ΕΚ ΤΩΝ ΤΗΣ ΦΙ
Ὅτι τῆς φῖ ῥαψῳδίας ἡ μὲν πρὸς μέτρον ἐπιγραφὴ αὕτη· φῖ μόγος Αἰακίδαο παρʼ ἠϊόνας ποταμοῖο, ἡ δὲ πεζὴ αὕτη· παραποτάμιος μάχη. Ὅτι ἐν τῷ εἰπεῖν ὁ ποιητὴς «πόρον Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς», Διὸς τόκον τὸν Ξάνθον φησίν, ἀλληγορικῶς μέν, ἐπεὶ διϊπετής, φασίν, ὁ Ξάνθος καὶ τὸ πλέον χείμαρρος, ἐξ ἀερίων, ὅ ἐστι Διΐων, τουτέστιν ὀμβρίων, ὑδάτων πληθυόμενος, μυθικῶς δὲ, ὅτι θεὸς μὲν τοῖς ἐγχωρίοις ὁ Ξάνθος, Ζεὺς δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε. οἳ δέ φασιν, ὅτι τοῦ μὲν δαιμονίου Ξάνθου Ζεὺς πατήρ, τοῦ δὲ ῥεύματος Ὠκεανός, ἐξ οὗ πάντες ποταμοί, ὡς μετʼ ὀλίγα ἐρεῖ ὁ ποιητής. Δινήεντα δὲ τὸν Ξάνθον λέγει, ὡς καὶ πρὸ ὀλίγου τὸν Ἕρμον. ἐν τοῖς ἑξῆς δὲ καὶ ἀργυροδίνην τὸν αὐτόν φησι καὶ βαθυδινήεντα, καὶ ἐν διαλύσει βαθείας μεγάλας δίνας ἔχοντα, περὶ οὗ ῥηθὲν καὶ τὸ «αἰπὰ ῥέεθρα», ὅ ἐστιν ὑψηλά, τοῦ τοιούτου βάθους ἐστὶ δηλωτικόν, ὥσπερ καὶ τὸ βαθύρροον καὶ τὸ βαθυδίνην. Ἰστέον δὲ καὶ ὅτι τὸ «ὃν τέκετο Ζεύς» διαλελυμένη ἑρμηνεία ἐστὶ τοῦ «Ξάνθος διιπετής», ὅπερ ἐν τοῖς ἑξῆς ἐρεῖ. Ὅτι Ἀχιλλεὺς διατμήξας τοὺς Τρῶας «τοὺς μὲν πεδίονδε ἐδίωκε πρὸς πόλιν, ᾗ περ», ἤγουν ὅπου, «Ἀχαιοί», ἢ κατά τινας οἱ ἄλλοι, δηλοῖ δὲ καὶ αὐτὸ τοὺς Ἀχαιούς, «ἀτυζόμενοι», ὅ ἐστι ταρασσόμενοι, «φοβέοντο ἤματι τῷ προτέρῳ». ἤγουν περιφραστικῶς χθές, «ὅτε μαίνετο φαίδιμος Ἕκτωρ. τῇ ῥʼ οἵ γε προχέοντο πεφυζότες, ἠέρα δʼ Ἥρη πίτνα βαθεῖαν ἐρυκέμεν. ἡμίσεες δὲ ἐς ποταμόν» βαθύρροον ἀργυροδίνην, τὸν ῥηθέντα, «εἱλεῦντο· ἐν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ αἰπὰ ῥέεθρα, ὄχθαι δʼ ἀμφὶ περὶ μεγάλα ἴαχον. οἳ δʼ ἀλαλητῷ ἔννεον ἔνθα καὶ ἔνθα ἑλισσόμενοι κατὰ δίνας». Καὶ ὅρα ὅτι κἀνταῦθα ὁ ποιητὴς ἐπίτηδες ἐτάχυνε λέξεσι τὴν τοῦ λόγου προφορὰν ἀναλόγως τῷ ἤχῳ τῆς εἰς τὸν ποταμὸν πτώσεως τῶν φευγόντων, καὶ πιθανῶς διαιρεῖ τοὺς Τρῶας εἴς τε τοὺς κατὰ χέρσον φεύγοντας καὶ εἰς τοὺς τῷ ποταμῷ ἐμπίπτοντας. οὐκ ἔχει γὰρ ἀνδραγαθεῖν κατὰ πάντων ὁμοῦ συνηγμένων ὁ Ἀχιλλεύς, ὁ εἰπὼν πρὸ μικροῦ, ὡς οὐ δύναται μόνος καὶ ἴφθιμός περ ἐὼν τοσήνδε μάχην ἐφέπειν. διαιρεῖ γοῦν πιθανῶς, ὡς εἰκός, αὐτοὺς εἰς δύο, ἵνα ῥᾴων εἴη αὐτῷ ἡ μάχη. ἀσχολεῖται δὲ εἰς τοὺς ἐν τῷ ποταμῷ διὰ τὸ ἀκινδυνώτερον. τὸν γὰρ πρὸ τοῦ τείχους πόλεμον οὐ θαρρεῖ διὰ τὸν ἐκ τῆς μητρὸς χρησμόν, ὃν αὐτὸς λέγει προϊών, φαμένης αὐτὸν Τρώων ὑπὸ τείχει ὀλέσθαι. πιθανὸν δὲ καὶ ἀστεῖον τὸ τοῦ ποταμοῦ πλάσμα. οὐ γὰρ οὕτως ἂν ἔβλαψε τοὺς ἡμίσεας ὁ Ἀχιλλεὺς ἐπὶ τῆς πεδιάδος, ὡς νῦν ἐγκλείσας οἷον τῷ ποταμῷ, ἔνθα χώραν ἔσχε καὶ ἡ ἐπιλογὴ τῶν δώδεκα κούρων, οὓς ἐπικατασφάξει τῇ τοῦ Πατρόκλου πυρᾷ. ὡς γοῦν τοὺς ἡμίσεας ἐγκλείσει τῇ πόλει, οὕτω τοὺς λοιποὺς ἐνταῦθα τῷ ποταμῷ ἐμπεριώρισε. πολλὴ δὲ ἡ τῆς ἀνδρίας περιουσία τῷ Ἀχιλλεῖ, εἰ τοσαύτας μυριάδας ἀνδρῶν διαιρῶν τοὺς μὲν εἰς τὴν πόλιν εἰλεῖ, τοὺς δὲ εἰς μοῖραν ἑαυτῷ ἀποτέμνεται. Σημείωσαι δὲ μάλιστα ἐνταῦθα τὴν εὐμέθοδον οἰκονομίαν τοῦ ποιητοῦ. ἀρχὴν γὰρ ἐν τούτοις προκαταβάλλεται τῆς εἰς ἔπειτα μυθικῆς τερατείας ἐπὶ τῇ τοῦ Ξάνθου καὶ τοῦ Ἡφαίστου μάχῃ. ἐμπεσόντων γὰρ τῶν Τρώων τῷ Ξάνθῳ κεραΐζει τε αὐτοὺς Ἀχιλλεὺς καὶ κατὰ τοῦ Ξάνθου ἐρεσχελεῖ. ὃ δʼ ἀγανακτεῖ καὶ δεινὰ εἰς τὸν Ἀχιλλέα ποιεῖ, ἐφʼ οἷς ἡ Ἥρα τὸν υἱὸν Ἥφαιστον ἀμυνοῦντα τῷ Ἀχιλλεῖ πέμπει. καὶ ὁ Ἥφαιστος πυριφλεγέθων πελάσας τῷ Ξάνθῳ ποιεῖ ὅσα δῆτα καὶ ποιεῖ. τῆς τοίνυν τοιαύτης μάχης ἀρχὴ ἡ τῶν Τρώων εἰς τὸν Ξάνθον ἔμπτωσις, ἣν ἐνταῦθα λαλεῖ ὁ ποιητής. Ἔτι ἰστέον καὶ ὅτι καινοπρεπής τις ἐνταῦθα κεῖται σύνταξις καὶ οὐ καταλλήλως ἔχουσα. οὐ γὰρ ἔφρασε κοινότερον ὁμοιοπτώτως, ὅτι διατμήξας τοὺς μὲν κατὰ τῆς πεδιάδος ἐδίωκε, τοὺς δὲ εἰς ποταμὸν ἔρριψεν, ἀλλʼ ἔφη ὅτι τοὺς μὲν πεδίονδε δίωκεν, ἡμίσεες δὲ εἰς ποταμὸν εἰλοῦντο. καὶ οὕτως ἐξαλλάξας τὸ σχῆμα ἐδύασε καὶ οἱονεὶ συνεμέρισε τὸ φραστικὸν σχῆμα τοῦ λόγου τοῖς φεύγουσιν οὕτω καὶ οὕτω, ἵνα πως συνεξομοιώσῃ τὴν φράσιν τῷ πράγματι. εὐωδώθη δὲ ἡ ῥηθεῖσα κατὰ σχῆμα ἐναλλαγὴ ἐκ τῆς ἐπεμβολῆς. εἰπὼν γάρ· τοὺς μὲν κατὰ τὸ πεδίον ἐδίωκεν, εἶτα ἐπεμβαλὼν τό· τῇδε οὗτοι προχέοντο, ἐντεῦθεν ἀκολούθως τῷ οὗτοι μετέβη εἰς τὸ «ἡμίσεες δέ». καὶ ἔστι τὸ ὅλον οὕτω· τοὺς μὲν πεδίονδε δίωκε πρὸς πόλιν, καὶ οὕτω μὲν οὗτοι διωκόμενοι προχέοντο, οἱ δὲ ἡμίσεες ἔβαπτον εἰς ποταμόν. Ὅρα δὲ καὶ ὅτι, εἰ καὶ ἐνεχώρει, ὅμως οὐκ εἶπεν «ὅτʼ ἐμάρνατο φαίδιμος Ἕκτωρ», ἀλλʼ «ἐμαίνετο», δηλῶν τὸ ἐνθουσιωδῶς ἐκεῖνον χθὲς μάχεσθαι. δῆλον δʼ ἐκ τούτου ὅτι καὶ Ἄρης μαίνεσθαι λέγεται διὰ τὸ τοὺς πολεμιστὰς οὕτω μάχεσθαι. Ὅτι δὲ ἐκ τοῦ μαίνεσθαι καὶ μαινόλης Διόνυσος, οὐκ ἄδηλόν ἐστιν. ᾧ καὶ αἱ Μαινάδες ᾠκείωνται διὰ τὴν ἐκ μέθης μανίαν τὴν κατὰ τοὺς οἰνομανεῖς, διʼ ἣν καὶ Λυαῖος ὁ αὐτός, ἤγουν στασιαστικός, παρὰ τὴν λύην, ὃ δηλοῖ στάσιν, λεγομένην οὕτω διὰ τὸ παραλύειν τῆς φιλικῆς ἑνώσεως. Ὅτι δὲ παρὰ τὸ μαίνεσθαι καὶ Μανής, ὁ δοῦλος, δῆλον καὶ αὐτὸ ἐκ τῶν παλαιῶν. τοῦτο δὲ διὰ τὸ μὴ φρενήρεις αὐτοὺς εἶναι ὡς ἐπὶ πολύ, καὶ μᾶλλον, εἴπερ οἴνου κατάκοροι γίνονται. Σημείωσαι δὲ καὶ ὅτι ἐν τῷ χωρίῳ τούτῳ ἑρμηνεύει πραγματικῶς ὁ ποιητὴς τὸ περὶ πολέμου ἀλλαχόθι λεχθέν, τὸ «καί τε κτανέοντα κατέκτα». εἰ γὰρ ὅπου χθὲς Ἕλληνες φοβέοντο, ἐνταῦθα νῦν οἱ Τρῶς προχέοντο πεφυζότες, εἴη ἂν καὶ τοῦτο τοῦ κατὰ τὴν μάχην ἐπαμφοτερισμοῦ. Ἔστι δὲ τὸ «προχέοντο πεφυζότες», περίφρασις τοῦ φοβέοντο, καὶ δηλοῦται ἐν ἀμφοτέροις τὸ ἔφευγον. Τὸ δὲ προχέοντο ἐμφαντικόν ἐστι τῆς εἰς τὸν ποταμὸν ῥίψεως καὶ οἷον καταρροῆς τῶν φευγόντων, ἐξ ὧν αὐτὸς πλήθων ἦν, ἀστείως ῥηθέν, ὡς εἰ καὶ ὕδωρ ποθὲν χεόμενον τῷ ποταμῷ ἐμίσγετο. Τὸ δὲ «πεφυζότες» λέξις μέν ἐστι καὶ αὐτὸ ἀπεστραμμένη τὴν πεζολογίαν. δοκεῖ δὲ ἀπὸ ῥήματος συγκεκόφθαι τοῦ φυζῶ, φυζήσω, πεφύζηκα, πεφυζηκώς. Τὸ δὲ «ἠέρα Ἥρη πίτνα πρόσθε βαθεῖαν» ταὐτόν ἐστι τῷ ἀορασίαν πολλὴν κατεπετάννυε πρὸ ὀφθαλμῶν τοῖς Τρωσίν, ὡς ἂν δηλαδὴ μὴ βλέποντες ἐν τῷ φεύγειν πίπτοιεν εἰς τὸν ποταμόν. δηλοῖ δὲ καὶ ἄλλως ἁπλῶς ὁ λόγος τὴν τῶν φευγόντων σκοτοδίνην, καὶ μάλισθʼ ὅτε κατὰ τὸν ποιητὴν πρόσθεν ὁρῶσι θάνατον. δείκνυται δʼ ἐν τούτοις καὶ τὸ φύσει σκοτεινὸν τοῦ ἀέρος, διόπερ ἡ τῆς ἀλληγορίας Ἥρα ἠέρα, ὅ ἐστι σκότος, ποιεῖ, κἂν ἄλλον τρόπον διὰ τὸ διαφανὲς λευκώλενος λέγεται. οὕτω καὶ ἀλλαχοῦ ἠέλιον ἀκάμαντα ἡ αὐτὴ Ἥρα ἔπεμψεν εἰς δύσιν πρὸ ὥρας, διὰ τὸ νομισθῆναι, φασί, πρὸ καιροῦ νύκτα διά τινα χαλεπὴν ὁμίχλην. Τὸ δὲ «πίτνα» ἐκ τοῦ πέτω γίνεται, ὑφʼ οὗ καὶ τὸ πίπτειν σημαίνεται καὶ τὸ πέτεσθαι. Ἰστέον γάρ, ὅτι τὸ πέτω προσλήψει μὲν τοῦ π πρὸ τοῦ τ τὸ πίπτειν ποιεῖ, προσλαβὸν δὲ τὸ ν μετὰ τὸ τ τὸ πιτνᾶν ἀποτελεῖ. Τὸ δὲ ἀργύρεον ὕδωρ, ᾧ συντρέχει ὁ ἀργυροδίνης ποταμός, ἐπαινετόν ἐστι τῷ παντὶ πλέον ἤπερ τὸ παρὰ Πέρσαις χρυσοῦν καλούμενον ὕδωρ, ὅπερ ἦν λιβάδες ἑβδομήκοντα, οὗπερ οὐδείς, φασίν, ἔπινεν ὅτι μὴ βασιλεὺς καὶ ὁ τῶν παίδων αὐτοῦ πρεσβύτατος. τῶν δʼ ἄλλων εἴ τις πίῃ, θάνατος ἡ ζημία. ἔχοι δὲ ἂν μέμψιν εὔλογον τὸ τοιοῦτον χρύσεον ὕδωρ, καθότι αἱ μὲν ἀργύρεαι τῶν Ὁμηρικῶν ποταμῶν δῖναι, ἤδη δὲ καὶ αἱ τῶν ἄλλων ὑδάτων ῥύσεις, ζωτικαὶ πᾶσαί εἰσι πινόμεναι. αἱ δὲ χρύσεαι βασιλικαὶ λιβάδες ἐκεῖναι εἰς Στύγα καὶ εἴ τι ἄλλο σύρρουν αὐτῇ πορθμεύουσι τοὺς αὐτῶν πίνοντας. ζητητέον δέ, εἰ καὶ τὸ Χοάσπειον ὕδωρ, οὗπερ ἔπινε στρατευόμενος ὁ Πέρσης βασιλεύς, τοιαύτην ἐπιτιμίου κῆρα ἐφείλκετο. Ὁ πάταγος δὲ καὶ τὰ ἐφεξῆς ὠνοματοπεποιημένα, ἤγουν τὸ βράχε, τὸ ῥέεθρα, τὸ ὄχθαι, τὸ ἴαχον, ὅτι συνεκτραχύνουσι τὸν τοῦ λόγου ἦχον τῷ ῥεύματι, ἀνωτέρω εἴρηται. ὡς δὲ τὸ βράχειν καὶ ἐπὶ ἄλλων λέγεται, προδεδήλωται. Ὅρα δὲ καὶ τὸ «ἐνέπεσον», φανερῶς κείμενον ἐπὶ φυγῆς. ἔστι δὲ ὅτε καὶ οἱ νικῶντες ἐμπίπτειν λέγονται, ἤγουν βιαίως ἐπικεῖσθαι. καὶ ἔστι τότε τὸ ἐμπεσεῖν ὅμοιον τῷ ἐνθορεῖν, ὡς τὸ «ὃ δʼ ἔνθορε δαίμονι ἶσος». «Αἰπὰ δὲ ῥέεθρα» σημαίνει μὲν τὰ δύσβατα καί, ὡς προερρέθη, ὑψηλά, μετενεχθὲν ἀπὸ τῶν ἀκροτέρων. συστέλλει δὲ τὴν λήγουσαν ὡς ἀπὸ τοῦ αἰπέα συγκοπὲν κατὰ τοὺς παλαιούς, ἢ καὶ ὡς ἀπὸ τοῦ αἰπός, ἡ αἰπή, τὸ αἰπόν. τῆς δὲ αἰπῆς ἡ χρῆσις πολλαχοῦ. Τὸ δὲ «ἔννεον δηλοῖ μὲν τὸ ἐκολύμβων, ἔπαθε δὲ καὶ αὐτὸ πλεονασμὸν τοῦ ν διὰ μέτρον, ὡς καὶ τὸ ἔννεπε. Τὸ δὲ “ἔνθα καὶ ἔνθα” τοῦ “ἀμφὶ περὶ μεγάλα ἴαχον” ἔστιν ἐφερμηνευτικόν. ὃ γὰρ δηλοῖ τὸ “ἔνθα καὶ ἔνθα”, τοῦτο καὶ ἡ αμφι καὶ ἡ περι ἐνταῦθα συνελθοῦσαι ὁμοῦ. Ὅτι καὶ ἐνταῦθα παραβολὴ κεῖται ὅλη ὅλῳ τῷ πράγματι προσαρμόζουσα, ἔνθα τοὺς Τρῶας φεύγοντας εἰς τὸν ποταμὸν ἀκρίσι παραβάλλει, αἳ φεύγουσιν ἐς ποταμὸν ὑπὸ ῥιπῆς πυρός, ὃ οἱ γεωργοὶ ἅπτουσι διώκοντες αὐτὰς τῶν σπορίμων. Φησὶ γὰρ “ὡς δʼ ὅθʼ ὑπὸ ῥιπῆς”, ἢ “ὑπαὶ ῥιπῆς”, “πυρὸς ἀκρίδες ἠερέθονται φευγέμεναι ποταμόνδε, τὸ δὲ φλέγει ἀκάματον πῦρ ὄρμενον ἐξαίφνης, ταὶ δὲ πτώσσουσι καθʼ ὕδωρ, ὣς ὑπʼ Ἀχιλλῆος Ξάνθου βαθυδινήεντος πλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν”. τὸ μὲν οὖν ἀκαταμάχητον τοῦ διώκοντος πυρὶ ἀκαμάτῳ παραβάλλει κατὰ τοὺς παλαιούς, ἀκρίσι δὲ τοὺς ἀτάκτως φεύγοντας. Ἰστέον δὲ ὅτι ἐντεῦθέν τινες ὁρμώμενοι καὶ μικροῖς μεγάλα τεκμαιρόμενοι Κύπριόν φασιν εἶναι τὸν ποιητήν. διὸ καὶ εἰδέναι αὐτόν, ὡς κατά τινας καιροὺς ὀχλεῖται ὑπὸ ἀκρίδων ἡ νῆσος, καθὰ καὶ ἡ Κυρήνη καὶ ἡ Βάρκη, αἱ Λιβυκαί. ἀλλʼ εἴ τις τούτοις καὶ πείθοιτο, καὶ διότι οἶδε πάθος τῆς νήσου Κύπρου διὰ τοῦτο νομίζεται Κύπριος, μυριόπατρις ἄρα ὁ ποιητής, ὡς πολλῶν ἔθη καὶ πάθη πόλεων ἱστορῶν. Ὅρα δὲ ὅτι καὶ ἐνταῦθα ταπεινὴ μὲν ἡ τῶν ἀκρίδων παραβολὴ πρὸς ἔμφασιν τῆς Τρωϊκῆς ταπεινότητος. ὁ δὲ ποιητὴς ἄλλως ἐπαίρει τὸ ταπεινὸν τοῦ παραβολικοῦ νοήματος τῷ φαιδρῷ τῆς φράσεως, ἥτις ἐκτέθειται. Ἀκρὶς δὲ κατὰ τοὺς παλαιοὺς ἐτυμολογεῖται ἀπὸ τοῦ α ἐπιτατικοῦ καὶ τοῦ γράω, τὸ ἐσθίω, ἐξ οὗ καὶ γράστις ἡ ὑπὸ τῶν ζῴων χλωρὰ ἐσθιομένη, καὶ γραῦς, ἣν ὁ χρόνος μικροῦ καὶ κατέφαγεν, οἱονεὶ οὖν ἀγρὶς καὶ κατὰ τροπὴν ἀκρίς, ἡ πάνυ γράουσα, ὅ ἐστιν ἐσθίουσα. Αἴλιος δὲ Διονύσιος ἐν τῷ ῥητορικῷ αὐτοῦ Λεξικῷ οὐκ ἐθέλει ὠνομάζεσθαι γράστιν ὅλως. φησὶ γάρ· κράστιν Ἀττικοὶ τὴν πόαν, γράστιν δὲ οὐδένες. Ἰστέον δὲ ὅτι τε τῆς ἀκρίδος καὶ τῆς καρίδος τοῖς αὐτοῖς διοικουμένων γράμμασιν, ἐκείνης μὲν οὐκ ἔστι ῥῆμά τι ἐν χρήσει, ἐκ τῆς καρίδος δὲ χρηστόν ἐστι τὸ καριδῶ, ἤγουν ὡς εἰπεῖν σφαιρῶ, οἷον· αὕτη δὲ καριδοῖ τὸ σῶμα, καμπύλη τʼ ἄγκυρά ἐστι, καὶ ὅτι παρὰ τὸ κάρη γίνεται καρίς. τὸ πλεῖστον γάρ, φασίν, αὐτῇ τοῦ σώματος ἡ κεφαλὴ ἀπηνέγκατο, καὶ ὅτι ἀκρὶς μὲν συστέλλει τὴν λήγουσαν, καρὶς δὲ πῇ μὲν βραχυκαταληκτεῖ ἀναλόγως παρʼ Ἀττικοῖς. ὡς γὰρ βολή βολίς, γραφή γραφίς, οὕτω κάρη καρίς, ταθείσης δὲ τῆς παρατελεύτου ἐτάθη καὶ τὸ τέλος, ὡς τὸ ψηφίς, κρηπίς, τευθίς. εἴρηται γοῦν ἐκτεταμένως τὸ “καρῖδες ἐξήλλοντο δελφίνων δίκην εἰς σχοινόπλεκτον ἄγγος”, καὶ “ὠρχοῦντο ὥσπερ καρῖδες ἀνθράκων ἔπι πηδῶσαι κυρταί”, καὶ “ἐρυθρότερον καρῖδος ὀπτῆς σὲ ἀποφανῶ”. Ἰστέον δὲ ὅτι ἡ ῥαφανίς, ὡς ὁ Ἀθήναιος καὶ αὐτὸ παραδίδωσι, διφορεῖται κατὰ τὴν καρῖδα, καὶ ἐκτείνει μέν, φησί, τὴν λήγουσαν Ἀττικῶς παρὰ Κρατίνῳ ἐν τῷ “ταῖς ῥαφανῖσι δοκεῖ, τοῖς δʼ ἄλλοις οὐ λαχάνοις”, συστέλλεται δὲ παρʼ Εὐπόλιδι ἐν τῷ “ῥαφανίδες ἄπλυτοι”. Ἠερέθεσθαι δὲ κατὰ πάνυ κυριολεξίαν ἐνταῦθα τὸ εἰς ἀέρα αἴρεσθαι πετομένας. Τὸ δὲ “ποταμόνδε”, χρησίμως τῷ ποιητῇ ἐπελέγη. ποταμοῦ γὰρ μὴ παραρρέοντος φεύγουσι καὶ εἰς θάλασσαν. Ὄρμενον δὲ νῦν μετοχὴ καθαρῶς δηλοῦσα τὸ ἐγειρόμενον, παρὰ δὲ τοῖς μεθʼ Ὅμηρον δηλοῖ μετοχικῶς ἡ λέξις καὶ κράμβης καυλόν. ὅθεν καὶ ἐξορμενίζειν τὸ ἐκκαυλεῖν. φησὶ γοῦν τις τῶν παλαιῶν, ὅτι ἀσφάραγος ἐν τῷ φῖ τὸ ἐκ τῶν ἀκανθῶν ἀναφυόμενον, τὸ δὲ ἐκ τῆς κράμβης ὄρμενον. ὁ δʼ αὐτὸς λέγει καὶ ὅτι ἀσφοδέλου τὴν ῥίζαν Θεόφραστος καλεῖσθαί φησιν Ἐπιμενίδιον. ὡς δὲ καὶ τοπικὸν ὄνομα τὸ Ὄρμενον, ἀπό τινος Ὀρμένου κληθέν, προδεδήλωται. “Πτώσσειν δὲ καθʼ ὕδωρ” τὸ μετὰ δειλίας πίπτειν. κατωτέρω δὲ ἡ λέξις καί τινα κρύψιν δηλοῖ ἐν τῷ “ἔπτωσσον ὑπὸ κρημνούς”. Τὸ δὲ “πλῆτο ῥόος” πλήθειν τὸν Ξάνθον ὑπολαλεῖ κατὰ τὸ “πλήθων ποταμός”, καθὰ πρὸ βραχέων ἐγράφη. Κελάδων δὲ καὶ πρὸ τούτων ἐπίθετον ἦν ποταμοῦ ἐν τῷ “πὰρ ποταμὸν κελάδοντα”. δῆλον δʼ ὅτι καὶ ἐπὶ πόντου ἐν ἄλλοις λέγεται. Ὅτι καὶ ἐνταῦθα σχῆμά ἐστι τὸ κατὰ τὸ σιωπώμενον. ὡς μὲν γὰρ Ἀχιλλεὺς “δόρυ μὲν λίπεν αὐτοῦ ἐπʼ ὄχθῃ κεκλιμένον μυρίκῃσι”, ταῖς καὶ προρρηθείσαις, “ὃ δʼ ἔσθορεν”, ἢ ἔνθορε, “δαίμονι ἶσος, φάσγανον οἶον”, ἤγουν μόνον, “ἔχων”, λέγει ὁ ποιητής. ὅτι δὲ αὖθις αὐτὸ ἀνελάβετο, σιωπᾷ, νοεῖν ἀφεὶς ὅτι ἐν δέοντι πάλιν ἔλαβε. διὸ καὶ μεταχειρίσεται δόρυ κατὰ τοῦ Λυκαόνος. Ἡ δὲ ὄχθη καὶ κρημνὸς λέγεται. διὸ εἰπὼν ὁ ποιητὴς ἀνωτέρω, ὅτι ὄχθαι ἴαχον, προϊὼν λέγει τοὺς Τρῶας πτώσσειν ὑπὸ κρημνούς. Τὸ “δαίμονι ἶσος” καὶ ἐν τῷ τέλει τῆς προσεχοῦς ῥαψῳδίας ἔφη, καὶ μετὰ μικρὸν δὲ ὡσαύτως ἐρεῖ, ἐπαναπαυσάμενος τῇ παραβολῇ διὰ καὶ τὸ ὑψηλὸν καὶ σύντομον. Ἐπάγει δὲ Ὅμηρος μετὰ τὸ “φάσγανον οἶον ἔχων” καὶ ταῦτα “κακὰ δὲ φρεσὶ μήδετο ἔργα· τύπτε δʼ ἐπιστροφάδην”, ἤγουν ἐν τῷ ἐπιστρέφεσθαι ὧδε καὶ ἐκεῖ καὶ μηδένα τόπον προλείπειν, ἢ ἀντὶ τοῦ συνεστραμμένως ἢ ἰσχυρῶς. “τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι ὕδωρ”. ὅπερ ἀλλαχοῦ κατά τινα παρῳδίαν λέγει “ἐρυθαίνετο δʼ αἵματι γαῖα. Εἶτα ἐπιπλέκων παραβολὴν εἰκάζει τὸ πρᾶγμα οὕτω «ὡς δʼ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου δειδιότες, μάλα γάρ τε κατεσθίει, ὅν κε λάβῃσιν, ὣς Τρῶες ποταμοῖο ῥέεθρα πτῶσσον ὑπὸ κρημνούς». Ἐνταῦθα δὲ παρατηροῦσιν οἱ παλαιοί, ὡς ὅτε ὁ διώκων μὲν ἐν γῇ ἦν, οἱ δὲ φεύγοντες ὠθοῦντο εἰς ποταμόν, τότε τὸν μὲν διώκοντα εἴκαζε πυρί, ἀκρίσι δὲ τοὺς διωκομένους, ὅτε δὲ καὶ ἄμφω εἰσὶν ἐν τῷ ὕδατι, τὸν μὲν δελφῖνι, τοὺς δὲ ἰχθύσι παραβάλλει ἀναλόγως τῷ ὑποκειμένῳ τόπῳ. Ἰστέον δὲ ὅτι παρὰ τῷ Παυσανίᾳ φέρεται δελφὶς ὄργανον πολεμιστήριον πρὸς ναυμαχίαν, ὅθεν καὶ δελφινοφόρος ναῦς παρὰ Θουκυδίδῃ. καὶ δελφῖνα δὲ ναύτην φασίν, ὃς πρὸς ἱστοῖς ἐκρέματο τοῖς μὲν σιδηροῦς, τοῖς δὲ μολιβδοῦς καταράκτης εἰς τὰ λῃστρικὰ πλοῖα. μνεῖα δὲ τοιούτου δελφῖνος καὶ τῷ Κωμικῷ καὶ ἑτέροις. ἀλλαχοῦ δὲ περὶ τοῦ αὐτοῦ γράφει ὁ ῥηθείς, ὅτι δελφὶς ὁ καλούμενος κερκέτης ἐστὶ μηχάνημα σιδήρου, ὃ ἐξαρτᾶται τῆς νεώς, ὅταν ᾖ ἄνεμος, πρὸς τὸ ἀντέχειν. ἄλλοι δέ φασιν ὄργανον μολιβοῦν πρὸς ναυμαχίαν, τοῦ δελφῖνος δὲ παρώνυμον. καὶ Δελφίνιον δικαστήριον Ἀθήνῃσιν ἐπὶ τῶν ὁμολογούντων, φασί, δεδρακέναι μὲν φόνον, κατὰ νόμους δέ, ὃ καὶ ἐπὶ Δελφινίῳ ἐκαλεῖτο, ὁμωνύμως τῷ ἐπὶ Δελφινίῳ δικάσασθαι. Ἐνταῦθα δὲ παραπηκτέον περὶ δελφῖνος, τοῦ κήτους δηλαδή, ὅτι ζῷον εἶναι συνετώτατον περιᾴδεται καὶ φιλανθρωπότατον καὶ χάριν ἀποδοῦναι ἐπιστάμενον, ὡς καὶ ὁ Ἀθήναιος γράφει καὶ αἱ ἱστορίαι μαρτύρονται. Τὸ δὲ «ἰχθύες ἄλλοι» ἀντὶ τοῦ ἀλλοφυεῖς φασιν οἱ παλαιοί. ἄλλο μὲν γὰρ γένος οἱ δελφῖνες κήτη ὄντες, ἄλλο δὲ γένος οἱ ἰχθύες. Ἕτεροι δὲ τὸ «ἄλλοι» νοοῦσι κατὰ διαφορὰν εἴδους, ὡς τῷ γένει μὲν ἰχθύων ὄντων καὶ τῶν δελφίνων, τῷ δὲ εἴδει διαφερόντων. διό, φασί, καὶ Πίνδαρος «ἰχθὺν παιδοφάγον» τὸ κῆτός φησι. τοιούτῳ δέ τινι λόγῳ καὶ ἐν τοῖς ἑξῆς τὰς ἐγχέλυας τῶν ἰχθύων ἀποδιαιρεῖ. Ὅρα δὲ καὶ ὅτι διαφορὰ καὶ ἐνταῦθα λιμένος κεῖται καὶ ὅρμου. «λιμένος» γάρ φησιν «εὐόρμου», ὡς τοῦ λιμένος ὅρμους περιέχοντος, καθὰ καὶ ἀλλαχοῦ γέγραπται. Τὸ δὲ «μάλα γάρ τε κατεσθίει» βορότητα καὶ ἀνδρίαν καὶ τάχος τοῦ δελφῖνος ὑποδηλοῖ, οὗ τὰ σεμνὰ σὺν ἄλλοις καὶ Ὀππιανὸς ἱστορεῖ. Τὸ δὲ «ποταμοῖο δεινοῖο» ἐνάγει καὶ εἰς τὸ «αἰπὰ ῥέεθρα» νοεῖν τὰ χαλεπά, καὶ οὐ μόνον, ὡς προερρέθη, ὑψηλά. ὅμοιον γάρ τι τὸ αἰπὰ ῥέεθρα καὶ δεινὸς ποταμός. Ἰστέον δὲ ὡς καὶ ἐνταῦθά τινες τὸ «δεινοῖο» διʼ ἰῶτα γράφουσι, λέγοντες δινὸν ποταμὸν τὸν δίνας καὶ συστροφὰς ἔχοντα. οὕτω καὶ ἐν τοῖς πρὸ τούτων δινὸν σάκος εἶπον τὸ δινωτόν, ὡς ἐκεῖ γέγραπται. οὔκουν οὐδὲ τοῖς παλαιοῖς ἐνέλιπον οἱ τὰς λέξεις καινοτομοῦντες, οἵγε τοῦ Ὁμήρου εὐθὺς ἐνταῦθα ἐπαγαγόντος, ὅτι ἐπεὶ Ἀχιλλεὺς ἔκαμε χεῖρας ἐναίρων, ἀφῆκαν μὲν στίξαι εἰς τὸ χεῖρας, ἵνα ᾖ ἐναίρων ἔκαμε τὰς χεῖρας, ἐνόησαν δὲ, ὅτι ἔκαμεν ἐναίρων χεῖρας, ἤτοι χειροκοπῶν. Ὅτι ἐπεὶ Ἀχιλλεὺς Τρῶας ἐναίρων ἔκαμε χεῖρας, τότε δή, ὡς οἷα κατά τι πάρεργον, «ζωοὺς ἐκ ποταμοῖο δώδεκα λέξατο κούρους, ποινὴν Πατρόκλοιο θανόντος», ὥς που προϋπέσχετο «τοὺς δʼ ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς, δῆσε δʼ ὀπίσσω χεῖρας ἐϋτμήτοις ἱμᾶσι, τοὺς αὐτοὶ φορέεσκον», ἤγουν ἔφερον, «ἐπὶ στρεπτοῖσι χιτῶσι· δῶκε δʼ ἑτάροισι κατάγειν κοίλας ἐπὶ νῆας». Καὶ ὅρα ὡς ἡ τοῦ καμάτου ἄνεσις τῷ Ἀχιλλεῖ ἑτέρας ἀριστείας τρόπος γίνεται κούρους ἐπιλεξαμένῳ καθʼ ἡσυχίαν ἐκκρίτους, ὡσεί περ ἁπλῶς ἀνδράποδα ἐπέκρινε, καὶ ὅτι κατὰ παροιμίαν τὴν λέγουσαν τοῖς ἑαυτῶν πτεροῖς ἁλίσκεσθαι τὰ βαλλόμενα ὄρνεα, οὕτω καὶ οἱ κοῦροι οὗτοι τοῖς ἑαυτῶν ἱμᾶσι δεσμοῦνται, οὓς ἔφερον, ἵνα εἴ τινα ζωγρήσουσι, δήσαντες ἀπαγάγωσι. στρατιωτικοῦ δὲ ἔθους καὶ τὸ τοιοῦτον φόρημα τῶν ἱμάντων. Ποινὴν δὲ Πατρόκλου λέγει κυριολεκτῶν τὴν ἀντέκτισιν καὶ ἐκδίκησιν τοῦ φόνου, ἐξ οὗ παράγεται ἡ ποινή. διὸ προϊὼν ἔρει «τίσετε Πατρόκλοιο φόνον». Τὸ δὲ «ἐξῆγε θύραζε» ἁπλῶς κἀνταῦθα εἶπεν ἀντὶ τοῦ ἔξω. Τὸ δὲ «καθὰ νεβρούς» ἀλλαχοῦ μὲν ἐπλάτυνεν, εἰπών· αἵτινες ἐπεὶ ἔκαμον θέουσαι καὶ τὰ ἑξῆς. ἐνταῦθα δὲ συντομώτατα ἔφρασε, συνεπιτεμὼν τὴν παραβολὴν τῇ ἡρωϊκῇ γοργότητι. μετʼ ὀλίγα δὲ γοργότατα ἐρεῖ δίχα παραβολῆς ἐν τῷ «ὃ δέ οἱ σχεδὸν ἦλθε τεθηπώς». Δῆσαι δὲ ὀπίσω χεῖράς φησι τὸ κοινῶς φραζόμενον ἀπαγκωνίσαι. «Στρεπτοὶ δὲ χιτῶνες» καὶ νῦν, ὡς καὶ ἐν τῇ εʹ ῥαψῳδίᾳ, οἱ θώρακες, ἐν οἷς, φασίν, οὐκ ἐζώνυντο, ἀλλʼ ἐφόρουν ἱμάντας παρηρτημένους ἔθει στρατιωτικῷ διὰ χρείας τινάς. Ὅτι Ἀχιλλεὺς Πριαμίδην Λυκάονά ποτε «ἦγε λαβὼν ἐκ πατρὸς ἀλῳῆς οὐκ ἐθέλοντα, ἐννύχιος προμολών, ὃ δʼ ἐρινεὸν ὀξέϊ χαλκῷ τάμνε νέους ὄρπηκας, ἵνʼ ἅρματος ἄντυγες ἦεν. τῷ δʼ ἂρ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς. καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσεν νηυσὶν ἄγων, ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκεν κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο. πολλὰ δʼ ἔδωκεν Ἴμβριος Ἠετίων, πέμψε δʼ ἐς δίαν Ἀρίσβην. ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα. ἕνδεκα δʼ ἤματα θυμὸν ἐτέρπετο οἷσιν», ἤγουν ἰδίοις, «φίλοισιν, ἐλθὼν ἐκ Λήμνοιο. δυωδεκάτῃ δέ μιν αὖτις χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλεν πέμψειν ἐς Ἀίδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι». Ὅπως δὲ τὰ κατὰ τοῦτον ἐπράχθη, ἑξῆς δηλωθήσεται. νῦν δὲ ὅρα τὴν περιπέτειαν, εἴπερ τῷ ποτε ἐλεήσαντι ἄρτι περιτυχὼν ὁ Λυκάων θανάτῳ πεσεῖται ὑπʼ αὐτοῦ. Ἀλῳὴν δὲ ἐνταῦθα τὴν ἀμπελόφυτον ἴσως γῆν λέγει, ἐν ᾗ, ὡς εἰκός, ἦσαν καὶ ἐρινεοὶ πρὸς αἱμασιάν, ἐξ ὧν ἴσως ἔτεμεν ὄρπηκας ὁ Λυκάων. Τὸ δὲ «ἐννύχιος προμολών» ἀληθεύειν τὸν Ἀχιλλέα δείκνυσιν εἰπόντα πρὸ τούτων, ὡς πολλὰς ἀΰπνους ἴαυσα νύκτας, εἴγε καὶ τὸν Λυκάονα νυκτὸς προμολὼν εἷλεν, ὥς που καὶ τὸν Αἰνείαν, καθὰ προγέγραπται. Ἐν δὲ τῷ «ἐρινεὸν νέους ὄρπηκας» ἢ ἀντίπτωσίς ἐστι τὸ σχῆμα, ἵνα λέγῃ ἐρινεοῦ ὄρπηκας, ἢ παράθεσις μέρους πρὸς ὅλον διὰ σαφήνειαν. ὅλον μὲν γάρ τι ὁ ἐρινεός, μέρος δὲ οἱ νέοι ὄρπηκες, ὧν μόνων καὶ ἦν χρεία τῷ Λυκάονι. ἐρινεὸν δέ φασί τινες ἐνταῦθα ἀντὶ ἁπλῶς ξύλου εἰλῆφθαι. οὐ γὰρ εὐθετεῖν εἰς ἅρμα τὸν τῆς συκῆς ἐρινεὸν διὰ τὸ εὔθραυστον τοῦ ξύλου, εἰ μή τις ἑαυτὸν συκίνῃ διδόναι ἤθελεν ἐπικουρίᾳ. τυχὸν δὲ εἰς διαπλοκήν τινα ἐχρησίμευε τῷ τόπῳ τῆς ἄντυγος ὁ νέος ὄρπηξ τοῦ ἐρινεοῦ ὡς εὐλύγιστος, οὐ μὴν εἰς αὐτὴν τὴν ἄντυγα. γίνεται δὲ ὄρπηξ, ὁ διὰ σαφήνειαν ῥηθεὶς νέος, ἐκ τοῦ ὄρω, τὸ πηδῶ, καὶ τοῦ πήσσω πήξω, ὁ ἀναπηδήσας εἰς αὔξησιν εὐπαγῆ. Τὸ δὲ ἀνώϊστον δηλοῖ μὲν τὸ ἀνέλπιστον, καὶ γίνεται ἐκ τοῦ ὀΐω, τὸ ὑπολαμβάνω καὶ νοῶ, ἔκτασιν δὲ ἔπαθε τοῦ ο εἰς ω. Τὴν δὲ Λῆμνον νῦν μὲν ἐϋκτιμένην, ἤγουν καλῶς οἰκουμένην, λέγει, προϊὼν δὲ καὶ ἠγαθέην ἐρεῖ. καὶ ἀλῳὴν δὲ ἐϋκτιμένην πρὸ ὀλίγων τε ἔφη καὶ μετʼ οὐ πολλὰ δὲ ὡσαύτως προσερεῖ. Τὸ δὲ «ἐπέρασε» δηλοῖ μὲν καὶ νῦν τὸ πέραν ἀπέδοτο καὶ διὰ θαλάσσης πλεύσας διεπώλησε. καιρία δὲ ὡς εἰς ποίησιν ἡ λέξις, διὸ καὶ πολλάκις αὐτῇ χρᾶται ὁ ποιητής, οἷον, «εἰς Λῆμνον ἐπέρασε», καὶ «εἰς Λῆμνον πεπερημένος», καὶ «μʼ ἐπέρασας». ἐντεῦθεν δὲ καὶ ἡ ἁπλῶς πρᾶσις παρὰ τοῖς ὕστερον κατὰ συγκοπήν. ἐκ δὲ τοῦ τοιούτου περᾶν καὶ ὁ πεπερημένος καὶ τὸ πέρνημι παράγωγον, ἐξ οὗ καὶ τὸ περνάμενος, καὶ τὸ «περνὰς νήσων ἐπʼ ἀλλοδαπάων». Ὁ δὲ ὦνος ἐκ τοῦ ὠνή γέγονεν, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, καθὰ καὶ ἐκ τοῦ τιμή ὁ τῖμος. καί εἰσι ταὐτὰ ὦνος καὶ τῖμος. Τὸ δὲ «ξεῖνος ἐλύσατο» δηλοῖ ὁποῖον ἀγαθὸν ἡ ξενία. ὁ γὰρ Ἠετίων οὗτος, ὁ τῷ πατρὶ τῆς Ἀνδρομάχης ὁμώνυμος, τὴν ξενίαν αἰδεσθεὶς ἐξωνήσατο ἐκ Λήμνου τὸν Λυκάονα, οὐχʼ ἁπλῶς λύτρα τῷ Ἰησονίδῃ Εὐνήῳ δούς, ἀλλὰ πολλὰ δοὺς καί, ὡς ἂν ἀλλαχοῦ φαίη, ἀπειρέσια. Ἡ δὲ Ἴμβρος, ἧς παρώνυμος ὁ ῥηθεὶς Ἴμβριος Ἠετίων, νῆσός ἐστιν Αἰολική, οὐ πολὺ τῆς Λήμνου ἀπέχουσα, ἀντιπέραν Τενέδου. ἐκ τῆς τοιαύτης Ἴμβρου τοὺς φυγοδικοῦντας Ἰμβρίους παροιμιακῶς ἐκάλουν. φησὶ γοῦν Αἴλιος Διονύσιος οὕτως. Ἴμβριοι, οἱ τὰς δίκας ὑποφεύγοντες, ἐπεί τινες εἰς δίκην καλούμενοι ἐσκήπτοντο ἐν Ἴμβρῳ εἶναι. Ἀρίσβη δὲ πόλις Τρῳάδος, Μιτυληναίων ἀποικίαν σχοῦσα, περὶ ἧς καὶ προείρηται. Τὸ δὲ δυωδεκάτη καινότερον καὶ αὐτὸ εἴρηται. οὐ γὰρ πρὸς τὸ ἕνδεκα ἤματα ἡ σύνταξις, ἀλλʼ ὡς πρὸς τὸ ἕνδεκα ἡμέρας, ὡς ἀδιάφορον ὂν ἤματα ἢ ἡμέρας εἰπεῖν, καθὰ καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ ἔχει τὸ «ἐννῆμαρ μέν, τῇ δεκάτῃ δέ». Τὸ δὲ «χερσὶ θεὸς ἔμβαλεν», ὅ ἐστιν ἐνέθετο ἢ ἐνέρριψεν, ἄκραν εὐτυχίαν δηλοῖ. Τὸ δὲ πέμψειν ἐς Ἀΐδαο” ἀφελῶς καὶ ἀστείως εἴρηται πρός τινα ὁμοιότητα τοῦ “ἦγε λαβὼν οὐκ ἐθέλοντα”, ὃ ἀνωτέρω γέγραπται. πεμφθεὶς μὲν γὰρ Λυκάων εἰς Ἀρίσβην ὑπεκπροέφυγεν, ἐξ Ἅιδου δὲ οὐκ ἂν φύγῃ. Τὸ δὲ “οὐκ ἐθέλοντα νέεσθαι” ἀστειότερον ἔτι ἐρρέθη καὶ ἀφελέστερον. εἰς Ἀρίσβην μὲν γὰρ ἑκὼν ἐπέμφθη, ἐς Ἅιδου δὲ οὐκ ἂν ἐθέλοι. Νέεσθαι δὲ νῦν οὐ τὸ ἐπανελθεῖν, ἐξ οὗ ὁ νόστος, ἀλλὰ τὸ πορευθῆναι ἤτοι κινηθῆναι, ὅθεν καὶ ὁ νόος καὶ ὁ νέος. Ἰστέον δὲ ὅτι Λυκάων κοινῶς μὲν κύριον ὄνομα πολλοῖς προσώποις τεθέν, ὧν ἔκ τινος καὶ χώρα Λυκαονία, παρὰ δὲ τοῖς ὕστερον καί τι πάθος μανιῶδες νυκτιπλάνον ἀσχολοῦν περὶ μνήματα οὕτω καλεῖται. Ὅτι πολλοῦ πολεμικοῦ καμάτου δηλωτικὸν τὸ “γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδʼ ἔχεν ἔγχος· ἀλλὰ τὰ μέν ῥʼ ἀπὸ πάντα χαμαὶ βάλε, τεῖρε γὰρ ἱδρὼς φεύγοντα, κάματος δʼ ὑπὸ γούνατʼ ἐδάμνα”. Ἐξαλλαγὴ δὲ σχήματος καὶ ἐνταῦθα ἐν τῷ “γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδʼ ἔχεν ἔγχος”. τὸ δʼ ἀκόλουθον ἦν εἰπεῖν· οὐδʼ ἔχοντα ἔγχος. Ὅρα δὲ ὅτι γυμνὸν εἶπε τὸν ἄοπλον. ἐξ οὗ λαβόντες ἀφορμὴν οἱ μεθʼ Ὅμηρον τοὺς γυμνῆτας ὠνόμασαν, οἷς ὁμόστοιχοι καὶ οἱ κοινῶς μὲν ψιλοί, κοινότερον δὲ ψιλῆται. Περὶ Λυκάονος δὲ ἐνταῦθα ὁ λόγος, ὃς τὰ μὲν ὅπλα πάντα ἔβαλε χαμαὶ φεύγων ἐκ ποταμοῦ, τοῖς ποσὶ δὲ τὴν σωτηρίαν ἐπέτρεψεν. Ἔνθα καὶ ὅρα δυστυχίαν βουλεύματος. ἀπογνοὺς γὰρ τοῦ ποταμοῦ καὶ φεύγων ὡς εἰς τὴν πόλιν πίπτει ὡς οὐκ ἤλπισεν. Ὅτι ἐκπλήττει τὸν Ἀχιλλέα, ἐὰν ἐκ τῆς νήσου Λήμνου ὁ αἰχμάλωτος Λυκάων ἔφυγε. διὸ καί φησιν ὡς ἐν ἠθοποιΐᾳ “ὢ πόποι, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι”, ἤγουν ὁρῶ. “ἦ μάλα δὴ Τρῶες μεγαλήτορες, οὕς περ ἔπεφνον, αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος. οἷον δὴ καὶ ὅδʼ ἦλθε, φυγὼν ὑπὸ νηλεὲς ἦμαρ, Λῆμνον ἐς ἠγαθέην πεπερημένος”, ὡς προείρηται, “οὐδέ μιν ἔσχε πόντος ἁλὸς πολιῆς, ὃς πολεῖς ἀέκοντας ἐρύκει. ἀλλʼ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο γεύσεται, ὄφρα ἴδωμαι φρεσὶν ἠδὲ δαείω”, ἅπερ ἐκ παραλλήλου ταὐτὸν δηλοῦσιν, “ἢ ἂρ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται, ἤ μιν ἐρύξει γῆ φυσίζοος, ἥ τε κατὰ κρατερόν περ ἐρύκει”. Καὶ ὅρα τὸ ἀναστήσονται, παλαιὰν καὶ ταύτην λέξιν, ᾗ χρᾶται καὶ Λιβάνιος ἐν τῷ εἰς τὸν Παραβάτην Ἐπιταφίῳ. Τὸ δὲ “ἦ μάλα δὴ Τρῶες ἀναστήσονται” καὶ ἑξῆς, ὑπερβολικόν φασι λόγον εἶναι οἱ παλαιοί. λέγει γὰρ ὅτι τάχα καὶ οἱ ἐν Ἅιδου Τρῶες ἐκεῖθεν φεύξονται, εἴπερ Ἑλλήνων θαλαττοκρατούντων ἐκ νήσων ἐπανασῴζονται. Ἐν δὲ τῷ “ὑπὸ ζόφου” καὶ “ὑπὸ νηλεὲς ἦμαρ”, τοῖς ὄπισθεν, ἡ πρόθεσις ἀναπέμπεται, ἵνα ᾖ ὑπαναστήσονται καὶ ὑποφυγών. Σημείωσαι δὲ καὶ ὅτι ἐν ἄλλοις μὲν πόντος ἀπολύτως λέγεται, ἐνταῦθα δὲ πόντον θαλάσσης φησίν, ὡς εἴ τις εἴπῃ κόλπον ἢ τόπον. Ἔνθα καὶ παρηχεῖν δοκεῖ ὁμοῦ παρακείμενα τὸ “πολιῆς” καὶ τὸ “πολεῖς”, ἤγουν πολλούς, καθὰ καὶ κατωτέρω τὸ “ὥρμαινε μένων”. αὐτὸ δὲ παρήχησίς ἐστιν ἐκ τῶν ἤδη προσεσημειωμένων. Τὸ δὲ “ὃς πολλοὺς ἀέκοντας ἐρύκει” οὐχʼ ἁπλῶς ἀργὸν κεῖται, ἀλλὰ προκλητικόν ἐστιν ἑτέρου ἀστείου νοήματος, τοῦ “ἀλλʼ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς”, καὶ ἑξῆς, ὡς προγέγραπται ἕως τοῦ “κρατερόν περ ἐρύκει”, οἷα ὁμοιότητος ταύτης οὔσης τῷ πόντῳ καὶ τῷ Ἅιδῃ. ὡς γὰρ ὁ πόντος πολλοὺς ἀέκοντας ἐρύκει, οὕτως ἡ γῆ κρατερόν περ ἐρύκει κάτω ὑπʼ αὐτήν. Τὸ δὲ “γεύσεται δουρός” ἀντὶ τοῦ ἀποπειράσεται. ἐρρέθη δὲ καὶ πρὸ βραχέων λέξις τοιαύτη ἐν τῷ “γευσόμεθʼ ἀλλήλων ἐγχειῇσι”. Τὸ δὲ “κἀκεῖθεν ἐλεύσεται” ἢ μυστηριωδῶς ἐρρέθη ἀντὶ τοῦ ἐκ τῶν κάτω καὶ τοῦ Ἅιδου, ἢ κατὰ πρόληψιν εἴρηται ἀντὶ τοῦ ἐκ τῆς φυσιζόου γῆς, ἣν μετὰ τοῦτο λέγει, ἤγουν μετὰ τὸ “ἐκεῖθεν ἐλεύσεται”, ὅπερ κατά τι πρωθύστερον προληπτικῶς ἐσχημάτισται. ἦν γὰρ ἀκόλουθον μνησθῆναι πρῶτα γῆς, εἶτα ἐπαγαγεῖν τὸ “ἐκεῖθεν ἐλεύσεται”. τὸ δὲ ἐλεύσεται σὺν τῷ γεύσεται σώφρων ἐστὶ παρίσωσις, ὡς καὶ μετʼ ὀλίγα τὸ τεθηπώς καὶ μεμαώς. Σημείωσαι δὲ καὶ ὅτι τὸ “γῆ φυσίζοος”, καὶ τὸ “ἣ κρατερόν περ ἐρύκει” ἔχει τι ἀντιθετικὸν ἀστεῖον, ἵνα λέγῃ, ὡς ἡ γῆ τὰ μὲν πρὸς τὸ ζῆν ἀναφύει, τοὺς δὲ ὕπʼ αὐτὴν ἐλθόντας κατερύκει κάτω. ἡ δὲ γραφὴ τῆς φυσιζόου γῆς διὰ τοῦ ο μικροῦ, ὡς καὶ πρὸ τούτων ἐν τῷ “φυσίζοος αἶα”. Ἰστέον δὲ ὅτι τὸ ὁρῶμαι ἀντὶ τοῦ ὁρῶ, καὶ ὁρᾶτο ἀντὶ τοῦ ἑώρα, καὶ ὁρώμενος ἀντὶ τοῦ ὁρῶν, μυρίας ἔχει ὁμοιότητας. ἐν αἷς καὶ τὸ θύεται ἀντὶ τοῦ θύει καὶ θυόμενος ὁ θύων, οὗ χρῆσις καὶ παρὰ τῷ Ἀθηναίῳ, ἔνθα λέγει, ὅτι Ἀθηναίοις θυομένοις ἐν Δήλῳ τὴν χέρνιβα βάψας ὁ παῖς προσήνεγκε καὶ ἐν τῇ φιάλῃ μετὰ τοῦ ὕδατος ἰχθῦς κατέχεεν. εἶπον οὖν οἱ Δήλιοι μάντεις ὡς κυριεύσουσι τῆς θαλάσσης οἱ Ἀθηναῖοι, ὃ καὶ ἀπέβη αὐτοῖς. ἔστι δʼ ἐν χρήσει καὶ τὸ ἐκθύεσθαι, οἷον· ὁ δεῖνα ἐξεθύσατο τὸν φθόνον, ἤγουν ὡς οἷα διά τινος θυσίας ἱλεώσατο. Ὅτι ὁ μὲν Ἀχιλλεὺς ἵστατο καὶ “ὥρμαινε μένων”, ὡς προσεχῶς ἐγράφη, τεθαρρηκώς τε διὰ τὴν ὑπεροχὴν καὶ διαπορούμενος, ὡς ἐρρέθη, ἐπὶ τῷ Λυκάονι. ὁ δὲ ἰδὼν ἄφυκτα ἑαυτῷ “σχεδὸν ἦλθε τεθηπώς”, ὡς καὶ αὐτὸ γέγραπται, “γούνων ἅψασθαι μεμαώς, περὶ δʼ ἤθελε θυμῷ ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν. ἤτοι ὃ μὲν δόρυ μακρὸν ἀνέσχετο”, ἢ ἀνέσχεθε, “δῖος Ἀχιλλεὺς οὐτάμεναι μεμαώς”, ἤγουν οὐτάσαι θέλων, “ὃ δʼ ὑπέδραμε καὶ λάβε γούνων κύψας”, ὃ διασαφητικόν ἐστι τοῦ ὑποδραμεῖν. “ἐγχείη δʼ ἂρ ὑπὲρ νώτου ἐνὶ γαίῃ ἔστη ἱεμένη”, καθὰ καί τις ἔμψυχος, “χροὸς ἄμμεναι”, ἢ διʼ ἑνὸς μ ἄμεναι, ἤτοι κορέσασθαι, “ἀνδρομέοιο. αὐτὰρ ὃ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλίσσετο γούνων, τῇ δʼ ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει”. Καὶ λισσόμενος ἔφη “γουνοῦμαί σʼ, Ἀχιλλεῦ, σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον· ἀντί τοι εἰμʼ ἱκέταο, διοτρεφές, αἰδοίοιο· πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν ἤματι τῷ, ὅτε μʼ εἷλες ἐϋκτιμένῃ ἐν ἀλῳῇ”. Ἀναμιμνῄσκει δὲ καὶ, ὅπως ἐπέρασεν αὐτὸν ὁ Ἀχιλλεὺς εἰς ἠγαθέην Λῆμνον, καὶ ὅσου τιμήματος διεπράθη. φησὶ γὰρ “ἑκατόμβοιον δέ τοι ἦλφον”. τοῦτο δὲ ποιεῖ, ὡς ἂν δελεάσῃ τοῖς ὕστερον δώροις, ἅπερ τριπλᾶ δώσειν φησί. Λέγει γὰρ “νῦν δὲ λύμην τρὶς τόσσα πορών”. Ἐφʼ οἷς πᾶσιν ἀκούσει παρʼ Ἀχιλλέως· μή μοι ἄποινα λέγε, καὶ τὰ ἑξῆς. Ὅρα δὲ καὶ ὅπως τὰ κατὰ τὸν Λυκάονα γραφικῶς ὁ ποιητὴς ἐξέθετο. ἔστι γὰρ κατὰ νοῦν διαζωγραφῆσαι Ἀχιλλέα μὲν ἑστῶτα καὶ σὺν θαύματι ἀπορούμενον, τὸν δὲ Λυκάονα ἐλεεινὸν ὑποδραμόντα καὶ τῆς ἀψαύστου μελίας ἁπτομένον καὶ ποιοῦντα, ὅσα εἰκός, τοὺς ἱκετεύοντας. Καὶ σημείωσαι ὅπως ἔστιν οὗ διὰ πιθανότητα καὶ ἀστοχοῦντα τὸν Ἀχιλλέα ἐν ταῖς βολαῖς ποιεῖ, ὡς νῦν τε πάσχει καὶ μετʼ ὀλίγα ἐπὶ τοῦ Ἀστεροπαίου πείσεται. ἐν τούτοις εἰ καὶ ὁ Ἀχιλλεὺς δυστυχεῖ, ἀλλʼ ἡ τοῦ Ὁμήρου διαφαίνεται ἀρετή, θαυμαστά τινα, ὡς εἰκός, διατιθεμένου καὶ πρὸς πιθανότητα πλάττοντος. Τὸ δὲ “περὶ δʼ ἤθελε θυμῷ ἐκφυγεῖν θάνατον” ἀφελῶς πρόσκειται, οὐ μὴν ἀναγκαίως. τί γὰρ ἐχρῆν προσθεῖναι τὸ κοινῶς θελητὸν ἀνθρώποις ἅπασιν, εἰ μή τι γε πρὸς διαστολὴν τῶν ἐθελοκακούντων. θάνατος δὲ κακός, τὸ κοινόν, καὶ κὴρ μέλαινα, τὸ ποιητικόν, ταὐτὰ ὄντα, κεῖται παράλληλα. Τὸ δὲ “ἀνέσχετο” εἴληπται καὶ νῦν ἀντὶ τοῦ ἀνέσχεν, ἀνέτεινε. Τὸ δὲ “λάβε γούνων”, ὅ ἐστιν ἥψατο, καὶ τὸ “ἑλὼν γούνων” πολλαχοῦ τῆς ποιήσεως κεῖνται. ὅτε μέντοι τὸ ἑλεῖν οὐ σημαίνει τὸ ἅψασθαι, τότε δὴ αἰτιατικὴν ἔχει σύνταξιν, οἷον καὶ τὸ “ὅτε μʼ εἷλες ἐν ἀλῳῇ”, καὶ “ζωοὺς ἕλον” καὶ ἄλλα μυρία. Ὡς δὲ τοῦ γούνων πρωτόθετον τὸ γονύων, καὶ ὡς κατὰ τὸ γόνυ κλίνεται καὶ τὸ κόνδυ, κόνδυος γὰρ ὡς γόνυος, δηλοῦσιν οἱ παλαιοί. κόνδυα γοῦν ἀργυρᾶ φησιν ἐκεῖθεν ὁ Ἀθήναιος. Τὸ δὲ “ἄμεναι” ἀπόστοργον μὲν πεζογραφοῦντι ῥήτορι, σκευωρεῖται δὲ οὕτως· ἄω, τὸ κορέννυμι, οὗ ἀπαρέμφατον ἄειν, καὶ Δωρικῶς ἄεν, ὥσπερ καὶ ἔδω, τὸ ἐσθίω, ἔδειν καὶ ἔδεν. εἶτα ὥσπερ πλεονασμῷ γίνεται ἐδέμεναι τετρασυλλάβως καὶ ἐν συγκοπῇ ἔδμεναι κατὰ τρισυλλαβίαν, οὕτω καὶ ἀέμεναι καὶ ἐν συγκοπῇ ἄμεναι, καὶ ἴσως διπλασιασμῷ Αἰολικῷ ἄμμεναι. Τὸ δὲ “ἑλὼν ἐλίσσετο”, παρήχησίς ἐστιν, ὥσπερ καὶ τὸ “ἔχεν ἔγχος”. τοῦτο δʼ ἐνταῦθα καινότερον εἴρηται. συνήθως μὲν γὰρ ἡ ἐπὶ πολέμῳ μεταχείρισις δηλοῦται ἐν τῷ “ἔχεν ἔγχος”, οὗ τὸ ἀνάπαλιν “οὐδʼ ἔχεν ἔγχος”, ὡς πρὸ μικροῦ εἶπεν ὁ ποιητής. ἐνταῦθα δὲ τὸ “ἔγχος” ὁ Λυκάων ἀντὶ τοῦ ἐκράτει ἐπέχων καὶ κωλύων αὐτὸ τῆς βολῆς. διὸ καὶ ἐπήγαγεν εἰς ἑρμηνείαν τὸ “οὐδὲ μεθίει”, δηλῶν ὡς κατεῖχε καὶ οὐκ ἀπέλυεν. Ὅρα δὲ καί, ὅπως ὁ Λυκάων οὐχʼ ὑγιῶς συλλογίζεται ἱκέτης εἶναι τοῦ Ἀχιλλέως διὰ μέσου τοῦ μετασχεῖν παρʼ αὐτῷ ἀκτῆς Δήμητρος, ὅ ἐστι τροφῆς, μονονουχὶ λέγων, ὅτι πᾶς ὁ τροφῆς παρά τινι πασάμενος καί που καὶ ὁμωρόφιος οὕτω γενόμενος ἱκέτης ἐστίν· ἐγὼ δὲ ἔσχον ταῦτα παρὰ σοί, ἄρα οὖν ἀντί τοί εἰμι ἱκέτου καὶ χρὴ αἰδέσασθαι τὴν τροφήν. ἴσως γὰρ διὰ τοῦτο καὶ διοτρεφῆ ὁ Λυκάων τὸν Ἀχιλλέα προσεῖπεν, ὡς ἄτοπον ὂν τὸν διοτρεφῆ τὴν ξενίαν τροφήν, ἧς ἐφορεύει Ζεύς, παρʼ οὐδὲν θέσθαι, καὶ πρὸς τὸ ζῆσαι τροφῆς μεταδόντα εἶτα ζωῆς τὸν ἱκέτην στερῆσαι. καὶ οὕτω μὲν πιθανῶς ὁ Λυκάων τὴν τοῦ “αἰχμάλωτος” λέξιν εἰς ἱκέτην μετέλαβε. τὸ δʼ ἐστὶν οὐχʼ οὕτως ἔχον. ἱκέτης μὲν γὰρ ἑκουσίως προσφυγών τινι, Λυκάων δὲ ἄκων γέγονε παρὰ τῷ Ἀχιλλεῖ ὡς αἰχμαλωτισθείς. οὐκ ὀρθῶς τοίνυν τὸ δουλικῶς τροφῆς μετασχεῖν εἰς τὸ τῶν ἱκετῶν δίκαιον ἐνέγραψεν, ὃ καὶ αὐτὸς ἴσως αἰσθόμενος, οὐ λέγει ὡς ἱκέτης εἰμί, ἀλλʼ ὅτι ἀντὶ ἱκέτου σοί εἰμι, τουτέστι τρόπον τινὰ ἱκέτης, διὰ τὸ δοκεῖν κατὰ τοὺς παλαιοὺς ἱκέτην εἶναι τόν, ὡς εἰπεῖν, ἱκέστην, ἤτοι ἀφικόμενον, εἰς ἑστίαν τινός. ὅτι δὲ οἱ κυρίως ἱκέται καὶ αἰδοῖοι ἦσαν, πολλαχοῦ φαίνεται καὶ παρὰ τῷ ποιητῇ. διὸ καὶ πειρᾶται ὁ Λυκάων εἰς τοιούτου ἱκέτου τάξιν ἀγαγεῖν ἑαυτόν. καὶ ἄλλως δὲ λῦσαι τὸν τοῦ Λυκάονος παραλογισμόν, οὐκ ἔστι ταὐτὸν συμφαγεῖν καὶ παρά τινι φαγεῖν. Λυκάων οὖν αἰχμαλωτισθεὶς ἐπάσατο μὲν Δημήτερος ἀκτήν, ὡς εἰκός, παρὰ τῇ τοῦ Ἀχιλλέως σκηνῇ, οὐ συνέφαγε δὲ ὡς ὁμοδίαιτος. τὸ δὲ “παρὰ σοὶ πρώτῳ” μετὰ τὴν αἰχμαλωσίαν δηλαδή, τοῦτο δὲ ὡς πρὸς τὸν Ἰασονίδην καὶ τὸν Ἴμβριον Ἠετίωνα. αἰχμαλωτισθεὶς γὰρ πρῶτον παρὰ τῷ Ἀχιλλεῖ ἔφαγεν, εἶτα καὶ παρʼ ἐκείνοις. Πάσασθαι δὲ καὶ νῦν τὸ γεύσασθαι, ὅθεν παρὰ τῷ Κωμικῷ ἀπαστία ἡ νηστεία. σκοπητέον δέ, εἴπερ τὸ Ὁμηρικὸν πάσασθαι ἐνδέδωκεν ἀφορμὴν τῷ ἐξώλει Σαρδαναπάλῳ εἰπεῖν ἐκεῖνο τὸ γελώμενον. ἔφη γάρ, ἢ ζῶν ἔτι ἢ καὶ θανὼν ὡς ἐν εἰδωλοποιΐᾳ, τὸ “τοσαῦτʼ ἔχω ὅσα ἔφαγόν τε καὶ ἔπιον” καὶ ἑξῆς. πάσασθαι μὲν γὰρ ἐκ τοῦ πῶ πάσω, τὸ κτῶμαι. κτᾶσθαι δὲ ταὐτόν ἐστι τῷ ἔχειν, ὅπερ ἔφη ὁ Σαρδανάπαλος. Δημήτερος δὲ καὶ νῦν ἀκτὴ ἢ κλάσμα ἄρτου, ὅ ἐστι ψωμός, εἰπεῖν δὲ καὶ ἄλλως βλωμός, παρὰ τὸ ἄγω, τὸ κλῶ, ἢ ἡ ἄγουσα ἡμᾶς καὶ ποιοῦσα πορεύεσθαι. διὸ καὶ δαῖτά τινες ἴσην καὶ ἐΐσην ἐκ τοῦ ἰέναι ἠτυμολόγησαν. εἴρηται δὲ περὶ τῆς τοιαύτης λέξεως καὶ ἐν ἄλλοις. σεμνῶς δὲ οὐκ εἶπε σῖτον ἢ δαῖτα ἢ βρώμην ἢ βρῶσιν ἢ ἐδητὺν ἢ τοιοῦτόν τι, ἀλλὰ Δημήτερος ἀκτήν, ἵνα τὸ τῆς Δήμητρος δῶρον ὁ Ἀχιλλεὺς αἰδεσθῇ. Ἑκατόμβοιον δὲ σταθμοῦ τι εἶδος καὶ νῦν, ὡς πολλαχοῦ φαίνεται. Τὸ δὲ “ἦλφον” χρόνου μέν ἐστιν ἀορίστου δευτέρου, ὡς καὶ τὸ ἔχραισμον καὶ ἔδουπον καὶ ἔκτυπον, δηλοῖ δὲ τὸ εὗρον, ἤγουν ὡς εὕρημά τι καὶ ἕρμαιον προσήγαγον. ἕρμαιον γάρ τι τοῖς στρατιώταις τὸ ἐκ τῶν αἰχμαλώτων κέρδος. Σημείωσαι δὲ ὅτι τε παρόμοιόν ἐστι τὸ “ἑκατόμβοιον ἦλφον” συνθέτῳ τῷ ἀλφεσίβοιαι—, γυναῖκες γὰρ ἀλφεσίβοιαι, ὅσαι εἰς προῖκα βόας ἦλφον—, καὶ ὡς, εἰ καὶ ἁρμόττει γυναιξί τε καὶ ἀνδράσι τὸ ῥηθὲν ἀλφεῖν, ὅμως οὐκ ἂν ῥηθεῖεν κατʼ αὐτὸ ἀλφησταὶ οἱ τοιοῦτοι, ἀλλὰ κατὰ τὸ κοινόν. κυρίως γὰρ ἀλφησταὶ πάντες ἄνθρωποι διὰ τὴν περὶ τὰ πρακτέα εὑρετικὴν μέθοδον καὶ τὴν κατὰ τέχνας καὶ ἐπιστήμας εὕρεσιν, ἀφʼ ἧς, εἴπερ ἐξῆν τολμῆσαι, ἀλφεσιτέχνους εἶχεν ἄν τις ποιητικώτερον εἰπεῖν αὐτούς. Σημειωτέον δὲ ἐνταῦθα ὅτι, ὥσπερ παρὰ τὸν βοῦν Ἀλφεσίβοια καὶ Εὔβοια καὶ παρὰ τὰ μῆλα Φιλομήλα καὶ Πολυμήλη, κύρια ὀνόματα, οὕτω καὶ παρὰ τὸν ἵππον οὐ μόνον ἡ Εὐΐππη συνθέτως, ἀλλὰ καὶ κατὰ μόνας Ἵππη, ἑταίρας ὄνομα, ἥτις ἐραστήν, φασί, σχοῦσα Θεόδοτον τὸν ἐπὶ τοῦ βασιλικοῦ χόρτου, καὶ ὀψὲ ὥρας εἰσελθοῦσα ἐπὶ κώθωνα, ἤγουν συμπόσιον, πρὸς Πτολεμαῖον τὸν βασιλέα ἔφη· Πτολεμαῖε, ἐγχεέτω τίς μοι κοτύλας τέσσαρας, εἶτα εἰς τὴν μεγάλην. καὶ ὁ βασιλεὺς ἔφη· εἰς τὴν λεκάνην οὖν· δοκεῖς γάρ μοι πολὺν Ἵππη πάνυ χόρτον καταβεβρωκέναι, σκώπτων ὁ βασιλεὺς εἰς τὸ μεθύειν τὴν ἵππῳ παρώνυμον ἐκ διαπράσεως χόρτου ἢ ἐξ αἰτίας Θεοδότου τοῦ ἐπὶ τοῦ βασιλικοῦ χόρτου, ὃς δὴ χόρτος ἵππον κορεννὺς προκαλεῖται πίνειν πολύ. δῆλον δʼ ὅτι ὥσπερ Ἵππη ἐκ τοῦ ἵππος, οὕτω καὶ Ἵππων, κύριον, ὁ ἄθεος, καὶ ὥσπερ ἐκ τοῦ βοῦς Εὔβοια κύριον, ᾗ ὁμώνυμος ἡ χώρα, οὕτω καὶ Εὔβοιος, κύριον, παρῳδεῖν καὶ οὕτω παίζειν λόγιος, φασί, καὶ ἀμφιδέξιος, ὃς πολλὰ εἰσάγων ἐν τοῖς αὑτοῦ χαρίεντα ἔφη καὶ περὶ στασιασμοῦ τοῦ ἐν βαλανείοις τὸ “βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσι”. Τὸ δὲ “λύμην” δηλοῖ μὲν τὸ λυθείην, λύτρα δοὺς δηλαδή. καὶ ἔστιν εὐκτικὸν κατὰ τοὺς παλαιούς, ὀφεῖλον τῇ υι διφθόγγῳ παραλήγεσθαι. συστέλλει δὲ τὸ υ, μονόφθογγον γεγονὸς διὰ μέτρον, οἷα μηδὲ δυνάμενον διὰ διφθόγγου γράφεσθαι. οὐδέποτε γὰρ ἡ διὰ τοῦ υ καὶ ι δίφθογγος ὀπίσω συμφώνου πίπτει κατὰ τὴν παλαιὰν παρατήρησιν. δύναται δὲ καὶ παθητικὸς ὁριστικὸς παρατατικὸς εἶναι ἀπὸ τοῦ λῦμι ῥήματος, ἵνα εἴη καὶ νῦν χρόνος ἀντὶ χρόνου, παρῳχημένος δηλαδὴ ἀντὶ μέλλοντος τοῦ λυθήσομαι. Ἰστέον δέ, ὅτι καὶ ἐν τοῖς κατὰ τὸν Λυκάονα ἔδειξεν ὁ ποιητής, ὅτι, ὡς εἰκός, χρήματα οἱ Ἀχαιοὶ ἄλλοθέν τε ἐπορίζοντο καὶ ἀπὸ τοῦ τοὺς αἰχμαλώτους πωλεῖν. Ἀχιλλεὺς οὖν καὶ ἐκ τῆς τῶν ζώντων διαπεράσεως, ἤτοι, ὡς προγέγραπται, πράσεως, πολλὰ ἔσχεν. ἐρεῖ γὰρ μετʼ ὀλίγα, ὅτι πολλοὺς τῶν Τρώων ζωοὺς ἕλον ἠδʼ ἐπέρασα. ὅπερ καὶ ὁ Χρύσης εἰδὼς ἦλθε φθάσας εἰς τὸ ναύσταθμον, τὴν θυγατέρα λυσόμενος. εἰ δέ τι καὶ ἐκ τῶν νεκρῶν αἰχμαλώτων ἐκέρδαινον, ὁ νεκροπέρνας δηλώσει Ἀχιλλεύς. Ἰστέον δὲ ὅτι φιλοψύχου ἤθους τὸ “ὃ δέ οἱ σχεδὸν ἦλθε τεθηπώς” καὶ ἑξῆς ἕως τοῦ “καὶ κῆρα μέλαιναν”, ὡς προγέγραπται. Ἱκετικὸν δὲ τὸ “γουνοῦμαί σε, σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον”. Ἔτι ἰστέον καί, ὅτι ὁ ῥηθεὶς Λυκάων μετὰ τὰ εἰρημένα ἐκθέμενος γοργῶς καὶ αὐτὸς τὸ “ἠὼς δέ μοί ἐστιν ἥδε δυωδεκάτη, ὅτʼ ἐς Ἴλιον ἦλθον πολλὰ παθών”, ἐπάγει “νῦν αὖ με τεῇς”, ἤγουν σαῖς, “ἐν χερσὶν ἔθηκε μοῖρʼ ὀλοή”. καὶ ὅρα ὡς καὶ ἐνταῦθα ἰσοδυναμοῦσιν ἀλλήλοις τὸ τιθέναι καὶ τὸ βάλλειν. εἰπὼν γοῦν Ὅμηρος τὸ “νῦν δέ με σαῖς ἐν χερσὶν ἔθηκε μοῖρα”, μετʼ ὀλίγα φησίν, “ὃν θεὸς ἐμαῖς ἐν χερσὶ βάλῃ. ἔφη δὲ καὶ πρὸ ὀλίγου «χερσὶν Ἀχιλλέως θεὸς ἔμβαλε». τοῦτο δὲ ἰσοδύναμον τῷ «Ζεύς με σοὶ αὖτις ἔδωκεν», ὃ μετʼ ὀλίγα εἰρήσεται, διʼ οὗ δηλοῦται, ὅτι δῶρον θεόθεν τοῖς ἀριστεῦσιν οἱ αἰχμάλωτοι. Εἶτα κεῖται ῥητὸν ὃ πᾶς ἂν ἐρεῖ καταγινώσκων ἑαυτοῦ θεομηνίας, ἐφʼ οἷς ἐχθρῷ δὶς παρεδόθη, παρῳδήσας τὸν Δία εἰς θεόν. καὶ ἔστι τοιοῦτον «μέλλω που ἀπέχθεσθαι θεῷ πατρί, ὅς με σοὶ αὖτις ἔδωκε. μινυνθάδιον δέ με μήτηρ γείνατο». Λυκάων δὲ καὶ ταῦτα πρὸς Ἀχιλλέα φησίν. Ἰστέον δὲ ὅτι αὐτὸς ὁ Λυκάων ὄλεθρον ἑαυτοῦ καταψηφίζεται, εἴπερ ἀπέχθεται θεῷ, κατὰ τὸν ἐν Ὀδυσσείᾳ λόγον, ἔνθα ὁ Αἴολος «ἔρρʼ ἐκ νήσου» λέγει τῷ Ὀδυσσεῖ, «οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν ἄνδρα, ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσι», καὶ πάλιν «ἐπεὶ ἄρα θεοῖς ἀπεχθόμενος τόδʼ ἱκάνεις». Ἐπὶ δὲ τούτοις καὶ ἱστορίαν ὁ ποιητὴς γενεαλογικήν τε καὶ ἐθνικὴν παραπλέκων τοῖς κατὰ τὸν Λυκάονά φησιν «μήτηρ γείνατο Λαοθόη, θυγάτηρ Ἄλταο γέροντος». ὃν καὶ ἐπαναλαμβάνων ὡς ἄξιον λόγου διὰ Ἰωνικῆς γενικῆς φησιν «Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει, Πήδασον αἰπήεσσαν», τὴν ἤδη ῥηθεῖσαν, «ἔχων ὑπὸ Σατνιόεντι. τοῦ δʼ ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας», παλλακὰς δηλαδή. Ταῦτα δὲ ὁ Λυκάων εἰπὼν ἐπάγει ὅτι «τῆσδε δύω γενόμεσθα, σὺ δέ», ὁ Ἀχιλλεὺς δηλαδή, «ἄμφω δειροτομήσεις». λέγει δὲ ἑαυτὸν καὶ τὸν πρὸ ὀλίγου μνημονευθέντα Πολύδωρον. Εἶτα εἰδώς, ὡς τὸ «δειροτομήσεις», μέλλοντος ὂν χρόνου, τῷ μὲν Λυκάονι προσαρμόσει, τῷ δὲ Πολυδώρῳ οὔ, ἐκεῖνος γὰρ ἤδη προῴχετο, καὶ διορθούμενος τὸ συγχεθὲν ἀπὸ σχεδιασμοῦ φησιν «ἤτοι τὸν», ἤγουν τοῦτον δή, «πρώτοισι μετὰ πρυλέεσσιν», ἤγουν πεζοῖς, ὡς προέγνωσται, «δάμασσας, ἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί. νῦν δὲ δὴ ἐνθάδε μοι κακὸν ἔσσεται», ὅ ἐστιν ἴσως δειροτομηθήσομαι μόνος ἐγώ, εἰ καὶ ἀνωτέρω ἔφην «ἄμφω δειροτομήσεις». Καὶ ὅρα τὸ «βάλες ὀξέϊ δουρί», διʼ οὗ ἐνδείκνυται ὁ Λυκάων, ὡς καὶ ἄλλως ἔσφαλται τὸ «ἄμφω δειροτομήσεις». ἀμφοῖν γὰρ τούτοιν ὁ ἕτερος ὁ Πολύδωρος οὐκ ἐδειροτομήθη, ἀλλὰ δουρὶ βληθεὶς ᾤχετο, καθὰ ἱστόρηται. Ἐπὶ δὲ τούτοις ὁ Λυκάων εἰς δυσωπίαν προβάλλεται αὐτό, τὸ Λαοθόης εἶναι υἱὸς καὶ μὴ τῆς Ἑκάβης, καί φησι «μή με κτεῖνε, ἐπεὶ οὐχʼ ὁμογάστριος Ἕκτορός εἰμι», ὡς καὶ λυπηθῆναι δηλαδὴ ἂν ἐκεῖνον ἐπʼ ἐμοὶ διὰ τὸ ὁμογάστριον, οἷα τῶν τοιούτων κασιγνήτων μάλιστα φιλουμένων τοῖς ἀδελφοῖς, ὡς προδεδήλωται. οὔκουν τὸν ἀμφιμήτριον Ἕκτορα, τὸν τοῦ Πατρόκλου αὐτόχειρα, ὁ ἐμὸς λυπήσει θάνατος, ἀλλʼ ἐκεῖνος μὲν ὀφειλέτης ἐστὶ ποινῆς, ἐμοὶ δὲ μᾶλλον εἰς δίκην ἀρκεῖ, ὅτι τὸν ὁμογάστριον ἀνεῖλες Πολύδωρον. Ἐπὶ τούτοις δὲ καὶ τὸν Πάτροκλον ἐπαινεῖ κολακεύων τὸν Ἀχιλλέα, εἰπών «ὅς τοι», ἤγουν ὁ Ἕκτωρ, «ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε». ἔνθα καὶ τὸν Ἀχιλλέα συνεπαινεῖν δοκεῖ ὡς τοιοῦτον ὄντα, εἴπερ ὁ φίλος ἄλλος αὐτός. καὶ οὕτω μὲν ὁ Λυκάων τὸν Ἀχιλλέα ἐθέλει μειλίσσεσθαι λισσόμενος ἐπέεσσιν. «ἀμείλικτον δʼ ὄπʼ ἄκουσε. νήπιε, μή μοι» ταῦτα, ἢ μή μοι «ἄποινα πιφαύσκεο μηδʼ ἀγόρευε. πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ, τόφρα τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν Τρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδʼ ἐπέρασα», ὡς καὶ προεγράφη, «νῦν δʼ οὐκ ἔσθʼ ὅς κεν θάνατον φύγῃ, ὅν κε θεός γε Ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι, καὶ πάντων» ἢ «συμπάντων Τρώων· πέρι δʼ αὖ Πριάμοιό γε παίδων». Εἶτα γλυκέως πάνυ κατὰ ἀφέλειαν καὶ ἐνδιαθέτως καὶ λαμπρῶς φησιν «ἀλλά, φίλος, θάνε καὶ σύ. τίη δʼ ὀλοφύρεαι αὕτως; κάτθανε καὶ Πάτροκλος, ὅπερ σέο πολλὸν ἀμείνων. οὐχʼ ὁράᾳς, οἷος κἀγὼ καλός τε μέγας τε; πατρὸς δʼ εἶμʼ ἐξ ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ, ἀλλʼ ἐπί τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιὴ ἔσσεται ἢ ἠὼς ἢ δείλη», κατὰ δέ τινας δείλης, «ἢ μέσον ἦμαρ, ὁππότε τις καὶ ἐμεῖο Ἄρει ἐκ θυμὸν ἕληται ἢ ὅ γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ». Καὶ ὅρα ὅπως συντόμως τὸν τοῦ Ἀχιλλέως ὁ ποιητὴς καὶ ἄρτι προαναφωνεῖ θάνατον. καὶ νῦν μὲν λοξῶς οὕτω κατὰ τὸ ἀμφίβολον τοῦ ἐνδοιασμοῦ, καθὰ καὶ πρὸ μικροῦ, ὅτε ὁ Ξάνθος ἵππος ἐλάλησε, προϊὼν δὲ σαφῶς ἐρεῖ τὸ ἀληθές. Ὅρα δὲ ἐν τοῖς ἀνωτέρω γεγραμμένοις καὶ τὴν ἐπανάληψιν τοῦ Ἄλτου κατὰ διττήν, ὡς παρεσημάνθη, διάλεκτον. τὸ μὲν γὰρ Ἄλταο γέροντος Αἰολικόν, οὕτω δεῆσαν τῷ μέτρῳ, τὸ δὲ Ἄλτεω Ἰωνικὸν κατὰ μετρικὴν καὶ αὐτὸ χρείαν. Περὶ δὲ Λελέγων, εἰ καὶ ἔφθασε ῥηθῆναι, ὥσπερ δὴ καὶ περὶ Πηδάσου καὶ Σατνιόεντος, ἀλλʼ οὐ περιττὸν καὶ νῦν ἔσται εἰπεῖν τοσοῦτον, ὡς εἰ μὴ Πήδασον ἄρτι λέγει τὴν τῶν Καρῶν ἤτοι Λελέγων πόλιν, ἣν καὶ οὐδετέρως λέγουσι τὰ Πήδασα καὶ μετὰ τοῦ γ δὲ τὰ Πήγασα, νοηθείη δὲ Πήδασος Τρωϊκὴ πόλις, ἣν, ὡς προερρέθη, ὁ Ἀχιλλεὺς ἐπόρθησεν, οὐδὲ οἱ Λέλεγες ἄρα οὗτοι ἔθνος Καρικόν, ἀλλὰ Τρωϊκόν, καὶ ὅτι πλάνητες τὸ ἔθνος οἱ Λέλεγες. Φησὶ γοῦν ὁ Γεωγράφος, ὅτι Λέλεγες καὶ Καύκωνες ἄνθρωποι πλάνητες, καθὰ καὶ Πελασγοί, καὶ ὅτι τοὺς Λέλεγας ἐν τῷ Καταλόγῳ παραλέλοιπεν ὁ ποιητής, οὐχʼ ἱκανὸν ἡγούμενος τὸ σύστημα ὡς εἰς Κατάλογον τάττεσθαι, ἢ καὶ ὑπὸ τῷ Ἕκτορι τούτους καταλέγων ὡς ὄντας Λυκίους, ἐκ τῆς ὑπὸ τῷ Πριάμῳ δηλαδὴ Τρωϊκῆς Λυκίας. ὁ γὰρ Πριαμίδης Λυκάων Λαοθόης εἶναι λέγει θυγατρὸς Ἄλτεω, ὃς Λελέγεσσιν ἀνάσσει. οὕτω δέ, φησί, καὶ τοὺς ὑπὸ τῷ Φοίνικι Δόλοπας ἐσίγησεν, ὡς μετὰ τῶν Μυρμιδόνων ὄντας, ὁμοίως καὶ τοὺς ὑπὸ τῷ Ὀδυσσεῖ Ἀκαρνᾶνας. λέγει δὲ καὶ ὅτι γράφουσί τινες Πήδασον ὑποσατνιόεντα, ὡς ὑπὸ ὄρει Σατνιόεντι κειμένης τῆς πόλεως. οὐδὲν δέ, φησίν, ὄρος ἐστὶν οὕτω καλούμενον, ἀλλὰ ποταμός, ὃν ὀνομάζει ὁ ποιητής. ἦν δὲ καὶ πόλις. ἠρημώθη δέ. Τὸ δὲ «πολλὰς δὲ καὶ ἄλλας» πολυγύνην εἶναι τὸν Πρίαμον δηλοῖ, ὡς καὶ ἐν τοῖς ἑξῆς που φανήσεται. ἐμφαίνει δʼ ἐνταῦθα ὁ ποιητὴς ἐν τῷ «πολλὰς ἄλλας», ὡς, εἴπερ ἤθελε, πολλὰς καὶ ἄλλας εὐμεθόδως ἱστορίας εἶχε νῦν παρεμβαλεῖν τῇ ποιήσει ἐξ ἀφορμῆς τῶν τοιούτων πολλῶν γυναικῶν. ἐλλειπτικῶς δὲ εἴρηται τὸ «πολλὰς καὶ ἄλλας». οὐ γὰρ θυγατέρας Ἄλτεω καὶ ταύτας, ἀλλὰ ἑτέρων τινῶν. Τὸ δὲ «ἄμφω δειροτομήσεις» συγχεθεὶς ὁ Λυκάων φησί. τὸν μὲν γὰρ ἀδελφὸν Πολύδωρον οἶδεν, ὡς πρὸ ὀλίγων ἐδηλώθη, μαθὼν μὴ δειροτομηθέντα, ἑαυτὸν δέ, ὃ πείσεται, ἀγνοεῖ. Πιφαύσκεσθαι δὲ ἐν μὲν τοῖς ἑξῆς τὸ φαίνειν καὶ ἐνδείκνυσθαι, οἷον «πιφαύσκεο φλόγα πολλήν». καὶ γίνεται ἐκ τοῦ φάω, τὸ λάμπω, φάσκω, καὶ ἀναδιπλασιασμῷ καὶ πλεονασμῷ τοῦ υ πιφαύσκω. ἐνταῦθα δὲ ἡ τοιαύτη λέξις τὸ φάσκειν, ὅ ἐστι λέγειν, δηλοῖ. διὸ «πιφαύσκεο» εἰπὼν ἐπάγει ἑρμηνευτικῶς πρὸς διαστολὴν ὁμωνυμίας τὸ «μηδʼ ἀγόρευε», ἵνα ἐκ παραλλήλου ταὐτὰ εἶεν τὸ «πιφαύσκεο» καὶ τὸ «ἀγόρευε». ἐξαθερίζει δὲ τὴν τοιαύτην λέξιν ἡ πεζογραφία. Τὸ δὲ «Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ» ἀμφιβολίας ἐστὶ σχῆμα. ἢ γὰρ ὁ Πάτροκλος λέγεται ἐπισπεῖν τὴν αἴσιμον ἡμέραν, ἢ ἡ αἴσιμος ἡμέρα τὸν Πάτροκλον. Τὸ δὲ πεφιδέσθαι Ἰωνικός ἐστι μέσος δεύτερος ἀόριστος. Τὸ δὲ «Ἰλίου προπάροιθεν» ἀπορίαν λύει τὴν διὰ τί ἐν τοῖς ὕστερον φείδεται οὐ Τρωὸς ἁπλῶς, ἀλλὰ τοῦ τῶν Τρώων βασιλέως Πριάμου ὁ Ἀχιλλεύς. καὶ ἔχει μὲν ἐκεῖνο λύσιν, ὡς αἰδεῖται τὸν γέροντα οἷα κυρίως ἱκέτην καὶ ὁμωρόφιον. λύεται δὲ καὶ ἐκ τῶν ἐνθάδε. οὐ γὰρ κρίνει ἁπλῶς μὴ πεφιδέσθαι μηδενὸς τῶν Τρώων, ἀλλὰ μόνων τῶν ἐμπεσουμένων εἰς χεῖρας αὐτῷ νῦν Ἰλίου προπάροιθε. Τὸ δὲ «ἐμαῖς ἐν χερσίν» ἀκρίβειάν τινα καὶ αὐτὸ ἔχει. φείσεται μὲν γάρ τινος, εἴπερ ἑτέρου τυχὸν ἐμπεσεῖται χερσίν, αὐτὸς δὲ ἑλὼν οὐκ ἂν φείσαιτο. Τὸ δὲ «ἐν χερσὶ βάλῃ», περὶ οὗ καὶ προεγράφη, ὅμοιόν ἐστι τῷ χερσὶ πελάσαι, ὅπερ ἀνωτέρω κεῖται. Τὸ δὲ «καὶ πάντων Τρώων» καὶ προϊὼν οὕτω λέγειν φιλεῖ ἐν τῷ «πάντες τίσετε φόνον». Τὸ δὲ «πέρι δʼ αὖ Πριάμοιο παίδων» δριμέως ἀντιφέρεται πρὸς τὸ «οὐχʼ ὁμογάστριος Ἕκτορός εἰμι». μονονουχὶ γάρ φησιν, ὡς Ἑκάβης μὲν οὐκ ἐγένου, ἔχεις δὲ πατέρα τὸν Πρίαμον, οὗπερ ἕνεκεν τεθνήξῃ. καὶ τοῦτο ἦν αἴτιον τοῦ νήπιον ὑπʼ Ἀχιλλέως κληθῆναι τὸν Λυκάονα, οἷα μὴ νοήσαντα, ὡς οὐ τοσοῦτον ἐκ τῆς μὴ γεννησαμένης Ἑκάβης ὠφελεῖται εἰς ἔλεον, ὅσον βλάπτεται ὑπὸ τοῦ σπείραντος πατρός, οὗ τῶν παίδων μὴ πεφιδέσθαι ἄραρεν. Ὅρα δὲ καὶ ὡς ἐν τῷ «πέρι δʼ αὖ» φανερῶς ἡ περι πρόθεσις ἐπίτασιν δηλοῖ, κειμένη ἀντὶ τοῦ περισσῶς, καὶ οὐ νοουμένη μόνον, ἀλλὰ καὶ λεγομένη αὐτὴ καθʼ αὑτήν, καὶ οὐχʼ ὡς ἐν τῷ «πέρι μὲν βουλῇ Δαναῶν», καὶ «πέρι δʼ ἐστὲ μάχεσθαι», καὶ τοῖς τοιούτοις. Ἰστέον δὲ ὅτι αἱ παλαιαὶ μὲν ἐπιτάσεις οἷον τὸ περι, τὸ ἀρι, τὸ ἐρι, τὸ δα, τὸ ζα, τὸ βου, καὶ ἄλλα ὅσα ἰδίᾳ μὲν νοητά, οὐ μὴν καὶ ἰδίᾳ ῥητά, ἔτι δὲ καὶ τὸ λίαν, πάνυ, ἄγαν καὶ τὰ λοιπά, ὅσα ἰδίᾳ καὶ νοοῦνται καὶ ἐκφωνοῦνται περὶ μίαν ὄντα λέξιν, καὶ ὁπόσα δʼ ἐν νοήμασι θεωροῦνται ὑπερθετικῶς, οἷον «ὁππόσον οὐρανός ἐστʼ ἀπὸ γαίης», ναὶ μὴν καὶ τὰ ἐν ὀνόμασιν ἐπιτείνοντα καθʼ ὑπέρθεσιν, κοινά τέ εἰσι καὶ οὐ παρασύρουσιν εἰς γέλωτα. οἱ δὲ γράφοντες εὐτραπέλως ἄλλως ἐθρασύναντο πρὸς ἀστεϊσμόν, οἷον ὁ γράψας ὑπερθετικῶς τὸ «αὐτότατος» καὶ ὁ συγκρίνας ᾀσμάτων σεμνῶν ποιητήν τινα πρὸς ἕτερον τοιοῦτον τοπικώτερον, καὶ εἰπὼν κρείττω ἐκεῖνον εἶναι ἡμέρας δρόμῳ. Ἄλεξις δὲ λέγεται εἶναι ὁ τοῦτο γράψας. δοκεῖ δὲ τῶν τοιούτων ἀρχὴν ἐνδοῦναι ὁ Κωμικὸς Ἀριστοφάνης, ἐν οἷς ἔφη μειράκιά τινα εἶναι Εὐριπίδου πλεῖν ἢ σταδίῳ λαλίστερα. τὰ δὲ ποιητικὰ ἐπιτατικά, τερατώδη ὄντα, οὔτε εἰς κοινότητα ἐθέλουσιν ἀναφέρεσθαι, οὐδὲ μὴν ἀστεΐζονται, πραγματεύονται δὲ σεμνότητά τινα καὶ ἔκπληξιν. Τὸ δὲ «ἀλλά, φίλος, θάνε» πρός τε τὸ «μή με κτεῖνε» ἐλέχθη, καὶ ἔτι ἀστείως ἀντετέθη πρὸς τὸ «ἀντί τοί εἰμʼ ἱκέταο». οἱονεὶ γάρ φησιν, ὅτι τὸ μεῖζον φίλος ὢν καὶ μὴ ἁπλῶς ἱκέτης, ὅμως θάνε. Τὸ δὲ «κάτθανε καὶ Πάτροκλος» οὐχʼ ἁπλῶς ἐφράσθη, ἀλλὰ κατὰ βαθὺν οἶκτον. ἐμφαίνει δὲ καὶ ὡς μὴ δεχόμενος ἄποινα τοῦ Λυκάονος ὁ Ἀχιλλεὺς αὐτὸν ἐθέλει ἀντίποινα τοῦ Πατρόκλου ἀνελεῖν, ὃ καὶ ἐπὶ τῶν ἄλλων Τρώων βούλεται, ὡς δηλοῖ μετʼ ὀλίγα εἰπὼν τὸ «εἰς ὅ κε πάντες τίσετε Πατρόκλοιο φόνον» καὶ ἑξῆς. ὃ δὲ ἐφεξῆς ὁ Ἀχιλλεὺς ἐπάγει περὶ ἑαυτοῦ, μονῴδημά τί ἐστι καὶ οἷον ᾠδάριον τοῦ ἥρωος, ἐφʼ ἑαυτῷ οἶκτον ἔχον. Ἰστέον δὲ ὅτι τὸ «καλός τε μέγας τε» ἐπαινεῖται ὡς ἄριστα συνδυασθὲν εἰς ἐγκώμιον. ὁπότερον γὰρ ἄν, φασίν, ἑτέρου στερηθῇ, οὐκ ἐντελῶς ἔχει πρὸς κόσμον σώματος. Σημείωσαι δὲ καὶ ὅτι ἐν τῷ τόπῳ τούτῳ, καθὰ καί τινι σμικροτάτῳ ἐνόπτρῳ, ἴνδαλμά τι ὅλου ἐγκωμίου ἐμφαίνεται. τὸ μὲν γὰρ «πατρός εἰμι ἀγαθοῦ» καὶ μητρὸς τοιᾶσδε, τὸ τοῦ γένους κεφάλαιον ὑπολαλεῖ. τὸ δὲ «μέγας» τοῦ σώματός ἐστιν ἐκτὸς ὄντος, τὸ δὲ «καλός» σωματικά τε ἀγαθὰ ἐμφαίνει καὶ ψυχικά, τὸ δὲ «οἷος» πλειόνων ἐστὶν ἐμφατικὸν τῷ εὐεπηβόλως νοοῦντι. μέγα οὖν ἐγκώμιον εἰς ἑαυτὸν ἀνεπαχθῶς λαλεῖ ὁ Ἀχιλλεύς. ὁ δὲ τόπος οὗτος μεταποιηθεὶς παντὶ ῥητορεύοντι χρησιμεύσει ἐπὶ προσώπῳ λαμπρῷ τε καὶ εὐγενεῖ. Τὸ δὲ «ἔσσεται ἢ ἠώς», ἤγουν πρωΐα, καὶ ἑξῆς, διαίρεσίς ἐστι τῆς ἡμέρας εἰς τρία μέρη. ὥσπερ γὰρ ἡ νὺξ τριχῆ διαιρεῖται, εἰς ἑσπέραν, εἰς ἀμολγὸν καὶ εἰς ἕω, οὕτω καὶ ἡ ἡμέρα, εἰς ἃ λέγει ὁ ποιητής. Τὸ δὲ «δείλης», εἴ τι προσεκτέον τοῖς καὶ οὕτω γράφουσιν, ἔλλειψιν ἂν ἔχοι τινά, ἵνα λέγῃ ἢ δείλης καιρὸς ἢ δείλης ὥρα ἤ τι τοιοῦτον. καὶ ἄλλως δὲ εἴη ἂν ἐπιρρηματικὸν ἐξ ἐλλείψεως κατὰ τὸ ἐπίσης καὶ ἐπιπολῆς καὶ διακενῆς καὶ τὰ τοιαῦτα, ὡς ἐὰν εἴποι τις· ἔσσεται ἠὼς ἢ ἐπὶ δείλης. Τὸ δὲ «Ἄρει ἐκ θυμὸν ἕληται» δηλοῖ μὲν τὸ ἀνελεῖ σιδήρῳ, διφορουμένην δὲ τὴν γραφὴν ἔχει τοῦ ὀνόματος. γράφεται γὰρ καὶ διὰ διφθόγγου ὡς ἀπὸ τοῦ Ἄρεϊ. καὶ διὰ τοῦ ἦτα δὲ μετὰ προσγεγραμμένου τοῦ ἰῶτα ἐκ τοῦ Ἄρηϊ. Τὸ δὲ «ἢ δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ» πάνυ μεγαλοπρεπῶς εἴρηται, ὡς μή τινος τολμῶντος ἐγγίσαι καὶ συστάδην πολεμῆσαι τῷ Ἀχιλλεῖ. δοκεῖ δὲ περιττῶς προσκεῖσθαι τὸ «ἀπὸ νευρῆφιν» ἐνταῦθα. δῆλον δὲ καὶ ὅτι ἀρχαίας χρήσεως ἡ νευρά, ἡ ἀπὸ νεύρου δηλαδή, ὕστερον γὰρ οὐ τοιαύτη ἐστίν. Ἔτι ἰστέον καὶ ὅτι ὁ ἐλπίζων πρός τινος ὄλεθρον ἐρεῖ «νῦν δὲ δὴ ἐνθάδε μοι κακὸν ἔσσεται» καὶ ἑξῆς ἕως τοῦ «ἐπεὶ ἐπέλασσέ γε δαίμων». Ἐπὶ δὲ δυστυχοῦς ἱκέτου λεχθήσεται τὸ «ὣς ἄρα εἶπε λισσόμενος ἐπέεσσιν, ἀμείλικτον δʼ ὄπʼ ἄκουσεν». Ὅτι ὁ Λυκάων, σωθῆναι ἀπογνούς, «ἔγχος μέν», τὸ τοῦ Ἀχιλλέως δηλαδή, «ἀφέηκεν, ὃ δʼ ἕζετο χεῖρε πετάσας ἀμφοτέρας», ἐπευχόμενός που τὸν ταχὺν θάνατον. Καὶ ὅρα ὅτι ἐν ἄλλοις μὲν ἔγχος τις ἀφῆκεν ἀντὶ τοῦ εἰς βολὴν ἔπεμψεν, ἐνταῦθα δὲ ἄλλως εἴρηται ἀντὶ τοῦ κατέλειψε κρατεῖν τὸ τοῦ Ἀχιλλέως ἔγχος. καὶ ἔστι καὶ τὸ ἀφεῖναι ἔγχος ὁμώνυμον νόημα, ὡς καὶ πρὸ τούτου τὸ «ἔγχος», ὁ αὐτὸς Λυκάων τὸ τοῦ Ἀχιλλέως, ἤγουν κατεῖχεν, ἐκώλυε. Τὸ δὲ «πετάσας» μετήνεκται τροπικῶς ἐκ τῶν ἐν τῷ πέτεσθαι οὕτως ἁπλούντων τὰς πτέρυγας. Ἰστέον δὲ καὶ ὡς ἀπογνόντος ἴδιον τὸ «τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, ὃ δʼ ἕζετο χεῖρε», ὡς ἐρρέθη, «πετάσας». Ὅτι πληγὴν θανάσιμον ἐκφράζων φησὶ «τύψε κατὰ κληῗδα παρʼ αὐχένα πᾶν δέ οἱ εἴσω δῦ ξίφος ἄμφηκες, ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ κεῖτο ταθείς, ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν». Λυκάων δʼ ὑπʼ Ἀχιλλέως οὕτω πάσχει. Ὅτι τοῖς πίπτουσι παρὰ τῷ ποιητῇ τοιαῦτά τινα ἐπιλέγονται «ἐνταυθοῖ νῦν κεῖσο», καὶ «ἐρρέτω» καὶ «φθείρεσθε» καὶ, «κεῖσο οὕτως». Δυστυχίαν δὲ νεκροῦ δηλοῖ τὸ «οὐδέ σε μήτηρ ἐνθεμένη λεχέεσσι γοήσεται». Ὅτι ἐν ἀρχῇ μὲν ὁ νεοσφαγὴς ῥιφεὶς εἰς ὕδωρ κάτω δύνει διὰ στερρότητα σώματος, ἰσχυρότερος ὢν τοῦ ὕδατος, μετὰ δὲ ἡμέρας πληρούμενος ὑγροῦ καὶ φυσώμενος μετεωρίζεται βάρει τοῦ φέροντος ἐλαττούμενος. Καὶ δηλοῖ ὁ ποιητὴς τοῦτο ἐν τοῖς τοῦ Λυκάονος, ὡς παρασημειοῦνται οἱ παλαιοί, λέγων ὅτι Ἀχιλλεὺς τὸν Λυκάονα λαβὼν ἐκ ποδὸς εἰς ποταμὸν ἀφῆκε φέρεσθαι καὶ ἐπευχόμενος ἄλλα τε εἶπεν, ἐν οἷς καί, ὡς οὐ κλαυσεῖται αὐτὸν ἡ μήτηρ, καθὰ προσεχῶς ἐγράφη, ἀλλὰ Σκάμανδρος οἴσει ἐς θάλασσαν, καὶ ὅτι «κεῖσο μετʼ ἰχθύσιν, οἵ σʼ ὠτειλῆς αἷμʼ ἀπολιχμήσονται ἀκηδέες», ὅ ἐστιν ἀφρόντιδες, ἄφοβοι, καὶ ὅτι «θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαλύξει ἰχθύς», ἢ «ὑπαΐξει», τουτέστιν, ἐκ τῆς ἄνω μελαίνης φρικός, ἤγουν κυματώδους ἀνατάσεως, συγκαταδύσεται τῷ Λυκάονι κάτω, ὑπαΐξας ἢ ὑπαλύξας, τουτέστιν ἀφεὶς καὶ ἐκφυγών, τὴν ἐπιπολάζουσαν φρῖκα. Διὰ τί δὲ οὕτω καταδύσεται ὁ τοιοῦτος ἰχθύς; «ὥς κεν», ἤγουν ὅπως, «φάγῃσι, φησί, “Λυκάονος ἀργέτα δημόν”. καὶ οὕτω δηλαδὴ πιανθήσεται. ἔνια δέ γε τῶν ἀντιγράφων τὸ “ὥς κε” διὰ τοῦ ο μικροῦ γράφουσιν ἀκολούθως τῷ “θρῴσκων ἰχθύς”. Ἰστέον δὲ ὅτι τινὲς οὔτε καταδῦντα τὸν Λυκάονα ἐνταῦθα, ὅ ἐστι βυθισθέντα, σκεπτόμενοι, ἀλλʼ ἄνω ὕστερον ὑποτιθέμενοι γεγονότα καὶ ἐπιπολάσαντα, καὶ τῇ γραφῇ δὲ τοῦ “ὑπαλύξει” ἀρεσκόμενοι, φασίν, ὅτι νῦν μὲν κάτω δύσεται ῥιφείς, μετὰ δέ τινας ἡμέρας ἀναπλεύσαντος τοῦ νεκροῦ τάχα ἄν τις λιπανθεὶς ἰχθύς, ὃς φάγῃ τὸν αὐτοῦ δημόν, ὑπαλύξει, τουτέστιν ἐκφεύξεται, διὰ τὴν ἐκ τῆς λιπάνσεως θερμότητα τὸ θανατηφόρον ψῦχος, ὡς φρικός, φησί, λεγομένου τοῦ ψύχους, ὅπερ οὐκ ἔστιν Ὁμηρικόν. ἄλλοι δὲ “ὑπαΐξει” γράφοντες λέγουσιν ὅτι τοῦ νεκροῦ ὁμοίως ἀναδύντος, ὅ ἐστι μεθʼ ἡμέρας τινὰς ἄνω κουφισθέντος, ἰχθύς τις ὑπαΐξει, τουτέστιν ὑποδραμεῖται, τὴν φρῖκα τοῦ ὕδατος, ἤτοι τὴν ἐπιφάνειαν, ἧς ἄνω κεῖται ὁ νεκρός, ὃς ἰχθὺς καὶ φάγῃ τὸν τοῦ νεκροῦ δημόν. Καὶ ὅρα ἐν τοῖς ῥηθεῖσιν ἀμφιβόλους τε ἐννοίας, καὶ ὅπως ὁ Ἀχιλλεὺς σκώπτει μετὰ βαρύτητος. εἰσὶ γὰρ καὶ τὰ χωρία ταῦτα, ὡς καὶ ἐν τοῖς πρὸ τούτων ἕτερα διάφορα, κεκραμένα γλυκύτητι καὶ βαρύτητι. Ἰστέον δὲ ὅτι σχεδιάζων ὁ Ἀχιλλεὺς ἔφη τὸ “θρῴσκων κατὰ κῦμα ἰχθύς”. ἄλλως γὰρ καὶ ἐν ἀκυμάντῳ γαλήνῃ ἀναθρῴσκων τοῦ βάθους καὶ τῆς ἐπιπολῆς γινόμενος, εἶτα ὑποτρέχων τὴν πιμελὴν τοῦ Λυκάονος, λαφύξει αὐτὴν ἐπιτρέχουσαν, ὡς εἰκός, τῷ ὕδατι διὰ τὸ τοῦ δημοῦ ἐπιπολαστικόν, ὃ δὴ καὶ τὰ ἐλαιώδη ἐφʼ ὕδατος πάσχουσιν. ὅτι δὲ οὕτω πολλάκις οἱ ἰχθύες ποιοῦσι βοσκόμενοι, δηλοῦσι καὶ οἱ ἐκ τῶν θαλαττίων ἀφρῶν διοικονομούμενοι ἐν τῷ ὑποτρέχειν αὐτούς, καὶ οἱ ἐκ τῶν ἐπιπλεόντων βρύων ἀποζῶντες ὁμοίως ἰχθύες καὶ ὁ Στρυμὼν δέ, θέρους πράσιόν τι πάχος ἐπιπολάζον πάνυ πολὺ φέρων διηνεκῶς ἐπιτρέχον, τρέφει διʼ αὐτοῦ τὰ ἰχθύδια τῆς τοῦ ὕδατος ἐπιφανείας γινόμενα καὶ ἀπολιχμώμενα τὸ ἐπανθοῦν χλοερόν, ὅπερ ὁ τοῦ παντὸς κηδεμὼν εἴτε χλόην ἀναλύων εἴτε καὶ ἄλλως ποιῶν ἐφαπλοῖ τῷ ποταμίῳ ὕδατι ἕως καὶ εἰς ἡμέρας ψυχεινάς, ὡς παρατετήρηται. Ὅτι δὲ ἡδὺ κρέας βρότειον ἰχθύσι, δηλοῖ καὶ ὁ παρὰ τῷ Δειπνοσοφιστῇ Ἀρχέστρατος, εἰπών· ἅπας δὲ ἰχθὺς σάρκα φιλεῖ βροτέαν, ἄν που περικύρσῃ. Τῶν δʼ ἐν τοῖς ῥηθεῖσι λέξεων τὸ μὲν “ἀπολιχμήσονται” διὰ μόνου διχρόνου τοῦ ι ἔχει τὴν ἄρχουσαν διὰ τὸ δύο σύμφωνα ἐπάγεσθαι, εἰ καὶ ἄλλως ὤφειλε δίφθογγον ἔχειν ὡς ἀπὸ τοῦ λείχω. Λέγει δὲ ἐν τούτοις καὶ τὸν Σκάμανδρον δινήεντα, ὡς καὶ ἄλλους πρὸ αὐτοῦ ποταμούς. Τὸ δὲ “θρῴσκων” ὅτι ἐν τῇ παραληγούσῃ τὸ ι προσγράφει, δηλοῦσιν οἱ Τεχνικοί. θορῶ γάρ, φασί, τὸ πηδῶ, οὗ παράγωγον θορίσκω, καὶ μεταθέσει θροΐσκω, καὶ ἐκτάσει τοῦ ο καὶ προσγραφῇ ἅμα τοῦ ι θρῴσκω. διὸ καὶ ὁ θρῳσμός, φασίν, ὁ ἐκ τούτου γινόμενος, προσγεγραμμένον φέρει τὸ ι. Δημὸν δὲ ἀργέτα τὸ λευκὸν λίπος λέγει. δημὸς μὲν γὰρ τὸ λίπος παρὰ τὸ δαίω. ἀργὴς δὲ ἀργῆτος ὁ λευκός, ἐξ οὗ τὸ “ἀργέτα κατὰ συστολήν. τοῦτον δὲ καὶ ἐπινεφρίδιον δημὸν ἐν τοῖς ἑξῆς ἐρεῖ. Ὅτι στρατηγὸς διώκων ἐχθροὺς ἐρεῖ ἂν τὸ «φθείρεσθε, εἰς ὅ κεν», ἤγουν ἕως, «ἄστυ κιχείομεν, ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δὲ ὄπισθεν κεραΐζων». τί δὲ δηλοῖ τὸ κεραΐζειν, προδεδήλωται. Ὅτι τοῖς ποταμοῖς ταύρους ἱέρευον, καθίεσαν δὲ καὶ ἐν ταῖς δίναις ζῳοὺς ἵππους, ὃ δὴ καὶ ἐπὶ Ξάνθου ἐποίουν οἱ Τρῶες. ὅτι δὲ οἰκειότητα ἔχει ὁ ταῦρος πρὸς τὸ ὑγρὸν καὶ διὰ τοῦτο καὶ Ποσειδῶνι θύεται, εἴρηται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. δηλοῖ δὲ τοῦτο καὶ Ἡρόδοτος ἐν οἷς φησι «σφαγιασάμενοι τῇ θαλάσσῃ ταῦρον». καὶ ἵππος δὲ ὡς ταχύτατον ζῷον προσήκει τοῖς ὠκυρρόοις ποταμοῖς. Τὰ δὲ ῥηθέντα ἐπὶ ποταμοῖς ἔθη Ὅμηρος ἱστορῶν φησιν «οὐδʼ ὑμῖν ποταμός περ ἐΰροος ἀργυροδίνης ἀρκέσει», ὅ ἐστιν ἄρκιος φανήσεται, βοηθήσει, «ᾧ δὴ δηθά», ἤγουν ἐπὶ πολὺ καὶ συχνά, ἢ καὶ ἀεί, «πολεῖς ἱερεύετε ταύρους, ζωοὺς δʼ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους». Εἶτα ἐπιφέρει ῥητὸν οἰκεῖον ὂν ἐπὶ ἀπειλῇ τῇ κατὰ κακούργων «ἀλλὰ καὶ ὣς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντες τίσετε» φόνον καὶ λοιγὸν τοῦ δεῖνος ἢ τῶν δεῖνα. Ἀχιλλεὺς δὲ ταῦτα κατὰ Τρώων λαλεῖ παθαινόμενος ἐπί τε τῷ ἑταίρῳ καὶ τοῖς Ἀχαιοῖς, οἵτινες ἂν εἶεν Ἀχαιοὶ ἐνταῦθα, εἴτε οἱ ὅλοι, εἴτε οἱ κατʼ αὐτὸν Μυρμιδόνες, ἰδίως καὶ αὐτοὶ οὕτω καλούμενοι, καθὰ σαφῶς προδεδήλωται. Ὅτι τερατώδη τινὰ καὶ φοβερὰν ἐνταῦθα περιπέτειαν ὁ ποιητὴς ἐξευρίσκει διὰ τοῦ ποταμοῦ, καὶ ψυχώσας οἷον αὐτὸν ὅλον τὸν Σκάμανδρον καὶ ὑβριοπαθοῦντα πλάσας ὡς ἅτε δαίμονα, χολούμενόν τε ποιεῖ καὶ ὁρμαίνοντα κατὰ τοῦ Ἀχιλλέως καὶ ποιοῦντα, ὅσα ἐρεῖ ἐν τοῖς ἐφεξῆς. αἰτία δὲ τῶν συμβησομένων προκαταβέβληται νῦν τὸ φθάσαι ἀνωτέρω τὸν Ἀχιλλέα εἰπεῖν, ὅτι τοῖς Τρωσὶν οὐδʼ ὁ ποταμὸς οὗτος ἀρκέσει, ᾧ πολλὰ Τρῶες ἱερεύειν εἰώθασιν, ὡς ἀνωτέρω προσεχῶς εἴρηται. Καὶ ὅρα ὅπως δακνηρὸν ἡ ὕβρις. Φράζει δὲ τὰ τοῦ ῥηθέντος χόλου Ὅμηρος οὕτω «ὣς ἄρʼ ἔφη», ὁ Ἀχιλλεύς, «ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον, ὥρμηνεν δʼ ἀνὰ θυμόν, ὅπως παύσειε πόνοιο», ἤγουν τῆς πολεμικῆς ἐνεργείας, «δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀμύνῃ». Ἐμφαίνει δʼ ἐν τούτοις Ὅμηρος μέθοδον ἀνασκαλεύειν εὑρέσθαι τινά, διʼ ἧς ἐγκόψει ποικιλίας χάριν τὴν ἄρτι ἐν τῷ ποταμῷ ἀριστείαν τῷ ἥρωϊ. Ὅτι Ἀστεροπαῖος υἱὸς ἦν Πηλεγόνος, «τὸν δʼ Ἄξιος εὐρυρέεθρος γείνατο καὶ Περίβοια, Ἀκεσσαμενοῖο θυγατρῶν πρεσβυτάτη. τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης». καὶ τοῦτο μὲν ἡ Ὁμηρικὴ λέγει Μοῦσα. προϊὼν δὲ αὐτὸς ὁ Ἀστεροπαῖος διηγήσεται τὰ λοιπὰ τῶν κατʼ αὐτόν, μερίσαντος ἐπίτηδες κἀνταῦθα τοῦ ποιητοῦ τὸ διήγημα. Ἐρωτηθεὶς γὰρ ὑπὸ Ἀχιλλέως, τίς ὢν ἔτλη ἀντίος αὐτοῦ ἐλθεῖν, ἐρεῖ «Πηλεΐδη μεγάθυμε, τίη γενεὴν ἐρεείνεις; Εἶτα ἐποίσει “εἶμʼ ἐκ Παιονίης ἐριβώλου, τηλόθʼ ἐούσης, Παίονας ἄνδρας ἄγων δολιχεγχέας. ἥδε δέ μοι νῦν ἠὼς ἑνδεκάτη, ὅτʼ ἐς Ἴλιον εἰλήλουθα. αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξίου εὐρὺ ῥέοντος, Ἀξίου, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν, ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ, τὸν δέ μέ φασι γείνασθαι”. Εἶτα τῇ συντόμῳ ταύτῃ διηγήσει ἐπάγει συντομωτάτην ἀξίωσιν “νῦν αὖτε μαχώμεθα, φαίδιμʼ Ἀχιλλεῦ”, οὔτε πολυλογήσας κατὰ τὸν μαλακὸν Λυκάονα, οὔτε πτοηθείς, ὅτι μηδὲ εἶχε πεῖραν τῆς τοῦ Ἀχιλλέως ἀρετῆς, ὡς καὶ μετʼ ὀλίγα εἰρήσεται. Ἰστέον δὲ ὅτι τὸν Πηλεγόνα οἴονταί τινες οὐκ ἀπιθάνως αἴτιον εἶναι κλήσεως τῇ νῦν λεγομένη χώρᾳ Πελαγονίᾳ, ὡς ἐκεῖθεν ὄντων τῶν Παιόνων, οὓς ἄγει ὁ Ἀστεροπαῖος, καὶ ὅτι ὀξύνεται ὁ Πηλεγών, ὡς ὁ Λαιστρυγών, κατὰ τοὺς παλαιοὺς λέγοντας, ὅτι τὰ εἰς γων ὀξυνόμενα τρέπει τὸ ω εἰς ο ἐπὶ γενικῆς, οἷον Πηλεγόνος, Λαιστρυγόνος, καὶ ἀνάπαλιν τὰ μὴ φυλάσσοντα ἐπὶ γενικῆς τὸ ω δῆλον ὅτι ἐπʼ εὐθείας ὀξύνονται. τὰ δὲ μὴ ὀξυνόμενα ἢ φυλάσσει τὸ ω, ὡς τὸ Φαλάγγωνος, Αἴγωνος, ἢ διὰ τοῦ ντ κλίνεται, ὡς τὸ Οὐκαλέγοντος. τὸ καταπύγων βαρυνόμενον, φασί, καὶ διὰ τοῦ ο κλινόμενον ἔχει ἀφορμὴν τὴν ἐκ τοῦ ὁ κατάπυγος παρωνυμίαν, ὡς καὶ τὸ ἀπείρων τὴν ἐκ τοῦ ὁ ἄπειρος. Ἐν δὲ τῷ “εὐρυρέεθρος” ἐνθυμητέον καὶ τὸ ἐϋρείτης καὶ ἐΰρροον καὶ “εὐρῆος ποταμοῖο” καὶ τὸ βαθύρροος, ὠκύρροος, βαθυρείτης, ἀκαλαρείτης, καὶ ὅσοις ἄλλοις τοιούτοις ἐπιθέτοις ῥέει ὁ ποιητής, οἷα κἂν τοῖς τοιούτοις εὐροῶν. Τὸ δὲ Ἀκεσσαμενός ὡς κύριον ὀξύνεται πρὸς διαστολὴν τῆς μετοχῆς, ὥσπερ καὶ τὸ Σῳζομενός καὶ Τισαμενός, ὧν ὁ μὲν Ἱστορικός, ὁ δὲ υἱὸς Ὀρέστου τοῦ Ἀτρείδου. τοιούτου δὲ τόνου καὶ Ἀλεξαμενός, Τήϊος ἀνήρ, εὑρετής, φασί, τοῦ μιμητικῶς γράφειν. Διὰ τοιαύτην δὲ αἰτίαν καὶ αἱ Κλαζομεναί, ἡ πόλις, ὀξύνεται, καὶ ἡ δεξαμενή δὲ καὶ ἡ εἰαμενή, ὡς προδεδήλωται. Τὸ δέ· ταύτῃ γὰρ ἐμίγη ποταμός, δοκεῖ μὲν ἐκ περισσοῦ κεῖσθαι, ἤρκει γὰρ εἰς νοῦν τέλειον τὸ “τὸν δʼ Ἄξιος γείνατο καὶ Περίβοια”, Ὅμηρος δὲ προστίθησιν αὐτό, ἵνα οὕτω κρατυνεῖ τὸν μῦθον, καὶ μή τις ὀκνήσῃ ποταμοῦ παῖδα τὸν Ἀστεροπαῖον εἰπεῖν. Τὸ δʼ “εἶμʼ ἐκ Παιονίης” ἢ τὸ εἶμι δηλοῖ ἢ τὸ εἰμί, ἀκολούθως τῇ ἐξ Ἀχιλλέως ἐρωτήσει, πυθομένου “τίς πόθεν εἶς ἀνδρῶν”. Τὸ δὲ ἐρίβωλος πρωτότυπόν ἐστι τῆς ἐριβώλακος. Περὶ δὲ Παιόνων ἀρκούντως ἐν τοῖς φθάσασιν εἴρηται. διείληπται δὲ περὶ αὐτῶν καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. νῦν δὲ ἐκεῖνο ῥητέον, ὡς εἴπερ κατὰ τὴν ἱστορίαν Παίοσιν ὅμοροι Σελλοὶ καὶ Δόλοπες περὶ Δωδώνην μέχρις Ἀχελῴου, σημειωτέον τὸ πολὺ μῆκος τῆς τῶν Παιόνων γῆς, εἰ καὶ περὶ Στρυμόνα καὶ Ἄξιον καὶ ἕως Ἀχελῴου διατείνουσι. Τὸ δὲ δολιχεγχέας ἀπὸ εὐθεῖας ἐστὶ τῆς ὁ δολιχεγχής, διὸ καὶ παροξύνεται ὡς τὸ “εὐειδέας”. προϊὼν δὲ ὁ ποιητὴς καὶ ἱπποκορυστὰς λέγει τοὺς Παίονας. ἐνταῦθα δὲ παρασημειοῦνται οἱ παλαιοί, ὅτι ἐν τῷ Καταλόγῳ μὲν ἀγκυλότοξοι Παίονες λέγονται, ὧδε δὲ δολιχεγχέες. καί φασιν, ὅτι ἢ ἐπαμφοτερίζουσι, καθὰ καὶ ὁ Τεῦκρος ποτὲ μὲν αἰχμάζων, ποτὲ δὲ τοξεύων, ἢ καὶ διττὸν γένος εἰσίν, οἱ μὲν ὑπὸ τῷ Πυραίχμῃ, οἱ δὲ ὑπὸ τῷ Ἀστεροπαίῳ. φασὶ δὲ καὶ ἐν τῷ Καταλόγῳ μὴ κεῖσθαι τὸν Ἀστεροπαῖον, ἢ ὡς νεήλυδα, ἢ καὶ ὡς μὴ κυρίως ἡγεμόνα. οὕτω γάρ, φασί, καὶ ἐπὶ Ἀθηναίων ἐν τῷ Καταλόγῳ Μενεσθέως μνησθεὶς ἡγεμόνος ὁ ποιητὴς ἐν τῇ ἐπὶ ναυσὶ μάχῃ καὶ Στιχίου μέμνηται καὶ Φείδαντος. εἰ δὲ καὶ Πρωτεσιλάου πεσόντος Ποδάρκης εἶχε τὸ πᾶν τῆς ἀρχῆς, οὕτω καὶ Ἀστεροπαῖος διὰ τὸ τὸν Πυραίχμην προαναιρεθῆναι αὐτὸς νῦν ἄρχειν τῶν Παιόνων λέγεται. τινὲς δὲ καὶ τὸν Ἀστεροπαῖον ἐν τῷ Καταλόγῳ τάσσουσιν, ὑποτάσσοντες στίχον καὶ γράφοντες οὕτως “αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους, Πηλεγόνος θʼ υἱὸς περιδέξιος Ἀστεροπαῖος”. Περὶ δὲ Ἀξίου εἴρηται ἀρκούντως ἐν τοῖς εἰς τὴν Βοιωτίαν. Ὃν ἐνταῦθα ὁ Ἀστεροπαῖος ἐπαναλαμβάνει πλείονος ἀξιῶν λόγου ὡς πρόγονον. καὶ ὕδωρ δὲ αὐτὸν κάλλιστον ἐπὶ γαῖαν ἱέναι λέγει, σεμνολογῶν διὰ τὸ γένος αὐτόν. τοῦτο δὲ καὶ ἐπὶ ἑτέρου ποταμοῦ ἐν Ὀδυσσείᾳ ὁ ποιητής φησιν. ὁ δὲ νοῦς τοῦ “κλυτὸν ἔγχεϊ” ὁ αὐτός ἐστι τῷ “δουρὶ κλυτός”. Τὸ δὲ “τὸν δέ μέ φασι γείνασθαι” ὅμοιόν ἐστι τῷ “τοῦ μʼ ἔκ φασι γενέσθαι”. Ἰστέον δὲ ὅτι τὸν Ἀστεροπαῖον καὶ περιδέξιον ὁ ποιητὴς ἱστορεῖ, εἰπὼν κατωτέρω “ἐπεὶ περιδέξιος ἦεν”, τουτέστιν ὑπερδέξιος κατὰ τοὺς παλαιοὺς ἢ ἀμφιδέξιος, ὅ ἐστιν ἀμφοτεροδέξιος, ὁποῖοι καὶ ἄλλοι τινὲς πρὸ τούτου ἐφάνησαν. Διὸ καὶ τῷ Ἀχιλλεῖ ἐπορούσαντι “ἀντίος ἐκ ποταμοῦ ἔστη ἔχων δύο δοῦρε”. τί δὲ ἐποίησε καὶ τί ἔπαθεν, εὐθὺς εἰρήσεται. Δῆλον δὲ ὅτι ὥσπερ ἀμφιδέξιος, οὕτω καὶ ἀμφαρίστερος παρὰ τοῖς παλαιοῖς, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ὁ ἐναντίος τῷ ἀμφιδεξίῳ. Ὅτι δὲ ἀγαθὰ μὲν καὶ εὐοιώνιστα παρὰ τοῖς παλαιοῖς τὰ δεξιὰ ἐκρίνοντο, οὐ τοιαῦτα δὲ τὰ λαιά, ἔκ τε τῶν οἰωνοσκοπιῶν δῆλον, καὶ ἐκ τῶν ἐξ ἀριστερᾶς πταρμῶν, καθʼ ὧν οὐκ εὐεμφάτως ἡ Κωμῳδία ἔπαιξεν. ἀκολούθως οὖν ψέγεται καὶ τὸ ἀμφαρίστερον καὶ τὸ ἐπαρίστερον. φέρεται δὲ καὶ παρῳδία σύμφωνος τούτοις παλαιά, τὸ “οὓς ἐδίδαξαν ἀριστερὰ γράμματα Μοῦσαι”. Ἰστέον δὲ ὅτι ἐν μέσῳ τῶν εἰρημένων κεῖται καὶ ὅτι Ἀχιλλεὺς μὲν ἐπόρουσεν, Ἀστεροπαῖος δὲ “ἀντίος ἐκ ποταμοῦ ἔστη, ἔχων”, οἷα, ὡς ἐρρέθη, περιδέξιος, “δύο δοῦρε, μένος δέ οἱ ἐν φρεσὶ θῆκε Ξάνθος”, ὁ τοῦ ποταμίου δηλαδὴ ταμίας ὕδατος, “ἐπεί”, φησί, “κεχόλωτο δαϊκταμένων αἰζηῶν. τοὺς δʼ Ἀχιλλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδʼ ἐλέαιρεν”. ὃ δὴ οἰκεῖον λέγειν ἐπὶ τῶν ὑγροῖς κτεινομένων. Ὅτι καινὸν σχῆμα καὶ ἐνταῦθα κεῖται. εἰπὼν γὰρ ὁ ποιητής, ὅτι ἀπειλήσας Ἀχιλλεὺς τῷ εἰρημένῳ Ἀστεροπαίῳ “ἀνέσχετο Πηλιάδα μελίην”, ἐπάγει “ὃ δʼ ἁμαρτῇ δούρασιν ἀμφὶς ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦν”, ὡς εἴρηται. καὶ ἔστιν ὁ λόγος οὐκ εὐσύντακτος. οὔτε γὰρ ἀκολούθως πρὸς τὸ μελίην, ὅπερ ἐστὶν αἰτιατικῆς πτώσεως, εἴρηται τὸ “δούρασιν”, ὤφειλε γὰρ δόρατα εἰπεῖν, ἀλλʼ οὐδὲ ῥῆμα κεῖται, ἵνα ἦν, ὅτι ὁ δὲ Ἀστεροπαῖος ὁμοῦ ὡς ἀμφιδέξιος δούρασιν ἔβαλεν ἢ ἠκόντισεν ἐξ ἀμφοτέρων τῶν χειρῶν. καινὸν οὖν τὸ σχῆμα διχῶς διὰ τὸ ἀνομοιόπτωτον καὶ διὰ τὴν τοῦ ῥήματος ἔλλειψιν, ἵνα τὸ καινὸν τοῦ προκειμένου πράγματος ἐξαγγελθείη καινῶς. τῷ ὄντι γὰρ οὐδείς πω τῷ Ἀχιλλεῖ οὕτω παρέσχε πράγματα ὡς ὁ Ἀστεροπαῖος οὗτος, ὃς οὐ μόνον ἔβαλεν, ὡς ῥηθήσεται, ἀλλὰ τῷ δόρατι τοῦ Ἀχιλλέως ἐπεβουλεύσατο, καθὰ καὶ αὐτὸ δηλωθήσεται. θρασύνεται δʼ ἐς τοσοῦτον ὁ Παίων ἥρως ἀληθῶς μὲν διὰ τήν, ὡς ἐρρέθη, ἀπειρίαν, ἥτις ἔοικεν ἐπᾶραι εἰς θράσος αὐτόν, οὐ γὰρ ἔφθη τὸν Ἀχιλλέα εὖ μάλα γνῶναι οἷα ἑνδεκαταῖος ἐν Τροίᾳ διάγων. ὡς εἴγε αὐτοῦ ἐπειράσατο, συνεστάλη ἂν καὶ αὐτὸς ὁμοίως τῷ Λυκάονι καὶ τοῖς λοιποῖς. μυθικῶς δέ γε θρασὺ ὁ Ἀστεροπαῖος φρονεῖ διὰ τὸ βοηθεῖσθαι τῷ ποταμῷ Ξάνθῳ, εἰς ὃν ἔφυγεν ὡς οἷά τις αἰδοῖος ἱκέτης. Φησὶ γὰρ ὁ ποιητὴς “μένος δέ οἱ ἐν φρεσὶ θῆκε Ξάνθος”, οὐ μόνον ὡς ἱκέτῃ, ἀλλὰ καὶ ὡς κατὰ τοῦ Ἀχιλλέως κεχολωμένος αὐτός, διότι αἰζηοὺς Τρωϊκοὺς ἐδάϊζε κατὰ ῥόον. βοηθεῖ δὲ καὶ ἄλλως ὁ ποταμὸς Ξάνθος τῷ ἥρωϊ, ὡς ἐκ ποταμοῦ τοῦ Ἀξίου τὸ γένος κατάγοντι. Τὸ δὲ ἁμαρτῇ, ὃ σημαίνει τὸ ἅμα καὶ ὁμοῦ, Ἀρίσταρχος ἀποκοπὴν εἶναι βούλεται τοῦ ἁμαρτήδην, καὶ οὐ προσγράφει τὸ ι. ἐλέγχει δέ, φασίν, αὐτὸν ἡ παράδοσις, περισπῶσά τε αὐτὸ καὶ σὺν τῷ ι γράφουσα τῷ χαρακτῆρι τῶν εἰς τη ἐπιρρημάτων. Ὅτι Ἀστεροπαῖος ἐναντίος, ὡς ἐρρέθη, ἐκ ποταμοῦ στὰς τῷ Ἀχιλλεῖ καὶ ἁμαρτῇ, ὡς περιδέξιος, δύο ἐπαφεὶς δόρατα, “ἑτέρῳ μὲν δουρὶ σάκος ἔβαλεν, οὐδὲ διαπρὸ ῥῆξε σάκος”, τοῦ χρυσοῦ κἀνταῦθα κωλύσαντος, ὡς καὶ πρὸ τούτου ἀλλαχοῦ, “τῷ δʼ ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς δεξιτερῆς, σύτο δʼ αἷμα κελαινόν”. Καὶ σημείωσαι ὅτι ὑπὸ τούτου μόνου Ἀχιλλεὺς βάλλεται. Δηλοῖ δὲ τὸ ἐπιγράβδην τὸ ἐπιπολῆς, ὡς μόνον ἐπιγράψαι καὶ ξέσαι τὸν πῆχυν. τραχύτερον δὲ τοῦτο τοῦ ἐπιλίγδην, ὃ καὶ αὐτὸ ἐδήλου τὸ ὅσον ἐπιψαῦσαι, λείως ὀνοματοποιηθὲν ἀπὸ ἀρρήτου ῥήματος τοῦ λίζειν, ὡς καὶ ἐν Ὀδυσσείᾳ φανεῖται. ἡ δὲ τοιαύτη ὀνοματοποιΐα καὶ τὰ λίστρα, ὡς καὶ προηρμήνευται, ποιεῖ, ἅπερ εἰσὶ πτύα σεσιδηρωμένα ἤγουν ξυστῆρες. καὶ λιστρῶσαι δὲ ἀπʼ αὐτῶν τὸ ξῦσαι καὶ ὁμαλίσαι. ὁ μέντοι λίγδος οὐκ ἐντεῦθεν γίνεται, ἀλλά ποθεν ἄλλοθεν. περὶ οὗ φασιν οἱ παλαιοὶ οὕτω. λίγδος· κονία, ἀλοιφή, καὶ λίγδοι χωνευτήρια, χοάναι, ἡ τῶν νομισμάτων διατύπωσις. φασὶ δὲ καὶ τρήματα τὸν λίγδον ἔχειν συνεχῆ τῷ δέλτα παραπλήσια, διʼ ὧν χαλκὸς ἠθεῖται. Πῆχυν δὲ εἰπὼν ἐπήγαγε τὸ χειρὸς πρὸς διαστολὴν ἑτέρων πήχεων. Ἐνταῦθα δέ, εἴπερ ὤρθωται τὸ ἀντίγραφον, σχῆμα κεῖται καινόν. μετὰ γὰρ τὸ “σύτο”, ἤγουν ἐξώρμησεν, “αἷμα κελαινεφές”, τὸ καὶ ἐν ἄλλοις γραφέν, κεῖται τὸ “ἣ δʼ ὑπὲρ αὐτοῦ γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι”, ὃ δὴ καὶ αὐτὸ πολλαχοῦ περιφέρεται. ἔστι δὲ ἡ καινότης τοῦ σχήματος ἐν τῷ “ἣ δὲ λιλαιομένη”. οὐ γὰρ κεῖταί τι θηλυκὸν ἐν τῷ ποιητικῷ ἐδάφει, οἷον ἐγχείη ἢ αἰχμή, πρὸς ὃ ἀποδέδονται τὸ “ἣ δέ” καὶ τὸ “λιλαιομένη”, ἀλλὰ εἰπὼν “τῷ δʼ ἑτέρῳ πῆχυν ἐπιγράβδην βάλε χειρός”, ἐπήγαγε τὸ “ἣ δὲ λιλαιομένη”, οὐκ ἀποδοὺς τὴν σύνταξιν πρὸς δόρυ, ἀλλὰ πρὸς αἰχμὴν καὶ ἐγχείην, ἃ καὶ αὐτὰ δόρατά εἰσιν. ἴσως δὲ καὶ ἀπὸ κοινοῦ ἂν ἐνταῦθα προσυπακούοιτο ἡ ἀνωτέρω κειμένη μελίη τοῦ Ἀχιλλέως. ἀλλʼ οὕτω μὲν προαφῆκεν ὁ Ἀστεροπαῖος. Ἀχιλλεὺς δὲ δεύτερος “μελίην ἰθυπτίωνα Ἀστεροπαίῳ ἐφῆκε, καὶ τοῦ μὲν ἀφάμαρτεν, ὃ δʼ ὑψηλὴν βάλεν ὄχθην, μεσσοπαγὲς δʼ ἂρ ἔθηκε κατʼ ὄχθης μείλινον ἔγχος”. Καὶ ὅρα ὅτι Ἀχιλλεὺς ἀποτυγχάνει τοῦ βαλεῖν καὶ ἐπὶ τοῦ Λυκάονος, πλὴν ἄλλοθι μὲν ὑποδραμόντος τινὸς καὶ κατανωτισαμένου τὸ δόρυ μήπω μηδὲ ἀφεθέν, ἐνταῦθα δὲ μηδέν τι τοῦ Ἀστεροπαίου τεχνασαμένου, ἀλλὰ τοῦ δόρατος εἰς κενὸν πεμφθέντος. Ὅρα δὲ καὶ ὅτι ποικίλως ἐν τούτοις φράζει τὸ Ἀχίλλειον δόρυ. Πηλιάδα τε γὰρ μελίην, περὶ ἧς ἀλλαχοῦ δεδήλωται, καὶ μελίην ἰθυπτίωνα, καὶ μείλινον ἔγχος, καὶ δόρυ μείλινον, καὶ χάλκεον ἔγχος. Ἔστι δὲ ἰθυπτίων ἡ ἰθὺ πετομένη, τουτέστι κατευθὺ καὶ ἀπλαγιάστως, ὥς που ὁ ποιητὴς ἡρμήνευσε, διαλελυμένως εἰπὼν αὐτὴν ἰθὺ πέτεσθαι. Ἀρίσταρχος δέ, φασίν, ἰθυκτίωνα γράφει, τουτέστιν ἐπʼ εὐθείας ἔχουσαν τὰς κτιδόνας, ἤγουν τὰς ἐν τοῖς ξύλοις διαφύσεις, ἃς οἱ ἰδιῶται ἶνάς φασιν. ἡ δὲ χρῆσις τῶν κτιδόνων δηλοῦται καὶ ἐν τῇ περὶ λίθων γραφῇ. Ὅρα δὲ ὅτι Μαχάων μὲν καὶ Ἰξίων καὶ Ἰάσων ἐκτείνοντα ἐν τῇ εὐθείᾳ τὴν παραλήγουσαν συστέλλουσι κανονικῶς τὸ ο τῆς γενικῆς ὡς κύρια, τὸ μέντοι ἰθυπτίων, εἰ καὶ ἐκτείνει τὸ παραλῆγον δίχρονον, ὅμως τηρεῖ τὸ ω καὶ ἐν τῇ γενικῇ, ὡς μὴ ὂν κύριον. Ὄχθην δέ, ὡς καὶ προεγράφη, τὸν κρημνὸν λέγει. διὸ προϊών φησιν, ὡς ἐκ κρημνοῦ ἐρύσατο ἔγχος, ὡς ταὐτὸν ὂν κατὰ πολυωνυμίαν ὄχθην εἰπεῖν καὶ κρημνόν, καθὰ καὶ πρὸ ὀλίγων εἴρηται. διὸ καὶ δὶς μὲν ὄχθην ἐνταῦθα, δὶς δὲ κρημνὸν τὸν αὐτὸν εἶπε τόπον. Ὅτι δὲ καὶ ἄνδηρα λέγονται αἱ τοῦ ποταμοῦ ὄχθαι, οἱ παλαιοὶ δηλοῦσιν, οἳ λέγουσιν, ὡς καὶ ἄνδηρά εἰσι καὶ αἱ τῶν τάφρων ἀναβολαί, ἤγουν τὸ ἀναβαλλόμενον χῶμα, διʼ οὗ ὀχθώδης ἄνω ἡ τάφρος γίνεται. Τὸ δὲ μεσσοπαγές ἀντὶ τοῦ ἕως μέσου παγὲν διά τε τὴν τοῦ ἥρωος βίαν καὶ τό, οἷα εἰκός, τελματῶδες τοῦ τόπου. εἰ δὲ γράφεται “μεσσοπαλές” διὰ τοῦ λ, δηλοῖ τὸ ἕως μέσου παλλόμενον καὶ κραδαινόμενον. ἕτεροι δὲ συντόμως οὕτω συνελόντες ἀμφοτέρας τὰς γραφάς φασιν ὅπερ ἕως μέσου πεπηγὸς ἐπάλλετο κατὰ τὸν οὐρίαχον. Ὅτι ἐπεὶ Ἀχιλλεὺς ἄορ ὀξὺ ἐρυσάμενος παρὰ μηροῦ ἆλτο ἐπὶ τῷ Ἀστεροπαίῳ, παρὰ βραχὺ ἐκεῖνος τὴν τοῦ ἥρωος μελίην ἠχρείωσεν ἄν. ἐπεὶ γὰρ οὐ δύνατο ἐκ κρημνοῦ ἐρύσαι χειρὶ παχείῃ, ὡς χρήσασθαι δηλαδὴ αὐτῇ κατὰ τοῦ Ἀχιλλέως, τότε δὴ “τρὶς μέν μιν πελέμιξεν ἐρύσεσθαι μενεαίνων, τρὶς δὲ μεθῆκε βίη, τὸ δὲ τέτρατον ἤθελε θυμῷ ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο, ἀλλὰ πρὶν Ἀχιλλεὺς σχεδόν”, ἤγουν ἐγγύς, “ἄορι θυμὸν ἀπηύρα. γαστέρα γάρ μιν τύψε παρʼ ὀμφαλόν, ἐκ δʼ ἄρα πᾶσαι χύντο χαμαὶ χολάδες”. Ἰστέον δὲ ὡς πάνυ περιποιεῖται τὴν μελίαν ταύτην ὁ ποιητὴς τῷ Ἀχιλλεῖ, ὅτι μὴ ἔχει ἑτέραν αὐτῷ πορίσαι ὁμοίαν. διὸ καὶ τῷ Πατρόκλῳ μόνην αὐτὴν τῶν ὅπλων οὐκ ἔδωκεν, ὡς προείρηται. Ὅρα δὲ ὅτι καὶ ἐρύσαι καὶ ἐρύσεσθαι παθητικῶς εἶπεν, ὡς ἐξὸν ἀμφοτέρως λέγειν. δηλοῖ δὲ ἡ λέξις τὸ ἑλκύειν. πλεονάζει δὲ μάλιστα ἐν διαθέσει παθητικῇ. φησὶ γοῦν ἐν τοῖς ἑξῆς “ἐρύσατο χάλκεον ἔγχος”, καὶ ἀλλαχοῦ “ξίφος ὀξὺ ἐρυσάμενος”. Πελεμίζειν δὲ καὶ νῦν τὸ διασαλεύειν παλάμῃ καὶ κινεῖν. Τὸ δὲ ἐπιγνάμψαι κατὰ κυριολεξίαν ἐνταῦθα κεῖται. ἐξ αὐτοῦ δὲ μεταφορικῶς ἀλλαχοῦ ἐρρέθη τὸ “ἐπιγνάμψασα φίλον κῆρ”, καὶ τὸ “ἐπέγναμψε γὰρ ἅπαντας”. Ὀμφαλὸς δὲ ὅτι πολυσήμαντον, δῆλον, καὶ ὅτι ἐκ τοῦ κατὰ ἄνθρωπον ὀμφαλοῦ ὀμφαλητόμοι τε λέγονται μαῖαι καὶ ὀμφαλητομία, ὅτε αὐταὶ ὀμφαλὸν βρέφους ἀποτέμνουσι. Χολάδες δὲ οὐ μόνον παρὰ τὴν ξανθὴν χολήν, ὡς προδεδήλωται, ἀλλὰ καὶ παρὰ τὴν κοιλότητα, ὥς φασιν οἱ παλαιοί, οἱονεὶ κοιλάδες τινές. κοῖλα γὰρ καὶ τὰ ἔντερά εἰσιν, ἢ καὶ ὡς τῆς τροφῆς, ἣν κόλον λέγεσθαι δηλοῖ Ἀθήναιος, αὐτόθι καταντώσης, ὡσανεὶ κολάδες τινές. Ὅτι σύγκρισιν ἀφελῶς ὁ Ἀχιλλεὺς ποιεῖται κατὰ γένος ἑαυτοῦ τε καὶ τοῦ κειμένου καὶ ἐσκυλευμένου Ἀστεροπαίου. εὐχόμενος γάρ, ἤτοι καυχώμενος, εἶπε “κεῖσο οὕτω· χαλεπόν τοι ἐρισθενέος Κρονίωνος παισὶν ἐριζέμεναι ποταμοῖο περ ἐκγεγαῶτι. φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος. αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι. τίκτε μʼ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσιν, Πηλεὺς Αἰακίδης. ὁ δʼ ἂρ Αἰακὸς ἐκ Διὸς ἦεν. τῷ”, ἤγουν διό, “κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων, κρείσσων δʼ αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται”. Σημείωσαι δὲ ὅτι συνέδραμεν ἐπὶ Ἀχιλλέως πατέρων τε ἀρετὴ καὶ αὐτοῦ Ἀχιλλέως, ὡς εἰ μὴ τοῦτʼ ἦν, ἀτέχνως ἂν καὶ Ἀχιλλεὺς συνελογίζετο. οὐ γὰρ ἀρκεῖ τὸ ἐκ μόνου τοῦ γένους ἀγαθόν, ὡς καὶ ἐν ἄλλοις φθάσας ἔδειξεν ὁ ποιητής. Ἰστέον δὲ ὅτι τὸ τοιαῦτα λέγειν τὸν Ἀχιλλέα ἐπὶ τῷ Ἀστεροπαίῳ κειμένῳ καὶ ὡς εἰς κωφὴν γαῖαν λαλεῖν οὐ μόνον ἐξ ἤθους ἀφελῶς βαρυνομένου, ἀλλὰ καὶ ἄλλως ἐξ ἀνάγκης γέγονεν. εἰ μὲν γὰρ τοῦ Ἀστεροπαίου λαλήσαντος οὐκ εὐθὺς ἐρράγη μάχη, ἐξελάλησεν ἂν ταῦτα ὁ Ἀχιλλεὺς τότε. τοῦ δὲ Ἀστεροπαίου ταχὺ οὕτω πεσόντος, λαλεῖ νῦν, ἃ τότε ἀναγκαίως ἐσιώπησεν. ἡ δὲ σύγκρισις τῷ Ἀχιλλεῖ ἐκ τῶν τοῦ Αἰνείου εἴληπται, ἵνα πως καὶ αὐτὸς οὕτως ἐκ τοῦ ἐχθροῦ ὠφεληθείη. καὶ ἐκεῖνος γὰρ τοιαύτῃ μεθόδῳ ἑαυτὸν τοῦ Ἀχιλλέως κρείττω ἐδείκνυεν. Ἰστέον δὲ καὶ ὅτι ὁ μὲν Ἀστεροπαῖος, ἀκούσας ἐξ Ἀχιλλέως τὸ “τίς πόθεν εἶς ἀνδρῶν, ὅ”, ἤγουν ὅστις, “μευ ἔτλης ἀντίος ἐλθεῖν; δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν”, ὃ καὶ ἕτερος πρὸ αὐτοῦ ῥήτωρ που ἔφη, ἐσέμνυνεν ἑαυτὸν τῇ τοῦ ποταμοῦ γενεᾷ, ὡς ἂν φανείη μὴ δυστήνου γένους εἶναι. Ἀχιλλεὺς δὲ καὶ οὕτως οὐδὲν ἧττον ἐξευτελίζει ἐκεῖνον ὡς αὐτὸς ἐκ Διὸς ὢν τοῦ μεγάλου καὶ οὐ ποταμοῦ εὐρὺ ῥέοντος. Ὅρα δὲ καὶ ὅπως ἡρώων γενεαλογίας ὁ ποιητὴς παρέρριψεν ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ τῷ ἐναγωνίῳ τῶν πράξεων τῶν πολεμικῶν παραμιγνὺς τὸ τῶν διηγήσεων ὕπτιον πρός τε ποικιλίαν λόγου καὶ πρὸς ἀνάπαυσιν τῶν ἀκροατῶν. Ἰστέον δὲ ὅτι τῷ Αἰακῷ παρωνομάσθαι δοκεῖ ἡ Αἰακίς. κύλικος δὲ αὕτη εἶδος, ὡς ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται. Ποταμοὶ δὲ ἁλιμυρήεντες οἱ ἐν τῇ ἁλὶ μυρόμενοι, τουτέστι μετὰ ἤχου ῥέοντες, ἐν ταῖς ἐκβολαῖς δηλαδή, καί, ὡς ἂν συνηθέστερόν τις εἴποι, μορμύροντες. ὡς γὰρ ἐκ τοῦ μαίρειν τὸ μαρμαίρειν, οὕτω καὶ ἐκ τοῦ μύρειν τὸ μορμύρειν γίνεται. Τὸν ὅμοιον δὲ τρόπον καὶ μῦρος καὶ μορμύρος. ἑτεροειδεῖς μέντοι αὐτοὶ ἰχθύες εἰσί. Τὸ δὲ “Διὸς γενεή” ὅμοιον ὡς εἰ καὶ παῖδας εἶπε Διὸς κατὰ τὸ “χαλεπὸν Κρονίωνος παισὶν ἐριζέμεναι”. οἷς παισὶ καὶ ὁ Ἀχιλλεὺς συνεισάγεται ὡς ἀπόγονος. Τὸ δὲ “κρείσσων Διὸς γενεὴ ποταμοῖο” ἀναγκαίως χρῄζει διαστολῆς ἐν τῷ γενεή, ἵνα μὴ νοεῖν ἔχοι τις ὡς κρείσσων Διός ἐστιν ἡ τοῦ ποταμοῦ γενεά. Ἐν δὲ τῷ “ποταμοῖο” ὑπακουστέον ἀπὸ κοινοῦ τὸ γενεή, ὅπως μὴ κατὰ τοῦ ποταμοῦ ἡ σύγκρισις εἴη, ἀλλὰ κατὰ τῆς αὐτοῦ γενεᾶς. Ἰστέον δὲ καὶ ὅτι κωλυτικὸν τοῦ πρὸς ἐνδόξους ἐρίζειν τὸ “χαλεπόν τοι ἐρισθενέος ἀνδρός”, ἢ “ἐρισθενέων πατέρων παισὶν ἐριζέμεναι”, παρῳδηθέντος δηλαδὴ τοῦ ἐρισθενέος Κρονίωνος εἰς ἑτέρας γενικάς. Ἀρχικοῦ δὲ ἀνδρὸς τὸ “τίκτε με ἀνὴρ πολλοῖσιν ἀνάσσων”. Σημείωσαι δὲ ὅπως δεξιῶς μεθοδεύει ὁ ποιητὴς τὰ κατὰ τὸν ποταμόν. ταπεινώσας γὰρ Ἀχιλλεὺς ἠρέμα τὸν Ξάνθον διʼ ἧς ἔφη συγκρίσεως, εἶτα εὐπλάστως καί τι βαρύτερον δίχα τῶν προλεχθέντων λαλεῖ κατʼ αὐτοῦ προκλητικὸν εἰς τὴν ἐφεξῆς ποταμίαν ἀγανάκτησιν, εἰπὼν “καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι χραισμεῖν”. Ἐπεὶ δὲ ὁ λόγος οὗτος πάνυ σφοδρὸς οἷα μυθικῶς ῥηθεῖς κατὰ θείου προσώπου, λεαίνει αὐτὸν ὁ ἥρως ἐπαγαγὼν τὸ “ἀλλʼ οὐκ ἔστι Διῒ Κρονίωνι μάχεσθαι”, τὸν ποταμὸν δηλαδή, μονονουχὶ λέγων, ὡς οὐκ ἐμοὶ τὸν Ξάνθον ὑποβιβάζω, ἀλλὰ τῷ προγόνῳ μεγάλῳ Διΐ. ἐγὼ δὲ γενεὴ ὢν Διὸς κρείττων εἶναί φημι τῆς τοῦ ποταμοῦ γενεῆς. Ὅρα δʼ ἐνταῦθα τὸ “εἰ δύναταί τι χραισμεῖν”, ὅπερ εἰ μὴ κολληθῇ μετὰ τοῦ “μέγας”, ἵνα ᾖ ὁ ὢν μέγας, εἰ δύναταί τι χραισμεῖν, ἐλλείψεως ἄλλως ἔχει πάθος, ἵνα λέγῃ ὅτι δειξάτω, εἰ δύναταί τι, ἢ δεῖξον σύ, εἰ δύναται, ἤ τι τοιοῦτον. ὅπως δʼ ἂν ἔχοι σχήματος τὸ “εἰ δύναταί τι χραισμεῖν” σεμνῶς εἶπεν αὐτὸ καὶ εὐφήμως ὁ συνετὸς Ἀχιλλεὺς ἀντὶ τοῦ “οὐ δύναται”. λειότερον γὰρ τὸ ἐνδοιαστικῶς ὑβρίσαι ἤπερ ἀποφαντικῶς. Ὅτι ἐν τῷ “οὐκ ἔστι Διῒ Κρονίωνι μάχεσθαι” ποταμόν τινα, ὡς προσεχῶς ἐγράφη, παράγει ὁ ποιητὴς ἁπλούστερόν τε καὶ ἀσφαλέστερον λέγοντα τὸν Ἀχιλλέα, ὡς οὐδὲ κρείων Ἀχελώϊος αὐτῷ ἰσοφαρίζει, τουτέστι τὸ ἶσον φέρεται, “οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο, ἐξ οὗπερ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν, ἀλλὰ καὶ ὅς”, ἤγουν οὗτος, “δείδοικε Διὸς μεγάλοιο κεραυνὸν δεινήν τε βροντήν, ὅτʼ ἀπʼ οὐρανόθεν σμαραγήσει”, ὁ Ζεὺς δηλαδὴ ἢ ἡ βροντή. Καὶ ὅρα τὸ σμαραγεῖν, ὡς, εἰ καὶ τὸ πλέον ἐπὶ ὑδάτων ἤχου λέγεται, ἀλλʼ ἐνταῦθα ἐπὶ βροντῆς τέθειται. Τὸ δὲ ἐκ τοῦ Ὠκεανοῦ πάντας ποταμοὺς εἶναι καὶ τὰ ἑξῆς ἡ ἀλληγορία συμβιβάζει, λέγουσα τοῦθʼ οὕτως ἔχειν διὰ τὸ γενικῷ ὀνόματι ὕδωρ τὰ τοιαῦτα πάντα εἶναι, εἰς ὅπερ ὁ Ὠκεανὸς ἐκλαμβάνεται. Ὅρα δὲ τὸ Ἀχελώϊος πεντασυλλάβως ἐνταῦθα λεχθὲν διὰ τὸ στιχθῆναι τὸ ἐν τῇ παραληγούσῃ προσγεγραμμένον ἰῶτα, κοινῶς μέντοι καὶ ἔξω μέτρου τετρασυλλάβως Ἀχελῷος λέγεται. οὕτω καὶ πατρώϊος μὲν καὶ μητρώϊος ποιητικώτερα, κοινὰ δὲ τὸ πατρῷος καὶ μητρῷος. Σημείωσαι δὲ ὅτι ἔδει μὲν ἐν τοιούτῳ τόπῳ συγκρίσεως τὸν ποιητὴν μὴ Ἀχελῴου μνησθῆναι, ἀλλά τινος ἑτέρου τῶν μειζόνων ἢ μεγίστων, ὁποῖοι πολλοὶ ποταμοί, ὁ Ἰνδός, ὁ Ἴστρος, ὁ Νεῖλος, ὃν Αἴγυπτον ὁ ποιητὴς ἐν Ὀδυσσείᾳ καλεῖ. ἀλλʼ ἐπειδὴ Ἀχιλλεὺς οὔτε δεδίδακται τοιαύτας ἱστορίας οὔτε πεπείραται μεγίστων, διὰ τοῦτο μέμνηται τοῦ Ἀχελῴου ἁπλούστερον, οὐ πάνυ πολὺ ἀπὸ τῶν τῆς Ἑλλάδος ὅρων ῥέοντος καὶ διὰ τοῦτο εἰς ἀκοὴν αὐτῷ ἥκοντος. ἴσως δὲ καὶ ἁπλῶς παραπεσὼν εἰς μνήμην ὁ Ἀχελῷος ἐξεφωνήθη ὡς ἐν σχεδιασμῷ ἀσκέπτως καὶ δίχα μελέτης, ὥς που καὶ ὁ παρὰ Σοφοκλεῖ Οἰδίπους Ἴστρου καὶ Φάσιδος μέμνηται ἐν τοῖς καθʼ ἑαυτόν, καί τις ἕτερος τῶν θείων καὶ πάνυ μεγάλων ἐν οἰκείῳ λόγῳ ἀπὸ τῶν περιφανῶν ἀστέρων Σειρίου μόνου ἐμνήσθη καὶ Ὠρίωνος. καὶ ἄλλως δὲ εἰπεῖν, ὁ παλαιὸς λόγος πάνυ τὸν Ἀχελῷον σεμνύνει, ὡς καὶ πᾶν ὕδωρ ἐξ αὐτοῦ Ἀχελῷον κληθῆναι, καθὰ καὶ Ὠκεανὸν ἐκ τοῦ Ὠκεανοῦ. φησὶ γοῦν τις “Ἀχελῷον ῥάσατε”, τουτέστι ῥάνατε τὴν γῆν ὕδατι. Ὅτι δὲ οὐ μακρὰν τῶν καθʼ Ἑλλάδα τόπων ῥέει ὁ Ἀχελῷος, ἡ παλαιὰ ἱστορία δηλοῖ, λέγουσα ὅτι ἡ ἀρχαία Ἑλλὰς περὶ Δωδώνην καὶ Σελλούς, ὅθεν Ἀχελῷος ῥέων διʼ Αἰτωλίας εἰς τὸν Ἀμβρακικὸν ἐξίησι κόλπον μέγιστος τῶν ταύτῃ ποταμῶν. ὅθεν Ἀχελῷος, φησί, πᾶν πηγαῖον ὕδωρ. καὶ τὸ ἐν Δωδώνῃ δέ, φασί, μαντεῖον, ἐν πᾶσι χρησμοῖς ἐκέλευε θύειν Ἀχελῴῳ. εἰ δὲ κατὰ τὴν ῥηθεῖσαν ἱστορίαν μέγιστος τῶν ταύτῃ ποταμῶν ὁ Ἀχελῷος, καλῶς κρείων προσερρέθη τῷ ποιητῇ διὰ τὸ ὑπεροχικόν. γέγονε δὲ Ἀχελῴου μνεία καὶ ἐν τοῖς εἰς τὴν Βοιωτίαν. Ὅρα δὲ καὶ ὅτι Ὅμηρος ἐνταῦθα μὲν συγκρίνας ἀπὸ ἐλάττονος τοῦ Ἀχελῴου εἰς τὸν μέγιστον ἀναβέβηκεν, τὸν Ὠκεανὸν δηλαδή, ἐν δὲ τῷ “ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης” ἀνάπαλιν ἐκ τοῦ μείζονος ἡλίου εἰς τὴν ἐλάττω σελήνην καταβέβηκεν, ἐν δέοντι ποιήσας ἑκάτερα. Τὸ δὲ “καὶ πᾶσα θάλασσα” πολλὰς εἶναι καὶ θαλάσσας δηλοῖ ἀκολούθως τῷ “πάντες ποταμοὶ καὶ πᾶσαι κρῆναι”. τίνες δὲ αὗται θάλασσαι, δηλοῦσιν οἱ Περιηγούμενοι, ὧν τινες καὶ κρήνας ἀνεγράψαντο πρὸς ὄνομα πολλὰς τῶν ἐν διαφόροις χώραις. κάλλους δέ, ὡς καὶ πρὸ τούτων δεδήλωταί που, τὸ πάντες καὶ πᾶσα καὶ πᾶσαι. Δεδοικέναι δὲ λέγεται καὶ Ὠκεανὸς τὰ διόβολα πάθη διὰ τὸ δρᾶν τι ἐκεῖνα καὶ εἰς αὐτόν, ὅτε δεινὰ καταρραγῶσιν. Ὅτι μυρία ὁ ποιητὴς λέγων ἔστιν ὅτε καὶ ἁπλῶς οὕτω ἐπὶ ἀναπληρώσει στίχων, ποιεῖ τοῦτο κἀνταῦθα, ἔνθα εἰπὼν τὸν Ἀστεροπαῖον ἐν ψαμάθοις κεῖσθαι, ἐπιφέρει “δίαινε δέ μιν μέλαν ὕδωρ”. τοῦτο γὰρ ἁπλοϊκῶς ἐπῆκται καὶ ἀφελέστερον, ἴσως δὲ μάλιστα πρὸς σαφήνειαν, ἵνα μὴ νοηθείη ἐπὶ ψαμάθων κεῖσθαι ξηρῶν, ἀλλʼ αἷς ἐπιτρέχει ὕδωρ. διὸ καὶ τὰ περὶ ποταμὸν αὐτὸν ἀμφιπένεται ζῷα. Ἰστέον δὲ ὅτι ἐκ τοῦ Διός, ἤτοι ἀέρος, τὸ διαίνειν παρῆκται, καὶ δηλοῖ τὸ ὑγραίνειν καί, ὡς εἰπεῖν, διαβρέχειν. ἐξ αὐτοῦ δὲ καὶ ἀδίαντον βοτάνης εἶδος, ἧς τὰ φύλλα οὐ θέλει διαίνεσθαι ὑετῷ. τοιούτου δὲ Διὸς παράγωγον καὶ ὁ διερός, ὅπερ ἐστὶ δίυγρος. Ὅτι ἐν τῷ εἰπεῖν, ὡς ἐγχέλυες καὶ ἰχθύες ἀμφεπένοντο τὸν Ἀστεροπαῖον “δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες” χωρίζει τὰς ἐγχέλυας τῶν ἰχθύων, καθὰ καὶ πρὸ ὀλίγων παρεσημάνθη, ἐπεὶ οὔτε ἐξ ὀχείας γίνονται οὔτε ζῷα τίκτουσιν οὐδὲ σπερματικοὺς οὐδʼ ὑστερικοὺς πόρους ἔχουσιν οὐδὲ εἰς θῆλυ καὶ ἄρρεν διακρίνονται, ἀλλʼ αὐτόματοι ἐν πηλῷ συνίστανται ἔκ τινος ἀπορρεούσης αὐτῶν ὑγρότητος, ὡς ἱστορεῖ καὶ Ὀππιανός. ἐρεῖ δὲ καὶ ἐν τοῖς ἑξῆς “ἐγχέλυες καὶ ἰχθύες οἱ κατὰ δίνας”. Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν διὰ τοῦ υ κλίνει ἐγχέλυας. φαίνεται δὲ καὶ διὰ τοῦ εως Ἀττικῶς ἔχειν τὴν κλίσιν ἡ παροξυτόνως ἐγχέλυς, ἢ ἄλλως ἔγχελυς προπαροξυτόνως. καὶ δηλοῦται τοῦτο παρὰ τῷ Κωμικῷ ἐν τῷ ἐγχέλεων καὶ ἐγχέλεις, καὶ παρὰ ἑτέροις δὲ πολλοῖς. φησὶ γοῦν καὶ Αἴλιος Διονύσιος, ὅτι ἔγχελυς τὸ ἑνικόν, ἐγχέλεις δὲ τὸ πληθυντικὸν καὶ ἐγχέλεσιν. ἐγχέλια δὲ τὰ τεμάχη φησὶ τῶν ἐγχέλεων. τὰς δὲ ἐγχέλυς φασὶν οἱ παλαιοὶ ζῆν εἰς ἑπτὰ ἔτη καὶ ὀκτὼ καὶ ἀλληλοφαγεῖν. Ὅρα δὲ ὅτι καὶ ἐπʼ αὐτῶν ἐρέπτεσθαί φησιν, ὡς καὶ ἐπὶ τῶν χερσαίων τετραπόδων. προϊὼν δὲ καὶ ἐπὶ ὕδατος τὴν λέξιν τίθησιν, ὅπερ ὑπερέπτει τὴν πατουμένην τῷ Ἀχιλλεῖ γῆν. Κείροντες δὲ ἀντὶ τοῦ ἀπλήστως ἐσθίοντες, ὅθεν καὶ ὁ κόρος παράγεται. Τὸ δὲ “ἐπινεφρίδιον” δύναται καὶ μετὰ τοῦ “κείροντες” κεῖσθαι καὶ μετὰ τοῦ “ἐρεπτόμενοι”, ἐξ οὗ καὶ τὸ ἀνερέπτειν δοκεῖ γίνεσθαι. Ἔστι δὲ ἐπινεφρίδιος δημὸς ὁ ἐπὶ τοῖς νεφροῖς τοῖς κυρίως. προσεθέμεθα δὲ τὸ κυρίως πρὸς διαστολὴν τῶν μὴ τοιούτων. δοκοῦσι γὰρ ἀστείως καὶ οἱ ὄρχεις νεφροὶ κληθῆναι παρὰ τῷ εἰπόντι τὸ “ἧκεν ὄρχεις φέρων πολλούς”, καὶ ἡ Γνάθαινα τῶν ἄλλων γυναίων ἀκκιζομένων “καλοί γε” εἶπεν “οἱ νεφροί”, “καὶ δύο ἁρπάσασα κατέπιεν, ὥσθʼ ὑπτίους ὑπὸ τοῦ γέλωτος καταπεσεῖν”. δῆλον οὖν ἐν τούτοις ὅτι οὐ κυριολεκτικῶς ἡ Γνάθαινα ἐλάλησεν, ἀλλʼ ἐσεμνολόγησεν εὐφημότερον τοὺς ὄρχεις ὡς νεφροὺς διὰ τὰς αἰδουμένας γυναῖκας. Ὅτι ἐμπλατυνάμενος ὁ ποιητὴς τοῖς κατὰ τὸν Ἀστεροπαῖον, εἶτα, οἷος αὐτός, ἅμα τῷ ἐκείνου θανάτῳ καὶ Παίονας πολλοὺς ὑπὸ τῷ Ἀχιλλεῖ ῥίπτει, μηδὲν εἰπὼν περὶ οὐδενὸς ἀλλʼ ἢ μόνον ὀνομάσας αὐτούς. ἑπτὰ γοῦν ἄνδρας ἐν δυσὶ στίχοις ὠνόμασεν, ἐν οἷς καὶ Θρασίος τις, τρίβραχυ ὄνομα ὅμοιον τῷ Δολίος, Στιχίος καὶ τοῖς ὁμοίοις. ἐντὸς δὲ τοῦ ποταμοῦ καὶ τούτους ἐκεῖ πεφοβημένους, “ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ χερσὶν ὑπʼ Ἀχιλλέως καὶ ἄορι ἶφι δαμέντα”. Καὶ ὅρα ἐνταῦθα μὲν συνήθως ἐπὶ ἀνδρὸς τεθὲν τὸ ἄριστον. τίθεται δὲ καὶ ἐπὶ γυναικός, ὡς ἐν τῷ “εἶδος ἀρίστη”. λέγεται δέ ποτε καὶ ἐπὶ ζῴων. ἐν γοῦν τῇ Ὀδυσσείᾳ καὶ “συῶν ἄριστον” ὁ ποιητὴς λέγει καὶ “ζατρεφέων αἰγῶν ἄριστον”. Ὅτι ἀνθρωποπαθῶς κἀνταῦθα τὰ δαιμόνια μεταχειριζόμενος Ὅμηρος ποιεῖ τὸν ποταμὸν Ξάνθον χολούμενον κατὰ τοῦ Ἀχιλλέως, οὐ μόνον διότι ἐγχώριος ὢν ἀμύνειν ἤθελε τοῖς Τρωσί, καὶ ὅτι ταύρους οἱ ἐγχώριοι, ὡς προείρηται, ἱέρευον, καὶ ἵπποις αὐτὸν ἐδωροῦντο, ἃ δὴ τὸ δαιμόνιον φῦλον ἐφείλκετο, ἀλλὰ καὶ ὅτι φθάσας Ἀχιλλεὺς ἠρέθισεν αὐτὸν εἰς θυμὸν ἀνθρώπινον, οἷς εἶπεν, ὡς οὐδʼ αὐτὸς ποταμὸς ἀρκέσει τοῖς Τρωσίν, ὃν πολλὰ δεξιοῦνται, καὶ ὅτι “ποταμὸς πάρα μέγας, εἰ δύναταί τι χραισμεῖν”. θυμὸν τοίνυν ἀναλαβὼν καὶ μάλισθʼ ὅτι καὶ ἀξιώσας, καθὰ εἰρήσεται, καὶ ἐπαινέσας οὐκ ἔπεισεν, ἐν ἑαυτῷ ἀπολαβὼν τὸν ἥρωα δεινὰ ποιεῖ, ὅσα ὁ ποιητὴς δηλώσει. ὃς τερατωδέστερον κατὰ ποιητικὴν μεγαλοφωνίαν ἐκφράσει καὶ τὸν χόλον τοῦ ποταμοῦ καὶ φοβερὸν χωρίον διασκευάσει ἐν τοῖς ἑξῆς. Πρὸ δέ γε τοῦ ἐπιθέσθαι τῷ Ἀχιλλεῖ πλάττει τὸν ποταμὸν κατʼ ἀνδρὸς ὁμοιότητα φθεγξάμενον ἐκ βαθείας δίνης τερατωδέστερον ταῦτα “ὦ Ἀχιλλεῦ, περὶ μὲν κρατέεις, περὶ δʼ αἴσυλα ῥέζεις ἀνδρῶν· αἰεὶ γάρ τοι ἀμύνουσι θεοὶ αὐτοί. εἴ τοι Τρῶας ἔδωκε Ζεὺς πάντας ὀλέσσαι, ἐξ ἐμέθεν γʼ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζειν”, ἤγουν “ῥέζε”. Εἶτα πιθανὴν αἰτίαν εἰπὼν τῆς ἀγανακτήσεως τὸ ἀνακόπτεσθαι τοῦ προρρέειν διὰ τὸ στενοχωρεῖσθαι νεκροῖς. “πλήθει γὰρ δή μοι νεκύων”, φησίν, “ἐρατεινὰ ῥέεθρα οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως”, ἐπάγει ἀξίωσιν “ἀλλʼ ἄγε δὴ καὶ ἔασον, ἄγη μʼ ἔχει, ὄρχαμε λαῶν”. ὡς δὴ ταῦτα ὁ Ξάνθος εἰπὼν οὐκ ἔπεισε τὸν Ἀχιλλέα, τότε δὴ τὰ τοῦ θυμοῦ δρᾷ. Ἔνθα οὕτω φράζει ὁ ποιητὴς “Ἀχιλλεὺς μὲν δουρὶ κλυτὸς ἔνθορε μέσσῳ κρημνοῦ ἀπαΐξας. ὃ δʼ ἐπέσσυτο οἴδματι θύων. πάντα δʼ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺς πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἔσαν ἅλις, οὓς κτάνʼ Ἀχιλλεύς. τούς”, ἤγουν τούτους, “ἔκβαλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος χέρσονδε. ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα, κρύπτων ἐν δίνῃσι βαθείῃσι μεγάλῃσι. δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα, ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος, οὐδὲ πόδεσσιν εἶχε στηρίξασθαι”. Καὶ μετʼ ὀλίγα ὦρτο δʼ ἐπʼ αὐτῷ ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο». καὶ ὃ μὲν «ὕπαιθα τοῖο», ἤγουν τούτου τοῦ ποταμοῦ, «λιασθεὶς φεῦγεν, ὃ δʼ ὄπισθε ῥέων», ὡς οἷα διώκων, «ἕσπετο μεγάλῳ ὀρυμαγδῷ». Καὶ μετὰ βραχέα ἐπιφέρει «ὁσσάκι δʼ ὁρμήσειεν Ἀχιλλεῦς στῆναι ἐναντίβιον καὶ γνώμεναι, εἴ μιν ἅπαντες ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, τοσσάκι μιν μέγα κῦμα διϊπετέος ποταμοῖο πλάζʼ ὤμους καθύπερθεν. ὃ δʼ ὑψόσε ποσσὶν ἐπήδα θυμῷ ἀνιάζων, ποταμὸς δʼ ὑπὸ γούνατʼ ἐδάμνα λάβρος, ὕπαιθα ῥέων, κονίην δʼ ὑπέρεπτε ποδοῖϊν. Καὶ πάλιν “τοῦ δʼ ὑψόσε γούνατʼ ἐπήδα πρὸς ῥόον ἀΐσσοντος ἀνʼ ἰθύν”. ὃ δὲ “κόρυσσε κῦμα ῥόοιο, ὑψόσʼ ἀειρόμενος”. Εἶτα καὶ συμμαχίας οἷον δεηθεὶς ὁ Ξάνθος ἀνθρωπίνως ἐνεκελεύσατο, φησί, τῷ Σιμόεντι, ἐγγύς που δηλαδὴ ῥέοντι, ἄλλα τέ τινα ὧν ἀρχὴ τὸ “φίλε κασίγνητε, σθένος ἀνέρος ἀμφότεροί περ σχῶμεν”, καὶ “ἀλλʼ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα ὕδατος ἐκ πηγέων, πάντας δʼ ὀρόθυνον ἐναύλους, ἵστη δὲ μέγα κῦμα, πολὺν δʼ ὀρυμαγδὸν ὄρινε φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα, ὃς δὴ νῦν κρατέει, μέμονε δʼ ὅ γε ἶσα θεοῖσι” καὶ τὰ ἑξῆς. Ἐφʼ οἷς πάλιν ὁ Ξάνθος συλλαβομένου κατὰ τὸ σιωπώμενον, ὡς εἰκός, καὶ τοῦ Σιμόεντος, ὡς καὶ ἐν τοῖς ἑξῆς κρεῖττον ῥηθήσεται, “ἐπῶρτʼ Ἀχιλῆϊ κυκώμενος, ὑψόσε θύων, μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι. πορφύρεον δʼ ἄρα κῦμα διϊπετέος ποταμοῖο ἵστατʼ ἀειρόμενον, κατὰ δʼ ᾕρεε Πηλείωνα”. Ἔνθα γράφουσιν οἱ παλαιοί, ὅτι ἔστιν ἰδεῖν κῦμα μετέωρον, αἵματι καὶ ἀφρῷ μεμιγμένον, καὶ σώματα ἐπιπλέοντα. ἐνταῦθα δὲ ἰστέον καί, ὅτι ἐν μὲν Ὀδυσσείᾳ ἔφη ὁ ποιητὴς “πορφύρεον δʼ ἄρα κῦμα περιστάθη οὔρεϊ ἶσον”, ἐνταῦθα δὲ ἄλλως περιφραστικῶς φησι “πορφύρεον δʼ ἄρα κῦμα διϊπετέος” καὶ ἑξῆς, ὡς προέκκειται. καὶ τοιαῦτα μὲν τὰ κατὰ Ξάνθον, φοβερῶς μὲν πεφρασμένα καὶ ἀναλόγως θυμῷ μεγάλου ποταμοῦ, σποράδην δὲ κείμενα παρὰ τῷ ποιητῇ ἐπίτηδες, ἵνα καταμερίσῃ πολλοῖς τόποις τὴν τοῦ λόγου σεμνότητα καὶ τὸ τοῦ Ἀχιλλέως δὲ παραστήσῃ δυσκαταγώνιστον. Τῶν δὲ τοῦ κατὰ παρεκβολὴν συντεθέντος χωρίου τούτου λέξεων καὶ εἴ τι δὲ ἄλλο αὐτόθι χρήσιμον, τὰ μὲν αὐτίκα νῦν συναπτῶς ῥηθήσεται, τὰ δὲ καὶ ἄλλως ἐν οἰκείοις τόποις τεθήσεται. Καὶ πρῶτον σημείωσαι ὅτι τὸ μὲν “κρατέεις”, ὡς καὶ μετʼ ὀλίγα τὸ “ὃς δὴ νῦν κρατέει” κρατερὸν ἐπιψόγως εἶναι τὸν Ἀχιλλέα δηλοῖ κατὰ τὸ “ἀπηνέα τε κρατερόν τε”, τὸ δὲ “περὶ δʼ αἴσυλα ῥέζεις ἀνδρῶν” τὸ περισσότερον πάντων ἀνδρῶν πράττειν αἴσυλα, ἤτοι ἄδικα. ἐκ δὲ τοῦ αἴσυλα ῥέζειν ἡ σύνθεσις ἐπενοήθη τοῦ αἰσυλοεργός. αἴσυλον δὲ οὐ μόνον διʼ οὗ συλᾶται τὸ αἴσιον, ἵνα ᾖ αἰσόσυλον καὶ κατὰ συγκοπὴν αἴσυλον, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, ἀλλὰ καὶ διʼ οὗ βλάβη γίνεται παρὰ τὸ ἆσαι, ὅ ἐστι βλάψαι. μάλιστα δὲ παρὰ τὸ α στερητικὸν καὶ τὸ ἶσον κατὰ συναίρεσιν αἴσυλον τὸ ἐστερημένον ἰσότητος, ἤτοι δικαίου. Τὸ δὲ “αἰεί σοι ἀμύνουσι θεοὶ αὐτοί” καταρριπτεῖ μὲν φιλεχθρικῶς τὴν ἀνδρίαν τοῦ Ἀχιλλέως ὡς θεόθεν, οὐ μὴν οἴκοθεν οὖσαν, ἑνικῶς δὲ παρῳδηθὲν ῥηθήσεται ἐπὶ θεοφιλοῦς ἀνδρός, οἷον· αἰεὶ γάρ τοι ἀμύνει θεὸς αὐτός. Τὸ δέ “εἴ σοι δέδοται ἐναίρειν, ἐξ ἐμοῦ ἐλάσας” εἰς τὸ “μέρμερα ῥέζε” καὶ ἑξῆς, χρήσιμον ἐπὶ ἀριστεῦσι κατακόπτουσιν ἐν ὕδατι τοὺς ἐχθρούς, ὡς καὶ ἐκεῖ τοιαῦτα βοῶντος ἂν τοῦ ὕδατος. Τὸ δὲ ἀγανακτεῖν τὸν ποταμόν, εἰ τοῦ προρρέειν ἀνακόπτοιτο, ζωϊκῶς λαλεῖται. οὕτω γὰρ ἂν καὶ ζῷον ἄχθοιτο, εἰ τῆς κατὰ φύσιν κινήσεως πρὸς βίαν ἀποκωλύεται. καὶ ἄλλως δέ, λυπεῖ τὸν Ξάνθον, εἰ τὸ ἀένναον αὐτοῦ διακόπτεται, οὐ πλήθοντος ὑδάτων κατὰ τοὺς οὕτω κυρίως πλήθοντας ποταμούς, ἀλλὰ νεκύων. Ἐν δὲ τῷ “ἀλλʼ ἄγε δὴ καὶ ἔασον” ἢ περιττός ἐστι συνήθως ὁ και σύνδεσμος, ἢ ἀστείως εἴρηται, ἵνα λέγῃ ὅτι καθάπερ ἐνήργησας τὸ ὀλοθρεῦσαι, οὕτω ποίησον καὶ τὸ ἐᾶσαι. Τὸ δὲ “ἄγη μʼ ἔχει” τῷ μὲν ἀσυνδέτῳ σχήματι ἐνδιαθέτως κατὰ θαῦμα πέφρασται, πάνυ δὲ σεμνύνει τὸν Ἀχιλλέα, εἰ καὶ θεοὺς ἐκπλήττει, οἷς ἀριστεύει. Ἐκ δὲ τοῦ προχέειν ῥόον εἰς ἅλα προχοαὶ λέγονται ποταμῶν. Τὸ δὲ “ὄρχαμε λαῶν” καὶ στίχον ἀναπληροῖ καὶ κολακεύει. Τὸ δὲ “ἔνθορε μέσσῳ” τὸ πηδητικὸν τοῦ Ἀχιλλέως δηλοῖ, ἐπιτεταμένον ὄν, εἴπερ ἀπὸ τῆς ὄχθης καταπηδήσας μέσῳ ἐνθρῴσκει τῷ μεγάλῳ ποταμῷ. ἐρεῖ δὲ καὶ προϊὼν σαφῶς, ὅπως ὁ Ἀχιλλεὺς οἶδε πηδᾶν. Ἐν δὲ τῷ “οἴδματι θύων” καὶ “ὄρινε ῥέεθρα” λέξεις εἰσίν, ἐξ ὧν τὸ ὀροθύνειν σύγκειται, τὸ θύειν δηλαδὴ καὶ τὸ ὀρίνειν. Τὸ δὲ κυκᾶσθαι καιρία ἐστὶ λέξις. διὸ καὶ πολλάκις ἐνταῦθα ὁ ποιητὴς αὐτῇ χρᾶται. παράγεται δὲ ἀπʼ αὐτῆς τὸ κῦμα, ὡς ἐν τῷ “κυκώμενον ἵστατο κῦμα” ἐμφαίνει ὁ ποιητής, ἐγγὺς τοῦ κυκᾶσθαι τὸ κῦμα θέμενος τρόπῳ ἐτυμολογικῷ, καὶ κυματίαν οὕτω δείξας τὸν ποταμόν. Τὸ δὲ “ὦσε νεκρούς” ἑρμηνεύων ὁ ποιητὴς ἐπήγαγε τὸ τούτους “ἔκβαλεν”, ὡς ταὐτὸν ὂν εἰπεῖν ὦσαι ἢ ἐκβαλεῖν. οὕτω δʼ εὐθὺς καὶ τὸ τροπικὸν “θύραζε” σαφηνίζων φησὶ “χέρσονδε”. ἐπὶ γὰρ ποταμοῦ ἢ θαλάσσης τὸ θύραζε ταὐτόν ἐστι τῷ εἰς γῆν. Τὸ δὲ “οὓς κτάνεν Ἀχιλλεύς” εὐλογοποιεῖ τὸν ποταμοῦ χόλον. οὐ γὰρ τοῖς ἐξ ἑτέρων στείνεται, ἀλλὰ τοῖς τοῦ “Ἀχιλλέως νεκροῖς. Τὸ δὲ «μεμυκὼς καθὰ ταῦρος» ἔμφασιν αἰτίας δίδωσι, διότι ταύρους τῇ τε θαλάσσῃ καὶ τοῖς ποταμοῖς ἱέρευον. ἴσως γὰρ διὰ τὸ μυκητικὸν καὶ οὕτως αὐτοῖς οἰκεῖον καὶ προσφυές. Τὸ δὲ «σάω» ἀποκοπὴν ἔπαθεν. ὡς γὰρ οὔταζεν οὖτα, οὕτω σάωζε σάω. κατὰ μυθικὴν δὲ πάντως σεμνότητα ὁ Ξάνθος κινδύνῳ μὲν περιβάλλει τὸν Ἀχιλλέα, σῴζει δὲ τοὺς φυγόντας εἰς αὐτόν, ὡς καὶ Ἥφαιστος ἐν τοῖς ἑξῆς τὸν Ξάνθον κατακαίων οὐκ ἂν ὁμοίως καὶ τὸν Ἀχιλλέα διετίθετο. ἐνταῦθα δέ φασιν οἱ παλαιοὶ καί, ὅτι ὁ Σκάμανδρος ὁρμῇ μιᾷ τοὺς μὲν νεκροὺς ἐκβάλλει, τοὺς δὲ ζῶντας κρύπτει κολπούμενος, τὸν Ἀχιλλέα δὲ περιΐσταται. Σημειωτέον δʼ ἐνταῦθα καὶ τὰ πυκνὰ πάρισα, μάλλον δʼ εἰπεῖν, ἀλλεπάλληλα, τὸ δίνῃσι, βαθείῃσι, μεγάλῃσι, καλλωπίζοντος τοῦ ποιητοῦ ὡς συγγαληνιᾶν οἷον τὸν λόγον τῷ σωστικῷ ῥεύματι. ἄλλως γὰρ, ὅπου τραχύνεται ὁ ποταμός, ἐκτραχύνει καὶ ὁ ποιητὴς τὴν φράσιν συνεξομοιῶν τὴν γλῶσσαν τῷ τραχεῖ τοῦ ῥεύματος. Τὸ δὲ «ἵστατο κῦμα» πιθανεύεται τὸ δύνασθαι τὸν ποταμὸν ἐμπίπτοντα τῷ ἡρωϊκῷ σάκει καὶ πλάζειν τοὺς τοῦ Ἀχιλλέως ὤμους. τοιοῦτον δὲ καὶ μετʼ ὀλίγα τὸ «ἵστη δὲ μέγα κῦμα», καὶ τὸ «ἐπῶρτο ὑψόσε θύων», καὶ τὸ «κῦμα ἵστατο ἀειρόμενον». Τὸ δὲ ἐμπίπτειν ῥοῦν σάκεϊ ἀστείως εἴρηται. ὁ γὰρ νοούμενος ποταμός, ὅσα καὶ ὅπλῳ τῷ σωματικῷ ποταμῷ χρώμενος καὶ μετεωρίζων τὸν ῥόον, ῥιπτεῖ αὐτὸν κατὰ τοῦ σάκους, ὠθῶν τὸν Ἀχιλλέα οὕτω καὶ σφάλλων. διὸ οὐδὲ εἶχεν αὐτὸς ποσὶ στηρίξασθαι. Ἀκροκελαινιόων δὲ ἀντὶ τοῦ ἄκρος πεφρικώς, μέλας, ἢ τὴν ἄκραν ἐπιφάνειαν μελαινόμενος, ὡς εἰκὸς ὑπὸ πνοῆς ἀνέμου, ἢ μυθικῶς κατὰ χρῶμα θυμουμένου πρὸς ὁμοιότητα τοῦ «νυκτὶ ἐοικὼς ὑπώπια», ἵνα εἴη ἀκροκελαινιόων ὁ οἷον σκυθρωπάζων καὶ ἀγριούμενος μελαίνῃ φρικί. νοητέον γὰρ ἄνεμον αὐτομάτως ἐμπεσεῖν τῷ Ξάνθῳ, ὑφʼ οὗ κυκώμενος βλάπτει τὸν ἥρωα, εἰ καὶ ἡ ποίησις ἄλλως μυθικώτερον προαιρετικὸν ἔργον τοῦτο πλάττει τῷ ποταμῷ. Ἐτησίας δέ, ὡς εἰκός, ἢ ὡς ἐν τοῖς ἑξῆς ὁ ποιητὴς ἐρεῖ, ὀπωρινὸς βορέης, ἢ καὶ σφοδρὸς θερινὸς νότος ὁ τοιοῦτος ἄνεμος ἦν. διὸ καὶ κυκᾶν εἶχε καὶ ἐκθερμαίνειν τὸν ποταμόν, ὡς εἰ καὶ πυρὶ φλεγέθων Ἥφαιστος αὐτῷ ἐνέπεσεν. Ὕπαιθα δὲ λιασθείς οἱ μὲν ἀντὶ τοῦ ἐκ πλαγίου τοῦ ποταμοῦ καὶ ἔξω τοῦ εὐθέος. κάλλιον δὲ νοεῖν κατὰ τοὺς παλαιοὺς ἀντὶ τοῦ ἔμπροσθεν καὶ ὑπαί τὸ ἰθύ, ἤγουν κατὰ ὀρθόν. διὸ καὶ ὁ ποιητὴς προϊὼν ἑρμηνεύει λέγων τὸν Ἀχιλλέα πρὸς ῥόον ἀΐσσειν ἀνʼ ἰθύν, ἤγουν κατὰ ῥοῦν ὁρμᾶν ἐπʼ εὐθείας, ἔνθα εἶχε δηλαδὴ εὐπόρως φεύγειν. Τὸ δὲ ὄπισθε ῥέοντα τὸν ποταμὸν ἕπεσθαι λιασθέντι τῷ Ἀχιλλεῖ ἄλλο εἶδος πολεμικῆς ἐπιθέσεως. Σημείωσαι γάρ, ὅτι πολυειδὲς κακὸν ὁ Ξάνθος τῷ Ἀχιλλεῖ γίνεται. καὶ ὁ μὲν ἐν τῷ σάκεϊ πίπτων ῥόος, ὡς προεγράφη, βολαῖς οἷον πολεμικαῖς καὶ ὠθισμοῖς ἐῴκει. Ὅτε δὲ ποδῶν ὑπερέπτει κόνιν ὁ ποταμός, ἤγουν ὑπεσθίει, τῆς βάσεως ἀκρατῆ θέσθαι τὸν Ἀχιλλέα φιλονεικεῖ, ὄπισθε δὲ διώκων φεύγοντα κατὰ ῥοῦν οἷον ὑπῆγε πρὸς ὄλεθρον. Ἔπλαζε δὲ καὶ τοὺς ὤμους καθύπερθεν, ἤγουν εἰς τοὺς ὤμους ἐπέλαζεν, ἢ ἐπλάνα καὶ διεσάλευεν αὐτούς, ὅπερ ἀντιπαράκειται πρὸς τὸ τὴν κόνιν τῶν ποδῶν ὑπερέπτεσθαι, ἵνα ἐκ ποδῶν ἄχρι καὶ ἐς κεφαλὴν καὶ ἐκ τῶν ἔμπροσθεν δὲ καὶ ὄπισθεν περιστοιχίζῃ τὸν Ἀχιλλέα ὁ κίνδυνος. τὸ μέντοι κινδυνωδέστερον γίνεται, ὅτε πορφύρεον κῦμα ἵσταται ἀειρόμενον, ὡς ἐρρέθη, καὶ καθαιρεῖ τὸν ἥρωα, ἤγουν καταβάλλει. τοῦτο γὰρ δηλοῖ τὸ «κατὰ δʼ ᾕρεε Πηλείωνα», κατὰ διάλυσιν ῥηθὲν ἀντὶ τοῦ καθῄρει. διὸ καὶ εὐθὺς τότε αὐτίκα βοηθεῖται, ὡς ῥηθήσεται. Ὅρα δὲ καὶ ὅτι ὀρυμαγδός καὶ ἐπὶ ὕδατος λέγεται ποταμίου, τραχὺν ποιουμένου ἦχον διὰ τῆς καταφερομένης χερσόθεν ὕλης. διὸ καὶ εἶπε «πολὺν δʼ ὀρυμαγδὸν ὄρινε φιτρῶν καὶ λάων», ὅ ἐστι κατασυρομένων καὶ λίθων. φιτροὶ γὰρ οἱ ἐκ φυτῶν κορμοὶ τραπέντος τοῦ υ εἰς ι, ὡς καὶ ἐν τῷ δίφρος γίνεται. καὶ ἄλλως δέ, φιτροὶ παρὰ τὸ φῖτυ, ὃ δηλοῖ τὸ φυτόν, οὗ ἀρσενικὸν φῖτυς, τιθέμενον ἐπὶ φυτοσπόρου, ὅ ἐστι πατρός. Τὸ δὲ ὁρμᾶν ποτε στῆναι τὸν Ἀχιλλέα καὶ γνῶναι εἴπερ ὑπὸ πάντων θεῶν διώκεται, καὶ οὐ τῶν τυχόντων ἀλλὰ τῶν οὐρανίων, τὴν ὑπερβολὴν τοῦ κινδύνου δηλοῖ, ὡς δόξαι ἂν μὴ ἑνί τινι διοικονομεῖσθαι τὸ κακόν, ἀλλὰ πᾶσι θεοῖς. ἀπʼ ἐναντίας δὲ τοῦτο γίνεται πρὸς τὸ «αἰεὶ γάρ τοι ἀμύνουσι θεοὶ αὐτοί». Διϊπετὴς δὲ ποταμὸς ὅτι ὁ ἐκ Διὸς γεννηθείς, καὶ ἀλλαχοῦ δεδήλωται. πρὸ δὲ τούτου καὶ διοτρεφῆ τὸν αὐτὸν εἶπε. δῆλον δʼ ὅτι, ὥσπερ τὸ πεσεῖν, ἤτοι γεννηθῆναι, οὕτω καὶ τὸ τρέφειν καὶ ἐπὶ ὕδατος λέγεται, ὡς δηλοῖ καὶ ὁ ποιητὴς «τρόφι κῦμα» εἰπών. Τὸ δὲ πλάζειν ὤμους ἄλλως τε νοεῖται, ὡς εἴρηται, καὶ τὸ τῆς εὐθείας δὲ ἀποπλανᾶν δηλοῖ, διὸ λόγον ἔχει νοηθῆναι τὸ ὕπαιθα καὶ ἀντὶ τοῦ ἐκ πλαγίου. ἔοικε γὰρ δυστυχῶν Ἀχιλλεὺς ἐν τῷ κατὰ ῥοῦν ἵστασθαι λιασθῆναι ὕπαιθα, ὅ ἐστιν εἰς τὸ πλάγιον. ὡς δὲ Ποσειδῶν καὶ Ἀθηνᾶ ἐλθόντες ἐθάρρυναν λόγοις αὐτόν, τότε οὐκέτι ὕπαιθα ἐλιάζετο, ἀλλʼ ὥρμα πρὸς ῥόον ἀνʼ ἰθύν, ὡς πρὸ μικροῦ γέγραπται. Ὅρα δὲ καὶ ὡς τὸ «ὑψόσε ποσσὶν ἐπήδα» παρέφρασε μετʼ ὀλίγα ἐν τῷ «ὑψόσε γούνατʼ ἐπήδα», ὅτε δηλαδὴ ἐθάρρησε θεόθεν ὁ Ἀχιλλεύς. πρὸ γὰρ τούτου «ποταμὸς ὑπὸ γούνατʼ ἐδάμνα ὕπαιθα ῥέων», ὡς ἂν ἐμποδὼν εἴη τῇ τοῦ Ἀχιλλέως ὁρμῇ, ὅτε ὕπαιθα, ὡς ἐρρέθη, λιάζεται. Ὑπερέπτειν δὲ κονίην ὅτι τὸ ὑπεσθίειν ἐστί, προδεδήλωται. δοκεῖ δὲ οὐ κυριολεκτεῖσθαι νῦν ἡ κονίη ἐπὶ τῆς ποταμίας λεπτοτάτης ἄμμου, εἰ καὶ ὡμοίωται τῇ κατὰ γῆν κόνει. δῆλον δὲ ὡς ἡ κατʼ αἴσθησιν πεῖρα μάλιστα διδάξει, ὅπως οἱ σφοδροὶ ποταμοὶ τοῖς ἔνδον αὐτῶν ἱσταμένοις ὑπερέπτουσι κονίην ποδῶν. Τὸ δὲ «κόρυσσε κῦμα» ἑρμηνεύει ὁ ποιητὴς ἐν τῷ «ὑψόσε ἀειρόμενος», εὐθὺς αὐτὸ ἐπαγαγών. κορύσσεται γὰρ κῦμα μεταφορικῶς, ὅτε ὑψόσε ἀρθῇ. Τὸ δὲ «κῦμα ῥόοιο» διὰ ἐντέλειαν φράσεως εἴρηται. τὸ γὰρ κῦμα, ἐπεί, ὡς ἐρρέθη, ἐκ τοῦ κυκᾶν λέγεται, τινός ἐστι κῦμα, ἤγουν κύκημα. ἐνταῦθα οὖν ποταμίου ῥόου κῦμά ἐστιν. Ὅτι δὲ κῦμα δριμέως καὶ τὸ κατὰ γαστρὸς ἔμβρυον λέγεται, συγκοπὲν ἐκ τοῦ κύημα, δηλοῖ Εὐριπίδης ἐν τῷ «γέμουσαν κύματος θεοσπόρου», ἤγουν ἐγκυμονοῦσαν ἐκ Ποσειδῶνος. Φίλος δὲ κασίγνητος ὁ Σιμόεις τῷ Ξάνθῳ διά τε τὸ ὁμόχωρον, καὶ καθὸ ἄμφω ἐξ Ὠκεανοῦ, καθὰ προγέγραπται. προσεταιρίζεται δὲ τοῦτον ὁ Ξάνθος οὐ μόνον ὡς καθʼ ἱστορίαν πλησίον ῥέοντα, ἀλλὰ καὶ πρὸς μίμησιν Ποσειδῶνος καὶ Ἀθηνᾶς, οἳ ἀμφότεροι τὸν Ἀχιλλέα, ὡς ἐρρέθη, ἐπέρρωσαν. Τὸ δὲ «ἐμπίπληθι» ἢ πλεονασμὸν ἔχει τῆς θι συλλαβῆς κατὰ τὸ ζῆ ζῆθι, ἢ ἐκ τοῦ ἐμπιπλάντος γίνεται κατὰ τὸ στάς στάντος στῆθι. Ἔναυλοι δὲ οἱ στενοὶ χειμαρρώδεις τόποι, ὡς μετʼ ὀλίγα δηλωθήσεται. Τὸ δὲ «ἵστη μέγα κῦμα» τερατώδης παραγγελία ἐστί. τεράστιον γὰρ τὸ ῥέον στῆναι οὕτως ὡς εἰς ἀντιπαράταξιν. ἵσταται δέ πως κῦμα, ὅτε ἀνέμοις ἀρθῇ κατὰ τὰ ἱστορούμενα. ὅμοιον δὲ καὶ τὸ «κῦμα ἵστατο ἀειρόμενον», ὃ ταὐτόν ἐστι τῷ ἀνίστατο καὶ τῷ ἠγείρετο. Ἄγριον δὲ ἄνδρα τὸν Ἀχιλλέα λέγει ἀστείως οἷα μισάνθρωπον, ὃς τούς τε ὁμοεθνεῖς πρὸ τούτων παρεῖδε μυρία παθόντας ἄχεα, καὶ τοὺς Τρῶας δὲ νῦν κεραΐζων ἀπόλλυσι. Τὸ δὲ «μέμονεν ἶσα θεοῖς» καὶ τὸν Σιμόεντα ἐρεθίζει καὶ τὸν Ξάνθον σεμνύνει ὡς οὐχʼ ἁπλῶς γινόμενον κατʼ ἀνδρὸς τοῦ τυχόντος, οὐδὲ ὃς ἶσα θεῷ μέμονεν, ἀλλὰ θεοῖς πληθυντικῶς. δῆλον δέ, ὅτι μέμονε θεῷ ἶσα ὁ θαρσῶν, εἴγε θάρσος, ὥς που προηρμηνεύθη, τὸ ἐκ θεοῦ ἔπαρμα λέγεται, ὃ ταὐτόν ἐστι τῷ ἐκ θεοῦ μενοινᾶν. Τὸ δὲ «ὑψόσε θύων» παράφρασίς ἐστι τοῦ «ὑψόσε ἀειρόμενος». Μορμύρων δὲ ὁ ἀναβράττων κατʼ ὀνοματοποιΐαν, ὡς οἱ παλαιοί φασιν, ἢ θηριούμενος παρὰ τὴν Μορμώ. μυθικὸν δὲ αὕτη δαιμόνιον ἄγριον, ἀφʼ ἧς καὶ τὸ μορμολύκειον σύγκειται. καὶ ὁ Κωμικὸς δὲ τὸ θηριῶδες αὐτῆς ἐνδεικνύμενος «Μορμὼ τοῦ θράσους» φησίν, ὡς εἴπερ εἶπεν, ὢ τοῦ θράσους. ἐπαινοῦντες δὲ οἱ παλαιοὶ τὴν φράσιν τοῦ μορμύρειν καὶ τῶν λοιπῶν ἐνταῦθα ὀνοματοποιϊῶν φασιν, ὅτι ἀπαράμιλλα ταῦτα. οὗ γὰρ μόνον ὄγκον ἔχει καὶ μεγαληγορίαν, ἀλλὰ καὶ τῇ ἐννοίᾳ κατώρθωται. καὶ οὕτω μὲν ταῦτα ἐπιλέγδην συνερράφη πρὸς ἔνδειξιν τοῦ κατὰ τὸν Ξάνθον ποιητικοῦ χόλου. Ἐν μέσῳ δʼ αὐτῶν κεῖνται καὶ τοιαῦτά τινα «ἔσται ταῦτα, διοτρεφές, ὡς σὺ κελεύεις. τοὺς δʼ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων, πρὶν ἔλσαι», ὅ ἐστιν ἐλάσαι ἢ συγκλεῖσαι, καὶ τοῦ δεῖνος «πειρηθῆναι ἀντιβίην, ἤ κέν με δαμάσσεται ἤ κεν ἐγὼ τόν». ὃ ῥηθὲν ὑπʼ Ἀχιλλέως πρὸς Σκάμανδρον καθʼ Ἕκτορος καὶ Τρώων δύναται λέγεσθαι παρά τινος ἐνστατικῶς πρός τινα μέγαν ἀξιοῦντα ὑπὲρ ἐχθίστου τινός. Ἐν τούτοις δὲ τὸ «πειραθῆναι» δοτικῇ συντέτακται διὰ μέτρον ἀντιπτωτικῶς δακτύλου χάριν. φησὶ γὰρ «καὶ Ἕκτορι πειρηθῆναι». Τὸ δὲ «δαμάσσεται» καὶ ἐνεργητικῶς ἐν ἄλλοις φράζεται. Μετὰ δὲ τὸ λεχθὲν ῥητὸν κεῖται καὶ τὸ «ὢ πόποι, ἀργυρότοξε, οὐ σύ γε βουλὴν εἰρύσαο» τοῦ δεῖνος, «ὅ τοι», ἤγουν ὅς σοι, «μάλα πολλʼ ἐπέτελλε» τοῖς δεῖνα «παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃ δείελος ὀψὲ δύων, σκιάσει δʼ ἐρίβωλον ἄρουραν». ὃ λαλεῖ μὲν ὁ Ξάνθος πρὸς Φοῖβον ὑπὲρ Τρώων, ῥηθήσεται δέ ποτε πρός τινος καὶ ὅτε τις ἐπιταχθεὶς ὑπὸ κρείττονος ἄμυναν ἐπίμονον οὐχʼ ὑπακούσει. Ἰστέον δὲ ὅτι, ὥσπερ ἑσπέρα ἕσπερος καὶ τὰ ὅμοια, ὡς ἀλλαχοῦ ἐγράφη, οὕτω καὶ δείλη δείελος. Τὸ δὲ «ὀψὲ δύων» ἐν δυσὶ μέρεσι λόγου δεῖ γράφειν κατὰ τοὺς παλαιοὺς καὶ οὐ συνθέτως ὑφʼ ἓν «ὀψεδύων». διὰ τοῦ ι γὰρ ἂν ἐγράφετο, ὡς τὸ ὀψιμαθής, ὀψίτευκτος, ὀψιτέλεστος. οὕτως Ἀπίων καὶ Ἡρόδωρος. Τὸ δὲ «σκιάσει ἄρουραν» φιλοσόφως εἴρηται. σκίασμα γὰρ γῆς ἐστιν ἡ νύξ. διὰ δὲ τῆς ἐριβώλου ἀρούρης τὴν ὅλην ὡς ἐκ μέρους γῆν ἐθέλει νοεῖσθαι. οὐ γὰρ μόνην ὁ δείελος τὴν ἐρίβωλον σκιάζει, ἀλλὰ καὶ τὴν κραναήν, καί, ἁπλῶς φάναι, τὴν ἅπασαν. Ἰστέον δὲ ὅτι τε τὸν παρὰ τῷ ποιητῇ δείελον ὀψὲ δύοντα ὀψίαν δείλην φασὶν οἱ Ἀττικοί, καὶ ὅτι τὸ «ὀψὲ δύων» οὐ κυριολεκτεῖσθαι δοκεῖ ἐπὶ τοῦ δειέλου. πῶς γὰρ ἂν καὶ δύνῃ δείελος, εἴπερ οὐδὲ μεσημβρία οὐδὲ πρωΐα δύνειν λέγονται; ἀλλὰ διὰ τὸν τηνικαῦτα δύνοντα ἥλιον δύνειν αὐτὸς λέγεται. μάλιστα δὲ δύνων ὀψὲ δείελος ὁ τὸν ἥλιον δύνειν ποιῶν, ὅ ἐστι καταδύων εἰς γῆν, οὐχʼ ἁπλῶς μέντοι, ἀλλʼ ὡς αὐτίκα νύκτα γίνεσθαι. καὶ τοιόνδε μὲν καὶ τοῦτο. Μετὰ δὲ ὀλίγα δυστυχίαν τοιαύτην τοῦ Ἀχιλλέως περὶ τὸν ποταμὸν ἱστορεῖ ὁ ποιητής. ἐπεὶ γὰρ μὴ εἶχε πόδεσσι στηρίξασθαι, «πτελέην ἕλε χερσὶν εὐφυέα μεγάλην. ἣ δʼ ἐκ ῥιζῶν ἐριποῦσα κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα ὄζοισι πυκινοῖσι, γεφύρωσε δέ μιν αὐτὸν εἴσω πᾶσα ἐριποῦσα». καὶ οὕτω πάλιν ἔμεινεν ἐντὸς τοῦ ποταμοῦ ὁ Ἀχιλλεύς. Καὶ ὅρα κἀνταῦθα ὅτι τὸ ἐριποῦσα ἐπιμονὴν δὶς ῥηθὲν ἐποίησεν διὰ τὸ ὡς ἐν ποιήσει καίριον. Τὸ δὲ εὐφυέα ἐνταῦθα πάνυ μάλιστα κυριολεκτεῖται, καὶ οὐκ ἔστιν ἐπὶ καλοῦ δένδρου λέξιν καιριωτέραν εὑρεῖν. Μεγάλην δὲ τὴν πτελέαν εἶπε διὰ πιθανότητα, ἵνα πιστευθῇ γεφυρῶσαι αὐτὴ τὸν ποταμόν. Ὅρα δὲ καὶ ὅτι «ὄζοισι πυκινοῖσιν» εἰπὼν κατὰ παρίσωσιν τὸ «πᾶσα ἐριποῦσα» οὐχʼ ὁμοίως ἐξεφώνησεν ἀλλʼ ἐπικρύψας τῇ ἐκθλίψει τὰς ληγούσας εἶπεν «εἴσω πᾶσʼ ἐριποῦσʼ. ὃ δʼ ἂρ ἐκ λίμνης ἀνορούσας ἤϊξεν». ἤρεσε γὰρ τῷ ποιητῇ μὴ διʼ ὅλου ἱλαρῦναι σχήματι κάλλους καθαρῷ τὴν τοῦ νοήματος σκυθρωπότητα, ἵνα μὴ καταχορεύῃ δυστυχοῦντος τοῦ φίλου ἥρωος. καίριον δὲ τροπικὸν τὸ «γεφύρωσε», καὶ οὐκ ἦν κάλλιον φράσαι τὸ ζεῦγμα τῆς πτελέας τοῦτο, διʼ οὗπερ εἶχε τις ἐξ ὄχθης εἰς τὴν ἀντιπέραν ὄχθην διαβῆναι. Τὸ δὲ «μὶν αὐτόν» οὐ σύνθετον ἀντωνυμίαν δηλοῖ. οὐ γὰρ εἴληπται, ὡς Ὁμήρῳ σύνηθες, ἀντὶ τοῦ ἑαυτόν, καθὰ ἐν τῷ «αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσας». κεῖται δὲ ἐξοχικῶς ἀντὶ τοῦ αὐτόν, αὐτὸν μέγαν δηλαδή, ὡς καινὸν ὂν μιᾷ πτελέῃ τὸν τοσοῦτον γεφυρωθῆναι. ὅτι δὲ κυρίως γέφυρά ἐστι γῆ ἐφʼ ὑγρᾶς, Ἡρῳδιανὸς λέγει. Τὸ δὲ «ἐκ λίμνης» ἔχει ἀπορίαν, πῶς ἄρα λίμνη ἐπὶ ποταμοῦ ῥηθήσεται. καὶ ἔστι μὲν εἰπεῖν, ὅτι τὸ προσπλάζον ὕδωρ τῇ γεφυρούσῃ πτελέᾳ καὶ ἀνακοπτόμενον τοῦ κατάρρου καὶ οἷον λιμνάζον τῇ στάσει λίμνην ἠξίωσεν εἰπεῖν Ὅμηρος. οἱ δὲ παλαιοὶ ἄλλως τὸ ἄπορον λύουσιν, εἰπόντες, ὅτι γράφεται καὶ «ἐκ δίνης» ἀνορούσας. Ἐπὶ δὲ τούτοις ἱστορεῖ ὁ ποιητὴς καί, ὅτι ἀγωνιῶν Ἀχιλλεύς, ὅτε τῷ ποταμῷ ἐναπείληπτο, «ἤϊξε πεδίου, ἤγουν διὰ τῆς πεδιάδος, “ποσὶ κραιπνοῖς πέτεσθαι”. καὶ τοῦτο μὲν ὑπερβολικὸν εἶναι δοκοῦν θεραπεύεται διὰ τοῦ “ἤϊξεν”. οὐ γὰρ ἐπέτετο, ἀλλὰ ἤϊξε πέτεσθαι. ὁ δὲ ποιητὴς καὶ ἑτέρως θεραπεύων τὸ τῆς λέξεως τολμηρὸν ἐπάγει μετʼ ὀλίγα παραβολὴν ἀκόλουθον ἐξ ἀετοῦ. Τῷ τέως δὲ λέγει, ὅτι ἤϊξε “δείσας οὐδέ τʼ ἔληγε θεὸς μέγας, ὦρτο δʼ ἐπʼ αὐτὸν ἀκροκελαινιόων”, ὡς ἐρρέθη, ἵνα παύσας πόνου τὸν ἥρωα Τρώεσσι “λοιγὸν ἀλάλκοι. Πηλείδης δʼ ἀπόρουσεν, ὅσον τʼ ἐπὶ δουρὸς ἐρωήν” ἢ “ἐρωή”. Εἶτα τιθεὶς τὴν ῥηθεῖσαν παραβολὴν Ὅμηρός φησιν “αἰετοῦ οἵματʼ ἔχων μέλανος τοῦ θηρητῆρος, ὅς θʼ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν. τῷ εἰκὼς ἤϊξεν, ἐπὶ στήθεσι δὲ χαλκὸς σμερδαλέον κονάβιζεν”. εἰ δὲ μὴ σαφῶς ἐδήλωσεν ἡ παραβολὴ ὅρον τινὰ πηδήματος, ἀλλὰ πρὸ αὐτῆς ἐμέτρησεν αὐτὸ ἄλλως γνωριμώτερον ἐν τῷ “ἐπόρουσεν ὅσον τʼ ἐπὶ δουρὸς ἐρωή”. Καὶ ὅρα κἀνταῦθα τὴν Ὁμήρου τέχνην τῷ ὑπερβολικῷ τὸ σύμμετρον κεράσαντος. Ἔχει δὲ ὅμως καὶ ἡ τοιαύτη συμμετρία μοῖραν ὑπερβολῆς. δυσχερὲς γὰρ νοῆσαι πήδημα εἰς ὅσον δουρὸς ἐρωή, εἰ καί τις τοῦτο βιάσεται τῷ Ἀχιλλεῖ ἐπαληθεῦσαι, διότι τε ποδωκίστατός ἐστι, καὶ ὅτι ἀγωνιῶν ἄρτι πολλαπλασίων ἑαυτοῦ τὴν ὁρμὴν γίνεται ἄλλως τε καὶ δαιμονίως ἐν τοῖς παροῦσιν ἐνεργῶν. Ὅρα δʼ ἐνταῦθα καί, ὅτι σπευστικῶς οἷον συντρέχει τῷ Ἀχιλλεῖ ὁ ποιητής, ἐπιτέμνων τὴν φράσιν τῇ ἐλλείψει. ἐν γὰρ τῷ “ὅσον τʼ ἐπὶ δουρὸς ἐρωή” λείπει τὸ ἐστίν ἢ γίνεται. Τὸ δὲ “αἰετοῦ οἵματʼ ἔχων” Φιλήτας, φασὶ, γράφει “αἰετοῦ ὄμματʼ ἔχων”. κρεῖττον δὲ τὸ οἵματα, ᾧ ἀκόλουθον καὶ τὸ “οἵμησε δʼ ἀλείς”. Τὸ δὲ “μέλανος τοῦ θηρητῆρος” λόγους ἔσχε πολλοὺς παρὰ τοῖς παλαιοῖς. Ἀρίσταρχος μὲν γάρ, φασί, “μέλανός του” ἀναγινώσκει, τουτέστι μέλανός τινος. ᾧ ἀντιλέγοντες ἕτεροί φασιν ὡς οὐκ οἶδεν ὁ ποιητὴς τὸ του ἐγκλιτικόν, ἀλλὰ ἢ τεῦ λέγει ἢ τέο διαλελυμένως. ἄλλοι δὲ “μελανόσσου” γράφουσιν, ἤγουν μέλανας ἔχοντος ὀφθαλμούς. οἱ δὲ γράφοντες “μελανόστου”, ἤτοι μέλανα ἔχοντος ὀστᾶ, εὐθύνας πολλὰς διδόασι τοῖς Τεχνικοῖς. ἤρεσεν οὖν ἐν ἄρθρῳ γράφειν “αἰετοῦ μέλανος τοῦ θηρητῆρος”, ὃν καὶ μελαναίετόν τινες συνθέτως φασί, τὸν καὶ φασσοφόνον, μικρὸν μέν, φασίν, ὄντα, τῶν ἄλλων δὲ ἰσχυρότερον. καλῶς δέ, φασί, τὸν θηρητῆρα τοῦτον ἀετὸν ὡς καὶ κράτιστον καὶ ὤκιστον εἰς εἰκόνα τοῦ Ἀχιλλέως εἴληφεν, ὃς καὶ ὠκύτατος ἦν ποσὶ καὶ ἀνδρειότατος. φιλῶν δὲ τὸν τοιοῦτον ἀετὸν διὰ ταῦτα Ὅμηρος καὶ παρίσοις ἐκόσμησε, τῷ “κάρτιστος” καὶ “ὤκιστος”. Εἶτα διὰ παραβολῆς διδάσκων ὁ ποιητὴς ἐναργῶς τὴν φυγὴν μὲν τοῦ Ἀχιλλέως, ἐπίρροιαν δὲ καὶ ταχεῖαν φορὰν τοῦ ποταμοῦ διὰ δαψιλοῦς καὶ συνεχοῦς ῥεύματος, φησὶν “ὡς δʼ ὅτʼ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου ἂν φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ, χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων· τοῦ μέν τε προρρέοντος ὑπὸ ψηφῖδες ἅπασαι ὀχλεῦνται· τὸ δέ τʼ ὦκα κατειβόμενον κελαρύζει χώρῳ ἐνὶ προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα· ὣς αἰεὶ Ἀχιλλῆα κιχήσατο κῦμα ῥόοιο”, τὸ καὶ προγραφέν, “καὶ λαιψηρὸν ἐόντα”. Εἶτα ἐπιπλέκει γνωμικὸν “θεοὶ δέ τε φέρτεροι ἀνδρῶν”, ὅπερ παρῳδηθὲν ὀρθῶς λεχθήσεται “θεὸς δέ τε φέρτερος ἀνδρῶν”. Ἰστέον δὲ ὅτι πρὸς τὸ τάχος τοῦ κύματος ἡ παραβολὴ καὶ πρὸς τὸ συνεχές, ὡς εἴρηται, τῆς ἐπιρροῆς καὶ τὸ καταλαμβάνεσθαι τὸν Ἀχιλλέα ὑπὸ τοῦ κατὰ τὸν ῥόον κύματος. ἄλλως γὰρ εὐτελές ἐστι παραβαλεῖν πρὸς ἀμάραν τὸν τοσοῦτον ποταμόν. Ἀστείως δὲ εἶπε τὸ ἡγεμονεύειν ὡς ἐπὶ ἐμψύχου τοῦ ῥεύματος, ὃ προάγει καὶ οἷον ὁδηγεῖ, ὁ διʼ αὐτὸ τοῦτο λεγόμενος ὀχετηγός. Μάκελλα δὲ σκαλὶς ἡ μονόθεν κέλλουσα, ὅ ἐστι κινοῦσα, ὥσπερ αὖ πάλιν δίκελλα ἡ διχόθεν κέλλουσα. Ἀμάρα δὲ ἡ ὑδρορρόη παρὰ τὸ μὴ ἐᾶν τὰ παραπεφυκότα μαραίνεσθαι. διὸ καὶ ψιλοῦται κατὰ τὴν ἄρχουσαν, παρά τισι δὲ δασύνεται, ὡς ἀπὸ τοῦ ἅμα ῥέειν. σκοπητέον δὲ εἴπερ καὶ λείβηθρον ἡ Ὁμηρικὴ ἀμάρα ἐλέγετο. φησὶ γάρ τις ἐν ῥητορικῷ διχρόνου Λεξικῷ, ὅτι λείβηθρον ὀχετὸς ὑδραγωγός. ἐν δὲ τοῖς Αἰλίου Διονυσίου γράφεται ἐν συστολῇ τῆς ἀρχούσης διὰ μόνου διχρόνου, ὅτι λίβηθρα ἔφυδρα χωρία καὶ διαρρύσεις ὑδάτων. πλείων δὲ ἡ διὰ διφθόγγου γραφή. καὶ οὕτω γράφουσι καὶ τὰ Μακεδονικὰ Λείβηθρα, τὸ ὄρος, οὗ τοπικὸν οἱ βάρβαροι Λειβήθριοι, οἷς ἐνδιατρῖψαί ποτε ὁ Ὀρφεὺς λέγεται. Ἔχματα δὲ νῦν τὰ κωλύματα τοῦ ὀχετοῦ. Τὸ δὲ “προρέοντος” διὰ μέτρον οὐ διπλασιάζει τὸ ρ. ἔνια δὲ τῶν ἀντιγράφων Ἀττικῶς διπλάζοντα τοῦτο συνίζησιν οὕτω ποιοῦσι τῶν μετʼ αὐτὸ δύο συλλαβῶν, τοῦ ρε καὶ τοῦ ον, εἰς ἀπαρτισμὸν δακτύλου. Τὸ δὲ ψηφῖδες, οὗ μακρὰ ἡ παραλήγουσα, ὡς καὶ τοῦ κνημῖδες, κρηπῖδες, σφραγῖδες, ἔοικεν ὡς ἐφερμηνευτικὸν κεῖσθαι τοῦ ἔχματα. ἐπέχουσι γὰρ καὶ αὐταὶ στοιβασθεῖσαι τὸν ὀχετὸν τοῦ ῥεύματος. Τὸ δὲ “ὀχλεῦνται” ἀπὸ ἐνεστῶτος γίνεται τοῦ ὀχλέω, ἐξ οὗ παράγωγον τὸ ὀχλίζω, ὡς ἐκ τοῦ ὁπλέω τὸ ὁπλίζω καὶ τοῦ ἀφρέω τὸ ἀφρίζω, καθὰ προέγνωσται. ὠνοματοπεποίηται δὲ τὸ ὀχλεῖν, καὶ μιμεῖται ἡ λέξις καχλασμὸν ἠρεμαιότερον τοῦ κελαρύζειν. καὶ τοῦτο μὲν σωφρόνως πέφρασται τῷ ποιητῇ ἐπὶ ψηφίδων. Θεόκριτος δὲ θρασέως ἔφη τὸ “πᾶσα λίθος ἀείδει”. Δῆλον δʼ ὅτι ἐκ τοῦ ὀχεῖν καὶ τοῦ ὄχλου πλεονασμῷ τοῦ μῦ γίνεται ὁ μοχλός, ὡς καὶ ἐκ τοῦ ὄχθου ὁ μόχθος. ἐκ δὲ τοῦ ὄχλου καὶ ὀχλικόν, τὸ κοινὸν καὶ πολυτελές, οἷον “ὑποδοχὰς ἐποιοῦντο καθʼ ἡμέραν ὀχλικάς”. Χῶρος δὲ προαλὴς ὁ κατωφερὴς καὶ κατάντης. σημαίνει δέ ποτε ἡ λέξις καὶ τὸν ἀναιδῆ καὶ πρὸ τοῦ δέοντος ὁρμητίαν. Ἐν δὲ τῷ “φθάνει δέ τε καὶ τὸν ἄγοντα” τὸ “φθάνει” ἐκτεταμένον ἔχει τὸ α διὰ τὸ μέτρον, ὡς καὶ τὸ “ἱκάνει”. τοῦ δὲ κόμματος τούτου ὁ νοῦς ὁ σκοπός ἐστι τῆς παραβολῆς. διὰ τοῦτο γὰρ εἴληπται ἡ παραβολή, ἵνα ἐναργῶς δηλωθῇ, ὅπως ὁ Ἀχιλλεὺς ὑπὸ τοῦ ῥόου κατελαμβάνετο. Διὸ καὶ ἀποδοὺς τὴν παραβολήν φησιν “ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα”. Τὸ δὲ “ἄγοντα” τὸ ῥῆμά ἐστιν, ἐξ οὗ ὁ ὀχετηγός παράγεται. οὗ ἑρμηνεία ἦν ἀνωτέρω τὸ “ὕδατι ῥόον ἡγεμονεύει”. ὀχετηγὸς γὰρ ὁ τῷ ὕδατι τὸν ῥοῦν ἡγεμονεύων. Ὅτι δὲ τὸ ἄγειν ἄλλως ἐπὶ ἐμψύχων πολλαχοῦ κυριολεκτεῖται, ἤδη δεδήλωται. καὶ ὅμως ἐξ αὐτοῦ γίνεται καὶ ὁ, ὡς ἐρρέθη, ὀχετηγὸς καὶ τὰ τῆς νηὸς ἀγώγιμα καὶ τὸ λαφυραγωγεῖν καὶ ἄλλα μυρία τὰ ἐπὶ ἀψύχων, καὶ ἀναγωγεὺς ἀσπίδος ὁ κατὰ κυριολεξίαν ἀναφορεύς. προφέρονται δὲ ἀπὸ τοῦ ἄγειν καὶ ψεκτικαὶ λέξεις, οἷον ἡ προαγωγός, τὸ προαγωγεύειν, σὺν ἄλλοις δὲ καὶ τὸ ἀνάγωγον, ἤγουν ἀπαίδευτον, οἷον “περιαγόμενος θεράποντας ὡραίους καὶ παραδρομὴν κολάκων ἀνάγωγον”. χρῆσις δὲ τοιαύτης λέξεως καὶ παρὰ Σιμοκάτῳ. ἡ δὲ κοινὴ φράσις δυσανάγωγον λέγει. ζητητέον δέ, εἰ καὶ ἡ στρατιωτικὴ λέξις τὸ ἄγημα, οἷον “ἱππέων ἄγημα”, ἐκ τοῦ τοιούτου ἄγω γίνεται πρὸς ἀναλογίαν τοῦ πέσημα. Τὸ δὲ “κιχήσατο” ἀντὶ τοῦ ἐκίχανε κεῖται. Καὶ οὕτως ἄν, οὐ μὴν ἄλλως, ὀρθῶς λέγοιτο τὸ “αἰεὶ κιχήσατο”. ἑτέρως γὰρ οὐκ ἔστι τὸ “αἰεί” συνταχθῆναι τῷ “κιχήσατο”. Ἰστέον δὲ ὅτι χαρακτὴρ τῆς ῥηθείσης παραβολῆς ὁ κατὰ τὴν φράσιν ἰσχνός ἐστι κατὰ τοὺς παλαιοὺς καὶ ἀνθηρὸς καὶ κόσμου ἕνεκεν διηγεῖται, μεταπεσὼν ἐκ τοῦ ἁδροῦ, ὡς ἂν εἴη ποικίλος ὁ λόγος τῷ ποιητῇ, ὃς ἐνδείξασθαι καὶ ἄλλως ἐθέλων τὴν τοῦ Ἀχιλλέως ἀγωνίαν καὶ ἀπόγνωσιν ἐπὶ σωτηρίᾳ, προθέμενος δὲ καὶ πρὸς ἠθοποιΐαν εὐμεθόδως γράψαι λέγει, ὡς Πηλείδης “ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· Ζεῦ πάτερ, ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη ἐκ ποταμοῖο σαῶσαι, ἔπειτα δὲ καί τι πάθοιμι. ἄλλος δʼ οὔ τίς μοι τόσον αἴτιος Οὐρανιώνων, ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν. ἥ μʼ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν. ὥς μʼ ὄφελʼ Ἕκτωρ κτεῖναι, ὃς ἐνθάδε τέτραφʼ ἄριστος. τῷ κεν”, ἤγουν οὕτω ἄν, “ἀγαθὸν μὲν ἔπεφνʼ, ἀγαθὸς δέ κεν ἐξενάριξε. νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι, ἐρχθέντʼ ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν, ὅν ῥά τʼ ἔναυλος ἀποέρσει χειμῶνι περῶντα”. Ἐν τούτοις δὲ ὅρα, ὅτι τε δεινός ἐστιν Ἀχιλλεὺς καὶ ἀναίτιον αἰτιάασθαι, καὶ ὡς ἕτοιμός ἐστιν εἰς αἰτίασιν τῶν κρειττόνων ὁ ἐναπειλημμένος κινδύνῳ, καθὰ καὶ Ἀχιλλεὺς τὴν μητέρα μέμφεται, καὶ ταῦτα οὐδὲν πταίσασαν, ὅπερ ἐμφαίνει καὶ ὁ ποιητὴς ἐν τῷ “φίλη μήτηρ”. ἡ γὰρ φίλη, οὐκ ἂν κακοτροποίη. Σημείωσαι δὲ καί, ὅπως ὁ ἐνδοιαστικῶς ἀμφιβαλὼν πρὸ μικροῦ, ὅτι ἀναιρεθήσεται ἢ δουρὶ βληθεὶς ἢ ὀϊστῷ, νῦν τὸ ἀληθὲς αὐτὸ λέγει κατὰ μόνας ὤν, ὅτι δηλαδὴ λαιψηροῖς ὀλεῖται Ἀπόλλωνος βελέεσσιν. οὐ γὰρ ἤθελεν ἐν τοῖς πρὸ τούτου ἐκκαλύπτειν τῷ Λυκάονι τὰ τοῦ χρησμοῦ ὄντι ἐχθρῷ. Ὅρα δὲ καὶ ὅπως πολυτρόπως ὁ ποιητὴς διαφόροις τόποις τὰ κατὰ τὸν θάνατον τοῦ Ἀχιλλέως καὶ ἐμέρισε καὶ μερίσει δὲ ἐν τοῖς ἑξῆς. Τὸ δὲ “ὑπέστη” οὐ συνήθως τῷ ποιητῇ κεῖται νῦν ἀντὶ τοῦ ὑπέσχετο, ἀλλὰ μᾶλλον ἀντὶ τοῦ ἔτλη καὶ ὑπέμεινεν, ὡς ἐκ μεταφορᾶς καὶ τοῦτο στύλου ἢ κίονος ὑφισταμένου εἴς τι βάσταγμα. Τὸ δὲ “ἔπειτα καί τι πάθοιμι” οὐκ ἔχει προσφυῆ καὶ ἀκόλουθον τῷ πρὸ αὐτοῦ νοήματι σύνταξιν, ἀλλὰ συγκέχυται ὥσπερ ὁ λαλῶν Ἀχιλλεύς, οὕτω καὶ αὐτό. δοκεῖ οὖν λείπεσθαι καὶ ἑτέρου εὐκτικοῦ, ἵνα ἦν· σωθείην ἐκ τοῦ ποταμοῦ, εἶτα δὲ καί τι πάθοιμι. καὶ ἔστι καὶ τοῦτο κατὰ τὸ “ἐν δὲ φάει καὶ ὄλεσσον”, ὅπερ ὁ Αἴας που ἔφη. ἔστι γὰρ ὥσπερ ἐκεῖ ἀπευκταῖον τῷ ἥρωϊ τὸ ἐν σκότει ὀλέσθαι, οὕτως ἐνταῦθα τῷ Ἀχιλλεῖ οἴκτιστον θανεῖν ἐν κύμασι. Τὸ δὲ “Οὐρανιώνων” πιθανολογεῖ τὰς προρρηθείσας εἰς οὐρανὸν ἀνόδους τῆς Θέτιδος. εἰ γὰρ καὶ Νηρηῒς ἦν, ὅμως ἦν αὐτῇ μετὸν καὶ τῶν ἄνω μυθικῶς τε καὶ ἀλληγορικῶς, καθὰ καὶ ὁ περὶ τοῦ Αἰγαίωνος λόγος προεδήλωσε. Τὸ δὲ “ἥ με”, ἀνεμεσήτως δεδίσσευται ἐν τῷ “ἥ με ἔθελγε”, καὶ “ἥ με ἔφατο”. Θέλγειν δὲ οὐδὲ νῦν ἁπλῶς κατὰ τοὺς μεθʼ Ὅμηρον τὸ εὐφραίνειν, ἀλλὰ τὸ ἀπατᾶν. ὅλως γὰρ εἰπεῖν, οὐκ ἔστι γλυκεῖα λέξις τὸ θέλγειν καὶ ἐπαινετή, ὡς πολλαχοῦ φαίνεται. καὶ δηλοῦσι τοῦτο καὶ οἱ Τελχῖνες, οὓς ὁ παλαιὸς λόγος οὐκ ἐπαινεῖ. Λαιψηρὰ δὲ οὐ μόνον γούνατα καὶ πόδες, ἀλλʼ ἰδοὺ καὶ βέλη, οἷς ἐπαληθεύεται τὸ λαιψηρὸν διὰ τὸ πτερόεν. Τοῦ δὲ “ἀγαθὸν μὲν ἔπεφνʼ, ἀγαθὸς δέ κεν ἐξενάριξε” παραλάλημα εἴτε ἀποσκίασμά τι ἐν τοῖς ὕστερον παροιμιακὸν ἐκεῖνο τὸ “ἐξ ἀξίου ξύλου καὶ ἀπάγξασθαι”, οὗπερ ἐλλειπτικῶς μέμνηται ὁ Κωμικός. Σημείωσαι δὲ καὶ ὅτι ὁ καὶ πρὸ μικροῦ σεμνυνόμενος Ἀχιλλεὺς καὶ ἐλλαμπόμενος ὡς καλός τε μέγας ἐὼν καὶ θεογενής, καὶ ἐνταῦθα δὲ ἀγαθολογήσας ἑαυτόν, ὅμως διὰ τὸν κίνδυνον ἐλεεινόν τε ἑαυτὸν ἀπεκάλεσε καὶ ἐποτνιάσατο σωθῆναι, καὶ εἰς πλέον δὲ πρὸς εὐτέλειαν ταπεινούμενος διὰ τὸ ἐν ποταμῷ εἰρχθῆναι ἀνθρώπῳ ἑαυτὸν παρεικάζει διὰ τὴν τοῦ πάθους ὁμοιότητα τήν τε ἡλικίαν ἡκίστῳ καὶ τὴν ἐπιτήδευσιν, συφορβῷ δηλονότι παιδὶ ἀποπνιγέντι ἐν χειμάρρῳ. τοῦτο γὰρ δηλοῖ, ὡς καὶ προερρέθη, ὁ ἔναυλος. ἔστι γὰρ κατὰ τοὺς παλαιοὺς ἔναυλος χείμαρρος, στενὴ διῶρυξ ἢ καὶ ἄλλως ἔναυλος ὁ διὰ στενοῦ καὶ ἐπιμήκους τόπου ῥέων χείμαρρος, παρὰ τὸν αὐλόν, ὅς ἐστιν ἐπιμήκης παράτασις. ἀφʼ οὗ καὶ ἡ αὖλαξ, καὶ ὁ μουσικὸς αὐλὸς καὶ οἱ τοπικοὶ αὐλῶνες, ὡς πολλαχοῦ φαίνεται. οἱ μέντοι μεθʼ Ὅμηρον ἔναυλόν φασι καὶ τὸν ἔνδον τῆς αὐλῆς. ὅθεν καὶ λόγος ἔναυλος ἀκοῇ ὁ ἔτι ἐντὸς ὢν τῆς ἀκοῆς. Αὐτὸ δὲ ἴσως καὶ παρὰ τὸν μουσικὸν αὐλὸν ἐρρέθη, ἵνα ᾖ λόγος ἔναυλος ὁ ἔτι καταυλῶν τὴν ἀκοήν. περὶ δὲ τοιούτου αὐλοῦ ἱκανῶς μέν τινα προεγράφησαν. ἰστέον δὲ καὶ νῦν, ὅτι τε ἀπὸ τοῦ αὐλοῦ καὶ συναυλία ἐκαλεῖτο, συμφωνίας ἀγὼν ἀμοιβαῖος αὐλοῦ καὶ ῥυθμοῦ, χωρὶς λόγου τοῦ προσμελῳδοῦντος, καὶ ὅτι Λίβυς ὁ αὐλὸς ἐκαλεῖτο παρὰ τοῖς ποιηταῖς, ἐπεὶ Λίβυς νομάς τις τὴν αὐλητικὴν πρῶτος εὗρε, καὶ ὅτι αὐλήσεων ὀνομασίαι, ὡς ὁ Ἀθήναιος ἐκτίθεται, κῶμος, ἐπίφαλλος, χορεῖος, καλλίνικος, πολεμικόν, ἡδύκωμος, σικιννοτύρβη, θυροκοπικόν, τὸ καὶ κρουσίθυρον, κνησμός, μόθων. μετʼ ὀρχήσεως δέ, φησίν, αὐτὰ ηὐλεῖτο, καθὰ ἱστορεῖ Τρύφων, ὃς καὶ ᾠδῆς ὀνομασίας καταλέγει τάσδε· ἱμαῖος, ἡ καὶ ἐπιμύλιος ἢ μυλωθρός, ἣν παρὰ τοὺς ἀλετοὺς ᾖδον. εἶτα ἐτυμολογῶν φησι κληθῆναι ἱμαῖον ἴσως ἀπὸ τῆς ἱμαλίδος. ἱμαλὶς δέ, φησί, παρὰ Δωριεῦσιν ὁ νόστος καὶ τὰ ἐπίμετρα τῶν ἀλέτων. ὡς δὲ ᾠδῆς ὄνομα καὶ ὁ αἴλινος καὶ ὁ λιτυέρσης καὶ ὁ ὑμέναιος καὶ ἄλλα τινά, προδεδήλωται. ἦν δέ τις καὶ καλύκη ᾠδή, Στησιχόρου ποίημα ἐπί τινι Καλύκῃ κατακρημνισθείσῃ διʼ ἔρωτα, καὶ ἁρπαλύκη ἑτέρα ἐπὶ ὁμοίῳ πάθει. Τὸ δὲ συφορβός ἅπαξ εἴρηται τῷ ποιητῇ, ὡς παρασημειοῦνται οἱ παλαιοί, φράζοντες ἐνταῦθα γοργότατα περὶ Ἀχιλλέως, ὡς ταπεινοῖ ἑαυτὸν ὁ καλὸς καὶ μέγας παιδὶ εἰκάζων ἀγεννεῖ καὶ εὐτελεῖ. Τὸ δὲ “ἀποέρσῃ” δηλοῖ μὲν τὸ φθείρῃ, γίνεται δὲ ἀπὸ τοῦ ἔρρω ἔρσω Αἰολικοῦ. φασὶ δὲ οἱ παλαιοὶ καί, ὡς καλῶς λυπεῖ τὸν ἥρωα τὸ θανεῖν ἀγεννῶς. καὶ γὰρ καὶ Λεωνίδας ὁ Λάκων τὴν χεῖρα βληθεὶς ὠδύρετο ὅτι μὴ ἔχων χεῖρα τελευτᾷ. Ἔτι ἰστέον καὶ ὡς ὁ λυπούμενος ἐφʼ οἷς κινδυνεύων οὐ βοηθεῖται, προσφυῶς ἂν ἐρεῖ, ὡς οὔτι με ἐλεεινὸν ὑπέστη σαῶσαι, ἔπειτα δὲ καί τι πάθοιμι. Ὅρα δὲ καὶ ὅτι οὐχʼ ὑφίεται Ἀχιλλεὺς τοῦ ἀγαθὸν ἑαυτὸν εἰδέναι, εἰ καὶ οὕτω ποταμῷ κινδυνεύει, καὶ ὅτι κἂν φιλοτίμως καὶ ἀγερώχως πρὸ τούτων πεσεῖν ὑπὸ τῷ Ἀπόλλωνι βληθεὶς εἶπεν ὁ Ἀχιλλεὺς κατὰ τὸν τῆς μητρὸς λόγον, ἀλλὰ νῦν ὑπῆλθεν αὐτὸν καὶ ἡ τοῦ Ξάνθου ἵππου μαντεία, φαμένου δαμασθήσεσθαι τὸν Ἀχιλλέα θεῷ καὶ ἀνδρί. ὃν δὴ ἄνδρα οὐ Πάριν ὑπονοήσας, ἀλλὰ παρανοήσας εἰς Ἕκτορα, λαλεῖ νῦν ἅπερ λαλεῖ. οὐ μαντικώτερος δὲ Θέτιδος ὁ Ξάνθος ἵππος, ἀλλʼ ἐκεῖνος μὲν τὸ πᾶν εἶπεν, ἡ δὲ μήτηρ κολακεύουσα τὸν υἱὸν τὸ σεμνὸν μόνον μέρος εἰπεῖν ἐπελέξατο. Ἐπὶ δὲ τούτοις σημείωσαι ὡς, εἰ καὶ οὕτω μάλα τὸ τοῦ Ἀχιλλέως φρόνημα καταβέβληται καὶ τῶν πάλαι θεσφάτων λαθόμενος ᾠήθη ἐν τῷ ποταμῷ ἄρτι πεσεῖν, ὅμως ἀναφρονήσας ἡρωϊκῶς ἑαυτὸν θαρρύνει καὶ γενναίως ἵσταται καὶ περισῴζεται πρός τε μῦθον καὶ ἀλληγορικῶς. Ἐπάγει γὰρ ὁ ποιητής, ὡς “Ποσειδάων καὶ Ἀθήνη στήτην ἐγγὺς ἰόντε, δέμας δʼ ἄνδρεσσιν ἐΐκτην, χερὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντʼ ἐπέεσσιν”. Ἦρχε δὲ μύθων ὁ Ποσειδῶν κατὰ σχῆμα προεκθετικόν, ὡς Ὁμήρῳ σύνηθες. “Πηλείδη, μήτʼ ἄρ τι λίην τρέε μηδέ τι τάρβει· τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμέν”, ἤγουν ἐσμέν, “Ζηνὸς ἐπαινήσαντος, ἐγὼ καὶ Παλλὰς Ἀθήνη. ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν. ἀλλʼ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός. αὐτάρ τοι πυκινῶς ὑποθησόμεθʼ, αἴ κε πίθηαι, μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο, πρὶν κατὰ Ἰλιόφιν κλυτὰ τείχεα λαὸν ἐέλσαι Τρωϊκόν, ὅς κε φύγῃσι· σὺ δʼ Ἕκτορι θυμὸν ἀπούρας ἂψ ἐπὶ νῆας ἴμεν· δίδομεν δέ τοι εὖχος ἀρέσθαι”. Καὶ αὐτὸς μὲν οὕτω μυθικῶς εἰπὼν προμηθείᾳ ποιητικῇ τοῦ μὴ παρʼ ἱστορίαν τῷ πολλῷ τοῦ φόβου κατεργασθῆναι τὸν ἥρωα συναπέβη τῇ Ἀθηνᾷ μετʼ ἀθανάτους “Αὐτὰρ ὅ”, τουτέστιν ὁ Ἀχιλλεύς, “βῆ, μέγα γάρ ῥα θεῶν ὤτρυνεν ἐφετμὴ ἐς πεδίον”, ἐκφυγὼν δηλαδὴ τὸν ποταμὸν ἐν τῷ ἀναρρωσθῆναι, οἷς προαναφωνητικῶς κατὰ ἔθος Ὁμηρικὸν ἤκουσε καὶ ἐνόησεν. Ἰστέον δὲ ὅτι φρόνησις Ἀθηνᾶ καὶ Ποσειδῶν, ὑγρότης εὔψυχος δηλαδή, ὑποβάλλει τῷ Ἀχιλλεῖ νοῆσαι τὰ πρὸς ἀνάρρωσιν διαγνωμονοῦντος Ἀχιλλέως, ὅτι τε εὐψύχως ἔτι διάκειται καὶ διερῷ ποδὶ καθʼ Ὅμηρον ἢ χλωρὸν γόνυ κατὰ Θεόκριτον ἔχων βαίνει, καὶ οὔπω δέος εἰς ἀλίβαντα καταπεσεῖν αὐτόν, ζῶντι ποδὶ χρώμενον, ὥς φησι Σοφοκλῆς. ὕπεισι δὲ αὐτὸν καὶ ὅτι οὐδὲ τὸ ἐπὶ τῇ αὐτοῦ τελευτῇ θέσφατον ψεύσεται. ὅπερ ἤδη προγέγραπται, ἀναιρεθῆναι δηλοῦν αὐτόν, οὐ μὴν ποταμῷ δαμήμεναι. Τὸ δὲ “χειρὶ χεῖρα λαβεῖν” δεξιώσεώς ἐστι φιλικῆς ἔνδειξις, ἣν καὶ ἐν Ὀδυσσείᾳ σαφέστερον ἱστορεῖ ὁ ποιητής. Νοητέον δʼ ἐνταῦθα ὅτι μόνος ὁ Ποσειδῶν, ὡς εἰκός, χεῖρα ἔλαβε τὴν τοῦ Ἀχιλλέως, οὐ μὴν καὶ ἡ Ἀθηνᾶ. Οὐ γὰρ ἂν τοῦτό γε σεμνῶς ἢ πιθανῶς ὁ ποιητὴς ἐπλάσατο. εἰ δὲ δοκεῖ ἀντιφωνεῖν τὸ “λαβόντες” εἰς τὸ οὕτω νοεῖν, ἐνθυμητέον ὅτι συνεκδοχικῶς πέφρασται τὸ “λαβόντες”. συνείληπται γάρ πως διὰ τὴν ἀρέσκειαν τῇ τοῦ Ποσειδῶνος χειρὶ καὶ ἡ τῆς Ἀθηνᾶς. Διὸ καὶ ἔφη “χειρί”, οὐ “χερσί”. Τὸ δὲ “ἐπιστώσαντο” ἀντὶ τοῦ πιστὰ ἐποίησαν, ὡς πίσυνον αὐτοῖς γενέσθαι τὸν Ἀχιλλέα. Τὸ δὲ “ἐπέεσσι” πρὸς διαστολὴν ἔφη τῶν ὅρκοις ἢ ἄλλως πιστουμένων. Τὸ δὲ “μήτε τι λίαν τρέε μήτε τι τάρβει” παραθαρρυντικόν ἐστιν, ἐκ παραλλήλου μὲν τὴν αὐτὴν δηλοῦν ἔννοιαν, ὁρμηθὲν δὲ ἐκ τοῦ μηδὲν ἄγαν, παρεοικὸς δὲ κατὰ σχῆμα τῷ “μήτʼ ἄρ με μάλʼ αἴνεε, μήτε τι νείκει”. Τὸ δὲ “ἐπαινήσαντος” ἀντὶ τοῦ συναινήσαντος, οὗ κοινότερον τὸ ἐπαινέσαντος, ὡς καὶ προεφάνη ἐν ἄλλοις. Τὸ δὲ “ἀλλʼ ὅδε μὲν τάχα λωφήσει” ῥηθήσεται περί τινος, ὃς θυμούμενος ἐλπίζεται παύσασθαι. Ἰστέον δὲ ὅτι λωφῆσαι κυρίως παρὰ τοῖς παλαιοῖς, ὡς καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται, τὸ ἀποθέσθαι ἄχθος τὸ ἐπὶ τῷ τραχήλῳ, ἔνθα ἐστὶν ὁ ὑπὸ ζυγὸν λόφος, ἐκταθέντος δηλαδὴ τοῦ ο, ὡς καὶ ἐπὶ τοῦ λοπός, ὁ τοῦ κρομύου, γίνεται, ἀφʼ οὗ λώπιον, τὸ ἱμάτιον, κατὰ ὁμοίαν ἔκτασιν. Πρὸς δὲ ἀριστέα πολιορκοῦντα οἰκεῖον ῥηθῆναι τὸ “μὴ πρὶν χεῖρας παύειν ὁμοίου πολέμου, πρὶν κατὰ κλυτὰ τείχεα λαὸν ἐέλσαι”, ὅ ἐστιν εἰλῆσαι, συγκλεῖσαι. Τὸ δὲ “ὅς κε φύγῃσι” μερικεύει συνήθως τὸ ὅλον. οὐ γὰρ πᾶς ὁ λαὸς εἰς Ἴλιον συνελαθήσεται, ἀλλʼ ὡς ἂν φύγῃ τὰς τοῦ ἥρωος χεῖρας. Τὸ δὲ “ἂψ ἴμεν” ἀντὶ τοῦ ὀπίσω ἐλθέ. Τὸ δὲ “εὖχος ἀρέσθαι” οὐκ ἀπέοικε τοῦ “κῦδος ἀρέσθαι”. Μετὰ δὲ ταῦτα φιλοτιμούμενος ὁ ποιητὴς μήδʼ εἰσέτι ἀπαλλάξαι κινδύνου τὸν Ἀχιλλέα, ἵνα τὴν ἑαυτοῦ ἐν τῷ λέγειν δύναμιν εἰς πλέον ἐπιδείξηται, φησὶ μετὰ τὸ “βῆ ἐς πεδίον” ταῦτα. “πᾶν πλῆθʼ ὕδατος ἐκχυμένοιο· πολλὰ δὲ τεύχεα καλὰ δαϊκταμένων αἰζηῶν πλῶον”, ἤτοι ἔπλεον, “καὶ νέκυες”, ὃ καὶ ναυαγίου πολεμικοῦ φραστικὸν ἔσται ποτέ. “τοῦ δʼ ὑψόσε γούνατʼ ἐπήδα πρὸς ῥόον ἀΐσσοντος ἀνʼ ἰθύν”, ὡς προηρμήνευται, “οὐδέ μιν ἔσχεν εὐρὺ ῥέων ποταμός· μέγα γὰρ σθένος ἔμβαλʼ Ἀθήνη. οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλʼ ἔτι μᾶλλον χώετο Πηλείωνι, κόρυσσε δὲ κῦμα”, ὡς πρὸ τούτων καὶ αὐτὸ ἐγράφη σὺν τοῖς ἑξῆς ἕως τοῦ “μέμονεν ἶσα θεοῖσι”. Κότου δὲ δηλωτικὸν τὸ “οὐκ ἔληγε τὸ ὃν μένος, ἀλλʼ ἔτι μᾶλλον χώετο”. Ἰστέον δέ, ὡς ἐν ἄλλοις πλήθοντα ποταμὸν εἰπὼν ἐνταῦθα κατὰ περίφρασιν σαφέστερόν φησιν, ὅτι τὸ πεδίον πλῆθεν ὕδατος ἐκχυμένοιο. Τὸ δὲ “ἔληγε” ποτὲ μὲν αὐτὸ καθʼ αὑτὸ λέγεται, ποτὲ δὲ καὶ σύνταξιν ἐπιδέχεται, καὶ αὐτὴν ἢ μετὰ γενικῆς, ὡς τὸ “οὐδʼ Ἀγαμέμνων λῆγʼ ἔριδος”, ἤγουν ἐπαύετο, ἢ μετὰ αἰτιατικῆς, ὡς νῦν “οὐ Σκάμανδρος ἔληγε τὸ ὃν μένος”, ὅμοιον ὂν τῷ “μὴ πρὶν παῦε τεὸν μένος”. Ἔτι ὅρα καὶ ὅτι κέκλεσθαι τὸν Ξάνθον τῷ Σιμόεντι εἰπὼν ὁ ποιητὴς οὔτε ἀντιλαλοῦντά τι τὸν Σιμόεντα πλάττει, οὔθʼ ὑπακούοντα τῷ Ξάνθῳ παριστᾷ, ἴσως μὲν ἀφεὶς σιωπηρῶς νοεῖν τὸν Σιμόεντα πεισθέντα, ὡς εἴρηται, ἴσως δὲ καὶ διὰ τὸ πάνυ τερατῶδες μὴ τολμήσας καὶ τοιοῦτόν τι πλάσασθαι. οὐκοῦν ἐν τοῖς ἑξῆς μόνος ὁ Ξάνθος ὑπὸ Ἡφαίστου καίεται, οὐ μὴν καὶ Σιμόεις; Ἐνταῦθα δὲ πρόκλησις φίλου εἰς συμμαχίαν κατʼ ἐχθροῦ τὸ “φίλε κασίγνητε, σθένος ἀνέρος ἀμφότεροί περ σχῶμεν”. ὡσαύτως καὶ τὸ “ἀλλʼ ἐπάμυνε τάχιστα, ἵνα παύσομεν ἄγριον ἄνδρα, ὃς δὴ νῦν κρατέει· μέμονε δʼ ὅ γε ἶσα” δαίμονι. τοῦτο δέ, ἤγουν τὸ δαίμονι, παρῴδηται ὑφʼ ἡμῶν. ὁ γὰρ ποιητὴς θεοῖς ἔφη, σεμνύνοντος Ξάνθου τὸν Ἀχιλλέα, ὡς μηκέτι δαίμονι καθὰ πρὸ τοῦτο, ἀλλὰ θεοῖς ἶσον. Ἐφεξῆς δὲ ὁ ἐξουδενῶν τινα στρατιωτικὸν ἄνδρα ἐρεῖ, ὥς φημι “οὔτε βίην χραισμησέμεν οὔτε τι εἶδος οὔτε τὰ τεύχεα καλά”. Ξάνθος δὲ καὶ τοῦτο λέγει κατʼ Ἀχιλλέως, ἐπάγων καί, ὅτι “τά που”, ἤγουν τὰ τεύχεα, “μάλα νειόθι λίμνης κείσεθʼ ὑπʼ ἰλύος κεκαλυμμένα; κὰδ δέ μιν αὐτὸν εἰλύσω”, τουτέστι κατακρύψω, “ψαμάθοισιν ἅλις χέραδος περιχεύας μυρίον, οὐδέ οἱ ὀστέʼ ἐπιστήσονται Ἀχαιοὶ ἀλλέξαι”, ἤγουν ἀναλέξασθαι, “τόσσην οἱ ἄσιν καθύπερθε καλύψω. αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐδέ τί μιν χρεὼ ἔσται τυμβοχοῆς, ὅτε μιν θάπτουσιν Ἀχαιοί”, ὡς δηλαδὴ ἐκεῖ ἐσομένου τοῦ τάφου, ἔνθα τὰ ὀστᾶ κρυβήσεται. καὶ ἔστι ἀνάλογος τῷ μυθικῷ ἤθει τοῦ Ξάνθου καὶ ἡ κατὰ τοῦ Ἀχιλλέως δεινὴ αὕτη ἀπειλή, διʼ ἧς ἐμφαίνει ὁ ποιητής, ὡς δεινὰ κατὰ τοῦ ἥρωος εἰπὼν πραχθέντα οὐκ ἀπέκαμε πλείω φράζειν, ἀλλʼ ἰδοὺ εἴπερ εἶχε καιρὸν καὶ ἄλλα πολλὰ φωνεῦντα βέλεμνα ὑπὸ φαρέτρῃ τῇ κατʼ αὐτὸν ἔχει κρυπτόμενα εἴποι ἂν ὁ γλυκὺς τὴν λύραν Πίνδαρος. Ὅρα δὲ τὸ “τὰ τεύχεα καλά” οὐ συνήθως λεχθέν, τὰ καλὰ γὰρ φαμὲν τεύχεα ἢ καὶ σὺν δύο ἄρθροις τὰ τεύχεα τὰ καλά. Τὸ δὲ νειόθι συγκέκοπται πάντως. ἐκ τοῦ νείατον γάρ ἐστι. εἰ μή τι ἄρα προϋπάρχει αὐτοῦ τὸ νεῖον, ἐξ οὗ παρῆκται τὸ νείατον ὁμοίως τῷ τρίτατον καὶ τοῖς κατʼ αὐτό. Λίμνην δὲ ἢ τὴν θάλασσαν λέγει, ὡς ἐκεῖ παρασυρησομένων τῶν τευχέων, ἢ τὴν πρὸ ὀλίγων ἑρμηνευθεῖσαν περὶ τοῦ ποταμοῦ. Τὸ δὲ “ἰλύος” ἐν ἄλλοις μὲν συστέλλει τὴν παραλήγουσαν, νῦν δὲ ἐξέτεινεν. Ὅτι δὲ ἡ ἰλὺς ἐκ τοῦ εἰλύω εἰλύσω διφορουμένου ῥήματος γίνεται, λελέξεται αὐτίκα. Τὸ δὲ κεκαλυμμένα καὶ τὸ καλύψω κοινότερα τοῦ εἰλύω, ἐξ οὗ καὶ εἰλυός, ὁ φωλεός. Τὸ δὲ “μιν αὐτόν” κατʼ ἐξοχὴν καὶ νῦν κεῖται. Περὶ δὲ τοῦ εἰλύω ἰστέον, ὅτι ἐν Λεξικῷ παλαιῷ κατὰ στοιχεῖον ἐκτεθειμένῳ φέρεται αὐτὸ ἐν τῷ ἰῶτα στοιχείῳ οὕτως· ἰλύσω· τὸ περικαλύψω ἰλύϊ. ὡρμήθη δὲ ἴσως ἡ τοιαύτη γραφὴ ἐκ τοῦ δοκεῖν παρηχεῖν ἐν τοῖς ῥηθεῖσι τὸ “ἰλύος” καὶ τὸ “εἰλύσω”, κἀντεῦθεν δόξαι ταὐτογραφεῖσθαι τὸ ἰλύειν καὶ τὴν ἰλύν. Χέραδος δὲ κατά τινας ἀκαθαρσία πᾶσα συρρέουσα ἐξ ὕδατος, ὀνομασθεῖσα μιμητικῶς ἀπὸ τοῦ γινομένου ἤχου ἐν τῷ κατασύρεσθαι. οὐδετέρου δὲ γένους τὸ χέραδος καὶ τὸ κίναδος, ἅπαξ ἐνταῦθα ῥηθέν. ἕτεροι δὲ χέραδος εἶπον τὸ πλῆθος τῶν θαλασσίων ἢ παραποταμίων ψήφων, ἄλλοι τὴν μετʼ ὀστράκων καὶ λίθων ἰλὺν ἢ τῶν ἐς χερμάδας ἐπιτηδείων λίθων. τοῦτο δὲ παρακατιών, φασίν, ἄσιν καλεῖ, ὅ ἐστι ῥύπον ἐν ὕδασι ξηρόν, ἢ συντομώτερον κατὰ τοὺς παλαιοὺς τὸ ἐξ ὕδατος ξηρόν, περὶ ἧς ἐν τῇ βῆτα ῥαψῳδίᾳ εἴρηται. τινὲς δέ φασιν ὅτι συνωνυμοῦσιν ἰλύς καὶ ἄσις καὶ χέραδος. Πίνδαρος δὲ ἐν Πυθιονίκαις εἰπὼν “χεράδι παμφόρῳ”, δίδωσι νοεῖν, ὅτι ἐστὶ καὶ ἡ χερὰς τῆς χεράδος. εἰ μὴ ἄρα φιλονεικῶν τις καὶ ἐκεῖνο οὐδετέρως κλίνει, “χεράδει” γράψας διὰ διφθόγγου, ὡς τῷ κινάδει, καθʼ ὁμοιότητα τοῦ τείχεϊ τείχει, καὶ βέλεϊ βέλει. Τὸ δὲ “ἄσιν καλύψω” οὐχʼ ὅμοιόν ἐστι τῷ συνήθει ῥήματι καθʼ ἑρμηνείαν. καλύψαι μὲν γὰρ Ἀχιλλέα ἰλύϊ τὸ κρύψαι καὶ ἀφανίσαι. καλύψαι δὲ τῷ Ἀχιλλεῖ ἄσιν ἀντὶ τοῦ ἐπιθεῖναι εἰς κάλυμμα. Ἄσις δὲ ἡ μὲν Ὁμηρικὴ συστέλλει τὴν ἄρχουσαν. διὸ καὶ παροξύνεται. ἡ δὲ κατὰ τοὺς Ἁρμονικούς, ἐπεὶ ἐκ τοῦ ᾄδω ᾄσω γίνεται, ἄλλως ἔχει διὰ τὴν κρᾶσιν, καὶ ἔστι χρῆσις αὐτῆς παρὰ τοῖς τὰ τοιαῦτα σοφοῖς. Τυμβοχοὴν δὲ εἶπε τὸν τοῦ τύμβου ἀναχωματισμόν. τινὲς μέντοι εἰπόντες, ὅτι τυμβοχόης ὤφειλεν εἶναι βαρυτόνως ὡς οἰνοχόης, οὔ φασιν ὄνομα ἐνταῦθα κεῖσθαι, ἀλλὰ συναλιφὲν ῥῆμα τὸ τυμβοχοῆσαι, ἵνα λέγῃ, ὅτι οὐδέ μιν χρεία ἔσται τυμβοχοῆσαι, ὅτε θάπτεται. καὶ ἔστι κρείττων ἡ τοιαύτη γραφή. Ὅτι ὁ μὲν φθάσας τοῦ Ἀχιλλέως κίνδυνος ἐπικούρους εὗρεν, ὡς προσεχῶς δεδήλωται, τὸν Ποσειδῶνα καὶ τὴν Ἀθηνᾶν. ὁ δὲ μετʼ ἐκεῖνον ἐπιταθεὶς κωλύεται ὑπὸ τῆς Ἥρας, ὡς ῥηθήσεται. Φησὶ γὰρ Ὅμηρος “Ἥρη δὲ μέγʼ ἄϋσε περιδδείσασʼ Ἀχιλῆϊ, μή μιν ἀποέρσειεν”, ὅ ἐστιν ἀποφθείρῃ, “μέγας ποταμὸς βαθυδίνης”. Καὶ ἡ φωνὴ ἦν τοιαύτη πρὸς τὸν υἱὸν Ἥφαιστον “ὄρσεο, κυλλοπόδιον, ἐμὸν τέκος, ἄντα σέθεν γὰρ Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν” ἢ ἐΐσκομεν “εἶναι· ἀλλʼ ἐπάμυνε τάχιστα”. ὃ δὴ καὶ ὁ Ξάνθος τῷ Σιμόεντι ἔφη. “πιφαύσκεο δέ”, ὅ ἐστιν ὡς καὶ προεδηλώθη, ἐπιδείκνυσο καὶ φαῖνε, “φλόγα πολλήν. αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο εἴσομαι”, ἤτοι πορεύσομαι, “ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν, ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι, φλέγμα κακὸν φορέουσα. σὺ δὲ Ξάνθοιο παρʼ ὄχθας δένδρεα καῖε, ἐν δʼ αὑτὸν ἵει πυρί. μηδέ σε πάμπαν μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω ἢ ἀρειῇ”, τῇ καὶ προηρμηνευμένῃ. ὃ σὺν καὶ τοῖς ἑξῆς ἐρεῖ ἄν τις ὀτρύνων κατά τινος πανούργου. “μηδὲ πρίν”, φησίν, “ἀπόπαυε τεὸν μένος, ἀλλʼ ὁπότʼ ἂν δὴ φθέγξομʼ ἐγὼν ἰάχουσα, τότε σχεῖν”, ἤγουν ἐπίσχες, “ἀκάματον πῦρ”. Προαναφώνησις δὲ ταῦτα καὶ προέκθεσις τῆς ἐπὶ Ἡφαίστῳ τερατείας, ἣν ἐπὶ τῷ Ξάνθῳ ἐκεῖνος ἐνδείξεται, ἵνα ὥσπερ ὁ ὑγρὸς ποταμὸς φρικτὰ ἔδρασεν ἐπὶ τῷ ἐχθρῷ Ἀχιλλεῖ, οὕτω καὶ ὁ κατὰ πῦρ Ἥφαιστος, φιλῶν τὸν Ἀχιλλέα, δεινοποιήσῃ ἑαυτὸν κατὰ τοῦ ἐχθροῦ Ξάνθου. Ἰστέον δὲ ὅτι τοῦ “ἀποέρσειεν” ἰσότυπον τὸ πρὸ ὀλίγων ῥηθὲν “ἔναυλος ἀποέρσει”. Τὸ δὲ “ὄρσεο, κυλλοπόδιον, ἐμὸν τέκος” ἀθετεῖται διὰ τὸ τοῦ ἐπιθέτου ἄκαιρον. ἡ γὰρ μήτηρ Ἥρα ἡ προσφθεγγομένη οὐκ ὤφειλε προσθεῖναι τὸ τοῦ τέκνου ἐλάττωμα τὸ “ὦ κυλλοπόδιον”. ἔστι δὲ ὁ λόγος ἁπλοϊκὸς ὡς ἀπὸ μητρός. ὅτε οὖν μετʼ ὀλίγα παύεσθαι αὐτὸν λέγει “ἴσχεο τέκνον” φησίν, “ἀγακλέες”. καὶ ἄλλως δέ, φασί, διὰ τὸ εἰπεῖν “ἐμὸν τέκος” λεαίνεται τὸ τραχὺ τῆς κλήσεως. Τὸ δὲ κυλλοπόδιον προπαροξύνεται ὡς τὸ Ἀγάμεμνον. καὶ εἴρηται περὶ αὐτῶν πρὸ τούτων. Τὸ δὲ ἐΐσκομεν», ὅ ἐστιν ὁμοιοῦμεν, δοκοῦμεν, τὴν ἐξ ἀλληγορίας ὑπόληψιν αἰνίττεται, καθʼ ἣν εἰκὸς φαίνεται τῷ ποταμίῳ ὕδατι τὸ τοῦ Ἡφαίστου ἀντεπεξάγεσθαι πῦρ. ἐντεῦθεν δὲ λαβόντες οἱ μεθʼ Ὅμηρον σοφοὶ τὴν εἰκαστικὴν ἀλληγορίαν ὑπονοίας εἶδος ἔφασαν εἶναι διὰ τὸ ταὐτὸν τοῦ ἐΐσκειν καὶ τοῦ ὑπονοεῖν. καὶ ἀληθῶς ὑπονοεῖ ὁ ἀλληγορῶν. Τὸ δὲ «εἶναι» δύναται μὲν κεῖσθαι καὶ ἀντὶ τοῦ ὑπάρχειν. ἔστι δὲ καὶ ἀντὶ τοῦ ἰέναι νοεῖν αὐτό, οἷα μετατεθέντος τοῦ ι, καὶ συναιρεθέντος τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον, ἵνα λέγῃ, ὅτι ἄντα σέθεν ἐΐσκομεν ἐλθεῖν τὸν Ξάνθον κατὰ τὴν τοῦ θερμοῦ καὶ ψυχροῦ ἀντίθεσιν. Ὁ δὲ Ζέφυρος Βορρᾶς τίς ἐστι καὶ αὐτός, καὶ δεδήλωται περὶ τούτου. Ἀργέστης δὲ βαρυτόνως τὰ πολλὰ μὲν ἀνέμου ὄνομα καὶ αὐτός, ἐνταῦθα δὲ ὀξύνεται καὶ Νότου ἐπίθετόν ἐστι. φησὶ γὰρ ὁ ποιητὴς θύελλαν Ζεφύρου καὶ ἀργεστᾶο Νότοιο, τουτέστι λευκοῦ, παρὰ τὸ ἀργόν, τὸ λευκόν. καί εἰσιν ἀληθῶς καὶ παρὰ ταῖς φιλοσόφοις ἱστορίαις οἱ συνθέτως λεγόμενοι Λευκόνοτοι. Καὶ σημείωσαι, ὅτι ἀντιπνόους ἐνταῦθα εἴληφεν ἀνέμους ὁ ποιητής, Ζέφυρον μέν, ὥστε ἁπλῶς ξηραίνειν σὺν τῷ καὶ ἀναψύχειν, Νότον δέ, ἵνα καὶ φλέγμα ποιῇ, Ὁμηρικῶς εἰπεῖν. χρῄζει γὰρ καὶ ἀμφοτέρων προϊὼν ὁ ποιητής, ὡς δηλωθήσεται. οἱ δὲ εἰπόντες ἀργεστὴν Νότον τὸν ἐξ Ἄργους ἐπὶ Τροίαν πνέοντα οὐκ εὐδιανόητα ἐοίκασι λέγειν, τά τε ἄλλα, καὶ ὅτι οὐδὲ ἔστι νοῆσαι Νότον ἐξ Ἄργους εἰς Τροίαν πνέοντα. Ἐν δὲ τοῖς τοῦ Γεωγράφου φέρεται, ὅτι ὁ ποιητὴς τὸν μὲν Ἀργέστην τῷ Νότῳ προσνέμει, λέγων «ἀργεστᾶο Νότοιο», τὸν δὲ Ζέφυρον τῷ Βορέᾳ «Βορέης» λέγων «καὶ Ζέφυρος», οἳ Θρῄκηθεν πνέουσιν. ὥστε κατὰ τὸν Γεωγράφον οὔτε ὀξύνεται ὁ Ἀργέστης ἐνταῦθα οὔτε Νότου ἐστὶν ἐπίθετον τοὔνομα, ἀλλὰ δύο ἀνέμων παράθεσις, ὡς καὶ ἐν τῷ «Βορέης καὶ Ζέφυρος», πλὴν ὅσον τὸ μὲν «ἀργεστᾶο Νότοιο» ἀσυνδέτως παράκεινται, τὸ δὲ «Βορέης καὶ Ζέφυρος» συνδέδενται. ὁ δὲ Γεωγράφος καὶ οὕτω φησί. Ζέφυρος οὐκ ἐκ Θρᾴκης πνέει, ἀλλὰ κατὰ τὴν Θρᾳκίαν θάλασσαν συμπίπτει τῷ Βορρᾷ κατὰ τὸν Μέλανα κόλπον. ὁ δʼ αὐτὸς λέγει καὶ ὅτι Ποσειδώνιος δυσαῆ μὲν Ζέφυρον λέγει, τὸν ὑφʼ ἡμῶν Ἀργέστην καλούμενον, λίγα δὲ πνέοντα Ζέφυρον τὸν ὑφʼ ἡμῶν Ζέφυρον, ἀργεστὴν δὲ Νότον τὸν Λευκόνοτον ἐπιθέτως, οὗ τὰ νέφη ἐν παραβολῇ ὁ Ζέφυρος στυφελίζει διασκεδάζων. Καὶ σημείωσαι, ὅτι κατὰ τὸν λόγον τοῦ Ποσειδωνίου ὁ μὲν κατὰ μόνας λεγόμενος Ἀργέστης Ζεφύρῳ οἰκειοῦται, δυσαὴς αὐτὸς ὢν λίγα ἐκείνῳ πνέοντι, ὁ δʼ ἐνταῦθα παρʼ Ὁμήρῳ ἀργεστὴς Νότος ἀντιπνέει τῷ Ζεφύρῳ διασκεδάζοντι τὰ τούτου νέφη. λέγει δὲ ὁ Γεωγράφος καὶ ὅτι περὶ τὰς Σκειρωνίδας πέτρας, εἰσὶ δὲ αὗται περί που τὰ κατὰ Κόρινθον παραθαλάσσια, σκαιὸς καταιγίζων ὁ Ἀργέστης Σκείρων ὑπὸ Ἀθηναίων ἐκλήθη. καὶ δηλοῖ ἐνταῦθα καὶ ὁ σοφὸς οὗτος τὸν Ἀργέστην ἁπλῶς οὕτω λεγόμενον μὴ μεσημβρινὸν εἶναι ἄνεμον. Φλέγμα δὲ κακὸν λέγει τὴν ἐκ θαλασσίας καυστικῆς θυέλλης πύρωσιν. οὕτω δέ πως καὶ Ὀππιανὸς τὴν λέξιν λαμβάνει, φλέγμα λέγων τὴν θερινὴν φλόγωσιν. τὸ δὲ κοινῶς λεγόμενον φλέγμα ἕτερον ἔχει λόγον. Τὸ δὲ «ἐν δʼ αὑτὸν ἵει πυρί» ἀντὶ τοῦ ἔμβαλε σαυτὸν τῷ ὕδατι, οὐχʼ ὡς ἁπλῶς Ἥφαιστος, ἀλλὰ σὺν πυρί, οὗ κυριεύεις, ὡς καὶ ὁ μῦθος καὶ ἡ ἀλληγορία δηλοῖ. Τὸ δὲ τὸν Ἥφαιστον ἐπέχειν τὸ κατʼ αὐτὸν πῦρ, ὁπότʼ ἂν ἡ Ἥρα φθέγξηται ἰάχουσα, φυσικῆς ἔχεται ἀλληγορίας. ἀμβλύνεται γὰρ θερμότης καὶ κάμνει πῦρ, ὅτε σφοδρὸς ἄνεμος ἢ ἐξαλόθεν ἢ ὅλως ἀερόθεν ἰάχων καταιγίσειε. καὶ ἄλλως δὲ περὶ τούτου εἰπεῖν, αἰνίττεται ὁ ῥηθεὶς λόγος τῆς Ἥρας ἁπλῶς μὲν καὶ παχύτερον, ὅτι τότε ὁ Ἥφαιστος, ἤτοι τὸ αὐτόχρημα πῦρ, σβέννυται ἐν ὕδατι καὶ παύεται τοῦ φλέγειν, ὅτε σιγμὸς γένηταί τις καὶ διʼ ἀέρος ἐξακουσθείη, ὃν ἀέρα ἡ Ἥρα δηλοῖ. εἴληπται δὲ ὁ τοιοῦτος νοῦς ἀπό τε ξύλων καὶ ἑτέρων καιομένων σωμάτων, ὧν ἡ διʼ ὑγροῦ σβέσις ἀποτελεῖ σιγμούς. ἀλλὰ τοῦτο μὲν οὐ προσφυὲς τοῖς κατὰ τὸν Ἥφαιστον καὶ τὸν ποταμόν. ἐν γὰρ τοῖς ἄλλοις καιομένοις ξηροῖς οὔτε Ἡφαίστου πῦρ ὕδατι ἀεὶ ἐμπίπτει, ἀλλὰ ὕδωρ μάλιστα πυρί, καὶ οὐδὲ περιγίνεται Ἥφαιστος, ἀλλʼ ἢ θυμὸς ὀλίγος ἐναπομένει αὐτῷ ἢ καὶ σβεσθεὶς ἐκλείπει τέλεον. ἄλλως δὲ ἀκριβέστερον, μάλιστα ἐμφαίνεται τῷ Ὁμηρικῷ τούτῳ χωρίῳ, ὡς τὸ θερινὸν κατὰ γῆς καυστικὸν φλέγμα, ὅπερ ἂν ὕδατος πολλοῦ ἐπιλάβηται, οὐκ ἄλλως παύεται, πρὶν ἂν Ἥρα φωνήσῃ, ἤγουν ἐξ ἀέρος ἄνεμος λιγὺ πνεύσῃ, ἀναψύχων καὶ τὴν ἀερίαν ἀμβλύνων φλόγα. τηνικαῦτα γὰρ τέλεον ὁ τοιοῦτος Ἥφαιστος σβέννυται, ἀναψύξεως γενομένης ἐξ ἀνέμου ψυχροτέρου τῷ ὕδατι. ὡς εἴγε μὴ τοιοῦτος ἄνεμος καταπνεύσει, ἀλλὰ θύελλα, ὁποία τις ἀνωτέρω εἴρηται, ἣν καὶ αὐτὴν Ἥρα ἐπιπέμπει, τουτέστιν ἀήρ, ἐπεὶ καὶ ἀὴρ κινούμενος ἢ κίνησις ἀέρος ἐστὶν ὁ ἄνεμος, ἐκφλογοῦται τὸ ὑγρόν. καὶ ξηραίνεται μὲν ὅσον τοῦ ὕδατος ἐν τῇ πεδιάδι ἀβαθές, καίονται δὲ τὰ ἐν αὐτῇ, εἴτε νεκροὶ εἴτε φυτὰ εἴτε ἰχθύες. καί πως τῷ Ἡφαίστῳ συλλαμβάνεταί τι καὶ ὁ τοιοῦτος ἄνεμος, ἀμβλύνων μὲν ἐπί τι τὸ θερινὸν φλέγμα καὶ παραβλάπτων τὸν Ἥφαιστον, ἄλλως δὲ συμπράττων αὐτῷ. ξηραίνει γὰρ ὥσπερ καίων Ἥφαιστος, οὕτω καὶ καταπνέων χαλεπὸς θυελλώδης ἄνεμος, ὁ μὲν δαπανῶν τῇ φλογί, ὁ δʼ ἀνιμώμενος τὸ ὑγρόν. φωνὴ τοίνυν Ἥρας, ὡς ἐν ὀλιγίστῳ εἰπεῖν, σβεννύουσα τὸν ἐν ποταμῷ πυρὶ φλεγέθοντα Ἥφαιστον ὁ καταψύχων ἄνεμος. οὐ γὰρ δήπου ὁ λοιπός, ὃς οὐ μόνον αὐτὸς καθʼ αὑτὸν ὢν καίει, ἀλλὰ καὶ τῷ ψύχοντι συμπνέων εἰς βλάβην τρέπει κἀκεῖνον, ὥσπερ κἀνταῦθα ὁ Ζέφυρος μετὰ τοῦ θερινοῦ Λευκονότου πνέων ἀναψύχει μὲν οὔ, συμβλάπτει δέ. Ἰστέον δʼ ὅτι, ὥσπερ ἡ αι δίφθογγος ἐκθλίβεται διὰ καλλιφωνίαν, οἷον «βούλομʼ ἐγώ», καὶ «φθέγξομʼ ἐγών», οὕτω καὶ ἡ ει δίφθογγος ἐν τῷ «δεινὰ παθοῦσα, Φακῆ βδελυρή, χώρʼ εἰς τὸν ἀγῶνα», ἤγουν ἀγωνίζου. λέγεται δʼ ἐνταῦθα Φακῆ ὁ παρῳδὸς Ἡγήμων ὁ Θάσιος, ἀνὴρ εὐδοκιμῶν σφόδρα παρʼ Ἀθηναίοις ἐν ταῖς παρῳδίαις, Φακῆ ἐπικληθεὶς διὰ τὸ χαίρειν μάλιστα τῷ τοιῷδε ὀσπρίῳ. Ὅτι κἂν ἡ πρὸ ταύτης ῥαψῳδία μακάρων ἐνοπὴ καὶ φύλοπις ἐπεγράφη, ἀλλʼ ἐκεῖ μὲν ἐμέτρησε μόνον τοὺς ἀθανάτους καὶ οἷον ἀντιπαρέταξεν, εἰπὼν ὡς οἷον προεκθετικῶς, τίνες τίσιν ἑκατέρωθεν ἀντιστήσονται, πλεῖόν τι ποιήσας οὐδέν, ἐνταῦθα δὲ αὐτοὺς καὶ εἰς μάχην συμβάλλει ἐκ τῶν ἐκεῖ ὑστέρων ἀρξάμενος, τοῦ Ἡφαίστου δηλαδὴ καὶ τοῦ Σκαμάνδρου. γίνεται δὲ ἡ ἀρχὴ εὐάφορμος. ἐπεὶ γὰρ ὁ Ξάνθος εἰς ἔσχατον κινδύνου περιάγει τὸν Ἀχιλλέα καὶ αὐτὸς ᾤμωξεν εἰπὼν ἃ εἶπε καὶ παθὼν ἃ ἔπαθεν, ἐγκελεύεται λοιπὸν ἡ Ἥρα τῷ Ἡφαίστῳ βοηθῆσαι τῷ Ἀχιλλεῖ, φαμένη, ὡς ἐγὼ μὲν ἐξαλόθεν οἴσω χαλεπὴν θύελλαν, καὶ ἑξῆς, ὡς προσεχῶς ἐγράφη. «Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ», τουτέστιν εὐστόχως ἡτοίμαζε. «πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο, καῖε δέ», ἢ δαῖε, «νεκροὺς πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς· πᾶν δʼ ἐξηράνθη πεδίον, σχέτο δʼ ἀγλαὸν ὕδωρ». Εἶτα παραβολήν τινα εἰπὼν τὴν μετʼ ὀλίγα ῥηθησομένην ἐπάγει «ὃ δʼ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν. καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι, καίετο δὲ λωτός τε ἠδὲ θρύον ἠδὲ κύπειρον, τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει· τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες, οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα, πνοῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο. καίετο δʼ ἲς ποταμοῖο», ἤγουν περιφραστικῶς ὁ ποταμός, ὡς καὶ ἲς Ἡρακλέος καὶ βίη Ἡρακλέος ὁ Ἡρακλῆς. ἐφʼ οἷς ὁ ποταμὸς ἀγανακτῶν προσφθέγγεται τὸν Ἥφαιστον, ὅσα ἑξῆς δηλωθήσεται. Εἶτα καὶ τὴν Ἥραν δυσωπεῖ παύσασθαι τὸν Ἥφαιστον, λέγων καὶ ὅτι ὀμοῦμαι μή ποτε Τρωσὶν ἀλεξήσειν, μηδʼ ὁπόταν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται καιομένη, καίωσι δὲ Ἀχαιοί. ἀκούσασα δὲ Ἥρα προσφωνεῖ τὸν Ἥφαιστον ἴσχεσθαι. Οὐ γὰρ ἔοικε”, φησίν, “ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν”. καὶ Ἥφαιστος ἔσβεσε τὸ πῦρ. Ἰστέον δὲ ὅτι τριῶν τούτων ῥημάτων προσφυῶν ὄντων ἐνταῦθα, τοῦ δαίειν, τοῦ καίειν, τοῦ φλέγειν, κατακόρως τῷ καίειν ἐχρήσατο. “Πῦρ δὲ θεσπιδαές” πολλαχοῦ μέν φησιν, ἐνταῦθα δὲ προσφυέστατα τὸ ὑπὸ τοῦ Ἡφαίστου καιόμενον οὕτω εἶπεν. Αἱ δὲ πτελέαι καὶ τὰ ἑξῆς παρατετηρημένως εἴρηνται τῷ ποιητῇ, ὡς τόποις ὑγροῖς χαίροντα. Ὅτι δὲ ἰτέαι καὶ εἶδός τι ἀσπίδος καλοῦνται, καὶ ὅτι ὁ λωτὸς ἐν τῇ Ἰλιάδι λειμωνία βοτάνη ἐστί, καὶ ὅτι ἐκ τοῦ θρύου πόλις προϊστορήθη Θρυόεσσα, καὶ ὅτι τὸ κύπειρον κύπαιρον κατὰ διάλεκτον λέγεται, προδεδήλωται. Ὡς δὲ αἱ μυρῖκαι ἐκτείνουσι τὴν παραλήγουσαν, ἰδοὺ καὶ ἐνταῦθα φαίνεται. Τὸ δὲ “οἳ κατὰ δίνας”, “οἳ κατὰ ῥέεθρα”, κάλλους ἐστὶ σχῆμα πολλαχοῦ φανὲν παρὰ τῷ ποιητῇ. Ὅρα δὲ καὶ τὸ κυβιστᾶν, οὐ μόνον ἐπʼ ἀνθρώπων, ἀλλὰ καὶ ἐπὶ ἰχθύων κυριολεκτούμενον. δηλοῖ δὲ μάλιστα νῦν οὐ τὸ κατʼ εὐθὺ ἀπραγμόνως νήχεσθαι, ἀλλὰ τὸ σὺν ταράχῳ κατακολυμβᾶν. Ὁ δὲ ῥηθεὶς τοῦ Ξάνθου ὅρκος, τὸ μὴ ἂν τοῖς Τρωσὶ βοηθήσειν, μηδʼ ὅταν ἡ Τροία καίηται, ὅτε δηλαδὴ καὶ μάλιστα χρεία Ξάνθου καὶ ἁπλῶς μυρίου ὕδατος, οὐ μόνον ἀληθής, ἀλλʼ ἔχει τι καὶ ἀστειότητος. τί γὰρ ἂν ἔχοι κάτωθεν ἐκ τῆς πεδιάδος ὁ Ξάνθος ἀλεξήσειν καιομένῃ τῇ ἠνεμοέσσῃ Τροίᾳ; ἔχει δὲ ὁ λόγος καὶ προαναφώνησιν τῆς τοῦ Ἰλίου ἁλώσεως. διὸ οὐκ ἠρκέσθη εἰπεῖν “καιομένη” ἁπλῶς, ἀλλʼ ἐπήγαγε καὶ τὸ “καίωσι δὲ υἷες Ἀχαιῶν”. Τὸ δὲ “οὐ γὰρ ἔοικεν ὧδε στυφελίζειν” παραίνεσιν ἔχει τοῦ μὴ θυμοῦσθαι ἄγαν ἐφʼ οἷς οὐ δεῖ. Ἰστέον δὲ ὅτι μετὰ τὸ “πᾶν δʼ ἐξηράνθη πεδίον”, ὡς πρὸ ὀλίγων ἐγράφη, κεῖται προσφυὴς παραβολή, δηλοῦσα τὸ τάχος τῆς ὑπὸ Ἡφαίστου ἀναξηράνσεως τῶν ὑγρῶν τόπων, οἳ περὶ τὸν Ξάνθον ἦσαν, αὕτη· “Ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης νεοαρδέʼ ἀλωὴν αἶψʼ ἀνξηράνῃ”, ἤγουν ταχὺ ἀναξηράνῃ, “χαίρει δέ μιν ὅς τις ἐθείρει”, ἤτοι ὃς τὴν τοιαύτην ἀλῳὴν συνήθως ἐργάζεται, “ὣς ἐξηράνθη πεδίον πᾶν, κὰδ δʼ ἄρα νεκροὺς κῆε”. τρὶς δʼ ἐν τῷ τόπῳ τούτῳ ἐχρήσατο διὰ τὸ καίριον τοῖς ἐκ τοῦ ξηραίνω ῥήμασι. τεχνικῶς δὲ κατὰ γεωργίαν ἔφη τὴν παραβολὴν ὁ ποιητής. εὔχεται γὰρ ἀνὴρ περὶ ἀλῳήν, ὅ ἔστι φυτοφόρον γῆν, πονούμενος, βρεχθείσῃ αὐτῇ Βορρᾶν ἐπιπνεῦσαι. πυκνουμένης γάρ, φασί, τῆς ἐπιφανείας, δύνει κατὰ ῥιζῶν ἡ νοτὶς καὶ οἷον ἀποτιθεμένη πιαίνει αὐτάς. ὀπωρινὸς δὲ Βορρᾶς κατὰ τοὺς Σικυωνίους ὁ θερινός, ἤγουν ὁ ἐτησίας. ἰσχυρότεροι δέ, φασί, καὶ ξηρότεροι τῶν ἐν χειμῶνι πνεόντων οἱ ἐτησίαι. Σημείωσαι δὲ ὅτι ὥσπερ ἔθειν λέγεται τὸ τὰ συνήθη πράττειν, οἷον “ἔθων Οἰνῆος ἀλῳήν”, οὕτω καὶ ἐθείρειν παράγωγον ἐκεῖθεν τὸ τὰ ἐξ ἔθους ποιεῖν καὶ ἐπιμελεῖσθαι. ἐξ οὗ καὶ ἡ θρὶξ ἔθειρα, περὶ ἣν σύνηθές ἐστι πονεῖσθαι τοὺς φιλοκόμους. Ἰστέον δὲ καὶ ὅτι τοῦ ἐγχέλυες ἡ μὲν ἑνικὴ εὐθεῖα ἔγχελυς, προπαροξυτόνως γινομένη παρὰ τὴν ἰλύν, ὡς οἷα ἐν ἰλύϊ χεομένη. ὅθεν καὶ γεννᾶται κατὰ τὸν Ὀππιανόν. διὸ καὶ προπαροξύνεται καὶ εἰς υς περατοῦται, ὡς καὶ ὁ Ἀθήναιος βούλεται, συγκροτῶν ἑαυτὸν ἐκ τοῦ κατὰ τὰς ἐγχέλεις λόγου, ὃς ἐν τοῖς Ἱππεῦσι κεῖται ἐν τῷ· “ὅταν γὰρ ἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδέν”, καὶ ἑξῆς. καὶ οὕτω μὲν ἡ ῥηθεῖσα εὐθεῖα ἔγνωσται τοῖς παλαιοῖς διὰ τοῦ υ, οἷον “λεῖος ὥσπερ ἔγχελυς”, οὗ αἰτιατικὴ “σκέψασθε παῖδες τὴν κρατίστην ἔγχελυν”. τὰ δὲ πληθυντικὰ οὐ καθʼ Ὅμηρον καὶ οἱ ἄλλοι ἀκολούθως προφέρουσι μετὰ τοῦ υ, ἀλλʼ ἑτέρως πρὸς ἀκολουθίαν τοῦ πῆχυς πήχεως, οἷον “τὰς εἰκοὺς τῶν ἐγχέλεων”, καὶ “ὥσπερ οἱ τὰς ἐγχέλεις θηρώμενοι”, ταῦτα δὴ τὰ τοῦ Κωμικοῦ. λέγει δέ, φασί, καὶ Στράττις διὰ τοῦ ε “ἐγχέλεων ἀνεψιός”. καὶ οὕτω μὲν ἄλλοι. Ἀριστοτέλης δὲ διὰ τοῦ ἰῶτα εἶπεν ἔγχελις. ὅθεν Ἀντιφάνης ὑποκοριστικῶς ἔφη “τὰ ἐγχέλια γράφομαι λειποταξίου. ἐνταῦθα γὰρ ἦν οὐδαμοῦ”. ὁ δὲ Ἀθήναιος λέγει καὶ ὅτι ἐν τῷ “τείροντο ἐγχέλυες καὶ ἰχθύες” εἰς βάθος τε τὸν ποταμὸν δηλοῖ καίεσθαι, καὶ κατʼ ἐξαίρετον τίθησι τὸ “ἐγχέλυες” διὰ τὸ περιᾴδεσθαι αὐτὰς πολλαχοῦ. εἰπὼν γοῦν εἰς αὐτὰς ἀστεῖά τινα λέγει καὶ ὅτι αἱ Κωπαΐδες ἐγχέλυες περιᾴδονται παρὰ Βοιωτοῖς, ἐπαινοῦνται δέ, φησί, καὶ αἱ Στρυμόνιαι, ὡς καὶ μεγάλαι καὶ τὸ πάχος θαυμασταί, λέγων ἱστορηθῆναι καὶ ὅτι τὰς ὑπερφυεῖς τῶν Κωπαΐδων ἐγχέλεων οἱ Βοιωτοὶ ὡς ἱερεῖα στεφανοῦντες καὶ κατευχόμενοι οὐλάς τʼ ἐπιβάλλοντες ἔθυον τοῖς θεοῖς, καὶ ὅτι Ἀντιφάνης τά τε ἄλλα δεινούς φησι τοὺς Αἰγυπτίους εἶναι, καὶ τὸ νομίσαι ἰσόθεον τὴν ἔγχελυν, ὃς καὶ εἰπὼν πολὺ τῶν θεῶν αὐτὴν τιμιωτέραν εἶναι, καὶ δῆθεν κατασκευάσας αὐτὸ ποιητικῶς ἐπάγει “οὕτως ἔσθʼ ἅγιον παντελῶς τὸ θηρίον”. ἐκθεὶς δὲ ὁ Ἀθήναιος καὶ ὅτι πολὺ κρατίστη ἐστὶν ἡ ἐκ τοῦ κατὰ Σικελίαν Ῥηγίου, λέγει καί, ὅτι τῶν τις ῥητόρων ἐγχέλυος παρατεθείσης εἶπε· πάρεστιν ἡ τῶν δείπνων Ἑλένη, ἐγὼ οὖν Πάρις ἔσομαι, καὶ ὅτι βασιλεύειν τῶν περὶ δαῖτα καὶ ἡγεμονεύειν ἡδονῇ ἔφη τις αὐτήν, ἢ φύσει ἐστί, φησίν, ἀπύρηνος μόνος ἰχθύς. Ἔνθα ὅρα ὅτι πυρῆνα ἐκεῖνος ἔφη ἀστείως τὴν ὀστώδη ἰχθυηρὰν ἄκανθαν. καὶ οὕτω μὲν ταῦτα, οὐκ ἀχρείως παρατεθειμένα τοῖς εἰσαγομένοις πρὸς μάθησιν. δύναται δὲ τὸ “καὶ ἐγχέλυες” οὐ κατά τινα ἐξοχὴν εἰρῆσθαι, ἀλλὰ διαφορὰν ἐγχελύων πρὸς τοὺς ἄλλους ἰχθύας. ὡς γὰρ αἱ πολυώνυμοι ἀφύαι ἀλλοφυῆ ἔχουσι παραγωγὴν γενέσεως, οὕτω πως, εἰ καὶ τρόπον ἄλλον, καὶ ἐγχέλυες, ὡς δηλοῦσιν οἱ καὶ τὰς μίξεις αὐτῶν καὶ τὰς γενέσεις ἱστορήσαντες. Ὅτι ὁ πρὶν κατʼ Ἀχιλλέως λάλος Ξάνθος καιόμενός φησιν “Ἥφαιστε, οὔ τις σοί γε θεῶν δύνατʼ ἀντιφερίζειν”, ἢ ἰσοφαρίζειν. “οὐδʼ ἂν ἐγὼ σοί γʼ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην. λῆγʼ ἔριδος”. Καὶ μετʼ ὀλίγα “τί μοι ἔριδος καὶ ἀρωγῆς”; ταῦτα δὲ ῥηθείη ἂν καὶ πρὸς ἄνδρα ἡρωϊκὸν καὶ πολὺν τὴν ἀλκὴν ὑπό τινος φερομένου τὸ ἔλαττον. Καὶ ὅρα καὶ ἐνταῦθα τὴν Ὁμηρικὴν δεξιότητα. ἦν γὰρ ἀχρεία ἡ τοῦ πλάσματος διάθεσις, εἰ μὴ καὶ φωνήν τινα προσέπλασεν ἱκετευτικὴν τῷ ποταμῷ πρὸς τὸν Ἥφαιστον, ὥσπερ δὴ καὶ μετʼ αὐτὸν πρὸς τὴν μητέρα Ἥραν. Τὸ δὲ “πυρὶ φλεγέθοντι” ἐν δυσὶ μέρεσι λόγου ἀναγνωστέον. τὸ γὰρ ὑφʼ ἓν λέγεσθαι Πυριφλεγέθοντι τῷ ἐν Ἅιδου ἀπονενέμηται ποταμῷ. Ἰστέον δὲ ὅτι συλλαλοῦντες οἱ παλαιοὶ Ὁμήρῳ εἰς τὸ “οὔ τις σοί γε δύναται ἀντιφερίζειν”, φασίν, ὡς ἀνίκητον τὸ πῦρ, εἰ καὶ σίδηρον μαλάσσει καὶ λίθον θρύπτει, καὶ Ζεὺς δὲ πύρινον ἔχει δόρυ, τουτέστιν ἔγχος. ἐξ οὗ καὶ ἐγχεικέραυνος παρὰ Πινδάρῳ λέγεται. καὶ ἔστι τὸ πῦρ λεπτομερεστάτη οὐσία διὰ πάντων ἱκνουμένη. διὸ καὶ παμφάγον ἐδοξάζετο τὸ πῦρ. Πέρσαι δὲ καὶ ἐθεοποίουν αὐτό. Εἶτα τὸ πολὺ καὶ σφοδρὸν τῆς τοῦ Ξάνθου ζέσεως δυσὶ κόμμασιν ἐμπεριγράφων ὁ ποιητὴς λέγει “φῆ πυρὶ καιόμενος, ἀνὰ δʼ ἔφλυε καλὰ ῥέεθρα, ἤγουν ἀνέζεε κατά τινα μίμησιν ἤχου. καὶ ἦν τοῦτο φωνὴ ποταμοῦ. ἐκ τούτου δὲ καὶ τὸ ἐν οὐ δέοντι λόγους προϊέναι φλύειν λέγεται καὶ φλυαρεῖν καὶ φλύαρος ὁ οἷον ἀναζέων τοῖς λόγοις. ἐκ τοῦ τοιούτου δὲ ῥήματος καὶ τὸ ἀπὸ καύσεως ἐν σαρκὶ ἀνάστημα φλυκτὶς καὶ φλύκταινα λέγεται. ἔοικε δὲ ὥσπερ ἀλύω καὶ παραγώγως ἀλύσσω, οὕτως εἶναι καὶ φλύω καὶ φλύσσω. καὶ τοῦ φλύω μέν ἐστι τὸ «ἀνὰ δʼ ἔφλυε» καὶ τὰ ἐξ αὐτοῦ. τοῦ δὲ φλύσσω φλύξω φλυκτίς καὶ οἰνόφλυξ, καὶ οἰνοφλυγία, ὅτε διʼ οἶνον φλύει τις, ὡς οἷον ἀναζέων ἐν τῷ λαλεῖν. ἐπεὶ καὶ καθʼ Ἡρόδοτον οἴνου κατιόντος ἀναπλώουσιν ἔπεα. Ἰστέον δὲ ὡς νῦν μὲν τὸν ὑπὸ τοῦ Ἡφαίστου βρασμὸν τῶν ὑδάτων τοῦ Ξάνθου διδάσκων ὁ ποιητὴς εἶπε τὸ «ἀνὰ δʼ ἔφλυε ῥέεθρα». Ὡς δὲ χρεία τῷ λόγῳ ἦν καὶ ἐναργείας κατὰ τὸ σύνηθες παραβολικῆς καὶ ἑρμηνείας τοῦ «ἀνέφλυεν», ἐπάγει παραβολὴν ταύτην «ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ, κνίσσῃ μελδόμενος ἁπαλοτρεφέος σιάλοιο πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται, ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δʼ ὕδωρ, οὐδʼ ἔθελε προρέειν, ἀλλʼ ἴσχετο, τεῖρε δʼ ἀϋτμὴ Ἡφαίστοιο βίῃ πολύφρονος». Καὶ ἔστιν ἐκ τῆς τοιαύτης παραβολῆς σαφέστατα νοῆσαι, ὅπως ὑπὸ Ἡφαίστου πυρὶ φλεγέθοντος ὁ Ξάνθος διέκειτο. οὐ γὰρ ἐβράττετο, οὐκ ἐκάχλαζεν, οὐκ ἐπάφλαζεν, ἀλλʼ ἔζεεν, ἐπαναπαυσαμένου τοῦ ποιητοῦ τῇ τοιαύτῃ ὀνοματοποιίᾳ ὡς λειότερον ἐχούσῃ διὰ πιθανότητα. διὸ καὶ ἐν ἀρχῇ καὶ τέλει τῆς παραβολῆς αὐτὴν ἔθετο, λειοτέραν οὖσαν καὶ τοῦ σιγμοῦ, ὅσον καὶ τὸ ζ στοιχεῖον, ἐξ οὗ τὸ ζέειν, ἠρεμαιότερον ἦχον ἔχει τῆς τοῦ σ προφορᾶς, ἐξ οὗ ὠνοματοπεποίηται ὁ σιγμός. οὕτω δὲ καὶ τὸ «ἀνέφλυε» προσηνέστερόν ἐστι τοῦ καχλάζειν καὶ τοῦ βράζειν καὶ τῶν ὁμοίων, ἅπερ οὐκ ἂν πιθανῶς ἐπὶ ὅλου ποταμοῦ λέγοιντο πάσχοντος θερινὴν θερμότητα. ζέσιν μὲν γὰρ παθεῖν οὐ πάνυ τι τολμηρὸν εἰπεῖν ἐπὶ τοσούτου ποταμοῦ, καχλάσαι δὲ φάναι αὐτὸν ἤ τι τοιοῦτον οὐκ ἔξω ἀναιδοῦς ἐν λόγῳ θρασύτητος. Ὅτι δὲ ἐκ τοῦ ζέειν καὶ τὸ ἐκζεστόν, οὐ κρέας, ἐκεῖνο γὰρ ἀνάβραστον ὁ Κωμικός φησι, δῆλον ἐκ τοῦ εἰπόντος, ὡς τὸ σευτλίον εὐχυλώτερόν ἐστι κράμβης, ἐκζεστὸν δὲ λαμβανόμενον μετὰ νάπυος, λεπτυντικώτερον καὶ ἐλμίνθων φθαρτικόν. Τὸ δὲ «ἔνδον πρὸς ἀκρίβειαν κεῖται. οὐ γάρ ἔστιν ἔξω ζέειν τὸν λέβητα, ἐντὸς δὲ καὶ μόνον, ὅπου τὸ ὕδωρ. ἐφʼ οὗ καὶ κυριολεκτεῖται τὸ ζέειν. δύναται δὲ τὸ “ἔνδον” συμβιβασθῆναι καὶ πρὸς τὸ “ἐπειγόμενος”, ἵνα ᾖ “ἔνδον ἐπειγόμενος”, ὅπερ ὅμοιόν ἐστι τῷ “ὀπὸς ἐπειγόμενος”, ὃ ἤδη προγέγραπται. τοῦτο δὲ ὥσπερ καὶ τὸ “πυρὶ πολλῷ”, καὶ τὸ “ξύλα κάγκανα”, οὐχʼ ἁπλῶς ἐν ἀργῷ κεῖνται, ἀλλʼ ὅτι μὴ λοετροχόος οὗτος ὁ λέβης, οὐδʼ ὡς εἰς ποδάνιπτρα ἢ ἄλλο τι βράσμα ὕδατος, ἀλλʼ ἐπὶ ἑψήσει κρέατος, εἰς ἣν καὶ τὸ κρεῖον χρήσιμον τὸ ἐν ταῖς Λιταῖς. σίαλος γὰρ ἕψεται. διὸ καὶ ἐπείγεται ὁ τοιοῦτος λέβης, ἵνα μὴ ἄλλως ἔχων ἀχρειώσῃ τὸ ἕψημα πυρὶ ἁπαλῷ κατὰ τὸν εἰπόντα διοικονομούμενος. καὶ γλυκύτητα δὲ νῦν τὸ “ἐπειγόμενος” ἔχει, ὡς ἐπὶ ἐμψύχου τεθεῖσα τοῦ λέβητος. Τὸ δὲ “κνίσσῃ μελδόμενος” ἀντὶ τοῦ τήκων τὸ λίπος τοῦ κρέατος. γίνεται δὲ τὸ μέλδειν ἀπὸ τοῦ τὰ μέλη δαίειν ἤτοι καίειν. καὶ ἔστιν ἡ φράσις καινή. ὤφειλε γὰρ εἰπεῖν κνίσσην μετὰ τοῦ νῦ ἐν πτώσει αἰτιατικῇ, ἵνα ἔλεγεν, ὅτι τήκων ὁ λέβης τὴν κνίσσαν. Ὅμηρος δὲ ἀντὶ παθητικοῦ δεξάμενος τὸ “μελδόμενος” λέγει, ὅτι τηκόμενος τῇ κνίσσῃ, τουτέστιν οὐ τῷ χαλκῷ πάσχων ὁ λέβης τὴν τῆξιν τῷ στερεῷ καὶ ἀτειρεῖ καὶ ἀτήκτῳ, ἀλλὰ τῇ ἐντὸς αὐτοῦ κνίσσῃ. καὶ ἔστι τὸ σχῆμα ὅμοιον τῷ “ἔφριξε μάχη ἐγχείῃσι”, καὶ “λήϊον ἀσταχύεσσιν”. ὡς γὰρ ἐκεῖ τῶν ἀσταχύων καὶ τῶν ἐγχέων φρισσόντων ἡ μάχη καὶ τὸ λήϊον λέγονται φρίσσειν αὐτοῖς, οὕτω κἀνταῦθα τῆς κνίσσης μελδομένης, ὅ ἐστι τηκομένης, ὁ λέβης τῇ κνίσσῃ λέγεται μέλδεσθαι. τινὲς δὲ τὰ κνίσση φασὶν οὐδετέρως, λέγοντες τὸν λέβητα τήκειν τὰ κνίσση, τουτέστι τὰ λίπη, ἐν τῷ ζέειν. τοῦτο δέ, φασίν, οὐχʼ Ὁμηρικόν. οὐ γὰρ εὕρηται παρὰ τῷ ποιητῇ καθὰ παρʼ ἄλλοις τὸ κνίσσος οὐδέτερον. ὅτι δὲ ἡ κνίσσα καὶ διʼ ἑνὸς γράφεται σίγμα, ὁμοίως τῷ πῖσα, δεδήλωται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Ἰστέον δὲ καὶ ὅτι ἐκ τῆς κνίσσης καὶ ῥῆμά ἐστι κνισσῶ κνισσώσω, καὶ ὄνομα καινὸν ἅμα καὶ κοινὸν παρὰ Ἀθηναίῳ τὸ κνισσότερος, οἷον “κνισσότερος ὢν τοῦ Ὀδυσσέως Μελανθίου”. Σίαλον δὲ ἁπαλοτρεφέα φασὶν οἱ παλαιοὶ τὸν ἤδη χοῖρον, ἁπαλοτρεφέα λεγόμενον πρὸς διαστολὴν τῶν συάγρων. σίαλος γὰρ ὁ ἐν οἴκῳ τρόφιμος παρὰ τὸ σιτεῖσθαι ἅλις. Τὸ δὲ “ἀμβολάδην” ἀντὶ τοῦ ἀναβλητικῶς ἢ ἀναβολικῶς ἀπὸ ῥήματος τοῦ ἀναβάλλειν, ἐξ οὗ καὶ τὸ χαλκεῖον ἀναβάλλειν λέγεται, ἤγουν ἀναζέειν διὰ φλογὸς ὑπερβολὴν καὶ ἄνω κάτω ποιεῖν τῇ κινήσει τὸ ὕδωρ ἐν τῷ παφλάζειν. κεῖται δὲ ἡ λέξις καὶ παρὰ Ἡροδότῳ, ἔνθα ἱστορεῖ κρήνην περὶ μέσας νύκτας ζέουσαν ἀμβολάδην. ἐντεῦθεν καὶ ἐπὶ τῶν ὀρυσσόντων τὸ ἄνω ῥίπτειν τὸ χῶμα ἀναβάλλεσθαι καὶ ἀναβάλλειν φασὶν οἱ παλαιοί, καὶ τὴν τοιαύτην γῆν ἀμβολάδα, καὶ ἀναβάλλεσθαι δὲ ἐντεῦθεν εἴρηται τὸ πνεῦμα ἀνάγειν, ὡς τὸ “ὃ δʼ ἀνεβάλλετο καλὸν ἀείδειν”. Αἰλιανὸς δὲ γῆν ἐπιβάλλειν φησίν, οὗ τὸ ἐναντίον γῆν ἀναβάλλειν, ὡς ἀνωτέρω εἴρηται. Ἐνταῦθα δέ φασιν οἱ παλαιοὶ καί, ὡς πολλὴν ἐνάργειαν ἡ παραβολὴ ἔχει. οὐ γὰρ ἁπλῶς παραλαμβάνει λέβητα, ἀλλὰ ἐπειγόμενον πυρί, καὶ τούτῳ πολλῷ, καὶ ὑποκαιόμενον ξύλοις οὐ χλωροῖς ἀλλὰ ξηροῖς καὶ πάνυ ἐπιτηδείοις ἀνακαίεσθαι, καὶ οὐδὲ λοετροχόον ὄντα, παρειλημμένον δὲ εἰς ἀνάβρασιν σπουδαίου κρέατος. Κάγκανα δὲ γίνεται παρὰ τὸ καίειν καὶ καίνειν, τὰ εἰς τὸ καίεσθαι καινόμενα ἤτοι κοπτόμενα. Παυσανίας δὲ δανὰ τὰ τοιαῦτα ξύλα καλεῖσθαι δηλοῖ. φησὶ γάρ· δανὰ, εὐκέαστα, ξηρά, παρὰ τὸ δαίεσθαι. δῆλον δὲ ὅτι εὐκέαστα τὰ εὔκλαστα. κεάσαι γὰρ ἐπὶ ξύλων τὸ κόψαι, ὡς ἐν Ὀδυσσείᾳ. Τὸ δὲ “οὐδʼ ἔθελε προρέειν” δηλοῖ μὲν τὸ οὐκ ἠδύνατο. καὶ ἔστι καὶ αὐτὸ γλυκύτητος ὁμοίως τῷ “τὰ δὲ δένδρα οὐδέν με θέλει διδάσκειν”. ἀδίπλαστον δὲ ἔχει τὸ ρ κατὰ μέτρου θέλησιν, ὅπερ μυριαχοῦ γίνεται. ὅτι δὲ τὸ οὐκ ἤθελε ταὐτόν ἐστι τῷ οὐκ ἠδύνατο, δηλοῖ ἐπαγαγὼν εἰς ἑρμηνείαν εὐθὺς τὸ “ἀλλʼ ἴσχετο”. Πολύφρων δὲ Ἥφαιστος, ὡς καὶ πρὸ ὀλίγων πολύμητις, διὰ τὰ κατὰ πῦρ μυρία τεχνικὰ μεθοδεύματα. Ὅτι ὁ Ξάνθος ἐκκαίοντος αὐτὸν Ἡφαίστου ἀναβοᾶται πρὸς τὴν Ἥραν οὕτως “Ἥρη, τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν”, ὅ ἐστιν ἐπέπεσε βλάπτειν, “ἐξ ἄλλων”, ἤγουν δίχα τῶν ἄλλων θεῶν μόνος αὐτός. καὶ ἔστιν ὁ λόγος οὗτος προκλητικὸς τοῦ τὸν Ἥφαιστον παύσεσθαι καὶ τὴν ἐπʼ αὐτῷ τερατείαν. εὐθὺς γὰρ ἡ Ἥρα φθέγξεται ἰάχουσα, ὡς ὑπέσχετο, καὶ αὐτὸς ἐφέξει κατασβέσας θεσπιδαὲς πῦρ. Τὸ δὲ “ἐμὸν ῥόον” δηλοῖ, ὡς Ξάνθος λαλεῖ οὐχʼ ὁ καθʼ ὕδωρ, ἀλλʼ ὁ δαιμόνιος αὐτοῦ ταμίας, οὗπερ οἷόν τι σῶμα ὁ ῥόος. Τὸ δὲ “ἔχραε” ἀρχή ἐστι καὶ αὐτὸ τῆς συνθέσεως τοῦ ζαχρηοῦς, ὡς καὶ προηρμήνευται. καὶ τοιοῦτον μὲν τὸ λεχθὲν ῥητόν. Ἐφεξῆς δὲ τὸ “οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι, ὅσον οἱ ἄλλοι πάντες ὅσοι” τοῖς δεῖνα, οἷον τοῖς Τρωσίν, “ἀρωγοί” ἐρεῖ ἂν ὁ ἐξ ἑαυτοῦ εἰς ἑτέρους μεθιστῶν τὴν αἰτίασιν. Τὸ δὲ “ἀλλʼ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι, εἰ σὺ κελεύεις παυέσθω δὲ καὶ οὗτος” εἴποι ἂν ὁ ἐξ ἀξιώσεως καταλλαττόμενός τινι. Ὁ δὲ διαβεβαιούμενος μὴ ἂν βοηθῆσαι τῷδέ τινι ἔχει εἰπεῖν τὸ “ἐγὼ δʼ ἐπὶ καὶ τόδʼ ὀμοῦμαι μή ποτε τῷ δεῖνι ἀλεξήσειν κακὸν ἦμαρ”. Σημείωσαι δὲ ὡς παρατρέχειν εἰωθὼς ὁ ποιητὴς τὰ μὴ πρὸ ἔργου αὐτῷ σιωπᾷ κἀνταῦθα παντελῶς, τί ἂν Ἀχιλλεὺς ἐποίει, μεθὸ Ἥφαιστος ἑαυτὸν τῷ Ξάνθῳ ἐνέβαλε πυρὶ φλεγέθοντι. καὶ ὡς μὲν διεξέφυγεν, εὐνόητόν ἐστιν. εἰ δὲ καὶ Ἥφαιστος τὸν ποταμὸν καίων τοῦ Ἀχιλλέως ἀπείχετο, ὁ μῦθος ὑποβάλλει νοεῖν, ὡς εἰκός, οἷα καὶ τὸν ποταμὸν πλάσας ὀλέθριον μὲν τῷ Ἀχιλλεῖ, σωστικὸν δὲ τοῖς Τρωσίν. ἑκατέρων γὰρ εἶχε καὶ ἐκεῖνος δύναμιν. οὕτω καὶ Ποσειδῶν οὐ μόνον σεισίχθων, ἀλλὰ καὶ ἀσφάλιος, καὶ Ἑρμῆς οὐ μόνον κερδῷος, ἀλλὰ καὶ ζημίας ποιῶν κατὰ τὸν Κωμικόν, καὶ Φοῖβος οὐ μόνον Ἀπόλλων, ἀλλὰ καὶ ἰατρὸς καὶ οὔλιος, ὅ ἐστιν ὑγιαστικός, ὡς καὶ ἀλλαχοῦ εἴρηται. καὶ ὅλως ἀρετὴ προσώπου τὸ τὰ ἐναντία δύνασθαι ὡς ἐν καιρῷ ἄμφω μεταχειρίζεσθαι. οὕτω Νέστωρ, εἰ καὶ ψεῦδος οὐκ ἐρέει ὡς μάλα πεπνυμένος, ἀλλʼ ἐν καιρῷ ψεύσεται. οὕτως Αἴας ἀνδριζόμενος ἔσθʼ ὅτε καὶ νῶτα δείξει μαθὼν τὰ τοῦ Διὸς τάλαντα δυστυχῶς αὐτῷ βρίσαντα. εἰ δὲ καὶ συνετός που ἀνὴρ μανίαν ὑπεκρίνατό ποτε, οὐκ ἂν θαυμάσοι τις, πολλοὺς καὶ ἄλλους μαθὼν ὀργάνῳ τοιούτῳ μεγάλα καταπραξαμένους καλά. Ὅτι γαλήνης φραστικὸν τὸ “ἄψορρον δʼ ἄρα κῦμα κατέσσυτο”. Ὅτι φοβερὰν κἀνταῦθα συμβολὴν μάχης ἐκφράζων ὁ ποιητὴς τὴν τῶν θεῶν ἀγριαίνει τὸ χωρίον τερατώδεσιν ἐννοίαις καὶ τραχείαις λέξεσιν, εἰπών “ἐν δʼ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο”. περίφρασις δέ ἐστιν αὐτὸ τοῦ δίχα φρονεῖν ἤγουν διχονοεῖν. “σὺν δʼ ἔπεσον μεγάλῳ πατάγῳ”, ἢ ὁμάδῳ, “βράχε δʼ εὐρεῖα χθών, ἀμφὶ δʼ ἐσάλπιγξε μέγας οὐρανός· ἄϊε δὲ Ζεὺς ἥμενος Οὐλύμπῳ, ἐγέλασε δέ οἱ φίλον ἦτορ γηθοσύνῃ, ὅθʼ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας”. Ὅρα δὲ ὅτι τὸ τοῦ χωρίου πρόσωπον, τὴν ἀρχὴν δηλαδή, παρίσοις ἱλάρυνε τῷ “ἄλλοισι” καὶ “θεοῖσιν”. Ἔρις δὲ βεβριθυῖα, ἣν καὶ βαρεῖάν φαμεν. Ὅρα δὲ ὅτι τὴν μὲν ἔριδα ἐμπεσεῖν εἶπε θεοῖς, τοὺς δὲ θεοὺς συμπεσεῖν ἀλλήλοις εἰς μάχην. Τὸ δὲ “θυμὸς ἄητο”, τουτέστιν ἔπνεε, δέδωκε τοῖς μεθʼ Ὅμηρον λέγειν τὸ θυμοῦ πνέειν. γίνεται δὲ τὸ ἄητο ὅθεν καὶ τὸ ἀείς ἀέντος καὶ ἀήτης ὁ ἐπὶ ἀνέμου. Τὸ δὲ “βράχε χθών” ἐστὶ μὲν κατὰ τὸ βράχεν ὕδατα καὶ ὅσα τοιαῦτα, δηλοῖ δὲ ἦχον, ὁποῖοι πολλοὶ γῆθεν ἐκκύπτουσι δεινοί, ὧν καὶ οἱ τυφωνικοί. Τὸ δὲ “σάλπιγξεν οὐρανός” οὐ συνεξῆρται μὲν τῇ τῆς μάχης ταύτης σεμνότητι. τί γὰρ μέγα, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, σαλπίζειν τὸν οὐρανόν, ὅπου βροντᾶν ἔδει; οἰκεῖον δὲ ὅμως ἐστὶν ὡς πρός γε μάχην. πολέμου γάρ, καθὸ πολέμου, σημεῖον οὐ βροντή, ἀλλὰ σάλπιγξ. ἄλλως τε φθάσας ὁ ποιητὴς εἰπεῖν ἐν τῇ τῶν Τρώων καὶ Ἑλλήνων ἔριδι βροντῆσαι ὑψόθεν τὸν Δία, ἐνταῦθα ἐνήλλαξε διὰ τὸ πολυειδέστερον, σαλπίζειν εἰπὼν τὸν οὐρανὸν καὶ οὕτω καινότερον μεταχειρισάμενος τὸ νόημα τὴν μὲν μικροτέραν ἐκείνην μάχην, ἐν ᾗ μᾶλλον ἐχρῆν εἰπεῖν σαλπίσαι τὸν οὐρανόν, ὕψωσε μεγάλῳ τέρατι, τῇ δὲ θείᾳ ταύτῃ μάχῃ, ὡς αὐτόθεν τὸ μεγαλεῖον ἐχούσῃ, τὴν σάλπιγγα δέδωκεν. ἦν δὲ καὶ ἄλλως ποιήσει πρέπον τεράστιον τὸ σαλπίζειν τὸν οὐρανὸν ὡσεὶ καὶ διὰ στόματος. εἰ δὲ εἶπε βροντῆσαι τὸν οὐρανόν, οὐδὲν ἐλάλει παράδοξον. Ὅρα δὲ καὶ ὅτι ὁ ποιητὴς οἶδε μὲν σάλπιγγα, οὐκ εἰσάγει δὲ τοὺς ἥρωας χρωμένους αὐτῇ. σαλπίγγων δὲ πόσα εἴδη, προγέγραπται. Προσγραπτέον δʼ ἐνταῦθα καὶ τῶν Ἀθηναίου ἐκεῖνα, ὡς ἐγερτικόν τι πρὸς μάχην καὶ ἡ σάλπιγξ. Ἡρόδωρος γοῦν, φησί, σαλπιγκτής, Δημητρίου πολιορκοῦντος τὸ Ἄργος, οὐ δυναμένων τῶν στρατιωτῶν τὴν ἑλέπολιν προσαγαγεῖν τοῖς τείχεσι διὰ τὸ βάρος, δύο ἅμα σάλπιγξι σημαίνων ὑπὸ τῆς ἁδρότητος τοῦ ἤχου τοὺς στρατιώτας ἠνάγκασε προθυμηθέντας προσαγαγεῖν τὴν μηχανήν. ἦν δέ, φησί, σάλπιγξ καὶ ἐν πομπαῖς. γυνὴ γοῦν τις Ἀγλαῒς ἐν Ἀλεξανδρείᾳ ἐσάλπισε τὸ πομπικὸν ἐν καιρῷ πομπῆς. μνηστέον δʼ ἐν τούτοις καὶ ὅτι Φύλαρχος ἔσκωψέ τινα ὡς ἀπόλεμον, εἰπὼν παροιμιωδῶς τὸ “πολεμίας σάλπιγγος οὐδʼ ἐν ὕπνοις ὑπομένων ἀκοῦσαι”, καὶ ὅτι οὐ μόνον σάλπιγγες ἀνέκαθεν ὄργανα βοῆς τῆς ἐν πολέμῳ ἦσαν, ἀλλὰ καὶ βύκανα, ὡς δηλοῖ τὸ “πύκται τέσσαρες ἀνέβησαν ἐπὶ τὴν σκηνὴν μετὰ σαλπιγκτῶν καὶ βυκανιστῶν”. καὶ κέρατα δὲ καὶ στρόμβοι νόμον τοιοῦτον ἤχουν. ὡς δὲ καὶ δαλὸς ἀνημμένος μάχης ἦν σύμβολον, Εὐριπίδης δηλοῖ. Γελᾷ δὲ ὁ Ζεὺς γηθοσύνῃ, ὁρῶν θεοὺς ἔριδι ξυνιόντας, μυθικῶς μέν, καθὰ καὶ ἐν Ὀδυσσείᾳ ὁ βασιλεὺς Ἀγαμέμνων ἱστορεῖται χαίρειν τοὺς ἀρίστους ὁρῶν ἐρίζοντας, τὸν Ὀδυσσέα δηλαδὴ καὶ τὸν Ἀχιλλέα, οὐχʼ ὅτι ἁπλῶς ἤριζον, ἀλλʼ ὅτιπερ εἰς ἀγαθὸν ἀπέβλεπε τὰ τῆς ἔριδος, ὡς ἐκεῖ γέγραπται. οὕτω γὰρ καὶ νῦν Ζεὺς ἐπʼ ἀγαθῇ ἔριδι γέγηθε φίλερις ὢν ἐν καλῷ. ἐπεί τοι ὁ τὴν ἐπὶ κακῷ ἔριν φιλῶν ἀκούσοι ἂν ἔχθιστος εἶναι, ἀεὶ γὰρ αὐτῷ ἔρις φίλη. καὶ οὕτω μὲν κατὰ τὸν μῦθον. κατὰ δὲ ἀλληγορίαν αἰνίττεσθαί φασι τὸν τοιοῦτον λόγον τὸ παρὰ τοῖς Φυσικοῖς λεγόμενον νεῖκος καὶ τὴν φιλίαν τὴν αὐτῷ ἀντικειμένην, χαίρειν δὲ τὸν Δία τῷ νείκει, διότι λύει τὸν σφαῖρον καὶ γίνεται οὕτω τὸ νεῖκος γενέσεως αἴτιον. καὶ ἄλλως δέ, ἐπεὶ ἐξ ἐναντίων ποιοτήτων ἡ τοῦ παντὸς συνέστηκεν ἁρμονία, χαίρει καὶ οὕτω τῇ θείᾳ μάχῃ ὁ Ζεύς. δῆλον δὲ ὅτι τῶν στοιχείων ἕκαστον, ἐκ ποιοτήτων δυάδος συνεστώς, τῇ μιᾷ μὲν συνέχεται, θατέρᾳ δὲ διέστηκεν, οἷον ἡ γῆ, τῷ ὕδατι κατὰ ψυχρότητα συγγενῶς ἔχουσα, ὅμως κατά γε ξηρότητα ὡς ὑγροῦ ἐκείνου ὄντος ἀφίσταται, καὶ ὕδωρ αὖθις, ἀέρι καθʼ ὑγρότητα οἰκειούμενον, κατὰ θερμότητα ὡς ψυχρὸν διέστηκε, καὶ ἀήρ, αἰθέρι κατὰ θερμότητα κοινωνῶν, κατὰ ὑγρότητα ὡς ξηροῦ πεφυκότος ἀπεσχοίνισται, καὶ αἰθὴρ δὲ πρὸς γῆν, εἰ καὶ κοινόν τι ἔχει τὸ ξηρόν, ἀλλὰ τὸ θερμὸν ὡς πρὸς ψυχρὰν αὐτὴν ἴδιον ἀπηνέγκατο. οὕτως ἀγαθὴ τοῖς τοιούτοις ἡ ἔρις. διὸ καὶ ὁ Ζεύς, ὁ τοῦ παντὸς εἴτε νοῦς εἴτε ψυχὴ καθʼ Ἕλληνας, ἐπʼ αὐτῇ χαίρων πεποίηται. εἰ δὴ εὐξάμενός τις παρὰ τῷ ποιητῇ τὴν ἔριν ἔκ τε θεῶν ἔκ τʼ ἀνθρώπων ἀπολέσθαι, καὶ κατὰ τῆς τοιαύτης ἔριδος εὔξατο, οἰχήσεσθαι ἂν τὸ πᾶν οὕτως ἔφασάν τινες τῶν παλαιῶν. Τὸ δὲ “ἔριδι ξυνιόντας” ἀνάπαλιν μὲν εἴρηται πρὸς τὸ “διαστήτην ἐρίσαντε”, καθυπογράφει δὲ καὶ αὐτὸ τὴν φύσιν τῆς ἔριδος, ἥτις διϊστῶσα τοὺς φίλους, ὡς ἀλλαχοῦ εἴρηται, εἶτα συνάγει εἰς πόλεμον, ὡς ἐνταῦθα δηλοῦται. Ἰστέον δὲ καὶ ὅτι τὸ “ἐγέλασε δέ οἱ φίλον ἦτορ” ῥηθήσεταί ποτε πρός τινα φιλόμαχον, καὶ ὅτι τὸ “ἐγέλασε γηθοσύνῃ” πρὸς διαστολὴν ἑτέρου γέλωτος εἴρηται τοῦ κατὰ βάρος ψυχῆς, ὁποῖος καὶ ὁ ἐν Ὀδυσσείᾳ σαρδάνιος, καὶ ὁ παρʼ Ἡσιόδῳ δέ, καθʼ ὃν ὁ Ζεὺς ἐξεγέλασεν. Ὅτι τὸν Ἄρην πρῶτον ποιεῖ Ὅμηρος ἐφορμῶντα τῇ Ἀθηνᾷ, ἐχρῆν γὰρ τὸν ἀλόγιστον χωρῆσαι κατὰ τῆς ἀλληγορουμένης εἰς φρόνησιν. Φησὶ γὰρ “ἦρχεν Ἄρης ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε, χάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον· τίπτʼ αὖτʼ, ὦ κυνάμυια”, ἢ κατά τινας “κυνόμυια”, “θεοὺς ἔριδι ξυνελαύνεις, θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν”. Εἶτα καὶ ἀναμιμνῄσκει ὡς αὐτὴ τὸν Διομήδην ἠρέθισε κατʼ αὐτοῦ, εἰπὼν “ἢ οὐ μέμνῃ, ὅτε Τυδείδην ἀνῆκας οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας”. Καὶ οὕτως εἰπὼν ἐπάγει ἀπειλήν “τῷ σʼ αὖ”, ἤγουν διό σε νῦν, ὀΐω ἀποτισέμεν», ἤγουν ἐμποινίμως ἀποδοῦναι, «ὅσσα μʼ ἔοργας», ἤγουν ἔργοις ἐλύπησας. Καὶ ὅρα τὸν ἄφρονα ἐπὶ τὴν Ἀθηνᾶν μετατιθέντα τὰ ἑαυτοῦ, τὴν ἀναίδειαν δηλαδὴ καὶ τὸν θυμὸν καὶ τὸ φιλόνεικον. τοιοῦτον γὰρ ἡ κακία, θέλουσα μὲν εἶναι ὅπερ ἐστί, τὰς προσφόρους δὲ κλήσεις ἀπαναινομένη καὶ τῇ ἀρετῇ αὐτὰς ἐπιγράφουσα. μωρίας δὲ καὶ ἡ κατὰ τὸν Διομήδην ἀνάμνησις, Ὁμηρικῆς μέντοι ἄλλως δεξιότητος ἔνδειξις. δηλοῦται γὰρ ὡς, ἐὰν διὰ μέσου τοῦ Διομήδους ἡ Ἀθηνᾶ περιγέγονεν Ἄρεος, πολλῷ πλέον αὐτὴ διʼ ἑαυτῆς. Ῥινοτόρος δὲ Ἄρης, ὡς ἄν τις εἴποι βυρσοτόμος κατὰ τοὺς παλαιούς. δεῖ γάρ, φασίν, ἀσπίδος διατορῆσαι ῥινόν, εἶτα σώματος ἐφικέσθαι. ἢ καὶ ὅτι ῥινόν, ἤτοι χροῦν, πρῶτον τέμνει τῶν πληττομένων, εἶτα τοῦ βάθους ἐφικνεῖται. δῆλον δὲ ὅτι ταλαύρινος αὐτὸς ὢν ὁ Ἄρης, τουτέστι τάλανα ῥινὸν ἔχων, ῥινοτόρος ἐν ἄλλοις γίνεται, καὶ ὅτι ἀπὸ τοῦ ῥινοῦ καὶ βόες λαρινοὶ καὶ ταῦροι οἱ μέγα καὶ παχὺ δέρμα ἔχοντες, καὶ ὅτι οὐδὲν σεμνὸν Ἄρει τῷ ῥινοτόρῳ, εἰ μετʼ ὀλίγα βληθεὶς ὑπʼ Ἀθηνᾶς λύεται τὰ μέλη. Τὸ δὲ «καὶ πρῶτος ἐπόρουσε» πρὸς ἑρμηνείαν εἴρηται τοῦ «ἦρχεν Ἄρης». ἄλλως γὰρ τὸ ἄρχειν ἀσαφές, οἷα καὶ ἐπὶ τοῦ ἡγεμονεύειν νοούμενον. ἐνταῦθα δὲ οἱ ἀλληγοροῦντές φασιν ὅτι ἄλλως οὐ γίνεται μάχη Ἀθηνᾶς καὶ Ἄρεος, εἰ μὴ αὐτὸς ἐπαναστῇ κατάρξας, ὡς οὐδὲ μεταξὺ δούλου καὶ δεσπότου, εἰ μὴ τὸ ἀνδράποδον ἀναιδεύσεται. Τὸ δὲ «χάλκεον ἔγχος», καὶ ὁ χάλκεος Ἄρης, ἢ θώραξ, καὶ τὰ τοιαῦτα μετουσιαστικά, καὶ ὁ ἐκεῖθεν συναιρεθεὶς χαλκοῦς, παρεισέκριναν τῷ βίῳ καί τινα Διονύσιον ποιητὴν καὶ ῥήτορα, ὃς χαλκοῦς, φασίν, ἐκλήθη διὰ τὸ συμβουλεῦσαι Ἀθηναίοις χαλκῷ νομίσματι χρήσασθαι. ὁ δʼ αὐτὸς καὶ τοὺς ἐμπαθῶς ἐμφορουμένους οἴνου κυλίκων ἐρέτας ἔφη, ὡς ἱστορεῖ ὁ γράψας τὸ «μητρόπολις τῶν δεινῶν ὁ οἶνος, διʼ ὃν αἱ μέθαι, αἱ μανίαι, αἱ παροινίαι». καὶ κλέπτης δέ τις παρʼ Ἀττικοῖς χαλκοῦς ἐκαλεῖτο, εἰς ὃν ἐγκρατῶς τοιχωρυχοῦντα καὶ ἐκπλήττοντα ἔσκωψε Δημοσθένης τὸ, μὴ θαυμάζετε, ὦ Ἀθηναῖοι, χαλκοῦς κλέπτας, εἰ τοὺς παρʼ ὑμῖν πλινθίνους οἴκους διορύττουσι. Κυνάμυια δὲ ἡ ἀναιδὴς καὶ θρασεῖα παρὰ τὴν κύνα καὶ τὴν μυῖαν, ἀναιδῆ ζῷα καὶ ἄμφω. κοινότερον δὲ τοῦ κυνάμυια τὸ κυνόμυια. καὶ ἐξ ἐκείνου δοκεῖ γενέσθαι τοῦτο, καθὰ καὶ ἐκ τοῦ μεσοπόλιος ὁ μεσαπόλιος καὶ ἐκ τοῦ τιθοβώσσειν τὸ τιθαβώσσειν, ἐξ ὧν τὸ τιθαιβώσσειν καὶ ὁ μεσαιπόλιος, ἔτι δὲ καὶ καθὰ ἀκρόχολος ἀκράχολος παρʼ Ἀττικοῖς, καὶ ὀσταφίς ἀσταφίς, καὶ ἀπομείρεται ἀπαμείρεται παρὰ Ἡσιόδῳ. Τινὲς δὲ κυνάμυιάν φασι τὴν τῶν κυνῶν μυῖαν, ἤτοι τὸν κρότωνα. ἕτεροι δὲ διὰ τοῦ ι γράφουσι τὴν ἄρχην τῆς λέξεως καὶ νοοῦσι κινάμυιαν τὴν μὴ ἔχουσαν ἠρεμαῖον τὸ βλέμμα, ἀλλὰ κινοῦσαν συνεχῶς τοὺς μύας τῶν ὀφθαλμῶν. ταύτην δὲ τὴν λέξιν ἐν τοῖς ἑξῆς ἡ Ἥρα κατὰ τῆς Ἀφροδίτης ἐρεῖ προσφυέστερον. ἡ δʼ αὐτὴ καὶ τὴν Ἄρτεμιν ἀδεῆ κύνα καλέσει, τοῦτο δὲ οὐ προσφυῶς, ἀλλὰ νενικημένη θυμῷ. Ὅρα δὲ ὅτι Ὅμηρος μὲν ἐνταῦθα σκῶμμα ἐκ τῆς μυίας ἠρανίσατο, καὶ ταῦτα ἑτέρωθι σεμνύνας τὸ ζωΰφιον ἐν τῷ «καί οἱ μυίας θάρσος» ἐνέθηκεν, οἱ δὲ ὕστερον παιδιὰν αὐτῇ ἐπωνόμασάν τινα, ἣν χαλκῆν μυῖαν ὠνόμασαν. Περὶ ἧς φράζουσιν οὕτω· καταδεῖταί τις ῥακίῳ τὰς ὄψεις καὶ καταστὰς εἰς μέσον τῶν συνειλεγμένων παριὼν φωνεῖ· χαλκῆν μυῖαν θηράσω. οἱ δὲ κύκλῳ ἑστῶτες βύβλοις ἢ καὶ ταῖς χερσὶ παίοντες ἀποκρίνονται· ἀλλʼ οὐ λήψῃ. οὗ δὲ ἂν λάβηται, καθίστησιν ἐκεῖνον εἰς τὴν ἑαυτοῦ χώραν. Λέγεται δὲ χαλκῆ μυῖα πρὸς διαστολήν. εἰσὶ γάρ τινες καὶ χαλκαῖ μυῖαι συννεμόμεναι, φασί, τοῖς κανθάροις, χαλκίζουσαι τῇ χροιᾷ, αἷς οἱ παῖδες κηρία, φασί, προστιθέντες ἀφιᾶσιν. ὅτι δὲ ἡ μυῖα καὶ τὴν μυιοσόβην συντίθησι, δῆλον. ἔστι δὲ αὕτη ὄργανόν τι ἐκ τριχῶν, διʼ οὗ μυῖαι ἀποσοβοῦνται. ᾗ παρείκασέ τις παλαιὸς ἐπὶ σκώμματι πώγωνα καθειμένον, ἤγουν γένειον μακρόν. Θάρσος δὲ ἄητον τὸ πολὺ καὶ γοργὸν κατὰ ἄνεμον ἀπὸ τοῦ ἄω, τὸ πνέω καὶ προθυμοῦμαι. εἶπε γοῦν πρὸ μικροῦ, ὅτι καὶ θυμὸς ἄητο ἐν φρεσί, τουτέστιν ἔπνεεν. ἴσως δʼ ἐκ τούτου καὶ τὸν Ἥφαιστον φθάσας πέλωρ αἴητον ἔφη κατὰ πλεονασμὸν τοῦ ι. ποιητικαὶ δὲ λέξεις καὶ ἄμφω, ἃς οὐκ ἂν φιλοίη τις πεζογραφῶν. Τὸ δὲ «ἀνῆκε» δηλοῖ μὲν καὶ νῦν τὸ ἀνέπεισεν. ἔστι δὲ κυρία λέξις. διὸ καὶ δὶς ἐνταῦθα συνεχῶς ἐχρήσατο, «ἀνῆκεν» εἰπὼν καὶ «ἀνῆκας». Πανόψιον δὲ ἔγχος ἢ τὸ πᾶσιν ὁρατὸν ἢ τὸ πάντων τελευταῖον καὶ ἔσχατον καὶ μεῖζον, ἀπὸ τοῦ ὀψέ, ἢ ἀπὸ τῆς ὀψίας, ἥτις ἐστὶν ἔσχατός τις καιρός. Ἀντίμαχος δὲ «ὑπονόσφιον» γράφει. καὶ τί μὲν σημαίνει τοῦτο, οὐχʼ ἑρμηνεύουσιν οἱ παλαιοί, φασὶ δὲ ὡς καὶ τί θέλει δηλοῦσθαι, δῆλον. ἴσως δὲ δηλοῖ τὸ ἐκ τοῦ Διομήδους ὑπʼ αὐτῆς νοσφισθὲν ἤτοι χωρισθὲν καὶ ἁρπασθέν. Τὸ δὲ «ὦσας» καὶ «ἔδαψας» ἀνεπιτήδευτα ἐνταῦθα φυσικὰ πάρισα. ἔστι δὲ καὶ ὧδε τὸ «ἔδαψας» ἶσον τῷ ἐδάρδαψας, περὶ ὧν προγέγραπται. Ἰστέον δὲ ὅτι ὁ γενόμενος ἐγκρατὴς ἐχθροῦ ἐρεῖ τὸ «νῦν σε ὀΐω ἀποτισέμεν» καὶ ἑξῆς, ὡς προέκκειται. Ὅτι τὴν τῆς Ἀθηνᾶς ἀσπίδα σεμνολογῶν, ἣν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ, θυσανόεσσαν αὐτὴν λέγει, «σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός». καὶ ἔοικε τὴν αἰγίδα διὰ τούτων παραδηλοῦν. τοιαύτη γὰρ καὶ ἐκείνη. ὥστε Ἀθηνᾶς ἀσπίδα εἶναι τὴν κατʼ αὐτὴν αἰγίδα. διὸ καὶ τὸ «οὔτησε κατʼ ἀσπίδα» «κατʼ αἰγίδα» τινὲς γράφουσιν. Ὅτι Ἄρεος ἔγχεϊ χαλκείῳ οὐτήσαντος τὴν αἰγίδα τῆς Ἀθηνᾶς αὐτὴ «ἀναχασαμένη», τουτέστιν ἀναχωρήσασα καὶ ἀναποδίσασα, λίθον εἵλετο χειρὶ παχείῃ κείμενον ἐν πεδίῳ, μέλανα, τρηχύν τε μέγαν τε, τόν ῥʼ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης. τῷ, ἤγουν τούτῳ, «βάλε θοῦρον Ἄρην κατʼ αὐχένα, λῦσε δὲ γυῖα. ἑπτὰ δʼ ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας, τεύχεα τε ἀμφαράβησε. γέλασε δὲ Παλλὰς Ἀθήνη». πολὺς γὰρ ἐν τοῖς παροῦσι μύθοις ὁ τῶν κρειττόνων γέλως καὶ ἡ διάχυσις. Ζεὺς οὖν οὐ μόνον φρένα τέρψεσθαι λέγει τὴν μάχην ὁρῶν, ἀλλὰ καὶ ἐγέλασεν, ὡς ἐρρέθη, ἐπὶ τῇ τῶν θεῶν ἔριδι, καὶ Ἀθηνᾶ δὲ νῦν γελᾷ, κακῶς διαθεμένη τὸν Ἄρην. ἡ δʼ αὐτὴ καὶ κατὰ τῆς Ἀφροδίτης χωροῦσα χαίρει θυμῷ, καὶ τὴν Ἄρτεμιν δὲ Ζεὺς ἐρωτᾷ ἡδὺ γελάσας, Ἥρα τε μειδιῶσα τύπτει αὐτήν. καὶ ταῦτα μὲν οὕτω. Ἡ δὲ ἀλληγορία ἐνταῦθα τοιαῦτα νοεῖ. Τὸ μὲν ἀναχωρῆσαι τὴν Ἀθηνᾶν τὸ ἀσύμβατον αὐτῆς δηλοῖ πρὸς τὸν ἀλληγορούμενον Ἄρην. οὐδὲν γὰρ κοινὸν αὐτῇ καὶ ἐκείνῳ. Λίθος δὲ εἴη ἂν μέλας νῦν ἡ τῆς φρονήσεως στερρότης, μέλας μὲν διὰ τὸ βαθὺ καὶ ἐκ περινοίας δυσόρατον, τραχὺς δέ, διότι τοιοῦτον ἡ ἀρετὴ καθʼ Ἡσίοδον. διὸ καὶ μέγας διὰ τὸ τῆς ἀρετῆς ἄκρον. ὃς καὶ περιορισμὸς κεῖται ἀρούρης διὰ τὴν κατʼ αὐτὸν διαφορὰν τῶν ἀνθρώπων, καθʼ ἣν ἀφορίζονται τῶν φαύλων οἱ σπουδαῖοι. Τὸ δὲ πέλεθρον, ἤτοι πλέθρον, ὅτι διάστημά ἐστι ποδῶν ἑκατὸν ἤτοι πήχεων ξϛ καὶ διμοίρου καὶ ἀλλαχοῦ εἴρηται. Εἰ δὲ ἀπιθάνως ποιεῖται Ἄρης μὲν ἑπτὰ ἐπισχεῖν πέλεθρα ἐν τῷ πεσεῖν, Τιτυὸς δὲ ἐν Ἅιδου ἐπὶ ἐννέα κεῖσθαι πέλεθρα, ἐστὶ ἐκεῖνο μὲν τῇ φαντασίᾳ δοῦναι, τοῦτο δὲ τῇ ἀκριβείᾳ, ἣν ὁ μῦθος αἰτεῖν δοκεῖ. Τὸ δὲ «ἐκόνισε χαίτας» καὶ ἑξῆς, οὐκ ἔστιν ἀλληγορῆσαι. νικᾷ γὰρ ὁ μῦθος, γελῶν που ἐνταῦθα καὶ αὐτὸς ὅτι μὴ εἰς τὸ πᾶν αὐτοῦ ἡ ἀλληγορία περιγίνεται. Ὅτι ὁ ὑπὸ τοῦ χείρονος ἐπηρεαζόμενος εἰπεῖν δύναται τὸ τῆς Ἀθηνᾶς πρὸς τὸν Ἄρην «νηπύτιε», ὅ ἐστιν νήπιε, ὡς προεδηλώθη, «οὐδέ πω ἐπεφράσω ὅσσον ἀρείων εὔχομʼ ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις», ἢ ἀντιφαρίζεις. ἀρείων δὲ ἤτοι κρείττων Ἄρεος ἡ Ἀθηνᾶ οὐ μόνον κατὰ ἀλληγορίαν, ἀλλὰ καὶ μυθικῶς κατὰ τοὺς παλαιούς. ἡ μὲν γὰρ ἐξ ἀνδρὸς μόνου, ὁ δὲ καὶ ἐκ γυναικός, καὶ ἡ μὲν συνέφυ τοῖς ὅπλοις, ὅθεν καὶ σύμφυτον ἔχει τὴν ἀρετήν, ὁ δὲ οὔ. ἔτι δὲ ταύτης ὁ πατὴρ ἅμα γεννήσας αὐτὴν νίκην ἐποίησε κατὰ Τιτάνων. διὸ καὶ Ἀθηνᾶ νίκη ἐπωνομάσθη πρός τε μνήμην τῆς πατρῴας ἀρετῆς καὶ εἰς φερωνυμίας ἐπώνυμον διὰ τὸ τῆς φρονήσεως ἀεὶ νικητικόν. Ὅτι ἐν τῷ «οὕτω κεν τῆς μητρὸς ἐριννύας ἐξαποτίνοις» ἐριννύας μητρὸς λέγει τὰς μητρικὰς ἀράς, διʼ ὧν Ἐριννύες ἐρεθίζονται κατὰ φαύλου παιδός. Ἀθηνᾶ δὲ τὸν ῥηθέντα λόγον ἔφη πρὸς τὸν Ἄρην, καθʼ οὗ χωομένη κακὰ μήδεται ἡ μήτηρ Ἥρα, «οὕνεκα», φησίν, «Ἀχαιοὺς κάλλιπες αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις». ὃ δὴ σαφῶς δηλοῖ τὸ τοῦ Ἄρεος ἀλλοπρόσαλλον. Ὅτι ἐπὶ μὲν στροφῆς ὅλου σώματος ἐρεῖ τις τὸ «πάλιν κίε», καὶ «πάλιν τράπετο», ἤτοι ὀπίσω ἐπορεύθη καὶ ἐστράφη. ἐπὶ δὲ ὀφθαλμῶν, ὥσπερ ἀλλαχοῦ, οὕτω καὶ ἐνταῦθα κείται τὸ «πάλιν τρέπεν ὄσσε φαεινώ» ἀντὶ τοῦ ὀπίσω ἔτρεψε τοὺς ὀφθαλμούς. δύναται δὲ νῦν τοῦτο καὶ ἐπὶ παροράσεως νοηθῆναι. σκώπτων δέ τις καὶ εἰς ὀφθαλμικὴν στραβότητα τὸ τοιοῦτον αἰνίξεται. Ὅτι τὸν Ἄρην πεσόντα χειρὸς ἑλοῦσα ἦγεν Ἀφροδίτη «πυκνὰ μάλα στενάχοντα. μόγις δʼ ἐσαγείρατο θυμόν». Ἀθηνᾶ δέ, Ἥρας εἰπούσης «ὢ πόποι Διὸς τέκος, καὶ δʼ αὖθʼ ἡ κυνάμυια», περὶ οὗ προεγράφη, «ἄγει βροτολοιγὸν Ἄρηα δηΐου ἐκ πολέμοιο κατὰ κλόνον, ἀλλὰ μέτελθε», «μετέσσυτο», τουτέστι μετῆλθε, «χαῖρε δὲ θυμῷ», καθὰ καὶ αὐτὸ ἐγράφη, «καί ῥʼ ἐπιεισαμένη», ἤγουν ἐπιπορευθεῖσα, «πρὸς στήθεα χειρὶ παχείῃ ἤλασεν», ἤτοι ἔτυψε καὶ συγκατέρριψε τῷ Ἄρεϊ. Φησὶ γὰρ «τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ. τὼ μὲν ἄρ», ἤγουν οὗτοι δή, «ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ», ὁ Ἄρης δηλαδὴ καὶ ἡ αὐτοῦ χειραγωγὸς Ἀφροδίτη, ἡ συκίνη ἐπικουρία. καὶ οὕτω καὶ νῦν αἰσχρῶς συγκαταμένει τῷ Ἄρει, ἡ καὶ ἐν Ὀδυσσείᾳ αἰσχρότατα συγκατακειμένη αὐτῷ, ὅτε Ἥφαιστος εἷλεν αὐτούς. ἄγει δὲ ἀλληγορικῶς τῆς χειρὸς ἑλοῦσα τὸν Ἄρην ἡ Ἀφροδίτη, ἐπειδὴ κέκρανται καὶ τὰ τοιαῦτα ἤθη ἀλλήλοις ἡρμοσμένα, τὰ κατὰ θυμὸν δηλαδή, ὃν ὁ Ἄρης δηλοῖ, καὶ τὰ κατὰ ἐπιθυμίαν, ἧς ἡ Ἀφροδίτη δηλωτική. διὸ καὶ παῖς αὐτῶν ἡ κατὰ μῦθον Ἁρμονία. καὶ ἄλλως δέ, σύμβολόν ἐστι τοῦτο τοῦ πολλοὺς πολέμους διὰ γυναῖκας γίνεσθαι, ὁποῖος καὶ ὁ καθʼ Ὅμηρον ὁ δεκαετής, ᾧ παρεοίκασι καὶ ἄλλοι κατὰ τὴν παλαιὰν ἱστορίαν. ὁ γοῦν ἱερός, φασί, καλούμενος πόλεμος, ὃς ὕστερον συνεκροτήθη διὰ Θεανὼ τὴν Θηβαίαν ἡρπαγμένην ὑπό τινος Φωκέως, ἔτει δεκάτῳ πέρας ἔσχε, Θηβαίων τὴν Φωκίδα ἑλόντων συμμαχίᾳ Φιλίππου. οὕτω δὲ καὶ Κιρραίων ἁρπασάντων Μεγιστώ, τὴν Πελάγοντος τοῦ Φωκέως, δεκάτῳ, φασίν, ἔτει ἑάλω ἡ Κίρρα. καὶ ἄλλως δέ, ὥσπερ ὁ Ἰλιακὸς πόλεμος διʼ Ἑλένην ἐγένετο, οὕτω καὶ ἕτεροι μέγιστοι διὰ γυναῖκας. καὶ ἐκτίθεται καὶ αὐτοὺς ὁ παλαιὸς λόγος, οἷον, ὡς ὁ Φιλίππου οἶκος ἀνετράπη διὰ τὸν Κλεοπάτρας γάμον, ὁ Ἡρακλέους διὰ τὴν Ἰόλην, ὁ Θησέως διὰ τὸν Φαίδρας, καὶ ἄλλοι διʼ ἄλλας. Καλῶς δὲ καὶ τῆς Ἀφροδίτης ἡ Ἀθηνᾶ, ὡς καὶ προγέγραπται, περιγίνεται καὶ συγκαταρριπτεῖ τῷ Ἄρει καὶ κεῖνται ἄμφω ἐπὶ χθονὶ πολυβοτείρῃ. καὶ θυμοῦ γὰρ καὶ ἐπιθυμίας, τῶν οὐκ ἐλλόγων, φρόνησις περιγίνεται. ἡ δὲ πρὸς τὰ στήθη πληγὴ καλῶς καὶ αὐτὴ ἔχει διὰ τὸν αὐτόθι κατὰ καρδίαν ἐξ ἀφροσύνης θυμόν. Ἰστέον δὲ ὅτι τῷ ἐκλείποντι μέν, αὖθις δὲ ἀνακτηθέντι, ἐπιλεχθήσεται τὸ «πυκνὰ μάλα στενάχων, μόγις δʼ ἐσαγείρατο θυμόν», ἤγουν συνέλεξε πνεῦμα ζωτικόν. ἐξ οὗ σύγκειται τὸ ζωγρεῖν θυμόν, ὡς ἐκ τοῦ θυμὸν ἀγείρειν τὸ θυμηγερέειν, οὗ προηγεῖται τὸ «ἔλιπε θυμός», ἀλλαχοῦ ῥηθέν. μετὰ γὰρ λειποθυμίαν ἀγείρεται ὁ θυμός. Ἰστέον δὲ ὡς ἐπὶ ἀναιδοῦς γυναικός, βοηθούσης ἀνδρὶ ὁμοίῳ, ῥηθήσεται τὸ «ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρεα». Τὸ δὲ «μέτελθε» καὶ τὸ «μετέσσυτο» ἢ καὶ νῦν ἐπὶ ἐκδικήσεως εἴληπται ἢ ἐπὶ τοῦ ὕστερον ἐλθεῖν, καθάπερ καὶ ἀλλαχοῦ. Ἐν δὲ τῷ «καί ῥʼ ἐπιεισαμένη» διὰ μόνην ἰατρείαν χάσμης ἐπενεβλήθη ὁ συναλιφεὶς ῥα σύνδεσμος. ὃ ποιεῖ καὶ ἑξῆς ὁ γε σύνδεσμος ἐν τῷ «σοὶ μὲν ὅ γʼ ἠπείλησε», καὶ «στεῦτο δʼ ὅ γʼ ἀμφοτέρων». Ὅτι ἀνδρεῖός τις ἐξευτελίζων ἀριστέα πολέμιον λέγοι ἂν παρῳδήσας τοιαῦτα «τοιοῦτοι νῦν πάντες, ὅσοι τῷ δεῖνι ἀρωγοὶ εἶεν, ὅτε» προμαχοίατο, «ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς» ὁ δεῖνα ἦλθεν ἐπίκουρος «ἐμῷ μένει ἀντιόων. τῷ κεν δὴ πάλαι ἂν ἐπαυσάμεθα πολέμοιο». Ἀθηνᾶ δὲ ταῦτά φησι ῥίψασα τόν τε Ἄρην καὶ τὴν Ἀφροδίτην. Τλήμονες δὲ νῦν οἱ εὔτολμοι. σημαίνει δέ ποτε ἡ λέξις καὶ τοὺς ταλαιπώρους καὶ δυστυχεῖς. Καλῶς δὲ καὶ νῦν τὸ ἀντιᾶν δοτικῇ συντέτακται, ὡς δηλοῦν ἐναντίωσιν. τὸ μέντοι «ἀντιόων ἑκατόμβης», καὶ τὸ «ἐμὸν λέχος ἀντιόωσαν» διὰ τί οὐχʼ ὁμοίως συντέτακται, προδεδήλωται. Ὅτι ὁ τῶν ἄλλων μαχομένων προκαλούμενος καὶ αὐτὸς ἀντίπαλόν τινα ἐρεῖ οὕτω «τί δὴ νῶϊ», τουτέστιν ἡμεῖς, «διέσταμεν», ἤγουν ἰδίᾳ ἱστάμεθα καὶ οὐ συμπλεκόμεθα πρὸς ἔριν. «οὐδὲ ἔοικεν ἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον, αἴ κʼ ἀμαχητὶ ἴομεν». Εἰ δὲ καὶ νεώτερός ἐστιν ὁ καλούμενος, πρέπει ῥηθῆναι καὶ τὰ ἑξῆς, οἷον «ἄρχε, σὺ γὰρ γενεῇφι νεώτερος· οὐ γὰρ ἔμοιγε καλὸν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα». Καὶ σημείωσαι ὅτι τε κἀνταῦθα ὁ λόγος ἐμπειρίαν τῇ πολυχρονιότητι καὶ σύνεσιν ἐπιμαρτύρεται, καὶ ὅτι νέοις πρέπει κατάρχειν τῶν τοιούτων. οἱ μέντοι τῷ χρόνῳ καθεστηκότες, κατάρχοντες μὲν ἁπλῶς οὕτω μάχης, οὐκ ἂν ἐπαινεθεῖεν, ἐρίζοντες δὲ κατʼ ἀνάγκην οὐκ ἂν μέμψιν ἔχοιεν. Ἐν δὲ τῷ «ἄρχε» ληπτέον κατὰ κοινοῦ τὴν γενικὴν τῆς μάχης ἐκ τοῦ ἀμαχητί ἐπιρρήματος, ἵνα λέγῃ ὅτι «ἄρχε μάχης». Ὅτι ὁ ὀνειδίζων τινὶ λήθην κοινῆς κακώσεως ἐρεῖ «νηπύτιε, ὡς ἄνοον κραδίην ἔσχες, οὐδέ νυ τῶν περ μέμνηαι, ὅσα δὴ πάθομεν κακά». μέρος δὲ τοῦτο τῶν ἐφεξῆς, ἐν οἷς Ποσειδῶν τὸν Ἀπόλλωνα προκαλούμενος εἰς μάχην ἄλλα τε ἔφη, ὡς ἀνωτέρω κεῖται, καὶ ὅτι καρδίαν ἄνοον ἔχει, μὴ μεμνημένος ὅσα ἔπαθον ἀμφότεροι κακὰ μόνοι θεῶν ἀμφὶ τὴν Ἴλιον, «ὅτε ἀγήνορι Λαομέδοντι πὰρ Διὸς ἐλθόντες θητεύσαμεν», φησίν, «εἰς ἐνιαυτὸν μισθῷ ἐπὶ ῥητῷ· ὃ δὲ σημαίνων ἐπέτελλε». καὶ ἐγὼ μέν, φησί, «Τρώεσσι πόλιν καὶ τεῖχος ἔδειμα εὐρύ τε καὶ μάλα καλόν, ἵνʼ ἄρρηκτος πόλις εἴη», ἅπερ ἐστὶν ἔπαινος πόλεως ὀχυρᾶς, «Φοῖβε. σὺ δὲ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης. ἀλλʼ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι ἐξέφερον, τότε νῶϊ», τουτέστιν ἡμᾶς, «ἐβιάσατο μισθὸν ἅπαντα Λαομέδων ἔκπαγλος, ἀπειλήσας δʼ ἀπέπεμπε. σοὶ μὲν ὅ γʼ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε δήσειν καὶ περάαν νήσων ἐπὶ τηλεδαπάων· στεῦτο δʼ ὅ γε», τουτέστιν ὥριζε καὶ διεβεβαιοῦτο κατὰ διάνοιαν, «ἀμφοτέρων ἀποκοψέμεν», ἢ ἀπολεψέμεν, «οὔατα χαλκῷ· νῶϊ δέ τʼ ἄψορροι κίομεν κεκοτηότι θυμῷ, μισθοῦ χωόμενοι, τὸν ὑποστάς», ἤγουν ὑποσχεθείς, «οὐκ ἐτέλεσε. τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθʼ ἡμέων πειρᾷ, ὥς κεν Τρῶες ὑπερφίαλοι ἀπόλωνται πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι». καὶ τοιαῦτα μὲν ὁ Ποσειδῶν. Ὁ μέντοι Ἀπόλλων οὐ πείθεται ἀντικαταστῆναι τῷ Ποσειδῶνι, ἀλληγορικῶς μὲν διὰ τὴν προρρηθεῖσαν αἰτίαν, μυθικῶς δέ, διότι αἴδετο «πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι». καὶ οὕτω μὲν ταῦτα. Ἰστέον δὲ ὅτι ὁ μὲν ποιητὴς οὔτε τὴν αἰτίαν παραδίδωσι διʼ ἣν ἐθήτευσαν, οὔτε ἀμφοτέρους ἀλλὰ τὸν Ποσειδῶνα μόνον δεῖμαι τὸ τῆς Τροίας τεῖχός φησι, τὸν δὲ Ἀπόλλωνα βόας βουκολεῖν. τῶν δὲ μεθʼ Ὅμηρον οἱ μὲν αἰτίαν τῆς ῥηθείσης θητείας ἀπέδωκαν τὴν ἐκ τοῦ Διὸς ποινήν, ὅτι συνδῆσαι αὐτὸν ἐβουλεύσαντο. ἕτεροι δέ φασιν, ὅτι οὐχὶ ἄκοντες ἀλλʼ ἑκόντες ἐθήτευσαν ξένοις ἐοικότες, ἵνα τὴν Λαομέδοντος ὕβριν πειράσωσιν. ὃ καὶ ἐν Ὀδυσσείᾳ ὁ ποιητὴς διδάσκει ἔθιμον εἶναι τοῖς θεοῖς. ὅθεν, φασί, θανόντος τοῦ ὑβριστοῦ Λαομέδοντος βοηθεῖ τοῖς Τρωσὶν Ἀπόλλων ἀντισηκούμενος τιμαῖς. ἐτιμᾶτο γάρ, ὥσπερ ἐν Χρύσῃ καὶ Κίλλῃ καὶ Τενέδῳ, οὕτω καὶ ἐν Ἰλίῳ. Ποσειδῶν δὲ, ἀγέραστος μείνας, μνησικακεῖ τοῖς ἀπογόνοις τοῦ ὑβριστοῦ. ταῦτά τε οὖν φασί τινες, καὶ ὅτι ἀμφότεροι τὸ Τρωϊκὸν τεῖχος ἔδειμαν. τοῦτο δὲ οἳ μὲν αὐτοχειρίᾳ γενέσθαι μυθεύονται, οἳ δὲ οὐκ αὐτοὺς θητεῦσαί φασιν, ἀλλὰ ἱερὰ τούτων κειμήλια δαπανηθῆναι εἰς ἀνέγερσιν τῆς Ἰλίου, κἀντεῦθεν ἀστείως πλασθῆναι, ὡς Ἀπόλλων καὶ Ποσειδῶν αὐτὴν ἔδειμαν. ἕτεροι δέ φασι δύο τινὰς τεχνίτας, ἀμισθὶ ἐργασαμένους, ἀναθέσθαι τὸ ἔργον Ἀπόλλωνι καὶ Ποσειδῶνι, ὅπερ ὁ μῦθος μεταβιβάζει ἐντεῦθεν εἰς αὐτούς. Μισθὸς δὲ ῥητὸς ὁ ὡρισμένος. ὅθεν καὶ ῥῆτραι αἱ ὡρισμέναι συνθῆκαι. ὡρισμένος δὲ, ὅν τις ὑπέστη, τουτέστιν ὑπέσχετο. διὸ μετʼ ὀλίγα ἔφη «μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσε». καιριωτάτη δὲ λέξις ὁ μισθός, διὸ καὶ ἐπιμένει αὐτῇ ἐνταῦθα ὁ ποιητὴς τετράκις αὐτὴν εἰπών. ἀπὸ δὲ ταύτης τὸ μισθαρνεῖν σύγκειται. Τὸ δὲ «εὐρύ» τε καὶ ἑξῆς, τείχους ἀγαθοῦ ἔπαινος. Τὸ δὲ βόας βουκολεῖν ταὐτολογίαν ἔχει περιττήν. ἤρκει γὰρ μόνον τὸ βουκολεῖν καὶ λειπόντων τῶν βοῶν. καὶ ἔστιν ὅμοιον τῷ οἶνον οἰνοχοεῖν καὶ τῷ κυνυλαγμός καὶ τοῖς τοιούτοις. καὶ ἐπὶ τούτων γὰρ περισσὸν ὁ οἶνος καὶ κύων διὰ τὸ συνυπακούεσθαι τῇ οἰνοχοείᾳ καὶ τῷ ὑλαγμῷ, ἴσως δὲ καὶ πρὸς διαστολὴν τῶν, ὡς ἀλλαχοῦ ἀκύρως ἔφη, βουκολουμένων ἵππων βόας ἐνταῦθα κυρίως βουκολουμένας ἔφη. βουκολεῖ δὲ ὁ Ἀπόλλων ὡς νόμιος. ἐπεὶ γὰρ κατὰ τοὺς παλαιοὺς οἱ λοιμοὶ ἀπὸ τετραπόδων ἄρχονται, αὐτοῖς ἐπέστησαν αὐτόν, ὅπως, φασί, τούτων ἀπεχόμενος πολλῷ μᾶλλον τῶν ἀνθρώπων ἀπέχοιτο, ἐν ἀλόγοις παιδοτριβούμενος τὸ περὶ τοὺς λογικοὺς προσηνές. καὶ ἄλλως δὲ νόμιος ὁ Ἀπόλλων, ἐπεὶ θερμαίνων ὡς ἥλιος τὴν γῆν πόας τοῖς θρέμμασιν ἀναδίδοσθαι ποιεῖ. ὅτι δὲ τὸ βουκολεῖν καὶ ἀποβουκολεῖν καὶ ἐπὶ τοῦ ἀπατᾶν κεῖταί ποτε παρὰ τοῖς μεθʼ Ὅμηρον, καὶ ἀλλαχοῦ δηλοῦται. Ἴδη δὲ οὐ μόνον ὄρους ὄνομα, ὡς μυριαχοῦ ἐφάνη, ἀλλὰ κατὰ τοὺς παλαιοὺς ἴδην καὶ τὴν τῶν ξύλων ὕλην Ἴωνές φασιν, ἤδη δέ ποτε καὶ Ἀττικοί. Κνημοὶ δὲ ὁρῶν τίνες εἰσί, καὶ αὐτὸ ἱκανῶς προεδηλώθη. Τὸ δὲ «πολύπτυχον» φανερῶς ἐνταῦθα ἐπίθετον ὂν ὄρους τῆς Ἴδης, πείθει καί, ὅτε πολύπτυχος Ὄλυμπος λέγεται, ὡς ἐπὶ ὄρους καὶ τότε τὴν λέξιν νοεῖν. Πολυγηθέες δὲ ὧραι ἢ ἐν αἷς χαίρουσιν οἱ θῆτες ἀπολαμβάνοντες τὸν μισθὸν ἢ καὶ καθόλου αἱ πολλοὺς εὐφραίνουσαι ὡς αὔξουσαι τοὺς καρπούς. τινὲς δὲ «πολυγηθέος» γράφουσιν, ἵνα λέγῃ «τέλος τοῦ πολυγηθέος μισθοῦ». Ἐνταῦθα δὲ τὸ «τέλος ἐξέφερον» τελεσφόρους καὶ τὰς ὥρας τοῦ ἐνιαυτοῦ εἶναι δηλοῖ, καθὰ καὶ τὸν ἐνιαυτόν. ὡς δὲ καὶ λάτρον ὁ ῥηθεὶς μισθὸς ἐλέγετο, δηλοῦσιν οἱ παλαιοί. ὅθεν καὶ λάτρις, ὡς ἐν τοῖς τοῦ γραμματικοῦ Ἀριστοφάνους κεῖται, ὁ ἐπιμίσθιος. ἀλλʼ ὅμως, φησίν, ἐπὶ δούλων τέτακται. λέγει δʼ ἐκεῖνος καὶ θῆτες, οἳ ὄντες ἐλεύθεροι μισθοῦ ὑπουργοῦσιν, ὡς καὶ ὁ Ἀπόλλων, ὥστε ταὐτόν ἐστι κατʼ ἐκεῖνον θὴς καὶ μισθωτός. θῆσσα μέντοι παρʼ αὐτῷ καινότερον ἄλλο τι δηλοῖ. θῆσσα γάρ, φησί, ἣν πατὴρ καταλέλοιπε πένης ὤν. αὕτη δέ, φησίν, ἐπὶ τὸν πλησίον τοῦ γένους πορεύεται κατὰ νόμον ἀναγκάζοντα τοῦτο, καὶ ὁ μὴ αἱρούμενος γῆμαι πέντε μνᾶς ἀποτίνει, ὡς ἔταξε Σόλων. ἐν δὲ τοῖς ἐπικαινισθεῖσι νόμοις μετέδοξε τοῦτο ὡς μικρὸν καὶ ἐγένοντο δέκα μναῖ. Τὸ δὲ «ἐβιάσατο» ἀντὶ τοῦ κατὰ βίαν ὑπεκράτησεν, ἐστέρησε, καὶ οὐ τὸν μισθὸν ἁπλῶς, ἀλλὰ τὸν μισθὸν ἅπαντα, ὅπερ ἄκρας βίας ἦν. Ἰστέον δὲ ὅτι ἐν τῷ «νῶϊ βιήσατο μισθὸν ἅπαντα» ἢ ἀντίπτωσίς ἐστιν ἀντὶ τοῦ νῶϊν, ἤγουν ἡμῖν, ἐβιάσατο τὸν μισθόν, ἢ καὶ ἄλλως ἔστιν εἰπεῖν, ὅτι ἡμᾶς ἐβιάσατο κατὰ τὸν μισθόν, ἢ καὶ ὅτι ἡμᾶς ἐβιάσατο, εἶτα κατʼ ἐπιδιόρθωσιν ἐπαγαγεῖν τὸ «μισθὸν ἅπαντα», ἵνα λέγῃ ὡς οὐχʼ ἡμᾶς αὐτοὺς ἐβιάσατο, ἀλλὰ τὸν μισθὸν ἡμῶν. Ὅρα δὲ καὶ τὸ τοῦ σεμνοῦ προσώπου ἐνταῦθα ἐπιεικές. ἠρκέσθη γὰρ ὁ Ποσειδῶν ἀγήνορα καὶ ἔκπαγλον εἰπὼν τὸν ὑβριστὴν βασιλέα, οὐδὲ ἐκπαγλότατον προσειπεῖν ἐθελήσας, καθά που ὁ Ἀτρείδης τὸν Ἀχιλλέα. Περᾶν δὲ καὶ ἐνταῦθα τὸ πέραν που διαπωλῆσαι, οἷον ἐν νήσοις τηλεδαπαῖς, ὡς ἐνταῦθα λέγεται. Γίνεται δὲ τὸ τηλεδαπόν ἀπὸ τοῦ τῆλε καὶ τοῦ ἔδαφος, ἵνα λέγῃ νήσους τηλεδαπάς, ὧν τῆλε καὶ μακρὰν τὸ ἔδαφός ἐστι. τοιαύτην δὲ παραγωγὴν ἔχει καὶ τὸ ἡμεδαπός καὶ ἀλλοδαπός, ὁ τοῦ ἡμετέρου δηλαδὴ ἐδάφους καὶ τοῦ ἄλλοθεν ἐδάφους. ὁμοίως καὶ τὸ «ποδαπὸς ὁ ξένος», ἤγουν ποίου ἐδάφους ἤτοι χώρας, γῆς. εἰ δὲ τοῦθʼ οὕτως ἔχει, ἄπορος κἀνταῦθα ἡ ὀξυτόνησις, ὡς καὶ ἐπὶ τοῦ Ἀσκληπιός, περὶ οὗ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν εἴρηται. εἰ γὰρ τὸ ἔδαφος προπαροξύνεται αὐτὸ καθʼ αὑτό, ἀπορίαν ἔχει, πῶς τά, ὡς εἴρηται, ἀπʼ αὐτοῦ ὀξύνονται. Τὸ δὲ «ἀποκοψέμεν οὔατα χαλκῷ» τινὲς ἀπολεψέμεν γράφουσιν, ὅ ἐστι σιδήρῳ τεμεῖν, ὁμοίως τῷ «περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψεν». οὗ θεματικὴ κλίσις τὸ λέπω, λέγω ὁ μέλλων. ἀφʼ οὗ κατά τινας καὶ μώλωψ, ὁ ἐκ βοείων λεμμάτων, οἱονεὶ βοόλωψ. ἐκ δὲ τοῦ λέπειν καὶ τῶν αὐτοῦ κινήσεων καὶ τὸ λεπτὸν γίνεται ὡς οἷον λεπιστόν, καὶ ἡ ὀρειώδης λεπάς, ὡς καὶ ὁ λεπρός, καὶ ἡ λεπρὰς πέτρα, ἐφʼ ἧς αἱ λεπάδες, καὶ τὸ ὀρεινὸν λέπας, καὶ ὁ τοῦ κρομύου λοπός, ἴσως δὲ καὶ ὁ κατʼ ὄρος λόφος ἐκ τοῦ λέλεφα παρακειμένου ἐνεργητικοῦ, καὶ ἐκ τοῦ μέσου ἡ λοπάς; ὡς καὶ λεπτὴ καὶ τραχεῖα. ἐκεῖθεν δὲ καὶ ἡ λεπίς καὶ τὸ λέπαδνον, ἴσως δὲ καὶ ἡ παρὰ τῷ Δειπνοσοφιστῇ λεπαστὴ ὀξυτόνως κύλιξ, ὡς τὸ καλή, ἢ παροξυτόνως, ὡς τὸ μεγάλη. τάχα γὰρ διὰ τὸ καὶ λεπτὸν καὶ ἐκπέταλον δὲ κατὰ τὰς λεπάδας ἔσχε τὸ καλεῖσθαι λεπταστή. οἱ μέντοι παλαιοὶ διὰ τὸ μεγάλην αὐτὴν εἶναι ἀπὸ τοῦ λάπτειν ὠνομάσθαι φασὶ διὰ τοὺς ἐπὶ μέθῃ ἀναλίσκοντας πολλά, οὓς λαφύκτας ἐκάλουν. χρῆσις δὲ λεπαστῆς παρὰ τῷ Κωμικῷ ἐν Εἰρήνῃ. ἔστι δὲ Δολόπων λέξις ἡ λεπαστή. ὡς δὲ καὶ μεγάλη ἦν, ὅθεν κυανοβενθῆ τις αὐτὴν ἔφη, δηλοῖ σὺν ἄλλοις καὶ Ἕρμιππος ἐν τῷ «ἂν ἐγὼ πάθω τι τήνδε τὴν λεπαστὴν ἐκπιών, τῷ Διονύσῳ πάντα τἀμαυτοῦ δίδωμι χρήματα». οἱ δὲ ταῦτα παραδόντες προφέρουσι καὶ παρακείμενον τοῦ λάπτω λάψω, οἷον «τὸ δέπας λέλαφας τοὐμὸν ὦναξ δέσποτα», ἤγουν ἄθρουν ἐξέπιες. Καὶ οὕτω μέν τινες «ἀπολεψέμεν» ἔγραψαν. ἄλλοι δὲ «ἀπολουσέμεν», ἤτοι κολοβώσειν. λοῦσον γάρ, φασί, παρὰ Κυπρίοις τὸ κολοβόν. Ὁ δὲ πατροκασίγηντος καὶ θεῖος λέγεται καὶ πάτρως καθʼ ὁμοιότητα τοῦ μήτρως, ὡς προδεδήλωται. Τὸ δὲ «μιγῆναι ἐν καλάμαις» δηλοῖ μὲν τὸ ἀντιστῆναι ἄχρι χειρῶν. ἔστι δὲ ὅμοιον πρὸς τὸ «ὅτʼ ἐν κονίῃσι μιγείης», ἤγουν ὅτε εἰς ἀγῶνα ἔλθῃς, ὡς καὶ τοῦτο προείρηται. Ἰστέον δὲ ὅτι ἔστιν εἰπεῖν ἀστείως ἐνταῦθα καταπαίζοντα τοῦ μύθου, ὅτι σωφρονέστερος Διὸς ὁ υἱὸς Ἀπόλλων. οὗτος μὲν γὰρ αἰδεῖται πατροκασιγνήτου μιγῆναι ἐν παλάμαις, ὁ δὲ Ζεὺς τοῦ πατρὸς οὐκ ἐφείσατο. Ἰστέον δὲ καὶ ὅτι τὸ «μισθοῦ χωόμενοι», ὃν «ὑποστὰς οὐκ ἐτέλεσεν» ἐπὶ μισθοῦ ποτε στερήσει λεχθήσεται. δῆλον δὲ ὡς καὶ ἐνταῦθα τὸ «ὑποστάς» ἀντὶ τοῦ συνταξάμενος καὶ ὑποσχόμενος. Τὸ δὲ «οὐκ ἐτέλεσεν» ἀρχή ἐστι καὶ αὐτὸ τοῦ λέγειν τελέσματα τὰ φορολογήματα. Τὸ δὲ «φέρεις χάριν», ἤγουν τὰ κεχαρισμένα ποιεῖς, Ἀττικόν ἐστι καὶ κοινόν, τὸ μέντοι εἰπεῖν «φέρεις ἦρα» ἢ «ἐπίηρα», ποιητικόν. Τὸ δὲ πρόχνυ προείρηται ὅτι δηλοῖ τὸ ἐπὶ γόνυ ἢ παντελῶς. Ὅτι φησὶν Ἀπόλλων πρὸς τὸν Ποσειδῶνα ἐρίζειν προκαλούμενον, ὡς «οὐκ ἄν με σαόφρονα μυθήσαιο ἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω δειλῶν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες, ἄλλοτε δʼ αὖ φθινύθουσιν ἀκήριοι». καὶ τοῦτο μὲν τοιοῦτον. ὅπως δὲ κατʼ ἀλληγορίαν ἀλλήλοις ἀντίπαλοι Ἀπόλλων τε καὶ Ποσειδῶν προείρηται, ὥσπερ καὶ περὶ Ἀρτέμιδος καὶ Ἥρας καὶ Λητοῦς καὶ Ἑρμοῦ. Ἰστέον δὲ καὶ ὅτι τὸ «οὐκ ἄν με σώφρονα μυθήσαιο» καὶ ἑξῆς ἕως τοῦ «δειλῶν» χρησιμεύσει τῷ μὴ θέλοντι περί τινων μικρῶν ἐρίζειν πρὸς μέγαν τινά. Τὸ δὲ ἐφεξῆς γνωμικόν ἐστιν, ἐξευτελίζον τὸ ἀνθρώπινον φῦλον, ὡς καὶ ἐν ἄλλοις. πλὴν ἐκεῖ μὲν ἐπλάτυνε τὸ νόημα, εἰπὼν περὶ τῶν φύλλων ὅτι τε φύονται καὶ ὅτι χαμάδις αὖθις χέονται, ἐνταῦθα δὲ περὶ μὲν τῶν φύλλων οὐδὲν εἶπε, περὶ δὲ τῶν ἀνθρώπων λέγει, ὡς ποτὲ μὲν ζαφλεγέες εἰσί, ποτὲ δὲ φθινύθουσιν, ἤγουν ποτὲ μέν εἰσι θερμοὶ καί, ὡς εἰπεῖν, ζῶντες, ποτὲ δὲ θνῄσκουσιν, ἵνα οἱ μὲν ζῶντες ὦσιν ὅμοιοι φύλλοις χλωροῖς τοῖς ἐπὶ τῶν δένδρων, οἱ δὲ θνῄσκοντες τοῖς χαμαὶ πίπτουσι. καὶ ἄλλως δέ, ζαφλεγέες μὲν οἱ μεγαλόφρονες καὶ λαμπροὶ καὶ ἀρίζηλοι, ὡς τοῦ φλέγειν καὶ ἐνταῦθα ἐπὶ λαμπρότητος τιθεμένου, καθὰ καὶ ἐπὶ Διομήδους ἐνοεῖτο καὶ ἐπὶ Ἀχιλλέως, ὅτε πῦρ ἐξ αὐτῶν ἀνήπτετο. φθινύθοντες δὲ καὶ ἀκήριοι οἱ οἷον ἀλαμπεῖς, ἢ καὶ ἄλλως, ἀφανεῖς, ὥσπερ εἰ μηδὲ ἔζων. Τούτοις δὲ ἀκόλουθον τοῖς νοήμασι καὶ τὸ «ἀρούρης καρπὸν ἔδοντες». οὐ γὰρ ἀργὸν οὐδὲ τοῦτο κεῖται, ἀλλὰ παιδευτικόν ἐστι τῶν ἀκροατῶν. καὶ εἰ μὲν ζαφλεγέας νοήσομεν τοὺς ζῶντας, ἁπλῶς λέγει ὅτι ζῶσι καρπὸν γῆς ἔδοντες, ὡς καὶ πολλὰ τῶν ἀλόγων. εἰ δὲ ζαφλεγέες εἰσὶν οἱ λαμπροί, δηλοῖ ὅτι ἐλλάμπονται καὶ μέγα φρονοῦσι, καὶ ταῦτα καρπὸν ἀρούρης ἔδοντες, οὐ μὴν ἀμβροσίαν καὶ νέκταρ ὡς οἱ θεοί. Ἔστι δὲ καὶ ἄλλως εἰπεῖν ζαφλεγέας μὲν τοὺς οἷον ἐμπυρίους διὰ τὸ δραστήριον καὶ θερμοὺς ἢ θερμὸν ἔργον δρῶντας κατὰ τὸν Κωμικόν, ἢ σεμνότερον φάναι, θερμουργοὺς ἢ καὶ αἰθερίους, εἴγε παρὰ τὸ αἴθειν καὶ ὁ αἰθὴρ καὶ οἱ ἀστέρες γίνονται. φθινύθοντες δὲ οἱ κατʼ ἐναντίον λόγον ἀδρανεῖς καί, ὡς εἰπεῖν, ἐκ τοῦ φλέγειν σβεσθέντες καὶ μεμαρασμένοι. Δειλοὺς δὲ ἀνθρώπους κἀνταῦθα συνήθως τοὺς δειλαίους φησίν, ἕτεροι δὲ τοὺς ἀτυχεῖς. Δείλας γάρ, φασί, πρῶτος τὸν εἰς φόνον κλῆρον εὕρηκε. καὶ λαλοῦσι μὲν οὗτοι οὐ πάνυ σαφῶς. ὃ δὲ λέγουσι τοιοῦτόν ἐστιν. εὕρημα ἦν Δείλαντός τινος τὸ κληροῦσθαι, ἤτοι λαγχάνειν, ἐπὶ φόνῳ, οἷον ἐπὶ μονομαχίᾳ ἢ θηριομαχίᾳ, ἢ καὶ ἄλλως ἐπὶ φόνῳ ἀδίκῳ, καὶ ἐξ αὐτοῦ δειλοὶ ἄνθρωποι οἱ ἀτυχοῦντες εἰς ζωὴν καί, ὡς ὁ ποιητὴς λέγει, ἀκήριοι, ὅ ἐστι νεκροί. Ἰστέον δὲ ὅτι μεταχωρούντων ἐνίοτε εἰς ἄλληλα τοῦ δ τε καὶ τοῦ θ, ὡς ἐπὶ τοῦ οὐθενῶ καὶ ἐξουδενῶ καὶ οὐδέτερον καὶ οὐθέτερον καὶ ἐπὶ ἄλλων, ὅμοιόν τι γίνεται καὶ ἐπὶ τοῦ ἔδω καὶ ἔσθω, ἄμφω γὰρ ἕν τι δηλοῦσι, τοῦ σ πλεονάσαντος ἐν τῷ ἔσθω. καὶ οὐκ ἔστι γενναίως ἀπισχυρίσασθαι περὶ τοῦ ἔδω καὶ ἔσθω, ποῖον ἐκ ποίου γέγονε. Τοῖς δὲ ῥηθεῖσιν ἐπάγει ὁ Φοῖβος καὶ τὸ «ἀλλὰ τάχιστα παυσώμεθα μάχης, οἳ δʼ αὐτοὶ δηριαάσθων», ἤγουν μαχέσθωσαν, ὃ λέγοι ἂν ὁ θέλων εἰρήνην μετά τινος, ἄλλοις δὲ παραχωρῶν, εἰ βούλοιντο ἐρίζειν. Ὅτι ἐν τῷ «πότνια θηρῶν Ἄρτεμις ἀγροτέρη» ἄδηλον εἴτε πότνια θηρῶν ἡ Ἄρτεμις λέγεται, ἤγουν ἡ εἰς τὸ θηρεύειν πότνια, εἴτε ἀγροτέρα θηρῶν, ἤτοι ἀγρευτικὴ τῶν θηρίων. οἱ δὲ παλαιοὶ ἀντὶ τοῦ δεσπότις ἐνταῦθα νοοῦσι τὸ πότνια. Ἀνακρέων οὖν φησι μεταλαβὼν «δέσποινα Ἄρτεμι θηρῶν». ὅτι δὲ καὶ ἀπολύτως ἀγροτέρα λέγεται Ἄρτεμις ἐπιθετικῶς παρʼ Ἀττικοῖ, δηλοῦσιν ἄλλοι τε καὶ ὁ Κωμικός, ἐν οἷς λέγει κατὰ χιλίων τῇ Ἀγροτέρᾳ εὔξασθαι. Ὅτι πρὸς τὸν ἑκουσίως παρὰ τὸ δέον ὑπεκστάντα μάχης ῥηθήσεται τὸ «φεύγεις δή», ὦ δεῖνα, τῷ δεῖνι «δὲ νίκην πᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας». Εἰ δὲ καὶ τοξότης ὁ ὑποχωρῶν εἴη καὶ ἀλαζών, προσαρμόσει καὶ τὰ ἑξῆς «νηπύτιε, τί νυ τόξον ἔχεις ἀνεμώλιον αὕτως; μή σευ νῦν ἔτι» ἀκούσω «εὐχομένου, ὡς τὸ πρίν», ἄντα τοῦ δεῖνος «ἐναντίβιον πολεμίζειν». Ἄρτεμις δὲ ταῦτα νείκεσε τὸν Ἀπόλλωνα κατὰ Ποσειδῶνος ἐρεθίζουσα καὶ δοκοῦσα ἐν τῷ «φεύγεις Ἑκάεργε» σκώπτειν ὡς παντὸς τοξότου, οἷς ἑκηβολεῖ, ἑτοίμου ὄντος φεύγειν, ὁ δὲ Ἀπόλλων οὐδέν τι προσέφη αὐτήν, οἷα καθάπαξ κυρώσας αἰδημόνως πρὸς τὸν θεῖον ἔχειν. Ἰστέον δὲ ὅτι τὸ «νείκεσεν» ἑρμηνεύων ὁ ποιητὴς ἐπάγει «καὶ ὀνείδειον φάτο μῦθον» ταὐτὸν γὰρ νεικεῖν καὶ ὀνειδίζειν. Τοῦ δὲ «ἐπέτρεψας» οὐκ ἔστιν ἐνταῦθα καιριωτέραν λέξιν εὑρεῖν. ὡς γὰρ ἐπιτρέπει τις οἶκόν τινι, οὕτω καὶ τὸ «νίκην ἐπέτρεψας». Τὸ δὲ «μέλεον εὖχος» ἀπʼ ἐναντίας ἐστὶ πρὸς τὸ «μέγα εὖχος» καὶ τὸ «μέγα κῦδος». Τὸ δὲ «μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω εὐχομένου» καὶ ἑξῆς, τὴν ψευδομάχην καὶ αὐτὸ αἰνίττεται τὴν ἐξ ἐναντιώματος ἐμφαινομένην τῇ κατὰ τὸν ἥλιον θερμότητι πρὸς τὸ μέγα ὑγρόν, τὸν θαλάττιον Ποσειδῶνα, καθʼ ἣν οὐδέν τι κατʼ αὐτοῦ γενναῖον δρᾷ ὁ ἥλιος, ἀλλὰ μένει ἐν τῷ δοκεῖν δύνασθαι. Ὅρα δὲ ὅτι δυνάμενος εἰπεῖν ὁ Ὅμηρος, «μή σου νῦν ἔτι ἀκούσω», τοῦτο μὲν εἰπεῖν ὤκνησεν, εἵλετο δὲ τὸ ποιητικώτερον ὡς καινότερον. Ὅτι καὶ ἐνταῦθα κεῖται σχῆμα ἐλλειπτικὸν ἐν τῷ «ἀλλὰ χολωσαμένη Διὸς κυδρὴ παράκοιτις. πῶς δὲ σὺ νῦν μέμονας, κύον ἀδδεές, ἀντίʼ ἐμεῖο στήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι», ἢ ἀντιφερίζειν. λείπει γὰρ ἐν τούτοις τὸ «ἔφη», ἵνα λέγῃ ὅτι χολωσαμένη Ἥρα κατʼ Ἀρτέμιδος ἔφη· «τί δὲ σὺ νῦν μέμονας», καὶ τὰ ἑξῆς. Καὶ σημείωσαι ὅτι αὐτὸς ὁ ποιητὴς ἐνταῦθα συσχηματισθεὶς οἷον τῷ πράγματι ὑπεσημήνατο τὴν τοῦ λόγου ἔλλειψιν προσφυῶς γενέσθαι τῷ χόλῳ τῆς Ἥρας, οὗ ἴδιον μὴ κρατεῖν ὀρθῆς φράσεως, ᾧ συνεξομοίωσε τὴν οἰκείαν φράσιν καὶ αὐτός. ἀτελῶς γὰρ ἔφρασε τὸ «χολωσαμένη Διὸς παράκοιτις», μηδέν τι πλέον προσθεὶς εἰς τελείαν ἔννοιαν, ἀλλὰ τὴν τοῦ οἰκείου λόγου βάσιν χωλεύειν ἀφείς, ὡς εἴπερ ἐχολώθη αὐτός, ὡς καὶ τοῦ χόλου ἐλλειπτικῶς ποτε φράζοντος. καὶ νῦν μὲν οὕτως ἡ ποιητικὴ φράσις ἔπαθεν, ὅπερ ἂν καὶ ὁ τῆς χολουμένης Ἥρας λόγος εἶχεν ἂν παθεῖν. Μετʼ ὀλίγα δὲ αὐτὴ ἡ Ἥρα θυμῷ χρωμένη ἐλλιπῶς ἐρεῖ ἐν τῷ «εἰ δὲ θέλεις μαθεῖν ὅσον φερτέρη εἰμί». ἱστᾷ γὰρ μέχρι τούτου τὸν λόγον μὴ πληρώσασα διὰ ῥήματος, καὶ εὐθὺς τύπτει τὴν Ἄρτεμιν. ἐν δὲ τοῖς ἑξῆς καὶ ὁ Ἀντηνορίδης Ἀγήνωρ διὰ δειλίαν εἰς λόγου ἔλλειψιν ἐμπίπτει, καὶ μετʼ αὐτὸν ὁμοίως ὁ Ἕκτωρ. τὰ γὰρ κατακρατοῦντα πάθη οὐκ ἐῶσιν ἀπαρτίζειν λόγον ἀνελλιπῶς. Ἰστέον δὲ ὅτι ἐν τῷ «ἀλλὰ χολωσαμένη Διὸς παράκοιτις» δύναται καὶ ἀπὸ κοινοῦ ῥῆμα ληφθὲν θεραπεῦσαι τὴν τοῦ ποιητοῦ ἔλλειψιν. ἐπεὶ γὰρ ἔφη προσεχῶς ἀνωτέρω «τὴν δʼ οὔ τι προσέφη Ἀπόλλων», εἶτα ἐπήγαγεν «ἀλλὰ χολωσαμένη Διὸς παράκοιτις», δύναται τὸ «προσέφη» καὶ ὧδε συνεξακουσθῆναι ἀπὸ κοινοῦ, ἵνα ᾖ, ὡς ὁ μὲν Φοῖβος οὐδέν τι προσέφη τὴν Ἄρτεμιν, ἡ δὲ Ἥρα προσέφη τάδε Ἔτι ἰστέον καὶ ὅτι λαλήσει ποτὲ ἀνὴρ ἀνδρεῖος πρὸς θρασὺν ἀγεννῆ παρῳδήσας τὸ τῆς Ἥρας πρὸς τὴν Ἄρτεμιν «πῶς δὲ νῦν σὺ μέμονας, κύον ἀδδεές, ἀντία ἐμοῦ στήσεσθαι; χαλεπός τοι ἐγὼ μένος ἀντιφερίζειν». Εἰ δὲ καὶ τοξότης ὁ ὀνειδιζόμενος καὶ ἐν δειλοῖς δοκῶν ἀνδρεῖος, ἁρμόσει παρῳδηθῆναι καὶ τὰ ἐφεξῆς οὕτω «τοξοφόρῳ περ ἐόντι, ἐπεί σε λέοντα γυναιξὶ θεὸς θῆκε», καὶ τὸ ἑξῆς. Τὴν Ἄρτεμιν δὲ ἡ Ἥρα ὀνειδίζουσα ὡς μὴ μάχιμον οὕτω φησὶν «ἐπεὶ σὲ λέοντα γυναιξὶ Ζεὺς ἔθηκεν», ὅ ἐστι λέαιναν, ὥς που καὶ προερρήθη, «καὶ ἔδωκε κατακτάμεν ἥν κʼ ἐθέλῃσθα», ἐν τοῖς αἰφνιδίοις δηλαδὴ θανάτοις τοῖς γυναικείοις, οἷς ἐπιστατεῖν δοκεῖ Ἄρτεμις, ὡς πολλαχοῦ τῆς Ὁμηρικῆς ποιήσεως φαίνεται. ἢ καὶ ἄλλως, ἐν τοκετοῖς, ἐπειδὴ λοχεία ἡ Ἄρτεμις λέγεται καὶ δοκεῖ προΐστασθαι τοκετοῦ. τοῦτο δέ, ἐπεί, φασί, πανσελήνοις εὐτοκώτατοι αἱ γυναῖκες. Τοῖς δὲ εἰρημένοις ἐπάγει ἡ Ἥρα καί τι ἕτερον, ὃ παρῳδηθὲν οἰκεῖόν ἐστι πρὸς κυνηγέτην ἀλαζονευόμενον. Ἔστι δʼ αὐτὸ τοιοῦτον «ἦ τοι», ἤγουν ὄντως σοί, «βέλτερόν ἐστι κατʼ οὔρεα θῆρας ἐναίρειν ἀγροτέρας τʼ ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι». Καὶ ὅρα ὅτι φανερῶς ἐνταῦθα ἐναίρειν οὐ τὸ σκυλεύειν, ἀλλὰ τὸ φονεύειν φησί, καὶ ὅτι γένος εἰπὼν τοὺς θῆρας εἶδος ἐπήγαγε τὰς ἐλάφους, ὃ καὶ ἐν ἄλλοις γέγονεν. Ἀγρότεραι δὲ καὶ νῦν ἔλαφοι ἢ ἁπλῶς αἱ ἄγριοι ἢ αἱ μὴ ταχὺ γηράσκουσαι, μακρόβιον γὰρ κατὰ τὴν ἱστορίαν καὶ ἡ ἔλαφος. Ὡς δὲ καὶ ἡμιόνων ἐπίθετόν ἐστι τὸ ἀγρότεραι, ὁ τῶν νεῶν Κατάλογος, εἴτʼ οὖν ἡ Βοιωτία, ἐδήλωσεν. Ἐκ δὲ τῶν ἐφεξῆς λόγων τῆς Ἥρας ἐρανίσεταί τι χρήσιμον ὁ παρῳδήσας τὸ θῆλυ αὐτῆς, καὶ ὁ διδάσκων τὴν ἑαυτοῦ ἀνδρίαν ἀγνοοῦντα πολέμιον, ὃς καλῶς ἂν ἐρεῖ τὸ «εἰ δʼ ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρʼ εὖ εἰδῇς, ὅσσον φέρτερός εἰμι, ὅτι μοι μένος ἀντιφερίζεις». ὡς δὲ ἐλλειπτικῶς ὁ λόγος οὗτος ἔχει, καθὰ καὶ προσεσημείωται, δῆλον αὐτόθεν. ἅμα γὰρ ἡ Ἥρα ἔφη τὸ «εἰ δʼ ἐθέλεις μαθεῖν, ὅσον φερτέρη εἰμί», καὶ αὐτίκα τύπτει τὴν Ἄρτεμιν, πραγματικῶς ἀποδιδοῦσα τὴν σύνταξιν, ὡς εἴπερ εἶπεν, ὅτι εἰ δʼ ἐθέλεις δαῆναι, ὅσον φερτέρη εἰμί, ἰδοὺ τύπτω σε μὴ δυναμένην ἀμύνασθαι, ἢ ἰδοὺ πάρεστί σοι αὐτοῖς ἔργοις μαθεῖν, ἵνα λέγῃ ἡ Ἥρα ὡς, εἴπερ ἐθέλεις γνῶναι, ἰδοὺ πάσχε. Ὅμηρος γὰρ τὴν τοῦ καιροῦ κατέπειξιν μιμούμενος ἐλλιπῶς τὸν λόγον προήγαγε. Ἔχει δὲ τὸ τοιοῦτον σχῆμα ὁμοιότητά τινα πρὸς τὸ «ἀλλʼ εἰ μὲν δώσουσι γέρας Ἀχαιοί» καὶ ἑξῆς. Τὸ δὲ «πολέμοιο δαήμεναι» καθʼ ὁμοιότητά τινα ἐρρέθη τοῦ «πολέμων εὖ εἰδώς» καὶ τῶν τοιούτων, πλὴν ὅσον ἐκεῖνα μὲν στρατιωτικὴν ἐπιστήμην μάχης δηλοῖ, τοῦτο δὲ ἁπλῶς οὕτω δηλοῖ τὸ περὶ πολέμου γνῶναι. Ἃ δὲ ἔπαθεν Ἄρτεμις, φράζει Ὅμηρος οὕτω «ἦ ῥα», ἤγουν ἔφη δὴ ἡ Ἥρα τὰ δηλωθέντα δηλαδή, «καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε» τὰς τῆς Ἀρτέμιδος, «σκαιῇ», ἤγουν ἀριστερᾷ χειρί, ὅπερ ἐστὶν ἰσχύος πολλῆς ἔνδειξις, «δεξιτερῇ δʼ ἂρ ἀπʼ ὤμων αἴνυτο τόξα· αὐτοῖσι δʼ ἂρ ἔθεινεν», ὅ ἐστιν ἔτυπτε, «παρʼ οὔατα μειδιόωσα ἐντροπαλιζομένην· ταχέες δʼ ἔκπιπτον ὀϊστοί». Καὶ ἰστέον ὅτι τόξα καὶ τὰ βέλη λέγει καὶ νῦν καὶ πᾶσαν τὴν τοξικὴν σκευὴν καθʼ ὁμοιότητα ἑτέρων τινῶν. ὡς γὰρ χοῖνιξ καὶ μέδιμνον τὸ μετροῦν καὶ τὸ μετρούμενον, οὕτω καὶ τόξα τά τε βάλλοντα καὶ τὰ βαλλόμενα, καὶ τὰ τούτων δεκτικά. ὅτι δὲ τῷ τοῦ τόξου ὀνόματι καὶ τοὺς ὀϊστοὺς συμπεριλαμβάνει καὶ ὅλως πᾶσαν, ὡς ἐρρέθη, τοξικὴν σκευωρίαν, διὸ καὶ τόξα πληθυντικῶς φησι, δηλοῦσι τὰ ἐπαγόμενα. λαβοῦσα γάρ, φησί, τὰ τόξα ἔτυπτε, ταχέως δʼ ἔκπιπτον ὀϊστοί. οὐ γὰρ τόξου ἐκπίπτουσιν ὀϊστοί, ἀλλὰ φαρέτρας. τόξοις ἄρα ἔτυπτεν, ἤτοι φαρέτρᾳ. Καὶ μετʼ ὀλίγα δὲ συνάγεσθαί φησι παρὰ τῆς Λητοῦς τὰ τόξα, ὅ ἐστι τὰ βέλη, «πεπτεότα», ἤγουν πεπτωκότα, «ἄλλυδις ἄλλα ἐν στροφάλιγγι κονίης», ἅπερ αὐτόθι ἔλιπεν Ἄρτεμις, ὅπερ ἔοικε πως αἰνίττεσθαι ὡς ἀπὸ μέρους ὁμοειδοῦς, ὡς οὐδὲ οἱ λοιποὶ ἀστερώδεις ὀϊστοί, τουτέστιν αἱ ἀπʼ αὐτῶν ἀκτινοβολίαι καὶ ἑκηβολίαι, ἦσαν ἄν, εἰ μὴ ἦν ἡ Λητώ. εἰ μὴ γὰρ νὺξ ἦν, εἰς ἣν μεταλαμβάνεται ἡ Λητώ, οὐκ ἂν εἶχον ἀκτινοβολεῖν φαίνοντες, οἷα ἡλίῳ ἐπιπροσθούμενοι. Ἐντροπαλιζομένην δὲ λέγει τὴν ὧδε καὶ ἐκεῖ τὰς ὄψεις ἐκτρέπουσαν πρὸς τὰς τῆς χειρὸς καταφοράς. Τὸ δὲ «σκαιῇ» καὶ «δεξιτερῇ» κατὰ κοινοῦ καὶ αὐτὸ τὴν σύνταξιν ἔχει ὡς ἀπὸ τῶν ῥηθεισῶν χειρῶν τῆς Ἀρτέμιδος ἐν τῷ «ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε». Τοῦ δὲ «πεπτεῶτα» τὸ ἁπλοῦν πεπτωκώς πεπτωκότος, καὶ ἐν συγκοπῇ πεπτῶτος, ὡς βεβρωκώς βεβρωκότος βεβρῶτος, οὗ χρῆσις παρὰ Σοφοκλεῖ. Εἰ δὲ πλεονασμὸν ἔχει τοῦ ε καὶ διφορεῖται κατὰ τὴν γραφήν, οὐ καινοπαθεῖ. κοινὰ γὰρ ταῦτα πάθη λέξεων καὶ μάλιστα ποιητικῶν. Ὅτι καὶ ἐνταῦθα τὸ ἴρηξ ψιλοῦται Ἰωνικῶς, ὡς δῆλον ἀπὸ ἐκθλίψεως. Φησὶ γὰρ «δακρυόεσσα δʼ ἔπειτα θεὰ φύγεν ὥς τε πέλεια, ἥ ῥά θʼ ὑπʼ ἴρηκος κοίλην εἰσέπτατο πέτρην, χηραμόν. οὐδʼ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν». ἔστι δὲ ὁ λόγος περὶ Ἀρτέμιδος, φυγούσης τὴν Ἥραν. Καὶ ὅρα ὅτι χηραμός ἡ κοίλη πέτρα, καθὰ ὁ ποιητὴς ἐξηγεῖται. καὶ μέχρι δὲ ἄρτι πολλοὶ τῶν Ἑλλαδικῶν καὶ μάλιστα τῶν κατὰ Πελοπόννησον χηλαμοὺς τὰς περὶ θάλασσαν ῥωγάδας πέτρας φασὶ κατά τινα παραφθοράν. Ὅτι δὲ ἀπὸ τοῦ ῥηθέντος χῶ καὶ ἡ χειὰ γίνεται, ἐν τοῖς ἑξῆς φανεῖται. Τὸ δὲ «κοίλην πέτραν, χηραμόν», ἑρμηνείαν τε ἔχει τοῦ χηραμοῦ, κοίλη γὰρ πέτρα ὁ χηραμός, καὶ ἐσχημάτισται κατὰ τὸ «περὶ γὰρ ῥά ἑ χαλκὸς ἔλεψε φύλλα καὶ φλοιόν». Τοῦ δὲ «ἔπτατο» ἐστὶ καὶ ἀπαρέμφατον παρʼ Εὐριπίδῃ τὸ διαπτάσθαι. χρῆσις δὲ πολλαχοῦ καὶ τῶν κινήσεων τοῦ ἐπτόμην, ὃ δεύτερος ἀόριστός ἐστι τοῦ ἐπτάμην. Ὅρα δὲ καὶ ὅτι τὴν