὁδεύειν ἕως ἂν εἰς ἄνδρας ἔλθοι μὴ εἰδότας θάλασσαν ἢ ἐμβρωματιζομένους μετὰ ἁλῶν ἢ ἐπιστήμονας νηῶν, ἵνα δηλαδὴ τιμηθῇ Ποσειδῶν ἠπειρώτης ἐν τόποις οἷς οὐ φέρεται αὐτοῦ ὄνομα. φιλοτιμία γάρ τις καὶ τὸ τιμᾶσθαί τινας παρʼ οἷς οὐ γνωρίζονται. διόπερ ὁ πρὸς εἰδότας λέγων ἐπαίνους τινῶν ἀκούσοι ἂν τὸ, εἰδόσιν Ἀχαιοῖς ταῦτʼ ἀγορεύεις. τίνες δʼ ἂν εἶεν οἱ μὴ εἰδότες Ποσειδῶνα; ὅσοι οὐκ ἴσασι τὰ ἀνωτέρω ῥηθέντα. οἱ δὲ παλαιοὶ καί τινων τοπικῶν ὀνομάτων βαρβαροφώνους δούπους ἱστοροῦσι, Βουνίμαν λέγοντές τινα ἢ Κελκέαν, ἐν οἷς Ὀδυσσεὺς τὸν Ποσειδῶνα ἐτίμησε. καὶ ταῦτα μὲν τοιαῦτα. Ὁ δὲ Ὁμηρικὸς Τειρεσίας μὴ ὀνομάζων μὲν, ἄλλως δὲ σημαίνων σαφῶς ποῖος ἂν εἴη τοιοῦτος τόπος προσήκων εἰς τιμὴν τῷ Ποσειδῶνι, φησὶν οὕτως· Σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδὲς, ἤγουν εὔγνωστον. διὸ οὐδʼ ἂν σελήσει. ὁππότε κεν δή τοι συμβλήμενος ἤγουν συναντήσας ἄλλος ὁδίτης, φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ, καὶ τότε δὴ γαίῃ πήξας εὐῆρες ἐρετμὸν, ἔρξας ἢ μάλιστα ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι, ἀρνειὸν ταῦρόν τε, συῶν τʼ ἐπιβήτορα κάπρον, οἴκαδʼ ἀποστείχειν. ἕρδειν θʼ ἱερὰς ἑκατόμβας ἐκεῖσε κοινῇ τοῖς οὐρανίοις. εἶτα καὶ οἷος ἔσται θάνατος τῷ Ὀδυσσεῖ λέγων ἐκ περιττοῦ διὰ τὸ τῆς ἱστορίας ἐντελὲς, φησί· θάνατος δέ τοι ἐξ ἁλὸς ἢ ἔξαλος αὐτῷ ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὃς κέ σε πέφνῃ γήρᾳ ὑπὸ λιπαρῷ ἀρημένον. ἀμφὶ δʼ ἑταῖροι ἢ μᾶλλον ἀμφὶ δὲ λαοὶ ὄλβιοι ἔσονται. ἐφʼ οἷς τὸν λόγον περαίνων κομματικῶς φησί· τάδε τοι νημερτέα εἴρω. καὶ ἔστιν ὁ λόγος οἰκεῖος μάντεϊ ὃς θαῤῥεῖ μηδὲν ψεύδεσθαι. Ἰστέον δὲ ὅτι σήματος ὅ πέρ ἐστι σημείου ὑποκοριστικὸν κοινότερον εὕρηται σημάτιον, κατὰ τὸ γράμμα γράμματος γραμμάτιον. σημάδιον δὲ εἰπεῖν ἀκολουθεῖ μὲν ἀναλογίᾳ τῇ, χεῖμα χειμάδιον, κατὰ τὸ βασιλέων χειμάδιον. δοκεῖ δὲ ὅμως ἰδιωτικώτερον εἶναι. Τὸ δὲ ῥηθὲν ὑπὸ τοῦ Τειρεσίου σῆμα τοιοῦτόν ἐστιν. ὡς ἐπεὶ ἀπορεῖν σε εἰκὸς ὦ Ὀδυσσεῦ ποῖ δή ποτε τοιούτους ἄνδρας εὑρήσεις, μὴ εἰδότας δηλαδὴ θάλασσαν καὶ νῆας, ἔστω σοι τῶν τοιούτων σημεῖον καὶ γνώρισμα, τόδε, εἴ τις ὁδίτης ἀντώμενος καὶ ἰδὼν φέροντά σε ἐπὶ ὤμου τὸ ἐρετμὸν ἤτοι τὴν κώπην εἴποι φέρειν σε ἀθηρηλοιγὸν, ὅ ἐστι πτύον, λικμητήριον, τὸ τῶν ἀθέρων ὀλοθρευτικόν. ἐξ ὧν καὶ τὸ ἀθερίζειν ἐν Ἰλιάδι. ἐν γὰρ τῷ λικμᾶσθαι σῖτος μὲν ἀποτίθεται καὶ ἄχυρον δὲ τημελεῖται, ἀθέρες δὲ οὐδαμοῦ εἰσὶν, ἅτε λεπτυνθέντες καὶ ῥιπισθέντες ἀνέμοις. ἔχει δὲ λόγον ἡ τοιαύτη ἑρμηνεία καὶ διὰ τὸ πλάτην καλεῖσθαι ἄμφω. πλάτη γὰρ θαλασσία τὸ ἐρετμόν. καὶ πλάτη χερσαία τὸ πτύον. Σοφοκλῆς δὲ, φασὶ, παραφράζων τὸ Ὁμηρικὸν φησίν· ὤμοις ἀθηρόβρωτον ὄργανον φέρων. καὶ ὤφειλε μὲν ἀθερόβρωτον εἶναι, ἀθὴρ γὰρ ἀθέρος ὡς αἰθὴρ αἰθέρος, ἠκολούθησε δὲ τῷ ἀθηρολοιγός. ὃ καὶ αὐτὸ ἀθερηλοιγὸς ὀφεῖλον εἶναι, ὅμως διʼ ἐκτάσεως ἐγράφη διὰ τοῦ η ὁμοίως τῷ, Μεθώνη Μηθώνη. Φέρης Φέρητος Φηρητιάδης, καὶ τοῖς τοιούτοις. πρὸς ὁμοιότητα δὲ τοῦ βροτολοιγὸς, σύγκειται ὁ ἀθηρηλοιγός. τοῦτο δὲ ἰσοδύναμον τῷ ἀθηρόβρωτος. καὶ οἱ μὲν παλαιότεροι οὕτως. οἱ δὲ νεώτεροι ἀθηρηλοιγὸν νοοῦσι τὴν κώταλιν, ἤγουν τὸ τῆς ἀθήρης κίνητρον, ἵνα ἀστείως ὁ ἠπειρώτης ἐκεῖνος ἐκφλυαρίζῃ τὴν κώπην τῇ πρὸς τορύνην ὅ ἐστι δοίδυκα ὁμοιότητι, καὶ ἔχει ἀκριβέστερον ἡ τοιαύτη ἑρμηνεία τοῦ ἀθηρηλοιγοῦ. ἀθὴρ γὰρ οὐκ ἀμφιλέκτως τὸ τοῦ στάχυος λεπτότατον ἄκρον ὃ δίκην αἰχμῆς προβέβληται κατὰ τῶν ἀφανίζειν ἐθελόντων σπερμολόγων ὀρνέων, ἀλλὰ μάλιστα, ὡς ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐγράφη, ἀθέρες ἐλέγοντο, οἱ ἀγενεῖς ἀστάχυες, οὓς δηλαδὴ οὐκ ἔστι θερίζειν. ἀθήρη δὲ, ἡ ἑψημένη σεμίδαλις. ἣν καὶ ἀθάραν φησὶν ὁ κωμικός. Ἰστέον δὲ ὅτι τὴν ῥηθεῖσαν εἰκασίαν τῆς κώπης πρὸς ἀθηρηλοιγὸν οὐ τοσοῦτον παίζων ὁ ἀθάλαττος ὁδίτης ἐκεῖνος δόξει ποιήσασθαι, ὅσον ἀγνοῶν ἀγροικώτερον διὰ τὸ πάντῃ ἀσύνηθες. οὕτω καὶ ὁ Προυσαεὺς Δίων ἀγρότην τινὰ γράφει τὸν τῆς Εὐβοϊκῆς ἀγορᾶς κύκλον εἰκάζοντα φάραγγι, ὁποίων πολλῶν οἱ κυνηγετοῦντες πειρῶνται. καὶ βρέφος δὲ τριετὲς μὴ πειραθέν πω χειμῶνος ἔγνωσται περὶ τὸ τρίτον ἔτος χιόνα κατενεχθεῖσαν ἣν οὔπω εἶδεν, εἰς ἄλευρον εἰκάζων καὶ εἰς τίτανον καὶ εἰς τυρὸν, ὧν πεπείρατο. εἰκὸς δὲ καὶ περιεργότερον τὸν ὁδίτην οὕτως εἰκάσαι ὡς ἐν ἀστεϊσμῷ, καθὰ καὶ νῦν τῶν τινες εὐτραπέλων τοὺς ξίφη περιεζωσμένους τῶν στρατιωτῶν οἰακίζεσθαι τῇ σπάθῃ φασὶ κατὰ ναυτικόν τινα εἰκασμόν. Τὸ δὲ ἀνὰ φαιδίμῳ ὤμῳ, δύναται μὲν καὶ δυϊκῶς νοηθῆναι ἀντὶ τοῦ, ἀνὰ τοὺς ὤμους, Ὁμηρικώτερον δὲ εἰπεῖν αὐτὸ εἰρῆσθαι κατὰ δοτικὴν ἑνικὴν πτῶσιν. καὶ εἰσὶ τοιαύτης παραδείγματα συντάξεως καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. συντελεῖ δʼ ἐνταῦθα καὶ τὸ, ἀνὰ σοὶ τάδε πάντα λέπαργε, ταυτὸν ὂν τῷ, ἀνὰ τοῖς σοῖς ὤμοις ἢ ἀνὰ τῷ σῷ ὤμῳ. βοὸς δὲ ἐπίθετον τὸ λέπαργε, λευκοῦ ἴσως κατὰ τὸ λεπτιζόμενον ἐξ αὐτοῦ, ἤγουν κατὰ τὸ δέρμα. παροιμία δέ ἐστι τὸ ῥηθὲν ἐπὶ τῶν οὐδὲ μετὰ κάματον ἀνιεμένων. καὶ γάρ φασι βοῒ λυθέντι ἔργον ἐπιτίθεται ὁ ζυγὸς καὶ τὰ σκεύη τῷ δυνατωτάτῳ. Ὅρα δʼ ἐν τούτοις τὸ, βοῒ λυθέντι ἔργου. ὅθεν σύγκειται ὁ δειλινὸς βουλυτός. Ἐνταῦθα δὲ σημειωτέον καὶ ὅτι ὁ γράψας τὴν ἀνα πρόθεσιν εἰλῆφθαι ἀντὶ τῆς ἐπι ἐν τῷ, ἀνὰ Γαργάρῳ ἄκρῳ ἤδη δὲ καὶ ἐν τοῖς ἄλλοις τοῖς ὁμοίοις οὐκ ἠλλοίωσε τὸ τὴν ἀνα πρόθεσιν ἐν τοῖς τοιούτοις τὴν ἄνω σχέσιν δηλοῦν. καὶ γὰρ καὶ ἡ ἐπι πρόθεσις ἐπὶ τοιούτου ἔστιν ὅτε σημαινομένου τίθεται. εὖ δὲ πάντως λέγει ἐκεῖνος καὶ ὅτι ἡ ἀνα πρόθεσις ἐν μὲν τῷ ἀνάθορε τὴν ἄνω σχέσιν δηλοῖ, ἐν δὲ τῷ ἀνέλαβε τὸ ἐξ ὑστέρου, ἐν δὲ τῷ χρυσέῳ ἀνὰ σκήπτρῳ ἀντὶ τῆς συν εἴληπται, ἐν δὲ τῷ ὤχθησαν δʼ ἀνὰ δῶμα Διὸς τῇ κατα ἰσοδυναμεῖ, ἐν δὲ τῷ κτείνονται δʼ ἀνʼ αὐτὰς ἶσον δύναται τῇ παρα, βαρυνομένη δὲ ὡς ἐν τῷ, ἀλλʼ ἄνα εἰ μέμονάς γε, τὸ ἀνάστηθι σημαίνει. Ἰστέον δὲ ὅτι ὁ ἐπικρίνας τραχὺν εἶναι τῷ ῥυθμῷ στίχον τὸ, τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρὸς, ἐκεῖνος λέγει κακοφώνου μὲν ῥυθμοῦ εἶναι τὸ, φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ. μαλακοειδῆ δὲ τὸν ὁμαλῶς ἀκοῇ προσπίπτοντα, οἷον, αἵματί οἱ δεύοντο κόμαι χαρίτεσσιν ὁμοῖαι. λογοειδῆ δὲ τὸν καὶ πολιτικὸν, ὃς ἄνευ πάθους φησὶν ἢ τρόπου λέγεται, οἷον, ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα. καὶ τοιάδε μὲν ταῦτα. Εὐῆρες δὲ ὅτι οὐ μόνον ἐπὶ ἐρετμοῦ οὐδὲ μόνον ἐπὶ πλοίου ἀλλὰ καὶ τὸ ἁπλῶς ἐπιεικὲς καὶ πρᾷον ἡ λέξις δηλοῖ καὶ εὐάγωγον, καὶ ἀλλαχοῦ ἐδηλώθη. καιρία δὲ ὡς ἐν ποιήσει λέξις τὸ, εὐῆρες ἐρετμόν. διὸ καὶ τρὶς ἐνταῦθα χρῆται Ὅμηρος ταύτῃ κατὰ σχῆμα ἐπιμονῆς. Τὸ δὲ εἰσόκε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν γέγονέ ποτε χρήσιμον κατὰ παρῳδίαν Ἀμαρδίωνι τῷ Ἀχαιῷ, ὃς φεύγων Φίλιππον καὶ εὑρεθεὶς καὶ ἐρωτηθεὶς ἕως πότε οὕτω ποιήσει, ἔφη, εἰσόκε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι Φίλιππον. Ἐν δὲ τῷ, οὐδέθʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν, ὀκνοῦσι τινὲς τοὺς ἅλας νοῆσαι, λέγοντες ὡς καὶ παρὰ ἠπειρώταις, οἳ οὐκ ἴσασι θάλασσαν, ἅλες εὑρίσκονται, οἷον ὀρυκτοὶ, ἢ καὶ ἄλλως, ἐκ τοῦ ἀναβράττειν ἁλμυρὰ φρεατιαῖα ὕδατα. ὃ δή που καὶ περὶ τὰ ἀρκτῷα γίνεται. ἤδη δὲ καὶ ἀπὸ ῥιζῶν τινῶν ὑφαλμύρων καύσεως. ἑρμηνεύουσιν οὖν τὸ ἅλεσσι μεμιγμένον εἶδαρ, ἀντὶ τοῦ τοῖς ἐκ θαλάττης βρώμασι. τὸ μέντοι εἰπεῖν ἅλεσσι ταῖς θαλάσσαις οὐδόλως προσδέδεκται, διὰ τὸ τὴν κλῆσιν τῆς ἁλὸς μὴ διαβαίνειν. ἐπέκεινα τῶν ἑνικῶν, ὁμοίως τῇ γαίᾳ. ἐκείνη γὰρ καὶ εἰς πληθυντικὰ μεταβαίνει ὡς πολλαχοῦ φαίνεται. κρεῖττον μέντοι νοεῖν τοὺς κοινῶς λεγομένους ἅλας, ἵνα δηλοῖ ἄκραν ἀγροικίαν ἀνθρώπων ἐκείνων οἳ οὐδαμῶς ἅλας οἴδασιν, οὔτε θαλασσίους οὔτε ὀρυκτοὺς οὔτε τοὺς ἄλλοθεν. Νῆες δὲ φοινικοπάρῃοι αἱ ἀλλαχοῦ μιλτοπάρῃοι διὰ τὸ τῆς μίλτου φοινικοῦν. Πτερὰ δὲ νηὸς, τὰς κώπας λέγει, κρεῖττον ἤπερ ὁ Λυκόφρων τὰ ἱστία. εἰ γὰρ καὶ τάχους αἴτια τῇ νηῒ καὶ τὰ ἱστία καθὰ καὶ αἱ κῶπαι, ἀλλὰ τὸ σχῆμα τῶν πτερῶν μᾶλλον αἱ κῶπαι σώζουσιν ἤπερ τὰ λαίφεα. καί πως κατὰ τὰ σχιζόπτερα πέτεται ἡ ναῦς ταῖς κώπαις ὅσα καὶ πτεροῖς. Ἐν δὲ τῷ, ἀνὰ φαιδίμῳ ὤμῳ, δοτικῇ συντάσσεται ἡ ἀνα πρόθεσις ὡς καὶ ἐν τῇ Ἰλιάδι σεσημείωται. Τὸ δὲ ἱερὰ καλὰ τὸ ὕστερον καλλιερεῖν καὶ τὸ καλλιέρημα συνέθηκεν. Ἀρνειὸς δὲ, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, θύεται Ποσειδῶνι διὰ τὸ πρᾷον τῆς θαλάσσης ὅτε ἠρέμα πορφύρει γαλήνιον, ταῦρος δὲ διὰ τὸ κατὰ σφοδρότητα κινήσεως πληκτικὸν, ἔτι δὲ καὶ διὰ τὸ μυκητικὸν καὶ διὰ τὰς ἐν τῷ ὕδατι δὲ καμπτὰς δίκην κεράτων. κάπρος δὲ διὰ τὸ τοῦ ὑγροῦ γόνιμον. συνουσιαστικὸν γὰρ ὁ ἄῤῥην καπρός. ὅθεν καὶ καπρᾶν τὸ οὕτως ὀρέγεσθαι, καὶ καπρῶσα γυνὴ ἡ οὕτως ἐφιεμένη. Τὸ δὲ συῶν ἐπιβήτορα περίφρασίς ἐστι τοῦ κάπρου. Ἰστέον δὲ ὅτι ἡ τοιαύτη θυσία τριττύα λέγεται παρὰ τοῖς παλαιοῖς, οἳ τριττύαν ἔλεγον τὴν ἐκ τριῶν ζώων θυσίαν, οἷον, δύο μήλων καὶ βοὸς, ὡς Ἐπίχαρμος, ἢ βοὸς καὶ αἰγὸς καὶ προβάτου, ἢ κάπρου καὶ κριοῦ καὶ ταύρου. ἡ δὲ τοιαύτη καὶ βούπρωρος φασὶν ἐλέγετο διὰ τὸ προηγεῖσθαι αὐτῆς οἷα νηὸς πρώραν τὸν βοῦν. φράζει δέ τινα τριττύαν καὶ ὁ κωμικὸς ἐν τῷ, βουθυτεῖ ὗν, καὶ τράγον καὶ κριόν. ἐλέγετο δὲ καὶ δωδεκαῒς θυσία ἡ ἐκ δώδεκα ζῴων. ἡ δʼ αὐτὴ καὶ διὰ τοῦ η δωδεκηΐς. ὡς δὲ καὶ ἑκατόμβη ἐλέγετο ἡ ἐξ ἑκατὸν, καὶ χιλόμβη ἡ ἀπὸ χιλίων, δῆλόν ἐστιν. οὕτω δὲ καὶ ὅτι ἀρνειὸς μὲν ὀξυτόνως ζῷον, ἀρνεῖος δὲ μὴν προπερισπωμένως. Τὸ δὲ νοστῆσαι περιφράζων οἴκαδε ἀποστείχειν λέγει. Θάνατος δὲ ἔξαλος ὁ ἠπειρωτικὸς καὶ ἔξω θαλάσσης, ἵνα λέγῃ ὅτι εἰ καὶ δυστυχεῖς ὦ Ὀδυσσεῦ κατὰ θάλασσαν, ἀλλʼ ὁ θάνατός σοι οὐκ ἐν αὐτῇ ἔσται ἀλλʼ ἔξω αὐτῆς. τινὲς δὲ ἐξ ἁλὸς γράφουσι κατὰ παράθεσιν ἐν δισὶ μέρεσι λόγου, λέγοντες ὡς Τηλέγονος ὁ Κίρκης καὶ Ὀδυσσέως ἡφαιστότευκτον δόρυ ἔχων οὗ ἀδαμαντίνη μὲν ἡ ἐπιδορατὶς, αἰχμὴ δὲ κέντρον θαλαττίας τρυγόνος, χρυσοῦς δὲ ὁ στύραξ. καὶ ἐλθὼν ἐκ Τυρσηνίας εἰς ἀναψηλάφησιν τοῦ πατρὸς καὶ λεηλατῶν ἀγνοίᾳ τὰ ἠπειρωτικὰ τοῦ Ὀδυσσέως κτήματα καὶ εὑρὼν ἀντίπαλον τὸν πατέρα, ἀνεῖλεν οὐκ εἰδώς. καὶ οὕτω τῷ κατὰ θάλασσαν ἀεὶ κακῶς πράττοντι ἐκ θαλάττης αὖθις ὁ θάνατος, ὃς ἔπεφνεν αὐτὸν, καθὰ καὶ Ὀππιανὸς ἱστορεῖ, τῷ τῆς τρυγόνος κέντρῳ, ἣν Φόρκυς φασὶν ἀνεῖλεν φθείρουσαν τοὺς ἐν τῇ Φορκίδι λίμνῃ ἰχθῦς. Ἰστέον δὲ ὡς εἰ καὶ ἐγράφη προσεχῶς οἷά τι ἕτερον ἡ ἐπιδορατὶς καὶ ἡ αἰχμὴ, ἀλλʼ οἱ πλείους ἰσοδύναμα ταῦτα κατὰ πολυωνυμίας οἴδασι. διὸ εἴη ἂν καὶ ἐνταῦθα ἐπιδορατὶς μὲν ἀδαμαντίνη, τὸ ἐπὶ τῷ δόρατι ἤγουν τὸ μετὰ τὸ δόρυ ἐξ ἀδάμαντος ὀξύ. αἰχμὴ δὲ τρυγόνος τὸ ἐπὶ τῷ ἀδάμαντι ὀξύτατον, εἰ μὴ ἄρα τυχὸν μεμέρισται ἄλλως πως ἡ ἱστορία, καὶ οἱ μὲν ἀδαμαντίνην τὴν ὅλην εἶπον ἐπιδορατίδα, οἱ δὲ πάλιν τὴν ὅλην ἀπὸ κέντρου τρυγόνος. Ἰστέον δὲ καὶ ὅτι εἴτε ἔξαλος γράφει τις εἴτε ἐξ ἁλὸς, λοξότητα χρησμοῦ μιμεῖται ὁ τοιοῦτος λόγος τοῦ Τειρεσίου διὰ τὸ ἀσαφὲς καὶ δυσεξήγητον. Ἰστέον δὲ ὅτι ὁ παρὰ τοῖς μεθʼ Ὅμηρον ἐν δυσὶ λ ἔξαλλος ἄλλο τι παντελῶς ἐστὶ παρὰ τὸν Ὁμηρικὸν ἔξαλον. καὶ δηλοῖ αὐτὸ καὶ ἡ ἔξαλλος στολὴ, ὅ πέρ ἐστιν ἡ ἐξέχουσα τῶν ἄλλων καὶ οὕτω παρεξηλλαγμένη. Ἀβληχρὸς δὲ θάνατος ὁ ἀσθενὴς καὶ ἠρεμαῖος διὰ τὸ ἄνοσον, ὁποῖος ὁ ἐν γήρᾳ μάλιστα λιπαρῷ. καὶ τοῦτο μὲν κατὰ τὴν ἔννοιαν τοῦ ἔξαλος. εἰ δὲ πληγεὶς τέθνηκεν Ὀδυσσεὺς, εἴη ἂν ἀβληχρὸς θάνατος καθόλου ὁ ἀβληχροποιὸς, ὡς ἀσθενεῖς ποιῶν τοὺς θνήσκοντας. Γῆρας δὲ λιπαρὸν τὸ δίχα νόσου καὶ τῆς ἐκεῖθεν τηκεδόνος, καὶ ἄλλως δὲ τὸ εὔδαιμον, ᾧ ἐναντίον μετʼ ὀλίγα τὸ, χαλεπὸν δʼ ἐπὶ γῆρας ἱκάνει. Ὄλβιοι δὲ λαοὶ οἱ εὐδαίμονες. μέρος δὲ πάντως εὐτυχίας βασιλεῖ τομέγιστον, ὀλβίους ὑπʼ αὐτῷ εἶναι τοὺς λαούς. διὸ καὶ ἀλλαχοῦ φησίν· ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτῷ. Ὅτι ὁ ἐφʼ οἷς ἂν μάθοι κακοῖς μὴ ἔχων τί ποιήσειν, εἴποι ἂν τὸ, τὰ μὲν ἄρ που ἐπέκλωσε θεὸς αὐτός. Λύπης δὲ γονικῆς φραστικὸν τὸ, ἀκέουσα ἢ ἀκέων ἧσται οὐ δʼ ἑὸν υἱὸν ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι. σαφοῦς δὲ καὶ συντόμου λόγου ἐνδεικτικὸν τὸ, ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐνὶ φρεσὶ θείω. Πρὸς δὲ ἀνομίλητον εἰπεῖν ἁρμόττει τὸ, ὅν τινα μὲν ἂν ἐᾷς ᾆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει. ᾧ δʼ ἂν ἐπιφθονέοις, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω. τὸ δὲ τοιοῦτον καὶ ἐπὶ τῶν ἐπὶ μισθῷ βαρεῖ διδασκόντων παρῳδήσεταί ποτε. Ὅρα δὲ τὸ, νημερτὲς ἐνίψει, ἀντὶ τοῦ ἁπλῶς εἴπῃ, οὐ μὴν μετά τινος κακολογίας, ὡς ἀλλαχοῦ λέγεται. Ἐν τούτοις δὲ καὶ τὸ ἀναγνωρίσαι ἀναγνῶναι κεῖται, οἷον· πῶς κέν με ἀναγνοίη. μετʼ ὀλίγα δὲ τὸ αὐτὸ καὶ δίχα προθέσεως. ἐρεῖ γάρ· αὐτίκα δʼ ἔγνω, ἤγουν ἀνεγνώρισεν, ἡ μήτηρ δηλαδὴ Ἀντίκλεια μετὰ τὸ πιεῖν αἷμα. ὃ δὴ καὶ ἐπὶ τῶν ἄλλων κοινῶς ψυχῶν γίνεται. κατὰ γὰρ τὸν Τειρεσίαν, ὃν μὲν ἐᾷ νεκύων ὁ Ὀδυσσεὺς αἵματος ἐγγὺς ἐλθεῖν, ἐκεῖνος νημερτές τι ἐρεῖ. ὁ δὲ φθονηθεὶς πάλιν εἶσιν ὀπίσσω. τοῦτο δὲ γραφῆναι χρήσιμον ἐπί τινος οὐκ ἂν ἄλλως ὠφελοῦντος, εἰ μὴ μετὰ βαρὺ κέρδος, καὶ οἷον πόσιν αἵματος τοῦ ἐκ τῶν ὠφελουμένων. Ὅτι δὲ τὸ οὕτω πιεῖν καὶ ἀναγνωρισμοῦ ἦν αἴτιον κατὰ τὸν ποιητικὸν λῆρον καὶ τοῦ μαντεύεσθαι, δηλοῖ καὶ Ἀντίκλεια πιοῦσα καὶ εὐθὺς γνωρίσασα, καὶ ὑπονοήσασα ὡς Τροίηθεν ἀλώμενος ὁ υἱὸς ἐνθάδʼ ἱκάνει οὐδέπω ἐλθὼν εἰς Ἰθάκην οὐδὲ τὴν γυναῖκα ἰδών. Ὅτι πρὸς τὸν παραβαλόντα δυσδαίμονι καὶ σκυθρωπῷ τινι τόπῳ λεχθείη ἂν τὸ, τέκνον ἐμὸν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα ζωὸς ἐών; χαλεπὸν δὲ ταῦτα ζωοῖσιν ὁρᾶσθαι. Ὅτι φανερῶς ἐνταῦθα ὁ ποιητὴς δηλοῖ τὴν Ὀδυσσέως μυθικὴν εἰς Ἅιδου κατέλευσιν ἐπὶ τὰ πέραν ἐκεῖθεν τέρματα γενέσθαι τοῦ Ὠκεανοῦ, ἔνθα καὶ τοὺς ἀστέρας δηλαδή φασιν δύνειν. λέγει γάρ· πῶς ἦλθες ὑπὸ ζόφον, καὶ ἑξῆς, ὡς προεγράφη. μέσσῳ γὰρ, ἤγουν διὰ μέσου, μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα. Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι πεζὸν ἰόντα, ἢν μή τις ἔχῃ εὐεργέα νῆα. διὰ μέσου ἄρα τοῦ Ὠκεανοῦ μυθεύεται εἰς Ἅιδην Ὀδυσσεὺς ἐλθεῖν πλεύσας νηῒ πανημέριος, ὡς προδεδήλωται, οἷα τῆς κατὰ τὴν Κίρκην νήσου ἢ ἐν Ὠκεανῷ πεπλασμένης εἶναι ἢ πρὸς τῷ Ὠκεανῷ κατὰ τὴν ποιητικὴν τερατείαν. Τὰ δὲ δεινὰ ῥέεθρα αἰπὰ ἐν ἄλλοις φησί. Τὸ δὲ Ὠκεανὸς μὲν πρῶτα ἀντὶ τοῦ, πρὸ τῶν ἄλλων, ἤγουν ὑπὲρ τοὺς ἄλλους ποταμούς. καὶ ἄλλως δὲ, πρῶτος τοῖς ἐκεῖθεν ἐπὶ τὴν οἰκουμένην πλεύσουσιν, ἵνα ὁ αὐτὸς Ὠκεανὸς ὕστατος μὲν εἴη τοῖς ἐρχομένοις ἐκεῖ, πρῶτος δὲ τοῖς ἐκεῖθεν ἀπαίρουσιν. Ὅτι πλάνητος ἀνδρὸς λόγος τὸ, οὐ γάρ πω σχεδὸν ἦλθον πατρίδος, οὐδέ πω ἀμῆς γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχων ἀλάλημαι ὀϊζύν. Τὸ δὲ ἀμῆς γῆς καθʼ ὁμοιότητα τοῦ ὑμῆς, ὅ πέρ ἐστιν ὑμετέρας κατὰ δεύτερον ἀντωνυμικὸν πρόσωπον. Ὅτι εὑρὼν Ὀδυσσεὺς μέθοδον τοῦ πρὸς τὸν Φαίακα βασιλέα τὰ οἴκοι ἀφηγήσασθαι, μάλιστα μὲν οὖν μεθοδεύσας δεξιῶς ὁ ποιητὴς ἱστορῆσαι αὐτὰ ποιεῖται τοιαύτην ἐρώτησιν πρὸς Ἀντίκλειαν· τίς νύ σε κὴρ ἐδάμασε τανηλεγέος θανάτοιο, ἢ δολιχὴ νοῦσος, ἢ Ἄρτεμις ἰοχέαιρα οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν. εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος ἤγουν περὶ πατρὸς καὶ υἱοῦ, ἢ παρʼ ἐκείνοις ἐστὶν ἐμὸν γέρας, τὸ τῆς βασιλείας δηλαδὴ, ἠέ τις ἤδη ἀνδρῶν ἄλλος ἔχει. εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε, ἢ μένει παρὰ τῷ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει, ἢ ἤδη αὐτὴν ἔγημεν Ἀχαιῶν, ὅς τις ἄριστος, ὡς ἐπαξίαν οὖσαν τοιούτου ἀνδρός. καὶ τοιαῦτα μὲν τὰ τοῦ Ὀδυσσέως ὡς ἐν εἴδει προεκθέσεως. ἡ δὲ ἐρωτηθεῖσα μήτηρ ἀμείβεται ὅτι καὶ λίην κείνη γε μένει τετληότι θυμῷ πενθοῦσα, καὶ ὅτι σὸν οὔπω τις ἔχει καλὸν γέρας, τὸ τοῦ βασιλεύειν δηλονότι, ἀλλὰ ἕκηλος Τηλέμαχος τεμένη νέμεται, ὅ ἐστιν ἀγροὺς, καὶ δαῖτας ἐΐσας δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρʼ ἀλεγύνειν. πάντες γὰρ καλέουσιν. εἶτα διηγεῖται ἡ τεθνηκυῖα μήτηρ καὶ τὰ κατὰ τὸν Λαέρτην, οὕτω· πατὴρ δὲ σὸς αὐτόθι μίμνει ἀγρῷ οὐδὲ πόλινδε κατέρχεται οὐδέ οἱ εὐναὶ δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα, ἀλλʼ ὅγε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ ἐν κόνι ἄγχι πυρὸς, κακὰ δὲ χροῒ εἵματα εἷται. αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τε θαλυῖά τʼ ὀπώρη, ἡ μετὰ τὸ θέρος δηλαδὴ ὥρα, πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναὶ, ὅ πέρ ἐστιν ὑπογραφὴ στιβάδος. ἔστι γὰρ στιβὰς βολὴ ὅ ἐστι ῥίψις ἢ θέσις φύλλων κεκλιμένων χαμαί. ταῦτα δὲ πτωχικοῦ βιότου εἰσὶ φραστικά. τὸ δὲ ἐφεξῆς ἔπος λύπην φράζει γεροντικὴν ἐπὶ συγγενεῖ ἀποδήμῳ, τὸ, ἔνθʼ ὅγε κεῖτʼ ἀχέων. μέγα δὲ φρεσὶ, πένθος ἀέξει τὸν πότμον γοόων ἢ σὸν νόστον ποθέων, χαλεπὸν δʼ ἐπὶ γῆρας ἱκάνει καὶ ταῦτα εἰποῦσα ἡ μήτηρ ἐπιφέρει· οὕτω γὰρ καὶ ἐγὼ ὀλόμην καὶ πότμον ἐπέσπον, τουτέστι, σὲ ποθοῦσα τέθνηκα. εἶτα καὶ πλατύνουσα τὸν λόγον ὡς πρὸς τὴν τοῦ Ὀδυσσέως ἐρώτησιν πυθομένου εἰ δολιχὴ νοῦσος ἢ Ἄρτεμις ἀπήγαγεν αὐτὴν φησίν· οὔτε με ἐν μεγάροισιν ἐΰσκοπος ἰοχέαιρα κατέπεφνεν, οὔτε τις νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστα τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν· ἀλλά με σός τε πόθος, σά τε μήδεα φαίδιμʼ Ὀδυσσεῦ, σή τʼ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπήυρα. ὅθεν δῆλον, ὡς καὶ ἡ ἄκρα λύπη ἐπιτέμνει τὴν ζωήν. Οἰκεῖα δὲ τὰ προσεχῶς γραφέντα ῥηθῆναι καὶ ὅτε τις ἐπὶ ἀποδημίᾳ φίλου ἀγαθοῦ πολλὰ λυπεῖται. Ὅρα δὲ ὡς οἱ νεώτεροι μὲν ἀπάγξασθαι φασὶ τὴν τοῦ Ὀδυσσέως μητέρα πεπυσμένην δόλῳ Ναυπλίου Ὀδυσσέως τελευτὴν, ὃς δὴ Ναύπλιος πολλοὺς δολίως κατειργάσατο λυπηθεὶς ἐπὶ τῷ τοῦ σοφοῦ υἱοῦ Παλαμήδους θανάτῳ. ὁ δέ γε ποιητὴς λύπῃ μεταλλάξαι τὸν βίον ἱστορεῖ. οἱ δέ γε εἰπόντες ἀπάγξασθαι αὐτὴν, φασὶν ὡς τὴν ἀγχόνην ἐσίγησεν ὁ ποιητὴς διὰ τὸ μιαρὸν τοῦ τοιούτου θανάτου, αἰτίαν γὰρ ἤγουν αἰτίασιν εἶχον οἱ οὕτω τοῦ βίου ὑπεξάγοντες ἑαυτοὺς, καὶ οὐκ ἐδόκει καθαρὸς ὁ τοιοῦτος θάνατος. διὸ καὶ ὁ Τηλέμαχος ὕστερον τὰς κακὰς δουλίδας κρεμάσας ἀπάγει τοῦ βίου καὶ, ὡς ὁ ποιητός φησιν, ὑψόσε ἐπεντανύσας. καὶ ἐπισημειοῦται, ὅτι μὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην. Ἰστέον δὲ ὅτι ἐν τῷ, ἢ δολιχὴ νοῦσος ἢ Ἄρτεμις, ὁ η σύνδεσμος διαπορητικός ἐστι κατὰ τοὺς παλαιοὺς, δίχα δηλαδὴ ἐρωτήσεως ὡς ἐν τοῖς εἰς τὴν ἄλφα ῥαψῳδίαν τῆς Ἰλιάδος γέγραπται. ἔνθα δεδήλωται καὶ ὅτι πολλαχῶς ὁ τοιοῦτος νοεῖται σύνδεσμος. διαζευκτικός τε γάρ ἐστι καὶ διασαφητικὸς καὶ παραδιαζευτικὸς καὶ διαπορητικὸς ὅτε τις μὴ ἐρωτᾷ, καὶ ἰσοδύναμος τῷ εἰ καὶ ἐρωτηματικὸς καὶ βεβαιωτικὸς καὶ συγκριτικός. ἐνταῦθα δὲ ῥητέον ὅτι καὶ λυτικὸς νόμῳ φιλοσόφων, οἷον· διὰ τί ἐπαινεῖται ἡ μέλισσα. τοῦτο ἀπορία. λύσις δὲ αὐτῆς τὸ, ἢ ὅτι ἀγαθὴ ἐργάτις ἐστί. λαμβάνεται δέ ποτε καὶ ἀντὶ τοῦ εἰ μὴ, οἷον· τί ἂν καλὸν ἐποίησα ἢ τὸν ἄνδρα τοῦτον θαυμάσας, ἤγουν εἰ μὴ θαυμάσας. τοῦτο δὲ ἰσοδύναμόν ἐστι τῷ ἀλλα συνδέσμῳ. λαμβάνεται δέ ποτε τὸ ἢ καὶ ἀντὶ τοῦ καθό, φασιν, ἢ ως. αὐτὸ δὲ καὶ ἧχι μετʼ ἐπεκτάσεως γίνεται ἀντὶ τοῦ ὅ που. ἔστιν η καὶ ὅρκιον μετὰ τοῦ μὴν, οἷον· ἦ μὴν ποιήσω τόδε. οὕτω δὲ καὶ μετὰ τοῦ μὲν, οἷον· ἦ μέν μοι πρόφρων ἔπεσι καὶ χερσὶν ἀρήξειν. Περὶ δὲ τοῦ ἦ ἀντὶ τοῦ ἔφη, ῥήματος ὄντος, ἕτερος λόγος. ὅτι δὲ ὁ η σύνδεσμος λαμβάνεταί ποτε μετὰ ψιλῆς καὶ περισπωμένης ἀντὶ τοῦ ἄρα τοῦ κατʼ ἐρώτησιν προπερισπωμένου, οὐκ ἄδηλόν ἐστιν. ἐκεῖνο δʼ ἐν τοῖς τοιούτοις καινὸν φέρεται, ὅτι τὸ η, ἀντὶ τοῦ δή, ὅτε φασὶ καὶ ἐγκλίνεται, οἷον· ἐπείη. καὶ μὴν περὶ τούτου ἀλλοῖόν τι ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐγράφη, ὃ καὶ ζητητέον ἐκεῖ. Ἐπὶ τούτοις ἰστέον καὶ ὅτι δολιχὴ μὲν ὀξυτόνως ἡ μακρὰ Δολίχη δὲ βαρυτόνως, ὄνομα πόλεως, ὥσπερ καὶ δολιχὸς μὲν ὁ μακρὸς, δόλιχος δὲ προπαροξυτόνως ὄσπριόν τι. καὶ ὅτι οὐ μόνον Ἰώνων ἴδιον ἡ τοῦ υ ἐπένθεσις ἐν τῷ, νόσος νοῦσος, ὄρος οὖρος, ὅλος οὖλος. οἷον· οὖλος ἄρτος καὶ τοῖς ὁμοίοις, ἀλλὰ καὶ Αἰολεῖς ποιοῦσι τοιοῦτόν τι ἐν οἷς τὸ ἀτὰρ αὐτὰρ λέγουσι, καὶ τὸ θέω χέω πλέω ῥέω, οὐ διὰ μόνου τοῦ ε κλίνουσι κατὰ τὸ τελέω τελέσω, ἀλλὰ σὺν τῷ υ, θεύσω χεύσω πλεύσω ῥεύσω. Καὶ ὅτι ἡ δολιχὴ νόσος ἀντιδιαστέλλεται πρὸς τὸν ἐκ βολῆς Ἀρτέμιδος, ἀλλαχοῦ δὲ καὶ Ἀπόλλωνος, γινόμενον θάνατον, ὡς τοῦ τοιούτου αἴφνης ἐπισυμβαίνοντος, καθὰ πολλαχοῦ ἐδηλώθη, καὶ μὴ διὰ νόσου δολιχῆς γινομένου, ἣ μάλιστα διὰ τηκεδόνος θανατοῖ. Ἰοχέαιραν δὲ ὅτι τὴν ἰοτρόφον ἀσπίδα δριμέως οἱ μεθʼ Ὅμηρον ἐκάλεσαν, καὶ ἀλλαχοῦ δηλοῦται. Ἰστέον δὲ καὶ ὅτι Δίφιλος ἐν τῷ, Λητοῦς Διός τε τοξόδαμνε παρθένε, τὴν ἰοχέαιραν παρέφρασεν εἰς τοξόδαμνον. Σημείωσαι δὲ καὶ ὅτι τριῶν οὐσῶν ἐρωτήσεων ἐφεξῆς τῷ Ὀδυσσεῖ πρὸς τὴν μητέρα, ἤγουν, τίς νόσος αὐτὴν ἐδάμασε, καὶ εἴπερ τὸ αὐτοῦ γέρας παρὰ τῷ Λαέρτῃ καὶ τῷ Τηλεμάχῳ ἐστὶ, καὶ πῶς ἔχει τὰ κατὰ τὴν γυναῖκα. διὸ καὶ τρὶς ἐν τούτοις κεῖται τὸ, εἰπέ μοι τόδε, καὶ πάλιν, εἰπὲ δέ μοι πατρὸς καὶ υἱέος, καὶ, εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν. ἡ μήτηρ ἐν τῷ ἀποκρίνεσθαι ἀναποδίζει. καὶ ἀπὸ τοῦ τέλους ἀρξαμένη ἄνεισιν εἰς τὸ πρῶτον κατὰ βαθμίδα τινά. καὶ πρῶτα μὲν φησὶ περὶ τῆς γυναικὸς ὡς λίαν μένει παρὰ τῷ υἱῷ τετληότι θυμῷ, εἶτα περὶ τοῦ υἱοῦ, καὶ μετʼ αὐτὸν περὶ τοῦ πατρός. ἐφʼ οἷς ἐπαναβᾶσα εἰς τὸ πρῶτον λέγει περὶ τῆς νόσου. ὅθεν δῆλον ὡς οὐ πάντῃ ἀναγκαῖον ἐν ταῖς πεύσεσι πρῶτον ἀπαντᾶν πρὸς τὸ πρῶτον καὶ ἑξῆς πρὸς τὰ καθʼ εἱρμὸν, ἀλλʼ ὅπῃ τύχῃ γίνεσθαι τὰ τῆς ἀποκρίσεως καὶ ὅπως ἂν συμφέρῃ τῷ ἀποκρινομένῳ. Ὅτι δὲ Ἄρτεμις καὶ Ἀπόλλων τοῖς αἰφνιδίοις ἐπιστατεῖν θανάτοις λέγονται οἷς ἐναντίαι αἱ δολιχαὶ νόσοι, δῆλόν ἐστι, καὶ ὅπως ἀγανὰ βέλη τὰ τῶν αἴφνης θνησκόντων. Τὸ δὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει, παρηχεῖται κατὰ τὸ παιδὶ καὶ ἔμπεδα. καθὰ καὶ πρὸ τούτου τὸ, εἴδωλον ἑτέρωθεν ἑταίρου πόλλʼ ἀγόρευε. Τὸ δὲ ἔγημεν ὅτι διαφέρει τοῦ ἐγήματο, οὐκ ἄδηλον οὐδʼ αὐτὸ, καθὰ δηλοῖ καὶ τὸ, θάλαμον ἐν ᾧ οὐκ ἔγημεν ἀλλʼ ἐγήματο. ἀφʼ οὗ δοκεῖ παραξέσας Αἰθέριος εἰπεῖν τὸ βαινόμενος βαίνων ὅ τε νυμφίος ἄλλο τε νύμφη. Τὸ δὲ τετληότι θυμῷ, τλήμονα καὶ τὴν Πηνελόπην εἶναι δηλοῖ πρεπόντως τῷ τλήμονι ἀνδρὶ Ὀδυσσεῖ. Τὸ δὲ δαῖτας δαίνυται τρόπος ἐτυμολογίας ἐστίν. Ὅρα δὲ καὶ τὸ, πάντες καλέουσι, κοινότερον ῥηθὲν ἐπὶ τῆς εἰς δεῖπνον κλήσεως. δοκεῖ δὲ ἀρχαῖον ἔθος εἶναι εἰς δαῖτας δημοσίας προκαλεῖσθαι τοὺς βασιλεῖς τε καὶ τοὺς δικαστὰς ὡς δηλοῖ καὶ τὸ, δαῖτας ἃς ἐπέοικε δικασπόλον ἄνδρα ἀλεγύνειν, ὅ ἐστιν ἀλέγειν, ἐν λόγῳ ποιεῖσθαι, φροντίζειν. ἐνταῦθα δὲ καὶ εἰς ταυτὸν ἄγει τῷ βασιλεῖ τὸν δικασπόλον, διὰ τὸ πρέπειν τοιοῦτον εἶναι τὸν βασιλέα. Τὸ δὲ ἐν κόνι γράφεται μὲν καὶ διὰ διφθόγγου Ἀττικῶς, μάλιστα δὲ διὰ τοῦ ι ἐκ τοῦ κόνις κόνιος κόνιϊ καὶ κατὰ κρᾶσιν κόνι. Τίς δὲ ὁ γουνὸς τῆς οἰνοπέδου ἀλωῆς, προγέγραπται. Ἡ δὲ κατὰ τὸ θέρος πάντῃ χαμαὶ βεβλημένη τῶν φύλλων χύσιν δαψίλειαν τε εἶναι στιβάδων δηλοῖ τῷ τοῦ Ὀδυσσέως πατρὶ, καὶ αὐτὸν δὲ πάντῃ ἀσθενῆ τυγχάνειν παρασημαίνει, εἴπερ οὕτω συχνὰ πίπτει κατὰ στιβάδων. Κεκλιμένα δὲ φύλλα λέγει, οὐχʼ ὅτι φυλλοχόος μὴν τηνικαῦτα, ἀλλὰ τὰ ἐπίτηδές φασι κεκλαδευμένα. Εὐναὶ δὲ χθαμαλαὶ πρὸς διαστολὴν ἑτέρων ὑψηλοτέρων στιβάδων, ἵνα εἶεν αὗται πάνυ εὐτελεῖς διὰ τὸ καὶ πεδιναὶ εἶναι καὶ διατοῦτο ταπειναί. ὁποῖαι ἴσως καὶ αἱ χαμαιεῦναι. Τὸ δὲ ἐΰσκοπος ἄλλως μὲν ἐπὶ Ἑρμοῦ κεῖται, δηλοῖ γὰρ τὸν ἀγαθὸν σκοπευτὴν, ἑτέρως δὲ ἐπὶ τῆς τοξικῆς Ἀρτέμιδος, ἵνα ᾖ ἐΰσκοπος Ἄρτεμις ἡ εὖ καταστοχαζομένη τοῦ σκοποῦ. Ἐν τούτοις δὲ κεῖται καὶ τὸ, ὀϊζυραὶ δέ οἱ αἰεὶ φθίνουσι νύκτες τε καὶ ἤματα δακρυχεούσῃ. ὃ παρωδηθὲν ἁρμόττει καὶ ἐπὶ ἀνδρὸς πάνυ παθαινομένου. Πόθου δὲ ποιητικώτερον ἡ ἐν ἄλλοις ποθὴ, ἧς ἡ κίνησις κατὰ τὸ χόλος χολὴ, βίοτος βιοτὴ, καὶ ὅσα ἄλλα πολλὰ τοιαῦτα. ἐκ τοῦ πείθω δὲ καὶ ὁ πόθος καὶ ἡ ποθὴ, ἀπελεύσει δηλαδὴ τοῦ ι τῆς ει διφθόγγου, εἶτα ἀντενθέσει κανονικῇ τοῦ ο μικροῦ. ἄλλως γὰρ ποῖθος καὶ ποιθὴ ὤφειλον εἶναι κατὰ τὸ λείβω λοιβὴ καὶ τὰ ὅμοια. Ἰστέον δὲ, ὅτι καὶ ὄνομα ἄνθους ὁ πόθος, καθὰ δηλοῖ καὶ Ἀθήναιος γράψας οὕτως· ἄνθη θερινὰ, λυχνίς, κρίνον, ἴφυον, ἀμάρακος ὁ Φρύγιος. ἔστι δέ φασιν ὁ πόθος καλούμενος. διττὸς δὲ οὗτος, ὁ μὲν ἔχων ἄνθος ὅμοιον ὑακίνθῳ, ὁ δʼ ἕτερος ἄχρως, ἔκλευκος, ᾧ χρῶνται πρὸς τοὺς τάφους. καιρία δὲ λέξις ἐν τοῖς Ὁμηρικῶς εἰρημένοις ὁ πόθος ὥσπερ καὶ τὸ ποθεῖν. ποθεῖν μὲν γὰρ ἐπὶ τῶν ἀπόντων, ἐρᾶν δὲ ἐπὶ τῶν ἐν ὄψει, οἷον· ὡς σέο νῦν ἔραμαι, τῆς παρούσης δηλαδὴ Ἥρας. Ἀγανοφροσύνην δὲ τὴν πραότητα λέγει. Εἰς δὲ τὸ ἀνωτέρω γνωμικῶς παρασημανθὲν ἤγουν εἰς τὸ, ὅτι καὶ ἡ ἄκρα λύπη ἐπιτέμνει τὴν ζωὴν καθὰ καὶ τὴν τῆς Ἀντικλείας, σημείωσαι ὅτι καὶ τὸ, αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσι, τοιοῦτόν τι δηλοῖ ὡς καὶ ἡ κατα πρόθεσις ἐμφαίνει, καὶ οὐ μόνον τὴν ἁπλῶς ὑπολαλεῖ πολίωσιν, ὡς ὁ κωμικὸς ἀστεΐζεται ἐν τῷ πολιὰ γεγένησαι ταχύ γε νὴ τὸν οὐρανὸν, ἀλλὰ καὶ τὴν εἰς Ἅιδου κατένεξιν διὰ γῆρας. ὁ δὲ εἰπὼν τοὺς ποθοῦντας ἐν ἅματι γηράσκειν ἤγουν ἐν μιᾷ ἡμέρᾳ διὰ λύπην τὴν ἐπὶ τῇ ἐξ ἀλλήλων ἀποδημίᾳ, ὑπερβολικῶς ἐπέτεινεν, ὡς ἀλλαχοῦ δηλοῦται, τὸ νόημα. οἷα τὸ Ὁμηρικὸν αἶψα, καὶ τὸ ταχὺ τοῦ κωμικοῦ, ἀποστενώσας εἰς ἓν ἦμαρ. τί δὲ δεῖ καταῤῥητορεύειν λύπης τε καὶ κακότητος κακῶς διατιθεμένων τὰ κατʼ ἄνθρωπον, εἴγε καὶ τὸ ταύταις ἀνάπαλιν ἡ ἄγαν τρυφὴ ταυτὸ δύναται; καὶ ἐρανιστέον ἐνταῦθα ἐκ τῶν τοῦ δειπνοσοφιστοῦ ὡς λίαν χρήσιμον, ὅτι καὶ τὰ φιλητὰ τοῖς τρυφῶσι μύρα τὴν ὀνομασίαν κατὰ Χρύσιππον ἀπὸ τοῦ μόρου ἔλαβον, ἐπειδὴ οὐ μόνον πολλῷ μόρῳ καὶ πόνῳ ματαίῳ γίνονται, ἀλλὰ καὶ ὅτι εὐοδοῦσιν εἰς μόρον διὰ ξηρότητα. ὡς γάρ φησιν Ἀριστοτέλης, καὶ μυριζόμενοι ἄνθρωποι πολιώτεροι γίνονται. τὸ γὰρ μύρον ξηραντικόν. αὐχμηροὶ δέ φησιν οἱ μυριζόμενοι. ὁ δὲ αὐχμὸς πολιωτέρους ποιεῖ. εἴτε γὰρ αὔανσις τριχὸς ἡ πολιὰ εἴτʼ ἔνδεια θερμοῦ ἡ ξηρότης μαραίνει. διό φησι καὶ τὰ πιλία θᾶττον ποιεῖ πολιούς. ἐκπίνεται γὰρ ἡ οἰκεία τῆς τριχὸς ὑγρότης. οὐκ ἄχαρι δʼ ἐνταῦθα προσεννοήσασθαι, ὡς διὰ τὴν ὡς εἴρηται τῆς ὑγρότητος ἔνδειαν, διʼ ἣν καὶ ἀλίβαντες οἱ νεκροὶ λέγονται, ῥηθείη ἂν οὐκ ἀπροσφυῶς ἀλίβας, καὶ ὁ τρυφερῶς μυρούμενος καὶ οὕτω ξηραινόμενος, οἰκεῖος ὢν αὐτὸς καὶ ἄλλως τῇ τοῦ ἀλίβαντος κλήσει, καὶ διὰ τὰ πολιοῦσθαι γερόντων δίκην καὶ ἀπονεύειν ὅπου καὶ ἐκεῖνοι νεκρικώτερον. καὶ οὕτω μὲν ταῦτα καὶ ὅσα τοιαῦτα οὐκ ἂν εἰρημένα εἴη ἀχρήστως. ὅτι δὲ ἀλίβας καὶ ποταμὸς ἐν Ἅιδου πλάττεται, καὶ ὅτι καὶ ὁ ὀξὺς οἶνος ἀλίβας καὶ αὐτὸς ἐκαλεῖτο λόγῳ δριμύτητος, οὐ παρὰ στέρησιν λιβάδος τοσοῦτον οἷα νενεκρωμένος, ἀλλὰ παρὰ τὸ μὴ λείβεσθαι ἐν σπονδαῖς, οἱ παλαιοὶ παραδιδόασι. τῆς δὲ Αἰολικῆς τροπῆς τοῦ ο εἰς υ ἐν τῷ μόρον μύρον, ὡς πρὸ βραχέων κεῖται, πολλὰ παραδείγματα, οἷον τὸ, μῆλα ταναΰποδα. ὀνυμαίνω τὸ ὀνομάζω ἐκ τοῦ ὄνυμα. οἷς σύστοιχα τὸ ὁμώνυμος, συνώνυμος, καὶ ὅσα τοιαῦτα ἐξ Αἰολίδος γλώσσης ἐκοινώθησαν. δοκεῖ δὲ καὶ ἐκ τοῦ ὄπτω οὕτω γενέσθαι ὁ ὕπτιος. ὁρᾷ γὰρ ὁ τοιοῦτος τὴν ὄψιν ἔχων ἄνω, οὐ μὴν κάτω, ὡς οἱ πρανεῖς κείμενοι. τοιοῦτον δὲ καὶ παρὰ τῷ κωμικῷ τὸ, ἀπεπυδάρισα. λέξις δὲ αὕτη οὐ σεμνὴ, δηλοῦσα, ἢ τὸ λὰξ ποδὶ καθʼ Ὅμηρον ἐνθορεῖν ἰσχύῳ ἀφραδίῃσιν, ἢ τὸ ἀποπνευματίσαι ἄραντα τὸν πόδα. περὶ δὲ μύρων γέγραπταί τινα λόγου ἄξια καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. Ὅτι ὁ πολλάκις μὲν ἐγχειρήσας τινὶ θελητῷ, τοσαυτάκις δὲ ἀποτυχὼν, ἐρεῖ τὸ, αὐτὰρ ἔγωγʼ ἔθελον φρεσὶ μερμηρίξας ἑλέειν, τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει. τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον καὶ ὀνείρῳ ἔπτατο. ἐμοὶ δʼ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον, εἰς ὁμοίαν δὲ ἔννοιαν ἁρμόττει καὶ τὸ, τί νύ με οὐ μίμνεις ἑλέειν μεμαῶτα; καιρία δὲ λέξις τὸ ἑλεῖν, διὸ καὶ τρὶς ἐνταῦθα κεῖται. Ὅρα δὲ τὸ γενέσκετο, ἀσυνήθως παραχθὲν ἐκ τοῦ γενέσω ἀχρήστου μέλλοντος, ἐξ οὗ καὶ ἡ γένεσις. Τὸ δὲ ἔπτατο καὶ ἐπτάμην πρῶτος μέσος ἀόριστός ἐστι τοῦ ἑπτόμην ὡς τὸ περιχαρὶς δʼ ἀνεπτόμην, ἐξ οὗ καὶ πτέσθαι τὸ πετάσαι. ἐκ δὲ τοῦ ἐπτάμην καὶ μετοχὴ ὁ ἀποπτάμενος, ὡς δηλοῖ μετʼ ὀλίγα τὸ, ψυχὴ ἀποπταμένη. Ὅτι πόθον πολὺν δηλοῖ ἐπί τινι τεθνεῶτι τὸ, ὄφρα καὶ εἰν Ἀΐδαο φίλας περὶ χεῖρε βαλόντε, ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο. ἔστι γάρ τις τέρψις καὶ τοῦ κλαίειν, ὡς καὶ ἀλλαχοῦ δηλοῦται. Τὸ δὲ φίλας χεῖρε σύνησθες τῷ ποιητῇ σχῆμα. οἷα μυριαχοῦ συζευγνύντι τὰ πληθυντικὰ καὶ τὰ δυϊκὰ ὡς ἰσοδύναμα. Ὅτι τὸ εἴδωλον καὶ σκιᾶς δοξάζει ἀμενηνότερον ὁ ποιητὴς, καὶ διὰ τοῦτο καὶ ψυχῆς, ἣν σκιᾷ φθάσας εἴκασεν ἐν τῷ, τοὶ δὲ σκιαὶ ἀΐσσουσι. διὸ μὴ δυνάμενος Ὀδυσσεὺς λαβέσθαι τῆς μητρικῆς ψυχῆς φησίν· ἢ τί μοι εἴδωλον τόδε Περσεφόνη ὤτρυνεν ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω. ἄλλως δέ γε εἰπεῖν ἀκριβέστερον, ταυτὸν εἶδεν εἴδωλον καὶ σκιὰν καὶ ὄνειρον, κατά γε τὸ ἀμενηνόν. ἄλλο δέ γε τὴν ψυχὴν παρὰ τὰ τρία ταῦτα. ὅθεν ὥσπερ μὴ δυνάμενος δράξασθαι ψυχῆς, ἀπορεῖ μή ποτε οὐ ψυχὴ τὸ φαινόμενον τοῦτο ἀλλὰ εἴδωλον. οὕτω καὶ πρὸ βραχέων ἔφη ὡς ἡ τῆς μητρὸς ψυχὴ ἐξέφυγέ με σκιῇ ἴκελον καὶ ὀνείρῳ. καὶ μετʼ ὀλίγα δὲ ὅτι ψυχὴ ἠΰτʼ ὄνειρον ἀποπταμένη πεπότηται. οὐ γὰρ σκιάν φησι καὶ ὄνειρον αὐτὴν εἶναι, ἀλλʼ ἀποπτέσθαι δίκην ὀνείρου καὶ σκιᾶς. οὕτω δὲ καὶ τὸ, σκιαὶ ἀΐσσουσιν, ἀντὶ τοῦ, ὡς σκιαί. Ὅτι δὲ οὐ σῶμα ἢ σωματοειδὴς ἡ ψυχὴ καὶ διατοῦτο καὶ ἀναφὴς, δηλοῖ εἰπὼν· αὕτη δίκη ἐστὶ βροτῶν, τουτέστι θέμις καὶ ἀνάγκη, ὅτε τις θάνῃσι, τὸ μὴ δύνασθαι δηλαδὴ ἑλεῖν τὴν ψυχήν. διατί; οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν, ἤγουν οὐ νεύροις ἔτι κατὰ φύσιν ζωτικῶς διοικουμένοις συνέχονται αἱ σάρκες καὶ τὰ ὀστᾶ, ἀλλʼ αὐτὰ μὲν πυρὶ δάμναται, ἐπειδὰν πρῶτα λίπῃ λεύκʼ ὀστέα θυμὸς, ὃ πολλαχοῦ κεῖται. ψυχὴ δὲ, ὡς ἀνωτέρω ἐῤῥέθη, ἀποπταμένη πεπότηται. Ὅτι δὲ ἶνες οὐ μόνον ἐπὶ νευρῶν, ὅθεν καὶ τὸ ἰνίον παράγεται, ἀλλὰ καὶ ἐπὶ δυνάμεως τῆς κατὰ τὰ νεῦρα, δηλωθήσεται ἐν τοῖς ἑξῆς. ἔνθα φανεῖται τίς μὲν ἡ ἲς, τίς δὲ ἡ κίκυς. Ἐν τούτοις δὲ κεῖται καὶ τὸ, ὤ μοι τέκνον ἐμὸν περὶ πάντων κάμμορε φωτῶν, οἰκεῖον ὂν ἐπιλεχθῆναί τινι δυστυχεῖ, ὥσπερ τὸ, ἀλλὰ φόως δὲ τάχιστα λιλαίεο, ἁρμόττει ῥηθῆναι ἐπὶ μεταβολῆς τινὸς ἀπὸ κακοῦ εἰς ἀγαθόν. λείπει δὲ ἀπαρέμφατον ἐνταῦθα τὸ ἱκέσθαι ἢ ἐλθεῖν ἤ τι τοιοῦτον, ἵνα λέγῃ, ὅτι τάχιστα λιλαίεο εἰς φῶς ἐλθεῖν. Ἰστέον δὲ ὅτι Ἀντικλείας εἰπούσης τῷ υἱῷ Ὀδυσσεῖ τὸ, ταῦτα δὲ πάντα ἴσθʼ ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικὶ, πρὸς ἔνδειξιν δηλαδὴ φιλίας, φέρεται ἐν τοῖς τοῦ γραμματικοῦ Ἀριστοφάνους, ὅτι τὸ ἴσθι ἀντὶ τοῦ γίνωσκε εἶδεν Ὅμηρος. ἀντὶ δὲ τοῦ ὕπαρχε τὸ ἔσο τίθησιν, οἷον· καὶ σὺ φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε, ἄλκιμος ἔσσο. καὶ οὕτω μέν φησι παρʼ Ὁμήρῳ ἔχει καὶ οὐκ ἄλλως. Ἀττικοὶ δὲ ἅπαντες τὸ ἴσθι καὶ ἐπὶ τοῦ ὕπαρχε τάττουσιν. Εὔπολις· μὴ τρηχὺς ἴσθι, καὶ, ὦ δαιμόνιʼ ἀνδρῶν, μὴ φθονερὸν ἴσθʼ ἀνδρίον, ἤγουν μὴ φθονερῶς ἔσο ἄνθρωπος. Καὶ ὅρα τὸ ἀνδρίον ὑποκοριστικῶς γενόμενον ἐκ τοῦ ἀνδρὸς κατὰ τὸ, χρυσὸς χρυσίον καὶ χαλκὸς χαλκίον παρὰ τῷ κωμικῷ, καὶ φανὸς φανίον. κοινότερον δὲ τοῦ ἀνδρίον τὸ ἀνδράριον. Ὅτι πάνυ δεξιῶς ὁ ποιητὴς τὴν ῥαψῳδίαν ταύτην ἡρώων ἅμα καὶ ἡρωΐδων πεποίηκε κατάλογον, Ἡσιόδου μόνων γυναικῶν ποιησαμένου κατάλογον. καὶ ἔστιν ἰδεῖν αὐτὸν ἐνταῦθα τῇ τῆς νεκυίας ἀφορμῇ πῇ μὲν ἱστορικῶς ἐμπλατυνόμενον καὶ διηγήσεσιν ἐγκροαίνοντα, πῇ δὲ ἐπιτρέχοντα τὰ πολλὰ καὶ στενολεσχοῦντα καὶ τὴν πολυλογίαν ἐπιτέμνοντα καὶ μικροῖς μακρὰ παραβύοντα, ὡς ἐν τῷ, Φαίδρην τε Πρόκριν τε ἴδον καὶ Μαῖραν Κλυμένην τε. ἀφʼ ὧν δῆλον ὡς καὶ τῷ σκοτεινῷ καὶ στενῷ τὴν ἱστορίαν Λυκόφρονι αὐτὸς ἐνδοῦναι φαίνεται ἀρχάς τινας τῆς ἐκείνου ποιήσεως. ἐρεῖ δέ τι καὶ περὶ Ἀχιλλέως καὶ Ἀγαμέμνονος καὶ Αἴαντος, ἀναπληρῶν τε, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, ἅπερ τῇ Ἰλιάδι ἐλλέλειπται, καὶ ἅμα πλατύνων οὕτω τὴν ποίησιν. εὐταξίαν δὲ τῇ ποιήσει τεχνώμενος καὶ ἀκμὴν καταλέγει πρῶτον ἡρωΐδας, εἶτα διαναπαύσας τὸν λόγον βραχὺ πρὸς ἥρωας μεταβαίνει ἀρχόμενος ἀπὸ Ἀγαμέμνονος. Ἰστέον δὲ καὶ ὡς πρὸς ὄνομα μὲν πλειόνων μέμνηται ἡρωΐδων, ἐμπλατύνεται δὲ ὅμως φαιδρότερον τοῖς τῶν ἡρώων διηγήμασι. μεθοδεύει δὲ τέως τὰ κατὰ τὰς ἡρωΐδας οὕτως ὡς ἐπεὶ Περσεφόνη γυναῖκας ὤτρυνεν ἐλθεῖν ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες. τοιαύτας γὰρ ἱστορήσει καὶ οὐ μικροπρεπεῖς τινας. αἱ δʼ ἀμφʼ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο, αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην. ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή. σπασάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν. αἱ δὲ προμνηστεῖναι ἐπῄεσαν, ἡ δὲ ἑκάστη ὃν γόνον ἐξαγόρευεν ἐγὼ δʼ ἐρέεινον ἁπάσας. Καὶ ὅρα ὅτι ταυτὸν ἐνταῦθα τὸ ἐρέειν καὶ τὸ ἐρεείνειν, ὡς δηλοῖ τὸ, ἐρέοιμι ἑκάστην καὶ ἐρέεινον ἁπάσας. ἔνθα καὶ ταυτὸν ὡς καὶ ἀλλαχοῦ τὸ ἑκάστην καὶ τὸ ἁπάσας. Ἰστέον δὲ ὅτι τε δύο οὐσῶν εὐθειῶν, τοῦ γυνὴ καὶ τοῦ γύναιξ ἀῤῥήτου, ἧς ἡ γενικὴ γυναικὸς, ἐκ μὲν γυναικὸς ῥῆμά τε τὸ γυναικίζω καὶ ὄνομά τε ὁ γυναικίας, ἐκ δὲ τοῦ γυνὴ ὁ γύνις. δηλοῖ δὲ αὐτὸς οὐ μόνον τὸν λάγνον, ἔτι δὲ καὶ τὸν δειλὸν, ἀλλὰ καὶ τὸν μὴ ἱκανὸν διʼ ἀτονίαν γυναικὶ συνεῖναι, ὡς δηλοῖ παρʼ Ἀθηναίῳ τὸ, Ὀλυμπιὰς παρέκλινέ ποτε τῷ υἱῷ Ἀλεξάνδρῳ Φιλίππου συνειδότος, Θετταλὴν ἑταίραν Καλλιξείναν, περικαλλεστάτην οὖσαν, εὐλαβοῦντο γάρ φησι μὴ γύνις εἴη, ἐπεὶ οὐκ εὖ διέκειτο πρὸς τὰ ἀφροδίσια, ὡς ἱστορεῖ Θεόφραστος. Ὅρα δʼ ἐν τοῦτοις τὸ, διʼ ἀτονίαν, ῥηθὲν ἀντὶ τοῦ, διὰ τὸ μὴ ἔχειν ἐντείνειν τὸν καυλόν. ὅθεν ἴσως ὁρμηθείς φασι Διονύσιος ὁ ἐπίκλην μεταθέμενος, μὴ δυνάμενος διὰ γῆρας χρῆσθαι τῇ παρειλημμένῃ ἑταίρᾳ, ἔφη πρὸς τοὺς συνδειπνοῦντας οἰκέτας ἐκ τῶν Ὀδυσσειακῶν ἐπῶν τὸ, οὐ δύναμαι τανύσαι, λαβέτω δὲ καὶ ἄλλος. τοῦτό τε οὖν οὕτως. ἰστέον καὶ ὅτι τὸ ἀριστέων ἄλοχοι καὶ θυγατέρες εὐγενείας ἐστὶν ἐπίτασις. οὕτω γὰρ μέγα γενέσθαι ἀριστέως γυναῖκα τινὰ, ὡς τὸ, καὶ ἀριστέως θυγατέρα εἶναι. Τὸ δὲ βούλευον, ἐνεργητικῶς καὶ νῦν παρὰ τῷ ποιητῇ. Τὸ δὲ παχέος παρὰ μηροῦ πρὸς διαστολὴν κεῖται κνήμης καὶ ποδός. Προμνηστῖναι δὲ, ὡς οἷον εἰπεῖν προμενετῖναι, ὅ ἐστι μία τὴν ἄλλην μένουσα ἐν τῷ ἐπὶ στίχον καὶ κατὰ μίαν προϊέναι. καὶ ἁρμόττει ὁ Ὁμηρικὸς τόπος οὗτος προσώποις οὕτω καθʼ ἕνα ἐρχομένοις καὶ μὴ κατὰ στίφος. Ἰστέον δὲ ὅτι ὥσπερ νεμῶ νεμέσω καὶ νεμήσω, οὕτω καὶ τοῦ μενῶ δύω εἰσὶν ἀσυνήθεις μέλλοντες, μενῶ μενέσω, καὶ μενῶ μενήσω. ἐκ μὲν τοῦ μενέσω γίνεται τὸ ὑπομενετέον παρὰ τοῖς παλαιοῖς, ἐκ δὲ τοῦ μενήσω ὁ προμνηστῖνος συγκέκοπται. Γόνον δὲ τὴν γέννησιν λέγει ἢ τὸ γένος. καὶ ἔστι καὶ ἡ λέξις αὕτη χρήσιμος εἰς τὸ, οὐ γάρ πώ τις ἐὸν γόνον αὐτὸς ἀνέγνω. Ἐξαγορεύειν δὲ τὸ σαφῶς ἀγορεύειν φησίν. ἔνθα γράφουσιν οἱ παλαιοὶ, ὅτι ἐν τῷ, ἠδὲ ἑκάστῃ ἐξαγόρευεν, οὐκ ἀρθρικῶς κεῖται τὸ η, ἀλλὰ δηλονότι σύνδεσμός ἐστι. διό φασιν οὐδὲ δασυντέον αὐτό. Ὁ δὲ περὶ τοῦ ἐνταῦθα αἵματος λόγος οὐκ ἂν εἴη ἀπᾴδων ἀγρίαις γυναιξὶ καὶ αἱμοχαρέσι προσαρμοσθῆναι ὡς ἂν ἡ ῥητορικὴ διδῷ τινὶ δύναμις. Ὅτι τὴν Τυρὼ, ἧς που καὶ πρὸ τούτων ἐμνήσθη, εὐπατέρειαν λέγει ὅ ἐστιν εὐγενῆ, καὶ Σαλμωνέως μὲν θυγατέρα ἱστορεῖ, Κρήθεως δὲ γυναῖκα υἱοῦ Αἰόλου. οὗ τὴν εὐθεῖαν προπαροξύνει Φιλόπονος ἐν τῷ περὶ λέξεων διαφόρως τονουμένων πρὸς διάφορον σημασίαν, λέγων, ὅτι Αἴολος μὲν κύριον, αἰόλος δὲ ὁ ποικίλος. ἔνθα καὶ τὴν παρὰ τῷ Στράβωνι Ἀγχιάλην Ἀγχιαλὸν λέγει πόλιν Θρᾴκης ὀξυτόνως. ἐρασθῆναι δέ φησιν Ὅμηρος τὴν Τυρὼ ποταμοῦ Ἐνιπέως. αὐτῆς δὲ αὖ πάλιν ἐρῶντα Ποσειδῶνα ὁμοιωθῆναι τῷ ῥηθέντι ἐραστῇ ποταμῷ καὶ οὕτως αὐτῇ μιγῆναι. τὴν δὲ ἐκ Ποσειδῶνος τεκέσθαι Πελίαν καὶ Νηλέα, ὧν Πελίας μὲν ἐν Ἰωλκῷ ἐβασίλευσε, Νηλεὺς δὲ ἐν Πύλῳ. καὶ τούτους μὲν τοὺς δύο οὕτω γενέσθαι αὐτῇ ἐκ Ποσειδῶνος, ἀπὸ δέ γε Κρηθέως Αἴσονα καὶ Φέρητα καὶ Ἀμυθάονα. καὶ τοιαύτη μὲν ἡ περὶ τῆς Τυροῦς ἐνταῦθα ἱστορία. ἡ δὲ Ὁμηρικὴ περὶ τούτων φράσις τοιαύτη. ἔνθα δὴ πρώτην Τυρὼ ἴδον εὐπατέρειαν, ἧς τὸ πρωτότυπον εὐπάτηρ εὐπάτερος, ὃ οἱ μεθʼ Ὅμηρον εὐπάτωρ φασὶν, ὁμοίως τῷ προπάτωρ καὶ τοῖς τοιούτοις. ἡ δὲ Τυρὼ αὕτη φάτο Σαλμωνέως ἀμύμονος ἔκγονος εἶναι. φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο, ἣ ποταμοῦ ἠράσσατο Ἐνιπῆος θείοιο, ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἴησι, καὶ δὴ ἐπʼ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα. τῷ δʼ ἄρα εἰσάμενος ἤτοι ὁμοιωθεὶς γαιήοχος ἐννοσίγαιος ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος. πορφύρεον δʼ ἄρα κῦμα περιστάθη οὔρεϊ ἶσον κυρτωθὲν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα. λῦσε δὲ παρθενίην ζώνην κατὰ δʼ ὕπνον ἔχευεν. αὐτὰρ ἐπεί ῥʼ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα, τουτέστιν ἐρωτικὰ, ἔντʼ ἄρα οἱ φῦ χειρὶ, καὶ εἶπε· χαῖρε γύναι φιλότητι, περιπλομένου δʼ ἐνιαυτοῦ τέξεις ἀγλαὰ τέκνα. ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ ἀθανάτων, ἀλλὰ δηλαδὴ ἀγλαὰ γεννῶσι. σὺ δὲ τοὺς, ἤγουν τούτους Ἀττικῶς, τὰ ῥηθέντα δηλαδὴ τέκνα, γένους ἄῤῥενος ἐσόμενα, κομέειν ἀτιταλλέμεναί τε. εἶτα ὁ Ποσειδῶν ἐκφήνας ἑαυτὸν ἐπὶ πόντον ἔδυ. καὶ αὐτὴ ὑποκυσαμένη, ὅ ἐστιν ὑπʼ αὐτοῦ ἐγκύμων γεγονυῖα, Πελίην τέκε καὶ Νηλῆα, τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην, τουτέστι βασιλεῖς διογενεῖς καὶ διοτρεφεῖς, καὶ Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ ναῖε πολύῤῥηνος, ὅ ἐστι πολυθρέμμων, ὁ δʼ ἐν Πύλῳ ἠμαθόεντι, ὁ Νηλεὺς δηλαδή. τοὺς δʼ ἑτέρους Κρηθῆϊ τέκε βασίλεια γυναικῶν, Αἴσονά τʼ ἠδὲ Φέρητα Ἀμυθάονά τε ἱππιοχάρμην, ἤγουν ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, ἵπποις χαίροντα, ἢ ἐφʼ ἵππων ποιούμενον χάρμην, ὃ δηλοῖ τὴν μετὰ χαρᾶς μάχην. Ἰστέον δὲ ὅτι τὸ κύω, ἐξ οὗ καὶ ἡ ὡς ἐῤῥέθη ὑποκυσαμένη, ὁμωνυμίαν πάσχει. λαμβάνεται γὰρ καὶ ἀντὶ τοῦ φιλῶ, τοῦ τε κατὰ χείλη καὶ τοῦ ἄλλως κατὰ διάθεσιν. ὅθεν καὶ ὁ κύων. ἔτι δὲ καὶ ἀντὶ τοῦ γεννᾶν κοινότερον καὶ μὴν καὶ ἀντὶ τοῦ συλλαμβάνειν. ὅθεν καὶ τὸ ἐγκυμονεῖν, καὶ ἡ ἔγκυος, οὗ χρῆσις καὶ παρὰ τῷ Ἀθηναίῳ ἐν τῷ, αἱ θήλειαι πέρδικες ἐπὶ θῆραν ἀγόμεναι, ὁπόταν ἴδωσιν ἢ ὄσφρωνται τῶν ἀῤῥένων κατʼ ἄνεμον στάντων ἢ περιπετομένων ἔγκυοι γίνονται. καὶ οἱ ἄῤῥενες δὲ, ὡς καὶ οἱ στρουθοὶ, προΐενται γονὴν οὐ μόνον ἰδόντες τὰς θηλείας, ἀλλὰ κἂν ἀκούσωσι φωνὴν αὐτῶν. τούτου δέ φησιν αἴτιον ἡ τῇ ψυχῇ ἐγγινομένη φαντασία περὶ πλησιασμῶν. ὅτι δὲ τοῦ τοιούτου κύειν καὶ παράγωγόν ἐστι κῦμα, ὃ σύλληψιν δηλοῖ, παρὰ τῷ Εὐριπίδῃ ἔστιν εὑρεῖν ἐν τῷ κατʼ αὐτὸν, ὡς καὶ προείρηται Κερκυόνι, ὅπου λέγει τὴν ἐκείνου θυγατέρα, γέμουσαν κύματος θεοσπόρου τοῦ κατὰ σύλληψιν. Τὸ δὲ κύειν, ὅ πέρ ἐστι φιλεῖν, ὅτι προσλήψει τοῦ νῦ κυνεῖν γίνεται κατὰ τὸ, οἴχω οἰχνῶ, ἵκω ἱκνῶ, δῆλον καὶ ἐκ τοῦ, κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους. ἀοίδιμοι δὲ ἐν ἱστορίαις οἱ ῥηθέντες πέντε τῆς Τυροῦς παῖδες, καὶ ὡς μὲν ὁ Πελίας Ἰωλκοῦ ἐβασίλευσε, Νηλεὺς δὲ Πύλου, περιᾴδεται. Οἱ δὲ Κρηθεῖδαι ποίους εἶχον τόπους, ἔστιν ἄλλοθεν μαθεῖν. δῆλον δὲ, ὡς καὶ αὐτοὶ περί που τὰ Θετταλικὰ ᾤκουν. ὁμοίως δῆλον καὶ ὅτι Πελίας μὲν δόλῳ τῆς φαρμακίδος Μηδείας ἀφετήθη. Νηλεὺς δὲ, ὁ τοῦ Νέστορος πατὴρ, ὑφʼ Ἡρακλέος ἐδυστύχησε. καὶ ὅτι Αἴσων πατὴρ Ἰάσονος διαλυθέντος τοῦ Αἴσονος πατρικοῦ ὀνόματος καὶ καθʼ ὑπέρθεσιν ποιήσαντος τὸν Ἰάσονα, ὁμοίως τῷ, αἵματα ἰάματα. Φέρης δὲ υἱὸν ἔσχε τὸν Ἄδμητον, οὗ υἱὸς Εὔμηλος ὁ ἐν Ἰλιάδι καλλίστους ἔχων ἵππους. Ἀμυθάονος δὲ προήχθη Μελάμπους ὁ μαντικώτατος, ὃν δὴ Ἀμυθάονα ὁ Πίνδαρος Ἀμυθᾶνα λέγει, ὡς καὶ τὸν Ἀλκμάονα Ἀλκμᾶνα. Ἰστέον δὲ καὶ ὅτι φέρεται λόγος ὡς Τυρὼ δύο γεννήσασα παῖδας παρὰ τοῖς Ἐνιπέως ῥείθροις ἔλιπεν, ὧν τὸν ἕτερον μὲν κύων ἀφαιρεθεῖσα τῶν σκυλάκων ἔτρεφε θηλὴν ἐμπαρέχουσα, τὸν δὲ ἕτερον ἵππος πατήσας κατὰ τὸ μέτωπον ἐκ συνδρομῆς αἵματος ἐπελίωσε, τουτέστιν ἐμέλανε, πελιδνὸν ἐποίησεν. ὅθεν τοῦτον μὲν ἱπποφορβὸς ἀνελόμενος Πελίαν ἐκάλεσε, τὸν δὲ ἕτερον Νηλέα διὰ τὸ παραδόξως ἐλεηθῆναι, ἢ διὰ τὸ ὑπὸ τῆς μητρὸς μὴ ἐλεηθῆναι. ὅτι δὲ καὶ ἕτερος παραφέρεται ἥρως, φωνὴς μὲν κοινωνῶν τῷ εἰρημένῳ Νηλεῖ, γραφῆς δὲ οὔ, ἐκεῖνος γὰρ ἐν διφθόγγῳ ἔχει τὴν παραλήγουσαν, δηλοῖ σὺν τοῖς ἄλλοις ἱστορικοῖς καὶ ὁ γράψας τεχνικὸς τὸ Νειλεὺς ἐν διφθόγγῳ, οὐχʼ ὁ πατὴρ τοῦ Νέστορος ἀλλʼ ὁ Ἀττικὸς, ὁ καὶ Νείλεως, οὗ γενικὴ Νείλεω, ὡς Μενέλεω. τούτου δὲ Νειλεῖδαι οἱ ἀπόγονοι, ὡς καὶ Εὐνεῖδαι φησὶν οἱ τοῦ Εὔνεω. τοῦ δὲ τοιούτου Νειλέως καὶ τῶν ἐξ αὐτοῦ Νειλειδῶν, ἀποικία περιᾴδεται εἰς Ἀσίαν ἀξία λόγου. καὶ οὕτω μὲν καὶ τοῦτο. περὶ δὲ Ἰαωλκοῦ εἴτουν Ἰωλκοῦ ἡ Βοιωτία δηλοῖ. Περὶ δὲ Πύλου ἠμαθόεντος ὡς οὐχʼ οὕτω παρὰ τὴν ἄμαθον γίνεται ἀλλʼ ὁμωνύμως ποταμῷ οὕτω καλεῖται, ἐπειδὴ τριῶν ὄντων Πύλων, ποταμοὶ αὐτοὺς παραῤῥέουσι καλούμενοι ἀμαθόεντες ἀφʼ ὧν ἐοίκασι καὶ αὐτοὶ οὕτω καλεῖσθαι, ἀλλαχοῦ ἱκανῶς ἐῤῥέθη. Κρηθεὺς δὲ Σαλμωνέως ἦν ἀδελφός. ἀμφότεροι δὲ παῖδες Αἰόλου καὶ Λαοδίκης τῆς Ἀλωέως. περὶ δὲ Σαλμωνέως φασὶν οἱ νεώτεροι, ὡς ἄρα ὁ ἀνὴρ ἀσεβὴς ἦν, ἀντιβροντῶν τε καὶ ἀνταστράπτων τῷ Διῒ, διʼ ἃ καὶ ἐκεραυνώθη. Ὅμηρος μέντοι οὐκ οἶδε τοιοῦτόν τι, ἀλλὰ ἀμύμονα τὸν Σαλμωνέα φησίν. ἱστορεῖται δὲ καὶ περί που τὴν Ἠλεῖαν βασιλεῦσαι ὁ Σαλμωνεύς. ὅθεν καὶ μία τῶν ὀκτὼ περὶ Πίσαν πόλεων αἳ καὶ Πισάτιδες λέγονται Σαλμώνη ἐκλήθη ἀπʼ αὐτοῦ. Ἰστέον δὲ ὡς εἰ καὶ ἀντιβροντᾶν καὶ ἀνταστράπτειν ὁ Σαλμωνεὺς τῷ Διῒ λέγοιτο, οὐκ ἂν θεομαχοίη Διὸς νοουμένου τοῦ ἀέρος, ἀλλὰ σοφὸς ἂν εἴη μηχανικός. καθʼ ἣν σοφίαν καὶ ἄλλοι ἐποίησαν ὅμοια. τό τε γὰρ βροντεῖον παρὰ τοῖς παλαιοῖς σκεῦος ἦν ἀποτελεστικὸν μυκήματος βροντῆς διὰ ψηφίδων ἐνιεμένων. καὶ αἱ τοῦ Ἀρχιμήδους δὲ καυστικαὶ διὰ κατόπτρων ἀστραπαὶ δηλοῦνται ἐξ ἱστοριῶν. ἱστορεῖται δὲ καὶ σοφός τις ὃς σεισμόν τε οἴκου τινὰ διὰ μηχανῆς καὶ ἀστραπηβόλους δὲ ἀκτῖνας τεχνησάμενος κατὰ ἐχθροῦ ἐνοσίχθων τε ὑπʼ ἐκείνου ἐπεκαλεῖτο καὶ τερπικέραυνος. Τὸν δὲ ῥηθέντα Ἐνιπέα ὁ γεωγράφος Πελοποννήσιον οἶδε ποταμὸν ἐμβάλλοντα εἰς τὸν Ἀλφειόν. ὁ γὰρ ἐν Θετταλίᾳ Ἐνισεύς φησι λέγεται καὶ οὐ διὰ τοῦ π Ἐνιπεύς. λέγει δὲ καὶ ὅτι ἀπὸ Ὄθρυος ῥέων ὁ τοιοῦτος Ἐνισεὺς δέχεται τὸν Ἀπιδανὸν κατενεχθέντα ἐκ Φαρσάλων. ὄνομα δὲ ὄρους ἡ Ὄθρυς. εἰ δὲ νῦν μέν φασι κάλλιστον ποταμῶν τὸν Ἐνιπέα ὁ ποιητὴς λέγει, ἐν δὲ Ἰλιάδι τοιοῦτον εἶπε τὸν ἄξιον ποταμὸν, ἔστι νοῆσαι, ὡς ἐκεῖ μὲν τοῦ ἀξίου τὸ ὕδωρ ἐσέμνυνεν, ἐνταῦθα δὲ τὸ σῶμα τοῦ μυθικοῦ Ἐνιπέως. ὅθεν καὶ ἐρᾶται ὡς ἐπαφρόδιτος. ὅτι δὲ τὰς αἰσχρὰς ἐν ποταμοῖς φιλότητας μυθοποιΐαις οἱ παλαιοὶ ἐσέμνυνον ὁποῖά τις ἐνταῦθα ἡ κατὰ τὸν Ἐνιπέα καὶ τὴν Τυρὼ καὶ τὸν Ποσειδῶνα, εἴσεταί τις ἐντυχὼν καὶ τῷ τοῦ Αἰσχίνου ἐπιστολιμαίῳ Κίμωνι, καὶ μαθὼν τὸ ἐκεῖ λεχθὲν ὑπό τινος ἐγχωρίου κόρης· λάβε μου Σκάμανδρε τὴν παρθενίαν. ποῖον δὲ προσφωνεῖ ἐκεῖ Σκάμανδρον ἡ παῖς, δῆλον. Κίμωνα γὰρ τὸν τοῦ Αἰσχίνου ἑταῖρον, ὃς ἐν Σκαμάνδρῳ λουομένην ἔγνω αὐτήν. δῆλον δὲ καὶ ὅτι τὸ νυμφικὸν λοῦμα ταῖς παρθένοις ἐν ποταμοῖς ἐγίνετο διὰ τὸ κουροτρόφους μὲν τοὺς ποταμοὺς λέγεσθαι, ἔφεσιν δὲ καὶ αὐταῖς εἶναι, κούρους καὶ κούρας ἀπὸ γάμου τεκεῖν, καὶ γονίμως ἔχειν κατὰ τὸ ἐν ποταμοῖς γόνιμον. Ὅρα δὲ ὅτι κἀνταῦθα ἔκγονος διὰ τοῦ κ ἡ παῖς οὐ μὴν ἔγγονος διὰ τοῦ γάμμα. καὶ τηρεῖ, φασὶν, Ὅμηρος τοῦτο διʼ ὅλης τῆς ποιήσεως αὐτοῦ, οἷον καὶ ἐν τῷ, κείνου ἔκγονός ἐσσι. ἀπόγονος δέ φασιν ἤτοι υἱὸς ἢ ἔτι ἄνωθεν. καταχρῶνται δέ φασιν ἔσθʼ ὅτε οἱ ἱστορικοὶ τῷ ἀπογόνῳ ἀντὶ τοῦ υἱοῦ. εἴη ἂν οὖν κυριολεκτικῶς ἔκγονος μὲν ὁ προσεχῶς ἔκ τινος γεννηθεὶς, ἔγγονος δὲ ὁ ὡς εἰπεῖν ἐγγύγονος. ἀπόγονος δὲ ὁ ἀποτέρω γόνος. Ἔτι ὅρα καὶ ὅτι ποικιλίαν θηρώμενος ἐνταῦθα ὁ ποιητὴς φάτο εἰπὼν καὶ εἶναι ἐν τῷ ἐφεξῆς στίχῳ, φῆ καὶ ἔμμεναι λέγει. Τὸ δὲ πολὺ κάλλιστος πρὸς πλείω ἐῤῥέθη ἐπίτασιν, ἤρκει γὰρ τὸ κάλλιστος. Τοῦ δὲ καλλίστου ποταμοῦ καλὰ πάντως καὶ τὰ ῥέεθρα. Τὸ δὲ παρελέξατο καὶ τὸ ἐτέλεσε φιλοτήσια ἔργα, σεμνῶς ἐῤῥέθη. καθὰ καὶ τὸ, λῦσε δὲ παρθενίην ζώνην, ὡς καὶ Ἑρμογένης παρασημαίνεται. Ὅτι δὲ ἐν τῷ παρθένος, ἐξ οὗ καὶ παρθενία ζώνη, ἡ παρα πρόθεσις κεῖται, παρθένος γὰρ ἡ ἐστερημένη τοῦ θεῖσθαι ἤγουν θηλάζειν, δηλοῦσιν οἱ παλαιοί. Τοῦ δὲ περιστάθη κῦμα οὐκ ἔστι καιριωτέραν λέξιν εὑρεῖν. Τὸ δὲ κυρτωθὲν κῦμα ὡς εἰς θαλάμου ὄροφον ἐσχεδίασται, ἵνα κρύψῃ ἔσω τοὺς ἐραστάς. διὸ καὶ εἰς ὄρον ἐξισοῦται ὡς ἂν ἐξαρκέσῃ καὶ περιστῆναι καὶ καμφθῆναι κυρτωθὲν, ὡς εἰς θάλαμον. Τὸ δὲ χαῖρε φιλότητι ἀντὶ τοῦ, τῇ μίξει. ὅθεν καὶ φιλοτήσια ἔργα τὰ κατὰ τὸν ἔρωτα. Τὸ δὲ περιπλομένου ἐνιαυτοῦ ἀντὶ τοῦ συμπληρουμένου, οὐ μὴν καὶ πεπληρωμένου ἤδη. ὥστε καὶ τὸ, περιπλομένων ἐνιαυτῶν, οὕτω πως χρὴ νοεῖν. Τὸ δὲ τέξεις κυριολεκτεῖσθαι λέγεται ἐπὶ μητρὸς, ὡς δηλοῖ ὁ γράψας ὅτι τεκεῖν μὲν ἐπὶ μητρὸς, γεννῆσαι δὲ ἐπὶ πατρός. οὐ κυρίως οὖν φησὶν εἴρηται τὸ, ἀθάνατος τέκετο Ζεὺς, οὐδὲ τὸ, τίκτε μʼ ἀνὴρ πολλοῖς ἀνάσσων Μυρμιδόνεσσι. καὶ οὕτω μὲν αὐτός. ἡ δὲ κοινὴ χρῆσις κοινοῦται ἀμφοῖν τοῖν τοῦ καθʼ ἡμᾶς γένους ἀρχηγοῖν τὰς εἰρημένας λέξεις. γεννήτορας γὰρ αὐτούς φαμεν καὶ γειναμένους καὶ τεκόντας. ὡς τὸ, ἆρʼ οἱ τεκόντες διαφέρουσι; καὶ μὴν καὶ τὰ ἐξ αὐτῶν, τέκνα ἐπίσης καὶ ἐκείνου καὶ ἐκείνης καθωμίληνται. Ἀποφώλιοι δὲ εὐναὶ οὐκ αὐτὸ τοῦτο ἀπαίδευτοι, ἀλλὰ μᾶλλον ἀδόκιμοι κατὰ τοὺς παλαιοὺς, ἄγονοι, ἄκαρποι. ἐκ μεταφορᾶς δὲ ὠῶν καὶ τοῦτο ἅπερ ἀποῤῥιπτοῦνται τῶν φωλεῶν ὡς οὔρια. ἐνταῦθα δὲ μνηστέον τοῦ εἰπόντος ὅτι ἐπὶ ἑρπετῶν ὁ φωλεὸς ἐφʼ ὧν καὶ τὸ φωλεύειν. καὶ ῥητέον, ὡς οὐ πάντη ἐκεῖνος ἠλήθευσεν. ἄρκτοι γὰρ μὴ ἑρπετὰ οὖσαι φωλεῖν λέγονται, ὃ ταυτόν ἐστι τῷ φωλεύειν. ᾧ παράκειται ὁ φωλεός. αἱ τοιαῦται δὲ καὶ φωλάδες λέγονται, ὅτε φωλοῦσιν. ἀποφωλίου δὲ χρῆσις παρʼ Ὁμήρῳ καὶ ἐν τοῖς πρὸ τούτων. Κομέειν δὲ καὶ ἀτιτάλλειν, ὅ ἐστιν ἀτάλλειν, τῆς αὐτῆς σημασίας εἰσίν. ἔστι δὲ κομεῖν μὲν, ὥσπερ καὶ κομίζειν, τὸ ἐπιμελεῖσθαι καὶ κομιδῆς ἀξιοῦν. ἀτάλλειν δὲ τὸ ἀναπαύειν καὶ μὴ ἐᾶν τλῆναί τι πρὸς πόνον. Ἑτέρους δὲ τοὺς Κρηθείδας λέγει κατὰ κυριολεξίαν, ὡς πρὸς δύο γένη τό τε ἐκ τοῦ Κρηθέως. τὸ γὰρ ἕτερος ἐπὶ δυεῖν τινῶν λεγόμενον τὸ ἓν ἐκ τῶν δύο δηλοῖ. Ὅτι ἐποχὴν λόγου παραινεῖ τὸ, νῦν δʼ ἔρχευ πρὸς δῶμα καὶ ἴσχεο μὴ δʼ ὀνομήνῃς ἤτοι ἐξ ὀνοματός με εἴποις. Ὅτι Ἀντιόπη κατὰ μὲν Ὅμηρον θυγάτηρ ἦν Ἀσωποῦ Θηβαίου ποταμοῦ. οἱ δὲ νεώτεροι Νυκτέως αὐτὴν ἱστοροῦσι. ταύτης καὶ Διὸς υἱοὶ, Ζῆθος καὶ Ἀμφίων, οἰκισταὶ Θηβῶν, οἳ θεσπέσιόν τι χρῆμα ἔσχον ἐκ Διὸς ἢ Ἀπόλλωνος. διὰ λύρας γὰρ ἀνακρουόμενοί φασι μέλος ἐτείχισαν Θήβας, τῶν λίθων ὥσπερ ὑπὸ τῷ θρυλουμένῳ Ὀρφεῖ, οὕτω καὶ ὑπὸ τούτοις κηλουμένων ὁποῖα ἐμψύχων, καὶ κινουμένων, καὶ ἀλλήλοις ἐπιστοιβαζομένων εἰς τειχισμόν. ὡς τάγε πρῴην ἀτείχιστοι οὖσαι ὑπὸ Φιλεγύων ἐβλάπτοντο, οἳ τοὺς ἐκεῖ ἐσίνοντο. Ζήθου δὲ καὶ Ἀμφίονος θανόντων, Εὐρύμαχος Φλεγύων βασιλεὺς, περὶ ὧν ἀκριβέστερον ἐν τοῖς εἰς τὴν Ἰλιάδα κεῖται, τὰς Θήβας ἠρήμωσε. Κάδμος δὲ ὕστερον ἀνέκτισε. καὶ οὕτω μὲν ἕτεροι. Ὅμηρος δὲ οὐκ οἶδε τὸν ῥηθέντα διὰ λύρας τειχισμὸν, ἀλλὰ τὴν ἱστορίαν ἀποστενῶν φησὶν οὕτως· Ἀντιόπην ἴδον Ἀσωποῖο θύγατρα, ἣ δὴ καὶ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσιν ἰαῦσαι. καί ῥʼ ἔτεκε δύο παῖδε Ἀμφίονά τε Ζῆθόν τε, οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο, πύργωσάν τε. ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντο ναιέμεν εὐρύχορον Θήβην κρατερώ περ ἐόντε. καὶ τὸ μὲν κρατερὸν συνεβάλετο αὐτοῖς εἰς τὸ ἀπερύκειν τοὺς εἴτε παροξυτόνως Φλεγύας, εἴτε προπαροξυτόνως Φλέγυας. οἱ δὲ ἀλλὰ καὶ ἀγαθοὶ βασιλεῖς εἶναι φαίνονται καὶ μειλίχιοι. διὸ καὶ μετὰ λύρας πυργῶσαι τὰς Θήβας ᾄδονται, ὡς ἐμμελῶς καὶ ἱλαρῶς καὶ ὡς εἰπεῖν ἐμμούσως καὶ δίχα τοῦ ἄπῳδόν τι τοῖς ὑπηκόοις ἐνδείξασθαι, τειχίσαι τὴν πόλιν, ἣν ἑπτάπυλόν φασιν ἤνοιξαν ἐκεῖνοι διὰ τὸ ἑπτάχορδον εἶναι τὴν λύραν αὐτοῖς, ὡς εἶναι τὰς ἐκεῖ πύλας ἰσαρίθμους ταῖς ῥηθείσαις χορδαῖς. ὁ δὲ γεωγράφος καὶ τὴν Τερπάνδρου ἑπτάχορδον ἱστορεῖ. Τὸ δὲ Διὸς ἐν ἀγκοίναις ἰαῦσαι, σεμνῶς εἴρηται ἐπὶ μίξεως. λειότερον ἐκφωνηθὲν τοῦ ἀγκὰς ἔμαρψεν ἣν παράκοιτιν. τούτοις δὲ ὅμοιον μετʼ ὀλίγα ἐπὶ Ἀλκμήνης τὸ, ἐν ἀγκοίναις Διὸς μεγάλοιο μιγεῖσα. Τὸ δὲ πρῶτοι ἔκτισαν, διαστέλλει αὐτοὺς τοῦ μεταταῦτα, ὡς ἐῤῥέθη, ἀνακτίσαντος Κάδμου. Τὸ δὲ πύργωσαν τειχισμὸν πόλεως διασαφεῖ. τὸ γὰρ ἔκτισαν καὶ ἐπὶ ἑτέρων οἰκοδομημάτων λέγεται.
