eul_wid: xpw-adr
DOI 10.5281/zenodo.20335421

Commentary on Homer's Iliad: Book XVIII by Eustathius of Thessalonica

ΕΚ ΤΩΝ ΤΗΣ ΣΙΓΜΑ

Ὅτι ὁπλοποιΐαν τὴν ῥαψῳδίαν ταύτην ἐπιγράφουσιν οἱ παλαιοὶ διὰ τὰ ἐνταῦθα ὅπλα τοῦ Ἀχιλλέως ἅπερ Ἥφαιστος τεύξει. τὸ δὲ ἡρῷον αὐτῆς γνώρισμα τοιοῦτον· σίγμα, Θέτις Ἀχιλῆϊ παρʼ Ἡφαίστου φέρεν ὅπλα. καὶ ἄλλως δέ· σίγμα, τεύχεα τεῦξε καμὼν Ἥφαιστος Ἀχιλλεῖ. ὅτι δὲ τὸ σίγμα σὰν λέγεται Δωρικῶς, προδεδήλωται. Ὅτι τὸν μὲν Ἀντίλοχον πόδας ταχὺν ἐνταῦθα λέγει ὁ ποιητὴς, εἰπὼν «Ἀντίλοχος δʼ Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε», τὸν δὲ Ἀχιλλέα προϊὼν ἁπλῶς οὕτω ταχὺν ἐρεῖ. καὶ ἴσως μὲν τὸ αὐτὸ λέγει ἐν ἀμφοῖν. διὸ προϊὼν Ἀχιλῆα λέγει πόδας ταχύν. ἴσως δὲ καὶ πλείω ἔμφασιν ἔχει τὸ ἐν ἁπλότητι τὸν Ἀχιλλέα ταχὺν ῥηθῆναι, ὡς καὶ ἄλλως ὄντα ταχὺν καὶ μὴ μόνον κατὰ πόδας. ἔστι δʼ ἐνταῦθα εἰπεῖν καὶ ὅτι καθʼ ἑτέραν ἀνάγνωσιν οὐχʼ ἁπλῶς ταχύς, ἀλλὰ πόδας ταχὺς ἄγγελος νοεῖται ὁ Ἀντίλοχος. Ὅτι κραῖρα κεφαλὴ κυρίως ἡ ὀρθία καὶ, ὡς ἂν εἴπῃ τις, κάρη αἰρόμενον, ἵνα ᾖ κάραιρα, καὶ ἐν συγκοπῇ κραῖρα, ἐξ ἧς οἱ Ἀττικοὶ τὸ τῆς κεφαλῆς ἥμισυ ἡμίκραιράν φασιν, ὡς εὕρηται καὶ παρὰ τῷ Κωμικῷ. ἀπὸ δὲ ταύτης καὶ νῆες μεταφορικῶς πολλαχοῦ καὶ βόες ὀρθόκραιραι παρὰ τοῖς ποιηταῖς. Ὅτι ἐπὶ καραδοκοῦντος τὸ ἤδη γεγονὸς καλὸν εἰπεῖν τὸ «τὰ φρονέων ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν». Ἐπὶ φόβου δὲ μέλλοντος ῥηθήσεται τὸ «μὴ δή μοι τελέῃσι θεὸς κακὰ κήδεα θυμῷ». Ἀχιλλεὺς δὲ τοῦτό φησι, δεδιὼς περὶ τῷ Πατρόκλῳ. Εἰ δὲ προερρέθη πρός τινος τὸ μέλλον κακόν, οἰκεῖον προσθεῖναι καὶ τὸ «ὥς ποτέ μοι ὁ δεῖνα διεπέφραδε καί μοι ἔειπε». Τοῦτο δὲ κατὰ τοὺς παλαιοὺς ταὐτόν ἐστι τῷ «ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν». ἐκ παραλλήλου γὰρ καὶ ἐκεῖ καὶ ὧδε ταὐτὰ αἱ λέξεις δηλοῦσιν. Ἰστέον δὲ ὅτι ἐν τῷ «μὴ δή μοι τελέσειε θεὸς κακὰ κήδεα», λείπει συνήθως τὸ δείδω ἤ τι τοιοῦτον, ἵνα λέγῃ ὅτι δέδοικα μὴ τόδε μοι ποιήσοι ὁ θεός. Τὸ δὲ «κακὰ κήδεα». πρὸς διαστολὴν κεῖται καλοῦ κήδους, ὃ ἐπὶ ἀγχιστείας λαμβάνεται. Ἐν τούτοις δὲ κεῖται συναπτῶς καὶ λοξὸς χρησμὸς δοθεὶς ὑπὸ Θέτιδος Ἀχιλλεῖ, λέγων Μυρμιδόνων τὸν ἄριστον ἔτι ζῶντος Ἀχιλλέως χερσὶν ὑπὸ Τρώων λείψειν φάος ἠελίοιο, τουτέστι θανεῖν περιφραστικῶς. ἐπέκρυψε μὲν γὰρ ἐπίτηδες τρόπῳ χρησμολογικῷ, τίς ὁ τοιοῦτος, ἐκβέβηκε δὲ εἰς τὸν Πάτροκλον. Μυρμιδόνας δὲ καὶ νῦν ὡς καὶ πρὸ ὀλίγων τὴν τῶν Μυρμιδόνων στρατιὰν λέγει. οὐ γὰρ δήπου καὶ τοῦ Ἀχιλλέως Μυρμιδόνος ὄντος κρείττων ὁ Πάτροκλος. Ὅτι δεινοὶ τὸ χεῖρον ἐλπίζειν οἱ στέργοντες. Ἀχιλλεὺς οὖν κλονουμένους ὁρῶν τοὺς Ἕλληνας δύσελπίς ἐστιν, ἀγωνιῶν περὶ τοῦ φίλου, καὶ μήπω τι μαθὼν περὶ τοῦ Πατρόκλου δεινόν, ὅμως στοχάζεται τοῦ κακοῦ, λέγων «ὤ μοι ἐγώ, τί δὴ Ἀχαιοὶ νηυσὶν ἐπικλονέονται», καὶ ἑξῆς τὰ προγραφέντα ἕως τοῦ «ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱός, σχέτλιος». Εἶτα καὶ ἠρέμα αἰτιώμενός φησι «ἦ μὴν ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ νῆας ἐπʼ ἂψ ἰέναι, μηδὲ Ἕκτορι ἶφι μάχεσθαι». πρὸς ὅπερ εἴ τις εἴπῃ, ὅτι οὐχʼ εὕρηται μνησθεὶς ἐκεῖ τοῦ Ἕκτορος Ἀχιλλεύς, ἔστιν εἰπεῖν ὡς τὴν ἑαυτοῦ μέθοδον ἀνακαλύπτει ὁ ποιητὴς ἐνταῦθα, μονονουχὶ λέγων ὡς, εἰ καὶ ἔφη Ἀχιλλεὺς ἐκεῖ «μή τις ἀπʼ Οὐλύμποιο θεῶν ἐμβῄη», ἐβούλετο μὲν εἰπεῖν· μή σοι ὁ Ἕκτωρ ἐμβῇ, ἐσχημάτισε δὲ ἄλλως διὰ τὸ σεμνότερον. Σημείωσαι δὲ ὅτι μεγαλοφυῶς ἐν τοῖς ῥηθεῖσιν ὕψωσε τὰ κατὰ τὸν ἑταῖρον Πάτροκλον ὁ Ἀχιλλεύς, ἀπὸ τῆς τῶν Ἑλλήνων φυγῆς στοχαζόμενος αὐτὸν πεσεῖν, καὶ διδοὺς νοεῖν ὡς τοῦ Πατρόκλου ζῶντος οὐκ ἂν ἔφυγον οἱ Ἀχαιοί. προοικονομεῖ δὲ διὰ τούτων Ὅμηρος καὶ τὸ φορητῶς ἀκοῦσαι τὸν Ἀχιλλέα τὸν τοῦ Πατρόκλου θάνατον καὶ μὴ ἀνήκεστόν τι ἑαυτὸν διαθέσθαι. προμεμάλακτο γὰρ τῇ ἐλπίδι καὶ οὐδὲν ἀκαραδόκητον ἤκουσεν. Ἐν δὲ τῷ «ἦ μάλα δὴ τέθνηκε» τὸ μάλα οὐ τῷ τέθνηκε συντακτέον, ἀλλὰ τῷ ἦ. τὸ μὲν γὰρ εἰπεῖν ὄντως μάλα ὀρθῶς ἔχει, φάναι δὲ ὅτι μάλα τέθνηκε, γελοῖον καὶ ἀδιανόητον. Ἰστέον δὲ ὅτι οὐ πάντῃ ἐντελῶς ἡ κατὰ τὸν Ἀχιλλέα ἠθοποιΐα ἐνταῦθα ἔχει, ἀλλʼ ἐχρῆν μὲν ἐν τῷ τέλει αὐτῆς εἰπόντα, ὡς ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ ἐπανελθεῖν, προσθεῖναι καὶ ὅτι ὁ δὲ μὴ ὑπακούσας ἄλλως ἐποίησεν. ἐλθόντος δὲ τοῦ Ἀντιλόχου κατὰ σπουδὴν ἀπεκωλύθη τῆς τοιαύτης ἐννοίας. Διὸ καὶ ὁ ποιητὴς ἐπισημαινόμενος ἔφη «ἕως ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα, τόφρα ἦλθεν Ἀντίλοχος ἀγγέλλων τὰ σκυθρωπά. Τὸ δὲ “ὤ μοι ἐγώ”, ἔστι μὲν Ἀττικόν, ἑρμηνεύεται δὲ διὰ τοῦ ἐφεξῆς, ἤγουν τοῦ “ὤ μοι Πηλέος υἱέ”. ὡς γὰρ ἐκεῖ ὁ Ἀντίλοχος προσφωνεῖ τὸν Ἀχιλλέα κλητικῶς, οὕτω καὶ ὧδε ὁ Ἀχιλλεὺς ἑαυτὸν ἀφελῶς, ὡς εἴπερ ἔλεγεν ὤ μοι ὦ Ἀχιλλεῦ ἐγώ. τούτου παρʼ Εὐριπίδῃ μίμησις τὸ “δύστηνʼ, ἐμαυτὴν γὰρ λέγω λέγουσα σέ, Ἑκάβη”. Ὅρα δὲ τὸ “σχέτλιος” οὐδὲ νῦν ἐπὶ ἀδικίᾳ ῥηθέν, ἀλλὰ διʼ οἶκτον καὶ ληφθὲν ἀντὶ τοῦ τάλας, τλήμων, ἐπίπονος, πολλὰ ἀνασχόμενος καὶ ἀνατλάς, ἢ ὁ πλέον οὗπερ ἐχρῆν σφοδρός. ἔδει γὰρ σχέσθαι καὶ τλῆναι καὶ μὴ ἐπαγαλλόμενον πολέμῳ πρὸς Ἴλιον ἡγεμονεύειν. Καὶ τοῦτο μὲν εὐφημότερον ὁ Ἀχιλλεὺς εἶπε σεμνύνων τὸν φίλον Πάτροκλον. αὐτὸς δὲ ὁ ποιητὴς πρὸς ἀλήθειαν σκώπτων νήπιον ἐκεῖνον ἐκάλεσεν, ἐπειδὴ μὴ πεισθεὶς ἀγαθῇ παραιφάσει ἑταίρου ὤλετο. Τὸ δὲ “νῆας ἐπʼ ἂψ ἰέναι” σαφέστερον φθάσας ἔφρασεν ἐν τῷ “ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν”. Ὅτι τῷ μετὰ πένθους ἀγγέλλοντι τὰ σκυθρωπὰ οἰκεῖον τὸ “δάκρυα θερμὰ χέων φάτο ἀγγελίην ἀλεγεινήν”. Τοιούτου δὲ προσώπου καὶ τὸ “ἦ μάλα λυγρῆς πεύσεαι ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι”, ὅπερ Ἀντίλοχος τῷ Ἀχιλλεῖ λέγει ἐκ Μενελάου μαθών. δῆλον δʼ ὅτι τῆς λυγρῆς ἀγγελίας ἑρμηνευτικὸν τό τε “ἀλεγεινήν” καὶ τὸ “ἣ μὴ ὤφελλε γενέσθαι”, ὡς προείρηται. Ὅτι συντομίας χρὴ παράδειγμα ἔχειν καὶ τὸν τοῦ Ἀντιλόχου ἐνταῦθα λόγον, ὃς γοργότατα πᾶν τὸ κατὰ Πάτροκλον πλατὺ πάθος ἐμπεριγράφει δυσὶν ἔπεσι, τὸν θανόντα εἰπὼν καὶ τοὺς ὑπερμαχοῦντας Ἀχαιοὺς καὶ τὸν κτείναντα, καὶ οὕτως ἱκανῶς ταχύνας τὸ κακάγγελον. Φησὶ γὰρ “κεῖται Πάτροκλος· νέκυος δὲ δὴ ἀμφιμάχονται γυμνοῦ· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ”. Καὶ ὅρα ὅτι τὸ πένθος ἐγκόπτον τὴν πολυλογίαν οὐδὲ τοὺς δύο στίχους ἐντελῶς ἀφῆκε φρασθῆναι. ἐν γὰρ τῷ “νέκυος ἀμφιμάχονται” λείπει ἢ τὸ Ἀχαιοί» ἢ τὸ «Τρῶες καὶ Ἀχαιοί». μάχονται μὲν γὰρ ἀμφότεροι, ὑπερμαχοῦσι δὲ μόνοι Ἀχαιοί. καὶ οὕτω μὲν ἐν τοῖς τοιούτοις καὶ νῦν καὶ ἀλλαχοῦ δὲ βραχυλογεῖ ὁ ποιητής. τοῦτο δὲ οἱ Τραγικοὶ οὐκ ἐζήλωσαν, ἀλλὰ μακρὰς ἐπάγουσι διηγήσεις ταῖς συμφοραῖς, καὶ μάλιστα Εὐριπίδης. κρεῖττον δὲ πάνυ πολλῷ τὸ τοῦ ποιητοῦ. ἐν γὰρ ταῖς μεγίσταις λύπαις οὐ καλὸν πολυλογεῖν εὐθὺς ἐν ἀρχῇ τὸν ἄγγελον, ἵνα μὴ μάτην λαλῇ. ὁ γὰρ ἀκούσας οὐκ εὐκαιρεῖ ἀκούειν μακρᾶς ῥήσεως, ὡς οἷα κωφωθεὶς ἐκ πρώτης τῇ βαρύτητι τοῦ ἀκούσματος. Ἰστέον δὲ καὶ ὅτι, ὡς ἤκουσεν, οὕτω καὶ ἀφηγεῖται ὁ Ἀντίλοχος. καὶ γὰρ ὁ Μενέλαος τεχνικῶς καὶ αὐτὸς ἐστένωσε τὴν ἀφήγησιν, ὅτε τὸν Ἀντίλοχον ἐδίδασκε τὰ κατὰ τὸν Πάτροκλον, καθὰ προγέγραπται. ὅθεν ὠφελημένος ὁ Ἀντίλοχος ἐπὶ πλέον στενοῖ τὸν λόγον οὐδὲ ἐπαινέσας τὸν Πάτροκλον, ὡς ἐκεῖ ὁ Μενέλαος. ἐκεῖνος μὲν γὰρ «πέφαται ἄριστος Ἀχαιῶν» ἔφη, οὗτος δὲ ἠρκέσθη εἰπὼν «κεῖται Πάτροκλος», οὐ γὰρ ἦν ἐπαίνων καιρός. Ὅρα δὲ καὶ ἄλλως τὸ τοῦ Ἀντιλόχου δεξιόν, ἐν οἷς πρὸ τῆς ἀγγελίας εἶπε βραχυλογικῶς. ἐν ἑνὶ μὲν στίχῳ προσεῖπεν «ὤ μοι Πηλέως υἱὲ δαΐφρονος», ἐν ἑτέρῳ δὲ προανεφώνησεν ὡς ἐν προκατασκευῇ εἰπὼν «ἦ μάλα λυγρῆς πεύσεαι ἀγγελίης», ἐν δυσὶ δὲ διηγήσατο «κεῖται Πάτροκλος» καὶ ἑξῆς, ὡς τοῦ καιροῦ μὴ διδόντος πολλὰ λέγειν. Ἔτι ὅρα καὶ ὡς κατὰ τὴν παρατήρησιν τῶν παλαιῶν ποικίλως ἐν οἷς λέγει παραμυθεῖται τὸν Ἀχιλλέα, οἰκειωσάμενός τε τὴν συμφορὰν ἐν τῷ εἰπεῖν «ὤ μοι», καθὰ καὶ αὐτὸς Ἀχιλλεὺς πρὸ τούτου «ὤ μοι ἐγώ» εἶπεν, ἔτι δὲ καὶ τοῦ Πηλέως ἀναμνήσας, ἵνα καὶ ὡς τοιούτου πατρὸς ὢν μετριάσῃ τὴν συμφοράν, καὶ τὴν ἀγγελίαν δὲ λυγρὰν εἰπών, καὶ οὕτω προμαλάξας τὸν Ἀχιλλέα τῇ δυσελπιστίᾳ καὶ οὐκ εὐθὺς ἀπαγγείλας τὸ δυσχερές. Τὸ δὲ «νέκυος ἀμφιμάχονται» χρὴ νοῆσαι παραμυθητικόν, ὡς περιμαχήτου ὄντος τοῦ νεκροῦ. Τὸ δὲ περὶ τοῦ Ἕκτορος πάνυ ἀρίστως ἔχει. ἐρεθίζει γὰρ τὸν Ἀχιλλέα εἰς μάχην, ἵνα ταχὺ ἐκδραμὼν εἰς ἄμυναν ἀποπλήσῃ τὸν θυμὸν καὶ μὴ ἐπὶ πολὺ τρύχοιτο παθαινόμενος. ὥστε ἡ πᾶσα τοῦ Ἀντιλόχου ἀγγελία τε καὶ λαλιὰ δεξιῶς δεδείνωται δίχα μόνων δύο λέξεων, τοῦ «κεῖται Πάτροκλος». ἐν ταύταις γὰρ καὶ μόναις ἐστὶ τὸ τοῦ διηγήματος ἁπλοῦν. Ὅρα δὲ τὸ «πεύσεαι» μετὰ γενικῆς ταχθέν. «λυγρῆς» γάρ, φησί, «πεύσεαι ἀγγελίης», ὡς καὶ πρὸ ὀλίγων «ὄφρα πύθηαι λυγρῆς» καὶ ἑξῆς. Ὅτι τὸν Ἀχιλλέα, μαθόντα ὡς τέθνηκε Πάτροκλος, «ἄχεος νεφέλη ἐκάλυψε μέλαινα· ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν χεύατο κὰκ κεφαλῆς, χαρίεν δʼ ᾔσχυνε πρόσωπον, νεκταρέῳ δὲ χιτῶνι μέλαινʼ ἀμφίζανε τέφρη. αὐτὸς δʼ ἐν κονίῃ μέγας μεγαλωστὶ τανυσθεὶς κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων». Ταῦτα δὲ οἰκεῖα λεχθῆναι εἰς πάντα τὸν οὕτω παθαινόμενον. πολὺ δὲ τὸ εἰς τὸν Πάτροκλον φίλτρον τῷ Ἀχιλλεῖ, οὕτω διατεθειμένῳ ἐπὶ τῷ ἐκείνου θανάτῳ. καλῶς ἄρα πολὺ φίλτατον ἑταίρων αὐτὸν ἔλεγε. Σημείωσαι δὲ ἐν τούτοις ὡς τὴν ἐκ λύπης συνοχὴν καὶ πύκνωσιν νεφέλην ἐκάλεσε μέλαιναν, ὑφʼ ἧς ὁ νοούμενος ἐπιπροσθεῖται ἥλιος. εἴη ἂν οὖν τὸ ἐναντίον οἷόν τι φῶς τὸ «αἴ κέν τι φόως Δαναοῖσι γένοιο», ἤγουν ἡδονή τις καὶ χάρμα. Ὅρα δὲ καὶ ὅτι εἰς ταὐτόν τι ἐνταῦθα ἔοικεν ἀγαγεῖν κόνιν, αἰθάλην καὶ τέφραν. εἰπὼν γὰρ «κόνιν αἰθαλόεσσαν» ἐπάγει «μέλαινα τέφρα», τὴν αἰθαλόεσσαν κόνιν τέφραν καλέσας. Τὸ δὲ «ᾔσχυνεν» ἀντὶ τοῦ ἀκαλλὲς ἐποίησεν. ἀντίκειται γὰρ ὥσπερ τὸ αἶσχος τῷ κάλλει καὶ τὸ αἰσχρὸν τῷ καλῷ, οὕτω καὶ τὸ αἰσχύνειν τῷ καλλύνειν. καὶ ἔστιν ἡ λέξις καιρία. διὸ καὶ ἐπέμεινεν αὐτῇ, εἰπὼν «χαρίεν ᾔσχυνε πρόσωπον», τὸ πρῴην δηλαδὴ καλόν, καὶ «κόμην ᾔσχυνε», τὴν ξανθὴν καὶ καλήν. Ὅτι δὲ τὸ χαρίεν, ἤτοι τὸ μετέχον χάριτος, πρὸ μιᾶς ἔχει τὸν τόνον, προδεδήλωται. Χιτῶνα δὲ νῦν τὸ ἐπιπολάζον ἱμάτιον ἔφη, καὶ οὐκ ἐξ ἀνάγκης τὸ ἀμέσως ἐπικεχυμένον τῷ σώματι, εἰ μὴ ἴσως μονοείμων ἔτυχεν εἶναι νῦν ὁ Ἀχιλλεύς. Εἰς δὲ τὸ «νεκταρέῳ χιτῶνι» ἐνθυμητέον καὶ τὰ ἄμβροτα εἵματα, ἐν οἷς θειότης ἐνδύσεως δηλοῦται ἀπὸ τῆς κατὰ μῦθον ἀμβροσίας καὶ τοῦ ὁμοίου νέκταρος. Τὸ δὲ «μέλαινα» οὐκ ἐκ παραγωγῆς ἔχειν ἔλαχε τὴν παραλήγουσαν δίφθογγον, ἀλλʼ ἐκ τοῦ μέλανος ἐπενθέσει τοῦ ι γίνεται. οὐ μὴν τοιοῦτον ἡ θεράπαινα καὶ τὰ κατʼ αὐτήν, οὐδὲ ἡ γείταινα καὶ ἡ τέκταινα, οὐδὲ ἡ ἐκ τοῦ θεός θέαινα καὶ ἡ ἐκ τοῦ λύκος λύκαινα, οἷς ὅμοιον καὶ ἡ Γνάθαινα, τὸ κύριον, οὐδὲ ἡ παρὰ Διφίλῳ τούταινα, τὸ πάντῃ ξενίζον, ὃς ἐπιτιμᾷ τινι ὡς κακῶς τὰ τεῦτλα τουταίνας καλοῦντι, οὐδὲ ἡ σκόρπαινα. δοκεῖ δὲ ἐν τοῖς πλείοσι τῶν τοιούτων παρεισδῦναι ἀναλογία τοῦ μεσαιπόλιος. προϋπάρχοντος γὰρ ἐν αὐτοῖς τοῦ ο, εἶτα τραπέντος εἰς α συνήθως, καὶ προσλαβόντος τὸ ι, παράγονται πολλὰ τῶν διὰ τοῦ αινα θηλυκῶν. οὕτω γὰρ ἐκ τοῦ γείτονος καὶ τέκτονος ἡ γείταινα καὶ τέκταινα. καὶ θεράπαινα δὲ καὶ λέαινα ὁμοίως ἂν σκευωροῖντο. οὕτω δέ πως καὶ τῶν ἄλλων τὰ πολλά, ἐν οἷς καὶ ζύγαινα καὶ φάλαινα καὶ ὕαινα χερσαῖά τε καὶ ἰχθύς. ὅτι δὲ καὶ σκόρπαινα, ὁ θῆλυς σκορπίος ὁ κατὰ θάλασσαν, δηλοῖ ὁ γράψας τὸ «καὶ σκορπαίνας καὶ σκορπίους πολλάκις ἡμεῖς ἐφάγομεν». Ἐν δὲ τῷ «ἀμφίζανε» τὸ ἐγκάθετον καὶ παράμονον τῆς τέφρας δηλοῖ διά τε τὸ πλῆθος καὶ ἴσως καὶ διʼ ὑγρότητα ἢ δακρύων ἢ ἱδρώτων, ὅθεν ὡσεὶ καὶ πηλοποιηθὲν τὸ τῆς τέφρας λεπτὸν ἐνεκάθητο. Τὸ δὲ «μέγας μεγαλωστί» ἐνδιαθέτως νῦν ἔφη ὁ ποιητής, ἐν ἄλλοις δὲ οὐχʼ οὕτω. εἶχε γάρ τι καὶ μυκτῆρος ἐκεῖ ὁ λόγος. Τὸ δὲ «φίλαις χερσίν» ἔχει τι καὶ οἴκτου. μονονουχὶ γάρ φησιν, ὡς ταῖς ἑαυτοῦ χερσὶ καθʼ ἑαυτοῦ ἐχρᾶτο. εἰ δὲ μὴ καὶ δακρύων πεπλῆσθαι λέγεται, καὶ οὐδὲ θαλερὴ ἔσχετό οἱ φωνή, ἃ πρὸ μικροῦ Ἀντίλοχος ἔπαθεν, ἀλλὰ τοῦτο νῦν οὐ πάσχει οἷα τὸν τοῦ Πατρόκλου καραδοκήσας καὶ ἤδη προϋπιδόμενος θάνατον καὶ διὰ τοῦτο προμεμαλαγμένος, ὡς εἴρηται. Ὅτι τὰ ἐν βίῳ καὶ συνήθη μιμητικῶς φράζων ὁ ποιητὴς τήν τε μητέρα Θέτιν ποιήσει διατιθεμένην ἐπὶ τῷ υἱῷ, καθάπερ εἰκός, καὶ τὸν Ἀντίλοχον τὸ φιλικὸν πληροῦντα ὅσιον, καὶ οὐδὲ τὰς παρὰ τῷ Ἀχιλλεῖ αἰχμαλώτους ἀπαθεῖς ἀφίησι, διά τε τὸ φύσει τοιοῦτον— κάρτα γὰρ φίλοικτον γυνή—, καὶ πρὸς χάριν τοῦ δεσπότου, καὶ διὰ τοῦ Πατρόκλου ἐνηές, καὶ διὰ μνήμην δὲ τῶν οἰκείων κατὰ τὸ «Πάτροκλον πρόφασιν», ὅπερ ἐν ἄλλοις ἐρεῖ. Καὶ τέως περὶ τῶν αἰχμαλώτων φησὶν οὕτω «δμῳαὶ δʼ ἃς Ἀχιλλεὺς ληΐσατο Πάτροκλός τε, θυμὸν ἀκηχέμεναι μεγάλα ἴαχον, ἐκ δὲ θύραζε ἔδραμον ἀμφʼ Ἀχιλλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαι στήθεα πεπλήγοντο, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης». φιλοπενθὴς γάρ, φασί, γυνὴ βάρβαρος αἰχμάλωτος. καὶ οὕτω μὲν αὐταί, ὧν τὰ πάθη καθʼ Ὅμηρον φρασθέντα χρήσιμα εἰς λόγου πενθίμου γραφήν, ὡς καὶ ἄλλα πολλὰ τοῦ τοιούτου τόπου. «Ἀντίλοχος δʼ ἑτέρωθεν ὀδύρετο», φησί, «δάκρυα λείβων, χεῖρας ἔχων Ἀχιλῆος· ὃ δʼ ἔστενε κυδάλιμον κῆρ· δείδιε γὰρ μὴ λαιμὸν ἀποτμήξειε σιδήρῳ». καὶ οὕτω μὲν καὶ ποιεῖ καὶ ὑποπτεύεται Ἀχιλλεὺς διʼ ὑπερβολὴν πένθους. Πλάτων δὲ ὕστερον ἐν ταῖς Πολιτείαις μὴ δεῖν λέγει τοιαῦτα ποιεῖν ὑπὲρ τεθνεώτων ὡς δεινόν τι πεπονθότων. Ἐν δὲ τοῖς ῥηθεῖσι τὸ μὲν «Ἀχιλλεὺς ληΐσατο Πάτροκλός τε» σεμνύνει τὸν κείμενον ὡς τῷ Ἀχιλλεῖ συναριστεύοντα. οὕτω καὶ τῷ Θησεῖ πρὸς κλέους ἦν, ὅτι τῷ Ἡρακλεῖ ἔργων τινῶν συνεφήπτετο, καθὰ καὶ παροιμία δηλοῖ, λέγουσα τὸ «οὐκ ἄνευ γε Θησέως» ἐπὶ τῶν σὺν ἑτέροις εὐδοκιμούντων. Τὸ δὲ «δαΐφρονα» δόξοι ἂν ἴσως ὁπωσοῦν ἀφορᾶν καὶ πρὸς τὸ «κόμην ᾔσχυνε δαΐζων», ἵνα μὴ μόνον καθʼ ἑτέρων δάϊος ἀλλὰ καὶ καθʼ ἑαυτοῦ εἴη ὁ Ἀχιλλεύς. Τὸ δὲ «μὴ λαιμὸν ἀποτμήξειε σιδήρῳ» ἀμφίβολόν φασιν ἔχειν ἔννοιαν. ἢ γὰρ εἶχε τὰς τοῦ Ἀχιλλέως χεῖρας ὁ Ἀντίλοχος φόβῳ τοῦ μὴ ἑαυτὸν διαχρήσασθαι, ἢ αὐταὶ μὲν εἴχοντο, ἵνα μὴ καταχέηται κόνιν, Ἀχιλλεὺς δὲ ἔστενε, δεδιὼς μὴ ὁ Ἕκτωρ ἀπεδειροτόμησε Πάτροκλον, ἐλλιπῶς τοῦτο φράσαντος τοῦ ποιητοῦ πρὸς φύσιν τοῦ τὴν πολυλογίαν ἐγκόπτοντος πάθους, ὃ καὶ Ἀντίλοχος ἔπαθεν ἐν τῷ «νέκυος δὲ δὴ ἀμφιμάχονται». ὡς γὰρ ἐκεῖνος τοὺς ἀμφιμαχομένους ἐσίγησεν, οὕτω καὶ Ἀχιλλεὺς τὸν δειροτόμον Ἕκτορα. Ἐπὶ δὲ τούτοις ὁ ποιητὴς καὶ τοὺς ἐκ τῆς Θέτιδος λόγους ἀνακινῶν, οἷα ἐκ τῶν μικροτέρων εἰς τὸ μεῖζον καὶ πρὸ ἔργου ἥκων, φησίν, ὡς Ἀχιλλεὺς μὲν «σμερδαλέον ᾤμωξεν, ἄκουσε δὲ πότνια μήτηρ ἡμένη», ὡς καὶ ἐν τῇ αʹ κεῖται ῥαψῳδίᾳ, «ἐν βένθεσιν ἁλὸς παρὰ πατρὶ γέροντι, κώκυσέ τʼ ἂρ ἔπειτα, θεαὶ δέ μιν ἀμφαγέροντο πᾶσαι, ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν». ἃς καὶ ἀπαριθμεῖται, πλὴν οὐ πάσας διὰ τὸ μήδʼ ἐνταῦθα πάνυ ἐπαγωγὸν τῆς ἐν ὀνόμασι τοιοῦτοις διατριβῆς, ἴσως δὲ καὶ διὰ τὸ μὴ ἔχειν μηδὲ νῦν εὐπορίαν πλάσεως τοσούτων ὀνομάτων δεξιᾶς καὶ εὐπροσίτου τοῖς ἀκροαταῖς. Διὸ καὶ ὀλίγον τι ὑπὲρ τὰς τριάκοντα μετρήσας, εἰρησομένας κατωτέρω, Νηρηΐδας, τὰς λοιπὰς ἐκ τῶν πεντήκοντα εἰς τὸ ἀόριστον ῥίπτει, εἰπὼν «ἔνθʼ ἂρ ἔην Γλαύκη τε Θάλειά τε», καὶ ἑξῆς ἡ δεῖνα καὶ δεῖνα ἕως τοῦ «ἐϋπλόκαμός τʼ Ἀμάθεια». Εἶτα παραδεικνὺς δύνασθαι τοὺς λογίους ἄνδρας ἐκ τῶν κατὰ βάθος θαλάσσιον καὶ ἄλλα θεῖναι ὀνόματα Νηρηΐδων ἐπάγει «ἄλλαι θʼ αἳ κατὰ βένθος», καὶ ἑξῆς, ὡς κεῖται ἀνωτέρω. καλῶς ἄρα φθάσας παρεσημήνατο τὸ «πᾶσαι ὅσαι κατὰ βένθος ἦσαν». τὸ γὰρ «ὅσαι ἦσαν» ὑποδηλοῖ καὶ ἀπεῖναί τινας ἐκ τῶν ὅλων, αἳ διʼ αὐτὸ δῆθεν οὐδʼ ἠριθμήθησαν. Εἶτα καὶ τὸν κωκυτὸν τῆς μητρὸς ἐκτιθεὶς πρῶτον μὲν ὑποτίθεται βραχυτάτην προοιμιακὴν ἔννοιαν τοιαύτην «κλῦτε κασίγνηται, ὄφρα εὖ πᾶσαι εἴδετʼ ἀκούουσαι, ὅσʼ ἐμῷ ἐνὶ κήδεα θυμῷ». Εἶτα ἐπάγει τὸ οἴκτιστον ὤ μοι ἐγὼ δειλή, «ὤ μοι δυσαριστοτόκεια, ἣ ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε ἔξοχον ἡρώων, ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος, τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς, νηυσὶν ἐπιπροέηκα εἰς Ἴλιον Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχʼ ὑποδέξομαι αὖτις οἴκαδε νοστήσαντα. ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο, ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι. ἀλλʼ εἶμʼ ὄφρα ἴδοιμι φίλον τέκος ἠδʼ ἐπακούσω, ὅτι μιν ἵκετο πένθος ἄπο πτολέμοιο μένοντα». Καὶ ὅρα τὴν μονῳδίαν τῆς Θέτιδος, πολλὰ καὶ αὐτὴν ἔχουσαν χρήσιμα ἐν καιρῷ τοῖς μονῳδικῶς γράφουσι. Καὶ νῦν μὲν ἡ μήτηρ πενθεῖ καθʼ ἑαυτὴν οὖσα, γενομένη δὲ παρὰ τῷ υἱῷ Ἀχιλλεῖ μικρὸν ὅσον, ἐπεὶ παρηγορίας ἐκείνῳ ἔδει, τοιαῦτα μὲν οὐ λέγει, παραμυθεῖται δὲ ὡς χρεὼν ὂν χαίρειν αὐτόν, εἰ πάντα τετέλεσται ἐκ Διός, ὡς αὐτὸς εὔχετο, τὸ πάντας δηλαδὴ τοὺς Ἀχαιοὺς ἐπὶ ταῖς ναυσὶν ἀλῆναι αὐτοῦ ἐπιδευομένους, παθέειν τʼ ἀεκήλια ἔργα”. καὶ αὐτὴ μὲν οὐδὲν οὕτω πένθιμον φθέγγεται, μὴ καὶ ἐπαυξήσῃ τὸ πένθος τῷ υἱῷ. Ἀχιλλεὺς μέντοι αὐτὴν οἰκτίσεται ἐν τῷ “ὡς ὄφελες σὺ μὲν αὖθι μετʼ ἀθανάτῃσιν ἁλίῃσι μένειν” καὶ ἑξῆς, οὐ μόνον ὡς μητέρα τοιαύτην, καὶ οὕτω ταχὺ αὐτῷ ἄρτι ἐλθοῦσαν παρήγορον, ἀλλὰ καὶ ἵνα κολακεύσας ὑπαγάγηται εἰς ἃ θέλει, ὧν τὸ κεφάλαιον ἡ ὁπλοποιΐα, εἰς ἣν καὶ τοῦ παιδὸς μὴ ἀξιώσαντος ἡ μήτηρ σπεύσει, τὰς μὲν Νηρηΐδας πέμψασα, ὅθεν ἦλθον—ὁ γὰρ μῦθος ἐφεπομένας ἀνθρωπίνως πενθούσῃ τῇ ἀδελφῇ αὐτὰς ἐποίησεν εἰπὼν “αἳ δὲ σὺν αὐτῇ δακρυόεσσαι ἴσαν”—, αὐτὴ δὲ ἀνελθοῦσα εἰς τὸν Ἥφαιστον, ὃς ὅπλα χαλκεύσει τῷ Ἀχιλλεῖ. Ἰστέον δὲ ὅτι τὸ μὲν “εἴδετε”, ὅπερ ἐστὶ δηλοῦν γνῶσιν ἢ θέαν, ἐνεστώς ἐστιν ὁριστικὸς πεζογράφοις ἄχρηστος. Τὸ δὲ “δυσαριστοτόκεια” δηλοῖ μὲν τὸ ἐπὶ κακῷ τετοκυῖα τὸν ἄριστον. καί φασιν ἐντεῦθεν μεταλαβοῦσαν τὴν Ὀλυμπιάδα εἰπεῖν περὶ Ἀλεξάνδρου, ὡς κρείσσων γέγονεν ἢ μητρὶ συνέφερε. Σημειοῦνται δὲ οἱ παλαιοὶ τὴν Ὁμηρικὴν λέξιν ταύτην ὡς ἐκ τριῶν σύνθετον, λέγοντες σπανίως εὑρίσκεσθαι τὰς τοιαύτας παρὰ τοῖς σπουδαιοτέροις τῶν ποιητῶν, πλεονάζειν δὲ αὐταῖς μάλιστα τοὺς Κωμικούς. φαίνεται δὲ προϋπάρχειν ἡ δυσαριστοτόκος, καὶ ἀπʼ αὐτῆς ἡ δυσαριστοτόκεια. οὕτω γάρ φασιν οἱ Τεχνικοὶ εἶναι πρωτοτόκον καὶ πρωτοτόκειαν. Ὁμοία δέ τις τριῶν λέξεων σύνθεσις παρʼ Ὁμήρῳ καὶ ἐν τῷ παναώριος. Τὸ δὲ “ἔρνεϊ ἶσος” παραβολὴν ἐμφαίνει τοῦ τῆς ἐλαίας ἔρνους, ἣν ἐν τῇ πρὸ ταύτης ῥαψῳδίᾳ ἐπὶ Εὐφόρβῳ πλατέως ἔφρασεν ὁ ποιητής. ἐρρέθη δὲ οὕτω συντομώτατα διὰ τὸ τοῦ προσώπου ποιόν. οὐ γὰρ εἶχεν ἡ Θέτις ἐν τοιούτῳ πένθει καλλιλογεῖν. διὸ καὶ τὸ “ὡς φυτὸν γουνῷ ἀλωῆς” ὁμοίως ἔφρασε. τίς δὲ ὁ γουνός, καὶ περὶ ἁλωῆς δέ, ἀλλαχοῦ ῥηθέντα κεῖται. Τὸ δὲ “ἀνέδραμε” τὸ ταχὺ καὶ μέγα δηλοῖ τῆς αὐξήσεως. Τὸ δὲ “ἄπο πολέμοιο μένοντα” ὑπολαλεῖ ἀφελῶς κατὰ γυναικεῖον ἦθος τὸ μὴ χρῆναι πενθεῖν τὸν υἱὸν οὕτως ἠρεμοῦντα καὶ μὴ δεδυκότα πολύδακρυν πόλεμον. Ἰστέον δὲ καὶ ὅτι Ὅμηρος μὲν ἐπίστροφον τοῦ υἱοῦ πλάττει τὴν Θέτιν καὶ οὐδαμοῦ ἑτεροίαν, οἱ δὲ νεώτεροι τῶν ποιητῶν φασιν, ὅτι δωδεκαταῖον ὑπὸ Θέτιδος καταλειφθέντα τὸν Ἀχιλλέα Χείρωνι παρέδωκεν ὁ Πηλεὺς τραφῆναι. Τοῦ δὲ “ἀλῆναι” προϋπόκειται μετοχὴ ποιητικὴ ὁ ἀλείς καὶ δύσχρηστον ῥῆμα τὸ ἤλη, ὃ διαλυθὲν ἐάλη γίνεται παρὰ τῷ ποιητῇ ὁμοίως τῷ ἐάγη. Ἀεκήλια δὲ ἔργα ἢ τὰ μὴ ἡσυχαστικὰ κατὰ στερητικὴν σύνθεσιν καὶ παραγωγὴν ἐκ τοῦ ἕκηλος, ἢ τὰ μὴ ἑκούσια, καὶ ὡς εἰπεῖν, ἃ ἔπασχον “πόλλʼ ἀεκαζόμενοι”. καὶ ταῦτα μὲν οὕτω. Ἰστέον δὲ ὡς ὀνόματα ταῖς ἀνωτέρω μνημονευθείσαις Νηρηΐσιν Ὅμηρος πλάττει, καθά που καὶ Ἡσίοδος, ἀπὸ τῶν συμβεβηκότων ἢ ἄλλως ἐνθεωρουμένων τῇ τε θαλάσσῃ καὶ τῷ στοιχείῳ τοῦ ὕδατος. Οἷον Γλαύκη μέν τις αὐτῶν καλεῖται διὰ τὸ τῆς θαλάσσης ἔστιν ὅπου γλαυκόν, γλαυκὴ μέν τις οὖσα, βαρυνθεῖσα δὲ πρὸς διαφορὰν ἐπιθέτου, ὡς κύριον. καθὰ καὶ ἡ Θόη μετʼ ὀλίγα οὐ τονοῦται ὀξέως ἀλλὰ βαρὺν τόνον ἔχει πρὸς διαστολὴν τῆς ἐπιθετικῶς λεγομένης θοῆς, ἣ καὶ αὐτὴ παρὰ τὸ θέειν γίνεται. Θάλεια δὲ διὰ τὸ τοῦ στοιχειακοῦ ὕδατος ζῳογόνον ἔν τε ἄλλοις καὶ ἐν φυτοῖς δέ, ἐφʼ ὧν τὸ θάλλειν κυριολεκτεῖται. ὅτι δὲ καὶ μία τῶν Μουσῶν ἐστι Θάλεια, καὶ ὅτι καὶ δαιτὸς ἐπίθετον τοῦτο, πολλαχοῦ εἴρηται. καὶ ὅτι δὲ οὐδὲ τὸ θαλάττιον ὕδωρ ἐστέρηται εἰς τὸ πᾶν τοῦ ποιεῖν θάλλειν, ὡς δηλοῦσι δίχα φυκίων καὶ μνίων καὶ οἱ ἀρὰ τῇ ἱστορίᾳ βαλανηφαγοῦντές που θύννοι, δῆλόν ἐστι καὶ αὐτό. μαρτυροῦσι δὲ τῷ λόγῳ καὶ οἱ Θρᾴκιοι Ῥηγῖνοι, παρʼ οἷς ἡ κατὰ σφᾶς ἐκ θαλαττίου στομίου λίμνη τῇ τῶν ἀμπέλων φυτείᾳ συμβάλλεται, τοὺς τῶν φυτῶν βόθρους τοῦ κατʼ αὐτὴν ὕδατος ἐμπιπλῶσα, ἔνθα δυσμετακόμιστόν ἐστι τὸ γλυκύ. καὶ ἄλλως δὲ αὕτη Θάλεια κατὰ τὴν δαῖτα, διὰ τὸ ἐκεῖθεν ζωηρὸν οὐ μόνον τοῖς ἐναλίοις ἀλλὰ καὶ τοῖς ἔξω ἐμπορικοῖς τε καὶ λοιποῖς, ὧν χάριν καὶ Δωτὼ Νηρηῒς πέπλασται, ὡς ῥηθήσεται. Κυμοδόκη δὲ καὶ Κυμοθόη διὰ τὰ κύματα. Ἰστέον γὰρ ὅτι εἰσί τινα τῶν τοῦ ὕδατος, ἐξ ὧν ἑκάστου διάφορα τῶν τινες Νηρηΐδων κοινοῦνται ὀνόματα, οἷον τὸ Ἴαιρα καὶ Ἰάνειρα καὶ Ἰάνασσα, ἴσως δὲ ἀκολούθως τοῖς δυσὶ τούτοις καὶ τὸ Καλλιάνειρα καὶ Καλλιάνασσα, παρὰ τὸ ἰαίνειν, ἐπεὶ τοιοῦτον τὸ στοιχεῖον εὐφρόσυνον δηλαδὴ πολυτρόπως. ὅθεν καί τις Νηρηῒς Μελίτη λέγεται, ὡς πολλοῖς αἰτία γλυκασμοῦ. οὕτω καὶ διὰ τοὺς θαλαττίους ἤχους ἡ μέν τις Κλυμένη, ὡς οἷον κλυτὴ καὶ ἐξάκουστος, ἡ δὲ Ἀγαυὴ διὰ τὸ ἄγαν αὔειν, Δωτὼ δὲ καὶ Δωρὶς διὰ τὰς ἐκ θαλάσσης ἀγαθὰς ὁπωσοῦν δόσεις. ὁμοίως καὶ Θόη, ἢ μάλιστα, ὡς ἐρρέθη, θοή, οὐ μόνον διὰ τὸ ταχὺ τοῦ ὕδατος ὅτε προρρέει, ἀλλὰ καὶ διότι θεούσαις ὑπόκειται ναυσί. διὸ οὐ μόνον ἡ ῥηθεῖσα Κυμοθόη σύνθετος ἐξ αὐτῆς, ἀλλὰ καὶ Ἀμφιθόη ἑτέρα. διὰ δὲ τοῦτο καὶ ἄλλη τις Φέρουσα καθʼ ὁμοιότητα τοῦ Φόρκυνος θαλαττίου δαίμονος. Νησαίη δὲ καὶ Ἀκταίη καὶ Σπειὼ διὰ τὰς περὶ θάλασσαν νήσους καὶ τὰς ἀκτὰς καὶ τὰ κατʼ αὐτὴν σπέη, ὅ ἐστι σπήλαια, ὁποῖα πολλὰ ἐκεῖ, καθὰ δηλοῖ καὶ τὸ “ἀργύφεον πλῆτο σπέος”, καὶ τὸ “ὣς ἄρα φωνήσασα Θέτις λίπε σπέος”. οὕτω δὲ καὶ Ἀμάθεια παρὰ τὴν ἄμαθον, ἣν οὐ καλῶς τινες Ἀμάθυιαν ἐτόλμησαν γράφειν πρὸς ὁμοιότητα τοῦ Ὠρείθυιαν. αὕτη μὲν γὰρ φύσει ἔχουσα τὸ υ δίχρονον ἐν τῇ παραληγούσῃ ἐκ τοῦ θύειν, ὅ ἐστιν ὁρμᾶν, εἰκότως τῇ υι διφθόγγῳ παραλήγεται κατὰ τὸ κυνάμυια. παρὰ τὸ θύειν γὰρ ἐν ὄρει γίνεται ἐκτάσει τοῦ ο εἰς ω. τῆς δὲ Ἀμαθείας προϋποκειμένη ἡ ἄμαθος, ἀπρόσβατός ἐστι τῇ υι διφθόγγῳ. ἔστιν οὖν ὡς ἀριστοτόκος, ἀριστοτόκεια, οὕτως ἄμαθος, Ἀμάθεια. Ἁλία δὲ παρʼ αὐτὴν τὴν ἅλα, ἐξ ἧς καὶ κοινὸν τοῦτο πάσαις ἐπίθετον, ὡς δηλοῖ τὸ “μετʼ ἀθανάταις ἁλίῃσι”. Λιμνώρεια δὲ παρώνυμος λιμνῶν καὶ ὀρέων, ἃ δηλαδὴ πολλαχοῦ θάλασσαν ὑποξύουσι, καθὰ καὶ Ὠρείθυια κατὰ ἔκτασιν τῆς ἀρχούσης ἡ ἐν ὄρει που ἔστιν οὗ θύουσα ἢ διὰ τὰ καὶ ἐν ὄρεσιν ὕδατα. Πρωτὼ δὲ διὰ τὸ πρωτεῦον τοῦ ὕδατος καὶ ἀρχικόν. διὸ καὶ Νημερτὴς καὶ Ἀψευδὴς ἕτεραι δύο αὗται Νηρηΐδες τῇ αὐτῇ ἐννοίᾳ διοικούμεναι, τῇ δῆθεν ἀληθέστερον ἀρχικῇ, ὡς τῶν ἄλλων τριῶν στοιχείων ψευδομένων οἷον τὸ ἀρχικὸν διὰ τὸ δοκεῖν ἐξ ὕδατος τὰ λοιπὰ ὡς ἀπʼ ἀρχῆς τινος γίνεσθαι. οὕτω δὲ καὶ τὸ Καλλιάνασσα καὶ τὸ Ἀγαυή καὶ Κλυμένη τοῦ κατὰ τὸ ὕδωρ ἀρχικοῦ δόξαιεν ἂν οὐκ ἀφυῶς ἔνδειξις εἶναι, τὸ μὲν διὰ τὴν τοῦ ἀνάσσειν ἀξίαν, τὸ δὲ διὰ τὸ ἐκ τοῦ ἄρχειν γαῦρον καὶ περίκλυτον. καὶ ἄλλως δέ, Νημερτὴς καὶ Ἀψευδὴς ὀνόματα θαλαττίων δαιμόνων διὰ τὸ εἰς ὅρκον τοῖς τότε πίπτειν τὴν θάλασσαν, ὡς δηλοῖ τὸ “χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλεν ἅλα μαρμαρέην”, ὅ ἐστι μαρμαίρουσαν, ἐκ τοῦ μαίρειν, ἐξ οὗ καὶ Μαῖρα Νηρηΐς, οἱονεὶ ἡ λαμπρά. ᾗ ἀκόλουθος καὶ ἡ Πανόπη, ἔτι δὲ καὶ ἡ Γαλάτεια, παρηχουμένη ὥσπερ ἡ Θέτις τῇ καταθέσει τῆς ζάλης, οὕτως αὐτὴ τῇ γαλήνῃ. αὕτη δὲ καὶ διὰ τοὺς τῶν κυμάτων γαλαταχρόους ἀφροὺς οὕτω καλεῖται. καὶ Πανόπη δὲ ἄλλως διὰ τὸ λεῖον τῆς τοῦ ὕδατος ἐπιφανείας καὶ τῇ ὄψει ἀνεπιπρόσθητον, καθά που δηλοῖ καὶ ὁ ποιητὴς ἐν παραβολῇ. Δυναμένη δὲ ἢ διότι τὸ στοιχεῖον τοῦ ὕδατος κατὰ τὸ δύνασθαι θεωρεῖται πρὸς τὸ ἐνεργείᾳ τῶν εἰδοποιουμένων ἐξ αὐτοῦ, ἢ καὶ διὰ τὸ τοῦ ὕδατος ἰσχυρόν, ὃ καὶ ὁ θαλάττιος πολλαχοῦ αἰνίττεται Ποσειδῶν, ὁ διὰ τοῦτο καὶ Ἐνοσίχθων καὶ Ἐννοσίγαιος. Δεξαμένη δὲ διὰ τὸ δεχάδα τὴν θάλασσαν εἶναι ζῴων τε τῶν ἐν αὐτῇ καὶ τῶν εἰς αὐτὴν ὡς εἴς τινα δεξαμενὴν εἰσβαλλόντων ὑδάτων. Ἀμφινόμη δὲ διά τε τὰς κύκλῳ ἀπὸ γλυκέων ὑδάτων νομὰς καὶ τὰ ἐν ὑγροῖς δὲ νεμόμενα. καὶ εἴ τινες δέ που ἕτεραι Νηρηΐδων κλήσεις, οἷον Ἁλοσύδνη ἢ Ὑδατοσύδνη ἢ Κυμὼ ἢ Ἀμφιτρίτη, τοιούτοις τισὶ λόγοις ὑπάγονται. ὅτι δὲ οἱ παλαιοὶ πολλὴν καὶ εἰς τὰ τοιαῦτα σχολὴν ἔσχον, ἄλλοι δηλοῦσιν. Ὅρα δὲ ὡς ὁ οὕτω πλούσιος τὴν φράσιν Ὅμηρος τῶν τοιούτων Νηρηΐδων τρεῖς μόνας μετʼ ἐπιθέτων προήγαγεν, εἰπὼν “Ἁλίη βοῶπις”, “ἀγακλειτὴ Γαλάτεια”, καὶ “ἐϋπλόκαμος Ἀμάθεια”. ἐφιλοτιμήσατο γὰρ ταχὺ ἐπελθεῖν αὐτάς, διὸ καὶ ἐν τρισὶ μὲν στίχοις ἀνὰ τέσσαρα ὀνόματα Νηρηΐδων ἔθετο, ἐν δὲ τοῖς λοιποῖς ἑπτὰ ἀνὰ τρία. Ἰστέον δὲ καὶ ὅτι ἡ Δωτώ, ὡς ἀπὸ τοῦ δῶ δώσω μεγεθύνουσα τὴν ἄρχουσαν, συγκροτεῖται καὶ ὑπὸ τοῦ δωτίνη καὶ τοῦ δώτωρ καὶ τοῦ “θεοὶ δωτῆρες ἑάων”, καὶ τοῦ δώτης καὶ ἀδώτης παρʼ Ἡσιόδῳ, ἤδη δὲ καὶ τοῦ δῶρον καὶ δωρεά. Ὅτι δὲ Ἀγαυὴ καὶ ἡρωΐδος ὄνομα, ὥσπερ καὶ Μαῖρα καὶ Κλυμένη, δῆλόν ἐστιν. ὡς δὲ καὶ Ὠρείθυια γυνὴ Ἀττική, ἣν ὁ μῦθος ὑπὸ Βορέου ἁρπαγῆναί φησιν, ὡς ἀλλαχοῦ ἐρρέθη, καὶ ὅτι ἐρωμένη Κύκλωπος ἡ ῥηθεῖσα Γαλάτεια, δηλοῦσι καὶ αὑτὸ οἱ παλαιοί. παρʼ οἷς ἠθέτηται ὁ τῶν ἡρωΐδων χορός. φασὶ γὰρ ὅτι Ὅμηρος μὲν κατὰ τὸ κοινὸν αὐτὰς εἴωθε λέγειν, τουτέστι προσηγορικῶς Νηρηΐδας, καθὰ καὶ Εἰλειθυίας καὶ Μούσας, ὁ δὲ κατʼ ὄνομα χαρακτὴρ Ἡσιόδειος, ἄλλως τε, φασί, καὶ γελοῖον προθέμενον πάσας εἰπεῖν ἐπαγαγεῖν τὸ “ἄλλαι τε αἳ κατὰ βένθος”, ὥσπερ ἀποκαμόντα καὶ μὴ εὐποροῦντα διηνεκοῦς πλάσεως ὀνομάτων. Ἐνταῦθα δὲ παραρριπτέον ἀστείως, ὅτι καθά τις παίζων ἐπὶ μεγάλοις ἰχθύσι θεοὺς αὐτοὺς ὠνόμασε. πυθόμενος γὰρ ἰχθυοπώλου ποταποὺς ἰχθύας ἔχει, καὶ μαθὼν ἀνθίαν καὶ λάβρακα καὶ τοιαῦτά τινα, ἔφη περὶ ἰχθύων πυθέσθαι, οὐ μὴν περὶ θεῶν. ὡς οὖν ἐκεῖνος ἐξεθέωσε τοὺς ἁδροὺς ἰχθύας, οὕτω τις ἔπαιξε καὶ ἐπὶ ταῖς Νηρηΐσι. περὶ ὀψωνίας γὰρ λέγων λαμπρᾶς ἔφη, ὡς ἐπεισῆλθον ἡμῖν ἰχθύες πολυτελεῖς, μονονουχὶ γὰρ καὶ τὰς Νηρηΐδας ὠψωνήκει. Ἔτι ἰστέον καὶ ὅτι οὐ μόνον ἐπὶ ἱματίου ἀργύφεον τὸ οἱονεὶ λευκὸν καὶ λαμπρὸν ὕφασμα, ἀλλὰ καὶ σπέος, ὡς ἐρρέθη, ἀργύφεον ἐνταῦθα τὸ ὡσανεὶ φωσφόρον καὶ ἀργόν, ὅ ἐστι λευκόν, φαινόμενον, τροπῇ τοῦ ο εἰς υ Αἰολικῶς, ὥστε οὐδὲ κυρίως σπέος τὸ τοιοῦτον, εἴγε σπέος λέγεται τὸ οἷον σβέος κατὰ τοὺς παλαιοὺς διὰ τὸ ἀφώτιστον. δοκεῖ δὲ προϋπάρχειν τοῦ ἀργύφεον τὸ ἄργυφον τρισύλλαβον, οὗ χρῆσις καὶ ἐν τῷ “ἄργυφα μῆλα νομεύων”. Ἐνταῦθα δὲ καὶ τὰ στήθεα πεπλήγεσθαι τὰς Νηρηΐδας φησὶν ὡς πρὸ τούτων τὰς τοῦ Ἀχιλλέως δμῳάς, ὃ δὴ γυναικῶν μόνων παρʼ Ὁμήρῳ ἔργον, ὅτε παθαίνονται. καὶ τὴν Θέτιν ἐξάρχειν λέγει θρήνου, τουτέστι τῆς ἀνωτέρω διειλημμένης μονῳδίας. φησὶ γάρ “αἳ δʼ ἅμα πᾶσαι στήθεα πεπλήγοντο, Θέτις δʼ ἐξῆρχε γόοιο”. τί δὲ τὸ ἐξάρχειν γόου, δηλώσουσιν αἱ ἐν τοῖς ἑξῆς ἔξαρχοι τῶν θρήνων. Ἰστέον δὲ καὶ ὅτι τὸ ἐφεξῆς μετὰ τὸ ἀργύφεον σπέος δύναται παρῳδηθὲν εὐχρηστηθῆναι εἰς πένθος καὶ οὕτω “κλῦτε, κασίγνητοι, ὄφρʼ εὖ πάντʼ εἴδετε ἀκούοντες ὅσα ἐμῷ”, καὶ ἑξῆς, ὡς προεγράφη. Ὅτι εἰπὼν ὁ ποιητὴς ὡς “δακρυόεσσαι ἴσαν”, ἤγουν ἐπορεύοντο, αἱ Νηρηΐδες, “περὶ δέ σφισι κῦμα θαλάσσης ῥήγνυτο” ἰούσαις ἄνω δηλαδὴ μετὰ Θέτιδος, δηλοῖ ἐτυμολογικῷ τρόπῳ, ὅτι καὶ ἐν Ὀδυσσείᾳ τὴν ἐπιφάνειαν τῆς θαλάσσης ῥηγμῖνα καλεῖ διὰ τὸ καὶ ἐν αὐτῇ ὡς καὶ ἐν τῷ αἰγιαλῷ κύματα ῥήγνυσθαι, ὡς εἶναι καθόλου ῥηγμῖνα, ἔνθα κῦμα ῥήγνυται. Ὅτι τὸ “ὑψοῦ ἐπὶ ψαμάθοις” διασαφεῖται καὶ ἐνταῦθα διὰ τοῦ “ἀκτὴν δʼ εἰσανέβαινον” αἱ Νηρηΐδες “ἐπισχερώ”. εἰ γὰρ τὸ ἐκ θαλάττης ἰέναι εἰς ἀκτὴν ἀναβαίνειν ἐστί, καλῶς ἄρα ἐρρέθη καὶ τὸ “ὑψοῦ ἐπὶ ψαμάθοις”, ὥσπερ αὖ πάλιν κατὰ λόγον ἄλλον εὖ ἔχει, ὡς προδεδήλωται, καὶ τὸ “ὑψοῦ ἐν νοτίῳ”. Ὅτι δὲ τὸ ἐπισχερώ ὀξύνεται καὶ τί σημαίνει, προείρηται. Ὅτι ἐν Ὀδυσσείᾳ μὲν ἡ Πηνελόπη φιλοφρονεῖται τὸν υἱὸν ἐλθόντα ποθέν, “φιλοῦσα κεφαλήν τε καὶ ἄμφω φάεα καλά”, ἐνταῦθα δὲ ἡ Θέτις ἅπτεται μόνον τῆς τοῦ παιδὸς κεφαλῆς. οὐ γὰρ χαίρει κατὰ Πηνελόπην, διὸ οὐδὲ φιλεῖ κατʼ ἐκείνην. Φράζει δʼ ἐνταῦθα ὁ ποιητὴς οὕτω “τῷ δὲ βαρυστενάχοντι παρίστατο πότνια μήτηρ, ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο”, ἢ μᾶλλον ἐῆος ἤγουν ἠέος, ὅ ἐστιν ἀγαθοῦ, ὡς ἀπὸ τοῦ ἠΰς ἠέος κατὰ μετάθεσιν ἐῆος, ἢ καὶ ἰδίου, διὸ καὶ δασύνεται παρὰ πολλοῖς. Καὶ οὕτω λαβομένη τῆς κεφαλῆς εἶπε τοὺς ἐν τῇ αʹ ῥαψῳδίᾳ δύο στίχους “τέκνον τί κλαίεις”, καὶ ἑξῆς. Εἶτα ἐπάγει πρὸς παρηγορίαν τὸ “τὰ μὲν δή τοι τετέλεσται” καὶ τὰ ἐφεξῆς, ὡς πρὸ βραχέων γέγραπται, ἕως τοῦ “παθεῖν ἀεκήλια ἔργα”. Ὅρα δὲ ὅτι ἐπὶ μὲν Ἀχιλλέως τὸ βαρυστενάχειν οἰκείως ἔφη ὡς ἐπὶ ἀνδρός, ἐπὶ δὲ Θέτιδος τὸ ὀξὺ κωκύειν γυναικικώτερον. Ἰστέον δὲ ὅτι καὶ ταῦτα τὰ προσεχῶς γραφέντα εὔχρηστά πότε εἰσιν εἰς πένθιμον γραφήν. Ὅτι ὁ πολλοῖς μὲν ἀγαθοῖς ἐνευθηνούμενος, πολλὴν δὲ λύπην ἔχων ἐπὶ θανόντι φίλῳ, ἐρεῖ ἂν κατὰ τὸν Ἀχιλλέα τὸ “ταῦτα μὲν δή μοι Ὀλύμπιος ἐξετέλεσσεν. ἀλλὰ τί μοι τῶν ἦδος”, ὅ ἐστιν ἥδυσμα, “ἐπεὶ φίλος ὤλεθʼ ἑταῖρος”; Καὶ ἐπιτείνων τὸ “φίλος” ἐπαγάγοι ἂν καὶ τὸ “ὃν ἐγὼ περὶ πάντων τῖον ἑταίρων”. Οὗ ἐπίτασις εὐθὺς κείμενον τὸ “ἶσον ἐμῇ κεφαλῇ”, τουτέστιν ὡς ἐμὲ αὐτόν. ἐντεῦθεν δέ, φασίν, ὁ περὶ Πυθαγόραν ὅμιλος ἀρχὴν ἑλὼν ὡρίζετο λέγων, ὅτι ὁ φίλος ἄλλος ἐστὶν ἐγώ. ὑπερβολὴ δὲ φιλίας τὸ μηδὲν νομίζειν ἡδύτερον φίλου ζῶντος. χρήσιμον δὲ τὸ “ἶσον ἐμῇ κεφαλῇ”, καὶ εἰς τὸ “Τεῦκρε φίλη κεφαλή”, ὅπερ εἴη ἂν ταὐτὸν τῷ “ὦ ἄλλος αὐτὸς ἐγώ”. Ἰστέον δὲ ὅτι τὸ “τόνδʼ ἀπώλεσα”, κείμενον μετὰ τὸ “ἶσον ἐμῇ κεφαλῇ”, ἐπίτασίς ἐστι τοῦ “φίλος ὤλεθʼ ἑταῖρος”. οὐ γὰρ ἁπλῶς, φησίν, ὤλετο, ἀλλʼ ὑπʼ ἐμοῦ στείλαντος ἐκεῖνον εἰς μάχην. Ὅτι λυπεῖται Ἀχιλλεὺς οὐ μόνον ὡς τὸν ἑταῖρον ἀπώλεσεν, ἀλλὰ καὶ ὅτι ἐκεῖνον τεύχεα Ἕκτωρ δῃώσας ἀπέδυσε. τοῦτο δὲ οὐχʼ ἁπλῶς οὕτω παρέρριπται νῦν, ἀλλʼ εὐοικονομήτως, ἵνα τὸν υἱὸν ἡ Θέτις ἀχθόμενον ὅτι μάλιστα μαθοῦσα καὶ ἐπὶ τῇ στερήσει τῶν ὅπλων φροντιεῖ τῆς ἐν τοῖς ἐφεξῆς ὁπλοποιΐας. ἔστι δὲ ἀποδῦσαι ὅπλα τὸ ἐκδῦσαι καὶ σκυλεῦσαι. Τὰ δὲ τοῦ Ἀχιλλέως τεύχεα πολλαχῶς φράζειν ὁ ποιητὴς ἐθέλει οἷον πελώρια, θαῦμα ἰδέσθαι, καλὰ καὶ ἀγλαὰ δὲ καὶ κλυτά, ἤδη δὲ καὶ θεόσδοτα, εἴγε Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα, ὅτε τὴν Θέτιν βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ. προϊὼν δὲ καὶ χάλκεα ἐρεῖ αὐτά, ἐκ τῆς χείρονος ὕλης οὕτω καλέσας, ἀφʼ ἧς καὶ τοὺς ἐργαζομένους αὐτὰ χαλκεῖς ἔλεγον. ἐρεῖ γὰρ “ἔντεα καλὰ χάλκεα μαρμαίροντα”. Εἶεν δʼ ἂν αὐτὰ καὶ ἀγάλματα καὶ ἀγλαΐσματα, εἴγε αὐτὰ Ἕκτωρ ἔχων ὤμοισιν ἀγάλλεται καὶ ἐπαγλαΐζεται, ὡς μετʼ ὀλίγα λεχθήσεται. Ὅρα δὲ τὸ “ἔμβαλον εὐνῇ”, ἀντὶ τοῦ ἐνέθεντο γαμηλίῳ κοίτῃ, ὅ ἐστι συγκατεύνασαν τὴν Θέτιν τῷ Πηλεῖ. δύναται δὲ καὶ ἄλλως τὸ ἐνέβαλον εὐνῇ ἀστείως εἰρῆσθαι ἀντὶ τοῦ ἐνέρριψαν, ὡς ἐπὶ εἱρκτῆς ἢ βοθύνου ἢ τοιοῦδέ τινος. τοιοῦτον γάρ τι καὶ οἱ καὶ ἄνισοι γάμοι καὶ ἀκούσιοι. Ἔτι ὅρα ὡς καὶ πρὸ τούτων εἰπὼν θεόθεν δοθῆναι τὰ ὅπλα τῷ Πηλεῖ, ἐνταῦθα καὶ τὸν καιρὸν τῆς δόσεως προσέθετο, διαφόροις τόποις καταμερίσας τὴν ἱστορίαν, ὡς καὶ ἐπʼ ἄλλων εἴωθε ποιεῖν. Τὸ δὲ “βροτοῦ ἀνέρος” ἐντελῶς καὶ νῦν πέφρασται. βροτόν δέ γε μόνον εἰπεῖν, ἐλλιπῶς ἔχει. Ὅτι τὴν μητέρα οἰκτιζόμενος, ὡς ἐρρέθη, ὁ Ἀχιλλεύς φησιν “ὡς ὄφελες σὺ μὲν αὖθι μετὰ Νηρηΐσι ναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν. νῦν δʼ ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη παιδὸς ἀποφθινομένοιο, τὸν οὐχʼ ὑποδέξεαι αὖτις οἴκαδε νοστήσαντα”. τοῦτο δὲ ἐκ τῶν τῆς Θέτιδος παρέξεσται, εἰπούσης “τὸν δʼ οὐχʼ ὑποδέξομαι” καὶ ἑξῆς, ὡς ἐμπεσεῖν ἀμφοτέρους εἰς νοῦν ἕνα. Εἶτα ὥσπερ πάνυ φιλομήτωρ ἔδοξεν εἶναι εὐξάμενος, φασί, μηδὲ γενέσθαι αὐτός, ἵνα μὴ λυπῆται ἡ μήτηρ, διὸ καὶ ἀντικτᾶται πολλὴν ἐκεῖθεν εὔνοιαν, οὕτω δεικνύει καὶ τὸ ὑπερβάλλον τῆς τοῦ Πατρόκλου φιλίας, ἐπαγαγὼν “ἐπεὶ οὐδέ με θυμὸς ἄνωγε ζώειν οὐδʼ ἄνδρεσσι μετέμμεναι, αἴ κε μὴ Ἕκτωρ πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ, Πατρόκλοιο δʼ ἕλωρα Μενοιτιάδαο ἀποτίσῃ”. Καὶ ὅρα προαναφώνησιν ταύτην, ἔτι δὲ καὶ ἀπολογίαν, ὧν πιθανῶς πείσεται ὁ Ἕκτωρ. ὁ γὰρ ἀποτίσων ἕλωρα ὡς χρεωστῶν ἀποτίσει. ἕλωρα γοῦν λαβὼν ὁ Ἕκτωρ ἀπὸ Πατρόκλου, ὅτε περιμάχητος ὢν ἐκεῖνος εἵλκετο, τοιαῦτα καὶ ἀποτίσει ἀντιπαθών. ἀσφαλέστερον δὲ καὶ σαφέστερον ἐρρέθη νῦν τὸ “τοῦ δεῖνος ἕλωρα ἀποτίσει”, ἤπερ πρὸ τούτων τὸ “νῦν μοι τὸν ἀδελφὸν ἀποτίσεις”. Ὅρα δὲ καὶ σχῆμα καίριον