πέλειαν τῇ αἴσῃ ὑπήγαγεν, ὡς καὶ τῶν τοιούτων τῷ μοιριδίῳ ὑποκειμένων. Τὸ δὲ «δακρυόεσσα φύγεν» δὶς ἐνταῦθά φησιν ὁ ποιητὴς διὰ τὸ τῆς φράσεως καίριον πρό τε τῆς παραβολῆς καὶ ἐν τῇ ἀποδόσει αὐτῆς. ἔνθα κεῖται καὶ τὸ «λίπε δʼ αὐτόθι τόξα», ἤγουν τὰ ὅπλα ὅλα τοῦ τοξεύειν. Ὅτι τὸ παρʼ ἡμῖν διαπληκτίζεσθαι δίχα προθέσεώς φησιν ὁ ποιητὴς πληκτίζεσθαι, εἰπὼν «ἀργαλέον δὲ πληκτίζεσθαι ἀλόχοισι Διός». δηλοῖ δὲ τὸ μάχεσθαι ἢ ἐρίζειν ἕως πληγῆς. Καὶ ὅρα ὅπως ὁ ποιητὴς παιδεύει διακεῖσθαι περὶ τὰ τῶν ἀρχόντων. Ἑρμοῦ δὲ ὁ ῥηθεὶς λόγος. Ἔνθα σημείωσαι, ὡς οὐκ αἰδεῖται ὁ τηλικοῦτος ἀδοξίαν εὔλογον, ἀλλὰ ἄτυφός ἐστιν. Εἴκει γοῦν τῇ Λητοῖ, ὡς καὶ προεγράφη ἐν τῇ υʹ ῥαψῳδίᾳ, εἰπὼν ὅτι τε «Λητοῖ, ἐγὼ δέ τοι οὔ τι μαχήσομαι», καὶ ὅτι οὐ δεῖ ταῖς Διὸς ἀλόχοις μάχεσθαι, ὧν μία καὶ ἡ Λητώ, διʼ ἣν ὁ Τιτυὸς ἐν Ἅιδῃ κολάζεται, ὡς ἐν Ὀδυσσείᾳ εἴρηται, καὶ ὅτι «ἀλλὰ μάλα πρόφρασσα», ἤτοι πρόθυμος ἢ ὡς ἐν πρωτολογίᾳ «εὔχεσθαι ἐμὲ νικῆσαι καρτερῇφι βίῃφι». τοῦτο δὲ καὶ ἄλλος τις παρῳδήσας εἴποι ἂν ἑκὼν εἴκων τινί. οὕτως ἐπιεικὴς ὁ Ἑρμῆς, καί, ὡς ἡ ποίησις λέγει, ἀκάκητα. διὸ καὶ Ἀργεϊφόντης ὁ αὐτὸς ἤτοι ἀργὸς φόνου. καὶ ἄλλως δέ, οὐκ ἔχει ὁ Ἑρμῆς, ὁ πλανήτης ἀστήρ, ἀντικαταστῆναι τῇ ἀλληγορουμένῃ Λητοῖ, ὅ ἐστι τῇ νυκτὶ ὡς οὐδὲ ἄλλος τις τῶν πλανήτων. ἀπίθανον γὰρ τὸ πλάσμα. ἢ πῶς ἂν μάχοιτο αὐτῇ πιθανολογικῶς, διʼ ἧς ἐκφαίνεται λάμπων, ὅπουγε καὶ πάντες οἱ πλανῆται πρὸς αὐτῆς εἰσι. Ζεὺς μὲν γάρ που, πλάνης ὢν καὶ αὐτός, ἅζεται μὴ νυκτὶ ἀποθύμια ἔρδῃ. Ἄρης δὲ καὶ Ἀφροδίτη, τῶν ἑπτὰ καὶ αὐτοὶ ὄντες, σὺν αὐτῇ ἐπικουροῦσι τοῖς Τρωσί. Ἥλιος δὲ καὶ Σελήνη εἰς παῖδας αὐτῇ ἐγγράφονται. Κρόνος μέντοι ταρταρωθεὶς οὐδετέροις ἐπικουρεῖ. πῶς οὖν ἔχοι ἂν ὁ Ἑρμῆς αὐτῇ ἀντιβαίνειν; Οἱ δὲ παλαιοὶ καὶ τοιαῦτά τινά φασιν. εἰρηνικὸς ὁ Ἑρμῆς, ὅθεν καὶ ἀνεῖται καὶ μίξεις φιλεῖ. καὶ ἐν Ὀδυσσείᾳ δὲ συνδεδέσθαι τῇ Ἀφροδίτῃ ἐθέλει διὰ τὸ τῶν φιλοκάλων ῥητόρων, ὡς εἰκός, ἐπαφρόδιτον ἐν γραφαῖς καὶ ἐπίχαρι. Διὸ καὶ οἱ Πελασγοὶ κατὰ τὴν ἱστορίαν ἐντεταμένον τὸν Ἑρμῆν, ἤτοι ὀρθιάζοντα, ἱδρύονται, καὶ μάλιστα τοὺς γέροντας Ἑρμᾶς γλύφουσι τοιούτους διὰ τὴν καὶ ἐν ἄλλοις λεγομένην ἀλληγορικὴν αἰτίαν, ἥπερ ἐστὶ τὸ τοὺς λογίους μάλιστα γέροντας γονιμωτέρους εἶναι τῶν ἔτι νεαζόντων καὶ οὔπω χρόνου ἐπιστημόνων. Σημείωσαι δὲ ὅτι καὶ ἐν τῇ ῥηθείσῃ θεομαχίᾳ τὸ σύνηθες πολυειδὲς ὁ ποιητὴς ἐνδείκνυται. Ἀθηνᾶ μὲν γὰρ δυοῖν περιγίνεται, ὡς δεδήλωται, Ἄρεος καὶ Ἀφροδίτης, τοῦ μὲν κατάρξαντος μάχης, τῆς δὲ λαβομένης αὐτοῦ. Ποσειδῶν δὲ καὶ Ἀπόλλων οὐδὲν δρῶσι κατʼ ἀλλήλων, οἷα Ποσειδῶνος μὲν προκαλεσαμένου, Ἀπόλλωνος δὲ ἀπειπόντος τὴν μάχην, οὐκ ἀγεννῶς, ἀλλʼ ἵνα μὴ ἐκπέσοι τοῦ σαόφρων εἶναι δοκεῖν, ὡς εἴρηται. Ἄρτεμις δὲ τύπτεται μὲν ὑπὸ Ἥρας τοῖς ἰδίοις τόξοις, οὐ μὴν προκαλεσαμένη ἔνστασιν, ἀλλὰ διότι τὸν Ἀπόλλωνα κατὰ Ποσειδῶνος ἠρέθιζε, πῦρ θυμοῦ σβεσθὲν ὀνειδείοις μύθοις ἀναρριπίζουσα. Ἑρμῆς δὲ οὔτε μάχεται τῇ ἀντιθέτῳ Λητοῖ οὔτε ἀμφήριστος ἀπαλλάττεται, ἀλλʼ ἑκὼν εἴκει καὶ ἐν τῷ «ὢ Λητοῖ, ἐγὼ δέ σοι οὐ μαχήσομαι» ἥττων πως αὐτῆς εἶναι ὁμολογεῖ, οὐχʼ ἁπλῶς, ἀλλʼ ὅτι Διὸς ἄλοχός ἐστιν, ἤγουν νοός, ᾧ συνοῦσα ἡ τῆς ἀλληγορίας Λητὼ ἀπρόσμαχός ἐστι τῷ Ἑρμῇ λόγῳ, λανθανομένῳ καὶ αὐτῷ. Ἥφαιστος δέ γε ὅπως πυρὶ φλεγέθων ἐνέπεσε τῷ ποταμῷ Ξάνθῳ καὶ οἷα διέθετο, προδεδήλωται. οὕτω καὶ ἐν τούτοις τῷ πολυφώνῳ Ὁμήρῳ ἀσύμπτωτός ἐστι καὶ ποικίλη ἡ τῆς ποιήσεως διασκευή. Ὅτι μυθικὸς ἐνταῦθα κλαυσίγελως πλάττεται, ἐν οἷς Ἥρα μὲν μειδιᾷ τύψασα, ὡς εἴρηται, τὴν Ἄρτεμιν, ἣ δὲ δακρυόεσσά τε, ὡς ἐρρέθη, φεύγει λιποῦσα τὰ τόξα τῇ μητρὶ συλλέξασθαι καὶ «δακρυόεσσα πατρὸς ἐφέζετο γούνασι κούρη». παρθενικὴ δὲ ἡ τοιαύτη ἀφέλεια. ἡ γοῦν Ἀφροδίτη ἐν τοῖς πρὸ τούτων καὶ τρωθεῖσα οὐδέν τι τοιοῦτον ποιεῖ, ὅτε ἐν τοῖς γούνασιν ἔπεσε τῆς μητρός, Ὁμήρου καὶ τὰ τοιαῦτα πολυειδῶς σχηματίζοντος. Οὐ μόνον δὲ δακρύει ἡ τοιαύτη κόρη, ἀλλὰ καὶ τρέμει, ὡς δηλοῖ τὸ «ἀμφὶ δʼ ἂρ ἀμβρόσιος ἑανὸς τρέμεν». ἐνταῦθα δὲ οὐ μόνον ὁ τοῦ σώματος τρόμος πολὺς ἐμφαίνεται, ἀλλὰ καὶ πέπλου λεπτότης διαδείκνυται. καὶ οὕτω μὲν ἀφελῶς ἡ κόρη διάκειται, κλαίουσα ἐφʼ οἷς ἀγεννῶς ἐρράπισται. ὁ δὲ πατὴρ «προτὶ οἷ», φησίν, ἤγουν πρὸς ἑαυτῷ, ταύτην εἷλε. Καί, ὡς εἰκός, «ἀνείρετο ἡδὺ γελάσας», οὐχʼ ὥστε μαθεῖν ὅπερ οἶδεν, ἀλλʼ ἁπλῶς οὕτω, καθὰ καὶ ἡ Θέτις ἀλλαχοῦ τὸν Ἀχιλλέα «τίς δή σε τοιάδʼ ἔρεξε, φίλον τέκος, Οὐρανιώνων»; Ἣ δὲ λέγει ὅτι «σή μʼ ἄλοχος στυφέλιξε, πάτερ, λευκώλενος Ἥρη», τοῦτο μὲν ἀφελῶς εἰποῦσα, βαρέως δὲ τὸ ἐφεξῆς, ἤγουν τὸ «ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται». Ἔνθα σημείωσαι ὅπως ἑαυτῇ μάχεται ἡ διαβολή. Ἄρης μὲν γὰρ ᾐτιάσατο τὴν Ἀθηνᾶν ὡς τοὺς θεοὺς ἔριδι ξυνελαύνουσαν, ἐνταῦθα δὲ ἡ Ἄρτεμις μέμφεται τὴν Ἥραν ὡς ἐξ αὐτῆς ἔρις καὶ νεῖκος τοῖς ἀθανάτοις. Καὶ ὅρα κἀνταῦθα τὸ «ἀμβρόσιος ἑανός», ἤτοι ἀμβρόσιος πέπλος, τοῦ ἐπιθέτου ληφθέντος ἀντὶ ὑποκειμένου. πέπλου γὰρ ἐπίθετον κυρίως ὁ ἑανός. τινὲς μέντοι ταὐτὸν ἡγοῦνται πέπλον καὶ ἑανὸν εἰπεῖν, ὡς δηλοῖ καὶ ὁ γράψας, ὅτι πέπλοι, οὓς ἐπερονῶντο μόναι γυναῖκες, οἳ καὶ ἑανοὶ καλοῦνται. Τὸ δὲ «πρὸς ἑαυτῷ ἔλαβεν», ὃ καὶ ἀσπάζεσθαι λέγεται, ὅ ἐστι πρὸς ἑαυτὸν σπᾶσθαι, τὴν δοτικὴν σύνταξιν ἔχει διὰ τὴν τῆς προς προθέσεως ἐγγύτητα. Ὁ δὲ τοῦ Διὸς γέλως δηλοῖ μὴ ἄξια δακρύων τὴν παῖδα παθεῖν. Γελᾷ δὲ οὐχʼ ἁπλῶς ὁ πατὴρ Ζεὺς ἐπὶ τῇ ἀφελεῖ κόρῃ, ἀλλὰ ἡδὺ καὶ οὐ πρὸς πικρίαν, οἵαν ὁ σαρδάνιος γέλως προφαίνει, παιδεύων ὡς οὐκ ἐξ ἀνάγκης χρὴ τὸν νοῦν ἔχειν πρὸς τοῖς θελήμασι τῶν ἀφελῶν εἴτε τέκνων εἴτε καὶ ἄλλως γνησίων, ἀλλʼ ἀμείβεσθαι γέλωτι τὰ σφῶν δάκρυα πρὸς ἔνδειξιν τοῦ γελοῖα κἀκεῖνα εἶναι. δεῖγμα δὲ τῆς κατὰ τὴν Ἄρτεμιν ἀφελοῦς νηπιότητος τὸ ἐπὶ γονάτων πατρικῶν κάθισμα. Κεῖται δὲ ἐν τῷ τόπῳ τούτῳ καὶ δύο Ἀρτέμιδος ἐπίθετα, τὸ «ἐϋστέφανος» ἤτοι εὔκοσμος, στέφανος γάρ, φασίν, ἢ στεφάνη γυναικεῖος κόσμος ἐπομφάλιος, καὶ τὸ «κελαδεινή», ἤγουν κῆλα δεινὰ ἔχουσα, τουτέστι βέλη, ἢ ὅτι Ἐγκέλαδόν τινα σὺν Ὠρίωνι ἀνεῖλε βιαζόμενον αὐτήν, ἢ διὰ τοὺς, ὡς καὶ ἐν ἄλλοις ἐδηλώθη, κελάδους ἤτοι θορύβους, οὓς ποιεῖ ἡ μὲν μυθικὴ Ἄρτεμις κυνηγετοῦσα, ἡ δὲ ἀλληγορουμένη αὔξουσα καὶ φθίνουσα. σελήνης γὰρ πάθη ἡ αὐξομείωσις, ὅτε κελάδοι ὡς ἐπὶ πολὺ περὶ ἀέρα γίνονται. Τὸ δὲ «ἐφῆπται» δοτικῇ καὶ νῦν συντέτακται, ἢ λόγῳ ἀντιπτώσεως, ἢ διότι ἀντὶ τοῦ ἐπήρτηται εἴληπται. Ὅτι διάθεσις λύσεως πολέμου ἑτεραλκοῦς τὸ ἐπορεύοντο οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες, ὡς τῶν μὲν νικηθέντων χωομένων, τῶν δὲ νικησάντων γαῦρον ἰόντων. Οἱ ποιητικοὶ δὲ ταῦτα δρῶσι δαίμονες μετὰ τὴν κατʼ αὐτοὺς μάχην. ὧν ἀνελθόντων ἐς Διὸς Φοῖβος κάτω μείνας ἐδύσετο Ἴλιον, δεδιὼς περὶ αὐτῇ, μὴ αὐθημερὸν ἁλῷ διὰ τὴν τοῦ Ἀχιλλέως ἀνδρίαν. Ὅτι θυμὸν μέγαν καὶ ῥωμαλεότητα δὲ Ἀχιλλέως δηλοῖ τὸ «Τρῶας ὁμῶς αὐτούς τε ὄλεκεν καὶ μώνυχας ἵππους», ὡς πᾶν τὸ παραπεσὸν κτείνοντος. Διὸ καὶ πάλιν εἰς παραβολὴν τὴν ἀπὸ πυρὸς ἐλθὼν ὁ ποιητὴς εἰκάζει τὴν τοῦ ἥρωος ἐντρέχειαν ἐμπρησμῷ πόλεως, ὃν οὕτω διὰ ταχέων φράζει «ὡς δʼ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἱκάνει ἄστεος αἰθομένοιο, θεοῦ δέ ἑ μῆνις ἀνῆκε, πᾶσι δʼ ἔθηκε πόνον, πολλοῖσι δὲ κήδεʼ ἐφῆκεν, ὣς Ἀχιλλεὺς Τρώεσσι πόνον καὶ κήδεʼ ἔθηκε». Καὶ ὅρα ὅτι, ὥσπερ ἀλλαχοῦ πόλεως ἅλωσιν συντομώτατα ἔφρασεν, οὕτω γὰρ ἔδει κατὰ τοὺς Τεχνικούς, ὡσαύτως καὶ νῦν τὸν ἐμπρησμόν. Ὅρα δὲ καὶ τὰ καίρια πάρισα τὰ ἐν τῷ τέλει τῶν στίχων, τὸ ἀνῆκε καὶ ἐφῆκε καὶ ἔθηκεν, ὧν τὸ μὲν ἐφῆκεν ἀντὶ τοῦ ἔπεμψε, τὸ δὲ ἀνῆκεν ἀντὶ τοῦ ἀνήγειρε καὶ ἀνέπεισεν, ὃ λαμβάνεταί ποτε καὶ ἀντὶ τοῦ ἀνεβλάστησεν, ὡς ἐν τῷ «ἀνῆκεν ἡ γῆ βοτάνας». δὶς δὲ εἶπε τὸ ἔθηκε διὰ τὸ τῆς λέξεως καίριον. παιδεύων δὲ ὁ ποιητὴς κἀνταῦθα εἰς θεομηνίαν ἀνάγει τὸν μέγαν πολιτικὸν ἐμπρησμόν. δῆλον δὲ ὅτι πλεονάζει ταῖς ἀπὸ τοῦ πυρὸς παραβολαῖς ὁ ποιητὴς εἰς δεῖγμα ἐνεργείας ἡρωϊκῆς καὶ δραστηριότητος. οἷον γάρ ἐστι τὸ πῦρ, πρὸ βραχέων εἴρηται. Ὅρα δὲ καὶ ὅτι ἐπετηδεύσατο ἐν μεγίστῳ καὶ πολυβλαβεῖ ἐμπρησμῷ μὴ μνησθῆναι τῆς τοῦ πυρός λέξεως, ἀρκεσθεὶς τῷ σημείῳ αὐτοῦ, τῷ καπνῷ, καὶ τῷ «αἰθομένου», ὅ ἐστι καιομένου. Ὅτι λογοειδὲς ἔπος καὶ σαφὲς τὸ «εἱστήκει δʼ ὁ γέρων Πρίαμος θείου ἐπὶ πύργου». καὶ καινὸν οὐδὲν ἐν πολυστίχῳ ποιήματι καὶ τοιαῦτα ἔπη εὑρίσκεσθαι, ὁποῖον σὺν ἄλλοις πολλοῖς καὶ τὸ «ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα». Θεῖον δὲ πύργον Τροίας φησίν, ᾧ λόγῳ καὶ ἱερὰν Τροίαν, ἢ καὶ διὰ τὸ θεόδμητον τῆς πόλεως, ἤτοι θεοδόμητον, ὡς πρὸ ὀλίγων γέγραπται. Τούτῳ δὲ ὁ ποιητὴς ἐπάγει ὅτι, ἐπεὶ ἐνόησεν ὁ γέρων Ἀχιλλέα πελώριον Τρῶας κλονοῦντα πεφυζότας, «οὐδέ τις ἀλκὴ γίνετο», ἀλλὰ δηλονότι ἑτεραλκῆ νίκην εἶχεν ὁ Ἀχιλλεύς, «οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε, ὀτρυνέων» στρατηγικῶς «παρὰ τεῖχος ἀγακλειτοὺς πυλωρούς· πεπταμένας ἐν χερσὶ πύλας ἔχετε», καὶ τὰ ἑξῆς. Καὶ σημείωσαι σχῆμα καὶ ἐνταῦθα ἐλλειπτικὸν καίριον ὡς πρὸς ἔπειξιν τῶν γινομένων. λείπει γὰρ τὸ «λέγων» ἢ τοιοῦτον τι, ἵνα εἴη τὸ ὅλον τοιόνδε· ὀτρυνέων πυλαωροὺς καὶ λέγων «πεπταμένας τὰς πύλας ἔχετε», ὅ ἐστιν ἀνεῳγμένας. εἴληπται δὲ λέξις ἐκ μεταφορᾶς τῶν ἐξηπλωμένων πτερύγων τοῖς πετομένοις, ὡς αὐτὸς ὁ ποιητὴς καθυποδείξει διὰ παραβολῆς ἐν τῇ ωʹ ῥαψῳδίᾳ. χαίρων δὲ τῇ λέξει Ὅμηρος ἐρεῖ καὶ μετʼ ὀλίγα πετασθῆναι τὰς πύλας, ὅ ἐστιν ἀνοιγῆναι. Ἀγακλειτοὺς δὲ πυλωροὺς λέγει τιμῶν καὶ αὐτοὺς τῇ ἐνδοξότητι, ὥσπερ τὸν πύργον τῇ θειότητι. Σημείωσαι δὲ ὅτι ἐνταῦθα δείκνυσιν ὁ ποιητής, ὡς ἡ προμνημονευθεῖσα ἐπὶ τῶν πύργων στάσις τῶν δημογερόντων λυσιτελεῖ ταῖς πόλεσιν ἐν καιρῷ μάχης. Πρίαμος γὰρ οὕτω γνοὺς κακῶς ἔχειν τὰ ἔξω τοῖς ἑαυτοῦ βαίνει χαμᾶζε καὶ λαλεῖ τὰ πρὸς ὠφέλειαν. τοῦτο δὲ καὶ προεκθέσεως τύπον ἐπέχει, ὡς τοῦ ποιητοῦ οἰκονομοῦντος παρεῖναι τὸν Πρίαμον τῷ τείχει, ὡς ἂν πλατυνεῖ καὶ διʼ αὐτοῦ τὴν ποίησιν μετʼ ὀλίγα ἐν τοῖς κατὰ τὸν Ἕκτορα. Αἰτίαν δὲ ὁ βασιλεὺς λέγει τοῦ χρῆναι ἄρτι ἀναπεπτᾶσθαι τὰς τῆς πόλεως πύλας τὸ τοὺς λαοὺς μέλλειν ἐλθεῖν προτὶ ἄστυ πεφυζότας, ἵνα εἰς τεῖχος ἀναπνεύσωσιν ἀλέντες, ὅ ἐστι συγκλεισθέντες, ἀθροισθέντες. «ἦ γὰρ Ἀχιλλεὺς ἐγγὺς ὅδε, φησί, κλονέων. νῦν ὀΐω», ἢ δισυλλάβως οἴω, «λοίγιʼ ἔσεσθαι». ταῦτα δὲ γενναίου στρατηγοῦ ἔπαινος, ὡς καὶ μετʼ ὀλίγα εὐθὺς τὸ «δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται», οἷα μηδενὸς δηλαδὴ τολμήσοντος ἔξω ἀντιστῆναι αὐτῷ, εἰ μὴ αἱ πύλαι κλεισθῶσι. Διὸ μετὰ τὸ «ἀναπνεύσωσιν ἀλέντες» κελεύει «αὖτις ἐπʼ ἂψ θέμεναι σανίδας πυκνῶς ἀραρυίας». ὃ περίφρασίς ἐστι τοῦ «κλείσατε τὰς πύλας», καθὰ καὶ τὸ «σανίδας πυκνῶς ἡρμοσμένας περιφραστικὴ ἑρμηνεία ἐστὶ τοῦ πύλας, ἔτι δὲ καὶ τοῦ θύρας. πύλαι γὰρ καὶ θύραι σανίδες εἰσὶ καὶ αὐταὶ ἀραρυῖαι πυκινῶς. Τὸ δέ γε ἀνοῖξαι οὕτω περιφράζει “οἳ δὲ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας”. Τοῦτο δὲ πρωθύστερόν ἐστι. πρῶτον γὰρ οἱ μοχλοί, τουτέστιν οἱ ὀχῆες, ἀπωθοῦνται, εἶτα αἱ πύλαι ἀνίενται, ὃ δηλοῦται διὰ τοῦ “ἄνεσαν”, ἤτοι ἀνῆκαν καὶ ἐχαύνωσαν. ἀλλαχοῦ δὲ τὸ ἀνοῖξαι καὶ τὸ κλεῖσαι συντομώτατα φράζων ἀνακλῖναι καὶ ἐπιθεῖναί φησιν. ὥστε κατὰ τὸν ποιητὴν ταὐτὸν τὸ ἀνοῖξαι πύλας καὶ ἀνεῖναι καὶ ἀναθεῖναι καὶ πετάσαι. Ἐπὶ δὲ τούτοις εἰπὼν ὅτι “αἳ δέ”, ἤγουν αἱ πύλαι, “πετασθεῖσαι τεῦξαν φάος”, φάος ἢ τὴν σωτηρίαν τῶν φευγόντων λέγει, ὡς καὶ ἐν τῷ “φάος δʼ ἑτάροισιν ἔθηκεν ἄνδρα βαλών”, ἢ καὶ αὐτὸ τοῦτο τὸ ἐξ ἡλίου φῶς, ἵνα λέγῃ τὸ παρακολουθοῦν τῇ ἀνοίξει τῶν πυλών. πολλάκις γὰρ ἐπιπροσθοῦσαι τῷ ἔξωθεν φωτὶ αἱ πύλαι φάος τεύχουσιν ἀνοιγεῖσαι. Ὅτι ἐν τῷ “οἳ δʼ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο δίψῃ καρχαλέοι, κεκονιμένοι, ἐκ πεδίοιο φεῦγον. ὃ δέ”, ἤγουν ὁ Ἀχιλλεύς, “σφεδανὸν ἔφεπʼ ἔγχεϊ, λύσσα δέ οἱ κῆρ αἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι” Ἡρόδωρος καὶ Ἀπίων ἐκτείνουσι τὸ “σφεδανῶν” ὡς μετοχήν, λέγοντες εἰλῆφθαι τὴν λέξιν ἀντὶ τοῦ “σφοδρῶς διώκων”. οἱ μέντοι πλείονες ὡς ἐπίρρημα λαμβάνοντες αὐτὸ “σφεδανόν” λέγουσι τὸ σπευστικὸν καὶ σφοδρόν. Τὸ δὲ “δίψῃ” θηλυκοῦ γένους ἐστί. τὸ γὰρ δίψος τῶν ὑστέρων ἐστίν. Ὅμηρος δὲ δίψαν οἶδεν, ὡς εὐθὺς δηλωθήσεται. Καρχαλέοι δὲ οἱονεὶ καρφαλέοι, ὅ ἐστι κατάξηροι τήν τε γλῶσσαν καὶ τὰ λοιπὰ τοῦ σώματος. ὅθεν μετʼ ὀλίγα κατὰ ἄστυ πεφυζότες “ἔπιόν τε ἀκέοντό τε δίψαν”. Ὅρα δὲ ὅτι τὸν μὲν Ἕκτορά που κύνα εἶπέ τις λυσσητῆρα, ἐνταῦθα δὲ αὐτὸς ὁ ποιητὴς ἔχεσθαι τὸν Ἀχιλλέα λύσσῃ φησὶ κραταιᾷ, σιγήσας τὸ τοῦ κυνὸς ὄνομα διὰ τὸ εὐφημότερον. Ὅτι θείας δυνάμεως δηλωτικὸν τὸ “ἐν μέν οἱ κραδίῃ θράσος βάλε, πὰρ δέ οἱ αὐτὸς ἔστη, ὅπως θανάτοιο βαρείας κῆρας ἀλάλκοι”. Φοῖβος δὲ οὕτω ποιεῖ ἐς Ἀγήνορα τὸν Ἀντηνορίδην, ἐξελθὼν εἰς μάχην αὖθις ἐκ τῆς πόλεως κατὰ τὸ σιωπώμενον, ἐφʼ ᾧ ἀντιτάξαι αὐτὸν τῷ Ἀχιλλεῖ πρὸς ἀποπλάνησιν τοῦ κατʼ εὐθὺ δρόμου, μὴ καὶ ὑψίπυλον Τροίην ἕλοιεν υἷες Ἀχαιῶν. Ἐν τῷ τόπῳ δὲ τούτῳ καὶ πτολίπορθον τὸν Ἀχιλλέα ὁ ποιητὴς καλεῖ, καὶ τὸ Τρωϊκὸν πεδίον μετʼ ὀλίγα Ἰλήϊον λέγει, ἤγουν Ἴλειον, τουτέστι περὶ ὃ τέθαπτο Ἶλος, ἐξ οὗ παρώνυμος ἡ πόλις, τὸ Ἴλιον. τινὲς δὲ Ἰδήϊον πεδίον γράφουσι τὸ τῇ Ἴδῃ ὑποκείμενον διὰ τὸ εὐθὺς ἐπαγαγεῖν τὸν ποιητὴν “ὄφρʼ ἂν ἵκωμαι Ἴδης κνημούς”. Ὅτι πολύφροντιν ἄνδρα δηλοῖ τὸ “πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι”. ἀλλαχοῦ δὲ “πόρφυρε κιόντι” ἐρρέθη. τί δὲ τὸ πορφύρειν, πολλαχοῦ ἡρμήνευται. Ὅτι οἱ πείσαντες τὸν Ἀγήνορα λογισμοὶ ἀντιστῆναι νῦν τῷ Ἀχιλλεῖ τοιοῦτοι, ὡς εἰκός, ἦσαν “ᾤμοι ἐγών, εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος φεύγω, τῇ περ”, ἤγουν ὅπου, “οἱ ἄλλοι ἀτυζόμενοι φοβέονται”, ἢ κλονέονται, “αἱρήσει με καὶ ὣς καὶ ἀνάλκιδα δειροτομήσει· εἰ δʼ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω Πηλείδῃ Ἀχιλῆϊ, ποσσὶ δʼ ἀπὸ τείχεος ἄλλῃ φεύγω πρὸς πεδίον”, τό, ὡς εἴρηται, Ἰλήϊον, “ὄφρʼ ἂν ἵκωμαι Ἴδης τε κνημούς”, τοὺς προερμηνευθέντας, “κατά τε ῥωπήϊα δύω”, ἤγουν ὑπεισέλθω δάση τὰ καὶ αὐτὰ προδηλωθέντα, “ἑσπέριος δʼ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο, ἱδρῶ ἀποψυχθείς, προτὶ Ἴλιον ἀπονεοίμην”. Καὶ μέχρι τούτων ἐλθὼν καὶ συνεὶς ὅτι οὐ καλῶς ἐνταῦθα νοεῖ, ἐγκόπτει τὸν ἐφεξῆς εἱρμὸν τοῦ λόγου, καὶ ἀφεὶς ἀναπόδοτον κατὰ σχῆμα ἐλλείψεως ἐπισημαίνεται τὸ κακόβουλον, εἰπὼν “ἀλλὰ τί μοι ταῦτα φίλος διελέξατο θυμός”; Εἶτα οἷον ἐπιδιορθούμενος ἐπάγει “μή με ἀπαειρόμενον πόλιος πεδίονδε νοήσῃ καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν”, ὡς μὴ ἂν ἰσχῦσαι φυγεῖν ἐς τὴν Ἴδην. καὶ ἔστι καὶ ἐνταῦθα ἕτερον ἐλλειπτικόν. ἐν γὰρ τῷ “μή μʼ ἀπαειρόμενον πόλιος νοήσῃ” καὶ ἑξῆς, λείπει τὸ δείδια ἤ τι τοιοῦτον, ἵνα λέγῃ, ὅτι δέδοικα μή με ποδωκείᾳ καταλαβὼν Ἀχιλλεὺς ἀνέλῃ. Δυσὶ δὲ τούτοις ἐλλειπτικοῖς σχήμασιν ἐπάγει καὶ ἀσύνδετον τὸ “οὐκέτʼ ἔπειτʼ ἔσται θάνατον ἀλύξαι”. δῆλον δὲ ὅτι γοργότητα ποιοῦν καὶ τὸ ἀσύνδετον, καθὰ καὶ τὰ ἐλλειπτικά, ἀγωνιῶντι προσώπῳ οἰκειοῦνται καὶ ἀποστενοῦσι τὸν λόγον ὡς οἷα τῷ προσώπῳ συνεπισπεύδοντα καί πως μὴ δυναμένῳ λαλεῖν ἀκέραια, συμβαλλόμενα πρὸς τοῦτο καὶ αὐτά. εἶτα ἐπιρρώσας ἑαυτὸν ὁ Ἀγήνωρ, καθὰ ῥηθήσεται, ἀποκαθίσταται εἰς τὸ μὴ φυγεῖν ἀλλʼ ἀντιστῆναι τῷ Ἀχιλλεῖ. ὅτι δὲ μόλις ἐκφεύγει τὸ μὴ θανεῖν ἁρπαγεὶς ὑπὸ τοῦ Ἀπόλλωνος, μετʼ ὀλίγα καὶ αὐτὸ δηλωθήσεται. Ἰστέον δὲ ὅτι ἡ πρώτη ἔλλειψις δύναται θεραπευθῆναι ἐν τῷ “ἑσπέριος δʼ ἂν ἔπειτα”, εἴπερ νοηθείη ὡς ἑσπέριος δὴ ἄν, ἵνα λέγῃ ὅτι, εἰ φύγω πρὸς πεδίον ὡς εἰς τὴν Ἴδην καὶ τῷ τέως ὑποδύσομαι τὰ ῥωπήϊα, πρὸς ἑσπέραν δὴ ἔπειτα λουσάμενος ἐπανελεύσομαι. Ἐν τούτοις δὲ ἰστέον καὶ ὅτι στρατιωτικὸν λουτρὸν δηλοῖ ὁ ποιητὴς ἐν τῷ “ἑσπέριος λοεσσάμενος ποταμοῖο, ἱδρῶ ἀποψυχθείς”, καὶ ὅτι ὁ μεταβουλευσάμενος καὶ οἷον εἰπὼν ἐν ἑαυτῷ, ὡς ἕτερός με θυμὸς ἀνῆκεν, εἴποι ἂν καὶ τό “ἀλλὰ τί μοι ταῦτα φίλος διελέξατο θυμός” ἔνθα δὲ φανερὸς ὁ κίνδυνος, λεχθείη ἂν τὸ “οὐκέτʼ ἔπειτα ἔσται θάνατον καὶ κῆρας ἀλύξαι”. Ἰστέον δὲ ὅτι τὸ “ἄλλῃ φεύγω”, τουτέστιν ἀλλαχοῦ, ἐπιρρηματικὸν καὶ νῦν ὄν, ὅμως προσγεγραμμένον ἔχει τὸ ι, ὡς ἀπὸ δοτικῆς γεγονός, καθὰ καὶ τὸ ταύτῃ ἀντὶ τοῦ οὕτως, καὶ τὸ ἑτέρῃφι παρʼ Ἡσιόδῳ ἀντὶ τοῦ ἑτέρως. Τὸ δὲ “ποσὶ φεύγω” πρὸς διαστολὴν ἐφράσθη τοῦ ἄλλως φεύγειν, οἷον ψυχῇ, ὃ προηγεῖται τοῦ φεύγειν ποσίν, ὥσπερ καὶ τὸ “μάρψῃ πόδεσσι” διέσταλται τοῦ ἄλλως μάρπτειν, ὅπερ μάλιστα κυριολεκτεῖσθαι εἴωθεν ἐπὶ χειρῶν. Τὸ δὲ “ποταμοῖο” λείπεται προθέσεως. ἔστι γὰρ ἀντὶ τοῦ ἐπὶ ποταμοῦ. Τοῦ δὲ “ἀποψυχθεὶς ἱδρῶ” οὐκ ἔστι φράσαι καιριώτερον οὐ γὰρ ἀπονίζεται οὐδὲ ἀποψᾶται ἁπλῶς τοιοῦτος ἱδρώς, ἀλλʼ ἐπὶ ἀναψυχῇ, ἧς δηλωτικὸν τὸ ἀποψυχθείς, ἑτεροῖον ὂν τοῦτο παρὰ τὸ ἀποψυγῆναι, ὃ κυρίως ἐπὶ φυτῶν κεῖται. Τὸ δὲ “φίλος θυμός” ταὐτὸν τῷ φίλον ἦτορ. Τὸ δὲ “ἀπαειρόμενον πεδίονδε” ἀντὶ τοῦ ταχὺ φεύγοντα ὡς οἷον ἀέριον φερόμενον. Ὅτι ὁ ῥηθεὶς Ἀγήνωρ, ὃν δῖον ἀμύμονά τε κρατερόν τε λέγει, οἶδε μὲν ὅτι λίην κρατερὸς περὶ πάντων ἔστʼ ἀνθρώπων ὁ Ἀχιλλεύς, πείθει δὲ ὅμως ἑαυτὸν μετὰ τοὺς ῥηθέντας ἀνωτέρω διαλογισμοὺς θυμὸν ἀναλαβέσθαι καὶ ἀντιστῆναι. Φησὶ γὰρ “εἰ δέ κεν οἱ προπάροιθε πόλιος κατεναντίον ἔλθω, καὶ γὰρ δὴ καὶ τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ, ἐν δὲ ἴα ψυχή. θνητὸν δέ ἕ φασʼ ἄνθρωποι ἔμμεναι· αὐτάρ οἱ θεὸς κῦδος ὀπάζει”. ὁ δὲ τοιοῦτος νοῦς προσαρμόσει ἀνδρὶ ἀσθενεστέρῳ κατατολμῶντι γενναιοτέρου τινός. Σημείωσαι δὲ καὶ ὅτι ἐνταῦθα ἔλλειψίς τίς ἐστιν. ἐν γὰρ τῷ “εἰ δέ οἱ κατεναντίον ἔλθω” δοκεῖ λείπειν τὸ ἴσως ἀνέλω αὐτὸν ἢ τοιοῦτόν τι, ὅπερ ὀκνῶν εἰπεῖν ὁ Ἀγήνωρ ἐνέλειψεν. οὕτω γὰρ εὐοδοῦται ἐφεξῆς τὸ “καὶ γὰρ δὴ τούτῳ τρωτὸς χρώς”. ἄλλως μέντοι εἰ μὴ ἐλλειπτικὸς ἐνταῦθα ὁ λόγος, περισσός ἐστιν ὁ γαρ σύνδεσμος, ἵνα λέγῃ ὅτι, εἰ δέ οἱ ἀντίος ἔλθω, καὶ τούτῳ τρωτὸς ὁ χρώς. εὕρηται δὲ πολλαχοῦ καὶ ἐν Ὀδυσσείᾳ ἐκ περισσοῦ κείμενος ὁ τοιοῦτος σύνδεσμος, ὥσπερ καὶ ὁ και καὶ ὁ δε καὶ ὁ ἀλλὰ καὶ ἕτεροι. Ὅτι θυμὸν παρδάλεως ἱστορῆσαι βουλόμενος Ὅμηρος καὶ ὡς ἑαυτὴν ἐπιρρίπτει θανάτῳ, παραβάλλει αὐτῇ τὸν εἰρημένον Ἀγήνορα, λέγων ὅτι ἀλείς, ὅ ἐστι συστραφείς, ἔμενε τὸν Ἀχιλλέα, “ἐν δέ οἱ ἦτορ ἄλκιμον ὡρμᾶτο πολεμίζειν ἠδὲ μάχεσθαι. ἠΰτε πόρδαλις εἶσι βαθείας ἐκ ξυλόχοιο ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ· εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν, ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη, οὐκ ἀπολήγει ἀλκῆς πρίν γʼ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι· ὣς Ἀγήνωρ οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτʼ Ἀχιλῆος”. Ἰστέον δὲ ὅτι ὡς τὰ πολλὰ ἡ ποίησις πόρδαλιν λέγει διὰ τοῦ ο παρὰ τὸ προάλλεσθαι, πλεονάσαντος τοῦ δέλτα. ἐν δὲ ῥητορικῷ παλαιῷ Λεξικῷ εὕρηται οὕτως. πόρδαλιν, οἱ ἄλλοι, Ἀττικοὶ δὲ πάρδαλιν. Ὅμηρος δὲ τὸ μὲν ζῷον διὰ τοῦ ο, τὴν δορὰν δὲ διὰ τοῦ α. Θηλυκῶς δὲ κἀνταῦθα ἡ ξύλοχος, δηλοῖ δὲ τὸν ὑλώδη καὶ δασὺν τόπον ὡς ξύλα ἔχοντα. Τὸ δὲ “οὐ ταρβεῖ οὐδὲ φοβεῖται” ἀντὶ τοῦ οὔτε δειλιᾷ οὔτε φεύγει. Τὸ δὲ “ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ” τινὲς γράφουσιν “ἐπεὶ κυνηλαγμὸν ἀκούσῃ”, διὰ τὸ γράψαι που τὸν Στησίχορον “ἀπειρεσίου κυνηλαγμοῦ”. παλαιὸς δέ τις, μεμφόμενος τὴν τοιαύτην γραφήν, φησὶν ὅτι οὐχʼ ὁρῶ πλέον τι ἐκ τοῦ συνθέτου. καὶ χωρὶς γὰρ κυνὸς ὑλαγμὸς ἐπὶ κυνῶν ἀκούεται, ὡς ἐπὶ ἵππων χρεμετισμός. ἄλλως τέ φησι τὰ εἰς μος τῷ γ παραληγόμενα μετὰ προθέσεως συντίθενται μενούσης τῆς αὐτῆς τάσεως, ἤγουν τοῦ αὐτοῦ τόνου, οἷον παιγμός ἐμπαιγμός, κηρυγμός ἐκκηρυγμός. ἔδει οὖν καὶ τὸ ὑλαγμός τοιοῦτόν τι παθεῖν καὶ μὴ συντεθῆναι μετʼ ἄλλου μέρους λόγου. Ὅρα δὲ καὶ ὅτι διαφέροντα κἀνταῦθα κεῖνται τὸ οὐτάσῃ» καὶ τὸ «βάλῃ». Τὸ δὲ καὶ περὶ δουρὶ πεπαρμένην τὴν πάρδαλιν μὴ λήγειν ἀλκῆς καὶ σῦς πάσχει καὶ ἕτερα ζῷα θυμομαχοῦντα ἐν τοῖς κινδύνοις. Ξυμβλήμεναι δὲ τὸ πλησιάσαι καὶ συμμῖξαι. Ὅτι τὸ «ἀσπίδα πρόσθεν ἔσχετο Ἀγήνωρ» ἀντὶ τοῦ προεβάλετο εἰς φυλακὴν τοῦ σώματος. Ὅτι πρὸς θρασυνόμενον στρατηγὸν εἰκῇ κατὰ πόλεως εἴποι ἄν τις σώφρων πολίτης ἀριστεὺς τοιαύτα «ἦ δή που» ἢ «ἤδη που», «μάλʼ ἔολπας ἐνὶ φρεσί, φαίδιμε δεῖνα, ἤματι τῷδε πόλιν πέρσειν. νηπύτιε, ἦ τʼ ἔτι», ἤγουν ὄντως ἔτι, «πολλὰ τετεύξεται ἄλγεα ἐπʼ αὐτῇ· ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν», ἤγουν ἐσμέν, «οἳ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν Ἴλιον εἰρυόμεσθα» ἢ «εἰρυσόμεθα, σὺ δʼ ἐνθάδε πότμον ἐφέψεις ὧδʼ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής». πρὸς Ἀχιλλέα δὲ ταῦτα ὁ Ἀγήνωρ φησί, φθάνων ἐπαίνοις γεραίρειν τὸν κατʼ αὐτοῦ νικητὴν ἐσόμενον. Ὅρα δὲ ὅτι ἀντὶ τοῦ «νήπιε» κοινοῦ ὀνόματος καὶ συνήθους ἐν πολλοῖς τῷ ποιητῇ τὸ «νηπύτιος» ποιητικὸν ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ ἐπλεόνασεν. Εἰρύεσθαι τὸ φυλάττειν ἀπὸ τοῦ ἐρύω πλεονασμῷ τοῦ ι, ὥσπερ καὶ ἐῶ εἰῶ καὶ ἐρωτῶ εἰρωτῶ. Τὸ δὲ «ἐφέψεις» ἀντὶ τοῦ ἀκολουθήσεις, διώξεις, καταλάβῃς. τοιοῦτον οὖν πάντως καὶ τὸ πότμον ἐπισπεῖν, ἐπειδὴ καὶ τὸ ἐφέψειν, ὃ δὴ μέλλων ἐστὶ τοῦ ἐφέπω ῥήματος, ταὐτὸν δύναται τῷ ἐπισπεῖν. Τὸ δὲ «τοκέων ἀλόχων τε καὶ υἱῶν» ἔν τισιν ἀντιγράφοις μετὰ τὸ «ἀλόχων» ἔχει κείμενον τὸ «τοκέων». Ὅτι ἀστείως εἴρηται περὶ Ἀγήνορος τὸ «ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε» κατὰ Ἀχιλλέως. ἔχει γάρ τι γλυκείας ἀντιθέσεως ἐνταῦθα τὸ ὀξὺ καὶ τὸ βαρύ. τινὰ δὲ τῶν ἀντιγράφων «παχείης χειρός» γράφουσιν. Ὅτι ἀλλαχοῦ μὲν τὴν χρυσῆν πτύχα τῆς ἀσπίδος τοῦ Ἀχιλλέως θεοῦ δῶρα εἶπεν ὁ ποιητής, ὡς ἐκεῖ ἐγράφη, ἐνταῦθα δὲ τὴν ἐκ κασσιτέρου νεοτεύκτου κνημῖδα οὕτω καλεῖ, εἰπὼν «θεοῦ δʼ ἠρύκακε δῶρα». Σημείωσαι δʼ ἐνταῦθα καὶ ὅτι «ἔβαλε» τίθησιν οὐκ ἐπὶ πληγῆς καὶ σαρκῶν ψαύσεως. φησὶ γὰρ «καί ῥʼ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδʼ ἀφάμαρτεν· ἀμφὶ δέ οἱ κνημὶς σμερδαλέον κονάβησε, πάλιν δʼ ἀπὸ χαλκὸς ὄρουσε βλημένου οὐδʼ ἐπέρησε». ὥστε βαλεῖν λέγεται καὶ τὸ ἁπλῶς εὐστοχῆσαι, κἂν μὴ διακύψῃ τὸ βέλος ἐντός. πλείων δʼ ὅμως ἡ ἑτέρα χρῆσις. διὸ κατὰ παράχρησιν Ὅμηρος εἰπὼν ἐνταῦθα «ἔβαλε κνήμην» ἐπάγει πρὸς ἑρμηνείαν τὸ «οὐδʼ ἀφάμαρτεν». εἶτα πρὸς πλείω σαφήνειαν λέγει «πάλιν δʼ ἀπὸ χαλκὸς ὄρουσεν», ἤτοι ὀπίσω ὥρμησεν. οὗπερ αὖθις ἐφερμηνευτικὸν τὸ «οὐδʼ ἐπέρησε». τὸ γὰρ ὁρμῆσαν ὀπίσω πάντως οὐκ ἐπέρησεν ὡς προκύψαι ἐπὶ τὰ ἐντός. Ἰστέον δὲ ὅτι, καθὰ πολεμῶ πολεμίζω, νεμεσῶ νεμεσίζω, οὕτω διχῶς καὶ κοναβῶ καὶ κοναβίζω. δοκεῖ δὲ διφορεῖσθαι ὁμοίως, καθὰ καὶ ἀλλαχοῦ παρεσημάνθη, καὶ τὸ ὀργίζω. φαίνεται γὰρ καὶ ὀργῶ εἶναι ῥῆμα, ἐξ οὗ ἀοργησία καὶ ἀόργητος. εἰ δέ τις ἐρεῖ ἐκ τοῦ ὀργῶ, τὸ ὁρμῶ, αὐτὰ γίνεσθαι, ἴστω ὡς οὐκ ἔστι κίνησις τοῦ ὀργῶ, ἀλλʼ ἀντʼ αὐτοῦ τὸ ὀργιάζω κινεῖται. Ὅρα δὲ καὶ τὸ «ὑπὸ γούνατος» δηλοῦν ποῖον μέρος κνήμη λέγεται. Σημείωσαι δὲ ὡς, εἰς καὶ μὴ διήλασεν ὁ Ἀγήνωρ, ὅμως ἔτυχε τῆς κνήμης τοῦ Ἀχιλλέως, δεξιῶς μὲν ἀφείς, κωλυθεὶς δὲ βλάψαι διὰ τὸ τῆς κνημῖδος ἡφαιστότευκτον ἢ καὶ νεότευκτον. Ὅτι τὸ ὥρμησεν ὡρμήσατο ἐνταῦθά φησιν, οὕτω δὲ κατωτέρω καὶ τὸ ἐδίωκεν ἐδιώκετο, εἰπών, ὅτι τε ὡρμήσατο Ἀγήνορος Ἀχιλλεύς, ἤγουν κατὰ τοῦ Ἀγήνορος, καὶ ὅτι τὸν Ἑκάεργον πεδίοιο διώκετο πυροφόροιο, ἤγουν διὰ τῆς πεδιάδος. Ὅτι τὸ «ἡσύχιον δʼ ἄρα μιν πολέμου ἐξέπεμπε νέεσθαι», ὁ Ἀπόλλων δηλαδὴ τὸν Ἀγήνορα, καλὸν εἰπεῖν ἐπὶ τοῦ μηδὲν ὅλως κακὸν ἐν πολέμῳ παθόντος. εὐφήμως δὲ λεχθήσεταί ποτε καὶ ἐπὶ τοῦ κατὰ δειλίαν ἀνασωθέντος ὑπό τινος. Κείται δὲ καὶ τοῦτο ἐν τῷ «ὡρμήσατο» μὲν Ἀχιλλεὺς κατὰ τοῦ Ἀγήνορος «δεύτερος, οὐδέ τʼ ἔασε κῦδος ἀρέσθαι, ἀλλά μιν ἐξήρπαξε, κάλυψε δʼ ἂρ ἠέρι πολλῇ· ἡσύχιον δʼ ἄρα μιν», ὡς ἐρρέθη, ἐξέπεμπε, τὸν Ἀχιλλέα δὲ «δόλῳ ἀποέργαθεν», ἤγουν ἀπεῖργε, «λαοῦ· αὐτῷ γάρ ῥʼ Ἑκάεργος, Ἀγήνορι πάντα ἐοικώς, ἔστη πρόσθε ποδῶν, ὃ δʼ ἐπέσσυτο διώκειν, ἕως ὁ τόν», ἤγουν ἕως ὁ Ἀχιλλεὺς τὸν Ἀπόλλωνα, «πεδίοιο», καθὰ ἐρρέθη, «διώκετο πυροφόροιο τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον, τυτθὸν ὑπεκπροθέοντα, δόλῳ δʼ ἂρ ἔθελγεν Ἀπόλλων, ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσιν», ἤγουν ἰδίοις, «τόφρα», ἤγουν ἐν τοσούτῳ, «ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ», ἤγουν ὁμιλαδόν, ὅ ἐστιν ἰλαδόν καὶ ὁμοῦ, «ἀσπάσιοι προτὶ ἄστυ, πόλις δʼ ἔμπλητο ἀλέντων», ἤτοι συγκλεισθέντων. καὶ τοῦτό ἐστιν ἡ αἰτία τῆς ἐπὶ τῷ Ἀγήνορι μυθογραφίας. ἄλλως γὰρ οὐκ εὐδιοίκητον εἶχε πιθανότητα σωθῆναι ἀσκύλτως τοὺς Τρῶας ἔσω πόλεως, εἰ μὴ ὁ ἀληθὴς ἢ ὁ φαινόμενος Ἀγήνωρ ἀπέπλαγξε τὸν Ἀχιλλέα, καὶ οὕτως ἐν ἀδείᾳ φυγόντες οἱ τῆς πεδιάδος Τρῶες σῴζονται. ἠρκέσθη γὰρ ὁ ποιητὴς τῷ παραποταμίῳ ὀλέθρῳ καὶ διὰ τοῦτο τοὺς τῆς πεδιάδος ἀκινδύνους ἐᾷ. Καὶ ὅρα ὅπως ὁ Ἀχιλλεὺς εἰς βραχύ τι σπεύσας διὰ φιλοτιμίαν ἄκαιρον τῶν μεγάλων ἐξέπεσε, καὶ οὔτε τοῦ Ἀγήνορος ἔτυχε, καὶ οὐδὲ τοὺς τῆς πεδιάδος πολεμίους ἔβλαψεν, οὐ κατὰ τὸν παροιμιώδη κύνα ἥττονος κρέως τὸ μεῖζον ἀλλαξάμενος, ἀλλʼ ἔμπαλιν τῇ εἰς μικρόν τι λιχνείᾳ καὶ τῶν μειζόνων διεκπεσών. Ἔτι ὅρα καὶ ὅτι τὸ «ἐξήρπαξε» θεραπεύων ἀλληγορικῶς ὁ ποιητὴς ἔφη «ἐκάλυψεν ἠέρι πολλῇ» μονονουχὶ λέγων, ὡς ἁρπαγὴν ἐνταῦθα νοητέον ἀποκρυβήν τινα διʼ ἀορασίας, ὑποδύντος, οἷα εἰκός, τοῦ Ἀγήνορος μυρίκας ἢ ἑτέραν τινα ὕλην ἐκ τῆς παρὰ τῷ ποταμῷ, ἥτις ἀποκρυβὴ τὸν Ἀγήνορα θανάτου ὑπεξελοῦσα ὡς μὴ θανεῖν ὑπὲρ μοῖραν εἰς τὸν κατὰ μοῖραν ἐξειλημμένον Ἀπόλλω ἀνάγεται. Τὸ δὲ «πρόσθε ποδῶν» τὴν ἐγγύτητα δηλοῖ τὴν ἄγαν, ὑφʼ ἧς δολούμενος ἐθέλγετο Ἀχιλλεύς. οὕτω καὶ πέρδιξ περιποιεῖται τὰ νεογνά, εἰλουμένη πρὸ τῶν ποδῶν τοῦ θηρατοῦ, ἕως ἐκεῖνα ἡσύχια γένωνται διαπεφευγότα τὸν τάραχον. Τὸ δὲ «πεδίοιο διώκετο» καὶ ἑξῆς, ἀκίχητα διώκειν καὶ τὸν Πηλείδην ἄρτι δηλοῖ. Τὸ δὲ «πυροφόροιο τὸ τῆς Τροίας ἑρμηνεύει ἐρίβωλον. Τὸ δὲ “δόλῳ ἔθελγεν” ἀντὶ τοῦ ἡδέως ἠπάτα κἀνταῦθα κεῖται. Τὸ δὲ “ἀσπάσιοι” ἀγαθὴ λέξις ἐστίν. ὅθεν διὰ τὸ καίριον πάλιν μετʼ ὀλίγα ἐπιρρηματικῶς λέγει, ὅτι “ἀσπασίως ἐσέχυντο εἰς πόλιν”, ἤτοι κατὰ σπουδὴν πολλὴν ὡς οἷα χυθέντες εἰσῆλθον, ἐκ μεταφορᾶς καὶ νῦν τῶν κατὰ ῥοῦν χεομένων ὑδάτων. Εἶτα ἐφερμηνεύων τὸ “Τρῶες πεφοβημένοι ἦλθον” καὶ διασαφῶν τὴν ἐν αὐτοῖς σπουδήν, φησὶν “οὐδʼ ἄρα τοί γε”, ἤγουν οἱ Τρῶες, “ἔτλαν μεῖναι ἔτη ἀλλήλους καὶ γνῶναι ὅς τε πεφεύγοι, ὅς τε ἔθανʼ ἐν πολέμῳ, ἀλλʼ ἀσπασίως”, καθὰ ἐρρέθη, “ἐσέχυντο ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σάωσαν”. ὃ δὴ μερικεύει τὸ πληθυντικὸν συνήθως εἰς ἑνικὴν πτῶσιν. οὐ γὰρ πάντες Τρῶες εἰσῆλθον, ἀλλʼ ὃς ἐκ πολέμου φυγὼν σέσωστο. Λέγει δὲ γόνατα μὲν τὰ συνήθη, πόδας δὲ τὰ μετὰ τὴν κνήμην, ὡς καὶ ἀλλαχοῦ εἴρηται. Εἰ δὲ καὶ ἐν ἄλλοις τὰ γοῦνα φέρειν ἁπλῶς τινας λέγονται, ἀλλʼ ἐνταῦθα καὶ σῴζουσι τοὺς ῥωμαλέως φεύγοντας. τοῖς δὲ ποσὶ καὶ τοῖς γούνασι καὶ αἱ μέσον αὐτῶν πάντως κνῆμαι συνεπινοοῦνται. προέθετο δὲ τοὺς πόδας, διότι τῇ αὐτῶν διαστάσει πλείονι οὔσῃ ὁ δρόμος ἐπιταχύνεται κατὰ τὸ “πόδες δʼ ὑπερικταίνοντο”, ὅπερ ἐν Ὀδυσσείᾳ κεῖται. Ἰστέον δὲ καὶ ὅτι τὸ “ὃς ἔθανε” δηλοῖ, ὡς καὶ τὸ “ὃς πεφεύγοι” Ἀττικῶς νοεῖται ἀντὶ τοῦ πέφευγεν.