Ὅτι τὸν πολὺν Ἡρακλέα πολλαχοῦ τῆς τε Ἰλιάδος καὶ τῆς Ὀδυσσείας καταμερίσας ἱστορικῶς ὁ ποιητὴς, ἐνταῦθα μικροῦ τινὸς αὐτὸν ἀξιοῖ λόγου. διὸ καὶ περὶ τὴν αὐτοῦ μητέρα σμικρολογεῖται, εἰπών· Ἀλκμήνην ἴδον Ἀμφιτρύωνος ἄκοιτιν, ἥπερ Ἡρακλέα γείνατο Διῒ μιγεῖσα. καλεῖ δὲ αὐτὸν θρασυμέμνονα θυμολέοντα καὶ μένος αἰὲν ἀτηρῆ. Ἰστέον δὲ ὅτι φθάσας εἰπεῖν, ὡς πρώτην Τυρὼ ἴδον, εἶτα ὅτι Ἀντιόπην ἴδον, ἐνταῦθα τρεῖς ἡρωΐδας εἰς ἓν συνάγει ῥῆμα, εἰπών· Ἀλκμήνην ἴδον καὶ Μεγάραν καὶ Ἐπικάστην. ἐπαναπαυσάμενος δὲ τῷ τοιούτῳ ῥήματι ἐρεῖ ἐφεξῆς καὶ Χλῶριν ἴδον, καὶ Λήδην ἴδον, καὶ Ἰφιμέδειαν εἰσίδον. εἶτα καθʼ ὑπαλλαγήν τινα εἰπὼν Φαίδρην τε Πρόκριν τε ἴδον καὶ Ἀριάδνην ἐπάγει πάλιν· Μαῖράν τε Κλυμένην τε ἴδον καὶ Ἐριφύλην. καὶ οὕτω διὰ πασῶν τῶν ἡρωΐδων ἀρκεσθήσεται ἀγαγὼν ἓν ῥῆμα τὸ ἐκ τοῦ ἰδεῖν. Ἰστέον δὲ ὡς ἐν τούτοις Χλῶρις ἡ τῆς Χλώριδος νοεῖται ψυχή, καθὰ ὁ παραφραστὴς Δημοσθένης δηλοῖ ἐν τῷ, ἴδον ἐνταῦθα Χλῶριν, λέγω δὲ τὴν ψυχὴν τῆς Χλώριδος. καὶ τοῦτό φησιν ἔστω μοι ἐπὶ πάσης. Ὅτι Μεγάρα Κρέοντος θυγάτηρ βασιλέως Θηβῶν Ἡρακλεῖ γημαμένη ἔσχε παῖδας τρεῖς. Ἡρακλέος δὲ σταλέντος τὴν εἰς Κέρβερον ἐκάκου τοὺς Ἡρακλείδας τούτους Λύκος βασιλεὺς τηνικαῦτα Θηβῶν. Ἡρακλῆς δὲ ἄνω γενόμενος ἀνεῖλεν ἐκεῖνον αὐτῇ γυναικὶ καὶ τέκνοις. Ἥρας δὲ χόλῳ εἰς μανίαν συνελαθεὶς διεχειρίσατο καὶ τοὺς παῖδας, ὧν χάριν ἀνεῖλε τὸν Λύκον. διὸ καὶ τεκνοραίστης κεῖται παρὰ Λυκόφρονι. ὡς δέ τινές φασι, καὶ τὴν Μεγάραν διεχειρίσατο. μέλλων δέ φασι καὶ τὸν ἀδελφὸν Ἰφικλέα διαθέσθαι τὰ ὅμοια, ἐκωλύθη φθάσαντος ἐκείνου κατὰ φύσιν θανεῖν. ἑτέρωθεν δὲ τὰ τῆς ἱστορίας ταύτης. Ὅμηρος γὰρ στίχῳ ἑνὶ περιέγραψε τὴν Μεγάραν οὐδέν τι προσεπειπὼν, ὃ καὶ ἐφʼ ἑτέρων τινῶν ποιήσει ἐν τοῖς ἑξῆς, ποικιλίαν καὶ οὕτω τεχνώμενος τῷ λόγῳ ἐκ τοῦ, τῶν μὲν πλατύτερον μεμνῆσθαι, τῶν δὲ πρὸς μόνα ὀνόματα διὰ τὸ δῆλα εἶναι τὰ περὶ τῶν τοιούτων ἱστορούμενα. Τὸν δὲ Κρέοντα Κρείοντα ἔφη ὁ ποιητὴς ὡς ταυτὸν ὂν οὕτως ἢ οὕτως εἰπεῖν. Ὅτι τὴν τοῦ Οἰδίποδος φύσει μὲν μητέρα, δυσποτμίᾳ δὲ γυναῖκα Ἰοκάστην Ἐπικάστην ὁ ποιητὴς οἶδεν. ἣν καὶ καλὴν ὀνομάζει. καὶ ἱστορῶν ἐν βραχεῖ τὰ κατʼ αὐτὴν οἷα ὡς εἰκὸς φειδόμενος ἐμπλατύνεσθαι τοῖς περὶ τούτων λόγοις φησίν· ἣ μέγα ἔργον ἔρεξαν ἀϊδρείῃσι νόοιο, ἤγουν κατὰ ἄγνοιαν, γημαμένη ᾧ υἱεῖ, ἤγουν τῷ ἑαυτῆς υἱῷ. ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξας γῆμεν. ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν. ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς. ἡ δʼ ἔβη εἰς Ἀΐδαο πυλάρταο κρατεροῖο, ἤγουν τέθνηκεν, ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου, ᾧ ἄχεϊ σχομένη, ἤγουν οἰκείαν σχοῦσα λύπην. τῷ δʼ ἄλγεα κάλλιπεν ὀπίσσω πολλὰ μάλα, ὅσσα τε μητρὸς Ἐριννύες ἐκτελέουσιν. εἶεν δʼ ἂν ταῦτα οὐ τὰ ὑπʼ ἄλλων ἱστορηθέντα, ἡ λεγομένη φυγὴ τῆς πατρίδος καὶ ἡ πλάνη καὶ ἡ τύφλωσις, ἀλλʼ ἡ κατάῤῥησις τῶν εἰδότων, ἡ ἐκ τῶν πολιτῶν περιφρόνησις, ἡ τῶν προσγενῶν ἀποστροφὴ, τηκεδόνες νόσων, φόβοι ὡς εἰκὸς νύκτεροι, τὸ δὲ μεῖζον, ἡ σύνεσις, ὅτι σύνοιδεν εἰργασμένος δεινά. τῇ δὲ τῶν ἄλλων προσγενῶν ἀποστροφῇ συνεισακτέα καὶ ἡ τῶν ἀῤῥένων παίδων, οἳ καὶ ἀπώλοντο ἀλληλοκτονήσαντες διὰ τὰς ἐκ τοῦ πατρὸς ἀράς. ὧν αἴτιον κατά τινας, ὅτι παρέθεντο ἐκεῖνοι τῷ πατρὶ ἐκπώματα ἅπερ ἐκεῖνος ἀπηγορεύκει. ἤσαν δὲ ἐκεῖνα κατὰ τὸν πεποιηκότα τὴν κυκλικὴν Θηβαΐδα πατρὸς ἑοῖο τιμήεντα γέρα, τουτέστι τοῦ Λαΐου. ἐλύπησε γὰρ ὡς ἔοικε τὸν γέροντα οὐ μόνον ἡ τῶν τέκνων παρακοὴ, ἀλλὰ καὶ ἡ ἀνάμνησις τοῦ πατρικοῦ φόνου. ἄλλοι δέ γε βρωμάτων τινῶν χάριν τὸν Οἰδίπουν καταράσασθαι τοῖς τέκνοις ἱστόρησαν, λυπεῖ γάρ ποτε καὶ τράπεζα μὴ γέρας ἔχουσα, ὁποία τις καὶ ἡ κατὰ τὸν εἰπόντα, γεραρὴ τυροῦ καὶ μέλιτος πίονος ἀχθομένη. Δοκεῖ δὲ ἀπορίαν ἔχειν, πῶς αἱ μὲν τῆς μητρὸς Ἐριννύες ἄλγεα τῷ Οἰδίποδι ἐκτελέουσιν, αἱ δὲ τοῦ φονευθέντος πατρὸς, οὔ. καὶ ἔστιν εἰπεῖν, ὡς τυχὸν ὁ Οἰδίπους ἐλύπησέ τι πλέον ἤπερ ἔδει τὴν μητέρα γνωσθέντος τοῦ κακοῦ, διὸ καὶ μετῆλθον αὐτὸν αἱ μητρικαὶ Ἐριννύες. εἰ γὰρ διὰ μόνον τὸν ἔκθεσμον γάμον μετέρχονται αὐτὸν, οὐκ ἂν ἀφῆκαν αὐτὸν ἔξω ποινῆς οὐδὲ διὰ τὸν πατέρα οὐχʼ ὁσίως πεφονευμένον. Σημείωσαι δʼ ἐν τούτοις καὶ ὡς εἴπερ ἄλγεα πάσχων ἤνασσε Καδμείων ὁ Οἰδίπους μέχρι τέλους, ὡς φαίνεται δοκεῖν Ὁμήρῳ, οὐκ ἄρα ἔφευγεν ἢ ἐπλανᾶτο κατὰ τοὺς τραγικούς. εἰ δὲ καὶ ἐτύφλωσεν αὑτὸν, οὐκ ἂν αὐτὸ ἐσίγησεν ὁ ποιητὴς, ὡς οὐδὲ τὴν ἀγχόνην τῆς Ἐπικάστης. Ἰστέον δὲ καὶ ὅτι ἀνέστρεψε τὴν τοῦ διηγήματος ἀρχὴν Ὅμηρος μνησθεὶς πρῶτον τοῦ γάμου τῆς μητρὸς, εἶτα τοῦ φόνου τοῦ πατρός. καὶ τοῦτο οὐχʼ ἁπλῶς κοινότερον, ἀλλὰ στρυφνότερον. οὐ γὰρ ἔφη γημαμένη τῷ υἱῷ ἐξεναρίξαντι τὸν πατέρα, ἀλλὰ γημαμένη τῷ υἱῷ. ὁ δὲ, τὸν πατέρα ἐξεναρίξας, ἔγημε, τὴν μητέρα δηλαδὴ, σιγηθεῖσαν διὰ τὸ μὴ καλὸν εἶναι διασαφεῖσθαι τὰ αἰσχρά. Ὁ δὲ Οἰδίπους καὶ Οἰδιπόδης λέγεται ποιητικῶς, κληθεὶς οὕτω διὰ τὸ οἴδημα, ὃ ἔπαθε τρυπηθεὶς τοὺς ἀστραγάλους τῶν ποδῶν, ὅτε βρέφος ὢν ἐξετέθη ὡς ἱστοροῦσιν οἱ τραγικοί. ὅτι δὲ ἄλλως καὶ ἄλλως τὰ κατὰ τὸν Οἰδίποδα καὶ τὸν Λάϊον λέγεται, δῆλον μὲν ἐξ ἄλλων, οὐχήκιστα δὲ καὶ ἐκ τοῦ ἱστορήσαντος ὅτι Σφὶγξ γυνή τις ἦν εἰδεχθὴς περί που Βοιωτίαν, λῃστρικὴ καὶ φονία, ὡς Παλαιφάτῳ δοκεῖ. Οἰδίπους δὲ ἀνεῖλεν αὐτὴν, προσποιησάμενος φιλίαν καὶ συμμαχίαν. ὅθεν ἐτιμήθη ἄγαν ὑπὸ Θηβαίων. ἐφʼ οἷς φθονήσας Λάϊος ἐπέξεισι καὶ θνήσκει ἐν τῇ μάχῃ, καὶ τότε ἡ μήτηρ λαμβάνει αὐτόν. ὡς δὲ ἔγνω ἀποβάντα τὸν πάλαι τῷ Λαΐῳ δεδομένον χρησμὸν, ἐξετύφλωσεν ἑαυτόν. Ὅτι δὲ κατὰ τὴν εἰρημένην Σφίγγα κακὴ τὸ εἶδος ἦν καὶ ἡ Μέδουσα μία τῶν Γοργόνων, καὶ ἐν τοῖς τοῦ Πινδάρου δηλοῦται. δοκεῖ δὲ τοιαύτη καὶ ἡ Ἑκάτη εἶναι, καθὰ καὶ ἡ Ἔμπουσα, διὸ καὶ οἱ μῦθοι φοβερὰς αὐτὰς τοῖς βλέπουσι πλάττονται. Ἔτι ἰστέον καὶ ὅτι καθʼ ὁμοιότητα τοῦ Οἰδιπόδης εὕρηται παρὰ τοῖς παλαιοῖς καὶ ἰσχιοίδης ὁ μεγάλα ἰσχία ἔχων, οὕτω δὲ καὶ γαστροοίδης τις καλεῖται ὑπὸ Ἀττικῶν, καὶ ὠμοίδης δὲ ὁ τοὺς ὤμους ἐξοιδηθεὶς, καὶ πεοίδης ὁ τὸ πέος ὅ ἐστι τὸ αἰδοῖον. ἐξ οὗ καὶ ὁ πειώλης ἐπὶ κιναίδου. οὕτω δὲ καὶ χελυνοίδης ὁ μεγάλα φασὶ χείλη ἔχων. χελύνη γὰρ τὸ χεῖλος. Ἀριστοφάνης Ἀχαρνεῦσιν· ὑπʼ ὀργῆς τὴν χελύνην ἐσθίων. Τὸν δὲ Οἰδιπόδην σχηματίζων Ἡρῳδιανὸς ἔνθα λέγει περὶ τοῦ φαινόλης φαινόλου γενειόλης γενειόλου, παραδίδωσιν ὡς ἡ γενικὴ τοῦ Οἰδίποδος μεταθέσει τῆς ος εἰς ης ποιεῖ τὸ Οἰδιπόδης Οἰδιπόδου, ὅπερ ὅμοιον τῷ, τριπόδος τριπόδης καὶ ἑπτάποδος ἑπταπόδης παρʼ Ἡσιόδῳ. Τὸ δὲ μέγα ἔργον ἔρεξε, σεμνῶς ῥηθὲν, τὴν ἐξάγιστον δηλοῖ μίξιν. οὕτω δὲ καὶ ἐπὶ Αἰγίσθου ἔφη μάλα μέγα ἔργον ἐκεῖνον μήσασθαι, τὴν τολμηθεῖσαν δηλαδὴ παρʼ αὐτοῦ μοιχείαν. Τὸ δὲ γημαμένη καὶ τὸ ἔγημε φανερὰν διαφορὰν δηλοῖ τοῦ γῆμαι καὶ τοῦ γήμασθαι, ὡς καὶ οὐ πρὸ πολλῶν δεδήλωται. Ἀνάπυστα δὲ τὰ ἀκουστὰ ἢ φανερὰ, καὶ κατὰ τοὺς παλαιοὺς εἰπεῖν, ἀνὰ στόμα πᾶσι κείμενα πυνθάνεσθαι. γίνεται δὲ ἡ λέξις ἀπὸ τοῦ πεύθω πεύσω, ἐξ οὗ πύστις ἡ διʼ ἐρωτήσεως μάθησις, ὡς ἐκ τοῦ κεύσω ἡ κύστις. ἐκ δὲ τοῦ πύστις ἄπυστον καὶ ἀνάπυστον, καὶ ἄλλως δὲ εἰπεῖν, ἐκ τοῦ πέπυσμαι, πέπυσται, πυστὸν τὸ ἀκουστὸν καὶ ἄπυστον τὸ ἀνήκουστον. καὶ μετὰ δευτέρας στερήσεως ἀάπυστον τὸ μὴ ἀνήκουστον, ἀλλὰ δηλαδὴ ἀκουστὸν, καὶ πλεονασμῷ τοῦ ν διʼ εὐφωνίαν ἀνάπυστον. οὕτω καὶ γνωστὸν ἄγνωστον ἀάγνωστον καὶ ἀνάγνωστον, κατὰ τὸν εἰπόντα μηδὲν ἐθέλειν καλὸν ἔχειν ἀνάγνωστον ἀλλὰ δηλονότι πᾶσι γνωστόν. Πολυήρατον δέ φασι Θήβην ἄρτι λέγει τὴν πολλὰς ἀρὰς ὅ ἐστι βλάβας θεόθεν ὑπομείνασαν, οὐ γὰρ δή που φασὶ τὴν ἐράσμιον, οὐ γὰρ ἀκόλουθον τοῦτο ἐνταῦθα τοῖς ἐπαγομένοις. Τὸ δὲ θεῶν ὀλοὰς διὰ βουλὰς πρὸς τὸ ἄλγεα πάσχων συντακτέον. Πυλάρτης δὲ ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη Ἅιδης ὁ τὰς πύλας ἀραρυίας ἔχων διὰ τὸ ἐκεῖθεν δυσεξίτητον. Τὸ δὲ ἁψαμένη βρόχον αἰπὺν ἀντὶ τοῦ κρεμάσασα, ἢ μᾶλλον ἐκδήσασα ὑψόθεν. τοῦτο γὰρ δηλοῖ τὸ αἰπὺν, ὡς δηλοῖ ἐπαχθὲν καὶ τὸ, ἀφʼ ὑψηλοῖο μελάθρου. Ἰστέον δὲ ὅτι πολλῶν προσώπων ἁψαμένων βρόχους ἐπὶ λύπαις ἔπαθον οὕτω κατὰ τὴν παλαιὰν ἱστορίαν καὶ οἱ Λυκαμβίδαι ἐπὶ τοῖς Ἀρχιλόχου ποιήμασι, μὴ φέροντες τὴν ἐπιφορὰν τῶν ἐκείνου σκωμμάτων. ἦν γὰρ ὁ ἀνὴρ δεινὸς ὑβρίζειν. ὅθεν καὶ παροιμία ἐπὶ τῶν οὕτω σκώπτειν εὐφυῶν τὸ, Ἀρχίλοχον πεπάτηκας, ὡς εἴ τις εἴπῃ, σκορπίον ἢ ὄφιν ἢ κακὴν ἄκανθαν. καὶ κόρη δέ τις φασὶν Ἰάμβη αἰσχρῶς ὑβρισθεῖσα κατέλυσε τὸν βίον ἀγχόνῃ. διὸ καὶ ὁ παρωνομασμένος αὐτῇ ἴαμβος ἐκ βραχείας ὢν καὶ μακρᾶς αἰνίττεται, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, τὸ καὶ τὴν ὕβριν ἧς εἶδος καὶ τὸ σκώπτειν ἀπό τινος βραχέος αἰτίου ἀρχομένην εἰς κακὸν μέγα καταλήγειν ζήλῳ τῆς Ὁμηρικῆς ἔριδος. ἣ ὀλίγη ταπρῶτα κορυσσομένη τέλος ὑψοῦται ὅ που φησὶν ὁ ποιητής. ὅτι δὲ σκωπτόλης ταπρῶτα ὁ ἴαμβος, δηλοῖ καὶ ὁ πικρὸς Ἱππώναξ, χωλιαμβοποιῶν ἀκράχολα. ὅτι δὲ καὶ ἱλαροί τινες ᾔδοντο ἴαμβοι, δηλοῖ ὁ ἱστορήσας ὡς Δημήτηρ λυπουμένη ἐπὶ ἡρπαγμένῃ τῇ κόρῃ παρεξενώθη Κελεῷ καὶ τῇ γυναικὶ Μετανείρῃ ἐν τῇ Ἀττικῇ. θεράπαινα δὲ αὐτῶν Ἰάμβη παρεμυθεῖτο αὐτὴν ὀρχουμένη τοιούτῳ μέτρῳ. Μητρὸς δὲ Ἐριννύες αἱ ὑπὲρ τῆς μητρός, ἢ καὶ ἄλλως κατὰ ἔλλειψιν, αἱ τῆς μητρὸς τιμωροὶ ὅ ἐστιν ἐπίκουροι. Ὅτι Νηλεὺς ὁ Ποσειδῶνος καὶ Τυροῦς, ὡς πρὸ βραχέων ἐῤῥέθη, ἐν Ἰωλκῷ πόλει Θετταλικῇ γεννηθεὶς τῇ πρὸ ὀλίγων εἰρημένῃ, ἣν ὑπερκεῖσθαί φασι τῆς κατὰ Δημητριάδα θαλάσσης ἑπτὰ σταδίους. ὁ τοίνυν τοιοῦτος Ἰώλκιος Νηλεὺς μετὰ θάνατον τοῦ κατὰ τὸν μῦθον θέσει πατρὸς Κρηθέως ὑπὸ τοῦ ἀδελφοῦ Πελίου ἐξελαθεὶς ἀφίκετο εἰς τὴν Πελοποννησίαν Μεσσήνην. καὶ ἔγημε Χλῶριν μετὰ κάλλος τουτέστι διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα, ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο. ὅς ποτʼ ἐν Ὀρχομενῷ Μινυηΐῳ ἶφι ἄνασσεν ἠδὲ Πύλου βασίλευε. τέκε δέ οἱ ἀγλαὰ τέκνα, Νέστορά τε Χρόμιόν τε Πολυκλύμενόν τʼ ἀγέρωχον. τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσιν, ὅπερ ἐφερμηνεύων φησί· τὴν πάντες μνώοντο περικτίται. οἷς δηλαδὴ ὡς εὖ εἰδόσι, θαῦμα ἦν ἡ Πηρώ. Νηλεὺς δὲ οὐκ ἤθελέ τινι δοῦναι αὐτὴν, ὃς μὴ ἕλικας βόας εὐρυμετώπους ἐκ φυλάκης ἐλάσειε βίης Ἰφικληείης. ἀργαλέας, ἤγουν δυσκόλους καὶ ἐργώδεις κτηθῆναι καὶ ἀπελαθῆναι. τὰς δʼ οἶος ὑπέσχετο μάντις ἀμύμων ὁ Μελάμπους ἐξελάαν. χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρʼ ἐπέδησε, δεσμοί τʼ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται. ὧν ἕνεκα καὶ αἱ βόες ἀργαλέαι ἦσαν. ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο, ἂψ περιτελλομένου ἔτεος, καὶ ἐπήλυθον ὧραι, αἱ τοῦ ἐφεξῆς δηλαδὴ ἔτους, καὶ τότε δή μιν ἤγουν τὸν μάντιν ἔλυσε βίη Ἰφικληείη, θέσφατα πάντʼ εἰπόντα, Διὸς δʼ ἐτελείετο βουλή. καὶ οὕτω μὲν ὁ ποιητὴς ἀσαφῶς καὶ μᾶλλον τὰ περὶ τὸ τέλος τοῦ διηγήματος ἐξέθετο διὰ συντομίαν ἐπίτηδες, οὐδὲ γὰρ προέθετο τοιαῦτα ἱστορεῖν. ἀλλὰ ταῦτα μὲν ἐν παρέργῳ μεσολαβεῖται, αὐτὸς δὲ σπεύδει ἐπὶ τὰ ἑξῆς τὰ κατὰ τὸν Ὀδυσσέα. οἱ δέ γε ἱστοροῦντες οὕτω φασὶ σαφέστερον ἐπεὶ καὶ πλατύτερον. μετὰ θάνατον Σαλμωνέως κομιζομένη Τυρὼ, τουτέστιν ἐπιμελῶς ἐκτρεφομένη παρὰ Δηϊονεῖ τῷ θείῳ, κορεύεται ὑπὸ Ποσειδῶνος. εἶτα Κρηθεῖ τῷ τοῦ πατρὸς ἀδελφῷ δίδοται εἰς γάμον, ἐξ ἧς γεννᾶται Νηλεύς. καὶ αὐξηθεὶς ἀπῄτει τὸν Δηϊονέως Ἴφικλον τὰ τῆς μητρὸς Τυροῦς ὅσα φθάσας ἐκεῖνος ἐνοσφίσατο. ἐν οἷς ὡς εἰκὸς ἦσαν καὶ καλόν τι χρῆμα βοῶν. τοῦ δὲ μὴ ἀποδιδόντος ἀμυνόμενος ὁ Νηλεὺς ἐκεῖνον ὑπέσχετο τὸν γάμον τῆς θυγατρὸς Πηροῦς, ἣν ἀπὸ τῆς ῥηθείσης Χλώριδος ἔσχε, τῷ ἀνασωσομένῳ ἐκ τοῦ Ἰφίκλου τὰ τῆς μητρὸς Τυροῦς. Μελάμπους δὲ πειραθεὶς ἀπελάσαι τὰς βοῦς, ἵνα τῷ ἀδελφῷ Βίαντι τὸν τῆς Πηροῦς καταπράξηται γάμον, ἠγρεύθη. καὶ περὶ παιδοποιΐας μαντευσάμενος τῷ Ἰφίκλῳ, ἦν γὰρ ἄπαις, καὶ ἐπιτυχὼν, ἀπελύθη, λαβὼν καὶ τὰς ὀφειλομένας βόας τῇ Τυροῖ. καὶ οὕτω περιεποιήσατο τὸν ἐκείνης γάμον τῷ ἀδελφῷ, ἐξ ὧν ὕστερον οἱ Βιαντίδαι. καὶ οὕτω μὲν οἱ τοιοῦτοι. ἄλλοι δὲ πλατύτερον οὕτω φασί. Τυρὼ μετὰ θάνατον Σαλμωνέως τοῦ πατρὸς ἦλθεν ἐκ φυλάκης πρὸς Δηϊονέα τὸν τοῦ πατρὸς ἀδελφὸν, ἢ καὶ ἄλλως εἰπεῖν, ἐξ Ἰωλκοῦ εἰς φυλάκην πρὸς τὸν αὐτῆς θεῖον, ὑφʼ οὗ καὶ ἐξεδόθη ἀνδρὶ τῷ Κρηθεῖ. θανόντος δὲ Δηϊονέως, ὃν καὶ Δηΐονα καλοῦσι τινὲς, βασιλεύει φυλάκης ὁ ἔγγονος Ἴφικλος ὁ καὶ Ἰφικλῆς. ὃς ἰδιοποιησάμενος καί τινα τῶν τῆς Τυροῦς ἀπισχυρίζετο μὴ ἂν ἀποδοῦναι, Νηλεὺς δὲ τῇ μητρὶ Τυροῖ ἐπαμύνων ἐδίδου τὴν θυγατέρα Πηρὼ κάλλει διαφέρουσαν τῷ ἐξ Ἰφίκλου λαβόντι τὰς βοῦς, ὅσαι διέφερον τῇ μητρί. ἐπεχείρει δὲ οὐδείς, ἦσαν γὰρ ἄμαχοι τῷ Ἰφίκλῳ βουκόλοι τε ἀγροιῶται καὶ κύνες. Βίας δὲ ὁ Ἀμυθάονος θαῤῥήσας ἀνῦσαι ἂν τὰ τοῦ ἄθλου τοῦδε Μελάμποδα τὸν ἀδελφὸν, ἄνδρα τὴν μαντικὴν ἄριστον, ὑφίσταται τὸ ἔργον κατὰ ἔρωτα τῆς Πηροῦς, καὶ πείθει τὸν ἀδελφὸν ὑποδῦναι τὸν ἀγῶνα. ὁ δὲ, καί τοι εὖ εἰδὼς ὅτι ἁλώσεται, τολμᾷ ὅμως διὰ τὸν ἀδελφόν. καὶ δὴ ἀπελθὼν ἑάλω, καὶ παραδοθεὶς Ἰφίκλῳ καὶ καθειρχθεὶς ἐφυλάσσετο. δοθέντων δὲ πρὸς ὑπουργίαν αὐτῷ ἀνδρὸς καὶ γυναικὸς, ὁ μὲν ἀνὴρ ἐπιεικῶς ἦν πρὸς αὐτοῦ, ἡ δὲ γυνὴ ἐλύπει. ἐπεὶ δὲ ὁ χρόνος προὔβαινεν, ἀκούει σκωλήκων ψόφου τινὸς εἴτε τρισμοῦ ὕπερθεν τοῦ τέγους. οἱ δὲ ἐδήλουν οἷς ἔτριζον καθάπερ ἂν μάντις αἴσθοιτο δεινὸς ἐπαΐειν τοιούτων φωνῶν, ὡς ἄρα βεβρώκοιεν ἤδη τὴν δοκόν. ἦν δέ φασι καὶ τὰ τοιαῦτα δεξιὸς ὁ Μελάμπους, οἷα ὑπὸ δρακόντων καθαρθεὶς τὰ ὦτα ὡς καὶ τῶν ἀλόγων κατακούειν ζῴων. καὶ τοίνυν τὸ τῆς δοκοῦ πάθος μαθὼν προσποιεῖται μαλακῶς ἔχειν, καὶ ἀναπεσὼν προκαλεῖται τοὺς διακόνους ἐξαγαγεῖν αὐτὸν τοῦ οἰκίσκου, δραξαμένους τὴν μὲν γυναῖκα τῶν κάτω τῆς κλίνης, τὸν δὲ ἄνδρα τῶν πρὸς τῇ κεφαλῇ. τῶν δὲ οὕτω πεποιηκότων καὶ τῆς κλίνης ἀπενεχθείσης τῷ πλείονι ἔξω πρὸς τοῦ ἀνδρὸς ἐν τοσούτῳ κλᾶται ἡ δοκὸς καὶ ἐμπίπτει τῇ γυναικὶ ἔσω καὶ κτείνει αὐτήν. καὶ ὁ περισωθεὶς ἀνὴρ ἀγγέλλει τὸ γεγονὸς τῷ Φυλάκῳ, κἀκεῖνος τῷ Ἰφίκλῳ. ὁ δὲ ἐρωτᾷ τὸν Μελάμποδα, τίς τε εἴη καὶ ἐφʼ ᾧ ἔλθοι. καὶ πάντα μαθὼν ὑπισχνεῖται δώσειν τὰς βοῦς εἴπερ ὁ Μελάμπους ἐξεύροι τρόπον τινὰ γονῆς αὐτῷ, ἦν γὰρ παίδων ἄγονος. ὁ δὲ βουθυτήσας διαιρεῖ μοίρας τοῖς ὄρνισι, καὶ ἐπικαλεσάμενος πάντας πλὴν Αἰγυπιοῦ ἐρωτᾷ εἰ ἔστι μηχανὴ παίδων γονῆς τῷ Ἰφίκλῳ. μὴ ἐχόντων δὲ εἰπεῖν, ἥκει ἐπὶ πᾶσιν ὁ Αἰγυπιὸς, καὶ τὰς τῆς ἀπαιδίας αἰτίας λέγει. αἱ δὲ ἦσαν, τὸ διωχθῆναι ὑπὸ Φυλάκου ποτὲ τοῦ πατρὸς μετὰ μαχαίρας τὸν Ἴφικλον παῖδα ὄντα κατά τινα ὀργήν, καὶ τὸν Φύλακον μὴ καταλαβόντα ἐμπῆξαι τὴν μάχαιραν ἀχέρδῳ, ἤτοι ἀπίῳ κατά τινας ἀγρίᾳ, καὶ περιφῦναι τῇ μαχαίρᾳ τὸν τοῦ φυτοῦ φλοιὸν καὶ καλύψαι περισχόντα ἐντός. καὶ τὸν Ἴφικλον τὸ ἐντεῦθεν μὴ παιδοποιεῖν διὰ τὸ ἐκεῖθεν δέος. ὑπέδειξε δὲ καὶ τὴν ἄχερδον ὁ Αἰγυπιὸς, καὶ ὅποι κρύπτει τὴν μάχαιραν, ἣν καὶ ἐκέλευσεν ἐκκαλύψαι τοῦ φλοιοῦ ἐκλέψαντα καὶ κομισάμενον καὶ ἀποσμήξαντα διδόναι πίνειν τοῦ ἰοῦ ἐν οἴνῳ ἐπὶ δέκα ἡμέρας τὸν Ἴφικλον. ποιεῖ δὴ κατὰ ταῦτα ὁ Ἴφικλος, καὶ ῥώνυσι τὴν γονήν. ἐν δὲ ὑπομνήματι Θεοκρίτου φέρεται καὶ ὅτι ἐκτέμνοντί ποτε τῷ Φυλάκῳ ζῷα παρειστήκει παῖς ὢν Ἴφικλος. ὃν ἐκπλῆξαι θέλων ὁ πατὴρ καὶ ἀνατείνας ἣν κατεῖχε μάχαιραν, εἶτα εἰς τὸ πλησίον δένδρον ἐμπῆξαι θελήσας, ἐπήνεγκεν αὐτοῦ τοῖς μορίοις οὕτω συμβάν. Μελάμπους δὲ αὐτὴν ἀνευρὼν ἐκέλευσε τὸν Ἴφικλον ξέσαντα τὸν ἰὸν πίνειν. καὶ αὐτὸς ποιήσας οὕτω γίνεται παίδων πατήρ. κεῖται δὲ παρὰ τοῖς παλαιοῖς καὶ ὅτι Μελάμπους, ὡς ἐῤῥέθη, παρʼ Αἰγυπιοῦ μαθὼν τὸ τῆς ἀτεκνίας αἴτιον, καὶ ἀναζητήσας τὴν μάχαιραν ἀχέρδου φλοιῷ κεκαλυμμένην ἣν ἐπήνεγκε Φύλακος τῷ Ἰφίκλῳ κατὰ τὸν ἀγρὸν ἐκτέμνοντι τετράποδα, θύσας τε θεοῖς τοῖς μηνίουσι ὑπὲρ τῆς τῶν τετραπόδων εὐνουχίας, τὸν Ἴφικλον ἀπέφῃνε πατέρα Πρωτεσιλάου τε, τοῦ ἐν Τροίᾳ πρώτου πεσόντος, καὶ Ποδάρκους. καὶ λαβὼν οὕτω τὰς βόας καὶ ἀγαγὼν εἰς Πύλον δίδωσιν εἰς ἕδνον τῷ Νηλεῖ, καὶ τὴν Πηρὼ λαμβάνει πρὸς γάμον Βίαντι τῷ ἀδελφῷ. ἐξ ἧς γίνονται παῖδες Περιάλκης, Ἄρητος, καὶ Ἀλκεσίβοια. φασὶ δὲ καὶ ὅτι μετὰ τὸ ἐνεχθῆναι τὰς βόας οὐκ ἐδίδου τὴν κόρην ὁ Νηλεὺς, οἷα μὴ βουλόμενος Βίαντι συνοικίσαι αὐτήν. μάχῃ δὲ νικηθεὶς ὑπὸ τῶν περὶ Ἀμυθάονα ἔδωκεν ἄκων. διὸ καὶ ἔφυγε τὴν Πύλον ὁ Μελάμπους, ὡς ἐν τοῖς ἑξῆς που ἱστορήσει ὁ ποιητὴς, ἵνα μὴ προσκρούῃ τῷ Νηλεῖ θείῳ τε πρὸς πατρὸς ὄντι καὶ βασιλεῖ. καὶ τοιαύτη μὲν ἡ περὶ Χλώριδος καὶ τῶν κατʼ αὐτὴν ἱστορία. τὰ δὲ πρὸς μέρος τοῦ ῥηθέντος Ὁμηρικοῦ χωρίου τοιαῦτα. Ἐν τῷ Χλῶριν εἶδον διὰ διφθόγγου γράφεται τὸ ῥῆμα καθὰ καὶ ἐν τῷ, Λήδην εἶδον, λόγῳ παρατατικοῦ, καί τοι τὸ Τυρὼ ἴδον καὶ τὸ, Ἀλκμήνην ἴδον καὶ Ἰφιμέδειαν εἴσιδον καὶ Φαίδρην ἴδον καὶ Μαῖραν ἴδον, διὰ τοῦ ί γράψας κατὰ χρόνον δευτέρου ἀορίστου. Περικαλλέα δὲ τὴν Χλῶριν λέγει, ἐπεὶ καὶ διὰ κάλλος αὐτὴν ὁ Νηλεὺς ἔγημεν, οὗ χάριν καὶ μυρία ἔδωκεν ἕδνα. ἔνθα φανερῶς, ὡς καὶ ἐν ἄλλοις, ἕδνα Ὅμηρος λέγει, τὰ τοῦ νυμφίου πρὸς τὴν νύμφην. Ἰασίδης δὲ ὁ ῥηθεὶς Ἀμφίων, πρὸς διαστολὴν τοῦ ἑτέρου ὃς ἦν ὡς ἐῤῥέθη ἐκ Διός. Περὶ δὲ Ὀρχομενοῦ ἱκανῶς ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐδηλώθη. ἐνταῦθα δὲ εἰπεῖν ἀρκέσει, ὅτι τε πολλοὶ Ὀρχομενοί. καὶ ὅτι Μινύος Ὀρχομενὸς ἢ ἀπὸ παραῤῥέοντος ποταμοῦ ἢ ἀπὸ ἔθνους ἢ γένους τῶν Μινυῶν. ὧν τινὲς καὶ εἰς Ἰωλκὸν ἀπῴκησαν τὴν Θετταλικήν. ὅθεν Μινύαι οἱ ἀργοναῦται παρά τε ἄλλοις καὶ Λυκόφρονι. δῆλον δὲ ὡς διαλυθεὶς ὁ Μινύος πεντασύλλαβος ἐκ τετρασυλλάβου γίνεται, Μινυήϊος γὰρ ὡς τὸ Χαλκήϊος καὶ τὰ τοιαῦτα. Τὸ δὲ, ὅς ποτʼ ἐν Ὀρχομένῳ ἄνασσεν ἠδὲ Πύλου βασίλευεν, οὐ πάνυ ἔχει σαφῶς εἴτε περὶ Ἀμφίονος εἴτε περὶ Νηλέως λέγεται. ὁμοίως καὶ τὸ, ἠδὲ Πύλου βασίλευεν, ἑτέρως ἀμφιβάλλεται εἴτε νοητέον ἀντὶ τοῦ, καὶ Πύλου ἐβασίλευεν, εἴτε καὶ ὅτι ὁ πατὴρ μὲν Ἀμφίων, ἐν Ὀρχομενῷ ἄνασσεν. ἡ δὲ θυγάτηρ Χλῶρις Πύλου ἐβασίλευε διὰ τὸν ἄνδρα Νηλέα. Ὁ δὲ Χρομίος παροξύνεται ὁμοίως τῷ Δολίος, Τυχίος καὶ τοῖς τοιούτοις, ὡς τρίβραχυ. τὸν δὲ Περικλύμενον Ἡσίοδός φησι δῶρον εἰληφέναι παρὰ Ποσειδῶνος, ἀμείβειν ἑαυτὸν εἰς οἵου ἂν ζῴου ἢ δένδρου αἱροῖτο εἰκόνα. τοῦτο δὲ καὶ ἡ τοῦ Ἐρυσίχθονος θυγάτηρ εὐτυχεῖ κατὰ Λυκόφρονα, καὶ ἡ Θέτις δὲ, καὶ ὁ Πρωτεὺς, οἱ τοῦ μύθου χαμαιλέοντες. διό φασι καὶ ὁ ποιητὴς ἀγέρωχον αὐτὸν ἐνταῦθα καλεῖ, ὡς ἀγόμενον ῥᾳδίως καὶ χεόμενον εἰς ὃ ἂν βούλοιτο. ὤνησε δὲ ὅμως οὐδὲν τὸν τοιοῦτον Περικλύμενον τὸ εἰς πολλὰ εὐμετάβλητον, ὅτε τῷ Ἡρακλεῖ πολιορκοῦντι τὴν Πύλον συνέμιξεν. εἰς μέλισσαν γάρ φασι μεταβληθεὶς καὶ ὅμως ἐπιτυχῶς βληθεὶς ἀπήχθη τοῦ ζῆν. δοκεῖ δὲ ὁ ἀνὴρ πολυειδὴς εἶναι τὰ εἰς μεθόδους πολεμικὰς καὶ εἰς λοιπὰς ἐπιτεχνήσεις, διὸ καὶ μῦθον ἐκπεσεῖν περὶ αὐτοῦ, ὡς πολύμορφος ἦν ταῖς εἰς πολλὰ μεταβολαῖς. δώδεκα δὲ παίδων τῷ Νηλεῖ γενομένων, τριῶν ἐνταῦθα μέμνηται ὁ ποιητὴς, ἴσως μὲν, ἐπεὶ οὗτοι μόνοι αὐτῷ ἀπὸ τῆς καλῆς Χλώριδος ἦσαν, ἴσως δὲ καὶ ὅτι οὗτοι τῶν ἄλλων ὑπεξῄρηντο, Νέστωρ μὲν κατὰ σύνεσιν, Χρομίος δὲ ὡς πρεσβύτερος, Περικλύμενος δὲ ὡς γενναιότερος, ἢ καὶ ὡς δεξιώτερος, καθὰ εἴρηται. Τὸ δὲ ἰφθίμην τὴν Πηρὼ εἰπεῖν συντελεῖ εἰς τὸ καὶ γυναῖκας οὕτω δαΐφρονας λέγεσθαι. Περικτίται δὲ, οἱ περίοικοι. καὶ σημείωσαι τοῦτο εἰς τὸς Θήβης ἕδος ἔκτισαν πύργωσάν τε, ἵνα τὸ μὲν ἔκτισαν εἴη ἀντὶ τοῦ οἰκισθῆναι ἐποίησαν, τὸ δὲ πύργωσαν ἀντὶ τοῦ ἐπόλισαν, ἤγουν ὡς πόλιν ἐτείχισαν. Τὸ δὲ οὐδέ τι Νηλεὺς τῷ ἐδίδου ὃς μὴ βόας ἐκ φυλάκης ἐλάσειε κατὰ σχῆμα κάλλους ἔφρασεν ἀποφατικῶς ὁ ποιητής. ἦν δὲ σαφέστερον εἰπεῖν καταφατικῶς ὅτι Νηλεὺς δὲ τὴν θυγατέρα ἐδίδου ὃς ἂν τὰς μητρικὰς βόας ἐξελάσῃ τῆς Φυλάκης πόλεως Θετταλικῆς. Ὅτι δὲ τὸ βίη Ἰφικληείη περιφραστικῶς δηλοῖ τὸν Ἰφικλῆν, δῆλον, καθὰ καὶ τὸ βίη Ἡρακληείη τὸν Ἡρακλῆν. Ἀγροιῶται δὲ οἱ ἀγρόται, κατὰ διπλοῦν πλεονασμὸν τοῦ τε ι δηλαδὴ καὶ τοῦ ω μεγάλου. Τὸ δὲ ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι καὶ ἑξῆς ἕως τοῦ, ἐπήλυθον ὧραι, φράσις ἐστὶν ἐνιαυσίας ἀνακυκλήσεως. Καὶ ὅρα τὸ, ἐπήλυθον ὧραι, αἱ τοῦ δευτέρου δηλαδὴ ἔτους τοῦ ὡς οἷον εἰπεῖν μετὰ τὸν πρῶτον ἀνατέλλοντος, τοιοῦτον γάρ τι τὸ περιτέλλεσθαι. Ἐκ δὲ τοῦ ἐπήλυθον ὧραι αἱ ἐπίβδαι τοῖς Δωριεῦσιν ἐλήφθησαν, αἳ μεθέορτοι εἰσὶν ἡμέραι, ῥηθεῖσα οὕτω παρὰ τὸ ἐπιβαίνειν ταῖς ἑορταῖς ἤγουν ἐπʼ αὐταῖς ἔρχεσθαι, τουτέστι μετʼ αὐτάς. τὸ δὲ Διὸς ἐτελείετο βουλὴ, καθὰ καὶ ἐν Ἰλιάδι, ἀντὶ τοῦ, ἐπληροῦτο τὸ πεπρωμένον. ἔστι δὲ ταυτὸν Διὸς βουλὴν εἰπεῖν καὶ θεοῦ μοῖραν, ὅπερ ἀνωτέρω ἐῤῥέθη ἐν τῷ, θεοῦ κατὰ μοῖρʼ ἐπέδησεν. Ὅτι ἡ Λήδα ἐξ Αἰτωλῶν ἦν Πλευρωνία, παῖς μὲν Θεστίου, ὡς καὶ ἀλλαχοῦ προεδηλώθη, Τυνδαρέου δὲ κατὰ τὸν ποιητὴν παράκοιτις τοῦ ἐκ Λακεδαίμονος, ἣ δὴ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε, Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα. τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα, οἳ καὶ νέρθεν γῆς τιμὴν παρὰ Ζηνὸς ἔχοντες, ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε τεθνᾶσι. τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι. τούτων δὲ κατὰ τοὺς νεωτέρους Πολυδεύκης μὲν θείου αἵματος λέγεται εἶναι, Κάστωρ δὲ θνητοῦ, τοῦ Τυνδάρεω γάρ. ὃν Ὅμηρος μὲν κοινῶς κλίνει καθὰ δηλοῖ τὸ, Τυνδαρέου παράκοιτιν ὡς Πανδαρέου, καὶ τὸ, ὑπὸ Τυνδαρέω παροξυτόνως λεχθέν. οἱ μέντοι μεθʼ Ὅμηρον Ἀττικοὶ Τυνδάρεων προπαροξυτόνως φασὶν, ὡς Μενέλεων. οὕτω δὲ καὶ τὸν Πηνέλεων Ἀττικοὶ μὲν διὰ μακρᾶς ληγούσης προάγουσι καὶ προπαροξυτονοῦσι κατὰ πᾶσαν τὴν κλίσιν. ὁ δὲ ποιητὴς κοινότερον προφέρει, ὡς δηλοῖ καὶ τὸ, Πηνελέοιο ἄνακτος. Ἰστέον δὲ ὅτι θρυλοῦνται οἱ ῥηθέντες Διόσκουροι ἐπὶ φιλαδελφίᾳ, καθὰ καὶ οἱ Ἀκτορίωνες, περὶ ὧν ἐν τῇ Ἰλιάδι ἐγράφη, οἳ καὶ Διόσκοροι δίχα τοῦ υ λέγονται, ἀδελφοὶ ὄντες Ἑλένης, ἐφʼ ὧν τὸ ἑτερήμεροι ζώουσιν, ἀντὶ τοῦ παρημέραν, ὡς μιᾷ μὲν τεθνάναι ἀμφοτέρους, τῇ ἑτέρᾳ δὲ ζῆν. ἡμισεύθη γὰρ τῷ Πολυδεύκει τὸ τῆς ἀθανασίας ἀΐδιον τῷ πρὸς ἡμέραν θανάτῳ, ἐν ᾗ συγκατακρύπτεται τῷ ἀδελφῷ. οὕτω δὲ καὶ τὸ συνεχὲς τοῦ θανάτου τῷ Κάστορι τῇ ἐφʼ ἡμέραν ζωῇ ὁπηνίκα συναναβαίνεται τῷ ἀδελφῷ. καὶ ταῦτα παρατεθέντα ἓν παρʼ ἓν τὸ ἑτερήμερον αὐτοῖς ἐξήρτυσαν. αἰνίττεται δέ φασιν ὁ μῦθος ταῦτα εἰς τοὺς ἐν οὐρανῷ διδύμους, οἷς οἱ αὐτοὶ λέγονται εἶναι οἱ Διόσκουροι. οἳ γενόμενοι μὲν κατὰ γῆς δοκοῦσιν οἷον τεθνάναι, ἀνατέλλοντες δὲ ζῆν λέγονται. ἕτεροι δὲ οὐ πάνυ πιθανῶς νοοῦντες τὸ ἑτερήμερον ἐπὶ τοῦ, τὸν μὲν, τῇ δὲ ζῆν τῇ ἡμέρᾳ ὡς τοῦ ἑτέρου ἐν νεκροῖς ὄντος, τῇ δὲ ἑτέρᾳ τὸν λοιπὸν ὡς θατέρου τεθνεῶτος εἰς τὰ δύο κατʼ οὐρανὸν ἡμισφαίρια τοὺς Διοσκούρους ὑπονοοῦσιν, ὧν θάτερον μὲν ὑπὲρ γῆς ἀεί ἐστι, θάτερον δὲ ὑπὸ γῆν. ὅπερ ἀνατρέπων ὁ παραβάτης φησὶν, ὡς οὐκ ἔχει λόγον εἰρῆσθαι Διοσκούρους παρʼ Ὁμήρῳ τὰ δύο ἡμισφαίρια τοῦ παντός. διὰ γὰρ τὸ ἀνεπαίσθητον τῆς τοῦ φωτισμοῦ φησὶ παραυξήσεως ἐν ἑκάστῃ ἡμέρᾳ οὐδὲ ἐπινοῆσαι ῥᾴδιον πῶς ἔστιν ἑκάτερον αὐτῶν ἑτερήμερον. λέγει δὲ μᾶλλον τοῖς κύκλοις ἐφαρμόζειν τὸ ἑτερήμερον τοῖς τε ἄλλοις καὶ τοῖς τροπικοῖς. καὶ ταῦτα μὲν κατὰ ἀλληγορίαν. ἡ δὲ ἱστορία πολλὰ τοὺς Διοσκούρους σεμνύνει. τὸ δὲ ἐξ ᾠοῦ γενέσθαι αὐτοὺς τῶν νεωτέρων ἔστι πλάσμα, κείμενον καὶ παρὰ Λυκόφρονι. Ὅμηρος