ἐλλειπτικὸν ἐν τῷ “νῦν δʼ ἵνα καὶ σοὶ πένθος εἴη”. λείπει γὰρ ἀπὸ κοινοῦ τὸ “ἐνεβλήθης εὐνῇ”, ἢ τὸ “ἤχθης ἄκοιτις”, ἵνα εἴη τὸ πλῆρες οὕτω· νῦν δὲ εἰς γάμον ἦλθες ἀνδρὸς θνητοῦ, ἵνα πένθος μυρίον ἔχῃς. Ἐκ δὲ τοῦ “πένθος μυρίον”, ὅ ἐστι πολύ, ἐπενοήθη τὸ πολυπενθής. Τὸ δὲ “οὐδʼ ἄνδρεσσι μετέμμεναι” ἢ ἁπλοϊκῶς οὕτω κατὰ τὸ παρέλκον κεῖται, ἤρκει γὰρ καὶ μόνον τὸ μὴ ζώειν, ἢ καὶ ἄλλως εἰπεῖν, ἕτερόν ἐστι παρὰ τὸ μὴ ζῆν τὸ μηδʼ ἀνδράσι μετεῖναι. δηλοῖ γὰρ τὸ μὴ τοῖς ἀνδρείοις συναριθμεῖσθαι, ἢ καὶ ἔτι βαρύτερον, τὸ μηδʼ ἁπλῶς ἄνδρα λέγεσθαι ἀλλὰ γυναικίαν τινά, καὶ Ὁμηρικῶς φάναι, “Ἀχαιΐδα οὐκ ἔτʼ Ἀχαιόν”, ἢ γυναικάνδρα, καθὰ συντίθησιν ἕτερος ποιητής. Τὸ δὲ πρῶτος» ἢ ἁπλῶς οὕτως ἐπιθυμία τοῦ Ἀχιλλέως ἐστὶν ἐφιεμένου πρὸ τῶν ἄλλων πεσεῖν τὸν Ἕκτορα, ἢ καὶ διάγνωσις τοῦ κατʼ ἐκεῖνον θάρσους ἢ θράσους, ὡς ἤδη πεφρονηματισμένου τοῦ Ἕκτορος καὶ διὰ τοῦτο πρώτου ἀντιστησομένου τῷ Ἀχιλλεῖ καὶ πρώτου πεσουμένου. Τὸ δὲ ἕλωρα πρωτότυπόν ἐστι τοῦ ἑλώρια, ὡς καὶ τὸ ἴχνια, καὶ τὸ ἀέκηλον τοῦ ἀεκήλια. Ὅτι τὸ «ὠκύμορος δή μοι τέκος ἔσσεαι οἷʼ ἀγορεύεις» κατὰ ἐπικινδύνου λαλιᾶς οἰκεῖον εἰπεῖν. Ἰστέον δὲ ὅτι τῶν τις παλαιῶν δαπανηρῷ νέῳ παρῳδήσας τὸ τοιοῦτον ἔπος προσήρμοσεν, εἰπὼν «ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷʼ ἀγοράζεις». Ὅμηρος δὲ τὴν Θέτιν ποιεῖ τῷ Ἀχιλλεῖ τὸ προρρηθὲν εἰποῦσαν, ἐφʼ οἷς ἐκεῖνος ἔφη μηκέτι ζῆν ἐθέλειν, εἰ μὴ δώσει δίκας ὁ τοῦ φίλου φονεύς. Ἥτις καὶ ἐφερμηνεύουσα τὸ «ὠκύμορος» ἐπάγει προαναφωνητικῷ σχήματι «αὐτίκα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος ἑτοῖμος, ὅπερ ἐστὶ περίφρασις τοῦ αὐτίκα τεθνήξῃ, ἢ καὶ ἄλλως δηλοῖ, ὡς ἑτοιμάζεταί σοι θάνατος. Ἀχιλλεὺς δὲ καὶ τὴν φιλεταιρίαν ἐνδεικνὺς καὶ τὴν τοῦ ῥηθέντος ἔπους γοργῶς ἐπιτέμνων περίφρασίν φησιν “αὐτίκα τεθναίην”, ὡς ἔφης δηλαδή, ὦ μῆτερ, “ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἑταίρῳ κτεινομένῳ ἐπαμῦναι, ὃ μὲν μάλα τηλόθι πάτρης ἔφθιτο, ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι”. Καὶ ὅρα τὸ πολὺ τῆς φιλίας, εἰ δώροις τοσούτοις μὴ πεισθεὶς αἱρεῖται ὑπὲρ φίλου ἄρτι τόν, ὡς ἐρρέθη, αὐτίκα θάνατον. εἰ δὲ νῦν μὲν ἵνα βοηθήσῃ τῷ Πατρόκλῳ “τεθναίην” φησίν, ἐν Ὀδυσσείᾳ δὲ τεθνεὼς ἀναζῆσαι θέλει, ἵνα τῷ πατρὶ ἐπαμύνοιτο, οὐκ ἔστιν ἀνωμαλία ἤθους τὸ τοιοῦτον. κατὰ γὰρ τοὺς παλαιοὺς οὔτε τὸ τεθνάναι διʼ αὑτὸν αἱρεῖται οὔτε τὸ ζῆν, ἀλλὰ διὰ ἔργα, ὧν προκειμένων ὁ φιλόκαλος ζῶν μὲν τεθνάναι αἱρήσεται, εἰ καλόν τι ἔσται θανόντος, τεθνεὼς δὲ ἀναβιώσεσθαι, εἰ τῶν κατʼ ἀρετήν τι πράξει. Τὸ δὲ “ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι” στρεβλόν ἐστι νόημα καὶ διάφορον τῇ γραφῇ καὶ δυσφραδές. καὶ οἱ μὲν οὕτω φασίν· ἐμοῦ δὲ δῆσεν ὁ Ἄρης, τουτέστιν ἔδησεν καὶ ἐκώλυσε, τὸ ἀλκτῆρα γενέσθαι, ἤγουν ἀμύντορα τοῦ Πατρόκλου. ἕτεροι δὲ περισπῶντες τὸ “ἀρῆς” λέγουσιν οὕτως “ἐμοῦ δὲ δῆσεν, ὅ ἐστιν ἐδέησε, τῷ Πατρόκλῳ, εἰς τὸ ἀρᾶς ἐκείνῳ ἀλκτῆρα γενέσθαι”, οἱ δὲ παλαιοὶ παραφράζουσιν ἐνταῦθα τὸν ῥηθέντα στίχον καὶ οὕτω πάνυ γοργῶς· ἐμοῦ δέ, φησί, τὴν πρᾶξιν ἔδησεν Ἄρης, ἢ τῆς ἐξ ἐμοῦ βοηθείας ἐνεδέησεν, ἢ τῇ βλάβῃ αὐτοῦ ἐνεδέησε. τὸν δὲ Ἀρίσταρχόν φασι γράφειν “Ἄρεω ἀλκτῆρα”, ἵνα λέγῃ ὅτι ἐμοῦ ἐδέησεν εἰς τὸ ἀλεξητῆρα γενέσθαι τοῦ Ἄρεω, ὡς ἀπὸ ἀσυνήθους εὐθείας τῆς ὁ Ἄρεως ὡς Μενέλεως. ὅτι δὲ πολλὰς κλίσεις ὁ Ἄρης ἔχει, δῆλον, ὡς καὶ προπαρεσημάνθη ἐκ τῶν ἀρχαίων. κλίνεται γὰρ καὶ ὡς ἰαμβικὸν Ἄρητος, ὅθεν παρʼ Ἡσιόδῳ καὶ Διονυσίῳ Ἀρητιάδης ὁ ἀπὸ Ἄρητος, ὅ ἐστιν Ἄρεος, κατάγων τὸ γένος. κλίνεται καὶ κοινῶς κατὰ τὸν Δημοσθένην. παρασημειοῦνται δέ τινες καὶ Ἄρεως κλίνεσθαι, οὗ γενικὴ Ἄρηος. καὶ τοίνυν κατὰ ὁμοιότητά ἐστιν Ἄρευς κύριον ὄνομα παρὰ Πλουτάρχῳ, οὗ υἱὸς ἦν Ἀκρότατος, μειράκιον μέν, ἐπὶ δὲ ἀνδρίᾳ καὶ τόλμῃ ὑμνούμενον. Κατῆρξαν δέ, φασί, βλακείας ἐν Λακεδαίμονι μικρὸν πρὸ Κλεομένους βασιλεύσαντες ὁ ῥηθεὶς Ἄρευς καὶ ὁ υἱὸς αὐτοῦ. Ὅτι δὲ καὶ Ἄρεως Ἄρεω, ὡς Μενέλεω κατὰ Ἀρίσταρχον, ἐρρέθη προσεχῶς. Ὅτι δυσανασχετῶν ὁ Ἀχιλλεὺς διὰ Πάτροκλον ἐπὶ τοῖς καθʼ ἑαυτόν φησι “νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν, οὐδέ τι Πατρόκλῳ γενόμην φόως”, ἢ φάος, “οὐδʼ ἑτάροισι τοῖς ἄλλοις, οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ, ἀλλʼ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης, τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτόνων ἐν πολέμῳ, ἀγορῇ δέ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι”. Καὶ μέχρι ὧδε τὸν λόγον ἐκκρεμῆ φυλάξας ἐπάγει γνωμικὸν τὸ “ὣς ἔρις ἀπόλοιτο”, καὶ ἑξῆς, ὡς μετʼ ὀλίγα δηλωθήσεται. Καὶ ὅρα ὅτι ἢ ἀναπόδοτον ὁ ποιητὴς ἀφῆκε τὸν ἐπει σύνδεσμον μιμητικῶς οἷα τοῦ Ἀχιλλέως ἢ ἐκλαθομένου ὅπως ἤρξατο λέγειν ἢ καὶ μὴ ἔχοντός τι ἀξιόλογον εἰπεῖν ἐν τῇ ἀποδόσει. ἦν μὲν γὰρ ἀκόλουθον εἰπεῖν, ὅτι νῦν δʼ ἐπεὶ οὐκ ἐπανελεύσομαι οἴκαδε, θανοῦμαι ἢ ἀλάλκω τῷ φίλῳ. ταῦτα δὲ φθάσας εἶπεν. ἢ τοίνυν ἀπλήρωτος μεμένηκεν, ὡς ἐρρέθη, ὁ ἐπει σύνδεσμος, καὶ οὕτω χωλεύει ὡς ἀναπόδοτος ὁ λόγος, ὁποῖόν τι καὶ ὁ Κίλιξ ῥήτωρ ἐν τῷ Περὶ ἰδεῶν παρασημειοῦται, ἤ ἐστιν ἀπόδοσις αὐτοῦ τὸ περὶ τῆς ἔριδος γνωμικόν, ἵνα εἴπῃ “νῦν δʼ ἐπεὶ οὐ νέομαι εἰς πατρίδα, ὣς ἔρις ἔκ τε θεῶν ἔκ τʼ ἀνθρώπων ἀπόλοιτο καὶ χόλος”. Περὶ οὗ φιλοσοφῶν ἐπάγει “ὅς τʼ ἐφέηκε πολύφρονά περ χαλεπῆναι, ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός· ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων”. Ὅρα δʼ ἐν τούτοις ὅτι τε ἀγαθὸς ῥήτωρ ἦν καὶ ὁ Ἀχιλλεύς, ὡς καὶ ἡ τῶν Λιτῶν ῥαψῳδία ἔδειξεν, καὶ ὡς ἀνεμεσήτως ἑαυτὸν ἐπαινεῖ, καὶ ἀνεπαχθῶς καίρια περιαυτολογεῖ οὐ ψευδόμενος. οὕτω καὶ Ὀδυσσεὺς ἐν τοῖς Φαίαξιν ἔπαινον ἑαυτοῦ κατατείνει. φιλαλήθης δὲ ὁ ἐν τοῖς καθʼ ἑαυτὸν ἐπαίνοις καὶ τὸ πρός τινας ὁμολογῶν ἔλαττον, καθάπερ Ἀχιλλεὺς ἐνταῦθα ὁ μόνος τὰ εἰς μάχην ὑπὲρ τοὺς ἄλλους οὐκ ἐπικρύπτει, ὡς ἐν ἀγορῇ ἀμείμονές εἰσι καὶ ἄλλοι, οὐ μὴν εἷς τις μόνος, ὡς καὶ αὐτοῦ μὲν τοιούτου ὄντος, καθὰ ἐρρέθη, κρειττόνων δὲ ὅμως ἑτέρων ὄντων, ἐν οἷς καὶ Νέστωρ καὶ Ὀδυσσεύς. Ὅρα δὲ ὡς καὶ ἐνταῦθα συνήθως φάος τὴν ἐπὶ νίκῃ καὶ σωτηρίᾳ ἐπικουρίαν λέγει. δῆλον γὰρ ὡς οὕτως ἤθελεν Ἀχιλλεὺς φάος τῷ Πατρόκλῳ γενέσθαι κατὰ τὸ “βάλλʼ οὕτως, αἴ κέν τι φόως γένηαι”. Τὸ δὲ “οἳ δὴ πολέες δάμεν” ἤδη τὸν Ἀχιλλέα οἶκτον ἀναλαβόντα δείκνυσι καὶ ἐπὶ τοῖς λοιποῖς Ἀχαιοῖς. Ἐν δὲ τῷ “ἐτώσιον” καθῆσθαι “ἄχθος ἀρούρης” οὐ μόνον παντελὴς ἀπραξία ἐξ ἀργίας δηλοῦται, ἀλλὰ καὶ βριθὺ μέγεθος ὑπεμφαίνεται τοῦ ἥρωος, εἴπερ αὐτὸς μόνος εἰς ἄχθος τῇ γῇ τῇ πάντα φερούσῃ λογίζεται. ἦν δὲ καὶ πρὸ τούτων μεγέθους ἐνδεικτικὸν ὁμοίως τὸ μέγαν μεγαλωστὶ ἐν κονίαις αὐτὸν τετανύσθαι, καὶ τὸ “ἔρνεϊ ἶσον ἀναδραμεῖν”. σεμναὶ δὲ αὖται μεγέθους ἐνδείξεις καὶ οὐ κατὰ τὸ ἐπὶ Αἴαντος βουγάϊον. Τὸ δὲ “τοῖος ἐών” καὶ ἑξῆς, κρᾶμα μὲν ἀπετέλεσε ψόγου καὶ ἐπαίνου κατά τινα μέθοδον ἀφελείας. τοιόνδε γὰρ πάντως τὸ ἐτώσιον μὲν ἄχθος ἀρούρης εἰπεῖν τινα, τοιοῦτον δὲ αὖ κατʼ ἀνδρίαν, οἷος οὐδεὶς ἄλλος Ἀχαιῶν. ὠφέλησε δὲ ταῦτα τὸν φιλόμηρον Σοφοκλῆν ποιῆσαι τὸν Αἴαντα λέγοντα περὶ αὑτοῦ τοιοῦτον εἶναι οἷον οὔτινα στρατοῦ ἐδέρχθη Τροία χθονὸς μολόντʼ ἀπὸ Ἑλλανίδος. Τὸ δὲ “χαλκοχιτώνων” τεχνικῶς κεῖται, ἵνα ἡ τοῦ ὁπλίτου σύγκρισις εἴη πρὸς ὁμοειδεῖς. Τὸ δὲ “ὣς ἔρις ἀπόλοιτο” ὅμοιόν ἐστι κατὰ τὸ σχῆμα τῷ “ὣς ἀπόλοιτο καὶ ἄλλος”, ὅπερ ἐν Ὀδυσσείᾳ κεῖται, τοῦ ὡς καὶ ἐνταῦθα εὐκτικὴν σημασίαν ἔχοντος. Ὅρα δὲ καὶ ὅτι ὀψέ ποτε τὸ δέον ἐξ ἐπιμηθείας ἐπιγνοὺς Ἀχιλλεὺς κατεύχεται τῆς ἔριδος, διʼ ἣν διαστήτην ἐρίσαντε αὐτὸς καὶ ὁ βασιλεύς. Τὸ δὲ “ἔκ τε θεῶν ἔκ τʼ ἀνθρώπων” παγκόσμιον τὴν ἔριν δηλοῖ, κατὰ ἀνθρώπους δηλαδὴ καὶ κατὰ τὰς στοιχειακὰς ποιότητας. διὸ οἱ παλαιοί φασιν, ὡς Ἡράκλειτος δοξάζων τὰ ὄντα κατὰ ἔριν συνίστασθαι, τουτέστι κατὰ μάχην καὶ ἐναντιότητα ποιοτήτων, μέμφεται τῷ ποιητῇ εὐχομένῳ πάντοθεν ἀπολέσθαι τὴν ἔριν. σύγχυσιν γάρ, φασίν, εὔχεται τοῦ κόσμου παντός. οἱ δὲ τοῦτο λύοντες λέγουσιν, ὡς ἢ τῷ φλεγμαίνοντι τοῦ κατὰ τὸν Ἀχιλλέα πάθους δοτέον καὶ τοῦτο, ἢ ὅτι οὐ τὴν φυσικὴν τῶν ὄντων ἐναντιότητα ἔριν ἐνταῦθα λέγει ὁ ποιητής, ἀλλὰ τὴν καὶ παρὰ τοῖς μυθικοῖς θεοῖς τὰ πρακτέα ἐπὶ τὸ χεῖρον ἄγουσαν, ἣν κακολογεῖ καὶ Ἡσίοδος. Ὅθεν καὶ ἐπήγαγε τὸ “καὶ χόλος” δηλῶν μὴ περὶ ἀγαθῆς ἔριδος λέγειν, ἀλλὰ τῆς φαύλης, ᾗπερ ὁ χόλος ἀγχιθυρεῖ. Τὸ δὲ “ὃς ἐφέηκε πολύφρονά περ χαλεπῆναι” παρῳδεῖται πρὸς τὸ “ὃς ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι”, ὅπερ ἐν Ὀδυσσείᾳ περὶ τοῦ οἴνου εἴρηται, ὡς πολυλογούντων τῶν πολλὰ πινόντων, μᾶλλον δὲ ἀείδειν ἐθελόντων. ἔστι δὲ τὸ “ἐφέηκεν” ὅμοιον τῷ ἀνῆκεν, ὅ ἐστιν ἐνετείλατο, ἀνέπεισε, παρώρμησεν, ὅθεν καὶ ἡ ἐφημοσύνη. Ἰστέον δὲ ὅτι πάνυ τὰ περὶ τοῦ χόλου ἐνταῦθα ἔπη ἐπαινοῦσιν οἱ παλαιοί, λέγοντες ἐντεῦθεν ὁδηγηθῆναι καὶ Πλάτωνα εἰς τὸ τριμερῆ τὴν ψυχὴν ἀποφήνασθαι. τὸ μὲν γάρ ἐστιν αὐτῆς θυμικόν, ὃ διὰ τοῦ χόλου δηλοῦται, τὸ δὲ λογικόν, ὃ σημαίνεται διὰ τοῦ πολύφρονος, τὸ δʼ ἐπιθυμητικόν, ὃ διὰ τοῦ μέλιτος παρεμφαινόμενον δηλοῖ ἐπιθυμίαν καὶ γλυκεῖαν διάθεσιν τῆς ἐκπληρώσεως τῶν κατὰ θυμόν, ἣν αἰσθητῶς εἰδέναι λῃστὴς ἂν εὔξατο, αἱμάτων καὶ οἷον αὐτὸς κατὰ τὸν ποιητὴν ἐφέλκεται σίδηρος, ᾧ γλυκίων καὶ αὐτοῦ μέλιτος ὁ χόλος, καὶ οὐδὲ ἁπλῶς γλυκίων, ἀλλὰ καὶ πολὺ γλυκίων. Τὸ δὲ “καταλειβομένοιο” οὐκ ἔξωθέν ποθεν, ἀλλʼ εἰς λαιμὸν μετὰ τὴν εἰς τὸ στόμα δηλαδὴ ἔνθεσιν. Παρασημειοῦνται δὲ καὶ ὅτι πρῶτος Ὅμηρος τὸν τοῦ θυμοῦ ἐπενόησεν ὅρον ἐν τῇ τοιαύτῃ γοργότητι, ὅς ἐστι ζέσις τοῦ περικαρδίου αἵματος διʼ ὄρεξιν ἀντιλυπήσεως. καπνὸς μὲν γάρ ἐστι σημεῖον πυρός, διʼ οὗ τὸ ζέειν παρασημαίνεται. πυρώσεως γὰρ χωρὶς οὐκ ἂν γένοιτο ζέσις. διὸ τὸ “ἐν στήθεσιν ἀέξεται ὡς καπνός” ταὐτόν ἐστι τῷ “ἐν καρδίᾳ ζέει”. οὕτω καὶ πρὸ τούτων τὸ “κάπνισάν τε κατὰ κλισίας” ἀντὶ τοῦ “πῦρ ἀνῆψαν” ἐρρέθη. τὴν δέ γε τῆς ἀντιλυπήσεως ὄρεξιν καὶ τὸ ἐντεῦθεν ἡδὺ ἡ παρενθήκη τοῦ μέλιτος ὑπῃνίξατο. Ὅρα δὲ τὸ “ἀέξεται χόλος”, ἄλλο τι ὂν παρὰ τὸ “καί μοι ἀέξεται ἔνδοθι θυμός”. ἐκεῖνο γὰρ οὐκ ἀναγκαίως χόλου δηλοῖ αὔξησιν, ἀλλὰ καὶ ἐπὶ φυσικῆς νοεῖται αὐξήσεως. Ἰστέον δὲ καὶ ὅτι, καθὰ πρὸ μικροῦ ἡ Θέτις δύο πάνυ συντόμους παρέθετο παραβολάς, τὸ “ἀνέδραμε ἔρνεϊ ἶσος”, καὶ τὸ “θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς”, οὕτω καὶ νῦν δυάζει Ἀχιλλεὺς ἐν τῷ “πολὺ γλυκίων μέλιτος”, καὶ “ἠΰτε καπνός”, ἵνα εἰκάζῃ τὸν χόλον μέλιτί τε καὶ καπνῷ. ἔνθα πάλιν ὅρα κρᾶμα ἐπαίνου καὶ μέμψεως. καλὸν μὲν γὰρ τὸ μέλι, οὐ τοιοῦτον δὲ ὁ καπνός, ὃς καὶ τὸ αἰσθητὸν ἀχρειοῖ μέλι καὶ τρυγώμενον καὶ ἑψόμενον. Τὸ δὲ “ὅς τε” δὶς λεχθὲν ὡς ἐν ἐπαναφορᾷ κάλλος ποιεῖ. Τὸ δέ “ὡς ἐμὲ νῦν ἐχόλωσεν Ἀγαμέμνων” συνήθης ἐστὶ κατάβασις ἐκ τοῦ καθόλου γνωματεύματος εἰς τὸ εἰδικῶς ὑποκείμενον. Ὅτι ὁ μὴ ποιούμενος λόγον τῶν γενέσθαι φθασάντων κακῶν εἴποι ἂν τὸ “ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ, θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ”. Ὁ δὲ καταφρονῶν βαρείας ἀπειλῆς ἐφʼ ᾧ ἀμῦναι κινδυνεύσαντι φίλῳ ἐρεῖ ἂν τὸ “νῦν δʼ εἶμι ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω, κῆρα δʼ ἐγὼ τότε δέξομαι, ὁππότε κεν δὴ θεὸς ἐθέλοι τελέσαι”. Ἀχιλλεὺς δὲ ταῦτα λέγει, ὃς καὶ παράδειγμα εὐθὺς παραμυθητικὸν ἐπάγει ῥητορικῶς, οἷα καὶ τοιούτων εὖ εἰδώς, οὗ ἔργον καθʼ ἡσυχίαν ὄντος μέλπειν, ὡς προδεδήλωται, κλέα ἀνδρῶν. τὸ δὲ παράδειγμα ἐκ μείζονος προσώπου. Φησὶ γὰρ “οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα, ὅς περ φίλτατος ἔσκε Διΐ, ἀλλά ἑ μοῖρʼ ἐδάμασσε καὶ ἀργαλέος χόλος Ἥρης”. Εἶτα πάλιν τῶν καθʼ ἑαυτὸν τεχνικῶς γενόμενος λέγει “ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται, κείσομαι, ἐπεί κε θάνω, νῦν δὲ κλέος, ἐσθλὸν ἀροίμην, καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων ἀμφοτέρῃσι χερσὶ παρειάων ἁπαλάων δάκρυʼ ὀμορξαμένην ἀδινὸν στοναχίσαι ἐφείην”, ὅ ἐστιν ἀναπείσαιμι. οὗ σύστοιχον ἦν πρὸ ὀλίγου τὸ “χόλος ἐφέηκεν”. Εἶτα ἐπάγει μέγα φρονῶν “γνοῖεν δʼ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι”, ὡς ἄλλως δηλαδὴ τούτου μαχομένου παρὰ τοὺς λοιποὺς Ἕλληνας. Εἶτα προκαλουμένου τοῦ ποιητοῦ εὐτάκτως τοὺς ἐφεξῆς λόγους τῆς Θέτιδός φησιν Ἀχιλλεύς “μηδέ μʼ ἔρυκε μάχης φιλέουσά περ, οὐδέ με πείσεις”. Καὶ ἡ μήτηρ εὐμεθόδως λαλοῦσα συγχωρεῖ μὲν τοῖς τοῦ υἱοῦ λόγοις, ἐπέχει δὲ τῆς ὁρμῆς διὰ τὸ ἄοπλον εἶναι. εἶτα καὶ παραμυθεῖται φοιβάσασα μικρὸν ὅσον τὸν Ἕκτορα τεθνήξεσθαι. τῷ δʼ αὐτῷ λόγῳ καὶ ἐπέχειν ἐθέλει τὸν υἱὸν τοῦ πολέμου. εἰ γὰρ ἐγγὺς ὁ θάνατος Ἕκτορι, αὐτίκα δὲ μεθʼ Ἕκτορα, ὡς ἐδηλώθη, πότμος ἑτοῖμος καὶ τῷ Ἀχιλλεῖ, ἐφεκτέον ἄρα τῆς μάχης. Φησὶ γοῦν ἡ μυθικὴ Θέτις “ναὶ δὴ ταῦτά γε”, ἢ τοῦτό γε, “τέκνον, ἐτήτυμον οὐ κακόν ἐστι τειρομένοις ἑτάροις ἀμυνέμεν αἰπὺν ὄλεθρον. ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται, χάλκεα”, ὡς ἐρρέθη, “μαρμαίροντα, τὰ μέν”, ἤγουν ἃ δή, “Ἕκτωρ αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται, οὐδέ ἕ φημι δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ”. προαναφωνεῖται δὲ πάντως καὶ ταῦτα τέχνῃ Ὁμηρικῇ. Εἶτα προστίθησι καὶ συμβουλὴν ταύτην “ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος, πρίν γʼ ἐμὲ δεῦρʼ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι· ἠῶθεν γὰρ νεῦμαι”, ἤγουν νέομαι, ὑπονοστῶ, παλιννοστῶ, “ἅμʼ ἠελίῳ ἀνιόντι τεύχεα καλὰ φέρουσα παρʼ Ἡφαίστοιο ἄνακτος”, ὅ ἐστιν ἀπὸ τοῦ Ἡφαίστου, ὅπερ ἐρρέθη καιριώτερον εἶναι τοῦ παρὰ νηῶν, ἤγουν ἀπὸ νηῶν, ὡς ἐπὶ ἐμψύχου ῥηθέν φασι. Τὸ μὲν γὰρ παρά τινος δέδοκται τοῖς ἐμψύχοις δεδόσθαι, τὸ δὲ ἀπό τινος τοῖς ἀψύχοις ᾠκειῶσθαι. Ἰστέον δὲ ὅτι τὸ “δαμάσαντες ἀνάγκῃ” διχῶς νοεῖται. ἢ γὰρ δαμάσαντες ἐν ἀνάγκῃ, ἤγουν ἀναγκαίως, ἵνα ᾖ τὸ ἀνάγκῃ ἐπιρρηματικὸν κατὰ τὸ ἄλλῃ καὶ ταύτῃ καὶ τὰ ὅμοια, ἢ δαμάσαντες τῇ ἀνάγκῃ ὡσεὶ καὶ ἵππον χαλινῷ. Ποίᾳ δὲ ἀνάγκῃ; τῇ ἐν τοῖς πράγμασι, τῇ καθʼ εἱμαρμένην, ᾖ ἀνάγκῃ καὶ Ζεὺς αὐτὸς εἴκει. Καὶ ὅτι προσφυῶς φίλην κεφαλὴν τὸν Πάτροκλον καλεῖ Ἀχιλλεύς, ὁ καὶ ἶσον αὐτὸν τῇ ἑαυτοῦ εἰπὼν κεφαλῇ. δῆλον δὲ ὡς ἡ τοιαύτη φράσις φίλη τῷ ποιητῇ, λέγοντι “τοίην κεφαλὴν ποθέω”, καὶ “Τεῦκρε, φίλη κεφαλή”. Τὸ δὲ “κῆρα δʼ ἐγὼ τότε δέξομαι” πρὸς τὸ “αὐτίκα τεθναίην” ἀποτείνεται. μονονουχὶ γάρ φησιν ὡς, εἰ καὶ φθάσας εἶπον “αὐτίκα τεθναίην”, ἀλλὰ τοῦτο μὲν κατὰ θυμὸν εὐκτικῶς ἐρρέθη πρὸς τὴν μητέρα, φαμένην ὡς ἡ αὐτὴ προθεσμία τῆς τοῦ Ἕκτορος τιμωρίας καὶ τῆς τοῦ Ἀχιλλέως μεταλλαγῆς, ἄλλως δέ, τότε κῆρα δέξομαι, ὅτε θεὸς ἐθέλει τελέσαι. Ὅρα δὲ καὶ ὅτι, ὡς μὲν μεγαλόφρων ὁ Ἀχιλλεὺς μεγάλῳ παραδείγματι τῷ καθʼ Ἡρακλῆν ἑαυτὸν εἰς κίνδυνον συνέλεξεν, ὡς δὲ φιλότιμος τὰς τοῦ Ἡρακλέος πράξεις ἐσίγησεν, πρὸς ἃς ἐνδέων ἂν πάνυ ἐφάνη αὐτός. μόνην δὲ τὴν πρὸς τὸν Δία οἰκειότητα τοῦ Ἡρακλέος εἶπεν, ὡς μὴ ἁπλῶς φίλου ἀλλὰ φιλτάτου τῷ Διΐ, παραμυθούμενος καὶ τὴν μητέρα τῷ καὶ τοὺς κρείττονας θνῄσκειν. Τὸ δὲ “ὁμοίη μοῖρα” δύναται μὲν καὶ ἁπλούστερον εἶναι ἀντὶ τοῦ ὁμοία τῇ τοῦ Ἡρακλέος. ἄλλως δὲ κρεῖττόν ἐστι ψεκτικῶς νοῆσαι αὐτὸ καθʼ ὁμοιότητα τοῦ ὁμοιΐου πολέμου καὶ ὁμοιΐου θανάτου καὶ ὁμοιΐου γήρως καὶ τῶν τοιούτων. Τὸ δὲ “κείσομαι ἐπεί κε θάνω” ἀφελέστερον προήγαγε. δῆλον γὰρ ὡς κείσεται ὁ θανών. ἢ καὶ ἄλλως, δηλοῖ ὅτι τότε κείσομαι, νῦν δὲ ζῶντα οὐ χρὴ εἶναι ἀργὸν καὶ οἷον κεῖσθαι νεκρόν. ὅλον μέντοι τὸ “κείσομαι θανών, νῦν δὲ κλέος ἀροίμην” ἀντιθετικόν ἐστι, λέγοντος οἷον τοῦ Ἀχιλλέως, ὡς θανάτῳ μὲν κείσομαι, τῷ κλέει δὲ μετέωρος ἀρθήσομαι. καὶ ἄλλως δὲ τὸ “κείσομαι θανών” πρὸς διαστολὴν ἑτεροίων πτωμάτων εἴρηται. Τὸ δὲ “Τρωϊάδων καὶ Δαρδανίδων” εἰς ὅμοιον ἐρρέθη τῷ “Τρῶες καὶ Δάρδανοι”, ὥσπερ πρὸς ὁμοιότητα τῶν ἀμφοτέρας δρυπτομένων παρειάς, τὸ ἀμφοτέραις χερσὶ δάκρυα ὀμόρξασθαι, περὶ οὗ ἐρρέθη ἄλλοθι. ἐν τούτοις δὲ σύντομα πάρισα τὸ “Τρωϊάδων καὶ Δαρδανίδων, καὶ τὸ «ἀμφοτέρῃσι χερσί», καὶ τὸ «παρειάων ἁπαλάων», καλλωπίζοντος τὸν λόγον τοῦ ἥρωος, οἷς γέγηθε θαρρῶν ἀμύνασθαι τοὺς ἐχθρούς. Ἐν δὲ τῷ «δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι» τὸ μὲν «ἐγώ» κατʼ ἐξοχὴν κεῖται, εἰς δὲ τὸ «δηρόν» φασίν οἱ παλαιοί, ὅτι καὶ μὴν δώδεκα μὲν ἡμέραι διῆλθον ἀποδημούντων ἐν Αἰθιοπίᾳ τῶν περὶ τὸν Δία, τρεῖς δὲ ἄλλαι ἐν ταῖς παρατάξεσι. ποῦ γοῦν ὁ πολὺς χρόνος, ὃν τοῦ πολέμου ἐπέπαυτο; καὶ αὐτοὶ μὲν οὕτω. οἱ δὲ λύοντές φασιν, ὅτι καὶ τὸν ὀλίγον χρόνον πολὺν ὁ Ἀχιλλεὺς ἡγεῖται. «ποθέεσκε γὰρ ἀϋτήν τε πόλεμόν τε». τοιοῦτον γὰρ ἡ στοργή. ὅθεν καὶ παροιμία παρέξεσται λέγουσα, ὡς οἱ ποθοῦντες ἐν ἄματι γηράσκουσιν. εἰ δὲ καὶ αὐτὸς ὁ ποιητὴς ἐρεῖ, ὅτι δηρὸν μάχης ἐπέπαυτο ἀλεγεινῆς, οὐ διὰ τὰς ἡμέρας, φασί, τοῦτο λέγει, ἀλλὰ πρὸς τὴν ποικιλίαν τῶν πεπραγμένων ἀφορῶν. Τὸ δὲ «μή με ἔρυκε μάχης» καὶ τὰ ἑξῆς, παρῳδηθήσεται ποτε εἰς ἔργου σπουδήν. Τὸ δὲ «ἐτήτυμον» ἐπιρρηματικῶς κεῖται. ἄλλως δέ γε κοινότερον, ἀκόλουθον ἦν εἰπεῖν· ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμα. ἴσως δὲ καὶ ἐφερμηνευτικόν ἐστι τοῦ «ταῦτα» τὸ ἐτήτυμον, ὅτι μηδὲ πολλά τινά εἰσιν ἐνταῦθα τὰ τοῦ σκοποῦ, ἀλλὰ ἕν, τὸ ἐπικουρῆσαι Ἀχαιοῖς. Διὸ ἐπάγει «οὐ κακόν ἐστι τειρομένοις ἑτάροις ἀμύνειν», γνωμικῶς τοῦτο εἰπών. Τὸ δὲ «μετὰ Τρώεσσιν ἔχονται», παθητικῶς ῥηθὲν μεταποιεῖ εὐθὺς εἰς ἐνέργειαν, εἰπὼν «τὰ μὲν Ἕκτωρ αὐτὸς ἔχων ἀγάλλεται», ἵνα ἔχωνται μὲν τὰ τοῦ Ἀχιλλέως ὅπλα, ἔχῃ δὲ αὐτὰ ὁ Ἕκτωρ. Ὅρα δʼ ἐνταῦθα καὶ ὡς φιλόκαλος ὁ Ἕκτωρ καλὰ γὰρ καὶ ἀγλαὰ ἔχων ὅπλα ὤμοισιν ἀγάλλεται, ὡς καὶ προερρέθη. ὅτι δὲ ταὐτὸν ἀγάλλεσθαι καὶ ἀγλαΐζεσθαι, ὃ ἐκ τοῦ ἀγάλλω παράγεται κατὰ παραγωγὴν καὶ ὑπέρθεσιν τοῦ ἀμεταβόλου, δηλοῖ ὁ ποιητὴς ἀμφότερα νῦν παραθέμενος. Τὸ δὲ «καταδύσεο» ἡ μὲν κοινὴ διάλεκτος εὐκτικὸν οἶδεν, ἡ δὲ ποίησις τὸ ἐνδύσω εἰς ἐνεστῶτα προάγουσα ὡς παθητικοῦ ἐνεστῶτος προστακτικὸν ἐκεῖθεν προάγει αὐτό. Τὸ δὲ «μῶλον» ἤρκει καὶ αὐτὸ καθʼ αὐτὸ κεῖσθαι δίχα τοῦ Ἄρηος, ὡς καὶ ἐν ἄλλοις ἐφάνη. γράφεται δὲ ὅμως οὕτως ἀκριβέστερόν τε καὶ ἐντελέστερον. Ὁμοίως δὲ καὶ ἐν τῷ «ἑτάροις», ὡς ἐρρέθη, «ἀμυνέμεν αἰπὺν ὄλεθρον» οὐκ ἦν ἀνάγκη μετὰ τὸ ἀμύνειν κεῖσθαί τι, ὡς καὶ αὐτὸ δῆλόν ἐστί, προσετέθη δὲ ὅμως καὶ τὸ ἐφεξῆς διὰ πλείω συνήθη σαφήνειαν, ὡς ἐντεῦθεν δοκεῖν τὸν μῶλον καὶ τὸ ἀμύνειν ἐλλιπῶς φράζεσθαι, ὅτε κατὰ μόνας λέγονται. Τοῦ δὲ «ἠῶθεν» ἐφερμηνευτικὸν τὸ «ἅμα ἠελίῳ ἀνιόντι», ὅπερ ἅμα ἡμέρᾳ φασὶν οἱ μεθʼ Ὅμηρον. μετʼ ὀλίγα δὲ συνήθως καθʼ ὁμοιότητα τῆς ἀνατολικῆς φράσεως καὶ τὸ δύνειν «ἅμα ἠελίῳ καταδύντι» ἐρεῖ. Ὅτι τὸ ὀπίσω στραφῆναι, ὅ ἐστιν ἀναχωρῆσαι, πάλιν τρέπεσθαι τοῦ δεῖνός φησιν, ἔτι δὲ καὶ στρεφθῆναι. Ὅθεν συγκείμενος ὁ παρὰ τῷ Σοφοκλεῖ παλιντράπελος οὐκ ἐπαινετῶς ἔχει. δηλοῖ γὰρ τὸν ἀνάπαλιν τραπέντα τοῦ φρονεῖν. Τὸν δὲ Ἥφαιστον κλυτοτέχνην λέγει, ὡς καὶ ἐν ἄλλοις, διὰ τὰ ἐκ πυρὸς καλὰ ἔργα, ἐν οἷς καὶ τὰ τοῦ Ἀχιλλέως κλυτὰ τεύχεα παμφανόωντα. Λέγει δʼ ἐνταῦθα καὶ ὡς τὴν Θέτιν «Οὔλυμπόνδε πόδες φέρον», ταχέως δηλαδὴ κινουμένην, ὡς καὶ εἴ τις εἴποι ὅτι τὸν ἱππηλάτην φέρει τὸ ἅρμα ἢ τὰ πτερά, ὡς καὶ προερρέθη, ὄρνιν. Καὶ ὅρα ὡς οὐ μόνον οὐδὲν ἐπὶ Νηρηΐδων τερατῶδες ὁ ποιητὴς ἔφη, ὅτε ἐξ ἁλὸς ἦλθον σὺν τῇ Θέτιδι δίχα τοῦ «περὶ δέ σφιν κῦμα θαλάσσης ῥήγνυτο», οἷα αἰσθόμενον τῆς αὐτῶν κινήσεως, ἀλλʼ οὐδὲ λαλιὰν αὐταῖς τινα ἐν ταῖς τῶν Μυρμιδόνων σκηναῖς ἢ θρῆνον ἐπλάσατο, ἵνα μὴ γελῷτο παρακαίρια φράζων. αἱ γὰρ ἐν θαλάσσῃ παρὰ τῇ Θέτιδι σιωπήσασαι σχολῇ γʼ ἂν ἐν ἀνδράσι πενθικῶς ἀσχημονοῖεν. καὶ ἡ ἀπέλευσις δὲ ταύταις ἥσυχος καταδύσαις εἰς θάλασσαν ἐν σιγῇ. οὐ γὰρ ἦν καὶ ἐπʼ αὐτῶν ὡς καὶ ἐπὶ Θέτιδος εὔπλαστον οὔτε κατὰ μῦθον οὔτε ἀλληγορικῶς τὸ εἰς Ὄλυμπον ἀνελθεῖν. Διὸ καὶ ἀνακάμπτουσιν, ὅθεν ἦλθον, ὡς ἡ ἀδελφὴ παραινεῖ Θέτις, εἰποῦσα ὃ παρῳδηθήσεταί ποτε διὰ συγγενῆ γέροντα «ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον ὀψόμεναι γέρονθʼ ἅλιον καὶ δώματα πατρός. καί οἱ πάντʼ ἀγορεύσατε», καὶ τὰ ἑξῆς. ἐν οἷς ὑπισχνεῖται ὡς εἰς μακρὸν Ὄλυμπον εἶμι παρʼ Ἥφαιστον, τόν, ὡς ἐρρέθη, κλυτοτέχνην, εἴπως τῷ Ἀχιλλεῖ ἐκεῖνος δώσει τεύχεα, οἷα προσεχῶς ἀνωτέρω κεῖται. Ἰστέον δὲ ὅτι καθὰ κλῦθι κλῦτε, οὕτω δῦθι δῦτε, καὶ ὅτι νῦν μὲν ἅλιον γέροντα τὸν Νηρέα φησίν, ἐν δὲ Ὀδυσσείᾳ καὶ ὁ Πρωτεὺς οὕτως ὠνομάσθη. ἀλλʼ οὕτω μὲν τὰς Νηρηΐδας ὁ ποιητὴς ἔφη ἀπελθεῖν μηδέν τι τεράστιον προσπλάσας αὐταῖς, καὶ τὴν Θέτιν δὲ ἀπιοῦσαν κατὰ σπουδὴν ἁπλῶς εἶπε φέρεσθαι ποσίν, οὔτε βήματα μετρήσας καὶ αὐτῇ, οὔτε ῥῆμα προσθεὶς δηλωτικὸν ταχυτῆτος, οὔτε παραβολῇ χρησάμενος, ὁποῖον τι προπεποίηκεν ἐν τῷ «ἀνέδυ ἠΰτʼ ὀμίχλη». οὔτε γὰρ ἡ Θέτις οὕτω μεγάλη ὡς καὶ ἐπʼ αὐτῇ τερατεύεσθαι, καὶ ἄλλως δὲ τῶν σπουδαιοτέρων γενόμενος ἀμελεῖ τοιαύτης ἐνταῦθα φραστικῆς. Ἰστέον δὲ καὶ ὅτι τὸ «Οὔλυμπόνδε πόδες φέρον», ἰσοδυναμεῖ μὲν πρὸς τὸ ἣ δὲ Οὔλυμπόνδε ἤϊε, προσφυὲς δέ ἐστι καὶ ἐπὶ τῶν εὐκλεῶς ὑψουμένων, καθὰ καὶ τὸ «ἐγὼ δʼ ἐς μακρὸν Ὄλυμπον εἶμι». Κεῖται δʼ ἐν τοῖς εἰρημένοις καὶ τὸ «ἔδυσαν» κοινότερον, ὅπερ ἐν ἄλλοις ποιητικῶς ἔδυν λέγεται. φησὶ γὰρ «αἳ δʼ ὑπὸ κῦμα θαλάσσης αὐτίκʼ ἔδυσαν». κῦμα δὲ θαλάσσης καὶ νῦν πρὸς διαστολὴν τῶν ἐν λίμναις καὶ ποταμοῖς, ἔνθα Νηΐδων οἴκησις οὐ Νηρηΐδων. Ὅτι πολεμικὸν φράζει θόρυβον τὸ «αὐτὰρ Ἀχαιοὶ θεσπεσίῳ ἀλαλητῷ ἔφευγον». Ὅτι φλογώσας οἷον τὸν Ἕκτορα ὁ ποιητὴς παραβολικῶς ἐν τῷ εἰπεῖν οὕτω γοργῶς «Ἕκτωρ φλογὶ ἴκελος ἀλκήν», εὐθὺς καὶ ἔργον ἐπάγει, οὗ χάριν οὕτω παρέβαλεν αὐτόν. Φησὶ γὰρ ὅτι τρὶς μὲν μετόπισθε ποδῶν τὸν Πάτροκλον ἔλαβεν «ἑλκέμεναι μεμαώς, μέγα δὲ Τρώεσσιν ὁμόκλα». καὶ εἶχε μὲν τοὺς ἐμποδὼν γινομένους. Τρὶς γὰρ αὖθις οἱ δύο Αἴαντες «θοῦριν ἐπιειμένοι ἀλκὴν νεκροῦ ἀπεστυφέλιξαν· ὃ δʼ ἔμπεδον ἀλκὶ πεποιθὼς ἄλλοτʼ ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δʼ αὖτε στάσκεν», οὐ διʼ ὄκνον, ἀλλὰ «μέγα ἰάχων», ὅπερ Τρώεσσιν ὁμοκλᾶν ἔφη «ὀπίσω δʼ οὐ χάζετο πάμπαν». Ὃ καὶ εἰκάζει παραβολικῶς λέοντος ἔργῳ, εἰπὼν «ὡς δʼ ἀπὸ σώματος οὔ τι λέοντʼ αἴθωνα», τὸν πολλαχοῦ ῥηθέντα, «δύνανται ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι, ὥς ῥα τὸν οὐκ ἐδύναντο δύʼ Αἴαντε κορυστὰ Ἕκτορα ἀπὸ νεκροῦ δειδίξασθαι». Καὶ ὅρα ὡς εἰς ταὐτὸν ἄγει τὸ δίεσθαι καὶ τὸ δεδίξασθαι. καὶ γὰρ καὶ τὸ δεδίσσω ἀπὸ τοῦ δίω γίνεται κατὰ παραγωγὴν καὶ ἀναδιπλασιασμόν. Ἰστέον δὲ ὅτι τε ἕλκων οὕτω νεκρὸν φερόμενον Ἕκτωρ τὸν Πάτροκλον ἐκ ποδῶν ἑλκυσθήσεται καὶ αὐτὸς ὕστερον τῶν ποδῶν, καὶ ὅτι, ὥσπερ τοὺς Αἴαντας ἐπιειμένους ἀλκὴν ἔφη, οὕτω καὶ ἀλκὶ πεποιθότα τὸν Ἕκτορα, καὶ ὅτι δύο εὐθείας εἰδώς, τὸ ἡ ἀλκή καὶ τὸ ἡ ἄλξ, καθά τινές φασιν, ὡς καὶ προερρέθη ἀπὸ μὲν τῆς μιᾶς εἶπε τὸ «ἐπιειμένοι ἀλκήν», ἀπὸ δὲ τῆς ἑτέρας τὸ «ἀλκὶ πεποιθώς», καὶ ὅτι τῶν τοῦ Πατρόκλου ποδῶν ὁ Ἕκτωρ λαμβάνεται, ὡς τῆς κεφαλῆς προφερομένης, ἵνα, εἴ τίς που αἰκία συμβαίη, πάθοιεν οἱ πόδες αὐτήν. Ἐν δὲ τῷ «ἀπὸ σώματος» ἐπὶ ἀψύχου νοητέον τὸ σῶμα, καθὰ καὶ ἐν τῇ γʹ ῥαψῳδίᾳ ἐφάνη, οὗπερ ὁ λέων οὐκ ἀπέχεται διὰ τὸ ἄγαν πεινᾶν, ὡς καὶ τοῦτο ἐκεῖ ἐλέχθη, καὶ μάλισθʼ ὅτι αὐτὸς ἔοικε τοῦτο ἀνελεῖν ποίμνῃ ἐπελθών. Τὸ δὲ «Ἕκτορα» περιττῶς κεῖται πρὸς πλείω τινὰ σαφήνειαν. Ἤρκει δὲ ἀντʼ αὐτοῦ ἡ ἀντωνυμία μόνη ἐν τῷ «ὥς ῥα τὸν οὐκ ἐδύναντο», ἀντὶ τοῦ τοῦτον, τὸν Ἕκτορα δηλαδή. Φράζει δὲ οὕτως ὁ ποιητὴς πρὸς ἔνδειξιν τοῦ τὰς ἀντωνυμίας καὶ ἀντὶ κυρίων ὀνομάτων τίθεσθαι. εἰκὸς δὲ καὶ ἄλλως τὸ «τόν» μὴ ὡς ἀντωνυμίαν εἶναι, ἀλλὰ λόγῳ ἄρθρου, ἵνα λέγῃ ὅτι τὸν Ἕκτορα οὐκ ἐδύναντο διῶξαι. τοιοῦτον τὸ «τὴν αὐτὸς ἐμαυτοῦ ψυχήν», καὶ τὸ «τὰ δὲ λείψεται ἄλγεα λυγρά», ἤγουν τὰ δὲ ἄλγεα μενεῖ κατὰ κόσμον. Ὅτι κἀνταῦθα, ὡς καὶ ἐν τῇ γάμμα ῥαψῳδίᾳ, ἡ Ἶρις ἐπὶ φήμης νοεῖται, ἥτις ὑπὸ Ἥρας, τουτέστιν ἀέρος, στελλομένη ἀγγέλλει τῷ Ἀχιλλεῖ τὰ κατὰ Πάτροκλον. ὡς γὰρ πρὸ τούτου οὐκ ἔλαθε τὸν Νέστορα ἰαχή, οὕτω καὶ ὧδε τῇ φυλόπιδι τεκμαίρεται Ἀχιλλεὺς τὸ συμβάν, κρύβδα δέ, ταὐτὸν δʼ εἰπεῖν λάθρᾳ ἢ λάθρῃ, Διὸς κατὰ τὸν ποιητὴν στέλλεται, διότι οὐ διήρθρωται σαφῶς ἡ ἐκ τῆς ἰαχῆς δήλωσις, ὡς ἡ τοῦ ἀγγέλου οἷον τοῦ Ἀντιλόχου, ἀλλʼ οἷον ὑποκλέπτουσα τὸ σαφὲς λεληθότως πως παραδηλοῖ τὸ ὑπονοούμενον. Ἰστέον δὲ ὅτι πᾶσαν Ἶριν Ἥρα πέμπει, ἤγουν ἀήρ, εἰς ὃν μεταλαμβάνεταί ποτε καὶ ὁ Ζεύς, ὁ καὶ αὐτὸς ἐν πολλοῖς πέμπων ὁμοίως τὴν Ἶριν, εἴτε τις πτερωτὴν αὐτὴν δαίμονα θέλει νοεῖν εἴτε τὴν ἐν ἀέρι φαινομένην εἴτε τὴν φήμην. οὐδὲν γὰρ τούτων ἀέρος δίχα τὰ ἑαυτοῦ ἐνεργεῖ. Εἰκὸς δὲ καὶ κοινῶς ὑπὸ τοῦ λαοῦ ἐκφωνηθὲν ἄρτι, ὡς ἁρπάζεται ἤδη ὁ Πάτροκλος, ἀπηχηθῆναι ἕως καὶ εἰς Ἀχιλλέα. καὶ τοῦτό ἐστι μάλιστα ἡ ποδήνεμος Ἶρις ἡ τὸν Ἀχιλλέα ἐρεθίσασα. οὐ γὰρ ἤρκει τὸ τοῦ Ἀντιλόχου τὸ «κεῖται Πάτροκλος», ἀλλὰ καὶ φήμη τυχὸν αὐτίκα ἐξεβοήθη τῆς ἁρπαγῆς τοῦ Πατρόκλου. οὐδὲν δὲ κωλύει νοῆσαι κατὰ τὸ σιωπώμενον, ὁποῖα πολλὰ τῶν τοῦ ποιητοῦ, καὶ ὅτι οὗτός τις καὶ ἐκεῖνος ἄλλος, καὶ οὕτω πολλοί, ποδηνέμοι ὡσανεὶ ἐλθόντες ἤγγειλαν τῷ Ἀχιλλεῖ τόν τε κίνδυνον καὶ ἕτερα παροξύνοντα εἰς θυμὸν ἐκεῖνον. καὶ ἔστι καὶ τοῦτο ἀσφαλῶς εἰπεῖν Ἶριν. Ἦσαν δὲ τά, ὡς εἰκός, ὑπὸ τῆς τοιαύτης Ἴριδος τῆς μετὰ τὸν Ἀντίλοχον εἰρημένα, ὁποῖά φησιν Ὅμηρος, οἷον «ὄρσεο, Πηλείδη, πάντων ἐκπαγλότατʼ ἀνδρῶν, Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴ ἕστηκε πρὸ νηῶν· οἳ δʼ ἀλλήλους ὀλέκουσι», καὶ ἑξῆς. Καὶ ὅτι ἐρύσασθαι Τρώων ἐθελόντων, μάλιστα Ἕκτωρ ἑλκέμεναι μέμονε τὸν νέκυν, «κεφαλὴν δέ ἑ θυμὸς ἀνώγει» ἢ ἄνωγε, «πῆξαι ἀνὰ σκολόπεσσι ταμόντα ἁπαλῆς ὑπὸ δειρῆς». Καὶ ἐπὶ πᾶσι τὸ «ἀλλʼ ἄνα μήδʼ ἔτι κεῖσο, σέβας δέ σε θυμὸν ἱκέσθω, Πάτροκλον Τρῳῇσι κυσὶ μέλπηθρα γενέσθαι», τὰ καὶ προδεδηλωμένα, «σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθοι». Καὶ ἐπὶ τοιούτοις λόγοις ἢ λογισμοῖς καὶ τοιαύτῃ ἀγγέλῳ Ἴριδι τοῦ καθῆσθαι καὶ πενθεῖν ἐξανίσταται ὁ Ἀχιλλεύς. ὡς εἰ μὴ ταῦτʼ ἢ ἐλαλήθη ποθὲν ἢ ἄλλως εἰς νοῦν ἐρρητορεύθη τῷ Ἀχιλλεῖ, οὐκ ἦν ἄλλως ἀξίως τῆς ποιητικῆς πιθανότητος ἐκδραμεῖν αὐτὸν εἰς ἄμυναν. Ὅτι δὲ πρὸς αὐτῇ τῇ ἀκμῇ τῆς ἁρπαγῆς ὁ Ἀχιλλεὺς ἐξεπήδησε, δηλοῖ τὸ «καὶ δὴ ἂν εἴρυσέ τε καὶ ἄσπετον ᾔρατο κῦδος», ὁ Ἕκτωρ, «εἰ μὴ τῷ Ἀχιλλεῖ Ἶρις ἄγγελος ἦλθε θέουσα, κρύβδα Διός», ὡς εἴρηται, «πρὸ γὰρ ἧκε μιν Ἥρη», καὶ ἑξῆς. Ὅρα δὲ καὶ ἐνταῦθα τὸ «ἐκπαγλότατε ἀνδρῶν» τῷ Ἀχιλλεῖ προσφωνηθὲν ὀνειδιστικῶς, ὡς ἐκπλήξεως καὶ τοῦτο ἄξιον ὄν, εἰ οὕτω τοῦ φίλου πάσχοντος αὐτὸς κεῖται ἡσυχάζων. δύναται δὲ καὶ ἐπαινετικῶς ῥηθῆναι ὡς ἐπὶ φοβεροῦ καὶ φρικτοῦ, καὶ δηλώσει Ὅμηρος ἑξῆς ἐτυμολογῶν, ὅπου ἐρεῖ ὅτι φανέντος Ἀχιλλέως ἡνίοχοι ἔκπληγεν, ἐξ οὗ ἐκπλαγώτατος, καὶ μεταθέσει ἐκπαγλότατος. Σημείωσαι δὲ καὶ ὅτι λύσιν κἀνταῦθά τινα προβάλλεται ὁ ποιητὴς τῆς ὕστερον ἐξ Ἀχιλλέως εἰς τὸν Ἕκτορα ὠμότητος, εἴγε καὶ πάντων μάλιστα ἕλκειν αὐτὸς ἐθέλει τὸν Πάτροκλον καὶ τὴν κεφαλὴν ἀνασκολοπίσαι καὶ κυσὶν εἰς μέλπηθρα παραβαλεῖν. Ἔνθα σημείωσαι περὶ τῆς ἀνασκολοπίσεως ὡς οὐκ ἂν πιθανὸν ἦν ἑτέρωθεν τῷ Ἀχιλλεῖ λαληθὲν τοῦτο, εἰ μὴ ἐκ τῆς Ἴριδος. τίς γὰρ ἀνθρώπων εἶχεν εἰδέναι αὐτό, κρυπτόμενον ἔσω τῷ Ἕκτορι; εἰ δὲ καὶ ἐξελάλει αὐτὸς ἐν μάχῃ, καὶ οὕτως ἡ Ἶρις τὸ τοιοῦτον διαγγέλλει καὶ οὐκ οἶδεν ἄλλως αὐτὸ Ἀχιλλεύς. Ὅρα δὲ καὶ τὴν ἀνα πρόθεσιν δοτικῇ συνταχθεῖσαν συνήθως ἐν τῷ «ἀνὰ σκολόπεσσιν», ἐξ οὗ τὸ ἀνασκολοπίσαι σύγκειται, καὶ τὸ «ἄνα» κείμενον, ὡς παρὰ Σοφοκλεῖ, οὕτω καὶ νῦν ἀντὶ τοῦ «ἀνάστηθι», κατὰ τελείαν ἔλλειψιν ῥήματος, τὴν καὶ ἐπὶ ἄλλων δηλωθεῖσαν γίνεσθαι προθέσεων, καὶ ὅτι πρὸς διαστολὴν ὁμωνυμίας τοῦ ἄνα, ὅ ἐστι βασιλεῦ, ἐπήγαγε μετὰ τὸ «ἀλλʼ ἄνα», τὸ «μηδʼ ἔτι κεῖσο». Τὸ δὲ «σέβας δέ σε θυμὸν ἱκέσθω», ἤγουν αἰδὼς ἢ νέμεσις ἢ ἔκπληξις, περιφράζει μὲν τὸ σεβάσθητι. οὐκ ἀνόμοιον δέ ἐστι πρὸς τὴν φράσιν τοῦ «σεβάσατο γὰρ τό γε θυμῷ». Τὸ δὲ «σοὶ λώβη ἔσται», εἴπερ ὁ νέκυς αἰσχυνθῇ, δεξιῶς ἐρρέθη. ὡς γὰρ κοινά σοι τὰ τοῦ φίλου ἐν ζωῇ, οὕτω πως καὶ μετὰ θάνατον. σὴ γοῦν λώβη τὸ ἐκείνου αἶσχος, ὡς εἶναι ταὐτόν τι λώβην καὶ αἶσχος καὶ τὰ τούτων ῥήματα, τὸ λωβᾶσθαι καὶ τὸ αἰσχύνειν. δῆλον δὲ ἐν τῷ «ᾐσχυμμένος» ὅτι καὶ νεκροῦ αἰσχύνην οἶδεν Ὅμηρος, τὴν τῆς ὁλότητος τῆς κατὰ σῶμα κολόβωσιν. Ὅρα δὲ καὶ ὅτι τὸ ἐν τῇ πρὸ ταύτης ῥαψῳδίᾳ ῥηθὲν ἐν τρισὶ στίχοις «σοὶ μὲν δή, Μενέλαε, κατηφείη καὶ ὄνειδος ἔσσεται», ἐὰν Πάτροκλος τάδε πάθοι, ἐνταῦθα στίχῳ ἑνὶ ἐπιτέτμηται τῷ «σοὶ λώβη αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθοι». οἶδε γὰρ ὁ ποιητὴς καὶ ἐκτείνειν τεχνικῶς καὶ συστέλλειν νοήματα. Ἔστι δὲ τὸ «ἔλθοι» ἀντὶ τοῦ ἀπέλθοι γλυκέως καὶ ἀφελῶς ἐπὶ νεκροῦ ὡσεὶ καὶ ἐμψύχου φρασθέν. περὶ δὲ λώβης ὅθεν γίνεται, εἴρηται μὲν πολλαχοῦ, δηλοῦται δὲ καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν, ἧς ἐς πᾶν διαφέρει ὁ διὰ τοῦ ο μικροῦ γραφόμενος λοβός, περὶ οὗ καὶ αὐτοῦ ἐν ἄλλοις ἐρρέθη. λοβοὶ δὲ οὐ μόνον οἱ κατὰ τὸ ἧπαρ, ἀλλὰ καὶ οἱ τῶν ὠτίων, ὧν χρῆσις καὶ ἐν τῷ «ἐϋτρήτοισι λοβοῖσιν», ἀφʼ ὧν καὶ ἐλλόβια, κόσμος ἐνώτιος ἀπηρτημένος τῶν κατὰ τὰ ὦτα λοβῶν, καὶ ὀξυλοβῶ ῥῆμα τὸ ταχέως ἀκούω. Ἐν τούτοις δὲ ἐπαναφορικῶς κεῖται καὶ ἡ ἐν τῇ αʹ ῥαψῳδίᾳ παρασημειωθεῖσα ψευδοπαρήχησις, τὸ «Ἶρι θεά, τίς γάρ σε ἧκε», καὶ τὸ «Ἥρη με προέηκε Διὸς κυδρὴ παράκοιτις», τὸ μὲν περὶ Ἴριδος λεχθέν, τὸ δὲ περὶ τῆς Ἥρας. Ἐν οἷς ὅρα καὶ ὡς κοινῶς μὲν εἶπε τὸ «τίς γάρ σε ἧκεν», Ἀττικῶς δὲ τὸ «προέηκε», καὶ ὡς δοκεῖ καὶ νῦν ὁ γαρ σύνδεσμος κατὰ τὸ παρέλκον κεῖσθαι. καὶ ὡς ἑρμηνεύων διὰ τῆς Ἴριδος τὸ «κρύβδα Διός», οὐδʼ οἶδε Κρονίδης ὑψίζυγος οὐδέ τις ἄλλος ἀθανάτων, οἳ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται” ὅπερ ἐν στίχοις δυσὶ περίφρασίς ἐστιν ἡμιστιχίου ἀνωτέρου κειμένου τοῦ “κρύβδα Διὸς ἄλλων τε θεῶν”. βιωτικὴ δὲ κατʼ ἀνθρώπους λέξις καὶ οὐδέν τι θεῖον ἔχουσα τὸ “ἀμφινέμονται”. Μέσον δὲ τῶν εἰρημένων κεῖται καί τι σχῆμα οὐ πάνυ τετριμμένον τὸ “ἀλλήλους ὀλέκουσιν, οἳ μὲν ἀμυνομένοι νέκυος πέρι, οἳ δὲ ἐρύσασθαι Τρῶες ἐπιθύουσι”. τὸ γὰρ κοινότερον ἦν ἄν· οἳ δὲ ἐρύσασθαι ἐπιθύοντες, ὅ ἐστιν ἐφορμῶντες. Ἡ δὲ πολλὴ χύσις τῆς Ὁμηρικῆς λογιότητος ἔχει καὶ ἄλλα οὕτως ἀναπιδύοντά που σχήματα εἰς ψυχαγωγίαν τοῖς φιλοκαίνοις. Ὅτι ὡς ἐν σχήματι προκατασκευῆς, εἰπεῖν δὲ καὶ προεκθετικῶς, ποιεῖ Ὅμηρος τὸν Ἀχιλλέα ἐπαποροῦντα πρὸς τὴν ἢ μυθικὴν ἢ ἄλλως λαϊκὴν Ἶριν, τὴν εἰς μάχην, ὡς ἐρρέθη, αὐτὸν ἐρεθίζουσαν “πῶς δὴ ἔλθω μετὰ μῶλον, ἔχουσι δὲ τεύχεʼ ἐκεῖνοι· μήτηρ δʼ οὔ με πρίν γʼ εἴα θωρήσσεσθαι πρίν γʼ αὐτὴν ἐλθεῖν” ἔχουσαν, καθὰ στεῦτο, παρʼ Ἡφαίστου “ἔντεα καλά. ἄλλου δʼ οὔ τευ οἶδα, τεῦ ἂν κλυτὰ τεύχεα δύω, εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο. ἀλλὰ καὶ αὐτὸς ὅ γʼ ἔλπομʼ ἐνὶ Τρώεσσιν” ἢ μάλιστα “ἔλπομʼ ἐνὶ πρώτοισιν”, “ὁμιλεῖ ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος”. Καὶ οὕτω μὲν ὁ ποιητικὸς Ἀχιλλεύς, ἀληθῶς δὲ αὐτὸς Ὅμηρος ἀνακινεῖ τὸ οἰκεῖον μεθοδικὸν καὶ σκέπτεται πῶς ἂν οὕτω συμπεσόντων ἄρτι τῶν πραγμάτων πιθανῶς ἐξαγάγοι τὸν Ἀχιλλέα εἰς τὴν ὑπὲρ τοῦ φίλου ἄμυναν. Καὶ ἀκούει ἐκ τῆς Ἴριδος, ἥτις ποτʼ ἂν καὶ εἴη, ὅτι “εὖ δὴ καὶ ἡμεῖς ἴδμεν ὅτι”, ἢ “ὅ τοι”, “κλυτὰ τεύχεʼ ἔχονται, ἀλλʼ αὕτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι, αἴ κέ σʼ ὑποδδείσαντες ἀπόσχωνται πολέμοιο Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν”. ἅπερ οὐδέν ἐστιν ἄλλο ἢ ποιητικὴ ὑπόσχεσις, ὡς κρίνει δέον ὁ ποιητὴς ἄοπλον γοῦν οὕτως ἐξαγαγεῖν τῷ τέως εἰς μάχην τὸν Ἀχιλλέα, ἵνα φόβον τινὰ ἐμποιήσῃ τοῖς Τρωσίν, ἀναπνεύσωσι δὲ Ἀχαιοὶ τειρόμενοι. “Ὀλίγη δέ”, ὡς καὶ ἀλλαχοῦ ἔφη, “ἀνάπνευσις πολέμοιο”. Ὅρα δʼ ἐν τούτοις ὅτι τε θαρρεῖ πάνυ τῇ τοῦ Αἴαντος φιλίᾳ ὁ Ἀχιλλεὺς καὶ τῇ ἀνδρίᾳ, ὃς καὶ παραμένειν αὐτὸν λέγει τῷ Πατρόκλῳ καὶ κατακόπτειν τοὺς ἐχθρούς, καὶ ὅτι καλῶς μέμνηται ὁ Ἀχιλλεὺς τῆς μητρικῆς ὑποθημοσύνης, ὥς φησι προϊὼν Ὅμηρος σαφέστερον, μὴ καὶ λάθοι ὅμοια παθὼν τῷ Πατρόκλῳ ἀμελήσας ἀγαθῆς συμβουλῆς. διὸ τρέχει τὴν μέσην, φανεὶς μὲν ἐν πολέμῳ, οὐκ εἰς μέσον δὲ παραρρίψας ἑαυτὸν διὰ τὸ ἄοπλον. καὶ ὅτι οὐχʼ οὕτως δοκεῖ εὐμεγέθης εἶναι Ἀχιλλεὺς ὡς ὁ Αἴας. μόνον γοῦν τὸ σάκος προσαρμόττει τῷ Ἀχιλλεῖ διὰ τὸ πολὺ τῆς κατὰ χεῖρα ῥώμης, οὐ μὴν δὲ καὶ τὰ λοιπὰ ἴσως τοῦ Αἴαντος ὅπλα. Ἔχει δὲ ἀπορίαν ἐνταῦθα ὁ λόγος. πῶς γὰρ οὔτινος ἄλλου τεύχεα ἔχει δύεσθαι Ἀχιλλεὺς ἔχων τὰ τοῦ Πατρόκλου; εἰ γὰρ τὰ τοῦ Ἀχιλλέως τῷ Πατρόκλῳ προσήρμοττεν, ἁρμόσοι ἂν, φασί, καὶ τὰ ἐκείνου τῷ Ἀχιλλεῖ. ἢ τοῦτο οὐκ ἐξ ἀνάγκης. τὰ μὲν γὰρ τῶν μειζόνων δύναται, φασί, τοῖς μὴ τοιούτοις ἁρμόττειν, οὐ μὴν καὶ ἀνάπαλιν. ἴσως δέ, φασί, καὶ ὁ Αὐτομέδων, ὡς προεσημειώθη, ἐφόρει αὐτά, ἵνα δοκῇ Πάτροκλος εἶναι. λυθήσεται δὲ τὸ ἄπορον καὶ ἀπὸ τῆς λέξεως. κλυτὰ γὰρ τεύχεα ἐθέλει δῦναι, τοιαῦτα δὲ οὐκ ἔχει εὑρεῖν, εἴπερ τοιαῦτα λέγει τὰ ἡφαιστότευκτα. Ὅρα δὲ ὅτι τε πολλαχοῦ μῶλον Ἄρηος λέγων ἐνταῦθα ἠρκέσθη μῶλον μόνον εἰπών, καὶ ὅτι “στεῦτο” τὸ ὑπέσχετο, ἀκολούθως τῷ “στεῦται γάρ τι ἔπος εἰπεῖν”, καὶ ὡς ἐν στίχῳ ἑνὶ τὸ τεῦ καὶ ἀορίστως ἔφη “οὔ τευ οἶδα” ἀντὶ τοῦ οὔτινος, διὸ καὶ ἐγκλίνεται, καὶ ἀντωνυμικῶς μετὰ τόνου “τεῦ ἄν”, ἤτοι οὗ ἄν, “κλυτὰ τεύχεα δύω”, ἤγουν ὑπεισέλθω. οὗ πρὸς διαστολὴν τὸ ἀριθμητικὸν δύο συστέλλει τὴν λήγουσαν. Τὸ δὲ “ἔλπομαι ἐνὶ πρώτοισιν ὁμιλεῖ” ἐλλιπῶς ἔχει. λείπει γὰρ τὸ ὅτι, ἵνα εἴπῃ, οἶμαι ὡς τοῖς πρώτοις ὁμιλεῖ, ἤγουν προμάχεται. καὶ ἄλλως δέ, ἐκ περιττοῦ χάριν ἀκριβείας ἀσυνδέτως ἐπεμβέβληται τὸ ἔλπομαι, ἵνα λέγῃ, ἀλλὰ καὶ αὐτὸς οὗτος προμάχεται, οἶμαι, ἤγουν ὡς νομίζω. Τὸ δὲ “ἔγχεϊ δηϊόων” ἔλλειψιν καὶ αὐτὸ ἔχει, δηλωτικὴν σπουδῆς τῆς τοῦ φράζοντος. λείπει γὰρ τὸ Τρῶας ἤ τι τοιοῦτον. Τὸ δὲ “περὶ Πατρόκλοιο θανόντος” ἔπαινος καὶ αὐτὸ Αἴαντος, ὃς οὐδὲ θανόντος τοῦ φίλου ἀμελεῖ. Τὸ δὲ “ἀναπνεύσωσιν ἀρήϊοι υἷες Ἀχαιῶν” σεμνύνει ἐκείνους, εἰ καὶ ἐν τηλικούτῳ κινδύνῳ παραμένει αὐτοῖς τὸ ἀρήϊον, καί πως λέγει, ὡς οἱ πρὶν μένεα πνείοντες ταχὺ ἀναπνεύσουσι διʼ Ἀχιλλέως. Τὸ δὲ “υἷες Ἀχαιῶν”, οὐ μόνον περιφραστικῶς Ἀχαιοὺς δηλοῖ, ἀλλὰ καὶ ὑπολαλεῖ τοὺς ἀρηΐους τούτους ἐκ γένους ἔχειν τὸ μάχιμον. Ὅτι ἐξελθόντος τοῦ Ἀχιλλέως εἰς τὴν τάφρον ἡ Ἀθηνᾶ ἀμφὶ “ὤμοις ἰφθίμοισι”, τοῖς ἐκείνου δηλαδή, “βάλʼ αἰγίδα θυσανόεσσαν, ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε χρύσεον, ἐκ δʼ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν”, ὥς που πρὸ τούτων καὶ ἐπὶ Διομήδους. Εἶτα παραβολὴν ἐπιφέρων προσφυῆ καὶ τὸ ἐκ τῆς κεφαλῆς τοῦ Ἀχιλλέως σέλας εἰκάζων οὐχὶ ἀστέρι ὀπωρινῷ, καθὰ ἐπὶ Διομήδους, ἀλλὰ πυρσοῖς μεγάλοις νησιωτικοῖς, φησὶν “ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρα ἵκηται τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται, οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊ ἄστεος ἐκ σφετέρου, ἅμα δʼ ἠελίῳ καταδύντι πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δʼ αὐγὴ γίνεται ἀΐσσουσα, περικτιόνεσσιν ἰδέσθαι, αἴ κέν πως σὺν νηυσὶν Ἄρεως ἀλκτῆρες ἵκωνται, ὣς ἀπʼ Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρα ἵκανε”. Περὶ οὗ καὶ μετʼ ὀλίγα δηλῶν φησιν “ἀκάματον πῦρ δεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλείωνος δαιόμενον· τὸ δʼ ἔδαιε θεὰ γλαυκῶπις Ἀθήνη”. Ἀξιοπρεπὴς δὲ κατὰ τοὺς παλαιοὺς ἐν τούτοις ἡ τερατεία καὶ μείζων τῆς πρὸ τούτων κατὰ τὸν Διομήδην, οὐ μόνον καθότι ἐκεῖνος μὲν ὡπλισμένος καὶ οὕτω λάμπων ἔχει ἀφορμήν τινα λέγεσθαι λάμπεσθαι τῷ ἐκ τῶν ὅπλων πυρί, Ἀχιλλεὺς δὲ ἄοπλος ὢν παμφαίνει φλογί, ἀλλὰ καὶ καθὸ τὴν οἰκείαν αἰγίδα περιτίθησι τούτῳ ἡ Ἀθηνᾶ. ἔστι γὰρ νοῆσαι, ὡς ἐλάμπετο μὲν καὶ ὁ Διομήδης πυρί, ἀλλʼ Ἀχιλλεὺς ἐνταῦθα τερατωδέστερον ἔχει, εἴπερ σὺν τῷ φλογὶ δαίεσθαι καὶ αἰγίδα φορεῖ, διʼ ἣν καὶ νέφος περὶ αὐτὸν καὶ φλόξ, ὡς ἄν, ἵνα τολμήσας τις εἴπῃ, αἰγίοχός τε εἴη οὕτω καὶ νεφεληγερέτης δὲ τρόπον τινά, διὰ δὲ τὴν φλόγα καὶ οἷον ἀστεροπητής. σεμνότερα οὖν τῶν ἐπὶ τῷ Διομήδει καὶ ὑψηλότερα τὰ κατὰ τὸν Ἀχιλλέα. Σημείωσαι δὲ ὅτι τε εἴπερ ἀμφʼ ὤμοις βάλλεται ἡ αἰγίς, οὐ πλήττει ἄρα, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, μόνον δὲ ἐκφοβεῖ, καὶ ὅτι ὕλην τῆς οὐ πρὸ πολλῶν ῥηθείσης φυσικῆς αἰγίδος τῆς τοῦ Διὸς καὶ ἡ τῆς Ἀθηνᾶς αὕτη λαλεῖ, ἀξυμφανῶς μέντοι. οὐ γὰρ ἐξ ὀρθοῦ νέφος λέγει ὁποῖον ἐκεῖ, οὐδὲ πῦρ ἀστραπαῖον, οὐδὲ βροντήν. ἐμφαίνει μέντοι ὅμως ἐφʼ ὁποσονοῦν καὶ τοῦτο τὴν ἐκεῖ ἀλληγορίαν ἀμυδρῶς διὰ τὸ καὶ τὴν Ἀθηνᾶν, εἰ καὶ Διὸς θυγάτηρ, ἀλλὰ μὴ ἁπλῶς οὕτω κοινότερον κατὰ πλάτος, αὐτὴν ἀλληγορεῖσθαι εἰς ἀέρα, ἵνα καὶ ἡ ταύτης αἰγὶς εἰς ἀέριόν τι πάθος ἐκλαμβάνηται. Χρύσεον δὲ τὸ ῥηθὲν νέφος, ὅτι καὶ φλογῶδες. ὅθεν ὁ Πίνδαρος τὸν χρυσὸν πυρὶ αἰθομένῳ ἐν νυκτὶ παρείκασεν. ἐλέχθη δὲ πρὸ τούτων καὶ ἐν ἀέρι χρύσεα νέφη. ἀλλʼ ἐκεῖνα μὲν ἄνω, τοῦτο δὲ οὐχʼ ὑφηλὸν ἀλλὰ κάτω, οἷα τὸν Ἀχιλλέα στέφον κατά τινα κυριολεξίαν, ἐπεὶ καὶ ὑπὲρ κεφαλῆς τὸ τοιοῦτον φλογῶδες καὶ πυρῶδες ἐδαίετο. περὶ οὗ διὰ τὴν ὁμοιότητα ζητητέον καὶ ὅσα ἐν τῇ εʹ ῥαψῳδίᾳ γέγραπται. Ὅρα δὲ κἀνταῦθα ὅτι τε σεμνὴ λέξις ἀεὶ τὸ στέφειν, καὶ ὅτι στέφανον κεφαλῆς Ἀχιλλέως οἷον χρυσοῦν τὸ κατʼ αὐτὴν χρύσεον νέφος ὑπολαλεῖ ὁ ποιητής. ὅτι δὲ καὶ ἐν πότοις καὶ ἐν ἑορταῖς καὶ ἐν γάμοις καὶ ἐν ἀγῶσιν ἐστεφανοῦντο, δῆλον ἐκ τῶν παλαιῶν, εἰ καὶ μὴ παρʼ Ὁμήρῳ τοῦτο τέτριπται. σεμνύνει δὲ μάλιστα τὸν στέφανον Ἀριστοτέλης, εἰπὼν ὅτι θυσίαις στεφανοῦνται, ἐπεὶ οὐδὲν κολοβὸν θεῷ προσφέρεται, ἀλλὰ τέλεια καὶ ὅλα. τὸ δὲ πλῆρες τέλειον. τοιοῦτον δὲ παρʼ Ὁμήρῳ τὸ στέφειν, διʼ οὗ πλήρωσις σημαίνεταί τις, οἷον “κοῦροι κρητῆρας ἐπεστέψαντο ποτοῖο”, καὶ “θεὸς μορφὴν ἔπεσι στέφει”. ὄψιν γὰρ ἄμορφον ἀναπληροῖ πιθανότης τοῦ λέγειν. ἔοικεν οὖν ὁ στέφανος τοῦτο βούλεσθαι ποιεῖν, καθὸ καὶ Ὠκεανῷ χθὼν ἅπασα δίκην νήσου ἐστεφάνωται. διὸ ἐν τῷ πενθεῖν τἀναντία ποιοῦμεν. ὁμοπαθείᾳ γάρ, φησί, τοῦ κεκμηκότος κολοβοῦμεν ἡμᾶς κουρᾷ τε τριχῶν καὶ στεφάνων ἀφαιρέσει. Ἐνθυμητέον δʼ ἐν τούτοις καὶ Φωκίωνα, ὃς ἐστεφανωμένος θύων καὶ μαθὼν ἐν πολέμῳ πεσεῖν τὸν υἱὸν ἀπέθετο πενθίμως τὸν στέφανον. προσεπιμαθὼν δὲ καί, ὡς ἀριστεύων ἐκεῖνος τέθνηκεν, αὐτίκα ἐστεφανώσατο. Οἱ δὲ ἐν ἡμέρᾳ μὲν καπνοὶ ἐξ ἄστεος νησιωτικοῦ, νύκτωρ δὲ πυρσοὶ ἐπήτριμοι, ὅ ἐστι συχνοί, ὡς ἐν ἄλλοις δηλοῦται, πολυπειρίαν πραγμάτων καὶ αὐτοὶ συνάγουσι τῷ ἀκροατῇ, ὡς ἂν εἰδείη ὅτι ἡμέρας μὲν καπνὸς ὑψούμενος πλέον τοῦ πυρὸς ὁρᾶται διὰ τὸ ἐν φωτὶ μέλαν καὶ σημαίνει κινδύνους νήσου, νύκτωρ δὲ τοῦ καπνοῦ λανθάνοντος διὰ τὸ σκότος ἀναλάμπει ἐφʼ ὁμοίοις ἐκεῖ τὸ πῦρ. Καὶ ὅρα ὅτι ἐπέτεινε τὴν τοῦ πυρὸς λαμπρότητα οὐχʼ ἁπλῶς τινας ἄνδρας πολιορκουμένους παραλαβὼν χρωμένους πυρσοῖς, ἀλλὰ τηλόθεν νησιώτας, οἳ μάλιστα τούτοις θαρροῦσι διὰ τὸ μὴ ἔχειν πεζῇ βαδίσαι καὶ δηλῶσαι τοῖς περιοίκοις εἴτε νησιώταις εἴτε ἄλλως ἠπειρώταις τὸν κίνδυνον. τοῖς γὰρ τοιούτοις ὡς ἀπῳκισμένοις οἱ πυρσοὶ καὶ μεγάλοι ἀνάπτονται, καὶ διὰ πελάγους ἀνεπιπροσθήτως φαίνονται. Ὅρα δὲ ὅτι τε νέφος ἐνταῦθα χρύσεον εἰπὼν καὶ φλόγα καὶ σέλας πῦρ οὐκ ἠθέλησε φράσαι, εἰ καὶ ἄλλως ἐν τῷ τέλει τῆς ῥῶ καὶ τὸ σέλας ἀντὶ πυρὸς ἔθετο, προϊὼν δὲ ἐρεῖ περὶ τούτου, ἔνθα τὸ ἐξ Ἀχιλλέως καιόμενον καὶ ἀκάματον πῦρ ἐξέπληττε τοὺς ἡνιόχους. καὶ ὅτι ἡ τοῦ καπνοῦ ἐν τοῖς ῥηθεῖσι παράληψις τέθειται μὲν καὶ πρὸς ἔμφασιν πλήθους πυρσῶν, μᾶλλον δὲ διʼ ἐμπειρίαν πολυμαθείας, ὡς εἴρηται. ἄλλως γὰρ οὐ χρήσιμος ὁ καπνὸς πρὸς τὸ πολὺ τῆς ἐν τῷ Ἀχιλλεῖ φανταζομένης λαμπρότητος. Τὸ δὲ “κρίνονται Ἄρηϊ” ἀντὶ τοῦ εἰς διάκρισιν σπεύδουσιν, ἵνα τοῦ μίγνυσθαι παύσωνται, κατὰ τὸ “παύσαντο φυλόπιδος καρτερῆς”. ἐκ τοῦ τοιούτου δὲ κρίνειν καὶ κριτής, διʼ οὗ οἱ πρὸς ἔριν ἀναμεμιγμένοι διακρίνονται. καὶ ἄλλως δὲ κρίνονταί τινες Ἄρηϊ ἀντὶ τοῦ μεμερισμένως οἱ μὲν ἔνθεν, οἱ δὲ ἐκεῖθεν μάχονται. ὅθεν μετʼ ὀλίγα φησίν, ὅτι οἱ δεῖνα “μένος Ἄρηος δατέονται”, ἤγουν μερίζουσι. Δύναται δὲ λέγειν καὶ ὅτι διαφαίνεται, τίνες οἱ ἐν τοῖς μαχομένοις ἔκκριτοι. ἐκ δὲ τοῦ τοιούτου κρίνειν δοκεῖ καὶ ἡ ἐγκρὶς εἶναι, πεμμάτιον, φασίν, ἑψόμενον ἐν ἐλαίῳ, εἶτα μελιτούμενον. Τὸ δὲ “ἐπήτριμος”, ὃ δηλοῖ, ὡς ἐρρέθη, τὸν πυκνόν, ὁ Ἀσκαλωνίτης ὀξυτόνως, φασί, προέφερεν, οὐκ εὖ λέγων. τὰ γὰρ διὰ τοῦ ιμος ὑπὲρ δύο συλλαβὰς προπαροξύνονται. Ἐκ τοῦ τρία δέ, ὅπερ ἐστὶ πολλά, γίνεται, φασί, τρίμος, καὶ πλεονασμῷ μετὰ προθέσεως, ὥσπερ ἐπηετανός καὶ ἐπήβολος, οὕτω καὶ ἐπήτριμος. ὁ δέ γε εὐήτριος χιτὼν ἄλλο τι δηλοῖ, ὡς ἀλλαχοῦ δεδήλωται. τὸ μέντοι διὰ τοῦ ι γραφόμενον ἴτριον πέμμα, φασίν, ἐκεῖνό ἐστι λεπτὸν διὰ σησάμου καὶ μέλιτος γινόμενον. τὸ δὲ παρʼ Ὁμήρῳ ἦτρον, ὅτι ἐκ τοῦ ἄω, τὸ πνέω, καθὰ καὶ τὸ ἦτορ γίνεται, ὡς καίριον ὂν τοῖς ζῶσιν, ἔγνωσται ἤδη καὶ αὐτό. Περικτίονας δὲ νοητέον ἐν τῇ ῥηθείσῃ παραβολῇ διοικονομουμένους ναυσὶ καὶ αὐτούς. οἱ γὰρ τοιοῦτοι χρήσιμοι ἂν πολεμουμένοις νησιώταις ἔσονται, οὐ μὴν οἱ ἄλλως ἁπλῶς περίοικοι. Τὸ δὲ “Ἄρεως ἀλκτῆρες” σημειωτέον εἰς τὸ “ἐμεῖο δὲ δῆσεν Ἄρης ἀλκτῆρα γενέσθαι”, τὸ πρὸ ὀλίγου ῥηθέν. χρήσιμον γὰρ τοῦτο ἐκεῖ. Ἰστέον γὰρ ὅτι τὰ παλαιὰ τῶν ἀντιγράφων ἐκτείνουσιν ἐνταῦθα τὴν λήγουσαν τοῦ Ἄρεως, ὡς ἀπὸ εὐθείας προδηλωθείσης Αἰολικῆς βαρυτόνου τοῦ Ἄρευς. τινὲς δέ φασι καὶ ὡς αἱ τοῦ Ἀριστάρχου ἐκδόσεις καὶ τοῦτο διὰ μόνου τοῦ ω ἔχουσι. τοῦ Ἄρεω γὰρ, ὡς τοῦ Μενέλεω καὶ τοῦ Πείρεω· οἷον· Πείρεω υἱόν. ὁ δʼ αὐτός, φασίν, Ἀρίσταρχος καὶ τὸ “ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρʼ ἵκηται τηλόθεν ἐκ νήσου” οὕτω μεταγράφει “ὡς δʼ ὅτε πῦρ ἐπὶ πόντον ἀριπρεπὲς αἰθέρʼ ἵκηται”, λέγων ὡς ἄτοπον τὸ πῦρ εἰκάσαι καπνῷ. οὐκ εὖ δέ, φασίν, ἐκεῖνος ποιεῖ. ὁ γὰρ ποιητὴς τὸ ὅλον πρᾶγμα συνήθως φράζων καπνοῦ τε ἐμνήσθη τοῦ ἐν ἡμέρα, ὡς εἴρηται, καὶ πυρὸς πυρσῶν τοῦ ἐν νυκτί, ᾧ καὶ μόνῳ εἴκασται Ἀχιλλεὺς κατὰ τὸ ἐν παραβολαῖς Ὁμηρικὸν ἔθος. Ὅρα δὲ ὡς, εἰ καὶ ἐκ τοῦ πῦρ πυρός γίγνεται καὶ ὁ πυρρός, τὸ ἐπίθετον, διὰ δύο ρ καὶ ὁ ἐκ τούτου πυρσός, κατὰ τὸ ταρρός ταρσός, ἀλλʼ ἐκ μὲν τοῦ πυρροῦ ἑτεροῖόν ἐστι ῥῆμα, οἷον ὑπερεπυρρίασε παρὰ τῷ Κωμικῷ, ἐκ δὲ τοῦ πυρσοῦ ἀλλοῖον, πυρσεύειν γάρ, ὡς ἐκ τοῦ πῦρ πυρὸς τὸ ἐμπυρεύειν. Ὅτι δὲ οἱ πυρσοὶ καὶ φανοὶ λέγονται, καὶ πανοὶ δὲ διὰ τοῦ πῖ, καὶ ὅτι τοῦ φανοῦ παράγωγον τὸ φανίον, ἀλλαχοῦ δηλοῦται. Ὅτι Ἀχιλλεὺς “στῆ ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐδʼ ἐπʼ Ἀχαιούς”, ἢ ἐς Ἀχαιούς, “μίσγετο. μητρὸς γὰρ πυκινὴν ὠπίζετʼ ἐφετμήν”, ὡς καὶ πρὸ βραχέων ἐδηλώθη, ὅπερ, εἰ καὶ Πάτροκλος ἐξ Ἀχιλλέως ἐφυλάξατο, ἔζη ἄν. “ἔνθα”, φησί, “στὰς ἤϋσεν”, ὅ ἐστιν ἐβόησεν. Ὡς δʼ οὐκ ἦν πιθανὸν ἁπλῶς οὕτω τοὺς Τρῶας τρέσαι, πλάττει σεμνῶς ὡς ἐν τερατείᾳ ποιητικῇ ὅτι συνεβόησε καὶ ἡ Ἀθηνᾶ, καὶ οὕτως ἐκυδοίμησε τοὺς Τρῶας. Φησὶ γὰρ “ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη φθέγξατο”, κατά τινα δηλαδὴ συμφωνίαν, “ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν”. Σεμνύνων δὲ καὶ ἄλλως αὐτὴν καθʼ αὑτὴν τὴν τοῦ Ἀχιλλέως κατὰ μόνας φωνήν, ἥν, ὡς εἰκός, Ἀθηνᾶς λόγῳ, τουτέστι φρονήσεως, εἰς ὅσον ἐξῆν καὶ ὕψωσε καὶ ἠγρίανεν, ὡς καὶ αὐτὸς μάλιστα βοὴν ἀγαθός, ὅ ἐστιν εὐρυβόας, ἐπάγει παραβολήν, διʼ ἧς αὐτὴν εἰκάζει σάλπιγγι, εἰπὼν “ὡς δʼ ὅτʼ ἀριζήλη φωνή”, τουτέστιν ἀριδήλη, “ὅτε τʼ ἴαχε σάλπιγξ ἄστυ περιπλομένων δηΐων ὑπὸ θυμοραϊστέων, ὣς τότε ἀριζήλη φωνὴ γένετο Αἰακίδαο”. Καὶ ἐπάγει “οἳ δʼ ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο, πᾶσιν ὀρίνθη θυμός”, ἤγουν πάντες ἐταράχθησαν, “ἀτὰρ καλλίτριχες ἵπποι ἂψ ὄχεα τρόπεον”, παλίντροποι δηλαδὴ θέοντες, “ὄσσοντο γὰρ ἄλγεα θυμῷ”, αὐτοί τε δηλονότι καὶ οἱ ἄνδρες, ἢ μᾶλλον οἱ ἄνδρες μόνοι, ἵνα ᾖ ὡς πάντες ὠρίνθησαν ὀσσόμενοι ἄλγεα. “ἡνίοχοι δʼ ἔκπληγεν”, ὡς πρὸ μικροῦ ἐδηλώθη, “ἐπεὶ ἴδον ἀκάματον πῦρ δεινόν”, τὸ προγραφέν, ὅπερ ἔδαιεν Ἀθηνᾶ. “τρὶς μὲν ὑπʼ ἐκ τάφρου μεγάλʼ ἴαχε δῖος Ἀχιλλεύς, τρὶς δὲ κυκήθησαν” οἱ περὶ Ἕκτορα. “ἔνθα δὲ καὶ τότʼ ὄλοντο δυώδεκα φῶτες ἄριστοι ἀμφὶ σφοῖς”, ἤγουν ἰδίοις, “ὀχέεσσι καὶ ἔγχεσσιν. αὐτὰρ Ἀχαιοὶ ἀσπασίως Πάτροκλον ὑπʼ ἐκ βελέων ἐρύσαντες κάτθεσαν ἐν λεχέεσσι”. Καὶ ὅρα ὅπως ὑψώσας τὴν ἐπὶ τῷ κινδύνῳ τοῦ Πατρόκλου περιπέτειαν καὶ εἰς ἄπορον ἀγαγὼν ῥᾷον αὐτὴν λύσας κατέστησε θεῖον παρεμβαλὼν συνήθως πρόσωπον, διʼ οὗ τεράστιος φαντασθεὶς ὁ Ἀχιλλεὺς τήν τε ἰδέαν τήν τε φωνὴν τοὺς πολεμίους ἐτρέψατο. ἄλλως γὰρ οὐκ ἂν ἀψόγως ἔπλασεν ὁ ποιητὴς τοιαύτην ἐκ μόνης τῆς τοῦ Ἀχιλλέως θέας καὶ φωνῆς φυγήν. ὁ γοῦν Ἕκτωρ καὶ εἰσέτι μετʼ ὀλίγα ἐνδοιάζων, εἰ ἐτεὸν ἀνέστη Ἀχιλλεύς, οὕτω πιθανῶς θαρρεῖ ἀντιστῆναι πρὸς μάχην εἰς αὔριον. ἔσχε δὲ τὸ ἐνδοιάσαι διὰ τὸ τεράστιον τῆς θέας καὶ τῆς βοῆς, ὡς δῆθεν θεόθεν πρὸς ὥραν γενόμενον, ἵνα μόνον περισωθῇ ὁ νεκρός. Ἰστέον δὲ ὅτι καλὸν τῷ ποιητῇ καὶ τὸ παραβολικῶς πολεμικὴν σάλπιγγα παραλαβεῖν τὸ ἐνυάλιον ἠχοῦσαν ὡς ἐν πολιορκίας καιρῷ, ὥσπερ καὶ πολεμικοὺς ἀνωτέρω πυρσοὺς παρέθετο ἀκολούθως τοῖς ὑποκειμένοις πράγμασιν. Οὔτε γὰρ ψιλὸς ὅπλων ἐμφανισθεὶς ὁ Ἀχιλλεὺς ἐξεθρόησεν ἂν τοὺς ὁπλίτας ἐχθρούς, οἵγε καὶ ἐχάρησαν ἂν καὶ ἐθάρσησαν καὶ ἐπέδραμον, ὡς καὶ καταφαγεῖν αὐτόν, ὃ δὴ λέγεται. οὐδὲ μὴν τῇ κατὰ φύσιν αὐτοῦ καὶ μόνου βοῇ ἐξέπληξεν ἂν ἐκείνους, εἰ καὶ ὅτι μάλα λιγύφθογγος ἦν καὶ ὀξὺς βοῆσαι. φαντάσας δὲ διὰ τοῦ χρυσέου νέφους καὶ τῆς τεραστίας φλογὸς τῶν ἀμφιχυθέντων αὐτῷ λαμπρώτατον ὁπλίτην καὶ τῇ, ὡς εἰκός, ἐμβοητικῇ συμφωνίᾳ τῶν ἀμφʼ αὐτὸν Μυρμιδόνων μόνων—οὐ γὰρ ἐμίγνυτο τοῖς λοιποῖς ἀλλʼ ἰδίαζε λόγῳ Ἀθηνᾶς, ἤτοι φρονήσεως, ἵνα μὴ ἀλλαχοῦ ταῦτα φαίνοιντο γίνεσθαι, ἀλλʼ αὐτόχρημα περὶ τὰς τοῦ Ἀχιλλέως νῆας—, ἀριζήλην τε φωνὴν ἀφῆκεν καὶ οἵαν ἐκφοβῆσαι τοὺς ἐναντίους καὶ κατάφρακτος ὅπλοις δεινὸν γανόωσιν ἐνομίσθη, καὶ οὕτω τρεψάμενος ἐκείνους τὸν τοῦ ἑταίρου νεκρὸν περιεσώσατο. Ὅτι δὲ τὸ ἀριζήλη θηλυκόν ἐστι τοῦ ἀρίζηλος, οἷον ἀστὴρ ἀρίζηλος, καὶ ὅτι ἔτρεψε τὸ δ εἰς ζ συνήθως, δῆλόν ἐστι, καὶ ὅτι καιρία λέξις ὡς ἐν ποιήσει τὸ ἀριζήλη φωνῆς ὑπερφωνούσης τὰς λοιπάς. διὸ καὶ δὶς αὐτῇ ἐνταῦθα ἐχρήσατο ἐπί τε σάλπιγγος καὶ ἐπὶ Ἀχιλλέως. Φασὶ δὲ οἱ παλαιοὶ ὡς οἶδε μὲν ὁ ποιητὴς σάλπιγγα, ἥρωας δὲ οὐκ εἰσάγει χρωμένους αὐτῇ οὐδὲ εἰδότας. ὃ δὴ καὶ περὶ τοῦ τετρώρου φασίν. Ἓξ δέ, φασί, σαλπίγγων εἴδη· πρώτη, ἣν εὗρεν Ἀθηνᾶ, διὸ καὶ Σάλπιγξ Ἀθηνᾶ παρὰ Ἀργείοις τιμᾶται, καὶ κεῖται καὶ παρὰ Λυκόφρονι τὸ ἐπίθετον· δευτέρα, ἡ στρογγύλη παρʼ Αἰγυπτίοις, ἣν Ὄσιρις εὗρε, καλουμένη, φασί, χνούη. χρῶνται δʼ αὐτῇ πρὸς θυσίαν, καλοῦντες τοὺς ὄχλους διʼ αὐτῆς· τρίτη, ἡ Γαλατική, χωνευτή, οὐ πάνυ μεγάλη, τὸν κώδωνα ἔχουσα θηριόμορφόν τινα καὶ αὐλὸν μολίβδινον, εἰς ὃν ἐμφυσῶσιν οἱ σαλπισταί. ἔστι δὲ ὀξύφωνος καὶ καλεῖται ὑπὸ τῶν Κελτῶν κάρνυξ· τετάρτη ἡ Παφλαγονική, ἧς ὁ κώδων βοὸς ἦν προτομή, βαρύφωνος, ἀναφυσητή. καλεῖται δέ, φασί, βόϊνος. πέμπτη Μηδική, τὸν αὐλὸν ἔχουσα καλάμινον, τὸν δὲ κώδωνα βαρύφωνον, ὀγκόφωνος. ἕκτη Τυρσηνική, ἧς εὑρεταὶ Τυρσηνοί, ὁμοία Φρυγίῳ αὐλῷ, τὸν κώδωνα κεκλασμένον ἔχουσα, λίαν ὀξύφωνος, ἧς καὶ Σοφοκλῆς ἐν τῷ Μαστιγοφόρῳ μέμνηται. Ὅρα δὲ καὶ τὸ “περιπλομένων δηΐων”, ἤγουν περιπολούντων, κυκλούντων, ὡς χρησιμεῦον εἰς τὸ “περιπλομένων ἐνιαυτῶν”, ληφθὲν καὶ αὐτὸ ἀντὶ τοῦ περιπελομένων, περιστρεφομένων, καὶ ὅτι τὸ “θυμοραϊστέων” διʼ ἑνὸς μὲν ρ γράφεται καὶ ὧδε ὡς κοινόν, οὐ μὴν Ἀττικῶς. εἴρηται δὲ πρὸς ἀναλογίαν τῶν ἐν Ὀδυσσείᾳ κυνοραϊστῶν. Εἰ δὲ πρὸ τούτων μὲν θάνατος ἐρρέθη θυμοραϊστής, ἐνταῦθα δὲ δήϊοι θυμοραϊσταί, τί κωλύει καὶ σίδηρον εἰπεῖν θυμοραϊστήν, καὶ εἴ τι δὲ ἄλλο τοιοῦτον, καὶ ὅτι σχεδιασμοῦ εἴκασμα ἔχει καὶ τὸ ἐν δυσὶν ἐφεξῆς στίχοις πρὸς τῷ τέλει ἐνταῦθα κεῖσθαι τὸ “Αἰακίδαο”, οἷα τοῦ σχεδιάζειν μὴ ἐνδιδόντος πρὸς λέξεων διαφόρων ἐπίχυσιν. Σημείωσαι δὲ καὶ ὡς Κέρβερος μέν που συνθέτως χαλκεόφωνος εἴρηται, Ἀχιλλεὺς δὲ διαλελυμένως ὄπα χάλκεον ἔχει. καὶ ἔστι τῇ λέξει τὸ ἀσφαλὲς ἐκ τῆς κατὰ τὴν σάλπιγγα εἰκόνος, οἷα θεραπευθείσῃ ἐκεῖθεν. οὗ γὰρ ἡ φωνὴ ὁποία σάλπιγξ ἀριζήλη τε καὶ καθʼ ἕτερον ποιητὴν εἰπεῖν χαλκόστομος, ὁ τοιοῦτος οὐ καινόν, εἴπερ ὄπα χάλκεον ἔχειν λεχθείη ἤγουν στερεάν, ἣν ἀτειρέα φθάσας εἶπε, καὶ ἄθραυστον, καί, ὥς πού φησιν, ἄρρηκτον. Τὸ δὲ “ὄχεα τρόπεον”, ἤγουν ἔτρεπον, σημειωτέον ὡς μήτε συζυγοῦν μήτε γραφόμενον κατὰ τὸ τρωπῶ τὸ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων, ἐξ οὗ τὸ “θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν”. ἐκ δὲ τοῦ τοιούτου τροπέω καὶ ὁ περιτροπέων ἐνιαυτὸς γίνεται καὶ τὸ παλιντροπάασθαι. Εἰ δέ τις ἐθέλει καὶ τὸ τρόπεον ἐκτείνειν κατὰ τὸ τρώπαον καὶ τρώχαον καὶ τὰ ὅμοια, οὐ μὴν συστέλλειν κατὰ τὸ τρόμεον καὶ ὅσα τοιαῦτα δευτέρᾳ συζυγίᾳ περισπωμένων ὑπόκειται, ἴστω ὡς ἰδιάζει τῷ θελήματι καὶ οὐ λαλεῖ πρὸς ἀκρίβειαν. Ἰστέον δὲ καὶ ὡς, εἰ μὲν ἡ ἄρχουσα τοῦ “τρόπεον” μεγεθύνεται, τότε αἱ ἐφεξῆς δύο συλλαβαὶ ἀντὶ μιᾶς λογίζονται μακρᾶς, εἰ δὲ σμικρύνεται, ἀναγκαίως ἡ λήγουσα ἐκτείνεται λόγῳ κοινῆς συλλαβῆς. Τὸ δὲ “ὄσσοντο ἄλγεα θυμῷ” ἐντελέστερον γέγραπται τοῦ “ὀσσόμενος πατέρʼ ἐσθλόν”, ὃ ἐν