eul_wid: xpw-adw
DOI 10.5281/zenodo.20335421

Commentary on Homer's Iliad: Book XXIII by Eustathius of Thessalonica

ΕΚ ΤΩΝ ΤΗΣ ΨΙ

Ὅτι τὸ ψῖ κοινῶς μὲν ἀγὼν ἐπιτάφιος ἐπιγράφεται, ἡρωϊκῶς δέ· ψῖ, Δαναοῖσιν ἀγῶνα διδοὺς ἐτέλεσσεν Ἀχιλλεύς. Ὅτι ἐν τῷ «ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν» φασὶν οἱ παλαιοὶ ὡς Κυπρίων ἐστὶ τῶν ἐν Σαλαμῖνι λέξις τὸ πτόλις, ὃ καὶ ἀλλαχοῦ ἐδηλώθη. Ἐν δὲ τῷ «Ἀχαιοὶ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο» φασὶν ὅτι ἡ μέχρι Σιγείου θάλασσα Ἑλλήσποντος ἐλέγετο, ἡ δʼ αὐτὴ καὶ πλατὺς Ἑλλήσποντος, περὶ οὗ προγέγραπται. Ὅτι ἐν τῷ «Μυρμιδόνες ταχύπωλοι»—κατὰ τοὺς ἀλλαχοῦ αἰολοπώλους— «ἐμοὶ ἐρίηρες ἑταῖροι» κολακευτικῶς ὁ Ἀχιλλεὺς προσφέρεται τοῖς ὑπʼ αὐτόν, ἵνα προθύμως ποιήσωσιν, ὅπερ ἀξιώσει. Τὸ δέ ἐστι τοιοῦτον «μὴ δή πω ὑπʼ ὄχεσφι λυώμεθα μώνυχας ἵππους, ἀλλʼ αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες Πάτροκλον κλαίωμεν· ὃ γὰρ», ἤγουν τοῦτο, «γέρας ἐστὶ θανόντων. Οἱ δὲ ποιοῦσιν οὕτω καὶ εὐθὺς “ᾤμωξαν ἀολλέες, ἦρχε δʼ Ἀχιλλεύς”. Ἔστι δὲ οἰμώζειν τὸ κατὰ ὀνοματοποιΐαν οἵ τε λέγειν καὶ ὤ. ἐξ ὧν, ὡς καὶ προδεδήλωται, τὸ οἰμώζειν σύγκειται. οὔκουν ἐλάλησάν τι οἰμώζοντες, Ἀχιλλεὺς δέ γε κατωτέρω ἐν λόγῳ διεξοδικῷ ἀδινοῦ ἐξάρχων γόοιο λέγει, ἃ θέλει. Τὸ δὲ “λυώμεθα ἵππους”, οὕτω δὲ καὶ μετʼ ὀλίγα τὸ “ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες” ἔστι καὶ ἐνεργητικῶς λέγειν “λύωμεν” καὶ “λύσαντες”. διὸ κατωτέρω “λύον ἵππους” φησὶ, δυνάμενος καὶ ἐνεργητικῶς φάναι “λύοντο”. Καιρία δὲ λέξις τὸ λύειν ἐπὶ τοῦ ἀποζευγνύειν ἵππους, διὸ καὶ ἐπέμεινεν αὐτῇ. Σημείωσαι δὲ ὅτι ἐν μὲν τῷ “λυώμεθα” καὶ “λύον” συστέλλεται ἡ ἄρχουσα, ἐν δὲ τῷ “λυσάμενοι” ἐκτέταται. Τὸ δὲ “αὐτοῖς ἅρμασιν” Ἀττικῶς ἔχει ἀντὶ τοῦ σὺν αὐτοῖς ἅρμασιν. Ἐν τούτοις δὲ κεῖται καὶ τὸ “ὀλοοῖο τεταρπώμεσθα γόοιο”, οὗ σαφέστερον πρὸ τούτων ἔφη Πρίαμος τὸ “κορεσσάμεθα κλαίοντε”. ἔστι δʼ ἐν ἀμφοῖν ταὐτότης διὰ τὸ τέρψιν τινὰ καὶ τῷ τοῦ γόου κόρῳ παρέπεσθαι κατὰ τὸ “μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ”. Ὅτι ὥσπερ τεῖχος ἐλάσαι πόλει λέγεταί τις, ὅτε δηλαδὴ κύκλῳ αὐτὴν περιθέει, οὕτω πως κἀνταῦθα ἐπὶ κυκλωτεροῦς ἑλιγμοῦ τὴν λέξιν θεὶς ὁ ποιητής φησιν “οἳ δὲ τρὶς περὶ νεκρόν”, ὥς ποτε ἡνίοχον Ἀχιλλέως, “ἐΰτριχας ἤλασαν ἵππους, μυρόμενοι”. τοῦτο δὲ νῦν τὸ “ἤλασαν” ἡνιοχικὴ ἄλλως λέξις ἐστίν. Καὶ ὅρα ὅτι οὐκ ἐγγύς που τοῦ “μυρόμενοι” τοὺς Μυρμιδόνας παρέθετο, ἀλλὰ μετὰ στίχους ὀκτώ, ἵνα μὴ δόξῃ διὰ τὸ Μυρμιδόνες μυρόμενοι παρηχήσει ἀκαίρῳ παίζειν ἐφʼ οἷς οὐκ ἐχρῆν. Δῆλον δʼ ὅτι δαψίλειαν ῥοῆς δακρύων δηλοῖ τὸ μύρεσθαι, οἷα κυριολεκτούμενον ἐπὶ ὑδάτων, ἐφʼ ὧν καὶ τὸ μορμύρειν, ὡς προείρηται. Διὸ καὶ ἑρμηνεύων τὸ τῆς λέξεως ὑποτόλμηρον ἐπάγει “δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν δάκρυσι”. καί εἰσιν, ὡς εἰκός, καὶ ταῦτα κατὰ τὰ ὡς ἀπὸ κρήνης που μελανύδρου καταρρεύσαντα τῆς βασιλικῆς κεφαλῆς. αἴτιον δὲ οὐ μόνον ὁ πόθος— “τοῖον γάρ”, φασίν, “ἐπόθεον μήστωρα φόβοιο”, ἤγουν τὸν Πάτροκλον, — ἀλλὰ καὶ τὸ μυθικῶς θεόθεν, “ἐπεί σφι Θέτις γόου ἵμερον ὦρσεν”, ὡς ἄλλως ἀμήχανον ὂν οὕτω δαψιλές, ὡς οἷα κρουνηδόν, κατενεγκεῖν δάκρυον. Ἰστέον δὲ ὅτι τὸ “δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν δάκρυσι” καὶ ἑξῆς, ὡς ἐπὶ αἰσθανομένων αὐτῶν δὴ τῶν ψάμμων καὶ τῶν τευχέων τινὲς ἐνόησαν, καὶ ποθούντων καὶ δακρυόντων ἐπὶ τῷ κειμένῳ. οὐκ ἄδηλον δὲ ὅτι πάνυ τερατῶδές ἐστι τὸ οὕτω νοῆσαι. καὶ ὅμως κείσθω καὶ τοῦτο εἰς ἐννοίας ἀμφιβόλου παράδειγμα. κάλλος δὲ κατʼ ἐπαναφορὰν τὸ “δεύοντο ψάμαθοι, δεύοντο τεύχεα”. Ὁμόστοιχον δὲ ὥσπερ τὸ Διός καὶ διαίω, τὸ ὑγραίνω, οὕτω καὶ Ζεύς καὶ δεύω. Τὸ μέντοι δεύω, τὸ ἐλλείπω, ἄλλως ἔχει. ἐκ τοῦ δέω γὰρ ἐκεῖνο Αἰολικῇ ἐπενθέσει τοῦ υ γίνεται. ἀπʼ αὐτοῦ δὲ ὁ δεύτερος καὶ δεύτατος. Ὅτι Ἀχιλλεὺς “χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσιν ἑταίρου”, ἤγουν τὰς ἑαυτοῦ ἐπὶ τοῖς τοῦ ἑταίρου στήθεσσιν, ἢ τὰς τοῦ ἑταίρου ἐπὶ τοῖς ἑαυτοῦ—ἀμφίβολος γὰρ καὶ αὕτη, ὡς καὶ προερρέθη, ἔννοια—τοιοῦδε γόου ἐξῆρχεν, ὃν πᾶς εἴποι ἂν βραχὺ παρῳδήσας ἐπὶ νεκρῷ φίλῳ τιμωμένῳ κατὰ τὸ ὑπεσχημένον “χαῖρέ μοι, ὦ Πάτροκλε, καὶ εἰν Ἀΐδαο δόμοισι· πάντα γὰρ ἤδη τοι τελέω, τὰ πάροιθεν ὑπέστην. Εἶτα ἑρμηνεύων τὸ «πάντα» μετρεῖ δύο μόνα· τὸ τὸν Ἕκτορα δώσειν κυσὶν ὠμὰ δάσασθαι, καὶ τὸ δώδεκα πρὸ τῆς πυρᾶς ἀποδειροτομήσειν Τρώων ἀγλαὰ τέκνα, «σέθεν», φησί, «κταμένοιο χολωθείς». ταῦτα γὰρ τὰ δύο τῷ Πατρόκλῳ προσλογίζονται, ὁ δὲ πολὺς ἐκεῖνος φόνος ὑπὲρ τοῦ κοινοῦ τῶν Ἑλλήνων αὐτῷ κατεπράχθη. Ἰστέον δὲ ὅτι καὶ τὰ ὑπεσχημένα τελέσας ἐν τοῖς ἑξῆς ὁ Ἀχιλλεὺς ἐρεῖ· «πάντα ἤδη τοι τετελεσμένα ὥσπερ ὑπέστην». ἔνθα καὶ τὸ «Τρώων ἀγλαὰ τέκνα» περιφράζων φησὶ· «Τρώων μεγαθύμων υἱέας ἐσθλούς». «Ὠμά» δὲ «δάσασθαι» ἢ ἀντὶ τοῦ ὠμῶς ἢ καὶ κατʼ ἔλλειψιν τοῦ κρέατα. δύναται γὰρ καὶ οὕτως. Ἰστέον δὲ ὅτι οἴκτου κινητικὸν ἡ πρὸς νεκρὸν ὁμιλία, εἰ καὶ ἄλλως γλυκείας ἐννοίας ἐστὶν ἡ τῶν ἀψύχων προσφώνησις. Τὸ δὲ «χαῖρε καὶ ἐν Ἅιδου δόμοις» ὁμοίωταί πως τῷ εἴπερ ἐστὶ καὶ ἐν Ἅιδου χαίρειν τινά, ἔχε τοῦτο ἀφʼ ἡμῶν. Καὶ δὴ παραδίδωσιν ἡ ἐν Ὀδυσσείᾳ μυθικὴ Νέκυια τοιαῦτά τινα. Ἀχιλλεὺς γοῦν ἐκεῖ χαίρει μαθὼν ἀγαθὰ περὶ τοῦ υἱοῦ. ἀνάπαλιν δὲ τοῦ χαίρειν διατίθεται ὁ μέγας Αἴας ἐπὶ τῷ ἐχθρῷ Ὀδυσσεῖ. εἰ δὲ τὸ χαίρειν οἱ ὕστερον ταῖς ἐπιστολαῖς ἀπεχαρίσαντο, ἀλλʼ ὁ ποιητὴς ἄλλα οἶδεν. Ὅτι θυμῷ νικώμενος Ἀχιλλεὺς ἅμα τῷ ῥηθέντι γόῳ αὐτοῦ ἀεικέα μήδετο ἔργα εἰς Ἕκτορα «πρηνέα πὰρ λεχέεσσι Πατρόκλου τανύσας ἐν κονίῃσι». τίνα δὲ ἦν ἃ μήδετο ἀεικῆ ἔργα, σιωπᾷ. οἱ δὲ παλαιοί φασιν ἀεικέα ἔργα ἐξ αὐτοῦ Ὁμήρου νοεῖσθαι τὸ ἐπὶ στόμα τε ἐκτεῖναι κατὰ κόνεως καὶ ἐνυβρίζειν τῷ οὐκ ἀντιλαμβανομένῳ καὶ γῆν οἷον αἰκίζεσθαι κωφὴν καὶ τὸ τρὶς ἕλκεσθαι περὶ τὸ σῆμα τοῦ Πατρόκλου, ὡς ἐν τοῖς ἑξῆς ἱστορήσει. ἔστι δὲ καὶ περιφραστικῶς νοῆσαι ἀεικέα μήδεσθαι ἔργα τὸ αἰκίζεσθαι πληγαῖς, ἵνα λέγῃ ἀεικέα ἔργα τὰ αἰκιστικά. διὸ καὶ πρηνὴς ἥπλωται. καὶ μὴν τοῦτο καὶ ἄλλως πρὸς ὕβριν γενέσθαι φαίνεται, ἵνα μηδὲ ὕπτιος νεκρικῷ νόμῃ κέοιτο. δύναται δὲ καὶ ἄλλως τὸ «ἀεικέα ἔργα» περὶ μόνου εἰρῆσθαι τοῦ πρηνέα τανυσθῆναι τὸν νεκρὸν ἐν κονίῃσι, καθὰ καὶ ἀνωτέρω τὸ «πάντα τελέω» περὶ δύο τινῶν ἐρρέθη, οὐ μὴν πλειόνων. Ὅτι τὸ ἀπεκδύεσθαι τὰ τοῦ πολέμου τεύχη ἔντεα ἀφοπλίζεσθαι λέγει, οὐ μὴν ἁπλῶς ἀφοπλίζεσθαι. οὔπω γὰρ τότε τὰ ὅπλα ἐπὶ πολεμικῆς ἐκυριολεκτοῦντο σκευῆς, ὡς καὶ ἀλλαχοῦ ἔγνωσται. φησὶ γοῦν «οἳ δʼ ἔντεʼ ἀφωπλίζοντο ἕκαστος χάλκεα μαρμαίροντα, λύον δʼ ὑψηχέας ἵππους», τοὺς καὶ ἀλλαχοῦ ῥηθέντας. Ὅτι ἐν τῷ «τάφον μενοεικέα δαίνυ» Ἀχιλλεύς, τάφος οὐ κατά τινας ὁ μετὰ τὸ ταφῆναι τινα περίδειπνος, ἀλλʼ ἁπλῶς ὁ ἐπὶ νεκρῷ. ἐπὶ γοῦν Πατρόκλου μήπω ταφέντος τάφος τοιοῦτος νῦν γίνεται, ὃς πρὸς ἑσπέραν γενόμενος νῦν καὶ δόρπος ὑπὸ τοῦ ποιητοῦ λέγεται, ὡς δηλοῖ τὸ «δορπήσομεν ἐνθάδε πάντες», καὶ «δόρπον ἐφωπλίσαντο ἕκαστοι». τὸ δʼ αὐτὸ καὶ δαῖτα ἐν τοῖς ἑξῆς ἐρεῖ, οὐχʼ ἁπλῶς μέντοι, ἀλλὰ «στυγεράν», ὡς ἐπὶ νεκρῷ γινομένην, ὃς ἐς Στυγὸς κατὰ μῦθον ἄπεισιν. οἱ δὲ Γλωσσογράφοι φασίν, ὅτι Κύπριοι καὶ τὸν φόνον τάφον καλοῦσιν. ἕτεροι δὲ καὶ τὴν ταφὴν τάφον λέγεσθαι οἴονται, ὡς καὶ τὴν χολὴν χόλον, οἷον τάφου μνῆμα, ἤγουν ταφῆς μνημόσυνον, ὃ δή φησιν ἐν τοῖς ἑξῆς ὁ ποιητής, καὶ τὸν ἐπιτάφιον δὲ ἀγῶνα τάφον καλεῖσθαί φασιν, ὡς τὸ «ἐς τάφον, ὅθι πάντας ἐνίκα». Τὸ δὲ «μενοεικέα» νῦν μὲν δαιτὸς ἐπίθετον, ἀλλαχοῦ δὲ καὶ «κτήματα μενοεικέα» κεῖται. Τὸ δὲ «δαίνυ» ἑρμηνευτικόν ἐστι τοῦ ῥηθέντος τάφου, ὡς δαιτὸς ὄντος, ἵνα λέγῃ ὅτι δαῖτα ἐπιτάφιον ἐδαίνυεν. Ἰστέον δὲ ὅτι διασκευάζων τὸν εἰρημένον τάφον λέγει, ἃ δὴ παρὰ βραχὺ καὶ τελετῇ γάμου ἢ δημοτελοῦς πανηγύρεως προσαρμόσει. Φησὶ γὰρ «πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ σφαζόμενοι, πολλοὶ δʼ ὄϊες καὶ μηκάδες αἶγες, πολλοὶ δʼ ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ, εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο· πάντῃ δʼ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα», οὗ καὶ μόνου μετῆν τῷ νεκρῷ. καὶ ἐν τοῖς ἑξῆς δὲ τοιοῦτόν τι κεῖται «πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς ἔδερόν τε καὶ ἄμφεπον». ἀλλὰ ταῦτα μὲν ἀλλαχοῦ. Ἐνταῦθα δὲ ἐνθυμητέον, ὡς οὐ σύντροχα τὰ τοῦ εἰρημένου ἐπιδορπίου τάφου τῇ παλαιῷ ἡρωϊκῇ εὐτελείᾳ καὶ ἀφελείᾳ τῇ περὶ τὰς δαῖτας, ἀλλʼ ἀκολούθως τῷ πράγματι συνδιεξῆρται καὶ ὁ τάφος. Ἀχιλλεὺς γὰρ ὁ τελῶν, ὁ ἐν Ἕλλησιν ὕπατος, καὶ ἐπὶ Πατρόκλῳ τὰ τελούμενα, ὃς τῷ Ἀχιλλεῖ φίλτατος ἤγετο. καὶ ὅμως εἰ καὶ πολυτελῆ τὰ ἐνταῦθα, συγκρινόμενα ταῖς μεθʼ Ὅμηρον περιᾳδομέναις πολυτελείαις, πολλοστημόριον ἂν εἶεν ἐκείνων. κεῖται γοῦν ἐν τοῖς τοῦ Δειπνοσοφιστοῦ σὺν ἄλλοις καὶ ὅτι τῷ βασιλεῖ τῶν Περσῶν χίλια ἱερεῖα τῆς ἡμέρας κατεκόπτοντο. τὰ δὲ ἦσαν οὐχʼ Ἑλληνικὴ χιλιόμβη, ἀλλά, φησίν, ἵπποι, κάμηλοι, βόες, ὄνοι, ἔλαφοι καὶ τὰ πλεῖστα πρόβατα. ἀνηλίσκοντο δὲ καὶ ὄρνιθες πολλοὶ καὶ στρουθοὶ Ἀράβιοι, ζῷον μέγα, καὶ χῆνες καὶ ἀλεκτρυόνες, ὧν τὰ πλεῖστα τοῖς δορυφόροις καὶ πελτασταῖς ἐξεφέρετο εἰς τὴν αὐλήν. καὶ ἦν αὐτοῖς τὰ σιτία ταῦτα εἰς ὑπόλογον, ὡς Ἡρακλείδης ὁ Κυμαῖός φησιν, ἀντὶ μισθοφορᾶς. καὶ τοιοῦτο καὶ τοῦτο. Τῶν δὲ Ὁμηρικῶν τὸ μὲν «ὀρέχθεον» μίμημά ἐστι τραχέος ἤχου γινομένου ἐν τῷ σφάζεσθαι βοῦν. Θεόκριτος δὲ ἐπὶ θαλάσσης τὴν λέξιν τίθησι καθʼ ὁμοιότητα τοῦ «ῥόχθει δὲ μέγα κῦμα». δῆλον δὲ ὅτι καὶ ἐπὶ πατάγου καρδίας ἡ λέξις τίθεται, ὡς τὸ «κραδίη δέ οἱ ἔνδον ὀρέχθει». οἱ δὲ παλαιοί φασι καὶ ὅτι τὸ «ὀρέχθεον» ἀντὶ τοῦ ἀναιρούμενοι ὠρέγοντο ἤτοι ἐξετείνοντο, καὶ κατὰ τὸν ποιητὴν εἰπεῖν, τανύοντο ἀναιρούμενοι. ἢ καὶ ἄλλως· ὀρέχθεον ἤτοι διεκόπτοντο. ὅθεν καὶ ἐρεγμός, φασίν, ὁ διακεκομμένος κύαμος. Εἰς δὲ τὸ «βόες ἀργοί» ἀποροῦσιν οὕτω γοργῶς τίνες ἀργοὶ βόες; οἱ ταχεῖς. καὶ μὴν εἰλίποδες. ἀλλὰ οἱ λευκοί. καὶ μὴν μέλανα τοῖς τεθνεῶσι θύονται. εἶτα λύοντές φασιν ὅτι ἀργοὶ βόες οἱ μετὰ τὸ σφαγῆναι καὶ ἀποδαρῆναι λευκοὶ τῇ πιότητι, ὁποῖοι καὶ οἱ παρὰ τῷ Πινδάρῳ ἀργᾶντες. οἱ δὲ τοῖς ἑξῆς τὸ ἀργοί συνάπτοντές φασιν, ὅτι «ἀργοὶ ὀρέχθεον», ὅ ἐστι ταχεῖς, τουτέστι ταχέως, ἐσφάττοντο οἱ βόες. Ὅρα δὲ ὅτι κἀνταῦθα μετὰ δοτικῆς ἡ ἀμφι πρόθεσις ἐν τῷ «ἀμφὶ σιδήρῳ». οὕτω δὲ μετʼ ὀλίγα καὶ ἡ περι ἐν τῷ «περὶ δὲ χροῒ εἵματα ἕστο». Τοῦ δὲ σφάζειν πρωτότυπον, ὡς καὶ ἀλλαχοῦ δεδήλωται, φῶ, τὸ φονεύω, ἐξ οὗ παραγωγῇ καὶ πλεονασμῷ τοῦ σ τὸ σφάζω, οὗ παράγωγον οὐ μόνον ἡ διασφάξ, ἥ τε ἄλλως ἐν ζῴων σώμασι καὶ ἡ κωμικευομένη, ἀλλὰ καὶ σηπίας ὑπόσφαγμα παρὰ Ἱππώνακτι, τὸ αὐτῆς μέλαν, ἔτι δὲ ὑπόσφαγμα καὶ ὑπότριμμά τι χρήσιμον ὀψαρτυταῖς, ἐξ αἵματος, φασί, τεταραγμένου μέλιτι, τυρῷ, ἁλί, κυμίνῳ, κατὰ δέ τινας καὶ ὄξει καὶ γάλατι καὶ φύλλοις εὐώδεσι τετριμμένοις. Ἐν δὲ τῷ «ἀργιόδοντες» ἢ πλεονάζει τὸ ι, ὡς καὶ ἐν τῷ ἱππιοχάρμης, ἢ τροπῇ τοῦ ο εἰς ι γέγονεν ἐκ τοῦ ἀργόν. Τὸ δὲ «ὕες» συστέλλει τὸ δίχρονον, ἐπεὶ τὰ εἰς υς τοιαῦτα συστέλλει τὸ υ ἐν ταῖς πλαγίαις, μῦς μυός, δρῦς δρυός. οὕτως οὖν καὶ σῦς καὶ ὗς συός καὶ ὑός. Ἀλοιφὴν δὲ καὶ νῦν τὸ λίπος φησίν, ὃ δηλωτικὸν εὐεξίας ἐν ζῴοις ἐστί. διὸ τὰ λιπῶντα θαλέθειν, ὅ ἐστι θάλλειν, λέγονται ἀλοιφῇ τῇ κατὰ στέαρ ἢ πιμελήν, ἃ συντελεῖ ποτε καὶ εἰς τὸ ἀλείφειν. διὸ καὶ κατηγορεῖται αὐτῶν τὸ τῆς ἀλοιφῆς ὄνομα. Τὸ δὲ «εὑόμενοι τανύοντο» ἀναστρόφως εἴρηται ἀντὶ τοῦ «τανυόμενοι εὕοντο», ἤγουν τεινόμενοι ἐφλέγοντο, καὶ ἔστιν ὅμοιον τῷ «χασάμενος πελεμίχθη», ἤγουν πελεμιχθεὶς χάσατο, καὶ τοῖς τοιούτοις. οὕτω καὶ πρὸ ὀλίγου ἔφη «ἔστη παπτήνασα ἐπὶ τείχεϊ». τὸ γὰρ ὀρθόν· στᾶσα ἐπὶ τῷ τείχεϊ ἐπάπτηνεν. Ὅτι δὲ ταμίας φλογὸς ὁ Ἥφαιστος, μυθικῶς ἐν τοῖς κατὰ τὸν Ξάνθον δεδήλωται. Τὸ δὲ «κοτυλήρυτον αἷμα» τί σημαίνει, πρὸ ὀλίγων εἴρηται. Ἰστέον δὲ καὶ ὅτι «εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο» περίφρασίς ἐστι τοῦ ὠπτῶντο πυρί. ἐμφαίνεται δὲ τῷ τοιούτῳ λόγῳ καὶ ὡς ἀκέραιοι εὕοντο ὕες ἐν τῇ ῥηθείσῃ δαιτί. καὶ οὐκ ἀπεικὸς οὐδὲ τοῦτο, εἴ τις διανοοῖτο τὰ μέχρι καὶ εἰσάρτι διάφορα κλιβανωτὰ ἤ, ὡς ἂν ὁ Κωμικὸς εἴποι, «κριβανωτά» ζῷα. Ὅτι δὲ ἐκ τοῦ ἐνταῦθα κειμένου εὕειν παρῆκται καὶ εὗστρα ἡ τῶν συῶν φλογίστρα, δηλοῖ καὶ ἡ Κωμῳδία. Εὕρηται δὲ καὶ παθητικὴ μετοχὴ τοῦ τοιούτου ῥήματος ἐν τῷ «λεπτὸς καὶ καλὸς ἠφευμένος». Ἔνθα ὅρα καὶ τὴν αὔξησιν τῆς ἀπο προθέσεως, ὁποία γίνεται καὶ ἐν τῷ «ἠφίει» καὶ τοῖς ὁμοίοις. Τοῦ δὲ ῥέειν καὶ τοῦ ῥύειν συστοίχων ὄντων ἐκ μὲν τοῦ ῥέειν ἄλλα τε μυρία γίνονται, καὶ ῥέος τὸ ῥεῦμα, πρὸς ὁμοιότητα τοῦ βλέπω βλέπος παρὰ τῷ Κωμικῷ, ἀπʼ αὐτοῦ δὲ καὶ ῥοτός ὀξυτόνως, ὁ ῥευστὸς ἄνθρωπος, καὶ πλεονασμῷ Αἰολικῷ τοῦ β βροτός, καὶ ῥότος βρότος βαρυτόνως ὁ μετʼ ὀλίγα ῥηθησόμενος, ὅπερ ἐστὶ μολυσμὸς ῥέοντος αἵματος. Ἔτι παρὰ τὸ ῥέειν καί τινα ποτήρια καλούμενα ῥέοντα, οἷον «ῥέοντα δέδωκα τόσα ἀργυρᾶ, δύο δὲ χρυσᾶ γρυψί, τὸ δʼ ἕτερον Πήγασος». ἐκ μέντοι τοῦ ῥύειν ποτήριον ἄλλο ἥρωσιν ἀνειμένον τὸ ῥυτόν, ὅμοιόν, φασί, κέρατι, διατετρημένον, ἐξ οὗ κρουνίζοντος λεπτῶς, ὥς φησιν Ἀθήναιος, κάτωθεν πίνουσι. Δίφιλος «ῥυτὸν χωροῦντα δύο χοᾶς, ὃν οὐδʼ ἂν ἐλέφας ἐκπίῃ». Καὶ σημείωσαι τὸ ῥυτός ἐνταῦθα ἀρσενικόν. κεῖται δὲ καὶ οὐδετέρως ἐν τῷ «ἐλέφας ἐστὶ ῥυτὸν δίκρουνον τρεῖς χωροῦν χοᾶς». ὥστε καὶ ποτηρίου εἶδος ἐλέφας. Ὅτι οἱ βασιλεῖς τὸν Ἀχιλλέα «σπουδῇ παρπεπιθόντες», ἤγουν παραπείσαντες, «εἰς Ἀγαμέμνονα ἦγον· ὃ δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσεν ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν», ὁποῖός τις καὶ ὁ πρὸ ὀλίγου γραφείς, «εἰ πεπίθοιεν», ἤγουν εἰ πείσοιεν, «Πηλείδην λούσασθαι ἀπὸ βρότον αἱματόεντα. αὐτὰρ ὅ γʼ ἀρνούμενος στερεῶς» εἶπε τὰ ἐφεξῆς ῥηθησόμενα. Καὶ ὅρα ὅτι κηρύκων ἦν ἔστιν ὅτε καὶ ἡ ἐν λοετροῖς ὑπουργία. Ἰστέον δὲ ὅτι τοῦ κήρυκος ἡ γενικὴ ἐκτείνει τὴν παραλήγουσαν κανόνι τοιούτῳ. τὰ εἰς ξ ἀρσενικὰ ἁπλᾶ δισύλλαβα, ὅταν τῷ υ παρεδρεύηται, ἔχῃ δὲ τῆς τελευταίας συλλαβῆς ἄρχον ἀμετάβολον ἢ διʼ ὧν πρώτη συζυγία βαρύτονος λέγεται, διὰ τοῦ κ κλίνεται. κήρυκος, πέλυκος, Ἔρυκος, Βέβρυκος. ὅσα δὲ μὴ τοῦτον ἔχει τὸν χαρακτῆρα, διὰ τοῦ γ κλίνεται. ὄρτυγος, κόκκυγος. σημειῶδες τὸ ὄνυξ ὄνυχος, παραληγόμενον μὲν ἀμεταβόλῳ, μὴ κλινόμενον δὲ διὰ τοῦ κ. ζητητέον δέ τι περὶ τοῦ ὄρτυγος καὶ δοίδυκος παρὰ τῷ κανονιστῇ Ἀθηναίῳ. Σπουδῇ δὲ πεῖσαι τὸ μόλις καὶ δυσχερῶς. Καὶ σημείωσαι τὴν λέξιν εἰς τὸ Ὁμηρικὸν ἀσπουδεί, τὸ ἀλλαχοῦ ῥηθέν. Ὅρα δὲ καὶ τὸν εἰ σύνδεσμον ἀντὶ τοῦ «ὅπως» ληφθέντα ἐν τῷ «εἰ πείσοιεν Πηλείδην λούσασθαι». καὶ γέγονε σύνηθες οὕτω γράφειν καὶ τοῖς μεθʼ Ὅμηρον, οἷον· σπεύδω, εἴ πως ἀνύσω τόδε. Ὅτι ἐπί τινι διὰ πένθος φίλου τεθνεῶτος ἀπαρνουμένῳ λούσασθαι καλῶς ἂν ῥηθείη τὸ «ὃ δʼ ἠρνεῖτο στερεῶς, ἐπὶ δʼ ὅρκον ὤμοσεν· οὐ μὰ τόδε, οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι πρὶν κείρασθαι» τυχὸν κόμην ἢ ἕτερόν τι τοιοῦτον ἐπὶ τῷ κειμένῳ ποιῆσαι. «ἐπεὶ οὔ μʼ ἔτι δεύτερον ὧδε ἵξετʼ ἄχος κραδίην, ὄφρα ζωοῖσι μετείω», τουτέστιν ἕως ἂν τοῖς ζῶσι συνῶ· ὅπερ ἀλλαχοῦ «μετέω» εἰπὼν ἐνταῦθα μετὰ προσθήκης τοῦ ι ἐξεφώνησεν. Ἀχιλλέως δὲ ταῦτα λόγοι, εἰπόντος «οὐ μὰ Ζῆνʼ, ὅς τις θεῶν ὕπατος καὶ ἄριστος, οὐ θέμις ἐστί», καὶ ἑξῆς, ἐν οἷς ἀπαρνεῖται λούσασθαι πρὶν τὸν φίλον ἐνθεῖναι πυρὶ σῆμά τε χεῦαι, τουτέστι τάφον ἀναχωματίσαι, κείρασθαί τε κόμην. Ἰστέον δὲ ὅτι τε τὸ «λοετρὰ καρήατος ἆσσον ἱκέσθαι» περίφρασίς ἐστι τοῦ λούσασθαι, καὶ ὅτι ὅμοιός τις τῷ ῥηθέντι καὶ ἐν Ὀδυσσείᾳ ὅρκος κεῖται τὸ «οὐ μὰ Ζῆνʼ Ἀγέλαε». Ὅτι δὲ πολυώνυμος ἡ κεφαλὴ οὖσα λέγεται καὶ κάρηαρ, προγέγραπται. Ἰστέον δὲ ὅτι μὴ τοιοῦτον δεύτερον ἄχος ἵξεσθαι αὐτῷ ζῶντί φησιν Ἀχιλλεύς, οἷα εἰδὼς ὅτι προτεθνήξεται τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, ὃς καὶ αὐτοὺς φθάσας ἀλλαχοῦ ἐν δευτέρῳ τοῦ Πατρόκλου ἐῴκει τίθεσθαι. Καὶ σημείωσαι ὅτι ἐκεῖ μὲν ἐπλάτυνε τὸ νόημα τοῦτο διασκευῇ τε καὶ λογισμοῖς, ἐνταῦθα δὲ στενῶς ἔφρασε πάνυ, διδάσκων ὅπως χρὴ ταὐτολογεῖν ἐν πλατυσμῷ νοημάτων καὶ βραχύτητι. Τὸ δὲ κείρεσθαι κόμην ἐπὶ νεκροῖς, πλατὺ ἔθιμον ὂν καὶ τοῖς πάλαι, ἦν καὶ αὐτὸ λύπης τε ἔνδειξις, καθὰ καὶ τὸ τίλλειν πενθητικῶς κεφαλῆς τρίχας, καὶ ἀφοσίωσις δὲ τιμῆς, ὡς τῇ φίλῃ κεφαλῇ τοῦ κατὰ κεφαλὴν ἀνατιθεμένου κόσμου, ᾧ παρώνυμος ἡ κόμη. καὶ ὥσπερ ἡ ταφὴ καὶ ἡ ἐπʼ αὐτῇ στήλη καὶ τὸ δάκρυον, οὕτω καὶ ἡ τῆς κόμης κουρὰ γέρας θανόντων, καθὰ μυριαχοῦ δηλοῦται. Ὅτι καθʼ ὁμοιότητα τοῦ «ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι» φησὶν «ἀλλὰ νῦν μὲν πειθώμεθα δαιτί». Ἀχιλλέως δὲ καὶ οὗτος λόγος, ὃς βεβαρημένος τῷ πένθει στυγερήν, ὡς καὶ προεγράφη, δαῖτά φησιν, εἰπὼν «στυγερῇ πειθώμεθα δαιτί», οὐ καθόλου πᾶσαν δαῖτα οὕτω καλέσας, ἀλλὰ τὴν σήμερον θανόντος Πατρόκλου. Ὅτι ἐν τῷ «ὄτρυνεν ἄναξ ὕλην τʼ ἀξέμεναι παρά τε σχεῖν ὡς ἐπιεικές» καὶ ἑξῆς, ἤγουν ὕλην ἄξειν καὶ παρασχεῖν, τὸ μὲν ἄξειν ἐπὶ ἀψύχων τῶν ξύλων ἔθετο, καθὰ καὶ ἑξῆς που ἐν τῷ «ἄξετε νῦν Τρῶες ξύλα», ὅθεν σύνθετα ὁ ξυληγὸς καὶ ἡ ξυληγία, εἰ μή που, ὡς καὶ προεγράφη, τοῦ ἄγειν, ἤτοι κλᾶν, σημασία ἐνταῦθά ἐστιν, ὡς καὶ ἐν τῷ «ἄξον δὴ ἔγχος Διομήδεος». Παρασχεῖν δὲ τὸ πλησίον θεῖναι. ἀπὸ τούτου δὲ καὶ ἐπὶ πάσης χορηγίας καὶ δόσεως ἡ λέξις κεῖται. προϊὼν δὲ τὴν λέξιν ἄλλως φράζει, ἐν οἷς λέγει «κὰδ δʼ ἂρ ἐπʼ ἀκτῆς βάλλον», ἤγουν κατέβαλλον ἐπὶ τοῦ αἰγιαλοῦ. Ἰστέον δὲ ὅτι προηγεῖται τὸ καταβάλλειν τοῦ παρασχεῖν. πρῶτον γὰρ καταρρίπτεται τὸ βασταζόμενον ξύλον, εἶτα παρίσχεται. Ἐπιεικὲς δὲ καὶ νῦν οὐ τὸ προσηνές, οὐ γὰρ οἶδε τοιαύτην λέξιν ὁ ποιητής, ἀλλὰ τὸ ἐοικὸς καὶ πρέπον. Ὅτι τὸ ὑπὸ γῆν γενέσθαι νεκρικῶς νέεσθαι ὑπὸ ζόφον ἠερόεντά φησι. Δοκεῖ δὲ λέγειν καὶ τὸ ταφῆναι ἀπʼ ὀφθαλμῶν γενέσθαι ἐν τῷ «ὄφρα τοῦτον μὲν ἐπιφλέγῃ πῦρ θᾶσσον ἀπʼ ὀφθαλμῶν». Τὸ δὲ ἐφεξῆς, ἤγουν τὸ «λαοὶ δʼ ἐπὶ ἔργα τράπωνται», δηλοῖ ὡς οὐκ ἦν εἰς ἔργον τραπέσθαι τοὺς Ἀχαιούς, ἀλλʼ ὡς ἐν ἑορτῇ παγκοίνῳ ἀεργοὺς εἶναι πρὸ τοῦ τὸν Πάτροκλον ταφῆναι. τοῦτο δὲ διὰ τιμὴν τοῦ νεκροῦ. ταφέντος οὖν ἐτράπησαν ἐπὶ ἔργα, δηλαδὴ τὰ τοῦ πολέμου, ὥς πού φησι «μέγα ἔργον Ἄρηος». Ὅτι σπουδαίαν ἑτοιμασίαν δείπνου δηλοῖ τὸ «ἐσσυμένως δʼ ἄρα δόρπον ἐφοπλίσαντες ἕκαστοι δαίνυντο», καὶ τὰ ἑξῆς. Ὅτι οἱ μὲν ἄλλοι ἐκοιμῶντο «κλισίηνδε ἕκαστος», Ἀχιλλεὺς «δʼ ἐπὶ θινὶ θαλάσσης κεῖτο βαρὺ στενάχων ἐν καθαρῷ, ὅθι κύματʼ ἐπʼ ἠϊόνος κλύζεσκον», ἤγουν ἔκλυζον, ἐξ οὗ καὶ ὁ κλύδων παράγεται. τοῦτο δὲ ἄλλως ἐν Ὀδυσσείᾳ φράζων φησὶν «ἔνθα λάϊγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα». ἔστι δὲ τὸ «ὅθι κύματα κλύζεσκον» ἐφερμηνευτικὸν τοῦ «ἐν καθαρῷ», δηλοῦντος τοῦ ποιητοῦ ὅτι ἐν καθαρῷ λέγει ἐκεῖνο τοῦ αἰγιαλοῦ, ὅπου ἔκλυζον, ἤγουν ποιὸν ἦχον ἀπετέλουν, τὰ κύματα ἠρέμα πελάζοντα. οὕτω καὶ ἀλλαχοῦ εἰπὼν «ἐν καθαρῷ» ἐπήγαγε πρὸς σαφήνειαν τὸ «ὅθι δὴ νεκύων διεφαίνετο χῶρος». Πένθους δέ ἐστι δήλωσις καὶ ἡ ἐπʼ ἀκτῆς αἴθριος τοῦ Ἀχιλλέως ἀνάκλισις. Ἰστέον δὲ ὅτι τὸ «οἳ μὲν ἕκαστος» σχῆμά ἐστιν Ὁμήρῳ σύνηθες, ὃ κοινότερον φράζεται «τῶν μὲν ἕκαστος». καί εἰσιν ἄμφω εὐσόλοικα. Ὅτι κείμενον τὸν Ἀχιλλέα, ὡς ἐρρέθη, ἐπὶ τῷ αἰγιαλῷ ὕπνος ἔμαρπτεν, ὅ ἐστι κατέλαβεν, «λύων μελεδήματα θυμοῦ, νήδυμος ἀμφιχυθείς· μάλα γὰρ κάμε φαίδιμα γυῖα Ἕκτορʼ ἐπαΐσσων. ἦλθε δʼ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο, πάντʼ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλʼ εἰκυῖα καὶ φωνήν. καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο». τοῦτο δὲ ῥηθήσεται, ἤγουν τὸ «πάντʼ αὐτῷ μέγεθός τε» καὶ ἑξῆς, ἐπὶ ἀκριβοῦς ὁμοιότητος εἴδους. «Στᾶσα δέ», φησίν, «ὑπὲρ κεφαλῆς», ὡς καὶ ἀλλαχοῦ ὁ τοῦ Διὸς ὄνειρος, ἔφη· εὕδεις· αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ”. τοῦτο δὲ τὸ ἔπος ὀνειδίζει ἀμνηστίαν φιλίας. Εἰ δὲ καὶ τεθνεώς ἐστιν ὁ ὀνειδίζων, τεθήσεται καὶ τὸ “οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος”. Καὶ ὅρα ὅτι πολυμήχανος Ὅμηρος ὢν τὰ εἰς ποίησιν οὐδὲ ὀνειροποιΐας ἀπέσχετο. παρεισκρίνει δὲ τῷ λόγῳ καὶ τὸ τοιοῦτον πλάσμα, ἵνα καὶ οὕτω ποικιλίαν τε λόγου ἐργάσηται καὶ πολυμάθειαν ἀκροατοῦ, ὡς μετʼ ὀλίγα φανήσεται. Ἰστέον δὲ ὅτι παιδευτικὸν τὸ “ὕπνος ἔμαρπτεν”. οὐ γὰρ ἡμῖν ληπτέος ὁ ὕπνος ἐπιτηδευομένοις ὑπνοῦν, ἀλλʼ αὐτὸς μετὰ κάματον ἡμᾶς καταλήψεται, λύων μελεδήματα καματηρᾶς ψυχῆς, ἃ δὴ καὶ μελεδῶνες λέγονται ὡς τὰ μέλη ἔδουσαι καὶ τήκουσαι. ὅθεν καὶ ὕπνος ἐτυμολογεῖται κατά τινας ὡς οἱονεὶ λύπονος οἷα λύων πόνους, ὧν ἀνεπαίσθητος ὁ ὑπνῶν, ὥσπερ καὶ ὁ θανών. διὸ καὶ ἀδελφοὶ ἀλλήλοις μυθεύονται ὕπνος καὶ θάνατος, καὶ λυσιμελεῖς ἄμφω ἐπονομάζονται. Τὸ δὲ “νήδυμος ἀμφιχυθείς” τί δηλοῖ, γέγραπται ἀλλαχοῦ. Σημείωσαι δὲ ὅτι οὐκ ἔστιν ἐνταῦθα ὥσπερ ἐπὶ τοῦ “Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος” πανουργεύσασθαι γράψαι ἥδυμος δίχα τοῦ ν, ὡς τῇ ὄπισθεν προσνεμηθέντος συλλαβῇ. ἐνταῦθα γὰρ οὐκ ἔστιν ἐκφυγεῖν τὸ ν, προσρυὲν τῇ γενικῇ τοῦ θυμοῦ. Τὸ δὲ “μάλα γὰρ κάμε” αἰτία ἐστὶ τοῦ βαθέος ὕπνου, γινομένου μετὰ πολὺν κάματον. ὅτε καὶ γλυκὺς ὁ ὕπνος, ὡς δηλώσει ὁ ποιητὴς ἐν τοῖς ἑξῆς, εἰπὼν κεκμηκότι τῷ Ἀχιλλεῖ γλυκὺν ὕπνον ἐφορμῆσαι. ἐνταῦθα μέντοι οὐχʼ ὁ γλυκὺς ἀλλὰ μᾶλλον ὁ βαθὺς ὕπνος χρήσιμος, ἵνα οὕτω πιθανῶς ἐπιφοιτήσῃ τῷ Ἀχιλλεῖ ὄνειρος. Τὸ δὲ “πάντʼ αὐτῷ μέγεθός τε καὶ ὄμματα” καὶ ἑξῆς, μετʼ ὀλίγα βραχυτάτῳ κόμματι παραδηλώσει, εἰπὼν “ἔϊκτο δὲ θέσκελον αὐτῷ”, ἤγουν ὡμοίωτο καὶ ἐῴκει, θεοείκελον, ἤτοι θεῖον, τουτέστι θαυμαστῶς πάνυ, ὡς δοκεῖν αὐτόχρημα εἶναι Πάτροκλον. Σημείωσαι δὲ ὅτι ἐντεῦθεν Ἀντισθένης κατὰ τοὺς παλαιοὺς ὁρμηθεὶς ὁμοιοσχήμονας ἐδόξασεν εἶναι τοῖς σώμασι τὰς ψυχάς. Χρύσιππος δέ, φασίν, ἄλλως ἢ καθʼ Ὅμηρον λέγων, διάφορός ἐστι δοξάζων σφαιροειδεῖς τὰς ψυχὰς μετὰ θάνατον γίνεσθαι. Τὸ δὲ “καὶ τοῖα εἵματα ἕστο” καινότερον διὰ ποικιλίαν ἐσχημάτισται. ἤρκει γὰρ μόνον τὸ εἵματα, ἵνα ἦν· μέγεθος καὶ ὄμματα καὶ φωνὴν καὶ εἵματα. Τὸ δὲ “στῆ δʼ ἂρ ὑπὲρ κεφαλῆς” προϊὼν ἄλλως φησὶ μετὰ περιφράσεως “ψυχὴ ἐφειστήκει γοόωσά τε μυρομένη τε”. Τὸ δὲ “εὕδεις” καὶ ἑξῆς, ὁμοιόσχημόν ἐστι τῷ “φεύγεις δή, Ἑκάεργε”; οὗ πρὸς μίμησιν καὶ παρʼ Εὐριπίδῃ τὸ “φεύγεις ἀποστραφείς με”; Τὸ δὲ “ἀκήδεις” θέμα ἔχει τὸ ἀκηδῶ, ἐξ οὗ καὶ τὸ ἀκηδέστως ἐπίρρημα, ὡς προείρηται, καὶ τὸ “ἀκήδεστοι καὶ ἄφαντοι”, καὶ ὁ κηδεμών. ἀπʼ αὐτοῦ δὲ καὶ τὸ ἀκηδιᾶν, ὡς καὶ ἐκ τοῦ μειδῶ καὶ κατηφῶ τὸ μειδιᾶν καὶ κατηφιᾶν. Ὅτι σχῆμα ἐλλείψεως καὶ ἐνταῦθα ἐν τῷ “θάπτε με ὅτι τάχιστα πύλας Ἀΐδαο περήσω”. λείπει γὰρ τὸ ἵνα ἢ ἕτερόν τι ὅμοιον, ὡς ἂν λέγῃ· θάπτε με, ἵνα περήσω. μυθικοῦ δὲ λόγου τὸ “περήσω”, οἷα τῶν ψυχῶν διʼ Ὠκεανοῦ πορθμευομένων. τοιοῦτον σχῆμα καὶ μετʼ ὀλίγα ἐν τῷ “καί μοι δὸς τὴν χεῖρα, ὀλοφύρομαι”, ἤγουν ἵνα ὀλοφύρωμαι, καὶ πάλιν “ἀλλά μοι ἆσσον στῆθι μίνυνθά περ ἀμφιβαλόντε ἀλλήλους ὀλοοῖο τεταρπώμεθα γόοιο”, ἤγουν ἵνα κορεσθῶμεν γόου. τοῦτο δὲ οἰκεῖον τῷ διʼ ἀποδημίαν κλαίειν ἐθέλοντι, ὥσπερ εἰς ἀποδήμους ποιεῖ καὶ τὸ “οὐ γὰρ φίλων ἀπάνευθεν ἑταίρων βουλὰς ἑζόμενοι βουλεύσομεν”. Ἔνθα ὅρα ὅτι ἀδείας δέεται καὶ μονώσεως καὶ ἡ βουλή, ὥσπερ καὶ ἡ φιλόσοφος μάθησις, ὃ καὶ Ἡσίοδος δηλοῖ ἐν τοῖς καθʼ ἑαυτόν. ἐν ὄρει γὰρ ἰδιάσας ταῖς Μούσαις ὡμίλησε, καὶ ὁ παρʼ Ὁμήρῳ Μίνως ἐννέωρος κατὰ Κρήτην ὁμιλῶν Διῒ κατὰ μόνας χάριν μαθήσεως. Τὸ δὲ “βουλὰς βουλεύσομεν” Ἀττικῶς ἐσχημάτισται, ὡς πολλαχοῦ δεδήλωται. Ἐν τούτοις δὲ εἰπόντος τοῦ ἐν ὀνείροις Πατρόκλου καὶ τὸ “τῆλέ με εἴργουσι ψυχαί, εἴδωλα καμόντων” ἐφερμηνευτικόν ἐστι τοῦ “ψυχαί” τὸ “εἴδωλα καμόντων”. περὶ τούτου δὲ καὶ ἐν τῇ τῆς Ὀδυσσείας Νεκυίᾳ γέγραπται. καὶ ἄλλως δὲ εἰπεῖν, ὡς ἐκ παραλλήλου ταῦτα κεῖται, τὸ “ψυχαί” καὶ τὸ “εἴδωλα καμόντων”. διὸ μετʼ ὀλίγα ἐρεῖ “ψυχὴ καὶ εἴδωλον”, ὅπερ εἴδωλον καὶ φαίνεσθαι καθʼ ὕπνους δοκεῖ τοῖς φανταζομένοις. ὅθεν καὶ παλαιὰ ἦν αἵρεσις διʼ εἰδώλων ἐμπτώσεως τοὺς ὀνείρους γίνεσθαι. ἐνταῦθα δέ, ὥσπερ καὶ ἐν τῇ Ὀδυσσείᾳ, φαίνεται δόξα εἶναι Ὁμήρῳ καὶ τοῖς κατʼ αὐτὸν μήτε ἐᾶσθαι ψυχὰς προσφάτως ἀπολυθείσας σώματος ταῖς λοιπαῖς ἐπιμίσγεσθαι ὑπὲρ ποταμοῖο—λέγει δὲ τὸν Ὠκεανόν—, ἀλλʼ αὕτως πλανᾶσθαι περὶ τὸν Ἅιδην, εἰ μὴ καῦσις καὶ ταφὴ γένηται, ἔτι δὲ δοξάζεσθαι καὶ μηδὲ τὴν ψυχὴν αὐτὴν φαντάζεσθαί τινι μετὰ πυρὰν καὶ κηδείαν, ἀλλὰ πρὸ τοῦ ταφῆναι μὲν αὐτὴν ἐκείνην ἐπιφαίνεσθαι, ὡς καὶ Εὐριπίδης διασκευάζει ἐν τοῖς κατὰ τὸν Πολύδωρον, ἐξ Ὁμήρου τὴν δόξαν ἔχων, μετὰ δέ γε τοῦτο οὐκέτι, ἀλλʼ ἑτεροῖά τινα εἰδώλων εἰκάσματα καταπέμπεσθαι. “Οὐ γὰρ ἔτι”, φησίν, “αὖτις νίσομαι”, ὅ ἐστιν ἐπανελεύσομαι, “ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε”, ἤγουν ἀξιώσητε, λαχεῖν ποιήσητε. προϊὼν δὲ λέγει διὰ τοῦ Ἀχιλλέως ὁ ποιητής, ὡς καὶ ἐν Ὀδυσσείᾳ δοξάζει, ψυχὴν μὲν καὶ εἴδωλον ἐν Ἅιδου εἶναι, φρένας δὲ αὐτῇ οὐκ εἶναι πάμπαν, τεκμαιρομένου νῦν Ἀχιλλέως τοῦτο ἐκ τοῦ αὐτὸν μὲν οὕτω σπεύδειν τὰ ὑπὲρ Πατρόκλου, ἐκεῖνον δέ, ὡς δῆθεν ἠμελημένον, λήθην προσονειδίζειν αὐτῷ. ταῦτα δὲ ὁ μανθάνων μεμνήσθω Ὁμήρου ἀκούειν, ἀνδρὸς ποιητοῦ καὶ Ἕλληνος, καὶ τοὺς περὶ ψυχῆς αὐτοῦ λήρους τῇ Ἑλληνικῇ ἀπάτῃ ἐπιγραφέτω, ἀγαπῶν, εἰ ὅλως ψυχῆς ἀθανασίαν οἶδε καὶ μονὴν αὐτῆς μετὰ θάνατον. Ἰστέον δὲ ὅτι τὸ “τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων, οὐδέ μέ πω μίσγεσθαι ἐῶσιν” ἔστι ῥηθῆναι παρά τινος κωλυομένου ἐπὶ πράξει παρά τινων οὐδαμινῶν, καὶ μάλιστα εἰ καὶ ἰσχνοὶ ἐκεῖνοι εἶεν ἢ μελαγχρεῖς. Ὧν δὴ λεπτοσώμων καὶ διὰ τοῦτο ἰσχνῶν ἐν τοῖς μάλιστα Λεωτροφίδης καὶ Θούμαντις, οἱ παρὰ Ἑρμίππῳ τῷ Κωμικῷ, λεπτότατοι ὄντες. λέγει γὰρ ἐκεῖνος “οἱ πενόμενοι ἀνάπηρά σοι θύουσιν ἤδη βοΐδια Λεωτροφίδου λεπτότερα καὶ Θουμάντιδος”. καταλέγονται δὲ τοιοῦτοι παρὰ Ἀριστοφάνει Σαννυρίων τραγῳδὸς καὶ Μέλιτος καὶ Κινησίας, οὓς καὶ πρέσβεις ὑπὸ τῶν ποιητῶν φησιν εἰς Ἅιδου πέμπεσθαι πρὸς τοὺς ἐκεῖ ποιητάς, καὶ αἰδοφοίτας τούτους καλεῖ καὶ ἐπὶ λεπτῶν ἐλπίδων ὀχεῖσθαί φησι. λέγεται δὲ καὶ Ἀρχέστρατος, ὁ μάντις, καὶ αὐτὸς ἐν τοῖς ὕστερον τῶν κηρῶν λεπτότερος εἶναι. Πολέμων οὖν φησιν ἐκεῖνον ἁλόντα ὑπὸ Πτολεμαίου καὶ ἐπὶ ζυγὸν ἐπιβληθέντα ὀβολοῦ ὁλκὴν εὑρεθῆναι ἔχοντα. εἰ δὲ καὶ Σίσυφος καὶ Πειρίθους καὶ Θησεὺς ὁ λισπόπυξ καὶ εἴ τις ἄλλος δίχα γε πάντως Ἡρακλέος δόξαιεν ἂν καὶ αὐτοὶ διὰ λειποσαρκίαν μυθευθῆναι κατελθεῖν εἰς Ἅιδην, οὐ μαρτυρεῖται ὑπὸ τῶν παλαιῶν. καὶ οὕτω μὲν ταῦτα. Ὁ δὲ ἀνωφελῶς που στρεφόμενος καὶ ἀφανῶς, καὶ μάλιστα εἰ καὶ παρʼ ἀνδράσιν ἀδίκοις, προσφυῶς ἂν ἐρεῖ τὸ “ἀλλʼ αὕτως ἀλάλημαι ἀνʼ εὐρυπυλὲς Ἄϊδος δῶ”, τουτέστι δῶμα κατὰ ἀποκοπήν. ἔφη δὲ αὐτὸ ἡ ψυχὴ τοῦ Πατρόκλου πρὸ τῆς πυρᾶς, ὡς καὶ ἀνωτέρω κεῖται. Ἐν τούτοις δὲ καὶ τὸ τέθνηκα περιφράζων φησὶν “ἀλλʼ ἐμὲ μὲν κὴρ ἀμφέχανε στυγερή”. δηλοῦται δὲ διὰ τοῦ χαίνειν τὸ ἐξ αὐτοῦ τέλος, ἤγουν τὸ καταποθῆναι. Ὅρα δὲ ὅτι ἀνωτέρω εἰπὼν κατὰ γενικὴν “πυρὸς λελάχωσιν” ὑποκαταβὰς αἰτιατικὴν ἔθετο σύνταξιν ἐν τῷ “κὴρ ἀμφέχανεν, ἥ περ λάχε γεινόμενόν περ”, ἤγουν γεννώμενον. ἔστι δὲ πολλὴ διαφορὰ ἐκείνου τοῦ λαχεῖν καὶ τούτου. ἐκεῖ μὲν γὰρ ἀλλοπαθῶς ἕτεροι λαγχάνουσί τινα πυρός, ἐνταῦθα δὲ αὐτός τις ἔλαχεν, ὡς καὶ ἐν ἄλλοις δηλοῦται. Ἰστέον δὲ καὶ ὅτι τὸ “νίσομαι”, εἰ μὲν διὰ δύο σσ γράφεται, τῆς ἀναλογίας ἐστὶ τοῦ δεδίσσω καὶ τῶν τοιούτων, εἰ δὲ ἐν ἑνὶ σίγμα, ἔστι μὲν χρόνου μέλλοντος, ἄδηλος δὲ ὁ ἐνεστὼς αὐτοῦ εἴτε ὁ γνώριμος νίσσω, εἴτε καὶ ὁ μὴ γνωστὸς νίω ὡς τίω. ὅπως δʼ ἂν ἔχοι, οὐκ ἂν ὁ καταλογάδην γράφων αὐτοῦ δέοιτο. ὅτι δέ που καὶ διὰ διφθόγγου γράφεται ἡ τοῦ νίσσεσθαι ἄρχουσα ἐν διαφόροις κατά τινας, ὡς ἀπὸ τοῦ νέω, τὸ πορεύομαι, κατὰ τὸ θέω θείω, βέω βείω, τὸ χύμα δηλοῖ τῆς ποιήσεως. ζήτει δὲ περὶ αὐτοῦ καὶ ἐν τῷ “ἐς Ὀρχομενὸν ποτινείσεται”. Ὅτι δηλῶν ὁ ποιητὴς κἀνταῦθα τοὺς ὀνείρους ἔστιν οὗ ἀληθεύειν, ποιεῖ τὴν τοῦ Πατρόκλου ψυχὴν λέγουσαν μοῖραν εἶναι τῷ Ἀχιλλεῖ “τείχει ὑπὸ Τρώων εὐηγενέων ἀπολέσθαι”. Καὶ ὅρα τὸ τοῦ χρησμοῦ εἰ καὶ μὴ λοξόν, ἀλλʼ οὐ σαφές. Ὁμήρου δὲ καὶ τοῦτο τέχνη, φθάσαντος ἑτέρως χρησμῳδῆσαι τὸ τοιοῦτον σαφέστερον. Τὸ δὲ “εὐηγενέων” πλεονασμὸν ἔχει καὶ αὐτὸ τοῦ η. Ὅτι ἐνδοιασμὸς ἐπὶ παραινέσει τὸ “ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι, αἴ κε πίθηαι”. ἔστι δὲ τὸ “ἐφήσομαι” ἀντὶ τοῦ ἐντελοῦμαι, ἐξ οὗ καὶ ἡ παραινετικὴ ἐφημοσύνη. Ὅτι ἀξιοῖ τὸν Ἀχιλλέα Πάτροκλος ἐν ὀνείρῳ οὕτω “μὴ ἐμὰ σῶν ἀπάνευθε τιθείμεναι ὀστέʼ, Ἀχιλλεῦ, ἀλλʼ ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι” καὶ ἑξῆς. Εἶτα μετὰ στίχους ἓξ ἐπαναλαβών φησιν “ὣς δέ”, ἤγουν οὕτω, “καὶ ὀστέα νῶϊν ὁμή”, τουτέστιν ἡ αὐτή, “σορὸς ἀμφικαλύπτοι, χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ”, ἡ Θέτις δηλαδή. ἦν δὲ ὁ χρυσοῦς οὗτος ἀμφιφορεύς, ὃν ἡ Θέτις πρὸς Διονύσου ἔλαβεν ἐν Νάξῳ τῇ νήσῳ, χαρισαμένου, ὅτε διωχθέντα ὑπὸ Λυκούργου αὐτὴ ἐν κόλπῳ ἐδέξατο, καθὰ ὁ ποιητὴς εἶπεν ἀλλαχοῦ. Καὶ ὅρα οἷος πολυχανδὴς ὁ κρατὴρ ἐκεῖνος, εἴγε καὶ εἰς σορὸν ἐχρημάτιζεν ὀστοῖς τοιούτοις, οὐ χάριν σοροῦ δοθείς—δυσοιώνιστον γὰρ ἂν τοῦτό γε ἦν—, ἀλλὰ νῦν ἀξιωθεὶς ἀντὶ τοῦ οἰνοδόχος εἶναι φιάλη λάρναξ ἐπιτάφιος γενέσθαι. κυρίως δέ, φασίν, ἀμφιφορεὺς τὸ μέγα κεράμειον, ὃ ἀμφοτέρωθεν φέρεται τῶν ὤτων αἰρόμενον, καθάπερ ἴσως καὶ ὁ κρατὴρ οὗτος φιάλη ὢν ἄμφωτις ἢ ἀμφωτίς, ἢ καὶ ποιητικῶς φάναι, δέπας ἄμφωες. Ἐν τούτοις δὲ ἐνθυμητέον ὡς δυοῖν θάτερον ἢ μέγιστος ὁ τοῦ Ἀχιλλέως κρατὴρ εἰς τόσον ὡς ὕστερον ἐν αὐτῷ κοινῇ τεθῆναι τὰ ὀστᾶ τοῦ τε Πατρόκλου καὶ αὐτοῦ, ἢ οὐ πάνυ λόγου ἄξια τὰ ἐκείνων ὀστᾶ, καθὰ τὰ τοῦ Μιλησίου Ἀστυδάμαντος, οὗ τελευτήσαντος, φασί, καὶ κατακαυθέντος οὐκ ἐχώρησε μία ὑδρία τὰ ὀστᾶ, μόλις δὲ δύο. ἦν δὲ ὁ ἀνήρ, ὡς ἔοικεν, ἢ βουγάϊος ἢ καὶ ὑπὲρ αὐτόν, ἐπεὶ καὶ ὑπὲρ βουθοίναν. κληθεὶς οὖν, φασίν, ἐπὶ δεῖπνον καὶ ἀφικόμενος ὑπέσχετο πάντα φαγεῖν τὰ πᾶσιν—ἦν δέ, φασίν, ἐννέα—παρασκευασθέντα καὶ κατέφαγε. τοῦ Πέρσου δέ, φασίν, αὐτὸν ἀξιώσαντος ποιῆσαί τι ἄξιον τῶν κατὰ τὴν ἰσχύν, φακὸν κλίνης περίχαλκον ὄντα κλάσας, ἐξέτεινε μαλάξας. καὶ σημειωτέον ἐνταῦθα τήν τε ἐν χερσὶ βριαρότητα τοῦ ἀνδρός, καὶ ὅτι ὁμώνυμον καὶ ὁ φακός, οὐ δήπου ὀσπρίῳ μόνῳ ἐπιλεγόμενος. καὶ τοιόνδε μὲν καὶ τοῦτο. Σορὸς δέ, φασί, παρὰ τὸ ἔσω ὀρούειν ἢ ἐρύειν, ὅ ἐστι φυλάσσειν, τὸν τεθέντα. ἅπαξ δέ, φασίν, ἐνταῦθα ἡ λέξις εἴρηται τῷ ποιητῇ, ἀφʼ ἧς καὶ σορέλλην παρὰ Ἀριστοφάνει σκῶμμα εἰς γέροντα, ὡς ἐν ῥητορικῷ εὕρηται Λεξικῷ. Ἐξ αὐτῆς δὲ καὶ σοροπηγὸς πρὸς ὁμοιότητα τοῦ ναυπηγός. δηλοῖ δὲ ἡ σορὸς καὶ αὐτὴ καθʼ αὐτὴν γέροντα σκωπτικῶς, ὡς δῆλον ἐκ τοῦ γράψαντος τὸ “γηράσασα καὶ ἤδη οὖσα σορός”. τοῦ δὲ σορέλληνος σαφέστερον εἰς σκῶμμα τὸ τυμβογέρων παρὰ τῷ Κωμικῷ. Ὁ δὲ ῥηθεὶς χρύσεος ἀμφιφορεὺς ὁ τοσοῦτος, διʼ οὗ φθάσας ὁ Ἀχιλλεὺς ἔσπεισεν ὑπὲρ Πατρόκλου τῷ Διΐ, καλῶς ἂν ἀργυρέῳ εἰκασθείη φρέατι κατὰ τὴν ὑστερογενῆ ἀστειότητα. πίνων γοῦν τις ἐκ μεγάλου ποτηρίου ἐσκώφθη ἐξ ἀργυροῦ πίνειν φρέατος. Ἰστέον δὲ ὅτι τὴν τοῦ Πατρόκλου προσηκάμενος ἀξίωσιν Ἀχιλλεὺς ἐθέλει ἐν τοῖς ἑξῆς τὰ τοῦ ἑταίρου ὀστᾶ ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ θεῖναι, ἕως ἂν αὐτὸς θάνοι. Καὶ ὅρα τὸ “δίπλακι”. συντελεῖ γάρ τι καὶ εἰς τὴν μαρμαρέην δίπλακα. εἶτα μετὰ μικρὸν ἐκεῖ καὶ ἐνεργεῖται τὸ ἀξιωθέν, ὡς ῥηθήσεται. δῆλον δὲ ὅτι φιάλην ἐκεῖ τὸν ῥηθέντα κρατῆρά φησιν. Ἔτι ἰστέον καὶ ὅτι τὸ “ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι” παράφρασίς ἐστι τοῦ “μὴ ἐμὰ σῶν ἀπάνευθεν τιθέναι ὀστέα, ἀλλʼ ὁμοῦ”; καὶ ὅτι δύναταί τις ἐντεῦθεν ἐπὶ φιλικῆς κοινωνίας παρῳδῆσαι τὸ “μὴ ἐμὰ σῶν ἀπάνευθεν τιθέναι, ἀλλʼ ὁμοῦ”. ἐν τούτοις δὲ δεξιῶς παρεισάγων καὶ εὐμεθόδως ὁ ποιητὴς καὶ τὴν περὶ Πατρόκλου ἱστορίαν, ὅθεν τε ἦν ἱστορεῖ καὶ τίνος πατρὸς καὶ περὶ ἡλικίας, καθʼ ἣν συνανετράφη τῷ Ἀχιλλεῖ. Φησὶ γοῦν τῷ Ἀχιλλεῖ ὁ ἐν ὀνείροις Πάτροκλος περὶ ἑαυτοῦ, ὅτι “με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος ἤγαγεν ὑμέτερόνδʼ ἀνδροκτασίης ὑπὸ λυγρῆς, ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος, νήπιος, οὐκ ἐθέλων, ἀμφʼ ἀστραγάλοισιν χολωθείς· ἔνθα με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς ἔτρεφέ τʼ ἐνδυκέως”, ἤγουν ἐπιμελῶς, “καὶ σὸν θεράποντʼ ὀνόμηνε”. Καὶ ὅρα ὅτι οὐκ ὤκνησεν Ὅμηρος καὶ διὰ ἱστορίας ἐλθεῖν ἀφελοῦς διὰ προσώπου ποιότητα, ὑποκαταβὰς τοῦ ὕψους τῆς σεμνότητος. τὰ γὰρ κατὰ τὴν ἀνδροκτασίαν καὶ μᾶλλον τὰ κατὰ τοὺς ἀστραγάλους ἀφελῆ καὶ παρέλκοντα. καὶ τάχα καὶ διὰ τοῦτο παρεσημήνατο διὰ τοῦ Ἀχιλλέως ὁ ποιητὴς μὴ πάμπαν εἶναι φρένας τῷ εἰδώλῳ, οὗπερ ταῦτά εἰσι λόγοι, καταγιγνώσκων οὐ βάθος φρενῶν τοῦ ἐν μεγάλῳ πένθει παιδικὰ λαλοῦντος ἀθύρματα. Ὅτι δὲ Ὀπούντιος ὁ Μενοίτιος καὶ τίς ἡ Ὀπόεις πόλις ἡ ἐν συναιρέσει Ὀποῦς, πολλαχοῦ δεδήλωται. νῦν δὲ ἐξ Ὁμήρου ἐφάνη καὶ πῶς Ὀπούντιος ὁ Πάτροκλος ὢν παρὰ Θετταλοῖς ἦν, ὅτι δηλαδὴ φυγὰς διὰ φόνον γενόμενος παιδὸς ἥλικος. Ἰστέον δὲ ὅτι κατὰ τοὺς παλαιοὺς καταχρηστικῶς ἀνδροκτασία ἐνταῦθα εἴρηται. παῖδα γὰρ κατέκτανε, καὶ οὐ τέλειον ἄνδρα. καὶ μὴν ἄλλως κατὰ τὸ φύσει σημαινόμενον τοῦ ἀνδρός, ὅπερ ἐν πολλοῖς δηλοῦται, ἄνδρα ἀνεῖλεν, ἤγουν ἄνθρωπον ἄρρενα. ἔτι δὲ καὶ ἑτέρως, καθά φασι καὶ αὐτὸ οἱ παλαιοί, ἀνδροκτασία καὶ ἡ παιδοφονία λέγεται κατὰ τὴν ἀπὸ μέρους δήλωσιν τοῦ παντός. ἀνδροφόνος γὰρ ὁ ἁπλῶς ἄνθρωπον ἀναιρῶν, εἴτε παῖς εἴη πεσών, εἴτε ἀκμαῖος, εἴτε καὶ γυνή. Τὸ δὲ “τιθείμεναι” κοινῶς μὲν τιθέναι, ποιητικῶς δὲ τιθέμεναι, προσλήψει δὲ τοῦ ι διὰ δάκτυλον μετρικὸν “τιθείμεναι”. Γραφῆναι δὲ διὰ τοῦ ἦτα τὴν προπαραλήγουσαν κατὰ τὸ βήμεναι, τυφθήμεναι καὶ τὰ ὅμοια, οὐκ ἦν ἀνάλογον. οὐ γὰρ προϋπέκειτο τοῦ τιθέναι ἦτα, ἵνα ἐξ αὐτοῦ γένηται διὰ τοῦ η καὶ τὸ “τιθείμεναι”. διὰ τί δὲ οὐκ ἐδιπλασίασε τὸ μ ἐν τῷ τιθέμεναι ὁμοίως τῷ ἔμμεναι, καὶ πάλιν διὰ τί μὴ ἦν εἴμεναι ὡς τιθείμεναι, λυέτωσαν οἱ βουλόμενοι. Τὸ δὲ “ὑμέτερόνδε” κατʼ ἔλλειψιν ἐφράσθη τοῦ οἶκον ἢ δῶμα. οὕτω καὶ ἡ κοινὴ γλῶσσα “εἰς τὰ ὑμέτερα” φησί, δηλαδὴ δώματα ἢ οἰκία. μάλιστα δὲ ἀπὸ κοινοῦ ἐνταῦθα νοεῖται ὁ δόμος ἤγουν ἐκ τοῦ ἐν ὑμετέροισι δόμοισιν», ἵνα ᾖ· ἤγαγεν εἰς ὑμέτερον δόμον. Ἐν δὲ τῷ «ὑπὸ λυγρῆς» αἰτιολογικοῦ συνδέσμου ἐπέχει τόπον ἡ ὑπο πρόθεσις, ἵνα ᾖ· ἕνεκεν ἀνδροκτασίας λυγρῆς. Τὸ δὲ «νήπιος» καὶ αὐτὸ διασαφητικόν ἐστι τοῦ «ὁμοῦ ἐτράφημεν». ὁ γὰρ οὕτω νήπιος, ὡς ἀστραγάλοις ἐναλύειν, καλῶς ἔφη ὁμοῦ τραφῆναι τῷ Ἀχιλλεῖ τυτθὸς ἐών. Τὸ δὲ «ἀμφʼ ἀστραγάλοισιν», Ἀττικῶς ῥηθὲν εὕρηται καὶ γένους θηλυκοῦ. ἐν γὰρ παλαιοῖς ὑπομνήμασι φέρεται ὅτι οἱ πλείους «ἀμφʼ ἀστραγάλῃσι» γράφουσι. καὶ ἔστιν Ἰωνικὸν ἡ ἀστραγάλη, ὡς καὶ ἐν ῥητορικῷ εὕρηται Λεξικῷ, ἐν ᾧ καὶ ὅτι τοὺς ἀστραγάλους καὶ ἀστρίχους λέγουσιν. Ἰστέον δὲ ὅτι τε οἱ περὶ πόδας ἀστράγαλοι οὕτω λέγονται, ὡς οἷον ἀστράβαλοι ἐναλλαγῇ τοῦ βῆτα, διʼ ὧν ἀστραβῶς ἔστι βαίνειν, καὶ ὅτι αἱ ἀστραγαλωταὶ μάστιγες ἐκ τοιούτων τινῶν ἐνειρομένων κατεκροτοῦντο, καὶ ὅτι ἐνταῦθα οὐ τοιούτους ἀναγκαίως ἀστραγάλους νοητέον, ἀλλὰ μᾶλλον παιδιάν, καθʼ ἣν ἔπαιζον, φασίν, ἀστραγάλοις, καὶ τὸ οὕτω παίζειν ἀστρίζειν ἔλεγον, καὶ τοὺς τοιούτους ἀστραγάλους ἀστρίας ἢ ἄστριας. Καλλίμαχος οὖν ζορκός που λέγει δωρηθῆναί τινι πέντε νεοσμίκτους ἄστριας. ἐπαίζετο δὲ ἡ παιδιὰ τέσσαρσιν ἀστραγάλοις. ὧν ἕκαστος πτώσεις εἶχε τέσσαρας, οὐ μὴν ἓξ κατὰ τοὺς κύβους, ἐξ ἑβδομάδος κατʼ ἀντίθετον συγκειμένας. ἀντέκειτο γὰρ μονὰς καὶ ἑξάς, εἶτα τριὰς καὶ τετράς, δυὰς δὲ καὶ πεντὰς ἐπὶ μόνων κύβων ἦν ὡς ἐχόντων ἐπιφανείας ἕξ. ἦσαν δέ, φασίν, αἱ πᾶσαι πτώσεις τῶν ἀστραγάλων παραλαμβανομένων, ὡς ἔθος, πέντε καὶ τριάκοντα. ὧν αἱ μὲν θεῶν ἐπώνυμοι, αἱ δὲ ἡρώων, αἱ δὲ ἐνδόξων ἀνδρῶν, αἱ δὲ ἑταιρίδων, αἱ δὲ ἀπό τινων συμβεβηκότων κατὰ τιμὴν ἢ χλεύην προσηγόρευνται. ἐλέγετο δέ τις ἐν αὐταῖς καὶ Στησίχορος, ὁ τὴν ὀκτάδα δηλαδὴ σημαίνων, ἐπεὶ ὁ ἐν Ἱμέρᾳ τῇ Σικελικῇ τάφος τοῦδε τοῦ μελοποιοῦ ἐξ ὀκτὼ γωνιῶν συνέκειτο, ἑτέρα δὲ ἐκαλεῖτο Εὐριπίδης, ἡ δηλαδὴ σημαίνουσα τὰ τεσσαράκοντα, ἐπειδὴ δοκεῖ ὁ Εὐριπίδης γενέσθαι εἷς τῶν ἐν Ἀθήναις τεσσαράκοντα προστατῶν μετὰ τὴν κατάλυσιν τῶν τριάκοντα. τῶν δὲ βόλων, φασίν, ὁ μὲν τὸ ἓξ δυνάμενος Κῷος ἐλέγετο καὶ ἑξίτης, ὁ δὲ τὸ ἓν Χῖος καὶ κύων. ὅθεν καὶ παροιμία «Χῖος παραστὰς Κῷον οὐκ ἐάσω». καθʼ ἣν παρὰ Στραττίδι τῷ Κωμικῷ τὸ «Χῖος παραστὰς Κῷον οὐκ ἐᾷ λέγειν», ὃ παραλαλεῖ καὶ Ἀριστοφάνης ἐν τῷ «οὐ Χῖος, ἀλλὰ Κεῖος» ἢ «Κῷος». δηλοῖ δὲ ὁ ῥηθεὶς κύων βόλος ἀνταναίρεσίν τινα ψήφου. ἐν χώραις γάρ τισι διαγεγραμμέναις πεττευτικῶς πολλῶν κειμένων ψήφων, ἃς ἐχρῆν ἀνταναιρεῖν, αἱ μὲν χῶραι πόλεις ἐλέγοντο νόμῳ κυβευτικῷ, κύνες δὲ αἱ ἀλλήλαις ἀντεπιβουλεύουσαι ψῆφοι. ὡς δὲ καὶ πολλοῖς ἀστραγάλοις ἔπαιζον, καθὰ καρύοις, ζητητέον ἐν τῷ Πλούτῳ τοῦ Κωμικοῦ. Τὸν δὲ ῥηθέντα παῖδα οἱ μὲν Αἰάνην φασὶ καλεῖσθαι, οἱ δὲ Λύσανδρον, οἱ δὲ Κλεισώνυμον, παρὰ Ὀθρυονεῖ τῷ γραμματιστῇ ἀποκταθέντα. Τὸ δὲ «ἐνδυκέως», περὶ οὗ καὶ ἀλλαχοῦ κεῖται, δοκεῖ Αἰολικὸν εἶναι καὶ τρέψαι τὸ πρωτότυπον ο εἰς υ, ὡς ἀπὸ τοῦ δοκεῖν, ἐξ οὗ ὁ δεδοκημένος καὶ τὸ δοκεύειν, ἢ καὶ ὅθεν ὁ πάνδοκος καὶ ἡ πανδοκεύτρια, ἵνα ᾖ ἐνδυκέως τὸ δοκευτικῶς καὶ μετʼ ἐπιτηρήσεως ἢ δεξιώσεως. τινὲς μέντοι παρὰ τὴν δίκην αὐτὸ εἶπον γενέσθαι. Τὸ δὲ «ὁμὴ σορός» εἴληπται μὲν ἐκ τοῦ ὁμοῦ τραφῆναι, δηλοῖ δὲ, ὡς οἱ ὁμοῦ τραφέντες καὶ ὁμῆς κύλικος πεπωκότες καὶ ὁμὴν ἕξουσι τοιαύτην σορόν, ἵνα λέγῃ ἀστείως τις, ὡς οἱ πιόντες κρατῆρα φιλοτήσιον ἐν τῷ ζῆν τὸν αὐτὸν ἔσχον καὶ θανάτου κρατῆρα ταφέντες ἐν τοιούτῳ ὁμοῦ. δῆλον δὲ ὡς ἡ γενικὴ τοῦ ὁμός ὁμοῦ εἰς ὀνοματικὸν ἐπίρρημα μετέπεσε, τὸ ὁμοῦ, ὁμοίως τῷ αὐτοῦ, ἵνα ᾖ τὸ ὁμοῦ ἀντὶ τοῦ ἐπὶ ὁμοῦ τόπου κατὰ σχῆμα ἐλλειπτικόν, ὥσπερ καὶ τὸ αὐτοῦ, ἤγουν αὐτόθι, ἀντὶ τοῦ ἐπʼ αὐτοῦ τοῦ τόπου. Ὅτι ὁ ἱκετευθεὶς ὑπὸ γνησίου φίλου καὶ καταπεισθεὶς δύναται εἰπεῖν τὸ «τίπτε μοι ἠθείη», τουτέστιν ἀδελφική, «κεφαλὴ δεῦρʼ εἰλήλουθας, καί μοι ταῦτα ἕκαστʼ ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι πάντα μάλʼ ἐκτελέω καὶ πείσομαι, ὡς σὺ κελεύεις». Ἰστέον δὲ ὅτι, ὥσπερ πρὸ ὀλίγου μακρὰν ἔννοιαν τὴν τοῦ εἰκασμοῦ τοῦ Πατρόκλου ἑνὶ κόμματι ὁ ποιητὴς προϊὼν ἐμπεριέγραψεν, εἰπὼν ὅτι «ἔϊκτο δὲ θέσκελον αὐτῷ», οὕτω καὶ νῦν, τοῦ Πατρόκλου ἐν ὕπνῳ διάφορα τῷ Ἀχιλλεῖ ἐντειλαμένου κομματικῶς, ἐκεῖνα δηλοῖ Ὅμηρος ἐν τῷ «ταῦτα ἕκαστα ἐπιτέλλεαι», καὶ πάλιν μετʼ ὀλίγα «καί μοι ἕκαστα ἐπέτελλε». ταὐτολογεῖν γὰρ οὐδʼ ἐνταῦθα βούλεται εἰς οὐδὲν καίριον. Ἠθεῖα δὲ κεφαλή ἐκ τοῦ ἠθεῖος γίνεται, περὶ οὗ πολλαχοῦ δεδήλωται, Χαμαιλέοντος δέ, φασί, τοῦ γραμματικοῦ, γράψαντος «ὦ θείη κεφαλή» μέμφονται οἱ παλαιοί. ἠθεῖον μὲν γὰρ ὀνομάσαι ἀδελφικῶς τὸν προγενέστερον φίλον εἴη ἂν καλόν. τὴν δὲ τοῦ θείου πρόσρησιν, οἷον «θεῖος ὄνειρος» καὶ τὰ τοιαῦτα, οὐ τῷ τυχόντι διδόναι χρή, καὶ μάλιστα νεκρῷ ἁπλῶς. Ὅτι δεξιωτικὸν ἐπὶ φίλῳ οἰκτρῷ τὸ «ἀλλά μοι ἆσσον στῆθι, μίνυνθά περ ἀμφιβαλόντες ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο», καθὰ καὶ προγέγραπται. λέγει δὲ ἀμφιβαλεῖν τὸ περιπλακῆναι. Ὅτι ἐπί τινος ἐκπεσόντος ὧν ὡς οἷον ὀνειροπολῶν ἐν χερσὶν ἔχειν ἐδόκει, ῥηθήσεται τὸ «ὠρέξατο χερσὶ φίλῃσιν, οὐδʼ ἔλαβεν». Ἀχιλλεὺς δὲ τοῦτο ἔπαθε καθʼ ὕπνον, ταῖς χερσὶν ἐκταθεὶς ἅψασθαι τῆς ψυχῆς Πατρόκλου, μὴ λαβὼν δέ. «Κατὰ χθονὸς» γάρ, φησίν, «ἠΰτε καπνὸς ᾤχετο τετριγυῖα». καὶ τὸ μὲν «τετριγυῖα», ληφθὲν ἀπὸ νυκτερίδων, ἐν τῷ τῆς Ὀδυσσείας ωʹ φαίνεται, τί δηλοῖ. τὸ δὲ «καθὰ καπνός» διὰ τὸ πνευματῶδες καὶ φαντασιῶδες εἴρηται. Ἰστέον δὲ ὅτι λέγεται μὲν καὶ χιὼν τετριγέναι, ὅτε πλατεῖ ποδὶ καταπατεῖται, μάλιστα δέ, φασί, στρουθάρια, ὧν καὶ ἡ βῆτα ῥαψῳδία ἐμνήσθη, τρίζουσιν ἢ τιτίζουσι κατὰ Ζηνόδοτον. τρυγὼν μέντοι τρύζει, ὡς καὶ τοὔνομα ἐκείνης δηλοῖ, ὥσπερ ἡ ὀλολυγὼν ὀλολύζει. πέρδικες δέ τινες κακκαβίζουσιν, οἳ καὶ καλοῦνται διʼ αὐτὸ κακκάβαι. ἴσως δὲ καὶ κικκαβάζουσιν, ὡς ἐμφαίνει ὁ Κωμικὸς ἐν τῷ κικκαβαῦ”. ὅτι δὲ κακκάβη καὶ σκεῦός ἐστι χαλκοῦν, ὅπερ κοινῶς κακκάβιον λέγεται, δηλοῖ ὁ γράψας τὸ “ἐν κακκάβᾳ ζεούσῃ”. ὡς δὲ οἱ πέρδικες καὶ τιτυβίζουσι, Θεόφραστος ἱστορεῖ. δῆλον δὲ καὶ ὅτι, ὥσπερ ἐν τῷ “λέβης ζέων”, οὕτω καὶ ἐν τῷ “κακκάβᾳ ζεούσῃ” ἀνεῖται τὸ ζέειν πρὸς τὸ βράττειν καὶ τὸ ἐξ αὐτοῦ βράσμα καὶ πρὸς τὸ κάχλασμα καὶ πρὸς τὸ παφλάζειν, εἰς ὃ ποιεῖ Φερεκράτης τὸ “λοπὰς παφλάζει βαρβάροις λαλήμασι”. Τοῖς δὲ Ὁμηρικῶς ῥηθεῖσιν ἐπαχθὲν μετὰ τὸ “ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεύς” τὸ χερσί τε συμπλατάγησεν», ὅ ἐστι τὰς χεῖρας συνεκρότησεν ὡς ἐπὶ παραδοξίᾳ τινί, θρῆνον μὲν δηλοῖ τινα καὶ αὐτό. διὸ ἐπάγει «ἔπος δʼ ὀλοφυδνὸν ἔειπε». δύναται δὲ καὶ ἐπὶ ἐκπλήξεως καὶ θάμβους τὸ αὐτό ποτε γενέσθαι. Ὀππιανὸς δὲ καὶ ἐπὶ ὀστρέων τῇ λέξει ἐχρήσατο, εἰπὼν «ὄστρακα συμπλατάγησε». Τοῦ δὲ «ὀλοφυδνόν» πρωτότυπον τὸ ὀλοφύζω, δύσχρηστον ῥῆμα, ὡς καὶ ἀλλαχοῦ δεδήλωται. Ἰστέον δὲ ὅτι ἐν τούτοις τὸ «ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεύς» ἐπίτασιν ἔχει τοῦ ἐν ταῖς Λιταῖς εἰρημένου τάφου, ὅ ἐστι τῆς κατὰ ψυχὴν ἐκπλήξεως, ἔτι δὲ καὶ τῆς ἀνορούσεως, εἴτʼ οὖν σπουδαίας ἀναστάσεως. βάλλει δέ τισιν ἐς νοῦν ἴσως καὶ ὡς δεξιῶς ἐνταῦθα κεῖται τὸ ταφών, ἔνθα περὶ νεκροῦ ὁ λόγος καὶ τῆς κατʼ αὐτὸν ταφῆς. Ὅτι ἐπί τινος ψευδομένου τὸν κυρίως ἄνθρωπον ἔστιν εἰπεῖν σκωπτικῶς τὸ «ὢ πόποι, ἦ ῥά τίς ἐστι καὶ τῷ δεῖνι ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν». Ἐπὶ δὲ φίλου διʼ ὄναρ οἰκτιζομένου καλὸν εἰπεῖν τὸ «παννυχίη γάρ μοι ἡ τοῦ δεῖνος ψυχὴ ἐφειστήκει γοόωσά τε μυρομένη τε, καί μοι ἕκαστʼ ἐπέτελλεν». Ἀχιλλεὺς δὲ καὶ ταῦτα περὶ τοῦ φίλου Πατρόκλου φησίν. Ὅτι κοινοῦ θρήνου μακροῦ νυκτέρου ἐπὶ νεκρῷ δηλωτικὸν τὸ «τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο. μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος ἠὼς ἀμφὶ νέκυν ἐλεεινόν». λέγει δὲ νῦν «ἐλεεινόν» τὸν ὑπὸ πάντων οἰκτιζόμενον Πάτροκλον. σημαίνει δέ ποτε ἡ λέξις καὶ τὸν μήπω μὲν ἠλεημένον, δεόμενον δὲ τοῦ ἐλεηθῆναι. Ὅρα δὲ καὶ ὡς οὐκ ὤκνησε τὸ «τοῖσι» δὶς θεῖναι ὡς ἐν σχεδιασμῷ. Ὅτι ἐπεὶ παντὶ ἔργῳ σπουδαίῳ οἷα καὶ σώματι κεφαλὴν ἐπεῖναι δεῖ, ἐπιστατεῖν ἐνταῦθα Μηριόνης ᾑρέθη τοῖς ἄγουσιν ὕλην εἰς τὴν τοῦ Πατρόκλου πυράν, ὡς ἂν ἐπισπέρχῃ αὐτούς, ἢ καὶ ὡς εὖ πάλαι εἰδὼς τὰ τοιαῦτα κελεύειν, ὅσγε προϊὼν ἀνώγει τοὺς ὑλοτόμους φέρειν φιτροὺς ἐπὶ τῶν ὤμων, γυμνάζων εἰδημόνως μὴ κούφους ἐν ταῖς χρείαις διατελεῖν. καὶ οὕτω μὲν ὁ Μηριόνης ἐπιστάτης τοῦ ἔργου πρὸς βασιλέως ᾑρέθη. Ὁ δὲ βασιλεὺς αὐτὸς ἐκεῖνος ἐξελαύνων, ὡς ἡ καθʼ ἡμᾶς νῦν φράσοι ἂν γενεά, τοὺς ὑλοτομήσοντας «οὐρῆάς τʼ ὤτρυνε καὶ ἀνέρας ἀξέμεν», ὅ ἐστι κλάσειν, ὡς εἴρηται, ἢ ἀγαγεῖν «ὕλην, πάντοθεν ἐκ κλισιέων», κατὰ ἐπιλογὴν δηλαδὴ καὶ πρὸς ἔνδειξιν δὲ τοῦ εὐρυκρείων εἶναι. Εἶτα φράζει ὁ ποιητὴς τὴν ἀκολουθίαν τῆς ὑλοτομίας, εἰπὼν «οἳ δʼ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες σειράς τʼ εὐπλέκτους, πρὸ δʼ ἂρ οὐρῆες κίον αὐτῶν», ἤγουν προεπορεύοντο αὐτῶν, «πολλὰ δʼ ἄναντα κάταντα πάραντά τε δόχμιά τʼ ἦλθον. ἀλλʼ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης», τῆς προγραφείσης, «αὐτίκʼ ἄρα δρῦς ὑψικόμους ταναηκέϊ χαλκῷ τάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαι πῖπτον. τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσὶ δατεῦντο», τουτέστι συντεταμένως ὥδευον «ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά. πάντες δʼ ὑλοτόμοι», ὡς Ἰδομενεὺς ἐκέλευσε, «φιτρούς», ὡς ἐρρέθη, «φέρον», ὅ ἐστι κορμούς. Περὶ ὧν εἰ καὶ προείρηται, ἀλλὰ καὶ νῦν ἐπισημαντέον, ὡς μάλιστα ἔοικεν ὁ φιτρός φίτυρός τις εἶναι ὡς ἀπὸ τοῦ φῖτυ, ὃ δηλοῖ φυτὸν ἢ φύτευμα, ὡς Ἀριστοφάνης Εἰρήνῃ «πόθεν τὸ φῖτυ; τί τὸ γένος; τίς ἡ σπορά» πάντως δʼ ἐκ τοῦ φιτύω φιτύσω, τὸ γεννῶ, φῖτυς ὁ γεννῶν, καὶ τὸ οὐδέτερον φῖτυ. Ὑλοτόμους δὲ πελέκεας εἶπε πρὸς διαστολὴν τῶν τε σφαγέων καὶ τῶν εἰς ἆθλα τιθεμένων καὶ τῶν ἄλλων ἐν οἷς καὶ αἱ προϊστορηθεῖσαι πολεμικαὶ ἀξῖναι. Σειραὶ δὲ πλέγματά τινα ἢ ἀπὸ σχοίνων ἢ σπάρτων ἢ ἄλλοθεν. Κεκοίνωται δὲ ἡ λέξις, ὡς δηλοῖ παρʼ ἡμῖν τὰ σειράδια. Οὐρῆες δὲ πόθεν ἐτυμολογοῦνται, προδεδήλωται. φαίνεται δὲ νῦν εὔλογον εἶναι καὶ ἀπὸ τοῦ ὄρους αὐτὰς παρωνομάσθαι. ἰδοὺ γὰρ νῦν χρησίμως ἐν κνημοῖς ἢ κατά τινας κρημνοῖς, τοῦ κατὰ τὴν Ἴδην ὄρους πονοῦνται. Ὅτι δὲ ταὐτὸν ὀρέα εἰπεῖν καὶ ἡμίονον, δηλοῖ τὸ «ἔκδεον ἡμιόνων», αἳ καὶ θηλυκῶς προφέρονται. Ἄναντα δὲ τὰ προσάντη καὶ ἀνωφερῆ, κάταντα δὲ τὰ κατωφερῆ, πάραντα δέ, ὡς ἐν ῥητορικῷ κεῖται Λεξικῷ, πλάγια, ἑτεροκλινῆ, ἢ προσώμαλα καὶ γήλοφα, δόχμια δὲ τὰ πλάγια. Τούτοις δὲ πᾶσιν ἡ πεδιὰς διαφέρει τῆς ὀρεινῆς, ἐφʼ ἧς αἱ ἡμίονοι πονούμεναι τοῦ πεδίου ἔλδονται. Ἰστέον δὲ ὅτι τε τὸ ἄναντα ἐκ τοῦ ἀνάντεα δοκεῖ συγκεκόφθαι. ὡς γὰρ ἐξάντης ἀρσενικὸν καὶ ἔξαντες οὐδέτερον, οὗ πληθυντικὸν ἐξάντεα, οὕτω καὶ ἀνάντης ἄναντες ἀνάντεα, ὅθεν τὸ ἄναντα. τὸ δʼ αὐτὸ καὶ ἐπὶ τοῦ κάταντα καὶ πάραντα πρὸς ὁμοιότητα τοῦ ἐναντία ἔναντα, καὶ ὅτι ἢ ἓξ οὐσῶν κακιῶν τοῦ ἔπους, ὡς ἑτέρωθι σαφῶς δεδήλωται, κακίζεται καὶ τὸ «πολλὰ δʼ ἄναντα» καὶ ἑξῆς. καὶ λέγεται ἡ τοιαύτη ἐπικὴ κακία, ἐπισυνέμπτωσις οὖσα λέξεων, ὁμοιοκαταληξία καὶ τῶν αὐτῶν συμφώνων ἐπαλληλία. Ἔτι ἰστέον καὶ ὅτι ἀπὸ τῆς δοχμῆς ἢ δόκμης βαρυτόνως γίνεται τὸ δόχμιον, περὶ ἧς Αἴλιος Διονύσιος φησιν οὕτω· δόχμη τὸ τετραδάκτυλον. Ἀρίσταρχος δὲ ὀξύνει, ὡς δηλοῖ καὶ ὁ Κωμικὸς ἐν τῷ «οὗτοι δʼ ἀφεστήκασι πλεῖν ἢ δύο δοχμά». ἐν μέντοι, φησί, τοῖς ἀκριβεστέροις ἀντιγράφοις ὀξεῖα ἐπίκειται τῇ πρώτῃ συλλαβῇ κατὰ τὸ λόχμη, λόγχη, ὄχθη, ὄγχνη. Ἕτερος δέ τις λέγει καὶ αὐτός, ὅτι δόχμη, ὡς ὄχθη καὶ στάθμη κατὰ Τρύφωνα, εἰ καὶ Ἀρίσταρχος ὀξύνειν ἀξιοῖ. Παυσανίας δὲ εἰπὼν καὶ αὐτὸς ὅτι δόχμη τὸ τετραδάκτυλον, ἐπάγει· Κύπριοι δὲ τὴν παλαιστήν. ἴσως δέ, φησί, διὰ τὸ πλαγιάζειν τῇ χειρὶ ἐν τῷ μετρεῖν. δόχμιον γὰρ τὸ πλάγιον. ὥστε οὗτος προϋπάρχειν βούλεται τῆς δόχμης τὸ δόχμιον. Κνημοὶ δέ, ὡς καὶ ἀλλαχοῦ δεδήλωται, τὰ ὑψηλότερα τῆς ὑπωρείας, ἔνθα συλλειβομένων τῶν ὑδάτων ὕλη πυκνοῦται. τὰ γὰρ κορυφαῖα τοῦ ὄρους δυσάντη τε ὑλοτόμοις καὶ οὐδὲ λάσιά εἰσι. Τὸ δὲ «κτυπέουσαι πῖπτον» καὶ αὐτὸ ἀνέστραπται. πίπτουσαι γὰρ μᾶλλον ἐκτύπουν. Διαπλήσσειν δὲ τὸ εἰς μικρὰ τέμνειν φησίν, ὅπερ ὁ Παυσανίας κατακορμίσαι λέγει, ἕτεροι δὲ ἀντὶ τοῦ «διαπλήσσοντες» «διαρρήσοντες» γράφουσιν. Ἐκδεῖσθαι δὲ ἡμιόνων τὴν ὕλην ἢ κατὰ λόγον φόρτου νοητέον ἢ ἐφʼ ᾧ ἕλκεσθαι αὐτὴν συρομένην, ὅπερ νοεῖν ὑποβάλλει που καὶ ὁ κολοσυρτός, περὶ οὗ ἀλλαχοῦ εἴρηται. Δατεῖσθαι δὲ χθόνα ποσσὶν ἀντὶ τοῦ μερίζεσθαι, κόπτεσθαι. διὸ καὶ κόνις ἡ οὕτω κνωμένη γῆ. καὶ ἄλλως δὲ δατεῖται γῆ ποσὶν ἐν τῷ εὐτάκτως βαδίζειν καὶ ὡς ἐν μερισμῷ τοὺς μὲν τῇδε, τοὺς δὲ ἑτέρωσε βαίνειν. Ἔλδονται δὲ πεδιάδος αἱ ἡμίονοι, ὡς φύσει τῶν τραχέων τόπων μὴ φιλουμένων ζῴοις. δηλοῖ δὲ αὐτὸ καὶ τὸ «ἵππος εἰς πεδίον». Ἐν τούτοις δὲ τὸν Μηριόνην θεράποντα Ἰδομενέως εἰπὼν ἀγαπήνορος ὑποδηλοῖ οὕτω πως καὶ ἀγήνοράς τινας λέγεσθαι. ὡς γὰρ ἀγαπήνωρ ὁ ἀγαπῶν ἠνορέην, οὕτω καὶ ἀγήνωρ ὁ ἀγώμενος, ὅ ἐστι θαυμάζων, ἠνορέην. ὁ τοιοῦτος δὲ νοῦς καὶ τὸν Ἀγαπήνορα καὶ τὸν Ἀγήνορα τὰ κύρια παρήγαγε. Πρὸς τοῖς εἰρημένοις ἐπισημαντέον περὶ Μηριόνου μέν, ὡς καλῶς εἰς ἐπιστασίαν ἐπελέγη τῶν ὑλοτόμων οἷα εὖ εἰδὼς ἔθει Κρητικῷ. εἶχε γὰρ ἡ Κρήτη θεράποντας, οὓς ἐκάλουν οἱ ἐγχώριοι καλοφόρους, ἤγουν ξυλοφόρους. κᾶλα γὰρ τὰ ξύλα, ἐξ ὧν κατά τινας καὶ κῆλα τὰ βέλη. τάχα οὖν καὶ ἐσπουδάζετο ἐκεῖ τὸ ξυλοφορεῖν. ἴσως δὲ καὶ Κρητικὴ λέξις τὸ κᾶλον. Περὶ δὲ ἡμιόνων ἐνθυμητέον παροιμίαν ἐκ τῶν τοῦ Θεόγνιδος, τὸ «ἵνα γνοίη ὅσσον ὄνων κρέσσονες ἡμίονοι», ταλαεργοὶ δηλαδὴ ὄντες καὶ δεξιοὶ πονεῖν καὶ ἀχθοφορεῖν. ἔτι ῥητέον καὶ ὡς οὐ μόνον ὑλοτόμοι πελέκεες, ἀλλὰ πάντως καὶ ἄνδρες, εἴγε καὶ δρυτόμος λέγεται ἀνήρ. εἰς τὸν αὐτὸν δὲ νοῦν ἄγεται δρυτόμος καὶ ὑλοτόμος. Ὅτι τὸ τὴν ὕλην ἐκ τῶν ἡμιόνων καταρρῖψαι καταβαλεῖν τε ἐπʼ ἀκτῆς λέγει, οἷον «κὰδ δʼ ἂρ ἐπʼ ἀκτῆς βάλλον ἐπισχερώ», καὶ πάντῃ παρακαταβαλεῖν, οἷον «πάντῃ παρακάββαλον ἄσπετον ὕλην». ἔστι δὲ καταβαλεῖν μὲν τὸ κάτω θεῖναι ἢ ῥῖψαι, παρακαταβαλεῖν δὲ τὸ καταθεῖναι ἢ καταρρῖψαι ἐγγὺς τοῦ δέοντος τόπου, ὅπερ πρὸ ὀλίγου παρασχεῖν ἔφη, ὡς ἐκεῖ γέγραπται, ἀφʼ οὗ καὶ νῦν οἱ περὶ τέχνας παροχὴν λέγουσι τὴν εἰς τὸ κατʼ αὐτοὺς ἔργον ὑλικὴν χορηγίαν. ὥσπερ δὲ οὗτοι ἀπὸ τοῦ παρέχειν φασὶ παροχήν, οὕτως οἱ σοφοὶ ἀπὸ τοῦ καταβάλλειν καταβολὴν τὴν θέσιν ἤτοι δόσιν, οἷον καταβολὴν χρέους ἢ χάριτος. οἱ δʼ αὐτοὶ καὶ ἐκ τοῦ παρακαταβαλεῖν ὕλην, ἤγουν παρακαταθεῖναι, τὸ τῆς παρακαταθήκης ἐποίησαν ὄνομα, ὥσπερ καὶ τὸ τῆς παραθήκης ἐκ τοῦ παραβαλεῖν, ὅπερ ἀλλαχοῦ γέγραπται. ἀκολούθως δὲ καὶ τὸ παρακαταθέσθαι καὶ τὸ καταθέσθαι τὰ τῇ παραθήκῃ καὶ τῇ παρακαταθήκῃ σύστοιχα. Τὸ δὲ «ἐπισχερώ» ποιητικόν ἐστι ἐπίρρημα, ὀξυνόμενον μὲν ὡς τὸ ἰώ, καθὰ καὶ ἀλλαχοῦ ἐγράφη, δηλοῦν δὲ τὸ ἐχομένως ἀπὸ τοῦ σχῶ ἢ τοῦ ἔχω, ἐξ ὧν καὶ τὸ σχεδόν καὶ τὸ ἐφεξῆς. Ὅτι μέλλοντος ταφῆναι Πατρόκλου φρασάμενος Ἀχιλλεὺς μέγα ἠρίον ἐκείνῳ τε καὶ ἑαυτῷ, περὶ οὗ φανεῖται πῶς μέγα ἐρρέθη, εἶτα «Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε χαλκὸν ζώνυσθαι», ἢ «χαλκῷ» κατὰ δοτικήν, «ζεῦξαι δʼ ὑπʼ ὄχεσφιν ἕκαστον ἵππους. οἳ δʼ ὤρνυντο καὶ ἐν τεύχεσιν ἔδυνον, ἂν δʼ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε, πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν, μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι. θριξὶ δὲ πάντα νέκυν καταείνυον», ἤγουν κατεκάλυπτον, «ἃς ἐπέβαλλον», ἤγουν ἐπέρριπτον, «κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπʼ Ἄϊδόσδε». Καὶ ὅρα τὸ «πέμπεν». ἐντεῦθεν γὰρ παρὰ τοῖς ὕστερον ἡ πομπὴ καὶ τὸ πέμπειν ἐπὶ θριαμβικῆς προελεύσεως. Ὅρα δὲ καὶ ὅτι ὡς εἰς μάχην οἱ Μυρμιδόνες διετάχθησαν ἐπὶ τιμῇ τοῦ κειμένου. διὸ καὶ φιλοπτολέμους καὶ νῦν οὐ παρέργως ὁ ποιητὴς εἶπεν αὐτούς, χαλκῷ δὲ ζώνυσθαι, ὡς ἀπὸ μέρους τὸ ἁπλῶς ὁπλίζεσθαι. μέρος γὰρ ἡ ζώνη τοῦ ὅλου ὁπλισμοῦ, ὥσπερ καὶ ὁ θώραξ, ἀφʼ οὗ τὸ θωρήσσεσθαι, καὶ ἡ αἰχμή, ὅθεν τὸ αἰχμάζειν ἢ αἰχμάσσειν, ὡς ἀπὸ τοῦ δόρυ τὸ δορύσσειν. Τὸ δὲ ζεῦξαι καὶ παθητικῶς ἐν ἄλλοις λέγεται. τὸ δʼ αὐτὸ καὶ ζεύγνυσθαι. Τὸ δὲ «ἐνδύσασθαι τεύχη» ἐν τεύχεσι καὶ νῦν δῦναι εἶπε διὰ καινοτροπίαν φράσεως. ἀλλαχοῦ δὲ «τεύχεα δῦναι» φησὶ καὶ «κατὰ τεύχεα δῦναι». Ὅρα δὲ καὶ ὅτι κἀνταῦθα διαφορὰν φανερὰν παραιβάτου καὶ ἡνιόχου ἔδειξε. Νέφος δὲ πεζῶν καὶ ἀλλαχοῦ ἐρρέθη. πλὴν ἐκεῖ μὲν ἄλλως εἶχεν ἡ τῆς νεφώσεως διάθεσις, ἐνταῦθα δὲ δοκεῖ πλῆθος μόνον δηλοῦν. Διὸ ἐπῆκται σαφηνείας χάριν τὸ «μυρίοι». προείρηται δὲ καὶ ὡς νεκροῖς οἰκεῖον τὸ φέρεσθαι. Τὸ δὲ «καταείνυον» γίνεται ἀπὸ τοῦ ἕω, τὸ ἐνδύω καὶ οὕτω καλύπτω, καὶ πλεονασμῷ τοῦ ι καὶ τοῦ ν εἴνω καὶ παραγώγως εἰνύω, ἐξ οὗ παρατατικὸς εἴνυον καὶ «καταείνυον». ἔοικε δὲ τὸ εἰνύω προσλαβεῖν τὸ ι πρὸς διαστολὴν τοῦ ἐνύω, ἀφʼ οὗ τὸ ἀμφιεννύω καὶ τὰ ἐξ αὐτοῦ. Ἐπέβαλλον δέ, ὡς καὶ προεδηλώθη, τρίχας τοῖς νεκροῖς, ὡς οἷα τινα τοῦ σώματος ἀπαρχήν, καθὰ καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται, οὐ γὰρ εἶχον τεμεῖν τι καὶ τῶν μελῶν, ἢ καὶ ὡς ἀψύχοις τὸ ὅμοιον ἀφοσιούμενοι. διὸ καὶ τῶν ζώντων τὰ μὴ γεννῶντα ζῷα ἔσφαζον ἐπʼ αὐτοῖς, ὅσα τε ἐστείρευον καὶ ὅσα μὴ ἦσαν ἔνορχα. ὅτι δὲ πολλάκις καὶ ζῷα ἔκειρόν τινες, Ἡρόδοτος ἱστορεῖ εἰπὼν ὡς ἐπὶ τῷ Μασιστίῳ Μαρδόνιος καὶ ὁ στρατὸς ἐπένθησαν, σφέας τε αὐτοὺς κείροντες καὶ τοὺς ἵππους καὶ τὰ ὑποζύγια. Τὸ δὲ κάρη τοῦ νεκροῦ ὁ Ἀχιλλεὺς ἔχει, ὅτι μὴ ἐπί τινος ὀργάνου ὁ νεκρὸς ἐφέρετο, ἀλλʼ ὑπὸ ἀνδρῶν, καὶ ἦν ἀνάγκη ἀπηρτῆσθαι τὴν κεφαλήν, εἰ μὴ ὑπανείχετο. Ἐπιφωνηματικὸν δέ τι κόμμα τὸ «ἕταρον ἀμύμονα πέμπεν Ἄϊδόσδε», διʼ οὗ δηλοῖ τὰ πρὸ αὐτοῦ πλατέως ῥηθέντα νεκρικὴν εἶναι πομπήν, ἀφʼ ἧς ὁ νεκροπομπός σύγκειται. ἔχει δέ τι αὐτὸ καὶ οἴκτου ἐπὶ τῷ Ἀχιλλεῖ. Ὅτι ἐν μὲν Ὀδυσσείᾳ ἐπὶ ἄρτων κεῖται τὸ «ἐνήνεον», τουτέστιν ἐσώρευον, ἐνταῦθα δὲ ἐπὶ ὕλης τῆς κατὰ ξύλα. φησὶ γὰρ «αἶψα δὲ μενοεικέα νήνεον ὕλην», ὅπερ ἐκεῖ «παρενήνεον» λέγει. δῆλον δὲ ὅτι τὸ αὐτὸ καὶ νηεῖν λέγεται, ὡς δηλοῖ μετʼ ὀλίγα τὸ «περὶ δὲ δρατὰ σώματα νήει», ὅ ἐστιν ἐσώρευε, καὶ ἀλλαχοῦ τὸ «νῆα νηήσασθαι». πότερον δὲ πρωτότυπον τὸ νηῶ ἢ τὸ νηνῶ, οὐκ εὔδηλον. Ὅρα δὲ καὶ ὅτι μενοεικέα ἰδοὺ καὶ ὕλην λέγει, καὶ ὅτι ἑρμηνευτικόν ἐστι τοῦτο τοῦ «ἄσπετον ὕλην», μᾶλλον δὲ διορθωτικόν. τὸ μὲν γὰρ ἄσπετον ἔχει τι καὶ ὑπερβολῆς, τὸ δὲ μενοεικές, εἰ καὶ ἀορίστως φράζεται, ὅμως συμμετρίαν δηλοῖ τινα τὴν κατὰ τὸ ἀρκοῦν. Ὅτι οὐδʼ Ἀχιλλεὺς ἐφείσατο κείρασθαι ἀλλὰ «στὰς ἀπάνευθε πυρᾶς ξανθὴν ἀπεκείρατο χαίτην». Πυρὰν δὲ νῦν τὸν τόπον ἔφη τῆς πυρᾶς. οὔπω γὰρ καὶ ἀνήφθη. ταύτην δὲ καὶ ἠρίον ἀνωτέρω ἔφη. Εἰ δὲ παράκεινται ἡ πυρὰ καὶ ἡ ξανθὴ χαίτη, ἀλλʼ αὐτὸ ἐκ τοῦ παρατυχόντος γέγονεν. οὐ δή που γὰρ ἀστεΐζεται Ὅμηρος παραθεὶς τῇ πυρρᾷ κόμῃ τὴν διʼ ἑνὸς ῥῶ ἐκφωνουμένην πυράν. Ἰστέον δὲ καὶ ὅτι καρηκομόωντες συνθέτως ἢ κάρη κομόωντες ἐν παραθέσει οὐ πάντοτε ἦσαν οὐδὲ πάντες οἱ παλαιοί, καὶ ὡς μὲν οὐ πάντες, αἱ ἱστορίαι δηλοῦσιν, ὡς δὲ οὐδὲ πάντοτε, οὐδʼ αὐτὸ ἄδηλόν ἐστιν. Ἀχιλλεὺς οὖν κόμης κουρὰν ὀφείλων τῷ Σπερχειῷ κείρει αὐτὴν ἐνταῦθα τῷ Πατρόκλῳ πενθητήριον. Κουρῆτες δέ, περὶ ὧν εἰς πλάτος προγέγραπται, «χλιδῶντα πλόκαμον» τρέφοντες «ὥστε παρθένου ἁβρᾶς» Κουρῆτες ἐκλήθησαν κουρᾶς ἕνεκεν. Ἀγάθων γοῦν, φασί, περὶ αὐτῶν ἱστορεῖ λεγόντων ὡς, ἐπεὶ τὴν Πρώνακτος θυγατέρα μνηστεύοντες οὐκ ἐτύχομεν γάμου, «κόμας ἐκειράμεθα μάρτυρας τρυφῆς, ἦ που ποθεινὸν χρῆμα παιζούσῃ φρενί. ἐπώνυμον γοῦν εὐθὺς ἔσχομεν κλέος Κουρῆτες εἶναι, κουρίμου χάριν τριχός». κείρονται δὲ καὶ μέχρι νῦν οἱ μὲν ἐν χρῷ καθὰ καὶ Ἀλανοί, οἱ δὲ σκάφιον, ὃ παρὰ τῷ Κωμικῷ κεῖται, τινὲς δὲ καὶ Ἑκτορέην φιλοῦσι κουράν, ἣν παραλαλεῖ καὶ Λυκόφρων, φιλητὸς δέ τισι καὶ ὁ λεγόμενος κῆπος. καὶ ὅμως ἦν, φασί, καὶ φορτικὴ κουρά, ὡς καὶ ἣν ἔπασχόν τινες ὑπὸ Σκυθῶν, ἣν καὶ μισοῦντες τὸ οὕτω πάσχειν ἀπεσκυθίσθαι προσηγόρευον. Ὅτι ἔθος ἦν τρέφειν κόμην τοὺς νέους μέχρι καὶ ἀκμῆς, εἶτα κείρειν αὐτὴν ἐγχωρίοις ποταμοῖς. ἐποίουν δὲ οὕτω τιμῶντες τὸ καλὸν ὕδωρ. τρόφιμον γάρ, φασί, καὶ συστατικόν ἐστι τοῦ ζῆν, καὶ μάλιστα τὸ γλυκύ. διὸ οἱ βουλιμιῶντες πίνοντες κορέννυνται καὶ τὰ βρέφη δὲ ὑγρῷ, φασί, μόνῳ διοικοῦνται. κουροτρόφοι οὖν ἐνομίζοντο οἱ ποταμοὶ διὰ τὴν ὑγρότητα, καθὰ καὶ ὁ ἥλιος Ἀπόλλων διὰ θερμότητα. κουροτρόφους δέ φαμεν τοὺς τὴν νεότητα τρέφοντας. εἰ δὲ καὶ «κούριμος θρίξ» παρὰ τῇ Τραγῳδίᾳ, καί τις εἰπεῖν τολμήσει τὴν λέξιν καὶ ἀπὸ ταύτης, ἔστωσαν καὶ οὕτω κουροτρόφοι κατὰ θρασύτητα λέξεως. οἱ δὲ παλαιοὶ σεμνύνουσι τὸ ποτάμιον ὑγρόν, καὶ ταῦτα λέγοντες· τὸ λουτρὸν ἐκ ποταμοῦ τοῖς νυμφίοις ἐκομίζετο, οἰωνιζομένοις τὸ γόνιμον. διὸ καὶ ἔνορχα μῆλα ἱέρευον, ὥσπερ τῷ Ποσειδῶνι, οὕτω καὶ τοῖς ποταμοῖς εἰς τὰς πηγάς, γόνιμα γὰρ καὶ τὰ ἄρρενα, καὶ τοῖς πρὸ γάμου δὲ τελευτῶσιν ἡ λουτροφόρος, φασίν, ἐπετίθετο κάλπις εἰς ἔνδειξιν τοῦ ὅτι ἄλουτος τὰ νυμφικὰ καὶ ἄγονος ἄπεισι. Κατὰ τοίνυν τὸ ἔθος κειράμενος καὶ Ἀχιλλεὺς χαίτην, ἣν Σπερχειῷ ποταμῷ ἔτρεφε τηλεθόωσαν, ἰδὼν ἐπὶ οἴνοπα πόντον ὡς οἷα πρὸς τὸν πατριώτην ποταμὸν ῥίπτων τὰς ὄψεις, ὁποῖον δή τι καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ ἐποίησε, προσφωνεῖ ἀφελῶς καὶ γλυκέως, λέγων «Σπερχεῖʼ ἄλλως», ἤγουν ὦ Σπερχειὲ μάτην, «σοί γε πατὴρ ἠρήσατο Πηλεύς», ὅ ἐστιν ηὔξατο, «κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν σοί τε κόμην κερέειν ῥέξειν θʼ ἱερὴν ἑκατόμβην, πεντήκοντα δʼ ἔνορχα παρʼ αὐτόθι μῆλα ἱερεύσειν ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις. ὣς ἠρᾶθʼ ὁ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας. νῦν δʼ ἑπεὶ οὐ νέομαί γε φίλην ἐξ πατρίδα γαῖαν, Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι. ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο θῆκε, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο», καθὰ καὶ προεγράφη, οὐ διὰ τὸ τῆς μονῳδίας περιπαθές, οὐδὲν γάρ τι οἴκτου ἔχει, ἀλλʼ ἐπὶ τῇ μεταχειρίσει τοῦ ἔργου. ἐπεὶ ὡς οἷα ἐμψύχου ὄντος τοῦ ἑταίρου, ὃν ὡς ἐνηῆ πάντες ἐφίλουν, ἐν χειρὶ τὴν κόμην τίθησιν, ὡς εἴπερ ἐς Σπερχειοῦ ταύτην ἀνέθετο. ποταμὸς δὲ ὁ Σπερχειὸς ἐκδιδοὺς πλησίον Θερμοπυλῶν. Τηλεθόωσα δὲ οὐχʼ ἁπλῶς ἡ τοῦ Ἀχιλλέως ἐρρέθη κόμη, ἀλλʼ εἰς ἔμφασιν θάλους. σκοπητέον γὰρ οἵαν εἶχε κόμην ἐκεῖνος, ἄλλως τε ἐπιμεμελημένην καὶ ἐς τοσοῦτον ἄκουρον. Ὅρα δὲ ὡς οὐ μόνον δένδρεα τηλεθόωντα, καὶ ἐλαῖαι τηλεθόωσαι, καὶ ὕλη τηλεθόωσα, ἀλλʼ ἰδοὺ καὶ κόμη τηλεθόωσα. καί πως ἐπαλλάττουσιν ἀλλήλαις ἡ κόμη καὶ τὸ «τηλεθόωσα». κόμη τε γάρ ποτε τὰ τῶν δένδρων λέγεται τηλεθόωντα φύλλα, καὶ κατʼ ἐπάλλαξιν αὖθις τηλεθόωσα κόμη κατὰ τὴν ἐκεῖθεν μεταφοράν. Τὸ δὲ «ἄλλως» ἀντὶ τοῦ μάτην εὐφήμως πέφρασται. τὸ γὰρ μὴ κατὰ σκοπὸν ἢ κατʼ εὐχὴν ἀποβεβηκός, ἀλλʼ ἑτέρως, ἄλλως ἀποβῆναί φαμεν κατά τινα δηλαδὴ ματίην ἔργου, ὅ ἐστι ματαιότητα. διὸ καὶ ἀναγκαίως ἀντὶ τοῦ μάτην νοεῖται τὸ τοιοῦτον «ἄλλως» διὰ τὴν εἰς μάτην ἑτεροιότητα τῆς πραγματικῆς ἀποβάσεως. Ἔνορχα δὲ διὰ τί ἐθύετο εἴρηται. Μῆλα δὲ εἰπὼν καὶ ταύρους νοεῖν, ὡς εἰκός, ἀφίησιν, οἷς ἔθυον, ὡς καὶ προϊστόρηται, θαλάσσῃ τε καὶ ποταμοῖς. Ἐς πηγὰς δὲ ἱερεύονται μῆλα διὰ τὸ αὐτὰς γονίμους εἶναι τοῦ ὅλου ποταμοῦ, ἔτι δὲ καὶ τιμίας ἀρχικῷ λόγῳ, καθὰ παραδηλοῖ καὶ Ἡσίοδος. διὸ καὶ βωμὸς ἦν περὶ αὐτὰς ἐπώνυμος τῷ ἐκεῖσε ὑγρῷ δαίμονι. πρὸ δέ γε τούτων δεδήλωται ὡς οὐ μόνον ταῦροι ποταμοῖς ἱερεύοντο, ἀλλὰ καὶ ἵπποι ζωοὶ ἐν δίναις καθίεντο, οὐ μὴν ἐν πηγαῖς. Τέμενος δὲ νῦν ἱερὸς τόπος ἀποτετμημένος τῶν πέριξ, οὗ μέρος βωμός, ἐφʼ οὗ τὰ θυόμενα ἔκαιον, διὸ θυήεις λέγεται. ἐπεὶ καὶ θύος τὸ θυόμενον. δῆλον δὲ ὡς οὐκ ἀεὶ παρὰ τῷ ποιητῇ τὸ τέμενος ἱέρωται, ἀλλὰ πᾶς τόπος ἀποτομὴν τῶν πέριξ ἔχων ἐκαλεῖτο τέμενος. Ἰστέον δὲ ὡς οὐκ ἐξ ὁμοίας παραγωγῆς τὸ προρρηθέν που θυόεν νέφος ἐστὶ καὶ ὁ θυήεις βωμός. ἐνθυμητέον δʼ ἐνταῦθα καὶ ὅτι ὁ φιλόμηρος Σοφοκλῆς, κόμην Τεύκρου κείρας ἐν τῷ μαστιγοφόρῳ Αἴαντι, τῷ παιδὶ Εὐρυσάκει δίδωσι φέρειν αὐτήν, οὐ μὴν τῷ νεκρῷ, ἑτεροῖον μέν τι ποιήσας Ὁμήρου, ἀπαθέστερον δέ. Ἰστέον δὲ καὶ ὅτι κἀνταῦθα θρήνου δηλοῖ ἐπίτασιν τὸ «πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο», καὶ ἑξῆς τὸ «καί νύ κεν», ἤγουν καὶ δὴ ἄν, «ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο», εἰ μὴ τόδε ἐγένετο. Ὅρα δὲ ὅτι, εἰ καὶ ὁ λόγος πένθος δηλοῖ, ἀλλʼ ὁ ἀκροατὴς διαχέεται τοῖς παρίσοις τῷ «γόοιο» καὶ «ἠελίοιο». Ὅτι τὸ «σοὶ μέν τε μάλιστά γε λαὸς πείσονται μύθοισιν», ἀνδρὶ πρέπει, ὃν αἰδοῦνται οἱ ἀκροαταί. Εἰς δὲ νεκροῦ ἐπιμέλειαν καὶ τὸν ἐπʼ αὐτῷ περίδειπνον οἰκεῖον τὸ «δεῖπνον ἄνωχθι ὅπλεσθαι. τάδε δʼ ἀμφιπονησόμεθα, οἷσι μάλιστα κήδεός ἐστι νέκυς», τουτέστι φροντίδος ἄξιος. γίνεται δὲ παρὰ τὸ κηδεύω ἀποβολῆ τοῦ υ, ἀφʼ οὗ καὶ κηδεμόνες μετʼ ὀλίγα εὐθὺς οἱ τῆς κηδείας φροντισταί. Ὀξύνεται δὲ, φασί, τὸ κηδεός, διότι τὰ εἰς ος καθαρεύοντα τῷ ε παραληγόμενα ὀξύνονται· ὀχεύω ὀχεός, καὶ πλεονασμῷ τοῦ σ ὀσχεός, σωρεύω σωρεός, καὶ ἐν συγκοπῇ σωρός, φωλεύω φωλεός, οὕτω καὶ κηδεύω κηδεός. τινὲς δὲ προπαροξύνουσι, λέγοντες ὅτι ὡς καθαρεύω καθάρειος, ἐπιτηδεύω ἐπιτήδειος, οὕτω κηδεύω κήδειος, ἐξ οὗ καὶ τὸ ἐπικήδειος, ἀποβληθέντος δὲ τοῦ ι ἔμεινε κήδεος. Τὸ δὲ «ἄνωχθι» ὅτι ἀπὸ τοῦ ἄνωγε, ὃ δηλοῖ τὸ κέλευε, γίνεται, καὶ ὅτι τὸ ὅπλεσθαι παράγωγόν ἐστι τοῦ ὁπλίζεσθαι, προέγνωσται. Τὸ δὲ «πείσονται μύθοις» διέσταλται τῆς διʼ ἔργων πειθοῦς. Ἐνταῦθα δὲ μνηστέον ὅτι μῦθος κοινῶς μὲν ἔγνωσται ὅστις ἐστὶ παρά, τε τῷ ποιητῇ καὶ τοῖς ὕστερον, ἡ δὲ ἱστορία καὶ ἄλλο τι καινοτομεῖ. λέγεται γὰρ ἐν Συρακούσαις εἶναι ποτε πολυτελὴς κῆπος, ὃς ἐκαλεῖτο Μῦθος, ἐν ᾧ Ἱέρων ἐχρημάτιζεν. εἰκὸς δὲ Μῦθον αὐτὸν λεχθῆναι ἢ διὰ τὸ μύθου ἤγουν λόγου ἄξιος εἶναι, πολλοῦ δηλαδή, ἢ διὰ τὸ μὴ ἂν πιστεύεσθαι τοῖς πολλοῖς οὕτω καλὸς εἶναι, ἀλλὰ μυθικὰ δοκεῖν τὰ ὑπὲρ αὐτοῦ λαλούμενα. Κεῖνται δʼ ἐν τούτοις καὶ ταγοὶ οἱ ἡγεμόνες, ἤγουν οἱ τάσσοντες τὰ τοῦ λαοῦ, οἱ καὶ κοσμήτορες διὰ τὸ κοσμεῖν. φησὶ γὰρ «παρὰ δʼ οἱ ταγοὶ ἄμμι μενόντων», ἤγουν παραμενέτωσαν ἡμῖν οἱ ἔνδοξοι τῇ τοῦ Πατρόκλου πυρᾷ. Ὅτι ἑρμηνεύων τὸ «φράσατο μέγα ἠρίον» φησὶ «ποίησαν δὲ πυρὴν ἑκατόμποδον ἔνθα καὶ ἔνθα», ὅ ἐστιν ἑκατὸν ποδῶν ἔχουσαν ἑκάστην πλευράν, Ἀχιλλέως δηλαδὴ κατὰ τὸ σιωπώμενον ἐπιτάξαντος, τοῦ καὶ φρασαμένου τὸ ἠρίον, ὡς εἴρηται. Ὅτι τὸ «ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν» ἑρμηνεύων μετʼ ὀλίγα ὁ ποιητής φησι «ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, οἳ δʼ ἄλλοι ἄνευθεν ἐσχατιῇ», ἤγουν ἐσχάτοις μέρεσι τῆς πυρᾶς. προδέδεικται γὰρ ὡς οὐ μόνον ἐπὶ ἀγροῦ ἡ ἐσχατιὰ λέγεται. ἔστι δὲ ὑπάτη οὐχʼ ἁπλῶς ἡ μέση, ἀλλʼ ἡ ἐν τῷ μέση εἶναι ἔχουσα καὶ τὸ ὑπερκεῖσθαι, ὅ ἐστιν ὑπερέχειν, ἐπεὶ καὶ Ζεὺς θεῶν ὕπατος, οὐχʼ ὁ μέσος, ἀλλʼ ὁ ὑπέρτατος, ᾧ ἀντίκειται ὁ κατὰ χθαμαλότητα νέατος. Ὅτι «πολλὰ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βόας ἐπὶ τῷ νεκρῷ πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον· ἐκ δʼ ἄρα πάντων δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς ἐς πόδας ἐκ κεφαλῆς», ἵνα δηλαδὴ ῥᾷον καίοιτο, «περὶ δὲ δρατὰ σώματα νήει», ἤγουν περιεσώρευε τὰ ἐκδεδαρμένα νεκριμαῖα, «ἐν δʼ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας πρὸς λέχεα κλίνων», μέλιτος μὲν, ὅτι νεκροῖς ᾠκείωται, καθὰ καὶ Πορφύριος δηλοῖ, ἀλείφατος δὲ καὶ αὐτοῦ διὰ τὸ τῆς πυρᾶς εὐέξαπτον. «πίσυρας δέ», ὅ ἐστι τέσσαρας, «ἐριαύχενας ἵππους ἐσσυμένως ἐνέβαλε πυρῇ, μεγάλα στοναχίζων», τετρώρου τούτους ἵππους τῷ ποτε ἡνιόχῳ χαρισάμενος. «ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν». καὶ τούτων «ἐνέβαλε πυρῇ δύο δειροτομήσας», ἵνα, ὡς ἔοικε, τῶν παρʼ ἑαυτῷ ἀξίων λόγου πάντων τῷ φίλῳ ἀπάρξηται. «δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς χαλκῷ δηϊόων», ἐνέβαλε δηλαδὴ τῇ πυρᾷ. ἐκφωνῆσαι γὰρ ὀκνεῖ τὴν πρᾶξιν ταύτην μετὰ καὶ ῥήματος ὁ ποιητής, καιρίαν καὶ ταύτην τεχνησάμενος ἔλλειψιν. ὃς καὶ τοὺς πεσόντας ἀποσεμνύνας οὐ μόνον ἐσθλοὺς ὠνόμασε καὶ υἱοὺς πατέρων μεγαθύμων, ἀλλὰ καὶ τὸν Ἀχιλλέα ἐμέμψατο, εἰπὼν «κακὰ δὲ φρεσὶ μήδετο ἔργα», κρίνων μὴ ἀγαθὴν εἶναι τὴν τοιαύτην τοῦ Ἀχιλλέως πρᾶξιν, ἀλλὰ θηριώδη καὶ τῷ ὄντι βαρβαρικήν, εἴ τις ἐνθυμοῖτο τὴν λέγουσαν ἱστορίαν, ὅτι Γαλάταις ἔθος, ἡνίκα προτέρημά τι ἐν τοῖς πολέμοις λάβωσι, θύειν τοὺς αἰχμαλώτους. ἀλλʼ ἐκεῖνο μὲν εἶχέ τινα λόγον. ἦν γάρ τις ἀπαρχὴ πρὸς τὸ θεῖον οἷα θυσία, τὸ δὲ τοῦ Ἀχιλλέως πάντῃ ἀλλοῖον ἦν. Ὅρα δὲ κἀνταῦθα τὴν παρὰ τοῖς ἥρωσι τῶν τραπεζέων κυνῶν ἐπιμέλειαν. Τοῦ δὲ «δρατὰ σώματα» προϋπάρχει τὸ δαρτά, ὡς καὶ τοῦ κραδίη τὸ καρδίη, καὶ τοῦ ἔδρακον τὸ ἔδαρκον. Τὸ δὲ ἄλειφαρ διενήνοχε τοῦ ῥηθέντος δημοῦ, ἴσως μὲν ὡς ἐλαιῶδές τι ὂν ἢ αὐτόχρημα ἔλαιον, ἴσως δὲ καὶ ὡς ἐκπιεσθὲν δημοῦ καὶ ἀγγείοις προεναποτεθέν. Πυρῆς δὲ καὶ πυρὸς πολλὴ διαφορὰ παρὰ τοῖς ῥήτορσι. Τὸ δὲ «ἐνέβαλλε» ταὐτὸν τῷ ἐνετίθει. διὸ εἰπὼν «ἐν δʼ ἐτίθει μέλιτος ἀμφιφορῆας», ἐπήγαγε τὸ «ἵππους ἐνέβαλλε» καὶ «δύο κύνας ἐνέβαλλε». δύναται δὲ τὸ ἐνέβαλλε νοεῖσθαι καὶ ἀντὶ τοῦ ἐνέρριπτεν. Ὅτι ἐν τῷ «ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον, ὄφρα νέμοιτο» ἀνταπόδοσις γέγονε τροπῆς. τὴν γὰρ μετὰ σιδήρου μάχην ἐν πολλοῖς εἰκάζων πυρὶ καὶ καυστειρὰν ὀνομάζων καὶ «δέμας πυρός» μάχεσθαί τινας λέγων, ἐνταῦθα σιδήρῳ τὸ πῦρ εἴκασε. Τὸ δὲ νέμεσθαι ἐσθίειν μετʼ ὀλίγα φησὶν ἐν τῷ «τοὺς πάντας πῦρ ἐσθίει», ἐξ οὗ ἐπενοήθη τοῖς μεθʼ Ὅμηρον παμφάγον καλέσαι τὸ πῦρ, οὗ ὡς φάγου καὶ τὸ δάπτειν ἐστίν, ὡς μετʼ ὀλίγα Ὅμηρος ἐρεῖ. ὅθεν λαβὼν ἀρχὴν καὶ χρόνος παμφάγος κέκληται. Ὅτι ὁ τελέσας οἰχομένῳ φίλῳ, ἃ ζῶντι καθυπέσχετο, εἴποι ἂν τὸ τοῦ Ἀχιλλέως πρὸς Πάτροκλον «χαῖρέ μοι, ὦ δεῖνα, καὶ εἰν Ἀΐδαο δόμοισι· πάντα γὰρ ἤδη τοι τελέω ἃ πάροιθεν ὑπέστην». Ὅτι ὥσπερ πρὸ τούτου τὸ ἀμφέπειν ἀντὶ τοῦ ἐνεργεῖν, οὕτω κἀνταῦθα τὸ ἀμφιπένεσθαι. Φησὶ γοῦν περὶ Ἕκτορος ἀτάφου καὶ γυμνοῦ ἐκκειμένου, ὅτι «τὸν δʼ οὐ κύνες ἀμφεπένοντο», καθὰ ἤθελεν Ἀχιλλεύς, ἀπειλήσας καὶ νῦν, ὡς Ἕκτορα «οὔ τι δώσω πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν». Οὔκουν ἀμφεῖπον κύνες τὸν τοῦ Ἕκτορος νεκρόν, «ἀλλὰ κύνας μέν», φησί, «ἄλαλκεν ἡ μυθικὴ “Ἀφροδίτη ἤματα καὶ νύκτας”, ἤγουν ἀεί, “ῥοδόεντι δέ”, τουτέστι ῥοδίνῳ, “χρῖεν ἐλαίῳ ἀμβροσίῳ”, οὐ μόνον τοῦ μὴ δυσόδμως ἔχειν, ἀλλὰ μᾶλλον κατὰ τὸν ποιητήν, “ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων”, ὁ Ἀχιλλεὺς δηλαδή, οἷα τοῦ ἀμβροσίου ῥοδίνου στερεοῦντος τὸ σῶμα ὡς μὴ ἀποδρύπτεσθαι. νοητέον γὰρ ὅτι τὸν Ἕκτορα εἷλκεν ὁ Ἀχιλλεὺς οὕτω συχνά, εἰ καὶ ὁ ποιητὴς οὐκ ἐπισημαίνεται, φειδόμενος ὀλιγάκις λέγειν κακά, ὃ δή φησιν Εὐριπίδης. διὸ καὶ τὸ τοῦ φίλου Ἀχιλλέως ὄνομα, δέον ὂν εἰπεῖν ἐνταῦθα πρὸς λόγου σαφήνειαν, ὁ δὲ σεσίγηκεν, ἀφεὶς ἀπὸ μακροῦ ἑλκύσαι αὐτὸ κοινοῦ, ἤγουν ἀπὸ μακροῦ ἑλκύσαι αὐτὸ κατὰ κοινοῦ, ἤγουν ἀπὸ στίχων δέκα καὶ ὀκτὼ φθασάντων γραφῆναι. καὶ μὴν οὕτω φιλαχιλλεὺς ἄλλως ὁ ἀνήρ, ὥστε κατὰ τὴν πομπὴν τοῦ νεκροῦ, ἀγαθὴν οὖσαν, ἐν στίχοις ἓξ τρισσάκις τὸ Ἀχιλλεύς ὄνομα ἔθετο. ἐνταῦθα δὲ ἀπέστερξεν ὀνομάσαι αὐτόν. καὶ οὕτω μὲν ἡ τοῦ Διὸς θυγάτηρ ποιεῖ ἐπὶ τῷ Ἕκτορι. Ἀπόλλων δὲ “κυάνεον”, φησί, “νέφος ἤγαγεν οὐρανόθεν πεδίονδε, κάλυψε δὲ χῶρον ἅπαντα”. ὃ δὴ πρέπει εἰπεῖν ἕως ὧδε εἰς παράδοξον ἐκ νέφους σκιάν. Ἡ δὲ ποίησις λέγει τὸν χῶρον καλύπτεσθαι “ὅσσον ἐπεῖχε νέκυς”, ὁ τοῦ Ἕκτορος δηλαδή, “μὴ πρὶν μένος ἠελίοιο σκήλῃ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσι”, τουτέστι μὴ ξηράνῃ ὁ ἥλιος καὶ σκληρύνῃ τὸν χρόα, μάλιστα δὲ σκελετὸν ποιήσῃ ἀνιμηθέντος τοῦ ὑγροῦ τῇ θερμότητι τοῦ περιέχοντος. ὥστε ὅρα κἀνταῦθα, ὅτι τῶν ἐναντίων ποιητικὸς ὁ Ἀπόλλων, ἤγουν θερμότητός τε καὶ ψύχους δὲ κατὰ συμβεβηκὸς διὰ τὴν σκιάν, ἣν ποιεῖ τὰς ὑγρότητας ἀνιμώμενος, ἐξ ὧν τὰ σκιάζοντα νέφη συνίσταται. Ἰστέον δὲ ὅτι τε θεῖόν τι καὶ οὐχʼ ἁπλῶς ἐκ τῶν κατʼ ἀνθρώπους τὸ ῥηθὲν ὑπόκειται ῥοδόεν ἀμβροσίον ἔλαιον, καὶ ὅτι ἐκ τῶν κάτω καὶ τὰ θεῖα Ὅμηρος κοσμεῖ. σεμνὸν γὰρ ἀνθρώποις τὸ ῥόδον. διὸ οὐ μόνον Ζεφύρῳ ἀνεῖσθαι λέγεται ἄγαλμα, καὶ γῆς καλεῖται ἄστρα καὶ ἀνθέων βασιλεύς, ἀλλὰ καὶ εἰς μύρου θειοτέρου σκευὴν ἐγκρίνεται. Ἀθήναιος δὲ λέγει καὶ ὡς Ἀρκάδες μὲν εὐόμφαλον αὐτὸ καλοῦσιν, ἤγουν εὔοσμον, Νίκανδρος δέ που ἀκανθοβόλον, ὡς ἀκάνθης προβολήν, ἱστορῶν καὶ ὡς οὐκ ἀγλαφύρως Ἀλεξανδρεύς τις ποιητὴς εἴρηκεν “οὔλην ἕρπυλον”, τὴν καὶ ζυγίδα, λευκὸν κρίνον ἠδʼ ὑάκινθον πορφυρέην», «καὶ ῥόδον εἰαρινοῖσιν ἀνοιγόμενον Ζεφύροισιν». οὗπερ ἕτερος τὰ φύλλα γελᾶν τῷ Ζεφύρῳ φησίν. ὡς δὲ μύρων μὲν χρῆσιν οἶδεν ὁ ποιητής, ἔλαια δʼ αὐτὰ καλεῖ μετʼ ἐπιθέτου, καὶ ὡς μυρίσασθαι μὲν Ἀλκαῖος λέγει, τὸ δʼ ὄνομα μύρωμα καὶ οὐ μύρισμα, καὶ ὅτι Σόλων ἐκώλυεν ἐν νόμοις τοὺς ἄνδρας μυροπωλεῖν, καὶ ὅτι Λάκωνες ἐξήλαυνον τοὺς μύρα σκευάζοντας καὶ τοὺς ἔρια βάπτοντας, τοὺς μὲν ὡς διαφθείροντας τοὔλαιον, τοὺς δὲ ὡς ἀφανίζοντας ἐρίων λευκότητα, καὶ ὅτι τὸ ῥόδον ὑστεροῦν λευκοΐου, ὃ πρῶτον ἀνθέων ἐκφαίνεται, ἔτι δὲ καὶ ναρκίσσου, πρῶτον παύεται, ὁ αὐτὸς ἱστορεῖ, λέγων καὶ ὅτι Κορίνθιοι, ὡς Νίκανδρος ἐν Γλώσσαις φησίν, ἀμβροσίαν, ἧς παρώνυμον τὸ ἀμβρόσιον, τὸ λείριον ἐκάλουν, ὃ κατὰ τὴν Φιλίνου ἱστορίαν οἱ μὲν κρίνον, οἱ δὲ ἴον ᾔδεισαν. ταῦτά τε οὖν οὕτως ἰστέον, καὶ ὅτι μυθικῶς μὲν θεοφιλὴς ὁ Ἕκτωρ, οὗ καὶ Ζεὺς ἐκήδετο, φίλον ἄνδρα καλέσας διὰ τὰς εἰς αὐτὸν θυσίας. ἄλλως δὲ νοῆσαι χρή, ὡς ὑπῆλθε φιλανθρωπία τῶν τινας περὶ Ἀχιλλέα ἢ καὶ αὐτὸν Ἀχιλλέα. διὸ οὔτε κυσὶν ἄνετος πάντῃ Ἕκτωρ ἐξέκειτο οὔτε πυρὶ ἐδόθη. καὶ ἐν σκιᾷ δέ, ὡς εἰκός, περιείπετο, ἴσως μὲν αἰδοῖ φύσεως, ἴσως δὲ καὶ ἐλπίδι δώρων λήψεως ἐπʼ ἀφορμῇ λύσεως, ὡς δηλωθήσεται. Δρύπτειν δὲ ὅτι τὸ ξέειν καὶ ἀπάγειν τῶν σαρκῶν τὸ δέρμα ὄνυξιν ἢ ἑλκυσμῷ, δῆλόν ἐστι. φαίνεται δὲ διφορεῖσθαι καὶ τουτὶ τὸ ῥῆμα. δρύπτω τε γὰρ καὶ δρύφω. εἰπεῖν δὲ ὡς εὐκτικόν ἐστι παρακειμένου τοῦ δέδρυφα τὸ δρύφοι, οὐκ εὔοδόν ἐστιν. οἱ γὰρ τῶν παρακειμένων ἀναδιπλασιασμοὶ οὐκ ἀφαιροῦνται Ἰωνικῶς, εἰ μή τι ἄρα Αἰολικῶς κατὰ τὸ «δέγμενος», ὃ μᾶλλον συγκεκόφθαι δοκεῖ, οὐ μὴν παθεῖν ἀφαίρεσιν. Τὸ δὲ ἑλκυστάζειν τρεῖς ἔχει παραγωγὰς ἐκ τοῦ ἕλκω. ἑλκύω γάρ, εἶτα ἑλκυστῶ, ἐξ οὗ ἑλκυστάζω. Κυάνεον δὲ νέφος πρὸς διαστολὴν τῶν ἀλλαχοῦ χρυσέων, ἔτι δὲ καὶ τῶν διαλεύκων. Τὸ δὲ «ἤγαγε» δῆλον ὡς οὐκ ἐμψύχῳ ὄντι τῷ νέφει ἐπιλαλεῖται. Τὸ δὲ «μὴ πρὶν μένος ἠελίοιο σκήλῃ» ἐλλέλειπται συνδέσμου αἰτιολογικοῦ, ἵνα λέγῃ, ὅπως ἢ ὄφρα ἢ ἵνα μὴ πρὶν ἥλιος σκήλῃ, ὅπερ ἔοικεν ἐκ τοῦ σκάλλω γενέσθαι. εἰ γὰρ ἐκ τοῦ σκέλλω ἦν, ὅθεν καὶ τὸ σκέλος καὶ ὁ σκελετός, διὰ διφθόγγου ἂν εἶχε τὴν παραλήγουσαν, ὡς καὶ τὸ «ἀγγείλῃ» καὶ «ἀνατείλῃ» καὶ τὰ ὅμοια. δῆλον δὲ ὅτι τὸ σκαλλόμενον λύεται τῆς συνεχείας καί πως ἀπʼ ἐναντίας ἔχει πρὸς τὸ σκέλλειν, ἐξ οὗ καὶ ὁ σκληρός, σκεληρός τις ὢν καὶ σκληρὸς κατὰ συγκοπήν. ὁμοίως δῆλον καὶ ὅτι τὸ σκέλλω συγκοπὲν ποιεῖ ἄρρητον θέμα τὸ σκλῶ, ἐξ οὗ τὸ κατεσκληκέναι. τὸ μέντοι παρὰ Ἀλκίφρονι «ἀποσκλῆναι κινδυνεύω λιμῷ» καὶ ἀλλοῖόν τινα ἐνεστῶτα νοεῖν ἀπαιτεῖ. σκλῆμι γὰρ ἀχρεῖον ῥῆμα, ἐξ οὗ τὸ σκλῆναι, ὡς ἐκ τοῦ ἵστημι τὸ στῆναι. Τὸ δὲ «ἴνεσι καὶ μέλεσσι» τὰ μόρια δηλοῖ, ἐν οἷς τὸ σκῆλαι γίνεται. Ὅτι καίεσθαι λέγεται οὐ μόνον τὰ ἐν τῇ πυρᾷ, ἀλλὰ καὶ αὐτὴ ἡ πυρά, ὡς δηλοῖ τὸ «οὐδὲ πυρὴ Πατρόκλου καίετο», ἤτοι ἀνήπτετο. Ἔνθα, φησίν, «ἀλλʼ ἐνόησεν Ἀχιλλεύς». ποῖον ἐκεῖνο; «στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτʼ ἀνέμοισι, Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπέσχετο», ἢ «ὑπίσχετο», «ἱερὰ καλά· πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν ἐλθεῖν». ὃ δὴ παραποιηθήσεταί ποτε καὶ εἰς ἱκεσίαν φιλοτήσιον. Καὶ ἦν ἡ λιτὴ «ὄφρα τάχιστα πυρῇ φλεγεθοίατο νεκρόν, ὕλη τε σεύαιτο», ἤγουν ὁρμηθείη, κατασπευθείη, «καήμεναι». Καὶ ὅρα καὶ νῦν τὸ «ὑπέσχετο» κοινῶς λεχθέν. τὸ γὰρ ποιητικὸν «ὑπέστη» λέγεται. λέγει δὲ καὶ μετʼ ὀλίγα «ὑπίσχεται ἱερὰ καλά». ἐκ δὲ τούτου τὸ ὑπισχνεῖσθαι γίνεται πλεονασμῷ συνήθει τοῦ ν. Δοκεῖ δὲ τὴν τοῦ Βορέου καὶ Ζεφύρου καταπνοὴν ἐναργεστάτην Ὅμηρος εἰδέναι περὶ τὰ ἐκεῖ. διὸ καὶ πλάττει τὸν Ἀχιλλέα ἐπιλεγόμενον αὐτοὺς εἰς εὐχήν. Τὸ δὲ «φλεγεθοίατο» Ἀττικῶς κατὰ πάθος ἐσχηματίσθη, τεθὲν ἀντὶ τοῦ «φλέγοιεν». Ἰστέον δὲ ὅτι τε παραδίδωσι τὰ ἐφετὰ καὶ εὐκταῖα ἐξ ἀνάγκης εἶναι ὁ ποιητής, καὶ ὅτι τὰς μὴ φαύλας εὐχὰς ἀπεκβαινούσας οἶδε, παιδευτικὸς ὢν καὶ ἐν μύθοις, καὶ ὅτι τὸ ἀπὸ τύχης. ὅπερ ἐστὶν ἡ τῶν ἀνέμων πνοή, ὡς ἐκ προνοίας γενέσθαι λέγει, εἰ μή τι ἄρα ἐπῳδή τις καὶ γοητεία ἐκείνους πνέειν ἠνάγκασε, καὶ ὅτι τὸ «πυρῇ φλεγεθοίατο» συστοιχεῖ πως τῷ «Ἥφαιστος πυρὶ φλεγέθων», ἐν παραθέσει, καὶ τῷ Πυριφλεγέθων ποταμὸς ἐν Ἅιδου κατὰ σύνθεσιν, καὶ ὅτι νοήματος ἀλλαγῇ οἰκεῖον τὸ «ἔνθʼ αὖτʼ ἀλλʼ ἐνόησεν» ὁ δεῖνα, ὥσπερ ἐκ τῶν ἐφεξῆς κειμένων σπουδῆς μὲν δηλωτικὸν τὸ «ἕζεσθαι μὲν ἀνήνατο εἶπέ τε μῦθον· οὐχʼ ἕδος, εἶμι γάρ» ποιήσων τόδε, προκλήσεως δὲ βοηθητικῆς τὸ «ἐλθεῖν ἀρᾶται καὶ ὑπίσχεται τόδε», πένθιμον δὲ τὸ «κεῖται» ὁ δεῖνα, «ὃν πάντες ἀναστενάχουσιν» οἱ δεῖνα. λογοειδὴς δὲ σχεδὸν καὶ οὗτος ὁ στίχος καὶ οὐκ ἔχων δίαρμα ποιητικόν. Ἔστι δὲ ἀναστενάζειν ἢ τὸ ἄνω τὸν στεναγμὸν ὑψοῦν ἢ τὸ πολλάκις στενάζειν. Τὸ δὲ «οὐχʼ ἕδος», καθὰ καὶ ἀλλαχοῦ, οὕτω καὶ νῦν ἀντὶ τοῦ οὐ καθέδρα ἤγουν οὐκ ἔστιν ἕζεσθαι. Σοφοκλῆς δὲ σαφέστερον φράζει ἐν τῷ «οὐχʼ ἕδρας ἀκμή». Ὅτι ἡ Ἶρις «ἀράων», ἤγουν εὐχῶν, «ἀΐουσα» τῶν τοῦ Ἀχιλλέως, «μετάγγελος ἦλθε τοῖς ἀνέμοις. οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον εἰλαπίνην δαίνυντο. θέουσα δὲ Ἶρις ἐπέστη βηλῷ ἐπὶ λιθέῳ· τοὶ δʼ ὡς ἴδον ὀφθαλμοῖσι, πάντες ἀνήϊξαν κάλεον τέ μιν εἰς ἓ ἕκαστος. ἣ δὲ ἕζεσθαι μὲν ἀνήνατο», ὡς ἀνωτέρω ἐγράφη, θέλουσα ἐπʼ Ὠκεανὸν ἐλθεῖν Αἰθιόπων ἐς γαῖαν διὰ τὰς ἐκεῖ ἑκατόμβας, ἃς ἔστιν εἰπεῖν ὡς ἐδαίνυντο ἀθάνατοι, καθὰ εἰλαπίνην οἱ ἄνεμοι. Εἶτα δηλώσασα ὡς Ἀχιλλεὺς ἐπὶ τὴν τοῦ ἑταίρου πυρὰν Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν ἐλθεῖν ἀρᾶται, αὐτὴ ἀπέβη, οἱ δὲ ἐποίησαν ἃ ἑξῆς λέγει ὁ ποιητής. Καὶ ὅρα τὸ κατὰ τὴν Ἶριν. ἢ γὰρ κατὰ τὸ σιωπώμενον ηὔξατο Ἀχιλλεὺς καὶ αὐτῇ, διὸ καὶ ὠκεῖα καὶ θέουσα ἦλθεν, ἢ ὀφειλέτης ἦν μυθικῶς ἀγγέλλειν τὰ τοιαῦτα τοῖς ἀνέμοις. ἡ δὲ ἀλληγορία, κἀνταῦθα Ἶριν νοοῦσα τὸ φυσικὸν ἐν ἀέρι πάθος τοῦ καλουμένου τόξου, λέγει οὐ μόνον ὑετῶν καὶ πολέμων, ἀλλὰ καὶ ἀνέμων εἶναι σημαντικὴν τὴν κατὰ τὸν ἀέρα φανταζομένην Ἶριν, καὶ ᾠκειῶσθαι κατὰ τοῦτο ἀνέμοις, οἳ καὶ ἀναΐσσουσιν ἐπʼ αὐτῇ, ὅτι ἔστιν ὅτε σημεῖον ἐγέρσεως ἀνέμων ἐστί, καὶ καλοῦσιν ἕκαστος. πάντας γὰρ ἄλλοτε ἄλλον ἐγείρειν φιλεῖ, καὶ οὐδὲ ἕζεσθαι θέλει. ἀστατεῖ γὰρ ἐπʼ ὀλίγον φαινομένη καὶ ὡς τάχος ἀφανιζομένη, καὶ εἰς Ὠκεανὸν ἄπεισιν, ὡς ὑγρότητι χαίρουσα καὶ σταγόσιν ἀερίαις ἐμφαινομένη ὁποῖα καί τισι κατόπτροις. Διὸ καὶ μεταδαίσασθαι τῶν ἐκεῖθεν ἱρῶν, ἤγουν θυμάτων, ἐθέλει. Τοιαῦτα μὲν τὰ κατὰ ἀλληγορίαν. ὁ δὲ μῦθος καὶ ὡς ἐρῶντας τοὺς ἀνέμους καλεῖν τὴν Ἶριν ἕκαστον λέγει. Ὅρα δὲ κἀνταῦθα τὸ «μετάγγελος», ὅ ἐστιν ἄγγελος, καιρίαν ἑρμηνείαν τῆς Ἴριδος. εἰπεῖν γὰρ ἓν πρὸς ἕν, Ἶρις ἡ ἄγγελός ἐστι παρὰ τὸ εἴρειν, ὃ δηλοῖ τὸ δηλοῖ τὸ ἀγγέλλειν. Τινὰ δὲ τῶν ἀντιγράφων ἐν δυσὶ μέρεσι λόγου ἔχει τὸ «μετʼ ἄγγελος», ἵνα λέγῃ ὅτι ἄγγελος μετʼ ἀνέμοισιν, ἤγουν ἐπʼ ἀνέμοις καὶ εἰς ἀνέμους, ἦλθεν ἡ Ἶρις. Τὸ δὲ παρὰ Ζεφύρῳ τοὺς ἀνέμους πάντας λαχεῖν εἶναι οὔτε μῦθον ἰδιαίτατον ἔχει οὔτε βαθεῖαν ἀλληγορίαν, ἀλλʼ ἢ μόνον ἔνδειξιν τοῦ εἰς ἓν δύνασθαι τοὺς ἀνέμους ἥκειν τῇ κατʼ οὐσίαν οἰκειότητι. πάντες γὰρ «ὑγρὸν ἀέντες» εἰσὶ κατὰ τὴν ποίησιν καὶ ἐξ ἀναθυμιάσεως, τῆς ξηροτέρας δηλαδή, ἧς χορηγὸς ἡ γῆ. διὸ καὶ λίθεος αὐτοῖς ὁ βηλὸς εἰς αἴνιγμα τῆς γῆς. Ἐν δὲ τῷ «Ζεφύρου ἔνδον» λείπει τὸ «δόμου» ἢ «σπηλαίου» ἢ τοιοῦτόν τι, σιγήσαντος μὲν Ὁμήρου τὸ λεῖπον διὰ τὸ μὴ ἔχειν εἰπεῖν τι τέως καίριον, ἐμφήναντος δὲ σπηλαίου ἔλλειψιν διὰ τοῦ εἰπεῖν «βηλῷ ἐπὶ λιθέῳ». ὁ γὰρ λίθεος βηλὸς σπηλαίου εἶναι ὑπονοεῖται. καὶ ἔχει τὸ εὔλογον ἡ ὑπόνοια, οὐ μόνον διότι τὰ σπήλαια κόσμου σύμβολα παρὰ τοῖς παλαιοῖς, οὗ ἐντὸς τοῖς ἀνέμοις αἱ κατʼ αὐτοὺς εἰλαπίναι, ἀλλὰ καὶ ὡς ἐκ τῶν ὑπὸ γῆν τόπων ἐκπνεόντων ἀνέμων ὡς οἷα καὶ ἀπὸ θαλάμων τινῶν, δοτέον δὲ καὶ οἴκων εἰπεῖν. Ἐπεὶ καὶ ὁ ποιητὴς μετʼ ὀλίγα οὕτω φησὶν «οἱ δʼ ἄνεμοι πάλιν ἔβαν οἶκόνδε νέεσθαι», ἄμφω προσαρμόσας αὐτοῖς, τόν τε οἶκον ῥητῶς καὶ τὸ σπήλαιον συμβολικῶς καὶ ὡς ἐκ μέρους δὲ τοῦ λιθέου βηλοῦ. εἰ δέ που καὶ ἐπὶ ἀετῶν οἶκος λέγεται, ὡς τὸ «οἰκία καὶ πόλιν αὐτῶν», ἀλλὰ προσφυέστερον ἐνταῦθα ἐπὶ ἀνέμων, οἳ καὶ ὁμιλοῦσι καὶ δαίνυνται κοινωνικῶς καὶ θεῖόν τί εἰσι. Τὸ δὲ «θεούσα» τὸ τῆς Ἴριδος θοὸν ὑπολαλεῖ. Καίριον δʼ ἐπʼ ἀνέμων τὸ ἀνήϊξαν, εἴγε τὸ ἀΐσσω, ἐξ οὗ τὸ ἀναΐσσω, ἐκ τοῦ ἄω, τὸ πνέω, γίνεται, ἀφʼ οὗ καὶ ὁ ἄνεμος. εἰ δὲ τὸ ἄω προϋπόκειται καὶ τοῦ ἀΐω, ἀλλʼ ἐκεῖνο μὲν ἀλλοῖον ἄημα δηλοῖ, ψυχικὸν δηλαδή, οὗ ἔχεται καὶ τὸ ἀΐσθειν, καὶ τὸ ἐξ αὐτοῦ αἰσθάνεσθαι καὶ ἡ αἴσθησις. τὸ δὲ νῦν λεχθὲν ἄω καὶ τὸ ἐξ αὐτοῦ ἄημα πνοὴν ἀερίαν δηλοῖ οὐδέποτε παραμόνιμον. Τὸ δὲ «Αἰθιόπων ἐς γαῖαν» καὶ ἑξῆς, παραδηλοῖ ὡς ἀπηλλάγησαν ἤδη ἀγώνων οἱ θεοί. ὅθεν καὶ πανηγυρίζουσιν, ἐπεὶ πέρας ἡ τοῦ Διὸς εἴληφε βουλή. τάχα δὲ καὶ ἐπίτηδες ὁ ποιητὴς τοῦ τε μετὰ τὴν μῆνιν πολέμου τοῦ κατὰ τὴν Ἰλιάδα Αἰθιοπικὰς θυσίας προϊστόρησε καὶ νῦν δὲ τοῦ ἀγῶνος λωφήσαντος ὁμοίων μέμνηται. εἰ δὲ μὴ ὡς ἐκεῖ, ἀλλʼ ὅμως καὶ τοῦτο δεινότης Ὁμήρου, ἐκκλίνοντος τὸ τῆς γραφῆς ὁμοειδές, εἰς ὅσον ἔνεστι. Κελαδεινὸν δὲ Ζέφυρον λέγει, ὡς τοῦ Ἀχιλλέως τοιοῦτον προκαλουμένου Ζέφυρον ἐπὶ ἐξάψει τῆς πυρᾶς. ὁ δʼ αὐτὸς καὶ δυσαὴς ἀνωτέρω ἐρρέθη, οὐχʼ ὡς ἀεὶ τοιοῦτος, ἀλλʼ ἢ ὅτε καταιγίζει, ὡς καὶ νῦν ὀφείλει ποιῆσαι. ἄλλως γὰρ προσηνής ἐστι συννοητέον δὲ καὶ ἐπὶ Βορέου τὸ κελαδεινόν. ἑξῆς οὖν ἀμφότεροι φυσῶσι λιγέως. Ὅτι πνοῆς οὐκ ἠρεμαίας ἀνέμων δηλωτικὸν τὸ «οἳ δʼ ὀρέοντο ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν, αἶψα δὲ πόντον ἵκανον ἀήμεναι», ἤγουν ὥστε πνέειν, «ὦρτο δὲ κῦμα πνοιῇ ὑπὸ λιγυρῇ». ἠχὴν δὲ θεσπεσίαν λέγει τὴν μὴ τυχοῦσαν, ἀλλὰ θείως συμπεσοῦσαν ἤγουν συμβᾶσαν ἢ ἐμπεσοῦσαν κατὰ τὸ «ἐν δὲ πυρῇ πεσέτην». Τὸ δὲ «νέφεα κλονέοντες πάροιθεν» ὡς ἐπὶ διωκόντων μὲν ἀνέμων, φευγόντων δὲ νεφῶν εἴρηκεν. πολεμικὴ γάρ τις ἡ λέξις. Διὸ οἱ αὐτοὶ μετʼ ὀλίγα βάλλειν λέγονται ἐν τῷ «παννύχιοι δʼ ἄρα τοί γε πυρῆς ἄμυδις φλόγʼ ἔβαλλον». ἔστι δὲ βολὴ αὕτη ἡ φύσησις. διὸ ἐπάγει «φυσῶντες λιγέως». Τὸ δὲ «πόντον ἵκανον» ἠδύνατο μὲν εἰπεῖν καὶ «ἐν δʼ ἔπεσον πόντῳ», ἐφύλαξε δʼ αὐτὸ τῇ πυρᾷ. Φησὶ γὰρ «ἐν δὲ πυρῇ πεσέτην», ἧς τὸ πῦρ θεσπιδαές, ᾧ λόγῳ καὶ θεσπεσίην τὴν τῶν ἀνέμων ἠχήν. ἐπιφέρει γὰρ «μέγα δʼ ἴαχε θεσπιδαὲς πῦρ». Ἔνθα πάλιν ὅρα διαφορὰν πυρᾶς καὶ πυρός. ἡ μὲν γὰρ περιεκτική, τὸ δὲ περιέχεται. Ὅτι δαπάνην οἴνου πολλοῦ δηλώσει ποτὲ παραποιηθὲν τεχνικῶς, ὃ ἐποίει Ἀχιλλεύς «ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο», ἤγουν τὸ «ὃ δὲ πάννυχος χρυσέου ἐκ κρητῆρος, ἔχων δέπας ἀμφικύπελλον, οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν». τοῦτο δὲ καὶ μεθύσῳ ἂν ἐπισκωφθήσεται ἀνδρί. Ὅρα δὲ τὸ «χέεν», ἀφʼ οὗ χοαὶ λέγονται αἱ τῶν νεκρῶν σπονδαί, καὶ ὅτι τὸ «δεῦε δὲ γαῖαν» οὐκ ἀναγκαίως ἐπήχθη, ἀλλʼ αὕτως εἰς ἀναπλήρωσιν στίχου. ἤρκει γὰρ ἀντʼ αὐτοῦ τὸ «χαμάδις χέεν». Ὅρα δὲ καὶ ὅτι ἀνωτέρω «παννύχιοι» τετρασυλλάβως Ὅμηρος εἰπὼν ἐπήγαγε νῦν τρισύλλαβον τὸ αὐτοῦ πρωτότυπον ἐν τῷ «πάννυχος Ἀχιλλεύς». Εἰ δὲ τὸ «ἔχων» καὶ τὸ «χέεν» ἀστεῖόν τι ἐμφαίνουσι κατὰ τὸ θυμός καὶ μῦθος καὶ τὰ τοιαῦτα, ἔτι δὲ καὶ εἰ τὸ «φυσῶντες» καὶ «ἀφυσσάμενος» ἔχουσί τι κάλλους, εἰς τοσοῦτον καὶ μόνον ἐπισημαντέον. Ὅτι καὶ τοιαύτην παραβολὴν ἐνταῦθα ὁ ποιητὴς τίθησι δηλοῦσαν τὸ ἐπὶ Πατρόκλῳ πένθος τοῦ Ἀχιλλέως «ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων, νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας, ὣς Ἀχιλλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων, ἑρπύζων παρὰ πυρκαϊήν, ἀδινὰ στοναχίζων». ἡ δὲ παραβολή, φασίν, αὐξητικὴ πρὸς ἔνδειξιν πολλῆς στοργῆς. ὡς πατὴρ γάρ, φησίν, ἐπὶ υἱῷ καὶ τούτῳ οὐ τῆς τυχούσης ἡλικίας, ἀλλὰ νυμφίῳ, ἀφʼ οὗ εἶχε μὲν ἐλπίδας ὄψεσθαι παῖδας, ὁ δὲ ταῖς δευτέραις ἐλπίσι καὶ τὴν πρώτην προσαπολωλέκει. Τὸ δὲ «ἑρπύζων» κλίσιν μέν τινα τοῦ ἥρωος δηλοῖ, δυσανάπαυστον δὲ διὰ τὴν ἐπὶ τῇ πυρᾷ φροντίδα. διὸ παυσαμένης τῆς φλογὸς ἀπὸ πυρκαϊῆς ἑτέρωθι λιασθεὶς κλίνεται καὶ ὑπνοῖ γλυκὺ ἐπʼ ὀλίγον διὰ τὸ γενέσθαι ἡμέραν εὐθύς. Ἔνθα καὶ φραστικὸν γλυκέος ὕπνου τὸ «ἑτέρωσε λιασθεὶς κλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν». Ὅτι καιρὸς πράξεως τὸ «ἦμος δʼ ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν, ὅν τε μετὰ κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς, τῆμος» γέγονε τόδε τι. τὸ δὲ Ὁμηρικὸν ἑξῆς ὅτι «τῆμος πυρκαϊὴ ἐμαραίνετο». τοῦτο δὲ ἑρμηνεύων ἐπάγει «παύσατο δὲ φλόξ». μαραίνεται γὰρ πυρκαϊὰ παυσαμένης φλογός. Καὶ ὅρα ὅτι τὴν πυρὰν πυρκαϊὰν ἑρμήνευσε, καὶ ὅτι «ἑωσφόρος» εἰπὼν ἑρμηνεύει αὐτὸν ἐτυμολογικῶς διὰ τοῦ φόως ἐρέων, ὡς ταὐτὸν ὂν ἕω φέρειν καὶ φῶς ἐρεῖν ἤτοι ἀγγεῖλαι, ὡς καὶ φθάσας εἶπεν «ἀγγέλλων φάος ἠριγενείης». τοιοῦτον δὲ καὶ τὸ «Ζηνὶ φόως ἐρέουσα», τουτέστι τῷ ἀέρι, ὅπερ ἐνταῦθα ἐνέλιπεν. οὐ γὰρ εἶπε «Ζηνὶ φόως ἐρέων», ἀλλʼ ἁπλῶς οὕτω «φόως ἐρέων». Ὅρα δὲ καὶ ὅτι οὐκ εἶπε μετὰ τὸν ἑωσφόρον εὐθὺς προσεχῶς ἥκειν τὴν ῥοδοδάκτυλον ἠῶ, ἀλλὰ τὴν κροκόπεπλον, μεθʼ ἣν ἡ ῥοδοδάκτυλος, περὶ ὧν ἀλλαχοῦ εἴρηται. Τὸ δὲ «ὑπὲρ ἅλα κίδναται» παρατετηρημένως φησὶν ὁ ποιητής. πρώταις τε γὰρ ἀκτῖσιν ἥλιος ἅλα βάλλει τὴν ἔξω, ἥ ἐστιν Ὠκεανός, καὶ ὑψωθεὶς δὲ οὐχʼ οὕτως ἀλλαχοῦ διασκίδνησι τὸ φῶς ὡς περὶ τὴν ἅλα διὰ τὸ ἀναπεπταμένον αὐτῆς καὶ ἀνεπιπρόσθητον. Διὸ καὶ οἰκειούμενος τὴν ἅλα ἐξ αὐτῆς καλεῖται κατά τινας τῶν παλαιῶν ἅλιος καὶ τροπῇ ἥλιος. καὶ ἔστι καὶ ἁλίου χρῆσις πολλὴ παρὰ ποιηταῖς. Ὅτι ὥσπερ Θρῄκηθέν που ἐρρέθησαν πνέειν ὁ Βορρᾶς καὶ ὁ Ζέφυρος, οὕτω κἀνταῦθα πνέειν οὐ θέλοντες παλιννοστοῦσιν οἴκαδε «Θρηΐκιον κατὰ πόντον», ὃς εἴη ἂν μάλιστα ὁ Εὔξεινος, καὶ ἡ προκειμένη δὲ αὐτοῦ ἅπασα Προποντίς. Ἔστι δὲ ἡ Ὁμηρικὴ φράσις αὕτη χρησιμεύουσα εἰς φράσιν ἀρχομένης γαλήνης «οἱ δʼ ἄνεμοι πάλιν αὖθις ἔβαν οἶκόνδε νέεσθαι Θρηΐκιον κατὰ πόντον. ὃ δʼ ἔστενεν οἴδματι θύων», τῷ ἐκ τῆς παλιννοστήσεως