δὲ οὐδὲν τοιοῦτον μυθολογεῖ, ἀρκούμενος μετριάζειν ἐν τοῖς τοιούτοις. οὕτω δέ πως καὶ Κλέαρχος αἰδούμενος οἷον ἐπὶ τῷ μυθικῷ τούτῳ λήρῳ εὑρὼν τὰ ὑπερῷα καλούμενα παρὰ τοῖς παλαιοῖς καὶ ᾠὰ εἶπε τὴν Ἑλένην ἐν τοιούτοις οἰκήμασι τραφεῖσαν φήμην πέμψαι πολλοῖς ὡς ἐξ ᾠοῦ εἴη γεγεννημένη. Καὶ Νεοκλῆς μέν φασιν ὁ ἐκ Κρότωνος ἀπὸ σελήνης τὸ τοιοῦτον ἔφη ᾠὸν πεσεῖν. ᾠοτοκεῖν γὰρ τὰς σεληνίτιδας γυναῖκας φησὶ, καὶ τοὺς ἐκεῖ γενομένους πεντεδεκαπλασίους ἡμῶν εἶναι. καὶ οὕτω μὲν αὐτός. ὁ δὲ Ἔριφος, λόγιος δὲ ἦν καὶ αὐτὸς ἀνὴρ, χήνεια ληρεῖ ᾠά τε καὶ Μεγάλα τὴν Λήδαν τεκεῖν, ἐξ ὧν οἱ καὶ ἐν τῇ Ἰλιάδι κείμενοι Διόσκουροι. ὁ δὲ μελοποιὸς Ἴβυκος καὶ τοὺς μολιονίδας ὁμοίως παράγει ἐξ ᾠοῦ, εἰπὼν αὐτοὺς, ἅλικας ἰσοκεφάλους ἑνιγύους ἀμφοτέρους γεγαῶτας ἐν ᾠέῳ ἀργυρέῳ καθὰ καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐγράφη. ἡ δὲ λυρικὴ Σαπφὼ καὶ αὐτὴ στοιχοῦσα τῷ εἰρημένῳ περὶ τῶν Διοσκούρων μύθῳ, ἀλλʼ αὐτὴ οὔτε ᾠὸν δυσυλλάβως οὔτε ὤεον διὰ τοῦ ε τρισυλλάβως γράφει, ἀλλὰ στίξασα καὶ οὕτως ἐκφωνήσασα τὸ ι προσγέγραπται ἐν τῷ ᾠὸν, τρισυλλάβως προφέρει ἐν τῷ, φασὶ δή ποτε Λήδαν ὤϊον εὑρεῖν. καὶ ἀλλαχοῦ, ὠΐου πολὺ λευκότερον. καὶ οὕτω μὲν ἡ Σαπφώ. Ἐπίχαρμος δέ φασι καὶ αὐτὸς διὰ τοῦ ε λέγει ὤεον ὁμοίως τῷ Ἰβύκῳ, ἐν τῷ, ὤεα χανός. καὶ Σιμωνίδης ἐν τῷ, οἷόν τε χηνὸς ὤεον Μαιανδρίου. Ἀθήναιος δὲ ὁ ταῦτα παραδοὺς καὶ ᾠάριον οἶδε διὰ τεσσάρων, ἤγουν τετρασυλλάβως. ὡς καὶ σταμνάριον τὸ σταμνίον, ἐξ οὗ καὶ Ζεὺς παρὰ τῷ κωμικῷ Στάμνιος, παίζοντι τὰ συνήθη, ἔνθα σταμνίου Διὸς υἱὸν λέγει τὸν Διόνυσον. καὶ ταῦτα μὲν τοιαῦτα. ἡ δὲ Λήδα ἴσως ἂν ἀπὸ τοῦ λῄδιον γίνοιτο. ἔστι δὲ λῄδιον Ἀττικῶς, λειόν τι περιβόλαιον οἰκεῖον τοῖς τρυφῶσιν. εἰ δὲ τοῦθʼ οὕτως ἔχει, ἔστιν ἀπορῆσαι πῶς μὴ καὶ ἡ Λήδα προσγεγραμμένον ἔχει τὸ ι ἐν τῇ παραληγούσῃ κατὰ τὸ λῄδιον. ὃ διαλυθὲν ἐκ τοῦ λεῖον, εἶτα τρέψαν τὸ προπαραλῆγον ε εἰς η καὶ γενόμενον ὑποκοριστικῶς ἐν τετρασυλλαβίᾳ ληΐδιον, συνῃρέθη τῇ προσγραφῇ τοῦ ι εἰς λῄδιον. περὶ οὗ φησὶν Ἀθήναιος, ὅτι περιᾴδονται τὰ Κορίνθια λῄδια. τό δέ γε παρὰ Ἡροδότῳ λήδανον ἀπέοικε τῶν τοιούτων βάρβαρον ὂν, ὡς αὐτὸς ἐκεῖνος ἐπισημαίνεται. Περὶ δὲ Διοσκούρων διείληπται μὲν καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα, ῥητέον δὲ καὶ νῦν ὅτι κατʼ ἐξαίρετον αὐτοὶ ἔχουσι τὸ ὑφὲν λέγεσθαι συγκειμένως. ἄλλως μέντοι ἐν παραθέσει πολλοὶ ἐλέγοντο τοῦ Διὸς κοῦροι, καθότι καὶ Ἑλένη κούρη Διός. ἔτι δὲ καὶ Ἀφροδίτη. ἱστορία δὲ, ἡ λέγουσα ὅτι Ξενοφῶν ὁ γλυκὺς ἐκεῖνος Ἀττικὸς μέλισσα ἐπωνομάζετο, παραδίδωσι καὶ ὅτι οἱ ἐξ ἐκείνου καὶ Φιλησίας υἱοὶ Γρύλος καὶ Διώδωρος Διόσκουροι ἐπεκαλοῦντο. Ἰστέον δὲ ὅτι Τυνδαρίδας εἰπών τις τοὺς Διοσκούρους ἀπορήσοι ἂν εἰκότως διὰ τί μὴ διὰ διφθόγγου ἡ παραλήγουσα γράφεται, ὡς ἀπὸ τοῦ Τυνδάρεως, ἵνα συναιροῖτο ὡς ἐκ τοῦ Τυνδαρεΐδης. καὶ ἔχει μὲν λόγον ἡ ἀπορία. κρατεῖ δὲ ἡ διὰ τοῦ ι γραφὴ ὡς ἀποβληθέντος τοῦ ε πρὸς χρησιμότητα μέτρου δακτυλικοῦ. Ἐξαίρετα δὲ τοῖς Διοσκούροις τῷ μὲν τὸ ἱππόδαμον, τῷ δὲ τὸ πὺξ ἀγαθόν. Ἰστέον δὲ ὅτι τὸ, οὓς ζωοὺς κατέχει φυσίζοος αἶα, ῥηθείη ἂν καλῶς ἐπὶ τῶν καὶ μετὰ θάνατον τιμωμένων. ὁμοίως κατὰ παρῳδίαν καὶ τὸ οἳ καὶ νέρθεν γῆς τιμὴν ἔχοντες ζώουσι, τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι. Τὸ δὲ ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι ἄλλοτε δʼ αὖτε τεθνᾶσιν, οἰκεῖον ἐπὶ τῶν νῦν μὲν εὐτυχούντων, νῦν δὲ οὔ. Παρήχησιν δέ τινα ἔχει τὸ, ζωοὺς κατέχει φυσίζοος αἶα. τίς δὲ ἡ φυσίζοος, ἡ Ἰλιὰς δηλοῖ. Ἰστέον δὲ ὅτι τὸ ἄλλοτε μὲν ζώουσιν ἄλλοτε δʼ αὖ τεθνᾶσιν ἐπιδιόρθωσίς ἐστι τοῦ, οὓς ἄμφω ζωοὺς κατέχει ἡ γῆ. ἐκεῖνο μὲν γὰρ ἁπλοϊκῶς ἐῤῥέθη. πῶς γάρ ἐστιν ἄμφω ζῆν ἁπλῶς τοὺς καὶ θνήσκοντας; τοῦτο δὲ διαρθροῖ τὸν μυθικὸν νοῦν, ὃς βούλεται καὶ ζῆν αὐτοὺς ἑτερημέρους, καὶ αὖ πάλιν θνήσκειν. Τὸ δὲ λελόγχασι, δηλοῖ μὲν τὸ ἔλαχον, μᾶλλον δὲ ἐξαιρέτως ἔσχον, ἀπὸ τοῦ λέγω. ἐξ οὗ ὁ ἐπίλεκτος καὶ τὸ ἐπιλέγδην ἐπίῤῥημα. καὶ οἱ λογάδες οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ λίθοι. ἔστι δὲ χρόνου ἢ παρακειμένου καθʼ ὁμοιότητα τοῦ κέκλοφα καὶ κέκοφα, ἵνα ᾖ λέλοχα καὶ πλεονασμῷ τοῦ ν διʼ εὐφωνίαν λέλογχα, ἢ μέσος παρακείμενος λέλογα προσλαβὼν καὶ τὸ χ, ἢ καὶ ἀμφοτέρων μίγμα τοῦ τε λέλογα καὶ τοῦ λέλοχα. οὕτω δὲ μικτόν τι καὶ τὸ ἐνήνοχα καὶ τὰ ἐξ αὐτοῦ σύνθετα. τὸ μὲν γὰρ μικρὸν ο μέσου παρακειμένου ἴδιον, ἐνεργητικοῦ δὲ τὸ σύμφωνον τῆς παραληγούσης. καὶ οὕτω μὲν κοινότερον. Ἡρῳδιανὸς δὲ ἐκ τοῦ λήχω τὸ λαγχάνω παράγων τὸ λέλοχα τροπῇ τοῦ η εἰς ο μικρὸν ὁμοίως τῷ πήθω πέποθα λέγει καὶ πλεονάζειν ἐν αὐτοῖς τὸ ν, ὡς καὶ ἐν τῷ κέχανδα, οἷον, οἶκον κεχανδότα πολλὰ καὶ ἐσθλά. Σημείωσαι δὲ ὅτι τὸ λελόγχασι συστέλλει τὴν παραλήγουσαν, παρὰ τὴν κοινὴν μὲν παρατήρησιν, ἣ μακροπαράληκτα οἶδε τὰ τῶν τοιούτων παρακειμένων τρίτα πρόσωπα, πλὴν ἄλλως, ἀναλόγως τῇ πρὸ αὐτοῦ ὅλῃ κλίσει τοῦ λέλογχα. εἰ δʼ ἴσως εὑρεθείη που κατʼ ἔκθλιψιν τῆς ληγούσης γραφόμενον, τιμὴν δὲ λελόγχασʼ ἶσα θεοῖσι, τότε δὴ καὶ αὐτὸ ἐκτεταμένον ἔσται κατὰ τὸ τετύφασι καὶ πεποιήκασι καὶ τὰ ὅμοια. Ἰστέον δὲ ὅτι τὸ Λήδη Λῆδα λέγεται κατὰ Ἡρῳδιανὸν Δωρικῶς. Δώρια δέ φησι καὶ ἡ Φιλομήλα καὶ ἡ Ἀνδρομέδα, τροπῇ τοῦ η εἰς α πεποιημένα. καὶ λέγει ἐκεῖνος καί τινα αἰτίαν εἰς τοῦτο, προπερισπῶν τὸ Λῆδα κατὰ τὸ Μοῦσα. ἴσως δὲ Δώριον καὶ ἡ τόλμα, ὃ ἀναλογώτερον τοῦ τόλμη φησὶν Ἡρῳδιανός. Ὅτι Ἰφιμεδείας καὶ Ἀλωέως υἱοὶ Ὦτός τʼ ἀντίθεος, τηλεκλειτός τʼ Ἐφιάλτης. οὓς δὴ μηκίστους θρέψαι ζείδωρος ἄρουρα καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα. ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι, οἳ καὶ ἀθανάτοισιν ἀπειλείτην ἐν Ὀλύμπῳ φυλόπιδα στήσειν πολυάϊκος πολέμοιο. ἐπεὶ δὲ οὐκ ἦν πιθανῶς βουλευθῆναι τοῦτο ἐκ γῆς γενέσθαι, διενοήσαντο ἵνα ἐξ ἴσου φασὶ μεγέθους πολεμῶσιν, ἀλλοκότους ἀναβάσεις ὡς οἷά τινας κρόσσας πολεμικάς. φησὶ γὰρ ὅτι Ὄσσαν ἐπʼ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπʼ Ὄσσῃ Πήλιον εἰνοσίφυλλον, ἵνʼ οὐρανὸς ἀμβατὸς εἴη. Καὶ ὅρα ὡς ἐν τούτοις Ὄλυμπον καὶ τὸ ὄρος ἔφη ἐφʼ ᾧ ἤθελον οἱ ῥηθέντες θεῖναι τὴν Ὄσσαν, καὶ τὸν οὐρανὸν δὲ, ἐν τῷ, ἀθανάτοις ἠπείλουν ἐν Ὀλύμπῳ φυλόπιδα στήσειν. ἐνταῦθα γὰρ Ὄλυμπος ὁ οὐρανὸς κατὰ ἀλληγορίαν. διὸ καὶ ἐπήγαγεν· ἵνʼ οὐρανὸς ἀμβατὸς εἴη. ἄλλως γὰρ εἰ τοῖς ἐν Ὀλύμπῳ τῷ ὄρει θεοῖς πολεμεῖν ἔμελλον ἐκεῖνοι, ἀδιανόητόν ἐστιν Ὄσσαν ἐπὶ Ὀλύμπῳ θεῖναι, αὐτὰρ ἔπʼ Ὄσσῃ Πήλιον, καὶ μὴ ἐν αὐτῷ τῷ Ὀλύμπῳ τῷ ὄρει συμμίξαι πρὸς μάχην, ἀλλὰ καταμηχανᾶσθαι τῶν ὀρέων εἰκῇ. καὶ ἦν μὲν ἀδύνατον τὸ τῶν παίδων βούλευμα, καὶ αὐτὸ τοῦτο παιδικόν. διὸ καὶ ἀθετοῦνται πρός τινων τὰ τοιαῦτα ἔπη τοῦ Ὁμήρου, εἰ καὶ οἱ λυτικοὶ φασὶν ὅτι μέμασαν οἱ παῖδες ποιῆσαι τὸ ἀδύνατον, οὐ μὴν ἔπραξαν. ἡ δὲ ποίησις τερατευομένη ἐπὶ πλέον λέγει καὶ ὅτι καὶ νύ κεν ἐξετέλεσσαν εἰ ἥβης μέτρον ἵκοντο. ἀλλʼ ὄλεσε Διὸς υἱὸς Ἀπόλλων ἀμφοτέρους πρὶν σφῶϊν ὑπὸ κροτάφοισιν ἰούλους ἀνθῆσαι, πυκάσαι τε γένυν εὐανθέϊ λάχνῃ. ἔστι δὲ ὁ ἐνταῦθα ποιητικὸς νοῦς κατὰ τὸν Πορφύριον λόγος ὑποθετικὸς, ὃς ἀδύνατον ἀδυνάτῳ συμπλέκων τῇ τοῦ ἑνὸς ἀναιρέσει συναναιρεῖ καὶ τὸ ἕτερον. τοιοῦτος δὲ λόγος τὸ, εἰ ἐπετάσθη ὁ δεῖνα, πτέρυγας ἔσχεν. ἀλλὰ μὴν οὐκ ἔσχε πτέρυγας, οὐδʼ ἄρα ἐπετάσθη. ὅμοιον γοῦν κἀνταῦθα τὸ, ἐξετέλεσαν ἂν, εἴπερ ἥβης μέτρον ἵκοντο, ἀλλὰ μὴν οὐ δυνατὸν τοὺς θεομαχοῦντας ἡβῆσαι, οὐδʼ ἄρα δυνατὸν ἐκτελέσαι αὐτοὺς ὃ ἤθελον. δοκοῦσι δὲ θανάτῳ αἰφνηδὸν ἁρπαγῆναι οἱ τοιοῦτοι, ὁποίοις ὁ Ἀπόλλων ἐπιστατῶν ῥίπτειν τοὺς οὕτω πίπτοντας λέγεται. οἱ μέντοι νεώτεροι φασὶ τὴν Ἄρτεμιν κυνηγετούντων αὐτῶν ἔλαφον μέσον παρεισαγαγεῖν. τοὺς δὲ, ἀφέντας ἐπʼ αὐτὴν δόρατα, τοῦ ζῴου μὲν μὴ τυχεῖν, ἀλλήλων δὲ κατευστοχῆσαι εἰς θάνατον. περὶ Νάξον δὲ Πίνδαρος γενέσθαι φησὶ τὰ κατʼ αὐτούς. ταχεῖα δὲ μυθολογεῖται ἡ τῶν παίδων τῆς Ἰφιμεδείας εἰς αὔξην τελείωσις, εἰ οὕτω μεγάλα ἐφρόνουν καὶ πρὸ τῆς καθʼ ἡλικίαν ἄνθης. καὶ ἴσως ἐντεῦθεν λαβὼν Καλλίμαχος ἔφη περὶ Διὸς τὸ, ταχὺ μὲν ἠέξευ οὐράνιε Ζεὺς καὶ τὰ ἑξῆς. εἰ δὲ ταχὺ ἀνθήσαντες ταχὺ ἀπεῤῥύησαν, καινὸν οὐδέν. οὕτω γὰρ αἱ εἰς ἄκρον εὐεξίαι σφάλλονται. Ἡ δὲ τοῦ μηκίστου καὶ καλλίστου ὑπέρθεσις ἐπὶ τούτων ὡς πρὸς ὁμογενεῖς πάντως ἀνθρώπους ἐῤῥέθη. Τιτυὸς γὰρ ἐν τοῖς ἑξῆς ἐπὶ ἐννέα μὲν κεῖσθαι φαίνεται πέλεθρα, οὗ μεῖζον οὐκ ἂν εἴη κατʼ ἄνθρωπον μῆκος. ἀλλʼ ἐκεῖνος οὐχʼ ἁπλῶς ἄνθρωπος ἀλλὰ γηγενής. καὶ ἄλλως δὲ, εἴπερ ἐνναετεῖς ὄντες τοιοῦτοι ἦσαν, τελειωθέντες ὑπερεβάλλοντο ἂν καὶ τὸν ῥηθέντα Τιτυόν. Ὅρα δὲ καὶ ὅτι οὐχʼ ἁπλῶς μακροὶ οἱ Ἀλωεῖδαι ἀλλὰ μήκιστοι, οὐδʼ ἁπλῶς καλοὶ καὶ κάλλιστοι, ἀλλὰ πολὺ κάλλιστοι. εἰ δὲ αὐτοὶ μετὰ τὸν Ὠρίωνα εἰσὶ τοιοῦτοι, συλλογιστέον τὴν τοῦ κάλλους ὑπερβολὴν τῷ Ὠρίωνι, ἴσως δὲ καὶ τὴν τοῦ μήκους. Ὅτι δὲ καὶ ἀλληγοροῦνται ὁ Ὦτος καὶ ὁ Ἐφιάλτης, καὶ ὅτι καὶ ἀνδρεῖοι ἦσαν, καὶ ὡς ὁμώνυμοι λέξεις ὁ Ὦτος καὶ ὁ Ἐφιάλτης, ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. νῦν δὲ ῥητέον, ὡς οἱ ἀμβατὸν θέσθαι τὸν οὐρανὸν μυθευόμενοι ἐθέλειν Ἀλωεῖδαι αἰνίττοιντο ἂν ἢ ὅτι οὐρανολέσχαι ἦσαν, ἢ ὅτι ὑπερήφανοι καὶ ὑψίκομποι, ὡς εἴπερ μὴ ἦσαν ἐκ γῆς ἀλλʼ οὐράνιοι. διὸ καὶ οἱ παρὰ τῷ δειπνοσοφιστῇ τῶν Ἀθηναίων κόλακες εἰπόντες ὡς τὴν ἐπʼ οὐρανὸν ἀναφέρουσαν ὁδὸν Ἀθηναῖοι οἴδασι μόνοι, τοιοῦτον ἴσως ᾐνίξαντο καὶ αὐτοί. ἔτι προσθετέον καὶ ὡς τὸ ἐκεῖ ῥηθὲν πάθος ἤγουν τὸν Ἐφιάλτην Ἐπιάλτην κατὰ παλαιὰν παρασημείωσιν ὁ Ἀλκαῖος λέγει. τὸ δʼ αὐτὸ πάθος καὶ Ἠπίαλόν τινες ἔλεγον, ἔτι δὲ καὶ Ἠπιόλην, ὡς τὸ Φαινόλην, καθὰ δηλοῖ ὁ εἰπὼν ὅτι Ἠπίαλος οὐ μόνον σημαίνει τὸ ῥιγοπύρετον, ἀλλὰ καὶ δαίμονα τοῖς κοιμωμένοις ἐπερχόμενον ὃν οἱ πλείους Ἠπιόλην φασὶ διὰ τοῦ η. Περὶ δὲ τοῦ πτερωτοῦ ὤτου, ὃν δηλοῦσι καὶ τὰ τῆς Ἰλιάδος, ἱστορεῖ ὁ καλὸς Ἀθήναιος, ὅτι ὄρνεόν ἐστιν ἐν Ἀλεξανδρείᾳ μάλιστα μιμητικὸν ὧν ἂν ἴδῃ ποιοῦντα ἄνθρωπον. διὸ στάντες οἱ κυνηγοὶ καταντικρὺ αὐτῶν ὑπαλείφονταί τινι φαρμάκῳ τοὺς ὀφθαλμοὺς, παρασκευάσαντες ἄλλα φάρμακα κολλητικὰ βλεφάρων ἐν λεκανίσκαις, καὶ παραθέντες. καὶ οἱ ὦτοι θεώμενοι ὑπαλείφονται καὶ αὐτοὶ ἐκ τῶν λεκανιδίων ἀναλαβόντες, καὶ οὕτω ταχέως ἁλίσκονται. λέγονται δὲ οἱ τοιοῦτοι ὦτοι καὶ τὴν τροφὴν αὐτῶν ἀναμαρυκᾶσθαι, ἥδεσθαί τε ἵππῳ καὶ θηρᾶσθαι εἴ τις δορὰν ἵππων περιθεῖτο. προσίασι γὰρ αὐτῷ. ἱστορεῖ δὲ καὶ Ἀριστοτέλης μιμητὴν ἀνθρώπων εἶναι ὦτον κατὰ πάντα, διὸ καὶ ἀντορχούμενος ἁλίσκεται. ὅθεν οἱ ῥᾷον ὑπὸ τοῦ τυχόντος ἐξαπατώμενοι ὦτοι ἐλέγοντο. προσφυέστερον δʼ ἂν ὦτοι καλοῖντο οἱ ἐκ μόνης ἀκοῆς ἀπεριέργως καὶ ἀνεξετάστως ἀπάτην πάσχοντες. Τὸ δὲ θρέψε ζείδωρος ἄρουρα πρὸς διαστολὴν ἴσως κεῖται τοῦ Τιτυοῦ, ὃν οὐ μόνον ἔθρεψεν, ἀλλὰ καὶ ἔτεκεν ἡ γῆ. καὶ ὅμως ἔστι καὶ τούτους γαιηΐους λέγειν οὐ μόνον διὰ τὸ ὑπὸ γῆς θρεφθῆναι, ἀλλὰ καὶ διὰ τὸ μήκιστον. ἐπεὶ καὶ δοκοῦσιν οἱ μεγαλοσώματοι γῆς εἶναι. διὸ καὶ βουγάϊος τῇ γῇ παρωνόμασται, ὡς καὶ οἱ Γίγαντες. ἄλλως δὲ εἰκὸς καὶ τούτους Ποσειδῶνος ὄντας μηκίστους εἶναι κατὰ τὸν Πολύφημον καὶ τὸν Ἱλάωνα τοὺς προῤῥηθέντας. Ἐν δὲ τῷ ἐννεαπήχεες εὖρος, μῆκος δὲ ἐνεόργυιοι, ἐπαινοῦσιν οἱ παλαιοὶ τὸ δαιμόνιον τῆς ἐν συμμετρίᾳ σωματικῆς ἀκριβείας. ἀνάλογον γάρ φασι σῶμα, οὗ τὸ πλάτος τρίτον τοῦ μήκους, ὡς καὶ ἐνταῦθα ἑκάστης ὀργυίας ἀνὰ τριῶν πήχεων οὔσης τὸ ἐννεάπηχυ εὖρος τρίτον ἐστὶ τοῦ ἐννεαοργυίου μήκους. Τὸ δὲ ἀπειλήτην ἢ καύχημα ἢ σφοδρότητα λόγου δηλοῖ. διττὴ δὲ ἡ γραφὴ τῆς παραληγούσης τοῦ ἀπειλείτην. διὰ διφθόγγου μὲν, ὡς ἀπὸ παρατατικοῦ τοῦ ἠπείλεον, διὰ τοῦ η δὲ, ὡς ἀπὸ τοῦ ἠπειλησάτην κατὰ συγκοπήν. Ὅρα δὲ καὶ τὸ φύλοπις ὡς μάχης ἐστὶν ἐπίθετον, καθὰ δηλοῖ τὸ, φυλόπιδα στήσειν πολέμοιο, ὥστε ὅτε ἡ φύλοπις μόνη που κεῖται, λείπει ἐκεῖ τὸ, πολέμου, ἢ τοιοῦτόν τι. Τὸ δὲ στήσειν ὅμοιον τῷ ἤγειρε μάχην, κειμένην ὡσανεὶ τὰ πρὸ τούτου καὶ ἡσυχάζουσαν. ἐντεῦθεν δὲ λαβόντες οἱ μεθʼ Ὅμηρον, συστήσασθαι φασὶ πόλεμον, καὶ πολεμικὴν ἐπισύστασιν, καὶ στάσιν δὲ μάχιμον, καὶ ὅσα τοιαῦτα. Ὄσσα δὲ καὶ Πήλιον, ὄρη Θετταλικὰ ἐγγίζοντα τῷ Ὀλύμπῳ, ὄρει Μακεδονικῷ. εἰσὶ δὲ καὶ ἐν Πελοποννήσῳ ὁμώνυμα ὄρη, καθὰ καὶ ἐν τοῖς τοῦ περιηγητοῦ δεδήλωται. Εἰνοσίφυλλον δὲ, τί ἐστι καὶ πῶς παράγεται, προδεδήλωται. τὸν δὲ καιρὸν τῆς ἥβης ὑποδηλῶν ὁ ποιητὴς ἔφη τὸ, πρὶν σφῶϊν ὑπὸ κροτάφοισιν ἰούλους ἀνθῆσαι, τότε γάρ τις καὶ ἡβᾷ ὅτε ἀπὸ κροτάφου ἡ τρίχωσις ἀρξαμένη ἐπισχερὼ ἐς γένυν ἕρπει κατὰ τὸν εἰπόντα. Περὶ δὲ κροτάφων ἱκανῶς ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐγράφη. Ἴουλοι δέ, φασιν, αἱ κατὰ τῶν γεννείων πρῶται τρίχες, λεγόμενοι οὕτως, ἐπεί περ οἱ τούτους ἔχοντες ἵενται ἤδη ἐπὶ τὸ ὅλον, ἤγουν τὸ τέλειον ὡς ἐξανδρούμενοι. ἀπὸ δὲ τούτων καθʼ ὁμοιότητα ἔοικε λέγεσθαι πολύπουν ζωύφιον ὁ ἴουλος. τοὺς δὲ ἀνθοῦντας τούτους ἰούλους καὶ λάχνην εὐανθέα καλεῖ φιλοτιμούμενος τῷ διαφόρῳ τῆς φράσεως. καὶ ἔστι ταυτὸν, κροτάφοις ἰούλους ἀνθεῖν, καὶ γένυν πεπυκάσθαι ὅ ἐστιν ἐσκεπάσθαι εὐανθέϊ λάχνῃ. ὃ πρὸς διαστολὴν εἴρηται λάχνης ἑτεροίας, ὁποία καὶ ἡ παρὰ τῷ Θερσίτῃ ψεδνή. Ὅτι Φαίδρα Μίνωος ἦν θυγάτηρ, γυνὴ Θησέως, ἣ ἐρῶσα τοῦ σώφρονος Ἱππολύτου καὶ ἐκπεσοῦσα οὗ ἤθελεν αὐτή τε ἀπήγξατο καὶ ἐκεῖνον διαβαλοῦσα τῷ ὑπὸ κόλπου γράμματι, φθαρῆναι καταραθέντα πρὸς τοῦ πατρὸς πεποίηκε, καθὰ καὶ Εὐριπίδης ἱστορεῖ. Ὅτι Κέφαλος ὁ Δηϊονέως, περὶ οὗ καὶ ἐν τῇ Βοιωτίᾳ ἐγράφη, γήμας Πρόκριν τὴν Ἐρεχθέως καὶ θέλων ἀποπειράσασθαι εἰ σωφρονοίη, ἀπεδήμησεν ἐξ αὐτοῦ τοῦ νυμφῶνος. μετὰ δὲ χρόνον συσκιάσας ἑαυτὸν ἑτεροίῳ σχήματι ἔρχεται εἰς τὴν οἰκίαν, καὶ κόσμον χρυσοῦν εἰς πειθὼ προβαλόμενος πείθει τὴν Πρόκριν μιγῆναι αὐτῷ. καὶ πεισθείσης ἐκφαίνει ὁ Κέφαλος ἑαυτὸν, καὶ αἰτιᾶται μὲν ἐκείνην ὡς μὴ ἑαυτῆς ἐγκρατῆ, ὅμως δὲ καταλλάττεται. τὸ δʼ ἐντεῦθεν ἐξιόντα τὸν ἄνδρα συχνάκις ἐπὶ θήραν ὑποπτεύει ἐκείνη καὶ καλέσασα τὸν συνεπακτῆρα ἐρωτᾷ τί ποιεῖ ὁ Κέφαλος συχνάκις ἀποδημῶν. ὁ δὲ ἔφη ὡς ἐπί τινος κορυφῆς ὄρους ἐκεῖνος ἱστάμενος βοᾷ ὦ νεφέλη, παραγενοῦ, καὶ ἡ Πρόκρις ὑπονοήσασα τὸ τῆς νεφέλης ὄνομα μή ποτε λανθάνῃ κύριον ὂν ἀπελθοῦσα ἐκεῖ κρύπτεται. καὶ τοῦ Κεφάλου ἀναβοωμένου τὸ σύνηθες ἔξεισιν αὐτὴ καὶ τρέχει εἰς αὐτόν. ὁ δὲ τῷ ἀδοκήτῳ διαταραχθεὶς βάλλει αὐτὴν τῷ μετὰ χείρας ἀκοντίῳ καὶ κτείνει. Ἰστέον δὲ ὅτι τε περιᾴδεται ἐπʼ ἀνδρίᾳ καὶ ἡ Πρόκρις αὕτη καθὰ καί τις Ἀργαθώνη καὶ ἑτέρα Ῥοδογοὺ, ἢ καὶ ἄλλη Ἀταλάντη, καὶ ὅτι παροιμία ἐξ αὐτῆς φέρεται τὸ, Πρόκριδος ἄκοντα, ἐπὶ τῶν εὐστόχως ἀκοντιζόντων καὶ μὴ ἀποτυγχανόντων. καὶ ὅτι ἀπὸ τοῦ προκεκρίσθαι ἡ τοιαύτη Πρόκρις ἐτυμολογεῖσθαι δοκεῖ. εὕρηται δὲ καὶ Πρόκνις διὰ τοῦ ν ἐν ῥητορικῷ λεξικῷ θηλυκὸν ὄνομα. αὐτὸ δὲ γένος ἰσχάδων δηλοῖ. Ὅτι Ἀνδρόγεων τὸν Μίνωος υἱὸν ἀπερχόμενον Κρήτηθεν Ἀθήναζε κατὰ καιροὺς ἀγώνων καὶ νικῶντα τὸ πένταθλον ἀνεῖλον Ἀθηναῖοι φθόνῳ. κακωθέντες δὲ κοινῇ ἐκ θεομηνίας διὰ τὸ τοῦ φόνου ἄδικον ἠναγκάσθησαν χρησμῷ στέλλειν εἰς Κρήτην ὅσα ἔτη ἑπτὰ ἠϊθέους καὶ παρθένους ἑπτὰ τοὺς κλήρῳ λαχόντας, βορὰν Μινωταύρῳ ἐσομένους. ὃν Πασιφάη μὲν ἔτεκε ταύρῳ μιγεῖσα τέχναις Δαιδάλου, λαβύρινθος δὲ σπήλαιον ἐκεῖνο ὑπόγεων Κρητικὸν πολυέλικτον εἶχεν ἐνδιαιτώμενον. χρόνῳ δέ ποτε Θησεὺς ἀνδρωθεὶς ἐπιῤῥίπτει ἑκὼν ἑαυτὸν τῷ τοῦ Μινωταύρου δασμῷ ἐπὶ καλῷ τῆς πατρίδος. ὡς οὖν συνέπλευσεν εἰς Κρήτην, ἔτυχέ πως ἔρωτα παθεῖν τὴν καλὴν Ἀριάδνην κούρην Μίνωος ὀλοόφρονος. καὶ τοίνυν αὐτὴ τρόπον ὑποτίθεται τῷ Θησεῖ διʼ οὗ καὶ τοῦ θηρίου περιγενήσεται καὶ τὸν τοῖς ἄλλοις ἀδιεξόδευτον λαβύρινθον διεκφεύξεται. καὶ ὑποθεμένου Δαιδάλου δίδωσι τῷ ἐρωμένῳ ἀγαθίδα μίτου τὴν καὶ ἐν Ἰλιάδι λεχθεῖσαν, ἐφʼ ᾧ εἰσελθόντα τὸ σπήλαιον ἐκδῆσαι τοῦ τῆς θύρας ζυγοῦ. καὶ ἀνελίσσοντα ἰέναι μέχρι καὶ εἰς τὸν τοῦ λαβυρίνθου μυχόν. καὶ εἰ περιέσται τοῦ κακοῦ, ὀπίσω ἐπανελίσσοντα ἐξελθεῖν. ὡς δὲ ἐπράχθη πάντα κατὰ νοῦν τῷ Θησεῖ, λαβὼν τὴν Ἀριάδνην καὶ τοὺς σὺν αὐτῷ Ἀττικοὺς ἠϊθέους καὶ τὰς παρθένους, ἀποπλεῖ μέσης νυκτός. καὶ προσορμισθεὶς τῇ Δίᾳ, νῆσος δὲ αὕτη πρὸ τῆς Κρήτης ἱερὰ Διονύσου ἣ καὶ Νάξος ἐκλήθη, ὁμιλεῖ τῇ Ἀριάδνῃ. ἐπιστᾶσα δὲ Ἀθηνᾶ κελεύει, αὐτὴν ἐάσαντα πλεῖν εἰς Ἀθήνας. ὁ δὲ ἀναστὰς ποιεῖ οὕτω. Διόνυσος δὲ καταμαρτυρήσας τῆς γυναικὸς ἀσέβειαν ἐπεὶ ἐν τῷ αὐτῆς ἱερῷ ἐγνώσθη τῷ Θησεῖ, ἐποίησεν ἀναιρεθῆναι αὐτήν. ἔοικε δὲ ἡ γυνὴ αἰφνιδίῳ θανάτῳ ἀπαχθῆναι τοῦ ζῆν. οὐ γὰρ ἂν οὕτω ῥᾳδίως ὁ καλὸς Θησεὺς περιεῖδε τὴν εὐεργέτιν. καὶ δηλοῖ τὸ τοῦ θανάτου ἀνεπαίσθητον ἡ ἐπιστατοῦσα τοῖς τοιούτοις Ἄρτεμις. φησὶ γὰρ ὁ ποιητὴς συντομώτατα ἱστορῶν οὕτως· ἥν ποτε Θησεὺς ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων ἦγε μὲν οὐδʼ ἀπόνητο. πάρος δέ μιν Ἄρτεμις ἔκτα, ἢ ἔσχε, τουτέστιν ἐπέσχε θανάτῳ, τοῦ ἀπεπλεῦσαι, Δίῃ ἐν ἀμφιρύτῃ, Διονύσου μαρτυρίῃσιν, ἤγουν καταμαρτυρίαις κατηγορίαις. οἱ μέντοι νεώτεροι φασὶ τὸν Διόνυσον ἐπιστάντα μετὰ τὸν Θησέως ἀπόπλουν δοῦναι αὐτῇ στέφανον χρυσοῦν, καὶ μιγέντα παραμυθήσασθαι. τὴν δὲ Ἄρτεμιν ἀνελεῖν αὐτὴν ὡς προδοῦσαν τὴν παρθενίαν. ὕστερον δὲ ἐν τοῖς ἄστροις τεθῆναι αὐτήν τε καὶ τὸν ῥηθέντα στέφανον καὶ τὸν αὐτῇ ἀκολουθοῦντα κύνα. Ἰστέον δὲ ὅτι λαβύρινθος οὐ μόνον περὶ Κρήτην, ἀλλὰ καὶ ἐν ἑτέροις τόποις, καθὰ καὶ περὶ Ναυπλίαν οἱ τῶν ἐκεῖσε Κυκλώπων τῶν καὶ ἐγχειρογαστόρων οἰκοδομητοὶ καὶ αὐτοί. περὶ ὧν ἐδηλώθη καὶ ἀλλαχοῦ. Δῆλον δὲ ὅτι καὶ ὁ λαβύρινθος εἶδός τι κοιλίας ὑπογαίου ἢ καὶ ὑπονόμου. ἡ μέντοι γοργύρα ἢ καὶ Ἰωνικῶς γοργύρη ἄλλο τι παντελῶς παρὰ ταῦτα, ὑπόνομος μὲν καὶ αὐτὴ οὖσα, βορβορώδης δέ γε. Ὁ δὲ Μίνως ἐκτείνει τὴν ἄρχουσαν. ὀλοόφρων δὲ ὁ τοιοῦτος. τοῖς κακούργοις δηλαδή. ἐξεκάθῃρε γὰρ λῃστῶν τὴν θάλασσαν, οἳ καὶ φεύγοντες τοῦτον ἐκάλουν κρησφύγετα τὰς καταγωγὰς τῆς ἐκ τοῦ τοιούτου κρητὸς φυγῆς αὐτῶν. Τὸ δὲ πρὸς τοὺς κακοὺς ἀδυσώπητον αὐτοῦ δηλοῖ καὶ ἡ τοῦ Νίσου Σκύλλα. ἣν προδοῦσαν αὐτῷ τὸν πατέρα ἐκεῖνος ἀνεῖλεν, ὡς ἐν τοῖς τοῦ περιηγητοῦ γέγραπται. Ὅρα δὲ καὶ ὅτι εἰ καὶ κραναὴ κατὰ τὴν ἱστορίαν ἡ Ἀττικὴ, ἀλλʼ ὁ ποιητὴς γουνὸν Ἀθηνάων λέγει, σεμνύνων αὐτὴν ὡς γόνιμον, ἀφʼ ἧς αἱ τῶν καρπῶν πανταχοῦ διαδόσεις, ὡς δηλοῖ τὰ κατὰ Κελεὸν καὶ Τριπτόλεμον. Καλεῖ δὲ καὶ ἱερὰς τὰς Ἀθήνας διὰ τὰς ἐκεῖ πολλὰς τελετάς. Τὸ δὲ οὐδʼ ἀπόνητο, σύνηθες τοῖς παλαιοῖς, καθὰ καὶ τὸ ὀνήμενος. τὸ γὰρ ἀπώνατο καὶ ἀπονάμενος οἱ μεθʼ Ὅμηρον λέγουσιν. Ἡ δὲ ῥηθεῖσα νῆσος Δῖα ἱερὰ Διονύσου γενέσθαι λέγεται. περὶ δὲ τοῦ ῥηθέντος Δαιδάλου καὶ ὡς ἄριστος ἦν ἀνδριαντοποιὸς, ἔτι δὲ καὶ περὶ Μινωταύρου δεδήλωται καὶ ἀλλαχοῦ. Ὅτι Μαῖρα Προίτου καὶ Ἀντείας θυγάτηρ βασιλέων Ἄργους, καλὴ τὸ εἶδος, παρθενίαν ἑλομένη, συνῆν Ἀρτέμιδι, ἐπεὶ δὲ συνῆλθε Διῒ, ἐξ ὧν Λοκρὸς ὁ τὰς Θήβας συνοικίσας Ζήθῳ καὶ Ἀμφίονι, τοξεύεται ὑπʼ Ἀρτέμιδος. ἕτεροι δὲ παρθένον φασὶ τὴν Μαῖραν ἀποθανεῖν. Ὅτι Κλυμένη θυγάτηρ Ἴφιος ἢ Μινύου, ὑπὸ Φυλάκῳ τῷ Δηϊονέως Ἴφικλον τίκτει παῖδα ποδώκη τὸν οὐ πρὸ πολλῶν γραφέντα. ὃν φασὶ διὰ τὴν τῶν ποδῶν ἀρετὴν καὶ ἀνέμοις ἁμιλλᾶσθαι, καὶ ἐπʼ ἄκρων ἀνθερίκων θέειν καὶ μὴ κατακλᾶν αὐτούς. Ἡσίοδος δέ φησι προμιγῆναι αὐτὴν Ἡλίῳ καὶ τεκεῖν Φαέθοντα. Ὅτι μάντις ἄριστος καὶ Ἀμφιάραος υἱὸς Ὀϊκλέος, ὃς γήμας Ἐριφύλην γυναῖκα οὐ μόνον καλὴν, ἀλλὰ καὶ ὡς εἰκὸς συνετὴν, θυγατέρα Ταλαοῦ ἀδελφοῦ Ἀδράστου, καὶ διενεχθείς ποτε πρὸς Ἄδραστον, εἶτα διαλυθεὶς, συνέθετο, ὑπὲρ ὧν ἂν εἰς τὸ μέλλον διαφέρωνται αὐτοὶ, κρίνειν αἱρετῶς τὴν Ἐριφύλην αὐτοῖς. καὶ αὐτοὺς στοιχεῖν τοῖς κριθεῖσι. τῆς οὖν ἐπὶ Θήβας στρατείας προκειμένης, Ἀμφιάραος μὲν ἐκώλυεν εἰδὼς τὸ ἐσόμενον, Ἄδραστος δὲ ἤθελε μάχην. Ἐριφύλη δὲ δώροις προληφθεῖσα, τάδε ἦν ὅρμος χρύσεος, δοθεὶς αὐτῇ παρὰ Πολυνείκους ἢ Ἀδράστου, καὶ αἱρεθεῖσα εἰς κρίσιν, ἔκρινε δεῖν εἶναι στρατεύσασθαι τοὺς Ἀργείους. καὶ ὁ Ἀμφιάραος πολλὰ τὴν γυναῖκα μεμψάμενος ἐξώρμησεν ὅμως καὶ αὐτὸς εἰς πόλεμον. τῷ δέ γε υἱῷ Ἀλκμαίωνι, ὃν Πίνδαρος Ἀλκμᾶνα καλεῖ, ἐπέταξεν ὁπότʼ ἂν ἡβήσῃ, μὴ πρότερον μετὰ τῶν ἐπιγόνων εἰς Θήβας ἐλθεῖν, πρινὴ κτεῖναι τὴν μητέρα, ὃ καὶ ποιήσας ὁ Ἀλκμαίων ἐτιμωρήθη μὲν παρὰ Ἐριννύων, καθὰ καὶ Ὀρέστης, ἀπελύθη δὲ αὖθις, οἷα τιμωρήσας πατρί. διὸ στυγερὰν τὴν Ἐριφύλην ὁ ποιητὴς καλεῖ. ἣ χρυσόν φησι φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα, ἤγουν ἐδωροδοκήθη κατὰ τοῦ ἀνδρὸς, ἢ καὶ ἄλλως χρυσὸν ἔλαβεν ἀντὶ τοῦ ἀνδρὸς ὡς οἷον ἀπεμπολήσασα ἐκεῖνον ὅρμου χρυσοῦ. Τιμήεις δὲ πολλαχοῦ λέγεται ὁ χρυσὸς διὰ τὸ ὑπερέχειν τῶν λοιπῶν ὑλῶν. Ὅτι σχῆμα παραλείψεως τὸ, πάσας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας. λέγει δὲ ὁ ποιητὴς τοῦτο ἐμφαίνων, ὡς, πολλὰ ἔχων εἰπεῖν παρέδραμεν. εἰ δὲ ταύτας νῦν οὐκ ἔχει ὀνομῆναι Ὅμηρος διὰ τοῦ σοφοῦ Ὀδυσσέως, συγγνωστέος ἂν εἴη καὶ ἐν Ἰλιάδι, μὴ ἔχων τὴν τῶν Ἀχαιῶν ὀνομῆναι πληθύν. δῆλον δὲ ὅτι ἐκεῖθεν ὁ στίχος οὗτος παρείλκυσται. παρῳδία δὲ τοῦ ῥηθέντος στίχου καὶ ἐν τοῖς ἑξῆς τὸ, πάντας δʼ ἐγὼν οὐκ ἂν μυθήσομαι οὐδʼ ὀνομήνω. ἔστι δὲ μυθήσασθαι μὲν τὸ ἄλλως ἀφηγήσασθαι, ὀνομῆναι δὲ τὸ πρὸς μόνον εἰπεῖν ὄνομα. Ἰστέον δὲ καὶ ὅτι καὶ ἐφεξῆς ἐν τῷ περὶ τῶν ἡρώων λόγῳ σχήματι ὁμοίῳ χρήσεται, εἰπὼν, ὡς ἴδον ἂν καὶ ἄλλους οὓς ἤθελον, οἷον καὶ Θησέα καὶ Πειρίθοον, εἰ μή τι δέος ἐκώλυεν, ὑποδηλῶν κἀνταῦθα οἵαν μὲν ἐξεῦρεν εὐπορίαν γραφῆς ἔκ τε τῶν ἡρωΐδων ἔκ τε τῶν ἡρώων, ὅπως δὲ αὐτὴν παρεᾷ διὰ τὸ τῆς ἱστορίας μὴ καίριον, ἔτι δὲ καὶ διὰ τὴν ἄκαιρον μακρολογίαν. πρὶν γάρ κεν καὶ νύξ φησι φθεῖσθαι ἄμβροτος, ἤγουν οὐκ ἂν διὰ πάσης νυκτὸς περατωθείη ὁ περὶ τούτων λόγος. Τὸ δὲ φθεῖται οὐκ εὔδηλον εἴτε διὰ διφθόγγου, ὡς ἀπὸ τοῦ φθέω φθῶ, εἴτε διὰ τοῦ ι ὡς ἐκ τοῦ φθίω. πλεονάζει δὲ ἡ διὰ διφθόγγου γραφὴ, ὡς ἀπὸ τοῦ ῥηθέντος φθῶ. οὗ περ οὐ μόνον τὸ φθείρω παράγωγον, ὡς τοῦ φθῶ τὸ φθείρω, ἀλλὰ καὶ τὸ φθίνω, ὁμοίως τῷ κλῶ κλίνω. Ὅτι παροιμιῶδες τὸ, ἀλλὰ καὶ ὥρη εὕδειν, νυκτὸς δηλαδὴ οὔσης, ὥσπερ αὖ πάλιν ἡμέρας ἐρεῖ τις τὸ, ἀλλὰ καὶ ὥρη ἔργου. Ἰστέον ὅτι πρὸς τὸ, ἀλλὰ καὶ ὥρη εὕδειν, προϊὼν ὁ Ἀλκίνοος ἐρεῖ τὸ, οὐδέ πω ὥρη εὕδειν ἐν μεγάρῳ. Ἔνθα καὶ ὅρα τὸ εὕδειν ἐν μεγάρῳ. εἰ γὰρ καὶ ὥρα εὕδειν, ἀλλʼ οὐ τοῖς ἐν μεγάρῳ ἔχουσιν ἄδειαν ἀναπαύσεως. ἄλλως δὲ εἰπεῖν, Ὀδυσσεὺς μὲν λέγει τὸ, ἀλλὰ καὶ ὥρη εὕδειν, ὡς τῆς νυκτὸς ἤδη φθινούσης, ὁ δὲ Ἀλκίνοος φησὶν οὐδέπω εἶναι ὥραν εὕδειν διὰ τὸ τὴν νύκτα μάλα εἶναι μακράν. Ὅτι θαυμάσαντες οἱ τῶν Φαιάκων ἄριστοι τὸν σοφὸν Ὀδυσσέα ἐφʼ οἷς εἶπε, πάντες ἀκὴν ἐγένοντο σιωπῇ, κηληθμῷ δʼ ἔσχοντο, τουτέστι κάτοχοι ἐγένοντο εὐφροσύνῃ πολλῇ. ἐπίτασις γὰρ ἡδονῆς ὁ κηληθμός. διὸ καὶ ὁ Πλούταρχος ἐν συμποσιακοῖς ὡς διάφορά τινα λέγει τὴν εὐφροσύνην καὶ τὴν κήλησιν. Ἐκ δὲ τοῦ κηλεῖν καὶ αἱ παρὰ τῷ Πινδάρῳ κηληδόνες παράγονται, ὧν Ἀθήναιος μέμνηται, ὡς θελγουσῶν οὐδὲν ἔλαττον ἤπερ αἱ τοῦ μύθου Σειρῆνες. ἀναλογίας δέ ἐστιν ὁ κηληθμὸς τῆς κατὰ τὸν ὀρχηθμὸν καὶ βρυχηθμὸν καὶ τὰ τοιαῦτα. Ἰστέον δὲ δὲ ὅτι ἐκ τοῦ κηλεῖν καὶ γλωσσοκηλόμπης κωμικώτερον παρὰ τοῖς παλαιοῖς ὁ γλώσσῃ κηλῶν καὶ κόμποις. δόξοι δʼ ἂν καὶ ὁ κήλων ἐκ τοῦ αὐτοῦ γίνεσθαι ῥήματος. ἴσως δὲ καὶ κήλη ἐξ ἀντιφράσεως.