Ὀδυσσείᾳ κεῖται. Τὸ δὲ “ἔδαιεν Ἀθήνη” πρὸς πλείω σαφήνειαν περιττῶς ἐτέθη. οὐ γὰρ ἁπλῶς ἀεὶ ἐδαίετο ἀκάματον πῦρ δεινὸν ἐκ κεφαλῆς τῷ Ἀχιλλεῖ, ἀλλὰ τῆς Ἀθηνᾶς ἀναπτούσης τότε, ὥς ποτε καὶ τῷ Διομήδει. Τὸ δὲ “τρὶς ἴαχε” προσφυὲς τῇ Τριτογενείῃ Ἀθηνᾷ τῇ συλλαμβανομένῃ φωνῆς τῷ Ἀχιλλεῖ. ᾠκείωται γὰρ αὐτῇ ὁ τοιοῦτος ἀριθμός, ὡς πολλαχοῦ δηλοῦται. Τὸ δὲ ἰάχειν ἤδη καὶ τῇ σάλπιγγι δέδοται ἐν τῷ “ἴαχε σάλπιγξ”. Ἐν δὲ τῷ “δυώδεκα φῶτες” ἀμφιβάλλεται εἴτε δώδεκα μόνοι φῶτες ὤλοντο, εἴτε ἀπὸ κοινοῦ νοητέον ὅτι τρὶς ἰάχοντος Ἀχιλλέως καὶ τρὶς κυκηθέντων τῶν ἐχθρῶν τρὶς δώδεκα Τρῶες ὤλοντο, καθὰ καὶ πρὸ τούτων Πάτροκλος τρὶς ἐννέα ἄνδρας ἔπεφνεν. Ὅρα δὲ σαφῶς καὶ ἐνταῦθα ἐκταθέντα τὸν δύω ἀριθμὸν τὴν λήγουσαν ἐν τῷ δυώδεκα, ἐξ οὗ ἀναγκαίως ἀεὶ ἐκτείνει τὴν ἄρχουσαν ὁ δώδεκα. Ὅτι ὡς κατετέθη Πάτροκλος ἐν λεχέεσσι, “φίλοι ἀμφέσταν ἑταῖροι μυρόμενοι, μετὰ δέ σφι ποδώκης εἵπετʼ Ἀχιλλεύς, δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον κείμενον ἐν φέρτρῳ, δεδαϊγμένον ὀξέϊ χαλκῷ”. Καὶ ὅρα τὸ “χέων” πολλὴν ἔμφασιν ἔχων δαψιλοῦς δακρύου ἐν μιᾷ λέξει. καὶ εἶχε μὲν παραβολὴν ἐπαγαγεῖν, ὡς ἀλλαχοῦ, τὴν ἀπὸ μελανύδρου κρήνης, συνεστένωσε δὲ κἀνταῦθα τὴν φράσιν τοῖς πράγμασιν. ἄλλως δὲ οὐδὲ ἐχρῆν πλατῦναι τοῦτο εἰς πλέον παραβολικῶς φειδοῖ Ἀχιλλέως, ὃν φθάσας ἔπλασε σκώψαντα τὸ πολὺ τοῦ Πατρόκλου δάκρυον. ἀμέλει ἐν τοῖς ἑξῆς μετʼ ὀλίγα ἐν καιρῷ ἀδείας νυκτέρου οὐδὲ δακρύοντα ποιήσας τὸν Ἀχιλλέα, στενάχοντα δὲ μόνον, ἐκτίθεται παραβολὴν εἰς τοῦτο οὐχʼ ὑποστειλάμενος. ἡρωϊκώτερον γὰρ τοῦ δακρύειν τὸ στενάχειν καὶ βαρυστενάχειν, ὡς καὶ ὁ φιλόμηρος ἐν Αἴαντι δηλοῖ Σοφοκλῆς. Θερμὰ δὲ δάκρυα οὐ μόνον τὰ φύσει τοιαῦτα, ὅτε πρόσφατα ῥέουσιν, ἀλλὰ καὶ τὰ ἐξ ἐνδιαθέτου, ὡς τῶν μὴ τοιούτων οὐκ ἐνθέρμων ὄντων. καὶ ἔστι σύνηθες τὸ θερμὸν καὶ τοιαύτην σημασίαν ἔχειν, ὁποῖόν τι σὺν ἄλλοις μυρίοις καὶ τὸ “θερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχεις”. Τὸ δὲ “ἐν φέρτρῳ” ἔστι μὲν ἐφερμηνευτικὸν τοῦ “ἔθεσαν ἐν λεχέεσσι”, δηλοῖ δὲ νεκρικὸν φορεῖον, ἀσπίδα τυχὸν ἢ ἄλλο τι αὐτοσχέδιον. ἅπαξ δέ, φασίν, εἶπε τὴν λέξιν ἐνταῦθα. κυριολεκτεῖται δὲ τῇ ἐτυμολογίᾳ, εἴγε τὸ φέρειν ἐπὶ ἀψύχου, ὅθεν καὶ ἀναφέρειν τὸ ἀπὸ παρανοίας ἀνασφάλλειν. καὶ εἴη ἂν φέρτρον ὁ νεκροφόρος σκίμπους. ἔοικε δὲ φερτήριον τετρασυλλάβως εἶναι τὸ ἐντελές, ἐξ οὗ συγκέκοπται τὸ φέρτρον ὁμοίως τῷ θρεπτήριον θρέπτρον, οἷον “οὐδὲ τοκεῦσι θρέπτρα φίλοις” καὶ ἑξῆς. Ἐνταῦθα δὲ καὶ ἡ Ὁμηρικὴ Μοῦσα οἷον μυρομένη φησὶ περιπαθῶς αἰτίαν τοῦ τῶν ἡρωϊκῶν δακρύων χεύματος, ὅτι ἔπεμπε μὲν τόν, ὡς ἐρρέθη, πιστὸν ἑταῖρον “σὺν ἵπποισι καὶ ὄχεσφιν εἰς πόλεμον, οὐδʼ αὖτις ἐδέξατο νοστήσαντα”. οὕτω καὶ ἡ Θέτις πρὸς λύπης ἔχειν ἔφη ὡς οὐχʼ ὑποδέξεται τὸν υἱὸν οἴκαδε νοστήσαντα, ὃ καὶ Ἀχιλλεὺς παρεσημήνατο μετὰ τοὺς λόγους τῆς μητρὸς ἐν τόποις δυσίν. Ὅτι δέδοται τῇ ποιήσει κατεπιχειρεῖν καὶ τῆς τοῦ ἡλίου κινήσεως. καὶ ποτὲ μὲν ἐπὶ διαχύσει τινῶν κατέχει ὁ μῦθος τὸν ἥλιον αὐτοῦ που ἐν τῇ ἀνατολῇ. καὶ ἢ Μούσας γεννᾷ ἐννεανύχῳ ῥᾳστώνῃ Διὸς ἢ Ἡρακλέα τριέσπερον ἢ τὴν τοῦ Ὀδυσσέως ἀδολεσχίαν μετὰ τῆς γυναικὸς παρατείνει. Ἐνταῦθα δὲ ἐπὶ λύπῃ τὸν ἥλιον ποιεῖ ἐπʼ Ὠκεανὸν πρὸς τῆς Ἥρας πεμπόμενον. φησὶ γὰρ “ἠέλιον δʼ ἀκάμαντα βοῶπις πότνια Ἥρη πέμψεν ἐπʼ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι”. καὶ ἔστιν ὁ λόγος ἀστείως, ὡς καὶ Κράτης ἐπισημαίνεται. ἀλληγορικῶς γὰρ ὁ ἥλιος τῇ δίνῃ τοῦ οὐρανοῦ συνελκόμενος ἄκων ἐπὶ δυσμὰς ἕλκεται διὰ Ἥρας, τῆς τοῦ περιέχοντος δηλαδὴ φύσεως. τὸ γοῦν ἀεὶ φύσει γινόμενον ἰδικῶς ἄρτι γενέσθαι πλάττει, ὁποῖόν τι καὶ τὸ τὸν Ἀτρέα καταναγκάσαι τὸν τοῦ ἡλίου δρόμον καὶ ἐξ ἀνατολῶν τρέψαι πρὸς δύσιν. κἀκεῖνο γὰρ ἀεὶ γινόμενον ὅμως ἅπαξ ποτέ φησιν ὁ μῦθος γενέσθαι. καὶ ἄλλα δὲ πολλὰ τοιαῦτά εἰσι παρὰ τοῖς ποιηταῖς. Τὸ δὲ νέεσθαι τὸν ἥλιον ἐπʼ Ὠκεανόν, ταὐτὸν ὃν περιφραστικῶς τῷ δῦναι, διασαφῶν ὁ ποιητὴς εὐθὺς ἐπάγει “ἠέλιος μὲν ἔδυ”. Ὅτι τὸ ἀγαθὸν εἶναι νυκτὶ πιθέσθαι πραγματικῶς ἐνταῦθα ποιεῖται. “ἠέλιος μὲν γὰρ ἔδυ, παύσαντο δὲ δῖοι Ἀχαιοὶ φυλόπιδος κρατερῆς καὶ ὁμοιΐου” πολέμου τοῦ πολλαχοῦ γνωσθέντος, “Τρῶες δʼ αὖ ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνης χωρήσαντες ἔλυσαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους”, ἤγουν ὑπέλυσαν τῆς ζεύγλης. Ἐπεὶ δὲ ἀγαθὸν ἐν νυκτὶ βουλή, διὸ καὶ εὐφρόνη λέγεται, εὐθὺς οἱ Τρῶες “ἀγορὴν ἀγέροντο πάρος δόρποιο μέδεσθαι”. ἐτυμολογικὸς δὲ συνήθης τρόπος τὸ “ἐς ἀγορὰν ἀγέροντο”. Ἰστέον δὲ ὅτι τοῦ δόρπου παρώνυμον αἱ ἐπιδορπίδες. δηλοῖ δὲ ἡ λέξις τὰ τραγήματα, λεγόμενα οὕτω διὰ τὸ ἐπὶ δόρπῳ, ἤγουν μετὰ δόρπον, προτίθεσθαι. διαφέρουσι δὲ ἴσως ἐπιδορπίδων τὰ παρὰ Ἡροδότῳ ἐπιφορήματα. ἦσαν δὲ αὐτὰ τὰ μετὰ τὰς μοῖρας ἑκάστων. Πλάτων δέ, φασίν, ὁ Κωμικὸς ταῦτα ἐπιραπεζώματα καλεῖ, ἄλλοι δὲ ἐπαίκλια, ταὐτὸν δʼ εἰπεῖν ἐπαίκνια κατὰ συγγένειαν τοῦ νῦ καὶ τοῦ λάμβδα. εἰσὶ δὲ καὶ αὐτὰ μετὰ δεῖπνον βρώματα. αἶκνον γὰρ καὶ αἶκλον τὸ βρῶμα πρὸς ὁμοιότητα τοῦ νίτρον καὶ τῶν ὁμοίων. ταῖς δὲ ῥηθείσαις λέξεσιν ἐρίζειν βούλεται πρὸς ἰσοδύναμον καὶ τὰ παρὰ Λυκίοις ἀναδείπνια, ἑσπερινὰ ἐδέσματα τραγηματώδη μετὰ κρέα καὶ ἰχθῦς. Ὅρα δὲ καὶ νῦν φραστικὴν δύναμιν, ἄλλως μὲν φράσαντος Ὁμήρου τὸ παύσασθαι μάχης τοὺς Ἀχαιούς, ἑτέρως δὲ περιφραστικώτερον τὸ τοὺς Τρῶας, συμπτώσεως γενομένης κατὰ μόνον τὸ “κρατερῆς”. Ὅτι ὀρθῶν ἑσταότων τῶν Τρώων ἀγορὴ γένετο, οὐδʼ ὀλίγον τι παραμυθησαμένων τὸν μεθʼ ἡμέραν πόνον, “οὐδέ τις ἔτλη ἕζεσθαι. πάντας γὰρ ἔχε τρόμος οὕνεκʼ Ἀχιλλεὺς ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς”, ὡς ἐντεῦθεν οἷον πεινᾶν αὐτὸν μάχης καί που καὶ κατὰ τὸν Ὁμηρικῶς ἀκοστήσαντα ἵππον ἐφίεσθαι τοῦ προτέρου νομοῦ. Τὸ δὲ “οὐδέ τις ἔτλη ἕζεσθαι” ὅμοιόν ἐστι τῷ μηδένα ἕζεσθαι. διὸ καὶ ἐπῆκται τὸ “πάντας γὰρ ἔχε τρόμος”. Ἐν δὲ τῇ τοιαύτῃ ἀγορᾷ “Πολυδάμας πεπνυμένος ἦρχε ἀγορεύειν Πανθοΐδης. ὃ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω· Ἕκτορι δʼ ἦεν ἑταῖρος, ἰῇ δʼ ἐν νυκτὶ γένοντο, ἀλλʼ ὃ μὲν ἂρ μύθοισιν, ὃ δʼ ἔγχεϊ πολλὸν ἐνίκα”. Καὶ ἦν ἡ τοῦ τοιούτου Πολυδάμαντος βουλὴ αὕτη “ἀμφὶ μάλα φράζεσθε, φίλοι, κέλομαι γὰρ ἔγωγε ἄστυδε νῦν ἰέναι”. καὶ ἐφερμηνεύων τὸ “νῦν” ἐπάγει “μὴ μίμνειν ἠῶ δῖαν ἐν πεδίῳ παρὰ νηυσίν”, ἀλλὰ δηλαδὴ ἐν τῇ πόλει. Εἶτα αἰτίαν προστιθείς φησιν “ἑκὰς δʼ ἀπὸ τείχεός εἰμεν”, ἤγουν ἐσμέν. Ἐφʼ οἷς καὶ τοῦ Ἀχιλλέως ὑπομιμνῄσκων λέγει ὅτι “ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ, τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί”. Καὶ κατασκευάζων τὸ “ῥηΐτεροι” ἐπιφέρει “χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων, ἐλπόμενος νῆάς γʼ αἱρησέμεν ἀμφιελίσσας. νῦν δʼ αἰνῶς δείδοικα ποδώκεα Πηλείωνα, οἷος ἐκείνου θυμὸς ὑπέρβιος”. Καὶ διασαφῶν τὸ “ὑπέρβιος” φησὶν “οὐκ ἐθελήσει μίμνειν ἐν πεδίῳ, ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ ἐν μέσῳ ἀμφότεροι”, ὅ ἐστιν ἄμφω τὰ μέρη, “μένος Ἄρηος δατέονται, ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν. ἀλλʼ ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι· ὧδε γὰρ ἔσται· νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλείωνα ἀμβροσίη· εἰ δʼ ἄμμε κιχήσεται ἐνθάδʼ ἐόντας αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν γνώσεται”. Εἶτα διασαφῶν ὅπως γνώσεταί τις ἕωθεν τὸν Ἀχιλλέα, ἐπάγει “ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρήν, ὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται Τρώων· αἲ γὰρ δή μοι ἀπʼ οὔατος ὧδε γένοιτο. εἰ δʼ ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ, νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν”, ἤγουν ἐν κοινῷ ἀθροισμῷ ἢ ἐν βουλῇ δυναμωθησόμεθα, “ἄστυ δὲ πύργοι ὑψηλαί τε πύλαι σανίδες τʼ ἐπὶ τῆς”, ἤγουν ἐπὶ ταύταις, “ἀραρυῖαι μακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσονται· πρωῒ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες στησόμεθʼ ἂν πύργους· τῷ δʼ ἄλγιον, αἴ κʼ ἐθέλῃσιν, ἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι. ἂψ πάλιν εἶσιν ἐπὶ νῆας, ἐπεί κʼ ἐριαύχενας ἵππους παντοίου δρόμου ἄσῃ”, ὅ ἐστι κορέσῃ, “ὑπὸ πτόλιν ἠλασκάζων. εἴσω δʼ οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει”. τοῦτο δὲ ἠθικῶς καὶ ἀστείως ἔφη. ἀντὶ γὰρ τοῦ εἰπεῖν ὡς οὐ τολμήσει ἢ ὡς οὐ δυνήσεται εἰσελθεῖν, εἶπεν ὡς οὐκ ἐάσει αὐτὸν ἡ προθυμία, ἤγουν οὐ προθυμηθήσεται ἔσω ἐφορμηθῆναι. ἴσως δὲ καὶ τὴν Τρωϊκὴν ἔκθυμον κώλυσιν ἐνταῦθα δηλοῖ ὁ θυμός. Ἐπεὶ δὲ τοῦτο ἀσαφές ἐστιν, ἑρμηνεύει εὐθὺς ἐπάγων “οὐδέ ποτʼ ἐκπέρσει”. καὶ ἐπιτείνων τὸ δῆθεν κακὸν τοῦ Ἀχιλλέως φησὶν “πρίν μιν κύνες ἀργοὶ ἔδονται”. καὶ οὕτω μὲν ὁ Πολυδάμας. οἷα δὲ ἀκούσει ἀπὸ τοῦ Ἕκτορος, ἐν τοῖς ἑξῆς φανεῖται. Σημείωσαι δὲ ὅτι κατὰ τὴν τῶν σοφῶν παρατήρησιν κεφαλαίων ὄντων συμβουλευτικῶν, τοῦ καλοῦ, τοῦ δυνατοῦ, τοῦ ἀναγκαίου καὶ τοῦ συμφέροντος, τὸ μὲν καλόν, ὅπερ πρὸς δόξαν μόνην ὁρᾷ, παρῆκε νῦν ὁ Πολυδάμας διὰ τὴν περίστασιν τοῦ καιροῦ. οὐ γὰρ εἶπεν ὡς οὐκ ἔνδοξον τὸ ἀναχωρεῖν, ὅγε καὶ ἐκολάζετο, καὶ μάλιστα παρὰ Λάκωσιν ὕστερον, καὶ παρὰ τοῖς τοῦ Ὁμήρου δὲ πρότερον. τοῖς δὲ λοιποῖς τρισὶ κεφαλαίοις ἀγωνίζεται. δυνατὸν γὰρ εἶναι λέγει τὸ ἀκινδύνως ἀναχωρεῖν αὐτίκα νῦν. αὔριον γὰρ τυχὸν οὐκ ἔσται δυνατόν. ὡσαύτως δυνατὸν καὶ τὸ ἀπὸ τείχους πολεμεῖν. τοῦτο δʼ αὐτὸ καὶ συμφέρον ὡς καὶ τὸ νῦν ἀβλαβῶς ἀναχωρῆσαι. καὶ ἀναγκαία δὲ ἡ φυλακὴ τῆς Ἰλίου, νυκτὸς μὲν ἀγρυπνούντων, ἡμέρας δὲ πολεμούντων. Ἰστέον δὲ καὶ ὅτι ἐν τῷ “ὀρθῶν ἑσταότων ἀγορὰ γένετο” καλῶς πρόσκειται τὸ “ἑσταότων”, ἐπεὶ οὐκ ἐξ ἀνάγκης ὁ ὀρθωθεὶς καὶ ἕστηκεν, ὡς δῆλον καὶ ἐκ τοῦ “ὀρθωθεὶς δʼ ἔδυνε χιτῶνα”, ἤγουν ἐκ κατακλίσεως μικρόν τι μετεωρισθείς. Ὅτι δὲ δειλίας ἦν τὸ ὀρθοὺς ἑστάναι, δῆλον ἐκ τοῦ “πάντας γὰρ εἶχε τρόμος”, εἰ καὶ μὴ τοσοῦτος ἦν, ὡς καὶ καταρρίπτειν αὐτοὺς ἢ ποιεῖν ἐπʼ ἀμφοτέρους πόδας ἵζειν. Τὸ δὲ “ὁρᾶν πρόσω καὶ ὀπίσω” μέγας ἔπαινος Πολυδάμαντος ὡς ἢ μάντεως ἢ ἄγαν συνετοῦ. περὶ δὲ τῆς τοιαύτης φράσεως προείρηται. δῆλον δὲ καὶ ὡς ὁ μὴ τοιοῦτος ψέγεται παρὰ τῷ ποιητῇ, ὅτι μὴ οἶδεν ἅμα πρόσω καὶ ὀπίσω νοῆσαι, ὃ κυρίως ἐστὶν ὁρᾶν, εἴγε νοῦς ὥσπερ ἀκούει, οὕτω καὶ ὁρᾷ. Ἰστέον δὲ καὶ ὅτι τὸ μὲν τὰ ἔμπροσθεν βλέπειν πρόνοια λέγεται, τὸ δὲ τὰ ὀπίσω καὶ ἀφανῆ ἀγχίνοια, καὶ ὅτι εἰ τοιοῦτος ὁ Πολυδάμας, ἔτι δὲ καὶ λόγιος, ὅπερ δῆλον ἐκ τοῦ “μύθοισι πολλὸν ἐνίκα”, οὗ διασαφητικὸν τὸ “εὖ φρονέων”, οὐκ ἐχέφρων ἄρα ὁ Ἕκτωρ ὁ νήπιον τοῦτον ἀποκαλέσας ἐν τοῖς ἑξῆς. τέως γε μὴν σκοπητέον ὡς, εἰ καὶ ἑταῖρος ὁ Πολυδάμας τῷ Ἕκτορι καὶ ὑπʼ αὐτῷ τεταγμένος, ἀλλὰ παρρησιάζεται ἠρέμα πρὸς αὐτόν, οὐ τὰ προσφιλῆ λέγων ἐκείνῳ, ἀλλὰ τὰ σύμφορα. εἰ δʼ αὐτὸς ἀλαζὼν ὢν μήτε ὡς ἑταίρῳ μήτε ὡς πεπνυμένῳ τῷ Πολυδάμαντι πείσεται φραζομένῳ τὰ καιριώτατα, εἰς οὐκ ἀγαθὸν ἔσται οὐδʼ αὐτῷ ἡ ἀπείθεια. Σημείωσαι δὲ καὶ ὅτι τὰ μὲν πρόσω, ἤγουν τὰ πρὸ ὀφθαλμῶν καὶ ἐνεστῶτα, οἶδεν ἄρτι ὁ Πολυδάμας ἐν τῷ “νῦν μὲν νὺξ ἀπέπαυσε τὸν Ἀχιλλέα”, τὰ δὲ ὀπίσω, ἤτοι τὰ μήπω εἰς ὄψιν ἐλθόντα ἀλλὰ μέλλοντα, καὶ ἔτι ἀφανῆ ἐν τῷ “εἰ δʼ ἄμμε κιχήσεται αὔριον” καὶ ἑξῆς. Ἐν δὲ τῷ “μιᾷ δʼ ἐν νυκτὶ ἐγένοντο” Ἡράκλειτος παρετήρησε καὶ ἀστρολόγον εἶναι τὸν ποιητήν, ὃς ἐν μιᾷ νυκτὶ γενομένους τὸν Ἕκτορα καὶ τὸν Πολυδάμαντα ὅμως πολὺ διαφέροντας ἀλλήλων ἱστορεῖ διὰ ὥρας ἀκρίβειαν. Ὅρα δʼ ἐν τούτῳ καὶ ὡς τὸ ἐν μιᾷ νυκτὶ γενέσθαι συνεβάλετό τι πρὸς ἑταιρείαν, καθὰ καὶ εἴ τινες ἐκ διαφόρων ὡρμημένοι τόπων συνοδεύσαιεν. καί εἰσι καὶ τὰ τοιαῦτα φιλοποιά, καθὰ καὶ τὸ ὁμόπατρι καὶ ἡ ὁμωνυμία, ὃ δηλοῦσι καὶ οἱ Αἴαντες. Τὸ δὲ “φράζεσθε” βουλευτικὴ κἀνταῦθα λέξις. ἔστι γὰρ φράσαι μὲν ἐνεργητικῶς τὸ εἰπεῖν, φράζεσθαι δὲ τὸ βουλευτικῶς σκέπτεσθαι. Τὸ δὲ “οὗτος ἀνήρ”, περὶ Ἀχιλλέως ῥηθέν, πολλὴν ἔμφασιν ἔχει, ὡς μηδὲ ὀνομάσαι τοῦ Πολυδάμαντος τὸν Ἀχιλλέα ἐθέλοντος, ἢ κατʼ ἐξοχὴν ἴσως ἡ λέξις κεῖται. Τὸ δὲ “ῥηΐτεροι πολεμίζειν” ἀντὶ τοῦ εὐπολεμητότεροι. Τὸ δέ “χαίρεσκον ἐπὶ νησὶν ἰαύων” τὴν ἀληθῶς χάρμην καὶ αὐτὸ παρετυμολογεῖ, καθʼ ἣν δηλαδὴ χαίρουσιν οἱ πολεμοῦντες. Τὸ δὲ “ἐλπόμενος”, καθὰ καὶ πρὸ ὀλίγων τὸ “ἀλλὰ καὶ αὐτὸς ἔλπομαι ἐνὶ πρώτοισιν ὁμιλεῖ”, βοηθεῖ τοῖς ὕστερον παρασημηναμένοις ἐπὶ ἀγαθοῦ τὴν ἐλπίδα τίθεσθαι, οὐ μὴν κυριολεκτεῖσθαι ἐπὶ κακοῦ. Τὸ δὲ “νῆας αἱρησέμεν” συγκροτεῖ καὶ αὐτὸ τοὺς φαμένους “νῆας αἰχμαλώτους”. Τὸ δὲ “ποδώκεα Πηλείωνα” δὶς ἐν τοῖς ῥηθεῖσι κεῖται κατά τι θαῦμα. ποιεῖ δὲ Ὅμηρος αὐτὸ καὶ νῦν εἰς ἐγκάθετον μνήμην τῆς τοῦ ἥρωος ποδωκείας, διʼ ἧς βλάψει τὸν Ἕκτορα. Τὸ δὲ “οἷος ἐκείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσει μίμνειν” ἐπὶ παντὸς θυμώδους ῥηθήσεται. Τὸ δὲ “μένος Ἄρηος δατέονται” προδεδήλωται τί νοεῖ ἐν τῷ “στυγερῷ κρίνονται Ἄρηϊ”, ὃ πρὸ ὀλίγου ἐρρέθη. χρήσιμον δὲ ἐνταῦθα καὶ τὸ ἐν Ὀδυσσείᾳ ῥηθὲν περὶ ἡμιόνων, αἳ δατέονται γῆν ἐν τῷ περιπατεῖν. ὡς γὰρ ἐκεῖναι δατέονται τὸ ἔδαφος τοῖς ἑκατέρωθεν ποσίν, οὕτω καὶ οἱ μαχόμενοι δατέονται τὸν Ἄρην τῇ ἑκατέρωθεν ἀντιπαρατάξει, ἵνα λέγῃ ἐπίσης πολεμιστὰς εἶναι καὶ τοὺς Τρῶας καὶ τοὺς Ἀχαιούς, κατὰ τὸ “καὶ ἀλλήλους ὀλέκουσι”. Καὶ ὅρα καὶ τοῦτο εἰς ἑρμηνείαν σαφῆ τοῦ “κοινὸς Ἐνυάλιος”. κοινὸν γὰρ καὶ τὸ μεριζόμενον. ἐντεῦθεν δὲ καὶ Σοφοκλῆς λαβὼν τὸ ἐπικουρίαν ποθὲν μερίζειν ἐνδατεῖσθαι ἔφη. Ἐν δὲ τῷ “περὶ πτόλιος μαχήσεται” σημείωσαι ὡς τοιοῦτος καὶ ὁ Πάτροκλος κατὰ τόλμαν ἀπεκβάς, τῇ πρὸς τὸν Ἀχιλλέα δῆθεν μιμήσει, οὐκ ἐπείσθη τῷ Ἀχιλλεῖ, ἀλλὰ τὴν τάφρον ὑπερβὰς μακρὰν ἤθελε μάχεσθαι. Τὸ δὲ “καὶ γυναικῶν” ἐρεθίζει τὸν δῆμον πρὸς τῷ Πολυδάμαντι σχεῖν τὸν νοῦν ὑπερπαθήσαντα τῶν φιλτάτων, ἃ πάντα συννοοῦνται ταῖς γυναιξίν. Ὅρα δὲ καὶ τὸ “πίθεσθέ μοι· ὧδε ἔσται” ἀξιωματικῶς ῥηθέν, ὡς πρέπει ἐνδόξῳ συμβούλῳ. εἰ δέ γε εἶπεν· ὧδε γὰρ ὀΐομαι ἔσεσθαι ἢ τοιοῦτόν τι, οὐ σεμνῶς ἔφραζε. τρεῖς δὲ ἐννοίας πάνυ γοργῶς ὁ τοιοῦτος περιέχει στίχος· ἴομεν πρὸς πόλιν· πίθεσθέ μοι· ὧδε ἔσται. Τὸ δὲ “νὺξ ἀπέπαυσε Πηλείωνα” πιθέσθαι νυκτὶ καὶ ἐκεῖνον δηλοῖ. Τὸ δὲ “ἀμβροσίη” ἐνδιαθέτως εἴρηται σὺν ἀστειότητι. αἰνίττεται γὰρ ὁ Πολυδάμας τῇ τοιαύτῃ λέξει νῦν ἀληθῶς ἀμβροσίαν ἐπιγενέσθαι νύκτα τοῖς Τρωσὶ καὶ οἵαν ἐποφείλεσθαι χάριτας, ὅτι ἐκρύψατο αὐτοῖς τὸν Ἀχιλλέα. Τὸ δὲ “ὁρμηθεὶς σὺν τεύχεσιν” ἔμφασίν τε ἔχει τοῦ μὴ ἂν χρῆναι τὸν Ἀχιλλέα τολμῆσαι γυμνὸν πρὸ τῆς τάφρου φανῆναι, καὶ ἅμα προκαλεῖται ταχὺ ποιηθῆναι τὰ τοῦ μύθου ἡφαιστότευκτα ὅπλα. Τὸ δὲ “εὖ τις αὐτὸν γνώσεται” ἀστείως ἔχει, ὡς δῆθεν τῶν Τρώων ἐπιλελησμένων τοῦ Ἀχιλλέως, ἐπεὶ δηρὸν μάχης ἐπέπαυτο. Καὶ ὅρα συνέμπτωσιν ἐννοιῶν κατὰ τὸ “γνώσεται”, ὃ νῦν ὁ Πολυδάμας ἔφη, καὶ κατὰ τὸ “γνοῖεν οἱ Τρῶες”, ὃ φθάσας εἶπεν ὁ Ἀχιλλεύς, ὡς τῶν δύο ῥητόρων ἐμπεσόντων τυχαίως εἰς τὸ αὐτὸ νόημα. Τὸ δὲ “ἀσπασίως ἀφίξεται Ἴλιον” ἀντὶ τοῦ ἀγαπητὸν ἡγήσεται οὐκ ἀνδραγαθῆσαι, ἀλλʼ εἰ καὶ μόνον οἴκοι ἐπανέλθοι. καὶ ἄλλως δέ, ἀσπασίως ἀφίξεται, χαίρων δηλαδὴ καὶ οὐ δεδιὼς λειποταξίου γραφὴν διὰ τὸ κοινὴν εἶναι τὴν φυγήν. δῆλον δὲ ὅτι λείπει πρόθεσις ἐν τῷ “ἀφίξεται Ἴλιον”. τὸ γὰρ πλῆρες “ἀφίξεται εἰς Ἴλιον”. Τὸ δὲ “ὅς κε φύγῃ” δριμέως εἴρηται κατὰ τὸ ἐξ ἀορίστου κοινόν. ἐν γὰρ τῷ “ὃς ἂν φύγῃ” δοκεῖ καὶ ὁ Ἕκτωρ συνειλῆφθαι, ὃ καὶ δάκνει τὸν ἥρωα καὶ ποιεῖ νήπιον προσειπεῖν τὸν Πολυδάμαντα. Τοῦ δὲ “γῦπες” φανερῶς ἐνταῦθα ἐκτείνεται ἡ παραλήγουσα. Τὸ δὲ “αἲ γὰρ δή μοι ἀπʼ οὔατος ὧδε γένοιτο” ἐνδιάθετος εὐχὴ ἀντὶ τοῦ εἴθε μὴ μόνον μὴ ἴδοιμι, ἀλλὰ μηδὲ ἀκούσαιμι τοιαῦτα. καὶ ἔστιν ὥσπερ τὸ ἀπὸ θυμοῦ πεσεῖν, ἀντὶ τοῦ μακρὰν ψυχῆς, παρὰ τῷ ποιητῇ, ὅθεν καὶ ἀποθύμιον τὸ ἀκαταθύμιον, οὕτω καὶ ἀπʼ οὔατος τὸ μακρὰν ἀκοῆς. Τὸ δὲ “ὧδε”, τουτέστιν οὕτως, ἀκριβῶς κεῖται, δηλοῦν ὅτι, καθὰ μέχρι νῦν οὔτε γέγονεν οὔτε γέγονεν οὔτε ἤκουσταί μοι τὸ ῥηθὲν κακόν, οὕτω μηδὲ εἰς τὸ ἑξῆς ἀκουσθείη. Τὸ δὲ “πιθώμεθα” καὶ τὸν Πολυδάμαντα συνεισάγει ἀφελῶς οὕτω ῥηθὲν καὶ ἁπλῶς. ἄλλως γὰρ οὐκ ἂν συμβουλεύοι τις ἑαυτῷ πείθεσθαι. κοινὴν δὲ πειθὼ οὕτως ἀπαιτεῖ, ὡς δέον ὂν καὶ αὐτὸν καὶ τὸν Ἕκτορα καὶ πάντας πεισθῆναι τῇ συμβουλῇ. Τὸ δὲ “κηδόμενοί περ” τὸ αἴτιόν ἐστι τῆς ἄρτι συμβουλῆς. βλαπτομένοις γάρ, φησί, συμβουλεύω, ἵνα τὸ βουλευθὲν ποιήσαντες ὠφεληθῶμεν. Ἐν δὲ τῷ “ὑψηλαί τε πύλαι” πύλας, ὡς καὶ ἀλλαχοῦ, τὰς διόδους νοητέον, καθʼ ἃς αἱ θύραι ἄλλαι αὐταὶ πάντως παρὰ τὰς θύρας οὖσαι, ἃς σανίδας λέγει ἐπὶ ταῖς πύλαις ἀραρυίας, μακρὰς μέν, ἐπεὶ καὶ αἱ ῥηθεῖσαι πύλαι ὑψηλαί, ἐϋξέστους δέ, ἐπεὶ οὐκ ἔστιν ἄλλως ἀραρυίας εἶναι, ἐζευγμένας δὲ ἀντὶ τοῦ κεκλεισμένας καὶ ἠσφαλισμένας ὡς οἷα ζυγοῖς τοῖς μοχλοῖς. ὅθεν ἴσως καὶ τὸ ἐπιζυγοῦσθαι τὰς θύρας εἴληπται. ἢ καὶ ἄλλως, ἐζευγμένας, ἤγουν συνεσφιγμένας ἰδίᾳ ταύτην καὶ ἐκείνην ζυγοῖς ἡλωτοῖς, ὁποῖοι καὶ οἱ χιαστοὶ εἴτʼ οὖν καγκελωτοί. Εἰς δὲ τὸ “πρωΐ” πρόσκειται τὸ “ὑπηοῖοι”, ὡς ἂν ὁ ὄρθρος νοῆται. ἄλλως γάρ, φασί, πρωΐ λέγεται καὶ τὸ ἕως ἕκτης ὥρας. Φιλήμων οὖν φησι “μεμίσθωταί με δείλης πρωΐας, ἤτοι περὶ τοιαύτην πρωΐαν, ἀφʼ ἧς ἡ δείλη ἄρχεται. Ὅθεν σημείωσαι ὅτι τε τὸ ἐπέκεινα τῆς τοιαύτης ὥρας ἀκριβῶς δείλη ὀψία λέγεται, καὶ ὅτι ὥσπερ ἀπὸ τοῦ ἡ ἕως γίνεται ὁ ἑῷος, καὶ ἐκ τοῦ ἠώς ἠῷος, οὕτω καὶ ἀπὸ τῆς ἠόος γενικῆς ἠοῖος, ὡς ἄλλος ἀλλοῖος καὶ τὰ τοιαῦτα, ἴσως δὲ καὶ καθάπερ ἀγκώνη ἀγκοίνη, οὕτω καὶ ἠῷος κοινῶς καὶ ἠοῖος Ἰωνικῶς. ὡς δὲ τὸ πρωῒ πρῶϊ μάλιστά φασι προπερισπωμένως οἱ παλαιοὶ Τεχνικοί, δηλοῦται καὶ αὐτὸ ἀλλαχοῦ. Ἐν δὲ τῷ «στησόμεθα ἀνὰ πύργους» τὸ κεφάλαιον τῆς Ὁμηρικῆς δεινότητος ἀναφαίνεται. πλάττει γὰρ τὸν Ἕκτορα μὴ πειθόμενον, ἐπεὶ μή ἐστι θελητὸν τῷ ποιητῇ ἀσχολῆσαι τοὺς Ἀχαιοὺς εἰς τειχομαχίαν ἀνήνυτον, καὶ τὴν αὑτῶν αἰσχῦναι ἀρετὴν εἰκῇ ἐγχειρούντων ἀδυνάτοις, ἄλλως τε καὶ ἤδη μελετήσας αὐτὴν ἐν τῷ τείχει τῶν Ἀχαιῶν. Ὅρα δὲ τὴν ἀνα πρόθεσιν ἐν τῷ «ἂν πύργους, οὐ δοτικῇ συνταχθεῖσαν κατὰ τὸ “ἂν βωμοῖσι”, καὶ ἀνὰ Γαργάρῳ ἄκρῳ», καὶ τὰ τοιαῦτα. Τὸ δὲ «ἄψ» καὶ τὸ «πάλιν» τῆς αὐτῆς ἐννοίας εἰσί. Τὸ δὲ «εἶσι» χρόνου ἔχει ἐναλλαγήν. ἀντὶ τοῦ ἐπανέλθῃ γὰρ κεῖται. Τὸ δὲ «ὑπὸ πτόλιν ἠλασκάζων» βαρύτητα δηλοῖ σκωπτικήν. ἀντὶ γὰρ τοῦ τρέχειν ἠλασκάζειν ἔφη τὸν ἐπʼ οὐδενὶ τέλει τρέχοντα. Ἔχει δέ τι καὶ ἄλλως ἀστεϊσμοῦ ἐνταῦθα ὁ λόγος τῷ Πολυδάμαντι, ὡς ἂν οὕτως ἱλαρύνῃ τὸν ἄγριον Ἕκτορα. ἐξευτελίζων γὰρ τὸν Ἀχιλλέα ῥητορικῶς οὐ μόνον ἄλγιον αὐτῷ ἔσεσθαί φησιν, εἰ πρὸς τῷ τείχει μαχήσεται, ἀλλὰ καὶ ὅτι παντοίου δρόμου κορέσει τοὺς ἵππους ὑπὸ τὴν πόλιν εἰκῇ ἔξω πλανώμενος, καὶ ὅτι οὐκ ἂν αὐτὸν θυμὸς ἐάσῃ ἔσω ἐφορμηθῆναι, ὃ ταὐτόν ἐστι τῷ οὐκ ἂν προθυμηθείη τὴν πόλιν εἰσελθεῖν. ὃ δὴ πάντως ἀστείως ἐρρέθη. οὐ τολμήσει μὲν γὰρ ἴσως οὐδὲ δυνήσεται Ἀχιλλεὺς εἴσω γενέσθαι τῆς πόλεως, οὐ μὴν ἤδη οὐδὲ προθυμηθείη. τὸ γὰρ ἐφιέμενον αὐτῷ τῆς ψυχῆς βούλοιτʼ ἂν τὴν Τροίαν ἑλεῖν. Τὸ δὲ «πρίν μιν κύνες ἔδονται» τὸν αὐτὸν ἔχει νοῦν τῷ «πρίν μιν καὶ γῆρας ἔπεισι» καὶ τοῖς ὁμοίοις. Ὅτι ὁ Ἕκτωρ τὸ εὐσχημόνως ὑπὸ Πολυδάμαντος λεχθέν, ὅπερ ἦν τὸ φυλάσσειν τὴν πόλιν, μεταλαβὼν κατὰ μέθοδον δεινότητος εἰς φορτικὸν ὄνομα τὴν φυγὴν ἐκφαυλίζει τὴν ῥηθεῖσαν δημηγορίαν τοῦ Πολυδάμαντος καὶ ὑπόδρα ἰδὼν λέγει «Πουλυδάμα, σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις, ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι», ὅ ἐστι συγκλεισθῆναι, «αὖτις ἰόντας», ὅ ἐστιν ἀναχωρήσαντας. Εἶτα ψέγων καὶ τὴν φθάσασαν τῶν Τρώων προμήθειαν καὶ συστολήν φησιν «ἢ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων»; Ἐφʼ οἷς ἐκτραγῳδῶν, ἐξ οἵων εἰς οἷα ἡ Τροία κατῆλθεν, ὡς δέον ὂν διὰ τοῦτο ἤδη ἀποκινδυνεύειν, φησὶ «πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι πάντες μυθέσκοντο πολύχρυσον, πολύχαλκον· νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά· πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην κτήματα περνάμενα ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς», οἱονεὶ λέγων ὡς, ἐπεὶ ταῦτα ἡμῖν ἀπόλωλεν ἐκ θεομηνίας, εἰς τί σωμάτων φειστέον; Ἐπὶ δὲ τούτοις ἀλαζονευσάμενος, ὡς οὐκ ἂν τὸν καιρὸν καταπρόοιτο, φησὶ «νῦν δʼ ὅτε πέρ μοι ἔδωκε θεὸς κῦδος ἀρέσθʼ ἐπὶ νηυσὶ θαλάσσῃ τʼ ἔλσαι Ἀχαιούς», καὶ νήπιον προσειπὼν ὁ τῷ ὄντι νήπιος τὸν πεπνυμένον Πολυδάμαντα, καὶ μετὰ τὸ «νήπιε, μηκέτι ταῦτα νοήματα φαῖνʼ ἐνὶ δήμῳ», ἐπαγαγὼν ἀπειλητικῶς τὸ «οὐ γάρ τις Τρώων ἐπιπείσεται, οὐ γὰρ ἐάσω» τυραννικὸν δὲ πάντως τὸ μὴ ἐᾶν εἰς ἀγαθὸν πείθεσθαι. Εἶτα καὶ συμβουλευσάμενος δόρπον ἑλέσθαι κατὰ στρατὸν ἐν τελέεσσιν, ὃ καὶ ἀλλαχοῦ κεῖται, καὶ φυλακῆς μνησθῆναι καὶ ἕκαστον ἐγρηγορέναι, ἐπιφέρει μετὰ βαρύτητος «Τρώων δʼ ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει, συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι. τῶν τινα βέλτερόν ἐστιν ἐπαυρέμεν ἠέπερ Ἀχαιούς», τουτέστιν εἴ τις πρὸς τοῖς κτήμασιν ἔχει τὸν νοῦν οἷα ταμίας, καὶ διʼ αὐτὰ θέλει ἐγκατακλείεσθαι καὶ δυσελπιστεῖ καὶ προκινδυνεύειν δέδιε—δειλὸν γὰρ ὁ πλοῦτος καὶ φιλόψυχον κακόν—, συλλέξας αὐτὰ τῷ δήμῳ δότω φαγεῖν, ὧν βέλτιον ἐπαπολαῦσαί τινα τῶν τοῦ Τρωϊκοῦ δήμου ἤπερ τοὺς Ἕλληνας. καθάπτεται δέ πως λεληθότως ἐν τούτοις καὶ τοῦ Πολυδάμαντος, οἷα πλουσίου καὶ διὰ τοῦτο φιλοψύχου, πλαγίως δὲ καὶ τὸ πλῆθος ἐρεθίζει εἰς ἁρπαγὴν τῶν τοιούτων. Ἔνθα ὅρα καὶ τὸ καταδημοβορῆσαι, ληφθὲν ἐκ τοῦ ἐν τῇ αʹ ῥαψῳδίᾳ ῥηθέντος δημοβόρου, πλὴν ὅσον ἐκεῖ μὲν δημοβόρος ὁ δυνάστης ὁ τὰ τοῦ δήμου βιβρώσκων, ἐνταῦθα δὲ δημοβορεῖν τὸ αὐτὸν τὸν δῆμον τὰ τῶν δυνατῶν ἐσθίειν. διαφέρει δὲ τοῦ δημοβορεῖν τὸ καταδημοβορεῖν, ὡς τοῦ φαγεῖν τὸ καταφαγεῖν. Τοιαῦτα δὲ εἰπὼν ὁ Ἕκτωρ καὶ πρὸς τὸ «πρωῒ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες στησόμεθʼ ἀνὰ πύργους» γενναίως καὶ βαρύτερον ἀντιθέμενος τὸ «πρωΐ» ἢ «πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες νηυσὶν ἐπὶ γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα». Εἶτα καὶ τοῦ Ἀχιλλέως καταθρασύνεται καί φησι «εἰ δʼ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς, ἄλγιον αἴ κʼ ἐθέλῃσι τῷ ἔσσεται. οὔ μιν ἔγωγε φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλʼ ἄντην στήσομαι». ὃ δὴ προαναφωνηθὲν ποιητικῶς ὁ φιλέλλην ἀκροατὴς εὔχεται ἰδεῖν. πεσεῖται γὰρ Ἕκτωρ, εἰ μόνον ἀντιστήσεται. οὕτω καὶ οἱ μνηστῆρες ἐν Ὀδυσσείᾳ λέγοντες, ὡς παραμενοῦσι τῇ τοῦ Ὀδυσσέως οἰκίᾳ, παραμυθοῦνται τὸν σωφρόνως ἀκούοντα. τεθνήξονται γὰρ καὶ ἐκεῖ οἱ κακοί, εἰ μὴ φεύξονται. Ἐπὶ δὲ πᾶσι μετὰ θάρρους ὁ Ἕκτωρ εἰπὼν «ἤ κε φέρῃσι μέγα κράτος ἤ κε φεροίμην», καὶ οὕτως ἀγαθὴν ἐλπίδα προβαλλόμενος, ἐπιπλέκει γνωμικόν «ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα». καὶ οὕτω μὲν ὁ Ἕκτωρ. Ὁ δὲ ποιητὴς ἐπικρίνει κακὰ μὲν βουλεύσασθαι τὸν Ἕκτορα. Πολυδάμαντα δὲ τὰ βελτίω, καὶ ὅμως νικῆσαι καὶ νῦν τὰ χερείονα. Φησὶ γὰρ «ὣς Ἕκτωρ ἀγόρευεν. ἐπὶ δὲ Τρῶες κελάδησαν, νήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη», τουτέστιν ἀπέλιπεν αὐτοὺς ἡ φρόνησις, «Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι, Πολυδάμαντι δʼ οὔτις, ὃς ἐσθλὴν φράζετο βουλήν». Καὶ ὅρα τὸ «βουλήν» κατὰ κοινοῦ ληφθὲν καὶ ἐν τῷ Ἕκτορι καὶ ἐν τῷ Πολυδάμαντι, ἵνα λέγῃ ὡς Ἕκτορι μὲν τὴν βουλὴν ἐπῄνεσαν, Πολυδάμαντι δὲ οὔτις, ὃ πάνυ πολλὴν κατηγορεῖ τῶν Τρώων νηπιότητα, εἰ μηδεὶς ἐπείσθη τῶν τοσούτων ἐσθλὰ φραζομένῳ τῷ Πολυδάμαντι. Οἵαν δὲ κωλύμην ἔχει ἡ κλητική, τὸ «ὦ Πολυδάμα», εἰς τὸ κλίνεσθαι, καθὰ καὶ τὸ ὦ Αἶαν, καὶ ὦ Κάλχαν, προεκτέθειται. Τὸ δὲ «οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις» τυραννικοῦ κἀνταῦθα ἤθους καὶ αὐτό, καθὰ καὶ ἐπὶ Ἀλεξάνδρου. ἦν δὲ ἂν εὔλογον τὸ ῥηθέν, εἴπερ ἔλεγεν, ὅτι οὐκ ἀγαθὰ λέγεις. Τὸ δὲ «κεκόρησθε» ῥῆμά ἐστι τοῦ ἀκόρητος ὀνόματος, περὶ ὧν καὶ ἀλλαχοῦ δηλοῦται. Τὸ δὲ «ἐελμένοι ἔνδοθι πύργων» ἀστείως εἴρηται, καθὰ καὶ τὸ «κατὰ ἄστυ ἀλήμεναι», διὰ τὸ τὴν πολιορκίαν συγκλεισμῷ ἐοικέναι. διὸ καὶ ἐπεγγελᾷ Ἕκτωρ τῷ Πολυδάμαντι, εἰ μὴ κεκόρεσται δεκαετίαν ὅλην συγκεκλεισμένος. Ὅτι δὲ τὸ εἰλεῖσθαι ἶσόν ἐστιν ἐν τοῖς τοιούτοις τῷ συγκλείεσθαι, δηλοῦται καὶ μετʼ ὀλίγα ἐν τῷ «Ἀχαιοὺς ἐπὶ πρύμναις εἴλεον, οὐδὲ θύραζε εἴων ἐξιέναι». Καὶ νῦν δὲ ἐν τῷ «ἐπὶ νηυσὶ θαλάσσῃ τʼ ἔλσαι». φίλαι δὲ ποιηταῖς λέξεις τὸ ἔλσαι καὶ ἀλήμεναι καὶ ἐελμένοι καὶ ἐάλη καὶ ἀλείς. Τὸ δὲ «μέροπες ἄνθρωποι» ἐντελῶς ἐρρέθη. ὅτε δὲ μέροπες μόνον ῥηθεῖεν, ἐλλείπονται. οὕτω καὶ βροτοὶ μὲν ἄνδρες τὸ τέλειον, βροτοὶ δὲ μόνον ἀτελές. Τὸ δὲ κατὰ τὴν Τροίαν πολύολβον σαφέστερον ἐνταῦθα δηλοῦται ἤπερ ἐν τοῖς πρὸ τούτων, μερίσαντος Ὁμήρου διαφόροις τόποις καὶ τὴν τοιαύτην ἔννοιαν, ὡς πολλαχοῦ ποιεῖν εἴθισται. Τὸ δὲ «πάντες μυθέσκοντο» κοινὴν ἔννοιαν καὶ δόξαν εἶναι τοῖς τότε δηλοῖ τὸ πλουσιωτάτην εἶναι τὴν Τροίαν. δῆλον δὲ ὡς οὐ μόνον μυθῶ μυθήσω, ἀλλὰ καὶ μυθέσω, ἐξ οὗ πλεονασμῷ συνήθει τοῦ κ μυθέσκω, ὅθεν τὸ μυθέσκοντο. Τὸ δὲ «ἐξαπόλωλε» τέλειον ἀφανισμὸν δηλοῖ διὰ τῆς ἐπιτατικῆς ἐξ προθέσεως. σχεδιασμοῦ δὲ ἔργον τὸ ἄρξασθαι ἀπὸ τοῦ «νῦν» ἐπιρρήματος δὶς ἐν τοῖς ῥηθεῖσι «νῦν δὲ δὴ ἐξαπόλωλε κειμήλια», καὶ «νῦν δʼ ὅτε πέρ μοι ἔδωκε θεός». Τὸ δὲ «Φρυγίην καὶ Μῃονίην» πολλοὺς ἐκεῖθεν ἥκοντας ἐπικούρους δηλοῖ καὶ λαμβάνοντας αὐτὰ εἰς μισθόν, δοκεῖ δὲ εἰρῆσθαι αὐτὸ καὶ ὡς ἐκεῖ καταλλασσομένων τῶν Τρωϊκῶν κτημάτων. Φρύγες γάρ, φασί, καὶ Μῄονες ἀγορὰν κομίζοντες Τρωσὶν ἀντελάμβανον κειμήλια. Περὶ δὲ Φρυγίας καὶ Μῃονίας καὶ πῶς ἐρατεινὴ ἡ Μῃονία ζητητέον δίχα τῶν τῆς Βοιωτίας καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. Νῦν δὲ μνηστέον ἱστορίας δηλούσης ὅτι τε ἡδυπάθειαν οἱ Μῄονες, ταὐτὸν δʼ εἰπεῖν οἱ Λυδοί, ἐφίλουν, ὅθεν, φασί, καὶ Ἀνακρέων τὸν ἡδυπαθῆ «Λυδοπαθῆ» ἔφη, καὶ ὅτι βρῶμα παρʼ αὐτοῖς εὕρητο κάνδαυλος, παρώνυμον ἴσως τῷ παρʼ αὐτοῖς τυράννῳ Κανδαύλῃ, καθὰ καὶ ἄλλα τῶν ἐδεσμάτων ἐξ ἑτέρων κυρίων ὀνομάτων ἐφίλουν καλεῖσθαι, ὡς καὶ οἱ Νικόλαοι. φέρεται οὖν ἐν τοῖς Ἀθηναίου, ὅτι κνηστῷ, οὐ τυρῷ, ἀλλὰ ἄρτῳ καὶ Φρυγίῳ τυρῷ, ἀνήθῳ τε καὶ ζωμῷ πίονι ἑφθοῦ κρέως συνόντος, Λυδικὸν ἐγίνετο ἔδεσμα κάνδαυλος καλούμενος. περὶ οὗ φησιν Ἄλεξις, ὡς «κάνδαυλον ἐὰν παραθῶσι, προσκατεδῇ τοὺς δακτύλους». Περνᾶν δὲ καὶ πέρνασθαι, ὡς ἵστασθαι, ὅτι ἐπὶ τοῦ πέραν που διαπωλεῖν κυριολεκτεῖται, ὅθεν καὶ ἡ πρᾶσις καὶ τὸ πιπράσκειν, καὶ ἐν τοῖς ἑξῆς σαφέστερον δηλωθήσεται. Τὸ δὲ «ἀρέσθαι» μέσος δεύτερος ἀόριστός ἐστιν ὅμοιος τῷ εὑρέσθαι. ἀλλὰ τούτου μὲν ἔχει πολλὴν χρῆσιν ὁ πρῶτος ἀόριστος, ὡς δηλοῖ καὶ τὸ «ἠράμεθα μέγα κῦδος», τοῦ δὲ εὑρέσθαι οὐχʼ οὕτως. μόνον γὰρ χρηστὸν τὸ εὑρόμην παρὰ Σοφοκλεῖ. Τὸ δὲ «φαῖνε ἐνὶ δήμῳ» ἀντὶ τοῦ πρόφερε, ἵνα λέγῃ ὅτι, κἂν εἰ καὶ νοῇς τοιαῦτα, ὅμως μὴ λάλει. ὅλον δὲ τὸ «μηκέτι ταῦτα νοήματα φαῖνʼ ἐνὶ δήμῳ, οὐ γάρ τις ἐπιπείσεται» καὶ ἑξῆς ἕως τοῦ «πειθώμεθα πάντες» ἀνδρὶ ἐπιπρέπει ἐνδόξῳ ἀξιοῦντι πρὸ τῶν ἄλλων ἀκούεσθαι. Τὸ δέ γε «νήπιε, μηκέτι ταῦτα νοήματα φαῖνε» ὁ μὴ ἐμφρόνως λαλῶν ἀκούσοι ἄν ποθεν. Τὸ δὲ «κατὰ στρατὸν ἐν τελέεσσιν» ὑποκαταβὰς ἁπλούστερον φράζει δίχα τοῦ «ἐν τελέεσσιν» εἰπὼν «δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατόν». Ἔστι δὲ τὸ «ἐν τελέεσσιν» ἀντὶ τοῦ ἐν τάγμασιν, ὡς καὶ προδεδήλωται σαφῶς. χρήσις δὲ τῆς λέξεως κεῖται ταύτης καὶ παρʼ Ἡροδότῳ. Τοῦ δὲ ἐγρήγορθε” τὸ κοινὸν ἐγρηγόρατε, καὶ συγκοπῇ καὶ τροπῇ ἐγρήγορθε. Τὸ δὲ “πρωῒ δʼ ὑπηοῖοι” καὶ ἑξῆς, δοκεῖ καὶ ἀστεϊζόμενος δῆθεν διορθωτικῶς ὁ Ἕκτωρ εἰπεῖν. Πολυδάμας μὲν γὰρ φθάσας ἔφη, ὅτι ἕωθεν θωρηχθέντες φυλάξομεν τὴν πόλιν, ὃ δὲ ὁμοίως ἐπιβαλὼν κατὰ τὸ “ἕωθεν θωρηχθέντες”, εἶτα ἐπάγει τὸ “ἐπὶ νηυσὶν ἐγείρομεν πόλεμον”. οὕτω δὲ πάλιν Πολυδάμαντος εἰπόντος περὶ Ἀχιλλέως “τῷ δʼ ἄλγιον, αἴ κʼ ἐθέλῃσι περὶ τείχεος μάχεσθαι, ἂψ πάλιν εἶσι” καὶ ἑξῆς, ὁ Ἕκτωρ παρῳδῶν ἀστείως φησὶν “ἄλγιον, αἴ κʼ ἐθέλῃσι τῷ ἔσσεται, οὔ μιν ἔγωγε φεύξομαι”. Τὸ δὲ “εἰ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη Ἀχιλλεύς” διὰ τὰ κατὰ Πάτροκλον ἐνδοιάζεται. καὶ γὰρ ἐκεῖνος, δόξας Ἀχιλλεύς, οὐκ ἦν ἐκεῖνος. Τὸ δὲ “ἀνέστη” ὡς πρὸς τὸ κεῖσθαι εἴρηται, διʼ οὗ πολλαχοῦ τὸ ἀργεῖν ἐδηλώθη, ὡς καὶ Ἀχιλλεύς που ἔφη, πρὸς ὃν καὶ ἡ Ἶρις “ἀλλʼ ἄνα, μηκέτι κεῖσο”. Τὸ δὲ ἄλγιον ἀληθῶς μὲν συγκριτικόν ἐστι καὶ κλίσιν ἔχει κατὰ τὸ κάλλιον. τῶν τινες δὲ παλαιῶν κατὰ τὸ ἅγιον κλίνουσιν αὐτό, καθὰ δηλοῦσιν ἐν τῷ κανόνι τῶν διὰ τοῦ ιος ἀρσενικῶν ὀνομάτων, ἃ γίνονται ἀπὸ τῶν εἰς ος οὐδετέρων, ὧν προηγεῖται τὸ α. βούλονται γὰρ ὡς ἀπὸ τοῦ ἄγος καὶ πέλαγος καὶ τέναγος εἶναι τὸ ἅγιον τὸ πελάγιον τὸ τενάγιον, οὕτω καὶ ἄλγος, ἄλγιον. Τὸ δὲ “οὔ μιν ἔγωγε φεύξομαι” πρὸς τὸ “ὅς κε φύγῃ” ἐρρέθη, τὸ ῥηθὲν ὑπὸ Πολυδάμαντος. οἱονεὶ γὰρ λέγει διασταλτικῶς ὡς, εἰ καὶ πάντες φεύξονται, ἀλλʼ ἐγὼ οὐ φεύξομαι τὸν Ἀχιλλέα διά γε πόλεμον—τοῦτο γὰρ δηλοῖ τὸ “ἐκ πολέμοιο” δυσηχέος—, εἰ μὴ ἄρα τυχὸν θεόθεν μοι ἐμπεσεῖται φόβος. Τὸ δὲ “φέροι κράτος”, ἀντὶ τοῦ νίκην, τὸν ὕστερον νικηφόρον συνέθετο, ἐπεὶ καὶ ταὐτόν ἐστι φέρειν κράτος καὶ νικηφορεῖν. Ὅρα δὲ ὡς, εἰ καὶ μάλα θρασὺς ὁ Ἕκτωρ, ἀλλʼ οὐ παντελῶς ἀγνοεῖ ἑαυτόν. οἶδε δὲ τὴν τοῦ Ἀχιλλέως ἀνδρίαν. διὸ οὐδὲ πάντῃ πάντως περιγενήσεσθαί φησιν ἐκείνου, ἀλλʼ ἐν ἀμφιβόλῳ τίθησιν, εἰπὼν “ἢ φέροι ἂν μέγα κράτος, ἢ φεροίμην”. Τὸ δὲ “ξυνὸς Ἐνυάλιος” ἀντὶ τοῦ κοινὴ ἡ τοῦ πολέμου τύχη καὶ ὁ κατʼ αὐτὸν κίνδυνος, καὶ οὐ μᾶλλον τούτου ἢ ἐκείνου. ὃ ἐφερμηνεύων φησὶ “τὸν κτανέοντα”, ἤτοι τὸν ἐλπίζοντα ἢ εὔελπιν ὄντα κτεῖναι “κατέκτεινε”. καὶ τοῦτό ἐστιν, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, ὁ ἀλλοπρόσαλλος. καὶ πρὸ ὀλίγων δέ, ὅτε Τρῶες καὶ Ἀχαιοὶ δατεῖσθαι τὸν Ἄρην ἐλέγοντο, τοιοῦτόν τι ὁ ποιητὴς ἐρρέθη δηλοῦν, ὡς τοῦ πολέμου μὴ τούτοις μόνοις χαριζομένου ἢ ἐκείνοις, ἀλλὰ μεριζομένου εἰς ἀμφοτέρους. νίκης γάρ ἐστι τὸ ἑτεραλκές. Ὅρα δὲ καὶ τὸ “ἐκ γὰρ φρένας εἵλετο Ἀθήνη” οὐδʼ ἐνταῦθα δηλοῦν φρόνημά τι ἐξαίρετον, ὥς που ἐπὶ Γλαύκου, ἀλλὰ φρενῶν ἐξαίρεσιν, καθὰ καὶ προεγράφη. Τοῦ δὲ ἐπαινῆσαι ἡ χρῆσις καὶ παρʼ Ἡσιόδῳ. ποιητικὴ δὲ ἡ λέξις. τὸ δέ γε κοινὸν ἐπαινέσαι. Ὅτι ἐν τῷ “Ἀχαιοὶ παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες” Ἀχαιοὺς ἢ τοὺς ὅλους λέγει, ἢ μάλιστα τοὺς Μυρμιδόνας. ἐρεῖ γοῦν προϊὼν “παννύχιοι Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο”. Ὅτι Ἀχιλλεὺς ἤδη κλαύσας, ὅτε Πάτροκλος ἐφέρετο ἐκ τῆς μάχης, νῦν ἀδινοῦ καὶ αὐτὸς “ἐξῆρχε γόοιο” τοῖς Ἀχαιοῖς, “χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσιν ἑταίρου, πυκνὰ μάλα στενάχων”. Εἶτα διὰ παραβολῆς πρεπούσης ἡρωϊκῷ ἀξιώματι παραδεικνύς, ὅπως ἦν στενάχων, φησὶν ὥστε λὶς ἠϋγένειος, ᾧ ῥά θʼ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσει ἀνὴρ ὕλης ἐκ πυκινῆς· ὃ δέ τʼ ἄχνυται ὕστερος ἐλθών, πολλὰ δέ τʼ ἄγκεα ἐπῆλθε μετʼ ἀνέρος ἴχνιʼ ἐρευνῶν, εἴ ποθεν ἐξεύροι· μάλα γὰρ δριμὺς χόλος αἱρεῖ». ταύτης δὲ ἡ ἀπόδοσις οὐ στενάχειν ἁπλῶς, ἀλλὰ βαρυστενάχειν λέγει τὸν Ἀχιλλέα. Φησὶ γὰρ «ὣς ὃ βαρυστενάχων μετεφώνεεν», ἃ δὴ ἀντὶ τοῦ στενάζειν εἰσίν, ὡς καὶ Σοφοκλῆς «ὑπεστέναζε ταῦρος ὣς βρυχώμενος». Ἔστι δὲ τοῦ βαρυστενάχειν ἐπιτατικώτερον τὸ «πυκνὰ στενάχων», ἢ μᾶλλον τοῦτο μὲν ποσὸν δηλοῖ στεναγμῶν, τὸ δὲ βαρυστενάχων ποιότητα. Τὸ δὲ «ἐξῆρχε γόοιο» γοῶντας ὑποδηλοῖ σιωπηρῶς καὶ τοὺς Μυρμιδόνας, ἤδη δὲ καὶ τὰς παρὰ τῷ Ἀχιλλεῖ αἰχμαλώτους, ὡς αὐτὸς μετʼ ὀλίγα ἐρεῖ. Ἡ δὲ τῶν χειρῶν θέσις ἐπὶ τὰ στήθη ἀμφιβολίας τρόπον ποιεῖ καὶ νῦν καὶ ἐν τοῖς ἑξῆς. ἀμφίβολον γάρ, φασίν, εἴτε τὰς ἑαυτοῦ ὁ Ἀχιλλεὺς ἐπὶ τοῖς τοῦ Πατρόκλου στήθεσι τίθησιν, εἴτε ἀνάπαλιν. Οὕτω καὶ μετʼ ὀλίγα τὸ «ἔφην εἰς Ὀπόεντα περικλυτὸν ἀπάξειν» οὐ πάνυ δῆλον, εἴτε Ὀπόεντα λέγει περικλυτὸν εἴτε υἱὸν περικλυτόν. Ὁμοίως δὲ καὶ ἐν τῷ «Ἕκτορος κεφαλὴν μεγαθύμου σεῖο φονῆος» ἀμφίβολον εἴτε κεφαλὴν Ἕκτορος μεγαθύμου, εἴτε φονῆος σοῦ τοῦ μεγαθύμου, ἤγουν τοῦ φονεύσαντος σὲ τὸν μεγάθυμον Πάτροκλον. Λέοντα δέ, φασί, καὶ ἐνταῦθα θήλειαν λέγει. ἄρσην γὰρ οὐ σκυμναγωγεῖ, ὡς προγέγραπται. δηλοῖ δʼ αὐτὸ καὶ τὸ «ἠϋγένειος». κάλλιον γάρ, φασί, ταῖς θηλείαις τὸ γένειον. ἄρρενες δὲ χαίτῃ μάλλον κοσμοῦνται. Διὰ δὲ τοῦ ἐλαφηβόλου ὡς ἐκ μέρους τὸν ἁπλῶς πάντα τὰ ἄγρια βάλλοντα δηλοῖ. Τὸ δὲ ἁρπάσαι ἄλλως ἐπὶ θηρίων κοινολεκτούμενον, ὡς πολλαχοῦ φαίνεται, νῦν τὴν σπουδαίαν τῶν σκύμνων κλοπὴν δηλοῖ. πάνυ γὰρ πτοοῦνται οἱ θηραταὶ τὸν δριμὺν χόλον τοῦ λέοντος. Τίνα δέ εἰσιν ἄγκεα, καὶ ὅτι παρὰ τὸ ἀνακεῖσθαι γίνονται, εἴρηται ἀλλαχοῦ. Τὸ δὲ «ἴχνιʼ ἐρευνᾶν» δηλοῖ μὲν τὸ ἰχνηλατεῖν, κρεῖττον δʼ ἐκείνου πέφρασται. Ὅρα δὲ τὸ «ἴχνιʼ ἐρευνῶν» ἀμφιβλήστρου δίκην ἁλίσκον τοὺς