δηλαδὴ τῶν ἀνέμων. ἴσως δὲ καὶ αὐτῶν παυσαμένων ὁ πόντος ἔστενεν, ἔτι ἐγείρων κύματα, ὁποῖα τὰ ἐν Ὀδυσσείᾳ δηλωθέντα κωφά. Ὅρα δὲ τὸ «οἶκόνδε» ἐπὶ ἀνέμων ῥηθὲν ὡς ἐπὶ θείων τινῶν. ἄλλως γὰρ τὸ σπήλαιον ἐπʼ αὐτῶν κυριολεκτεῖται, ὡς καὶ προδεδήλωται. Τοῦ δὲ «στένειν» ἡ χρῆσις καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ «στένοντα πόντον». οὐκ εὔδηλον δὲ εἴτε ἐπὶ ζῴων εἴτε ἐπὶ πόντου ἡ τοῦ στένειν κυριολεξία ἐστί. Περὶ δὲ Θρᾴκης ἤτοι Θρῄκης, ἧς παρώνυμον ὁ Θρηΐκιος πόντος, παραπεπήχθω τοῖς ἀλλαχοῦ προγεγραμμένοις καὶ ταῦτα ἐπιτομώτερον, ὅτι ἐπιεικῶς εἰπεῖν κατὰ τὸν Ἀθήναιον ἡ Θρᾴκη ἐθαυμάζετο ὡς ἡδύοινος, ἔτι δὲ καὶ πολύοινος. διὸ καὶ οἱ περὶ Τροίαν Ἀχαιοὶ ἐκεῖθεν οἰνίζοντο, ὡς δῆλον ἐκ τοῦ «νῆες δʼ ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαι. Θρᾳκία δὲ πάντως καὶ ἡ Λῆμνος, καθὰ καὶ ἡ Θάσος. ἀγαθοῦ καὶ αὐτὴ εὐφοροῦσα οἴνου. καὶ εἴη ἄν, ὥς που καὶ προδεδήλωται, ἡ τοιαύτη κατʼ οἶνον εὐφορία αἰτία τοῦ καὶ Ἄρεος οἰκητήριον τὴν Θρᾴκην λέγεσθαι, ὡς τοῦ πολλοῦ οἴνου ἔριν καὶ στάσεις καὶ τὰ ἐχόμενα ἐξεγείροντος. ἐθνικὸν δὲ Θρᾴκης Θρᾷξ, ὅθεν Θρᾷττα γυνή. καὶ ἰχθύος δὲ ὄνομα παρὰ τῷ Δειπνοσοφιστῇ. ταύτην δέ, φησί, θέτταν γράφει Δωρόθεος, βιβλίῳ περιτυχών, ὡς εἰκός, ἡμαρτημένῳ, ἢ καὶ διὰ τὸ ἄηθες τοῦ ὀνόματος διορθώσας αὐτός. ὅλως δέ, φασίν, Θρᾴττης ὄνομα παρʼ οὐδενὶ τῶν Ἀττικῶν ἐστιν. Ὅτι γλυκὺς μὲν ὕπνος ἐφώρμισε τῷ Ἀχιλλεῖ κλιθέντι περὶ ἑωσφόρου ἀνατολάς, ὡς προείρηται. τοῦ δὲ βασιλέως καὶ τῶν ἀμφʼ αὐτὸν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν αὐτόν. ἐλαφρὸς γάρ, φασίν, ὁ τῶν ἐν λύπαις ὕπνος καί, κατὰ τὴν Τραγῳδίαν, “ὕπνος ἄϋπνος”. Σημείωσαι δὲ τὸ ὅμαδος οὐκ ἐπὶ ἀπαιδεύτου ἤχου ἐνταῦθα ληφθέν, ὡς ἐν Ὀδυσσείᾳ ἐπὶ μνηστήρων, ἀλλʼ ἁπλῶς ἐπὶ σώφρονος ὁμοῦ αὐδῆς ἤτοι συλλαλιᾶς, ἣ πάντως γίνεται, ὅτε τινὲς ἀολλέες ἠγερέθονται, ὡς ὁ ποιητὴς ἐνταῦθά φησιν. Ὅρα δὲ καὶ ὅτι ἔχων ὁ ποιητὴς πλάσαι τι καὶ ἐνταῦθα περὶ ὀνείρου, ἔνθα καὶ μάλιστα τὴν τοῦ Πατρόκλου ψυχὴν ὁ θάπτων ἐκίκλησκεν, ἀφῆκεν οὕτω γράψαι, ὡς ἂν ἐκφύγῃ τὸ τῆς πλάσεως ὁμοειδές, πιθανευσάμενος διὰ τοῦτο τὸν ταχὺν τοῦ Ἀχιλλέως ἀφυπνισμόν. Ὅτι σαφῶς ἐνταῦθα παραδηλῶν διὰ τοῦ Ἀχιλλέως ὁ ποιητὴς, ὡς περιοχήν τινα δηλοῖ ἡ πυρὰ ἤτοι πυρκαϊά—οὐκ ἔχει γὰρ καιριωτέραν λέξιν εἰπεῖν, ὥσπερ οὐδὲ πυρᾶς οὕτως οὐδὲ πυρκαϊᾶς— φησὶν “πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατʼ αἴθοπι οἴνῳ, πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος”, ἑρμηνεύων πυράν, ἤγουν πυρκαϊάν εἶναι τόπον, ὁπόσον ἐπέσχε τὸ πῦρ. ὃ περιφράζων ἐν τοῖς ἑξῆς λέγει “πυρκαϊὰν σβέσαν, ὅσσον ἐπὶ φλὸξ ἦλθε”, δραττομένη δηλαδὴ τῆς τοπικῆς ὑποκειμένης ὕλης. διὸ ἐπάγει “βαθεῖα δὲ κάππεσε τέφρη”, ἡ ἐκ τῆς ῥηθείσης ὕλης. Ἔνθα καὶ ὅρα τὸ καταπεσεῖν καιριώτατα λεχθὲν ἐπὶ βαθείας καὶ ὑγρανθείσης τέφρας. Τὸ δὲ “σβέσατε” τὸ τῶν ἡρώων δηλοῖ αὐτοδιάκονον. ἀριστῆες γὰρ Παναχαιῶν οἱ ἀμφʼ Ἀτρείδην τὴν πυρὰν ἔσβεσαν. Οἴνῳ δὲ σβεννύεται ἡ πυρκαϊὰ διὰ τιμὴν τοῦ ἥρωος Πατρόκλου. καὶ ἔστι καὶ τοῦτο χοή τις νεκρική. Τὸ δὲ “ὁπόσον” ἐσχημάτισται κατʼ ἔλλειψιν τοῦ τόπον ἢ τοῦ μέρος ἢ κατά τινα τοιαύτην λέξιν. ἄλλως γὰρ τὸ ὀρθὸν ἦν εἰπεῖν “σβέσατε πυρκαϊὴν πᾶσαν, ὁπόσην ἐπέσχε πυρὸς μένος”. γέγονε δὲ ὁ σχηματισμὸς ἀναγκαίως. οὐ γὰρ ἦν χρήσιμον εἰς μέτρον εἰπεῖν “ὁπόσην ἐπέσχε”. Τὸ δὲ “μένος πυρός”, ὡς ἐπὶ ἐμψύχου εἴρηται. οὕτω δὲ καὶ “δέμας πυρός” εἰπεῖν τετόλμηται ὡς ἐπὶ αἰσθητικοῦ τοῦ πυρός. Ὅτι ἐπὶ πραγμάτων ἀριδήλων ἐρεῖ ἄν τις τὸ “εὖ διαγινώσκοντες, ἀριφραδέα δὲ τέτυκται”, τοῦτο δὴ ὃ περὶ τῶν τοῦ Πατρόκλου ὀστῶν εἶπεν Ἀχιλλεύς. ἃ εὔγνωστα ἦν λέγεσθαι, ὅ ἐστι συλλεγῆναι. “Ἐν μέσσῃ γὰρ ἔκειτο πυρᾷ”, ὡς καὶ προερρέθη, “οἱ δὲ ἄλλοι ἄνευθεν ἐσχατιῇ ἐπὶ μίξ, ἵπποι τε καὶ ἄνδρες”, οἱ συγκαυθέντες. Καὶ ὅρα καὶ νῦν τὸ “ἐσχατιᾷ” ἀντὶ τοῦ ἐν ἐσχάτῃ πυρᾷ, ὃ τοῖς μεθʼ Ὅμηρον οὐ σύνηθες, οἳ ἐπὶ ἑτεροίου ἐκτοπισμοῦ τὴν λέξιν τιθέασι, ποτὲ μὲν ἀπολύτως, οἷον· ὁ δεῖνα ἐν ἐσχατιαῖς διατρίβει, ὡς οἷον ἐρημάζων, ποτὲ δὲ μετὰ προσθήκης, οἷον· ἐν ἐσχατιᾷ ὄρους. οὕτω δὲ καὶ Ὅμηρος, οἷον· “ἀγροῦ ἐν ἐσχατιῇ”. Τὸ δὲ “ἐπὶ μὶξ ἵπποι τε καὶ ἄνδρες”, καὶ ἄνδρες», καὶ ἐπὶ θεωρικῆς λεχθείη ἄν ποτε ἢ καὶ ἄλλως ὀχληρᾶς συνάξεως, ὅτε καὶ ἔστιν ἶσον παροιμιακῷ τῷ «ἀναμὶξ ἀγκύλων ἱππόται». Ὅτι τέως μὲν ἐθέλει Ἀχιλλεὺς ἐν χρυσέῃ φιάλῃ τῇ προειρημένῃ καὶ δίπλακι δημῷ θεῖναι τὰ τοῦ Πατρόκλου ὀστᾶ, «εἰς ὅ κεν», ἤγουν ἕως ἄν, «αὐτός», φησίν, «ἐγὼ Ἄϊδι κεύθωμαι». ἔστι δὲ ἡ μὲν φιάλη ὡς οἷα σορός. ὁ δὲ δίπλαξ δημὸς φυλακτικὸς τῆς τῶν ὀστέων εἰς χοῦν ἀλλαγῆς ἐξ ἄκρας ξηρότητος, ἣν πάσχουσι τὰ κραυρούμενα. Ἔνθα ὅρα τὸν δίπλακα δημὸν χρήσιμον καὶ αὐτὸν ὄντα πως εἰς τὸ «δίπτυχα ποιήσαντες», ἔτι δὲ καὶ εἰς τὸ νοεῖν ὡς καὶ δίπλαξ χλαῖνα ἡ διπλῆ λέγοιτʼ ἄν. σημειώδης δὲ ἡ τοιαύτη λέξις. οὔτε γὰρ τὸ ἁπλοῦν οὔτε τὸ τριπλοῦν οὔτε ἄλλο τοιοῦτον κατὰ τὸ δίπλαξ ἐσχημάτισται. Τὸ δὲ Ἄϊδι κεύθωμαι” ἐχορήγησε τὸ “κευθμῶνας Ἅιδου” εἰπεῖν, καὶ “νεκρῶν κευθμῶνα”. Εἶτα ὁ Ἀχιλλεὺς καὶ “τύμβον οὐ μάλα πολλὸν πονέεσθαι” κελεύει, “ἀλλʼ ἐπιεικέα τοῖον, ἔπειτα δὲ εὐρύν θʼ ὑψηλόν τε” γενέσθαι αὐτὸν ὑπὸ τῶν Ἀχαιῶν, οἳ ἄν, φησίν, ἐμοῦ δεύτεροι ἐν νήεσσι λίπησθε». Καὶ ὅρα ὡς ἑαυτῷ τὸ πλεῖον τῆς τιμῆς ἐς ὕστερον ἀποτεθεῖσθαι ἀξιοῖ τοὺς Ἀχαιούς, ὡς τῆς τῶν ἀρίστων ὁσιώσεως κοινῇ γινομένης καί, ὅ φασι, δημοσίᾳ, καθὰ καὶ παρὰ τοῖς μεθʼ Ὅμηρον ἐπεκράτει τοῖς καὶ ῥητορεύουσιν ἐπὶ τοιαύταις ταφαῖς. καὶ οὔτε τὰ τοῦ Πατρόκλου ὁ Ἀχιλλεὺς ὀστᾶ νῦν αὐτίκα τῷ λαμπρῷ κρατῆρι ἐντίθησι πρὸ ἑαυτοῦ, καὶ τὸ πολὺ δὲ εὖρος καὶ ὕψος τοῦ τύμβου ἑαυτῷ ταμιεύεται. Ἐπιεικέα δὲ καὶ νῦν τὸν εἴκοντα καὶ πρέποντα τῷ Πατρόκλῳ λέγει. ἔγνωσται γὰρ ὡς οὐκ οἶδε τὴν λέξιν ἐπὶ ἑτέρου σημαινομένου ὁ ποιητής. εἶχε δʼ ἂν ἴσως καὶ μενοεικέα ἐνταῦθα εἰπεῖν, ὡς καὶ πρὸ τούτων «μενοεικέα ὕλην ἔφη τὴν τῆς πυρᾶς τοῦ Πατρόκλου. Τὸ δὲ “τοῖον”, ὅ ἐστι τοιοῦτον, οὐδέν τι οὐδὲ νῦν ὡρισμένον δηλοῖ, ἀλλὰ πάντῃ ἀσαφῶς ἔχει, ἐπίτηδες οὕτω ῥηθέν, ἵνα τῇ τῶν Ἀχαιῶν ἐπικρίσει ἀνατεθῇ τοῦ τύμβου ἡ ποιότης. Ὅρα δὲ καὶ τὸ “δεύτεροι λίπησθε” οὐκ ἐπὶ ἐλαττώσεως τεθέν, ἀλλʼ ἐπὶ ὑστεροχρονίας. Ὅτι τὰ κατὰ τὴν καῦσιν τοῦ νεκροῦ πλατύνας ὁ ποιητὴς στενοχωρεῖ τὰ μετʼ αὐτὴν ἐν στίχοις ἑπτά, ἵνα μὴ προσκορὴς εἴη ταῖς συχναῖς διασκευαῖς. εἰπὼν οὖν ἐν δυσὶ στίχοις τὴν σβέσιν τῆς πυρκαϊᾶς, ὡς καὶ προέκκειται, ἐν δὲ ἑνὶ τὴν τῶν ὁστῶν ἀνάλεξιν ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν, ἐπάγει “ἐν κλισίῃ δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν· τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο ἀμφὶ πυρήν· εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν”. Κατὰ ὁμοίαν δὲ μέθοδον καὶ ἐν τοῖς ἐφεξῆς πολλῶν ἀεθλευσάντων τὰ ἐπιτάφια τοῖς μὲν ἡνιόχοις τὸ ἥμισυ τοῦ λόγου, καί τι δέ που πλέον, προσδαπανᾷ, μακροῦ λόγου αὐτοὺς ἀξιῶν, τοὺς δὲ ἑτέρους ἄθλους ἅπαντας διὰ τοῦ λοιποῦ φράζει ἡμίσεος λόγου. ὃ δὲ καὶ αὐτὸ ἐπισημάνσεως ἄξιον, ἰστέον ὡς ὅλῳ γράμματι ἐμπλατυνάμενος ὁ ποιητὴς ἐπὶ τοῖς ἐν τῇ ταφῇ τοῦ Πατρόκλου τὸν τοσοῦτον Ἕκτορα διὰ πάνυ ταχέων ἔθαψεν, οὐδὲ ὅλα δεκαεπτὰ ἔπη λαλήσας εἰς τὴν ἐκείνου ταφήν, ἀλλὰ διὰ τῶν αὐτῶν μὲν τῆς ταφῆς νοημάτων ἐλθὼν δίχα γε τῶν ἀγώνων, οὕτω δὲ ἐπιδραμὼν, ὡς εἰ καί, ὅ φασιν, ἐδιώκετο καὶ τοῦ πλείω λαλεῖν ἐνεκόπτετο. αἴτιον δὲ τὸ συνεξομοιωθῆναι καὶ ἐκεῖ τὸν λόγον τοῖς πράγμασιν. οὔτε γὰρ καιρὸς ἦν ἀργίας τοῖς ἐκεῖ, καὶ ὁ λόγος δὲ τοῖς ἐπείγουσι πολεμικοῖς ἔργοις συνετροχάζετο. Φιάλη δέ, φασίν, ἀγγεῖον λεβητοειδὲς πεπλατυσμένον ἄνωθεν. Ὁ δὲ δίπλαξ δημὸς τῷ τῶν ὀστέων ἀσήπτῳ καὶ ἀθρύπτῳ, καθὰ καὶ ἐρρέθη, συμβάλλεται. Τὸ δὲ “ἐν κλισίῃ θέντες” τὴν ὀστεοφόρον δηλαδὴ φιάλην, φανερῶς δηλοῖ κενήριον εἶναι τὸ ἀμφὶ τὴν ἔξω τῆς κλισίας πυρὰν γεγονὸς τῷ Πατρόκλῳ σῆμα. Τὸ δὲ “ἑανῷ λιτί” τί τε δηλοῖ καὶ πῶς τὰ εἰς λέξιν καθίσταται, ἀλλαχοῦ γέγραπται. Τορνώσασθαι δὲ κυρίως τὸ κυκλοτερῶς διαγράψαι ὡς ἀπὸ τοῦ τόρνου. λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ ἁπλῶς περιγράψαι, ὡς δηλοῖ καὶ τὸ “ἔδαφος τορνώσεται νηός”. Προβαλέσθαι δὲ πάνυ κυρίως ἐπὶ θεμελίων λέγεται, ταὐτὸν ὂν τῷ προθέσθαι, ὅθεν τὰ θεμέλια. Τὸ δὲ “χυτὴν γαῖαν ἐπέχευαν” τρόπου μέν ἐστιν ἐτυμολογικοῦ, δηλοῖ δὲ συνήθως τύμβου ἀναχωματισμόν. Σαφηνίζεται δὲ διʼ αὐτοῦ κλιμακωτῶς εὐθὺς τεθὲν τὸ “χεύαντες δὲ τὸ σῆμα πάλιν κίον”, ὅ ἐστιν ὑπεχώρησαν, ὃ καὶ ἐπὶ Ἕκτορος ῥηθήσεται. ἔστι γὰρ ἑρμηνεία τοῦ “χεύαντες τὸ σῆμα” τὸ “χυτὴν ἐπὶ γαῖαν ἔχευαν”, ὅπερ σῆμά ἐστι τεθνεῶτός τινος, ὡς καὶ ἀλλαχοῦ εἴρηται. Σκοπητέον δὲ καὶ ἐν τούτοις διὰ τοὺς ἅμα θανάτῳ ἀπάγοντας τῆς ψυχῆς τὴν τῶν γνωρίμων καὶ φίλων μνείαν, οἵαν ἐπʼ αὐτοῖς τύρβην εἶχον οἱ παλαιοί, πάνυ ἐπιμελούμενοι τῶν κατὰ τοὺς νεκρούς, καὶ μάλιστα τῆς αὐτῶν ὁσίας, ὡς δῆλον καὶ ἐκ τῆς πρὸ τούτων βουλῆς τοῦ τε Νέστορος καὶ τῶν Τρώων, καὶ μεθʼ Ὅμηρον ἐκ τῆς συμβάσεως πολλαχοῦ τῆς ἐπὶ ἀναλήψει νεκρῶν ἐν πολέμῳ πεσόντων, ἔτι δὲ καὶ τῶν κακῶς παθόντων δέκα στρατηγῶν, ἐπεὶ οὐκ ἀνείλοντο τοὺς ἐν Ἀργινούσσαις ἀπολομένους ἐν ναυμαχίᾳ, ὧν κατηγόρησε Καλλίξεινος, καθʼ οὗ ἐμελέτησεν Ἀριστείδης. ἦν δʼ ἄρα τοῖς ἀρχαίοις ἐν σπουδῇ καὶ τὸ ἐπὶ τοῖς τάφοις μεγαλεῖον. καὶ ὁ μὲν τοῦ Μαυσώλου μάλα πολλὸς τάφος ἄκρως περιείργασται καὶ θαῦμα καὶ ἦν καὶ ἔστιν. οἱ δὲ ἄλλοι, ἐν οἷς καὶ τὸ τοῦ Πατρόκλου ἑκατόμποδον σῆμα, εἶχον μιμήσεις. αἰτία δὲ τῆς περὶ τὰ τοιάδε ἀσχολίας ἡ πραγματεία τοῦ διὰ μακροῦ τὴν χάριν τοῖς κειμένοις εἶναι, καθὰ καὶ διὰ στηλῶν καὶ ἐπιγραμμάτων, ὡς δῆλον καὶ ἐκ τοῦ “καί ποτέ τις εἴπῃσιν”, ἔνθα χρόνῳ ἀνατίθησιν ὁ Ἕκτωρ τὸ ἑαυτοῦ ἔργον, ὃ δὴ καὶ ὁ καλὸς Αἰσχύλος ἐποίει, ὃς τὰς αὐτοῦ τραγῳδίας τεμάχη λέγων εἶναι τῶν Ὁμήρου μεγάλων δείπνων διὰ τὸ λαμπρῶς ἀπομάττεσθαι τὰς Ὁμηρικὰς μεθόδους, ὥς ποτε ἀδίκως ἡττήθη, ἀνατιθέναι τὴν τραγῳδίαν ἔφη χρόνῳ, εἰδὼς ὡς κομιεῖται κατὰ καιρὸν ὑπὸ τῶν ὀρθῶς ἀνακρινόντων τὴν προσήκουσαν τιμήν. Ὅτι οὐδὲ τὸ ἀεθλευτικὸν καὶ ἐναγώνιον εἶδος ἀργὸν ὁ ποιητὴς ἐᾷ, σποράδην δέ που αὐτοῦ τὰ πρὸ τούτων μνησθείς, ἐν οἷς ἵππους ἀεθλοφόρους ἔφη, καὶ ἄεθλον μέγα τρίποδα ἢ γυναῖκα, ἐνταῦθα καιρὸν εὑρὼν ἀνέσεως—ἤμβλυνται γὰρ τῇ τοῦ Ἕκτορος ἀναιρέσει ἡ τοῦ πολέμου ἀκμή—ἐμπλατύνεται τῷ τοιούτῳ εἴδει τοῦ λόγου, γινομένων μέν, ὡς, εἰκός, καὶ ἄλλων πρὸ τούτου ἐπιταφίων ἀγώνων περὶ τὸ ναύσταθμον, ἐν οἷς εὐδοκιμεῖν τοὺς τοῦ Ἀγαμέμνονος ἵππους ἡ κατὰ τὸ ιʹ ῥαψῳδία ἐδήλωσε, τοῦ δὲ ἐπὶ Πατρόκλῳ ἀγῶνος πάντας ὑπερβεβηκότος τῷ μεγαλείῳ τῶν τε ἀθλητῶν τῶν τε ἄθλων καὶ διὰ τοῦτο καὶ ἀξιωθέντος λόγου πολλοῦ παρὰ τῷ ποιητῇ. Ὃς καί φησι προεκθετικῶς, ὅτι Ἀχιλλεὺς μετὰ τὴν τοῦ Πατρόκλου ταφὴν “αὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα”, ἤγουν ἐκάθιζε, ὃ καὶ καθιστᾶν ἀγῶνα λέγεται, “νηῶν δʼ ἔκφερεν ἄεθλα, λέβητάς τε τρίποδάς τε ἵππους θʼ ἡμιόνους τε βοῶν τʼ ἴφθιμα κάρηνα, ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον”. Καὶ ὅρα σχῆμα πολυσύνδετον. οὐδὲ ἓν γὰρ τῶν ἐπάθλων δίχα συνδέσμου προήγαγεν. Ὅρα δὲ καὶ ὅτι, ὃν ἐν ἄλλοις τιμῆντα ἔφη χρυσόν, ἐσίγησε νῦν, οὐχʼ ὅτι ὀλίγος ὢν τῷ Ἀχιλλεῖ οὐκ ἐξήνεκται—πολὺς γὰρ χρυσὸς καὶ αὐτῷ καὶ χαλκὸς ἐν κλισίῃ, ὡς ἐν τοῖς ἑξῆς ῥηθήσεται—, οὐδʼ ὅτι ἐξελάθετο τῆς οὕτω τιμίας ἐν ὕλαις, ἀλλʼ ἢ ὅτι οὐ πολὺν χρυσὸν εἰς ἐπάθλων δόσιν προήγαγεν, ἢ ὅτι κατὰ λόγον συλλήψεως, ἤτοι συνεκδοχῆς, τῷ τοῦ σιδήρου μετάλλῳ συνεπινοεῖται καὶ ὁ χρυσός. τῷ γοῦν τετάρτῳ ἡνιόχῳ δύο χρυσοῦ τίθησι τάλαντα, ὡς μετʼ ὀλίγα ῥηθήσεται, ἡμιτάλαντον δὲ χρυσοῦ ἐν τοῖς ἑξῆς τεθὲν εἰς ἀγῶνος ἔπαθλον τῷ αὐτὸν ἐπαινέσαντι ἐπιτίθησι. τῷ δʼ αὐτῷ τρόπῳ οὐδὲ ἀργύρου προέκθεσιν ἐποιήσατο, οὔτε μὴν ὅπλων, ἀφεὶς καὶ αὐτὰ συλληπτικῶς ἐκδέχεσθαι, ὥσπερ καὶ τὸν χαλκόν, ἵνα ὥσπερ ὄνομα χαλκοῦ εἰσάγῃ σίδηρον ἐν τῇ τῶν χαλκέων ὅπλων κλήσει, οὕτω καὶ σιδήρῳ νῦν χαλκὸς εἰς νοῦν συνεισάγηται. Ἰστέον δὲ καὶ ὅτι ἄεθλα μὲν οὐδετέρως τὰ ἐπὶ τοῖς ἀγῶσιν ἔπαθλα, ἆθλοι δὲ οἱ ἀγῶνες αὐτοί. γίνεται δὲ ἡ λέξις κατὰ τοὺς παλαιοὺς ἀπὸ τοῦ ἐθέλειν. αἱρετὸν γὰρ καὶ θελητὸν καὶ ὁ ἄεθλος καὶ τὸ ἄεθλον. Ἐν δὲ τῷ “λέβητας καὶ τρίποδας” διαφορὰ δηλοῦται φανερὰ τῶν σκευῶν. ἴσως δέ, φασίν, καὶ λέβης πόδας ποτὲ ὑποβεβλημένος τρίπους εἴη ἄν. Πολιὸς δὲ κἀνταῦθα σίδηρος ἢ ὁ ἔντιμος παρὰ τὴν πολιὰν ἢ ὁ πολιτικός. πολιτικώτερον γὰρ ὁ σίδηρος χρυσοῦ καὶ ἀργύρου καὶ χαλκοῦ διὰ τὸ εὐποριστότερον. Ἰστέον δὲ ὅτι τῶν παρὰ τοῖς παλαιοῖς ἀθλητῶν ἐπισυρομένων καί τι ψόγου, εἴ τις ἐνθυμηθείη, ὡς καὶ κρέασιν ἀνῳκοδομῆσθαι σκώπτονται διὰ τὸ καὶ εἰς εὐσαρκίαν τοὺς τοιούτους γυμνάζεσθαι, καὶ οὕτω σκωπτικῶς παχεῖς καὶ αὐτοὺς λέγεσθαι, οἷα μὴ λεπτοὺς τὸν νοῦν καὶ ὀξεῖς, μηδὲ οἵους ἀρέσκειν τῷ εἰπόντι ὅτι ξηρὴ ψυχὴ σοφωτάτη, ὅμως οἱ Ὁμηρικοὶ ἀθληταὶ οὐ φαίνονται κατὰ τοὺς ἄλλους εἶναι, ἀλλὰ πρὸ ἔργου μὲν ἑτεροίας ἀρετὰς τίθεσθαι, πάρεργον δέ τι ἔχειν καὶ τὸ ἀθλεῖν. τοιοῦτος ὁ σοφὸς Νέστωρ, ὡς δῆλον ἐξ ὧν αὐχητικῶς ἱστορεῖ. τοιοῦτος ὁ καλὸς Ὀδυσσεύς, ὡς ἡ Ἰλιὰς καὶ ἡ Ὀδύσσεια δηλοῖ. τοιοῦτοι δέ, ὡς εἰκός, καὶ ἄλλοι τῶν ἡρώων. οὐκοῦν Εὐριπίδου εἰπόντος τὸ “κακῶν γὰρ ὄντων μυρίων καθʼ Ἑλλάδα, οὐδὲν κάκιόν ἐστιν ἀθλητῶν γένους”, καὶ κατασκευάσαντος τὴν γνώμην καλῶς εἰς πλάτος, ἑτέρου δέ τινος φαμένου, ὡς τὰ τῶν ἀθλητῶν οὐ πιαίνει μυχοὺς πόλεως, κεῖται παρὰ τῷ Ἀθηναίῳ τό· οὐ μὴν ἀλλʼ εἰ καὶ ταῦθʼ οὕτως ἔχει, οἱ γοῦν Ἕλληνες οὐκ ἦσαν αὐτὸ τοῦτο ἀθληταί, ἀλλὰ καὶ μαχηταὶ ἄριστοι καὶ δεξιοὶ ἀθλεῖν, ὅτε καιρός. Ὅτι “ἱππεῦσι μὲν πρῶτα ποδώκεσιν ἀγλάʼ ἄεθλα θῆκεν” Ἀχιλλεύς· τῷ πρώτῳ μὲν “γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργα εἰδυῖαν καὶ τρίποδʼ ὠτώεντα δύω καὶ εἰκοσίμετρον”, τῷ δευτέρῳ δὲ “ἵππον” ἔθηκεν ἑξέτεʼ ἀδμήτην, βρέφος ἡμίονον κυέουσαν· αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα, καλόν, τέσσαρα μέτρα κεχανδότα, λευκὸν ἔτʼ αὔτως· τῷ δὲ τετάρτῳ θῆκε δύο χρυσοῖο τάλαντα· πέμπτῳ δʼ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε». Καὶ ὅρα ὅπως ἐφʼ ἑκάστου ἐπάθλου ἔθετο τὸ «ἔθηκεν», οὐκ ὀκνήσας τὴν ταὐτολογίαν διὰ τὸ τῆς λέξεως καίριον. καὶ ἐν τοῖς ἑξῆς δὲ ἀγῶσιν οὕτω ποιήσει, ὡς φανήσεται, κατακόρως χρησάμενος τοῖς ἐκ τοῦ «τίθημι» κινουμένοις ῥήμασι διὰ τὸ μὴ εὐπορεῖν κρείττονος, ἐξ οὗ καὶ ὁ ἀγωνοθέτης καὶ ὁ ἀθλοθέτης καὶ τὰ τούτων ῥήματα. Ἰστέον δὲ ὅτι τὸ «γυναῖκα ἀμύμονα ἔργα εἰδυῖαν» τρόπος ἀμφιβολίας ἐστί. δύναται γὰρ τὸ «ἀμύμονα» καὶ τοῖς ἔργοις συνῆφθαι, ἵνα ᾖ «ἀμύμονα ἔργα», καὶ τῇ γυναικὶ δέ, ἵνα λέγῃ· ἀμύμονα γυναῖκα ἔργα εἰδυῖαν, ὡς καὶ προϊὼν ἐρεῖ ἁπλῶς περὶ ἑτέρας γυναικός, ὅτι «πολλὰ ἐπίστατο ἔργα». κάλλιον δὲ τὸ πρῶτον. Τὸ δὲ «ὠτώεντα» γίνεται μὲν ἀπὸ τοῦ ὠτός, ἐκτείνει δὲ τὴν προπαραλήγουσαν καὶ αὐτό, καθὰ καὶ τὸ κητώεις καὶ εὐρώεις καὶ τὰ ὅμοια, διὰ τὸ πρὸ αὐτῆς μακρόν. τοιαῦτα γὰρ τὰ διὰ τοῦ ωεις. μακρὰν μὲν γάρ, ὡς καὶ προπαρεδόθη, ἔχοντα τὴν πρὸ τοῦ ω συλλαβήν, ἐκτείνεται διʼ εὐχρηστίαν μέτρου σπονδειακοῦ, ἐκείνης δὲ βραχυνομένης, καὶ ἡ παραλήγουσα τὸ αὐτὸ πάσχει, γραφομένη ἐν τῷ ο μικρῷ διὰ δακτύλου ἀπαρτισμόν. τοιοῦτον τὸ σκιόεις, ἐρόεις ὁ ἐπιθυμητός, κερόεις ὁ κερασφόρος, καὶ τὰ ὅμοια. διὸ καὶ τὸ «θὴρ οὐατόεις», ἤγουν ὠτώεις, τουτέστιν ὄνος, παρὰ Καλλιμάχῳ, συστέλλει τὴν παραλήγουσαν διὰ τὴν τῆς προπαραληγούσης βραχύτητα. Τὸ δὲ «δύω καὶ εἰκοσίμετρον» ὅμοιον κατὰ προφορὰν τῷ «δύω καὶ εἰκοσίπηχυ», καὶ «δεκάκις καὶ εἰκοσινήριτα». τινὲς δὲ κατὰ τὸ «δυοκαίδεκα» οὕτω προάγουσιν ὑφὲν ὡς μίαν λέξιν «δυωκαιεικοσίμετρον», ὅπερ οὐκ ἂν ἀρέσκοι τοῖς παρασημειωσαμένοις ὥς τι καινὸν τὸ «δυσαρτοτόκεια» ὡς ἐκ τριῶν λέξεων σύνθετον. οὕτω δὲ καὶ τὸ «δυσάμμορος». Τὸ δὲ «ἑξέτεα» οἱ μὲν προπαροξύνουσιν, ὡς ὁ Ἀσκαλωνίτης, καθὰ καὶ τὸ «ὄτριχας οἰέτεας», ὡς καὶ ἐν Βοιωτίᾳ εἴρηται, οἱ δὲ παροξύνουσιν, ὡς τὸ εὐγενέα, οἷς, φασίν, ἕπεται καὶ ἡ παράδοσις. Τὸ δὲ «βρέφος ἡμίονον κυέουσαν» δηλοῖ μὲν τὸ ἐγκυμονοῦσαν, ἀσυνήθως δὲ βρέφος εἶπεν ἐπὶ ἐμβρύου. ἔμβρυον γὰρ τὸ ἐντὸς βρύον, ἤτοι αὐξόμενον, κατὰ τὸ «καί τε βρύει ἄνθεσιν». ἐν δέ γε τῇ Ὀδυσσείᾳ τὸ ἀνάπαλιν ποιεῖ ἐν τῷ «ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ». τὸ γὰρ ἔμβρυον ἐκεῖ ἀντὶ βρέφους ἔλαβε. πιθανῶς δὲ εἰς ἐπάθλου τιμιότητα οὐχʼ ἵππον ἁπλῶς ἱστορεῖ, ἀλλὰ κυοφοροῦσαν, καὶ οὐχʼ ὁμοειδὲς ἔμβρυον, ἀλλὰ ἡμίονον. Ἄπυρον δὲ λέβητά φησι τὸν μήπω τεθέντα εἰς πῦρ καὶ διὰ τοῦτο καὶ λευκὸν ἀπὸ χεύματος δηλαδὴ κασσιτέρου, ὃ δὴ ἄλλοθι ἐρεῖ ὁ ποιητής. «Μέτρα» δὲ ξέσται ἦσάν τινες. μείζονα δὲ ταῦτα εἶναι δοκεῖ τῶν ἐφεξῆς, ἔνθα κρατὴρ ἀργύρεος ἓξ μέτρα χανδάνει. οὐ γὰρ εὐπετῶς δέξεταί τις μείζω τὸν κρατῆρα ἐκεῖνον, τὸ τοῦ δρόμου ἔπαθλον, παρὰ τὸν ἐνταῦθα λέβητα. Τὰ δὲ «δύο τάλαντα» τοῦ χρυσοῦ σμικρόν τι ποσὸν ὑποβάλλουσι νοεῖν τὸ τάλαντον, εἴγε οὐ μόνον ἵππου τοῦ τῷ δευτέρῳ τεθέντος ὑποδεές ἐστιν, ἀλλὰ καὶ τοῦ τετραμέτρου λέβητος, ὃς τῷ τρίτῳ κεῖται. οὕτω καὶ ἐν Ὀδυσσείᾳ οὐ μέγα τι τὸ τάλαντον, ἔνθα ἱμάτια καὶ χιτῶνας καὶ δεκατρία τάλαντα χρυσοῦ ἐν κιβωτίῳ κείμενα θεραπαινὶς μία μόνη ἐπὶ τὴν νῆα ἄγει. ἐν μέντοι ταῖς Λιταῖς ἐπὶ μεγίστων τὰ ἐκεῖ βασιλικὰ νοοῦνται τάλαντα, ὁμοίως μεγάλα καὶ ἅπερ ὁ Μενέλαος ἐν τῷ πλανᾶσθαι ἀγείρει, ὥστε καὶ νῦν συνάγεσθαι ἄνισον εἶναι πάλαι ποτὲ τὸ τάλαντον, καθὰ καὶ προδεδήλωται. ὅθεν ἀτάλαντος κατὰ Πορφύριον ὁ ἀπεοικὼς τῷ ταλάντῳ καὶ μὴ ταλάντου ἀνισότητα ἔχων, ἀλλὰ ἶσος. Ἀμφίθετος δὲ φιάλη ἡ ἀμφοτέρωθεν αἰρομένη τῶν ὤτων κατὰ τοὺς ἀμφιφορεῖς, ἢ κατὰ Ἀρίσταρχον ἡ ἑκατέρωθεν τίθεσθαι δυναμένη κατὰ πυθμένα καὶ κατὰ στόμα ἤτοι πρόσωπον, ὡς δῆλον ἐκ τοῦ· τιθέασι Μασσαλιῶται τὰς φιάλας ἐπὶ πρόσωπον. ἦν δὲ καὶ Ἰώνων, φασίν, ἡ τοιαύτη θέσις. ἄλλως δὲ κατὰ τὸν Θρᾷκα Διονύσιον ἀμφίθετος ἡ ἀμφιθέουσα, ὅ ἐστι κυκλοτερὲς ἔχουσα σχῆμα, παρὰ τὸ θέειν, ἐξ οὗ καὶ ὁ θόλος, οὗ χρῆσις ἐν Ὀδυσσείᾳ, ἢ δύο βάσεις ἔχον ποτήριον ἐξ ἑκατέρου, φασί, μέρους. ὡς δὲ Παρθένιος νοεῖ, ἀπύθμενος. ἢ περιττῶς πεποιημένη. ἡ γὰρ ἀμφι ἶσον δύναται τῇ περι, αὕτη δὲ σημαίνει τὸ περιττόν. καὶ ἔστι καὶ ἡ τοιαύτη ἑρμηνεία μεταληπτικὴ διὰ τὴν ἀμφι πρόθεσιν μεταλαμβανομένην εἰς τὴν περι τὴν δηλοῦσαν τὸ περιττόν. περὶ δὲ τοιαύτης γραμματικῆς μεταλήψεως προδεδήλωται ἱκανῶς. ἔστι δέ, φασίν, ἡ φιάλη αὕτη χαλκεῖον ἐκπέταλον λεβητῶδες, δύο ἔχον ὦτα, δεχόμενον ψυχρὸν ὕδωρ, ἐπὶ πῦρ οὐκ ἐπιτιθέμενον. διὸ καὶ ἀπύρωτον αὐτήν φησι. Τῷ δὲ τοιούτῳ λεβητώδει χαλκείῳ εἰκὸς παρόμοιον εἶναι καὶ τὸν παρὰ τῷ Κωμικῷ Φιλήμονι ἐμβαθυχύταν, ὃς καὶ ἔφηβος ἐκαλεῖτο. ποτηρίου δὲ ἦν εἶδος κατὰ τὴν τοῦ Δειπνοσοφιστοῦ ἱστορίαν. Ἀπολλόδωρος δέ, φασίν, ἀμφίθετον λέγει τὴν μὴ κατὰ πυθμένα, κατὰ μόνον δὲ στόμα δυναμένην ἐρείδεσθαι. ἄλλοι δέ φασιν, ὅτι καθότι λέβης ὁ μὲν ἐμπυριβήτης, ὁ δὲ ἄπυρος, ὁ δεχόμενος ἴσως ψυχρόν, οὕτω καὶ φιάλη ἀπύρωτος ἡ ἐπὶ πῦρ οὐκ ἐπιτιθεμένη, ἢ ψυχρήλατος. ὅτι δὲ φιάλη κατὰ ἀντιστοιχίαν πιάλη ἐτυμολογεῖται, ἀφʼ ἧς δηλαδὴ ἔστι πιεῖν ἅλις, μείζων γὰρ αὕτη ποτηρίου, καὶ ὅτι τὸ ῥηθὲν λεβητῶδες ἐκπέταλον ἀπύρωτον δακτυλωτόν τε ἐλέγετο, καὶ κέρας δὲ εἶναι ὑπωπτεύθη, ἐπεὶ μὴ γίνεται διὰ πυρός, ὡς Ἴων ὁ ποιητὴς ὑπεμφαίνει ἐν τῷ «ἔκπωμα δακτυλωτόν, ἄχραντον πυρί», καὶ ὅτι ψέγεται ὁ εἰπὼν τὴν τοιαύτην φιάλην ἔκπωμα, Δίδυμος γὰρ ὁ γραμματικὸς ποτήριον χαλκοῦν αὐτὴν οἶδεν ἐκπέταλον, ὡς ἐρρέθη, λεβητοειδές, εὔθετον εἰς ψυχροποσίαν, καὶ ὅτι δακτυλωτὸν λέγεται, ὡς κοιλότητας ἔχον ἔνδοθεν οἷον δακτύλων κατὰ τὸν Δίδυμον, ἢ ὡς ἔχον ἐξοχάς, ἢ καὶ διότι ἄμφωτον ὂν ἐδίδου διείρειν δακτύλους ἑκατέρωθεν, καὶ ὅτι ἀπύρωτος μὲν ἰδοὺ φιάλη παρὰ τῷ ποιητῇ, ἄπυρος δὲ οἶνος ὁ μὴ ἡψημένος—ἐχρῶντο γὰρ οἱ παλαιοὶ καὶ ἑφθοῖς οἴνοις—ἔστιν ἐκ τῶν παλαιῶν πλατύτερον ἀναλέγεσθαι. ὡς δὲ φιάλη ἀμφίθετος, ἧς ἔστιν πάντοθεν πίνειν ἐπιθέντα τὸ στόμα, ὡς Ἡρῳδιανὸς λέγει—ὦτα γάρ, φησίν, οὐκ ἔχει—ἢ κατʼ ἄμφω τιθεμένη, ἵνα σημαίνῃ, φησίν, ἐκπέταλον. Ἰστέον δὲ ὅτι καὶ τὰ τοῦ ἱππικοῦ καὶ τὰ τῶν ἐφεξῆς ἀγώνων ἔπαθλα τῷ Πατρόκλῳ συνήθως προσλογίζονται, οὐ μὴν τῷ τιθέντι ἀγωνοθέτῃ, καθὰ καὶ τὰ δαπανηθέντα εἰς τὴν ἐκείνου πυράν, καὶ ὅτι οὕτως δοκοῦν τῷ Ἀχιλλεῖ δραμοῦνται πέντε ἱππεῖς. ἐξῆν γὰρ καὶ ὀλιγωτέρους τρέχειν καὶ πλείονας, ὡς αἱ ἱστορίαι δηλοῦσι. μάλιστα δὲ πλείους ἠγωνίζοντο ἐν τοῖς ὕστερον ἱεροῖς ἀγῶσι καὶ τοῖς ὁμοίοις, ὅτε οὐκ ἂν φειδωλῶς εἶχον ἐπάθλων οἱ ἀθλοθέται κοτίνων καὶ σελίνων καὶ πιτύων καὶ τῶν ὁμοίων λήρων. ὡς νῦν γε τῷ Ἀχιλλεῖ καὶ τοῖς ὁμοίοις χρεία φείδεσθαι διὰ τὸ πολυτελὲς τῶν προτιθεμένων ἐπάθλων. Ὅτι τὸ «ἱππεῦσι τάδε τὰ ἆθλα κεῖται» καινότερον φράζων ὁ ποιητὴς ὡσεὶ καὶ ἐπὶ ἐμψύχων τινῶν τῶν ἐπάθλων φησὶν «ἱππῆας τάδʼ ἄεθλα δεδεγμένα κεῖτʼ ἐν ἀγῶνι», τουτέστι τοὺς ἱππεῖς ταῦτα προσδέχονται ἢ ἐκδέχονται. δῆλον δʼ ὅτι τὸ «κεῖται» σύστοιχόν ἐστι τῷ τίθεται, ᾧ χαίρει, ὡς ἐρρέθη, ὁ ποιητής. Ὅτι σεμνολογῶν τοὺς οἰκείους ἵππους ὁ Ἀχιλλεὺς καὶ ἅμα καὶ προοίμιον συνήθως ἐκ τῶν παρὰ πόδας ποριζόμενός φησιν, ὡς «εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοί, ἦ τʼ ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίηνδε φεροίμην. ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι· ἀθάνατοί τε γάρ εἰσι» καὶ ἐκ Ποσειδῶνος, ἱππίου δηλαδή, δῶρον τῷ Πηλεῖ, ἐμοὶ δὲ ἐξ αὐτοῦ. «ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι. τοίου γὰρ σθένος», ἢ κλέος, «ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο ἠπίου», ἤτοι ἐνηέος, ὃ πολλαχοῦ ἐπεμαρτυρήθη τῷ Πατρόκλῳ. Εἶτα ἐπαινῶν ἐκεῖνον τῆς ἱπποκομίας φησὶν «ὃς σφῶϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον χαιτάων κατέχευε, λοέσσας ὕδατι λευκῷ», οἷα δηλαδὴ τοῦ ἵππου χαίροντος λουτροῖς, ὡς καὶ προδεδήλωται. ἐνταῦθα δέ φασιν οἱ παλαιοί, ὅτι ἐντεῦθεν Ξενοφῶν τὴν κεφαλὴν τοῦ ἵππου καταπλύνειν ὕδατι ἀξιοῖ. Τὸ δὲ ἔλαιον οὐ μόνον διʼ εὐκολίαν κτενισμοῦ κατεχέετο τῆς χαίτης, ἀλλά που καὶ διὰ στιλπνότητα. Εἰ μή τι ἴσως καὶ τεθυωμένον ἦν τὸ τοιοῦτον ἔλαιον καί, ὡς εἰπεῖν, μεμυρωμένον, καθὰ καὶ τὸ ῥοδόεν πρὸ τούτων ἔλαιον. Ὅμηρος γάρ, φασί, μύρων μὲν χρῆσιν οἶδεν, ἔλαια δʼ αὐτὰ καλεῖ. Μύρου δέ, φασίν, ὀνόματι πρῶτος Ἀρχίλοχος ἐχρήσατο. Ἐφʼ οἷς ὁ Ἀχιλλεὺς φρόνησίν τινα καινὴν τοῖς ἵπποις ἐπιμαρτυρόμενος λέγει, ὅτι «ἑσταῶτες πενθοῦσιν, οὔδεϊ δέ σφιν χαῖται ἐρηρέδαται· τὼ δʼ ἔστατον ἀχνυμένω κῆρ», ὃ ταὐτόν ἐστι τῷ «ἑσταῶτες πενθοῦσιν». ἐγγὺς γὰρ λογικῶν, ὡς καὶ θείους κατὰ μῦθον, τοὺς τοιούτους ἵππους ἔθετο. Ἐφʼ οἷς ἐπάγει τὴν τοῦ λόγου ἀξίωσιν τὸ «ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν», τουτέστιν ἐπεὶ ἐγὼ μενῶ, ὑμεῖς εὐτρεπίζεσθε εἰς ἀγῶνα καί, ὡς εἰπεῖν, κοσμήθητε. τοιοῦτον γάρ τι τὸ στέλλεσθαι καὶ τὰ ἐξ αὐτοῦ, ὁ στόλος, ὁ στολμός, ἡ στολή. Εἶτα, ὡς αὐτῷ σύνηθες, μερικεύων τὸ πληθυντικὸν εἰς ἑνικόν φησιν «ὅς τις Ἀχαιῶν ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν». οὐ γὰρ πάντες ἄλλοι σταλήσονται, ἀλλʼ ὁ πεποιθὼς δύνασθαι. Σημείωσαι δὲ ὅτι, ὡς ἂν μὴ λυπήσῃ τοὺς ἀριστεῖς οἷα κατʼ αὐτῶν ἀλαζονευόμενος, οὐχʼ ἑαυτῷ ἀλλὰ τῇ τῶν ἵππων ἀρετῇ τὴν νίκην ἐπιγράφεται Ἀχιλλεύς, τουτέστι τῇ ἄγαν ὠκύτητι. ἀρετὴ γὰρ ζῴου παντὸς τὸ ἐν ἐκείνῳ ἄριστον, καθὰ καὶ ἐν ἀνθρώπῳ. οὕτως ἀρετὴ λέοντος ἡ ἀνδρία, καὶ κίρκου τὸ ὀξὺ πέτεσθαι, καὶ ἑτέρου τινὸς τὸ ὀξὺ δέρκεσθαι, καὶ ἄλλων ἄλλα. Τὸ δὲ «τὰ πρῶτα λαβών» ἢ ἀντὶ τοῦ τὰ πρωτεῖα ἢ μᾶλλον τὰ πρῶτα ἄεθλα, ληφθείσης τῆς λέξεως τῶν ἄθλων ἀπὸ ῥήματος τοῦ ἀεθλεύοιμεν, ὃ καὶ ἐπὶ ἄλλων ὁμοίων γίνεται, ὡς καὶ μετʼ ὀλίγα φανήσεται. Περιβάλλειν δὲ καὶ νῦν τὸ ὑπερβάλλειν, ληφθείσης τῆς περι προθέσεως ἰσοδυνάμου τῇ ὑπερ. Ἀθάνατοι δὲ ἵπποι ὅτι οἱ ἄρρενες διὰ τὴν ἐπιγονήν, προδεδήλωται. Ὅρα δὲ καὶ ὅτι ἐπιτηδείως ὁ ῥήτωρ Ἀχιλλεὺς μνήμην ἐπαινετικὴν παρέρριψε τοῦ ἑταίρου Πατρόκλου, διʼ ὃν οἱ ἀγῶνες. καὶ ἡ τῶν ἵππων δὲ παρένθεσις τῷ ἱππικῷ ἀγῶνι ᾠκείωται. Τὸ δὲ «κλέος ἐσθλόν» κλεινὸν εἶναι τὸν Πάτροκλον δηλοῖ, τουτέστιν, ἁπλῶς καὶ σεμνῶς εἰπεῖν, εὐκλεῆ. Κρῆτες μέντοι ἄλλως ἔρωτι τὸν κλεινὸν ὑπάγουσι, καθὰ καὶ τὸν ἐν ἄλλοις δεδηλωμένον ἀΐταν, ὃν οἱ ἀπειρότεροι διὰ διφθόγγου γράφουσι, λέγοντες φίλον ἁπλῶς τὴν τοιαύτην λέξιν δηλοῦν. ὡς δὲ συστοιχοῦσι τοῖς Κρητικοῖς κλεινοῖς καὶ ἀΐταις καὶ οἱ παρασταθέντες, ὁ Ἀθήναιος οἶδε. Τὸ δὲ «τοίου γάρ» σύνηθες Ὁμήρῳ εἰς ἐμφαντικὸν μυστηριώδη ἔπαινον. πολλαχοῦ γὰρ τῇ τοιαύτῃ λέξει σεμνῶς χρῆται διὰ γοργότητα. «Ἔλαιον δὲ ὑγρόν», ὡς καὶ ἐν Ὀδυσσείᾳ, τὸ μὴ ταχὺ ἰκμαζόμενον, ἀλλὰ παραμένον τοῖς ἀλειφομένοις καὶ ἀποκωλῦον τὴν κραύρωσιν. Τοῦ δὲ «λοέσσαι» χρήσεις καὶ ἐν ἄλλοις. δοκεῖ δὲ μὴ ἐκ περισπωμένου ἐνεστῶτος τοσοῦτον γενέσθαι τοῦ λοῶ λοέσω, ὅσον κατὰ ἀνάλυσιν ἐκ τοῦ λοῦσαι. κιρναμένη γὰρ ἡ ου δίφθογγος ἐκ τοῦ ε καὶ ο εἰς αὐτὴν καὶ ἀναλύεται. Ἔστιν οὖν ἡ πρωτοτυπία τοῦ «λοέσσας» ἢ λούω καὶ ἐν διαλύσει λοέω, ἢ ἀνάπαλιν, καὶ ἐξ αὐτῶν τὸ λοετρὸν καὶ τὸ λουτρὸν καὶ τὸ λόεσθαι λοῦσθαι. Ὕδωρ δὲ λευκὸν τὸ ἀλλαχοῦ καὶ μέλαν, περὶ ὧν πολλαχοῦ δεδήλωται. εἰ δέ τις τοιοῦτον ὕδωρ καλλιλογῶν λιβάδα θεὰν δροσώδη αὐτὸ περιέφρασε, ποιητικώτερον ἔφρασε. Τὸ δὲ «ἐρηρέδαται» Ἰωνικὸν μέν ἐστι, γίνεται δὲ συνήθως ἀπὸ τοῦ ἐρήρεισται, τρίτου προσώπου τῶν Ἰωνικῶν ἀποβολῇ δύο στοιχείων καὶ προσθέσει τῆς δα συλλαβῆς, ὃ γίνεται καὶ ἐπὶ τοῦ ὠνόμασται ὠνομάδαται καὶ τῶν ὁμοίων. Ἰστέον γὰρ ὅτι οἱ Ἴωνες οἰκεῖα τρίτα πληθυντικὰ ῥήματα ἐκ τρίτων κοινῶν ἑνικῶν ποιοῦσι, ποτὲ μὲν μόνην ποιούμενοι προσθήκην τοῦ α, ὡς καὶ προπαραδέδοται, οἷον ἔσταλται ἐστάλαται, ἔσπαρται ἐσπάραται, πολλαχοῦ δὲ καὶ τὸ ψιλὸν τοῦ τρίτου ἑνικοῦ σύμφωνον εἰς δασὺ τρέποντες· τέτυπται τετύφαται, εἷρκται ἔρχαται, ἐνίοτε δὲ τῷ συνήθως πλεονάζοντι ἄλφα καὶ τὸ δ προσελάμβανον ἀποβαλόντες τι τοῦ πρωτοτύπου τρίτου ἑνικοῦ. ἐν γοῦν τῷ ἐρήρεισται καὶ ὠνόμασται ἐξεβλήθη μὲν τὸ σ, ἀντεισήχθη δὲ μετὰ τοῦ συνήθους τοῖς Ἴωσιν α καὶ τὸ δ. καὶ γέγονεν ἡ δα συλλαβὴ συντελοῦσα εἰς τὸ ἐρηρέδαται καὶ ὠνομάδαται, ὡς καὶ ἐν τῷ πεφράδαται. Ὅτι πρὸς τὸν τοῦ Ἀχιλλέως λόγον «ταχέες ἱππῆες ἄγερθεν. ὧρτο πολὺ πρῶτος» μὲν Εὔμηλος, ἐπὶ δʼ αὐτῷ Διομήδης, ἐπὶ δὲ τούτῳ Μενέλαος, «Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὡπλίσαθʼ ἵππους», καὶ πέμπτος Μηριόνης. Ἐνταῦθα δὲ τοὺς μὲν τέσσαρας ἐπαίνοις κοσμεῖ, ὀνομάζων αὐτοὺς καὶ πατρόθεν, οἷον «ἄναξ ἀνδρῶν Εὔμηλος, Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο», καὶ «Τυδείδης, κρατερὸς Διομήδης», καὶ «Ἀτρεΐδης, ξανθὸς Μενέλαος διογενής», καὶ «Ἀντίλοχος, Νέστορος ἀγλαὸς υἱός, ὑπερθύμοιο ἄνακτος τοῦ Νηληϊάδαο», τὸν δὲ Μηριόνην ψιλῶς οὕτω προήνεγκεν, ὀκνήσας ἀποσεμνῦναι τὸν ἐκπεσούμενον ὕστατον καὶ ἐν τῷ ἀγῶνι. Ὅρα δὲ καὶ ὡς προσπαθῶς Ὅμηρος ἔχει τῷ Νέστορι, οὐ Νεστορίδην εἰπὼν τὸν Ἀντίλοχον ὁμοίως τῷ Τυδείδης, Ἀτρείδης, οὐδὲ Νέστορος φίλον υἱὸν κατὰ τὸ «Ἀδμήτου φίλος υἱός», ἀλλʼ ἐπαινέσας τὸν γέροντα ῥήτορα καὶ γενεαλογήσας καὶ αὐτὸν κατὰ τοὺς τέσσαρας ἱππέας διὰ τὸ μέλλειν καὶ αὐτὸν ἄεθλον λαβεῖν ἐν τοῖς ἑξῆς τά τε ἄλλα καὶ διὰ τὸ οἷον δοκεῖν καὶ αὐτὸν ἀγωνίσασθαι, οἷς τῷ υἱῷ Ἀντιλόχῳ παραινέσει τὰ εἰς νίκην, ὡς μετʼ ὀλίγα ῥηθήσεται. ὅλως δὲ εἰδέναι χρὴ ὡς ἐπίτηδες τὸν Νέστορα ὁ ποιητὴς ἐνταῦθα παρεισεκύκλησεν, ὡς ἂν ὁ πολύπειρος καὶ νῦν καὶ ἐν τοῖς ἑξῆς παραρτύσῃ τὴν Ὁμηρικὴν ῥητορείαν τὰ συνήθη λαλῶν. Μόνον γὰρ Ὅμηρος αὐτὸν ὡς οἷον αὐτορήτορα εἰδοποιεῖ, τὸν Ὀδυσσέα ἔμπρακτον ἄλλως ἱστορῶν σοφόν. δοκεῖ δὲ κατὰ τὸν Νέστορα εἶναι καὶ ὁ Ἀντήνωρ παρά γε τοῖς Τρωσί. καὶ δηλοῖ αὐτὸ καὶ Εὐριπίδης, εἰπὼν «εἴ μοι», ἤγουν εἴθε μοι, «τὸ Νεστόρειον εὔγλωττον μέλος Ἀντήνορός τε τοῦ Φρυγὸς δοίη θεός». Τὸ δὲ σὺν ἄρθρῳ εἰπεῖν «τοῦ Νηληϊάδαο» ἐξοχήν τινα ἐμφαίνει τοῦ γέροντος Νέστορος ἢ καὶ τοῦ πατρὸς αὐτοῦ μάλιστα Νηλέως. Ἰστέον δὲ καὶ ὅτι Διομήδους μὲν καὶ Μενελάου καὶ Ἀντιλόχου τίνες ἦσαν ἵπποι, ἐρεῖ, Εὐμήλου δὲ οὔ. ποιεῖ δὲ τοῦτο διὰ τὸ ἤδη ἐν τῇ Βοιωτίᾳ ἱστορῆσαι τὸ καλλιστεῖον τῶν τοῦ Εὐμήλου ἵππων. ὅθεν ἀρκεῖται νῦν εἰπὼν τὸ «ἱπποσύνῃ ἐκέκαστο», ἤγουν τῇ ἡνιοχικῇ τέχνῃ, ὡς τῶν ἵππων ἤδη δεδηλωμένων. ἅμα δὲ καὶ ἀσχάλλων οἷον ὁ ποιητής, οἷς ἐκπεσεῖται τοῦ πρώτου ἄθλου ὁ Εὔμηλος, ὀκνεῖ ἐνδιατρῖψαι τοῖς κατʼ αὐτόν. Ἦσαν δὲ ἵπποι τῷ Διομήδει μὲν οἱ τοῦ Αἰνείου. φησὶ γὰρ «ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτε ἀπηύρα», ἤτοι ἀφείλετο, «Αἰνείαν, αὐτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων». Καὶ ὅρα ἐνταῦθα ἱστορίας κεφαλαιωτικὴν συντομίαν, διʼ ἧς ὁ ἀκροατὴς τὰ περὶ τῶν τοιούτων ἵππων ἀναμνηστικῶς καὶ νῦν ἔγνω μαθών. οὓς καὶ Τρῳοὺς λέγει, ὅπερ ἕτερόν ἐστι παρὰ τὸ «Τρώϊοι ἵπποι». τοῦτο μὲν γὰρ τοὺς τοῦ Τρωὸς δηλοῖ μάλιστα, Τρῳοὶ δὲ ἵπποι ἁπλῶς οἱ Τρωϊκοὶ ἐθνικῶς. φησὶ γὰρ «ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν», ἀντὶ τοῦ ὑπὸ τὸν ζυγὸν ἦγεν, ὡς κατωτέρω ἐρεῖ. ἄλλως γὰρ ἡ κοινὴ χρῆσις δοτικῇ τὸ ὑπάγειν συντάσσει. καὶ οὗτοι μὲν ἵπποι τῷ Διομήδει. Μενέλαος δὲ «ὑπὸ ζυγὸν ἤγαγεν ὠκέας ἵππους, Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον», ἤτοι τὸν ἴδιον ἵππον τὸν οὕτω καλούμενον Πόδαργον, ὅπερ ἄλλοι ἐπίθετον ἵππου ἔγραψαν κατὰ τὸ «ὁ τὴν πόδαργον Ψύλλαν ἡνιοστροφῶν». Εἶτα ἑρμηνεύων τὸ «Ἀγαμεμνονέην», φησὶν «ἣν Ἀγαμέμνονι ἔδωκεν Ἀγχισιάδης Ἐχέπωλος, δῶρʼ, ἵνα μή οἱ ἕποιτο ὑπὸ Ἔλιον ἠνεμόεσσαν, ἀλλʼ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκε Ζεὺς ἄφενος, ναῖε δʼ ἐν εὐρυχώρῳ Σικυῶνι», οὔσῃ δηλαδὴ ὑπὸ τὴν τοῦ Ἀγαμέμνονος βασιλείαν. Εἶτα συμπεραίνων φησὶν ἐπαναληπτικῶς «τήν», ἤγουν ταύτην, «ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν», ἤτοι πάνυ ἐφιεμένην δραμεῖν. ὅπερ φασὶν οἱ παλαιοὶ ἔπαινον τοῦ Μενελάου εἶναι, ὡς δυναμένου κατευθύνειν τὸ ἐξ ἀνομοίων ζεῦγος καὶ ἐξισοῦν τῷ Ποδάργῳ τὴν ἰσχανόωσαν δρόμου καὶ μὴ διδοῦσαν τῷ Ποδάργῳ ἀνοχήν. παρασημειοῦνται δὲ καὶ ὅτι ἐν τοῖς κατὰ τὴν θήλειαν Αἴθην ὑπαινίττεται ὁ ποιητὴς περὶ μόνα τὰ παιδουργὰ μόρια διαφέρειν ἄρρεν καὶ θῆλυ, κατὰ δὲ ἀρετὴν καὶ τὰ λοιπὰ οὐδεμίαν αὐτοῖς εἶναι διαφοράν. παρασημαίνονται δὲ καὶ τὸ τῶν Ἀτρειδῶν φιλάδελφον. οὐ γὰρ ἐντυγχάνει ὁ Μενέλαος περὶ τῆς Αἴθης τῷ ἀδελφῷ, ἀλλʼ αὐτεξουσίως τῷ ἰδίῳ Ποδάργῳ συζευγνύει αὐτήν, εἰ μὴ ἄρα κατὰ τὸ σιωπώμενον ἐντυχεῖν περὶ ταύτης τῷ ἀδελφῷ νοηθήσεται. Ὅρα δὲ καὶ οἷον ὁ πλοῦτος, καὶ ὅπως φιλοψυχεῖν ποιεῖ τὸν ἔχοντα, κακὸν ἐκεῖνος ὢν δειλόν, ὅ φασι, καὶ φιλόψυχον, καὶ μᾶλλον εἴπερ φιλήδονος ὁ πλουτῶν, ὁποῖος καὶ ὁ ῥηθεὶς Ἐχέπωλος, ὡς δηλοῖ τὸ «ἀλλʼ αὐτοῦ τέρποιτο μένων». ἰδοὺ γὰρ αὐτὸς μέν, ἵνα μὴ στρατεύσηται, ἀλλʼ ἀπολαύοι τοῦ οἴκαδε πλούτου, δῶρον ἐξαίρετον τὴν Αἴθην δίδωσι, κακοῦ τούτου, οἶμαι, κατάρξας ἐκεῖνος τῆς τῶν, ὡς ἂν φορολόγος τις εἴποι ἀνήρ, ἀλόγων ἐκβολῆς. ὁ δὲ ἀγαθὸς βασιλεὺς κρεῖττον ἡγεῖται πολεμιστὴν ἵππον ὑπὲρ ἀπόλεμον ἄνθρωπον, δοὺς ἐκείνῳ τρυφᾶν καὶ ἀλλαξάμενος ἀρετὴν ἵππου ψυχῆς ἀγεννοῦς. τί γὰρ καὶ ἔδει αὐτῷ ἐν μάχῃ τοιούτου ἀνδρός; οὕτω κατὰ τὴν Διοδώρου ἱστορίαν καὶ Σκιπίων ὁ στρατηγὸς τοῖς πρώτοις τῶν Σικελιωτῶν προέθηκεν ἢ στρατεύειν μετʼ αὐτοῦ εἰς Λιβύην ἢ τοὺς ἵππους καὶ τοὺς οἰκέτας παραδοῦναι τοῖς μετʼ αὐτοῦ. Ὅρα δὲ καὶ ὅτι οὐ Τρωϊκὸς μόνον Ἀγχίσης, ἀλλʼ ἰδοὺ καὶ Ἑλληνικός, ὁ τοῦ ῥηθέντος Σικυωνίου τυράννου πάππος, καὶ ὅτι ἀντὶ τοῦ δῶρον δῶρα εἶπε, πληθύνας τὸ ἑνικὸν συνήθως, ἵνα ἐνδείξηται τὸ τοῦ δώρου τίμιον. τοῦτο δὲ καὶ ἄλλως ἁπλοϊκῶς ποτε γίνεται, ἤγουν τὸ πληθῦναι τὸ ἑνικόν, ὡς μετʼ ὀλίγα ἔχει τὸ «δῶμεν ἀέθλιον δεύτερα». τὸ γὰρ σύνηθες ἦν εἰπεῖν ἀέθλιον δεύτερον. τοιοῦτον δέ τι καὶ τὸ «ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα», ἤγουν ἄεθλον. ἓν γὰρ πάντως ἆθλον ἑνὶ δίδοται. Τὸ δὲ «ὑπὸ Ἴλιον» ἀλλαχοῦ «ὑπὸ Ἰλίῳ», λέγων Ἀττικῶς, ἐνταῦθα κατὰ αἰτιατικὴν σύνταξιν κοινότερον ἔφρασε. Τὸ δὲ ἄφενος οὐδετέρου γένους, ὡς ἐν τῇ αʹ ῥαψῳδίᾳ, οὕτω καὶ ἐνταῦθα. παρʼ ἄλλοις δὲ καὶ ἀρσενικῶς ὁ ἄφενος εὕρηται. Περὶ δὲ Σικυῶνος, ἧς καὶ ἐν τῇ Βοιωτίᾳ μέμνηται, ἰστέον ὅτι δοκεῖ περιεκτικόν τι κοινότερον ὄνομα εἶναι, καθὰ κρομυών, οὕτω καὶ σικυών, τόπος δηλαδὴ περιέχων σικυοὺς ἢ σίκυας, ἐξ ὧν σύγκειται τὸ σικυήλατον. ἐκ δὲ κρομύων καὶ σικύων Σικυών καὶ Κρομυών τὰ τοπικά, ὧν παράγωγα ὁ Σικυώνιος καὶ ὁ Κρομυώνιος, ὧν θηλυκὰ ἡ Σικυωνία Αἴθη καὶ ἡ Κρομυωνία σῦς. παρώνυμον δὲ τῇ Ὁμηρικῇ Σικυῶνι καὶ ὑπόδημα Σικυώνιον. περιᾴδονται δὲ τὰ τοιαῦτα, ὡς καὶ ἱστορία δηλοῖ, λέγουσα Πολυσπέρχοντα, τὸν ἔνδοξον Μακεδόνα στρατηγόν, ἐνδυόμενον κροκωτὸν καὶ ὑποδούμενον Σικυώνια διατελεῖν ὀρχούμενον. Τὸ δὲ ἰσχανᾶν, λέξις αὕτη οὐδὲν χρήσιμος αὐτὴ καθʼ αὑτὴν λόγῳ πεζῷ, γίνεται κατὰ τρεῖς παραγωγὰς καὶ αὐτή. ἔχω γὰρ τὸ ἀντέχομαι ἀφʼ οὗ ἴσχω, ἐξ οὗ ἰσχαίνω, ἀπʼ αὐτοῦ τὸ ἰσχανῶ. ταῦτα καὶ περὶ τῶν κατὰ Μενέλαον. Ἐπὶ δὲ Ἀντιλόχῳ οὐ λαλεῖ πλείω ἀλλʼ ἢ μόνον ὅτι ἐΰτριχας ὡπλίσατο ἵππους, καὶ ὅτι Πυλοιγενέες αὐτῷ ἵπποι ὠκύποδες ἔφερον ἅρμα. οὐ γὰρ εἶχόν τι ἐπίσημον οἱ γέροντες ἵπποι οὗτοι, ὡς ἱστορηθῆναί τι καὶ περὶ αὐτῶν. «ὡπλίσατο» δὲ εἶπεν ἀντὶ τοῦ εὐτρέπισε τοῖς ὅπλοις, ὅ ἐστι τοῖς ἡνιοχευτικοῖς τεύχεσιν ἢ ὀργάνοις ἢ σκεύεσι. Τὸ δὲ «Πυλοιγενέες» ἀπὸ τοῦ Πύλος γίνεται πλεονασμῷ τοῦ ι, ὁμοίως τῷ ὀλοότροχος ὀλοοίτροχος, ὁδοδόκος ὁδοιδόκος, ὁδοπόρος ὁδοιπόρος. Ἦν δὲ οὐκ ἔξω λόγου καὶ διὰ τοῦ η γράφεσθαι τροπῇ τοῦ ο εἰς η. Ἰστέον δὲ καὶ ὅτι ἐν τῷ «ταχέες ἱππῆες ἄγερθεν» τὸ μὲν «ταχέες» ἐπιρρηματικῶς κεῖται ἀντὶ τοῦ κατὰ τάχος. τὸ δὲ «ἄγερθεν» δύναται μὲν καὶ ἀπὸ τοῦ ἀγείρω εἶναι, μάλιστα δὲ τὸ ἀνέστησαν δηλοῖ ἐκ τοῦ ἐγείρω. διὸ ἐπῆκται αὐτίκα τὸ «ὦρτο», ταὐτὸν ὂν τῷ «ἀνέστη ἐκπηδήσας». καίριον δὲ ὡς ἐν ποιήσει τὸ «ὦρτο», διὸ καὶ τρὶς ἐρρέθη, ὥσπερ καὶ τὸ «ὑπὸ ζυγὸν ἄγειν», καθὰ προέκκειται. Ὅτι ὁπηνίκα νοήμονι ἀνδρὶ ἀγαθά τις συμβουλεύεται, οἰκεῖον ῥηθῆναι τὸ «ὃ δʼ ἄγχι παραστὰς μυθεῖτο εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ», καθὰ καὶ Νέστωρ μυθεῖται τῷ υἱῷ, πεπνυμένῳ ὄντι, ὡς δηλοῦται καὶ ἐν τοῖς ἑξῆς. Διὸ καὶ ὁ πατὴρ ἐρεῖ ὡς οὔ σε χρὴ μάλα διδάσκειν. Ἔνθα καὶ ὅρα τὸ «μάλα». διδαχθήσεται μὲν γάρ ποτε καὶ ὁ εἰδώς, οὐ μὴν μάλα κατὰ τὸν ἄϊδριν. Θεοφιλεῖ δὲ σοφῷ πρέπει τὸ «ἤτοι μέν σε νέον περ ἐόντʼ ἐφίλησε» θεὸς καὶ ἐδίδαξε παντοῖα, «τῷ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ· οἶσθα γὰρ εὖ». παρῴδηται δὲ ταῦτα, ἐξ ὧν ὁ Νέστωρ ἐνταῦθα νῦν λέγει τῷ υἱῷ, ὅτι Ζεὺς καὶ Ποσειδῶν ἱπποσύνας αὐτὸν ἐδίδαξε παντοίας. διὸ οὐ χρεία διδασκαλίας αὐτῷ. «Οἷσθα γάρ», φησίν, «εὖ περὶ τέρματα ἑλισσέμεν», ὅ ἐστι κάμπτειν περὶ τὸ τέλος τῆς νύσσης. Ἔνθα οὕτω προοιμιασάμενος ὁ γέρων καὶ σεμνύνας τὸν υἱὸν ὡς μὴ διδασκαλίας δεόμενον, ἐπάγει «ἀλλά τοι ἵπποι βάρδιστοι», τουτέστι βραδύτατοι, «θείειν», ὅ ἐστι θέειν, «τῷ τʼ οἴω», ἤγουν διὸ οἴομαι, «λοίγια ἔσεσθαι», λοίγια λέγων τὸ τῆς νίκης ἐκπεσεῖν, οἷα τοῖς φιλοτίμοις ὀλέθριον. Εἶτα ποιῶν ὁ γέρων ἀντανίσωσιν λέγει ὅτι τῶν δʼ ἄλλων «ἵπποι μὲν ἔασιν ἀφάρτεροι», τουτέστι ταχύτεροι, ὡς ἄφαρ, ἤγουν εὐθέως καὶ οὐκ ἐκ περιόδου τινὸς κατευστοχοῦντες τῆς νίκης, «οὐδὲ μὲν αὐτοὶ πλείονα ἴσασι σέθεν αὐτοῦ μητίσασθαι», ὅ ἐστι βουλεύσασθαι. καὶ ἔστι τὸ νόημα τοῦ γέροντος, ὡς ἐν ὀλιγίστῳ εἰπεῖν, ὅτι σὺ μέν, ὦ υἱέ, εἰδήμων, βραδίστους δὲ ἵππους ἔχεις, τοῖς δὲ οἱ μὲν ἵπποι ταχεῖς, αὐτοὶ δὲ βραδεῖς βουλεύσασθαι. διὸ βουλευτέον σοι. Καὶ εὐθὺς δεικνύων ἐπιχειρηματικῶς καὶ γνωμολογικῶς, ὅτι τὰ κατʼ ἀνθρώπους, ἐν οἷς καὶ τὸ ἱππεύειν, μήτι, τουτέστι μήτιδι καὶ βουλῇ, ἀνύονται, φησὶ πρῶτον μὲν ἀλειπτικὸν εἰς ἀγῶνα νόημα τὸ «ἀλλʼ ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα», ὃ περίφρασίς ἐστι τοῦ «ἵνα μὴ ἡττηθῇς». Εἶτα πιστούμενος ἐπαγωγικῶς διὰ δρυτόμου καὶ κυβερνήτου καὶ ἡνιόχου τὸ πάντα βουλῇ καὶ τέχνῃ κατορθοῦσθαι—πρῶτος γάρ, φασίν, Ὅμηρος τῇ κατὰ φιλοσόφους ἐπαγωγῇ ἐνταῦθα χρᾶται, ἤγουν τῇ τοῦ καθόλου πιστώσει ἐκ μερικῶν—φησὶν «μήτι τοι δρυτόμος μέγʼ ἀμείνων ἠὲ βίῃφι· μήτι δʼ αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι· μήτι δʼ ἡνίοχος περιγίνεται ἡνιόχοιο». καὶ ὡς μέν ἐστι κυβερνήτου σοφία καὶ βουλευτικὴ μηχανή, πᾶς οἶδεν. ἔστι δὲ τέχνη καὶ δρυτόμου τὸ κατὰ φύσιν τὰς τῶν ξύλων, φασίν, ἁρμονίας κόπτειν καὶ μηδὲ πρὸς ἀντίπνοιαν ἀνέμου, ἀλλὰ πρὸς πνεῦμα, ὡς ἂν ὠθούμενα πνεύματι κατακλᾶται τάχιον. σοφίας δὲ εὕρημα καὶ οἱ σφῆνες. βουλὰς δὲ ἡνιοχικὰς ὁ γέρων ἐνταῦθα κατωτέρω παραδώσει τῷ υἱῷ. Ἰστέον δὲ ὅτι τὸ «οἶσθα γὰρ εὖ περὶ τέρμαθʼ ἑλισσέμεν» οἰκεῖον ἐξ ἡνιόχων μετενεχθῆναι εἰς πάντα τὸν εὖ τοῦ κατʼ αὐτὸν στοχαζόμενον πέρατος. Τὸ δὲ «βάρδιστοι» ἐκ τοῦ βράδιστοι μετατέθειται διὰ μέτρον ἀνάπαλιν ἤπερ τὸ «δρατὰ σώματα» ἐν τοῖς πρὸ τούτων, ἤγουν δαρτά, γυμνὰ δέρματος. Τὸ δὲ «σέθεν αὐτοῦ» πάνυ σεμνύνει τὸν Ἀντίλοχον. οὐ γὰρ μόνον, φησί, τοῦ πατρὸς διδάσκοντος ὑπερτερεῖς ἄλλων, ἀλλὰ καὶ αὐτὸς σὺ κατὰ μόνας βουλευόμενος. Ὅρα δὲ καὶ τὸ «μή σε παρεκπροφύγῃ ἄεθλα». δοκεῖ γὰρ ἄπορον πῶς ἂν τὸν Ἀντίλοχον, ὅπως ἂν καὶ ἱππεύσῃ, παρεκπροφύγῃ ἄεθλα, ὅπου καὶ ὁ ἔσχατος ἄεθλον λήψεται. λύεται δὲ ἡ ἀπορία ἐκ τῆς δεξιᾶς ῥητορείας τοῦ γέροντος, ὃς τὸν υἱὸν εἰς νίκην ἐρεθίζων παραδηλοῖ ὡς ὁ τὸ ἔσχατον ἄεθλον λαβὼν οὐκ ἄεθλον ἔλαβε, καὶ οὕτως ὑπαλείφει αὐτόν, μονονουχὶ λέγων, ὡς εἴπερ ἄεθλον τὸ ἐπὶ νίκῃ, τὸ ἔσχατον οὐκ ἄεθλον. ἀλλὰ τοῦτο μὲν ῥητορικώτερον. ἀληθῶς δὲ ἄεθλον καὶ ἐκεῖνό ἐστιν, ὡς εἰ καὶ μὴ νικῶντι, ἀλλʼ ἀγωνιζομένῳ διδόμενον. ἄεθλα γὰρ τὰ τεθέντα πάντα εἶπε καὶ ὁ ποιητὴς ἐν τῷ «ἱππεῦσι μὲν πρῶτα ἀγλαὰ ἔθηκεν ἄεθλα». ὅμως μέντοι οὐδενὶ τῶν ἐνταῦθα ἱππέων ἠξίωσεν ὁ ποιητὴς τὸ πέμπτον ἄεθλον δοῦναι, ἀλλʼ ἀρετῇ ἀπρακτούσῃ τῇ τοῦ Νέστορος αὐτὸ δίδωσιν. ἴσως γὰρ καὶ αὐτὸς ἐν τῷ υἱῷ νενίκηκέ πως διὰ τῆς ἐν τοῖς ῥηθεῖσι συμβουλῆς. διὸ καὶ χρεία καὶ αὐτῷ ἐπάθλου τινός. ἔτι δὲ λυθήσεται ἡ ἀπορία προσυπακουομένου τοῦ «κρείττονα», ἵνα ᾖ· μή σε παρεκφύγῃ ἄεθλα τὰ μετὰ τὸ πρῶτον ἄεθλον περιλειπόμενα κρείττονα, ὅπερ Νέστωρ οὐκ εἶπεν, ὀκνῶν ἴσως τὴν λέξιν διὰ τὸ δυσοιώνιστον. ἤθελε γὰρ τὰ πρῶτα εἰπεῖν, ὃ πάλιν ἦν τῷ βραδίστους ἵππους ἔχοντι δυσχερές. διὸ καὶ ἄμφω σεσίγηκεν, οὔτε πρῶτα εἰπὼν διὰ τὸ δύσελπι, οὔτε τὰ μετʼ αὐτά, ἵνα μὴ οἰωνίσηται. Ἀντίλοχος δὲ προϊὼν καὶ ὁρῶν ὡς οὐ νικᾷ, φησὶν «εἴ περ φερόμεθα χεῖρον ἄεθλον», ἤγουν τὸ μετὰ τὸ πρῶτον. Ἰστέον δὲ καὶ ὅτι ὁ ῥήτωρ ἠρκέσθη ἐμφήνας ἆθλον ἀγαθὸν καὶ οὐκ ἔσχατον ἐν τῷ πληθυντικῶς καὶ οὕτω σεμνῶς εἰπεῖν ἄεθλα. Τὸ δὲ «μήτι», ὅ ἐστι τῇ βουλῇ, οὐκ ἀπὸ τοῦ μήτιδι γέγονε κατὰ ἀποκοπήν. —συνεστέλλετο γὰρ ἂν ἡ τούτου λήγουσα καὶ προπεριεσπᾶτο ἡ λέξις. —ἀλλʼ ἔστι μῆτις μήτιδος, καὶ Ἰωνικῶς μήτιος, ὡς Θέτις Θέτιος, μῆνις μήνιος. ἡ δοτικὴ μήτιϊ καὶ κατὰ κρᾶσιν μήτι. Ἔνθα καὶ ὅρα ὅτι ἀσυνήθους τῆς λέξεως οὔσης καὶ συνεμπιπτούσης κατὰ προφορὰν τῷ μήτι ἐπιρρήματι, ἔφθη ὁ ποιητὴς ῥῆμά τε εἰπὼν τὸ μητίσασθαι καὶ μήτιν τὴν βουλήν, ἵνα ὁ ἀκροατὴς ἀκούσας τὸ «μήτι» ἐπὶ τῆς βουλῆς συστοίχως νοήσῃ καὶ αὐτό. Κάλλους δὲ ποιητικὸν τὸ κατὰ σχῆμα ἐπαναφορᾶς ἐν τρισὶ στίχοις τεθῆναι τὸ «μήτι» κατʼ ἀρχάς. Ἐρέχθεσθαι δὲ κατὰ ὀνοματοποιΐαν τὸ ἐρεθίζεσθαι, ἄλλο πάντως ὂν παρὰ τὸ ὀρεχθεῖν, ὃ πρὸ μικροῦ εἴρητο. Ὅτι τέχνης ἱππικῆς λόγους ἐκτιθεὶς ὁ Νέστωρ τῷ υἱῷ ἄρχεται πρῶτον ἐκ τοῦ ἐναντίου, λέγων «ἀλλʼ ὃς μὲν ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθώς», ἤγουν «πέποιθε» κατά τινας ἢ μάλιστα «πεποιθὼς εἴη» κατὰ σχῆμα ἐλλείψεως, «ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα, ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει», ἤγουν οὐ κατέχει ἐπὶ πολὺ ἑλισσομένους, ὃ ταὐτόν ἐστι τῷ ἀνὰ δρόμον πλανωμένους. Καὶ ὅρα ἐν τῇ ἀρχῇ τοῦ νοήματος τούτου ἐκ περισσοῦ κείμενον τὸν ἀλλα σύνδεσμον καὶ οὐδεμίαν δηλοῦντα ἑρμηνείαν αὐτῷ ἀνήκουσαν. Εἶτα ὁ γέρων μετὰ τὸ ἐξ ἐναντίου νόημα, ἤγουν τὸ περὶ ἡνιοχικῆς ἀτεχνίας, πρὸς τέχνην λαλῶν φησιν «ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους, αἰεὶ τέρμʼ ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθει ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσι», τουτέστι οὐδὲ λανθάνει αὐτὸν πῶς ἡνιοστροφήσει τοὺς ἵππους τὸ πρῶτον, ἤγουν πρὸ τοῦ εἰς τὸ τέρμα ἐλθεῖν, «ἀλλʼ ἔχει ἀσφαλέως», τοὺς ἵππους δηλαδή, οὐ μὴν ἀφραδέως κατὰ τὸν προρρηθέντα, «καὶ τὸν προὔχοντα δοκεύει», ἤγουν ἐπιτηρεῖ τὸν προελαύνοντα, ἁμιλλώμενος μὴ λιπέσθαι πολύ. Κέρδεα δὲ εἶπεν οὐχʼ οὕτω τοὺς δόλους, ὅσον τὰς ἁπλῶς κερδαλέας, ὅ ἐστιν ἐπωφελεῖς, ἐπινοίας. Τὸ δὲ «ὃς ἵπποισι καὶ ἅρμασι πεποιθώς» ἕτεροι γράφοντες «πέποιθεν» ἀφίενται πραγμάτων διὰ τὸ κοινὸν τῆς συντάξεως. Τὸ δὲ «αἰεί» ἐπίτασιν ἔχει προσοχῆς. οὐ γὰρ ἁπλῶς χρὴ τὸν ἡνίοχον τέρμα ὁρᾶν, ἀλλὰ καὶ αἰεί. Τὸ δὲ «στρέφει ἐγγύθεν» ἀνάπαλιν ἔχει πρὸς τὸ ἐπὶ πολλὸν ἑλίσσεσθαι ἔνθα καὶ ἔνθα. ἑλίξεται μὲν γάρ τίς ποτε, ὡς εἰκός, οὐ μὴν ἐπὶ πολλόν, ὃ δὴ πλανᾶσθαι τοὺς ἵππους ποιεῖ. Βοέους δὲ ἱμάντας λέγει, ἅπερ κατωτέρω ἡνία φησί. Τὸ δὲ «ἀλλʼ ἔχει ἀσφαλέως» πρός τε τὸ «οὐδὲ κατίσχει» ἀντίκειται, καὶ πρὸς τὸ ἐπὶ πολλὸν ἑλίσσεσθαι καὶ πλανᾶσθαι δὲ τοὺς ἵππους, ὅτε οὐδὲ δύναται τὸν προὔχοντα δοκεύειν ὁ οὕτως ἀτεχνῶς ἡνιοχεύων. Ἰστέον δὲ ὅτι τὸ «ὃς κέρδεα οἶδεν, ἀεὶ τέρμα ὁρόων στρέφει ἐγγύθεν οὐδέ ἑ λήθει» παραίνεσίς ἐστι τοῦ πάντα συνετὸν ἄνθρωπον πρὸς τὸ κατʼ αὐτὸν τέλος ὁρᾶν. Μιμήσεως δὲ ἀγαθῆς τὸ «ἀλλʼ ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει». δῆλον γὰρ ὅτι ὁ τὸν ἁπλῶς προὔχοντα δοκεύων ἐπὶ καλῷ, ἀγαθόν τι μιμεῖται. ὁμοίως δὲ δῆλον καὶ ὅτι ὁμώνυμος λέξις τὸ προὔχειν. καὶ ἐνταῦθα μέν, ὡς προεδηλώθη, τὸ ἔμπροσθεν ἐλαύνειν δηλοῖ, παρὰ δὲ τοῖς μεθʼ Ὅμηρον καὶ ἐπὶ ὑπεροχῆς τίθεται. οὕτω γὰρ προὔχοντας τοὺς ἐν ἀξίαις φαμέν. παρὰ μέντοι Εὐριπίδῃ ὁ προὔχων τοῦ ἀσκοῦ ποὺς ἑτεροίαν ἔννοιαν ἔχει, ὁποίαν τινὰ καὶ ἐν τῇ φῖ ῥαψῳδίᾳ τὸ «πύργῳ ἐπὶ προὔχοντι ἀσπίδα ἐρείσας». Ἐν τούτοις δὲ ἰστέον ὅτι τε καλῶς προὔχοντα τὸν προελαύνοντα νοοῦμεν, ἐπειδὴ καὶ ἔχειν λέγεται τὸ ἡνιοχικῶς ἐλαύνειν κατὰ τὸ «ἔχε μώνυχας ἵππους», καὶ ὅτι τὸ τὸν προὔχοντα δοκεύειν καὶ γυναικὶ μαχλάδι σκωπτικῶς ἂν ἐπιρρηθείη, τῇ κατʼ Εὐριπίδην εἰπεῖν φιλάνδρῳ. αἱ γὰρ τοιαῦται τὸν προὔχοντα καὶ αὐταὶ δοκεύουσιν, οὐ τὸν ἁπλῶς μέντοι, ἀλλὰ τόν, ὡς εἴρηται, ἀσκοῦ προὔχοντα πόδα, ἤγουν τὸν τοῦ κατʼ ἄνθρωπον σώματος προϊσχόμενον. δῆλον γὰρ ὅτι, καθὰ θύλακος τὸ ἀνθρώπινον σῶμα, οὕτω κατὰ τοὺς παλαιοὺς καὶ ἀσκός. Ἰστέον δὲ ὅτι τοῦ προὔχειν ἐστὶ καὶ παθητικὸν παρὰ Σοφοκλεῖ ἐν τῷ «τάδε μὲν σὺ προὔχοιο», ἤγουν προφασίζοιο. τὸ δὲ τοιοῦτον προὔχεσθαι προΐσχεσθαι κοινότερον λέγεται, καθʼ ὃ λόγῳ συστοιχίας τροπικῆς καὶ τὸ προΐσχεσθαι χεῖρας εἰς ἱκετείαν καὶ βρέφος δὲ εἰς ἀφόδευμα καὶ ὅσα τοιαῦτα. Ὅτι σαφοῦς γνωρίσματος τὸ «σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδὲς οὐδέ σε λήσει». Ὅτι ἡ τοῦ ἱππικοῦ δρόμου νύσσα, ἤτοι ὁ καμπτήρ, τοιαύτη τις ἦν τοῖς ἐνταῦθα ἱππεῦσιν, ὡς εἰκός, καθὰ δηλοῦται διὰ τοῦ Νέστορος «ἕστηκε ξύλον αὖον ὅσον τʼ ὄργυια ὑπὲρ αἴης, ἢ δρυὸς ἢ πεύκης, τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ. λᾶε δέ», ἤγουν λίθοι, «τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δʼ ἱππόδρομος ἀμφίς, ἤ τευ», ἤγουν ἤ τινος, «σῆμα βροτοῖο πάλαι κατατεθνειῶτος, ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων. καὶ νῦν τέρματʼ ἔθηκεν Ἀχιλλεύς». Καὶ σημείωσαι τὸ τοιοῦτον «ἔθηκεν». οὐ γὰρ συνήθως εἴληπται, ἀλλὰ δηλοῖ τὸ ὥρισε. προϊὼν δὲ ἄλλως ἐρεῖ «σήμηνε δὲ τέρματʼ Ἀχιλλεύς», ὡς ταὐτὸν ὂν ἐνταῦθα εἰπεῖν «ἔθηκεν» ἢ «ἐσήμηνε τέρμα». Ὅρα δὲ τὸν γρῖφον τοῦ «τέρματʼ ἔθηκεν». εἰ γάρ τις γράψοι ἐν χρόνῳ παρακειμένῳ αὐτό, ἵνα ᾖ «τέθεικε τέρμα», ἔχοι ἂν καὶ λόγον καὶ οὐκ ἐξουθενοῖτο. ἀκολουθητέον δὲ ὅμως τοῖς παλαιοῖς ἀντιγράφοις. Σημείωσαι δὲ ὅτι κατὰ τὸ σιωπώμενον ἔθηκε τέρματα Ἀχιλλεύς. ῥητῶς γὰρ ὁ ποιητὴς αὐτὸ οὐκ ἔγραψεν, ἀλλʼ ὁ Νέστωρ οἷα εἰδὼς λαλεῖ. καὶ μετʼ ὀλίγα δὲ ἐν τῷ «σήμηνε δὲ τέρματʼ Ἀχιλλεύς» ὁμοίως νοητέον, ὅτι φθάσας ἐσήμανε κατὰ τὸν λόγον τοῦ Νέστορος. Ὅρα δὲ εἰσβολὴν διηγήματος ἐν τῷ «ἕστηκε ξύλον» ἁπλῆν καὶ σαφῆ, ὡς τῷ νῦν καιρῷ ἔπρεπε. Τὸ δὲ «αὖον» κοινῶς μὲν ψιλοῦται, ἐν δὲ τοῖς Ἀπίωνος καὶ Ἡροδώρου φέρεται ὅτι δασυντέον τὸ αὗον. καὶ ἔστιν Ἀττικὸς ὁ πνευματισμὸς οὗτος καὶ ἐν τῷ αὑαίνω, ὡς δηλοῖ καὶ τὸ «ἀφαυάνθην» παρὰ τῷ Κωμικῷ. εἴρηται δὲ περὶ τοιούτου πνευματισμοῦ καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. πρωτότυπον δὲ τούτων τὸ αὕω, ἐξ οὗ καὶ πυραύστης, ζωΰφιον καταπετόμενον φλογὸς καὶ οὕτως ὀλλύμενον. ὅθεν παροιμία τὸ «πυραύστου μόρος» ἐπὶ τῶν καὶ ῥᾳδίως καὶ ἑκουσίως θνῃσκόντων ἀγεννῶς ἐξ ἀφροσύνης. Τὸ δὲ ὄργυια κἀνταῦθα προπαροξύνεται, εἰ καὶ ἡ κοινὴ χρῆσις παροξύνει αὐτό. Τὸ δὲ «ἢ δρυὸς ἢ πεύκης» πιθανεύεται ἀλήθειαν τῷ διηγήματι, ὡς τῶν μὲν γινωσκομένων ἀνενδοιάστως λεγομένων ὑπὸ τοῦ ποιητοῦ, δισταζομένων δὲ τῶν μὴ ἐγνωσμένων. τοιοῦτον δὲ καὶ τό· ἢ σῆμα παλαιοῦ τάφου ἢ νύσσα. Τὸ δὲ «οὐ καταπύθεται ὄμβρῳ» ἐκ τοῦ τέλους εἴρηται τῷ γέροντι, ὡς ἐπὶ τοσαῦτα ἔτη τοῦ ξύλου ἐξαρκέσαντος ἵστασθαι. ἐνταῦθα δὲ καὶ τὴν Ἑλληνικὴν ὅρα παίδευσιν, ἐφʼ οἷς εἴτε νύσσα τὸ ξύλον εἴτε σῆμα, οὐδεὶς αὐτὸ μετέστησεν, ἵνα μὴ ἀφανίσῃ μνήμην ἀγαθήν. προσνεμητέον δὲ μᾶλλον τῇ δρυῒ τὸ ὑπὸ ὄμβρου ἄσηπτον. τῇ πεύκῃ γὰρ οὐκ ἐπὶ τοσοῦτον. Τὸ δὲ «ἐρηρέδαται» δηλοῖ μὲν τὸ «ἔχουσιν ἑδραίωσιν ἐν τῇ ἔρᾳ». πῶς δὲ γίνεται, πρὸ ὀλίγου εἴρηται. Τὸ δὲ «λευκώ» πρὸς πιθανότητά τινα εἰδήσεως εἴρηται, ὡς σεσημειωμένων ὄντων καὶ τῶν λίθων. τοιοῦτον δέ που καὶ τὸ «λίθον τρηχὺν μέλανα». εἰωθυῖα δὲ ἡ διὰ λίθων ἔρεισις τῶν ἐν ὑπαίθρῳ ἑστηκότων ξύλων. Ξυνοχὴ δὲ ὁδοῦ ἡ στενότης καὶ ἀπὸ εὐρυχωρίας εἰς στενὸν σύμπτωσίς τε καὶ σύγκλεισις. ὅθεν καὶ τὸ «ἐπὶ στήθεσι συνοχωκότε» ἐν τῇ βʹ ῥαψῳδίᾳ εἴρηται. κατὰ δὲ παλαιοὺς εἰπεῖν, συνοχή ἐστι τὸ τῶν σταδίων σιγματοειδές, ὁποῖον μάλιστα τὸ κατὰ τὸν καμπτῆρα εἴτʼ οὖν τὴν νύσσαν. αὐτοὶ δέ φασι ὅτι οὐ μόνον ἀγάλματα ἦσαν τοῖς τύμβοις ἐφιστάμενα, ἀλλὰ καὶ ἁπλῶς ξύλα, ὡς ἐνταῦθα φαίνεται, καὶ λίθοι ἀνεικόνιστοι. διὸ καὶ ὁ ἐν Ὀδυσσείᾳ Ἐλπήνωρ εὐῆρες ἐρετμὸν ἐθέλει στῆναι ἄνω τοῦ κατʼ αὐτὸν τύμβου. Λεῖον δὲ ἱππόδρομον λέγει τὸ περὶ τὸν καμπτῆρα μάλιστα χωρίον τὸ ἐν ξυνοχαῖς ὁδοῦ, περὶ οὗ ἦν ὁ λόγος. λέγει δὲ καὶ μετʼ ὀλίγα «τέρματα τηλόθεν ἐν λείῳ πεδίῳ». τὸ γὰρ ἄλλο πᾶν οὐκ ἦν εἰκὸς λεῖον εἶναι, ὡς δηλώσει καὶ ὁ ῥωχμὸς ὁ τὸν Μενέλαον ἀποκωλύσας τοῦ κατʼ εὐθὺ δρόμου. Ἐν δὲ τῷ «ἢ τόγε νύσσα τέτυκτο» καὶ ἑξῆς, φασὶν οἱ παλαιοὶ ὅτι Ἀρίσταρχος γράφει «ἢ τό γε σκῖρος ἔην, νῦν αὖ θέτο τέρματʼ Ἀχιλλεύς, ἑνὸς τούτου στίχου τεθέντος ὑπʼ ἐκείνου ἀντὶ τῶν ἀνωτέρω γραφέντων δύο. καί φασι σκῖρον τὴν ῥῖζαν λέγεσθαι παρὰ τὸ ἐσκιάσθαι. ὅθεν καὶ σκίρον τὸ σκιάδιον παρὰ Ἀττικοῖς. Περὶ δὲ σκίρου καὶ τῆς ἐξ αὐτοῦ σκιράδος Ἀθηνᾶς, καὶ ὅτι ὁ σκῖρος καὶ γύψον ἢ γῆν γυψώδη δηλοῖ, σημαίνει δὲ καὶ τυροῦ ῥύπον, ἐξ ὧν καὶ τὸ σκιροῦσθαι ῥῆμα, ἀλλαχοῦ παρεσημάνθη καλῶς. Ἐπὶ δὲ τούτοις ὁ γέρων Νέστωρ ὑποτίθεται τῷ παιδί, ὅπως χρὴ τόν τε δεξιὸν ἵππον διατίθεσθαι ἐν τῷ ἱππεύειν τόν τε ἀριστερόν, καὶ ὅπως δεῖ αὐτὸν κλινόμενον ἐν τῷ κάμπτειν σχηματίζεσθαι καὶ τῷ δεξιῷ μὲν ἀπειλησάμενον καὶ κεντήσαντα εἶξαι τὰ ἡνία, τῇ δὲ νύσσῃ τὸν ἀριστερὸν ἵππον ἐγχρίμπτειν. ἔστι δὲ ἡ ὅλη αὕτη φράσις τοῦ ποιητοῦ τοιαύτη, σκληρότερον ἔχουσα διὰ τὸ τοῦ λέγοντος ἐναγώνιον καὶ σύννουν, καὶ οὐδὲ ἐσκευασμένη ὅλως πρὸς λειότητα γραφικήν “ᾧ”, τουτέστι τῷ τέρματι, “σὺ μάλʼ ἐγχρίμψας ἐλάαν σχεδόν”, ἤγουν ἐγγὺς ἔλαυνε, “ἅρμα καὶ ἵππους, αὐτὸς δὲ κλινθῆναι”, τουτέστι κλίθητι, “ἐϋπλέκτῳ ἐνὶ δίφρῳ ἦκʼ ἐπʼ ἀριστερὰ τοῖϊν”, ἤγουν τούτων τῶν δύο ἵππων, “ἀτὰρ τὸν δεξιὸν ἵππον κένσαι ὁμοκλήσας, εἶξαί τε οἱ ἡνία χερσίν. ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω, ὡς ἄν τοι πλήμνη γε”, ἡ καὶ ἀλλαχοῦ προγραφεῖσα, δοάσσεται ἄκρον ἱκέσθαι κύκλου ποιητοῖο, τουτέστιν ὡς ἂν τὸ ἄκρον τοῦ ἄξονος τὸ κατὰ τὸν τροχόν, τοῦτο γάρ ἐστι πλήμνη τροχοῦ, δόξῃ ἐγγίσαι ἄκρᾳ τῇ νύσσῃ, περὶ ἣν ὁ λίθος. “λίθου δέ”, φησίν, “ἀλέασθαι ἐπαυρεῖν, μή πως ἵππους τε τρώσῃς κατά θʼ ἅρματα ἄξῃς· χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷ ἔσσεται”, ἢ “ἔσσεαι”. Καὶ ὅρα ἐνταῦθα τέσσαρας ταύτας ἐννοίας αἰτιολογικὰς δυσὶ στίχοις ἐμπεριγραφείσας κομματικῶς διὰ τὸ σπεύδειν τὸν ταῦτα λαλοῦντα. Ἰστέον δὲ καὶ ὅτι εὔπλεκτον δίφρον φησίν, ἐπεὶ εἶχέ τι πλέγματος, ὡς δεδήλωται, ὅπου ὁ ποιητὴς ἔφη “ἐρινεὸν νέους ὄρπηκας”. καὶ προϊὼν δὲ “δίφρους εὐπλεκέας” ἐρεῖ, ὡς μὴ γομφωτοὺς ὄντας καὶ κολλητούς, ὅ ἐστιν ἡρμοσμένους ἐξ ὕλης βαρυτέρας, ἀλλὰ καὶ ἔκ τινων πλεγμάτων εὐθετισμένους διʼ ἐλαφρότητα. Κύκλον δὲ ποιητὸν λέγει συνήθως τὸν τοῦ ἅρματος τροχόν, ὡς καὶ αὐτὸν εὖ πεποιημένον, ἢ καὶ πρὸς διαστολὴν τῶν παρὰ τοῖς σοφοῖς διανοητῶν κύκλων. Τὸ δὲ προσκροῦσαι λίθῳ εὐφήμως καὶ γλυκέως κατʼ ἀφέλειαν ἐνταῦθα εἶπε “λίθου ἐπαυρεῖν”, ἤτοι ἀπολαῦσαι, οὐκ εἰς ἀγαθόν τι δηλαδή, ἀλλʼ εἰς κάκωσιν, καθʼ ὁμοιότητα τοῦ “ἵνα πάντες ἐπαύρωνται βασιλῆος”, καὶ τῶν ὁμοίων. Τὸ δὲ “τρώσῃς” ἀντὶ τοῦ βλάψῃς Ἰωνικῶς, ὡς καὶ ἐν Ὀδυσσείᾳ ἐν τῷ “οἶνός σε τρώει μελιηδής”, ἤγουν βλάπτει. καὶ οἶδε τὴν τοιαύτην σημασίαν καὶ Ἡρόδοτος. ὠνοματοπεποίηται δὲ ἡ λέξις, ὡς καὶ τὸ τρῶ, τὸ τρυπῶ, ἐξ οὗ, ὡς καὶ ἀλλαχοῦ παρεσημάνθη, καὶ τὸ τετραίνω καὶ ὁ τόρνος. Σημείωσαι δὲ καὶ ὅτι ἐκ τοῦ “κατά τε ἅρματα ἄξῃς, χάρμα δὲ τοῖς ἄλλοις ἔσῃ” ὡρμήθη γράψαι τις τὸ ἰαμβεῖον ἐκεῖνο “σὸν ἅρμα χάρμα καὶ γέλως Ἰεφθάε”. Κεῖται δʼ ἐν τῷ χωρίῳ τούτῳ μετʼ ὀλίγα καὶ τὸ “ἕλῃ” ἀντὶ τοῦ καταλάβῃ ἐν τῷ τρέχειν. φησὶ γὰρ ὡς “εἴ περ νύσσῃ γε παρεξελάσῃσθα διώκων”, ἤτοι σπουδαίως θέων, ὡς καὶ ἐν ἄλλοις κεῖται, “οὐκ ἔσθʼ ὅς κέ σʼ ἕλῃσι μετάλμενος οὔτε παρέλθῃ”, ἤγουν οὔτε ἐγγίσει οὔτε νικήσει σε. Καὶ ὅρα τὸ “παρέλθῃ” κυριολεκτούμενον ἐνταυθοῖ, ἐξ οὗ τέτραπται ἀλλαχοῦ τὸ “ἐπεὶ οὐ παρελεύσεαι”. Ὅτι χρήσιμον εἰς προσοχὴν τὸ “ἀλλὰ φίλος”, ἤγουν ὦ φίλε, “φρονέων πεφυλαγμένος εἶναι”, ἀντὶ τοῦ ἔσο. Ὅτι ὁ πολυΐστωρ Νέστωρ θαρρύνων τὸν υἱὸν λέγει ὡς, εἴπερ τὴν νύσσαν, ὡς παρηγγέλθη, παρεξελάσει, τουτέστι κάμψας παρέλθῃ, οὐδεὶς αὐτὸν νικήσει, “οὐδʼ εἴ κεν μετόπισθεν Ἀρείονα δῖον ἐλαύνοι Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν, ἢ τοὺς Λαομέδοντος, οἵ”, ὡς δηλοῦται καὶ ἀλλαχοῦ, “ἐνθάδε τέτραφεν ἐσθλοί”. καὶ ἰδοὺ ἱστορίαι χρήσιμοι πρὸς ἵππων σύγκρισιν χορηγηθεῖσαι ὑπὸ Νέστορος. Ἀρείων δὲ ἵππου ὄνομα, ᾧ ἐποχούμενος Ἄδραστος ἐν τῷ Θηβαϊκῷ πολέμῳ διέδρα τὸν θάνατον εὐτυχῶς, ὡς καὶ ἡ Βοιωτία δηλοῖ. θεῖον δὲ γένος ὁ Ἀρείων, ὅτι κατὰ τὸν μῦθον Ποσειδῶνος καὶ Ἁρπυίας ἢ Ἐριννύος γενεαλογεῖται. φασὶ δὲ καὶ ὅτι ὁ Ποσειδῶν μὲν αὐτὸν Κοπρεῖ δίδωσι τῷ Ἁλιαρτίῳ, Κοπρεὺς δὲ Ἡρακλεῖ, ἐφʼ οὗ μαχόμενος Κύκνον ἀνελών, εἶτα τῷ Ἀδράστῳ αὐτὸν ἐχαρίσατο. ἐπίτηδες δὲ κἀνταῦθα ἵππων ἀρίστων ἐμνήσθη πρὸς πιθανότητα τῶν τοῦ Ἀχιλλέως, περὶ ὧν προγέγραπται. Ἀρείων δὲ ὁ μὲν ἵππος διφθόγγῳ παραλήγεται καθʼ ὁμωνυμίαν τὴν πρὸς τὸ συγκριτικόν, ὃ δηλοῖ τὸν κρείττονα. τὸ μέντοι κύριον ὁ μελῳδὸς Ἀρίων διχρόνῳ τε μόνῳ παραλήγεται πρὸς διαστολὴν καὶ τὸ ω δὲ τῆς εὐθείας φυλάσσει ἐν τῇ ἐφεξῆς κλίσει τῶν πλαγίων. Ἰστέον δὲ ὅτι τε ἔν τισι τῶν ἀντιγράφων τόν, ὡς εἴρηται, Ἀρείονα ἵππον διὰ τοῦ ι καὶ ο μικροῦ γράφουσιν ὁμοίως τῷ Ἰξίων Ἰξίονος καὶ τοῖς ἄλλοις, ὅσα μακρῷ διχρόνῳ παραλήγεται. οἱ μέντοι πλείους καὶ ἀκριβέστεροι διὰ τῆς ει διφθόγγου τὸν τοιοῦτον Ἀρείονα τυποῦσι, καὶ ὅτι ὁ εἰδώς, τί σημαίνει τῷ ποιητῇ τὸ πάρεξ ἐπίρρημα, καλῶς ἂν εἴποι ἐξ ἐκείνου συντεθῆναι τὸ “παρεξέλθῃσθα”, ἵνα ᾖ παρὲξ ἔλθῃς. Ὅτι τὴν ὅλην διδασκαλίαν τοῦ γέροντος κόμματι συλλαβών φησιν “ὣς εἰπὼν ἕζετο, ἐπεὶ ἑκάστου πείρατα ἔειπεν”, ἤγουν ἐπεὶ τῷ υἱῷ ἑκάστου πρακτέου πέρας ὑπέθετο. Ὅτι κλήρους ἐβάλοντο, ἤγουν ἔθεντο οἱ ἱππεῖς, καθὰ ἦν, ὡς εἰκός, ἔπαλλε δὲ Ἀχιλλεύς, ἐξέθορε δὲ εὐτυχῶς ὁ τοῦ Ἀντιλόχου κλῆρος. μετὰ δὲ αὐτὸν ἔλαχεν Εὔμηλος, ὁ τῶν ἄλλων προαναστάς, ἐπὶ δὲ τούτῳ Μενέλαος, ἐπὶ δʼ αὐτῷ Μηριόνης ἔλαχεν ἐλαύνειν, ὕστατος δὲ Τυδείδης, “ὄχʼ ἄριστος ἐὼν λάχε ἐλαυνέμεν ἵππους”. Καὶ ὅρα ὅτι τε τρὶς ἐνταῦθα εἶπε τὸ “ἔλαχεν” ἐπιμείνας τῇ λέξει διὰ τὸ καίριον, καὶ ὅτι τὸ μὲν εἰπεῖν ἁπλῶς “ἔλαχεν” ἔλλειψιν ἔχει δύο λέξεων, τὸ δὲ “ἔλαχεν ἐλαύνειν” μιᾶς. τὸ δὲ “ἔλαχεν ἐλαύνειν ἵππους”, ἀλλʼ αὐτὸ ἐντελέστατα ἔχει. Σημείωσαι καὶ ὅτι τὸ ὕστατον τὸν Διομήδην λαχεῖν ἐξόχως ἄριστον ὄντα διὰ τὸ τοῦ λάχους τε δυσκλήρημα Ὅμηρος παρεσημήνατο καὶ εἰς ἔνδειξιν δὲ τοῦ μηδὲν ἂν ἐντεῦθεν αὐτὸν βλαβήσεσθαι. νικήσει γὰρ αὐτὸς δραμών. περὶ δὲ τοῦ κλήροις λαγχάνειν ἑτέρωθι προδεδήλωται. Ὅτι οἱ μὲν ῥηθέντες ἱππεῖς “στάν”, ἤγουν ἔστησαν, “μεταστοιχεί”, τουτέστιν ἐπὶ στοῖχον καὶ τάξιν τινά, Ἀχιλλεὺς δέ, ὡς καὶ προερρέθη, σήμηνε τέρματα, “παρὰ δὲ σκοπόν”, ἤτοι κατάσκοπον, “εἶσεν”, ὅ ἐστιν ἐκάθισεν, “ἀντίθεον Φοίνικα, ὀπάονα πατρὸς ἑοῖο”, ἤτοι ἀκόλουθόν ποτε τοῦ Πηλέως, “ὡς μεμνέῳτο”, φησί, “δρόμου καὶ ἀληθείην ἀποείποι”. καί τινες μὲν γοργῶς ἐνταῦθά φασιν ὡς οὐκ ἀπὸ τοῦ αὐτοῦ τέρματος, καθὰ ἐπὶ τῶν δρομέων, ἡ ἄφεσις. διὸ ἐκεῖνοι μὲν ἐν τοῖς ἑξῆς μεταστοιχεὶ στάντες οὐ κληροῦνται, οἱ δὲ ἱππεῖς κλήρους βάλλονται περὶ τῆς στάσεως. ἕτεροι δὲ πλατύτερον οὕτω φασίν. μεταστοιχεί λέγεται τὸ ἐπὶ στίχον. στίχος δὲ ἡ ἐπὶ βάθος στάσις τῶν χορευτῶν, ὁποία καὶ ἡ τῶν Ὁμηρικῶν τούτων ἡνιόχων στάσις. οὐ γὰρ κατὰ μέτωπον ἔστησαν. εἰ γὰρ τοῦτο, τί, φασίν, ἔδει κλήρου ἐπὶ τῇ στάσει τοῖς ἐν ἰσότητι ἱσταμένοις ἐπὶ στίχῳ, ἐὰν κατὰ μόνον τὸ δεξιὸν καὶ ἀριστερὸν ἦν αὐτοῖς διαφορά; ἡ δὲ μεταφορά, φασί, τοῦ μεταστοιχεί ἀπὸ τῶν παρʼ ἡμῖν στίχων, οὓς οἱ παλαιοὶ οὐχʼ ὡς νῦν ἡμεῖς κατὰ μέτωπον ἀλλὰ κατὰ βάθος ἔγραφον· ἕν, φασίν, εἶτα ἕτερον καὶ τρίτον καὶ τέταρτον. καὶ ταῦτα μὲν οἱ παλαιοί. ἐξ ὧν ἔστι νοῆσαι ὡς οὐ κατὰ τὸ λεγόμενον ἐνορδίνως ἵσταντο οὗτοι κατὰ πλάτος, ἀλλʼ ὁ μὲν ἔμπροσθεν, ὁ δʼ ὄπισθεν, καὶ μετʼ ἐκεῖνον ἄλλος καὶ ἑξῆς ἕως τοῦ κατὰ βάθος τελευταίου. διὸ καὶ ὁ Τυδείδης δυσκληρεῖ, ὡς εἴρηται, λαχὼν ὕστατος, εἰ καὶ τῇ τῶν ἵππων ἀρετῇ προέδραμεν. ὅτι δέ ποτε καὶ ἡ ἐν βίβλοις γραφὴ οὕτως ἐτάττετο, οὐ μόνον σπυρηδὸν καὶ πλινθηδὸν σχηματιζομένη, ἀλλὰ καὶ πυργηδὸν κατὰ βάθος, ὅθεν ἐξεύρηνται καὶ τὰ κοινῶς διπάγια λεγόμενα καὶ τριπάγια, ἑτέρωθεν ἔστι γνῶναι. οἱ δὲ παλαιοί φασι καὶ ὅτι οὐ δολιχὸς ὁ δρόμος, κάμπτουσι γάρ. ἀλλʼ οὐδʼ ἐγγὺς ὁ καμπτήρ. τηλόθεν γὰρ ἐν λείῳ πεδίῳ τὰ τέρματα. διὸ οὐδὲ πολλάκις κάμπτουσιν ὡς οἱ ἐν Ὀλυμπίοις καὶ τοῖς λοιποῖς ἀγῶσιν ὕστερον. ἔδει γάρ, φασίν, ἐγγὺς εἶναι τὸν καμπτῆρα, εἰ πολλάκις δηλαδὴ ἔκαμπτον. ἅπαξ οὖν πρὸς τῷ αἰγιαλῷ ὁρῶνται πύματον τελοῦντες δρόμον “ἄψ”, ὅ ἐστιν ὀπίσω, “ἐφʼ ἁλὸς πολιῆς”, ἔνθα δηλαδὴ καὶ τὸ τέρμα, τὸ ξύλον, ἵστατο. καὶ ἅπαξ φιλονεικία τις γίνεται περὶ αὐτῶν. Δίαυλος οὖν, φασί, μακρότατος ὁ δρόμος οὗτος τῶν ἱππέων. διὸ καὶ σκοπὸς κάθηται ὁ Φοῖνιξ καὶ σημειοῦται τηλόθεν τὸ τέρμα, μήποτέ τις λάθῃ κάμψας ἐντὸς τοῦ μακροτάτου δρόμου. καὶ οὕτω μέν τινες μακρὸν εἶναι δίαυλον τὸν παρόντα δρόμον εἶπον. ἕτεροι δὲ πολλάκις κάμψαι τοὺς ἡνιόχους ὑπονοοῦσι διὰ τὸ τὸν ποιητὴν εἰπεῖν, “ὡς μεμνέῳτο δρόμου” ὁ Φοῖνιξ, ἤγουν μνήμην ἔχοι τοῦ ἀριθμοῦ τῶν κάμψεων. ἀκριβέστερον δὲ εἶπον οἱ δίαυλον φάμενοι, ὡς τοῦ μεμνῆσθαι μὴ μόνον διὰ τὸν καμπτῆρα λεχθέντος, ἀλλὰ καὶ εἴ τί που ἄλλο ῥᾳδιουργηθείη ὑπὸ τῶν οὕτω τηλόθι τρεχόντων, οὗ καὶ αὐτοῦ ἔδει τὸν Φοίνικα μεμνημένον ἀπειπεῖν τῷ Ἀχιλλεῖ. λέγουσι δὲ οἱ παλαιοὶ καὶ ὅτι οἱ ἐνταῦθα ἡνίοχοι ἀρξάμενοι ἀπὸ Σιγείου, ἔνθα αἱ τοῦ Ἀχιλλέως νῆες ἦσαν, ἔτρεχον ἐπὶ τὸ Ῥοίτειον νόσφι νεῶν τῶν πρὸς τῷ αἰγιαλῷ, “ἐφʼ ἁλός”, ἢ “ἀφʼ ἁλός, πολιῆς” κατὰ τὸν ποιητήν. κατὰ μέντοι Ἀρίσταρχον ὁ τῶν ἱππέων τούτων δρόμος ἐγίνετο ἐν τῷ ἀπὸ τοῦ τείχους ἄχρι τῆς θαλάσσης καὶ τῶν ἐκεῖ κλισιῶν πεντασταδίῳ διαστήματι. Τὸ δὲ “μεμνέῳτο” ἢ ἐκ τοῦ μεμνέοιτο γίνεται κατʼ ἔκτασιν τοῦ ο, ὁποῖα καὶ ἄλλα εὐκτικὰ τοιαῦτα ἐν Ὀδυσσείᾳ κεῖνται, ἢ ἀπὸ τοῦ μεμνῷτο ἐπεντεθέντος τοῦ ε. σύστοιχον δὲ τῷ “μεμνέῳτο” πλὴν ἁπλούστερον καὶ τὸ “ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνῴμεθα”, ὃ κεῖται παρὰ Σοφοκλεῖ. Τὸ δὲ “ἀποείποι” ἀντὶ τοῦ εἴποι, περιττῆς καὶ νῦν κειμένης τῆς προθέσεως, ὡς καὶ ἐπὶ ἄλλων προδεδήλωται. Κοινότερον μέντοι ἀπειπεῖν ἢ τὸ ἀποφῆσαι, οἷον· ἢ εἰπὲ ἢ ἀπόειπε, ὅμοιον ὂν τῷ· ἢ φάθι ἢ ἀπόφαθι, ἢ καὶ ἄλλως, τὸ ἀπαγορεῦσαι καὶ μηκέτι ἔχειν τι εἰπεῖν, κατὰ τὸ “τάλαινʼ ἀπεῖπον ἄλγει”. δῆλον δʼ ὅτι τὸ ἀπειπεῖν καὶ ἀπείπασθαί ποτε λέγεται. Ὅτι διάθεσιν δρόμου ἁρματηλατῶν ὑπογράφων διασκευαστικῶς ὁ ποιητὴς τὴν κατά τε τὸ ἅρμα καὶ τοὺς ἵππους καὶ τοὺς ἐπιβάτας, φησὶν “οἳ δʼ ἅμα πάντες ἐφʼ ἵπποιϊν μάστιγας ἄειραν, πέπληγόν τε ἱμᾶσιν· ὁμόκλησάν τε ἐπέεσσιν ἐσσυμένως. οἳ δʼ ὦκα διέπρησσον πεδίοιο νόσφι νεῶν ταχέως, ὑπὸ δὲ στέρνοισι κονίη ἵστατʼ ἀειρομένη ὥστε νέφος ἠὲ θύελλα, χαῖται δʼ ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο, ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ, ἄλλοτε δʼ ἀΐξασκε μετῄορα, τοὶ δʼ ἐλατῆρες ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου νίκης ἱεμένων, κέκλοντο δὲ οἷσιν ἕκαστος ἵπποις, οἳ δʼ ἐπέτοντο κονίοντες πεδίοιο. ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι ἂψ ἀφʼ ἁλὸς πολιῆς”, ὡς προεγράφη, τότε δὴ ἀρετή γε ἑκάστου φαίνετο». Εἶτα ἑρμηνεύων τί λέγει ἀρετὴν ἵππου, ἐπάγει «ἄφαρ δʼ ἵπποισι τάθη δρόμος», οἱονεὶ λέγων ὅτι ἀρετὴν ἵππου φημὶ τὴν ταχεῖαν τοῦ δρόμου τάσιν. καὶ τοιαύτη μὲν ἡ παρὰ τῷ ποιητῇ τοῦ ἱππικοῦ δρόμου εἴτε διασκευὴ εἴτε ἔκφρασις. Τὸ δὲ ὁμοκλῆσαι, ὅ ἐστιν ἀπειλήσασθαι τοῖς ἵπποις, οἷα δύναται, καὶ ὡς ἐρεθίζει αὐτοὺς εἰς δρόμον, ἐν τοῖς ἑξῆς δηλωθήσεται. ὅμοιον δὲ τὸ ὁμοκλᾶν πρὸς τὸ κέκλεσθαι, ὅ ἐστιν ἐγκελεύεσθαι. καὶ ἡ ὁμοκλὴ γὰρ ἀπὸ τοῦ ὁμοῦ κέλεσθαι γίνεται, ὃ ταὐτόν ἐστι τῷ κέκλεσθαι, πρωτότυπον ὂν αὐτοῦ. κέλω γάρ, καὶ ἐν διπλασιασμῷ κεκέλω, καὶ ἐν συγκοπῇ κέκλω, ἐξ οὗ τὸ κέκλεσθαι. Ἐν δὲ τῷ «ὦκα διέπρησσον ταχέως», τὸ μὲν «ὦκα» καὶ τὸ «ταχέως» ἐκ παραλλήλου τὸ αὐτὸ δηλοῦσι, καθὰ καὶ τὸ «ἐσσυμένως». Τὸ δὲ διαπρήσσειν καταχρηστικῶς καὶ νῦν ἐρρέθη. ἐπὶ θαλάσσης γὰρ κυριολεκτεῖται, ὥσπερ καὶ τὸ περᾶν. Τὸ δὲ «ὡς νέφος ἠὲ θύελλα» ἐκ τῆς ὁμίχλης ὥρμηται, πρὸς ἣν ἀλλαχοῦ παρεικάσθη ἀειρόμενος πολὺς κονίσαλος. καὶ οὐκ ἔστιν εἰς τοιαύτην παραβολὴν ἄλλο τι παρὰ τὰ τρία ταῦτα θεῖναι, τὴν ὁμίχλην, τὸ νέφος, τὴν θύελλαν. πάνυ δὲ γοργῶς καὶ οἰκείως τῷ καιρῷ παραβέβληται τὸ «ὡς νέφος ἠὲ θύελλα», δύο αὖται παραβολαὶ σύντομοι συνεπισπεύδουσαι τοῖς ἱππεύουσι. Τὸ δὲ «κονίη ἵστατο» ἀντὶ τοῦ ἀνίστατο, ἀνυψοῦτο. διὸ καὶ ἐπῆκται πρὸς ἑρμηνείαν τὸ «ἀειρομένη», ἤγουν εἰς ἀέρα ἐγειρομένη. ὅτε δὲ καὶ ὄρνυσθαι ῥηθείη, τότε ὁ κονιορτὸς ἐκ τοῦ «κονίη ὄρνυται» σύγκειται. Τὸ δὲ «χαῖται ἐρρώοντο» κεῖται καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ ἐπὶ Διός, πλὴν ὅσον ἐκεῖ μὲν ἄλλως ἐρρώοντο, ἐνταῦθα δὲ «μετὰ πνοαῖς», ἤγουν ἐν πνοαῖς, «ἀνέμου». Τὸ δὲ «πίλνατο» δύο ἔχειν προεφάνη παραγωγάς. πέλω γὰρ τὸ πλησιάζω, ἐξ οὗ πιλνῶ, ἀφʼ οὗ τὸ πίλνημι, ὡς ἵστημι, καὶ πίλνατο, ὡς ἵστατο. Τὸ δὲ «πουλυβοτείρῃ» φανερῶς πρὸς μόνην στίχου κεῖται ἀναπλήρωσιν καὶ εἰς πλέον οὐδέν. Τὸ δὲ «μετῄορα» ἐκ τοῦ ἀείρω γίνεται, ὡς καὶ ἀλλαχοῦ δεδήλωται, οὐκ ἐκ τοιούτου μέντοι, ὅθεν ὁ παρῄορος ἵππος. Ἐν δὲ τῷ «τοὶ δʼ ἐλατῆρες» ἀρέσκει μάλιστα γράφειν «τοὶ δʼ ἐλατῆρες» Δωρικῶς, ἤγουν οἱ ἐλαύνοντες. Τὸ δὲ πατάσσειν ὠνοματοπεποίηται μέν, ὡς καὶ ἐν ἄλλοις γέγραπται, δηλοῖ δὲ τὸν τῆς καρδίας ἐναγώνιον παλμὸν καὶ τὸν ποιὸν ἦχον τῶν ἐντός. Ἐν δὲ τῷ «ἑκάστου νίκης ἱεμένων» ταὐτόν ἐστι πάντως τὸ «ἑκάστου» πρὸς τὸ «πάντων». τοιαύτη γὰρ ἡ ἐπιμεριστικὴ φύσις τοῦ «ἕκαστος», ἵνα λέγῃ· ἑνὸς ἑκάστου, ἤγουν πάντων ἐφιεμένων τοῦ νικῆσαι. Τὸ δὲ πέτεσθαι τοὺς ἵππους καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται ὑπὸ τοῦ ποιητοῦ, δηλοῦντος τὸ τοῦ δρόμου κατεσπευσμένον καὶ ταχύ. Τὸ δὲ «κονίοντες πεδίοιο» καὶ νῦν ἀντὶ τοῦ κόνιν ἐγείροντες διὰ τοῦ πεδίου, ἢ μᾶλλον ἐπὶ τοῦ πεδίου, ἤτοι τῆς πεδιάδος, κατὰ τὸ «ἵππος εἰς πεδίον». πρὸς διασάφησιν δὲ τοῦ «κονίη ἵστατο» εἴρηται τὸ «κονίοντες πεδίοιο», ἵνα ᾖ δῆλον, ὡς οὐκ ἄνεμος ἀνίστα κόνιν, ἀλλὰ οἱ ἵπποι συντόνως θέοντες. ἐκ δὲ τοῦ «κονίειν πεδίοιο» καὶ τὸ ἐγκονεῖν ἐπενοήθη, ὡς τὸ «χωρῶμεν, ἐγκονῶμεν». Ὅτι ἐν τῷ «αἱ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι» τίνα μὲν λέγει Φηρητιάδην, ἐν τῇ Βοιωτίᾳ εἴρηται, ὅτι δηλαδὴ τὸν τοῦ Φέρητος υἱὸν Ἄδμητον ἢ τὸν ἔγγονον Εὔμηλον. Ἐκφέρειν δὲ ἀλλαχοῦ μὲν τὸ εἰς ταφὴν τὸν τεθνεῶτα ἐξάγειν, ἔτι δὲ καὶ τὸ κοινῶς λεγόμενον ἐκφορεῖν, ἐνταῦθα δὲ τὸ προτρέχειν ἢ καὶ ὑπερφέρειν τῶν ἄλλων. δῆλον γὰρ ὅτι ὁμοίως τῇ ὑπερ καὶ ἡ ἐκ πρόθεσις ἐξοχήν τινά ποτε δηλοῖ καὶ ἐπίτασιν, ὡς δηλοῖ καὶ ὁ Κωμικός. Ὅμοιον δὲ καὶ τὸ ἐπαγόμενον τὸ «τὰς δὲ μετεξέφερον Διομήδεος ἄρσενες ἵπποι», ἤγουν μετὰ τὰς θηλείας τοῦ Ἀδμήτου ἵππους προέτρεχον τῶν λοιπῶν οἱ τοῦ Διομήδους, οἱ πρὸς διαστολὴν τῶν τε προρρηθεισῶν ἵππων τοῦ Εὐμήλου, ἔτι δὲ καὶ τῆς Αἴθης, λεχθέντες ἄρσενες, ἔτι δὲ καὶ ὡς πρὸς τοὺς τομίας, οἵους, ὡς εἰκός, οἱ λοιποὶ εἶχον ἱππεῖς. ἴσως δὲ καὶ θεραπείαν τινὰ νοεῖν ὑποβάλλει τῆς προδηλωθείσης κατὰ τοὺς τοιούτους ἵππους μυθικῆς θειότητος καὶ ἀθανασίας. οἱ γὰρ ἄρσενες καὶ ὀχευτικοὶ θεῖοι ἂν καὶ ἀθάνατοι μυθεύεσθαι νοηθεῖεν διὰ τὸ ὀχευτικὸν καὶ τὴν ἐντεῦθεν ἐπιγονήν, διʼ ἧς ἐξαρκεῖ θειότερον τὰ γένη ἐπὶ μακρόν. Ἰστέον δὲ ὅτι τὸ «μετεξέφερον» καὶ εἴ τι δὲ ἄλλο κατʼ αὐτὸ, ἰωνίζειν δοκεῖ, ὡς δηλοῖ καὶ Ἡροδότου τὸ «μετεξέτεροι». Ἐν τούτοις δὲ καὶ τοὺς Διομήδους ἵππους δηλῶσαι θέλων ἐγγυτάτω εἶναι τῶν τοῦ Εὐμήλου ποικίλως φράζει, στρέφων πολλάκις τὸ νόημα. Φησὶ γὰρ πρῶτον μὲν ἀορίστως «οὐδέ τι πολλόν» ἀπάνευθεν ἦσαν, εἶτα ὡρισμένως «ἀλλὰ μάλα ἐγγύς», εἶτα πλατύτερον «ἀεὶ γὰρ δίφρου ἐπιβησομένοις» ἐῴκεισαν, καὶ πάλιν ἑτέρως «πνοιῇ δʼ Εὐμήλου μετάφρενον εὐρέε τε ὤμω θέρμετο», ἤτοι τῷ ἄσθματι ἐθερμαίνετο, καὶ αὖθις ἄλλως τὸ αὐτὸ «ἐπʼ αὐτῷ κεφαλὰς καταθέντε πετέσθην». εἶτα δυσκολώτερον ἐπὶ τῆς αὐτῆς ἐννοίας φησὶ «καὶ δὴ ἂν παρήλασεν ἢ ἀμφήριστον ἔθηκε», διὰ τὴν ἄγαν δηλαδὴ ἐγγύτητα. καὶ ἰδοὺ ἑξάκις ἦλθεν ὁ ποιητὴς διὰ τοῦ αὐτοῦ νοήματος, εὐπορίαν καὶ οὕτω λόγου καὶ πλοῦτον ἐπιδεικνύμενος. Τὸ δὲ «θέρμετο» πρὸς τὸ μετάφρενον εἴρηται, ἴσως δὲ καὶ πρὸς τὸ ὤμω, Δωρικώτερον. δῆλον δὲ ὅτι ὅμοιον εἰπεῖν μετάφρενον καὶ ὦμοι ἐθερμαίνοντο ἵππων πνοῇ, καὶ μετάφρενα ἵπποι κατέπνεον, ἐγγὺς δηλαδὴ ὄντες τοῦ προθέοντος. Ὅτι δὲ τὸ θέρμω πρωτότυπόν ἐστι τοῦ θερμαίνω, πολλαχοῦ δηλοῦται. Οὕτω δὲ σὺν ἄλλοις πολλοῖς καὶ τὸ νήφω τοῦ νηφαίνω, οὗ χρήσεως φανερᾶς μὴ οὔσης ὅμως ἔμφασις γίνεται παρὰ τῷ Δειπνοσοφιστῇ ἐν τῷ «νηφαντὸν καὶ ἄοινον». δῆλον γὰρ ὅτι ὡς ὀσφραίνω ὀσφραντόν, θερμαίνω θερμαντόν, οὕτω καὶ νήφω νηφαντόν. Ἐν δὲ τῷ «ἀμφήριστον ἔθηκε» ληπτέον ἀπὸ κοινοῦ τὸ ἔλασμα ἐκ τοῦ παρήλασε ῥήματος, ἵνα λέγῃ ὅτι ἔθηκεν ἂν ἀμφίβολον τὸ ἔλασμα. Ὅτι καὶ τάς, ὡς εἰκός, τῶν ἱππέων δυστυχίας παραδιδοὺς ὁ ποιητής, ὡς μὲν Μενέλαος δείσας τὸν τῆς γῆς ῥωχμὸν ἐπεσχέθη τοῦ τρέχειν, μετʼ ὀλίγα ἐρεῖ. Νῦν δὲ λέγει ὅτι ἢ παρέλασεν ἂν τὸν Ἄδμητον, ὡς ἐρρέθη, ὁ Διομήδης, «ἢ ἀμφήριστον ἔθηκεν, εἰ μὴ κοτέσσατο αὐτῷ Φοῖβος Ἀπόλλων, ἐκ χειρῶν δέ οἱ ἔβαλεν», ἤτοι ἐξέβαλεν, ἐξέρριψε, «μάστιγα φαεινήν». εἶτα καὶ τὴν ἐν τοῖς τοιούτοις ἀγῶσι διαγράφων κενοσπουδίαν, καὶ οἵα ἡ τοῦ νικᾶν ἐν αὐτοῖς ἔφεσις, δάκρυον ἐπὶ τῇ ἐκβολῇ τῆς μάστιγος προκαλεῖται τῷ Διομήδει, ὃν διʼ ὅλης τῆς Ἰλιάδος οὐκ ἐμάθομεν οὐδʼ ἐπὶ τοῖς μεγίστοις τῶν κινδύνων δακρύσαντα. Φησὶ γὰρ «τοῖο δʼ ἀπʼ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο», τουτέστι λυπηθέντος, συγχυθέντος, ὡς πολλαχοῦ λέγεται. ἐπὶ ὀργῆς γὰρ νοηθῆναι νῦν τὴν λέξιν οὐκ ἔχει λόγον στερρόν. δακρύσει μὲν οὖν καὶ Εὔμηλος ἐν τοῖς ἑξῆς, ἀλλὰ περιαλγὴς γενόμενος ἐξ ὧν δεινῶς ἔπαθε. Διομήδης δὲ ἐπὶ δυσελπιστίᾳ ἐνταῦθα ἐδάκρυσεν, «οὕνεκα». φησί, τὰς μὲν τοῦ Εὐμήλου «ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας. οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο», ταὐτὸν δʼ εἰπεῖν μάστιγος, «θέοντες». Καὶ ὅρα φανερῶς καὶ νῦν θηλείας τὰς τοῦ Εὐμήλου ἵππους, ὡς προείρηται. Τὸ δὲ «παρήλασε» κεκοίνωται παρὰ τοῖς ὕστερον τροπικῶς ἐπὶ νίκης τῆς οἱασοῦν. Τίς δὲ ἡ φαεινὴ μάστιξ, πολλαχοῦ ἐδηλώθη. Ἐν δὲ τῷ «οἳ δέ οἱ» ἀστεία ἡ φράσις. ἀρκεσθεὶς γὰρ εἰπεῖν ἐπὶ Εὐμήλου «τὰς μέν», ἀρκεῖται καὶ ὧδε τῷ «οἳ δέ» πρὸς ἔνδειξιν τῶν τοῦ Διομήδους ἀρρένων ἵππων. γοργότητος δὲ καὶ ταῦτα. τὸ δὲ «βλάφθησαν» σύνηθες τῷ ποιητῇ, καθὰ προδεδήλωται. ὡς δὲ δύναται εἰπεῖν καὶ ἐβλάβησαν, δηλώσει ἐν τοῖς ἑξῆς ἐν τῷ «ἔβλαβεν ἐν πεδίῳ». Ὅρα δὲ καὶ τὸ «ἐκ χειρῶν». εἰ γὰρ μὴ ἀντὶ ἑνικοῦ νοηθῇ, ἤγουν ἀντὶ τοῦ ἐκ χειρός, ἀμφιδέξιον ἐν τῷ ἱππεύειν τὸν Διομήδην εἶναι δηλοῖ, ὡς ἀμφοῖν τοῖν χεροῖν μαστίζοντα. Ἰστέον δὲ ὅτι ἁπλότητος ἡρωϊκῆς καὶ τὸ μίαν ἔχειν μάστιγα ἐν τῷ ἡνιοχεῖν. οἱ μέντοι ὕστερον πολλαῖς ἐχρῶντο. καὶ τόπος ἦν τῷ δίφρῳ εἰς τὸ κεῖσθαι αὐτάς, ὃς ἐκαλεῖτο γρώνη, ὁμωνύμως τῇ παρὰ Λυκόφρονι θαλασσίᾳ γρώνῃ. φησὶ γοῦν Αἴλιος Διονύσιος· γρώνη, τὸ κοῖλον τοῦ ἁρματείου δίφρου, εἰς ὃ τὰς μάστιγας οἱ ἡνίοχοι ἀπετίθεντο. τὸ δʼ αὐτὸ τοῦτο καὶ ληνόν τινες ἔλεγον. Ὅτι ἐν τῇ Ὀδυσσείᾳ μὲν τὸ ἐλεφαίρω φαίνεται κεῖσθαι ἐπὶ τοῦ ἐλπίσιν ἀπατᾶν, ὡς ἀπὸ τοῦ ἔλπω ἐλπαίρω, ἐνταῦθα δὲ ἐπὶ τοῦ ἁπλῶς βλάπτειν, ἐν τῷ «ἐλεφηράμενος Τυδείδην Ἀπόλλων». οὗ τὴν βλάβην ἡ Ἀθηνᾶ ἐκθεραπεύει, δοῦσα ἑτέραν μάστιγα τῷ Διομήδει. ἴσως γὰρ προὐνοήσατο Διομήδης μὴ ἔχειν μίαν μάστιγα, κατʼ Ἀθηνᾶν ἐκεῖνος, ἤτοι φρονίμως, διανοηθείς. διὸ οὐκ εἶπε μετὰ ἄρθρου τὴν μάστιγα τὴν ἐκπεσοῦσαν δηλαδὴ τῶν χειρῶν, ἀλλʼ ἀορίστως μάστιγα, ἣν ὥσπερ καὶ ἑτέρας εἰκὸς ἔχειν αὐτὸν ἐπὶ δίφρου. βλάπτει δὲ τὸν Τυδείδην ὁ Ἀπόλλων φιλίᾳ τῇ πρὸς τὸν Εὔμηλον, ἣν εἶχε διὰ τὸν αὐτοῦ πατέρα, τὸν Ἄδμητον, ὡς μῦθος δηλοῖ αἰσχρορρημονῶν. Ἔστι δὲ ἡ Ὁμηρικὴ ἐνταῦθα φράσις αὕτη «οὐδʼ ἄρʼ Ἀθηναίην ἐλεφηράμενος λάθʼ Ἀπόλλων Τυδεΐδην». διὸ «μάλα ὦκα μετέσσυτο, δῶκε δέ οἱ μάστιγα, μένος δʼ ἵπποιϊν ἐνῆκεν». Ὁμηρικὸν δὲ τὸ καὶ τὰς τοιαύτας δυστυχίας τε καὶ εὐτυχίας εἴς τι θεῖον ἀνάγειν. Ὅτι κατὰ τὸν προσεχῶς εἰρημένον μῦθον κοτέουσα ὥσπερ Ἀπόλλων τῷ Διομήδεϊ, οὕτως Ἀθηνᾶ τῷ Εὐμήλῳ εἰς ἔσχατον αὐτὸν κινδύνου κατέρριψεν. «ἵππειον» γάρ «οἱ ἦξεν», ὅ ἐστι ἔαξε, «ζυγόν, αἱ δέ οἱ ἵπποι ἀμφὶς ὁδοῦ δραμέτην», ἤγουν ἐνταῦθα καὶ ἐκεῖ τῆς ὁδοῦ, «ῥυμὸς δʼ ἐπὶ γαῖαν ἐλύσθη. αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη, ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε, θρυλλίχθη δὲ μέτωπον ἐπʼ ὀφρύσι. τὼ δέ οἱ ὄσσε δακρυόφιν πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή». Καὶ ὅρα τὴν παθητικὴν ἔννοιαν γλυκάζει παρίσοις ὁ ποιητής, τῷ «ἐλύσθη, ἐξεκυλίσθη, ἐδρύφθη, ἐθρυλλίχθη», ὧν τὰ μὲν δύο λεῖα καὶ εὔφωνα, τὸ δὲ ἐδρύφθη καὶ ἐθρυλλίχθη τῷ πάθει συνεκτραχύνονται. Ἰστέον δὲ ὅτι ζυγὸν μὲν ἵππειον λέγει πρὸς διαστολὴν βοείου καὶ λοιπῶν, ἐν οἷς καὶ ὁ σταθμητικός. Τὸ δὲ «ἐλύσθη» ἀντὶ τοῦ συνεστράφη τοῖς ἡνίοις, ἀπὸ τοῦ εἰλῶ εἰλύω ἀπελεύσει τοῦ ι. Τὸ δὲ «ἐδρύφθη» ἀπὸ τοῦ δόρυ, τὸ ξύλον, καθά που καὶ προδεδήλωται, δορύπτω καὶ συγκοπῇ δρύπτω, ἵνα λέγηται καθʼ ὁμοιότητα τῶν ἐκδερομένων καὶ ξυομένων δρυῶν, ὅ ἐστι ξύλων. Τὸ δὲ θρυλλίσεσθαι πλεῖόν τι κακὸν δηλοῖ τοῦ δρύπτεσθαι. ὠνοματοπεποίηται δέ, καθὰ καὶ τὸ θραύεσθαι. ἐξ αὐτοῦ δὲ παρὰ Λυκόφρονι τὸ θρύλλιγμα. ἴσως δὲ προϋπόκειται τοῦ θρυλλίσσειν τὸ θρυλλῷ, ἐξ οὗ καὶ ὁ κατὰ φήμην καὶ ὄχλον θρύλλος. ταῦτα δὲ ἡ πλείων χρῆσις διʼ ἑνὸς λ οἶδε προφέρειν. Ὅτι γλυκὺ χωρίον, ἔνθα τοῖς ἵπποις ὁ Ἀντίλοχος οὐκ ὀλίγα, καθά που ὁ Ἕκτωρ, ἀλλὰ πολλὰ λαλεῖ, ἐπιτάσσων, κολακεύων, συμβουλευόμενος, ἀπειλούμενος, ὡς εἴπερ ἦσαν λογικοί. Καὶ πρῶτα μὲν κεκλόμενος, ἤτοι ἐγκελευόμενος, φησὶν «ἔμβητον καὶ σφῶϊ» τουτέστιν ὑμᾶς αὐτούς, «τιταίνετον ὅττι τάχιστα. ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω Τυδείδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη νῦν ὤρεξε τάχος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκεν». Εἶτα ἀξιοῖ τοὺς τοῦ Ἀτρείδου καταλαμβάνειν ἵππους ταχύ, εἰπὼν «κιχάνετε μηδὲ λίπησθον καρπαλίμως, μὴ σφῶϊν», ἤγουν ὑμῶν, «ἐλεγχείην καταχεύῃ Αἴθη, θῆλυς ἐοῦσα». Εἶτα καὶ κολακεύσας ἐν τῷ «τίη λείπεσθε, φέριστοι», ἐπάγει ἀπειλητικῶς «ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται, οὐ σφῶϊν», ἤγουν ὑμῖν, «κομιδή», τουτέστιν ἐπιμέλεια, «παρὰ Νέστορι ποιμένι λαῶν ἔσσεται, αὐτίκα δʼ ὔμμε κατακτανεῖ ὀξέϊ χαλκῷ, αἴ κʼ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον. ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα. ταῦτα δʼ ἐγὼν αὐτός», καὶ ἑξῆς. καὶ οὕτω μὲν Διομήδης. Οἱ δὲ ἵπποι «ἄνακτος ὑποδείσαντες ὁμοκλήν», ὡς καὶ ἐν τοῖς ἑξῆς αἱ τοῦ Μενελάου πείσονται—αἰδεῖται γὰρ ὁ ποιητὴς κἀν τούτοις τὴν τοῦ λόγου ἀπραξίαν—”μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον», διὰ τὸ πολὺ γῆρας δηλαδή, ὅπερ ἄλλοι ἐν τοῖς τοιούτοις ἵπποις δεικνύουσιν. Ἰστέον δὲ ὅτι τὸ μὲν τοῦ Ἀντιλόχου ἀφελές ἐστι μόνον ἐνταῦθα καὶ γλυκύ. ὅτε δὲ ὁ Ἀχιλλεὺς ὡμίλει τοῖς οἰκείοις ἵπποις, εἶχέ τι καὶ περιπαθὲς ὁ ἐκεῖ λόγος, καὶ ὅτι προσλαλεῖ τοῖς ἵπποις καὶ Μενέλαος, ὀλίγα μέντοι ἐν τοῖς ἑξῆς. φρενήρης γὰρ ὁ ἀνὴρ, καὶ οὐχʼ οὕτω προσήκων τῇ ἀφελείᾳ, ὡς ὁ νεώτατος Ἀντίλοχος. Ὅρα δὲ τὸ «ἔμβητον», ὅπερ τοῖς νῦν ἀνθρώποις εἰς κοινολεξίαν κεῖται, λαμβανόμενον ἐπὶ ἐναγωνίου σπουδῆς, ὡς τοῦ ἀγωνιζομένου ἐκ τοῦ ἔξω εἶναι εἰς ἀγῶνα ἐμβαίνοντος. τούτου δὲ τὸ πρῶτον ἑνικόν, ἤγουν τὸ ἔμβηθι, «ἔμβα» λέγει ὁ Κωμικὸς, καθὰ καὶ τὸ κατάβηθι «κατάβα». Τὸ δὲ «τιταίνετον ὅττι τάχιστα» διασαφεῖται ἐν τῷ «σπεύδετον ὅττι τάχιστα». τιταίνεσθαι γὰρ εἰς δρόμον τὸ σπεύδειν ἐστί. Τὸ δὲ «κιχάνειν καρπαλίμως» ταὐτὸν τῷ «ἄφαρ ἵπποισι τείνεσθαι δρόμον». ἐν τούτοις δʼ ἔστιν ἰδεῖν συνήθη ἀδιαφορίαν δυϊκοῦ ἀριθμοῦ καὶ πληθυντικοῦ τοῦ ἔμβητον, τιταίνετον, μὴ λίπησθον, καὶ αὖθις τοῦ κιχάνετε καὶ τοῦ λείπεσθε, ἃ δὴ πάντα ἐπὶ τῆς αὐτῆς ξυνωρίδος κεῖται. Τὸ δὲ «νῦν ὤρεξε τάχος» διαβλητικόν ἐστι τῶν τοῦ Διομήδους ἵππων, ἵνα οἱ τοῦ Ἀντιλόχου ἐνταθῶσιν εἰς δρόμον, οἷα δῆθεν αἰσθόμενοι ὡς ὡριαῖόν ἐστι τὸ τάχος τοῖς ἀντιδρόμοις ἵπποις. Τὸ δὲ θῆλυς ἀντὶ τοῦ θήλεια κἀνταῦθά ἐστιν, ὁμοίως τῷ «θῆλυς ἐέρση». Τὸ δὲ «οὐκ ἔσσεται ὑμῖν κομιδὴ παρὰ Νέστορι», καὶ τὸ «αὐτίκα ὑμᾶς κατακτενεῖ» οὐ μόνον ἀφελῶς ἐρρέθη, ἀλλὰ καὶ μάλλον παιδευτικῶς, ὡς μηδενὸς παιδὸς δυναμένου ποιεῖν ἐπὶ τοῖς τοῦ πατρὸς ἃ βούλεται, εἰ καὶ ἄριστος κατὰ τὸν Νεστορίδην τοῦτον εἴη ἐκεῖνος ὁ παῖς. Ὅρα δὲ ὡς «ἔσεται» εἰπὼν ἀπαθῶς ἀνωτέρω «ἔσται» εἶπε τὸ συγκεκομμένον ἐκ τοῦ «ἔσεται». Ἀποκηδῆσαι δὲ τὸ ἀφροντιστῆσαι, ὃ πρὸ ὀλίγου ἀκηδῆσαι εἶπεν, ὡς τῆς ἀπο προθέσεως μὴ ἀργῆς οὔσης, ἀλλὰ δηλούσης πέρας καὶ ἀπόθεσιν τοῦ κήδεσθαι. εἴη δʼ ἂν καὶ ἀντὶ τοῦ ἀκηδιάσαντες ἡ τοιαύτη λέξις. Τὸ δὲ «ἐὰν ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον», εἰ μὲν καὶ τὸν Ἀντίλοχον συμπεριλαμβάνει, ὀρθῶς συντέτακται, ἵνα κοινούμενος τὴν πρᾶξιν λέγῃ ὅτι, ἐὰν ἐγὼ καὶ ὑμεῖς ἀμελήσαντες ποιήσωμεν τόδε. εἰ δὲ περὶ μόνων τῶν ἵππων ὁ λόγος ἐστί, σόλοικον τὸ σχῆμα φαίνεται. οὐ γὰρ ἀσολοίκιστον τὸ εἰπεῖν ὅτι, ἐὰν ἀκηδήσαντες οἱ ἵπποι φερώμεθα ἡμεῖς χεῖρον ἄεθλον. ὥστε κατὰ τοῦτον τὸν νοῦν ἡ πάνυ πολλὴ σπουδὴ καὶ ἀγωνία τοῦ ἱππέως οὐκ ἐκράτησε τῆς ὀρθῆς συντάξεως μέχρι παντός. τὴν δὲ ἡνιοχικὴν ὁμοκλὴν ὅτι καὶ δεινὴ καὶ ἐξάκουστος ἦν καὶ διηνεκὲς ἔργον τοῖς ἱππεύουσι, δηλώσει ἐν τοῖς ἑξῆς καὶ ὁ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας, ἤγουν τοῦ ἀπειλουμένου τοῖς ἵπποις ἡνιόχου. Ἰστέον δὲ καὶ ὡς τὸ «ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω» οἰκεῖον λεχθῆναι ἐπὶ τῶν ἀναμφηρίστως ὑπερφερόντων, ἐπὶ δὲ μηχανικῆς ἐπινοίας τὸ «ταῦτα δʼ ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω». λόγος δὲ καὶ τοῦτο Ἀντιλόχου πρὸς τοὺς ἵππους. πρωτότυπον δὲ τὸ τεχνήσομαι τοῦ τεχνάσομαι, ὡς καὶ τὸ τεχνῶ τοῦ τεχνάζω. Τέχνημα δὲ ἢ τέχνασμα καὶ νόημα τῷ Ἀντιλόχῳ «στεινωπῷ», φησίν, «ἐν ὁδῷ παραδύμεναι». καὶ ἔστι καιριωτάτη νῦν λέξις τὸ «παραδῦναι», ὅ ἐστιν ἐκ πλαγίου ἐπιδραμεῖν καὶ οὕτως ἔμπροσθε γενέσθαι, ὃ καὶ παρεισδῦναί φαμεν. Τὴν δὲ στεινωπόν, ἣ καὶ ἐφεξῆς κεῖται, στεῖνος εὐθὺς κατωτέρω φησί. χρῆσις δὲ στείνους καὶ ἐν τοῖς πρὸ τούτων. κυρίως δὲ στεινωπός, ὥς που καὶ ἀλλαχοῦ, ἔνθα οὐκ ἔχουσι διαπετάννυσθαι εἰς θέαν, ἀλλʼ ἀποστενοῦνται οἱ ὦπες. Ἰστέον δὲ ὅτι τε τῷ στεινωπός ἐναντίον ἐστὶ τὸ εὐρωπός, καὶ ὅτι ὡς ἐπὶ πολὺ στενωπὸς ἐλλειπτικῶς λέγεται κατὰ στέρησιν τοῦ ὁδός ἢ ῥύμη ἢ τόπος. Ὅτι ὁ Ἀντίλοχος κατʼ εὐθὺ τρέχων ἀπεριπλάνητος καὶ τὸν προὔχοντα δοκεύων, ὡς ὁ πατὴρ παρῄνεσεν, ἰδὼν στεῖνος ὁδοῦ κοίλης «τῇ ῥα», ἤγουν ὅπου δή, «εἶχε Μενέλαος ἁματροχιὰς ἀλεείνων», «παρατρέψας ἔχε μώνυχας ἵππους ἐκτὸς ὁδοῦ», τῆς εὐθείας δηλονότι, καθʼ ἣν πρῴην ἤλαυνεν, «ὀλίγον δὲ παρακλίνας ἐδίωκεν», ἤτοι κατὰ σπουδὴν ἤλαυνε. Μενελάου δὲ δείσαντος καὶ εἰπόντος «Ἀντίλοχε, ἀφραδέως», ἤτοι ἀνεπιστημόνως, «ἱππάζεαι, ἀλλʼ ἄνεχε ἵππους. στεινωπὸς γὰρ ὁδός, τάχα δʼ εὐρυτέρῃ παρελάσεις, μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας, Ἀντίλοχος ἔτι καὶ πολὺ μᾶλλον ἤλαυνε, κέντρῳ ἐπισπέρχων, ὡς οὐκ ἀΐοντι ἐοικώς», φιλίαν ἐν δευτέρῳ νίκης θέμενος. Μενέλαος δὲ «ἑκὼν μεθέηκεν ἐλαύνειν, μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι, δίφρους τʼ ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δʼ αὐτοὶ ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης». καὶ ἔστιν ἰδοὺ τοῦτο μῆτις Ἀντιλόχου κατὰ πατρικὴν ὑποθήκην, διʼ ἧς τοῦ ἀντιπάλου ἡνιόχου περιγίνεται. στεινωπῷ γὰρ ἐν ὁδῷ παραδὺς καὶ στενοχωρήσας τὸν Ἀτρείδην, ἔνθα γῆς ἦν ῥωχμός, ἠνάγκασεν αὐτὸν στῆναι τοῦ ἐλαύνειν δέει τοῦ καταπεσεῖν ἀμφοτέρους εἰς τὸν ῥωχμόν, καὶ οὕτω παρέδραμεν. οἷα γοῦν ἀκούσει καὶ οἷον ὄχλον διὰ τοῦτο πείσεται, δηλωθήσεται ἐν τοῖς ἑξῆς. Κέντρον δὲ ᾧ σπέρχονται ἵπποι, κἀνταῦθα ἡ μάστιξ παρὰ τὸ κεντεῖν, ἀφʼ οὗ καὶ κέντορες ἵππων, οἱ νόῳ ἐπιβάλλοντες ἱμάσθλην, ἤγουν μάστιγα, ὅπερ ἐκ μέρους τὸ πᾶν δηλοῖ, ἤτοι ἐκ μόνου τοῦ ἱμάντος τὴν ἐξ αὐτοῦ καὶ τοῦ ξύλου συγκειμένην μάστιγα. δοκεῖ δὲ κέντρον εἶναι ἄλλως καὶ τὸ ἁπλῶς κεντοῦν, ὡς τὸ βούκεντρον καὶ τὸ περὶ πτέρναν σιδήριον, ᾧ νύσσονται ἵπποι. διὸ καὶ τρυγόνος θαλασσίας κέντρον λέγεται, καὶ σκορπίου δέ, καὶ σφηκὸς καὶ ἀλκαίας λέοντος καὶ ἑτέρων. τοιούτου δὲ κέντρου παρώνυμον καὶ οἱ κέντρωνες οἵ τε ῥαπτόμενοι καὶ οἱ γραφόμενοι, ἔτι δὲ καὶ τὸ ἐγκεντρίζειν ἐπὶ φυτῶν, ἵνα ὥσπερ ἐγκεντρίζειν ἐστὶ τὸ ἐγκεντεῖν καὶ ἐμβάλλειν φυτῷ τινι κλαδίσκον ἀλλοίου φυτοῦ, οὕτω καὶ κέντρων ῥαπτὸς μέν, ᾧπερ ὡσανεὶ παρακεντοῦνται διάφοροι χροιαὶ ὑφασμάτων, γραπτὸς δέ, ᾧ παρατίθενται τοιούτου παρακεντήματος δίκην μέρη ποιημάτων καὶ στίχων ἄλλοθεν ἄλλα, ὁποῖα καὶ τὰ ἐντεῦθεν κληθέντα Ὁμηρόκεντρα, τουτέστιν οἱ Ὁμηρικοὶ κέντρωνες. οἷς ὅμοιοι γένοιντʼ ἂν καὶ ἐξ ἑτέρων ποιητῶν, ἤδη δέ που καὶ ἐκ πεζολογιῶν, ὁποῖοι σκωφθήσονται εἶναι οἱ μὴ γεννῶντες ῥητορείας οἰκείας, ἀλλʼ ὡς εἰπεῖν, λογοσυλλεκτάδαι ὄντες καὶ διʼ ὅλου σπερμολογοῦντες ἐν ἐγκωμίοις. Ἰστέον δὲ καὶ ὅτι κυρίως κέντρον τὸ στίζον ἐστί. διὸ καὶ ταὐτὸν παρʼ Ὁμήρῳ κέντρον καὶ μάστιξ. ἐκ τοῦ στίζειν γὰρ ἤτοι κεντεῖν ἡ μάστιξ ὡς καὶ ὁ μαστιγίας καὶ τὰ στικτά, οἷς καὶ τὸ βαλιὸν ᾠκείωται ἀπὸ τοῦ βάλλειν, ὅπερ ἐστὶ κεντεῖν καὶ στίζειν. Ῥωχμός δὲ καὶ ῥῆγμα ταὐτά εἰσιν, ὡς καὶ βρεχμός καὶ βρέχμα, καὶ πλεχμός καὶ πλέχμα. γίνεται δὲ ὁ ῥωχμὸς παρὰ τὸ ῥῆξαι τροπῇ τοῦ η εἰς ω. Διὸ καὶ ὁ ποιητὴς ἐτυμολογῶν ἅμα καὶ ἑρμηνεύων τὴν λέξιν φησὶ «ῥωχμὸς ἔην γαίης ᾗ», τουτέστιν ὅπου, «χειμέριον ἀλέν», ὅ ἐστι συστραφέν, συναχθέν, «ὕδωρ ἐξέρρηξεν ὁδοῖο· βάθυνε δὲ χῶρον ἅπαντα», ὡς εἶναι δηλαδὴ τὸν τόπον ταφρώδη. ἔστιν οὖν ῥωχμὸς καθʼ Ὅμηρον ἔκρηξις ὁδοῦ ἐτυμολογικῶς, ἢ καὶ ἄλλως εἰπεῖν, ῥωχμός ἐστι χῶρος, ὃν ἐβάθυνε χειμέριον ὕδωρ ἐκρῆξαν ὁδοῦ. ἀπέρρηκται γὰρ ὁ τοιοῦτος χῶρος τῆς τε συνεχείας καὶ τοῦ ὁδεύεσθαι. ὁ δὲ τοιοῦτος καὶ «στεῖνος ὁδοῦ κοίλης» ἀνωτέρω ἐλέχθη. Ἁματροχιαὶ δὲ αἱ ὁμοδρομίαι ἢ μᾶλλον αἱ ὁμοῦ συμβολαὶ τῶν τροχῶν, εἰπεῖν δὲ καὶ κατὰ τοὺς παλαιούς, αἱ εἰς ταὐτὸ σύνοδοι τῶν τροχῶν. Τὸ δὲ «παρατρέψας» καὶ «παρεκκλίνας» παρʼ ἄλληλα κείμενα δηλοῦσι ταὐτό. Τὸ δὲ «ἄνεχε» ἀντὶ τοῦ ἔπεχε, ἀνασείραζε, ὃ δὴ ἀνάπαλιν ἔχει πρὸς τὸ «εἶχε Μενέλαος», τουτέστιν ἤλαυνε, καὶ «Ἀντίλοχος ἔχεν ἵππους», οὗ ἑρμηνευτικὸν τὸ «καὶ πολὺ μᾶλλον ἔλαυνεν». Ἡ δὲ εὐρυτέρα ὁδὸς δῆλον ὅτι τῇ στενωπῷ ἀντίκειται. Καὶ ὅρα τὸ «εὐρυτέρα», ὡς ἐχούσης δῆθεν καὶ τῆς στεινωποῦ ὁδοῦ εὖρος, εἰ καὶ βραχύ, καὶ ὁδευομένης καὶ αὐτῆς. ἔοικε γὰρ διπλοῦς μὲν ῥωχμὸς ἑκατέρωθεν ἀνεῳγέναι, μέσον δὲ στεινωπὸς ὁδός, ἤτοι στεῖνος ὁδοῦ, κλεισουροειδῶς ἐσφίγχθαι. ἔνθα ἓν μὲν ἅρμα ἐχώρει, δύο δὲ συμβαλόντα κίνδυνον ἂν ἔπαθον. αὐτὸ γὰρ καθʼ αὑτὸ τὸ κοῖλον, ἤτοι τὸν ῥωχμόν, οὐκ ἄν τις νοήσοι ὁδόν. οἱ δὲ παλαιοὶ λέγουσι καὶ ὅτι ἐκ τῆς ὁδοῦ εἰς τὰς ῥωγάδας Ἀντίλοχος ἑαυτὸν ἔδωκε, παρατρέψας, ἵνα παρελάσῃ, οἷα τὸν ἐντὸς ἔχων δρόμον ὀρθότερον, καὶ φθάσῃ ἐπὶ καμπτῆρα. Μενέλαος δὲ ἐξωτέρω τὸν ἀσφαλέστερον ἤλαυνε δρόμον. ὅτι δὲ οὐ σαφῶς ταῦτα ἔχει, γνώσεται ὁ συμβιβάζων τῇ Ὁμηρικῇ φράσει αὐτά. Τὸ δὲ «παρελάσεις» ἀντὶ τοῦ παραδραμεῖς, νικήσεις, ὡς καὶ πρὸ ὀλίγων. Τὸ δὲ «ἀμφοτέρους» ἔχει τι ἀσαφὲς διὰ τὴν τοῦ λέγοντος σύγχυσιν. οὐ δηλοῖ μὲν γάρ, τίνας ἀμφοτέρους φησίν, εἴτε ἵππους, εἴτε καὶ μή. δοκεῖ δὲ μᾶλλον δηλοῦν τοὺς ἡνιόχους, τὸν Ἀτρείδην καὶ τὸν τοῦ Νέστορος. Κύρσαι δὲ ἅρματι καὶ ἐν ὁδῷ συγκύρσαι τὸ προσκροῦσαι δηλοῖ κατά τινα συγκυρίαν ὁμοῦ γενόμενον ἤγουν εἰς ἓν ἐλθόντα. «Μεθέηκε» δὲ ἀντὶ τοῦ ἠμέλησεν ἐκ τοῦ μεθίημι, ἐξ οὗ καὶ μεθήμων ὁ ἀμελητής, καὶ μεθημοσύνη ἡ ἀμέλεια, καὶ ἡ μέθη καὶ τὸ μέθυ, ὡς καὶ ἀλλαχοῦ εἴρηται. ἐναντίον δὲ τὸ μεθεῖναι πρὸς τὸ ἐφεῖναι, ὃ δηλοῖ τὸ ἐντείλασθαι, ἀφʼ οὗ καὶ ἐφήσεσθαι τὸ ἐντελεῖσθαι πρὸ ὀλίγων που εἶπεν ὁ ποιητής. Τὸ δὲ «ἐπειγόμενοι περὶ νίκης» ἀστείως πρόσκειται, ὡς μὴ δέον ὂν προφανεῖ κινδύνῳ διὰ νίκην τοιαύτην ἐπιβαλεῖν. Ἐν τούτοις δὲ καὶ μετρῶν ὁ ποιητής, ὅσον οἱ τοῦ Ἀντιλόχου μὲν ἐπέδραμον ἵπποι μετὰ τὸν κατὰ Μενελάου δόλον, αἱ δὲ τοῦ Μενελάου λειφθεῖσαι ἠρώησαν ὀπίσσω, φησὶν «ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται, ὅντʼ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης, τόσσον ἐπιδραμέτην», τουτέστι προέδραμον ἢ ἐπὶ πλέον ἔδραμον. οὕτω γὰρ ἑξῆς καὶ οἱ τοῦ Μενελάου μᾶλλον ἐπιδραμέτην, οὐ προδραμόντες τῶν τοῦ Ἀντιλόχου, ἀλλὰ τὸν δρόμον ἐπιτείναντες. Τὸ δὲ «ἠρώησαν ὀπίσω» περιφραστικῶς καὶ διαλελυμένως ῥηθὲν δηλοῖ τὸ ἀνεχώρησαν, ἀνεπόδισαν. τοιοῦτον γὰρ τὸ ὀπίσω ὥρμησαν, ὅπερ ἠδύνατο ἀνηρώησαν εἰπεῖν, εἴπερ ἤθελεν, ὥσπερ καὶ τὸ ἐκτὸς ὥρμησαν τῆς ὁδοῦ ἐξηρώησαν ἐρεῖ ἐν τοῖς ἐφεξῆς. ἠρώησαν δὲ ὀπίσω αἱ τοῦ Μενελάου ἵπποι, ἀνασειρασθεῖσαι δηλαδή, ὡς ἂν μὴ ἐμπέσοιεν τῷ ῥωχμῷ. Οὖρα δὲ δίσκου οἱ παλαιοὶ τὰ ὁρμήματά φασι παρὰ τὸ ὀρούω, τὸ ὅρμῶ. καὶ νῦν μὲν διαλύσας τὰς λέξεις ἔφη, μετʼ ὀλίγα δὲ ὑφʼ ἓν συνθέτως ἐρεῖ δίσκουρα. τινὰ μέντοι τῶν ἀντιγράφων καὶ ἐκεῖνο «δίσκʼ οὖρα» ἔχουσιν ἐν δυσὶ μέρεσι λόγου κατὰ συναλιφήν. μεταπέπλασται δὲ ὁ οὖρος εἰς τὸ ἐνταῦθα οὖρον, ἤγουν, ὡς ἐρρέθη, ὅρμημα, καθὰ καὶ εἰς τὸ λύθρον ὁ λύθρος, οὗ χρῆσις παρὰ τῷ Ὀππιανῷ, καθὰ καὶ ὁ κατὰ εἰρήνην ὅμηρος εἰς τὸ ὅμηρον, ὅθεν καὶ τὸ ὁμηρεύειν καὶ ἡ ὁμηρεία. Κατωμάδιος δὲ δίσκος ὁ τῆς χειρὸς ἀνατεινομένης ἀπὸ ὤμου πεμπόμενος. οὕτω γὰρ καὶ κατωμαδόν τις ἵππους ἐλαύνει, ἀνάγων τὴν μάστιγα κατʼ ὤμους, κἀκεῖθεν αὐτὴν κατάγων τῶν ἵππων. τὸ δὲ εἰπεῖν κατωμάδιον δίσκον, ὅν, ὡς εἰκός, ἐπὶ τὰ ὀπίσω τις ἀφίησιν, ἀνιστόρητόν ἐστι καὶ ἀμάρτυρον. Αἰζηὸς δὲ φανερῶς ἐνταῦθα ὁ νέος καὶ ἔχων ἥβην, ὃς καὶ ἐπὶ μακρὸν ἔχοι ἂν πέμπειν τὸν δίσκον. Ὅτι πρὸς τὸν ἐν τῷ νομίζεσθαι ἀγαθὸν ἀλλοῖον φανέντα οἰκεῖον εἰπεῖν, ὅπερ ὁ Μενέλαος πρὸς Ἀντίλοχον «οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος· ἔρρʼ, ἐπεὶ οὔ σʼ ἐτυμόν γε», ἤγουν ἀληθῶς, «φάμεν πεπνῦσθαι». παρῴδηται δὲ τὸ «βροτῶν ὀλοώτερος» ἐκ τοῦ «οὔ τις σεῖο θεῶν ὀλοώτερος». Πρὸς δὲ τὸν μὴ δίχα ὅρκου ἀποισόμενον ὃ θέλει, ῥηθήσεται τὸ «ἀλλʼ οὐ μὰν οὐδʼ ὣς ἄτερ ὅρκου οἴσῃ ἄεθλον». Μενέλαος δὲ πρὸς τὸν αὐτὸν καὶ τοῦτό φησι. Σπουδῆς δὲ δηλωτικὸν τὸ «οἳ δὲ ἄνακτος ὑποδδείσαντες ὁμοκλὴν μᾶλλον ἐπέδραμον», ὃ καὶ πρὸ βραχέων κεῖται. Ὅτι τὴν τοῦ φθάσαι λέξιν διὰ τοῦ η φησὶν Ὅμηρος ἐν τῷ «φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα ἢ ὑμῖν. ἄμφω γὰρ ἀτέμβονται», ἤτοι στέρονται, «νεότητος». χρήσιμος δέ ποτε ὁ λόγος ἐρεθίσαι νέους, εἰ συντρέχοιεν γηραιοῖς. Μενελάου δὲ ταῦτα πρὸς τοὺς ἑαυτοῦ ἵππους, ὃς λαλεῖ μέν τι καὶ αὐτὸς τούτοις, καθὰ καὶ Ἀντίλοχος, οὐ μακρὰ δέ, ὡς καὶ προείρηται, οἷα ἀρκεσθεὶς εἰπεῖν τὸ «μή μοι ἐρύκεσθον μηδʼ ἕστατον ἀχνυμένω κῆρ. φθήσονται γὰρ τούτοισι πόδες», καὶ ἑξῆς, ὡς ἀνωτέρω ἐγράφη. παῦρα γὰρ καὶ νῦν λαλεῖ καὶ οὐ πολύμυθός ἐστι. Γίνεται δὲ τὸ «φθήσονται» ἢ ἐκ τοῦ φθῶ φθήσω ἢ μᾶλλον ἐκ τοῦ φθῆμι, ὅθεν καὶ ὁ παραφθάμενος καὶ ὁ φθάς καὶ τὸ ἔφθη. τὸ δέ γε «ἔφθασε» καὶ τὰ κατʼ αὐτὸ δοκεῖ ἐκ παραγώγου τοῦ φθῶ φθάζω γίνεσθαι. Τὸ δὲ φθῶ ἐκ τοῦ φῶ, τὸ φαίνω, πλεονασμῷ τοῦ θ, ἢ ἐκ τοῦ ὁμοίου φῶ, καὶ τοῦ θῶ, τὸ τίθημι, ἤγουν ποιῶ. τὸ γὰρ φθάσαν γενέσθαι πέφανται καὶ τέθειται. Τὸ δὲ «ἕστατον» ἐκ τοῦ ἕστακα παρακειμένου δασύνεται. ἑστάκατον γὰρ ἐκεῖθεν τὸ τρίτον δυϊκὸν καὶ συγκοπῇ ἕστατον. Ὅτι θεωρικὸν τὸ «οἳ δʼ ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο ἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο». Ὅτι Ἰδομενεὺς ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ, ὡς ἐχρῆν, καθήμενος καὶ διὰ τοῦτο βλέπων ὀξύτερον τῶν λοιπῶν ὡς καὶ τῶν καθημένων ὁ ἱστάμενος, ἔτι δὲ καὶ ὁμοκλητῆρος ἀκούσας, ὅπερ καὶ προεγράφη, καὶ ὄψει καὶ ἀκοῇ σημηνάμενος, «ἐφράσατο», φησίν, «ἵππους», τοὺς προθέοντας δηλαδή, ἔγνω δὲ καὶ τόν, ὡς προείρηται, ὁμοκλητῆρα. μάλιστα δὲ ἀπὸ παρασήμου χροιᾶς ἵππου μανθάνει τὸ πᾶν. Φησὶ γὰρ Ὅμηρος «φράσατο δʼ ἵππον ἀριπρεπέα προὔχοντα, ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη». Καὶ ὅρα ὅτι καθηγητὴς γέγονε τοῖς μετʼ αὐτὸν ὁ ποιητὴς καὶ τοῦ τοιαῦτα ἐν ἵπποις παρασημαίνεσθαι, ἅ φασιν οἱ χυδαΐζοντες σύσσημα. Σημείωσαι δὲ ὅτι Ἕκτορα μέν που ἀκοῦσαι ὁμοκλητῆρα ἔχει τι καὶ σκώμματος, ὡς καὶ προδεδήλωται, ὁμοκλητὴρ δὲ νῦν ὁ Διομήδης οὐχʼ οὕτως, ἀλλʼ ἁπλῶς ἄλλως λέγεται, ὡς δέον ὂν ἀναγκαίως τὸν ἡνιοχοῦντα ἐμβοᾶσθαι ἵπποις κατὰ ὁμοκλήν. Τὸ δὲ «φράσατο ἵππον» ἐπιδιόρθωσίς ἐστι τοῦ «ἐφράσατο ἵππους». δηλοῖ γὰρ μὴ τοὺς δύο, ἀλλὰ τὸν ἕνα μάλιστα φράσασθαι. Τὸ δὲ «ἀριπρεπέα» ταὐτόν ἐστι τῷ ἐκπρεπέα ἐν πολλοῖς. ἐπίτασιν γὰρ σημαίνει καὶ ἡ ἐκ πρόθεσις ἐνταῦθα, ὡς καὶ τὸ ἀρι ἐπίρρημα. Τὸ δὲ «τὸ μὲν ἄλλο τόσον» σχῆμά ἐστιν Ὁμηρικόν, κείμενον, ὡς καὶ προπαρεσημάνθη, ἐπὶ τῶν παρʼ ὀλίγον ἐντελῶς ἐχόντων κατά τι. καὶ σημαίνει τὸ πᾶν καὶ μικροῦ δεῖν ὅλον. τοιοῦτον πρὸ τούτων ἐπὶ Ἕκτορος τὸ «τοῦ δὲ καὶ ἄλλο τόσον μέν» ὅπλοις ἐκρύπτετο, καὶ ἐπὶ τῶν κατὰ Ἥφαιστον τὸ οἱ τρίποδες «τόσον μὲν ἔχον τέλος» καὶ ἑξῆς. οὕτω γοῦν καὶ ἐνταῦθά φησιν ὅτι ὁ ἕτερος τῶν τοῦ Διομήδους ἵππων τὸ μὲν ἄλλο τόσον, ἤγουν τὸ μὲν ἄλλο ὅλον, τοῦ σώματος φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ λευκὸν εἶχε σῆμα, ὥσπερ καὶ ὁ Ἕκτωρ τὸ μὲν ἄλλο πᾶν σῶμα ἐκρύπτετο, περὶ δὲ τὰς ἀνὼ κλεῖδας ἐφαίνετο, καὶ οἱ τρίποδες δὲ τὸ μὲν ἄλλο πᾶν εἶχον, οὔατα δὲ οὔπω. οἱ μέντοι Γλωσσογράφοι κατὰ τοὺς παλαιοὺς τὸ τόσον ἀντὶ τοῦ σῶμά φασιν, ἵνα λέγῃ ὅτι τὸ μὲν ἄλλο σῶμα εἶχε τοιῶσδε. Φοῖνιξ δὲ νῦν ὁ πυρρός, ὅθεν καὶ φοίνικες ἡ ὀπώρα διὰ τὸ ὁμοιόχροον. ἤδη δὲ καὶ τὸ ἐθνικόν, ἐπεὶ καὶ Ἐρυθραῖοι ἀνέκαθεν οἱ αὐτοί, ὡς ταὐτὸν ὂν οὕτως αὐτοὺς ἢ οὕτω καλέσαι, ἐπεὶ καὶ ὅμοιόν ἐστιν ἐρυθρὸν εἰπεῖν χρῶμα καὶ φοινικοῦν, περὶ ὧν δεδήλωται καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. ἴσως δὲ ἐντεῦθεν καὶ Φοῖνιξ τὸ κύριον ὄνομα, διὰ τό, ὡς εἰκός, ἐν αὐτῷ φοινίκεον τῆς χροιᾶς, ὃ καὶ τὸν Ἐρύθραν, τὸ κύριον, ἐπενοήσατο, καὶ τὸν ἐρυθῖνον ἰχθὺν καὶ τὸν Ἐρευθαλίωνα. προηγεῖται δὲ τοῦ φοίνικος ἢ ἵππου ἤ τινος ἑτεροίου ὁ φόνος, ὃ δηλοῖ τὸ αἷμα. ἐκεῖθεν γὰρ τὰ τοιαῦτα ἐρυθρά πως ὄντα κατʼ αὐτό. Τὸ δὲ σῆμα γενικὴ λέξις ἐπί τε τῆς νῦν δηλουμένης ἐννοίας λεγομένη καὶ ἐπὶ ἄλλων διαφόρων, ἐν οἷς καὶ τὸ «ξύλον αὖον σῆμα βροτοῦ τεθνεῶτος». Τούτου δὲ τοῦ γένους ἤρτηται καὶ τὸ νεκρικὸν σῆμα, ἤγουν ὁ τάφος. καὶ αὐτὸ γὰρ οὕτω καλεῖται διὰ τὸ σημαίνειν, ὡς ἐν αὐτῷ κεῖταί τις. καὶ καλεῖται οὕτως ἐξοχικῶς εὐφήμῳ λόγῳ κατά τι κύριον. διὸ σῆμα μὲν λέγεται, οὐ μὴν καὶ σημεῖον ῥητῶς, εἰ καὶ ἄλλως ἐχρῆν κατά γε τὸ μνῆμα μνημεῖον. Τὸ δὲ «περίτροχον», ὅ ἐστι περιφερές, τὴν αὐτὴν ἐτυμολογίαν ἔχει τῷ τροχῷ. Τὸ δὲ «καθὰ μήνη», ὅ ἐστι σελήνη, πιθανὸν ποιεῖ τὸ πόρρωθεν τὸν ἵππον βλέπεσθαι. διάδηλος γὰρ ἦν μακρόθεν τῇ τοιαύτῃ λευκότητι. Ἰστέον δὲ καὶ ὅτι τοὺς τοιούτους ἵππους ἀρίστους ὁ Χαμαιλέων ἱστορεῖ, ὥς φασιν οἱ Ὑπομνηματισταί. Τὸ δὲ «ἠΰτε μήνη» χρήσιμον γέγονε καὶ πρὸ τούτων τῷ ποιητῇ σεμνότερον ἐν τῇ κατὰ τὸ Ἀχίλλειον σάκος παραβολῇ περιγραφὲν καὶ ἐκεῖ τισιν οὕτω λέξεσιν ἐν τῷ «τοῦ δʼ ἀπάνευθε σέλας γένετʼ ἠΰτε μήνης». καὶ ἔστι λαμπροτέρα ἐκείνη τῆς ἐνταῦθα παραβολῆς. Ὅτι ὁ μὴ ἀκριβούμενος ἅπερ ὁρᾷ, εἴποι ἄν «ὦ φίλοι», «οἶος ἐγὼν αὐγάζομαι ἠὲ καὶ ὑμεῖς;» Ὁμοίως καὶ τὸ «οὔ πῃ δύναμαι ἰδέειν, πάντῃ δέ μοι ὄσσε ἂν πεδίον», ἤγουν ἀνὰ πεδιάδα, «παπταίνετον εἰσορόωντι· ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν, οὐ γὰρ ἔγωγε εὖ διαγινώσκω». ἔστι δὲ ταὐτὸν ἐνταῦθα αὐγάσασθαι καὶ ἰδεῖν. Ἰστέον δὲ ὡς ἐνταῦθα Ἰδομενεὺς ἐρωτᾷ ἢ ἀληθῶς ἴσως ἀπορῶν ἢ μάλλον ἀκκιζόμενος ὡς οἷα διαπιστῶν ἑαυτῷ· ὦ φίλοι Ἀργείων ἡγήτορες, μόνος ἐγὼ ἵππους, ὡς ἐρρέθη, αὐγάζομαι ἢ καὶ ὑμεῖς; «Ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι, ἄλλος δʼ ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦ ἔβλαβεν ἐν πεδίῳ», ἤγουν ἐβλάβησαν, «αἳ κεῖσε φέρτεραι ἦσαν· ἤτοι γὰρ τάς», ἤγουν ταύτας, «πρῶτα ἴδον περὶ τέρμα βαλούσας, νῦν δʼ οὔ πῃ δύναμαι ἰδέειν», καὶ ἑξῆς, ὡς προγέγραπται. Εἶτα τὸ «ἠὲ τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας. ἔνθα μιν ἐκπεσέειν ὀΐω κατά θʼ ἅρματα ἆξαι, αἳ δʼ ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν· ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν», ὡς καὶ προείρηται, «οὐ γὰρ ἔγωγε εὖ διαγινώσκω, δοκέει δέ μοι ἔμμεναι ἀνὴρ Αἰτωλὸς γενεήν, μετὰ δʼ Ἀργείοισιν ἀνάσσει, Τυδέος ἱπποδάμου υἱός, κρατερὸς Διομήδης». Καὶ ὅρα τὸν ἔπαινον τοῦ ἥρωος, δοκοῦντα μὲν ἄκαιρον εἶναι, ἐμφαίνοντα δὲ ὡς φιλίως ὁ Ἰδομενεὺς ἔχει τῷ Διομήδει, καὶ οὐδὲ πάνυ ἄχθεται οἷς ὁ Εὔμηλος δυστυχεῖ. Ἔτι ὅρα καὶ ὡς ἀπορήσας καὶ εἰπὼν «ἠὲ τὸν ἡνίοχον ἔφυγον ἡνία» οὐ προσέθετο ἀκολούθως ὁ Ἰδομενεὺς ὅτι «ἢ τόδε τι ἕτερον ἔπαθεν», ὡς μήτε τοῦ σχεδιασμοῦ διδόντος εὐπορεῖν ταῖς ἐννοίαις, καὶ ὅτι οὐδὲ εἰκῇ ἐθέλει δυσφημεῖν κατὰ τοῦ Εὐμήλου καὶ δυστυχίας αὐτοῦ λογίζεσθαι. δύναται δὲ καὶ μὴ ἀπορητικῶς λεχθῆναι τὸ «ἠέ» ἀλλʼ ὡς οἷον πρὸς λύσιν ἀπορίας ὁμοίως τῷ «ἢ οὐκ Ἄργεος ἦεν Ἀχαϊκοῦ», τουτέστιν ἴσως οὐκ ἦν ἐν τῷ Ἄργει. κἀνταῦθα γὰρ ὁμοίως ἔστιν εἰπεῖν ὅτι ὁ δεῖνα ἐξέπεσε τοῦ τέρματος, καὶ πάντως ἢ ἴσως αὐτὸν ἔφυγον τὰ ἡνία. Ἰστέον δὲ καὶ ὡς οὐ μάτην Ἰδομενεὺς περιέργως θεᾶται τῆς περιωπῆς γενόμενος, ἀλλʼ ὅτι καθὰ τῷ Νέστορι διὰ τὸν υἱόν, οὕτω καὶ αὐτῷ μέτεστί τι τοῦ ἀγῶνος διὰ τὸν θεράποντα Μηριόνην. διὸ καὶ παρασημειοῦται τὰ κατὰ τὸν ἄριστον Εὔμηλον ὡς οἷον ἀντίπαλον ἑαυτῷ, παραμυθησόμενος ἐπὶ τῇ τοῦ Μηριόνου ἐλαττώσει, ἐὰν καὶ ὁ ἄριστος ἔλθοι πανύστατος, καί που καὶ χαίρων, εἴπερ ὁ τοιοῦτος λειφθῇ ἐν δρόμῳ, ἵνα συνατυχήσῃ τῷ Μηριόνῃ, καὶ διὰ ταῦτα οὐδὲ βαρυνόμενος, εἰ παροίτεροί εἰσιν οἱ τοῦ Διομήδους ἵπποι. Ἔστι δὲ τὸ «παροίτεροι» ταὐτὸν τῷ φέρτεροι καὶ τῷ «οἱ πάροιθεν». ἄμφω δʼ ἀντίκειται πρὸς τὸ «δεύτεροι». διό φησιν «οἱ δεύτεροι οἵ τε πάροιθεν». ἡ δὲ παραγωγὴ τοῦ παροίτερος ὁμοία τῇ μυχός μυχοίτατος. Ὅρα δὲ καὶ ὅτι τὸ δοκεῖν ταὐτὸν εἶναι δοξάζει Ὅμηρος τῷ ἰνδάλλεσθαι ἐν τῷ «ἄλλοι μοι δοκέουσι», καὶ «ἄλλος ἰνδάλλεται». λέγεται δὲ ἐπὶ εἰκασμοῦ καὶ ὁμοιώσεως καὶ δοκήσεως τὸ ἰνδάλλεσθαι, ἀφʼ οὗ καὶ ἐπὶ εἰδώλων τὸ ἴνδαλμα λέγεται. ἰνδάλλεται δέ τις καὶ ἐν ὀνείρασιν. ἀντίκειται δὲ πρὸς τὸ ἰνδάλλεσθαι καὶ τὸ δοκεῖν τὸ εὖ διαγινώσκειν. γίνεται δὲ τὸ ἰνδάλλω ἐκ τοῦ εἴδω, τὸ ὁμοιῶ, τραπέντος τοῦ ι εἰς ν ὡς ἐπὶ τοῦ αἰεί αἰέν, καὶ αὐτίκα τετραμμένου καὶ τοῦ ε εἰς ι, ὡς ἐπὶ τοῦ ἔχω ἴσχω καὶ τῶν ὁμοίων γίνεται. Τὸ δὲ «αἳ δὲ ἔβλαβεν» παρασήμως καὶ νῦν δηλοῖ τὰς τοῦ Εὐμήλου ἵππους ἐν μόναις ταύταις δυσὶ συλλαβαῖς. Τέρμα δὲ φανερῶς ἐνταῦθα τὸν καμπτῆρα λέγει ἐν τῷ «περὶ τέρμα βαλούσας», ἤγουν καμψάσας καὶ τοῦ τέρματος ἐπιτυχούσας. Οὗ τὸ ἐναντίον οὐκ «ἐτύχησεν ἑλίξας», οὗ ἑρμηνευτικὸν τὸ «οὐκ ἐδυνάσθη εὖ σχεθέειν περὶ τέρμα», ἤγουν οὐκ ἠδυνήθη σχεῖν τὰς ἵππους περὶ τὴν νύσσαν, ὥστε ἑλίξαι καὶ οὕτω περὶ τέρμα βαλεῖν, ὅ ἐστιν ἐπιτυχεῖν τῆς ἑλίξεως, κατὰ τὸ «ἣ δὲ Φερὰς ἐπέβαλλεν», ἤγουν ἐπέτυχε τοῦ εἰς αὐτὰς πλόου ἡ ναῦς. Ὅρα δὲ καὶ τὸ «ἐδυνάσθη» ὡς ἀπὸ τοῦ δυνάζω, ἀρρήτου ῥήματος, γεγονός. ἐνταῦθα δὲ γράφουσιν οἱ παλαιοὶ καὶ ὅτι εἰωθότα καὶ τὰ κατὰ τὸν Ἰδομενέα ταῦτα ἐν ἀγῶνι. θρύπτονται γάρ τινες ὡς μὴ ἀκριβῶς θεώμενοι. οἱ δὲ καὶ ἐν ἤθει καταλαζονεύονται τῶν πολλῶν. Οὐ μόνον γοῦν φησιν, Ἰδομενεύς, ὡς «ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι», καὶ «ἄλλος ἡνίοχος ἰνδάλλεται», ἀλλὰ καὶ ὅτι ἐκπεσέειν ὀΐω τὸν Εὔμηλον καὶ ἑξῆς. ἃ δὴ πάντα οὕτω συνέβη ἀληθῶς, καὶ οὐ κατὰ δόκησιν. πρωθύστερον δὲ τὸ ἐκπεσεῖν καὶ ἅρμα κατᾶξαι. δῆλον γὰρ ὡς κατεαγότος τοῦ ἅρματος εἶτα κατέπεσεν ὁ ἡνίοχος. Τὸ δὲ «ἐξηρώησαν» δίχα προθέσεως πρὸ τούτων ἐρρέθη. Τὸ δὲ «μένος ἔλλαβε θυμόν» ἀντὶ τοῦ προεθυμήθησαν ἢ καὶ ἐθυμώθησαν αἱ ἵπποι. Ὅτι φιλοτιμησάμενος ὁ ποιητής, ὡς ἐξόν, ἐκθέσθαι τὰ τοῖς ἱππικοῖς ἀγῶσι συμπίπτοντα, ὡς εἰκός, ὧν ἔστι πρὸς ἄλλοις καὶ τὸ προσπαθῶς ἑκάστους ἔχειν μέρεσι καὶ ἁψιμαχίας ἐν λόγοις τίθεσθαι καὶ χρήμασι ζημιοῦν ἑαυτοὺς ἐπὶ λύσει φιλονεικίας καὶ κριτὰς ἑαυτοῖς καθίζειν, τὸν μὲν Ἰδομενέα ἐποίησεν εἰπόντα, ὅσα ἐρρέθη, Αἴας δὲ ὁ Λοκρὸς εἰς οὐδὲν δέον θυμὸν ἀναλαβών, «αἰσχρῶς», φησίν, «ἐνένιπεν», ἤτοι λόγοις ἐπέπληξεν, εἰπὼν «Ἰδομενεῦ, τί πάρος λαβρεύεαι; αἳ δέ τʼ ἄνευθεν ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται». Εἶτα καὶ ἀμβλυωπίαν εἰκῇ οὕτως ὀνειδίζων αὐτῷ φησιν «οὔτε νεώτατός ἐσσι μετʼ Ἀργείοισι τοσοῦτον, οὔτε τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε», ὥστε δηλαδὴ τῇ θέᾳ τέμνεσθαι ὀξὺ τὸν ὑποκείμενον ἀέρα. Εἶτα καὶ ἐπιτείνων τὸ σκῶμμα καὶ διδάσκειν δὲ ἐθέλων, ἐπάγει «ἀλλʼ αἰεὶ μύθοις λαβρεύεαι, οὐδέ τί σε χρὴ λαβρογόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι». Καὶ ὅρα ἐνταῦθα οἷόν τι τὸ ἀσκέπτως λαλεῖν. ὁ γὰρ λαβρογόρην τὸν Ἰδομενέα σκώπτων ἁλώσεται ψεύδους εἰς τὸ πᾶν καὶ ἀφροσύνης αὐτός, εἰ μηδὲν ἰδὼν μήτε εἰδὼς τὸν εὖ εἰδότα λόγοις αἰσχύνει, ἀπʼ ἐναντίας πάντῃ ἐκείνῳ ἐλθὼν ἐν τῷ εἰπεῖν ὅτι «ἵπποι δʼ αὖτε ἔασιν», ἤγουν εἰσί», παροίτεραι, αἳ τὸ πάρος περ, Εὐμήλου, ἐν δʼ αὐτὸς ἔχων εὔληρα βέβηκεν», ἤγουν ἐμβέβηκε τῷ δίφρῳ ἡνιοχῶν. Εὔληρα δὲ λέγει μὲν τὰ ἡνία. ἅπαξ δὲ καὶ τὴν τοιαύτην ἔφη λέξιν, ἐνταῦθα δηλαδή. γίνεται δὲ παρὰ τὸ εἰλεῖν, ὅθεν καὶ ἡ εὐλή, τροπῇ τοῦ υ εἰς ι, διʼ ὧν ἔστι τοὺς ἵππους εἰλεῖσθαι, ὅ ἐστι στρέφεσθαι. καὶ ἔστι μὲν ταὐτὸν ἡνία ἔχειν καὶ εὔληρα ἔχειν, πλὴν ἐκεῖθεν μὲν ὁ ἡνίοχος σύγκειται συνήθους οὔσης τῆς λέξεως, ἀπὸ δὲ τοῦ εὔληρα ἔχειν τολμηρὸς ἂν εἴη ὁ ἀναιδευσάμενος συνθεῖναι ὄνομα. ἀλλʼ οὕτω μὲν, ὡς ἐρρέθη, ὁ Λοκρὸς Αἴας. Ἰδομενεὺς δὲ φιλόνεικον καὶ κακολόγον καί τινα οὐδαμινὸν ὡς ἀπηνῆ τὸν Αἴαντα καλεῖ, εἰπὼν «Αἶαν, νείκει ἄριστε, κακοφραδές, ἄλλα τε πάντα δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής», ὃ καὶ Ἀχιλλεύς που ἤκουσεν. Ἔνθα ὅρα ὅτι τε τὸ «πάντα Ἀργείων δεύεαι» δριμύτερον ὁ Ἰδομενεὺς ἀντέσκωψε πρὸς τὸ «πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι»—σφοδρότερον γὰρ τοῦτο ἐκείνου—, καὶ ὅτι διὰ θυμὸν μὴ ὀρθώσας τὴν φράσιν ἔφη τὸ «ἄλλα τε πάντα δεύεαι Ἀργείων», καινῶς καὶ ἀκαταλλήλως συντάξας. ἦν γὰρ τὸ ὀρθὸν οὕτω· κακοφραδές, ἄλλα τε πάντα δευόμενε Ἀργείων. λέγει δὲ «πάντα» τά τε ἐν ἔργοις τά τε ἐν λόγοις, ἴσως δὲ καὶ τὰ κατʼ ὄψιν καὶ κατὰ γένος. Εἶτα ἐπάγει καὶ ὅτι «δεῦρο νῦν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος, ἵστορα δʼ Ἀτρείδην Ἀγαμέμνονα θείομεν ἄμφω, ὁππότεραι πρόσθεν ἵπποι, ἵνα γνοίης ἀποτίνων». Ἐπεὶ δὲ κίνδυνος ἦν προτέρω, ἤγουν προσωτέρω, ἔριν γενέσθαι ἀμφοτέροις—ἤδη γὰρ ὄρνυτο ὁ Λοκρὸς «χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσιν»—, ἀνίσταται ὡς ἀγωνοθέτης αὐτὸς Ἀχιλλεὺς καὶ καταλλάσσει λαλήσας ὅσα ἐχρῆν. Ἰστέον δὲ ὅτι τῶν ἐν τῷ χωρίῳ τούτῳ στίχων τὸ μὲν «τί πάρος λαβρεύεαι», καὶ τὸ «ἀλλʼ αἰεὶ μύθοις λαβρεύεαι, οὐδέ τί σε χρὴ λαβραγόρην» καὶ ἑξῆς, ἐποχὴ στωμυλίας ἐστί. Τὸ δὲ «νείκει ἄριστε, κακοφραδές, ἄλλα τε πάντα δεύεαι Ἀργείων», ἢ ἁπλῶς τῶνδέ τινων, καὶ τὸ ἑξῆς, σκῶμμά ἐστι πολυφαύλου ἀνδρός, ὥσπερ ἀμβλυωποῦντος τὸ «οὔτε νεώτατός ἐσσι» τοσοῦτον, «οὔτε ὀξύτατον», καὶ ἑξῆς. Σημείωσαι δὲ ὅτι τὸ ἐκδέρκεσθαι φιλοσόφως φασὶν ἔχειν οἱ παλαιοὶ τὴν ἐκ πρόθεσιν, διότι οὐ κατὰ εἰσδοχὴν ἀλλʼ ἔκπεμψιν φωτοειδῶν δηλαδὴ ἀκτίνων τὸ ὁρᾶν γίνεται. Τὸ δὲ λαβρεύεσθαι καιρία λέξις ἐστί, δηλοῦσα τὸ λάβρως καὶ οὐ μετὰ σκέψεως λαλεῖν. ἢ καὶ ἄλλως εἰπεῖν, στωμύλλεσθαι καὶ τὸν ἀκούοντα λίαν βαρύνειν τῇ φράσει. ὅθεν καὶ λαβραγόρας ὁ ἐν τῷ ἀγορεύειν λάβρος. διὸ καὶ ἐπέμεινε τῇ λέξει συνήθως ὁ ποιητὴς διὰ τὸ καίριον. τῶν τις δὲ παλαιῶν λαβρεύειν τὸ προγλωσσεύειν φησί. Ἀερσίποδες δὲ ἵπποι καὶ νῦν ἐπὶ τάχους, ἵνα ἦεν αἱ ὅσα καὶ πτεροῖς τοῖς ποσὶν ἀειρόμεναι, ὡς δηλοῖ μετʼ ὀλίγα καὶ τὸ «ὑψόσʼ ἀειρέσθην ῥίμφα», καὶ ἑξῆς, ἀφʼ οὗ ἀείρεσθαι καὶ «ἀράχνης ἀερσιπότητος». Τοῦ δὲ «δίενται», ὅ ἐστι διώκουσι, θέμα τὸ δίημι ἐκ τοῦ δίω, ἀφʼ οὗ τὸ διώκω, ῥῆμα τοῦτο χρηστὸν πεζολόγοις. ἐκεῖνα γὰρ ποίησις ἀνασκάλλειν φιλεῖ, τουτέστι τὸ δίω καὶ τὸ δίημι, ἤγουν σπουδαίως τρέχω. ἔστι δὲ καὶ ἕτερον δίημι Ἀττικόν, γινόμενον οὕτω. Ζεύς Διός, ἐξ οὗ διερός, ὁ δίυγρος. Διὸς δὲ ῥῆμα δίω, ἀφʼ οὗπερ οὐ μόνον τὸ διαίνω, καθὰ πολλαχοῦ δηλοῦται, ἀλλὰ καὶ δίημι, οὗ μετοχὴ παθητικὴ «διέμενος», ὡς τιθέμενος. Ἀριστοφάνης «διέμενος ὄξει Σφηττίῳ», ἤγουν ὑγράνας διʼ ὄξους δριμέος, ὡς ἐκεῖνος οἶδεν εἰπεῖν. Τὸ δὲ «οὐ νεώτατος τοσοῦτον» λεαίνει τὸ τραχὺ τοῦ σκώμματος ἐπί τι βραχύ. ἄλλως γὰρ ψεύδεται ὅλως οὐ μόνον τὸ «νεώτατος» ἐπὶ τοῦ μεσαιπολίου Ἰδομενέως, ἀλλὰ καὶ αὐτὸ τὸ νέος. Νεῖκος δὲ κεῖται μὲν καὶ ἐπὶ μάχης, καὶ μᾶλλον ὅτε πόλεμος ἢ τοιοῦτόν τι αὐτῷ παράκειται, οἷον «νεῖκος πολέμοιο». ἐνταῦθα μέντοι ἡ λέξις, ὡς καὶ ἐν ἄλλοις, τὴν ἁπλῶς φιλονεικίαν δηλοῖ ὁμώνυμος οὖσα. Τὸ δὲ «πάντα δεύεαι Ἀργείων» αὐξητικὴν ἔχει δριμύτητα σκώμματος. τοῦ Λοκροῦ γὰρ εἰπόντος ἀμείνονας καὶ ἄλλους εἶναι τοῖς Ἀργείοις, ὁ Κρὴς πάντῃ ἀποφάσκει ἐκείνου τὸ ἄμεινον, εἰπὼν πάντα δεύεσθαι Ἀργείων αὐτόν, αἴτιον ἐπάγων τὸ «ὅτι τοι νόος ἐστὶν ἀπηνής». διὸ καὶ ἄπο αἴνου ἐστὶ κατὰ τὴν ἐτυμολογίαν τοῦ ἀπηνέος. εἰ δὲ εἶπεν ἄλλην αἰτίαν, ἠλέγχθη ἂν ὁ Ἰδομενεύς. πολλὰ γὰρ εἶχεν ὁ Λοκρὸς ἐπαίνου ἄξια. Ἐν δὲ τῷ «δεῦρο νῦν» συνέσταλται ἀσυνήθως τὸ υ δίχρονον. καὶ ἴσως οὐδὲ περισπᾶν χρὴ τὴν λέξιν, ἀλλʼ ἀφιέναι κενὴν κεῖσθαι τόνου. μήποτε δὲ οὐδὲ χρονικὸν ἐπίρρημά ἐστιν, ἀλλὰ σύνδεσμός τις παραπληρωματικός, ὁποῖος ὁ νυ, κατὰ πρόσληψιν στοιχείου τοῦ νῦ. ὅθεν καὶ ὁ «τοίνυν» σύνδεσμος γίνεται ἀπὸ τοῦ τοι καὶ τοῦ νυν. τοιοῦτόν τι καὶ παρὰ Σοφοκλεῖ ἐν ἰάμβῳ τὸ «σίγα νυν ἑστὼς καὶ μένʼ ὡς κυρεῖς ἔχων». κἀκεῖ γὰρ τὸ νυν, ὅ τι ἂν καὶ σημαίνῃ, συστέλλεται. ὁμοίως, καθά που προγέγραπται, καὶ παρʼ Εὐριπίδει ἐν τῷ «σῶσόν νυν αὐτὸν μηδʼ ἔρα τοῦ πλησίον». «Περιδώμεθον» δὲ ἀντὶ τοῦ συνθώμεθα, συμφωνήσωμεν, καὶ ὡς οἱ πολλοί φασι, θῶμεν στοίχημα, ἢ σαφέστερον καὶ κοινότερον εἰπεῖν, δώμεθα, ὅ ἐστι δεσμηθῶμεν συνθήκαις, ὧν ὁ διαιτητὴς καὶ κριτὴς ἢ μάρτυς ἴστωρ ἐλέγετο, παρὰ τὸ εἰδέναι, ὁποῖός τις κεῖται καὶ ἐν τῷ «ἄμφω δʼ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι». Τὸ δὲ «ἵνα γνοίης ἀποτίνων» τὸ τέλος ἐστὶ τοῦ περιδώμεθα. στοιχήματος γὰρ τέλος ἀπότισις. Ἰστέον δὲ ὅτι καὶ ἐν τῷ «τρίποδος περιδώμεθον ἠὲ λέβητος» ἀπὸ κρείττονος τοῦ τρίποδος κατέβη ἐπὶ τὸν λέβητα, καθὰ καὶ ἐν τῷ «ἠελίου αἴγλη ἠὲ σελήνης», καὶ ἐν ἑτέροις. εἰ μὴ ἄρα τυχὸν ὁ λέβης οὐκ εὐτελής ἐστι νῦν κατὰ τοὺς ὑποκειμένους τοῖς νιπτομένοις, ὡς ἡ Ὀδύσσεια δηλοῖ ἐν τῷ «ὑπὲρ ἀργυρέοιο λέβητος», καὶ ἔνθα τὰ ποδάνιπτρα τοῦ Ὀδυσσέως, ἀλλὰ τοιοῦτος οἷος ἀναβράττειν τὰ ἐμβαλλόμενα κατὰ τὸν ζέοντα ἐν «πυρὶ πολλῷ», καὶ «κνίσσῃ μελδόμενον ἁπαλοτρεφέος σιάλοιο». ὁ γὰρ τοιοῦτος λέβης οὐ κατὰ τοὺς λοιπούς ἐστιν, ἀλλὰ τριποδοειδὴς φαίνεται εἶναι καὶ οὐκ εἰς ἔλαττον ἥκειν τοῦ τρίποδος. καὶ ἔστι τηνικαῦτα τὸ «τρίποδος περιδώμεθον ἠὲ λέβητος» μετάβασις ἀπὸ ὁμοίου εἰς ὅμοιον. Ἰστέον δὲ καὶ ὡς ἐριστικὸν ἄνδρα φράζει τὸ «ὄρνυτο δʼ αὐτίκα» ὁ δεῖνα «χωόμενος, χαλεποῖσιν ἀμείψασθʼ ἐπέεσσι· καὶ νύ κε δὴ προτέρω ἔρις γένετʼ ἀμφοτέροισιν, εἰ μή» ὁ δεῖνα αὐτὸς «ἀνίστατο καὶ φάτο μῦθον». Ἀχιλλεὺς δὲ οὗτος ὁ ἐνταῦθα καταλλάσσων, ὡς ἐρρέθη, ἐρίζοντας τόν τε Ἰδομενέα καὶ τὸν Λοκρόν. καθίσας γὰρ σκοπὸν τῶν ἀεθλευόντων τὸν Φοίνικα ὑπεκράτησεν ἑαυτῷ κριτῇ τοῦ τῶν θεατῶν νείκους γίνεσθαι. Ὃς καὶ παραινῶν ἐπὶ λογομαχίας λύσει φησὶ «μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθʼ ἐπέεσσι κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε. καὶ δʼ ἄλλῳ νεμεσᾶτον, ὅτις», ἤγουν ὅς τις, «τοιαῦτά γε ῥέζοι». ἐκ παραλλήλου δὲ ταῦτα τὸ «χαλεποῖς» καὶ «κακοῖς». τοῦ δὲ «νεμεσᾶτον» ἑνικὸν τὸ νεμέσα. Εἶτα λαλῶν θεατρικῆς κατάπαυσιν ἔριδός φησιν «ἀλλʼ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε ἵππους· οἳ δὲ τάχα αὐτοὶ ἐπειγόμενοι περὶ νίκης ἐνθάδʼ ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστος ἵππους, οἳ δεύτεροι οἵ τε πάροιθεν». Ἐν δὲ τοῖς περὶ τὸν Ἰδομενέα καὶ τὸν Λοκρὸν Αἴαντα καὶ τῇ κατʼ αὐτοὺς ἐναγωνίῳ λογομαχίᾳ ἐνθυμητέον καὶ παλαιὰν γνώμην, λέγουσαν ὅτι «ἡ σκῶψις λυπεῖ πλέον ἢ τέρπει πολύ. τοῦ κακῶς λέγειν γὰρ ἀρχὴ γίνεται. ἂν δʼ εἴπῃς ἅπαξ, εὐθὺς ἀντήκουσας. ἤδη λοιδορεῖσθαι λείπεται, εἶτα τύπτεσθαι». Ὅρα δʼ ἐν τούτοις ἀσύνηθες ὂν τὸ «ἡ σκῶψις», καθὰ καὶ ἡ ᾆσις ἡ ἁρμονικὴ ἡ παρὰ Πτολεμαίῳ, ἡ δηλοῦσα τὴν ᾠδήν, οὐ μὴν ἡ Ὁμηρική, ἐξ ἧς καὶ ὁ Ἄσιος λειμὼν καὶ ἡ Ἀσία χώρα, ὡς ἀλλαχοῦ δηλοῦται. Ἔτι δὲ ὅρα καὶ τὸ «ἂν δʼ εἴπης ἅπαξ, εὐθὺς ἀντήκουσας», ὡς χρήσιμον εἰς τὸ «οἷον εἴπῃσθα ἔπος, τοῖον κʼ ἐπακούσῃς». ὅτι σπουδὴν ἡνιόχου ἱππευτικὴν τὴν πρὸς τῷ τέλει οὕτω φράζει «ὃ δέ», λέγει δὲ τὸν Διομήδην, «μάλα σχεδὸν ἦλθε διώκων· μάστιγι δʼ αἰὲν ἤλαυνε κατωμαδόν», ὡς προδεδήλωται, «οἱ δέ οἱ ἵπποι ὑψόσε ἀειρέσθην, ῥίμφα πρήσσοντε κέλευθον. αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον, ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε», ἃ δὴ καὶ παμφανόωντα εἶεν ἄν, «ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον, οὐδέ τι πολλὴ γίνετʼ ἐπισσώτρων ἁρμοτροχιὴ κατόπισθεν ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην». Ἔστι δὲ τὸ «ἅρματα χρυσῷ» καὶ ἑξῆς ἕως τοῦ «ἐν λεπτῇ κονίῃ» ἐνδεικτικὸν κουφότητος καὶ κάλλους ἅρματος καὶ τάχους ἵππων. Τὸ δὲ «μάστιγι» «μάστι» τινὲς γράφουσι δισυλλάβως, ἐκτείνοντες τὴν λήγουσαν ὁμοίως τῷ «μήτι τοι δρυτόμος μέγʼ ἀμείνων». καὶ ἔστιν ὥσπερ μῆτις μήτιος μήτιϊ καὶ κατὰ κρᾶσιν μήτι, οὕτω καὶ μάστις μάστιος μάστιϊ μάστι. τοῦ δὲ μάστις ἀρχὴ τὸ μαστίω μαστίσω, ὥσπερ τοῦ μῆτις τὸ μητίω μητίσω. Τὸ δὲ «ἀειρέσθην» τὸ ῥῆμά ἐστιν, ἐξ οὗ καὶ πρὸ ὀλίγων ἵππους ἔφη ἀερσίποδας, ἤγουν ἀειρομένους καί, ὡς εἰπεῖν, ἀερίους τοῖς ποσίν, οἷς καὶ προσαρμόζει διὰ τοῦτο τὸ «πετέσθην». ἐκ δὲ τοῦ τοιούτου «ἀειρέσθην» ἀσφάλειαν ἔχει καὶ τὸ «πρήσσοντε κέλευθον», ὡς οἷα ἐπὶ νηὸς λεχθέν, ἥτις οὐ μόνον ἅρμα θαλάσσης, ἀλλὰ καὶ ἵππος παρὰ τοῦ ποιητοῦ λέγεται. διὸ ἡ ἐν Ὀδυσσείᾳ ναῦς τῶν Φαιάκων ταχυπλοοῦσα τετρώρῳ ἵππων εἰκάζεται, ὅπερ τέτρωρον ἀπὸ τοῦ ἀείρω καὶ αὐτὸ παράγεται ὡς οἱονεὶ τετράορον, ὅθεν καὶ «τετραόρου ταύρου φάσμα» ἡ Τραγῳδία φησί. καὶ οὕτω μὲν ἐκ τοῦ ἀειρέσθην ἀσφαλές τι ἔχει τὸ «πρήσσοντε κέλευθον». ἄλλως δὲ οὔτε τὸ πρήσσειν ἐπὶ ἵππων κυριολεκτεῖται. οὔτε ἡ κέλευθος πάνυ ἐπὶ ξηρᾶς. Τὸ δὲ ῥαθάμιγγες, εἰωθὸς ἐπὶ αἵματος ἢ ὅλως ἐπὶ ὑγρῶν λέγεσθαι, παρὰ τὸ ῥαίνειν θαμά, καινότερον ἐπὶ κόνεως ἐλέχθη ἐν τῷ «αἰεὶ κονίης ῥαθάμιγγες». καὶ ἴσως ἔχει συμβιβασθῆναι εἰς τὸ σύνηθες ἡ λέξις διὰ τοῦ εὐθὺς δηλωθησομένου πολλοῦ ἱδρῶτος τῶν ἵππων, ὃς πολὺς εἰς γῆν ἐν τῷ τρέχειν καταρρέων ὕγραινε τὴν κόνιν, ὡς οὕτω ῥαθάμιγγας ἐξ αὐτῆς ὑγρὰς βάλλειν τοὺς ἵππους. ἐνταῦθα δὲ ὅρα καὶ τὸ «αἰεί» ἐπὶ καιροῦ ὀλίγου λεχθὲν κατά τινα ὁμοιότητα τοῦ «αἰεὶ πυραὶ νεκύων καίοντο», καὶ τοῦ «αἰεὶ ῥίμφα θέων», καὶ τοῦ «τὸν εἰσαεὶ λεηλατήσει χρόνον» παρὰ Σοφοκλεῖ. τοιοῦτον δὲ καὶ τὸ πάλαι πολλάκις παρὰ τοῖς Ἀττικοῖς, οὐδʼ αὐτὸ δηλοῦν ἀεὶ χρόνου μακρότητα. Τὸ δὲ «ἐπέτρεχον» ἀντὶ τοῦ ἐλαφρῶς ἔτρεχον καὶ ὡς οἷον ἔμψυχα τοῖς ἵπποις συνέτρεχον, ὡς εἴπερ μὴ εἵλκοντο. ἢ ἀντὶ τοῦ ἐπιπολῆς ἔτρεχον, ὅπερ ἑρμηνεύων διεξοδικώτερον εἶπε τό· οὐδὲ πολλὴ ἐγίνετο ἐπισσώτρων ἁρματροχιή, τουτέστιν ἐλαφρῶς οὕτως ἔτρεχον, ὡς μὴ πολλὴν γίνεσθαι τῶν τροχῶν ἐγχάραξιν, καὶ ταῦτα ἐν λεπτῇ κονίῃ. Ἁρματροχιὰ γὰρ ἄλλο ἐστὶ παρὰ τὴν ἁματροχιάν. ἐκείνη μὲν γὰρ τί δηλοῖ, προείρηται. αὕτη δὲ ἴχνος δηλοῖ τροχῶν ἅρματος. Ἰστέον δὲ ὅτι τὸ μὴ βαθεῖαν γίνεσθαι νῦν ἁρματροχιὰν οὐ λίαν ὑπερβολικῶς εἴρηται διά τε τὸ πολὺ τάχος τῶν ἵππων καὶ τὸ κοῦφον τοῦ ἅρματος, ἐξ ὧν δοκεῖ πιθανὸν εἶναι τὸ μὴ πάνυ τοῖς τροχοῖς τὴν κόνιν χαράσσεσθαι. ὑπερβολὴ δὲ τὸ μέτριον ἔχουσα πιστεύεται, ὥς φασιν οἱ παλαιοί. ἦν δὲ ἂν ὑπερβολὴ ἄμετρος, εἰ μηδὲ ψαύειν εἶπε τῆς γῆς τοὺς τροχοὺς ἢ μὴ ἐντυποῦν ὅλως ἴχνος, ὅπερ οὐκ εἶχεν εἰπεῖν, οἷα θνητῶν ὄντων τῶν τρεχόντων ἵππων. ὅτε γὰρ ἀθάνατοι πλάττονται ἵπποι, ἄκρων ἐπὶ κυμάτων θέουσι, καὶ ὅσα ἄλλα περὶ τοιούτων ἵππων ἡ ποίησις ἔφρασεν. Ἐπίσσωτρα δὲ ὅτι τε οἱ κανθοὶ τῶν τροχῶν, καὶ πόθεν ἡ λέξις παράγεται, ἀλλαχοῦ προείρηται. Δοκεῖ δὲ καὶ ἡ λέξις αὕτη ἔλλειψιν ἔχειν τοῦ σ ἐν τῇ παραληγούσῃ κατὰ τὸ γνωστός γνωτός καὶ τὰ ὅμοια. ἐπίσσωστρα γὰρ ἤγουν σωστικὰ τῶν τροχῶν τὰ ἔξω αὐτῶν σιδήρεα κύκλα, ἤγουν οἱ κανθοί. Ὅτι συντόμου δρόμου ἱππέως δηλωτικὸν τὸ «στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δʼ ἀνεκήκιεν ἱδρὼς ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμάζε». Λόφος δὲ ἐπί τε βοῶν καὶ ἵππων καὶ ἡμιόνων τόπος τοῦ τραχήλου, ᾧ ἐπιτίθεται ὁ ζυγός, ὡς καὶ ἐν ἄλλοις δηλοῦται. ὅθεν καὶ νῶτος εὔλοφος παρὰ Σοφοκλεῖ ὁ εὔεικτος, καὶ λοφιὰ ἡ περὶ τοιοῦτον τόπον τρίχωσις, καὶ καταλοφάδια ἐπίρρημα ἐν Ὀδυσσείᾳ, καὶ λόφουρα ζῷα τὰ οὐρὰν καὶ λοφιὰν ἔχοντα. γίνεται δέ, φασίν, λόφος ἀπὸ τοῦ λέπω, τὸ ἐκλεπίζω, λόπος καὶ λόφος, ἀφʼ οὗ ἄρχεται ἐκλέπεσθαι καὶ ἐκδέρεσθαι τὸ σφαγέν. σημαίνει δέ ποτε καὶ ἁπλῶς τράχηλον, ὡς ἐν τῷ «κνήμας ἠδὲ λόφον ἀμφί τε μηρούς», δηλοῖ δὲ καὶ τὸ ἄκρον ἐκ τριχῶν ἐπανάστημα τῆς περικεφαλαίας, ὡς τὸ «δεινὸν δὲ λόφος καθύπερθεν ἔνευε». λαμβάνεται δὲ καὶ ἐπὶ ὕψους ὀρεινοῦ, ὅθεν καὶ γήλοφος καὶ γεώλοφος. ἐκ δὲ τοῦ τοιούτου λόφου καὶ λοφνίδες παρὰ Λυκόφρονι αἱ ἐξ ὄρους μονόξυλοι λαμπάδες. Περὶ δὲ τοῦ «ἀνεκήκιε» προείρηται. Ὅτι καὶ ἐνταῦθα σαφῶς δηλοῖ ὡς τὸ ματᾶν στάσιν καὶ βραδυτῆτα ματαίαν σημαίνει. φησὶ γὰρ «οὐδὲ ἐμάτησε Σθένελος, ἀλλʼ ἐσσυμένως ἔλαβεν ἄεθλον», τὸ τοῦ ἑταίρου Διομήδους δηλαδή. Ἰστέον δὲ ὅτι δύναται τὸ «οὐκ ἐμάτησε» καὶ ἄλλως οὐκ ἀπὸ τοῦ μάτην γίνεσθαι, ἀλλʼ ὡς ἀπὸ τοῦ μῶ μάσω, τὸ ζητῶ, ἵνα λέγῃ ὡς οὐκ ἐζήτησε τὸ ποιητέον, ἀλλʼ εὐθὺς ἥψατο τοῦ πράγματος, ὥστε καὶ ματᾶν κατὰ τὸν λόγον τοῦτον τὸ οἱονεὶ ζητεῖν καὶ ἐνίστασθαι καὶ μὴ θέλειν ἐγχειρεῖν ἔργῳ. Σημείωσαι δὲ καὶ ὡς διαφορὰ τοῦ ἄγειν ἐνταῦθα καὶ φέρειν τὸ «δῶκε δʼ ἄγειν γυναῖκα», τὴν ἔμψυχον, καὶ τρίποδα φέρειν, τὸν ἄψυχον. ὃν εἰκὸς ὑπὸ Διομήδους ἀνατεθῆναι ὕστερον ἐν Δελφοῖς, ὡς δῆλον ἐξ ἐπιγράμματος τοῦδε· χάλκεός εἰμι τρίπους, Πυθοῖ δʼ ἀνάκειμαι ἄγαλμα, καί μʼ ἐπὶ Πατρόκλῳ θῆκε πόδας ὠκὺς Ἀχιλλεύς. Τυδείδης δʼ ἀνέθηκε βοὴν ἀγαθὸς Διομήδης, νικήσας ἵπποισι παρὰ πλατὺν Ἑλλήσποντον. Ὅτι ἐπικρίνει αὐτὸς Ὅμηρος δόλῳ νικηθῆναι Μενέλαον ὑπʼ Ἀντιλόχου. φησὶ γὰρ «κέρδεσιν οὔ τι τάχει γε παραφθάμενος Μενέλαον». διὸ καὶ εἰς λογομαχίαν ἐμπεσεῖται καὶ οὐκ ἀποίσεται ἄτερ ἀγῶνος τὸ ἄεθλον, ὡς ῥηθήσεται. Ὅτι πρὸ μικροῦ μὲν ἁρμάτων ἐναγωνίως τρεχόντων διάστασιν ἐδήλωσεν ἐκ δίσκου, εἰπὼν τοσοῦτον ἐπιδραμεῖν τοὺς Ἀντιλόχου ἵππους ἔμπροσθεν τῶν Μενελάου, ὅσον δίσκου οὖρα κατωμαδίου, ἐνταῦθα δὲ μεμνημένος ἐπαναληπτικῶς καὶ ἐκείνου τοῦ διαστήματος λείπεσθαι τοῦ Ἀντιλόχου λέγει τὸν Μενέλαον, ὅσον τροχοῦ διέστηκεν ἵππος, τοῖς ὀπισθίοις δηλαδὴ ποσὶν ἐν τῷ ὑπεζεῦχθαι ἅρματι καὶ θέειν. καὶ πόσον τοῦτο; οὐ πολύ φησι. Ψαύουσι γὰρ ἐπισσώτρου τρίχες αἱ τῆς οὐρᾶς. Εἶτα τὸ αὐτὸ ἄλλως λέγων ἐν κόμματί φησιν «ὃ δὲ ἄγχι μάλα τρέχει», τουτέστιν ὁ δὲ τοιοῦτος ἵππος τρέχει ἐγγὺς ὢν τοῦ κατʼ αὐτὸν ἐπισσώτρου. Τὸ δʼ αὐτὸ καὶ ἑτέρως φράζων φησίν· οὐδὲ πολλὴ χῶρα μέσον τοῦ ἵππου καὶ τοῦ τροχοῦ, ἀλλὰ δηλαδὴ κατὰ μῆκος οὐρᾶς, ὡς προείρηται. Φράζει δὲ ταῦτα Ὅμηρος οὕτω «ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα ἕλκῃσι πεδίοιο τιταινόμενος σὺν ὄχεσφι· τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι οὐραῖαι, ὃ δέ τʼ ἄγχι μάλα τρέχει, οὐδέ τε πολλὴ χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος», ὃ διασαφητικόν ἐστι τοῦ «τιταινόμενος πεδίοιο», τόσσον Μενέλαος Ἀντιλόχου λείπετο. «ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο». καὶ οὕτω μὲν κἀνταῦθα. ἐν δὲ τοῖς ἑξῆς τὸν Μηριόνην λείπεσθαί φησι Μενελάου δουρὸς ἐρωήν. πρὸ δὲ τούτων ἑτεροίως ἔφραζεν ἐγγύτητα τῶν Εὐμήλου καὶ Διομήδους ἵππων, ἔνθα δίφρου ἐπιβησομένοις ἐῴκεισαν θερμαίνοντες πνοιῇ τὸ τοῦ Εὐμήλου μετάφρενον. ἐν δὲ τῷ τῶν δρομέων ἀγῶνι κανὼν γυναικεῖος καὶ ἰχνῶν τύψις καὶ ἆσθμα κατὰ κεφαλῆς ἐνδείξεται τρεχόντων δύο πλησιασμόν. καὶ καλαῦροψ δὲ ἐν τοῖς ἑξῆς ὑπερβολὴν δηλώσει δίσκου ἀφέσεως. οὕτω καὶ τὰ τοιαῦτα ποικίλος καὶ πόριμος μετρητὴς ὁ ποιητής. Ὅρα δὲ ὅτι μετὰ τὸ «οὐδέ τι πολλὴ χώρη μεσσηγύς» ἐπαναλήψει χρᾶται βραχείᾳ ὁ ποιητὴς πρὸς ἀνάμνησίν τε καὶ ἔνδειξιν τοῦ χρῆναι στενολογεῖν ἐν καιρῷ τὰ εἰς πλάτος προπεφρασμένα. εἰπὼν γὰρ ἤδη πρὸ ὀλίγων ἐν δυσὶ στίχοις τὰ περὶ τοῦ κατωμαδίου δίσκου, ἐνταῦθα ἐν ὀλιγίστῳ αὖθις ἐκεῖνα παραλαλεῖ, εἰπὼν ὅτι «τὰ δὲ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο», ἢ «δίσκʼ οὖρα», ὡς προγέγραπται. ἡ δὲ αἰτία τῆς ὕστερον ἄγαν ἐγγύτητος τὸ τάχος τῆς Αἴθης. Φησὶ γὰρ «ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης». καὶ εἴπερ «ἔτι προτέρω», ἤτοι προσωτέρω, «γένετο δρόμος ἀμφοτέροισι», παρήλασεν ἂν «οὐδʼ ἀμφήριστον ἔθηκε», τὸν δρόμον δηλαδή. ὁ δὲ λόγος οὗτος καὶ ἐπὶ ἄλλου παρὰ βραχὺ ἐλθόντος τοῦ νικῆσαι ῥηθείη ἄν ποτε. Ὅρα δὲ ὅτι ζύγιος ἵππος ἕλκειν ἐρρέθη ἄνακτα. φέρειν γὰρ εἰπεῖν ἢ ἄγειν οὐκ ἐνέκρινεν Ὅμηρος. κέλητος γὰρ ταῦτα. διὸ καὶ ἐπήγαγε τὸ «σὺν ὄχεσφιν», ἅπερ ἕλκων ἵππος συνέλκει πάντως καὶ τὸν ἀναβάτην. Τὸ δὲ «ψαύουσι», πάνυ καιρίως ἐπὶ βραχείας κεῖται θίξεως, ὁποία καὶ ἡ τῶν οὐραίων ἐνταῦθα τριχῶν, αἳ ἀκροθιγῶς ἅπτονται τροχοῦ, ὡς δοκεῖν ψᾶν αὐτόν, ὅθεν τὸ ψαύειν παράγεται καταψήσει ἐοικός. Γίνεται δὲ τὸ ψαύειν ἐκ τοῦ ψάω Αἰολικῇ ἐπενθέσει τοῦ υ, ὁμοίως τῷ λάω λαύω καὶ ἀπολαύω, χνάω χναύω, τὸ καταπίνω, ἄω αὔω, τὸ λάμπω, χράω χραύω, τὸ παρʼ Ὁμήρῳ, ὡς τὸ «χραύσει μέν τʼ αὐλῆς ὑπεράλμενον», καὶ τὰ ὅμοια. Ἡ δὲ ῥηθεῖσα μεσσηγὺς χώρη ἀέριον διάστημα δηλοῖ μεταξὺ τριχῶν ἵππου καὶ τροχοῦ, ἵππου δὲ συντόνως ὑφʼ ἅρματι θέοντος. τοῦ τοιούτου γὰρ αἱ οὐραῖαι τρίχες οὐ χαλαραί, ἀλλʼ εἰς μῆκος οἷον ὀρθιάζουσαι. Τὸ δὲ «λείπετο» καὶ τὸ «λέλειπτο» καὶ τοῖς ἄρτι κοινολεκτεῖται. τὸν γὰρ ἁπλῶς ἡττηθέντα λειφθῆναί φαμεν. Τὸ δὲ ὀφέλλεσθαι οὐ μόνον ἐπὶ ἔργων ἁπλῶς, ἀλλʼ ἰδοὺ καὶ ἐπὶ προθυμίας. δῆλον δὲ ὡς ἐκ τοῦ τοιούτου ῥήματος οὐ μόνον τὸ ὄφελος, διʼ οὗ αὔξεταί τις ὁπωσοῦν, ἀλλὰ καὶ ἡ ὠφέλεια κατʼ ἔκτασιν τῆς ἀρχούσης, ἀφʼ ἧς καὶ ἡ ἐν Ὀδυσσείᾳ οἰκωφελία. Ἰστέον δὲ ὅτι Αἴθη βαρυτόνως ἡ τοῦ Ἀγαμέμνονος ἵππος κατά τινα κυριωνυμίαν πρὸς διαστολὴν τοῦ ἐπιθέτου. αἰθός γὰρ ὀξυτόνως ὁ οἷον ἀπηνθρακωμένος κατὰ τὸ «αἰθὸς γεγένημαι» παρὰ τῷ Κωμικῷ, ἐξ οὗ ἵππος Αἴθη ἡ πυρρὰ καί, ὡς εἰπεῖν, αἴθων ἵππος. Ὅτι αἴτιον τοῦ λείπεσθαι, ὡς ἀνωτέρω ἐρρέθη, τὸν Μηριόνην Μενελάου δουρὸς ἐρωήν, ἤγουν εἰς ὅσον ἂν ἔλθοι ἀφεθὲν δόρυ, τὸ τοῦ ἡνιόχου τε καὶ τῶν ἵππων ἀχρεῖον. «Βάρδιστοι μὲν γάρ οἱ ἔσαν», φησί, «καλλίτριχες ἵπποι. ἥκιστος δʼ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμʼ ἐν ἀγῶνι». Καὶ ὅρα τὸ «ἐν ἀγῶνι». ἐν πολέμῳ γὰρ ἐλαύνειν ἅρμα οὐκ ἦν ἥκιστος ὁ Μηριόνης. οὐ γὰρ ἂν τῷ Ἰδομενεῖ αὐτὸς ἡνιόχευεν. γίνεται δὲ τὸ ἥκιστος παρὰ τὸ ἦκα, ὅ ἐστιν ἡσυχῇ, ἠρέμα, ἐπʼ ὀλίγον. ὅθεν καὶ «ἥκιστα» ἐπιρρηματικῶς τὸ οὐδʼ ὅλως καὶ «οὐχʼ ἥκιστα» τὸ μάλιστα. εἰ δὲ τὸ μὲν ἦκα ψιλοῦται κοινότερον, τὸ δʼ ἐξ αὐτοῦ παράγωγον, τὸ ἥκιστος, δασύνεται, ἀλλὰ δοκεῖ καὶ ἐκεῖνο δασύνεσθαι Ἀττικῶς. δῆλον δʼ ὅτι ἐξ οὐδετέρου πληθυντικοῦ, οὗ εὐθεῖα τὸ ἥκιστον, γίνεται τὸ ἥκιστα ἐπίρρημα. ἔστι δὲ ἥκιστος ὁ ὀλίγος καὶ οὐδαμινός. καὶ Μηριόνης μὲν οὕτω τέταρτος ἤλασεν, «υἱὸς δʼ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων, ἕλκων ἅρματα καλά, ἐλαύνων πρόσσωθʼ ἵππους. τὸν δὲ ἰδὼν ᾤκτειρεν Ἀχιλλεύς», διδάσκων, φασίν, ὅτι δεῖ τοὺς παρʼ ἀξίαν δυστυχοῦντας ἐλεεῖν καὶ μὴ ἐθέλειν τύχην ὑπερτερεῖν ἀρετῆς. ἄλλως δὲ καὶ ὡς Θετταλὸν ὄντα τὸν Εὔμηλον ἐλεεῖ. Καὶ στὰς ἐν μέσῳ ἔφη «λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους», ὃ δὴ καὶ εἰς παροιμίαν ἔπεσεν ἐπὶ τῶν κατά τι εὐδοκιμούντων, εἰ τελευταῖοι ἐκπέσοιεν. Καὶ ἐθέλει μὲν ὁ ἀθλοθέτης ἀγαθόν τι ἐπʼ αὐτῷ, εἰπὼν «ἀλλʼ ἄγε δή οἱ δῶμεν ἀέθλιον, ὡς ἐπιεικές, δεύτερʼ, ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός». καὶ πάντες Ἀχαιοὶ «ἐπῄνεον ὡς ἐκέλευε», καὶ πόρεν ἄν, φησίν, ἵππον τῷ Εὐμήλῳ, εἰ μὴ ἂρ Ἀντίλοχος δικαίως ἐνστάς, ὡς ἐν τοῖς ἑξῆς ῥηθήσεται, κωλύει καὶ νικᾷ λέγων, καὶ εἰς μειδίαμα τὸν Ἀχιλλέα προκαλεῖται. καὶ αὐτὸς μὲν λαμβάνει τὰ δεύτερα, Εὐμήλῳ δὲ δίδωσιν Ἀχιλλεὺς θώρηκα, «ὅν», φησίν, «Ἀστεροπαῖον ἀπηύρων», ἤγουν ἀφειλόμην, «χάλκεον, ᾧ περὶ χεῦμα φαεινοῦ κασσιτέροιο ἀμφιδεδίνηται. πολέος δέ οἱ ἄξιον ἔσται» ὡς πολύτιμον. δηλοῖ δʼ ἐν τούτῳ ἡ ἀμφιδίνησις τοῦ κασσιτερίνου χεύματος τὸ γάνωμα, ὅπερ ἐπινενόηται πρὸς ἀργύρου ὑποκόρισμα, καὶ εἰς ἀπάτην οὐ μόνον τῶν ἄλλως βλεπόντων, ἀλλά που καὶ τοῦ ἔχοντος. Ὅρα δʼ ἐν τούτοις τροχὸν δίκης εὐτέχνως περιηγμένον τῷ ποιητῇ, διʼ οὗ ὁ μὲν ἄριστος Εὔμηλος καταπίπτει τῶν πρωτείων, ὁ δὲ πέμπτος Μηριόνης καὶ ἥκιστος εἰς μεῖζον, τὸ τοῦ τετάρτου ἆθλον, ἀνάγεται. πανύστατον δὲ τὸν Ἄδμητον μὲν καλῶς εἶπεν ὁ ποιητής. Ἀντίλοχος δὲ ἐν τοῖς ἑξῆς πανύστατον ἐρεῖ τὸν τρίτον Μενέλαον οὐ πρὸς ἀλήθειαν, ἀλλὰ κατὰ λύπην καὶ θυμόν. Τὸ δὲ «ἕλκων» ἔχει τι ἀστεῖον τῇ περιπετείᾳ εἴπερ οὕτως ὁ Εὔμηλος ἐσχημάτισται, ὡς αὐτὸς ἕλκων τὸ ἅρμα κατά τινας καὶ τοὺς ἵππους ἐλαύνων, ἀβαρεῖς προϊόντας, ὡς εἴπερ ἡγοῦντο αὐτῷ τῆς ὁδοῦ. νοητέον δʼ ἐντεῦθεν, κατὰ τρόπον συλλογισμοῦ ποιητικοῦ εὐπειθεῖς καὶ πάνυ ἡμέρους τοὺς τοῦ Εὐμήλου ἵππους. εἰ δὲ κακῶς παθὼν ἐν τῷ πεσεῖν εἶτα καὶ διὰ οὕτω δολιχοῦ ἱπποδρόμου τὸ ἅρμα ἕλκει, τὸ ῥωμαλέον συλλογιστέον τοῦ ἥρωος. καὶ οὕτω μέν τινες. ἕτεροι δὲ ἐνόησαν, ὅτι Εὔμηλος οὐκ ἐφʼ ἅρματος πάντως ἐλθών, ἀλλὰ οἷον ἕλκων τὸ ἅρμα, ἐκ τῶν ἔμπροσθεν κατά τε αὐχένας καὶ πλευρὰς ὡς οἱ ζευγηλάται τῇ μάστιγι τοὺς ἵππους προκαλούμενος, ἤπου καὶ πλήττων, ἤλαυνε συσχὼν καὶ ὑποζεύξας αὖθις κατὰ τὸ σιωπώμενον αὐτούς. ὤκνησε γὰρ ἐπιβῆναι ἅρματος, κρίνας πεζῇ θριαμβεῦσαι δεδυστυχηκότα ἑαυτόν. Διὸ καὶ οἰκτείρεται. οἰκτείρειν δὲ κυρίως τὸ λαλεῖν λόγους, οἳ κινοῦσιν εἰς οἶκτον ἤτοι ἔλεον. Τοιοῦτος δὲ καὶ ἐνταῦθα λόγος τὸ «λοῖσθος ἀνὴρ ὁ ἄριστος» καὶ ἑξῆς. Τὸ δὲ λοῖσθος παρονομασθὲν μετʼ ὀλίγα λοισθεύς εὑρεθήσεται ὁμοίως τῷ Μελάνθιος Μελανθεύς, ἡνιοχεύς. Τὸ δέ «δεύτερα» ὤφειλε μὲν δεύτερον εἶναι ὡς πρὸς τὸ ἀέθλιον, καθὰ καὶ προδεδήλωται, ἵνα ἦν δῶμεν ἀέθλιον δεύτερον. ἐπληθύνθη δὲ Ἀττικῶς καὶ αὐτό, ἵνα καὶ τῷ μετρῷ χρησιμεύσῃ. οὐχʼ ὑποκοριστικὸν δὲ οὐδὲ τὸ ἀέθλιον. οὐ γὰρ εἴωθεν ἁπλῶς οὕτω σχηματίζειν ὁ ποιητὴς ὑποκορισμούς, ὡς καὶ ἐν ἄλλοις ἐφάνη. παρωνόμασται δὲ ἐκ τοῦ ἄεθλον ὁμοίως τῷ ἴχνιον καὶ τοῖς τοιούτοις. Τὸ δὲ «ἐπῄνεον» ἐδίπλασεν ὁ ποιητής, εἰπὼν εὐθὺς πάλιν κατωτέρω «ἐπῄνησαν γὰρ Ἀχαιοί», καὶ δηλοῖ τῇ ταὐτολογίᾳ τὴν τοῦ ἐπαίνου ἐπιμονήν. τοῦ δὲ ἐπαινῆσαι καὶ μετʼ ὀλίγα κεῖται χρῆσις, καὶ παρʼ Ἡσιόδῳ δὲ ἐν τῷ «τὴν μέν κεν ἐπαινήσειε νοήσας». Ὅτι ἑλομένου, ὡς ἐρρέθη, τοῦ Ἀχιλλέως Εὐμήλῳ τῷ ἀρίστῳ μέν, δυστυχήσαντι δέ, δοῦναι τὸ δεύτερον ἀέθλιον, ἀντεχόμενος αὐτοῦ ἐναγωνιώτερον ὁ Ἀντίλοχός φησιν «ὦ Ἀχιλλεῦ, μάλα τοι κεχολώσομαι, αἴ κε τελέσσῃς τοῦτο ἔπος», τὸ δοῦναι δηλαδὴ Εὐμήλῳ δεύτερον ἄεθλον ὑστάτῳ ἥκοντι, «μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον· τὰ φρονέων, ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέʼ ἵππω αὐτός τʼ ἐσθλὸς ἐών· ἀλλʼ ὤφελεν ἀθανάτοισιν εὔχεσθαι, τό κεν», ἤγουν διὸ ἢ οὕτως ἄν, «οὔ τι πανύστατος ἦλθε διώκων». Καὶ ὅρα τὴν σύντομον τοῦ Νεστορίδου ῥήτορος ἀντίθεσιν καὶ λύσιν. εἰπὼν γὰρ τοῦτο φρονεῖν τὸν Ἀχιλλέα δικαιολογικῶς, ὅτι ἐσθλὸς ἀνὴρ ὁ Εὔμηλος αὐτός τε ἐβλάβη καὶ τὸ ἅρμα καὶ οἱ ἵπποι καὶ διὰ τοῦτο ἐλεητέον καὶ δοτέον αὐτῷ τὸ γοῦν δεύτερον ἔπαθλον, λύει φάμενος ὅτι ὤφειλεν εὔξασθαι, καὶ οὐκ ἂν τοιαῦτʼ ἔπαθε. καὶ ἔστι, φασίν, ἡ λύσις δεινή. ἡ μὲν γὰρ ἀντίθεσις δυστυχίαν Εὐμήλου προβάλλεται, ἡ δὲ λύσις περιφρονήσεως τοῦ θείου αἰτιᾶται αὐτόν, καί πως λέγει ὡς, εἰ καὶ διὰ δυστυχίαν ἄξιος οἴκτου Εὔμηλος, ἀλλὰ μίσους ἄλλως ἄξιος, ὅτι μὴ ηὔξατο. ἔνθα νοητέον καὶ ὅτι κατὰ τὸ σιωπώμενον ὁ Ἀντίλοχος ηὔξατο φθάσας περὶ νίκης. οὐ γὰρ ἂν ἄλλως ὠνείδιζεν Εὐμήλῳ τὸ μὴ εὔξασθαι. Ὅτι δὲ δικανίζει ὁ νεανίας ἐνταῦθα, ἐπεσημήνατο ὁ ποιητὴς ἐν τῷ «Ἀντίλοχος, μεγαθύμου Νέστορος υἱός, Πηλείδην Ἀχιλῆα δίκῃ ἠμείψατο ἀναστάς», ἤγουν δικανικῶς. τινὲς δὲ ἀντὶ τοῦ δικαίως τὸ «δίκῃ» φασίν. Ἰστέον δὲ ὅτι τὸ «Νέστορος υἱός» οὐ λίαν ἐκ περιττοῦ κεῖται, ἀλλʼ εἰς ἔμφασιν τοῦ καὶ τὸν υἱὸν ῥητορικόν, ὡς εἰκός, εἶναι τοιοῦδε ῥήτορος ἐκγενόμενον. Τὸ δὲ «κεχολώσομαι» μετὰ ἁπλουστάτης διαθέσεως, ἔτι δὲ καὶ κατὰ τὴν ἐν δίκαις προαναφώνησιν εἴρηται. διὸ καὶ ἐμείδησεν Ἀχιλλεὺς καὶ μᾶλλον, ἐπεὶ προσέθετο εἰπεῖν ὁ ἑταῖρος ὡς εἴπερ αὐτὸν οἰκτείρεις, ἔστι σοι πολλά, ὧν ἀνελὼν δὸς καὶ μεῖζον ἄεθλον. δῆλον γὰρ ὡς οἰκτιρμοῦ χάριν δώσεις καὶ οὐχʼ ὡς ἀέθλιον. ἔτι δὲ μάλιστα ἐμείδησεν, ἐπεὶ ἔφη περὶ τῆς ἵππου καὶ χερσὶ μαχήσεσθαι τῷ βουλομένῳ πειρηθῆναι, καθά που καὶ Ἀχιλλεὺς ἔφη «τῶν δʼ ἄλλων, ἅ μοί ἐστι θοῇ παρὰ νηΐ, τῶν οὐκ ἄν τι ἕλοις». εὐγένειαν τοίνυν οἰκείαν ὁ ἥρως ἐν τῷ Ἀντιλόχῳ φαντασάμενος μειδιᾷ. καὶ ἄλλως δὲ μειδιᾷ ὁ γλυκὺς εἰπεῖν Ἀχιλλεύς, ἐπεὶ καὶ τῷ Ἀντιλόχῳ ἀστεία ἡ ὅλη λαλιὰ φαίνεται. Τοίνυν ἀποτεινόμενος ἀστείως πρὸς τὸ «κεχολώσομαι» ὡς οἷα δεσποτικῶς ῥηθέν φησιν «εἰ μὲν δή με κελεύεις καὶ οἴκοθεν ἄλλο Εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσω· δώσω οἱ θώρηκα», καὶ ἑξῆς. καὶ δίδωσιν εὐθὺς Εὐμήλῳ μεῖζον ἄεθλον τὸν τοῦ Ἀστεροπαίου, ὡς ἐρρέθη, θώρακα, κλισίηθεν ἀχθέντα. Ἰστέον δὲ ὅτι καὶ τὸ «κεχολώσομαι» δικανικῶς ἐνταῦθα ὑπολαλεῖται. ἄμυναν γὰρ ἡ λέξις παρεμφαίνει, εἴγε καὶ μάχην μελετᾷ ὁ τοῦτο εἰπὼν Ἀντίλοχος περὶ τῆς ἵππου. ἀμύνεσθαι δὲ καὶ μάχεσθαι οὐκ ἂν εἴη δίχα τοῦ καὶ χολοῦσθαι. ὅτι δικανικόν ἐστι καὶ τὸ ἀμυντικόν, δηλοῖ ὁ ἐθελήσας ὁρίσασθαι τὴν ῥητορικὴν διὰ τοῦ «ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ». Τὸ δὲ «μέλλεις ἀφαιρήσεσθαι ἄεθλον» ἀορίστως εἶπε, δυνάμενος μὲν εἰπεῖν· ἀφαιρήσεσθαί με, ὀκνήσας δὲ τάχα διὰ τὸ δεδιέναι τὸν Μενέλαον ὡς ἐρίσει δικαίως αὐτῷ τοῦ δευτερείου. διό φησι ὅτι ἁπλῶς ἄεθλον ἀφαιρήσῃ, ἑτέρῳ οὐ μὴν τῷ Εὐμήλῳ προσῆκον. Τὸ δὲ «οὔ τι πανύστατος ἦλθεν» ὑπὲρ ἑαυτοῦ ὁ ῥήτωρ παῖς ἔφη. ὡς γάρ τινος λέξοντος· καὶ πῶς σὺ εὐξάμενος οὐκ ἦλθες πρῶτος, λέγει μονονουχὶ ὅτι οὐ μὴν οὐδὲ πανύστατος ἦλθον, ὅ ἐστι δεύτατος, ἀλλὰ δεύτερος μετὰ τὸν πρῶτον. Ἰστέον δὲ ὅτι πλουσίου δωρουμένου τὸ ἀλλότριον φίλῳ τινὶ κωλυτικὸν τὸ «εἰ δέ μιν οἰκτείρεις καί τοι φίλος ἔπλετο θυμῷ, ἐστί τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸς καὶ πρόβατα, εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι, τῶν οἱ ἔπειτʼ ἀνελών», ἤτοι ὕστερον λαβών, «δόμεναι», ἤγουν δός «καὶ μεῖζον ἄεθλον, ἠὲ καὶ αὐτίκα νῦν, ἵνα σʼ αἰνήσωσιν Ἀχαιοί» τυχόν, ἢ οἵδε τινές. Ὁ δὲ τοιοῦτος πλούσιος ἔχοι ἂν ἀποκρινεῖσθαι τὸ «εἰ μὲν δή με κελεύεις καὶ οἴκοθεν» καὶ ἑξῆς. καί εἰσιν ἐκεῖνα μὲν Ἀντιλόχου λόγοι, ταῦτα δὲ Ἀχιλλέως. Οὗ ἡ πρὸς Ἀντίλοχον φιλία φαίνεται καὶ ἐν τῷ «μείδησεν Ἀχιλλεὺς χαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος». Ἐν τούτοις δὲ σημείωσαι καὶ ὅτι οὐχʼ ὡς κτήματος διὰ σμικρολογίαν ἀντιποιεῖται τῆς ῥηθείσης ἵππου Ἀντίλοχος, ἀλλʼ ὡς ἐπάθλου, χρηστοῦ, φασί, νέου ἦθος ἔχων, καὶ φιλότιμος ὢν περὶ νίκην, ὃ φύσει πάντες πάσχομεν νικᾶν ἐθέλοντες. διὸ οὐ φθονεῖ καὶ μεῖζον δοθῆναι τῷ ἀντιπάλῳ, κτῆμα πάντως ἐκείνῳ καὶ δῶρον λογισθησόμενον. αὐτὸς δʼ αἱρεῖται τὸ ἔλαττον, ποιότητι μεῖζον κρίνων αὐτό. διὸ καὶ Ἀχιλλεὺς ἀγαλλιασάμενος ποιεῖ οὕτω. καὶ ἑτέρως δὲ φράσαι, τιμῆς ἀντιποιεῖται Ἀντίλοχος, καὶ οὐ χαίρει γέρας ἀφαιρούμενος οἰκεῖον, ἀλλὰ δικαιολογεῖται περὶ τούτου τῷ Ἀχιλλεῖ, ὃς πεπειραμένος οἶδεν οἷόν ἐστιν ἡ τοῦ γέρως ἀφαίρεσις. Φράζει δʼ Ἀντίλοχος οὕτω περὶ τοῦ δευτερείου, ἤγουν τῆς ἵππου «τὴν δʼ ἐγὼ οὐ δώσω· περὶ δʼ αὐτῆς πειρηθήτω ἀνδρῶν ὅς κʼ ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι». περιμάχητος ἄρα ἡ ἵππος αὕτη. Ὅτι δὲ τὸ χερσὶ μάχεσθαι διαστολὴν ἔχει τοῦ θυμομαχεῖν καὶ λογομαχεῖν, προδεδήλωται. ὡς δὲ ἡδέα τὰ ἔπαθλα, δηλοῖ μὲν καὶ ἡ ἄρτι ἔρις, καὶ ἐφεξῆς δὲ ἡ κατὰ τὸν Μενέλαον, καὶ τὸ «Εὐμήλῳ ἐν χερσὶ τίθει» τὸν ῥηθέντα θώρακα, «ὃ δὲ δέξατο χαίρων», μάλιστα δὲ ἡ τούτων ἡδύτης ἐν τῇ κοινῇ τῶν ἀεθλευόντων ὑπολήψει σαφῶς διαφαίνεται ἀεί. Ὅρα δὲ ὅτι τε προκλητικὸν τῶν ἐφεξῆς τὸ «περὶ δʼ αὐτῆς πειρηθήτω» καὶ ἑξῆς. οἶδε γὰρ ὁ ἀγχίνους Νεστορίδης ὡς ἐρίσει διʼ αὐτὴν ὁ Μενέλαος, καὶ ὅτι ἐν τῷ «πρόβατα καὶ δμῳαὶ καὶ μώνυχες ἵπποι» ἁπλοϊκῶς καὶ οὐ κατά τινα τιμίαν τάξιν ὁ Ἀντίλοχος ἔφρασεν οἷα καὶ σχεδιάζων καὶ χολούμενος. Διὸ καὶ δυσὶν ἐνταῦθα εἰς οὐδὲν δέον ἐχρήσατο συνεκδοχαῖς, ἤγουν συλλήψεσι, μνείᾳ μὲν προβάτων συνεκδεξάμενος καὶ βόας καὶ αἶγας, ἵππους δέ γε τοὺς ποθεινοὺς ἰδίᾳ ἐκλαλήσας, τῷ ἀνελεῖν δέ, ἤγουν κάτωθεν ἐκ γῆς ἀναλαβέσθαι, χρυσὸν καὶ χαλκὸν καὶ τοιαῦτα συλλαβὼν καὶ πρόβατα καὶ ἵππους καὶ λοιπά, ὧν οὐκ ἔστιν οἰκεῖον τὸ ἀνελεῖν. δοκεῖ δὲ ἀστείως ἐν τῷ «χρυσὸς πολύς» ὑποδάκνειν τὸν Ἀχιλλέα, εἰ οὕτω πολύχρυσος ὢν βραχύ τι χρυσοῦ προὐβάλλετο εἰς ἀέθλιον. Ἔχει δέ τι δριμὺ καὶ τὸ «τὴν δʼ ἐγὼ οὐ δώσω», παρῳδηθὲν ἐκ τοῦ «τὴν δʼ ἐγὼ οὐ λύσω», τὴν Χρυσηΐδα δηλαδή, ἧς Ἀγαμέμνων πρὸ τούτων ἀντεποιεῖτο περιέπων ὡς γέρας, καθὰ καὶ ὁ Μενέλαος ἀντιποιήσεται τῆς ἵππου μετʼ ὀλίγα, πρὸς ὃν δυνήσεται εἰπεῖν ὁ Ἀντίλοχος τὸ «τὴν δʼ ἐγὼ οὐ δώσω», καθὰ καὶ ὁ βασιλεὺς ἐκεῖ ἔφη τὸ «τὴν δʼ ἐγὼ οὐ λύσω». πρὸς ἃ δὴ μειδιᾷ ὁ Ἀχιλλεύς. Ὅτι μετὰ δίκην Ἀντίλοχος ἄεθλον τὸ δεύτερον λαβών, εἶτα δευτέροις ἀγῶσι περιπίπτει. ἀντιπίπτει γὰρ αὐτῷ Μενέλαος, ἐπείπερ αὐτὸν ἐνίκησε «κέρδεσι» κατὰ τὸν ποιητήν, «οὔ τι τάχει παρφθάμενος». καὶ τὸ ῥηθὲν ἆθλον, τὴν ἵππον, εἰς ἑαυτὸν ἕλκει. καὶ ἐπεὶ ἔφη Ἀντίλοχος «τὴν δʼ ἐγὼ οὐ δώσω, περὶ δʼ αὐτῆς πειρηθήτω» καὶ ἑξῆς, οὐ κεχολώσεται κατʼ ἐκεῖνον ὁ Μενέλαος, ἀλλὰ ἤδη χολοῦται ἄμοτον καὶ ἀνίσταται «θυμὸν ἀχεύων». καὶ ὁ κῆρυξ μὲν σκῆπτρον ἐν χερσὶν αὐτῷ τίθησι καὶ σιωπῆσαι κελεύει Ἀργείους, Μενέλαος δέ φησιν «Ἀντίλοχε, πρόσθε πεπνυμένε, ποῖον ἔρεξας; ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους, τοὺς σοὺς πρόσθε βαλών, οἳ πολὺ χείρονες ἦσαν. ἀλλʼ ἄγετε Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες», ὃ καὶ ἐν ἄλλοις ἐγράφη, «ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μηδʼ ἐπʼ ἀρωγῇ, μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν· Ἀντίλοχον ψεύδεσι βιησάμενος Μενέλαος οἴχεται ἵππον ἄγων, ὅττι οἱ», τουτέστι τῷ Ἀντιλόχῳ, «πολὺ χείρονες ἦσαν ἵπποι, αὐτὸς δέ», ἤγουν ὁ Ἀντίλοχος, «κρείσσων ἀρετῇ τε βίῃ τε». Οὕτως εἰπὼν ὁ Μενέλαος, καὶ «δικάσσατε», φάμενος, «εἰς μέσον», ἤγουν ἐξ ἴσου, ἵνα μέσοι γένησθε καὶ μὴ ἑτεροβαρεῖς, ὥς φασιν οἱ παλαιοί, οὗ δὴ ἐκ παραλλήλου ἐφερμηνευτικὸν τὸ «μήδʼ ἐπʼ ἀρωγῇ», ταὐτὸν γὰρ τὸ «ἐς μέσον» καὶ τὸ «μηδʼ ἐπʼ ἀρωγῇ», ἤτοι μέσως καὶ μὴ κατὰ χάριν. οὕτω τοίνυν ζητήσας δικάσασθαι ὁ βασιλεὺς οἷα θαρρῶν τῷ δικαίῳ καὶ ὡς οὔτις αὐτοῦ καταψηφιεῖται, μεταβουλεύεται ταχὺ καὶ τὸ τίμιον καὶ βασιλικὸν φυλάττων ἑαυτῷ τοὺς μὲν αἱρετοὺς ἀφίησι δικαστάς, γνωματεύει δʼ αὐτὸς ἐκεῖνος κρίνας, καί φησιν «εἰ δʼ ἄγʼ ἐγὼν αὐτὸς δικάσω καί μʼ οὔ τινά φημι ἄλλον ἐπιπλήξειν Δαναῶν· ἰθεῖα γὰρ ἔσται. Ἀντίλοχʼ, αἲ δʼ ἄγε δεῦρο, διοτρεφές, ᾗ θέμις ἐστί, στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην χερσὶν ἔχων ῥᾳδινήν, ᾗ περ τὸ πρόσθεν ἔλαυνες, ἵππων ἁψάμενος γαιήοχον ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι». ταῦτα τὰ τοῦ Μενελάου, μὴ φέροντος ἢ νικηθῆναι ἢ λαβεῖν μὲν τὸ ἆθλον, δόξαι δὲ βιάσασθαι τὸν αὐτοῦ ἡνιοχικώτερον καὶ διὰ τὸ ἀξίωμα πλεονεκτεῖν. τηρητέον δὲ ὅτι ἔνια καὶ τῶν ἐνταῦθα ῥηθέντων ἐπῶν δύνανται παραπλακῆναι λόγῳ πεζῷ, οἷον ἐπὶ ἀνδρὸς θαρροῦντος τῷ δικαίῳ ῥηθήσεται τὸ «ἀλλʼ ἄγετε», ὦ δεῖνα, καὶ ἑξῆς ἕως τοῦ «μή ποτέ τις εἴπῃσι» τάδε. ὁ δὲ τοιοῦτος εἴπῃ ἂν καὶ τὸ «εἰ δʼ ἄγʼ ἐγὼν αὐτὸς δικάσω», καὶ ἑξῆς ἕως τοῦ «ἰθεῖα γὰρ ἔσται». Σημείωσαι δʼ ἐν τούτοις καὶ ὅτι τὸ «εἰ δʼ ἄγε δικάσω» κάλλιόν ἐστι νοηθῆναι ἀντὶ τοῦ «εἰ δὲ βούλει, ἄγε», καθὰ καὶ ἀλλαχοῦ ἡρμήνευται, ἤπερ εἰπεῖν· εἴα δὲ ἄγε, καθὰ καὶ αὐτὸ εἴρηται. Προϊὼν γὰρ εὐθὺς λέγει «Ἀντίλοχʼ, αἲ δʼ ἄγε δεῦρο», καὶ ἑξῆς. τὸ γὰρ «αἲ δʼ ἄγε» ταὐτὸν τῷ «ἐὰν δʼ ἄγε» καὶ τῷ «εἰ δʼ ἄγε». καὶ δύναται μὲν γραφῆναι καὶ αὐτὸ «Ἀντίλοχʼ εἰ δʼ ἄγε», τὰ δὲ πλείω καὶ ἀκριβέστερα τῶν ἀντιγράφων «αἲ δʼ ἄγε» φασὶν ὁμοίως τῷ «αἲ δὲ λῇς», ἀντὶ τοῦ ἐὰν θέλῃς, καὶ τῷ «αἴ κεν ἄτερ σπείρου κεῖται», καὶ τοῖς ὁμοίοις. Ἰστέον δὲ καὶ ὅτι «ἄμοτον» καὶ νῦν τὸ πλῆρες ἁπλῶς καὶ μὴ κενὸν καὶ μότου δεόμενον. Τὸ δὲ «πρόσθε πεπνυμένε» δεξιῶς εἴρηται. ὁμολογεῖ γὰρ φρόνιμον τὰ πρὶν τὸν Ἀντίλοχον εἶναι, ἵνα πιστευθῇ μὴ πεπνῦσθαι νῦν αὐτόν. ἐνταῦθα δὲ φθάνει καὶ ἀπολογίαν τοῦ Ἀντιλόχου ἀνατρέπων. ἵνα γὰρ μὴ ἁπλότητα ἤθους ἐκεῖνος προβαλεῖται, φησὶν «πρόσθε πεπνυμένε», ὃ δή, φασί, μεῖζον ἀποφαίνει τὸ ἔγκλημα· ὁ γὰρ πεπνυμένος οὐχʼ ἁπλοῦς, ὅθεν καὶ ἑκὼν ἥμαρτε δολιευσάμενος. Τὸ δὲ «ἔρεξας» διὰ μέτρον οὐ διπλασιάζει τὸ ρ. Τὸ δὲ «ποῖον ἔρεξας» καλῶς κεῖται. τί μὲν γὰρ ἔρεξεν, οὐκ ἐρωτᾷ, ὡς πᾶσι δῆλον ἐκ θέας. Πολυπραγμονεῖ δὲ τὴν τοῦ πραχθέντος φαύλην ποιότητα, ἣν καὶ ἑρμηνεύει ἐπαγαγὼν τὸ «ᾔσχυνας μὲν ἐμὴν ἀρετήν», καὶ ἑξῆς. λέγει δὲ καὶ νῦν ἀρετήν, ὡς καὶ κατωτέρω, τὴν ἡνιοχικήν. Ὅρα δʼ ἐνταῦθα καὶ τὸ «ᾔσχυνας» καιρίως λεχθὲν καὶ οὐ μόνον διότι ἀντὶ κάλλους αἰσχύνη, τὸ ἐναντίον τῷ κάλλει, καταχέεται τοῦ προσώπου τοῖς ἡττωμένοις, ἀλλὰ καὶ ὅτι καλὸν μὲν ἀρετὴ πᾶσα, αἰσχρὸν δὲ ἐξ ἐναντίου ἅπασα κακία. αἱ δέ γε κατὰ ψυχὴν ἀρεταί, ὅσαι τε κατὰ πρᾶξιν καὶ αἱ διανοηταί, ἤδη καὶ κάλλισται, ὡς λείπεσθαι τὰς αὐταῖς ἀντιθέτους κακίας αἰσχίστας εἶναι καὶ ἀναλόγως αἰσχύνειν τοὺς ἐνισχομένους αὐταῖς. Τὸ δὲ «ἔβλαψας ἵππους» κυριολεκτεῖται καὶ νῦν ὡς ἐπὶ ἐμποδισμοῦ. Τὸ δὲ «τοὺς σοὺς ἵππους πρόσθε βαλών» ἀντὶ τοῦ ἐπιτυχῶς ἀγαγὼν ἔμπροσθεν, ὁποῖόν τι μετʼ ὀλίγα καὶ τὸ «πλήθει πρόσθε βαλόντες». Τὸ δὲ «ἐς μέσον δικάσατε μηδʼ ἐπʼ ἀρωγῇ ἀντὶ τοῦ μέσως καὶ δικαίως, ὡς εἴρηται. Τὸ δὲ “Ἀντίλοχον ψεύδεσι βιασάμενος οἴχεται ἵππον ἄγων” ἀποστατικῶς ῥηθὲν καὶ ἀσυνδέτως κατὰ ἦθος θυμοῦ δοκεῖ καὶ ἔλλειψίν τινα ἔχειν. τὸ δὲ ἀνελλιπὲς ἦν φράσαι οὕτως· μή ποτέ τις εἴπῃ ὡς Ἀντίλοχον ἐβιάσατο Μενέλαος. Τὸ δὲ “βίῃ τε” λόγον ἔχει ὡς τῶν ψογερῶν αἰτιασομένων τὸν βασιλέα οἷα μήτε ἀρετῆς εὖ εἰδότα ἡνιοχικῆς μήτε ῥωμαλέον ὡς δύνασθαι βιάζεσθαι καὶ περιάγειν θρασεῖς ἵππους ὅποι χρή. Τὸ δὲ “ἰθεῖα” ἐλλιπῶς καὶ αὐτὸ εἴρηται. εἴληπται γὰρ ἀπὸ κοινοῦ τὸ δίκη ὄνομα ἐκ τοῦ δικάσασθαι ῥήματος. εἰς δὲ σαφήνειαν τῆς τοιαύτης λέξεως χρήσιμον καὶ Ἡσιόδου τὸ “ἰθεῖαν ἔνειμαν”, ἤτοι τὴν εὐθυτάτην δίκην. ἔστι δὲ καὶ ἐν Ὀδυσσείᾳ σχῆμα τοιοῦτον, ἔνθα ἑπταχῇ διαμοιρᾶται ὁ Εὔμαιος. Τὸ δὲ “ᾗ θέμις ἐστίν” ἔοικε δηλοῦν μὴ πρὸς Μενελάου πρώτου ἐπινοηθῆναι τὴν ἐνταῦθα κρίσιν, ἀλλʼ οὕτως ἐκ παλαιοῦ τὰ τοιαῦτα θεμιστεύεσθαι. Ὡς δὲ καὶ περισπᾶται, καὶ αὖ πάλιν ὀξύνεται ἄλλως τὸ ἥ, ἐν τῷ “ἣ θέμις” δεδήλωται καὶ ἐν ἄλλοις. Ῥᾳδινὴ δὲ ἱμάσθλη ἡ λεπτὴ καὶ μακρὰ κατὰ τοὺς παλαιούς, καὶ διὰ ταῦτα καὶ λιγυρά. δοκεῖ δὲ γίνεσθαι ἢ παρὰ τὸ ῥᾷον δινεῖσθαι, ἤτοι κάμπτεσθαι, διὰ λεπτότητα, ἢ παρὰ τὸ ποιεῖν τοὺς ἵππους ῥᾷον ἰέναι πλεονασμῷ τοῦ δ. Ἐν δὲ τῷ “αὐτὰρ ἱμάσθλην χερσὶν ἔχων” δοκεῖ περιττὸς εἶναι ὁ σύνδεσμος τεθεὶς ἀντὶ τοῦ δή. δῆλον δὲ καὶ ὅτι συγκέκοπται ἡ ἱμάσθλη διὰ τὸ εὐφωνότερον. τὸ γὰρ ἐντελὲς ἱμαμάσθλη ἐστίν, ὡς οἷον εἰπεῖν· ἱμάς μάσθλης, τουτέστι λῶρος μεμαλαγμένος. Τὸ δὲ τῶν ἵππων ἅψασθαι βούλεται τοῖς ἵπποις τὸ τῆς ἐπιορκίας κακὸν κατασκήπτειν, εἰ ὁ ἡνίοχος ψεύσεται, ὥσπερ καὶ τὸ τὴν ἱμάσθλην ἔχειν αἴνιγμά ἐστι τοῦ καὶ αὐτὴν καὶ τὴν κατέχουσαν χεῖρα εἰς ἀχρεῖον ἐλθεῖν, ὃ τοῖς ἐπιορκοῦσιν ὀφείλεται. Τὸ δὲ “ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν ἅρμα δόλῳ πεδῆσαι” φανερῶς δηλοῖ ὅτι καὶ ἐν τῇ υʹ ῥαψῳδίᾳ εἰς τὸ “μὴ μὲν ἐγὼ Βρισηΐδι χεῖρα ἐπενεῖκαι” λείπει τὸ ὄμνυμι, ἵνα λέγῃ ἐκεῖ· ὄμνυμι μὴ βιάσασθαι τὴν κόρην. Τὸ δὲ “πεδῆσαι” δριμέως εἴρηται. τὸ γὰρ κωλῦσαι τοῦ δρόμου πεδῆσαί φησιν ὁ βασιλεύς, αὐξάνων τὸ τοῦ νεανίσκου ἀδίκημα. φθάσας μέντοι ἐρωῆσαι εἶπε τοὺς ἵππους ὁ ποιητής, πρὸ δὲ ὀλίγων καὶ βλαβῆναι ἔφη αὐτούς. Σημείωσαι δὲ καὶ ὅτι οὐκ ἐξῆν ἐν τοῖς ἀγῶσι δόλους τεχνάζεσθαι. διὸ δίκην ἔλαχεν Ἀντίλοχος δόλου. ὡς εἰ μὴ τοῦτʼ ἦν, τί ἐκώλυε καὶ ἐν τοῖς ἑξῆς τὸν ὄπισθεν τρέχοντα πεζὸν καὶ τὰ ἴχνη τοῦ ἀντιτρέχοντος τύπτοντα χερσὶν αὐτοῦ λαβέσθαι ἢ προῶσαι καὶ καταβαλεῖν εἰς γῆν; δῆλον δὲ καὶ ὡς οὐ δύσερις ὁ Μενέλαος, ἑαυτὸν ἐκδικῶν ἐφʼ οἷς ἐδηλώθη, ἀλλʼ αὐτὸς μὲν ἀληθῶς ἤπιος ὁ παραχρῆμα φιλοτίμως διαλυσάμενος, ἡ δὲ ῥᾳδιουργία κολαστέα παρὰ τὴν ἡρωϊκὴν πανουργευσαμένη ἁπλότητα. οὕτω καὶ Ἀχιλλεὺς τῷ βασιλεῖ ἐπιμεμφόμενός φησιν “ἐκ γὰρ δή μʼ ἀπάτησε καὶ ἤλιτεν”, ὅ ἐστιν ἥμαρτεν, ἀφʼ οὗ ὁ ἀλιτρός. Ἰστέον δὲ ὅτι ἡ τοῦ Ἀντιλόχου κατὰ Μενελάου περιεργία, καθʼ ἣν παρατρέψας ἵππους ἐκτὸς ὁδοῦ καὶ ὀλίγον παρακλίνας ἤνυσε κατὰ σπουδὴν εὖ τὸ τοῦ δρόμου τέλος δοκεῖ συμβάλλεσθαί τι καὶ εἰς Πυθαγορικὸν ῥητὸν ἐκεῖνο τὸ “λεωφόρους ὁδοὺς μὴ στεῖχε”. τὸ δὲ ἦν, φασίν, ἶσον τῷ “γνώμῃ πολλῶν μὴ ἀκολούθει”. εὐθεῖαν μὲν γὰρ ἄγει ὁ χρώμενος ἡγεμόνι μόνῳ τῷ νόῳ, τῶν δʼ ἄλλων ἕκαστος ὅ τι ἂν δόξοι ἀποφαίνεται, ὡς κἀνταῦθα Μενέλαος μὲν ἄλλα ἐβούλετο, τῆς λεωφόρου αὐτὸς ὤν, Ἀντιλόχου δὲ ἄλλως ὁ νοῦς ἡγήσατο, παρακλιδὸν ἐλάσαντος καί, ὡς ἂν ὁ Καλλίμαχος εἴποι, δραμόντος “ἑτέρων ἴχνια μὴ καθʼ ὁμά”, “εἰ καὶ στεινοτέρην” ἤλασεν, ὡς εἰκός, καθὰ καὶ αὐτὸ ἐκεῖνος ἔφη. Ὅτι ὁ Ἀντίλοχος λαλῶν μετὰ τὸν Μενέλαον τοιαῦτά φησι “ἄνσχεο νῦν”, ἤτοι ἀνάσχου, “πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι σεῖο, ἄναξ Μενέλαε, σὺ δὲ πρότερος καὶ ἀρείων. οἶσθʼ οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι· κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις. τῷ τοι ἐπιτλήτω κραδίη. ἵππον δέ τοι αὐτὸς δώσω, τὴν ἀρόμην. εἰ καὶ νύ κεν οἴκοθεν ἄλλο μεῖζον ἀπαιτήσειας” ἢ μᾶλλον σαφέστερον “ἐπαιτήσειας”, “ἄφαρ κέ τοι αὐτίκα δοῦναι βουλοίμην ἢ σοί γε, διοτρεφές, ἤματα πάντα ἐκ θυμοῦ πεσέειν καὶ θεοῖς εἶναι ἀλιτρός”, ὡς εἰς τὸ θεῖον δηλαδὴ ἁμαρτανόντων τῶν τοῖς βασιλεῦσιν ἀντιβαινόντων. Ἰστέον δὲ ὅτι τὰ ῥηθέντα ἔπη, βραχύ τι παρῳδούμενα, δύνανται λέγεσθαι πρὸς νέου, ἐνδόξῳ γηραιτέρῳ εἴκοντος, καὶ ὅτι τὸ “οἶσθα γάρ” καὶ ἑξῆς ἕως τοῦ “λεπτὴ δέ τε μῆτις” γνωμικῶς εἴρηνται, διʼ ὧν ὑπογράφεται φύσις νεότητος. Ὅρα δὲ καὶ ὅπως ὁ Ἀντίλοχος ὑποπίπτει τῷ βασιλεῖ καὶ ἑαυτὸν ὑποβιβάζων ἐξαίρει ἐκεῖνον κἀντεῦθεν πραΰνει, καὶ οὕτω μεθεμένου ἐκείνου λαμβάνει ἀμάχως τὸ ἔπαθλον. λόγος γὰρ ἀφελής τε καὶ ἐπιεικὴς οἶδε μαλθάσσειν ὀργήν. ποιεῖ δὲ οὕτως Ἀντίλοχος, οἷα τὴν ψευδορκίαν εὐπαιδεύτως εὐλαβηθείς. Ὑπερβασίαι δὲ αἱ παραβάσεις τοῦ δέοντος, αἷς ὡς ἐπὶ πολὺ ἁλίσκονται νέοι, ὁποῖος καὶ ὁ Νεστορίδης, πολὺ νεώτερος ἱστορούμενος εἶναι τοῦ Μενελάου, νέου δηλαδὴ καὶ αὐτοῦ ὄντος. Σημείωσαι δὲ ὅτι οἷς ἑαυτὸν ὁ Ἀντίλοχος ταπεινοῖ, ἐμπλέκει λεληθότως τῷ καθόλου καὶ οἰκεῖον ἐγκώμιον, ταχύτερον εἰπὼν εἶναι τῷ νέῳ τὸν νοῦν, λεπτὴν δὲ τὴν βουλήν, ὡς τοῦ Μενελάου μὴ τοιούτου δῆθεν ὄντος, ἀλλὰ βραδὺν καὶ παχὺν ἔχοντος νοῦν. Καὶ τὰς ὑπερβασίας δὲ οὐ τραχύνει. οὐ γὰρ εἶπε δειναὶ ἢ βαρεῖαι ἢ ὑπερφίαλοι ἤ τι τοιοῦτον, ἀλλὰ ἀορίστως “οἷαι” ὅπερ μέση λέξις ἐστί, καθάπερ ἴσως καὶ ἡ ὑπερβασία, εἴ τις αὐτὴν ἀντὶ τοῦ ὑπερβαίνειν λήψοιτο. ὑπερβαίνειν γὰρ οὐ μόνον τὸ ἁμαρτάνειν, ἀλλὰ καὶ τὸ ὑπερνικᾶν πρὸς ὁμοιότητα τοῦ ὑπερτρέχειν καὶ ὑπερελαύνειν καὶ ὑπερακοντίζειν καὶ ὑπερβάλλειν. καὶ τοιαύτη μὲν ἡ μία ἐπιφάνεια τῆς Ὁμηρικῆς δίπλακος, ἣν ὁ σοφὸς νεανίας ἐξύφηνε, μεμαθηκὼς ἐκ τοῦ σοφωτάτου πατρὸς εὖ ὑφαίνειν μύθους. ἐν ᾗ ἐπιφανείᾳ παραυγάζει ἔννοιαν κατὰ τοῦ ἄνακτος Μενελάου, ὡς εἴρηται. ἡ δὲ ἑτέρα, καθʼ ἣν σχηματίζει καταλαλεῖν ἑαυτοῦ—οὐ δήπου γὰρ ἀνέδην κακολογῆσαι τὸν βασιλέα προὔθετο—τοιάδε τίς ἐστι. Κραιπνὸν μὲν ἑαυτῷ μαρτύρεται νόον καὶ διὰ τοῦτο δῆθεν οὐδὲ ἀσφαλῆ. κατὰ γὰρ τὸν φιλόμηρον Σοφοκλῆ “οἱ ταχεῖς φρονεῖν οὐκ ἀσφαλεῖς” εἰσι. Λεπτὴν δὲ μῆτιν λέγει τὴν αὑτοῦ ὡς οἷα μηδὲν ἁδρὸν καὶ στερρὸν προμηθουμένου. οὐ γὰρ ἔπαινος ἐμφανῶς ἡ λεπτὴ μῆτις, εἴ τις ἐπὶ νοῦν φέρει τὸ “βράσσων τε νόος λεπτὴ δέ τε μῆτις”, ἤγουν ἰσχνή, εὐδιάλυτος, εὐδιάρρηκτος, οὐ δραστήριος, ἀπαχής. τοῦτο δὲ ἀπὸ ἰσχνῶν μετῆκται σωμάτων, οἷς οὐδέν τι γενναῖόν ἐστιν ἀνύειν, ἵνα λέγῃ ὁ Ἀντίλοχος μηδὲν καινὸν εἶναι, εἰ νέος ὢν σοφὸς μέν ἐστι, οὐ φρόνιμος δέ. πρὸς δὲ ταῦτα νοεῖται καὶ ἡ ὑπερβασία οὐκ ἐπʼ ἀγαθῷ. καὶ τὸ “οἷαι” δὲ ὁμοίως διὰ τὸ μέσως ἔχειν πρὸς νοῦν ὅμοιον συμβιβάζεται. ἐσχημάτισται οὖν τὸ τοῦ Ἀντιλόχου γνωμικὸν διχῇ, σχιζόμενον εἴς τε τὸ ἑαυτὸν συνιστᾶν ὑπὲρ τὸν Μενέλαον, καὶ εἰς τὸ δῆθεν ψέγειν ἑαυτόν. ἔχει δέ τι καὶ μεγαλόφρον ὁ τοῦ νέου λόγος, ἐν οἷς ἐμφαίνει τὴν ἵππον οὐκ ἐκ μέσου, ἀλλὰ παρʼ ἑαυτοῦ διδόναι ὡς οἰκείαν, φασίν, οὖσαν, καὶ τοῦ ἄθλου ἑκὼν ἐξίστασθαι, ὡς δῆθεν τοῦ Μενελάου αἰτήσαντος. διὸ χώραν ἔχει καὶ τό, ὡς ἐρρέθη, ἐπαιτῆσαι. Εἰ γὰρ ἐπὶ τῇ ἵππῳ καὶ ἄλλο τι μεῖζον αἰτήσειας, καὶ αὐτό, φησί, δώσω “αὐτίκα”, οὐ μὴν δέει τινί, ἀλλʼ ἵνα σὺν τῷ φιλεῖσθαί σοι μηδὲ θεομισὴς γένωμαι. οἱ δὲ παλαιοί φασι καὶ ὅτι διὰ τοῦ “καὶ ἄλλο τι μεῖζον”, διδάσκει ὁ νεανίας ὡς καὶ τοῦτο οἴκοθέν ἐστι καὶ ἤδη ἐμόν. Ὅρα δʼ ἐν τούτοις καὶ τὴν ἀσφάλειαν τοῦ “ἣν ἀρόμην”. οὐ γὰρ φανερῶς ἔφη τὴν ἐμὴν ἵππον, οὐδὲ ἣν ἔσχον ἔπαθλον, ἀλλὰ μέσως πως “ἣν ἠρόμην”, ὅπως ἂν καὶ ἠρόμην. θέλει γὰρ δεῖξαι, ὡς οὐ πρόσθεν μόνον ἐπέπνυτο, ἀλλὰ καὶ νῦν πέπνυται, καθὰ καὶ Ὅμηρος ἐπέκρινε, πεπνυμένον κἀνταῦθα εἰπὼν τὸν Ἀντίλοχον, εἰ καὶ ὁ Μενέλαος ἀφραδέως τε αὐτὸν εἶπεν ἐλάσαι καὶ “πρόσθε πεπνυμένον” ὠνόμασε. Διὸ τὸν νοῦν πρὸς ἑαυτῷ ἔχων λαλεῖ ἐσκεμμένα. Ὅθεν καὶ εἰπὼν “σὺ δὲ πρότερος”, ἤτοι ἀρχαιότερος, ἐπήγαγε τὸ “καὶ ἀρείων”, ἵνα μὴ τὸ πρότερος νοηθείη φορτικῶς ὁμοίως τῷ ἀρχαιότερος, ὡς πολλαχοῦ φαίνεται. Τὸ δὲ “ἀρείων” συγκροτεῖ διὰ τοῦ “ἄναξ” καὶ διὰ τοῦ “διοτρεφές”. Ἰστέον δὲ ὅτι τὸ ὑπερβασία καὶ τὸ ὑπερβαίνειν, ὃ ταὐτόν πώς ἐστι τῷ ὑπερπηδᾶν, προσφυῶς ἔχει πρὸς τὸ “κραιπνότερος νόος” κατά γε τὴν τροπήν. κραιπνοῖς γὰρ οἰκεῖον τὸ ὑπερπηδᾶν καὶ τὸ ὑπερπήδημα, οἷς ὅμοια τὸ ὑπερβαίνειν καὶ ἡ ἐξ αὐτοῦ ὑπερβασία, ἧς καὶ παρʼ Ἡσιόδῳ χρῆσίς ἐστιν ἐν τῷ “ὑπερβασίαι δʼ ἀλεγειναί”. Τὸ δὲ “ἐκ θυμοῦ πεσεῖν” ἔχει τι καὶ ὀνείδους, εἴπερ ὁ τοσοῦτος τὸν ἔσω τῆς ψυχῆς ἔξω βάλῃ αὐτῆς διὰ τὴν τυχοῦσαν ἵππον. Οὕτω δὲ διαθέμενος τὸν λόγον ὁ Νεστορίδης ἐν χερσὶ Μενελάου ἄγων ἐτίθει τὴν ἵππον, ὅ ἐστιν ἔβαλλεν, ἐδίδου, καθὰ καὶ ἀνωτέρω κῆρυξ ἐν χερσὶ σκῆπτρον ἔθηκεν. Τὸ μέντοι “ἐν χερσὶ τίθει” Νέστορος “ἀμφίθετον φιάλην” ἑρμηνείας οὐ δεήσεται, ὡς οὐδʼ ἐπὶ τοῦ Λοκροῦ Αἴαντος τὸ “ἡμιτάλαντον χρυσοῦ ἐπιθήσω”. ταῦτα δὲ ὅμοιά ἐστι πρὸς τὸ “δώσω οἱ θώρηκα”, ὃ φθάσας εἶπεν ὁ ποιητής, ὡς καὶ τὸ ἐν χερσὶ τίθει» φιάλην «Νέστορι δῶκεν Ἀχιλλεύς», εἶπεν, εἰς ταὐτὸν ἄγων τὸ ἔθηκε καὶ τὸ ἔδωκεν. Ὅτι Μενέλαος Ἀντιλόχου εἴξαντος αὐτῷ τοῦ ἐπάθλου πάνυ χαίρει ὡς τιμηθείς. Φησὶ γὰρ «τοῦ δὲ θυμὸς ἰάνθη ὡς εἴ τε περὶ σταχύεσιν ἑέρση ληΐου ἀλδήσκοντος, ὅτε φρίσσουσιν ἄρουραι», ὅπερ λαληθῆναι οἰκεῖον ἐπὶ τοῦ μετὰ θυμὸν γαληνιάσαντος διὰ χρηστολογίας ἢ τοιούτου τινός. Ἐνταῦθα δὲ ὁ ποιητὴς ἀποδεξάμενος τῆς ἐνηείας τὸν βασιλέα φησὶν ἐν σχήματι ἀποστροφῆς ἀποδιδοὺς τὴν παραβολήν «ὣς ἄρα σοι Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη», ὅ ἐστι διεχέθη. Καὶ σημείωσαι ὅτι τριῶν ἐνταῦθα στίχων ἐφεξῆς ἀλλήλοις κειμένων τὸ «ἰάνθη» ἐν τῇ ἀρχῇ τοῦ πρώτου στίχου καὶ ἐν τῷ τέλει τοῦ τρίτου κείμενον σχῆμα κύκλου ἀποτελεῖ. ὁ δὲ νοῦς τῆς παραβολῆς τοιοῦτός τις· γέγονε τῇ ψυχῇ τοῦ Μενελάου ὁ τοῦ Ἀντιλόχου λόγος καὶ τὸ ἔργον, ἑαυτῷ τε φυλάξαντος τὸ σεμνὸν καὶ μηδὲ τῷ βασιλεῖ προσκρούσαντος, καθὰ δρόσος σταχύεσι καὶ ἑξῆς, τουτέστι, καθάπερ ἡ δρόσος χαλαροὺς ἄλλως τυχὸν ὄντας τοὺς στάχυας ἀνιστᾷ καὶ φρίσσειν ποιεῖ εἰσδυομένη καὶ τὸ πνεῦμα τοῖς πόροις διαπορθμεύουσα καὶ ὀγκοῦσα καὶ φυσῶσα καὶ εἰς ὀρθὸν ἐγείρουσα, οὕτω καὶ τὸ τοῦ Ἀντιλόχου ἔργον ὤρθωσε τὸν Μενέλαον κατακεκλιμένον οἷον καὶ κάτω νεύοντα τῇ ἀποπτώσει τοῦ ἄθλου. καὶ οὕτω μὲν ὁ νοῦς καθέσταται τῆς παραβολῆς. ἡ δὲ φράσις εἴη ἂν σαφεστάτη, στιγμῆς τελείας τεθείσης ἐν τῷ «τοῖο δὲ θυμὸς ἰάνθη», ἵνα λέγῃ ὁ ποιητὴς ἀποστατικῶς ὅτι, καθὰ δρόσος ἐν σταχύεσίν ἐστι δηλαδή, ἣ γίνεται ὅτε τῇ τοῦ ληΐου αὐξήσει φρίσσουσιν ἄρουραι—φρίσσει γάρ πως τὸ αὐξόμενον—, οὕτω σοί, ὦ Μενέλαε, ὁ θυμὸς ἰάνθη, ὡς καὶ τοῦ ληΐου τρόπον τινὰ ἰαινομένου ἐν τῷ διαχέεσθαι τῇ δρόσῳ πρὸς αὔξησιν. τινὲς μέντοι τὸ «καθὰ περὶ σταχύεσσιν ἐέρση» ἀντιπτωτικῶς συνέταξαν, εἰπόντες, καθὰ οἱ στάχυες τῇ ἐέρσῃ, ἰαίνονται δηλαδή. συνέταξαν δὲ οἱ τοιοῦτοι οὕτως κατὰ ἀνάγκην, ἐπεὶ μὴ ἔστιξαν τελείαν ἐν τῷ «τοῦ δὲ θυμὸς ἰάνθη», ἀλλὰ συνημμένως ἀνέγνων «τοῖο δὲ θυμὸς ἰάνθη, ὡς εἴ τε περὶ σταχύεσσιν ἑέρση», ὡς ἐντεῦθεν δοκεῖν λέγειν τὸν ποιητὴν οὕτως ἰανθῆναι τῷ βασιλεῖ τὴν ψυχήν, ὡς περὶ σταχύεσσιν ἰαίνεται δρόσος, ὅπερ ἀπεμφαῖνόν ἐστιν. οὐ γὰρ ἐέρση ἀσταχύεσσιν ἰαίνεται, ἀλλʼ ἀνάπαλιν οἱ στάχυες τῇ δρόσῳ. οἱ δὲ παλαιοὶ φράζουσι καὶ οὕτως· ὡς λήϊον περιχυθὲν δρόσῳ φαιδρύνεται μεταβάλλον ἐκ τῆς πρῴην στυγνότητος, ὅτε δηλαδὴ τελειοῦνται οἱ στάχυες, τότε γὰρ φανερὰ ἡ ἐπίδοσις, οὕτω καὶ σοὶ θυμὸς ἰάνθη. ὅτι δὲ τὸ ἰαίνεσθαι οὐκ ἐπὶ μόνου ἀνθρώπου λέγεται, δῆλον. ἰδοὺ γὰρ νῦν κατά τινας καὶ ἐπὶ ἀσταχύων εἰρῆσθαι δοκεῖ. ἀλλαχοῦ δὲ καὶ χαλκὸς ἰαίνεται πυρούμενος, ὡς εἴ τις εἴπῃ χλιαίνεται. Ἀλδήσκειν δὲ κυρίως τὸ ἐκ ποτισμοῦ αὔξειν, ὡς ἀπὸ τοῦ ἄρδω, τραπέντος ὡς καὶ ἐν ἄλλοις τοῦ ρ εἰς λ. Φρίσσουσι δὲ ἄρουραι ὡς πρὸ τούτων ἀλλαχοῦ τὸ λήϊον. Ὅτι ἔνδοξος ἀνὴρ νεωτέρῳ εἴκων, ζημιοῦντι αὐτὸν διὰ φιλίαν, ἐπιλεξάμενος πολλὰ ὧν ὁ Μενέλαος ἔφη πρὸς Ἀντίλοχον, οἰκειώσεται αὐτὰ λέγων ἢ γράφων. Εἰσὶ δὲ τὰ Ὁμηρικὰ τοιαῦτα «Ἀντίλοχε, νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτός, χωόμενος, ἐπεὶ οὔ τι παρήορος οὐδʼ ἀεσίφρων ἦσθα πάρος· νῦν αὖτε νόον νίκησε νεοίη. δεύτερον αὖτʼ ἀλέασθαι», ὅ ἐστιν ἔκφυγε, «ἀμείνονας ἠπεροπεύειν. οὐ γάρ κέν με τάχʼ ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν. ἀλλὰ σὺ γὰρ δὴ πόλλʼ ἔπαθες καὶ πόλλʼ ἐμόγησας, σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκʼ ἐμεῖο. τῷ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε, ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής». τοῦτο δὲ εἶπε πρὸς τὸ «οἷαι νέου ὑπερβασίαι», οἱονεὶ λέγων ὡς, εἰ καὶ Ἀντίλοχος ὑπερβαίνει, ἀλλʼ ὁ Μενέλαος οὐ τοιοῦτός ἐστιν. Ὅρα δὲ καὶ τῆς τοῦ βασιλέως δημηγορίας τὸ μεγαλεῖον, ἀντεπεξαγομένου φιλοτίμως, οἷς ὁ νεανίας ῥήτωρ δεινῶς ἐδημηγόρησε. καὶ γὰρ φανερῶς ἑαυτὸν ἀμείνονα τοῦ Ἀντιλόχου φησίν, ὡς καὶ ἐκεῖνος αὐτὸν ἀρείονα ἔφη, καὶ τὴν ἵππον αὐτοῦ εἶναι λέγει, καὶ οὐχʼ ἁπλῶς, ἀλλὰ λισσομένῳ διδόναι τῷ Ἀντιλόχῳ, καὶ οὐδὲ ὡς ἔπαθλον, ἀλλʼ ὡς χάριν ἀνθʼ ὧν ὑπὲρ αὐτοῦ ὁ πατήρ τε Νέστωρ καὶ αὐτὸς καὶ ὁ ἀδελφὸς Θρασυμήδης ἔπαθον. Ἰστέον δὲ καὶ ὅτι τὸ «ἐγὼν ὑπείξομαι» γινώσκειν δηλοῖ, φασί, τὸν βασιλέα, ὡς οἱ εἴκοντες νικῶσι τοὺς φίλους κατὰ τὸ «κρατεῖς τοι τῶν φίλων νικώμενος», ἤγουν νικᾷς εἴκων τοῖς φίλοις. Τὸ δὲ «χωόμενος» τὸ τοῦ βασιλέως αὔξει ἐπιεικές, εἰ καὶ χωόμενος ὅμως ταχὺ μεταβαλεῖται καὶ φιλοφρονήσεται τὸν Ἀντίλοχον. Ἐν δὲ τῷ «ἐπεὶ οὔ τι παρήορος, νῦν δὲ νόον ἐνίκησε νεοίη» ἑκάτερα συλλαβών φησιν ὁ Μενέλαος, ἤγουν ὅπερ τε αὐτὸς φθάσας εἶπε πρὸς Ἀντίλοχον καὶ ὅπερ ὁ Ἀντίλοχος ἔφη περὶ ἑαυτοῦ, ἤγουν τὸ «Ἀντίλοχε, πρόσθε πεπνυμένε», καὶ τὸ «οἶσθα οἷαι νέου ὑπερβασίαι». τὸ μὲν γὰρ «ἐπεὶ οὔ τι παρήορος» παράφρασίς ἐστι τοῦ «πρόσθε πεπνυμένε» τὸ δὲ «νόον νίκησε νεοίη» παραφράζει τὰς τοῦ νέου ὑπερβασίας σεμνότερον. ἔστι γὰρ οὐ παρήορος μὲν ὁ οὐκ ἄφρων, ἀλλὰ δηλαδὴ πεπνυμένος· νεοίη δὲ ἡ νεότης, ἧς αἱ ὑπερβασίαι. καὶ ἔστιν ὁ νοῦς τοῦ ῥητοῦ, ὅτι πάρος μὴ ὄντα σε ἄφρονα νῦν ἡ νεότης ἐνίκησεν. εἴρηται δὲ τὸ «παρήορος» ἐκ μεταφορᾶς τῶν παρηόρων ἵππων, ὧν ἡ ἐτυμολογία εἴρηται ἀλλαχοῦ. ὡς γὰρ αὐτοὶ οὐ κατὰ τοὺς ζυγίους ἀσφαλῶς καὶ στερεῶς, ὅμοιον δʼ ἂν εἴη εἰπεῖν καὶ ἀραρότως, συνδέδενται τῷ ἅρματι, ἀλλʼ ἄφετοι παραείρονται, ἤτοι παραζεύγνυνται, οὕτω καὶ ὁ μὴ φρενήρης οὐ συνῆκται εἰς ἑαυτὸν ὡς ὁ ἀρηρὼς τὰς φρένας, ἀλλὰ κατὰ τοὺς παρηόρους ἀνίεται θέλων πλάζεσθαι. οἱ δὲ παλαιοὶ γράφουσιν οὕτω· παρήορος παρατεταμένος, ἄφρων, καὶ ἵππος συνδεδεμένος τῇ ξυνωρίδι. βούλεται δὲ αὐτοῖς ὁ λόγος οὗτος δηλοῦν, ὡς τρία ταῦτα τὰ ῥηθέντα σημαίνει ὁ παρήορος. ὁ δέ γε παρὰ Θεοκρίτῳ πάραρος δηλοῖ μὲν ὅπερ καὶ ὁ ἐνταῦθα παρήορος, γίνεται δὲ οὐ παρὰ τὸ ἀείρω, ἀλλὰ παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, οἱονεὶ ὁ παρηρμοσμένος, ὁ μὴ συνέχειαν ἔχων, ὁ μὴ πυκινός, ὁ μὴ φρενήρης, ὁ ἀραιὸς τὸν νοῦν. πρὸς ἅπερ ἔχοι ἂν ὁμοιότητα καὶ ἡ κακορραφία τοῦ λογισμοῦ καὶ τὸ μὴ εὖ μῆτιν ὑφαίνεσθαι. εἰς δὲ τὸ ῥηθὲν ἀραιόν συγκροτεῖ καὶ ἡ μανία παρὰ τὸ μανόν γινομένη, ὃ δηλοῖ τὸ ἀραιόν. Τὸ δὲ «ἀεσίφρων» ἐφερμηνευτικὸν μέν ἐστι τοῦ παρήορος, οὐχʼ ἧττον δʼ ἐκείνου ἀσαφές, εἰς δὲ γραφὴν πεζὴν δυσχρηστότερον. γίνεται δὲ παρὰ τὸ ἀέσω, τὸ βλάψω, καὶ τὸ φρήν. καὶ δηλοῦται διʼ αὐτοῦ ὁ φρενοβλαβής. καὶ ἄλλως δέ, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, ἀεσίφρων, οὗ αἱ φρένες ἠερέθονται, ὡς ἀπὸ τοῦ ἀείρω, ἵνα ᾖ ἀερσίφρων, καὶ ὑπεξαιρέσει τοῦ ρ ἀεσίφρων. εἰ δέ που ἐν δυσὶ σίγμα γράφεται ἡ λέξις αὕτη, Αἰολικόν ἐστι τὸ τοῦ ἡμιφώνου δίπλασμα. Νεοίη δὲ κυρίως ἡ νεωτερικὴ κατάστασις ἀπὸ τοῦ νέος νεοῖος, οὗ θηλυκὸν ἡ νεοίη, ὥσπερ καὶ ἄλλος ἀλλοῖος ἀλλοίη καὶ ἕτερα πολλά. ὅμοιον δὲ καὶ τὸ ἠώς ἠόος ἠοῖος, καὶ θηλυκὸν ἠοίη, ὃ δηλοῖ πρωϊνὴν ἢ ἀνατολικήν. ἔστι δὲ ἡ νεοίη ἡ αὐτὴ τῇ πολλαχοῦ ῥηθείσῃ νηπιέῃ, ἵνα εἴη ὥσπερ ἠοῖος οὐχʼ ἡ πρωΐα ἢ ἡ ἀνατολή, ἀλλʼ ὁ πρωϊνὸς καὶ ὁ ἀνατολικός, οὕτω κτητικῶς καὶ νεοῖος καὶ νεοίη ὁ νεωτερικὸς νοῦς καὶ ἡ νεάζουσα φρήν. Τὸ δὲ «ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν» καὶ γνωμικῶς ἐν τῷ καθόλου δύναταί ποτε λέγεσθαι. καὶ ἔστιν ὅμοιον τῷ «μὴ πρὸς κρείσσονας ἀντιφερίζειν». Τὸ δὲ «οὐ γάρ με τάχʼ ἄλλος παρέπεισε» τὸ κατὰ φιλίαν ἐνηὲς δηλοῖ τοῦ βασιλέως. Τὸ δὲ, μὴ πεισθῆναι μὲν γὰρ ὅλως θυμοῦ ὑπερφιάλου καὶ ἀπηνοῦς, ὅπερ ἀπέφησεν ἑαυτοῦ ὁ βασιλεύς. Τὸ δὲ, «μὴ τάχα», ἤγουν ταχύ, πεισθῆναι, εἰ καὶ κάλλιον ἐστι τοῦ ἀμετάθετα χολοῦσθαι, ὅμως ἀναρτᾷ τὴν χάριν καὶ εἰς κακόχαρτον αὐτὴν ἄγει καὶ ἄχαρι. Τὸ δὲ ταχέως οὕτω παραπεισθῆναι, ἀλλὰ τοῦτό γε ἀληθῶς ἠπίου ἀνδρός, ὁποῖος καὶ Μενέλαος, ἐν ὀλιγίστῳ παραπεισθεὶς καὶ τοῦ δευτέρου ἑκὼν ὑπεκστὰς ἄθλου καὶ τὸ τρίτον λαβών. ἐνταῦθα δὲ τὸ «παρέπεισε» πλεῖόν τι δηλοῖ τοῦ ἔπεισε. πειθοῦς γὰρ τάχος ἡ παρα πρόθεσις ἐμφαίνει, σημαντικὴ οὖσα ἐγγύτητος. τὴν δὲ τοιαύτην παρασήμανσιν ἑλκυστέον καὶ εἰς τὸ παραιφάσκειν καὶ εἰς τὸ παρειπεῖν καὶ εἰς τὰ ὅμοια. Ἐν δὲ τῷ «οὔ μοι θυμὸς ὑπερφίαλος καὶ ἀπηνής», ἀλλὰ δηλονότι ἐνηής, οὐ καινόν, εἴπερ ἀνεπαχθῶς ἑαυτὸν ὁ βασιλεὺς ἐπαινεῖ. καὶ Νέστωρ γὰρ οὕτως ἐν τοῖς ἑξῆς ἑαυτὸν ἐνηέα καλεῖ ἐν τῷ «ὥς μευ ἀεὶ μέμνηαι ἐνηέος». οὕτω καὶ Ἀχιλλεὺς ἄριστον Ἀχαιῶν ἑαυτόν που προσεῖπε, καὶ ἄλλοι δὲ ἄλλως τὰ καθʼ ἑαυτοὺς ἐσέμνυναν. Ταῦτα δὲ εἰπὼν ὁ βασιλεὺς Ἀντιλόχῳ μὲν ὑπεῖξε λαβόντι τὴν ἵππον, ἣν ἐκεῖνος «Νοήμονι δῶκεν ἑταίρῳ ἄγειν· ὃ δʼ ἔπειτα λέβητα ἕλε παμφανόωντα», τὸ ὑποδεέστερον ἄεθλον. ὁ δὲ ῥηθεὶς Πύλιος Νοήμων ὁμώνυμός ἐστιν ἑτέρῳ Ἰθακησίῳ τῷ ἐν Ὀδυσσείᾳ. Ὅτι ἐπειδὴ ὁ πέμπτος Μηριόνης «ἀνάειρε δύο χρυσοῖο τάλαντα τέτρατος ὡς ἔλασε, πέμπτον δʼ ὑπελείπετʼ ἄεθλον ἀμφίθετος φιάλη», ἡ προρρηθεῖσα, ταύτην Νέστορι ἔδωκεν Ἀχιλλεὺς ἄεθλον ἄπονον, «Ἀργείων ἀνʼ ἀγῶνα φέρων», εἰπὼν «τῆ», τουτέστι λάβε νῦν, «καί σοι τοῦτο γέρον κειμήλιον ἔστω Πατρόκλοιο τάφου μνῆμʼ ἔμμεναι· οὐ γὰρ ἔτʼ αὐτὸν ὄψει ἐν Ἀργείοισι. δίδωμι δέ τοι τόδʼ ἄεθλον αὔτως· οὐ γὰρ πὺξ μεμαχήσεαι, οὐδὲ παλαίσεις, οὐδέ τʼ ἀκοντιστὺν ἐσδύσσεαι, οὐδὲ πόδεσσι θεύσεαι· ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει», ἢ «ἔπεισιν». Ἐν τούτοις δὲ ὅρα ὅτι τὸ «Νέστορι ἔδωκεν Ἀχιλλεύς» προληπτικῶς εἴρηται, ἤγουν ἀναπεφώνηται πρὸ τῆς δόσεως. Μετὰ γὰρ τὰ ῥηθέντα, τότε δὴ ἐπάγει ὁ ποιητὴς «ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δʼ ἐδέξατο χαίρων» καὶ αὐτός, διὰ τὴν τιμὴν δηλαδή. ἐφετὸν γὰρ καὶ αὐτή. ὅτι δὲ τὸ τιθέναι καὶ ἐνταῦθα καὶ ἐν τοῖς ὁμοίοις ταὐτόν ἐστι τῷ διδόναι, πρὸ βραχέων εἴρηται, καθὰ δηλοῖ καὶ τὸ «δίδωμι δέ τοι τόδε ἄεθλον». ᾯ χαίροι ἂν ἴσως ὁ γέρων ὡς φιλοτοιοῦτος, ὅσγε καὶ τὸ περίπυστον δέπας εἶχεν, ὅπερ ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης, αὐτὸς δʼ ἀμογητὶ ἄειρε. καινὸν δʼ οὐδὲν φιλεῖσθαι τῷ γηραλέῳ ἥρωϊ τὰ τοιαῦτα, εἴγε κοινὸν τοῦτʼ ἦν φίλημα τῷ ἡρωϊκῷ γένει. καὶ ᾧ μὲν Ἡρακλῆς λέγεται διαπεραιώσασθαι λέβητι εἰς τὴν Ὠκεανῖτιν Ἐρύθειαν, ἰδίᾳ κείσθω θεραπείας μεταληπτικῆς δεόμενον. τὸ δὲ τοῦ Ἀτρέως χρυσόμαλλον ἀρνίον συμφωνεῖται ποτήριον ἀργύρεον εἶναι, χρυσέῳ ἐμπεπαισμένον ἀρνίῳ περὶ τὸ τοῦ πυθμένος μέσον. περιᾴδεται δὲ καὶ ὁ παρὰ τῷ Ἀχιλλεῖ κρατὴρ τοῦ Διονύσου. παραδίδωσι δὲ πολλὰ τοιαῦτα καὶ ὁ Δειπνοσοφιστής, ἐν οἷς καὶ Σοφοκλοῦς περὶ Ἀκρισίου τὸ «καὶ κοῖλα χρυσόκολλα καὶ πανάργυρα ἐκπώματʼ εἰς ἀριθμὸν ἑξήκοντα δίς». μνηστέον δʼ ἐνταῦθα καὶ τοῦ Ἀρκάδος Βαθυκλέος, ὃς ποτήριον ἀπέλιπεν ἆθλον τῷ κριθέντι ἀρίστῳ τῶν καλουμένων σοφῶν. Τὸ δὲ «κειμήλιον ἔστω» τοῦ παλαιοῦ καὶ αὐτὸ ἔθους ἦν, ὃ πολλαχοῦ δηλοῦται. ἀπέκειντο γὰρ τὰ ξένια εἰς μνήμην φιλίας. Διὸ καὶ ἐν τούτοις φησὶ «μνῆμα εἶναι», τουτέστι μνήμην, καὶ ἰδιωτικῶς εἰπεῖν, ὑπόμνησιν, ὃ καὶ σημείωσαι, ὡς μὴ ἀεὶ τοῦ μνήματος τάφον σημαίνοντος. ἔστι δὲ τὸ δῶρον νῦν μὲν τάφου μνῆμα, ἤγουν ταφῆς, ὡς καὶ προεγράφη, ἀλλαχοῦ δὲ ξενίας ἢ ὁδοιπορίας ἢ ὅλως συναλλαγῆς φιλικῆς. Ἰστέον δὲ ὅτι οὐ μόνον τάφος νῦν ἡ ταφή, ὡς ἐγράφη, ὁμοίως τῷ χολή χόλος καὶ τοῖς τοιούτοις, ἀλλὰ καὶ ὁ ἐπιτάφιος κατὰ τοὺς παλαιούς, ὡς καὶ ἐν τῷ «ἐς τάφον ἔνθα πάντας ἐνίκα». Τὸ δὲ «οὐ γὰρ ἔτʼ αὐτὸν ὄψει» πρὸς οἶκτον εἴρηται, ὡς τοῦ Πατρόκλου, διʼ ὃν τὸ δῶρον, οὐκ ὀφειλέτην ἔχοντος ἀντιχάριτος τὸν αὐτὸ λαβόντα Νέστορα διὰ τὸ θανεῖν. διὸ καὶ κυρίως ἂν εἴη δῶρον, ὡς μήτε ἀέθλιον ὂν μήτε πρὸς ἀντίδοσιν χαρισθέν. Ἀχιλλεὺς μέντοι ὀκνεῖ δῶρον εἰπεῖν, ἀέθλιον δὲ λέγει αὐτό, οὐχʼ ἁπλῶς, ἀλλὰ τιμῶν καὶ οὕτω τὸν γέροντα, ἵνα λάβῃ αὐτὸ ἄεθλον ἀρετῆς ἀποθέτου, ἤδη δὲ καὶ συμβουλῆς, διʼ ἧς οἷον συννενίκηκε τῷ υἱῷ Ἀντιλόχῳ. διὰ τοῦτο γὰρ καὶ αὐτῶς διδόναι εἶπεν, ἤγουν οὕτως ἁπλῶς καὶ ἀδιορίστως, διὰ τὸ εὐφημότερον, οὐ θέλει γὰρ δῶρον εἰπεῖν, ὡς εἴρηται, εἰ καὶ ἀληθῶς δῶρόν ἐστιν. Ἐχρῆν δὲ ἄρα τὸν καὶ σοφὸν γέροντα, ἦν δὲ ὅτε καὶ ἀνδρεῖον, γέρας ἔχειν ὑπὲρ ἀμφοῖν ταύταιν ἀρεταῖν, ὑφʼ ὧν ὅσα καὶ ξυνωρίδος τιμίας μετέωρος ἔποχος αἴρεται. Ἰστέον δὲ ὅτι κατὰ τὴν παλαιὰν ἱστορίαν, εἰ καὶ μεγίστη τῶν πολιτικῶν ἀρετῶν ἡ ἀνδρία ὑπελαμβάνετο εἶναι, ὅμως οὐδὲ τοῦ σοφοὶ εἶναι ἀπείχοντο οἱ ἀνδριζόμενοι. ἦν γάρ, φασί, χρεία καὶ τῇ ἀνδρίᾳ σοφίας, ὡς δηλοῖ Παλαμήδης, καί τι καὶ Ἡρακλῆς. περιᾴδεται δὲ καὶ ἱστορία Δίκτυος, ὃς ἦν στρατιώτης ὑπὸ τῷ Ἰδομενεῖ. τῶν τε ὕστερον μεγάλων Ῥωμαίων πολλοὶ καὶ σοφοὶ καὶ ἀνδρεῖοι ἦσαν. Ἀλκαῖος δὲ ὁ ποιητὴς κατὰ τὴν ἱστορίαν τοῦ Ἀθηναίου μουσικώτατος γενόμενος, ὅμως «μαρμαίρει», φησί, «μέγας δόμος χαλκῷ», καὶ ἄλλα τοιαῦτα. καίτοι ἥρμοττεν ἴσως τὴν οἰκίαν εἰπεῖν πλήρη αὐτῷ εἶναι μουσικῶν ὀργάνων. καὶ Ἀρχίλοχος δέ, ἀγαθὸς ὢν ποιητής, «εἰμὶ δʼ ἐγώ», φησί, «θεράπων μὲν Ἐνυαλίοιο ἄνακτος καὶ Μουσάων ἐρατὸν δῶρον ἐπιστάμενος». Λακεδαιμόνιοι δὲ μετὰ αὐλῶν ἐστρατεύοντο, Κρῆτες μετὰ λύρας, Λυδοὶ μετὰ συρίγγων καὶ αὐλῶν, Γέται δὲ κιθάρας ἔχοντες ἐπικηρυκείας ἐποιοῦντο, φησί, καταπραΰνοντες τῶν ἐναντίων τὰς ψυχάς. τοιοῦτον ἄρτυμα τῶν τε ἄλλων ἀρετῶν καὶ τῆς ἀνδρίας ἡ σοφία. Ὅρα δὲ καὶ ὅτι τῶν ἀπηριθμημένων τεσσάρων ἀγωνισμάτων τὸ τῆς πάλης μόνον ἁπλῶς ἔφη, εἰπὼν «οὐδὲ παλαίσεις», τὰ δὲ λοιπὰ περιέφρασε, τὸ πυγμαχήσεις, τὸ ἀκοντίσεις, τὸ δραμῇ. Τῇ δʼ αὐτῇ τάξει τῶν ἀγώνων καὶ Νέστωρ μετʼ ὀλίγα χρήσεται ἀπὸ τῆς πυγμικῆς ἀρξάμενος ἐν τῷ «πυγμῇ μὲν ἐνίκησα» καὶ ἑξῆς. Σημείωσαι δὲ ὡς, εἰ καὶ εἰς τέσσαρας Ἀχιλλεὺς τοὺς ἀγῶνας περιγράφει κατὰ σπουδήν, οὐ γὰρ ἦν ἀνάγκη καὶ ἀκριβοῦν, ἀλλʼ οἱ ἐπὶ τῷ Πατρόκλῳ πλείους φανήσονται ἐν τοῖς ἐφεξῆς. ὁ μὲν γὰρ ἱππέων ἤδη δρόμος, ὃν Διομήδης νενίκηκε, εἶτα πυγμή, ἣν νικᾷ Ἐπειός, ἑξῆς πάλη, ἧς ἢ ἀμφήριστον τὸ τέλος ἢ Ὀδυσσεῖ τὰ τῆς νίκης προσλογίζεται, μεθʼ ἣν ποδῶν τάχος, ὃ νικᾷ Ὀδυσσεύς, ἐπὶ δʼ αὐτῷ ὁπλῖται, καὶ εὐδοκιμεῖ κἀνταῦθα Διομήδης κατὰ Αἴαντος, μεθʼ οὓς δίσκος, καὶ ὑπερβάλλει Πολυποίτης, ἐφεξῆς τόξον, καὶ εὐστοχεῖ Μηριόνης, ἐφʼ οἷς ἄκων. καὶ λαμβάνει τὸ πρῶτον ἄεθλον Ἀγαμέμνων, λοῖσθος μὲν ἐν ἀγωνισταῖς ἀναστὰς ὁ ἄριστος, οὐ πύματος δὲ ἐκπεσών. ἐν οἷς καὶ τηρητέον ὡς ὁ τηλικοῦτος Αἴας κατὰ πᾶν ἀγώνισμα δυσπραγεῖ, ὃ μετῆλθε· τὴν πάλην, τὸν δίσκον, τὴν ὁπλιτικήν. καὶ ταῦτα μὲν ἐνταῦθα. ἐν τῇ Ὀδυσσείᾳ δὲ ἀγῶνες οὗτοι παρὰ Φαίαξι. θέειν ὄχʼ ἄριστος ὁ δεῖνα· πάλῃ ἐνίκα πάντας ὁ δεῖνα· ἅλματι δὲ ὁ δεῖνα προφερέστατος ἦν· πὺξ δὲ ὁ δεῖνα ἦν ἀγαθός· Ὀδυσσεὺς δὲ δίσκῳ ὑπερβαλὼν εἶτα προκαλεῖται τὸν βουλόμενον πειράσασθαι ἢ πὺξ ἢ πάλῃ ἢ ποσίν. οἱ μέντοι τὰ περὶ ἱερῶν ἀγώνων ἐπισκεψάμενοι οὕτως ἐμμέτρως τοὺς ἄθλους μετροῦσιν «ἅλμα ποδῶν, δίσκου τε βολὴ καὶ ἄκοντος ἐρωή, καὶ δρόμος ἠδὲ πάλη, μία δʼ ἔπλετο πᾶσι τελευτή». καὶ τοῦτό ἐστι, φασί, πένταθλον. ἕτεροι δὲ οὕτως· ἅλμα, πάλη, δίσκευμα, κοντὸν καὶ δρόμος. εἴδη δὲ δρόμου δίαυλος, δολιχός, τέθριππον, κέλης, ἀπήνη. μανθάνομεν δὲ καὶ μουσικοὺς ἐπὶ τάφοις ἀγῶνας εἶναι. οὐκοῦν ἀορισταίνει ὁ τῶν ἄθλων ἀριθμός; κἀκεῖνο δὲ ἰστέον, ὡς οὐ πάντως ἐξ ἀνάγκης ὁ ἱππικὸς ἀγὼν προήγετο, ἀλλʼ ὡς ἐπὶ πολύ. μετʼ ὀλίγα γοῦν δηλώσει ὁ ποιητὴς ἐν Βουπρασίῳ ἡνιοχικὸν ἀγῶνα ὕστερον τελεσθέντα, εἰπὼν τὰ μέγιστα ἐν τῷ τοιούτῳ ἀγῶνι λείπεσθαι ἄεθλα. ὅτι γὰρ τὸ λείπεσθαι ὑστερότητα σημαίνει, δῆλον καὶ ἐκ τοῦ «πέμπτον δʼ ὑπελείπετʼ ἄεθλον», ἤγουν ὕστερον ἔμεινεν. ὁ δὲ Κωμικὸς καὶ ἡ κυριολεξία ὑπολείπεσθαι ἐν δρόμῳ λέγει καὶ τὸν ὑστεροῦντα ἐν τῷ τρέχειν. καὶ οὕτω μὲν ταῦτα. Τί δὲ τὸ πύξ καὶ τίς ἡ ἀκοντιστύς, ἑξῆς δηλωθήσεται, ἧς τὸ ἀνάλογον κατὰ τὸ ὀτρυντύς, ἐδητύς, βρωτύς. Ὅρα δὲ καὶ ὅτι κοσμεῖ τοὺς λόγους παρίσοις ὁ καλὸς ῥήτωρ, τῷ μαχήσεαι, εἰσδύσεαι, θεύσεαι. ποιητικὰ δὲ ταῦτα καὶ πρέποντα Ὁμήρῳ. Τὸ δὲ «γῆρας ἐπείγει» εὐφήμως καὶ αὐτὸ ἐρρέθη κατʼ ἔλλειψιν. δῆλον γὰρ ὡς εἰς Ἅιδου κατεπείγει καὶ πρὸς θάνατον. Ὅτι λαβὼν ὁ γέρων ῥήτωρ τὴν φιάλην οὐχʼ ὡς ἀεθλεύσων, κωλύει γὰρ τὸ γῆρας, ποιεῖ ὅμως τὸ βουλητὸν Ὁμήρῳ, καὶ συνήθως ἱστορεῖ τινα προσήκοντα τῷ καιρῷ. καὶ μὴ ἔχων ἔργοις ἀγωνίζεσθαι ἀθλεῖ ἀναμνηστικῶς οἷς πάλαι ἀγωνισάμενος εὐδοκίμηκε. Καὶ πρῶτα τέως φησίν, ὃ δὴ πᾶς γέρων ὁμολογήσοι ἂν καθʼ ἑαυτοῦ «ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες· οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα, φίλος», ἤγουν ὦ φίλε, «πόδες, οὐδέ τε χεῖρες ὤμων ἀμφοτέρωθεν ἀπαΐσσονται», ἢ «ἐπαΐσσονται, “ἐλαφραί”. Καὶ ὅρα τὸ “ἐλαφραί”. κινοῦνται μὲν γὰρ ὡς καὶ οἱ πόδες, οὐ κοῦφα δὲ οὐδʼ αὐταί, ὡς καὶ παλαῖσαι καὶ πάντα τὰ δέοντα καλῶς διαχειρίσασθαι. Ἰστέον δὲ ὅτι τὸ χεῖρας ἀμφοτέρωθεν μὴ ἐλαφρὰς ἀΐσσεσθαι καὶ τοῖς ποσὶ προσαρμόττει τοῦ γέροντος. οὐδὲ γὰρ οὐδʼ αὐτοὶ τῷ γέροντι ἔχουσιν ἐλαφροὶ ὁρμᾶσθαι, καὶ ὅτι ἀπὸ τῆς ἐλάφου τὸ ἐλαφρὸν κυρίως ἐπὶ ποδῶν, οἳ κοῦφα θέοντες ἐλαφροὶ ἂν κυρίως λέγοιντο ὡς οἷον ἐλαφηροί. ὠκύπους γὰρ ἡ ἔλαφος. Ἰστέον δὲ ὡς τὸ μὲν ἀδρανὲς τῶν ποδῶν καὶ τῶν χειρῶν τοῦ Νέστορος πρὸς σαφήνειαν εἴρηται τοῦ “ἤδη γὰρ χαλεπὸν γῆρας ἐπείγει”. αὐτὸ δὲ πάλιν ἐρρέθη πρὸς ἔνδειξιν τοῦ μὴ ἀφυῶς μὲν ἔχειν πρὸς ἆθλα τὸν Νέστορα, ἀσθενῶς δὲ διὰ βαθὺ γῆρας. Ὅρα δὲ ὅτι ἐν ἄλλοις εἰπὼν “γυῖα, πόδες καὶ χεῖρες ὕπερθεν”, ἐνταῦθα περιέφρασεν ἐν ὀλίγῳ στίχῳ τὸ “χεῖρες ὕπερθεν”. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Τῶν δὲ ἐφεξῆς λόγων τοῦ γέροντος τὸ μὲν προοιμιακὸν νόημα, ὁποῖον καὶ ἀλλαχοῦ “εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη”, ὡς μὴ ἀρκοῦν ἡβᾶν τινα, εἰ μὴ καὶ βίην ἔχει. Ἡ δʼ εὐθὺς ἱστορία, ἣν χορηγεῖ ὁ γέρων ῥήτωρ τῷ ποιητῇ, τοιαύτη “ἡβώοιμι, ὡς ὁπότε κρείοντʼ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ Βουπρασίῳ, παῖδες δʼ ἔθεσαν βασιλῆος ἄεθλα· ἔνθʼ οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετο, οὔτʼ ἂρ Ἐπειῶν οὔτʼ αὐτῶν Πυλίων οὔτʼ Αἰτωλῶν μεγαθύμων, τῶν ἐκεῖ δηλαδή, ὡς εἰκός, μετοίκων, ἢ καὶ ἄλλως, τῶν παρατυχόντων τῷ ἀγῶνι, ὡς ὑποδηλοῖ μετʼ ὀλίγα ὁ νικηθεὶς τότε παρʼ αὐτοῦ Ἀγκαῖος Πλευρώνιος, ἤγουν πολίτης Πλευρῶνος τῆς Αἰτωλικῆς. Εἶτα ὁ γέρων ἱστορῶν καὶ οὓς ἐνίκησε, φησί «πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν· Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη· Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα, δουρὶ δʼ ὑπειρέβαλον Φυλῆα τε καὶ Πολύδωρον». καὶ μέχρι τούτων ἀήττητος ἐκβὰς εἶτα ὁμολογεῖ μὲν ἧτταν αὐτοῦ ἐπὶ μείζονι ἄθλῳ. ὑπεραπολογεῖται δὲ κατὰ τοὺς αἰσχυντηλῶς ἐν τοῖς τοιούτοις ἔχοντας, εἰπὼν ὅτι «οἴοισιν», ὅ ἐστι μόνοις, «με ἵπποισι παρήλασαν Ἀκτορίωνε, πλήθει πρόσθε βαλόντες, ἀγασσάμενοι περὶ νίκης, οὕνεκα δὴ τὰ μέγιστα παρʼ αὐτόφι», ἤγουν ἐν τῷ ἱππεύειν ἢ παρὰ τοῖς ἵπποις, «λείπετʼ ἄεθλα. οἳ δʼ ἂρ ἔσαν δίδυμοι. ὃ μὲν ἔμπεδον ἡνιόχευεν· ἔμπεδον ἡνιόχευεν. ὃ δʼ ἄρα μάστιγι κέλευε», καὶ τὰ ἑξῆς, ἱστορίαν μὲν οὐκέτι παλαιὰν ἔχοντα, χρήσιμα δὲ ἄλλως εἰς πεζολογίαν τοῖς χρῄζουσιν, ὡς ἑξῆς ἐκτεθήσονται. Ἰστέον δὲ ὅτι περὶ Ἐπειῶν μὲν καὶ Βουπρασίου ἐν τῇ Βοιωτίᾳ γέγραπται, καὶ περὶ Αἰτωλῶν δέ, οὓς ἡ ἱστορία ψέγουσα λέγει ὅτι διὰ τὴν τῶν πολέμων συνέχειαν καὶ τὴν τῶν βίων πολυτέλειαν κατάχρεοι ἐγένοντο. Τὸ δὲ «οὔτʼ αὐτῶν Πυλίων» ἐξοχικῶς εἰρῆσθαι δοκεῖ, ὡς τῶν Πυλίων ἐξόχων καὶ τότε ὄντων ἀεθλεύειν ἐν τοῖς ἐκεῖ. πολλαχοῦ γὰρ εὕρηται ἡ αὐτὸς ἀντωνυμία ἐξοχική. Τὴν δὲ τοῦ Ἀγκαίου κλῆσιν πεπλάσθαι φασί τινες ὑπὸ τοῦ ποιητοῦ δεξιῶς οἷα ὄνομα οἰκεῖον παλαιστῇ παρὰ τὸ «ἀγκὰς δʼ ἀλλήλων λαβέτην». τάχα δέ, φασί, καὶ τὸ Πλευρώνιος παρὰ τὰς πλευρὰς διὰ τὸ «πυκναὶ σμώδιγγες παρὰ πλευράς». ἄλλως μέντοι Αἰτωλός, ὡς εἴρηται, ὁ Πλευρώνιος. πόλις γὰρ Αἰτωλῶν ἡ Πλευρών. εἰ δὲ καὶ ὁ Ἀγκαῖος οὗτος, ὡς ἐρρέθη, πέπλασται, ἀλλʼ εἰσὶ παρὰ τῇ ἱστορίᾳ ἕτεροι Ἀγκαῖοι λόγου ἄξιοι, ὧν εἷς ἤκουσε τὸ παροιμιῶδες ἐκεῖνο, οὗ μέμνηται καὶ Λυκόφρων παραφραστικῶς τὸ «πολλὰ μεταξὺ χείλους καὶ κύλικος». Τὸ δὲ «ὅς μοι ἀνέστη», ἤγουν κατʼ ἐμοῦ, ἢ ἄλλως ἐλλειπτικῶς ἀνέστη παλαίσων, ἁπλῶς ἐρρέθη πρὸς ἀναπλήρωσιν στίχου, καθὰ καὶ κατωτέρω τὸ «ἐσθλὸν ἐόντα». Τὸ δὲ «πόδεσσι παρέδραμον» πρὸς διαστολὴν ἐρρέθη τοῦ ἡνιοχικῶς παρατρέχειν, καὶ ἄλλως δὲ κατὰ νοῦν, ὁποῖον τὸ «ἐπεὶ οὐ παρελεύσεαι, οὐδέ με πείσεις». Ὅρα δʼ ἐν τοῖς ῥηθεῖσιν ἀγῶσι καὶ τὰς κυριολεξίας, τὸ «παρέδραμον», τὸ «ὑπερέβαλον», ὅ ἐστιν ὑπερηκόντισα, καὶ τὸ «παρήλασαν», ἀντὶ τοῦ ἐλαύνοντες ἐνίκησαν, καὶ ὅπως ἐφιλοτιμήσατο μονόστιχον εἰπεῖν ἑκάστην τοῦ γέροντος νίκην τύπῳ ἐπιγράμματος, καὶ ὅτι φιλαλήθης ὁ γέρων δοκεῖ προσθεὶς καὶ ἧτταν τοῖς κατʼ αὐτὸν ἀριστεύμασιν. Ἀκτορίωνες δὲ παῖδες Ἄκτορος, Κτέατος καὶ Εὔρυτος, ἀνδρεῖοι καὶ ἡνιοχικοί, ῥηθέντες που καὶ Μολίονες παρʼ Ὁμήρῳ παρὰ δὲ τοῖς ὕστερον Μολιονίδαι. οὓς Ὅμηρος μὲν διδύμους ἱστορεῖ ἁπλῶς, οἱ δὲ κατʼ Ἀρίσταρχον οὐχʼ οὕτως οἷον κατὰ τοὺς Διοσκόρους, ἀλλὰ κατὰ τὸν Ἡσιόδου μῦθον καὶ διφυεῖς, δύο μὲν ἔχοντας σώματα, συμπεφυκότας δέ γε ἀλλήλοις. Οὗτοι παρήλασαν τὸν Νέστορα, ὡς αὐτός φησι, πρόσθε βαλόντες τοὺς ἑαυτῶν δηλαδὴ ἵππους κατὰ τὸ «τοὺς σοὺς πρόσθε βαλών», περὶ οὗ εἴρηται, καὶ οὐχʼ ἁπλῶς οὕτω παρήλασαν, ἀλλὰ πλήθει νικήσαντες, ἤτοι διὰ πλῆθος, τουτέστι διότι δίδυμοι, ὡς ἐρρέθη, ἦσαν κατὰ Ἀρίσταρχον. φασὶ δέ τινες, ἀνταναστάντων ἐκείνων εἰς ἀγῶνα τότε τῷ Νέστορι, αὐτὸν μὲν λέγειν ὡς οὐ δίκαιοι ἂν εἶεν ἀγωνίζεσθαι ἀλλόκοτοι ὄντες καὶ τὴν φύσιν ἐκτράπελοι, τὸν δὲ δῆμον συναγωνίζεσθαι τοῖς Ἀκτορίδαις, λέγοντας ἓν ἀμφοτέρους εἶναι ὡς συμπεφυκότας. τοῦτο οὖν εἶναι τὸ παρʼ Ὁμήρου νῦν ῥηθὲν τὸ «πλήθει πρόσθε βαλόντες», ἀντὶ τοῦ νικήσαντες διὰ τὸ πολλοὶ εἶναι. ἀλλὰ πῶς ἂν εἴη πλῆθος ἡ δυάς; πῶς δὲ οἱ τῇ συμφυΐᾳ μοναζόμενοι νοηθεῖεν ἂν πολλοί; εἰ μὴ ἄρα, ὅτι ἄλλως διφυεῖς ὄντες καὶ δισώματοι, καὶ ἀνὰ τέσσαρας χεῖρας εἶχον καὶ τἆλλα μέρη ὁμοίως, καὶ τοῦτο αὐτοῖς τὸ πλῆθος, τὸ κατὰ μέρη δηλαδή. ἕτεροι δὲ τὸ «πλήθει πρόσθε βάλοντες» ἀντὶ τοῦ νικήσαντες πολλοῖς ἅρμασιν οἷς ἐνεπόδιζον. πολλὰ γὰρ ἴσως εἰς τὸν ἀγῶνα διὰ τῶν ὑπʼ αὐτοὺς θεραπόντων καθῆκαν ἅρματα. ἄλλοι δὲ ἀντὶ τοῦ τῷ πλήθει τῶν θεατῶν νικήσαντες, ὡς τῶν ἀθλοθετούντων πρὸς αὐτῶν ὄντων. Ῥητέον δʼ ἐνταῦθα καὶ ὅτι τῷ διφυεῖ τῶν Ἀκτοριώνων τιθέμενος καὶ ὁ μελοποιὸς Ἴβυκος, ἐξ οὗ παρεφθάρθαι τοῖς Τεχνικοῖς δοκεῖ τὸ βυκινίζειν, φησὶ καὶ τοὺς Μολιονίδας ἐξ ᾠοῦ γεννηθῆναι, ὁμοίως δηλαδὴ τοῖς Διοσκούροις, εἰπὼν αὐτοὺς «ἅλικας ἰσοκεφάλους, ἑνιγύιους, ἀμφοτέρους γεγαῶτας ἐν ὠέῳ ἀργυρέῳ», καθὰ καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν γέγραπται, ὅπου δεδήλωται καὶ ὡς οὐ μόνον δισυλλάβως ᾠόν λέγεται, ἀλλὰ καὶ τρισυλλάβως ὤεον διὰ τοῦ ε καὶ ὤιον διὰ τοῦ ἰῶτα, καὶ τετρασυλλάβως δὲ ὠάριον. Τὸ δὲ ζητεῖν ἐξ ὁποίου ᾠοῦ οἱ Διόσκουροι καὶ αὖ πάλιν οἱ Μολιονίδαι, μῦθος ἂν φιλοίη, ὃς οὐδὲ τὴν Λήδαν ἀφίησιν εἶναι αὐτοῖς μητέρα, λέγων διὰ τοῦ ποιήσαντος τὰ Κύπρια, ὅτι Διοσκούρους καὶ Ἑλένην ἡ Νέμεσις ἔτεκεν, ἣ διωκομένη, φησίν, ὑπὸ Διὸς μετεμορφοῦτο. κύριον δὲ πάντως ἐνταῦθα ἡ Νέμεσις, οὐ μὴν ἡ ψυχικὴ ποιότης, καθʼ ἣν εἴρηται τὸ «μή μοι νέμεσις θεόθεν καταπνεύσῃ», ἤγουν μή με νεμεσήσῃ τὸ θεῖον. καὶ τοιάδε μὲν καὶ ταῦτα. Τὸ δὲ «ἀγασσάμενοι» ἀντὶ τοῦ φθονήσαντες, ὅθεν καὶ ἀγαστὸν εἶδος τὸ ἐπίφθονον. Τὸ δὲ ἀγᾶσθαι καὶ ἀγαίειν λέγεται. τὸ μέντοι ἄγασθαι προπαροξυτόνως ἐπὶ ἐκπλήξεως νοεῖται. καὶ δύναται καὶ ἐξ αὐτοῦ γίνεσθαι τὸ ἀγαστόν, ὥσπερ καὶ τὸ ἀγαθόν. Ὅρα δὲ καὶ ὅτι τὰ μέγιστα ἄεθλα φαίνεται εἰωθέναι τοῖς ἱππεῦσι κεῖσθαι. Τὸ δὲ «ἔμπεδον ἡνιόχευεν, ἔμπεδον ἡνιόχευε» σχῆμά ἐστιν ἐπαναστροφῆς, ὅμοιον τῷ «οὐδʼ εἰ πυρὶ χεῖρας ἔοικεν, εἰ πυρὶ χεῖρας ἔοικε, μένος δʼ αἴθωνι σιδήρῳ», καὶ τῷ «παρθένος ἠϊθεός τε, παρθένος ἠϊθεός τε ὀαρίζετον», καὶ τοῖς ὁμοίοις. ἐνδιάθετος δὲ ἡ τοιαύτη ἐπανάληψις καὶ ἐνταῦθα κατὰ θαῦμά τε καὶ πρὸς ἀλήθειαν. Ὅρα δὲ καὶ τὸ «ἡνιόχευεν», αὐτὸ τοῦτο μόνον δηλοῦν τὸ τὰ ἡνία ἔχειν. τὸ γὰρ μάστιγι κελεύειν θατέρῳ τοῖν ἀδελφοῖν δίδωσι, φανερῶς λέγων δύο εἶναι τοὺς Ἀκτορίωνας ἐφʼ ἑνὸς ἅρματος τέσσαρσι διοικουμένους χερσί, πλεῖον δέ τι μὴ παρεμφήνας, ἐξ ὧν ὁ μῦθος τερατεύεται. Ὅτι δὲ τὸ ἡνιοχεύειν κοινῶς αἰτιατικῇ συντασσόμενον οἱ ὕστερον γενικῇ συνέταξαν, δηλοῖ χρῆσις ἡ λέγουσα τὸ «τῆς ἐμῆς ψυχῆς ἡνιοχεύεις». Ἰστέον δὲ καὶ ὅτι συμπληρῶν ὁ Νέστωρ γεροντικῶς τὸ κατʼ αὐτὸν αὔχημα ἐπιφέρει «ὥς ποτʼ ἔον, νῦν αὖτε νεώτεροι», καὶ ἑξῆς, ὡς εὐθὺς γραφήσεται. ἔστι δὲ τὸ «ἔον» ῥῆμα τῆς ἐών μετοχῆς, ὡς τὸ ἔτυπον τοῦ τυπών. Ὅτι γέρων ἀριστεὺς παραιτούμενος ἀγῶνας τὰ τοῦ Νέστορος ἐρεῖ ἄν «νῦν αὖτε νεώτεροι ἀντιοώντων ἔργων τοιούτων, ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ πείθεσθαι» ὅπερ ὅμοιόν ἐστι τῷ «νυκτὶ πείθεσθαι», καὶ «δαιτὶ στυγερῇ πείθεσθαι». «τότε δʼ αὖτε», φησί, «μετέπρεπον ἡρώεσσι». Προτροπὴ δὲ εἰς τιμὴν τεθνεῶτος φίλου τὸ «ἀλλʼ ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε», ἤγουν ἐνταφίαζε, κτέρας δίδου ἐπιτάφιον, καί, ὡς εἰπεῖν, κτημάτιζε. Τιμηθεὶς δέ τις ἀγαθὸς ἀνὴρ δώροις πρός τινος ἐνδόξου εἴποι ἂν «τοῦτο δʼ ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ, ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος οὐδέ σε λήθω, τιμῆς ἧς τέ μʼ ἔοικε τετιμῆσθαι· σοὶ δὲ θεὸς τῶνδʼ ἀντὶ χάριν μενοεικέα δοίη». ἐκ τούτου δὲ τοῦ Ὁμηρικοῦ τὴν ἀντίχαριν οἱ ὕστερον συνέθεντο. Ἐν δὲ τῷ «τιμῆς» λείπει ἡ δια πρόθεσις, ἵνα λέγῃ, ὅτι ἀεὶ μέμνησαί μου διὰ τιμῆς. τοῦτο δὲ πρὸς διαστολὴν ἑτέρας μνήμης τῆς ἐπιψόγου. ἢ καὶ ἄλλως, χαίρει μοι τὸ ἦτορ, ὅτι μέμνησαί μοι τῆς ἐοικυίας τιμῆς. Τὸ δὲ «ἧς μʼ ἔοικε τετιμῆσθαι», πρὸς ἀκολουθίαν συντέτακται τοῦ τιμῆς. ἄλλως δὲ ἀσφαλὲς ἦν τὸ «ἣν ἔοικέ με τετιμῆσθαι». Φασὶ δʼ ἐν τούτοις οἱ παλαιοί, ὅτι ὕψωσεν ἑαυτὸν ὁ γέρων ἐνταῦθα, εἰπὼν ἄξιος εἶναι τιμῆς ὡς ἐνηής, καὶ εὐλόγιστον οὕτως ἀποδεδειχὼς τὸν τιμήσαντα, καὶ ὅτι τιμῆς μόνης ὁ Νέστωρ ἐδεῖτο. τίνος γὰρ ἄλλου πρεσβύτης, διηνυκὼς μὲν τοσαῦτα ἐν νεότητι, πρὸς χάριν δὲ φίλων ἄρτι στρατεύων, ἐπʼ ἀξιώματος δὲ τοιούτου ὢν καὶ παίδων ἀγαθῶν πατὴρ καὶ οἴκου δεσπότης εὐδαίμονος. διὸ καὶ ὁ ἐν τῇ γʹ τῆς Ὀδυσσείας φαινόμενος Μέντωρ οὐδὲν ἀλλʼ ἢ κῦδος ἐπεύχεται τῷ Νέστορι καὶ τοῖς υἱοῖς. Ἰστέον δὲ καὶ ὅτι τὸ «σὸν ἑταῖρον, ὡς ἐρρέθη, “ἀέθλοισι κτερέϊζε” καινότερον εἴρηται οὐχʼ ὡς ἐπὶ ἐνταφιασμοῦ, ἄλλως γὰρ ἤδη προεντεταφίασται Πάτροκλος. ἔστι δὲ ἁπλούστερον φράσαι, ὡς τὰ πρὸ τούτων μὲν ἄλλως ἐκτερεΐσθη, τουτέστι κτέρεα, ἤτοι κτήματα, ἔλαβεν ἐκεῖνος νεκρικά, νῦν δὲ καὶ ἀέθλοις κτερεΐζεται τοῖς ἐπʼ ἐκείνῳ γενομένοις. Ὅτι φιλοτίμως χαίρειν τὸν Ἀχιλλέα τοῖς εἰς ἑαυτὸν ἐπαίνοις δηλοῖ ὁ ποιητὴς καὶ νῦν ἐν τῷ “Πηλεΐδης δὲ πολὺν καθʼ ὅμιλον Ἀχαιῶν ᾤχετʼ, ἐπεὶ πάντʼ αἶνον ἐπέκλυε Νηλεΐδαο”. Παρίστατο γὰρ δηλονότι αὐτῷ φιλικῶς διὰ παντὸς τοῦ λόγου, δεικνὺς δεῖν εἶναι τὸν φιλότιμον μὴ ἐξουθενοῦν καὶ παρʼ οὐδὲν τίθεσθαι τὰ τῶν ἐπαίνων, ἵνα μή ποθεν ἀκούσοι τὸ “ὄνος λύρας” παροιμιακῶς, καὶ ἅμα κατακριθείη ἄχαρίς τε εἶναι καὶ μηδὲ ἑαυτὸν φιλῶν. τοιοῦτοι γὰρ οἱ μὴ χαίροντες τοῖς εἰς σφᾶς αὐτοὺς ἐπαίνοις. Ὅρα δὲ τὸ “πολὺν καθʼ ὅμιλον”. ἐκ τούτου γὰρ οἱ μεθʼ Ὅμηρον πολὺν ἄνθρωπον καὶ πολὺν λαὸν τὸν χυδαῖόν φασιν. Ὅτι Ἀχιλλεὺς μετὰ τοὺς ἱππεῖς “πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα”, ἤγουν προέθετο. φιλοσόφος δὲ κἀνταῦθα ἡ λέξις κεῖται. εἴτε γὰρ ἵστανται τὰ ἔπαθλα ζῷα ὄντα εἴτε κάθηνται εἴτε κεῖνται, οἰκεῖον γενικῶς ἐπʼ αὐτῶν τὸ τίθεσθαι. Εἶτα τὸ εἶδος τῆς θέσεως ἑρμηνεύων ἐπάγει ἀσυνδέτως “ἡμίονον ταλαεργὸν ἄγων κατέδησʼ ἐν ἀγῶνι, ἑξέτεʼ, ἀδμήτην, ἥ τʼ ἀλγίστη δαμάσασθαι· τῷ δʼ ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον”, ὅ ἐστι στρογγύλον, ὡς μυριαχοῦ φαίνεται. εὐτελοῦς δὲ ὕλης ἔοικε τοῦτο εἶναι. Ὅρα δὲ ὅτι, εἰ καὶ διὰ συντομίαν οὐκ ἐπεσημήνατο ῥητῶς ὅτι τῷ νικήσαντι ἀέθλιον ἡ ἡμίονος, ἀλλʼ οἷς τῷ νικηθέντι τὸ δέπας τεθῆναί φησιν, ἐνέφηνε γοργῶς καὶ τὸ σιωπηθέν. ἐσιώπησε δὲ, ἵνα προϊὼν περιφράσῃ τὸν νικητήν. Ἐρεῖ γὰρ “ᾧ δέ κʼ Ἀπόλλων δῴη καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί, ἡμίονον ταλαεργὸν ἄγων κλισίηνδε νεέσθω”. ὑποκαταβὰς δὲ διὰ τοῦ Ἀχιλλέως ἄμφω λέγει. ὁ μὲν γάρ, ὡς ἐρρέθη, ἡμίονον ἀγέτω, “αὐτὰρ ὁ νικηθεὶς δέπας οἴσεται” τὸ ῥηθέν, καμμονίην κἀνταῦθα εἰπών, ὡς καὶ προερρέθη, τὴν ἐκ καταμονῆς νίκην. ἣν καταμονήν, τουτέστιν ἐπιμονήν, δηλοῖ τὸ “ἄνδρε δύο περὶ τῶνδε κελεύομεν πὺξ μάλʼ ἀνασχομένω πεπληγέμεν”, ἤγουν πὺξ ἀλλήλους πλῆξαι ἀνατείναντας τὰς χεῖρας. ἦν γὰρ ὡς ἐπὶ πλεῖστον ἐπιτήδευμα πυγμάχων τὸ ἐπὶ ποὺ ἀντέχειν ἀνατεταμέναις χερσίν. καί τινα πύκτην Ἀριστείδης ἐπαινεῖ, ὅτι διεκαρτέρει, τῶν ἀντιπάλων οὕτω περιγινόμενος. Ἀλεγεινὴν δὲ τὴν πυγμαχίαν λέγει, καθὰ προϊὼν καὶ τὴν παλαισμοσύνην, διὰ τὰ ἐξ αὐτῶν δυσχερῆ, ὡς φανήσεται. Τὸ δὲ “ταλαεργόν” ταῖς ἡμιόνοις ᾠκείωται μάλιστα εἰς ἐπώνυμον. βόες γὰρ καὶ ἵπποι οὐχʼ οὕτω ταλαεργοί, ὧν ὡς τὰ πολλὰ τὸ ἀγελαῖον καὶ ἄνετον. ἄλλως δὲ καὶ φερέπονοι αἱ ἡμίονοι μάλιστα. διὸ καὶ οἰκεῖον ἡ τοιαύτη ἆθλον τῷ τλησιπόνῳ πύκτῃ, καὶ μᾶλλον, ὅτι καὶ ἀλγίστη δαμάσασθαι. ἀλγεινὸς μὲν γὰρ καὶ βοῦς καὶ ἵππος δαμασθῆναι μετὰ ἓξ ἔτη, ἀλγίστη δὲ καὶ οὐ ῥᾳδίως εἴκουσα ζυγῷ ἡ σφριγῶσα ἡμίονος. Δῆλον δὲ ὅτι ταὐτόν ἐστι ἀλγίστην Ὁμηρικῶς εἰπεῖν καὶ ἀργαλέην Ἀττικῶς. διὸ καλῶς οἱ Ἐτυμολόγοι τὸ ἀργαλέον οὐ μόνον ἀπὸ τοῦ ἔργου ἀλλὰ καὶ ἀπὸ τοῦ ἄλγους ἐτυμολογοῦντες εὑρίσκονται τροπῇ τοῦ λ εἰς ρ. Τὸ δὲ “ἑξέτεα” διφορεῖται κατὰ τὸν τόνον, καὶ ζητητέον περὶ τούτου καὶ ἐν τοῖς εἰς τὴν Βοιωτίαν, ἔνθα ἐρρέθη τὰ τοιαῦτα καὶ ὀξύνεσθαι κατὰ τὰς εὐθείας καὶ βαρύνεσθαι. Τὸ δὲ πύξ ἀπὸ τοῦ πτύσσω πτύξω ἀποβολῇ τοῦ ω γίνεται. πτύσσοντες γὰρ τοὺς τῆς χειρὸς δακτύλους καὶ οὕτω στρυφνοῦντες εἰς πύκνωσιν οἱ πυγμάχοι ἀθλοῦσιν, εἰς γρόνθον συστρέφοντες, ὅπερ κόνδυλόν φασιν οἱ σοφοί, ῥῆμά τε παράγοντες ἐξ αὐτοῦ τὸ κονδυλίζειν, ἤγουν τοιούτῳ κονδύλῳ παίειν, καὶ παροιμίαν προάγοντες τὴν “δὸς ἄρτον”, τυχόν, “καὶ κόνδυλον ὄψον ἐπʼ αὐτῷ”, ἤγουν χορήγησον τὸ ἀρκοῦν παιδίῳ ἤ τινι τοιούτῳ προσώπῳ, καὶ εἰ μὴ ἀρκεῖται ἀλλʼ ὀχλεῖ ἐς πλέον, τότε δὴ ἐπίβαλε ἀντὶ τοῦ ὄψου κόνδυλον, παίσας δηλαδὴ τὸν ἄφρονα. Ἐκ δὲ τοῦ τοιούτου πτύσσω, ἀφʼ οὗ τὸ πύξ, καὶ τὸ πυκνόν γίνεται καὶ ὁ πύξος. καὶ ταῦτα μὲν ἐκ τοῦ πτύξω. ἡ δέ γε πυγμή καὶ ὁ πυγμάχος καὶ ἡ πυγμαχία καὶ τὸ ἐξ αὐτῶν πυγμαχεῖν ἐκ τοῦ ἔπτυγα, μέσου παρακειμένου, σύγκεινται. διὸ καὶ ἔχουσι τὸ γ. Ἢ μᾶλλον πυγμὴ μὲν ἐκ τοῦ ἔπτυγμαι παθητικοῦ παρακειμένου, ἀπὸ δὲ τοῦ ἔπτυγα σὺν τοῖς ἄλλοις καὶ ἡ πυγὼν καὶ αἱ κατὰ σῶμα πυγαὶ καὶ τὸ πυγούσιον μέτρον. τοῦ δέ γε εἰρημένου παρακειμένου καὶ οἱ Πυγμαῖοι ἤρτηνται, περὶ ὧν, εἰ καὶ προγέγραπται, ὅμως καὶ νῦν μνηστέον οὐκ ἀσυντελῶς, ὡς οἱ τοιοῦτοι μικροὶ ἄνδρες, οἳ ταῖς γεράνοις διαπολεμοῦντες πέρδιξιν εἰς ὄχημα χρῶνται. κατὰ δὲ Μενεκλῆν, καθὰ γεράνοις πολεμοῦσιν, οὕτω καὶ πέρδιξιν, ὧν τινας τὸ ῥύγχος οὐ κινναβάρινον ἔχειν ἐκεῖνός φησι. λέγεται δὲ καὶ γυναῖκα εἶναι διάσημον ἐν αὐτοῖς, Γεράναν τοὔνομα, ἣ κατὰ θεὸν τιμωμένη ταπεινούς, φασίν, ἦγε τοὺς θεοὺς καὶ μάλιστα Ἥραν. διὸ ἀγανακτήσασα ἐκείνη μετεμόρφωσε τὴν ἀλαζόνα εἰς ἀπρεπῆ ὄψιν ἀπορνιθώσασα, πολέμιόν τε καὶ στυγητήν, φασί, κατέστησε τοῖς τιμήσασι Πυγμαίοις. Τοῦ δὲ ῥηθέντος ἔπτυγμαι παράγωγον καὶ τὸ τοῦ πέπλου πτύγμα καὶ ὁ πύκτης. ἐκβληθέντος τοῦ ταῦ ἐκ τοῦ πῖ διὰ καλλιφωνίαν. ἐξ αὐτοῦ δὲ παράγωγον ῥῆμα τὸ πυκταλίζειν, οὗ χρῆσις παρὰ Ἀνακρέοντι, οἷον “ὡς μὴ πρὸς τὸν ἔρωτα πυκταλίζω”, ἤγουν πυκτεύω. ὡς δὲ ἐκ τοῦ πτύσσω πτύξω γίνεται καὶ τὸ πτύξ πτυχός, καὶ τὸ Πνύξ Πυκνός, ὄνομα δικαστηρίου Ἀττικοῦ, ὅπερ ἡ κοινὴ χρῆσις Πνυκός κλίνει, καὶ ἀλλαχοῦ σαφῶς δεδήλωται. Ἀπόλλωνος δʼ ἐνταῦθα μέμνηται ὁ ποιητὴς διὰ τὸ δοκεῖν ἐναγώνιον εἶναι καὶ αὐτὸν ὁμοίως τῷ Ἑρμῇ. Τὸ δὲ “γνώωσι πάντες” τὸ ἀναγκαίως ἀναμφήριστον τῆς νίκης δηλοῖ. Ὅτι “ἀνὴρ ἠΰς τε μέγας τε ἦν εἰδὼς πυγμαχίης, υἱὸς Πανοπῆος, Ἐπειός”, δειλὸς μέντοι καὶ ἀπόλεμος, ὡς καὶ Λυκόφρων ἱστορεῖ. Διὸ καὶ αὐτὸς εἰπὼν ἐνταῦθα ὅτι “εὔχομαι”, ὅ ἐστι καυχῶμαι, “εἶναι ἄριστος πυγμῇ”, ἐπάγει, “ἢ οὐχʼ ἅλις ὅττι μάχης ἐπιδεύομαι”, καὶ ἑξῆς. προϊὼν μέντοι γελοῖος ἐν τῷ δισκεύειν εὑρεθήσεται ὁ τὴν πυγμὴν ἄριστος. ὡς γὰρ αὐτὸς γνωματεύων φησὶν “οὐδʼ ἄρα πως ἦν ἐν πάντεσσιν ἔργοισι δαήμονα φῶτα γενέσθαι”, ὅπερ ὅμοιόν ἐστι τῷ οὐκ ἄρα θεὸς πάντα δῶκεν ἀνθρώποις. Οὕτω δὲ θαρρεῖ τὴν πυγμαχίαν ὁ Ἐπειός, ὥστε τῆς ἡμιόνου ἁψάμενος εἰπεῖν “ἆσσον”, ἤγουν ἐγγύς, “ἴτω ὅστις δέπας οἴσεται”, τὸ δευτερεῖον δηλαδή “ἡμίονον δʼ οὔ φημί τινʼ ἀξέμεν ἄλλον Ἀχαιῶν πυγμῇ νικήσαντα, ἐπεὶ εὔχομαι εἶναι”, ὡς ἐρρέθη, “ἄριστος”, κατὰ τὴν πρόκλησιν δηλαδὴ τοῦ Ἀχιλλέως, εἰπόντος “ἄνδρε κελεύομεν ὥ περ ἀρίστω πὺξ πεπληγέμεν”, ὡς εἴρηται. Εἶτα καὶ ἀπειλούμενος εὐμεθόδως καὶ πρὸς ἀλήθειαν τῷ ἀντιπάλῳ φησὶν “ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· ἀντικρὺ χρόα τε ῥήξω σὺν δʼ ὀστέʼ ἀράξω· κηδεμόνες δέ οἱ ἐνθάδʼ ἀολλέες αὖθι μενόντων”, ἤτοι μενέτωσαν, “οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα”. καὶ αὐτίκα ἔοικεν ἑλεῖν τὸ ἔπαθλον. ἀμέλει μετὰ τὸν ἀγῶνα οὐ μέμνηται τούτου ὁ ποιητής, ἀλλὰ τῶν τοῦ Εὐρυάλου ἑταίρων, οἳ “ἐκόμισαν”, φησί, “δέπας ἀμφικύπελλον”. Ὅρα δʼ ἐν τούτοις τὴν τῶν γοργῶν παρίσων ἁβρότητα, ἐν οἷς λαλεῖ ὁ θαρρῶν ἄριστος ἀθλητής, τοῦ “χρόα ῥήξω”, καὶ “ὀστέα ἀράξω”, τουτέστι θραύσω κατά τινα ὀνοματοποιΐαν. Τὸ δὲ “εἰδὼς πυγμαχίης” οὐκ ἀσυνήθως συντέτακται καθʼ ὁμοιότητα τοῦ “τόξων εὖ εἰδώς” καὶ τῶν ὁμοίων. δῆλον δὲ καὶ ὅτι ἄλλως ἔστιν ὅτε κοινότερον συντάσσεται, ὡς δηλοῖ καὶ ἐν Ὀδυσσείᾳ τὸ “εἰδότες ἄμφω κέρδεα”. Τὸ δὲ “ἀντικρύ” κατὰ τοὺς παλαιοὺς ἀντὶ τοῦ διόλου καί, ὡς εἰπεῖν, διαμπερές. ἐμφαίνει δὲ ἡ λέξις ἀντέρεισίν τινα τῶν ἔνδον ὡς ἀντικρουόντων καὶ οὕτω βλαπτόντων τὸ πληγέν. δοκεῖ γὰρ ἐκ τοῦ ἀντικρούειν τὸ ἀντικρύ γίνεσθαι, καὶ δηλοῖ πληγὴν ἀντήρειδα. Κηδεμόνες δὲ οἱ ἁπλῶς ἐπιμεληταί, οἳ μετʼ ὀλίγα φίλοι ἑταῖροι λέγονται. Τὸ δὲ “ἐνθάδε” καὶ “αὖθι”, κατὰ λόγου ἀγωνίαν ἐκ παραλλήλου ἕν τι δηλοῦσι. ἐπισημαντέον δὲ διὰ τοὺς καὶ τοιούτοις χαίροντας, ὅτι τὸ “Πανοπῆος Ἐπειός” ἔχει τι ψευδοπαρηχήσεως κατὰ τὰς παραληγούσας, ὥσπερ μετʼ ὀλίγα καὶ τὸ “οἵ μιν ἄγον διʼ ἀγῶνος”. τηρητέον δὲ καὶ τὸ ἐπικίνδυνον τῆς πυγμαχίας ἀεὶ τοιαύτης οὔσης. πολλοὺς γὰρ τῆς κατὰ φύσιν σωματικῆς ἁρμονίας παρέλυεν. Ὅτι Μηκιστεύς, υἱὸς Ταλαοῦ ἢ Ταλαΐονος, ὅθεν καὶ Ταλαϊονίδης λέγεται, ὡς δηλοῖ τὸ “υἱὸς Ταλαϊονίδαο ἄνακτος”, ἦλθέ ποτε Θήβας, “δεδουπότος Οἰδιπόδαο ἐς τάφον. ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας”, τῇ πυγμῇ δηλαδή, ὡς ἔστι νοῆσαι ἀπὸ τοῦ υἱοῦ. τούτου γὰρ υἱὸς Εὐρύαλος νῦν οἶος, ἤτοι μόνος, “ἀνίστατο, ἰσόθεος φώς”, ἀντικαταστησόμενος πυγμαχικῶς τῷ Ἐπειῷ κατὰ τέχνην, ὡς εἰκός, πατρικήν. Καὶ ὅρα τὸ “οἶος”, διʼ οὗ φαίνεται ἡ κατὰ πυγμὴν ἐξοχὴ τοῦ Ἐπειοῦ, ἧς ἕνεκεν οὐδεὶς ἐτόλμησε τούτῳ ἀντιστῆναι, ὅτι μὴ μόνος Εὐρύαλος. ἀλλὰ καὶ αὐτὸς οὐκ εὐτυχῶς ἑαυτῷ. ὁμοίως δὲ ὅρα καὶ τὸ “ἀνίστατο”, ἐν ᾧ μὴ πάντῃ θαρρεῖν ὁ Εὐρύαλος φαίνεται. οὐ γὰρ ἀνέστη, φησίν, ἀλλʼ ἀνίστατο, σχολαίως ὀρθούμενος εἰς ἀγῶνα δέει τοῦ μέλλοντος, καθά που καὶ ὁ γέρων Νέστωρ ἵππου παρηορίας οὐκ εἶχε ῥᾷον τεμεῖν, ἀλλʼ ἔτεμνε σχολαιότερον. Τὸ δέ “ἰσόθεος φώς” ὑπερεξαίρει τόν, ὡς εἴρηται, ἄριστον Ἐπειόν, εἴπερ ἰσόθεον ἀντίμαχον καταβαλεῖ. Ἐν δὲ τῷ “Θήβας ἦλθεν” ἡ εἰς πρόθεσις λείπει. Δεδουπότος δὲ ἀντὶ τοῦ πεσόντος, ἐκ τοῦ παρεπομένου δούπου, ἤτοι ψόφου καὶ κτύπου, τοῖς πίπτουσιν, ὡς δηλοῖ τὸ “δούπησε δὲ πεσών”. εἴρηται δὲ ἡ λέξις ὡς ἢ ἐν πολέμῳ θανόντος τοῦ Οἰδίποδος ἢ ὡς ὑπερπαθήσαντος καὶ κατακρημνίσαντος ἑαυτόν. Ὅρα δὲ καὶ ὅτι οὐκ ἐν Ἀθήναις κατὰ τοὺς τραγικούς, ὧν καὶ ὁ Σοφοκλῆς, ἀλλʼ ἐν Θήβαις θανεῖν τὸν Οἰδίποδα φαίνεται εἰδὼς ὁ ποιητής, καὶ ὅτι οὐδὲν οὐδὲ τὸν Εὐρύαλον τοῦτον ἡ πατραγαθία ὤνησεν, ὃς κακῶς ἀπαλλάξει πυγμαχήσας τῷ Ἐπειῷ. Ἰστέον δὲ καὶ ὅτι συγγενὴς ἦν τῷ Διομήδει Εὐρύαλος οὕτω. Ἀδράστου ἀδελφὸς Μηκιστεύς, οὗ Εὐρύαλος. πάλιν Ἀδράστου θυγάτηρ Δηϊπύλη, ἧς Διομήδης. Διὸ καί, καθὰ φανεῖται, ἀμφεπονεῖτο αὐτὸν ὁ Διομήδης “θαρσύνων ἐπέεσσι, μέγα δʼ αὐτῷ βούλετο νίκην”, ἐθέλων κενεαυχέα δεῖξαι τὸν Ἐπειόν. Ὁ δὲ Οἰδίπους πολλαχοῦ εὕρηται τετρασυλλάβως καὶ Οἰδιπόδης λεγόμενος. Τὸν δὲ εἰρημένον Ἐπειὸν ὑδροφορεῖν τοῖς Ἀτρείδαις ἱστορεῖ Στησίχορος ἐν τῷ “ᾤκτειρε δʼ αὐτὸν ὕδωρ ἀεὶ φορέοντα Διὸς κούροις βασιλεῦσιν”. ἔνθα ὅρα τὸ “Διὸς κούροις”, καθʼ ὃ καὶ Διὸς κούρη ἡ Ἀφροδίτη ἐν παραθέσει, ὥστε κατʼ ἐξοχήν τινα Διόσκουροι συνθέτως οἱ τῆς Λήδας καὶ τοῦ Διός. ἡ δὲ ῥηθεῖσα ἱστορία τῆς τοῦ Ἐπειοῦ ὑδροφορήσεως ὑπεκίνησε τὸν Σιμωνίδην αἴνιγμα θέσθαι ἐπὶ ὄνῳ ὑδροφοροῦντι αὐτῷ τε καὶ τοῖς μαθηταῖς, ἐν ᾧ Πανοπηϊάδην ἐκεῖνος τὸν ῥηθέντα ὄνον εἶπεν, ἤγουν Πανοπέως υἱόν, Ἐπειόν. ὡς δὲ κατὰ γαστρὸς ἔτι ὢν ἔμβρυον ὁ Ἐπειὸς ἐπύκτευσέ πως τῷ διδύμῳ ἀδελφῷ καὶ νικήσας προεξώδευσεν, ὁ Λυκόφρων ἱστορεῖ. Ὅτι Διομήδης τῷ, ὡς ἐρρέθη, φίλῳ συγγενεῖ Εὐρυάλῳ “ζῶμα πρῶτον παρακάββαλεν”, ἤτοι παρακατέβαλεν ἤγουν περὶ τὰ αἰδοῖα ἔθετο, “αὐτὰρ ἔπειτα δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο. τὼ δὲ ζωσαμένω βήτην ἐς μέσον ἀγῶνα, ἄντα δʼ ἀνασχομένω”, καθὰ προδεδήλωται, “χερσὶ στιβαρῇσιν ἅμʼ ἄμφω σύν ῥʼ ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν. δεινὸς δὲ χρόμαδος γενύων γένετο, ἔρρεε δʼ ἱδρὼς πάντοθεν ἐκ μελέων, ἐπὶ δʼ ὤρνυτο θεῖος” ἢ “δῖος Ἐπειός, κόψε δὲ παπτήναντα παρήϊον, οὐδʼ ἂρ ἔτι δὴν εἱστήκει” ἢ “ἑστήκειν”, “αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γύια”. Εἶτα διαγράφων τὸν τρόπον τοῦ πτώματος διὰ παραβολῆς φησιν “ὡς δʼ ὅθʼ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς θῖνʼ ἐπὶ φυκιόεντι, μέλαν τέ ἑ κῦμʼ ἐκάλυψεν, ὣς πληγεὶς ἀνέπαλτο, ἀτὰρ μεγάθυμος Ἐπειὸς χερσὶ λαβὼν ὤρθωσε, φίλοι δʼ ἀμφέσταν ἑταῖροι, οἵ μιν ἄγον διʼ ἀγῶνος ἐφελκομένοισι πόδεσσιν, αἷμα παχὺ πτύοντα, κάρη βάλλονθʼ ἑτέρωσε, κὰδ δʼ ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν”, ὅ ἐστιν ἐκάθισαν, “ἄγοντες· αὐτοὶ δʼ οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον”. Ἔστι δὲ τὸ “ἀλλοφρονέοντα” ἀντὶ τοῦ ἐξεστηκότα φρενῶν κατὰ τοὺς παλαιούς, κρεῖττον δʼ εἰπεῖν, ἠλλοιωμένον τὴν φρόνησιν. Τὸ δὲ εἰπεῖν ἄλλο φρονοῦντα, παρʼ ὃ πρῴην ἐφρόνει, κακίζεται τοῖς πάλαι σοφοῖς, ἵνα μὴ τὸ παραφρονεῖν, φρονεῖν λεγόμενον καὶ αὐτό, νόμῳ καθυπαγάγῃ τὴν φρόνησιν κατὰ τὸ “νόμῳ γλυκύ” καὶ “νόμῳ πικρόν”. ὁ δὲ ὡς ἐρρέθη, ἀλλοφρονῶν καὶ ἀλλότριος τοῦ φρονεῖν ἑρμηνευθείη ἄν. Οἱ δέ γε παρὰ τοῖς ἰατρικῶς ἰωνίζουσιν ἀλλοφάσσοντες οὐδέν τι ὅμοιον δηλοῦσιν, ἀλλὰ σημαίνουσι τοὺς ἄλλοτε ἄλλα φράζοντας καὶ μηδὲν ὅλως διασαφοῦντας. Ζῶμα δὲ οὐ μόνον ἐν πυγμαχίᾳ, ἀλλὰ ἐζώννυντο καὶ οἱ παλαίοντες, ὡς δηλώσει προϊὼν ὁ ποιητής. Ὅτι δὲ καὶ ἐγυμνοῦντο οἱ οὕτω ζωνύμενοι, σιγᾷ ὡς φανερόν, καθὰ παντελῶς ἐσίγησε καὶ τὸ ζώσασθαι τὸν Ἐπειόν, ὡς ἀπὸ τοῦ Εὐρυάλου γνωσθησόμενον. ἐνέφηνε δὲ μόνον τὸ καὶ ἀμφοτέρους ἐνταῦθα ζώσασθαι ἐν τῷ εἰπεῖν “οἳ δὲ ζωσάμενοι”. Περὶ δὲ τοῦ ζώματος φέρεται ἱστορία, ὅτι μετὰ τὴν ιδην Ὀλυμπιάδα συνέβη Ὄρσιππόν τινα ἐμποδισθέντα ὑπὸ τοῦ περιζώματος πεσεῖν καὶ τελευτῆσαι, ἢ κατά τινας νικηθῆναι. ὅθεν ἐθεσπίσθη γυμνοὺς τοὺς τοιούτους ἀγωνίζεσθαι. ἀφʼ οὗ καὶ γυμνάσιον ὁ τόπος, ἐν ᾧ τοὺς ἀγῶνας ἐποιοῦντο. ὥστε, φασί, νεώτερος Ὁμήρου Ἡσίοδος, γυμνὸν εἰσάγων Ἱππομένην ἀγωνιζόμενον τῇ Ἀταλάντῃ. Οἱ δὲ τῶν πυγμάχων ἱμάντες οἱ βόειοι περὶ τὰς χεῖρας αὐτοῖς εἰλοῦντο, συνεργαζόμενοί τι ταῖς πληγαῖς καὶ τοὺς δακτύλους δὲ συνέχοντες, καὶ ὡσεί τινα κορύνην σφαιροῦντες στερρῶς. καὶ ὤφθη οὐ πρὸ πολλοῦ Πέρσης ἀνὴρ πυγμικὸς ἐν τοῖς βασιλείοις οὕτω διατεθειμένος. ἐκαλοῦντο δέ, φασί, καὶ μύρμηκες οἱ τοιοῦτοι ἱμάντες, ὅθεν καὶ τὸ ἀστεῖον ἐκεῖνο ἱστόρηται, ὡς ἀνὴρ ἀχρεῖος τὴν πυγμικὴν καὶ πολλὰς παθὼν πληγάς, τόπον ὠνούμενος ἐν ᾧ μάθοι πολλοὺς εἶναι μύρμηκας, ἀφῆκε συναλλάξαι, βαρυνθεὶς ὡς εἴπερ καὶ ἐπλήγη τῷ τῶν μυρμήκων ὀνόματι. Ἀλλὰ τοῦτο μέν, εἰ καὶ ἡδὺ τοῖς ἀκούουσιν, ἀλλʼ ὁ ταπεινὸς ἐκεῖνος πύκτης οὐκ εὐτραπέλως ἐποίησεν, ἀλλὰ δειλιῶν καὶ πρὸς μόνην ἀκοὴν μύρμηκος. ὁ δὲ ἀστεῖος μουσικὸς Στρατόνικος πρὸς ὄνομα κηρύκων, ὡς καὶ ἐν ἄλλοις δεδήλωται, ἄλλως εὐτραπελεύσατο, σχήματι δέους διαχέας τοὺς θεατάς. μαθὼν γὰρ τὴν πόλιν, ἐν ᾗ παρέτυχε, πολλοὺς ἔχειν κήρυκας, δακτύλοις ἄκροις διέβαινεν, αἰτίαν εἰπὼν τοῦδε τοῦ περιπάτου τὸ δεδιέναι, μήποτε πλατεῖ ποδὶ βαίνων περιπαρῇ πατήσας κήρυκα, ὡς τοῦ θαλασσίου κήρυκος διὰ τὸ κογχυλοειδὲς ὀξύτητας πέριξ ἔχοντος. Τὸ δὲ “ἄντα δʼ ἀνασχόμενοι”, τουτέστιν ἀνατείναντες τὰς χεῖρας, ἕως τοῦ “ἐκ μελέων” ἔκφρασίς ἐστι τῆς τῶν πυγμάχων συμπλοκῆς. Συμπεσεῖν δὲ κυριωτάτη λέξις κἀνταῦθα ὥσπερ καὶ ἐπὶ μάχης καὶ ὅλως ἁπάσης συμβολῆς. Βαρεῖαι δὲ χεῖρες ἐνταῦθα κυρίως εἴρηνται παρὰ τὸ βίᾳ αἴρεσθαι. Χρόμαδος δὲ κατὰ ὀνοματοποιΐαν ὁ ἐν ταῖς γένυσι ψόφος καὶ οἷον τρισμός, ὃς μάλιστα ἐν ταῖς πληγαῖς γίνεται. Τὸ δὲ “γενύων γένετο” ἔχει τι κάλλους ὁμοίως τῷ “προσήκει προθύμως”. Τὸ δὲ “κόψεν” ἐπὶ πληγῆς φησιν, ὡς καὶ ἐν ἄλλοις. οὕτω δὲ καὶ μετʼ ὀλίγα Ὀδυσσεὺς κόψεν Αἴαντος κώληπα. ἐκ τούτου δὲ καὶ κόπτεσθαι παθητικῶς ἐπὶ θρήνου, ὅθεν ὁ κοπετός. ἐκ τοῦ τοιούτου δὲ καὶ τὸ πληκτικὸν κόπανον, ἵνα ᾖ, ὡς ξέω ξόανον, οὕτω καὶ κόπανον. Τὸ μέντοι κατακόπτειν ἐπὶ σφαγῆς οἱ μεθʼ Ὅμηρον τιθέασι ῥήτορες, οἷον “κατεκόπησαν ἐν πολέμῳ”, καὶ ὁ Κωμικὸς δὲ ὄρνιθας κατακοπῆναί φησι. Τὸ δὲ “παπτήναντα” σημαίνει μὲν τὸ περιβλεψάμενόν που εἰς ἕτερον μέρος, οἷα εἰκός, ἐμφαίνει δὲ προσοχὴν τοῦ Ἐπειοῦ, ὃς καιρὸν τοῦτον εὑρὼν ἔπληξεν εὐθὺς τὸν Εὐρύαλον. πιθανεύεται δὲ οὕτω καὶ τὸ κατὰ τῆς παρειᾶς κροῦσμα. εἰ μὴ γὰρ ἐπλαγίασεν Εὐρύαλος, τὰ κατὰ στόμα καὶ ὀφθαλμοὺς εἰκὸς ἦν κρουσθῆναι, ὧν καὶ αὐτῶν ἐστοχάζοντο πάντως οἱ πύκται, καθὰ καὶ ὤτων. ὅθεν ὠτοκάταξις κατὰ Αἴλιον Διονύσιον ὠτοθλαδίας, τὰ ὦτα τεθλασμένος ἐν παλαίστρᾳ, καὶ ἀμφώτιδες κατὰ Παυσανίαν, ἃς οἱ παλαισταὶ παρὰ τοῖς ὠσὶν εἶχον. ἄλλως δέ γε καὶ ἐκπώματος εἶδος αἱ ἀμφώτιδες. Παρήϊον δὲ νῦν μὲν αὐτὴ ἡ παρειά, ἑτέρωθι δὲ κόσμος ἵππου παραγναθίδιος. Τὸ δὲ “ἑστήκειν” δύναται μὲν καὶ δίχα τοῦ ν κοινῶς γράφεσθαι, ἡ δὲ ἀκρίβεια τῆς ἀντιγραφῆς μετὰ τοῦ ν γράφει ἀπὸ Ἰωνικοῦ τοῦ ἑστήκεεν, ὡς εἶναι ὅμοιον τῷ “ἤσκειν εἴρια καλά”. Εἰς δὲ τὸ “ἀναπάλλεται ἰχθύς” φασὶν οἱ παλαιοὶ ὅτι, ἐπειδὰν τὸ πέλαγος στίζηται ἀρχομένου πνέειν ἀνέμου, ἀναπάλλονται ἰχθύες. στίζεται δὲ πάντως πέλαγος, ὅτε φρῖκα πάσχει, περὶ ἧς πολλαχοῦ εἴρηται. Τὸ δὲ “χερσὶ λαβὼν ὤρθωσε” φιλοίκτως τῷ Ἐπειῷ πέπαικται, ὀρθοῦντι ὃν κατέρριψε. Τὸ δὲ “ἄγον διʼ ἀγῶνος” σὺν τῷ παρηχεῖν καὶ ἐτυμολογεῖ. ἀπὸ τοῦ ἄγειν γὰρ ὁ ἀγών, ἔχων καὶ ἑτέρας ἐτυμολογίας, ὡς ἐν ἀρχῇ τῆς ωʹ ῥαψῳδίας ῥηθήσεται. Τὸ δὲ “ἐφελκομένοις ποσίν” ὅ ἐστι συρομένοις, ἀκρατῆ ἑαυτοῦ δηλοῖ τὸν Εὐρύαλον, ἐξ οὗ πιθανολογεῖται καὶ τὸ ἀλλοφρονεῖν. Σημείωσαι δὲ ὅτι ἐκ τοῦ τοιούτου ἐφέλκεσθαι παράγεται καὶ τὸ τῆς φορτηγοῦ νηὸς ἐφόλκιον. Ἰστέον δὲ καὶ ὅτι νῦν μὲν αὐθωρὸν οἱ πυγμάχοι ἀλλήλοις ἐνέπεσον. ἦν δέ ποτε αὐτοῖς τέχνη καὶ τρίβειν συχνὰς ὥρας ἐπὶ κακῷ τῶν ἀντιπάλων, ἀνατάσει καὶ καταφορᾷ χειρῶν, ὡς εἰ καὶ ἀέρα, ὃ δὴ λέγεται, ἔδαιρον, ἢ καὶ ἐσκιαμάχουν πολεμικῶς. ἐζηλοῦτο γὰρ τοῖς παλαιοῖς καὶ σκιαμαχία εὐγενής. Κελτοὶ γοῦν, φασί, παρὰ τὸ δεῖπνον ἐνίοτε πρῶτα μὲν ἐν ὅπλοις ἐγερθέντες σκιαμαχοῦσι καὶ πρὸς ἀλλήλους ἀκροχειρίζονται, καὶ ἑξῆς, τὰ τοῦ ἱστοροῦντος αὐτὸ Ποσειδωνίου. Περιᾴδεται οὖν τις πυγμάχος, ὡς καὶ προερρέθη, κρατερὸς ἑαυτοῦ εἰς τὸ φερεπόνως ἐπὶ πολὺ ἀνέχειν τὴν χεῖρα καὶ πληγὰς μὲν μὴ καταφέρειν, ἀποκναίειν δὲ οὕτω τὸν ἀνταγωνιζόμενον. ὅτε οὖν τοιοῦτόν τι γίνεται ἢ καὶ ἄλλως παρατείνοιτο τὸ ἔργον, ἐγίνετο τηνικαῦτα τοῖς ἀθλοῦσι βοήθημα, ὁποῖον καὶ Παυσανίας ἱστορεῖ, λέγων ὅτι ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ὅτε χρονοτριβοῖεν οἱ πύκται, κλῖμαξ εἰσεφέρετο, ὥστε διαστάντας καὶ χώραν λαβόντας ἐκείνους μένειν ἐν ταύτῃ ἕνεκεν τοῦ μὴ περιΐστασθαι, τουτέστιν ὑφίστασθαι, τὰς φερομένας πληγὰς περιτρέχοντας, ἀλλὰ μένοντας ἐπὶ τοῦ αὐτοῦ τῇ ποιᾷ τῶν χειρῶν ἐκτάσει φυλάττεσθαι. καὶ ἐλέγετο τοῦτο “ἐκ κλίμακος”, παροιμιαζόμενον ἴσως ἐπὶ τῶν ἐκ προμηθείας τινὸς λαμβανόντων ἐν πόνοις ἄνεσιν. Ἰστέον δὲ ὡς ἡ ἱστορία σὺν ἄλλοις τισὶ καὶ Τιμοκρέοντα, τὸν Ῥόδιον ποιητὴν καὶ ἀθλητήν, σεμνύνει ὡς πύκτην ἄριστον, ὅς, φασί, παρὰ τὸν μέγαν ἀφικόμενος βασιλέα καὶ ἐμφορηθεὶς βρωμάτων καὶ πολλὰ πιών, εἶτα ἐρωτηθεὶς ὅ τι ποτε ἀπὸ τούτων ἐργάζοιτο, καὶ εἰπὼν Περσῶν ἀναριθμήτους συγκόψειν, εἴπερ δηλαδὴ ἀεθλεύσει κατʼ ἐκείνων, τῇ ὑστεραίᾳ πολλοὺς καθʼ ἕνα νικήσας, εἶτα χειρονομήσας καὶ ζητηθεὶς τὴν τοῦ χειρονομῆσαι πρόφασιν, ἀπολείπεσθαι ἔφη τοσαύτας πληγάς, εἴ τις τολμήσει προσελθεῖν. δοκεῖ γοῦν καὶ ὁ Ἐπειὸς πολλοὺς ἂν ἔτι καταρρίψειν, εἰ κατʼ αὐτοῦ ἀνέστησαν, καί που καὶ χειρονομῆσαι κατʼ ἐκεῖνον τὸν Τιμοκρέοντα, καὶ ἐρωτηθεὶς εἰπεῖν, ὃ καὶ ἐκεῖνος ἔφη. Ὅρα δὲ ὅτι καὶ Τιμοκρέων τῇ τοῦ κόψειν λέξει Ὁμηρικῶς ἐχρήσατο ἐν τοῖς κατʼ αὐτόν. λέγεται δὲ καὶ Φιλάμμων, πύκτης Ἀθηναῖος, νικᾶν τοὺς ἀντιπάλους πάντα τὸν χρόνον. Ὅτι τὴν παλαισμοσύνην ἔστιν εὑρεῖν καὶ παλαιμοσύνην δίχα τοῦ σ γραφομένην τοῖς παλαιοῖς καθʼ ὁμοιότητα τοῦ Παλαίμων κυρίου ὀνόματος, ὃ καὶ αὐτὸ δοκεῖ ἐκ τοῦ παλαίειν γίνεσθαι. Ἰστέον δὲ ὡς ἆθλα παλαισμοσύνης Ἀχιλλεὺς τέθεικε “τῷ μὲν νικήσαντι μέγαν τρίποδʼ ἐμπυριβήτην, τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί· ἀνδρὶ δὲ νικηθέντι γυναῖκʼ ἐς μέσον ἔθηκε, πολλὰ δʼ ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον”. ὅτι δὲ τὰ τοιαῦτα σταθμός τις ἦν, διʼ οὗ τοσοίδε βόες ὠνοῦντο, προδεδήλωται. Ἰστέον δὲ ὅτι, ὅπερ Ὅμηρός φησι “δωδεκάβοιον τῖον” καὶ “τίον τεσσαράβοιον”, οἱ μεθʼ Ὅμηρον γενικῇ συντάσσουσιν, οἷον· δωδεκαβοίου τιμῶμαι τόδε, καί· τεσσαραβοίου ἐτιμῶντο, παθητικῶς τὸ τίειν σχηματίζοντες. Ἐμπυριβήτης δὲ τρίπους πρὸς διαστολὴν τοῦ ἀναθηματικοῦ, ὡς προγέγραπταί που. Τὸ δὲ “ἐνὶ σφίσιν” ἀντὶ τοῦ καθʼ ἑαυτούς. τοῦτο δὲ πρὸς διαστολὴν τῶν ἄλλως ἐπί τινι συναλλάγματι ἐκφωνούντων τίμημα. Τὸ δὲ “ἀνδρὶ νικηθέντι” ἔχει ἀντιθετικήν τινα γλυκύτητα. τοιοῦτον γὰρ τὸ ἀνδρὶ τοιούτῳ γυναῖκα ἔπαθλον δοθῆναι ὡς οἷα γυναικισθέντι καὶ αὐτῷ τῇ κατὰ πάλην μαλθακότητι. Πολλὰ δὲ ἔργα τὰ γυναικὶ δηλαδὴ πρέποντα. ἐπʼ ἄλλης δὲ φθάσας “ἀμύμονα” εἶπεν “ἔργα”. Τὸ δὲ “ἐπίστατο” παρʼ Ὁμήρῳ μὲν εὖ ἔχει, οἱ δὲ μεθʼ Ὅμηρον καινότερον “ἠπίστατο” φασίν, ὁμοίως πως τῷ ἠδύνατο καὶ ἤμελλε καὶ διηκόνησε καὶ τοῖς τοιούτοις. ἐκεῖνοι δὲ καὶ ἄλλως καινοτομοῦσι τὰς αὐξήσεις, ποτὲ μὲν ἔξω αὔξοντες, τὸ δὲ ἔσω ἀφιέντες ἀναύξητον, οἷον “τέλος ἔχει μοι τὰ πάντα, ἰατρέ, καὶ δεδιοίκηται πάλαι”, ποτὲ δὲ διχῇ αὔξοντες, ἤγουν ἔσω καὶ ἔξω. τοιοῦτον γὰρ τὸ “δεδιῴκηται” ἐκ τοῦ διοικῶ, καὶ τὸ “ἐκδεδιῃτημένος” ἀπὸ τοῦ ἐκδιαιτῶ, καὶ τὸ “μεμεθωδευμένος”, καὶ τὸ “πεπαρῳνηκώς”, καὶ τὸ “μεμελοπεποιημένος”, καὶ τὸ “ἠνώχλησε”, καὶ τὸ “ἠνέῳγεν”, ἵνα μή τις τἆλλα λέγῃ, ὅσα χύδην ἔχει καὶ εἰς γνῶσιν πρόκειται. Σημείωσαι δὲ ὅτι τόπος εἷς οὗτος ὁ ῥηθεὶς ἐν μὲν τῷ “τῖον Ἀχαιοί” ἐκτείνει τὴν ἄρχουσαν τοῦ ῥήματος, ἐν δὲ τῷ “τίον δέ ἑ τεσσαράβοιον” συστέλλει. Ἐν τούτοις δὲ κεῖται καὶ δεικνύμενος, ὃ παρὰ τοῖς μεθʼ Ὅμηρον ἐπιδεικνύμενος λέγεται, ἀντὶ τοῦ φιλοτιμούμενος, φιλενδεικτῶν. φησὶ γὰρ “Πηλείδης δʼ αἶψʼ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα δεικνύμενος Δαναοῖσιν. τὰ δὲ ἦν τὰ τῆς, ὡς ἐρρέθη πρὸ ὀλίγων, ἀλεγεινῆς παλαισμοσύνης, ἧς ἀναλογία ἡ τοξοσύνη καὶ τὰ κατʼ αὐτήν. ὡς γὰρ ἱπποσύνη ἡ ἱππική, καὶ βριθοσύνη τὸ βάρος, καὶ τοξοσύνη ἡ τοξικὴ τέχνη, οὕτω καὶ παλαισμοσύνη ἡ πάλη. Ὅτι ἐφʼ ἑκάστου ἄθλου δίχα δύο τῶν τελευταίων ὀρθὸς ἀνιστάμενος Ἀχιλλεύς, ὡς ἔθος ἦν, μετακαλεῖται τοὺς ἀεθλεύσοντας. Φησὶ γὰρ «στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν», ὃ δὴ καὶ ἐν δημηγορίαις ἐγίνετο, ἵνα ὁ λέγων ἀκούοιτο. Λέγει δʼ ἐνταῦθα προτρεπτικῶς εἰς ἀγῶνα τὸ «ὄρνυσθε, οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε», ὥσπερ ἀποτρεπτικὸν ἐν τοῖς ἑξῆς κείσεται τὸ «μηκέτʼ ἐρείδεσθον μηδὲ τρίβεσθε κακοῖσιν». Εἰ δὲ καὶ ἰσοπαλεῖς οἱ ἀθλοῦντες, προσφυὲς εἰπεῖν καὶ τὸ εὐθὺς ἐφεξῆς «νίκη δʼ ἀμφοτέροισιν, ἀέθλια δʼ ἶσʼ ἀνελόντες ἔρχεσθε, ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί». πρὸς Ὀδυσσέα δὲ καὶ Αἴαντα ἐρεῖ μετʼ ὀλίγα Ἀχιλλεὺς ταῦτα. Ἔνθα καὶ ἀποροῦσιν οἱ παλαιοί, ὡς τοῦ ποιητοῦ σιγήσαντος καὶ μὴ ἑρμηνεύσαντος, πῶς ἶσα λήψονται ὁ νικήσας καὶ ὁ μή, πῶς δʼ ἂν ἶσα γένοιντο τὰ προσεχῶς ῥηθέντα, τὸ «δυωδεκάβοιον» καὶ τὸ «τεσσαράβοιον» λύεται δὲ τὸ ἄπορον, ὅτι κατὰ τὸ σιωπώμενον οὐχʼ ὁ μὲν πρῶτος ἔλαβεν, ὁ δὲ δεύτερος, ὡς ἐπὶ τῶν ἄλλων ἄθλων εἰκός, ἀλλʼ ὁμοῦ οἱ δύο, καὶ οὕτως ἔδοξαν ἀνελέσθαι ἶσα τῇ κατὰ τὸν αὐτὸν στιγμιαῖον χρόνον ἀναλήψει. μᾶλλον δὲ ὅτι κατά τινα συναλλαγὴν σιωπηρῶς ἀνισάσθησαν προσθήκης λόγῳ καὶ ὑφέσεως, καὶ ὅλως κατὰ ἰσομοιρίαν τινὰ ἢ νῦν αὐτοῖς γενομένην ἢ ὕστερον, ὁποία τις γίνεται καὶ ἐν τοῖς ἑξῆς τοῖς φερομένοις ἔπαθλον «ξυνήϊα τεύχεα». ἴσως γὰρ διὰ τοῦτο καὶ τὴν τιμὴν τῶν ἀέθλων ὁ ποιητὴς παρεσημήνατο, διδοὺς τοῖς ἀποροῦσιν ἀφορμὴν λύσεως. τάχα δέ τι καὶ ὁ ἀθλοθέτης ἐπέρριψε σιγηλῶς ἐπιθήκης λόγῳ πρὸς ἐξισασμόν. καὶ οὕτω μὲν ταῦτα. Ὁ δὲ ποιητὴς ἱστορεῖ ὅτι ἀνέστησαν παλαίσοντες μέγας Τελαμώνιος Αἴας καὶ Ὀδυσσεὺς πολύμητις κέρδεα εἰδώς. Καὶ σημείωσαι ὅτι ἐξ αὐτῆς ἀρχῆς παραδηλοῖ, ὡς νικήσει τὴν πάλην Ὀδυσσεὺς ὁ κέρδεα εἰδὼς καὶ πολύμητις, ὡς δὲ μετʼ ὀλίγα ὁ Αἴας ἐρεῖ, καὶ πολυμήχανος. εἰ δὲ καὶ ὁ Αἴας τῇ ἐκ μεγέθους βαρύτητι καταπονήσει τὸν Ὀδυσσέα, παρεσημάνθη τῷ ποιητῇ καὶ τοῦτο νῦν ἐν τῷ «μέγας Αἴας». Εἶτα ἐκφράζων κἀνταῦθα τὰ τοῦ ἀγῶνός φησι «ζωσαμένω δʼ ἄρα τώ γε βάτην ἐς μέσον ἀγῶνα, ἀγκὰς δʼ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσι». Πρὸς δὲ τὴν τοιαύτην παλαιστικὴν λαβὴν παραβολὴν εἰπὼν σύντομον τὸ «ὡς δʼ ὅτʼ ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων», ἐπάγει τὸ ἑξῆς τῆς ἐκφράσεως, φαίνων ἃ οἱ παλαίοντες ἔπασχον ὑπʼ ἀλλήλων τῇ βιαίᾳ προστρίψει καὶ τῷ σφιγμῷ καὶ τῇ ἀνάγκῃ τῆς διατάσεως, καί φησι «τετρίγει δʼ ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν ἑλκόμενα στερεῶς, κατὰ δὲ νότιος ῥέεν ἱδρώς, πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους αἵματι φοινικόεσσαι ἀνέδραμον. οἳ δὲ μάλʼ αἰεὶ νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο· οὔτʼ Ὀδυσσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσαι, οὔτʼ Αἴας δύνατο, κρατερὴ δʼ ἔχεν», ἤγουν ἀντεῖχεν, ἲς Ὀδυσῆος. ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζον ἐϋκνήμιδες Ἀχαιοί, δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας· Διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, ἤ μʼ ἀνάειρʼ ἢ ἐγὼ σέ. τὰ δʼ αὖ Διῒ πάντα μελήσει. ὣς εἰπὼν ἀνάειρε. δόλου δʼ οὐ λήθετʼ Ὀδυσσεύς· κόψʼ ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα, κὰδ δʼ ἔβαλʼ ἐξοπίσω, ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς κάππεσε, λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε. δεύτερος δʼ αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς, κίνησεν δʼ ἄρα τυτθὸν ἀπὸ χθονὸς οὐδέ τʼ ἄειρεν, ἐν δὲ γόνυ γνάμψεν, ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ. καὶ νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντʼ ἐπάλαιον, εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε· μηκέτʼ ἐρείδεσθον”, καὶ ἑξῆς, ὡς προγέγραπται. Οἱ δὲ πεισθέντες “ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας”. Καὶ ὅρα ὡς ἀξίως τῶν ἡρώων διεσκεύασται ὁ ἀγὼν πρὸς ἐμβρίθειαν τῇ τε φράσει καὶ τῇ περιπετείᾳ τῆς ἀθλητικῆς διαθέσεως. Καὶ τὸ μὲν ὅλον οὕτω. τὰ δὲ κατὰ μέρος τοῦ χωρίου τοιαῦτα. Ζώνυνται μὲν οἱ παλαισταὶ καθὰ καὶ οἱ πυγμάχοι. “Ἀγκάς” δὲ κἀνταῦθα ἢ ἐπιρρηματικῶς νοητέον ἢ καὶ ὡς ὄνομα, ἵνα οὕτω μὲν λέγῃ ὅτι τὰς ἀγκὰς ἀλλήλων ἔλαβον, ἄλλως δέ, ὅτι ἀγκαλικῶς ἀλλήλων ἥψαντο. Ἀμείβοντες δὲ λέγονται ξύλα ὑπανέχοντα τὴν στέγην, ἅπερ σύνδυο ἐξ ἀποστάσεως τῆς κάτω ἄνω συναγόμενα ἀντερείδουσιν ἄλληλα, οἷς δεξιῶς εἰκάζε ὁ ποιητὴς ἐνταῦθα τοὺς ἥρωας ἀλλήλοις ἐν τῷ παλαίειν ἀντικειμένους, καὶ τὰ μὲν ἄνω εἰς ἓν ἥκοντας κατὰ τὰς δοκοὺς καὶ ἐρειδομένους, τὰ δὲ κάτω διεστῶτας. ὅτι δὲ κατὰ τοιούτους ἀμείβοντας ἀντερείδουσι, δηλοῖ καὶ τὸ “μηκέτι ἐρείδεσθον”, ἐξ οὗ λαβόντες οἱ μετὰ ταῦτα σοφοὶ τὴν τῶν πρός τι ἀντίθεσιν εἶπον πάνυ προσφυῶς εἶναι κατὰ τὴν τοιαύτην τῶν ξύλων ἀντέρεισιν. Ἰστέον δὲ ὅτι ἐν τῷ “ὡς δʼ ὅτʼ ἀμείβοντες”, ἢ ἀντὶ τοῦ δή κεῖται ὁ δε σύνδεσμος, ἢ φανερῶς παρέλκει. οὐ γὰρ ἀπαιτεῖ ὅλως ἀπόδοσιν ἡ τοιαύτη παραβολή, ἀλλὰ ψιλὴ ἐπῆκται πρὸς τὴν δεδηλωμένην τῶν ἡρώων ἀντέρεισιν. ὅτι δὲ ἀραρότως ἔχειν χρὴ τοὺς τοιούτους ἀμείβοντας καὶ μάλιστα τοὺς τῶν ὑψηλῶν δόμων, ἵνα μὴ διασαλεύοιντο ὑπʼ ἀνέμων βίας, οὐκ ἄδηλόν ἐστι. Τὸ δὲ “τετρίγει” ὠνοματοπεποίηται, καθὰ ἐπὶ τῶν πυγμάχων ὁ χρόμαδος. ὡς δὲ καὶ χιὼν τετριγέναι λέγεται πατουμένη, δῆλόν ἐστι. τέτριγε δὲ καὶ ὀδόντας ὁ θυμομαχῶν. εἰ δὲ καὶ ζυγός ποτε τρίζει, ἀλλʼ Ὁμήρῳ ἔδοξε τὸ “κρίγεν” ἐν τοῖς ἑξῆς εἰπεῖν ἐπʼ αὐτῷ. ὡς δὲ καὶ διαφορὰ τούτου τοῦ τρίζειν, ὃ καὶ ἐπὶ μυῶν καὶ νυκτερίδων λέγεται, καὶ τοῦ ἑτέρου τρύζειν, ὅθεν ἡ τρυγών, οὐδʼ αὐτὸ ἐν ἀδήλῳ κεῖται. Θρασεῖαι δὲ χεῖρες ἃς ἐν τῇ πυγμῇ βαρείας εἶπε. Τὸ δὲ “νότιος ἱδρώς” δηλοῖ μὲν τὸν ὑγρόν, παρηχεῖται δέ πως πρὸς τὸ νῶτα, ὁποῖαι καὶ ἄλλαι ψυχροπαρηχήσεις ἀνεπιτήδευτοι παραρριπτεῖσθαι ταῖς γραφαῖς ἐφάνησαν. Αἱ δὲ πυκιναὶ σμώδιγγες, περὶ ὧν που προδεδίδακται, πιθανὸν ποιοῦσι καὶ τό, ὡς εἴρηται, τετριγέναι. βίας γὰρ καὶ αὗται, καθὰ καὶ ἐκεῖνο. Οἰκεῖον δὲ τῷ τῶν σμωδίγγων ἐπαναστήματι τὸ “ἀνέδραμον”, ὅ ἐστιν ἐξωγκώθησαν. Τὸ δὲ “φοινικόεσσαι” σαφῶς δηλοῖ καὶ φοίνικα ἵππον πρὸ μικροῦ ῥηθῆναι τὸν τοιουτόχροον, ἤγουν τὸν κατακόρως πυρρόν, καὶ ὡς οἷον ῥόδεον ἢ αἱμοβαφῆ, ὅθεν καὶ τὸ φοινικοῦν παρωνόμασται χρῶμα. παρὰ τὸν φόνον γάρ, ὃς ἔστιν ὅτε τὸ αἷμα δηλοῖ. Τὸ δὲ “αἰεί” κἀνταῦθα οὐ μακρὸν χρόνον δηλοῖ. τοῦτο δὲ καὶ πρὸ ὀλίγων ἐφάνη. Τρίπους δὲ ποιητὸς ὁ ἔντεχνος κατὰ ἔλλειψιν τοῦ εὖ, ἴσως δὲ καὶ πρὸς διαστολὴν τοῦ κατὰ χρησμὸν τρίποδος, ὃς ἐδήλου τὸν γέροντα. οὕτω καὶ κρατῆρα μετʼ ὀλίγα τετυγμένον ἐρεῖ ἢ τὸν εὔτυκτον ἢ ὡς ὄντων καὶ μὴ τυκτῶν κρατήρων, ὁποίοις τε ὁ ἀπέριττος καὶ ὑδροχαρὴς Διογένης ἦν φιληδῶν, καὶ τῶν τοῦ Ἡφαίστου δὲ πολλαχοῦ γῆς πυροέντων, ὁποῖοί ποτε καὶ οἱ κατὰ Λῆμνον. Τὸ δὲ “οὔδει πελάσαι” ἐφερμηνευτικόν ἐστι τοῦ σφῆλαι. σφῆλαι γὰρ κυρίως τὸ συμποδίσαι καὶ ῥῖψαι εἰς γῆν, ἐξ οὗ καὶ τὸ ἐν Ὀδυσσείᾳ σφέλας, ὡς ἐκεῖ φαίνεται. τὸ δὲ τοῦ σφῆλαι ἀνάπαλιν ἀνασφῆλαι, ὅ ἐστιν ἀνεγερθῆναι τοῦ πτώματος. “Τὸ δὲ οὔτε Αἴας δύνατο” ἔλλειψιν ἔχει τοῦ “σφῆλαι οὔδει τε πελάσαι”. Ἰστέον γὰρ ὡς διὰ τὸ ἐναγώνιον τοῦ ἔργου συχνὴ ἐνταῦθα ἡ ἔλλειψις. μετʼ ὀλίγα γοῦν ἐν τῷ “ἢ ἐγὼ σέ” λείπει τὸ ἀναείρω, ἵνα ᾖ “ἢ ἀνάειρέ με, ἢ ἐγὼ ἀναείρω σε”, καὶ ἑξῆς δὲ ἐν τῷ “κόψʼ ὄπιθεν” λείπει σύνδεσμος ὁ ἀλλα ἢ ὁ δε, καὶ ἐν τῷ “μηκέτʼ ἐρείδεσθον” λείπει τὸ εἰπών, ἵνα ᾖ, ὅτι Ἀχιλλεὺς ἐκώλυεν εἰπὼν “μηκέτʼ ἐρείδεσθον”. καὶ ἡ παραβολὴ δὲ τὸ “ὡς δʼ ὅτʼ ἀμείβοντες” ἐλλελεῖφθαί τισι δοκεῖ συνήθους ἀποδόσεως, ὡς οἷα τῷ ἐναγωνίῳ τῶν ἡρώων συμπεπονθυίας καὶ τῆς φράσεως. εἰ μὴ ἄρα τις ἄλλως αὐτὸ συμβιβάσει θεραπεύσας, ὡς προγέγραπται. Τὸ δὲ ἐν τοιούτοις ἀνιάζειν σύνηθες. ἀηδὲς γάρ ἐστι θεαταῖς παλαιστῶν ἐπὶ πολὺ ἰσόρροπος ἅμιλλα. ἔστι δὲ τὸ “ἀνίαζον Ἀχαιοί” ἀντὶ τοῦ ἠνιῶντο, ἀνίαν εἶχον. γράφεται δὲ καὶ “ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζον Ἀχαιούς”. καὶ ἔστι τοῦτο σαφέστερον μέν, οὐκ ἐν πολλοῖς δὲ ἀντιγράφοις κείμενον. Τὸ δὲ “ἀναεῖραι” δηλοῖ μὲν τὸ ἀναβαστάξαι. καιριωτάτη δὲ λέξις ἐστί. διὸ καὶ ἐπιμένει αὐτῇ ὁ ποιητής. Τὸ δὲ “τὰ δʼ αὖ Διῒ πάντα μελήσει” παρῳδηθὲν εὐχρηστεῖται εἰς τὸ “τὰ δʼ αὖ θεῷ πάντα μελήσει”. Τὸ δὲ “δόλου δʼ οὐ λήθετο” σημειῶδές ἐστιν, ὡς τοῖς μὲν ἱππεῦσι καὶ τοῖς δρομεῦσιν οὐ θεμιτὸν ὂν δολιεύεσθαι, τοῖς δὲ παλαισταῖς ἐξὸν ὄν. δῆλον δὲ καὶ ὅτι ταὐτὰ κέρδος καὶ δόλος, εἴπερ ὁ κέρδεα εἰδὼς Ὀδυσσεὺς δόλου οὐ λήθεται, ὃν οἶδε δηλαδή. Περὶ δὲ τοῦ “κόψε” προγέγραπται. Κώληπα δὲ λέγει τὴν ἀγκύλην κατὰ τοὺς παλαιοὺς τὴν περὶ τὰς ἰγνύας, ἥν τινες ἄνταν ἢ ἄνζαν φασί. ζήτει δὲ οἴου γένους ἐστὶ τὸ “κώληπα”. γίνεται δέ, ὡς εἰκός, παρὰ τὸ κῶλον ὅθεν καὶ ἡ κωλῆ, σωματικὸν καὶ αὐτὴ μόριον, καὶ Ἀφροδίτη Κωλιάς, καὶ Κωλήν, στρατηγὸς παλαιός, στερεός, φασί, τὰ κῶλα. σκοπητέον δὲ καὶ εἰ τὸ “κόψαι κώληπα” ὅμοιόν ἐστι τῷ “πρὸς τὸ σκέλος κυρηβάσαι”, ὃ κεῖται παρὰ τῷ Κωμικῷ. Τὸ δὲ “κὰδ δʼ ἔβαλεν” ἀντὶ τοῦ κατέβαλε, κατέρριψεν. ἐπεὶ δὲ πολυτρόπως ἔστι καταβαλεῖν, προσέθηκε τὸ “ἐξοπίσω”, ἵνα πιθανὸν εἴη ἐπὶ στήθεσι τὸν Ὀδυσσέα καταπεσεῖν. Τὸ δὲ “θηεῦντο θάμβησάν τε”, κείμενα ἐκ παραλλήλου, τὸ αὐτὸ δηλοῦσι, ἤγουν τὴν ἐκ θέας ἔκπληξιν. ἴσως δὲ καὶ ἐπίτασίς ἐστι τοῦ “θηεῦντο” τὸ “θάμβησαν”. ὅτι δὲ ἀναλόγως πρόσκειται τὸ νῦ ἐν τῷ “θηεῦντο”, δῆλον καὶ ἐκ τοῦ “βεβούλευνται ποεῖν” παρὰ Σοφοκλεῖ. Τὸ δὲ “οὐδέ τʼ ἄειρεν” ἑρμηνεία ἐστὶν ἢ παράφρασις τοῦ “κίνησε δʼ ἄρα τυτθὸν ἀπὸ χθονός”, διὰ βάρος δηλαδή, ᾧ καὶ πιεσθεὶς ἔκαμψε τὸ γόνυ. τυχὸν δὲ καὶ δόλῳ τοῦτο οὐκ ἔπαθεν, ἀλλʼ ἔδρασεν ὁ κέρδεα εἰδώς, ὡς ἂν συναποκυλίσῃ τὸν Αἴαντα. καὶ εἰ μὲν τὸ πρῶτον ἀληθές, Ὀδυσσέως ἄρα τὸ πτῶμα, καὶ ἔχει τι ὁ Αἴας σεμνύνασθαι, εἰ καὶ μὴ πολύ, εἰ δὲ τὸ δεύτερον, ὡς πάντῃ δυστυχὴς ὁ Αἴας δεύτερον καταπαλαισθείς. ὅπερ οὐ δοκεῖν φαίνεται τῷ ἀθλοθέτῃ Ἀχιλλεῖ, ὃς ἀεθλίων αὐτοῖς ἐπιψηφίζεται ἰσότητα. ἐν δὲ τούτοις φασὶν οἱ παλαιοὶ καὶ ὅτι παλαιὸς καὶ ἀγροικικώτερος ὁ τρόπος ἐνταῦθα τῆς Ὁμηρικῆς πάλης, ἣν οὕτως αὐτοὶ φράζουσι· τὴν εὐώνυμον χεῖρα ἑκάτερος ὑπὸ τὴν πλευρὰν ἔβαλε τοῦ ἀγωνιστοῦ, τῇ δὲ δεξιᾷ χειρὶ ἑκάτεροι τοῦ λαιοῦ ἀγκῶνος τοῦ ἐναντίου ἐλαμβάνοντο, τοῖς δὲ μετώποις ἀντηρείδοντο. καὶ εἶχον ὁμοιότητα πρὸς τοὺς ῥηθέντας ἀμείβοντας, οὓς ἡ τεχνικὴ χυδαία γλῶσσα προσφιλοῦντάς φησιν. οἱ δʼ αὐτοὶ λέγουσι καὶ ὅτι τὸ “ἤ μʼ ἀνάειρε ἢ ἐγὼ σέ” εἰώθει ἐπιλέγεσθαι παρὰ τῶν παλαιστῶν ἐν τῷ ἀγῶνι, καὶ ἐγίνετο καὶ ἐκαλεῖτο λαβή, καθʼ ὃ καὶ παρὰ τῷ Κωμικῷ εἴρηται τὸ “λαβὴν ἐνδέδωκας”. ἀντεδίδουν δὲ ἀλλήλοις καὶ ἢ νῶτον ἢ αὐχένα ἢ καὶ πόδα πολλάκις, ἵνα λυθῇ τὸ τοῦ ἀγῶνος ἰσόρροπον καὶ μὴ ἀνιάζωσιν οἱ θεαταί. παρὰ τοῖς αὐτοῖς δὲ ἡ μὲν πρώτη πάλη οὕτως ἐκφράζεται. λαβόμενος τοῦ νώτου Ὀδυσσέως ὁ Αἴας ἐπῆρεν. ὡς δὲ μετεωρισθέντος αὐτοῦ οἱ πόδες πρὸς τοῖς τοῦ ἀντιπάλου γεγόνασι γόνασι καὶ ἦν ὀπισθοβαρὴς ὁ Αἴας, τότε δὴ τῇ πτέρνῃ βάλλει τὴν ἰγνύην. ταύτην γὰρ λέγει κώληπα. καὶ ὑπτιάζεται ὁ Αἴας, καὶ Ὀδυσσεὺς ἐπιπίπτει τοῖς ἐκείνου στήθεσιν. ὃ δὴ καὶ θαυμάζουσιν Ἀχαιοί, ἐὰν τοῦ βουγαΐου ὁ ὠμογέρων περιγίνηται. πρῶτος δέ, φασί, Κερκυὼν εὗρε τὴν τοιαύτην παλαιστικὴν μηχανήν. καὶ καλεῖται ἰγνύων ἀφαίρεσις. καὶ οὕτω μὲν αὐτοῖς ἡ πρώτη πάλη φράζεται. ἡ δὲ δευτέρα οὕτως. εἰς ὕψος μὲν ἆραι Ὀδυσσεὺς τὸν Αἴαντα οὐ δύναται διὰ τὸ βάρος. τάχα δὲ οὐδὲ βούλεται, ἵνα μὴ πάθῃ ὅπερ ἐποίησεν. ἄρας δὲ ὀλίγον καὶ ὅσον τῆς στάσεως παρασαλεῦσαι τῷ δεξιῷ γόνατι περιτρίβει τὸ ἀριστερὸν σκέλος. καὶ πίπτουσι πλάγιοι, ἢ ἄκοντος Ὀδυσσέως τοῦτο παθόντος, ἢ ἐντάσει τοῦ βάρους συναποκυλίσαντος ἑαυτῷ τὸν Αἴαντα. τοῦτο δὲ τὸ σχῆμα τῆς πάλης οἱ μὲν μεταπλασμόν, οἱ δὲ παρακαταγωγὴν ὀνομάζουσι. καὶ ταῦτα μὲν οἱ παλαιοί. Ὅρα δὲ καὶ τὸ “πλησίοι” ἀπὸ εὐθείας τῆς ὁ πλησίος, οὗ ἡ κλίσις καὶ ἐν ἄλλοις εὕρηται πολλοῖς. Τὸ δὲ ἐρείδεσθαι καὶ ἐν λόγοις γίνεται, ὡς δηλοῖ καὶ παρὰ τῷ Κωμικῷ τὸ “ἔπος πρὸς ἔπος ἠρειδόμεθα”, ὃ ταὐτόν ἐστι τῷ λόγοις ἀλλήλους ἠμειβόμεθα, καθὰ καὶ ἐνταῦθα τὸ ἐρείδειν ἐρρέθη ἔχειν οἰκείως πρὸς τοὺς ἀμείβοντας. Τὸ δὲ “τρίβεσθε” ἔοικεν ὠνοματοπεποιῆσθαι καθʼ ὁμοιότητα τοῦ “τετρίγει δʼ ἄρα νῶτα”. Καὶ γίνεται ἀπὸ τοῦ τοιούτου τρίβειν, ὥσπερ τρίβος ἡ ὁδός, καὶ τρίβων τρίβωνος τὸ τετριμμένον ῥάκος, οὕτω καὶ τριβακός κοινότερον ὁ ἐντριβὴς πράγμασιν. ὁ δʼ αὐτὸς καὶ τρίβων τρίβωνος Ἀττικῶς, ὡς τὸ “καὶ τῶν κρεμαθρῶν οὐ τρίβων τῶν ἐνθάδε”. τοῦ τοιούτου δὲ τρίβειν σύνθετον καὶ τὸ συντρίβειν, οὗπερ σημασίαι πολλαί, αἱ μὲν κυριολεκτικῶς, αἱ δὲ κατὰ μεταφοράν. τὸ δὲ ἐπιτρίβειν, ἐκεῖθεν ὂν καὶ αὐτό, δριμύτερόν τι τοῦ συντρίβειν σημαίνει, ὡς δηλοῖ καὶ τὸ σύνθετον ὁ ἐπίτριπτος. ὅτι δὲ καὶ χρόνῳ τὸ τρίβειν ᾠκείωται, οὐκ ἄδηλόν ἐστιν. τρίβειν γάρ τις λέγεται χρόνον, καὶ συνθέτως δὲ χρονοτριβεῖν. ἀπʼ αὐτοῦ δὲ καὶ οἰκότριβες οἱ οἰκογενεῖς δοῦλοι διὰ τὸ ἐγκεχρονικέναι, ὥς φησιν ὁ γραμματικὸς Ἀριστοφάνης, οἴκῳ καὶ κατατετρίφθαι. μετήνεκται δέ, φησίν, ἀπὸ ἱματίων ἢ στρωμάτων ἤ τινων ἄλλων χρονίων σκευῶν. τῷ δὲ ῥηθέντι ἐπιτρίπτῳ παρῳμοίωται καὶ τὸ παρὰ τῷ Κωμικῷ τρίμμα, συγγενὲς ὂν τῷ ἐξ ὀπτῆς λίθου κροτάλῳ, οὗ τριβομένου παιπάλη καταπίπτει. φησὶ γοῦν “λέγειν γενήσῃ τρίμμα, κρόταλον”. τοῦ δὲ τρίβειν χρόνον οὐ μακράν ἐστιν οὐδὲ τὸ “μή τι διατρίβειν ἐμὸν χόλον”. Τὸ δὲ ἀπομόργνυσθαι οὐκ ἐπὶ δακρύων μόνον ἢ ὅλως ὑγρῶν, ἀλλʼ ἰδοὺ ἐνταῦθα οἱ ἥρωες ἀπωμόρξαντο, ταὐτὸν δὲ εἰπεῖν, ἀπεψήσαντο κονίην, ᾗ ἐμιάνθησαν. ὅθεν καὶ παροιμία ἐκ τῶν ἀναπαλαιόντων, ἐφʼ οἷς ἔπταισαν, τὸ “τὴν κόνιν ἀποψησάμενος ἠγωνίζετο”. Ὅτι ταχυτῆτος ἄεθλα ἐτίθει Ἀχιλλεὺς “ἀργύρεον κρατῆρα τετυγμένον”, ὡς εἴρηται, “ἓξ δʼ ἄρα μέτρα”, τὰ καὶ προγραφέντα, “χάνδανεν. αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπʼ αἶαν πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν, Φοίνικες δʼ ἄγον ἄνδρες ἐπʼ ἠεροειδέα πόντον, στῆσαν δʼ ἐν λιμένεσσι, Θόαντι δέ”, τῷ Λημνίῳ δηλαδή, “δῶρον ἔδωκαν. Εὔνηος δέ”, ὁ τοῦ Ἰάσονος, “Λυκάονος”, τοῦ Πριαμίδου, “ὦνον ἔδωκε Πατρόκλῳ ἥρωϊ”. εἰ δὲ φθάσας ὁ Λυκάων ἁλῶναι εἶπε πρὸς Ἀχιλλέως καὶ πραθῆναι κατὰ Λῆμνον εἰς ἑκατόμβοιον, δῆλον ὡς καὶ ἐκεῖνα εἰκὸς γενέσθαι καὶ τὸ ἐνταῦθα λεχθέν. Ἰστέον δὲ ὡς οὐ μόνον Εὔνηος τὸ κύριον, ἀλλὰ καὶ Εὔνεως, ὅθεν Εὐνεῖδαι, γένος μουσικόν, ἀπὸ Εὔνεω δηλαδή, φασί, τοῦ τοῦ Ἰάσονος. Ἔτι ἰστέον καὶ ὅτι τὸ “ταχυτῆτος ἀέθλον”, παρακατιὼν οὕτω περιφραστικῶς ἑρμηνεύει “ἀέθλιον, ὅστις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο”. Τὰ δὲ μέτρα ξέσται τινὲς μέτριοι. Ὅρα δὲ ὅτι τοὺς ἐν ἄλλοις κοινότερον Σιδονίους Σιδόνας ἐνταῦθα γράφει, συστείλας τὴν ἄρχουσαν καὶ κλίνας ὁμοίως τῇ πόλει τὸ ἐθνικόν. καλλίτεχνοι δὲ κατʼ ἐξαίρετον οἱ Σιδόνες, ναὶ μὴν καὶ πολύτεχνοι. Οὐ μόνον γὰρ διʼ ᾠδῆς ἄγονται πέπλοι Σιδόνιοι, ἀλλʼ ἰδοὺ καὶ κρατὴρ οὐχʼ ἁπλῶς καλός, ἀλλὰ κατʼ ἐπίτασιν. “κάλλει” τε γὰρ ἐνίκα καὶ “πᾶσαν ἐπʼ αἶαν” καὶ κατὰ πολύ. καὶ χαλκευτικῆς οὖν τεχνῖται οἱ Σιδόνες, καὶ ἀληθῶς πολυδαίδαλοι. Ὅτι δὲ οἱ Φοίνικες ἐμπορικώτατοι, δηλοῖ σαφῶς καὶ ἡ Ὀδύσσεια. ἔστι δὲ τὸ μὲν “Φοίνικες” ὅλον τι, ἔθνους γὰρ ὅλου τοῦτό ἐστιν ὄνομα, τὸ δὲ “Σιδόνες” μέρος. μέρος γὰρ Φοινίκων οἱ εἴτε Σιδόνες εἴτε Σιδόνιοι. καὶ συλλαλοῦνται κἀνταῦθα τὸ μέρος καὶ τὸ ὅλον ἔθει ποιητικῷ, ἢ καὶ ἄλλως εἰπεῖν, ῥητορικῷ, κατὰ ἰδέαν δηλαδὴ περιβολῆς. Φοίνικες δὲ ἄνδρες πρὸς διαστολὴν ἑτεροίων φοινίκων, οἷον ἵππου καὶ ὀπώρας. Τίς δὲ ὁ ἠεροειδὴς πόντος, δηλοῖ καὶ ἡ Ὀδύσσεια. Τὸ δὲ “ἐν λιμένεσσι” τὸ ἀληθῶς πολυλίμενον τῆς Λήμνου ἱστορεῖ. Δῶρον δὲ Θόαντι ἐκείνῳ δέδοται ὁ κρατὴρ διὰ τὴν ἐν λιμένεσσι στάσιν. Τὸ δέ “καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἀέθλιον” θαῦμά τί ἐστιν, εἰ καὶ τὸν οὕτω κάλλιστον κρατῆρα περιεῖδεν ὁ ἥρως, προέμενος αὐτὸν ἐπὶ τιμῇ τοῦ ἑτάρου Πατρόκλου. Καὶ οὗτος μὲν ὁ κρατὴρ τῷ νικῶντι ἀέθλιον τέθειται τῷ Πατρόκλῳ κτηθείς, ὡς εἴρηται. Τῷ δευτέρῳ δὲ Ἀχιλλεὺς “βοῦν ἔθηκε μέγαν καὶ πίονα δημῷ· ἡμιτάλαντον δὲ χρυσοῦ λοισθῆϊ ἔθηκε”. Καὶ ὅρα τὸ “λοισθῆϊ”, ἀπὸ εὐθείας τῆς ὁ λοισθεύς, ὡς καὶ προεμνημονεύθη, ἐξ οὗ μετʼ ὀλίγα “λοισθήϊον ἄεθλον”, οἱονεὶ λοίσθειον ὡς ἀπὸ τοῦ λοισθεύς, καὶ διαλύσει καὶ ἐκτάσει λοισθήϊον. Ἰστέον δὲ καὶ ὅτι τὸ “ἓξ δʼ ἄρα μέτρα χάνδανε” καί τινι μεθύσῳ ἐπιφωνηθήσεταί ποτε. Τὸ δὲ “αὐτὰρ κάλλει ἐνίκα” καὶ ἑξῆς, καὶ ἀνθρώπου ἔπαινος εἶναι δύναται. Ὅτι δραμεῖν ἀνέστησαν ταχὺς Αἴας ὁ Λοκρὸς καὶ Ὀδυσσεὺς πολύμητις, εἶτα “Νέστορος υἱὸς Ἀντίλοχος ὃ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα”. Καὶ ὅρα τὸ “νέους”. οὐ γὰρ ἁπλῶς πάντας, τὸν γοῦν, ὡς ἐρρέθη, ταχὺν Αἴαντα οὐκ ἂν παρῆλθεν, εἰ μὴ ἔσφηλεν αὐτὸν Ἀθηνᾶ βλάψασα πόδας, Ὀδυσσέα δὲ ἂν ἴσως ἐνίκησεν, ᾧ τάχος οὐ προσεμαρτύρησεν ὁ ποιητής, εἰ μὴ εὐξάμενος ἐκεῖνος ἐλαφρότερος δραμεῖν γέγονεν. Ὅτι ὡς ἐπὶ τῶν ἱππέων, οὕτω κἀνταῦθα ἐπὶ τῶν δρομέων φησὶν “στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματʼ Ἀχιλλεύς”. Εἶτα λέγει ὅτι “τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος, ὦκα δʼ ἔπειτα ἔκφερʼ Ὀϊληϊάδης, ἐπὶ δʼ ὤρνυτο δῖος Ὀδυσσεὺς ἄγχι μάλα”, καὶ τὰ ἑξῆς. Φασὶ δʼ ἐνταῦθα οἱ παλαιοί· πῶς κλήρου μὴ βληθέντος ἵστανται μεταστοιχὶ οἱ δρομεῖς, ὡς πρὸ τούτου οἱ ἱππεῖς; καὶ μὴ ἔχοντες λύσιν εἰπεῖν γενναίαν φασὶν ἀπὸ τοῦ ἱππικοῦ ἀγῶνος εἰκῇ οὕτω μετῆχθαι τὸν στίχον. τοῦτο δὲ οὕτω φασὶ διὰ τὸ μὴ εἶναι στοῖχον νοεῖσθαι τὴν κατὰ μέτωπον τάξιν, ἀλλὰ τὴν κατὰ βάθος, ὡς προγέγραπται, ὡς, εἴπερ ἦν στοῖχον τὸν ἁπλῶς νοηθῆναι ὄρδινον, οὐκ εἶχεν ἂν ὁ λόγος ἀπορίαν τινά. Εἰς δὲ τὸ “ἀπὸ νύσσης” φασὶν ὅτι δολιχὸς ἦν ὁ δρόμος καὶ ἡ ἄφεσις ἀπὸ τοῦ καμπτῆρος ἐγένετο ἄνω πρὸς τὴν ἀφετηρίαν. καὶ ἴσως οὗτός ἐστιν ὁ λεγόμενος ἀκάμπιος δρόμος, οὗ μέμνηται Παυσανίας, εἰπών· ἀκάμπιος δρόμος· μακρὸς καὶ διʼ εὐθείας περίπατος. Εἰς δὲ τὸ “τέτατο δρόμος” φασὶν ὅτι ἐπεὶ μὴ κάμπτουσιν, οὐ ταμιεύουσιν εἰς τέλος τὸ τάχος, ἀλλʼ εὐθέως συντόνως προπηδῶσιν. Ἐκφέρειν δὲ καὶ νῦν τὸ προφερῶς θέειν. προϊὼν δὲ τὴν λέξιν ἐπὶ τοῦ ἁπλῶς λαβεῖν τίθησιν ἐν τῷ “Ἀντίλοχος ἔκφερεν ἄεθλον”, ἤγουν ἐξῆγε λαβών. Ἰστέον δὲ ὅτι τὸν Ὀδυσσέα εἰπὼν ἄγχι μάλα, ὡς ἐρρέθη, τοῦ Αἴαντος εἶναι, ὁρίζει εὐθὺς τὸ “ἄγχι μάλα” ἐν τρισὶ νοήμασι, τῷ ἐκ προστηθείου γυναικείου κανόνος, καὶ τῷ ἀπὸ τοῦ κατʼ ἴχνη, ὅ φασι, θέειν, καὶ τῷ καταπνέειν τὴν τοῦ Αἴαντος κεφαλὴν ὡς κολοβωτέρου, φασίν, ὄντος. Φησὶ οὖν “ἄγχι μάλʼ, ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο στήθεός ἐστι κανών, ὅν τʼ εὖ μάλα χερσὶ τανύσσῃ, πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δʼ ἴσχει στήθεος, ὣς Ὀδυσσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι· κὰδ δʼ ἄρα οἱ κεφαλῆς χέʼ ἀϋτμένα”, ἤγουν ἔχεεν πνοήν, “δῖος Ὀδυσσεύς, αἰεὶ ῥίμφα θέων· ἴαχον δʼ ἐπὶ πάντες Ἀχαιοὶ νίκης ἱεμένῳ”, ἢ “ἱεμένων”, “μάλα δὲ σπεύδοντι κέλευον”, ὅπερ παροιμίαν ἀπετέλεσε τὴν λέγουσαν “σπεύδοντα ἐποτρύνεις”, ᾗπερ ἀνόμοιον τὸ “κοιμώμενον ἐξεγείρεις”. Τὸ δὲ “κανών” οὐ συντακτέον μετὰ τοῦ “στήθεος”, ἀλλʼ ἰδίᾳ καθʼ αὑτό. ἔστι γὰρ ὁ νοῦς, ὅτι ἄγχι μάλα Αἴαντος ἦν Ὀδυσσεύς, καθάπερ στήθεος γυναικὸς ἄγχι μάλα ἐστὶν ὁ τοιόσδε κανών. ἔοικε δὲ ξύλον εὐθὺ εἶναι ὁ ῥηθεὶς κανών, τορευτόν, οἷα εἰκός, ὁμώνυμον τῷ ἀπορθοῦντι τὰ ξεόμενα κανόνι, χρήσιμον γυναιξὶν ἢ κλώθειν ἢ ἄλλως νῆμα ἐξέλκειν ἐν τῷ πρὸ τοῦ στήθους ἢ κρατεῖσθαι ἢ ἵστασθαι. σαφὲς γάρ τι οὐκ ἐτύχομεν γνῶναι ἀπὸ τοῦ μαθεῖν κάλαμον μίτων τὸν κανόνα εἶναι ἢ ἐργαλεῖον ἀτρακτῶδες εἴτε ἠλακατῶδες. Τανύεται δὲ χερσὶν ὁ τοιοῦτος κανὼν ἀντὶ τοῦ τετανυσμένος εἰς ὀρθὸν ἵσταται, ἢ καὶ ἄλλως τανύεται, ὡς καὶ ἄρουρα οἶδεν αὔξειν ἀσταχύεσσιν. αὐτή τε γὰρ σταχύων αὐξομένων αὔξεσθαι λέγεται, καὶ ὁ κανὼν διὰ τὸ ἐξελκόμενον ἀπʼ αὐτοῦ πηνίον τανύεσθαι εἴρηται. Πηνίον δὲ παρὰ τὸν Πᾶνα, ὅς ἐστι, φασίν, εὑρετὴς ὑφαντικῆς, ἀφʼ οὗ καὶ τὸ πανίον, ἡ ἀγοραία λέξις. ἐκ δὲ τοῦ πηνίου καὶ τὸ ἐκπηνίζειν παρὰ τῷ Κωμικῷ. καὶ ἡ Πηνελόπη δὲ ἀπʼ αὐτοῦ, ὡς καὶ ἐν Ὀδυσσείᾳ ἐρρέθη, καὶ τὸ χρυσεοπήνιτον. ἑρμηνεία δὲ τοῦ πηνίου τὸ μίτον. πηνίον γὰρ τὸ εἰς μίτον χρήσιμον, ὃς δὴ μίτος ἢ ὁ αὐτὸς τῷ πηνίῳ ἐνταῦθά ἐστι, διασαφητικὸς ὢν τοῦ πηνίου, ἢ ἀντιδιαιρεῖται τῷ στήμονι καὶ τῇ κρόκῃ, ἣν καὶ ῥοδάνην φασίν, ὡς ἐν ῥητορικῷ εὕρηται Λεξικῷ. γενικὴ δὲ λέξις ἐν τούτοις καὶ τὸ νῆμα. Τὸ δὲ “παρέκ” ὅτι ἐκ δύο προθέσεων σύγκειται, καὶ ὅτι καὶ παρέξ λέγεται, ὅτε φωνῆεν ἔμπροσθεν εἴη ὡς τὸ “παρὲξ ἅλα”, καὶ ὅτι διφορεῖται κατὰ τὴν σύνταξιν, καὶ ὅτι ἐκ τούτου τὸ πάρεξ ἐπίρρημα παρὰ τοῖς ὕστερον ἐπινενόηται, καὶ ὅτι διάστασιν μὲν δηλοῖ διὰ τῆς ἐκ ἢ ἐξ, ἐγγύτητα δὲ διὰ τῆς παρα, δῆλα μᾶλλον ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Ἴχνιον δὲ παρῆκται μὲν ὡς καὶ τὸ ἀέθλιον, καθὰ πρὸ ὀλίγων γέγραπται. ὀφεῖλον δὲ δασύνεσθαι ὡς ἀπὸ τοῦ ἱκνῶ, ψιλοῦται διὰ τὸ χ, οὗπερ οὐ δύναται προκαθῆσθαι δασεῖα δίχα τοῦ ᾗχι, ὃ δηλοῖ τὸ ὅπου. Τὸ δὲ τύπτειν πάνυ καιρίως ἐνταῦθα ἔχει τῆς ὀνοματοποιΐας. κἂν ἐπʼ ἄλλων τινῶν ῥηθείη, ἐντεῦθεν ἐκεῖ μετέπεσεν, οἷον ὁ βουτύπος, καὶ μάλιστα ὁ χοροιτύπος ὁ ἐν τῷ χορεύειν τύπτων γῆν. τὸ τύμπανον ἐντεῦθεν μὲν καὶ αὐτό, δηλοῖ δὲ ἦχον τραχύτερον. Καιρίως δὲ καὶ τὸ ἀμφιχυθῆναι ἐπὶ κόνεως ἔφη, ἐφʼ ἧς ὥσπερ τὸ χύω, οὕτω καὶ ὁ χοῦς κυριολεκτεῖται. Ὁ δὲ ἀϋτμήν κλίνεται μὲν ὡς ὁ ποιμήν, ὁ αὐτὸς δέ ἐστι τῇ ἀϋτμῇ, ὅ ἐστι τῇ πνοῇ. καὶ γίνεται ἀπὸ τοῦ ἄω, καὶ παραγώγως ἀΰω, καθʼ ὁμοιότητα τοῦ ἄω ἀΰω, τὸ φωνῶ. ἐκ δὲ τοῦ προρρηθέντος ἄω καὶ τὸ ἄσθμα γίνεται. Τὸ δὲ “ἴαχον πάντες Ἀχαιοί” διὰ τὸν ἱέμενον ἢ τοὺς ἱεμένους νίκης παρακολούθημα καὶ αὐτὸ ἀγῶνος, ὡς τῶν θεατῶν συναγωνιώντων τοῖς τοιούτοις, οἳ συνδιατιθέμενοι ἐρίζουσιν, ἰάχουσι, σιωπῶσιν αὖθις, ἡδὺ γελώσιν, ἄχθονται, παιανίζουσι, καὶ ὅλως παντοῖοι γίνονται. Σημείωσαι δὲ ὅτι, ὡς μετʼ ὀλίγα ἐπὶ τῆς τοξείας, οὕτω κἀνταῦθα ἐνέργεια εὐχῆς ἐν τῷ “εὔχετο Ἀθηναίῃ ὃν κατὰ θυμόν” Ὀδυσσεύς, “κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖϊν”. Καὶ ὅρα συντομοτάτην προφορὰν εὐχῆς διὰ τὸ μὴ εἶναι πολυλογίας καιρόν. Ὤνησε δὲ τὸν Ὀδυσσέα ἡ εὐχὴ οὕτω “ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλον ἐπαΐξεσθαι ἄεθλον, ἔνθʼ Αἴας μὲν ὄλισθε θέων, βλάψε γὰρ Ἀθήνη, τῇ ῥα”, ἤγουν ἔνθα δή, “βοῶν κέχυτο ὄνθος ἀποκταμένων ἐριμύκων, οὓς ἐπὶ Πατρόκλῳ πέφνε πόδας ὠκὺς Ἀχιλλεύς· ἔνθʼ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε· κρητῆρʼ αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς, ὡς ἦλθε φθάμενος· ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας· στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο, ὄνθον”, ἢ “ὄνθου, ἀποπτύων”, καὶ εἶπεν “ὢ πόποι, ἦ μʼ ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδʼ ἐπαρήγει”. ὅπερ παντὶ προσαρμόζει ἀντιληπτικῷ προσώπῳ. καὶ οὕτω μὲν ἔφη Αἴας. Οἳ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασαν, ὥς που καὶ ἐπὶ Θερσίτῃ γέγονεν, εἰ καὶ κατʼ ἄλλον λόγον ἐκεῖ. ἐνταῦθα δὲ σημειοῦνται οἱ παλαιοί, ὅτι ὁ τὸν πρεσβύτην λαβραγόραν εἰπὼν οἰκείως κολάζεται κατὰ στόματος, οὗπερ ἡ ὕβρις προήνεκτο. καὶ ἄλλως δέ, νικᾷ μὲν ὁ εὐξάμενος, μιαίνεται δὲ τὸ στόμα ὁ μὴ οὕτω ποιήσας. τάχα δέ, φασί, κεχηνώς, οἷα εἰκός, ἔτρεχε. διὸ ἔπλητο ὄνθου τὸ στόμα, δυστυχήσας, εἰ τὸ ἄεθλον χειρὶ ληψόμενος, εἶτα ὄνθου τὸ στόμα ἀντιλαμβάνεται. καιρία δὲ λέξις ὁ “ὄνθος”, καθὰ καὶ τὸ “ἔβλαψε”. διὸ ἐπέμεινεν αὐταῖς ὁ ποιητής. Ἔνθα ὅρα καὶ ὅτι τρὶς τῇ λέξει τοῦ ὄνθου ἢ τῆς ὄνθου χρησάμενος οὐχʼ ὡσαύτως ἔφρασεν, ἀλλὰ πρῶτον μὲν βοῶν ὄνθον ἔφη, εἶτα βόειον ὄνθον, εἶτα ὄνθον ἐν ἁπλότητι. Ἐνταῦθα δὲ σκοπητέον, εἰ καὶ τὸ ὀνθυλεύειν ἐκ τοῦ ὄνθος παράγεται κωμικώτερον διὰ τὴν τῶν ὀνθυλευόντων περιεργίαν. χρῆσις δὲ τοιαύτης λέξεως καὶ παρὰ τῷ εἰπόντι ὡς ὀνθυλεύουσι τὸν οἶνον παραμιγνῦντες αὐτῷ σαπρόν. ἐκεῖθεν δὲ καὶ σηπία ὠνθυλευμένη. Τὸ δὲ σχῆμα τῆς τοῦ Αἴαντος στάσεως ἔχει τι γραφικῆς ἀστειότητος. ἵσταται γὰρ κέρας ἔχων καί, ὡς εἰκός, ἐπικύπτων ἐν τῷ ἀποπτύειν ὄνθον, καὶ οὕτω διακεκομμένα λαλῶν, ὅθεν καὶ γελῶσιν οἱ θεαταί. Ὅρα δὲ καὶ ὅτι οὐκ εἰς εὐτυχίαν ὁ νικηθεὶς ἀνάγει τὴν εὐδρομίαν τοῦ Ὀδυσσέως, ἀλλʼ εἰς θεοφίλειαν, εἰωθότος Ὁμήρου οὕτω ποιεῖν. Τὸ δὲ “ὃν κατὰ θυμόν” ἀγωνίαν ἐμφαίνει πολλὴν δρομέως πνευστιῶντος καὶ μὴ ἔχοντος μεγάλα εὔχεσθαι κατὰ προφοράν. ἔχεται δέ πως ἡ τοιαύτη τοῦ Ὀδυσσέως εὐχὴ καὶ τοῦ “οὐδέ σε λήθω κινύμενος”, ὅπερ ἀλλαχοῦ σεμνῶς ἔφη ὁ αὐτὸς ἥρως. Τὸ δὲ ἐπίρροθος πρωτότυπόν ἐστι τοῦ ἐπιτάρροθος. Τὸ δὲ ἐπαΐξεσθαι Ἀττικόν. ἄλλως γὰρ καὶ ἐπαΐξειν λέγεται. Ἐν δὲ τῷ “ὄλισθε θέων” καιρίαν ἔχει λέξιν, ὥσπερ τὸ “θέων”, οὕτω καὶ τὸ “ὄλισθεν”, ὃ ἰσοδυναμεῖ τῷ βλάπτεσθαι. διὸ ἐπάγει “ἔβλαψε γὰρ Ἀθήνη”, ὃ δὶς ἐνταῦθα κεῖται. ἐπαναφορὰ δέ τις καὶ τὸ “ὄλισθε θέων”, ὡς καὶ τὸ “βοὴ ἦν” καὶ τὰ ὅμοια, ὧν πολλαχοῦ μνεία γέγονεν. ὅμοιον δὲ καὶ τὸ “ἀντιάασθε θεοὶ γάμου”, καὶ τὸ “Αἴθη θῆλυς ἐοῦσα”. Ἐκ δὲ τοῦ ὄνθου ἢ θηλυκῶς τῆς ὄνθου δόξοι ἄν τις ἴσως καὶ τὴν παρʼ Ἀττικοῖς μηλόνθην συγκεῖσθαι. τὸ δʼ ἐστὶν οὐ τοιοῦτον, ἐκ τοῦ ἄνθους γὰρ ἐκείνη γέγονε τροπῇ συνήθει τοῦ α εἰς ο, καθὰ δηλοῖ ὁ γράψας οὕτω. μηλάνθη ζῷόν ἐστι μεῖζον σφηκός, ἐκ τῆς ἀνθήσεως τῶν μηλεῶν γεννώμενον, ἢ ἀρχομέναις ἀνθεῖν προσιπτάμενον, οὗ παῖδες λίνον τρίπηχυ ἐξάπτοντες ἐῶσι πέτεσθαι, καὶ φερομένου διʼ ἀέρος ἑλικοειδῶς, ἡδόμενοι τῇ θέᾳ, παρέπονται, τὰς χεῖρας ἐπικροτοῦντες. Ἀττικοὶ δὲ αὐτὴν μηλόνθην ὀνομάζουσιν. ἐκάλουν δέ, φησίν, αὐτὴν καὶ χρυσαλλίδα. καὶ οὕτω μὲν ὁ παλαιός. τὰ δὲ νῦν τοῦ Κωμικοῦ ἀντίγραφα μηλολόνθην αὐτὴν τετρασυλλάβως οἴδασιν. Ἔπαιξέ τις ὕστερον ὅλονθον γνάθον εἰπὼν τὴν ὅλην ὄνθου, ἤτοι γέμουσαν πικρίας. τοῦτο δὲ κατὰ λόγον δριμύτητος. ἄλλως γὰρ κοινότερον ὄλονθος μετὰ πνεύματος ψιλοῦ ὁ καρπὸς τῆς ἀγρίας συκῆς. Ἐνταῦθα δὲ οὐκ ἄκαιρον εἰπεῖν καὶ ὅτι στόμα τὸ οὕτως ἀποπτύον ὄνθου λεχθείη ἂν καὶ βορβόρου ὀπή, ὅπερ κατὰ παλαιὰν ἱστορίαν συνθεὶς ὁ βαρύγλωσσος Ἱππῶναξ βορβορόπην ὕβρισε γυναῖκά τινα, σκώπτων ἐκείνην εἰς τὸ παιδογόνον ὡς ἀκάθαρτον, ὃς καὶ ἀνασεισίφαλλον ἄλλην τινὰ διέσυρεν ὡς ἀνασείουσαν, φασί, τὸν φάλητα. καὶ μὴν ὁ Ἀνακρέων τὴν τοιαύτην οὐ πάνυ σφοδρῶς, ἀλλὰ περιεσκεμμένως, πανδοσίαν ὠνείδισε καὶ λεωφόρον καὶ πολύϋμνον. ἄλλος δέ τις χαλκιδῖτιν, διʼ εὐτέλειαν, φασί, τοῦ διδομένου νομίσματος, Ἀρχίλοχος δὲ παχεῖαν καὶ δῆμον, ἤγουν κοινὴν τῷ δήμῳ, καὶ ἐργάτιν, ἔτι δὲ καὶ μυσάχνην πρὸς ἀναλογίαν τοῦ ἁλὸς ἄχνη, καὶ εἴ τι τοιοῦτον. καὶ οὕτω μὲν ταῦτα. Τὸ δὲ “ἐριμύκων” οὐ πάνυ δοκεῖ πρὸς διαστολήν τινα εἰρῆσθαι. μᾶλλον γὰρ κατά γε τοῦτο βρονταῖς καὶ τυφώνων ἐκπνοαῖς οἰκειότερον τὸ ἐρίμυκον. Τὸ δὲ δίκην μητρὸς τὴν Ἀθηνᾶν τοῦ Ὀδυσσέως κήδεσθαι ἄκραν στοργὴν δηλοῖ, καὶ ἔχει διʼ ὅλου ὁ μῦθος τὸν Ὀδυσσέα οὕτω φιλούμενον τῇ Ἀθηνᾷ. ἔστι δὲ καὶ ἀλλαχοῦ ὁμοία στοργή, ἔνθα θεόθεν βέλος ἔκ τινος κωλύεται, ὡς εἰ καὶ μυῖάν τις διώκει ἀπὸ παιδός. Τὸ δὲ “καὶ ἐπαρήγει” πρὸς ἀκρίβειαν κεῖται. οὐ γὰρ πᾶς, ὃς παρίσταταί τινι, ἤδη καὶ ἐπαρήγει. Ἀθηνᾶ δὲ ἐνταῦθα ποιεῖν λέγεται ἄμφω. Ἐν τούτοις δὲ Ὅμηρος παραδίδωσι καὶ ὡς αἱ ἀνάγκαι προκαλοῦνται μάλιστα εὐχάς. τὸν γὰρ Ὀδυσσέα ἔπλασεν εὐξάμενον, οὐκ ἀπʼ αὐτῆς νύσσης, “ἀλλʼ ὅτε δή”, φησί, “πύματον τέλεον”, ἤγουν ἐτέλουν, “δρόμον”. Ὅτι Ἀντίλοχος ὕστερος ἐλθὼν καὶ τήν τε ἧτταν παραμυθούμενος καὶ τὸ τῶν νικησάντων δὲ ὑπεκλύων φιλότιμον, εἰς τὸ τῶν παλαιοτέρων ἀνθρώπων θεοφιλὲς ἀναφέρει τὸ αἴτιον. Φησὶ γὰρ Ὅμηρος “Ἀντίλοχος δʼ ἄρα λοισθήϊον ἔκφερεν”, ὡς καὶ προεγράφη, “ἄεθλον, μειδιόων”, καὶ εἶπεν, ἃ δὴ καὶ ἕτερος μεταποιήσας ἐφʼ ὁμοίοις πράγμασιν ἐρεῖ ἄν “εἰδόσιν ὔμμʼ ἐρέω πᾶσι, φίλοι, ὡς ἔτι καὶ νῦν ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους. Αἴας μὲν γὰρ ἐμεῖʼ ὀλίγον προγενέστερός ἐστιν· οὗτος δὲ προτέρης γενεῆς προτέρων τʼ ἀνθρώπων· ὠμογέροντα δέ μίν φασʼ ἔμμεναι, ἀργαλέον δὲ ποσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ”, τουτέστι, δυσχερὲς τοῖς ἄλλοις Ἀχαιοῖς ἐρίσαι τῷ Ὀδυσσεῖ περὶ δρόμου, εἰ μὴ μόνῳ τῷ Ἀχιλλεῖ. Καὶ ὅρα κἀνταῦθα ἔλλειψιν. τὸ γὰρ “εἰ μὴ Ἀχιλλεῖ” ἀντὶ τοῦ εἰ μὴ ἄρα μόνῳ τῷ Ἀχιλλεῖ οὐκ ἀργαλέον ἐστί. τοῦτο δὲ πάλιν κατʼ ἐναλλαγὴν ἐρρέθη σχήματος, ἤγουν ἐνδοιαστικῶς ἀντὶ τοῦ ἀποφαντικοῦ. τὸ γὰρ “εἰ μὴ Ἀχιλλεῖ” ἀντὶ τοῦ “ἀλλὰ τῷ Ἀχιλλεῖ”. οὐ γάρ ἐστιν ἐνδοιάσαι, ὡς Ἀχιλλεὺς Ὀδυσσέως ποδωκέστερος. φράζει δὲ οὕτως ὁ τοῦ ῥήτορος παῖς διὰ τὸ μὴ μόνον αὐτοσχεδιάζειν, ἀλλὰ καὶ ἀγωνιᾶν. διὸ καὶ πάνυ στενῶς ἔφρασεν ἐν τρισὶ λέξεσι τὸ “εἰ μὴ Ἀχιλλεῖ”. καὶ τοῦτο μὲν οὕτως. Σημείωσαι δὲ ὅτι ἐξ Αἴαντος ἔχει λαβὼν Ἀντίλοχος τὸ περὶ θεοφιλίας νόημα. ὁ μὲν γὰρ μερικῶς ἔφη τὸν Ὀδυσσέα φιλεῖσθαι ὑπʼ Ἀθηνᾶς, ὁ δὲ σεμνότερόν φησιν ἐν τῷ καθόλου κατὰ κοινὴν εἴδησιν, ὅ ἐστι δόξαν καὶ ἔννοιαν, ὡς θεοφιλεῖς εἰσιν οἱ πρεσβύτεροι, ἐπεὶ καὶ τίμιον τὸ πολυχρόνιον οἷα καὶ θεῖόν τι. πρεσβύτεροι δὲ Ἀντιλόχου δηλαδὴ Αἴας τε καὶ Ὀδυσσεύς. συλλογιστέον δὲ καὶ ὡς, εἴπερ θεοῖς τίμιοι κατὰ τὸν ποιητὴν οἱ παλαιότεροι, τῷ παντὶ πλέον ἀνθρώποις τιμηθήσονται. Μειδιᾷ δὲ Ἀντίλοχος ἢ προκαταλαμβάνων τὸν ἐκ τῶν ἄλλων κατάγελων ἢ καὶ συγγελᾶν μὲν ἅπασιν ἐθέλων ἡδύ, τῇ δὲ τοῦ νικηθῆναι βαρύτητι καταλύων τὸν ἄθρουν γέλωτα εἰς μειδίαμα, καὶ ἄλλως δέ, σκυθρωπάζειν μὲν ἴσως θέλων, αἰδούμενος δέ, καὶ διὰ τοῦτο σαρδάνιον σχηματιζόμενος μειδιᾶν, ἵνα ᾖ τὸ τοιοῦτον μειδίαμα ὅμοιον τῷ παρʼ Ἡσιόδῳ ἐκγελᾶν, ἤγουν ἔξω καὶ ἐπιπολῆς γελᾶν. Τὸ δὲ “ἔτι καὶ νῦν” τὸ ἀεί δηλοῖ, τὸ προχρόνιον καὶ εἰς πεῖραν ἐλθόν. Τὸ δὲ “προτέρης γενεῆς προτέρων τʼ ἀνθρώπων” ἢ ἐκ παραλλήλου ταὐτὰ λαλεῖ, ἢ πρὸς διαστολὴν τῆς ὁμωνύμου γενεᾶς, λεγομένης καὶ ἐπὶ ἀψύχων σωμάτων καὶ ἐπὶ ἀλόγων ζῴων, ἐπῆκται τὸ “ἀνθρώπων”. Ὠμογέρων δὲ ἡλικία πρεσβυτική, μεθʼ ἣν γέρων, εἶτα πέμπελος, ἔπειτα σῦφαρ, καθὰ καὶ Λυκόφρων οἶδεν. ἅπαξ δὲ καὶ αὕτη Ὁμήρῳ ἡ λέξις εἴρηται. καὶ ἔστιν ὠμογέρων ὁ μήπω καθεψηθεὶς καὶ οἷον ἑφθὸς τῷ γήρᾳ γενόμενος, ἢ ὁ ἄωρος καὶ στερρὸς καὶ σκληρὸς καὶ μήπω πέπων, ἐξ οὗ ὁ πέμπελος. ζητητέον δέ, εἰ ταὐτόν ἐστιν ὠμογέροντα εἰπεῖν καὶ προπόλιον. ἔστι δὲ προπόλιος κατὰ Αἴλιον Διονύσιον ὁ θᾶττον καὶ πρὸ τοῦ δέοντος πολιὰς ἐσχηκώς. Ἀλλὰ ταῦτα μὲν ἄψογα πρεσβυτικὰ ὀνόματα. ἐν δὲ ἰδέᾳ σκώμματος βλασφημοῦνται οἱ πάνυ γέροντες Κρόνοι, Ἰαπετοί, Τιθωνοί, σαπροί, βεκκεσέληνοι, πρωτοσέληνοι, τυμβογέροντες, παρεξηυλημένοι, ὅπερ ἐστὶν ὑπὸ γήρως ἀχρεῖοι, ὡς ἀπὸ ἐκτετριμμένων γλωσσίδων αὐλοῦ, ἔτι δὲ σορόπληκτοι, καὶ σοροπλῆγες, καὶ σορέλληνες, περὶ οὗ καὶ προεγράφη. τούτου δὲ καὶ θηλυκόν, φασί, ἐπὶ πρεσβύτου τὴν σορέλλην ἀνάκρουσιν. οἱ δὲ τὰ τοιαῦτα γράψαντες λαλοῦσι καὶ περὶ Τιθωνοῦ ὅτι τε εἰς τέττιγα διὰ γῆρας μετεβλήθη καὶ ὅτι ἐν ταλάρῳ ἢ ἐν καρτάλῳ ἐκρεμάσθη. Ἐριδήσασθαι δὲ τὸ ἐρίσαι ἀπὸ τοῦ ἐριδῶ, ἀφʼ οὗ ἐριδαίνω καὶ ἐριδμαίνω. ὡς γὰρ δεύτερος μέλλων τοῦ καθέζω ὁ καθεδῶ, οὕτως ἐρίζω ἐριδῶ, οὗ ἀναδραμόντος εἰς ἐνεστῶτα γίνεται τὸ ἐριδῶ ἐριδήσω ποιητικῶς. Τὸ δὲ “εἰ μὴ Ἀχιλλεῖ” οἱ μεθʼ Ὅμηρον ῥήτορες “ὅτι μὴ Ἀχιλλεῖ” εἴποιεν ἄν. οἷς ἔθος οὕτω φράζειν, οἳ τὸ “οὐκ ἄλλο τι ἐποίησα εἰ μὴ τόδε” “ὅτι μὴ τόδε” φασί, καὶ τὰ ἄλλα ὁμοίως. Ὅτι οὕτω μεγαλοπρεπὴς καὶ φιλότιμος Ἀχιλλεύς, ὡς διὰ βραχὺν ἔπαινον τοῦ Νεστορίδου ῥήτορος, ὃς αὐτὸν ἐν δυσὶν ἡρῴοις ποσὶ κύδηνε—τοιοῦτον γὰρ τὸ “εἰ μὴ Ἀχιλλεῖ—ὡς προσεχῶς γέγραπται, δωρεῖται αὐτόν, εἰπὼν «Ἀντίλοχʼ, οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος, ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω», ἤγουν ἐπιβαλῶ, ἐπέκεινα τοῦ ἀέθλου δώσω. ἐξ οὗ νοητέον ὅτι ἐκ περισσοῦ τοῖς ἀγωνοθέταις ἔκειντο καὶ τὰ εἰς φιλοτιμίαν, εἴ που δεήσειε. καὶ οὕτω μὲν ὁ φιλόδωρος ἥρως. οἱ δὲ μὴ κατʼ αὐτὸν ἕλοιντο ἂν πρὸς τοῖς ἐπαινετηρίοις λόγοις καὶ δῶρα ἐκ τῶν ἐπαινούντων δέχεσθαι, ὡς μὴ μέλεος εἴη ὁ ἔπαινος. Ὅτι δὲ ἐπὶ ἐπαίνῳ ἔφη Ἀντίλοχος τὸ «εἰ μὴ Ἀχιλλεῖ», παρεσημήνατο καὶ ὁ ποιητής, εἰπὼν «ὣς φάτο, κύδηνε δὲ ποδώκεα Πηλείωνα» ἐκ τοῦ παρὰ πόδας ἐκεῖνος ἔργου, ἤτοι τοῦ δρόμου, λαβὼν ἔπαινον. διὸ καὶ τὸ «ποδώκεα Πηλείωνα» οὐχʼ ἁπλῶς νοητέον, ἀλλʼ ὅτι ἐκύδανε τὸν Ἀχιλλέα νῦν ὡς ποδώκεα. Σημείωσαι δὲ καὶ ὅτι αἶνον οἱ παλαιοὶ τὸν ἀπόκρυφον λόγον καὶ ἐσχηματισμένον λέγοντες καὶ ὡς οἷον εἰπεῖν αἰανὸν διὰ τὸ βάθος, ὡς τὸ «νῦν δʼ αἶνον βασιλεῦσιν ἐρέω», καὶ ὅσα τοιαῦτα, ὅθεν καὶ τὸ αἰνίζομαι ἐπὶ αἰνίγματος, οὐκ ἂν ἔχοιεν τὸν τοιοῦτον νοῦν συμβιβάζειν καὶ ἐπὶ τοῦ ἐνταῦθα κειμένου αἴνου. νῦν γὰρ φανερῶς αἶνος ὁ ἔπαινος, εἰ μὴ ἄρα καὶ αὐτὸς αἶνος λέγεται διὰ τὸ βάθος ἔχειν. Κεῖται δὲ καὶ ἐνταῦθα τὸ «ὃ δʼ ἐδέξατο χαίρων». χαρτὰ γάρ, ὥσπερ τὰ ἄεθλα, οὕτω καὶ τὰ τῶν δωρεῶν. Ὅτι τοῖς ὑπομένουσι τὸν ὁπλιτικὸν ἀγῶνα, ἤγουν τῶν μονομάχων, δολιχόσκιον ἔγχος Ἀχιλλεὺς ἔθηκεν «ἐς ἀγῶνα φέρων, κατὰ δʼ ἀσπίδα καὶ τρυφάλειαν, τεύχεα Σαρπήδοντος», τοῦ κοινῶς Σαρπηδόνος, ἃ Πάτροκλος ἐξ ἐκείνου ἀφείλετο. Καὶ τῷ μὲν νικήσαντι δώσειν αὐτὸς ἰδίᾳ ἔφη «φάσγανον ἀργυρόηλον, καλόν, Θρηΐκιον», τὸ τοῦ Ἀστεροπαίου ἐκείνου. φησὶ γὰρ «τὸ μέν», ἤγουν ὃ δή, «Ἀστεροπαῖον ἀπηύρων», ὡς καὶ πρὸ τούτου ἐγράφη. Τὰ δὲ ῥηθέντα τοῦ Σαρπηδόνος τεύχεα ἀμφοτέρους ἐκέλευσε ξυνήϊα φέρεσθαι, τουτέστιν, ὡς καὶ ἀλλαχοῦ κεῖται, κοινά. κατωτέρω δὲ ἀέθλια ἶσα ἀνελέσθαι φησί, μοιρασαμένους ὡς βούλονται, καθὰ καὶ ἐπὶ τῶν παλαισάντων γέγονεν. Ὑπέσχετο δὲ ὡς «καί σφιν δαῖτʼ ἀγαθὴν παραθήσομαι ἐν κλισίῃσιν», ὅπερ ἐπʼ ἄλλου ἀγῶνος οὐκ εἶπε. Περιφράζει δʼ ἐνταῦθα τὴν μὲν τῶν μονομάχων αἰχμὴν «ταμεσίχροα χαλκόν» ὡς τμητικὸν τοῦ χροὸς παρὰ τὸ ταμῶ ταμέσω, ἐξ οὗ κατὰ συγκοπὴν τὸ τμῶ τμήσω, τὸν δὲ ὁπλίτην νικητὴν οὕτως «ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλὸν, ψαύσῃ δʼ ἐνδίνων διά τʼ ἔντεα καὶ μέλαν αἷμα», τὸ δὲ μονομαχῆσαι «ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι». Ἔστι δὲ τὸ μὲν «φθῇσιν» ἀντὶ τοῦ φθῇ, καὶ κοινότερον εἰπεῖν, φθαίη καὶ προλάβῃ. Τὸ δὲ «ὀρεξάμενος χρόα καλόν» ἁπλῶς μὲν ἀντὶ τοῦ ἐκταθεὶς εἰς τὸ σῶμα, σαφέστερον δὲ εἰπεῖν, τὸ ἀλλαχοῦ ῥηθὲν ὀρεκτὸν δόρυ τείνας εἰς τὴν τοῦ σώματος τοῦ ἀνθοπλίτου ἐπιφάνειαν. Ἔνδινα δὲ κατὰ μέν τινας ἔντερα παρὰ τὸ ἔνδον εἶναι ἰνῶν ἢ ἐντὸς δινεῖσθαι, κατὰ δὲ ἑτέρους ἡ ἔνδον τῶν ὅπλων σάρξ. ἦν δὲ σκοπὸς τοῖς ὁπλίταις ἀεθλευταῖς ψαύειν ἐνδίνων ἐν τῷ διασχεῖν δόρατι τὰ ἐπιπολάζοντα ὅπλα, ὡς δηλοῖ καὶ τὸ «διά τʼ ἔντεα καὶ μέλαν αἷμα», ὅπερ ἢ τὴν δια πρόθεσιν ἀντὶ τῆς κατα συντάσσει, ἢ ἀντιπτωτικῶς εἴληπται ἀντὶ τοῦ διά τε ὅπλων καὶ αἵματος. ἐνταῦθα δὲ κατὰ τοὺς παλαιοὺς Ἀριστοφάνης ὁ γραμματικὸς φορτικὸν ἡγησάμενος τὸ οὕτως ἐπικινδύνως ὁπλομαχεῖν, μεταγράφει τὸν τόπον τοῦτον οὕτως «ὁππότερός κεν πρῶτος ἐπιγράψας χρόα καλὸν φθῄη ἐπευξάμενος διά τʼ ἔντεα καὶ φόνον ἀνδρός». καὶ μὴν καὶ τὸ «ψαύσῃ» ταῦτα ἐδήλου. τάχα δὲ καὶ ἧττον ἐκεῖνο κινδυνῶδες κακὸν τὸ τοῦ ποιητοῦ ἤπερ τὸ μεταγραφέν. ὅτι δὲ οὐκ ἐπικινδύνως ἠγωνίζοντο, δῆλον δίχα τῶν ἄλλων καὶ ἐκ τῆς δαιτός. πῶς γὰρ αὐτὴν Ἀχιλλεὺς τοῖς ἐπὶ θανάτῳ ἀγωνιζομένοις, ὑπέσχετο; ἦν οὖν σκοπὸς τοῖς ὁπλίταις μικρόν τι ψαῦσαι χροὸς εἰς ἔνδειξιν ἐπιτηδειότητος τῆς εἰς μάχην, ὃ δὴ καὶ εἰσέτι νῦν πολλοὶ μιμούμενοι σπεύδουσιν, ὡς αὐτοί φασι, μόνον ἀλλήλους εὑρεῖν. Ὅτι δὲ ζηλωτὸν ἦν τοῖς παλαιοῖς καὶ τὸ μονομαχεῖν ὡς μέγα πολέμου γύμνασμα καὶ ὡς ἀνδρίας καὶ ῥωμαλειότητος ἔνδειξις, πρόδηλόν ἐστιν. ὡς δὲ οὐκ ἀεὶ σκοπὸς ἦν μονομαχίας ἐνδίνων ψαύειν, ἀλλʼ ἔστιν οὗ εἰς μόνην σκιαμαχίαν ἀπετελεύτα τὸ ἔργον, ἤδη προδεδήλωται. διὸ πολλοὶ καὶ ῥαβδίοις ἢ καλαμίσκοις ἀλλήλων κατατιτύσκονται οἷα μὴ στοχαζόμενοι πληγῶν. ἡ δὲ ἱστορία μονομαχούντων ζηλωτὰς γενέσθαι φησὶν Κυρηναίους καὶ Μαντινεῖς. Τὸ δὲ «Σαρπήδοντος» ἀπὸ εὐθείας βαρυτόνου ἐστὶ τῆς ὁ Σαρπήδων, ἥτις προέγνωσται. Δαῖτα δὲ ἀγαθὴν λέγει τὴν σωφρόνως ἔχουσαν ὡς ἡρωϊκήν. Ἐπὶ δὲ τούτοις κατὰ τὸν ποιητὴν ὁπλῖται ἀνέστησαν μέγας Τελαμώνιος Αἴας καὶ κρατερὸς Διομήδης. Περὶ ὧν φησιν, ὅπερ ἐπὶ δεινῶν ἀντιμάχων οἰκεῖον λέγεσθαι «οἳ δʼ ἐπεὶ οὖν», ἤγουν ἐπειδή, «ἑκάτερθεν ὁμίλου θωρήχθησαν, ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι, δεινὸν δερκομένω, θάμβος δʼ ἔχε πάντας Ἀχαιούς. ἀλλʼ ὅτε δὴ σχεδὸν ἦσαν», διὰ τοῦ η, ἢ «ἶσαν» διὰ τοῦ ι, ὅ ἐστιν ἐπορεύθησαν, «ἐπʼ ἀλλήλοισιν ἰόντες, τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὡρμήθησαν. ἔνθʼ Αἴας μὲν ἔπειτα κατʼ ἀσπίδα πάντοσε ἴσην νύξʼ, οὐδὲ χρόʼ ἵκανεν, ἔρυτο γὰρ ἔνδοθι θώρηξ. Τυδεΐδης δʼ ἂρ ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο αἰὲν ἐπʼ αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ», τουτέστιν ἐπετύγχανε καὶ κατηυστόχει τοῦ αὐχένος τῇ τοῦ δουρὸς ὀξύτητι. Ἔνθα καὶ ὅρα ὡς ὁ μὲν Αἴας ἁπλούστερον τὴν τοῦ Διομήδους ἀσπίδα νύσσει, διὸ οὐδὲ γενναῖόν τι δρᾷ ὡς μηδὲ προθέμενος, Διομήδης δὲ κακοτέχνως τὸν ἀγῶνα μέτεισιν, ἐπὶ τῷ αὐχένι πανουργευόμενος. ὅθεν «Αἴαντι περιδδείσαντες Ἀχαιοί», —ἑώρων γὰρ τοὺς κρείττονας ἐν τῷ Ἐπιταφίῳ τούτῳ δυστυχοῦντας καὶ ἡττωμένους— «παυσαμένους ἐκέλευσαν ἀέθλια», ὡς καὶ προεγράφη, «ἀνελέσθαι ἶσα». Ἀχιλλεὺς δὲ τῷ Διομήδει μέγα φάσγανον, τὸ ῥηθέν, ἔδωκεν ὡς νικητῇ, «σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι». εἰ δὲ μὴ ἔψαυσεν ἐνδίνων, ἀλλὰ τὸ αἰὲν κυρεῖν, ἤγουν ἐπιτυγχάνειν, ἀντὶ ψαύσεως ἦν. τάχα γὰρ καὶ τούτου μόνου τὸ πλέον ἐστοχάζοντο. ἡ δέ γε τῶν λοιπῶν ὅπλων ἀνάληψις καὶ ὁ μερισμὸς αὐτῶν σιγᾶται διὰ τὸ συνεπινοεῖσθαι. Σημείωσαι δὲ καὶ ὅτι καθʼ Ὅμηρον οὐ τὴν πλευρὰν μόνην τρωτὸς ἦν ὁ Αἴας, ὡς οἱ μεθʼ Ὅμηρον εἶπον, εἴπερ ὁ Διομήδης καταθαρρεῖ τοῦ αὐχένος διὰ τὸ τοῦ λοιποῦ κατάφρακτον σώματος. ἐκράτησε δὲ φήμη τοῦ μηδαμοῦ τρωτὸν ἢ βλητὸν εἶναι τὸν Αἴαντα, εἰ μὴ ὅτι γε κατὰ μόνην πλευράν, ἐπεὶ οὐδαμοῦ τῆς Ἰλιάδος εὕρηται τρωθείς. ὡς δʼ ἐν ἅπασι τοῖς ἀγῶσι δυστυχῶς ἔσχεν ὁ Σαλαμίνιος, προέγνωσται. οὔτε γὰρ παλαίσας εὖ ἀπήλλαξε, καὶ νῦν δεύτερος ἥκει, καὶ τὸν σόλον δὲ μετʼ ὀλίγα οὐ πρὸς νίκην ῥίψει. ὁ δὲ τοξικὸς ἀγὼν καὶ τὸν αὐτοῦ ἀδελφὸν Τεῦκρον οὐ νικῶντα ἕξει. Ὅρα δὲ καὶ τὸ «περιδείσαντες» καὶ τὸ «κέλευσαν». φθάνουσι γὰρ οἱ θεαταὶ πόθῳ τῶν ἀριστέων λύσαντες τὴν συμπλοκήν, ἵνα μὴ εἰς κακὸν μέγα τελευτήσῃ ὁ ἀγών. Ὅρα δʼ ἐν τούτοις καὶ τὸ «ἔπειτα», ὡς ἐν τῷ «Αἴας μὲν ἔπειτα ἀσπίδα νύξεν» ἀργὸν κεῖται, ἐν δὲ τῷ «Τυδείδης δʼ ἂρ ἔπειτα» τὸ μετὰ ταῦτα χρονικῶς δηλοῖ. Ὅτι τοῖς δισκεύουσιν Ἀχιλλεὺς θῆκεν «σόλον αὐτοχόωνον, τόν», ἤγουν ὃν, «πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος», ἤγουν ἔρριπτεν Ἠετίων, ὁ πενθερὸς Ἕκτορος, Ἀχιλλεὺς δὲ κτείνας ἐκεῖνον τὸν σόλον «ἄγετο ἐν νήεσσι σὺν ἄλλοις κτεάτεσσιν». Καὶ ὅρα καὶ νῦν ὅτι ἐνοσφίζετό τι τῆς λείας ὁ πολέμαρχος, τυχὸν δὲ καὶ κατὰ λάχος ἐδόθη αὐτῷ, καὶ ὅτι μόνῳ τῷ νικήσαντι γέρας ἐνταῦθα ὁ σόλος, δευτερεῖον δὲ οὐκ ἔστι, καὶ ὅτι τὸ ῥίπτειν, ὅ ἐστιν ἀφιέναι καὶ πέμπειν, καιρία λέξις ἐπὶ σόλου, ὅ ἐστι δίσκου, διὸ καὶ τρὶς ἐν τῷ ἀγῶνι τούτῳ χρᾶται αὐτῇ ὁ ποιητής, καὶ ὅτι ἐθελήσας μετρῆσαι τὸν τοιοῦτον σόλον οὐ σταθμῷ παριστᾷ, ἀλλὰ τῇ ἐξ αὐτοῦ πολυχρονίῳ χρήσει ἐμφαίνει τὸ μέγεθος, εἰπὼν «εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί, ἕξει μιν καὶ πένε περιπλομένους ἐνιαυτοὺς χρεώμενος». Ὅπερ ἐφερμηνεύων φησὶν «οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου ποιμὴν οὐδʼ ἀροτὴρ εἶσιν ἐς πόλιν, ἀλλὰ παρέξει», τουτέστιν οὐκ ἀγρόθεν εἰς τὴν πόλιν ἥξει κατὰ σιδήρου χρείαν ποιμὴν αὐτοῦ ἢ ἀροτήρ, ἀλλʼ ὁ χρώμενος τῷ σόλῳ παρέξει αὐτοῖς, εἰς πολυετῆ δαπάνην τὸν σόλον κτησάμενος. οἰκονομικὸν δὲ καὶ τοῦτο παραλάλημα τῷ ποιητῇ, ὑποτιθεμένῳ χρῆσθαι καὶ τοῖς ἐπάθλοις εἰς οἰκωφελίαν. πολυειδείας δὲ Ὁμηρικῆς καὶ τὸ παραδοῦναι ἆθλον ἐνταῦθα, οὗπερ οἱ δεύτεροι κερδαίνουσιν οὐδὲν ἀλλʼ ἢ μόνον αἰσχύνην, ὡς εἰκός. Γίνεται δὲ σόλος μὲν παρὰ τὸ σεύεσθαι ὅλος, τουτέστι περιδεδινῆσθαι, σφαιροειδὴς γὰρ ἦν. οὕτω δέ πως καὶ ὁ σωλήν. ἐκεῖνος μέντοι γίνεται κατὰ κρᾶσιν δύο ο, τοῦ τε ῥηματικοῦ τοῦ γινομένου ἀπὸ τοῦ σέω σεύω καὶ τοῦ ὅλος, οἱονεὶ σοολήν, καὶ κράσει σωλήν. Δῆλον δʼ ὅτι Σόλος καὶ πόλεως ὄνομα, ἧς οἱ πολῖται Σολεῖς. ἦσαν δὲ καὶ Κύπριοι Σόλοι, ὧν ἱστορεῖται βασιλεὺς Εὔνοστος, ὁμώνυμος Εὐνόστῳ, δαίμονι ἐπιμυλίῳ, περὶ οὗ καὶ ἀλλαχοῦ εἴρηται. ὡς δὲ καὶ ὁ σολοικισμὸς τοιαύτης Σόλου ἢ τοιούτων Σόλων ἐστὶ σύνθεσις, ἐν τοῖς τοῦ Περιηγητοῦ κεῖται. δοκεῖ δὲ καὶ ὁ νομοθέτης Σόλων ἐκεῖθεν παρωνομάσθαι. Αὐτοχόωνος δὲ ὁ αὔτως καὶ εἰκῇ κεχωνευμένος ἐπʼ οὐδενὶ ἄλλῳ χρησίμῳ τέλει ἀλλʼ ἢ μόνον ἐπὶ γυμνασίῳ. ἐντεῦθεν δὲ καὶ χαλκοῦν αὐτὸν εἶναί τινες οἴονται. σίδηρος γάρ, φασίν, οὐ χωνεύεται. εἰ δὲ καὶ σίδηρος ἐξ αὐτοῦ πορίζεσθαι τοῖς ἀγρόταις λέγεται, ἀλλὰ τοῦτο διὰ τὸ εἰς σίδηρον, φασίν, ἀντικαταλλάσσεσθαι. εἰ δʼ ἄρα τις καὶ σιδηροῦν αὐτόν, φασί, δέχεται, καταχρηστικῶς ἂν αὐτοχόωνος λέγοιτο. καὶ αὐτοὶ μὲν οὕτω. εἰ δέ τις μάθοι, ὅπως τὴν ἀρχὴν τὰ σιδηρᾶ μέταλλα πυρὶ τηκόμενα καταστάζουσιν, οὐκ ἂν κατάχρησιν τῆς τοῦ σιδηροῦ σόλου καταγνῷ χωνείας, ὅτε τις ἐπίτηδες αὐτὸν μεθοδεύοι ἐν τῷ χωνεύειν μέταλλα. ἦσαν δὲ καὶ λίθινοι δίσκοι, ὁποῖος καὶ ὁ ἐν Ὀδυσσείᾳ μεσόθι ἔχων ὀπήν, ἧς διείρετο καλῴδιον, ἐξ οὗ μετεωρίζοντες ἐρρίπτουν αὐτόν. Παυσανίας δέ φησιν, ὅτι αὐτοχόωνος ὁ ἐξ αὐτοῦ τοῦ χώνου ἄλλην μηδεμίαν προσειληφὼς ἐπισκευήν. καὶ οὕτω μὲν ἐνταῦθα ἡ αὐτός ἀντωνυμία σύγκειται, ἡ δέ γε αὐτόχθων ἑστία ἡ τοῦ Χείρωνος ἀλλοίαν ἔχει τὴν σύνθεσιν. δηλοῖ γὰρ τὴν αὐτοφυῆ καὶ σπηλαιώδη, ἣν ἕτερος τις λέγει αὐτόροφον. ὁ δὲ τῷ βασιλεῖ ἐλθὼν αὐτόματος ἀδελφὸς εἰς δαῖτα ὁμοιότητα ἔχει ἄλλως πρὸς τὸν ἐφεξῆς που ῥηθησόμενον αὐθέντην, ὅ ἐστι αὐτοφόντην. οἱ αὐτερέται δὲ ἄλλο τι δηλοῦσιν, ὅτι δηλαδὴ οἱ αὐτοὶ ἐρέται εἰσὶ καὶ ὁπλῖται. ὅμοιον δὲ πρὸς τὸ αὐτοχόωνον τὸ αὐτοκάβδαλον καὶ τὸ παρὰ Σοφοκλεῖ «αὐτόξυλον ἔκπωμα», καὶ ὅλως ὅσα ἔργα οὐκ εἰς κάλλος ἐσκεύασται. Τὸ δὲ «χρεώμενος» πλεονασμὸν ἔχει τοῦ ε κατὰ τὴν ἄρχουσαν, ὁποῖον καὶ τὸ «μεμνέῳτο» οὗ τὸ ἀπαθὲς δίχα τοῦ ε, ὡς δηλοῖ παρὰ Σοφοκλεῖ τὸ «οὐδαμῶς μεμνῴμεθα». Ἐν δὲ τῷ «εἴ οἱ καὶ μάλα ἀπόπροθι ἀγροί» ὅρα τὸ τῆς ἀντωνυμίας ἀόριστον εἴτε ἀγνώριστον. οὐ γὰρ δῆλον ποίῳ «οἷ», ὅ ἐστιν αὐτῷ, μακρὰν οἱ ἀγροί, ὥσπερ ἄδηλον καὶ τίς ὁ δώσων ἐν τῷ «ἀλλὰ παρέξει», εἰ μὴ ἄρα ἢ ἔξωθέν τις προσλήψεται τὸν τοῦ σόλου κτήτορα ἢ ἀναγάγῃ πρὸς τὸ «χρεώμενος», ἵνα λέγῃ ὅτι ὁ χρώμενος τῷ σόλῳ, εἴ οἱ καὶ μάλα μακρὰν ἀγροὶ πίονες, ἕξει αὐτὸν ἐπὶ πολύ. Τὸ δὲ «εἰ καὶ μάλα μακρὰν ἀγροί» διὰ τοὺς καθʼ Ἑλλάδα τόπους εἴρηται. εἰ γάρ, φησί, καὶ ἀποκναίει τινὰ τὸ μήκιστον τῆς ὁδοῦ, ἀλλὰ τὸ τοῦ σόλου χρειῶδές τε καὶ πολύχρηστον ἐφελκύσεται τὸν νικητὴν μὴ ἀμελῆσαι νῦν αὐτοῦ. Τὸ δὲ «πίονες» αὔξει τὸ τοῦ σόλου μέγεθος. οἱ γὰρ τοιοῦτοι καὶ πολλοῦ τοῦ σιδήρου διὰ τὸ τῆς ἐργατείας συχνόν τε καὶ ἐπιμελὲς δέονται. Κεῖται δὲ καὶ εἰς βιωτικὴν παραγγελίαν, ὡς μὴ δέον ὂν ἀγροὺς κτᾶσθαί που, εἰ μὴ γῆν εὑρήσει τις πίονα. Τὸ δὲ «ἀτεμβόμενος» σκορακιστέον μὲν ἐν γραφῇ πεζῇ, δηλοῖ δὲ καὶ νῦν συνήθως τὸ στερισκόμενος. σκοπητέον δὲ διὰ ζητήσεως εἴτε καὶ ὁ ἁπλῶς δίσκος σόλος που εὕρηται, εἴτε καὶ μόνῳ τῷ αὐτοχοώνῳ κεκλήρωται τοὔνομα. καὶ τοιαῦτα μὲν τὰ κατὰ τὸν σόλον. «Ὦρτο δέ», φησί, «μενεπτόλεμος Πολυποίτης, ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο, ἂν δʼ Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός», δισκεύσοντες οὗτοι «ἑξείης δʼ ἵσταντο, σόλον δʼ ἕλε δῖος Ἐπειός, ἧκε δὲ δινήσας», ὡς ἔθος, «γέλασαν δʼ ἐπὶ πάντες Ἀχαιοί. δεύτερος δʼ αὖτʼ ἀφέηκε Λεοντεύς, ὄζος Ἄρηος. τὸ τρίτον δʼ αὖτʼ ἔρριψε μέγας Τελαμώνιος Αἴας χειρὸς ἀπὸ στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντα» ἢ «πάντων». «ἀλλʼ ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης, ὅσσον τίς τʼ ἔρριψε καλαύροπα βουκόλος ἀνήρ, ἣ δέ θʼ ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας, τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε. τοὶ δʼ ἐβόησαν», οἱ θεώμενοι δηλαδή. καὶ ἔστι καὶ νῦν ἡ βοὴ διὰ τὸν νικητήν. Ὅρα δὲ κἀνταῦθα τὸν ποιητὴν ἀφειδῆ τῶν ἐπιθέτων συνήθως. τὸν μὲν γὰρ νικήσαντα Πολυποίτην δὶς μενεπτόλεμον λέγει, ὥσπερ καὶ δῖον τὸν Ἐπειόν, ὃς τέταρτος μὲν ἠρίθμηται, πρῶτος δὲ ἀφῆκε τὸν σόλον διά τε τὸ τῆς φράσεως συνεχές, καὶ ἵνα δὲ μὴ μακρὸς γέλως ταθείη, ἀλλʼ ἐγκοπείη ταῖς ἐφεξῆς ῥίψεσι. τὸν δὲ Λεοντέα, ὃν ἁπλῶς ἀφεῖναι εἶπε μηδέν τι πλέον ἐπισημηνάμενος περὶ αὐτοῦ διὰ τὸ τῆς τοῦ σόλου ἀφέσεως ἀφανές, πλείοσιν ἐπιθέτοις τῶν ἄλλων κοσμεῖ, εἰπὼν «Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο», καὶ «Λεοντεύς, ὄζος Ἄρηος», τὸν δὲ Αἴαντα Τελαμωνιάδην καὶ μέγαν Τελαμώνιον Αἴαντα καλεῖ. Τὸ δὲ «ἑξείης», ἕτερον ὂν τοῦ «μεταστοιχί», τὴν κατὰ μέτωπον πάντως τάξιν δηλοῖ. Τὸ δὲ «γέλασαν Ἀχαιοί» τὸ τῆς ῥίψεώς τε δηλοῖ ἀγεννές, καὶ ὅτι, φασίν, οὐδὲ τοὺς πόδας τάχα διέστησεν, οὐδὲ τὰς χεῖρας τεχνικῶς ἐσχημάτισε. Τὸ δὲ «ἀφέηκεν», ὥσπερ καὶ τὸ «ἧκε», ταὐτόν ἐστι τῷ ἔρριψε. Τὸ δὲ «σήματα πάντα» τὰ τῶν δύο δηλοῖ. καὶ εἶχε μὲν δύο εἰπεῖν ἢ δοίω, χαίρει δὲ πάντα λέγων καὶ πάντας καὶ τὰ τοιαῦτα, ὡς μυριαχοῦ φαίνεται. εἰ δὲ ἐν τῷ «ὑπέρβαλεν» εἶχεν εἰπεῖν «ὑπέρπτατο σήματα πάντα», ἀλλʼ ἐσίγησεν αὐτὸ φυλάξας τὴν τοιαύτην λέξιν τῇ καλαύροπι, ἵνα μὴ τὴν τῶν δισκευτῶν ἀρετὴν αἰσχύνῃ ὡς μὴ βαρέος ὄντος τοῦ δίσκου ἀλλʼ οἷον πτηνοῦ διʼ ἐλαφρότητα. Καλαῦροψ δὲ ῥόπαλον ἐπικαμπὲς ἐν ἄκρῳ, οὗ τὸ κᾶλον, ὅ ἐστι ξύλον, αὖ ῥέπει. ἅπαξ δὲ καὶ τοῦτο εἴρηται παρὰ τῷ ποιητῇ. ἴσως δὲ ὅμοιόν τί ἐστι καλαύροπι καὶ τὸ παρὰ Θεοκρίτῳ ῥοικὸν λαγώβολον. ἀπὸ τοῦ ῥέπειν γάρ τινες ἐτυμολογοῦσι καὶ τὸ ῥοικόν. πέτεται δὲ κατὰ βοῦς, ὅτε, φασί, τυχὸν χρὴ συμμιγείσας αὐτὰς διακρῖναι. Τὸ δὲ «ὑπέρβαλε παντὸς ἀγῶνος» οὐκ ἐξ ὀρθοῦ τὸ ῥῆμα ἔχει μετὰ γενικῆς, ἀλλʼ αὐτὸ μὲν ἀπὸ κοινοῦ προσυπακουόμενον ἔχει τὸ «σήματα πάντα», τὸ δὲ «παντὸς ἀγῶνος» ἔλλειψιν ἔχει προθέσεως, ἵνα ᾖ· διὰ παντὸς ἢ ἐπὶ παντὸς ἀγῶνος. Τὸ δὲ «τοὶ δʼ ἐβόησαν» τοῖς τε θεαταῖς ἔθιμον πάθος καὶ τῷ ποιητῇ σύνηθες ἐπιφώνημα, ὅμοιον τῷ «ἴαχον δʼ ἐπὶ πάντες Ἀχαιοί», καὶ τῷ «ἀτὰρ κελάδησαν Ἀχαιοί». τοῦ δʼ αὐτοῦ τύπου καὶ τὸ «οἳ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασαν», καὶ τὸ «γέλασαν δʼ ἐπὶ πάντες Ἀχαιοί», καὶ τὸ «λαοὶ δʼ αὖ θηεῦντό τε θάμβησάν τε». Ἰστέον δὲ ὡς οἱ κατὰ τὸν Πολυποίτην ἀφιέντες ἐν τῷ δισκεύειν ἀκρότονοι ἐλέγοντο, καθά, φασί, δηλοῖ τὸ Ἱππῶναξ ὁ ποιητής, καίτοι μικρὸς ὢν τὸ σῶμα καὶ λεπτός, ὅμως ἀκρότονος οὗτος ἦν, ὡς πρὸς ἄλλοις καὶ κενὴν λήκυθον βάλλειν μέγιστόν τι διάστημα, καὶ ταῦτα τῶν ἐλαφρῶν σωμάτων, ὁποία καὶ ἡ κενὴ λήκυθος, οὐκ ἐχόντων βιαίαν φορὰν διὰ τὸ μὴ δύνασθαί, φασί, τὸν ἀέρα τέμνειν. Ὅτι τοῖς τοξευταῖς Ἀχιλλεὺς «ἐτίθει ἰόεντα σίδηρον», τουτέστι μέλανα, ὁμοίως τῷ «ἰοειδέα πόντον», ἢ ἐπιτήδειον εἰς ἰοὺς ἤγουν εἰς βελῶν ἐργασίαν, ἐξ οὗ νοεῖται ὁ καθαρός, ἡ γὰρ λεπτή, φασί, κατατομὴ καθαροῦ δεῖται σιδήρου, ἢ τὸν μάλιστα ἰοῦ δεκτικόν. Εἶτα ἑρμηνεύων ὡς καὶ εἰδοπεποίηται ὁ τεθεὶς σίδηρος, ἐπάγει, ὅτι «κὰδ δʼ ἐτίθει δέκα μὲν πελέκεας, δέκα δʼ ἡμιπέλεκκα». Οἷς ἐπιφέρων τὰ ἐφεξῆς φησιν «ἱστὸν δʼ ἔστησε νηὸς κυανοπρῴροιο τηλοῦ ἐπὶ ψαμάθοις, ἐκ δὲ τρήρωνα πέλειαν λεπτῇ μηρίνθῳ δῆσε ποδός, ἧς ἂρ ἀνώγει τοξεύειν· ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν, πάντας ἀειράμενος πελέκεας κλισίηνδε φέρεσθαι», ἢ «φερέσθω», «ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτών, ἥσσων γὰρ δὴ κεῖνος, ὃ δʼ οἴσεται ἡμιπέλεκκα». Καὶ ὅρα κἀνταῦθα συνήθως προτεθειμένον τὸν γαρ σύνδεσμον. τὸ γὰρ ἀκόλουθον οὕτως· ὃ δʼ οἴσεται ἡμιπέλεκκα, ἥσσων γὰρ δὴ ἐκεῖνος, καὶ ὅτι ἐν τῷ «ὃς μέν κεν βάλῃ πέλειαν» λείπει τὸ εἰπών ἤ τι τοιοῦτον, καί φασιν οἱ παλαιοὶ ὅτι ἀπροσδοκήτως ἐνταῦθα ὁ ποιητὴς ἀπὸ τοῦ διηγηματικοῦ μετέβη ἐπὶ τὸ μιμητικόν. ἕως μὲν γὰρ τοῦ «ἀνώγει τοξεύειν» αὐτὸς ὁ ποιητὴς διηγεῖτο, ἀπὸ δὲ τοῦ «ὃς μὲν βάλῃ τρήρωνα πέλειαν» καὶ ἑξῆς, μιμεῖται, τί ἂν εἶπεν ὁ Ἀχιλλεύς. οὕτω καὶ πρὸ τούτου ἐσχημάτισται τὸ «μηκέτʼ ἐρείδεσθον» καὶ τὰ ἑξῆς. Ἰστέον δὲ ὅτι τῷ «πέλειαν δῆσεν ἐκ ποδός» συνακουστέον τὸ καὶ καθεσθῆναι τὴν πέλειαν εὐθὺς καὶ δοῦναι εἰς σκοπὸν βέλους ἑαυτήν, καὶ ὅτι παροιμία ἐπὶ τῶν ἁπλουστάτων τὸ «ἡμένη πελειάς», διὰ τὸ εὔηθες τοῦ ζῴου. Τὸ δὲ «ἡμιπέλεκκα» διὰ μέτρον κἀνταῦθα ὡς καὶ ἐν Ὀδυσσείᾳ διπλάζει τὸ κάππα σημαίνει δὲ μονοστόμους πελέκεις. Καὶ δοκεῖ Ἀττικὸν μὲν καὶ κοινὸν εἶναι τὸ «πελέκεας», Αἰολικὸν δὲ τὸ «ἡμιπέλεκκα». καὶ ἦν μὲν καὶ τὸ «πελέκεας» δυσχερὲς εἰς μέτρον, εἰ μὴ συνίζησαν αἱ δύο τελευταῖαι βραχεῖαι εἰς μίαν μακράν, τὸ δὲ «ἡμιπέλεκκα» οὐδʼ ἂν αὐτὸ χρηστὸν ἐγένετο ἡρωϊκῷ ἔπει δίχα τῆς τοῦ κάππα διπλόης. Τὸ δὲ «ἱστὸν ἔστησε» τρόπος ἐστὶν ἐτυμολογικός, κείμενος καὶ ἐν Ὀδυσσείᾳ ἐπὶ τοῦ τῆς Πηνελόπης ἱστοῦ. Τὸ δὲ «νηός» πρὸς διαστολὴν τοῦ ὑφαντικοῦ εἴρηται ἱστοῦ. Τὸ δὲ «κυανοπρῴρου» παρατετήρηται διεστάλθαι τῶν τοῦ Ὀδυσσέως. μόναι γάρ, ὡς καὶ προϊστόρηται, αἱ ἐξ Ἰθάκης νῆες μιλτοπάρῃοι. Τὸ δὲ «τηλοῦ» διὰ τὴν τοξικὴν ἑκηβολίαν εἶπε, καὶ διότι τὸ τόξον τηλεβόλον ἐστὶν ὄργανον. Μήρινθος δὲ λεπτὴ σχοῖνος. ἡ δὲ ταύτης κυριολεξία ἐπιμονὴν πεποίηκε, πεντάκις ἐνταῦθα χρησαμένου τοῦ ποιητοῦ τῇ λέξει. Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν μήρινθον οἶδε, Παυσανίας δὲ καὶ μετὰ τοῦ σίγμα σμηρίνθους τινάς. λέγει γὰρ ἐν τῷ καθʼ αὑτὸν Λεξικῷ ὅτι σμήρινθοι δεσμοὶ ἢ σπασμοί, Πλάτων Νόμων πρώτῳ· ταῦτα τὰ πάθη νεῦρα ἢ σμήρινθοί τινες ἐνοῦσαι σπῶσί τε ἡμᾶς καὶ ἀλλήλοις ἀνθέλκουσιν. Ἐκ τοῦ μερίζεσθαι δὲ ἡ λεπτὴ μήρινθος τροπῇ, ὁποίαν πάσχει καὶ τὸ μερμηρίζειν καὶ ὁ μηρός καὶ μέρμηραι, αἱ φροντίδες. δοκοίη γὰρ ἂν συντεθεῖσθαι μὲν καὶ ἐστοιβάσθαι τὸ παχύ, μεμερίσθαι δὲ τὸ λεπτόν. Λεπτὴ δὲ ἡ μήρινθος, ἵνα διακοπεῖσα μετʼ ὀλίγα ῥᾷον καὶ ἀπολύσασα τὴν πέλειαν ἀστεῖον ἀποτελέσῃ τὸν ἄεθλον. ἥσσονα δὲ λέγει τὸν τοῦ μηρίνθου μὲν τυχόντα, τῆς δὲ ὄρνιθος ἁμαρτόντα, ἐπεὶ κἂν τοῦ λεπτοτάτου ἔτυχεν, ἀλλʼ οὐχʼ ἑκών. τί γὰρ μὴ μᾶλλον τοῦ μείζονος τυγχάνει, ὃ καὶ εἰς σκοπὸν κεῖται; καὶ ἰστέον ὡς, εἰ μὴ προεῖπε τὸ περὶ τῆς μηρίνθου, εἶχεν ἂν ὕστερον λόγους, καθά φασι καὶ οἱ παλαιοί, ὁ τῆς μηρίνθου τυχὼν ἀντιποιούμενος τοῦ ἄθλου, ὡς οἷα τοῦ δυστυχεστέρου ἐπιτυχών. ἔστι δὲ ἡ εἰς τοῦτο παλαιὰ φράσις τοιαύτη, ὡς, εἰ μὴ προεῖπε περὶ τῆς μηρίνθου, ἐναγώνιον ἂν ὕστερον ἦν συμβεβηκός. Ἰστέον δὲ ὅτι τοιοῦτόν τι καὶ τὸ κατὰ τὸν περιφερόμενον χρυσοῦν δακτύλιον, ὃς τριχὸς μὲν ἐξήρτητο, ἐκρέματο δὲ ὑπὲρ στομίου φρέατος, καὶ ἔδει τοῦ δακτυλίου διοϊστεῦσαι τὸν εἰς τοῦτο λαχόντα. εἰ μὲν δὴ τούτου ἔτυχεν, εὐστόχησεν ἄν, εἰ δὲ τὴν τρίχα ἔβαλε, τῷ λεπτοτάτῳ μὲν προσέβαλεν, ἔξω δὲ σκοποῦ τοξεύσας εἶχεν οὐδὲν χάριτος. ὅτι δὲ δυσχερὲς ἐνταῦθα καὶ τὸ τῆς περιστερᾶς, δῆλον. τοῦ ἑνός τε γάρ, φασί, δέδεται ποδός, πτερυσσομένη δὲ δυσχερής ἐστιν εἰς βολήν. κατὰ δὴ ταύτης κληροῦνται ὥσπερ οἱ ἱππεῖς ἐν τῷ πρώτῳ ἀγῶνι, οὕτω νῦν οἱ τοξόται. «Κλήρους» γάρ, φησίν, «ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες», ἐπειδὴ καὶ ἐν αὐτοῖς ἐξ ἀνάγκης δεῖ εἶναι τὸ πρῶτον καὶ τὸ δεύτερον. Καὶ τὸ μὲν τῆς τύχης ἔσχε Τεῦκρος. πρῶτος γὰρ κλήρῳ ἔλαχε. τὰ δὲ εἰς ἀρετὴν οὐκ ἐπιτυχῶς ἔσχεν, ἐπεὶ μηδʼ αὐτὸς εὔξατο, καθὰ φανεῖται. «Αὐτίκα» μὲν γὰρ «ἰὸν ἧκεν ἐπικρατέως, οὐδʼ ἠπείλησεν ἄνακτι ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην», ὃ δήπου καὶ περὶ ἄλλου τινὸς προεγράφη. «ὄρνιθος μὲν ἅμαρτε, μέγηρε γάρ οἱ τό γʼ Ἀπόλλων· αὐτὰρ ὁ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετʼ ὄρνις. ἀντικρὺ δʼ ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός. ἣ μὲν ἔπειτʼ ἤϊξε πρὸς οὐρανόν, ἣ δὲ παρείθη μήρινθος», ὅ ἐστιν ἐχαλάσθη, «ποτὶ γαῖαν, ἀτὰρ κελάδησαν Ἀχαιοί. σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείρυσεν», ὅ ἐστιν ἐξείλκυσε, «χειρός», τῆς τοῦ Τεύκρου δηλαδή, «τόξον. ἀτὰρ δὴ ὀϊστὸν ἔχε», ἤγουν εἶχε, «πάλαι ὡς ἴθυνεν. αὐτίκα δʼ ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι ἀρνῶν ἑκατόμβην», ὁποίαν που καὶ ὁ Πάνδαρος, ὡς οὕτως εἰωθὸς ὂν εὔχεσθαι τοὺς τοξεύοντας. «ὕψι δʼ ὑπαὶ νεφέων εἶδε τρήρωνα πέλειαν. τῇ ῥʼ ὅγε», ἤγουν ἐκεῖ δὴ οὗτος, «δινεύουσαν ὑπὸ πτερύγος βάλε μέσσης», ἢ «μέσσην», «ἀντικρὺ δὲ διῆλθε βέλος· τὸ μὲν ἂψ ἐπὶ γαίῃ πρόσθε Μηριόναο πάγη ποδός· αὐτὰρ ὄρνις ἱστῷ», τῷ ῥηθέντι, «ἐφεζομένη αὐχένʼ ἀπεκρέμασε, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν», ἤγουν ἡ δὲ τῶν πτερῶν πυκνότης ἐξέκλινεν, ὡς ἢ ἀραιωθεῖσα τῇ παρέσει ἢ ψιλωθεῖσα τῇ βολῇ. «ὠκὺς δʼ ἐκ μελέων θυμὸς πτάτο», τοῦτο δὴ τὸ τοῖς ὠκυμόροις ἐπιλεγόμενον, «τῆλε δʼ ἀπʼ αὐτοῦ κάππεσε», μικρόν τι δηλαδὴ ἐπικαθεσθεῖσα τῷ τῆς νηὸς ἱστῷ, εἶτα ἐν τῷ ἐκπετασθῆναι ἐκψύξασα καὶ καταπεσοῦσα. «λαοὶ δʼ αὖ θηεῦντό τε», ὡς καὶ προεγράφη, «θάμβησάν τε», μάλιστα μὲν δηλονότι τὸ τοῦ Μηριόνου περισπερχὲς καὶ εὔστοχον, τάχα δὲ καὶ τὸ τοῦ Τεύκρου δυστυχές, ἐφʼ οἷς οὕτω παρʼ ὀλίγον ἦλθε τοῦ τυχεῖν, καὶ τὴν τοῦ ὀϊστοῦ δὲ κατάπτωσιν ἐγγὺς τοῦ Μηριόνου, καὶ ὡς ἡ ὄρνις, μὴ ἔχουσα πόρρω που φυγεῖν, καθῆκεν ἑαυτὴν αὖθις ὅθεν ἐξεπετάσθη. ἔχει δέ τι γραφικὸν εἰς θέαν καὶ τὸ τοῦ αὐχένος ἀποκρέμασμα, καὶ ἡ τῶν πτερῶν χαλαρότης, ὁποίαν καὶ Πίνδαρος Ὁμηρικῷ ζήλῳ ἐπὶ τοῦ κατὰ τὸν Δία ἔπλασεν ἀετοῦ. Ἰστέον δὲ ὡς ἡ πρὸ ποδὸς τοῦ Μηριόνου κατάπτηξις τοῦ βέλους νοεῖν δίδωσιν, ὅτι τμηθείσης τῆς μηρίνθου ἐπάνω αὐτοῦ ἐπετάσθη ἡ πελεία, καὶ οὕτω βληθείσης αὐτῆς κατῆλθε τὸ βέλος ὡς ἐπὶ τὸν βαλόντα κατά τινα κάθετον. Σημείωσαι δὲ καὶ ὅτι πολλῶν ἐκδόσεων Ὁμηρικῶν γενομένων, ὡς καὶ προδεδήλωται, ἡ Μασσαλιωτικὴ ἔκδοσις κατὰ τοὺς παλαιοὺς δυσὶ τόξοις χρωμένους ἐνταῦθα τοὺς ἠγωνισμένους ποιεῖ, μεταγράφουσα οὕτως «σπερχόμενος δʼ ἄρα Μηριόνης ἐπεθήκατʼ ὀϊστὸν τόξῳ· ἐν γὰρ χερσὶν ἔχε πάλαι ὡς ἴθυνεν». Ἀντίμαχος δὲ οὕτω γράφει «σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείρυσε Τεύκρου τόξον· χερσὶ δʼ ὀϊστὸν ἔχεν πάλαι ὡς ἴθυνεν», συντρέχων μὲν αὐτὸς τῷ Ὁμήρῳ, σαφέστερον δὲ μεταγράψας. ἑνὶ γὰρ τόξῳ ἠγωνίσαντο οἱ τοξόται, ὡς καὶ οἱ δισκευταὶ σόλῳ ἑνί. διὸ τοξεύσαντος Τεύκρου ἁρπάζει τόξον ὁ Μηριόνης κατὰ σπουδήν, ὡς ἂν μὴ φύγῃ τὸ πτηνόν. Ὅρα δὲ καὶ ὅτι φεύγων ὁ ποιητὴς παρήχησιν φλύαρον οὐδαμοῦ τὸν Μηριόνην τῇ μηρίνθῳ παρέθετο, ἵνα μὴ δόξῃ παιγνήμων εἶναι. ἴσως δʼ ἄν τις οἰηθείη ὡς διὰ τοῦτο καὶ τὸν Τεῦκρον ἁμαρτόντα μὲν πλάττει τῆς ὄρνιθος, τυχόντα δὲ τῆς μηρίνθου, ἵνα μὴ μεμνημένος ἐγγὺς Μηριόνου καὶ μηρίνθου περιπέσοι ἄκων ψυχρότητι. Τὸ δὲ «ἐπικρατέως» οὐ μόνον γενναιότητα δηλοῖ ῥωμαλέου ἀνδρός, ἀλλά τι καὶ ψεκτόν· ἀγερωχίαν γὰρ ἀλαζονικήν, διʼ ἣν οὐδὲ εὔξατο Τεῦκρος ἀρνῶν ἑκατόμβην. ὃ καὶ σημείωσαι διὰ τὸ ἀκύρως λεχθῆναι κατὰ τὸ «νέκταρ ἐῳνοχόει», καὶ «ἵπποι ἐβουκολοῦντο», καὶ «ἐχειρονόμησε σκέλεσι», καὶ «ἐκέρασεν ἐν χρυσῷ δέπαϊ», μάλιστα δὲ κατὰ τὸ «ᾠῶν ἑκατόμβην», καὶ ὅσα τοιαῦτα προεσημειώθησαν. μοσχαρίων μὲν γὰρ ἑκατόμβην ἔστιν εἰπεῖν, ἀρνῶν δὲ οὐκ ἂν κυριολεκτικῶς. Τὸ δὲ «οὐδʼ ἠπείλησεν ἄνακτι» ἀσαφῶς ἔχει καὶ διθυραμβικῶς, οἷα ἠπειγμένως φρασθέν. καὶ τέως μὲν μετʼ ὀλίγον διασαφεῖται τὸ «ἄνακτι» ἐν τῷ «μέγηρε γὰρ Ἀπόλλων», ὡς τοῦ Ἀπόλλωνος ἐξοχικῶς ῥηθέντος ἄνακτος, ἑξῆς δὲ αὐτίκα τὸ ὅλον περιφραστικῶς ἑρμηνεύεται νόημα ἐν τῷ «ἠπείλησεν Ἀπόλλωνι ἀρνῶν ἑκατόμβην», τουτέστιν ηὔξατο, ἀφʼ οὗ καὶ ἀπειλὴ ἡ μετά τινος ἀρᾶς ἐκφόβησις. Γίνεται δὲ τὸ μὲν μεγαίρειν ἀπὸ τοῦ μέγα καὶ τοῦ αἴρω. ὁ γὰρ μεγαίρων, ἤτοι φθονῶν, τὸ μεγαλεῖον αἴρει πως τοῦ φθονουμένου. Τὸ δὲ ἀπειλεῖν ἐπὶ μὲν εὐχῆς κατὰ τοὺς παλαιοὺς παρὰ τὰς πέλλας, ἤτοι φιάλας, αἷς ἔσπενδον, πλεονασμῷ τοῦ ι, ἐπὶ δὲ τῆς ὀργίλου παρὰ τὸ ἀπὸ ἐλέους εἶναι ἢ ἀπὸ εἰλεῖν ἀφοριστικῶς τὸν ἐκφοβούμενον. Τὸ δὲ «πρὸς οὐρανόν», ὅτι τὸ ὑψοῦ δηλοῖ, ἑρμηνεύει ὁ ποιητὴς εἰπὼν «ὕψι δʼ ὑπαὶ νεφέων», ἤγουν ὑψοῦ ὑπὸ τὰ νέφη, ὅ ἐστιν ὑποκάτω τῶν νεφῶν. ᾧπερ ὅμοιον καὶ τὸ «ὑπὸ πτερύγος βάλε μέσσης», ἤγουν ὑπὸ τὴν πτερύγα. Ἐν δὲ τῷ «ὀϊστὸν ἔχε πάλαι» φανερῶς τὸ «πάλαι» ἐπὶ ὀλιγίστου χρόνου ἔθετο, ταὐτὸν ὂν τῷ πρότερον. Τὸ δὲ «πτερύγος», ὃ δηλοῖ τὸ σαρκῶδες τῆς πτέρυγος, κἀνταῦθα ὡς καὶ ἐν τῇ βʹ ῥαψῳδίᾳ παροξύνει Ἀρίσταρχος, τῶν ἄλλων προπαροξυνόντων ὡς τὸ ὄρτυγος. Τὸ δὲ «ἀπεκρέμασεν» οὐκ ἔχει μεταληφθῆναι εἰς λέξιν κρείττονα. Ὅτι «ἥμονες ἄνδρες», ὅ ἐστιν ἀκοντισταί, «ἀνέσταν· ἂν μὲν ἂρ Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων, ἂν δʼ ἄρα Μηριόνης», θεράπων Ἰδομενῆος, ὃν ἡ προσεχὴς νίκη τῆς τοξείας ἐπῆρεν. Ὄγδοος δὲ καὶ τελευταῖος οὗτος ἀγών, ἐν ᾧ πρὸς Ἀχιλλέως τεθῆναί φησιν εἰς ἀγῶνα «κατὰ μὲν δολιχόσκιον ἔγχος, κὰδ δὲ λέβητʼ ἄπυρον», ἤγουν, ὡς προεγράφη, ἀπύρωτον, «βοὸς ἄξιον, ἀνθεμόεντα», ἤγουν ἀνθηρόν, ἢ ἀναθηματικόν, ὡς καὶ ἀλλαχοῦ προγέγραπται. Ἀχιλλεὺς δὲ κωλύει ἀγωνίσασθαι τὸν βασιλέα, εἰπὼν «Ἀτρεΐδη, ἴδμεν γάρ, ὅσον προβέβηκας ἁπάντων, ἠδʼ ὅσσον δυνάμει τε καὶ ἤμασιν ἔπλευ ἄριστος· ἀλλὰ σὺ μὲν τόδʼ ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας ἔρχευ», τὸν λέβητα δηλαδὴ τόνδε, τὸν ἢ ὑποδεδειγμένον ἢ καὶ δεδομένον εὐθύς, «ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν», ἤτοι δώσωμεν, «εἰ σύ γε σῷ θυμῷ ἐθέλεις· κέλομαι γὰρ ἔγωγε». Καὶ ὁ βασιλεὺς πείθεται καὶ λαβὼν περικαλλὲς ἄεθλον Ταλθυβίῳ τῷ κήρυκι δίδωσιν, ἢ ὥστε εἰς τὰς σκηνὰς καταθέσθαι, ἢ κατά τινας, ὡς δῶρον αὐτὸν ἔχειν, μεγαλοψύχως καὶ βασιλικῶς. Καὶ ὅρα ὅτι καὶ μὴ Ἀχιλλέως εἰπόντος «ὄρνυσθε, οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε» ἢ «ἄνδρε δύο περὶ τῶνδε κελεύομεν ἀγωνίσασθαι», ἢ ὅτι «ἥμονας ἄνδρας τάδε ἄεθλα δεδεγμένα κεῖται ἀγῶνι», ἢ ὅτι· ὃς βάλῃ τοιῶσδε, ἐκεῖνος οἴσεται τόδε, ἃ δὴ προέλεγε τῶν ἀγώνων ὁ Ἀχιλλεύς, ὅμως ἀνέστησαν Ἀγαμέμνων καὶ Μηριόνης ἀγωνιούμενοι. καὶ τάχα μὲν κατὰ τὸ σιωπώμενον ἔφη τοιοῦτόν τι κἀνταῦθα ὁ ἀγωνοθέτης, ἴσως δὲ καὶ ἐπεὶ ὕστερος πάντων ἦν ὁ τῶν ἡμόνων ἀγών, οὐκ ἀναμένουσιν οἱ ἀεθλεύσοντες κήρυγμα. καλῶς δέ, φασίν, ἀγῶνα τοιοῦτον ὁ βασιλεὺς ἀγωνίζεται, ἔνθα οὐκ ἦν ἀνάγκη τῆς βασιλικῆς γυμνοῦσθαι στολῆς. ἠγωνίζοντο δὲ οἱ ἀκοντισταί, καθὰ καὶ οἱ δισκευταί, τίς πλέον ἀκοντίσας ἥσει, ὅ ἐστι πέμψει, ἀφήσει. φησὶ γοῦν Ὀδυσσεὺς παρὰ Φαίαξι «δουρὶ δʼ ἀκοντίζω, ὅσον οὐκ ἄλλος τις ὀϊστῷ». θαρρεῖ δὲ τὸν ἀγῶνα ὁ βασιλεὺς ὡς πανταχοῦ ἀκοντιστὴς ὢν εὔστοχος. Ὅρα δὲ καὶ ὅτι ἐν μὲν τῷ πρώτῳ ἀγῶνι πολλοὺς καὶ ποικίλους ἐκένωσε λόγους ὁ ποιητής, τῷ δὲ τελευταίῳ ἐπεξῆλθε συντομώτατα, καὶ ὡς ἐκεῖ τε καὶ ὧδε βασιλεὺς ἀγωνίζεται, ἀλλʼ ὁ μὲν ἐκεῖ ἐπὶ τῷ δευτερείῳ ἤρισεν, ὁ δʼ ἐνταῦθα τὸ πρωτεῖον ἔχει ἀναμφήριστον. Ὅτι δὲ οὐδʼ ἀκλεὴς ὁ ὕστερος ἀγών, ὁ βασιλεὺς δείκνυσιν ὁ τοῦτον καθυποδύς. εἰ δὲ καὶ μὴ πολυτελὴς οὗτος κατὰ τὸ ἔπαθλον, ἀλλʼ ὁ βασιλεὺς φιλότιμος, οὐ μὴν φιλοχρήμων ἦν, καὶ ὡς Ἀχιλλεὺς ὠνείδισέ που, φιλοκτέανος. Διὸ οὐδʼ ἀνέστη ἐπί τινι ἀέθλῳ ἑτέρῳ, οὗ μεῖζον τὸ ἔπαθλον, ἀλλʼ ἐν τῷ τελευταίῳ, καὶ οὐδὲ ἄλλως πολυζήλῳ, τιμῶν οὕτω καὶ ἑαυτὸν ὡς οὐ φιλοχρήμονα, καὶ τὸν κείμενον Πάτροκλον, καὶ διʼ αὐτοῦ τὸν Ἀχιλλέα. Ἐν δὲ τῷ «ἴδμεν γὰρ ὅσον προβέβηκας» καὶ ἑξῆς, ὅρα πάλιν τὸν γαρ σύνδεσμον προτεθέντα, οὗ ἀπόδοσις τὸ «ἀλλὰ σὺ μέν», ἰσοδυναμοῦν τῷ «σὺ μὲν δή», ἵνα λέγῃ, ὅτι ἐπεὶ ἴσμεν ὅσον ὑπερέχεις τῶν ἄλλων, σὺ μὲν δὴ τόδʼ ἄεθλον ἔχε. πολλὴ δὲ τοῦ τοιούτου σχήματος χρῆσις καὶ ἐν Ὀδυσσείᾳ. Τὸ δὲ «προβέβηκας» ἀντὶ τοῦ ἁπλῶς προέχεις. διὸ καὶ γενικῇ συντάσσεται, ἀσυνήθως μέντοι, κυρίως δὲ προβεβηκέναι ἐπὶ τῶν ἐν ὁδῷ ἢ δρόμῳ προβαινόντων, ἐξ αὐτοῦ δὲ καὶ ἡλικίᾳ καὶ ἁπλῶς χρόνῳ προβεβηκέναι τις λέγεται. Ἧμα δὲ τὸ ἀκόντισμα, καὶ ἥμων ὁ ἀκοντιστής, παρὰ τὸ ἵημι ἥσω, τὸ πέμψω, ὅθεν καὶ ὁ ἀφέτης καὶ ἡ ἀφετηρία. Ἰστέον δὲ καὶ ὅτι τὸ μὲν «ἴδμεν ὅσον προβέβηκας ἁπάντων καὶ ὅσον δυνάμει ἔπλευ ἄριστος» ὑψηλῷ πρέπει ἀνδρί. εἰ δὲ καὶ νοήμων ἐκεῖνος, δύναται παρῳδηθέντος τοῦ «ἥμασι» ῥηθῆναι «δυνάμει τε καὶ νοήμασιν ἄριστος». Τὸ δέ· ἀτὰρ ποιήσομεν τόδε, «εἰ σύ γε σῷ θυμῷ ἐθέλεις, κέλομαι γὰρ ἔγωγε» ἤθους ἐστὶν εἴκειν φίλῳ ἐθέλοντος. Ἔνθα καὶ σημείωσαι τὸ «κέλομαι» ἁπλῶς λεχθὲν ἀντὶ τοῦ θέλων λέγω. οὐ γὰρ ἂν ὁ Ἀχιλλεὺς δεσποτικῶς τῷ βασιλεῖ κελεύειν ἐρεῖ. μυριαχοῦ δὲ τὸ τοιοῦτον εὕρηται σημαινόμενον. Ὡς δὲ τὸ «κατὰ μὲν ἔγχος, κατὰ δὲ λέβητα θῆκε», καὶ τὸ «ἀνέσταν, ἂν μὲν ἄρα Ἀγαμέμνων, ἂν δʼ ἄρα Μηριόνης» ἀναφορικὸν κάλλος ἔχουσι, δῆλον. Δύναμιν δὲ κἀνταῦθα τὴν ἰσχύν, ὅ ἐστι ῥώμην, ἔφη, καθὰ καὶ ἐν τῷ «ἀμυναίμην, εἴ μοι δύναμίς γε πάρεστιν».