Ὅτι ἐναβρυνομένη τῷ πρόσφυγι ῥήτορι Ἀρήτη ἡ βασίλεια ἐρωτᾷ τοὺς ἀκροατὰς αὐτοῦ Φαίακας, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἐΐσας; ἅπερ ἔπαινός ἐστιν ἀνδρὸς ἀγαθοῦ. εἶτα ἐπάγει ταῦτα. ξεῖνος δʼ αὖτʼ ἐμός ἐστιν, ἕκαστος δʼ ἔμμορε τιμῆς, δύο ταῦτα προβαλλομένη πρὸς τὸ μὴ μετριολογεῖσθαί φασιν, ἤγουν σμικρολογεῖσθαι ἐπὶ τῷ Ὀδυσσεῖ τοὺς Φαίακας τὸ αὐτῆς τε ξεῖνον εἶναι τὸν Ὀδυσσέα τῆς μεγάλης Ἀρήτης. καὶ τὸ, ἕκαστον τῶν ἀκροατῶν τιμῆς μοῖραν ἔχειν ἔν τε ἄλλοις καὶ ἐπὶ τῷ πλουτεῖν. διὸ φησί· μὴ ἐπειγόμενοι ἀποπέμπετε, τουτέστι μὴ κατεπείγετε ὑμεῖς τὸν πλοῦν, εἰ καὶ αὐτὸς ἐθέλοι ὀτρύνεσθαι ὑμᾶς ἅμα ἠοῖ φαινομένῃ εἰς πομπὴν, ἐφʼ οἷς προκαλουμένη τε εἰς ξενίαν καὶ ἑρμηνεύουσα ὅτι τὸ, ἕκαστος ἔμμορε τιμῆς, διὰ τὸν παρʼ ἑκάστῳ πλοῦτον λέγει, φησί· μὴ δὲ τὰ δῶρα οὕτω χρηΐζοντι κολούετε. πολλὰ γὰρ ὑμῖν κτήματα ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται, ὡς κειμήλια δηλαδή. Καὶ ὅρα ὅπως εὐτύχησεν Ὀδυσσεὺς πρώτην ἱκετεύσας τὴν δέσποιναν. Τὸ δὲ μὴ οὕτω κολούετε, ἀντὶ τοῦ, μὴ διὰ τὸ ἐπείγεσθαι κολοβοῦτε τῷ ξείνῳ τὴν δόσιν πολλὰ ἔχοντες. Τὸ δὲ θεῶν ἰότητι, θεόσδοτον ἀποτίθεσθαι πλοῦτον παραινεῖ καὶ μὴ ἑτεροῖον. Ὅτι Ἀρήτης εἰπούσης περὶ Ὀδυσσέως τὰ προσεχῶς εἰρημένα ὁ γέρων ἥρως Ἐχένηος, ὃς καὶ νῦν Φαιάκων προγενέστερος λέγεται, προμαρτυρηθεὶς καὶ συνετὸς εἶναι καὶ λόγιος, ἐπαινεῖ τοὺς βασιλικοὺς λόγους, καὶ πεισθῆναι συμβουλεύει αὐτοῖς, εἰπών· ὦ φίλοι οὐ μὰν ἧμιν ἄπο σκοποῦ οὐδʼ ἄπο δόξης μυθεῖται βασίλεια περίφρων, ἀλλὰ πίθεσθε. Ἔστι δὲ τὸ μὲν οὐκ ἄπο σκοποῦ ἢ ἀντὶ τοῦ, εὔστοχα ἐκ μεταφορᾶς τῶν εὖ τοξευόντων κατὰ σκοποῦ, ἢ ἀντὶ τοῦ, οὐ πόῤῥω τοῦ ἡμετέρου ἤθους. φιλόξενοι γὰρ ἐσμέν. Τὸ δὲ οὐδʼ ἄπο δόξης ἀντὶ τοῦ οὐ μακρὰν ὧν περὶ αὐτῶν δοξάζομεν, ὑπολαμβάνοντες ὅτι δηλαδὴ εὖ περὶ τοὺς ξένους διάκειται. σεμνύνων δὲ ὡς ἐχρῆν ὁ αὐτὸς γέρων καὶ τὸν βασιλέα καὶ προκαλούμενος αὐτὸν κατάρξαι τοῦ ἐπιδοῦναι ἐπάγει· Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος τε, ἤγουν αὐτὸς κατάρχει τοῖς ἄλλοις τῶν τε ἔργων τῶν τε λόγων. ἔπαινος δὲ καὶ τοῦτο ἐνδόξου ἀνδρός. εἶτα ὁ βασιλεὺς συγκατατιθέμενος τῷ τοῦ γέροντος λόγῳ, προσχὼν δὲ καὶ τῇ γυναικὶ ἐφʼ οἷς εἶπε μὴ ἐπειγομένους ἀποπέμπειν τὸν ξένον μηδὲ κολοβοῦν οὕτω τὰ δῶρα φησὶ, τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος αἴ κεν ἔγωγε ζωὸς ἀνάσσω, ἤγουν ἀεὶ ἐμὴ ἔσται ἡ ἐν ἔργοις καὶ λόγοις ἐνταῦθα ἰσχύς. ξεῖνος δὲ τλήτω ἐπιμεῖναι εἰσαύριον ἕως πᾶσαν δωτίνην τελέσω. πομπὴ δʼ ἄνδρεσσι μελήσει πᾶσι, μάλιστα δʼ ἐμοί. τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ δήμῳ. ὃ παρῴδηται ἀπὸ τοῦ, μῦθος δʼ ἄνδρεσσι μελήσει πᾶσι, μάλιστα δʼ ἐμοί. τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ. ἔτι δὲ καὶ ἄλλοθεν ἐκ τοῦ, πόλεμος δʼ ἄνδρεσσι μελήσει καὶ ἑξῆς, Ὅρα δὲ τὸ, ζωὸς ἀνάσσω, πρὸς διαστολὴν τοῦ τε μετὰ θάνατον περιᾳδομένου ἐν βασιλείᾳ, καὶ τοῦ διὰ τῶν διαδόχων ἀνάσσοντος. Τὸ δὲ πᾶσαν δωτίνην τελέσω, διέσταλται πρὸς τὸ τὰ δῶρα κολούειν. ἐπεὶ καὶ ἀντίκειται τὸ κολοβὸν καὶ τὸ ἐντελές. Τὸ δὲ, τοῦ γὰρ κράτος ἔστιν ἐνὶ δήμῳ, ἑρμηνεία τίς ἐστι καὶ παράφρασις τοῦ, ἐξ Ἀλκινόου ἔχεσθαι ἔργον τε ἔπος τε. Σημείωσαι δὲ ὅτι καὶ ἐν τῷ, οὐ μὰν ἧμιν ἄπο σκοποῦ, συστολὴ γέγονε τῆς ληγούσης τοῦ ἡμῖν καὶ τοῦ τόνου ἀναδρομή. Ὅτι Ἀλκινόου εἰπόντος ὡς ὁ ξένος τλήτω ἐπιμεῖναι ἐσαύριον διὰ τὸ ἐντελὲς τῆς δωτίνης, λέγει Ὀδυσσεὺς ὑπούλως καὶ κερδαλέως· Ἀλκίνοε, εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτε αὐτόθι μίμνειν, πομπὴν δʼ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε, καί κε τὸ βουλοίμην καί κεν πολὺ κέρδιον εἴη, πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδʼ ἱκέσθαι, καί κʼ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην πᾶσι, τοῖς ἐκεῖ δηλαδή. ὃ δὴ ἔπαινος πλούτου ἐστίν, ὡς τῶν πλουσίων καὶ φιλουμένων τοῖς πλείοσι καὶ διʼ αἰδοῦς ἀγομένων. καὶ οὕτω μὲν Ὀδυσσεύς. ἐπεὶ δὲ οὐκ ἔδει ταῦτα εἰπεῖν τὸν κατεπείγοντα τὴν πομπὴν, ὑπωπτεύθη γὰρ ἂν, ὡς εἰκὸς, ψευδὴς εἶναι καὶ κερδαλέος, ἀπάγων Ἀλκίνοος ἑαυτοῦ τὴν τοιαύτην κατὰ Ὀδυσσέως δόξαν ἐπαίνους εἰς αὐτὸν λαλεῖ ἐπί τε ἀληθείᾳ καὶ ἁπλότητι καὶ λογιότητι, εἰπών· ὦ Ὀδυσσεῦ, τὸ μὲν οὔ τί σʼ ἐΐσκομεν εἰσορόωντες ἠπεροπῆά τε εἶναι καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους, ψεύδεά τε ἀρτύνοντας, ὅθεν κέ τις οὐδὲ ἴδοιτο, σοὶ δʼ ἔνι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί. μῦθον δʼ ὡς ὅτʼ ἀοιδὸς, ἐπισταμένως καταλέξας εἶτα ἑρμηνεύων τὸν τοιοῦτον μῦθον φησί· πάντων Ἀργείων σέο τʼ αὐτοῦ κήδεα λυγρά. Καὶ ὅρα κἀνταῦθα τὴν τοῦ λέγειν ἐπιστήμην τοῖς ἀοιδοῖς ἀνατίθησιν Ὅμηρος, ὧν εἷς καὶ αὐτός. Τὸ δὲ εἰς ἐνιαυτὸν πρὸς τὸ ἐσαύριον ἐῤῥέθη, λέγοντος ἀστείως τοῦ Ὀδυσσέως, ὡς οὐ μόνον εἰσαύριον μενῶ εἰ κερδαίνω, ἀλλὰ καὶ εἰς ἐνιαυτόν. Πλειοτέρα δὲ χεὶρ, ἡ γέμουσα καὶ μὴ ὑπόκενος, ἀλλὰ πεπληρωμένη. Τὸ δὲ αἰδοιότερον εἶναι τὸν πλουτοῦντα συμφωνεῖ τῷ τοῦ Ἡσιόδου· πλούτῳ δʼ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ. Ἐπίκλοπος δὲ μύθων κατὰ τοὺς παλαιοὺς, ὁ παραλογιστικὸς, ἢ ὁ τῶν ἀλλοτρίων ἐπιθυμητικός. κλέπτου γὰρ καὶ ἄμφω ταῦτα ἴδια. Τὸ δὲ οἷά τε πολλοὺς βόσκει γῆ, δύναταί ποτε μὴ κωλύοντος τοῦ μέτρου κοινότερον φράζεσθαι καὶ οἵους πολλοὺς βόσκει. Καλῶς δὲ τὸ βόσκει, ὡς τῶν τοιούτων ἀνδρῶν ἀλογίστως ζώντων κατά τινα βοσκήματα, οἷς οἰκεῖον καὶ τὸ πολυσπερέας, ὡς δηλοῖ καὶ Ὀππιανὸς εἰπών· πολυσπερέας φάλαγγας νεπόδων. Τὸ δὲ ἀρτύνειν ψεύδεα, ὅθεν ἄν τις οὐδὲ ἴδοιτο, τὴν μυθικὴν τεχνικὴν δηλοῖ πιθανότητα, καθʼ ἣν περιαγόμενός τις οὐκ ἂν ἔχοι συνιδεῖν, εἰ μῦθος ἐστὶ τὸ λεγόμενον. δῆλον γὰρ ὅτι ἀρετὴ μύθου ἡ κατὰ εὐπλαστίαν πιθανότης καὶ τὸ ἐκεῖθεν τῆς ἀληθείας εἰκόνισμα, ὡς δηλοῖ καὶ τὸ, ψεύδεα πολλὰ λέγειν ἐτύμοις ὁμοῖα, ὥστε δοκεῖν τὸν ποιητὴν καθηγήσασθαι καὶ τοῦ κατὰ τὸν μῦθον ὁρισμοῦ τοῖς ὕστερον κατὰ τὸ εἰδέναι πλάττειν πιθανῶς τὰ ψεύδη, ὡς εἶναι αὐτὰ ἐτύμοις ὁμοῖα, ὅ πέρ ἐστι καὶ μύθου ἔργον, ὃς λόγος ἔστι ψευδὴς ἀληθείας ἔχων ἔμφασιν. οὕτω καὶ ποιητὴς ἕτερος τὴν γνώμην πρὸ τῶν ὑστέρων ῥητόρων ὁρίζεται ἐν τῷ, εἶπε πρός με βαιὰ ἀεὶ δʼ ὑμνούμενα. ὃ προθεωρήσας ἐκεῖνος ἐπάγει γνωμικὸν τὸ, γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει. εἰ γάρ ἐστι γνώμη παραίνεσις κεφαλαιώδης καθολικὴ, δῆλον ὡς καὶ ἐκεῖνος οὕτω πως τὴν γνώμην ὁρίζεται. τὸ γὰρ καλὸν ἡ σιγὴ ταῖς γυναιξὶ, βαιός ἐστι παραινετικὸς λόγος, ἤτοι κεφαλαιώδης καὶ σύντομος. ὁ δʼ αὐτὸς καὶ καθολικὸς διὰ τὸ ἀεὶ ὑμνεῖσθαι. αἰώνια γάρ πως τὰ ἀληθῆ γνωμολογήματα. Ἰστέον δὲ ὅτι εἰ καὶ μὴ νῦν ἴσως δοκεῖ λέγειν ὁ Ὀδυσσεὺς ψεύδεα, ὅθεν ἄν τις οὐδὲ ἴδοιτο, ἀλλʼ ὅτε εἰς Ἰθάκην παραγένηται, πολλὰ τοιαῦτα λαλεῖ. ὅθεν καὶ τὰ πολλὰ τῆς ποιήσεως ὕποπτα τίθησι. Τὸ δὲ μορφὴ ἐπέων καὶ φρένες ἐσθλαὶ δηλοῖ δύνασθαι μὲν τὸν Ὀδυσσέα μορφάζειν τὰ ψευδῆ καὶ οὕτως εἰκονίζειν ἀλήθειαν, μὴ ἂν δὲ ποιεῖν τοῦτο εἰκῇ καὶ ἁπλῶς διὰ τὰς ἐσθλὰς φρένας, κατὰ τὸ ψεῦδος δʼ οὐκ ἐρέει, μάλα γὰρ πεπνυμένος ἐστί. Τὸ δὲ ἔπι μὲν μορφὴ ἐπέων γράφεται καὶ ἔνι μὲν μορφὴ ἐπέων ὅ ἐστι κάλλος ἢ πιθανότης. Τὸ δὲ πάντων Ἀργείων ἢ παρέλκον ἔχει τὸ πάντων ἢ ἁπλοϊκῶς αὐτὸ λέγει ὁ βασιλεὺς, ὡς καὶ ἐν τῷ, ἀέθλων πειρηθῶμεν πάντων. οὔτε γὰρ ἐκεῖ πάντων ἀέθλων πεῖρα γίνεται, οὔτε ἐνταῦθα πάντων Ἀργείων νόστος κατελέχθη. Σημείωσαι δὲ ὅτι ἁπλοϊκώτερον ὁ βασιλεὺς ἔφη τὸν Ὀδυσσέα ἐπιστημόνως εἰπεῖν ἃ κατέλεξεν. εἰ γὰρ κατὰ τὸν μῦθον ἐκτετόπισται, οὐκ οἶδεν ἄρα. μὴ εἰδὼς δὲ, οὐκ εὖ κρίνει τὸν Ὀδυσσέα λαλεῖν. εἰ δὲ πρὸς ἀκρίβειαν λαλεῖ καὶ εἰδὼς λέγει ὃ λέγει, οὐκ ἄρα που οἰκεῖ ἔκτοπος. Ὅτι ἐθέλων ὁ ποιητὴς δηλῶσαι τὴν ὥραν ὅτε τὰ νῦν ποιούμενα γίνεται, καὶ ὅτι φθινόπωρον ἦν ἢ καὶ περαιτέρω τοιαύτης ὥρας, φησί· νὺξ ἥδε μάλα μακρὴ ἀθέσφατος. Ἀλκίνοος δὲ τοῦτο φησὶ λέγων καὶ ὅτι οὐδέπω ὥρη εὕδειν ἐν μεγάρῳ καθὰ καὶ πρὸ ὀλίγων ἐγράφη. εἶτα ἐνδεικνύμενος, ὅπως χαίρει τοῦ σοφοῦ Ὀδυσσέως ἀκούων, ἐπάγει· σὺ δέ μοι λέγε θέσκελα ἔργα. καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην ὅτε μοι σὺ τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι, ἤτοι τὰ τῶν σῶν ἑτάρων. κοινὰ γὰρ τὰ τῶν φίλων. οὐ γὰρ τὰ ἑαυτοῦ νῦν ἐρεῖ Ὀδυσσεὺς, ἀλλʼ ὡς ὁ βασιλεὺς ἀπῄτησε τὰ τῶν ἀντιθέων ἑτάρων, οἳ ἅμα αὐτῷ εἰς Ἴλιον ἑπόμενοι ἔθανον. διὸ καὶ Ὀδυσσεὺς οὕτως ἑρμηνεύων ἐρεῖ· Ἀλκίνοε, ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου, τουτέστιν, ἡ παροῦσα νὺξ ἐξαρκεῖ καὶ εἰς τὸ πολλὰ εἰπεῖν καὶ εἰς τὸ ἱκανῶς ὑπνῶσαι. μάλιστα δὲ γνωμικώτερον, ἔστι μὲν καιρὸς καὶ τοῦ λαλεῖν πολλὰ, οἷον ὁ ἐν ἡμέρᾳ, ἔστι δὲ καιρὸς καὶ τοῦ ὑπνοῦν, ὡς ἄρτι ὁ τῆς νυκτός. εἰ δὲ ἀκουέμεναί γε λιλαίεαι, ὅ ἐστιν εἰ δὲ ἀκούειν ἐπιθυμεῖς, οὐκ ἂν ἔπειτα τούτων σοι φθονέοιμι καὶ οἰκτρότερʼ ἄλλʼ ἀγορεύειν κήδεα ἐμῶν ἑτάρων, ὥστε τὰ τῶν φίλων ἄρτι λαλήσει ὁ Ὀδυσσεὺς, Ἀγαμέμνονος, Ἀχιλλέως, καί τινων ἑτέρων, πρός γε τὸ παρὸν, ὡς ἐζήτησεν ὁ βασιλεύς. προϊὼν δὲ καὶ ἀλλοῖά τινα εὐμεθόδως ἐκθήσεται καταποικίλλων οὕτω τοὺς λόγους. εἶτα ἑρμηνεύων ποίων ἑτάρων κήδεα ἐρεῖ, φησίν· οἳ δὴ μετόπισθεν ὄλοντο, τουτέστιν ὕστερον, ὡς δηλοῖ καὶ τὸ, οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀϋτὴν, ἐν νόστῳ δʼ ἀπόλοντο κακῆς ἰότητι γυναικός. Ἰστέον δὲ ὅτι τε τὸ μάλα καὶ τὸ ἀθέσφατος εἰς διασάφησιν κεῖνται τοῦ τῆς νυκτὸς μήκους, καὶ ὅτι καθὰ νῦν ὁ βασιλεὺς καὶ ἐς ἠῶ ἀνασχέσθαι λέγει τοῦ Ὀδυσσέως μυθουμένου, οὕτω που καὶ ἐν τοῖς ἑξῆς ἡ Πηνελόπη ἐρεῖ· ὡς εἴ μοι ἐθέλεις ξεῖνε παρήμενος ἐν μεγάροις τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη. Ἔτι ἰστέον ὅτι τε Ὁμηρικῷ ζήλῳ λέγει τις παρὰ Ἀθηναίῳ τὸ ὥρη δʼ ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ παύεσθαι, ᾧ σύγκειται καὶ τὸ ἡνίκʼ ἐχρῆν δύνειν, τότʼ ἄρχεσθαι ἡδύνεσθαι, ῥηθὲν ἐπὶ γηραιῷ τρυφητῇ. καὶ ὅτι Ὁμήρου εἰπόντος οἰκτρὰ κήδεα, ἐντεῦθεν ἐπορίσατο Φιλόξενος νοῦν ἀστεῖον ὅτε τοῦ τυράννου Διονυσίου τραγῳδίαν οἰκείαν ἀναγινώσκοντος ὑπὸ ἀκροατῇ Φιλοξένῳ μετὰ τὸ ἐπανακληθῆναι τῶν λατομιῶν καὶ ἐρωτήσαντος τὸν Φιλόξενον τί δή ποτέ οἱ δοκεῖ περὶ αὐτῆς καὶ ὁποῖά τις ἂν εἴη, ψέγειν μὲν οὐκ ἔχων τὴν τοῦ τυράννου γραφὴν, ἐπαινεῖν δὲ μὴ ἐθέλων οἰκτρὰ εἶπε. καὶ οὕτω τὸν Διονύσιον ἐσοφίσατο, νοήσαντα ὡς οἰκτηρὰ ἡ τραγῳδία ἐστὶν, ὅ πέρ ἐστιν ἀρετὴ λόγου τραγῳδικοῦ. τὸ δʼ ἦν ἄλλως ὑπὸ Φιλοξένου λεχθὲν, ὅτι μοχθηρὰ καὶ οἴκτου ἀξία ἦν ᾧ λόγῳ καὶ οἰκτρὸν ἀνδράποδον λέγομεν. Στονόεσσα δὲ ἀϋτὴ, ἡ μάχη πρὸς διαστολὴν ἑτέρας τινὸς μὴ τοιαύτης. Κακῆς δὲ ἰότητα γυναικὸς λέγει ἢ τὴν τῆς ἀρχεκάκου Ἑλένης, διʼ ἣν τὰ μεγάλα κακὰ, ἧς ἀπώλοντο εἵνεκα πολλοὶ, ἢ τὴν τῆς Κλυταιμνήστρας ὅσον ἐπὶ τῷ ἀνδρὶ καὶ τοῖς κατʼ αὐτόν. ἣν καὶ ἔξοχα λυγρὰ εἰδέναι μετʼ ὀλίγα ἐρεῖ Ὀδυσσεὺς, καὶ δόλον ἀρτύσαι τῷ ἀνδρὶ τηλόθʼ ἐόντι. ἑρμηνεύων γοῦν μετʼ ὀλίγα τὴν γυναικείαν ταύτην ἰότητα ἐρεῖ τὸν τοῦ Ἀτρέως γόον μισηθῆναι ὑπὸ Διὸς γυναικείας διὰ βουλὰς ἐξ ἀρχῆς. Ἑλένης μὲν γὰρ ἀπωλόμεθα εἵνεκα πολλοὶ, τῷ δὲ Ἀγαμέμνονι δόλον ἤρτυεν ἡ γυνὴ τηλόθʼ ἐόντι. τινὲς δὲ κακὴν γυναῖκα νῦν τὴν Κασάνδραν φασί. τοῦτο μέντοι οὐ καλῶς. οὐδὲν γὰρ ἡ Κασάνδρα τῷ τῶν Ἀχαιῶν ὀλέθρῳ συνήνεγκεν, ἀλλὰ τοῦ παντὸς κακοῦ αἴτιος ὁ φθείρας αὐτὴν Λοκρός. εἰ δέ γε τὸ, κακῆς ἰότητι γυναικὸς νοηθείη ἀντὶ τοῦ τῆς κακοθείσης Κασάνδρας κατὰ τοὺς παλαιοὺς, ἔχοι ἂν καὶ τοῦτο λόγον. ἡ γὰρ κατὰ τῆς γυναικὸς βουλὴ τοῦ Λοκροῦ πολλοὺς ἐν νόστῳ ἀπώλεσε. διὸ κακὴ λέγοιτʼ ἂν καὶ αὐτὴ θυμικώτερον διὰ τὸ ἕνεκα αὐτῆς φαῦλον ἀποτέλεσμα. εἰκὸς δὲ καὶ ἄλλως αὐτὴν κακὴν λέγεσθαι πρὸς τοῦ Ὀδυσσέως, οἷα μισουμένην διὰ τὸ ὑπὲρ Τροίας καὶ τοῦ κατὰ δουρείου ἵππου ταύτης μάντευμα. Ὅτι ἁγνὴν Περσεφόνην λέγει, ὡς ἁγνισμοῦ δεομένων τῶν θνησκόντων κατὰ τὸ, πυρὶ καθήγνισται δέμας. Σοφοκλῆς δὲ ἄλλως λαβὼν ἐντεῦθεν δυσκάθαρτον Ἅιδου λιμένα φησί. τινὰ δὲ τῶν ἀντιγράφων αἰνὴ Περσεφόνη γράφουσιν. Ὅτι θρηνῶδες τὸ, κλαῖε δʼ ὅγε λιγέως θαλερὸν κατὰ δάκρυον εἴβων, πιτνὰς, ὅ ἐστι προσπίπτων, εἰς ἐμὲ χεῖρας ὀρέξασθαι μενεαίνων. λέγει δὲ ὀρέξασθαι καὶ νῦν τὸ ἐκτεῖναι. Ὅτι τὸ, οὐ γάρ οἱ ἔτι ἦν ἲς ἔμπεδος οὐδέτι κίκυς οἵηπερ πάρος ἔσκεν ἐνὶ γαμπτοῖσι μέλεσσιν, ἐῤῥέθη μὲν περὶ Ἀγαμέμνονος, ἁρμόσει δέ ποτε ῥηθῆναι καὶ περί τινος ἰσχανθέντος ἢ νόσῳ ἢ γήρᾳ. λέγει δὲ ἶνα μὲν τὴν ἐκ τῶν νεύρων ἰσχὺν, ὡς καὶ προεδηλώθη, ἢ καὶ νεῦρά τινα, κίκυν δὲ τὴν τοῦ κίειν ὅ ἐστι πορευέσθαι δύναμιν. ἔστι δὲ τὸ, οὐ γάρ οἱ ἔτι ἦν ἲς, ἀκόλουθον τῷ, οὐ γὰρ ἔτι σάρκας καὶ ὀστέα ἶνες ἔχουσι. καὶ παραπέφρασται ἐκεῖθεν γοργῶς. ὅτι δὲ καὶ ποταμός τις ἦν καλούμενος Ἲς, ἔστι καὶ ἐκ τοῦ Λυκόφρονος ἀναλέξασθαι. Ὅτι Ὀδυσσεὺς μὲν ἐκ τῶν καθʼ ἑαυτὸν στοχαζόμενος ὅμοια παθεῖν τὸν Ἀγαμέμνονα ἐρωτᾷ ἐκεῖνον ἐν Ἅιδου, τίς κὴρ αὐτὸν ἐδάμασε θανάτου; καὶ ἢ Ποσειδῶν ἐδάμασε πλέοντα ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον πνοὴν, ὃ καὶ αὐτὸς ἔπαθεν, ἢ ἀνάρσιοι αὐτὸν ἄνδρες ἐδηλήσαντο ἐπὶ χέρσου, βοῦς περιταμνόμενον, ἤγουν πέριξ τῆς ἀλλοτρίας γῆς τέμνοντα, καὶ οἰῶν πώεα καλὰ, ἢ περὶ πόλεως μαχόμενον καὶ γυναικῶν, ὁποῖα δή τινα ἐποίησεν Ὀδυσσεὺς καὶ ἔπαθε περὶ τὴν τῶν Κικόνων γῆν. καὶ τοιαῦτα μὲν ὁ Ὀδυσσεὺς, ἐν οἷς ἀμέγερτος ἐῤῥέθη πνοὴ ἡ πολλὴ καὶ ἄφθονος ἢ ἄξηλος καὶ ἀφθόνητος. ὁ δὲ Ἀγαμέμνων ὡς ἐν ἠθοποιΐας λόγῳ ἀποφήσας μή τε περὶ θάλασσαν παθεῖν τι δεινὸν μήτε περὶ χέρσον ἐπάγει ὅτι Αἴγισθος αὐτῷ τεύξας θάνατόν τε μόρον τε ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ οἶκονδε καλέσσας, δειπνίσσας, καθὰ καὶ προεγράφη, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ, ὣς θάνον φησὶν οἰκτίστῳ θανάτῳ. περὶ δʼ ἄλλοι ἑταῖροι νωλεμέως κτείνοντο, σύες ὣς ἀργιόδοντες, οἳ δὴ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο ἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαπίνῃ τεθαλυίῃ, κτείνονται δηλαδή. εἶτα σαφηνίζων τὸ τοῦ πάθους τραγῳδικὸν καὶ οἴκτιστον ἐπιφέρει· ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας μουνὰξ κτεινομένων ἤγουν καταμόνας ἐν μονομαχίᾳ καὶ αὖ πάλιν ἐνὶ κρατερῇ ὑσμίνῃ, ἤγουν τῇ ὁμιλαδὸν μάχῃ. ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ, ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας κείμεθʼ ἐνὶ μεγάρῳ. δάπεδον δʼ ἅπαν αἵματι θῦεν, ἤγουν, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη, ἐθύετο καὶ περιεῤῥεῖτο αἵματι, ἢ φαντασίαν εἶχε τοῦ θύειν ὅ ἐστιν ὁρμᾶν καὶ κινεῖσθαι διὰ τὸ ἐπʼ αὐτοῦ ῥέον αἷμα. ἐφʼ οἷς ἐπάγων καὶ τὰ οἰκτρότερα φησίν· οἰκτροτάτην δʼ ἤκουσα ὄπα Πριάμοιο θυγατρὸς Κασσάνδρης, ἣν κτεῖνε Κλυταιμνήστρα δολόμητις ἀμφʼ ἐμοί. αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων βάλλον ἀποθνήσκων περὶ φασγάνῳ. ἡ δὲ κυνῶπις νοσφίσατο, οὐ δέ μοι ἔτλη ἰόντι περ εἰς Ἀΐδαο χερσὶ κατʼ ὀφθαλμοὺς ἑλέειν ἤγουν καθελεῖν καὶ συγκλεῖσαι, σύν τε στόμα ἐρεῖσαι, ὅ ἐστιν ἁρμόσαι χάριν εὐπρεπείας ὡς μὴ διαχάσκειν. εἶτα διακόπτων τὸ τῆς φράσεως ἀφηγηματικὸν καὶ ὕπτιον ἐπάγει γνωμικόν· ὡς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικὸς, ἥτις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται. καὶ οὕτω γνωματεύσας εὐθὺς, οὐ γὰρ ἔδει πλείω φιλοσοφεῖν ἐν λόγῳ πενθίμῳ, γίνεται τῶν ἐφεξῆς, καὶ φησίν· οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικὲς, κουριδίῳ τεύξασα πόσει φόνον. ἤτοι ἔφην γε ἀσπάσιος τοῖς ἐμοῖς οἴκαδʼ ἐλεύσεσθαι. ἡ δʼ ἔξοχα λυγρὰ εἰδυῖα ἑαυτῇ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω θηλυτέρῃσι γυναιξὶ, καὶ ἣ ἂν εὐεργὸς ἔῃσι, τουτέστιν ἀγαθή. ἀληθῶς γὰρ ἐκ τῆς Κλυταιμνήστρας καὶ τῶν κατʼ αὐτὴν αἱ γυναῖκες ἅπασαι σκώπτονται. οἴδασι γὰρ καὶ ἐκ τῶν ἅπαξ ποτὲ γενομένων οἱ ῥήτορες ὥσπερ ἐπαίνους οὕτω καὶ ψόγων τόπους πορίζεσθαι. καὶ τοιαύτη μὲν ἡ κατὰ τὸν Ἀγαμέμνονα ἠθοποιΐα, ὃς ἐρεῖ καί τινα ἕτερα ἐν τοῖς ἐφεξῆς. Ἰστέον δὲ ὅτι σεμνῶς ἔφη ὡς βοῦν ἐπὶ φάτνῃ τὸν βασιλέα φονευθῆναι, ὃν ἐν ἄλλοις καὶ βοῒ ταύρῳ εἴκασεν ἐκπρεπεστάτῳ ἐν ἀγέλῃ. τοὺς μέντοι ἑταίρους οὐκ ἐσέμνυνε μὲν, οἰκτρῶς δὲ θανεῖν ἔφη κατὰ σύας. ἔχει δὲ οἶκτον πρὸς τῷ σεμνῷ, καὶ εἰ μὴ ἐργαζομένῳ βοῒ ὁ βασιλεὺς παραβάλλεται οὐδὲ μαχομένῳ πρὸς ἀντίπαλον οὐδʼ ἄλλο τι ποιοῦντι γενναίου βοὸς ἄξιον, ἀλλὰ πρὸς τῇ φάτνῃ ἀναγκαίως ὄντι καὶ κρύφα πεσόντι, μὴ καὶ αἰσθόμενος ἀμύνηται τοὺς φονευτάς. Τὸ δὲ περὶ βοὸς τοῦτο ῥητὸν ἐχρησίμευσεν ὕστερον εἰς ἀστειότητα ἣν ἱστορεῖ Ἀθήναιος. μεθυσθεὶς γάρ τις ὑπὸ ψάλτου κακοῦ καὶ πεσὼν εἰς βαρὺν ὕπνον, εἶτα ἔξοινος γεγονὼς, καὶ ἐρωτηθείς τί πάθοι, ἔφη ὡς ὁ ἐπίβουλος καὶ ἐναγὴς ψάλτης ὡς βοῦν ἐπὶ φάτνῃ δειπνίσας ἀπέκτεινέ με. Ἐνταῦθα δὲ ὅρα καὶ ὅτι φθάσας ἐν δυσὶ στίχοις γοργῶς διηγήσασθαι τὸν τοῦ βασιλέως θάνατον ἐν τῷ δηλῶσαι, ὡς Αἴγισθος αὐτὸν ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ, νῦν καὶ ἐν τοῖς ἑξῆς αὐξάνει καὶ πλατύνει τὸ ἁπλῶς ἤδη καὶ συντόμως διηγηθέν. περὶ δὲ γάμου καὶ ἐράνου καὶ εἰλαπίνης ἱκανῶς προείρηται, ἔνθα καὶ παρεσημάνθη καὶ ὡς ὁ ἐνταῦθα ἔρανος οὐκ ἐκ ταπεινῆς εἶναι φαίνεται συμβολῆς ἀλλὰ πολυτελής ἐστιν ὡς ὑπὸ ἀφνειοῦ τινὸς γεγονώς. Κρητῆρα δὲ ἑνικῶς διὰ τὸ μέτρον ἔφη, οὐ γὰρ ἐνεδέχετο κρητῆρας εἰπεῖν. ἄλλως γὰρ οὐκ εἰκὸς ἐν τοσαύταις τραπέζαις κρητῆρα ἕνα εἶναι. καὶ ὅμως τῷ ἑνικῷ ἐμφαίνεται τὸ πλῆθος εἰδικώτερον. Ἐνταῦθα δὲ σημείωσαι τὸ τοῦ παλαιοῦ, ὃς εἰπὼν ἐπιθυμίαν εἶναι μέθης τοῖς δυνάσταις διό φησι ποιεῖ Ὅμηρος τὸν Ἀχιλλέα λοιδορούμενον τῷ βασιλεῖ, οἰνοβαρὲς κυνὸς ὄμμα τʼ ἔχων, λέγει καὶ ὡς ἐφʼ ὁμοίοις ὁ ποιητὴς καὶ τὸν ἐκείνου θάνατον ἀποσημαίνει ἐν τῷ, ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας ἐκείμεθα. καὶ ἔστι γελοῖον καὶ ἐν Ἅιδου τοιούτων μεμνῆσθαι τὸ τοῦ βασιλέως εἴδωλον, ὡς οἷον ἐν οἴκτῳ μεμνημένου τῆς ὑπὲρ γῆν τρυφῆς. Τράπεζαι δὲ πλήθουσαι καθʼ ὁμοιότητά τε ποταμοῦ πλήθοντος, καὶ πρὸς διαστολὴν δὲ τῶν κενῶν, ὡς τὸ, κεναῖς δʼ ἀμφίσταμαι τραπέζαις. ἡ δὲ Ἰλιὰς καὶ σελήνην οἶδε πλήθουσαν. ὅθεν τοῖς ὕστερον συντέθειται τὸ πλησισέληνον, ὅπερ ἄλλοι μετέλαβον εἰς τὸ πλησιφαές. Ὅρα δʼ ἐν τοῖς ῥηθεῖσι καὶ ὅτι δάπεδον καὶ νῦν ἴσως τὸ τοῦ μεγάρου ἔδαφος εἶπεν, ἔνθα καὶ αἱ τράπεζαι καὶ οἱ κρατῆρες. Τὸ δὲ ἔκτεινεν ἀμφʼ ἐμοὶ, ἢ ἀντὶ τοῦ διʼ ἐμὲ ἀνεῖλε τὴν Κασάνδραν, ἢ ἀντὶ τοῦ ἐπʼ ἐμοὶ, τουτέστιν ἐπάνω ἐμοῦ ὡς οἷα ἐπί τινος ἐπιξήνου, ὅ ἐστιν ἐπικόρμου, ὁποῖόν τι καὶ ἐν Ἰλιάδι γίνεται. Τὸ δὲ αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων βάλλον καὶ ἑξῆς, καὶ πρὸ αὐτῶν δὲ τὸ, οἰκτροτάτην ἤκουσα ὄπα Κασάνδρης, ἀμφιβόλως ἔχουσι. τὸ μὲν γὰρ οἰκτροτάτην ἤκουσα ὄπα Κασάνδρας ἣν κτεῖνε Κλυταιμνήστρα ἀμφʼ ἐμοὶ, διττὴν ἔννοιαν προβέβληται. ἢ γὰρ οἰκτράν φησιν ἤκουσα φωνὴν τῆς Πριαμίδος ἐπʼ ἐμοὶ, ὡς ἐῤῥέθη, ἢ οἰκτροτάτην περὶ τῆς Πριάμου ἤκουσα φωνὴν διὰ τὸ ὡς εἰκὸς ὑπὸ Κλυταιμνήστρας ὀνειδίζεσθαι αὐτὴν ἀμφʼ ἐμοί. καὶ τοῦτο μὲν οὕτω διπλοῦν κατὰ ἔννοιαν, ἐπίτηδές ποτε καὶ τοιαῦτα τεχνωμένου τοῦ ποιητοῦ χάριν ποικιλίας κατὰ λόγον δεινότητος. ὅμοια δὲ καὶ τὰ ἐφεξῆς, ἤγουν τὸ, αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων ἔβαλλον ἀποθνήσκων περὶ φασγάνῳ, ἡ δὲ κυνῶπις νοσφίσατο. ἢ γὰρ λέγει ὅτι ἐγὼ μὲν πρὸς τῇ γῇ θνήσκων ἐπέβαλλον χεῖρας αἴρων πρὸς τῷ φασγάνῳ ὡς ἐπὶ ἀμύνῃ, ἡ δὲ Κλυταιμνήστρα φθάσασα ἐστέρησέ με τοῦ ἀμυντηρίου, νόσφι ἐμοῦ ποιησαμένη αὐτὸ, ἢ ὅτι ἐγὼ μὲν πρὸς τῇ γῇ τὰς χεῖρας αἴρων ἔβαλλον σφαδαστικῶς προσαρμόττων ἐν τῷ θνήσκειν περὶ φασγάνῳ. ἡ δὲ γυνὴ ἐχωρίσθη νόσφι γενομένη καὶ μὴ τὰ ὅσια ἐπʼ ἐμοὶ τελέσασα. διὸ ἐπάγει· οὐ δέ μοι ἔτλη ἀπιόντι τούς τε ὀφθαλμοὺς καθελεῖν καὶ τὸ στόμα συνερεῖσαι. Ὅρα δὲ τὴν ἡρωϊκὴν καὶ ἐν τοῖς ῥηθεῖσι σεμνότητα. τὴν γὰρ χειρίστην γυναῖκα ἠρκέσθη ὁ παθὼν οἴκτιστα βασιλεὺς οὐλομένην μόνον προσειπεῖν καὶ κυνώπιδα. Τὸ δὲ κύντερον πάνυ ἐνταῦθα προσφυὲς τῇ ὡς ἐῤῥέθη κυνώπιδι Κλυταιμνήστρᾳ. Κουρίδιον δὲ πόσιν τὸν Ἀγαμέμνονα τῇ Κλυταιμνήστρᾳ εἶναι, τουτέστιν ἐξ ἔτι κόρης οὔσης αὐτῆς, Ὁμήρῳ μὲν ἀρέσκει, Εὐριπίδης δὲ ἄλλως οἶδεν, ὃς προγαμηθεῖσαν αὐτὴν τῷ Ταντάλῳ γνωρίζει, ἐν οἷς αὐτὴν εἰσάγει λέγουσαν· ἔγημας ἄκουσάν με καὶ λάβες βίᾳ, τὸν πρόσθεν ἄνδρα Τάνταλον κατακτανών. Τὸ δὲ κατʼ αἶσχος ἔχευεν ἤτοι κατέχεεν αἰσχύνην, Ὅμηρος μὲν δοτικῇ ἐνταῦθα συνέταξεν, οἱ δὲ ὕστερον μετὰ γενικῆς ποιοῦνται τὴν σύνταξιν. Τὸ δὲ εὐεργὸς διαφέρει τοῦ εὐεργὴς, καθότι εὐεργὴς μὲν ἡ τεχνικῶς εἰργασμένη εἴτε ναῦς εἴτε οἰκία. οὕτω δὲ καὶ ἅρμα εὐεργὲς τὸ κατὰ τέχνην εἰργασμένον. ἔτι εὐεργὴς καὶ ὁ εὐεργετῶν, ὡς τὸ, οὐκ ἔστι χάρις μετόπισθʼ εὐεργέων. εὐεργὸς μέντοι ἐνταῦθα ἡ ἀγαθουργὸς, ὡς εἴρηται. Ὅτι διακόψαντος Ὀδυσσέως τοὺς τοῦ Ἀγαμέμνονος λόγους, καὶ εἰπόντος· ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος Ζεὺς ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς, ἐξ ἀρχῆς. ὃ δύναταί ποτε παρῳδηθῆναι εἴ τις ἀνέκαθεν ὑπὸ γυναικῶν βλάπτοιτο. καὶ προσθεμένου ὡς διʼ Ἑλένην μὲν ἀπωλόμεθα πολλοὶ, σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθι ἐόντι, ἔνθα συννοητέον καὶ τὴν τοῦ Ἀτρέως γυναῖκα Ἀερόπην, διʼ ἣν καὶ αὐτὴν μοιχευθεῖσαν ὑπὸ Θυέστου πολλὰ ἐγένετο δεινὰ, φησὶν ὁ ἐν Ἅιδου Ἀγαμέμνων παραινετικῶς τῷ Ὀδυσσεῖ ταῦτα διὸ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι, ἤγουν ἔσο. μὴ δέ οἱ μῦθον ἅπαντα πιφασκέμεν ἤγουν φάσκε ὃν ἂν εὖ εἰδῇς, ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ κεκρυμμένον εἶναι, ἤγουν τὸ μὲν εἰπὲ διὰ τὴν κατὰ βίον κοινωνίαν, τὸ δὲ ἐπίκρυψον διʼ ὑπόνοιαν ἀπιστίας. καὶ ὅρα τὸ κεκρυμμένον εἶναι ἐλλειπτικῶς ῥηθὲν ἀντὶ τοῦ ἐθέλησον κεκρυμμένον εἶναι, ἢ καὶ ἄλλως ἀντὶ τοῦ κεκρυμμένον ἔστω. ἐπεὶ δὲ ἦν ὁ Φαίαξ βασιλεὺς ἕτοιμος ἐπέχειν τῷ Ὀδυσσεῖ τὴν πομπὴν, εἰ οὕτως ἔχει τὰ κατὰ τὴν γυναῖκα ὑπόπτως, ἐπάγει· ἀλλʼ οὐ σοί γʼ Ὀδυσσεῦ φόνος ἔσται ἔκ γε γυναικὸς, εἰ καὶ τυχὸν ἄλλοθέν ποτε κεῖταί σοι δηλαδὴ τοιοῦτον κακόν. λίαν γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδεν. ὃ δὴ ἔπαινός ἐστι σώφρονος γυναικός. εἶτα καὶ ἱστορῶν εὐμεθόδως τὰ κατʼ ἐκείνην φησίν· ὡς νύμφην μὲν αὐτὴν νέην κατελείπομεν ἡμεῖς ἐρχόμενοι πόλεμόνδε τὸν εἰς Τροίαν δηλαδή. πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ νήπιος. ὅ που νῦν γε μετʼ ἀνδρῶν ἵζει ἀριθμῷ, τουτέστι συντιμᾶται τοῖς ἀνδράσι ἢ ἐν ἀνδράσι τελείοις τέτακται αὐξηθείς. ὄλβιος, ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθὼν, καὶ κεῖνος πατέρα προσπτύξεται, ᾗ θέμις ἐστί. καὶ ὅρα ὡς ὄλβιον εἶπεν υἱὸν ἐνταῦθα, ὃς ἂν ἀξιωθῇ ἀγαθὸς ὢν ἀγαθῷ συνεῖναι πατρί. ὃ μὴ σχὼν ὁ Ἀγαμεμνονίδης Ὀρέστης εἴη ἂν ἄνολβος. φησὶ γοῦν, ἡ δʼ ἐμὴ οὐδέ περ υἷος ἤγουν τοῦ υἱοῦ ἐμπλησθῆναι ἄκοιτις ὀφθαλμοῖσιν ἔασε, πάρος δέ με πέφνε καὶ αὐτόν. οἷς πάλιν ἐπιπλέκων παραίνεσιν καὶ τῷ παθητικῷ εἴδει τοῦ λόγου συγκεραννὺς βουλὴν φησίν· ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι, κρύβδην μὴ δʼ ἀναφανδὰ φίλην ἐς πατρίδα γαῖαν νῆα κατισχέμεναι, ἤτοι κάτισχε καὶ ἐλλιμένιζε, ἐπεὶ οὐκέτι πιστὰ γυναιξί. τοῦτο δὲ ὡς οἷον γνωμικῶς ῥηθὲν ἐλλειπτικῶς πέφρασται, ἵνα λέγῃ ὅτι οὐκέτι πιστὰ ἐστὶ τὰ τῶν γυναικῶν, ὃ ταυτόν ἐστι τῷ, οὐκέτι πιστευτέον γυναιξί, μηδὲ συγχωρητέον αὐταῖς ἐξονυχίζειν ὃ δὴ λέγεται, πάντα τὰ προσπίπτοντα τοῖς ἀνδράσιν. ἔχει δὲ ὁ λόγος καὶ προαναφώνησιν τῶν εἰσέπειτα, ὡς τοῦ Ὀδυσσέως μὴ παῤῥησιασομένου τὴν οἴκοι ἔλευσιν. εἶτα καὶ ἐρωτᾷ ὁ ἐν Ἅιδου Ἀγαμέμνων ὡς εἰκὸς περὶ τοῦ υἱοῦ, εἴ που ἔτι ζῶν ἐκεῖνος ἀκούεται, ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἤ που παρὰ Μενελάῳ ἐν Σπάρτῃ. οὐ γάρ που φησὶ τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης, ὃ πρὸ τούτων ἔφη τις ἐπὶ Ὀδυσσέως. λέγει δὲ ὁ Ἀγαμέμνων οὕτως οὐ μαντευόμενος. Τειρεσίᾳ γὰρ τοῦτο καὶ μόνῳ δέδοται, ὃς οἶος ἐν Ἅιδου πέπνυται, ἀλλʼ ὅτι οὐκ οἶδε τὸν υἱὸν ἔτι αὐτὸς ἐν Ἅιδου, διὸ οἶδε ζῆν ἐκεῖνον. Ἰστέον δὲ ὅτι ἐν Πύλῳ μὲν στοχάζεται κατὰ τὸ εἰκὸς εἶναι τὸν Ὀρέστην ὁ πατὴρ διὰ τὴν τοῦ φιλοβασιλέως Νέστορος φιλίαν. παρὰ δὲ Μενελάῳ διὰ τὴν ἀδελφικὴν συγγένειαν, ἐν Ὀρχομενῷ δὲ διὰ τὸ πάνυ ἀσφαλὲς τοῦ τόπου καὶ ἄσυλον. ἔνθα καὶ τὰ τῶν πέριξ πόλεων ἀπετίθεντο χρήματα ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσε. τῷ ὄντι γὰρ ἐχρῆν τὸν Ὀρέστην ἢ παρὰ γνησίῳ συγγενεῖ φυλάττεσθαι, ἢ παρὰ φίλῳ ἀγαθῷ, ἢ παρὰ ἀλλοτρίῳ ἐν τόπῳ ἐχυρῷ, οἷος καὶ ὁ Ὀρχομενός. καὶ τοῦτο μὲν κατὰ φύσιν ἐνταῦθα ἐγράφη. Ὅμηρος δὲ προτάσσει μὲν τὸν Ὀρχομενὸν, δεύτερον δὲ τίθησι τὴν Πύλον, τρίτην δὲ τὴν τοῦ Μενελάου Σπάρτην, οὕτω δόξαν αὐτῷ διὰ τὸ καινότερον. Ἰστέον δὲ ὡς εἰ καὶ πιθανῶς ἐνταῦθα στοχάζεται ὁ βασιλεὺς, ἀλλʼ οὐχʼ εὑρίσκει τὸ ἀληθὲς, οἷα σκιά τις ἀΐσσων καὶ αὐτός. ὁ γάρ τοι Ὀρέστης ἐν τῇ πατρίδι ἐστὶν, ἀνύσας ἅπερ ἤθελεν. Ὀδυσσεὺς δὲ μηδὲν εἰδὼς μήδʼ αὐτὸς φησὶν, ὡς οὔ τι οἶδα, ζῴει ὅ γε ἢ τέθνηκε, τουτέστιν ὡς καὶ ἀλλαχοῦ κεῖται, ἢ ζῇ ὁ Ὀρέστης ἢ τέθνηκεν. ἀπὸ κοινοῦ γὰρ νοητέον τὸ ἢ καὶ ἐν τῷ ζῴει. τοιοῦτόν τι καὶ παρὰ Σοφοκλεῖ ἐν Φιλοκτήτῃ τὸ, ἑκόντα μήδʼ ἄκοντα, ἤγουν μήτε ἑκόντα μήτε ἄκοντα. καὶ ἐκεῖ γὰρ ἐκ τοῦ δευτέρου καὶ εἰς τὸ πρῶτον μεθείλκυσται τὸ μὴ, κατὰ τὸ ἀπὸ κοινοῦ σχῆμα. ὅμοιόν τι καὶ ἐν τοῖς ἑξῆς τὸ, ἁλὸς ἢ ἐπὶ γῆς, ἤγουν ἢ ἐπὶ ἁλός. εἶτα ἐπαγαγὼν Ὀδυσσεὺς γνωμικὸν σύνηθες τὸ, κακὸν δʼ ἀνεμώλια βάζειν, περαιοῖ τὸ κατὰ τὸν Ἀγαμέμνονα. ἐν τούτοις δὲ κεῖται καὶ ἔπος στυγερὸν, οὔτε τὸ μισητὸν οὔτε τὸ φρικτὸν, ἀλλὰ τὸ στυγνόν. φησὶ γὰρ Ὀδυσσεὺς, ὅτι ἡμεῖς μὲν ἱστάμεθα, ἐπέεσσιν ἀμειβόμενοι στυγεροῖσιν. ὃ καὶ ἐφερμηνεύων ἐπάγει· ἀχνύμενοι, θαλερὸν κατὰ δάκρυ χέοντες, ἃ δὴ οἰκεῖα ἐπὶ λυπουμένων λέγεσθαι. Ὅτι πλάττει ὁ ποιητὴς ἐμφανισθῆναι τῷ Ὀδυσσεῖ μετὰ τὸν Ἀγαμέμνονα ἥρωας, τὸν Ἀχιλλέα, τὸν Πάτροκλον, τὸν Ἀντίλοχον, καὶ τὸν Αἴαντα. καὶ περὶ μὲν Ἀχιλλέως, ὃν Ὅμηρος φιλεῖ ἐπιμάλιστα, ὡς ἡ Ἰλιὰς ἐδήλωσε, διηγεῖται πλείονα. περὶ δὲ Πατρόκλου καὶ Ἀντιλόχου οὐδὲν οὐδόλως, ἀλλʼ ἀρκεῖται εἰπὼν ἀορίστως καὶ παραλειπτικῶς τὸ, αἱ δʼ ἄλλαι ψυχαὶ ἔστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδεα ἑκάστη, τουτέστιν ἔλεγον εἴτε τοῦ Ὀδυσσέως ἐρωτῶντος, εἴτε καὶ ἄλλως μὴ ἐρωτώμεναι. τὸν Αἴαντα δὲ πλάττει προσφωνούμενον μὲν, μὴ ἀπαμειβόμενον δὲ, διὰ τὸ πρὸς τὸν Ὀδυσσέα μῖσος περὶ Τροίαν ἐπὶ τῇ τῶν ὅπλων κρίσει. εἰ δὲ ὁ Αἴας μισῶν οὐ προσφθέγγεταί τι, πιθανῶς ἄρα ὁ ποιητὴς οὐ πλάττει ψυχὴν Τρωϊκὴν ἐπιφανεῖσαν τῷ Ὀδυσσεῖ, ὃς ἐπὶ τῷ τῆς Τροίας ἀφανισμῷ ἔσχε πτολίπορθος λέγεσθαι. ἐν δὲ τοῖς ῥηθεῖσι προσώποις Πατρόκλου μὲν πρὸς μόνον ὄνομα ἐμνήσθη, τὸν δὲ Ἀντίλοχον ἀμύμονα ἔφη, καθὰ καὶ τὸν Ἀχιλλέα μετʼ ὀλίγα. τὸν δὲ Αἴαντα ἐπαινῶν λέγει· ὃς ἄριστος ἔην εἶδός τε δέμας τε τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλείωνα, ὃν εὐθὺς καὶ ποδώκη Αἰακίδην φησὶν, ἀνωτέρω Πηληϊάδην Ἀχιλλέα εἰπών. καὶ νῦν μὲν οὕτω τὸν Αἴαντα ὑπήγαγε τῷ Ἀχιλλεῖ, ἄριστον εἶναι εἰπὼν πάντων μετὰ τὸν Ἀχιλλέα. προϊὼν δὲ καὶ πάλιν εἰπών· ὃς πέρι μὲν εἶδος πέρι δʼ ἔργα τέτυκτο τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλείωνα, εἶτα καὶ ἶσον μετʼ ὀλίγα φησὶν αὐτὸν τῷ Ἀχιλλεῖ, κατά γε τιμὴν, οὐ μὴν κατὰ εἶδος καὶ ἔργα, ἐν τῷ, τοῖος γάρ σφιν πύργος ἀπώλετο. σεῖο δʼ Ἀχαιοὶ ἶσον Ἀχιλλῆος κεφαλῇ ἀχνύμεθα φθιμένοιο διαμπερὲς, ἔνθα καὶ ἐπὶ κακῷ τῶν Ἀχαιῶν ὑποδηλῶν γενέσθαι τὸν τοῦ Αἴαντος θάνατόν φησιν, ὡς ἐκπάγλως ἤχθηρε Ζεὺς Δαναοὺς, καὶ διατοῦτο σοὶ ἐπὶ μοῖραν ἔθηκε, τὴν τοῦ θανάτου δηλαδή. καὶ οὕτω τὸν Αἴαντα σεμνύνας ὁ Ὀδυσσεὺς μειλιχίοις ὅμως οὐκ ἐξίσχυσε πεῖσαι τὸν βαρύμηνιν ὁμιλῆσαι αὐτῷ, οὐδὲ ἀκούσας δάμασον μένος καὶ ἀγήνορα θυμὸν ἐπείσθη. σημείωσαι δʼ ἐν τοῖς ῥηθεῖσι περὶ Αἴαντος καὶ ὅτι τὸ, πέρι μὲν εἶδος πέρι δʼ ἔργα τέτυκτο, καλλίων ἔπαινος τοῦ, ἄριστος ἔην εἶδός τε δέμας τε. τοῦτο γὰρ οὐ βλάπτει καὶ πράξεων ἀρετήν. καὶ τοιαῦτα μὲν τὰ κατὰ τὸν Αἴαντα. τὸν μέν τοι Ἀχιλλέα σεμνολογῶν διὰ τοῦ Ὀδυσσέως ὁ ποιητὴς, ὦ Ἀχιλλεῦ μέγα φέρτατέ φησιν Ἀχαιῶν. καὶ, σεῖο δʼ Ἀχιλλεῦ οὔτις ἀνὴρ προπάροιθε μακάρτατος, οὔτʼ ἂρ ὀπίσσω, ἤγουν εἰς τὸ μέλλον, βραχὺν τοῦτον ἔπαινον τοῦ τηλικούτου εἰπὼν, ὅτι μηδὲ ἦν καιρὸς πλείω λαλεῖν. εἶτα καὶ τὸν τοιοῦτον στίχον κατασκευάζων καὶ ἅμα ἐπισυνείρων καὶ παραμυθητικὴν ἔννοιαν, φησί· πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεῷ Ἀργεῖοι. νῦν αὖτε μέγα κρατέεις νεκύεσσι, διὸ μή τι θανὼν ἀκαχίζευ Ἀχιλλεῦ. καὶ τοιόνδε μὲν καὶ τὸ ὑπὲρ Ἀχιλλέως. τὸν μέντοι υἱὸν αὐτοῦ πλατὺ ἐγκωμιάσει, ὡς μετʼ ὀλίγα εἰρήσεται. Ἰστέον δὲ ὅτι ἀποσεμνύνων καὶ πάλιν ἑαυτὸν Ὀδυσσεὺς ἐπὶ τῇ εἰς Ἅιδην καθόδῳ καὶ ἄλλως δὲ εἰπεῖν ἐνδεικνύμενος ὁ ποιητὴς, καθὰ καὶ αὐτὸ προεῤῥέθη, ὡς πάντῃ τολμηρῶς ἡ τοῦ Ὀδυσσέως ἐπλάσθη κάθοδος, ποιεῖ τὸν Ἀχιλλέα ἐρωτῶντα· Διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ, σχέτλιε, τίπτʼ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον; πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ ἀφραδέες ναίουσι βροτῶν εἴδωλα καμόντων; Ὅρα δὲ τὸ σχέτλιε, ὡς οὔτε τὸν ἄδικον δηλοῖ· τί γὰρ ἠδίκησεν Ὀδυσσεὺς εἰς Ἅιδου ἐλθών; ἀλλʼ οὐδὲ ὅλως ἐπὶ ὕβρει τέθειται. οὐ γὰρ ἂν τὸν διογενῆ καὶ πολυμήχανον φίλον εἰκῇ οὕτως ἔσκωψε. σημαίνει δὲ κἀνταῦθα συνήθως ἡ λέξις τὸν σφοδρὸν καὶ ὁρμητίαν καὶ ἄξιον σχέσθαι καὶ τλῆναι. διὸ καὶ ἐπήγαγε· πῶς ἔτλης Ἄϊδόσδε κατελθεῖν. Ἀφραδέες δὲ νεκροὶ κατὰ τοὺς παλαιοὺς, οἱ ἄφραστοι καὶ ἀθεώρητοι, ἢ οἱ ἀσώματοι, τουτέστι φρένας μὴ ἔχοντες, αἵ εἰσι κρεμαστῆρες τοῦ ἥπατος, κατὰ τὸ, ὅθι τε φρένες ἧπαρ ἔχουσι. καὶ ἄλλως δὲ ἀφραδέες νεκροὶ ὡς πρὸς σύγκρισιν τοῦ Τειρεσίου ὃς μόνος ἐπέπνυτο. πῶς δὲ εἴδωλα καμόντων οἱ ἐν Ἅιδου νεκροὶ, προγέγραπται. Ὅτι χρέος οὐ μόνον ἐπὶ ὀφειλῆς, ὃ καὶ ἐξέτεινον οὐκ ὀλίγοι τῶν παλαιῶν, ὡς προεῤῥέθη, ἀλλὰ καὶ τὸ χρειῶδες πρᾶγμα καὶ αὐτὴ ἡ χρεία. οἷον· ἦλθον Τειρεσίαο κατὰ χρέος. τινὲς δὲ τὸ Τειρεσίαο κατὰ χρέος ἀντὶ τοῦ χρησμώδημα φασίν. Ὅτι ὁ πατρίδος ἐπὶ πολὺ ἀποδημῶν ἐρεῖ ἄν· οὐ γάρ πω σχεδὸν ἦλθον τῆς δεῖνος χώρας, οὐδέ πω ἐμῆς γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχω κακά. Ὅτι φιλόζωος ἐνταῦθα πλάττεται Ἀχιλλεὺς, ὃς ἐξ Ὀδυσσέως ἀκούσας, μὴ χρῆναι ἀκαχίζεσθαι αὐτὸν ἐπεὶ μέγα κρατεῖ νεκύεσσι, προκρίνει τοῦ εὐκλεῶς οὕτω ζῆν τὴν τυχοῦσαν βιοτὴν, καὶ ταῦτα ἐν Τροίᾳ, τὸν ὀλιγοχρόνιον ἔντιμον βίον τοῦ μὴ τοιούτου ἀνθαιρούμενος. φησὶ γάρ· μὴ δή μοι θάνατόν μοι παραύδα φαίδιμʼ Ὀδυσσεῦ. βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ ἀνδρὶ παρʼ ἀκλήρῳ ᾧ μὴ βίοτος πολὺς εἴη ἢ πᾶσι νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν. τοῦτο δὲ πᾶς ἂν εἴποι ὁ μὴ θέλων οὐδαμινῶν καὶ ἀχρείων τινῶν ἄρχειν, ἀλλὰ τῆς τοιαύτης τιμῆς ἔλαττόν τι προστιθέμενος. ὡς φιλοπάτωρ δέ φασιν Ἀχιλλεὺς ταῦτα αἱρεῖται, φιλότιμος καὶ νῦν ὢν καὶ διὰ τὴν τοῦ πατρὸς τιμὴν τοιαῦτα αἱρούμενος, οἷα στοχαζόμενος, ἀτιμάζεσθαι ὡς εἰκὸς τὸν πατέρα, ἐπεὶ μὴ ἔχει ἀρωγὸν κατʼ αὐτόν. διὸ καὶ ἐρωτήσας τὸν Ὀδυσσέα περὶ τοῦ πατρὸς εἰ ἔχει τὴν βασιλικὴν τιμὴν ἐν τοῖς Μυρμιδόσιν, ἤ μιν ἀτιμάζουσιν ἀνʼ Ἑλλάδα τε Φθίην τε οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε, ἐπάγει· οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο τοῖος ἐὼν οἷός ποτε ἐν Τροίᾳ πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν. εἰ τοῖος δʼ ἔλθοιμι, μίνυνθά περ ἐς πατέρος δῶ, τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους, οἳ κεῖνον βιόωνται ἐέργουσί τʼ ἀπὸ τιμῆς, τουτέστιν, εἴπερ ἀνεβίων ἔχων τὴν πάλαι ἀνδρίαν, στυγητὸν ἂν καὶ φρικτὸν ἐποίησα τὸ ἐμὸν μένος καὶ τὰς ἀπροσπελάστους χεῖρας τινὶ τῶν βιαζομένων τὸν Πηλέα. Καὶ ὅρα τὸ τέῳ ἀντὶ τοῦ τινὶ πλεονασμὸν ἔχον τοῦ ε, ὁμοίως τῷ ὁτέοισι καὶ τοῖς τοιούτοις ἃ προγέγραπται. καὶ ὅτι τὸ στύξαιμι οὐ μόνον αὐτοπαθῶς ἀντὶ τοῦ φρίξαιμι καὶ μισήσαιμι, ἀλλʼ ἰδοὺ νῦν καὶ ἀλλοπαθῶς ἀντὶ τοῦ, εἰς μῖσος καὶ ἔκπληξιν ἀγάγοιμι. σημειωτέον δʼ ἐνταῦθα τὸ στύξαιμι διπλόην ἐμφαῖνον κινήσεως κανονικῆς. ἢ γὰρ ἀπὸ ἀσυνήθους βαρυτόνου κανονίζεται θέματος τοῦ στύγω στύξω, ἢ ἴσως ἀπὸ τοῦ στυγῶ στυγήσω γίνεται κατὰ ἀπέλευσιν τοῦ η τῆς παραληγούσης στύγσω, καὶ τροπῇ τοῦ γ εἰς κ διὰ τὸ εὐφωνότερον στύκσω. εἶτα τροπῇ τοῦ κ καὶ σ εἰς ξ, ὃ γίνεται καὶ ἐπὶ τοῦ δοκήσω δόκσω δόξω, ἀποτελεῖται τὸ στύξω. ἐξ οὗ τὸ ἔστυξα καὶ τὸ στύξαιμι. ὡς δὲ φιλίως ἔχει τὸ γ καὶ τὸ κ, δηλοῖ καὶ ἡ τοῦ κ εἰς τὸ γ μεταχώρησις ἐν τῷ ἔοιγμεν ἀντὶ τοῦ ἐοίκαμεν, ὃ κεῖται παρὰ Σοφοκλεῖ. ὅτι δὲ εἰ καὶ τὸ στυγέω στυγῶ περισπώμενον τέτριπται, οἷον, στυγέει δὲ καὶ ἄλλος, ὅθεν καὶ τὸ στυγερὸν καὶ ὁ στυγητὸς, ὅμως ἔχει χώραν εἶναι καὶ βαρύτονον στύγω στύξω, δῆλον καὶ ἐκ τοῦ στὺξ, ὃ πάντως ἐκ τοῦ στύξω παρῆκται. τοιούτου δὲ ἴσως θέματος καὶ τὸ, κατὰ δʼ ἔστυγον αὐτήν. δοκεῖ γὰρ εἶναι ἀπὸ τοῦ στύγω στύξω ἔστυγα ἔστυγον, εἰ μή που ἄρα, ὥσπερ ἐκ τοῦ ἐδούπησα καὶ ἐκτύπησα γίνεται τὸ ἔδουπον καὶ ἔκτυπον, οὕτω καὶ ἐκ τοῦ ἐστύγησα τὸ ἔστυγον. καὶ οὕτω μὲν ταῦτα. Παραυδᾶν δὲ, τὸ παραμυθεῖσθαι. ὡς γὰρ ἐκ τοῦ μυθεῖσθαι καὶ φάσκειν καὶ ἀγορεύειν καὶ αἰνεῖν γίνεται τὸ παραμυθεῖσθαι καὶ τὸ παραιφάσκειν καὶ τὸ παρηγορεῖσθαι καὶ τὸ παραινεῖν, οὕτω καὶ ἐκ τοῦ αὐδᾶν ἰσοδυνάμου ἐκείνοις ῥήματος τὸ παραυδᾶν. οὐ μὴν οὕτως καὶ ἐκ τοῦ λέγειν καὶ τοῦ ἐκεῖθεν λόγου παραμυθίαν δηλοῖ καὶ τὸ παραλογίζεσθαι ἀλλʼ αὐτὸ ἐπὶ κατασοφισμοῦ καὶ ἀπάτης τινὸς τίθεται. Τὸ δὲ βουλήμην κʼ ἐπάρουρος διττὴν ἔχει γραφήν. ἢ γὰρ ἐπάρουρος ὁ γῆν ἐργαζόμενος εἴτε καὶ ἁπλῶς ἐπίγειος, ἢ τρισυλλάβως πάρουρος ὁ εἰς φυλακήν τινα τεταγμένος μισθωτικῶς. οὖρος γὰρ καὶ ὁ φύλαξ, ὁ καὶ ἐπίουρος. Ἄκληρος δὲ ἀνὴρ ὁ ὀλιγόκληρος. διὸ ἑρμηνεύων ἐπήγαγεν, ᾧ μὴ βίοτος εἴτουν κλῆρος πολύς. Ὅρα δὲ καὶ ὅτι πόλις καὶ ἐνταῦθα ἡ Ἑλλὰς ὑπὸ τῷ Πηλεῖ οὖσα καθὰ καὶ ἡ Φθία. λαμπραὶ δὲ ἄμφω καὶ περιώνυμοι. διὸ καὶ Ὀδυσσεὺς εὐρὺ κλέος ἔχειν ἐῤῥέθη που καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος. καὶ Εὐριπίδης δὲ ἐν τῷ ἀπορεῖν περί που τὰ τῆς Ἑκάβης εἰ Δωρίδα γῆν ἀφίξεται ἢ Φθίαν ὁ ἐκεῖσε χορὸς, τὴν αὐτὴν δηλοῖ ἔννοιαν τὸ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος ἐν διαφόροις λέξεσι. Δωριεῖς τε γὰρ οἱ περὶ τὸ Ἄργος ἤτοι τὴν Πελοπόννησον, καὶ ἡ Φθία δὲ Θετταλικὴ καθὰ καὶ ἡ Ἑλλάς. ὡς γοῦν μεγάλων τμημάτων ἐν Ἀχαιοῖς ἡ ποίησις μνημονεύει τῶν τε κατὰ Θετταλίαν, τῶν τε κατὰ Πελοπόννησον. Τὸ δὲ γῆρας κατέχει χεῖρας καὶ πόδας, δίδωσιν ἀστείως τὸ γῆρας δεσμὸν φύσεως εἰπεῖν. Τὸ δὲ οἷος ποτὲ ἐν Τροίᾳ ἔπεφνον λαὸν ἄριστον τὸ τοῦ Ἀχιλλέως δηλοῖ φιλότιμον μεμνημένου ὧν ἠρίστευσεν, ἔτι δὲ καὶ τὸ ἀνδρεῖον, ὡς μὴ λαὸν ἁπλῶς φονεύοντος, ἀλλὰ καὶ ἄριστον. Ὅτι ὁ ἐφʼ οἷς ἠρωτήθη ἀληθευτικῶς ἐρεῖ τὸ, πᾶσαν ἀληθείην μυθήσομαι ὥς με κελεύεις. Ἰστέον δὲ ὅτι ἐνθυμούμενός τις Ἀχιλλέα καὶ Αἴαντα καὶ Νεοπτόλεμον, ἤδη δὲ καὶ Πάτροκλον, τοὺς ἀνέκαθεν Αἰγινήτας, εὔξαιτʼ ἂν εἴπερ εὐροεῖ τὰ κατὰ βίον καὶ ἄριστα τύχης ἔχει, μὴ ἀκοῦσαι παροιμιωδῶς πρὸς τῷ τέλει τοῦ βίου τό· ταπρῶτʼ ἀρίστους παῖδας Αἴγινʼ ἐκτρέφει. καὶ γάρ τοι καὶ οἱ ῥηθέντες ἥρωες ἀκμαῖοι μὲν ἔθαλλον, ὕστερον δέ φασιν ἐπὶ τὸ χεῖρον μετέβαλλον, ὡς αἱ κατʼ αὐτοὺς ἱστορίαι δηλοῦσιν. Ὅτι τὸν Νεοπτόλεμον Ὀδυσσεὺς ἤγαγεν εἰς Τροίαν ἀπὸ Σκύρου, ἢ τῆς νήσου κατά τινας ὧν εἷς καὶ ὁ Σοφοκλῆς, ἢ καθʼ ἑτέρους ἀπό τινος πόλεως Δολόπων Σκύρου καλουμένης. τὸν δὲ Νεοπτόλεμον τοῦτον ὃς καὶ Πύῤῥος ἐκαλεῖτο, καθὰ καὶ ἀλλαχοῦ ἐδηλώθη, ἐγκωμιάζων ὁ Ὁμηρικὸς Ὀδυσσεὺς φησίν· ὅτε ἀμφὶ πόλιν Τρώων φραζοίμεθα βουλὰς, αἰεὶ πρῶτος ἔφραζε καὶ οὐχʼ ἡμάρτανε μύθων. Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω, τουτέστι μόνοι, αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρνοίμεθα χαλκῷ, οὔτε ποτʼ ἐς πληθὺν μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ, ἀλλὰ πολὺ προθέεσκεν, ἑὸν μένος οὐδενὶ εἴκων. πολλοὺς δʼ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηϊοτῆτι, τουτέστι, πολλοὺς ἀνεῖλε μαχόμενος. πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομῄνω ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν, ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ ἥρωʼ Εὐρύπυλον. πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων. κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον. αὐτὰρ ὅτʼ εἰς ἵππον κατεβαίνομεν ὃν κάμʼ Ἐπειὸς Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δʼ ἐπὶ πάντʼ ἐτέταλτο, ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἐπιθεῖναι. ἔνθʼ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες δάκρυά τʼ ὠμόργνυντο, οἷα δηλαδὴ δακρύοντες, τρέμεν δʼ ὑπὸ γυῖα ἑκάστου, κεῖνον δʼ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν οὔτʼ ὠχρήσαντα χρόα κάλλιμον, οὔτε παρειῶν δάκρυʼ ὀμορξάμενον, ὅ πέρ ἐστι περίφρασις τοῦ δακρύσαντα. ὁ δέ με μάλα πόλλʼ ἱκέτευεν ἱππόθεν ἐξίμεναι, ὅ ἐστιν ἐξελθεῖν. ξίφεος δʼ ἐπεμαίετο κώπην, καὶ δόρυ χαλκοβαρὲς, οὐ κατʼ ἐμοῦ δηλαδὴ τοῦ λοχαγοῦ ὡς κωλύοντος αὐτὸν, ἀλλὰ κατὰ τῶν Τρώων, ὡς ἕτοιμος ὢν συμμίξαι αὐτοῖς. διὸ ἑρμηνεύων ἐπάγει· κακὰ δὲ Τρώεσσι μενοίνα, ἤγουν προεθυμεῖτο. ἀλλʼ ὅτε δή φησι Πριάμοιο πόλιν διεπέρσαμεν αἰπὴν, μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν, ἀσκηθὴς, ὅ ἐστιν ἀβλαβὴς ὡς πολλαχοῦ δηλοῦται. ὃ καὶ ἑρμηνεύων ἐπάγει· οὔτʼ ἂρ βεβλημένος ὀξέϊ χαλκῷ οὔτʼ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰ γίνεται ἐν πολέμῳ. ἐπιμὶξ δὲ μαίνεται Ἄρης. ταῦτα δὲ τοῦ Ὀδυσσέως εἰπόντος γηθόσυνος ἐπὶ τοῖς τοῦ παιδὸς ἀγαθοῖς ὁ καλὸς Ἀχιλλεὺς γενόμενος ᾤχετο. φησὶ γάρ· ὣς ἐφάμην. ἡ δὲ τοῦ Ἀχιλλέως ψυχὴ φοίτα μακρὰ βιβῶσα κατʼ ἀσφοδελὸν λειμῶνα, γηθοσύνη, ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι. τοιοῦτον οἱ ἀγαθοὶ πατέρες ἐπὶ ἀξιεπαίνοις παισί. Καὶ ὅρα ὅπως δεξιῶς ὁ ποιητὴς κἀνταῦθα ἱστορίας παρενέθετο πολλάς τε καὶ εὐχρήστους μετὰ γοργότητος, ἵνα μὴ τῷ μονοειδεῖ τῶν φθασάντων ὑπτιάζῃ ἀποκναιόμενος ὁ ἀκροατὴς, μάλιστα δὲ τὸ καινὸν ἡ φράσις ἔχῃ ἐν τῷ καὶ ἀνηκούστους ἱστορίας ἐνταῦθα τεθῆναι, αἷς οὐχʼ εὕρηται ἐνδιατρίψας ὁ ποιητὴς ἀλλαχοῦ. Ἰστέον δὲ ὅτι Ὁμήρου καὶ τῶν πλειόνων ἕνα παῖδα λεγόντων Δηϊδαμείας καὶ Ἀχιλλέως τὸν Νεοπτόλεμον, Δημήτριος ὁ Ἰλιεὺς δύο ἱστορεῖ, Ὄνειρόν τε καὶ Νεοπτόλεμον. ὃν ἀνελών φησιν ἐν Φωκίδι Ὀρέστης ἀγνοίᾳ, ὕστερον δὲ γνοὺς, τάφον αὐτῷ ἐποίησε περὶ Δαυλίδα, καὶ ἀναθεὶς τὸ ξίφος ᾧ ἀνεῖλεν αὐτὸν ἀπῆλθεν εἰς τὴν λευκὴν νῆσον ἣν ὁ Λυκόφρων φαληριῶσαν σπῖλον καλεῖ καὶ τὸν Ἀχιλλέα ἐξιλεώσατο. Ἀχιλλέα δὲ ὅτι Πάρις ἀνεῖλε τοξεύσας καθωμίληται. Σώστρατος δὲ ἱστορεῖ Ἀλέξανδρον Ἀπόλλωνος ἐρώμενον καὶ μαθητὴν τοξείας, ὑφʼ οὗ τόξον ἐλεφάντινον σχόντα τοξεῦσαι Ἀχιλλέα κατὰ γαστρός. Τέλλης δὲ ἱστορεῖ Πενθεσίλειαν ἀνελεῖν τὸν Ἀχιλλέα, αἰτησαμένης δὲ Θέτιδος τὸν Δία, ἀναστῆναι αὐτὸν καὶ ἀντανελεῖν ἐκείνην. Ἄρεα δὲ πατέρα Πενθεσιλείας δίκην λαχεῖν Θέτιδι. κριτὴν δὲ γενόμενον Ποσειδῶνα κατακρῖναι Ἄρην. καὶ τοιάδε μὲν ταῦτα. Ἐν δὲ τοῖς προσεχῶς ὑπὸ τοῦ ποιητοῦ ῥηθεῖσιν ἔστιν ἰδεῖν ὡς πολὺ τὸ τοῦ Νεοπτολέμου ἔν τε τοῖς πρὸ τῆς πολιορκίας καὶ τοῖς ἐν αὐτῇ καὶ μετʼ αὐτὴν ἐγκώμιον, οὗ τὸ κεφάλαιον τὸ καὶ λόγοις αὐτὸν ἐμπρέπειν καὶ ἔργοις ἐνευδοκιμεῖν. καὶ ὀξύτητα δὲ νοὸς αὐτῷ ἐπιμαρτύρεται τὸ ἀεὶ πρῶτον βάζειν, εὐμάθειαν δὲ καὶ ἀγχίνοιαν τὸ μὴ ἁμαρτάνειν μύθων. ἄλλως γὰρ πολλοὶ πρῶτοι μὲν βάζουσι προπετεῖς ὄντες, ἁμαρτάνουσι δὲ μύθων, πιστούμενοι μὴ ἀσφαλεῖς εἶναι τοὺς φρονεῖν ταχεῖς κατὰ τὸν τραγικόν. εἰ δὲ τοῦ ἀντιθέου Νέστορος καὶ τοῦ πολυμηχάνου Ὀδυσσέως δεύτερος ἐξέπιπτεν ἐν βουλαῖς ὁ Νεοπτόλεμος, οὐκ ἂν εἴη μεμπτέος, εἴγε ἡ ἐμπειρία ἔχει τι λέγειν τῶν νέων σοφώτερον. Ἔστι δʼ εἰπεῖν ἐνταῦθα καὶ ὅτι πάνυ φιλαχιλλεὺς ὢν ὁ ποιητὴς, ὡς ἡ Ἰλιὰς ἔδειξε, καὶ τὸ τῆς ἱστορίας βαθὺ φρέαρ τῆς ἐπʼ ἐκείνῳ ἐξηντληκὼς ἐκεῖ ἐνταῦθα βραχὺ μέν τι ἐλάλησεν ἐπὶ τῷ πατρί. φιλοτιμεῖται δὲ σεμνύναι τὸν υἱὸν, ὡς ἐγχωρεῖ, οἷα πατρῴζοντα, μεθοδεύσας δεξιῶς καὶ τῷ μεγάλῳ Αἴαντι τοῦτον παραβαλεῖν, εἴγε ὥσπερ ἐκεῖνος παραδέδοται μὴ παθεῖν πληγὴν ἓν ὅλῳ τῷ Ἰλιακῷ πολέμῳ οὕτως ἐξέβη καὶ ὁ Νεοπτόλεμος εἴτουν Πύῤῥος, ὃν φάμενοί τινες πρῶτον τοῦ δουρείου ἵππου ἐκπηδῆσαι αὐτῷ παρονομασθῆναι τὸν δίβραχυν πυῤῥίχιον ᾠήθησαν. παρʼ οἷς καὶ ὕμνος αὐτῷ ἐτίθη μέτρῳ πυῤῥιχιακῷ χρησίμῳ καὶ εἰς πυῤῥίχην ὄρχησιν, περὶ ἧς ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. Τὸ δὲ οὐχʼ ἡμάρτανε μύθων οὐκ ἀφαμαρτοεπῆ τὸν Νεοπτόλεμον εἶναι δηλοῖ, ὅπερ ἐν Ἰλιάδι τῷ Μενελάῳ ἐπεμαρτυρήθη. Τὸ δὲ οὐκ ἐν πληθύϊ οὐδʼ ἐν ὁμίλῳ, ἀντὶ τοῦ οὔτε ἐν τῷ κοινῷ τῶν Ἀχαιῶν ὄχλῳ, οὔτε ἐν τοῖς κατὰ ἴλας μαχομένοις. ἴσως δὲ καὶ ταυτὸν ἐκ παραλλήλου τὸ ἐν πληθύϊ καὶ τὸ ἐν ὁμίλῳ. Τὸ δὲ ἑὸν μένος, ἢ τοῖς ὄπισθεν συντακτέον, ἵνα λέγῃ ὅτι πολὺ προθέεσκε κατὰ τὸ ἑὸν μένος, ἢ τοῖς ἐφεξῆς ἵνα ᾖ, οὐδενὶ εἴκων τὸ ἑαυτοῦ μένος. δῆλον δὲ ὅτι ὁ πολὺ προθέων τῶν ἄλλων οὔτε ἐν πληθύϊ μένει οὔτε ἐν ὁμίλῳ. Τὸ δὲ πολλοὺς ἔπεφνεν ἀναγκαίως ἐπῆκται. πολλοὶ γὰρ προθέουσι μὲν, πέφνουσι δὲ οὐδένα. εἰ δὲ καὶ ἀλογίστως προθέουσιν, οἱ τοιοῦτοι ὡς ταπολλὰ καὶ προπίπτουσι. Τὸ δὲ πολλοὺς ἔπεφνεν ἐφερμηνεύων ἔφη τὸ, πάντας οὐκ ἂν ἐγὼ μυθήσομαι ὅσσον λαὸν ἔπεφνεν. Ὅτι δὲ περιώνυμος ἐν ταῖς ἱστορίαις ὁ Τήλεφος, ὃς καὶ παροιμίαν παρήγαγε τὴν, ὁ τρώσας ἰάσεται, καὶ ὅτι ἀνδρεῖος καὶ ὁ Τηλεφίδης Εὐρύπυλος, πολλαχοῦ δηλοῦται. ὁ δὲ γεωγράφος ἱστορεῖ καὶ ὡς ἐν τοῖς περὶ Κάϊκον τόποις φαίνεται βασιλεύειν καθʼ Ὅμηρον ὁ Εὐρύπυλος. ὃς δὴ Κάϊκος διέχει φασὶν Ἐλαίας Αἰολικῆς πόλεως σταδίους δώδεκα. ἡ δὲ Ἐλαία διέχουσα τοῦ Περγάμου σταδίους ἑκατὸν εἴκοσιν ἐπίνειον εἶναι λέγεται Περγαμηνῶν. Ἐν δὲ τῷ, ἥρω Εὐρύπυλον, οἱ μὲν ἥρωα νοοῦσι κατʼ ἔκθλιψιν, οἱ δὲ ἥρω φασὶ δισυλλάβως ἢ κατὰ κλίσιν ἰσοσύλλαβον, ἢ μᾶλλον κατὰ ἀποκοπὴν, ὁμοίως τῷ γέλω ἔκθανον. Ὅρα δὲ καὶ ὅτι Εὐρύπυλος μὲν τὸ κύριον, τὸ δὲ ἐπιθετικὸν εὐρυπυλὲς, ὡς δηλοῖ τὸ, εὐρυπυλὲς Ἄϊδος δῶ. ἔχει δέ τινα ὁμοίαν διφόρησιν καταλήξεως καὶ τὸ ἄτερπος καὶ ἀτερπὴς, ὧν τοῦ μὲν χρῆσις ἐν τῷ, ἀτέρπου ὀϊζύος, τοῦ δὲ ἐν τῷ, ἀτερπέα δʼ αὖλιν ἔκυρσαν. Κήτειοι δὲ κατὰ μὲν Ἀρίσταρχον οἱ μεγάλοι παρὰ τὸ κῆτος, κατὰ ἀναλογίαν τοῦ, κῆδος κήδειος καὶ τῶν ὁμοίων. ἐν οἷς καὶ ἀπὸ τοῦ γῆρος ἀκάνθης ἐξάνθημα παρὰ τῷ Ἀράτῳ τὸ γήρειον, ὡς ἐν τοῖς εἰς τὴν Ἰλιάδα διεσαφήθη. ἐν δὲ τοῖς τοιούτοις εἰ ζητεῖται διὰ τί τὸ σκότιος, οἷον, σκότιον δὲ ἐγείνατο μήτηρ, ἔτι δὲ καὶ τὸ, σκοτίους ἀπιόντας διὰ τῆς πολεμίας, οὐκ ἐγράφησαν διὰ τῆς ει διφθόγγου ὡς ἀπὸ τοῦ σκότος, ὁμοίως τῷ, κῆτος κήτειος καὶ τοῖς κατʼ αὐτὸ, ῥητέον ὅτι γίνεται μὲν σκότιος ἐκ τοῦ σκότος, πλὴν οὐκ ἐκ τοῦ οὐδετέρου ἀλλὰ τοῦ Ἀττικωτέρου ἀρσενικοῦ, κατὰ τὸ, δόλος δόλιος, νόμος νόμιος. Ἔτι ἰστέον καὶ ὅτι κητείους τοὺς μισθωτοὺς εἶπον διὰ τὸ ἀκόρεστον ἐκ μεταφορᾶς κήτους. ἕτεροι δὲ ἔθνος Μυσίας φασὶ τοὺς ὕστερον Ἐλεάτας ἀπὸ Κητείου ποταμοῦ χειμαῤῥώδους ἐν τῇ Ἐλεάτιδι, ὃν καὶ κητώεντα φασίν. ἄλλοι δὲ κητείους τοὺς Περγαμηνοὺς ἐνόησαν. ἔνιοι δὲ γράφουσι κήδειοι, τουτέστι κηδεσταὶ, συγγενεῖς, ἢ καὶ ἄλλως εἰπεῖν, κήδιστοι. εἰσὶ δὲ οἳ γράφουσι καὶ χήτειοι γυναίων εἵνεκα δώρων, τουτέστιν ἐστερημένοι γυναικῶν ἕνεκα δώρων ἤγουν μισθοῦ. ἐπεὶ δώροις ὁ Ἕκτωρ καὶ ἐδωδῇ κατέτρυχε τοὺς λαοὺς, διὰ τοὺς συμμάχους, ὧν εἷς καὶ ὁ Εὐρύπυλος. τινὲς δὲ τὸ γυναίων καὶ τὸ δώρων ὁμοῦ ἀναγινώσκουσι, νοοῦντες κτητικῶς γύναια δῶρα, τουτέστι γυναικεῖα, ἢ τὸν Ἑρμιόνης γάμον, ὃν ἐν Τροίᾳ τῷ Νεοπτολέμῳ ὑπέσχετο καὶ κατένευσεν ὁ Μενέλαος, ἢ χρυσῆν τινά φασιν ἄμπελον, ἣν Ζεὺς μὲν ἐχαρίσατο ἀντὶ Γανυμήδους τῷ πατρὶ Τρωΐ, Πρίαμος δὲ ἐκ διαδοχῆς ἐλθοῦσαν εἰς αὐτὸν ὑπέσχετο Ἀστυόχῃ τῇ ἑαυτοῦ μὲν ἀδελφῇ, Εὐρυπύλου δὲ μητρὶ, εἰ πέμψει ἐπὶ συμμαχίᾳ τὸν υἱὸν, φάμενον ἐπὶ τῇ μητρὶ κεῖσθαι τὴν εἰς πόλεμον ἐξέλευσιν αὐτοῦ, ἵνα δηλοῖ ὁ λόγος, ὡς διὰ γυναικὸς δωροδοκίαν Εὐρύπυλος συνεμάχησε. ἄλλοι δέ φασι τῇ Εὐρυπύλου γυναικὶ ὑποσχῆσθαι δῶρα πρὸς Πριάμου, εἰ ἀναπείσει τὸν ἄνδρα συμμαχῆσαι Τρωσίν. ἔδοξε δέ τισι κρεῖσσον ἀποδοῦναι, ὡς ὑπόσχεσιν ἔθετο Πρίαμος Εὐρυπύλῳ, καθὰ καὶ πρὸ αὐτοῦ τῷ Ὀδρυονεῖ, μίαν τῶν θυγατέρων δώσειν ἐπικουρήσαντι. καὶ τοῦτο εἶναι φασὶ τὰ γυναικεῖα δῶρα. ὁ δὲ γεωγράφος εἰς ταῦτα γράφει τοὺς παρʼ Ὁμήρῳ κητείους μὴ εἰδέναι οὓς δεῖ δέξασθαι ἤτοι νοῆσαι, οὐδὲ τὸ γυναίων εἵνεκα δώρων, τοὺς δὲ γραμματικοὺς μυθάρια παραβάλλοντας εὐρεσιλογεῖν μᾶλλον ἢ λύειν τὸ ζητούμενον. λέγει δὲ καὶ τὸν Κήτειον ποταμὸν ῥέειν εἰς τὸν Κάικον, οὗ περὶ τὴν Ἴδην αἱ πηγαί. Ἰστέον δὲ ὅτι οὐ μόνον ἐπὶ τῇ δεδηλωμένῃ Ἀστυόχῃ δῶρον ἴσχυσε κατὰ φίλου παιδὸς, ἀλλὰ καὶ ἐπὶ Ἐριφύλῃ κατὰ ἀνδρὸς τοῦ καλοῦ Ἀμφιάρεω. ἦν δὲ τὸ ἐπὶ ταύτῃ δῶρον ὅρμος χρυσοῦς ὃς ὕστερον περιῆλθε τῷ Φοίβῳ ἐξ αἰτίας τοιαύτης. Ἀλκμαίων ὁ ἐξ Ἀμφιάρεω καὶ Ἐριφύλης, τὴν μητέρα κτανὼν χόλῳ τῷ ὑπὲρ τοῦ πατρὸς ὁμοίως Ὀρέστῃ καὶ διατοῦτο μανίᾳ περιπεσὼν, καθὰ καὶ ἐκεῖνος, εἶτα τοῦ μεμηνέναι ἀπαλλαγεὶς καὶ εὐχόμενος μηκέτι ταυτὸ παθεῖν, καὶ ἀκούσας ἐξ Ἀπόλλωνος τὸ, τιμῆέν μʼ αἰτεῖς δῶρον μανίης ἀποπαῦσαι καὶ σὺ φέρειν τιμῆεν ἐμοὶ γέρας ᾧ ποτε μήτηρ Ἀμφιάραον ἔκρυψʼ ὑπὸ γαῖαν αὐτοῖσι σὺν ἵπποις, ἔδωκε τὸν ζητηθέντα χρύσεον ὅρμον τῆς Ἐριφύλης καὶ ἀπηλλάγη. ἔοικε δὲ χαίρειν τὸ ῥηθὲν δαιμόνιον ἄλλοις τε ἀναθήμασιν, ὡς πολλαχοῦ δηλοῦται, καὶ κόσμοις δὲ γυναικῶν. Μενελάῳ γοῦν ἐρομένῳ τὸν Πύθιον πῶς ἂν Ἀλέξανδρον τίσαιτο, ἔφη ἐκεῖνος οὕτω· πάγχρυσον φέρε κόσμον ἑλὼν ἀπὸ σοῦ ἀλόχοιο δειρῆς, ὅν ποτε Κύπρις ἔδωχʼ Ἑλένῃ μέγα χάρμα. ὥς σοι Ἀλέξανδρος τίσιν ἐχθίστην ἀποδώσει. καὶ ἀνέθηκεν ἐκεῖνος τὸν ζητηθέντα ὅρμον καὶ ἀπηλλάγη τέλεον. κάλλιστον δὲ ὁ ποιητὴς τὸν Εὐρύπυλον ἱστορεῖ μετά γε τὸν Αἰθίοπα Μέμνονα περὶ Τρωϊκῶν ἐπικούρων λαλῶν. ἦν δὲ πάντως τοιοῦτος καὶ ὁ Νεοπτόλεμος, οὗ χρόα κάλλιμον φησί. Περιᾴδεται δὲ ὁ Μέμνων, καὶ δοκεῖ διὰ τὸ κάλλος ἡμέρας υἱὸς εἶναι, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη. ὡς δὲ καὶ Τιθωνοῦ ἦν υἱὸς, καὶ ὡς ἐξ Αἰθιόπων ἐπικουρήσων ἦλθεν εἰς Τροίαν, καὶ ὡς Ἀχιλλεὺς αὐτὸν κατέῤῥιψε κρατερῶς ἀνθιστάμενον τοῖς Ἀχαιοῖς, τοῖς ἱστοροῦσι τεθρύληται. ὅτι δὲ ὁ τοιοῦτος Μέμνων καὶ τὸν καλὸν ἀνεῖλε Νεστορίδην Ἀντίλοχον, ἡ ἱστορία δηλοῖ. περὶ οὗ ἱστορεῖ Ἀσκληπιάδης ὁ Μυρλεανὸς, ὡς χρησμοῦ δοθέντος Νέστορι, φυλάττεσθαι ἐπὶ τῷ υἱῷ Ἀντιλόχῳ τὸν Αἰθίοπα, ἔδοτο αὐτῷ μνήμονα ὁ πατὴρ καὶ ὑπασπιστὴν Χάλκωνα Κυπαρισσέα, ὃς ἐργασθεὶς Πενθεσιλείας καὶ βοηθῶν αὐτῇ ἀνῃρέθη ὑπʼ Ἀχιλλέως, καὶ τὸ σῶμα ὑπʼ Ἑλλήνων ἀνεσκολοπίσθη. ἐδόθησαν δὲ καὶ ἄλλοις τῶν ἡρώων μνήμονες, οἷον τῷ Ἀχιλλεῖ πρὸς τῆς μητρὸς, ὡς ἱστορεῖ καὶ Λυκόφρων. καὶ τῷ Πατρόκλῳ δὲ ὑπʼ Ἀχιλλέως Εὔδωρος μετὰ τὴν μῆνιν ἐν τῇ ναυμαχίᾳ, ὥστε μὴ πρόσω χωρεῖν. ἀναιρεθῆναι δʼ αὐτὸν εὐθὺς ἐν τῇ συμβολῇ ὑπὸ Πυραίχμου, διὸ καὶ αὐτὸν πρῶτον ἀναιρεθῆναι ὑπὸ Πατρόκλου ἱστορεῖ Τιμόλαος ὁ Μακεδών. Ἀντίπατρος δὲ ὁ Ἀκάνθιος φησὶ καὶ τῷ Ἕκτορι Δάρητα Φρύγα δοθῆναι μνήμονα, μὴ ἀνελεῖν φίλον τοῦ Ἀχιλλέος, Ἀπόλλωνος τοῦ Θυμβραίου τοῦτο χρήσαντος, τὸν δὲ αὐτομολήσαντα ὑπὸ Ὀδυσσέως ἀναιρεθῆναι. Ἐρέσιος δὲ ἱστορεῖ καὶ Πρωτεσιλάῳ δοθῆναι μνήμονα Δάρδανον Θετταλὸν, δοθέντος χρησμοῦ Φυλάκῳ τῷ πατρὶ, ἀναιρεθῆναι εἰ προπηδήσει, ὃ καὶ γέγονε. μή ποτε οὖν φασὶ παρʼ Ὁμήρῳ οὕτω λύεται τὸ, τὸν δʼ ἔκτανε Δάρδανος ἀνὴρ, ὡς τοῦ Δαρδάνου μὴ ἐνθυμήσαντος αὐτὸν τὴν ἀπόβασιν. καὶ μὴν Φιλόστρατος ὑπὸ Ἀχάτου φίλου Αἰνείου τὸν Πρωτεσίλαον ἀναιρεῖ. καὶ οὗτός ἐστι κατʼ αὐτὸν ὁ παρʼ Ὁμήρῳ Δάρδανος ἀνὴρ, εἰς δὲ τοῦτο πλείω ἐν τῇ Ἰλιάδι γέγραπται. καὶ οὕτω μὲν καὶ ταῦτα. Τὸ δὲ εἰς ἵππον κατεβαίνομεν, τὸν δούρειον δηλαδὴ, σχήματι ἐμφάσεως ἤτοι συλλογισμοῦ, ὧν ἴδιον διʼ ὑπονοίας αὔξειν τὸ δηλούμενον, βάθος δηλοῖ καὶ εὐρυχωρίαν τῆς ἐκείνου γαστρός. φασὶ δὲ τοὺς εἰς αὐτὸν καταβάντας τινὲς μὲν, ὧν καὶ Στησίχορος, ἑκατὸν εἶναι, ἕτεροι δὲ δώδεκα, Μενέλαον, Διομήδην, Φιλοκτήτην, Μηριόνην, Νεοπτόλεμον, Εὐρύπυλον, Εὐρυδάμαντα, Φείδιππον, Λεοντέα, Μέγητα, Ὀδυσσέα, καὶ Εὔμηλον. εἰ δὲ τοῦθʼ οὕτως ἔχει, ποῦ ἔστιν Ἄντικλος οὗ φθάσας ἐμνημόνευσεν ὁ ποιητής; Τὸ δὲ ὃν κάμʼ Ἐπειὸς, ἀντὶ τοῦ, περὶ ὃν ἔκαμεν, ἢ καὶ ἄλλως ἀντὶ τοῦ, ὃν καμὼν ἐποίησε, κατὰ τὸ, ὃν Ἐπειὸς ποίησε σὺν Ἀθήνῃ. Τὸ δὲ ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἀναθεῖναι παρῴδηται ἀπὸ τῆς Ἰλιάδος ἐκ τοῦ, ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι. οὕτω γὰρ καὶ ἐν τῷ ἵππῳ ἐπετέταλτο τῷ Ὀδυσσεῖ πάντα, ἤγουν καὶ κλεῖσαι καὶ αὖθις ἀνοῖξαι τοῖς ἀριστεῦσιν ὅτε καιρός. διὸ καὶ ὁ Νεοπτόλεμος αὐτὸν μάλα ἱκέτευεν ἐξελθεῖν, φρονίμῳ δὲ πάντως ἀνδρὶ, ὁποῖος καὶ Ὀδυσσεὺς, τὸ τοιοῦτον ἔργον ἔπρεπεν, ἤγουν τὸ ὡσανεὶ πυλωρεῖν ἐν τῷ δουρείῳ ἵππῳ. Τὸ δὲ ἡγήτορες καὶ μέδοντες τῆς αὐτῆς κἀνταῦθα ἐννοίας εἰσίν. ἔστι δὲ καὶ ἄλλως νοῆσαι ἡγήτορας μὲν τοὺς κατʼ ἀνδρίαν καὶ ῥωμαλεότητα ἡγουμένους, μέδοντας δὲ τοὺς κατὰ τὸ μήδεσθαι ἤγουν βουλεύεσθαι. Τὸ δὲ δακρύειν καὶ τρέμειν οὐ παντελῶς τῶν ἀνδρείων ἀποφάσκεται, ἀλλʼ ἔστιν αὐτοῖς ἐν καιρῷ καὶ τοιαῦτα πάσχειν κατὰ τοὺς τῆς ἀρετῆς κανόνας, ὡς καὶ ὁ ποιητὴς ἐνταῦθα ὑποδηλοῖ. περὶ δὲ τοῦ ὀμόργνυσθαι προγέγραπται. ἐκ δὲ τοῦ ὠχρῆσαι τὸ ὠχριάσαι γίνεται καθʼ ὁμοιότητα τοῦ μειδῆσαι καὶ μειδιάσαι, καὶ τοῦ κατηφεῖν καὶ κατηφιᾶν. Τὸ δὲ ἱππόθεν ἐξίμεναι γράφεται καὶ ἐξέμεναι ἀντὶ τοῦ ἐκπέμψαι. ὅτε μέντοι ἐξῆλθον τοῦ δουρείου ἵππου οἱ ἐντὸς, ἱππόθεν ἐκχύμενοι ἔφη ὁ ποιητὴς, καὶ κεῖται ἡ τοιαύτη λέξις πολλαχοῦ ἐπὶ συντόνου κινήσεως στρατιωτικῆς. Τὸ δὲ κώπη ξίφους εἰκασμὸν ἐμποιεῖ τοῖς πολλοῖς τῆς σπάθης πρός γε τὴν θαλασσίαν πλάτην ἐν ἀστειότητι, ὡς εἰρῆσθαι κώπην ξίφους πρὸς διαστολὴν τοιαύτης κώπης εἴτουν πλάτης. δῆλον δὲ ὅτι καὶ κωπῆεν ξίφος ἐκ ταύτης λέγεται. Ἐν δὲ τῷ, οὔτε βεβλημένος οὔτε αὐτοσχεδίην οὐτασμένος, διαφορὰ ὡς καὶ ἐν ἄλλοις φαίνεται τοῦ τε πόῤῥωθεν βάλλεσθαι καὶ τοῦ ἐγγύθεν οὐτάζεσθαι. Τὸ δὲ ἐπιμὶξ μαίνεται Ἄρης τὸ τοῦ Ἄρεος δηλοῖ ἀλλοπρόσαλλον καὶ ὅπως κοινὸς ὁ ἐνυάλιος. Τὸ δὲ μαίνεται ἀντὶ τοῦ κινεῖται. τοῦτο δὲ οὐχʼ ἁπλῶς, ἀλλʼ ὡς τῆς κατὰ μάχην κινήσεως μανίᾳ ἐοικυίας διὰ τὸ ἐνθουσιᾶν. Τὸ δὲ ἐφοίτα μακρὰ βιβῶσα γηθοσύνη χαρᾶς παραστατικόν. Τὸ δὲ κατʼ ἀσφοδελὸν λειμῶνα οἱ μὲν συναλείφουσι καὶ φασὶ τετρασυλλάβως ἀσφοδελὸν, εἰσὶ δὲ οἳ καὶ χωρὶς τοῦ α γράφουσι σφοδελὸν, καὶ φέρεται ἀμφοτέρως, ὡς καὶ ἀσταφὶς καὶ σταφὶς, καὶ ἄσταχυς καὶ στάχυς, ἄλλοι δὲ σποδελὸν διὰ τὴν σποδὸν τῶν καιομένων νεκρῶν. διὸ καὶ ὁ ἀσφοδελὸς ἢ σφοδελὸς ᾠκείωται νεκροῖς διὰ τὸ πρὸς τὴν σποδὸν ὁμοιόφωνον καὶ ἐφυτεύετο ἐν τοῖς τάφοις τὸ τοιοῦτον φυτὸν, ὡς δηλοῖ καί τι τῶν παρὰ τῷ Πορφυρίῳ ἐπιγραμμάτων, λέγον, ὡς ἀπό τινος τάφου, ὅτι νώτῳ μὲν μαλάχην καὶ ἀσφόδελον πολύριζον, κόλπῳ δὲ τὸν δεῖνα ἔχω. ὅτι δὲ καὶ πολύριζον ὁ ἀσφόδελος, ἡ πεῖρα δηλοῖ. γνώριμος δέ ἐστι καὶ ἐξ ὀνόματος εἰ καὶ βαρβαρίζεται παρά τισιν. ὀξύνεται δὲ ὁ Ὁμηρικὸς οὗτος ἀσφοδελὸς πρὸς διαστολὴν, ὡς περιεκτικὸς ὢν ἀσφοδέλων. ἀσφόδελος μὲν γὰρ προπαροξυτόνως τὸ φυτὸν κατὰ Ἐρέννιον Φίλωνα, ἀσφοδελὸς δὲ ὀξυτόνως, ὁ αὐτοῦ τόπος. Τρύφων δέ φασι προκρίνει ὁμοτονεῖν ἄμφω, ἐπεὶ πολλάκις ὁμότονα τοῖς περιέχουσι τὰ περιεχόμενα. σκόροδον γοῦν καὶ ὁ τόπος ἐν ᾧ τὸ φυτὸν πωλεῖται καὶ αὐτὸ τὸ φυτόν. ὁμοίως καὶ κρόκος ὁ τόπος τε καὶ τὸ ἐν αὐτῷ πεφυκός. Ἀττικοὶ δὲ οὕτω ποιοῦσιν ἐπὶ πολλῶν. Σημείωσαι δὲ καὶ ὅτι ὥσπερ ἀσφοδελὸς ὀξυτόνως κατά τινας περιεκτικῶς ἐῤῥέθη, οὕτω καὶ ἀχυρὸς κατὰ Αἴλιον Διονύσιον ὁ ἀχυροβολών. ἕτερος δέ τις καὶ χρῆσιν εἰς τοῦτο φησίν· Ἑκάβην ὀτοτύζουσαν καὶ καιόμενον τὸν ἀχυρόν. οὕτω δὲ καὶ ὁ ἐν Ἰλιάδι Τρωϊκὸς ἐρινεὸς περιεκτικοῦ τύπου ἐστί. τόπον γὰρ δηλοῖ περιέχοντα ἐρινεούς. ὅμοιον δέ πως καὶ τὸ ἄστρον κατά γε τὸ περιεκτικὸν εἶναι ἀστέρων, εἰ καὶ μὴ ἐσχημάτισται μήδʼ αὐτὸ κατὰ τὰ περιεκτικὰ ὧν εἰς ων ὀξύτονος ἡ κατάληξις. ἐν οἷς καθʼ Ἡρῳδιανὸν καὶ ὁ πλαταμὼν, ἔτι δὲ πρὸς ἄλλοις καὶ ὁ ἑορτὼν, μὴν Ἀττικός. δῆλον δὲ ὅτι καὶ ἡ πτερὺξ κατὰ τὴν Ἀριστάρχειον ἔκδοσιν περιεκτικῆς ἐννοίας ἐστὶν, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. κοινοῦ δὲ πάντως τύπου περιεκτικοῦ καὶ τὸ ᾠδεῖον σχολεῖον μουσεῖον βαλανεῖον κουρεῖον χαμαιτυπεῖον καὶ ὅσα τοιαῦτα. καὶ ὁ νομὸς δὲ περιεκτικόν τι ἐστί. τόπον γὰρ δηλοῖ ἐν ᾧ ἡ νομή. καὶ ἡ ἀχυρμιὰ δὲ καὶ ἡ μυρμηκιὰ, μιᾶς λέξεως προφορᾷ, τόπον τε δηλοῦσι καὶ τὸ ἐν αὐτῷ περιεχόμενον. Ὅτι ἐπὶ ἐχθρῷ νικηθέντι καὶ διὰ μῖσος ἀφεστηκότι ἔστιν εἰπεῖν τὸ, νόσφιν ἀφεστήκει κεχολωμένος εἵνεκα νίκης ἥν μιν ἐγὼ νίκησα. Ὀδυσσεὺς δὲ τοῦτο φησὶ περὶ Αἴαντος ὃν ἐνίκησε δικαζόμενος παρὰ νηυσὶ τεύχεσιν ἀμφʼ Ἀχιλῆος. ἔθηκε δὲ αὐτὰ Θέτις. παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη, τουτέστι φρόνησις, καθʼ ἣν καὶ περιεγενέτο τοῦ ἀνδρείου Αἴαντος ὁ συνετὸς Ὀδυσσεὺς καὶ διατοῦτο τῇ Ἀθηνᾷ φίλτατος. ὃς καὶ δυσχεραίνων ἐπὶ τῷ φόνῳ τοῦ ἥρωός φησιν ἐνδιαθέτως, ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδʼ ἐπʼ ἀέθλῳ, ὃ δὴ ἔστι λέγεσθαι ὅτε τις νικήσει ἐφʼ οἷς οὐ χρή. τοίην γάρ φησι κεφαλὴν ἕνεκʼ αὐτῶν γαῖα κατέσχεν. ἐφʼ οἷς εἰπόντος τοῦ ποιητοῦ ὅτι ὁ Αἴας πέρι μὲν εἶδος πέρι δʼ ἔργα τετύκτο ἤγουν περιττὸς καὶ πολὺς ἦν κατά τε εἶδος κατά τε πράξεις, καὶ ἐπαγαγόντος τὸ, τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλείωνα, γέγραπται σχόλιον παλαιὸν σύμφωνον τοῖς τοῦ ποιητοῦ, τὸ, παῖ τε Τελαμῶνος Αἴας αἰχμητὰ, λέγουσί σʼ ἐς Τροῖαν ἄριστον ἐλθεῖν Δαναῶν καὶ Ἀχιλλέα. συλλαλεῖ δὲ τῷ τοιούτῳ λόγῳ καὶ ἡ Ἰλιάς. Ἰστέον δὲ ὡς οἱ μὲν ἁπλοϊκώτερον φασὶ Τρῶας καὶ Ἀθηνᾶν δικάσαι Ὀδυσσεῖ καὶ Αἴαντι περὶ τῶν Ἀχιλλέως ὅπλων ἐρίζουσι. καὶ δὴ Κόϊντος διασκευάζει ἐν τοῖς αὐτοῦ τὴν δίκην ῥητορικῶς. ἕτεροι δέ φασιν ὅτι ἐπίτηδες Ἀγαμέμνων φυλαττόμενος τὸ δόξαι θατέρῳ τῶν ἡρώων χαρίσασθαι αἰχμαλώτους τῶν Τρώων συναγαγὼν ἤρετο αὐτοὺς ὁπότερος τῶν δύο τούτων ἡρώων πρὸς κακοῦ μᾶλλον αὐτοῖς ἐγένετο, τῶν δὲ εἰπόντων ὡς ὁ Ὀδυσσεὺς, ἐκρίθη λοιπὸν ἄριστον εἶναι τὸν πλεῖστα μάλιστα λυπήσαντα τοὺς ἐχθρούς. καὶ εὐθὺς Ὀδυσσεὺς μὲν ἔλαβε τὰ ὅπλα, Αἴας δὲ ἀπῆλθε ξίφει πεσών. τὰ δὲ τοιαῦτα ὅπλα καὶ οὐλόμενα λέγει Ὀδυσσεὺς διὰ τὸν τοῦ Αἴαντος θάνατον, καὶ πῆμα θεόθεν αὐτὰ τεθῆναι τοῖς Ἀργείοις φησίν, εἰπὼν καὶ πρὸς τὸν Αἴαντα λόγον ἐπιπρέποντα μνησικάκῳ ἀνδρὶ, τὸ, οὐκ ἄρʼ ἔμελλες οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων. ἐν τούτοις δὲ κεῖται καὶ ἔπος δυσωπητικὸν θυμουμένου τὸ, ἀλλʼ ἄγε δεῦρο ἄναξ ἵνʼ ἔπος καὶ μῦθον ἀκούσῃς ἡμέτερον, δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν. ἔνθα ὅρα καὶ τὸ ἔπος καὶ μῦθον ταυτὰ ὄντα κατὰ θέσιν παράλληλον. κεῖται δʼ ἐν τῷ ῥηθέντι Ὁμηρικῷ χωρίῳ καὶ τὸ, ἔνθα κεν ὁμῶς προσέφη κεχολωμένος ἤ κεν ἐγὼ τὸν, ἤγουν τότε δὴ ἂν ἐπέμεινα ἕως ὁ Αἴας καί τοι κεχολωμένος προσέφη ἂν ἐμὲ καθὰ ἐγὼ αὐτὸν, ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι τόδε τι ποιήσειν. οἰκεῖον δὲ τοῦτο εἰπεῖν, ὅτε δυνάμενός τις πεῖσαί τινα ὅμως ἀπόσχηται διά τι ἀναγκαιότερον. ἔστι δὲ τοῦτο καὶ δεινότης Ὁμηρικὴ, δηλοῦσα ὡς ἔπλασεν ἂν λαλοῦντα τὸν Αἴαντα, εἰ μὴ πρὸς τὰ ἐφεξῆς ἠπείγετο. Ἰστέον δὲ ὅτι Παῤῥάσιος ὁ Ἐφέσιος ζωγράφος ἐκ τῆς εἰρημένης κατὰ τὸν Αἴαντα περιπετείας ἐπὶ τῇ ἀποτυχίᾳ τῶν Ἀχιλλείων ὅπλων ἔννοιαν ἀστείαν ἐπορίσατο τοιαύτην. ἀγωνιζόμενος γάρ ποτε τὸν Αἴαντα ἐν Σάμῳ φασὶ πρὸς ἀντίτεχνον καταδεέστερον καὶ ἡττηθεὶς, συναχθομένων αὐτῷ τῶν φίλων, ἔφη, ὡς αὐτὸς μὲν ὀλίγον φροντίζει, Αἴαντι δὲ συνάχθεται δεύτερον ἡττηθέντι. Ὅτι προθέμενος Ὅμηρος εἰπεῖν καὶ περί τινων ἐν Ἅιδου μὲν κολαζομένων, ἄλλως δὲ ὅτε ἐβίουν εὖ ἐχόντων ὡς ἐν τρυφαῖς ὁποῖος ὁ Τιτυὸς καὶ ὁ Τάνταλος καὶ ὁ Σίσυφος, πρό γε τέως αὐτῶν λέγει περὶ δικαστηρίου τοῦ δικαιοῦντος τὴν ἐπʼ αὐτοῖς ἐν Ἅιδου κόλασιν, οὗπερ ὁ Μίνως προκάθηται. εἶτα γράψας περὶ Ὠρίωνος λαλεῖ καὶ περὶ τῶν ῥηθέντων ἀθλίων τριῶν ἡρώων. μεθʼ οὓς περατοῖ τὸν λόγον εἰς τὸν σκιοφανῆ Ἡρακλέα, οὐ κόλασιν ἔχοντα, ὥσπερ οὐδὲ ὁ Ὠρίων, σκιὰν δὲ καὶ αὐτὸν ἀΐσσοντα κατὰ τοὺς ῥηθῆναι φθάσαντας. ἔστι δὲ ἃ λέγει περὶ Μίνωος ταῦτα· ἔνθʼ ἤτοι Μίνωα ἴδον Διὸς ἀγλαὸν υἱὸν, χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νεκύεσσιν, ἥμενον, ἐν οἵῳ δηλαδὴ σχήματι καὶ ζῶν ἦν. οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα ἥμενοι ἑσταότες τε, οἱ μὲν δηλονότι ὡς συνδικασταὶ οἱ δʼ ὡς κρινόμενοι, κατʼ εὐρυπυλὲς Ἄϊδος δῶ, περὶ οὗ πρὸ ὀλίγων γέγραπται, οὕτω δὲ κατὰ ὅμοιον βιωτικὸν σχῆμα βλέπει Ὀδυσσεὺς καὶ τὸν Ὠρίωνα. φησὶ γάρ· τὸν δὲ μετʼ Ὠρίωνα πελώριον εἰσενόησα, θῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα τὸν προῤῥηθέντα, τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι, περὶ ὧν ἐδηλώθη ἐν ἄλλοις, χερσὶν ἔχων ῥόπαλον παγχάλκεον αἰὲν ἀαγὲς ἤγουν ἄκλαστον, ἄθραυστον, μὴ ἀγνύμενον. καὶ νῦν μὲν ἀορίστως ἔφη θῆρας ἐπὶ Ὠρίωνος τοῦ προϊστορηθέντος, μετʼ ὀλίγα δὲ ὁ τοῦ Ἡρακλέος τελαμὼν ἄρκτους ἔφαινε καὶ σύας καὶ λέοντας. ἦσαν δὲ ἐκεῖνα μὲν ὡς ἐντετυπωμένα ζωγραφικῶς, ταῦτα δὲ κατὰ σκιάν τινα κινουμένην ἰδίᾳ φανταστικῶς, καθὰ καὶ προγέγραπται. Ὅρα δὲ ἐν τῷ, Ὠρίωνα πελώριον, ὅτι ἐκτείνεται μὲν ἡ προπαραλήγουσα τοῦ Ὠρίωνος, οὐ συστέλλεται δὲ ἡ παραλήγουσα, ὃ δὴ ἐπὶ Ἰξίονος καὶ Ἰάσονος καὶ τῶν ὁμοίων γίνεται. Σημείωσαι δὲ καὶ ὡς οὐ μόνον Ἡρακλῆς ῥοπαλοφόρος ἱστόρηται, ἀλλʼ ἰδοὺ καὶ Ὠρίων ῥοπάλῳ χρῆται κυνηγετῶν κατά τινα ὁμοιότητα τοῦ ἐν Ἰλιάδι κορυνήτου. Χρύσεον δὲ σκῆπτρον φαντασιωδῶς δέδοται καὶ τῷ Μίνωι, τὸ μὲν ὡς δικαστῇ, τὸ δὲ ὡς θείῳ ἀνδρί. Τοῦ δὲ θεμιστεύειν πρωτότυπον τὸ θεμίσσω, ἐξ οὗ καὶ παρὰ Παυσανίᾳ τὸ θεμισσέτω, τουτέστι νομοθετείτω, δικαζέτω, καὶ ἡ θέμις. ἧς γενικὴ Δωρικὴ θέμιστος, ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη. καὶ ἀπʼ αὐτῆς τὸ θεμιστεύειν. ὅτι δὲ θέμιστες οὐ μόνον δίκαι ἀλλὰ καὶ μαντεῖαι καὶ βουλαὶ, δῆλον ἐκ τῶν παλαιῶν. Ἰστέον δὲ ὅτι ἡ μὲν πλείων ἱστορία δίκαιον οἶδε τὸν Μίνωα. εἰσὶ δὲ οἳ ἀπεναντίας τυραννικόν φασιν αὐτὸν καὶ βίαιον καὶ δασμολόγον, τραγῳδοῦντες καὶ τὰ περὶ μινώταυρον καὶ λαβύρινθον, ὡς ὁ γεωγράφος φησίν. Ὅτι Τιτυὸς γῆς υἱὸς βιασάμενος ὑπὲρ γῆς τὴν Λητὼ κακῶς ἔπασχεν ἐν Ἅιδου τὸ ἧπαρ κειρόμενος ὑπὸ γυπῶν. λέγει δὲ τὰ κατὰ τοῦτον ὁ ποιητὴς οὕτω· καὶ Τιτυὸν ἴδον Γαίης ἐρικυδέος υἱὸν, κείμενον ἐν δαπέδῳ. ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα, ὡς δῆθεν τοιοῦτός τις ὢν καὶ ὅτε ζῶν ἦν. γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον δέρτρον ἔσω δύνοντες. ὁ δʼ οὐκ ἀπαμύνετο χερσί. Λητὼ γὰρ ἥλκησε Διὸς κυδρὴν παράκοιτιν. Καὶ ὅρα ὡς ἐνδοξότερον ἐπὶ τῆς γῆς τὸ ὡς ἐῤῥέθη ἐρικυδὲς ἤπερ ἐπὶ τῆς Λητοῦς τὸ ἁπλῶς κυδρόν. θρασὺς δὲ ὁ Τιτυὸς καὶ λῃστρικὸς καὶ ὡς οἷον τιτανώδης, ὅθεν καὶ δοκεῖ λαχεῖν τοὔνομα. δηλοῖ δὲ τὸν ἄνθρωπον καὶ ὁ γράψας ὅτι Τιτυὸς κατεῖχε τὸν Βοιωτικὸν Πανοπέα, βίαιος ἀνὴρ καὶ παράνομος, ὃν ἀνεῖλεν Ἀπόλλων, ὥσπερ καὶ Πύθωνα, ἐπίκλησιν δράκοντα. ὃ δὲ καθʼ Ὅμηρον πάσχει ὁ Τιτυὸς, δικαιωθῆναι φαίνεται πρὸς τοῦ Μίνωος. οὕτω δὲ καὶ ἡ τοῦ Ταντάλου καὶ τοῦ Σισύφου δίκη ἐκεῖθεν κατεψήφισται. ἔοικε δὲ καὶ μεριμνητικός τις ἐν ζῶσιν εἶναι ὁ Τιτυὸς, καὶ ὑπὸ φροντίδων οἷά τινων γυπῶν συνεχῶς ἀεὶ κείρεσθαι τὰ ἐντὸς, κάτω κείμενος, τουτέστι περὶ γῆν κεκυφὼς ταπολλὰ διὰ τὸ γεωργικὸν, ὅθεν ταύτην τὴν φαντασίαν παρέπεσθαι αὐτῷ καὶ ἐν Ἅιδου. διὸ καὶ γῆς υἱὸς, διὰ τὸ ἄγαν αὐτῆς ἐπιμελεῖσθαι. τοῦτο δὲ καὶ διὰ τὸ μεγαλοσώματον, ὡς ἐν τοῖς περὶ Ἀλωειδῶν προγέγραπται. ἴσως δὲ οὕτω καὶ ὁ Ἀνταῖος υἱὸς ἐμυθεύθη γῆς. ἐκεῖνος μέντοι καὶ ὡς κατακυλίων εὐμεθόδως τοὺς ἀντιπαλαιστὰς τῷ δοκεῖν καταπίπτειν εἰς γῆν τῇ γῇ τε βοηθεῖσθαι κατὰ τὴν πάλην ἐλέγετο καὶ γῆς υἱὸς εἶναι. Ἰστέον δὲ ὅτι τῶν τις πάλαι ἀστείων παρῴδησε ἐν τοῖς ῥηθεῖσιν οὕτως ἐπὶ συκῶν μεγάλων· καὶ σικυὸν ἴδον γαίης ἐρικυδέος υἱὸν, ὁ δʼ ἐπʼ ἐννέα κεῖτο τραπέζας. Μάτρων δέ φασιν ἐκεῖνος ἦν ὁ παρῳδός. Τὸ δὲ ἐπὶ ἐννέα πέλεθρα κεῖσθαι τὸν Τιτυὸν ὑπερβολικόν ἐστι καὶ οὐδὲ πιθανὸν, εἴπερ ἐν Ἰλιάδι ὁ Ἄρης πεσὼν ἑπτὰ ἐπέσχε πέλεθρα. Πέλεθρον δὲ καὶ πλέθρον μέτρον τι γῆς περιφερόμενον μέχρι καὶ νῦν πολλαχοῦ. οἱ δέ φασι καὶ ὅτι μέρος ἕκτον σταδίου ἐστίν, ὥστε κατέχειν τὸν Τιτυὸν τόπον σταδίου ἑνὸς καὶ ἡμίσεος. εἴρηται δὲ περὶ πλέθρου καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. Καλῶς δέ φασιν εἰς ἧπαρ κολάζεται ὁ φαύλως ἐπιθυμήσας Τιτυός. ὡς γὰρ καρδία θυμοῦ τις ἑστία καὶ λογιστικοῦ κεφαλὴ, οὕτω καὶ ἧπαρ ἐπιθυμίας, ὁ δʼ αὐτὸς οἰκείως οὐδʼ ἀπαμύνεσθαι χερσὶν ἔχει αἷς ἐβιάσατο. Δέρτρον δὲ οἱ μὲν τὸν ἐν τοῖς ἐγκάτοις ἐπίπλουν, ὡς Ἀντίμαχος ὁ Κολοφώνιος δηλοῖ ἐν τῷ, χολάδας δέρτροισι καλύψας, Ἀπολλόδωρος δὲ τὸν περὶ κοιλίαν ἐπίπλουν, ὃν καὶ ἀργέτην δημὸν ἐκεῖνος καλεῖ· Δωριεῖς δὲ τὴν ὑπὸ τὴν δορὰν σάρκα τὴν περικαλύπτουσαν τὴν κοιλίαν δέρτρον φασὶ, καὶ ἄλλως δὲ κατὰ τοὺς παλαιοὺς γοργότερον εἰπεῖν, δέρτρον ἡ ὑπὸ τὴν σάρκα πιμελή, ἢ ὁ ὑποκείμενος ὑμὴν τῷ ἥπατι, ἢ ὁ ἐπίπλους, ἢ ἡ δορὰ, ἢ τὸ ἦτρον, ἄλλοι δὲ τὸ ἐφήβαιον δέρτρον εἶπον. Ἱπποκράτης δὲ ἐν τῷ περὶ τραυμάτων φησίν· οὐ σαρκοφυήσει ἐντέρου τὸ λεπτὸν δέρτρον. Τὸ δὲ ἥλκησεν ἀντὶ τοῦ ἐβιάσατο. Καὶ ὅρα ὡς ἄλλο μὲν τὸ εἵλκυσε κοινῶς, ἕτερον δὲ νῦν τὸ ἥλκησε. τὸ πειρᾶν γὰρ δηλοῖ, ἐπὶ βίας τεθὲν γυναικός. τὸ δέ γε ἑλκῶσαι ὕστερόν ἐστι παρὰ τοῖς μεθʼ Ὅμηρον ἐπὶ τραυματισμοῦ λεγόμενον. Ἡ δὲ Λητὼ Διὸς παράκοιτις λεγομένη ἄλλως πάντως λέγεται ἤπερ ἡ Ἥρα, καὶ καθὰ μνηστήρων ἀλόχους ὁ ποιητὴς φησί που τὰς τοῦ Ὀδυσσέως δμωΐδας, οὕτω δὲ καὶ τῷ Πριάμῳ ἔτεκε μὲν παῖδας καὶ ἡ κατʼ ἐξαίρετον γυνὴ Ἑκάβη, ἔτικτον δὲ αὐτῷ καὶ γυναῖκες ἄλλαι. Τὸ δὲ Πυθώδε ἀντὶ τοῦ εἰς Πυθὼ, ἣ διφορεῖται Πυθών τε λεγομένη καὶ κλινομένη Πυθῶνος καὶ Πυθὼ, ὡς ἡ Σαπφὼ, ἧς δοτικὴ Πυθοῖ ὡς Σαπφοῖ. Δῆλον δὲ ὅτι τόποι Φωκίδος καὶ ἡ Πυθὼ καὶ ὁ Πανοπεὺς, περὶ οὓς ἦν ἄρχων ὁ Τιτυός. ἔοικε δὲ καὶ καλὸς εἶναι τόπος ὁ Πανοπεὺς, διὸ εὐηρέστηται τῷ ποιητῇ μὴ εὐρύχορον αὐτὸν εἰπεῖν ἀλλὰ καλλίχορον. Ὅτι τὸν Τάνταλον Εὐριπίδης μὲν ἀέρι ᾐωρημένον τίνειν δίκην φησὶν ὑπὸ λίθου ἠρτημένου ὑπὲρ κεφαλῆς καὶ ἐκθροοῦντος αὐτόν. ἕτεροι δὲ τὸ Σίπυλον ὄρος αὐτῷ ἐπικατεστράφθαι φασὶ ὑπὸ Διὸς, ἐπειδὴ κύνα χρυσοῦν ἔμψυχον ἔχων αὐτὸς, ὃν ἐκ Κρήτης κλέψας Πανδάρεος ἀπὸ τεμένους Διὸς αὐτῷ παρακατέθετο, εἶτα ὑπὸ Ἑρμοῦ ἀπαιτούμενος καὶ ὀμόσας μὴ ἔχειν ἐφωράθη αὖθις ἔχων διὰ τοῦ Ἑρμοῦ. Ὅμηρος δὲ ἄλλως πλάττων διψᾶν φησὶν ἐν Ἅιδου ἀεὶ καὶ πεινᾶν αὐτὸν, καὶ ἅλις μὲν ἔχειν τῶν εἰς χρείαν, μὴ ἔχειν δὲ ἀπολαύειν αὐτῶν. φησὶ γὰρ ὁ παρʼ αὐτῷ Ὀδυσσεὺς οὕτω· καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα, ἑσταότʼ ἐν λίμνῃ. ἡ δὲ προσεπέλαζε γενείῳ. στεῦτο δὲ διψάων, πιέειν δʼ οὐκ εἶχεν ἑλέσθαι. ὁσσάκι γὰρ κύψειʼ ὁ γέρων πιέειν μενεαίνων, τοσσάχʼ ὕδωρ ἀπόλεσκεν ἀναβροχέν. ἀμφὶ δὲ ποσσὶ γαῖα μέλαινα φάνεσκε. καταζήνασκε δὲ δαίμων. δένδρεα δʼ ὑψιπέτηλα κατακρῆθεν χέε καρπὸν, ὄχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι, συκαῖ τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι, τῶν, ὁπότʼ ἰθύσειʼ ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι, ἤτοι ἐφάψασθαι, τάσδʼ ἄνεμος φέρεσκε ποτὶ νέφεα σκιόεντα, ἅρπυιά τις ὢν αὐτὸς οἷς ἔμελλε φαγεῖν Τάνταλος. Σημείωσαι δὲ ὅτι τε τὸ ἑσταότα εὑρίσκεται γραφόμενον καὶ ἑστεότα, καὶ ὅτι περὶ αὐτοῦ καὶ τῶν κατʼ αὐτὸ Ἡρακλείδης γράφει ὡς αἱ ὁμοφωνίαι τῶν ῥημάτων διαλανθάνειν ποιοῦσι καὶ θέματα καὶ κλίσεις. οἷον πολλάκις ἑνὸς παρακειμένου πολλοὶ ἐνεστῶτες εὑρίσκονται. ἑνὸς δέ φημι ἐν φωνῇ μόνῃ νοουμένου καὶ μὴ ἐν γραφῇ, καὶ μᾶλλον εἰ καὶ πνεῦμα διάφορον εἴη αὐτῷ. τοῦ γοῦν ἧκα παρακειμένου δυσὶ πνεύμασι χρωμένου εἰσὶν ἐνεστῶτες εἰ μὲν ψιλοῦται, ἔθω, οἷον ἔθων Οἰνῆος ἀλωὴν, αἴδω, οἷον αἰδομένων δʼ ἀνδρῶν, αἴθω τὸ καίω, αἴσθω, ᾄδω, ἔδω τὸ ἐσθίω. δασυνομένου δὲ ἐνεστὼς ἂν γένοιτο ἥδω, καὶ ἕξω, καὶ ἕω, οὗ σύνθετον τὸ ἀφῆκα, καὶ ἥκω, ἔτι δὲ καὶ τὸ ἵημι. καὶ οὕτω μὲν παρακειμένου ἑνὸς πολλοὶ ἐνεστῶτες εὕρηνται. ἑνὸς δὲ αὖθις ἐνεστῶτος παρακείμενοι πολλοὶ, ὡς οἷον ἐπὶ τοῦ φιλῶ καὶ γηθῶ. ἐφʼ ὧν εἷς μὲν παρακείμενος ὁλόκληρος πεφίληκα γεγήθηκα, δεύτερος δὲ γέγηθα πέφιλα, τρίτος παρʼ Ἴωσι δίχα τοῦ κάππα, πεφίληα. γεγήθηα. οἷς φησὶ καὶ Ὅμηρος χρῆσθαι εἴωθεν ἐφʼ ἑτέρων ῥημάτων, ὡς ὅτε ἐκ τοῦ τετύχηκα τετύχηα λέγει, διαπρύσιον τετυχηώς. τέταρτος δέ φησι παρακείμενος τοῦ φιλῶ, πεφίλεια, πρὸς ὃν Ὅμηρος ἔγραψε τὸ, νεκύων κατατεθνειώτων ἐκ τοῦ τέθνεια παρακειμένου. πέμπτος παρακείμενος ἐκ τοῦ πεφίλεια ὁ πεφίλεα δίχα τοῦ ἰῶτα, οὗ πρὸς ἀκολουθίαν τὸ ἑστεότʼ εἰν Ἀΐδαο, ἀπὸ τῆς ἑστεώς φασι μετοχῆς τοῦ στῶ ῥήματος. πολλάκις δέ φησι ὑπαλλάττουσι καὶ ἕκτην διαφορὰν παρακειμένων ἐκ τοῦ ε εἰς τὸ α. τὸ γοῦν ἕστεα ἕσταα λέγουσιν, ἀφʼ οὗ μετοχὴ ἑσταώς. τοῦτο δέ φησιν ἢ μετάπτωσίς ἐστι τοῦ ε εἰς α Ἰωνικῶς, ἢ τοῦ η εἰς α. Κατὰ δὲ τὸ ἕσταα ἑσταὼς, γίνεται καὶ δεδαὼς ἐκ παρακειμένου τοῦ δέδαα. οὕτω δὲ καὶ βεβαὼς μεμαὼς γεγαὼς καὶ ἄλλα. ἐν τούτοις δὲ ὁ αὐτὸς Ἡρακλείδης καὶ τὸ πεπαθυῖα διασαφῶν ὅπερ ἐν τοῖς ἑξῆς που κεῖται παρʼ Ὁμήρῳ λέγει ὅτι τὰ ὑποτακτικὰ, ὧν αἱ μετοχαὶ εἰς ων ὀξύτονοι, οἷον τύχω τυχὼν εὕρω εὑρὼν, ὁμοίως τοῖς περισπωμένοις ὁριστικοῖς κατὰ τὸν παρακείμενον κλίνονται, οἷον τετύχηκα εὕρηκα, ἐξ ὧν μετοχαὶ τετυχηκὼς εὑρηκώς. οὐκοῦν καὶ τοῦ πάθω παθὼν κίνησις ὅμοια, πεπάθηκα πεπαθηκὼς, θηλυκὸν πεπαθηκυῖα, ὥσπερ δὲ λεληκηκὼς λεληκὼς, γεγηθηκὼς, γεγηθὼς Ἰωνικῇ συγκοπῇ, οὕτω καὶ πεπαθηκὼς πεπαθὼς, οὗ θηλυκὸν πεπαθυῖα. Σημείωσαι δʼ ἐν τοῖς προειρημένοις τὸ ἐν φωνῇ μόνῃ καὶ μὴ ἐν γραφῇ, ὃ δηλοῖ παρακείμενον φωνούμενον μὲν ἀκολουθίᾳ κλίσεως καὶ νοήσει μόνῃ, μὴ γραφόμενον δὲ, ὡς ἄχρηστον δηλαδὴ καὶ ἀνέξοιστον, ὡς Ἡρακλείδης φησίν. Ἔτι ἰστέον καὶ ὅτι λέγεται τὰ εἰρημένα πάσχειν ὁ Τάνταλος, ἐπειδὴ συνὼν θεοῖς τῶν ἀποῤῥήτων μετέδωκε τοῖς ὁμήλιξι, καὶ οὐ μόνον μυστηρίων τῶν ἐν λόγοις, ἀλλὰ καὶ ἀμβροσίας καὶ νέκταρος. τοιαῦτα δʼ ἂν λέγοιτο πάσχειν καὶ ἅπας ἢ φαντασιοκόπος ὢν καὶ ἐλπίσι κεναῖς ἐφʼ οἷς οὐ χρὴ βοσκόμενος, ἢ μοχθῶν μὲν ἐπὶ χρησταῖς ἐλπίσι καὶ καραδοκίᾳ κέρδους τινὸς καὶ μᾶλλον ἀγροτικώτερον, εἶτα ἐκπίπτων αὐτῶν ὅτε πρὸς τοῖς ἐλπιζομένοις γένηται καὶ πρὸ χειρῶν ἔχει τὸ ἀγαθόν. καὶ ὁ Τάνταλος δὲ τοιοῦτός τις ἂν δόξειεν εἶναι, πρὸς οὐδέν τι τέλος χρηστὸν ἀεὶ ἐλπιδοκοπούμενος. τῶν δέ γε πλασμένων ᾐωρῆσθαι αὐτὸν οὐρανοῦ μέσον καὶ γῆς οἱ μὲν αἰτίαν τῆς κολάσεως εἶπον καὶ αὐτοὶ τὴν προσεχῶς ῥηθεῖσαν, καὶ μάλιστα τὴν ἀκόλαστον γλῶσσαν, διὸ καὶ μέσος κρέμαται τῶν τε ἄνω ἀποστὰς περὶ οὓς ἠδίκησε, καὶ μηδὲ τοῖς κάτω συνὼν οὓς φιλεῖν ἔδοξεν, ὡς ἂν ἐπίσης καὶ ἀμφοτέρων στέροιτο. καὶ εἰσὶ τοιοῦτοι, ὅσοι κακῆς ὑπολήψεως ἁλόντες ὧν τε εἶχον πρῴην ἐξέπεσον, καὶ ὧν δὲ εἶχον ἐρωτικῶς. ἄλλοι δὲ φιλόσοφον γεγονότα τὸν Τάνταλον δοξάσαι εἶπον μύδρον εἶναι τὸν Ἥλιον καὶ μὴ σῶμά τι θεῖον καὶ γέμον ἀῤῥήτων δυνάμεων. ὅθεν Ἡλίου χόλῳ τιμωρεῖσθαι λίθου διηνεκεῖ καταφορᾷ, ἠρτημένου χρυσῆς καὶ ὡς εἰπεῖν ἡλιώδους ἁλύσεως Ἡλίῳ γὰρ ἡ τοῦ χρυσοῦ ὕλη ἀνάκειται, ἵνα περὶ ὃ ἔσφαλτο, ἐκεῖθεν εἴη αὐτῷ ἡ ποινὴ, ἄνωθεν δηλαδὴ καὶ διὰ ἡλιώδους ὕλης καὶ διὰ λίθου, ὃς δὴ ὁμοειδής τις τῷ μύδρῳ ἐστίν. ἐν δὲ τοῖς τοῦ Ἀθηναίου κεῖται ὅτι φιλήδονος καὶ ὁ ἀρχαῖος γέγονε Τάνταλος· συνδιατρίβων γὰρ θεοῖς ἐξουσίας ἔτυχε παρὰ τοῦ Διὸς αἰτήσασθαι ὅτου ἐπιθυμεῖ. ὁ δʼ ἁπλήστως ὢν ἀπολαυστικὸς πρὸς τοῖς ἄλλοις μνείαν ἔθετο καὶ τοῦ ζῆν κατὰ θεούς. ἐφʼ οἷς ἀγανακτήσας ὁ Ζεὺς τὴν μὲν εὐχὴν ἐπετέλεσε διὰ τῆς ὑποσχέσεως, ὅπως δὲ μηδὲν ἀπολαύῃ τῶν παρακειμένων, ἀλλὰ διατελῇ ταραττόμενος, ὑπὲρ κεφαλῆς ἐξήρτησεν αὐτῷ πέτρον, διʼ ὃν οὐ δύναται τυχεῖν οὐδενός. Σημείωσαι δὲ ὅτι ἐκ τοῦ ῥηθέντος ἀερίου Ταντάλου καὶ τανταλίζεσθαι παρὰ τραγικοῖς τὸ σαλεύεσθαι καὶ σείεσθαι. ὅθεν τὸ, ταλάντοις ἐκτανταλωθεὶς παρὰ Σωπάτρῳ, σκώπτειν βούλεταί τινα ὡς ἐκ πλούτου κατασεσεισμένον εἰς νοῦν διὰ τρυφήν. καὶ παροιμία δέ φασιν ἴσως ἐκεῖθεν τὸ, Ταντάλου τάλαντα. ἐπεὶ πλούσιός ποτε ἦν, ὡς δηλοῖ φασὶ Φιλήμων, εἰπών· Κροίσω λαλῶ σοι καὶ Μίδᾳ καὶ Ταντάλῳ. ἢ καὶ ἀπὸ τῆς τοῦ ὀνόματος φασὶν ὁμοιότητος, ὡς ἀγαθίδες ἀγαθίδων, ἢ ἀγαθίδες ἀγαθῶν. λέγουσι δὲ οἱ τοιοῦτοι ὀνόματος ὁμοιότητα τὴν ὡσανεὶ παρήχησιν τοῦ Ταντάλου καὶ τοῦ ταλάντου, ὥσπερ δὴ παρηχεῖται καὶ τὸ ἀγαθῶν ἀγαθίδες, περὶ οὗ εἴρηται ἀλλαχοῦ. ὁ δὲ τὸν Τάνταλον ὑποπτεύσας πρὸς τῇ ἄλλῃ τρυφῇ καὶ ὀπώραις χαίρειν ἀστείως ἔγραψεν ὅτι Τάνταλος οὐδὲ θανὼν ἀπαλλάττεται τῆς τούτων ἐπιθυμίας, εἴπερ ὁ κολάζων αὐτὸν θεὸς προσιὼν, καθά περ οἱ τὰ ἄλογα τῶν ζῴων θαλλοῖς ἄγοντες, τοιούτοις καρποῖς ἀποκρούεται αὐτὸν τῆς ἀπολαύσεως ὅτε τῆς ἐλπίδος ἐγγὺς ἔλθῃ. ὅτι δὲ καὶ φιλικώτατος ἀνθρώπων ἦν Τάνταλος ὁ Φιλόστρατος ἱστορεῖ, ἐξ οὗ καὶ παροιμιωδῶς, φησὶν, εἴρηται τὸ, ἡ Ταντάλου φιλοτησία πινέσθω. ἦν δὲ αὕτη παρʼ Ἰνδοῖς πόσις ἐν ποτηρίοις μεγάλοις, ἐξ ὧν ἐκεῖνοι καθεύδειν μέλλοντες ἔπινον, κύπτοντες ἐπὶ τὰς φιάλας ὡς λέγεται. φασὶ δὲ καὶ ὑπὲρ φιλότητος τὸ ποτὸν τοῦτο εὑρῆσθαι τοῖς Ἰνδοῖς. καὶ ποιοῦνται αὐτοῦ οἰνοχόον Τάνταλον, ὡς δηλαδὴ καὶ ἐκείνου οὕτως ὁσιουμένου τὸ φιλοτήσιον, ἢ ἐν τῷ παρὰ θεοῖς εἶναι ἢ ἐν τῷ κατʼ ἀνθρώπους βίῳ. Καὶ ὅρα τὸ περιώνυμον τοῦ Ταντάλου εἰ καὶ Ἰνδοῖς ἔγνωσται. εἰ δὲ καὶ τὸ Φρύγιον ὄρος ἡ Σίπυλος ἢ τὸ Σίπυλον ἐπέπεσεν αὐτῷ κατὰ Διὸς μῆνιν, ἔχει πάντως ἐντεῦθεν συγκρότησιν ἑρμηνείας τὸ τανταλωθῆναι, κείμενον παρὰ Σοφοκλεῖ ἐν τῷ, ἀντίτυπα δʼ ἐπὶ γᾷ πέσε τανταλωθεὶς, ἤγουν τὸ τοῦ Ταντάλου παθών. τὸ δὲ ἦν, φασὶ, κατασεισθῆναι. μάλιστα μὲν οὖν τὸ ἄνωθεν κάτω πεσεῖν κατὰ γῆς ἀντιτύπου, ᾗ τινι πτώσει παρηκολούθησε καὶ ἐπίκρυψις ἐπικαταστραφέντος αὐτῷ τοῦ Σιπύλου, ὅπερ οὐκ ἐξανάγκης καὶ ὁ τοῦ Σοφοκλέους ἔπαθε Καπανεύς. ἐτανταλώθη γὰρ ἐκεῖνος μόνῳ τῷ τῆς πτώσεως ἀντιτύπῳ, οὐ μὴν καὶ τῷ λόγῳ τῆς ἐπικρύψεως. ὅτι δὲ φαντασία ἦν καὶ τὰ ἐπὶ Σισύφῳ ῥηθησόμενα πλάσματα, δηλοῖ ὁ Ἀλκμὰν ἐν τῷ, ὁρέοντι μὲν οὐδὲν, δοκέοντι δέ. ἔνθα ὅρα τὸ ὁρέοντι, ἐξ οὗ φαίνεται ὅτι τρισὶν ὑποπέπτωκε συζυγίαις τὸ ὁρῶ. καὶ τὸ μὲν ὁράω ὡς βοάω τέτριπται κοινότερον. ἔστι δὲ καὶ ὁρόω πολλαχοῦ. ἰδοὺ δὲ καὶ ὁρέω παρὰ Ἀλκμᾶνι, οὗ μετοχὴ ὁρέων. καὶ οὕτω μὲν ταῦτα. Τὸ δὲ προσέπλαζεν ἐκ τοῦ προσπελάζειν συγκέκοπται. ὁμώνυμον οὖν ἐντεῦθεν τὸ πλάζειν, τὸ μὲν ἀντὶ τοῦ πελάζειν, τὸ δὲ ἀντὶ τοῦ πλανᾶν. Τὸ δὲ στεῦτο ἀντὶ τοῦ ἵστατο, χρησαμένου φασὶ τοῦ διασκευαστοῦ τῇ λέξει παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ. ἐν Ἰλιάδι γὰρ στεῦταί τι ἔπος ἐρεῖν Ἕκτωρ, ἀντὶ τοῦ ὑπισχνεῖται, διαβεβαιοῦται, ἢ φαίνεται. ἔστι δὲ ὅμως καὶ τούτου θεραπεία ἐκ τοῦ ποιητοῦ, παρʼ ᾧ ἐν Ἰλιάδι κεῖται τὸ στέωμεν ἀντὶ τοῦ σταθμῶμεν. ὅθεν ὡς εἰκὸς στέετο καὶ πλεονασμῷ στεύετο, καὶ συγκοπῇ στεῦτο. Τὸ δὲ διψάων ἐνταῦθα μὲν κυριολεκτεῖται, παρʼ ἄλλοις δὲ καὶ αὐτὸ καὶ τὰ κατʼ αὐτὸ ἰσχυρὰν ἐπιθυμίαν μεταφορικῶς δηλοῦσιν, οἷον ἐν τῷ, ἰσχύειν κελεύω χεῖρα διψῶσαν φόνου. καὶ ἐν τῷ, διψῶ ὑμῖν χαρίσασθαι, καὶ ἐν τῷ, ὅταν οἶμαι δημοκρατουμένη πόλις, ὃ δὴ Πλάτων φησὶν, ἐλευθερίας διψήσασα κακῶν οἰνοχόων προστατούντων τύχοι καὶ ποῤῥωτέρω τοῦ δέοντος ἀκράτου μεθυσθῇ. ἐκ τοῦ τοιούτου διψᾶν καὶ πολυδίψιον κατά τινας Ἄργος, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, τὸ πολυπόθητον. Ἐν δὲ τῷ, κύψειʼ ὁ γέρων καὶ ἰθύσειʼ ὁ γέρων, ἠθικῶς τὸ γέρων παρείληπται ὡς ἐν οἴκτῳ. Τὸ δὲ ἀναβροχὲν ἀντὶ τοῦ ἐῤῥοφήθη, κατὰ ὀνοματοποιίαν καὶ μίμησιν ἤχου. τραχύτερον δὲ αὐτοῦ τὸ ἀναβροχθὲν, ἐξ οὗ καὶ ὁ βρόχος καὶ τὸ βροχίζειν, ὡς καὶ τὸ ῥοχθεῖν τραχυφωνότερον τοῦ ῥοθεῖν. τινὲς δὲ καὶ διὰ τοῦ υ γράφουσιν ἀναβρυχὲν καθʼ ὁμοιότητα τοῦ βέβρυχεν. Ἰστέον δὲ καὶ ὅτι ἐπείπερ ἡ ἀνα πρόθεσις κωλύειν δοκεῖ νοεῖν τὸ ἀναβροχὲν ἀντὶ τοῦ καταποθὲν, ἐπάγει πρὸς ἑρμηνείαν τὸ, ἀμφὶ δὲ ποσσὶ γαῖα φαίνεσκε, καὶ ἔτι μᾶλλον τὸ, καταζήνασκε δὲ δαίμων, τουτέστιν οὐχʼ ἁπλῶς γῆ ἐφαίνετο ἀλλὰ καὶ ξηρὰ, ὥστε ἐν τῷ ὕδωρ ἀναβροχὲν περιττὴ κεῖται ἡ πρόθεσις. οὕτω γάρ ἐστιν ἀναπιεῖν εἰπεῖν τὸ καταπιεῖν. ἴσως δὲ καὶ διὰ τὸ πολλάκις τὴν τοιαύτην βρόξιν γίνεσθαι ἐῤῥέθη τὸ ἀναβροχέν. κεῖται γὰρ μυριαχοῦ ἡ ἀνα πρόθεσις ἐπὶ τοῦ πάλιν καὶ πάλιν τὸ αὐτὸ γίνεσθαι. Τοῦ δὲ ἀζήνασκε πρωτότυπον μὲν ἄζω. παράγωγον δὲ ἀπʼ αὐτοῦ τὸ ἀζαίνω. ἀφʼ οὗ κατὰ δευτέραν παραγωγὴν τὸ ἀζηνάσκω, λέξις μόνοις ποιηταῖς χρήσιμος. Κατακρῆθεν δὲ, ὡς καὶ ἐν Ἰλιάδι, ἀντὶ τοῦ κατακάρηθεν ἤτοι κατὰ κεφαλῆς. Τὸ δὲ χέε καρπὸν δαψίλειαν ὀπώρας δηλοῖ, ὄμβρου δίκην γινομένης ὑπὲρ κεφαλῆς τοῦ Ταντάλου. Τὸ δὲ ὄγχναι καὶ ῥοιαὶ καὶ ἐφεξῆς οἱ δύο στίχοι ἐν τοῖς περὶ Φαιάκων ἐγράφησαν. Τὸ δὲ ἰθύσειʼ δηλοῖ μὲν τὸ ὁρμήσειʼ παραχθὲν ἐκ τοῦ ἰθύω τὸ ὁρμῶ. ἐκτείνει δὲ τὴν ἄρχουσαν. γίνεται δὲ ἀπʼ αὐτοῦ τὸ ἰθὺς καὶ τὸ ἰθὺ ἐπιῤῥήματα. Ἰστέον δὲ καὶ ὡς πολλὴ διαφορὰ κήπου Ἀδώνιδος καὶ δένδρων Ταντάλου. διὸ τοῦτο μὲν παροιμιακῶς ἐπὶ τῶν ἀκερδῶν τίθεται, ἐκεῖνο δὲ ἐπὶ τῶν ἀκάρπων καὶ ὠκυμόρων. κῆποι γὰρ Ἀδώνιδος φυτάρια ταχὺ ἀναθάλλοντα ἔσω χύτρας ἢ ἀῤῥίχου, καὶ ὅλως κοφίνου τινὸς, καὶ αὐτίκα ῥιπτούμενα κατὰ θαλάσσης καὶ ἀφανιζόμενα καθʼ ὁμοιότητά τινα τοῦ κατὰ τὸν ὠκύμορον Ἄδωνιν θανάτου, ὃς ἀνθήσας νεοτήσιον ταχὺ ἀπήνθησε, καταβληθεὶς ὑπὸ Ἄρεος κατὰ τὸν μῦθον. γυναῖκες δὲ τοὺς τοιούτους τημελοῦσαι κήπους ὡσίουν ἐπιταφίους Ἀδώνιδι. Ὅτι ὁ Σίσυφος, περὶ οὗ καὶ ἡ Ἰλιὰς δηλοῖ, θανὼν κατὰ μῦθον καὶ δόλῳ αὖθις ἀναβιοὺς οὐκ ἤθελε κάτω ἐλθεῖν, καθὰ συνέθετο, εἰ μὴ βαθὺ γῆρας λαβὸν αὐτὸν κατήγαγεν, ὅθεν κόλασιν εὗρεν ἐν Ἅιδου. διὸ καὶ φαντάζεται αὐτὸν Ὀδυσσεὺς ἐκεῖ κρατερὰ ἄλγεα ἔχοντα λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν, ἤτοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον. ἀλλʼ ὅτε μέλλοι ἄκρον ὑπερβαλέειν, τότʼ ἀποστρέψασκε κραταιῒς αὖθις, ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής. αὐτὰρ ὅγε ἂψ ὤσασκε τιταινόμενος, κατὰ δʼ ἱδρὼς ἔῤῥεεν ἐκ μελέων. κονίη δʼ ἐκ κρατὸς ὀρώρει. πολλὰ δὲ τῶν τοιούτων ἐπῶν ἁρμόσοι ἂν καματηρῷ καὶ ἐπιμόχθῳ ἀνδρὶ, ὁποῖός τις ἔοικεν εἶναι καὶ ὁ Σίσυφος, ἀνὴρ φαινόμενος ἐγχειρεῖν μὲν ἀεὶ μοχθηραῖς πράξεσι καὶ ὡς οἷον εἰπεῖν ἀναγωγοῖς, μὴ ἀνύειν δὲ τὰ ἐγχειρούμενα διὰ τὸ δυσκατέργαστον, καὶ θέλει μὲν εἶναι μεγαλουργὸς, μὴ ἔχειν δὲ τοῦ τοιούτου τέλους τυχεῖν, ἀλλὰ πονεῖν ἄπρακτα. διὸ καὶ φαντασίαν τοιαύτην ἐν Ἅιδου πέμπει τῷ βλέποντι. ὅτι δὲ κλεπτίστατος ἦν ἀνθρώπων καὶ ὅτι βασιλικὸς ἀνὴρ καὶ ὡς διαβάλλεται Ὀδυσσεὺς ἐξ αὐτοῦ εἶναι, διὸ καὶ Σισυφίδην αὐτὸν ὁ παρὰ τῷ Σοφοκλεῖ χορὸς καλεῖ εἰ καὶ Λαερτιάδης λέγεται, πολλαχοῦ δηλοῦται. ὁ δὲ θάνατος αὐτοῦ καὶ ἡ αὖθις ἀναβίωσις κρύψιν τινὰ δηλοῖ τοῦ ἀνδρὸς δολερὰν καὶ ἀνδρὶ κλέπτῃ πρέπουσαν, καθὰ καὶ Ζάμολξις κατάγαιον φασὶν οἴκημα πεποιηκὼς, ὡς καὶ Πυθαγόρας, καὶ ἀφανισθεὶς ἐκ Θρᾳκῶν αἰφνίδιος τετάρτῳ ἔτει ἐφάνη, καὶ οἱ Θρᾷκες αὐτῷ πάντα τὰ κατʼ αὐτοὺς ἐπίστευσαν, ὅτε καὶ ἦν εἰκὸς λογίσασθαι καὶ αὐτὸν τὸ Σοφόκλειον καὶ εἰπεῖν· τί γάρ με λυπεῖ τοῦθʼ ὅταν λόγοισι θανὼν ἔργοισι σωθῶ κἀξενέγκωμαι κλέος; εἰκὸς δὲ καὶ νόσῳ θανασίμῳ κάτοχον γεγονότα τὸν Σίσυφον, εἶτα δὴ ἀνασφήλαντα φήμην πέμψαι, ὡς ἐξ Ἅιδου πέφευγε. δῆλον δὲ καὶ ὅτι Δωρικὸν ἅμα καὶ Αἰολικὸν ὄνομα τὸ Σίσυφος. σιοὺς μὲν γὰρ οἱ Δωριεῖς φασὶ τοὺς θεοὺς, ὡς καὶ ὁ κωμικὸς δηλοῖ ἐν τῷ, ναὶ τὼ σιὼ, ἀντὶ τοῦ νὴ τοὺς θεοὺς ἢ τὰς θεάς. σύφος δὲ ὁ σοφὸς παρὰ Αἰολεῦσιν. ὅθεν Σίσυφος ὁ θεόσοφος. καὶ εἰκὸς Κορινθίων διαλέκτου εἶναι τὴν λέξιν, παρʼ οἷς δωρίζουσιν ἦρχεν ὁ Σίσυφος. ὡς δὲ οἱ Δωριεῖς ἔχαιρον καὶ αἰολίζοντες, δηλοῖ Πίνδαρος ἀναμὶξ οὕτω ποιῶν, ἤτοι καὶ Δωρικῶς γράφων καὶ Αἰολικῶς. ὡς δὲ καὶ τὸν θάνατον ὁ Σίσυφος ἔδησεν, ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. Τοῦ δὲ εἰρημένου σιοῦ παράγωγον καὶ ὁ θίασος, καθὰ δηλοῖ ὁ δειπνοσοφιστὴς, λέγων, ὅτι ἔρανοι εἰσὶ κατὰ τοὺς πολλοὺς αἱ ἀπὸ τῶν συμβαλλομένων εἰσαγωγαὶ, ἀπὸ τοῦ συνερᾶσθαί φησι καὶ συμφέρειν ἕκαστον. ἐκαλοῦντο δὲ καὶ θίασοι. καὶ οἱ συνιόντες ἐπὶ τὰ τοιαῦτα ἐρανισταὶ καὶ συνθιασῶται. ἐκαλεῖτο δέ φησι θίασος καὶ ὁ τῷ Διονύσῳ παρεπόμενος ὄχλος ἀπὸ τοῦ θεοῦ ὃν σιὸν ἐκάλουν οἱ Λάκωνες. οὐκοῦν σίασος καὶ τροπῇ θίασος, καθὰ καὶ ὁ βρυχησμὸς ὡς μαχησμὸς, καὶ τροπῇ ὁμοίᾳ βρυχηθμός. οὕτω δὲ καὶ ὠρύω ὠρυσμὸς, ὡς ῥύω καὶ ξύω ῥυσμὸς καὶ ξυσμὸς, καὶ μεταβολῇ ὁμοίᾳ τοῦ σ εἰς θ ὠρυθμὸς παρὰ Κοΐντῳ. Ὅρα δʼ ἐν τοῖς ῥηθεῖσι τὸ συνερᾶσθαι καινὸν ὄν. καὶ ἴσως ἀπʼ αὐτοῦ γίνεται κατʼ ἔννοιαν ἐναντίαν τὸ ἐξερᾶν, οὗ πλείων χρῆσις, ἔτι δὲ καὶ τὸ συμφέρειν γλυκέως ῥηθὲν καὶ δηλοῦν τὸ συνάγειν, ὅπερ ἐπὶ βαστάγματος συνδιαφέρειν λέγεται. ἀφʼ οὗ τροπικῶς εἴρηται τὸ, συνδιαφέρει ὁ δεῖνα τῷ δεῖνι τὴν ἀρχήν. ἔτι ὅρα καὶ τὸ, αἱ ἀπὸ τῶν συμβαλλομένων εἰσαγωγαὶ, ὅ πέρ ἐστι περίφρασις τοῦ, αἱ συμβολαὶ, αἱ συμποσιακαὶ δηλαδὴ, ὧν δήλωσις καὶ ἐν τῇ α ῥαψῳδίᾳ τέθειται. Τὸ δὲ λᾶαν βαστάζειν καὶ τὸ ὠθεῖν ἐοίκασιν ἀντικειμένως ἔχειν. βαστάζεται μὲν γὰρ τὸ φερόμενον, ὠθεῖται δὲ τὸ ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω βιαζόμενον. πῶς οὖν τὸν αὐτὸν λίθον καὶ βαστάζει καὶ ὠθεῖ ὁ Τάνταλος; ἔστι δὲ εἰπεῖν ὡς ἴσως εἰς μὲν τὸν λόφον ὤθει, ὅτε δὲ κατακυλισθεὶς ὁ λίθος ἀπεστράφη πέδονδε, τότε βαστάζων αὐτὸν ἕως τῶν ποδῶν τοῦ λόφου εἶτα πάλιν ὤθει ἄνω. Τὸ δὲ σκηρίπτεσθαι, ἀφʼ οὗ συγκοπὲν τὸ σκήπτεσθαι ποιεῖ τὸ σκῆπτρον καὶ τὸ σκηπάνιον, ἀντέρεισιν δηλοῖ. Τὸ δὲ λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον, ἐπαινεῖται χάριν τῆς συνθήκης. ἐμφαίνει γὰρ τὴν δυσχέρειαν τοῦ τῆς ὠθήσεως ἔργου τῇ τῶν φωνηέντων ἐπαλληλίᾳ, διʼ ὧν ὀγκούντων τὸ στόμα οὐκ ἐᾶται τρέχειν ὁ λόγος, ἀλλʼ ὀκνηρὰ βαίνει συνεξομοιούμενος τῇ ἐργῳδίᾳ τοῦ ἄνω ὠθεῖν. ἀμέλει τὸ, ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδὴς ἀχάσμητον ὂν καὶ διατοῦτο οἷον τροχαστικὸν τῇ φράσει, τὸ εὐπετὲς δηλοῖ τῆς τοῦ λίθου καταφορᾶς. Λᾶας δὲ οὐ μόνον λίθος ἐνταῦθά τε καὶ ἀλλαχόθι μυριαχοῦ κλινόμενος λάαος καὶ κατὰ κράσιν λᾶος, ἀλλὰ καὶ Ἤλιδος ἐπίνειον κατὰ τοὺς παλαιοὺς, οὗ μέμνηται καὶ Λυκόφρων κατὰ κράσιν ἐν τῷ· καὶ Λᾶν περήσεις. Λόφος δὲ δῆλον ὡς οὐ μόνον γῆς ὕψος, ἀλλὰ καὶ μέρος ποτὲ τραχήλου ζωϊκοῦ, ἐξ οὗ καὶ καταλοφάδια, ὡς καὶ προεδηλώθη, ἀντὶ τοῦ κατὰ τοῦ τραχήλου. ὅθεν καὶ λωφῆσαι φασὶ κυρίως τὸ ἀποθέσθαι ἄχθος τὸ ἐπὶ τῷ τραχήλῳ, ἐκταθείσης δηλαδὴ τῆς ἀρχούσης, ὡς καὶ ἐν Ἰλιάδι γέγραπται. Ἄκρον δὲ ὑπερβαλεῖν τὸ ὑπὲρ ἄκρον λόφον ῥῖψαι τὸν λίθον, τουτέστιν ἐπὶ τὸ ἐκεῖθεν μέρος τοῦ λόφου. καὶ ἔστιν ἡ μεταφορὰ ἐκ τῶν ἀκοντιζόντων καὶ τῶν τοιούτων, οἳ κατʼ ἐπίτασιν βολῆς ὑπερβάλλουσι τὸν σκοπόν. Τὸ δὲ κραταιῒς, ἐπίῤῥημά ἐστιν ἀντὶ τοῦ κραταιῶς. ἀναλογεῖ δὲ τῷ λικριφὶς καὶ τοῖς τοιούτοις. γράφεται δὲ καὶ ἐν δυσὶ λέξεσι, κραταῖʼ ἲς, ἤγουν ἡ κραταιὰ ἰσχὺς τοῦ λίθου. εἰ δὲ ἶνα λέγει ἐπὶ λίθου ποιητικώτερον, καινὸν οὐδὲν, εἴγε καὶ ἀναιδῆ τὸν τοιοῦτον λέγει, ἐκ τῶν ἐμψύχων καὶ τοῦτο μεταγαγών. εἰ δὲ τὸ μακρὸν α τοῦ κραταιὰ ἐξεθλίβη, καινὸν οὐδὲ αὐτὸ τάγε εἰς ποίησιν. ἐνθυμητέον γὰρ ἐνταῦθα δίχα μυρίων ἄλλων καὶ τὸ, ἐὰν χρεῖʼ ᾖ, ἤγουν εἰ χρεία ὑπάρχει. Ἰστέον δὲ καὶ ὅτι ὁ τὴν Ὀδύσσειαν παραφράσας καλὸς ῥήτωρ τὸ κραταῖʼ ἲς οὐ φιλεῖ, ἐθέλει δὲ ἢ κραταιῒς γράφειν ἢ γοῦν ἀλλὰ κραταῒς ὥς τινα τῶν ἀντιγράφων φέρει. γράφει γὰρ οὕτως. Ὁ Σίσυφος ἐώθει πρὸς τὸν ὦμον πέτρον μέγαν καὶ ἐμβριθῆ, χαλεπωτάτην δὴ καὶ οὗτος αὖ συμφορὰν διαντλῶν. κυλινδεῖν γὰρ ἦν ἀνάγκη αὐτῷ πρός τινα ὄρθιον καὶ ὑψηλὴν λόφου ἄκραν τὸν λίθον. καὶ ἐποίει τοῦτο τοῖς ποσὶ καὶ ταῖς χερσὶ γλίσχρως καὶ χαλεπῶς ἀντιλαμβανόμενος, ὡς δὴ ὑπερκυλίσων τῆς ἄκρας εἰς τὸ ἐπίκεινα, ὁπότε δὲ ἐγγυτάτω γένοιτο τῇ ἐλπίδι κατειργάσασθαι τοῦτο, δαίμων τις ἰσχυρὸς ὀνόματι Κραταῒς ὑποφέρεσθαι ἐποίει κάτω τὴν πέτραν ἀποστρέψασα. Τὸ δὲ τιταινόμενος σχῆμα ὠθοῦντος δηλοῖ, ὃς χεῖράς τε καὶ πόδας τιταίνει βιαζόμενος τὸ ὠθούμενον. Ὅρα δὲ φανερὰν καὶ ἐνταῦθα διαφορὰν τοῦ κυλίειν καὶ τοῦ ὠθεῖν. ὠθεῖται μὲν γὰρ λίθος κάτωθεν ἄνω, κυλίνδεται δὲ ἀνάπαλιν. ὁ δὲ καταῤῥέων ἱδρὼς φάντασμα καὶ αὐτὸς καὶ οὐκ αὐτόχρημα ἱδρώς. Ὅτι ἐκ τοῦ γνωρίμου Ἀγαμέμνονος Ὀδυσσεὺς ἀρξάμενος λαλεῖν τὰ περὶ ἡρώων εἰς τὸν ἀνδρειότατον Ἡρακλέα παύει τὸν λόγον, ὃν καὶ σκιαγραφεῖ ἐν Ἅιδου δεινὸν, καὶ κατʼ αὐτὸ τοῦτο ἐοικότα νυκτὶ, καὶ δεινὸν παπταίνοντα, καὶ τόξον ἔχοντα γυμνὸν, ὡς καὶ δοκεῖν βαλεῖν ἂν, καὶ τελαμῶνι χρώμενον, ὃς τῷ Ἡρακλεῖ συνεξηγρίωτο οἷς ἔφερε δεινοῖς ποικίλμασιν, ἵνα φαντάζοιτο καὶ αὐτὸς καθʼ ἣν ἐν ζῶσιν εἶχε σμερδαλεότητα. διαβάλλουσι δὲ καὶ τὸν τοιοῦτον τόπον οἱ ὁμηρομάστιγες διὰ τὸ εἰπεῖν τὸν ποιητὴν ὅτι τε τὴν Ἥβην ἔχει τὸν Διὸς καὶ Ἥρας θυγατέρα κατὰ τὸν μῦθον, καὶ ὅτι εἴδωλον μὲν αὐτοῦ ἐν Ἅιδου, αὐτὸς δὲ σὺν θεοῖς ἄνω τέρπεται, καὶ ὅτι ὁπλοφορεῖ, ὡς ἐῤῥέθη, καὶ ὅτι αὐτίκα ἰδὼν τὸν Ὀδυσσέα λαλεῖ πρινὴ πιεῖν αἵματος. ἀλλὰ τοῦτο μὲν λυθείη ἂν διὰ τοῦ νοηθῆναι ὡς κατὰ τὸ σιωπώμενον ἔπιε. πρὸς δὲ τὰ ἄλλα ὅσα φασὶν ἐκεῖνοι, ὅτι δηλαδὴ οὐκ ἂν πιθανῶς λέγοι τὴν Ἥβην Ἡρακλέος γυναῖκα ἣν ὁ μῦθος θεοῖς φησὶ παρθένον οὖσαν οἰνοχοεῖν, καὶ πῶς οἷόν τε τὸν αὐτὸν ἐν Ἅιδου τε εἶναι καὶ ἐν οὐρανῷ, καὶ ὡς οὐδὲ πιθανὸν οὐδὲ τὸ τοιαύτην ἔχειν σκευήν. καὶ τοιαῦτά τινα ἐγχειροῦσιν ἕτεροι λυτικῶς ὡς αὐτοὶ ἐθέλουσι. Σημειοῦνται δὲ οἱ παλαιοὶ, ὅτι τε διάφοροι Ἡρακλεῖς, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, ὧν εἷς καὶ ὁ Διὸς καὶ Ἀστερίας, ὅς φασι πορευόμενος εἰς Λιβύην ἀνῃρέθη μὲν ὑπὸ Τυφῶνος, Ἰολάου δʼ αὐτῷ προσενεγκόντος ὄρτυγα ὀσφρανθεὶς ἀνεβίω. ἔχαιρε γάρ φασι καὶ περιὼν τῷ ζῴῳ τούτῳ, καὶ ὅτι ἐνταῦθα μόνον παρὰ τῷ ποιητῇ θεὸς Ἡρακλῆς πέπλασται. παραπηγνύουσι δὲ τῷ εἰρημένῳ περὶ ὄρτυγος λόγῳ, ὅτι καὶ ὀρτύγιον λέγεται παρὰ τοῖς κωμικοῖς ὑποκοριστικῶς, οὗ χρῆσις τὸ, τίσυον ποιεῖν δύνασαι ὀρτυγίου ψυχὴν ἔχων. φράζει δὲ τὸν περὶ Ἡρακλέος τόπον ὁ ποιητὴς οὕτω, εἰσενόησα βίην Ἡρακληείην, εἴδωλον, αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσι τέρπεται ἐν θαλίῃς. καὶ ἔχει καλλίσφυρον Ἥβην παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου. ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὣς, πάντοσε ἀτυζομένων ἤτοι ταρασσομένων, ὁ δʼ ἐρεμνῇ νυκτὶ ἐοικὼς, γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῇφιν ὀϊστὸν, δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικὼς, σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ, χρύσεος ἦν τελαμὼν, ἵνα θέσκελα ἔργα τέτυκτο. ἄρκτοι τʼ ἀγρότεροί τε σύες χαροποί τε λέοντες, ὑσμῖναί τε μάχαι τε, φόνοι τʼ ἀνδροκτασίαι τε. εἶτα ἐπισημαινόμενος καινόν τι καὶ ἐπιτυχὲς χρῆμα τὸν ἀορτῆρα εἶναι φησί· μὴ τεχνησάμενος μηδʼ ἄλλο τι τεχνήσαιτο, ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ, τουτέστιν, ὃς ἐκεῖνον τὸν τελαμῶνα ἐποίησε, τοῦτο γάρ ἐστι περιφραστικῶς τὸ, ἑῇ ἐγκάτθετο τέχνῃ, ἐκεῖνος τεχνήσαιτο ἤτοι ἐτεχνήσατο αὐτὸν, μὴ τεχνησάμενος μήδʼ ἄλλο τι, τουτέστιν οὐδὲν ἄλλο διὰ βίου ποιήσας ἔργον ἀλλʼ ἢ μόνον ἐκεῖνον, ἢ καὶ ἄλλως, οὐδὲν ἕτερον τοιοῦτον ἔργον τεχνησάμενος. ὡς εἴτις φασὶν εἴποι ὅτι Φειδίας ποιήσας τὸν Δία τοιοῦτον οὐδὲν ἄλλο τῇ ἑαυτοῦ τέχνῃ ἐγκατέθετο. Ἕτεροι δὲ τὸν λόγον εἰς ἀρᾶς δεξάμενοι σχῆμα φασὶν ὡς μὴ γένοιτο τῷ τεχνησαμένῳ τὸν τελαμῶνα ἐκεῖνον ἄλλο τι τεχνήσασθαι, ὃς οὕτω σμερδαλέον καὶ φοβοποιὸν πρᾶγμα ἐσκεύασεν, ἢ μᾶλλον, μὴ ὁ τεχνησάμενος ποιήσοι τι ἕτερον ἔργον, ὃς περὶ ἕνα μόνον ἐκεῖνον τὴν τέχνην ἀνάλωσε καὶ οὐ πολλοὺς τοιούτους ἀσχοληθεὶς ἐτεχνήσατο. καὶ ἔστι τὸ μὴ τεχνησάμενος μήδʼ ἄλλο τι τεχνήσαιτο περιττότητα ἔχον τοῦ ἑνὸς ἀπαγορευτικοῦ ἐπιῤῥήματος. ἤρκει γὰρ εἰπεῖν, μὴ τεχνησάμενος ἄλλο τι, ἢ τεχνησάμενος μήδʼ ἄλλο τι. ὁ δὲ, τὴν ἄκραν ἐμφαίνων ἀπαγόρευσιν, ἐδίπλασε τὸ μη καθʼ ὁμοιότητα τοῦ, οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς, καὶ τῶν τοιούτων. τινὲς δὲ τὸν τοιοῦτον στίχον δυσσὶ κόμμασι μερίσαντες τὸ μὲν πρῶτον ἐλλειπτικῶς νοοῦσι, τὸ δὲ δεύτερον ἐντελῶς, ἵνα ᾖ, μὴ τεχνησάμενος εἴη, μήδʼ ἄλλο τι τεχνήσαιτο. καὶ ἔστιν ὅμοιον τῷ, μὴ μνηστεύσαντες μήδʼ ἄλλοθʼ ὁμιλήσαντες. καὶ ἐκεῖνο γάρ τινες τοιῶσδε εἶπον, μὴ μνηστεύσαντες εἶεν καὶ ἑξῆς. Σημείωσαι δὲ ὅτι ἐν μὲν τοῖς ἄλλοις ἅπασιν ἡρωϊκοῖς προσώποις τοῖς ἀπὸ τοῦ ἰδεῖν ἐχρᾶτο ῥήμασιν ὁ ποιητὴς, οἷον· τὰς δεῖνα ἴδον, ἢ εἰσεῖδον, ὁμοίως καὶ τοὺς δεῖνα, ἐπὶ δέ γε Ἡρακλέος καὶ Ὠρίωνος τὸ εἰσενόησα εἶπε. καὶ ὅτι καθὰ περὶ τὸν Ἀγαμέμνονα ψυχαὶ ἄλλαι ἀγειγέρατο ὅσαι ἅμα αὐτῷ ἔθανον, καὶ τῷ πελωρίῳ δὲ Ὠρίωνι θῆρες οὓς αὐτὸς κατέπεφνε, οὕτω καὶ περὶ τὸν Ἡρακλέα, τρόπον μέντοι ἄλλον, θῆρες φαίνονται, οὐ παρʼ αὐτοῦ πεσόντες, ἀλλὰ τῷ παρʼ αὐτῷ τελαμῶνι σκιαστικῶς ἐμφαινόμενοι. Καὶ ὅτι τὸ, ἐρεμνῇ νυκτὶ ἐοικὼς καὶ ἑξῆς ἕως τοῦ, βαλέοντι ἐοικὼς, χρήσιμον εἰς τὸν ἀπειλούμενον ἀτέλεστα, καθὰ καὶ τὸ τοῦ Ἡρακλέος ἐν Ἅιδου εἴδωλον οὐκ εἶχε βλάπτειν εἰ καὶ βαλέοντι ἐῴκει. σπαταλῶντα δέ τινα δηλοῖ τὸ, αὐτὸς δὲ τέρπεται ἐν θαλίαις καὶ ἔχει καλλίσφυρον Ἥβην. Τὸ δὲ βίην Ἡρακληείην, εἴδωλον, ἦν μὲν ἂν κοινὸν εἴπερ ἐγράφη βίης Ἡρακλέος εἴδωλον. ὡς δὲ νῦν κεῖται, Ὁμηρικόν ἐστι καὶ Ἀττικὸν, τελείας μὲν στιζομένης ἐν τῷ βίην Ἡρακληείην, εἶτα πρὸς σαφήνειαν ἐπαγομένου τοῦ εἴδωλον, ἵνα μὴ νοοῖτο ἄρτι Ἡρακλῆς αὐτὸς ἐκεῖνος, ἀλλὰ τὸ αὐτοῦ εἴδωλον, ὡς τοῦ μὲν σώματος καυθέντος κατὰ τὴν Τραχινίαν Οἴτην, τῆς δὲ ψυχῆς ἄνω οὔσης, τοῦ δὲ εἰδώλου περὶ τὸν Ἅιδην, οὗ καταπαίζει εὐφυῶς ὁ Λουκιανός. Ἡ δὲ Ἥβη ἀλληγορικῶς Διὸς καὶ Ἥρας λέγεται διὰ τὸ ἀκάματον καὶ ἀεὶ νεάζον τῶν στοιχείων εἰς ἅπερ ἀλληγορεῖται Ἥρα καὶ Ζεύς. ἀπὸ Ἥβης δὲ οὐ ταύτης τῆς μυθικῆς οὐδὲ μὴν τῆς καθʼ ἡλικίαν, ἀλλὰ τῆς κατὰ μέρος σωματικὸν, ὅθεν καὶ τὸ ἐφήβαιον, ἔτι δὲ καὶ τὸ ἡβυλλιᾶν παρὰ τῷ κωμικῷ, ἔπαιξέ τις τῶν παλαιῶν ἐξ ἀφορμῆς τῆς κατὰ τὸν μῦθον Ἥβης οὕτως· ἐκαυχήσατό τις φιλεῖν τράχηλον γυναικὸς καὶ τιτθοὺς καὶ ὀμφαλόν. καὶ αὐτὸς μὲν οὕτως ἔφη, ὁ δὲ ἀκούσας εἶπεν ὡς πονηρὸν τοῦτʼ ἤδη. καὶ γὰρ ὁ Ἡρακλῆς ἀπὸ τῆς Ὀμφάλης ἐπὶ τὴν Ἥβην μεταβέβηκεν. Νεκύων δὲ κλαγγὴν ἐνταῦθα εἰπὼν ὡς οἰωνῶν ἐρεῖ ἀλλαχοῦ τρισμὸν ψυχῶν τῶν ἐν Ἅιδου οἷα νυκτερίδων, ὡς ἐκεῖ φανεῖται. Τὸ δὲ ἐοικὼς οὕτω καίριον, ὥστε δὶς αὐτὸ εἶπεν ἐν τῷ, νυκτὶ ἐοικὼς, καὶ βαλέοντι ἐοικώς. ἔνθα καὶ κάλλος ἐστὶν, ὡς ἐν τέλει στίχων κειμένων τῶν τοιούτων μετοχῶν. Γυμνὸν δὲ τόξον λέγει τὸ ἔξω γωρυτοῦ. Ἀορτὴρ δὲ καὶ τελαμὼν ταυτά εἰσι κατὰ πολυωνυμίαν, ὡς καὶ ὁ ποιητὴς δηλοῖ εἰπὼν ἀορτὴρ, εἶτα πρὸς ἑρμηνείαν ἐπαγαγὼν τὸ, χρύσεος τελαμών. γίνεται δὲ ὁ ἀορτὴρ παρὰ τὸ ἀείρω, τὸ κρεμῶ καὶ μετεωρίζω, καὶ δηλοῖ τὸν κρεμαστῆρα τοῦ ξίφους. Σύες δὲ ἀγρότεροι πρὸς διαστολὴν τῶν οἰκοτραφῶν σιάλων. Χαροποὶ δὲ λέοντες οἱ τοιούτους ἔχοντες τοὺς ὀφθαλμούς. χρώματος δὲ ὀφθαλμῶν δηλωτικὸν καὶ τὸ χαροπὸν, λεγόμενον καὶ ἐπὶ παρδάλεων. ἀπὸ δὲ τῆς τοιαύτης χαροπότητος καὶ χάρων ὁ λέων ἐν ῥητορικῷ κεῖται λεξικῷ. ἐκεῖνο δὲ ἴσως καὶ κατʼ ἀντίφρασιν. μᾶλλον γὰρ φοβερὸς ὁ λέων καὶ οὐ χαρὰν ποιῶν, ἤδη δὲ καὶ κατὰ τὸ θανατοποιόν. ἐπεὶ καὶ ὁ Χάρων ἐν Ἅιδου διακονεῖ. Τὸ δὲ ὑσμῖναί τε μάχαι τε ταυτά εἰσιν, ὥσπερ καὶ τὸ, φόνοι τʼ ἀνδροκτασίαι τε. Τὸ δὲ ἑῇ ἐγκάτθετο τέχνῃ, δηλοῖ μὲν, ὡς ἐῤῥέθη, κατὰ περίφρασιν τὸ ἐτεχνήσατο. πάνυ δὲ καλῶς ἐνταῦθα ἔχει τὸ ἐγκατέθετο, διὰ τὸ μὴ ῥᾷον καὶ ἀπόνως κατεσκευάσθαι τὸν ἀορτῆρα, ἀλλὰ κειμηλιωθῆναι οἷον εἰς χρονίαν κατασκευήν. Ὅτι ὁ ποιητής τε καὶ ὁ Ὀδυσσεὺς ὁ μὲν συνιστῶν παρὰ Φαίαξιν ἑαυτὸν ὡς Ἡράκλειον ἆθλον μικροῦ ἀνύσαντα καὶ τῶν Ἡρακλέος ἄθλων τὸν δυσκατεργαστότερον, ὁ δὲ τὸ ἄπιστον τῆς εἰς Ἅιδου καθόδου τοῦ Ὀδυσσέως θεραπεύων ῥητορικῷ νόμῳ διʼ ὁμοίου διηγήματος ὡς μηκέτι καινὸν ὂν τὸ κατὰ τὸν Ὀδυσσέα, εἰ καὶ ἄλλοτε τοιοῦτόν τι γέγονε, πλάττουσι τὸν Ἡρακλέα ἐν Ἅιδου, ὡς ἔγνω τε τὸν Ὀδυσσέα καὶ διογενῆ καὶ πολυμήχανον ὀνομάσας προσφωνεῖ οὕτως· ἆ δειλέ, ἦ δή τινα καὶ σὺ κακὸν μόρον ἠγηλάζεις, ὅν περ ἐγὼν ὀχέεσκον ὑπʼ αὐγὰς ἠελίοιο. Ζηνὸς μέν φησι πάϊς ἦα Κρονίονος. αὐτὰρ ὀϊζὺν εἶχον ἀπειρεσίην. μάλα γὰρ πολὺ χείρονι φωτὶ δεδμήμην. ὁ δέ μοι χαλεποὺς ἐπετέλλετʼ ἀέθλους, ὃ δὴ ἔχει τι λέγειν ἀγαθὸς ἀνὴρ ὑποτεταγμένος χείρονι τινὶ καὶ δεινὰ ἐπιτασσόμενος. εἶτα ἐπιφέρει· καὶ ποτέ μʼ ἐνθάδʼ ἔπεμψε κύνʼ ἄξοντα, οὐ γὰρ ἔτʼ ἄλλον φράζετο τοῦδέ τί μοι κρατερώτερον εἶναι ἄεθλον. τὸν μὲν ἐγὼν ἀνένεικα, τὸν κύνα δηλαδὴ Κέρβερον, καὶ ἤγαγον ἐξ Ἀΐδαο. Ἑρμείας δέ μʼ ἔπεμψεν ὁ κλεπτικὸς καὶ γλαυκῶπις Ἀθήνη. Ἰστέον δὲ ὅτι καὶ Ἡρακλῆς, ὡς καὶ ἐν Ἰλιάδι δηλοῦται, εἰς φιλόσοφον ἄνδρα ἐκλαμβάνεται παρὰ τοῖς παλαιοῖς. διὸ καὶ οὐκ ἀπίθανον Ὀδυσσέα τε καὶ Ἡρακλέα φιλοσοφίας τροφίμους ἄνδρας, τὰ αὐτὰ ποιεῖν ἐνεργήματα. ὅθεν καὶ καθὰ τῷ Ὀδυσσεῖ Ἀθηνᾶ τὰ πλείω κατορθοῖ, διʼ ἧς καὶ τῆς Καλυψοῦς ἀπολέλυται συμπράξαντός τι καὶ τοῦ Ἑρμοῦ, οὕτω καὶ τὸν Ἡρακλῆ Ἀθηνᾶ πέμπει καὶ Ἑρμῆς, ἀνάξοντα τὸν θρυλούμενον Κέρβερον. οὗ ἡ ἀλληγορία ἑτέρωθι κεῖται. Ἰστέον δὲ ὅτι τὸ, ἆ δειλὲ καὶ ἆ δειλοὶ, πολλαχοῦ κείμενον πολλάκις καὶ ἐδηλώθη τί δηλοῦν βούλεται. Ἠγηλάζειν δὲ κατὰ τοὺς παλαιοὺς τὸ διώκειν, ἄγειν, φυγαδεύειν, πορθεῖν, ἵνα ᾖ τὸ κακὸν μόρον ἠγηλάζεις ἀντὶ τοῦ κακὴν τύχην ἄγεις, καὶ τὸ πάγχυ κακὸν ἠγηλάζει ἀντὶ τοῦ ὁδηγεῖ, ἄγει. πρωτότυπον δὲ αὐτοῦ, τὸ ἄγειν καὶ τὸ ἐλᾶν, ὅθεν ἀγηλᾶν, καὶ κατὰ παραγωγὴν ἀγηλάζειν, καὶ κατὰ τροπὴν ἠγηλάζειν. διὸ οὐδὲ δασύνεται ἡ ἄρχουσα. ἐκ τοῦ ἄγειν γάρ. χρήσιμον δὲ εἰς τοῦτο καὶ τὸ ἀγηλατεῖν παρὰ Σοφοκλεῖ. ἐκεῖνο μέντοι καὶ δασύνεται παρὰ τὸ ἄγος. Τὸ δὲ ὀχέεσκον ἀντὶ τοῦ ᾤχουν ἤτοι ἔφερον, ἐβάσταζον, καὶ ἔστι τὸ, κακὸν μόρον ἠγηλάζειν, ἤγουν ἄγειν, καὶ κακὸν μόρον ὀχεῖν ἀντὶ τοῦ φέρειν ταυτόσημα. Τὸ δὲ Κρονίονος ἐκτείνει μὲν καὶ ἐνταῦθα κατὰ ἀναχρονισμὸν τὴν προπαραλήγουσαν, συστέλλει δὲ τὴν παραλήγουσαν. Ὡς δὲ πολὺ χείρων Ἡρακλέος ὁ ἐπιτάσσων αὐτῷ Εὐρυσθεὺς, καὶ ὅπως τοῦτο συνέβη, ἡ Ἰλιὰς δηλοῖ. Τὸ δὲ ἐπιτέλλεσθαι διφορεῖται. λέγεται γάρ ποτε καὶ ἐπιτέλλειν ἐνεργητικῶς. Τὸ δὲ ἔπεμψε δὶς ἐνταῦθα λεχθὲν διαφόρως εἴρηται. Εὐρυσθεὺς μὲν γὰρ πέμπει ἤτοι συστέλλει τὸν Ἡρακλέα. Ἑρμῆς δὲ καθʼ ὁδηγίαν πέμπει. Δὶς δὲ καὶ τὸ ἔτι ἐνταῦθα εἶπεν ἐν τῷ, οὐ γὰρ ἔτι ἄλλον φράζετο τοῦδʼ ἔτι κρατερώτερον ἄεθλον, περιττῶς τοῦτό γε ποιήσας καὶ οὐ κατά τινα διαφοράν. Τὸ δὲ ἀνένεικα ἀντὶ τοῦ ἀνήνεγκα, λέγεται δὲ τὸ αὐτὸ καὶ ἀνενείκασθαι, ὅτε καὶ δηλοῖ τὸ ἀνελθεῖν, ὡς τὸ, ἀνενείκαντο εἰς τὸ Κωρύκιον παρὰ Ἡροδότῳ. ἴσως δὲ καὶ τότε ἀνακομιδήν τινα δηλοῖ ὡς καὶ τὸ, ἐς Σπάρτην ἀνενείκαντο καὶ αὐτοὶ ἀνέβησαν. τοιοῦτον δέ τι καὶ τὸ ἀνενείκατο φώνησέν τε, ἤγουν ἀναγαγὼν πνεῦμα, ἐμελῴδησεν. Ὅτι ἐμφαίνων ὁ ποιητὴς πολλὰ μὲν ἔτι ἔχειν διηγήσασθαι περὶ παλαιῶν ἡρώων, οἷον καὶ τὰ κατὰ Θησέα καὶ Πειρίθοον, περιττὸν δὲ κρίνειν ἐμβραδύνειν τοῖς κάτω, ὃς καὶ Πατρόκλου καὶ Ἀντιλόχου πρὸ βραχέων μνησθεὶς, οὐδὲν ἱστόρησε περὶ αὐτῶν, ὡς ἂν μὴ ἐπιπολὺ παρατείνῃ τὸ ἐπεισόδιον, φησί· καὶ δὴ ἂν ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ, Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα. ἀλλὰ πρὶν ἐπὶ ἔθνεʼ ἀγείρετο μυρία νεκρῶν ἠχῇ θεσπεσίῃ. ἐμὲ δὲ χλωρὸν δέος ᾕρει. τοῦτο δὲ παρῳδηθῆναι δύναται εἴς τινα δεινὴν πολυπλήθειαν. Ἀοίδιμος δὲ ἐν ἱστορίαις καὶ ὁ Πειρίθοος καὶ ὁ Θησεύς. οὓς καὶ ἐθέλειν διατοῦτο ἰδεῖν εἶπεν ὁ Ὀδυσσεύς. χλωρὸν δὲ καὶ νῦν δέος τὸ χλωροποιὸν ἤτοι ὠχροποιὸν, ὡς καὶ οἶνος ἐρυθρὸς κατὰ τοὺς παλαιοὺς οὐ μόνον ὁ μέλας, ἀλλὰ καὶ ὁ ἐρυθροποιὸς τοῖς πίνουσιν. Ὅτι δέδιεν Ὀδυσσεὺς ἐν Ἅιδου, μή μοι γοργείην κεφαλήν φησιν δεινοῖο πελώρου ἐξ Ἀΐδος πέμψειεν ἀγαυὴ Περσεφόνεια βραδύνοντι κάτω. Λέγει δὲ γοργείαν κεφαλὴν δαιμόνιόν τι φοβερὸν, ὅλην γοργόνα, κατὰ τὸ, Τεῦκρε, φίλη κεφαλή. φασὶ δὲ οἱ παλαιοὶ γελοῖον εἶναι τὸν φόβον, ὡς εἴπερ μὴ εἴδωλον καὶ ἡ γοργὼν ἐν Ἅιδου ἦν, ἀλλʼ αὐτὴ ἐκείνη, ἐμφαίνει δὲ ὅμως Ὀδυσσεὺς ἀκολούθως τοῖς πεπλασμένοις, ὡς δεινὴ κατὰ τὴν ποτὲ ἀληθῆ γοργόνα, οὕτω καὶ ἡ τῆς Γοργόνος εἰκασία, γοργείην γὰρ κεφαλὴν οἱ παλαιοὶ τὴν τῆς Γοργόνος εἰκόνα φασί. κεῖται δὲ περὶ γοργείας κεφαλῆς καὶ ἐν Ἰλιάδι, ὅπου περὶ τῆς κατὰ τὴν Ἀθηνᾶν αἴγιδος ἐῤῥέθη. ἔνθα ὥσπερ ἡ ἔρις καὶ ἡ ἀλκὴ οὐκ αὐτὰ ἐκεῖνα εἰσὶ τὰ σωματοειδῆ, οὕτως οὐδὲ γοργεία αὐτόχρημα κεφαλὴ τῇ αἰγίδι ἐντέθειται, ἀλλὰ ἢ ἀντίμιμόν τι αὐτῆς, ἢ κατάπληξις δηλοῦται γινομένη διὰ τῆς αἰγίδος οἷα καὶ Γοργόνος τινός. Ἰστέον δὲ ὅτι τε καὶ πᾶς ἄγριος ἀνὴρ καὶ φοβερὸς λέγοιτο ἂν γοργείη κεφαλὴ δεινοῖο πελώρου. καὶ ὅτι ἄλλων ἄλλα φαμένων περὶ Γοργόνος ἤτοι Γοργοῦς, διττὴ γὰρ αὐτῆς ἡ κλίσις καθὰ καὶ τῆς ἀηδόνος καὶ τῆς χελιδόνος, Ἀλέξανδρος ὁ Μύνδιος ἱστορεῖ ὡς ἐν τοῖς τοῦ Ἀθηναίου φέρεται, ὅτι τὴν Γοργόνα τὸ ζῷον καλοῦσιν οἱ ἐν Λιβύῃ νομάδες, ὅπου καὶ γίνεται, κατώβλεπτα ἢ κατώβλεπτον. ἔστι δὲ προβάτῳ ἀγρίῳ ὅμοιον, κατὰ δέ τινας μόσχῳ. τῇ δʼ ἀναπνοῇ πάντα τὰ ἐντυχόντα διαφθείρει. καὶ ἐμβλέψαν δὲ κτείνει, οὐ πνεύματι ἀλλὰ τῇ γινομένῃ ἀπὸ τῶν ὀμμάτων φορᾷ. τοιούτῳ δʼ ἂν εἰκάζοιτο ζῴῳ πᾶς ὁ κατὰ πρόσχημα μὲν ἀρετῆς κάτω νεύων εἰς γῆν, ἄλλως δὲ πῦρ, ὅ φασιν ὢν εἰς φθοράν. Ἰστέον δὲ ὅτι ἐκ τῆς ἐνταῦθα γοργείας κεφαλῆς καὶ ἐκ τοῦ ἐπέῤῥεεν ἔθνεα νεκρῶν λαβὼν ὁ Πλάτων ἔφη τὸ, ἐπιῤῥεῖ μοι ὄχλος τοιούτων Γοργόνων καὶ Πηγάσων καὶ ἑξῆς. παράγωγον δὲ ἡ γοργεία κεφαλὴ ἢ τῆς Γοργοῦς ἢ ἀλλὰ τῆς Γοργόνος, ἵνα ᾖ γοργονείη καὶ ἐν συγκοπῇ γοργείη. Γοργόνος δὲ παράγωγον κτητικῷ τύπῳ καὶ τὸ γοργόνειον, εἴδωλόν τι αὐτὸ Γοργόνος ἀνακείμενον Ἀθηνᾷ πολιάδι, οὗ χρῆσις ἐν τῷ, τῆς θεοῦ τὸ γοργόνειον ἐκ τῆς ἀκροπόλεως ὑφελόμενος. ὅτι δὲ ἡ Περσεφόνη καὶ κόρη παρὰ τοῖς ὕστερον φέρεται λέγεσθαι κατά τινα ἐξοχὴν καὶ μᾶλλον παρʼ Ἀττικοῖς, δῆλόν ἐστι. Πέμπει δὲ Περσεφόνη πρὸς ἐκφόβησιν γοργείαν κεφαλὴν, καθὰ καὶ Ἔμπουσαν ἦ Ἑκάτη. Ἔμπουσα γάρ, φασι, φάσμα δαιμονιῶδες ὑπὸ Ἑκάτης πεμπόμενον, ὃ τινὲς μὲν Ὀνόκωλιν λέγουσιν, οἱ δὲ Ὀνόσκελιν. Ὅτι εἰ καὶ ἐν ἄλλοις ὁ ποιητὴς ἐμφαίνει θάλασσαν εἶναι τὸν Ὠκεανὸν κατὰ τοὺς φιλοσόφους, ἀλλʼ ἐνταῦθα ποταμὸν φανερῶς αὐτὸν λέγει ποιητικῶς φράζων, οὔτε τῆς ἀληθείας ἐθέλων ἀπέχεσθαι, καὶ τῇ ποιήσει δὲ τὰ εἰκότα χαριζόμενος. φησὶ οὖν· τὴν δὲ νῆα κατʼ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο. πρῶτα μὲν εἰρεσίη, ἔπειτα δὲ κάλλιμος οὖρος. ὡσαύτως δὲ καὶ ἐν τῇ εὐθὺς ἐφεξῆς ῥαψῳδίᾳ. αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο νηῦς. ἴσως δὲ καὶ Ἀντίκλεια εἰποῦσα ὅτι μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα Ὠκεανὸς μὲν πρῶτα ποταμὸν δοξάζει καὶ τὸν Ὠκεανὸν, δηλοῦσα ἐκεῖ καὶ αὐτὴ, ὅτι πέραν Ὠκεανοῦ ἡ νεκύα πλάττεται τῷ ποιητῇ. καὶ τοῦτο μὲν ἁπλοϊκώτερον. ὁ δὲ γεωγράφος φησὶν ἐν τῷ· ἐπεὶ ποταμοῦ λίπε ῥόον Ὠκεανοῦ, μέρος τι Ὠκεανοῦ ὁ ποταμός. ἄλλως γάρ φησιν οὐκ ἂν λέγοιτο ὅτι ἐκ τοῦ Ὠκεανοῦ ἦλθεν εἰς τὸν Ὠκεανὸν, ὥστε κατὰ τὸν γεωγράφον δοκεῖ λέγειν Ὅμηρος ὡς ἐκ τοῦ μεγάλου Ὠκεανοῦ, τῆς ἔξω δηλαδὴ θαλάσσης, περὶ ἣν πλάττεται μυθικῶς καὶ ἡ τῆς Κίρκης εἶναι νῆσος, πλεύσας εἰς Ἅιδην διὰ ποταμοῦ Ὠκεανοῦ, εἶτα διὰ τοῦ αὐτοῦ αὖθις ποταμοῦ ἐπαλιννόστησεν εἰς τὴν θάλασσαν ἔνθα ἦν ἡ Κίρκη. ἐπάγει γὰρ, ἀπὸ δʼ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο νῆσον Αἰαίην, ὥστε ἀπὸ θαλάσσης Ὀδυσσεὺς διὰ ποταμοῦ Ὠκεανοῦ εἰς Ἅιδην ἐλθὼν εἶτα διὰ τοῦ αὐτοῦ ποταμοῦ ἐνεχθεὶς εἰς τὴν κατὰ Κίρκην εὐρύχορον ἀποκατέστη θάλασσαν ἥ τίς ποτε αὕτη θάλασσα, εἴτε ἡ ἕξω κατὰ τὸν Ὠκεανὸν, εἴτε καὶ μάλιστα ἡ καθʼ ἡμᾶς ἑσπερία ἡ μετὰ τὸν μέγαν Ὠκεανὸν, πρὸς τῇ οἰκουμένῃ μὲν ἀληθῶς οὖσα περί που τὰ Τυῤῥηνικὰ ἢ Σικελικὰ, τῷ δὲ μύθῳ μεταγομένη ὅποιπερ ἐκείνῳ δοκεῖ τῷ καὶ ἀποστενώσαντι τὸν ἀπείριτον ἢ ἀπέραντον ποταμὸν εἰς πανημέριον πλοῦν καθὰ προδεδήλωται. πανημερίης γὰρ νηὸς ποντοπορούσης καὶ ἡλίου δύντος ἡ ναῦς εἰς Κιμμερίους ἦλθε, καὶ διὰ τοσούτου ἄρα ἐπανῆλθε καιροῦ, διʼ ἡμέρας γὰρ, ὡς τῆς μεταξὺ νυκτὸς ἐν Ἅιδου διαγενομένου τοῦ Ὀδυσσέως. οὐ γὰρ ἔδει τὰ τοῦ Ἅιδου ὑπὸ φωτὶ βλέπεσθαι. δηλοῖ δὲ τὸ ταχὺ τῆς ἐπανόδου καὶ τὸ μηδὲ ἐφόδια παρὰ Κίρκης τῇ τοῦ Ὀδυσσέως ἐντεθῆναι νηΐ. ὡς δὲ καὶ δύντος ἡλίου εἰς τὴν νῆσον ἡ ναῦς ἐπανεχώρησε, δῆλον ἐκ τοῦ εὐθὺς ἐν ψαμάθοισιν ἀποβρίξαι τοὺς περὶ Ὀδυσσέα, τουτέστι κοιμηθῆναι, ὡς προδεδήλωται. Τὸ δὲ εἰρεσίη, τὰ παλαιὰ τῶν ἀντιγράφων ἐν δοτικῇ πτώσει ἔχουσιν, ἵνα λέγῃ ὡς πρῶτα μὲν τὸ κῦμα ἔφερε τὴν νῆα ἐν εἰρεσίᾳ, ἔπειτα δὲ οὖρος καλός. κῦμα δὲ καὶ ἐνταῦθα ποταμοῦ, ὡς καὶ πρὸ τούτου πορφύρεον κῦμα περιστάθη οὔρεϊ ἶσον τὸ τοῦ Ἐνιπέως.