εἰσαγωγικούς. ἔστι μὲν γὰρ καὶ ἴχνη γράψαι διὰ τοῦ ἦτα, οὕτω δὲ καὶ ἴχνια διὰ τοῦ ἰῶτα ἐν συναλιφῇ, ἐπικέκριται δὲ τὸ δεύτερον ὡς καὶ ποιητικώτερον καὶ πολύχρηστον. Ὅτι ὁ τοῦ Ἀχιλλέως γόος τοιοῦτος ὡς ἐν ἠθοποΐᾳ Ὁμηρικῇ «ὢ πόποι, ἦ δὴ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ, θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι· φῆν δέ οἱ εἰς Ὀπόεντα», οὗ πρὸ ὀλίγου μνεία γέγονε, «περικλυτὸν υἱὸν ἀπάξειν, Ἴλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν. ἀλλʼ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ· ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι αὐτοῦ ἐνὶ Τροίῃ, ἐπεὶ οὐδʼ ἐμὲ νοστήσαντα δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς οὐδὲ Θέτις μήτηρ, ἀλλʼ αὐτοῦ γαῖα καθέξει. νῦν δʼ ἐπεὶ οὖν, Πάτροκλε, σεῦ ὕστερος εἶμʼ ὑπὸ γαῖαν, οὔ σε πρὶν κτεριῶ, πρίν γʼ Ἕκτορος ἐνθάδʼ ἐνεῖκαι τεύχεα καὶ κεφαλήν, μεγαθύμου σεῖο φονῆος», περὶ οὗ ἀνωτέρω προσεχῶς εἴρηται. Εἶτα πλατύνων, τὰ ἑξῆς προεκθετικῶς φησιν, ὅτι «δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς. τόφρα δὲ παρὰ νηυσὶ κείσεαι αὕτως», ἤγουν οὕτως ἄταφος, «ἀμφὶ δέ σε Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι κλαύσονται νύκτας τε καὶ ἤματα δακρυχέουσαι. τὰς αὐτοὶ καμόμεσθα βίῃφί τε δουρί τε μακρῷ πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων». Σημείωσαι δὲ ὅτι ἡ ῥηθεῖσα κατὰ τὸν Ἀχιλλέα ἠθοποιΐα οὐκ ἐκ τῶν τριῶν εἴληπται χρόνων, ἀλλʼ ἐκ τοῦ παρῳχημένου καὶ τοῦ μέλλοντος, ὡς τῶν ἐνεστώτων πρὸ ὀφθαλμῶν κειμένων. οἴδαμεν γὰρ τὰ κατὰ τὸν Πάτροκλον γεγονότα σήμερον. ἔστι δὲ παρῳχημένου μὲν τὸ «ὢ πόποι» καὶ ἑξῆς ἕως τοῦ «ἀλλʼ οὐ Ζεὺς ἄνδρεσσιν», ὃ μεταποιηθὲν ποιήσει ἀγαθὸν γνωμικόν, τὸ «ἀλλʼ οὐ θεὸς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ». καὶ οὕτω μὲν ἐκ τοῦ παρῳχημένου. ἐκ δὲ τοῦ μέλλοντος τὸ «ἄμφω γὰρ πέπρωται ὁμοίην», ἤγουν τὴν αὐτήν, «γαῖαν ἐρεῦσαι», ἤγουν ἐρευθῇ βάψαι καὶ ἐρυθρῶσαι, καὶ τὰ ἑξῆς. Ὅρα δʼ ἐν τούτοις ὡς λυπεῖ τὸν Ἀχιλλέα, εἰ ψεύσεται τῷ Μενοιτίῳ, μὴ ἔχων εἰς τέλος ἀγαγεῖν τὴν ἐπὶ τῷ υἱῷ ὑπόσχεσιν, καθά ποτε καὶ τὸν Ἡρακλέα ἂν τὸ μὴ σχεῖν ἀποκαταστῆσαι Λικύμνιον τῷ οἰκείῳ πατρί, ὡς ἐν τῇ αʹ ῥαψῳδίᾳ κεῖται. λυπεῖ ἄρα τὸν σπουδαῖον ἄνδρα τὸ ὁπωσοῦν ψεύσασθαι, εἰ καὶ ἄλλως ἔστιν ὅτε κατά τι ἀναγκαῖον ψεῦδος ἐρεῖ ἔνθα χρή, ὡς μυριαχοῦ δείκνυται, φιλῶν καὶ ἐκεῖ τὸ ψεῦσμα οὐ καθʼ αὑτὸ, ἀλλὰ διά τι σωτηριῶδες. εἰπεῖν γὰρ ὀρθῶς, ὥσπερ ὁ Ἀχιλλεὺς οὐχʼ ὡς ἁπλῶς ἐριστικὸς καὶ μάχιμος ἔσκωπται τῷ βασιλεῖ, ἀλλʼ ὡς αἰεὶ τοιοῦτος καί, ὡς εἰπεῖν, φίλερις, εἰ καὶ μὴ οἷος ὁ Ἄρης—ἐκεῖνος γὰρ καὶ βροτολοιγὸς καὶ ἀλλοπρόσαλλος—, οὕτω ψεκτέος καὶ ὁ οὐχʼ ἁπλῶς δέον ὂν ψεύσασθαι ψευδόμενος, ἀλλʼ ὁ κατά τινα κακίαν φίλην αὐτῷ καὶ σπουδῆς ἀξίαν. τοιοῦτος δὲ ὁ φιλοψευδής. οὕτω Κρῆτες διαβάλλονται οὐχʼ ὡς ἁπλῶς ποτε ψεῦσται, ἀλλʼ ὡς αἰεὶ τοιοῦτοι. Τὸ δὲ «ἔπος ἔκβαλον» δυνάμενος ἄλλως φράσαι, ὅμως βαρυνόμενος εἶπεν ὁ Ἀχιλλεὺς ἀντὶ τοῦ ἐξεθέμην, παρέρριψα. Ἐκ τοῦ τοιούτου δὲ ῥήματος καὶ τὸ ἔκβλητον ἤτοι ἀπόβλητον. Ὀπόεις δὲ καὶ ἐν συναιρέσει Ὀποῦς, πόλις Λοκρίδος ὑπὸ Μενοιτίῳ, περὶ ἧς ἐν τῇ Βοιωτίᾳ εἴρηται. Λοκρὸς οὖν ἀνέκαθεν ὁ Πάτροκλος Ἐπικνημίδιος. ἀξιοῦται δὲ πολλοῦ λόγου ἡ πόλις αὕτη καὶ τῷ Λυρικῷ. Τὸ δὲ «γαῖαν ἐρεῦσαι» τὸ θανεῖν δηλοῖ, ὡς καὶ τὸ «γαῖα καθέξει», καὶ τὸ «εἶμʼ ὑπὸ γαῖαν», τὰ κατωτέρω κείμενα, διαφόρως κἀνταῦθα φράσαντος τοῦ ποιητοῦ, πλὴν ὅσον τὸ μὲν «γαῖα καθέξει» καὶ τὸ «εἶμι ὑπὸ γαῖαν» τὸ ἁπλῶς θανεῖν δηλοῖ, τὸ δὲ γαῖαν ἐρεῦσαι φόνον σημαίνει, παρακολούθημα μὲν σφαγῆς ὄν, ἀσαφῶς δὲ ῥηθὲν ὡς οἷά τι αἴνιγμα διὰ τὸ εὔφημον. ἐρεύθει μὲν γὰρ γαῖαν καὶ ὁ μίλτον ἢ τοιοῦτόν τι καταχέας εἰς αὐτήν, ἐνταῦθα δὲ ἐρεῦσαι τὸ ἐρυθρὰν αὐτὴν θέσθαι τῷ ἐκ πληγῆς θανατηρᾶς αἵματι. Ὅρα δὲ καὶ νῦν, εἴπερ παρήχησίν τινα ἔχει τὸ «ἱππηλάτα Πηλεύς». Τὸ δὲ κεφαλὴν Ἕκτορος κομίσαι θυμὸς ὑποφητεύει τῷ Ἀχιλλεῖ, ἀκολούθως δῆθεν οἷς Ἕκτωρ τὴν τοῦ Πατρόκλου κεφαλὴν ἀνώγει πῆξαι ἀνὰ σκολόπεσσιν. Ἀχιλλέως μέντοι ἀναφρονήσαντος, ἔμεινεν ἐπὶ χώρας ἡ τοῦ Ἕκτορος κεφαλή. Τοῦ δὲ «ἐνεῖκαι», ὅ ἐστιν ἐνέγκαι, κοινὸς πρῶτος ἀόριστος ὁ ἤνεγκα καὶ ποιητικὸς ὁ ἔνεικα, δεύτερος δὲ ἀόριστος τοῦ ἐνεῖκαι οὔκ ἐστιν, ἀλλὰ χρηστὸν ἀντʼ ἐκείνου ἐστὶ τὸ ἐνεγκεῖν. Ἡ δὲ τῶν δώδεκα λαμπρῶν Τρώων ἀποδειροτόμησις ἀντίτισιν ἔχει ὁμοίαν μέν τινα, μείζω δὲ ἄλλως τοῦ «τρεῖς ἑνὸς ἀντιπεφάσθαι», ὅπερ ἀλλαχοῦ κεῖται. Τὸ δὲ «σέθεν κταμένοιο χολωθείς» δηλοῖ οὐ δικαίαν εἶναι τὴν πρᾶξιν ἀλλὰ χόλου ἔργον, οὗ δυσχερὲς κρατεῖν. διὸ ἄξιός ἐστι περιᾴδεσθαι ὁ κατὰ καιρὸν πολλῆς ὀργῆς ἐπισχὼν ἑαυτὸν καὶ εἰπὼν πρὸς τὸν πληγησόμενον, ὡς ἔπληξα ἄν σε, εἰ μὴ ἐχολούμην, δεῖξας ἐκεῖνος, ὡς κριτοῦ δίκην χρὴ ἐπεξιέναι τοῖς ἁμαρτήμασιν, οὐ χολουμένου ἀλλὰ διαιτῶντος, καὶ οὕτω τὸ καθῆκον ποιοῦντος. Ὁ δὲ ῥηθεὶς πολὺς ὀδυρμὸς τῶν δμωῶν οὐ βίᾳ πάντως γενήσεται. —τίς γὰρ ἡ χάρις; —, ἀλλʼ ἑκούσιος αὐταῖς ὁ ἐπὶ τῷ νεκρῷ κλαυθμός. ὅθεν συλλογιστέον οἷον ἔσται πένθος τῷ Ἀχιλλεῖ, ἐὰν αἱ αἰχμάλωτοι οὕτω κλαίωσιν. Ἐν δὲ τῷ «καὶ Δαρδανίδες βαθύκολποι» σημειοῦνται οἱ παλαιοί, ὡς οὐδέποτε Ὅμηρος βαθυκόλπους τὰς Ἑλληνίδας φησί. δῆλον δὲ ὅτι καθʼ ὁμοιότητα τοῦ «Τρῶες καὶ Δάρδανοι» πέφρασται καὶ τὸ «Τρῳαὶ καὶ Δαρδανίδες». Τὸ δὲ «ἃς αὐτοὶ καμόμεθα βίῃ πιείρας πέρθοντε πόλεις» πτολίπορθόν τε καὶ αὐτὸ δεῖν λέγεσθαι τὸν Ἀχιλλέα ἐμφαίνει μᾶλλον ἤπερ τὸν Ὀδυσσέα, καὶ τὸν Πάτροκλον δὲ ὡς ὅμοιον κοσμεῖ, οἷα τῷ Ἀχιλλεῖ συγκάμνοντα, καὶ τὸν μόγον διασαφεῖ, ὅ ἐστι κάματον, ὃν ὁ Ἀχιλλεὺς εἶπεν ἐν τῷ «ᾧ ἔπι πόλλʼ ἐμόγησα», καὶ ὄνειδος δέ τι Ἑλληνικὸν ὑπολαλεῖ, ὡς οὐ δῶρον ἔχοντος τὰς τοιαύτας τοῦ Ἀχιλλέως, εἴπερ αὐτὸς ἔκαμεν αὐτάς, ἤγουν καμάτῳ ἔσχεν, ἢ περὶ αὐτὰς ἐκοπίασε. Πιείρας δὲ πόλεις τὰς πλουσίας λέγει, τρέψας ἀπὸ ἐμψύχων σωμάτων. ἐκεῖθεν γὰρ πιότης πόλεως ἡ περὶ αὐτὴν εὐπορία. καὶ ἔχει τι σεμνὸν ἡ λέξις. πτωχικὴν γὰρ πόλιν ἑλεῖν οὐ μέγα ἔργον. ἅμα δὲ καὶ τὸ τοῦ πλούτου βιοφθόρον ὁ λόγος ὑπολαλεῖ, ὡς τῶν τοιούτων πόλεων περθομένων. Ὅτι λοετροχόοι τρίποδες ἦσαν τοῖς παλαιοῖς, ὡς καὶ ἐν τοῖς ἑξῆς δηλωθήσεται. μεγάλοι δὲ αὐτοί, ὡς εἰκός. τοιοῦτον οὖν ἑτάροις κέλεται Ἀχιλλεὺς «ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα τάχιστα Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα». «οἳ δέ», φησί, «λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ». Εἶτα διασκευάζων τὰ ἐφεξῆς ὁ ποιητὴς λέγει «ἐν δʼ ἂρ ὕδωρ ἔχευαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες. γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ. αὐτὰρ ἐπειδὴ ζέσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ, καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπʼ ἐλαίῳ, ἐν δʼ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο· ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν ἐς πόδας ἐκ κεφαλῆς», ἤγουν διʼ ὅλου τοῦ σώματος, «καθύπερθε δὲ φάρεϊ λευκῷ». εἶτα παννύχιοι ἀμφʼ Ἀχιλλῆα «Πάτροκλον ἀνεστενάχοντο γοῶντες». Καὶ ὅρα τὸ «ἀνεστενάχοντο» ἀντὶ τοῦ πάλιν ἐξ ὑπαρχῆς ἐστέναζον. τὸ γὰρ λούειν τέως ἐγκόψαν ἐπέσχεν αὐτούς. ἴσως δὲ καὶ στεναγμοῦ δηλοῖ μέγεθος ἡ πρόθεσις, ἄνω ἱκνουμένου κατὰ τὸ «βοὴ δʼ οὐρανὸν ἷκεν». Ἰστέον δὲ ὅτι τε τὸ «ἀμφὶ πυρί» τοὺς ἀμφιπύρους συντίθησι, καὶ ὅτι τὸ «λούσειαν» καὶ τὸ «ἔχευαν ὕδωρ» τὸν λοετροχόον συντιθέασι τρίποδα, καὶ ἐμφαίνουσι τρόπον ἐτυμολογικόν. Ἐνταῦθα δὲ ἐπισημαντέον, ὡς οὐ μόνον τρίποδες ἐκαλοῦντο λοετροχόοι, ὁποῖος ὁ ἐνταῦθα ἐπὶ τῷ Πατρόκλῳ καὶ ὃς δὲ ἐν τοῖς ἑξῆς τῷ Ἕκτορι εὐτρεπίζεται, ἀλλὰ καὶ ἀνδράσι τὸ τοιοῦτον ἐπετέθη ὄνομα. Συβαρῖται γοῦν ἱστοροῦνται πρῶτοι λοετροχόους περιχύτας εἰσαγαγεῖν, πεπεδημένους τοῦ μὴ θᾶττον ἰέναι ὥς φησιν ὁ Δειπνοσοφιστής, καὶ ἵνα μὴ σπεύδοντες κατακαίωσι τοὺς λουομένους. Τὸ δὲ «ὑπὸ δὲ ξύλα δαῖον» μεταλαβόντες οἱ μεθʼ Ὅμηρον ὑποκαίειν φασὶ ξύλα τῷ τρίποδι. Γάστρην δὲ τρίποδος τὴν κοιλότητα λέγει τὴν οἷον γαστέρα. ἐσχημάτισται δὲ ἡ λέξις ὡς ἡ πάτρη, ἡ μήτρα, ἡ Αἴθρη. Τὸ δὲ ἀμφέπειν ἐπὶ πυρὸς ὡς ἐπὶ ἐμψύχου τινὸς κεῖται ποιητικῷ ἔθει. δηλοῖ δὲ τὸ κυκλοῦν τὸν τρίποδα ὡς ἀμφίπυρον καὶ πάντοθεν ἐνεργεῖν. Τὸ δὲ «θέρμετο» πρωτότυπόν ἐστι τοῦ θερμαίνεσθαι. Τὸ δὲ ζέειν δῆλον ὡς ὠνοματοπεποίηται, λειότερον ὂν τοῦ σίζειν καὶ καχλάζειν καὶ τῶν ὁμοίων. Δῆλον δʼ ὅτι, καθὰ ἡ φωνὴ τοῦ σίγμα τὸ σίζειν ὀνοματοποιεῖ, οὕτω καὶ τὸ ζέειν ἡ τοῦ ζῆτα, λειοτέρα πάντως οὖσα. Ἦνοψ δὲ χαλκὸς ὅτι ὁ ἔμφωνος ἢ λαμπρός, πολλαχοῦ ἐφάνη. Ἐν δὲ τῷ «καὶ τότε δὴ λοῦσαν» περισσὸς ὁ και σύνδεσμος. Ἡ δὲ τοῦ ἐλαίου ἀλοιφὴ κατʼ ἔθος γίνεται τοῦ τῶν ζώντων λούματος, καὶ οὐ διὰ τὴν τοῦ λουομένου Πατρόκλου νέκρωσιν. Ἔλαιον δὲ ἐννέωρον τὸ ἐνναετές, ὧρος γὰρ ὁ ἐνιαυτός. οὗ ἔπλησαν τὰς ὠτειλάς, ὡς φαρμακώδη, φασί, δύναμιν ἔχοντος τοῦ παλαιοῦ ἐλαίου. οἱ δὲ ξηραντικόν φασιν εἶναί τι τὸ νῦν παραληφθὲν ἔλαιον σήψει νεκρῶν προσιστάμενον, ὁποῖον καὶ τὸ κέδρινον. Ἑανὸς δὲ ὑφάσματος νῦν ἐπίθετον παρὰ τὸ ἕω, οἱονεὶ ὁ ἄξιος φορεῖσθαι. κασσίτερος μέντοι ἑανός που ὁ οἱονεὶ ῥεανός, ὡς εὔρυτος καὶ ῥᾳδίως χυτός, ὡς καὶ ῥειαμένη, εἱαμένη, ὁ ὑγρὸς τόπος. τινὲς δὲ ἀπὸ τοῦ ἑανοῦ κασσιτέρου οἴονται τὴν λέξιν καὶ εἰς ὕφασμα μετενηνέχθαι, καί φασιν εἶναι χιτῶνα ἢ πέπλον ἑανὸν τὸ λεπτὸν ὁμοίως τῷ κασσιτέρῳ, ὃς ἐν τῷ γανώματι ἐπιτρέχει λευκός. Τὸ δὲ «λιτί» πῶς γίνεται, ἐν ἄλλοις εἴρηται. Φασὶ δὲ οἱ παλαιοί, ὅτι τε προπεριέσπων τινὲς τὸ «λιτί», καὶ ὡς μᾶλλον καλόν ἐστιν ὀξύνειν αὐτὸ διὰ κανόνα τὸν λέγοντα, ὅτι πᾶσα δοτικὴ δισύλλαβος ἐπὶ ὀνομάτων ὀξύνεται, εἰ μὴ ἀπὸ κράσεως ἔπαθε τὴν δισυλλαβίαν, ὡς τὸ κέαρι κῆρι, τῇ ψυχῇ, καὶ ἔαρι ἦρι, τῷ ὄρθρῳ καὶ τῷ ἔαρι. ἱστοροῦσι δὲ καὶ τὸν Ἀσκαλωνίτην γραμματικὸν οἴεσθαι μὴ μεταπεπλάσθαι τὸ λιτί ἀπὸ τοῦ λιτῷ, ὡς κλάδῳ κλαδί, ἀλλʼ ἀπὸ τῆς λίς εὐθείας κεκλίσθαι, ὅν φασι παραιτητέον. τὰ γὰρ εἰς ις μονοσύλλαβα οὐ μελετῶσι διὰ τοῦ τος κλίνεσθαι, ἀλλʼ ἢ διὰ καθαροῦ τοῦ ος, ὡς τὸ λίς λιός, ἢ διὰ τοῦ νος, ὡς τίς τινός, ἢ διὰ τοῦ δος, ὡς κτίς κτιδός, ἀφʼ οὗ «κτιδέη κυνέη» παρὰ τῷ ποιητῇ. εἴληπται δὲ τὸ λιτί κατὰ τοὺς παλαιοὺς ἀντὶ τοῦ ἁπαλῷ, ἢ ἀντὶ τοῦ λιτῷ, ἢ τοὐναντίον ποικίλῳ ἐξ ἀντιφράσεως, ὅπερ οἱ Ἀττικοὶ ληΐδιόν φασι τετρασυλλάβως. περὶ οὗ Τρύφων φησίν, ὥς ἐστι λεῖον λείου, ἐξ οὗ παραγωγὴ διὰ τοῦ διον λείδιον διὰ διφθόγγου, ὡς γραφείδιον, ἀγγείδιον, καὶ ἐκτάσει τοῦ ε εἰς η λῄδιον σὺν καὶ τῷ ι προσγεγραμμένῳ κατὰ τὸ εἴκαζον ᾔκαζον, εἴδειν ᾔδειν. Φιλήμων δὲ τὸ λῄδιον ἑρμηνεύσας εὐτελὲς τριβώνιον ἢ χλαμύδιον παλαιὸν παροξύνει αὐτὸ ὡς τὸ σταμνίον. φησὶ γὰρ «ὡς σταμνίον δὲ τὴν προσῳδίαν λέγω». Δίδυμος δὲ καὶ αὐτὸς οὕτω δοξάζων φησί, ὡς ἄλογός ἐστιν ἡ προπαροξύτονος τάσις τοῦ λῄδιον, ἐπεὶ αἱ διὰ τοῦ ιον παραγωγαί, εἰ μὲν ὦσιν ἐν τρισὶ βραχείαις, προπαροξύνονται· θρόνος θρόνου θρόνιον, πτύξ πτυχός πτύχιον, εἰ δὲ δακτυλικαί, πρὸ μιᾶς ἔχουσι τὸν τόνον, οἷον, ψωμίον, ὠτίον, ἔτι δὲ καὶ κλειδίον, παιδίον, δᾳδίον, οὐ διὰ τοῦ διον ὄντα οὐδὲ ταῦτα, ἀλλὰ διὰ τοῦ ιον. τὸ γὰρ δ τοῦ πρωτοτύπου ἐστίν. εἰ οὖν, φησίν, ἐν τῷ λῄδιον δακτυλικὴ ἡ λέξις, δῆλον ὡς πρὸ μιᾶς ὤφειλεν ἔχειν τὸν τόνον. καὶ οὕτω παροξύνεσθαι θελήσας τὸ λῄδιον ὁ Δίδυμος ἀποστερεῖ αὐτὸ καὶ τοῦ κατὰ τὴν παράδοσιν προσγεγραμμένου ι. ἐπεί, φησί, λῆδος τὸ πρωτότυπον, ὃ Δωριεῖς λᾶδός φασιν, ὡς Ἀλκμὰν «λᾶδος εἱμένα καλόν», ὅ ἐστι λήδιον ἐνδεδυμένη εὐειδές. ἀπὸ γοῦν τοῦ λῆδος, φησί, μὴ ἔχοντος τὸ ι γεγονὸς τὸ ληδίον οὐδʼ αὐτὸ ἂν ἔχοι τὸ ι. καὶ οὕτω μὲν οὗτοι. δοκεῖ δὲ ἐκ τοῦ λῆδος καὶ ἡ ἐν Ὀδυσσείᾳ ἡρωῒς Λήδα καλεῖσθαι. τὸ δέ γε λήδανον παρὰ Ἡροδότῳ, ὅ ἐστι λάδανον, ἐθνικόν ἐστιν, ὡς ἐκεῖνος ἐπισημειοῦται. Τὸ δὲ «γοῶντες» καὶ ὁ γόος, ἐξ ὧν καὶ ὁ γόης, ὠνοματοπεποίηνται, κακοφωνότερα ὄντα τοῦ βοᾶν καὶ τῆς βοῆς, καὶ διὰ τοῦτο ἐπὶ θρήνων τεθέντα. τῶν δὲ τοιούτων πάντων λειότερον τὸ φωνεῖν, αὐτοῦ δὲ πάλιν τὸ λέγειν καὶ τὸ λαλεῖν, οἷς ἀντίκειται κατὰ τραχυφωνίαν τὰ ἐκ τοῦ ῥῶ, τὸ λέγω, γινόμενα, οἷον ἡ ῥῆσις καὶ τὸ ῥῆμα καὶ τὸ εἰρηκέναι καὶ τὰ ἐξ αὐτῶν. ὅτι δὲ ἐκ τοῦ γοῶ καὶ ὁ γόης ὡς ἐν πολλοῖς ἐπᾴδων μετὰ γόου κατʼ ἔθος ἴδιον, παραδηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ «οὐ πρὸς ἰατροῦ σοφοῦ θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι». πάντως γὰρ τὸ θρηνεῖν ἐπῳδὰς ταὐτόν ἐστι τῷ γοερῶς ἐπᾴδειν, ὃ καὶ γόης ποιεῖ. Τὸ δὲ ῥηθὲν χωρίον ὅλον ἐξ ἀρχῆς καὶ μέχρι τέλους ἐπαινεῖται παρὰ τοῖς παλαιοῖς. ἐμπεσὼν γάρ, φασίν, ὁ ποιητὴς εἰς ἀπαγγελίαν ταπεινῶν πραγμάτων ἐκάλυψε τὴν εὐτέλειαν τῇ τε τῶν ἐπιθέτων συνθέσει καὶ τῇ τραχύτητι τῆς φράσεως, καὶ οὕτω θαυμασίᾳ δυνάμει τὰ μικρὰ μεγαλοπρεπῶς ἐξήνεγκεν. Ὅτι Ζεὺς τὸ ἐπὶ κακῷ τῶν Τρώων πάνυ θερμὸν τῆς εἰς Ἕλληνας ὁποῖα καὶ υἱοὺς διαθέσεως προσονειδίζων τῇ Ἥρᾳ, ἣν καὶ νῦν λέγει Ὅμηρος Διὸς κασιγνήτην ἄλοχόν τε «ἔπρηξας», φησί, «καὶ ἔπειτα βοῶπις πότνια Ἥρη ἀνστήσασʼ Ἀχιλῆα πόδας ταχύν· ἦ ῥά νυ σεῖο ἐξ αὐτῆς ἐγένοντο καρηκομόωντες Ἀχαιοί». τοῦτο δὲ παρῳδηθὲν δύναται λέγεσθαι καὶ ἐπὶ προσώπου ἀνύσαντός τι μέγα ἐπί τινι βοηθουμένῳ, οἷον ἔπρηξας καὶ ἔπειτα τόδε ἀνύσας· ἦ δὴ σοῦ ἐξ αὐτοῦ ἐγένετο ὁ δεῖνα. καὶ οὕτω μὲν ὁ Ζεύς. Ἥρα δὲ συγκατατιθεμένη λέγει «καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι, ὅς που θνητός ἐστι καὶ οὐ τόσσα μήδεα οἶδε. πῶς δὴ ἔγωγε», ἡ, ὡς εἰρήσεται, τοιάδε, «οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι»; οὕτω δὲ καὶ πᾶς τὸ τῆς ἀξίας προϊσχόμενος δικαίωμα, ἐφʼ οἷς ἐν ὑπεροχῇ ὢν ἔβλαψέ τινα, παρῳδήσας ἐρεῖ «καὶ μὴν δή πού τις» καὶ ἑξῆς ἕως τοῦ «οἶδεν». εἶτα ἐπαγάγοι ἂν καὶ τό· πῶς δὴ ἔγωγε, ἥ φημι ἢ ὅς φημι ἔμμεναι ἄριστος, οὐκ ὄφελον τῷ δεῖνι κοτεσσαμένη ἢ κοτεσσάμενος κακὰ ῥάψαι; καὶ ἄλλως δὲ ἀνάπαλιν· πῶς ἐγὼ ὁ τοιόσδε οὐκ ὄφελον τῷ δεῖνι χαριζόμενος τόδε τι ἀγαθὸν ποιῆσαι; Ὅρα δὲ ὅτι δεῆσαν ἄρτι μὴ ἀντιβῆναι ἀλλήλοις τὸν Δία καὶ τὴν Ἥραν, λαλοῦσι μὲν ἡμερώτερον, οὐ μὴν οὐδὲ νῦν δίχα βαρύτητος ὁ λόγος αὐτοῖς, καὶ μᾶλλον τῇ Ἥρᾳ, ἥτις τὸν Δία καίτοι βοῶπιν καὶ πότνιαν αὐτὴν προσειπόντα αἰνότατον καλεῖ, οὐκ ἀφισταμένη τοῦ συνήθους ἤθους. μήποτε δὲ κατά τι εὔλογον ἡ Ἥρα ἐπαινεθεῖσα ὑπὸ Διὸς ὅμως αὐτὴ κατʼ ἐκείνου τραχύνεται. δοκεῖ γὰρ διὰ τοῦ ῥηθῆναι τοὺς Ἀχαιοὺς υἱοὺς αὐτῆς ὀνειδισθῆναι εἰς τὸ καὶ δίχα Διὸς τίκτειν, ὃ περὶ Ἡφαίστου ἐπʼ αὐτῇ μυθεύεται. Ὅρα δὲ καὶ ὅτι μέλλων μικρὸν ὅσον πολλῇ τερατείᾳ μυθικῇ ὁ ποιητὴς ἐπιβαλεῖν, οὐκ ἀμέσως ἐκ τῶν ἀνθρωπίνων ἐπαφῆκε τὸν λόγον τοῖς τοιούτοις, ἀλλʼ ἠρέμα μετὰ τὰ ἐπὶ Πατρόκλῳ καταστήσας τὸν λόγον ῥητορικῶς, ὡς τῶν ῥηθέντων ἐπὶ τῷ Ἀχιλλεῖ μηκέτι ἄλλως ἕξειν μελλόντων ἀλλʼ ἢ κατὰ τὰς ῥηθείσας ῥητορικὰς προαναφωνήσεις, ὡς ὁ Ζεὺς καὶ ἡ Ἥρα, οἱ μυθικοί, ἐνταῦθα κυροῦσιν, οὕτω καὶ τοῖς ἑξῆς μύθοις προσβάλλει. Ἰστέον δὲ ὅτι τὸ «ἔπρηξας καὶ ἔπειτα» ὀνειδισμὸν ἔχει προτέρων πράξεων τῆς Ἥρας, ὧν ἕνεκεν εἴρηται νῦν τὸ «καὶ ἔπειτα». Τοῦ δὲ «ἀνστήσασα» οὐκ ἔχει καιριωτέραν οὐδʼ ἐνταῦθα λέξιν εἰπεῖν ὁ ποιητής. Τὸ δὲ «πόδας ταχύν» καὶ νῦν καὶ ἑτέρωθι μυριαχοῦ ἐπίτηδες λαλεῖται προληπτικῶς διὰ τὸ μέλλειν ἐν τοῖς ἑξῆς πάνυ χρησιμεῦσαι τὸ ποδῶκες τῷ Ἀχιλλεῖ. Τὸ δὲ «ἀνδρὶ τελέσαι» μέσως ἔχει καὶ ἀντὶ τοῦ ὑπὲρ ἀνδρὸς καὶ ἀντὶ τοῦ κατʼ ἀνδρός, ἵνα λέγῃ ὅτι καί τις βροτὸς οὐ πάνυ μέγας μέλλει βοηθῆσαί τινι ἀνδρὶ κατά τινος ἀνδρός. Πολλῷ δὲ πλέον ἐγώ, «ἥ φημι θεάων ἔμμενʼ ἀρίστη, ἀμφότερον, γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις». ὃ καὶ ἀλλαχοῦ ἡ Ἥρα προεβάλετο. Τοῦ δὲ «σὺ δὲ μετʼ ἀθανάτοισιν ἀνάσσεις» τοιοῦτος ὁ ῥητορικὸς συλλογισμός. σὺ πᾶσιν ἀνάσσειν ἄριστος εἶ· ἐγὼ δὲ σὴ ἄκοιτις· ἀρίστη ἄρα ἔγωγε πάντων. Ἐκ δὲ τοῦ «κακὰ ῥάψαι» ἡ κακορραφία σύγκειται. Ὅτι τὸν τοῦ μυθικοῦ Ἡφαίστου δόμον ἐπαινῶν, εἰς ὃν ἡ Θέτις ἀφίκετο, ἄφθιτόν φησιν, «ἀστερόεντα, μεταπρεπέα ἀθανάτοισι, χάλκεον, ὃν αὐτὸς ποιήσατο κυλλοποδίων». Ἀστερόεις δὲ καὶ νῦν οἶκος ἄλλως ἤπερ οὐρανός. οἶκος μὲν γὰρ ἀστερόεις ὁ ἄστροις τὴν λαμπρότητα ἐοικώς, οὐρανὸς δὲ ἀστερόεις ὁ ἔχων αὐτά. Τὸ δὲ μεταπρεπέα ἐν ἄλλοις λέγει. τῇ φύσει δὲ πάντως τοῦ πυρὸς προσλογίζονται τὰ τοιαῦτα τοῦ μυθικοῦ Ἡφαίστου ἐπίθετα. Τὸ δὲ κυλλοποδίων οὐ σκωπτικῶς ὁ Ὅμηρος ἔφη σιλλογραφῶν εἰκῇ, ἀλλʼ ἢ κατʼ ἰδιότητα, ὥς που καὶ αἱ τοῦ Διὸς θυγατέρες Λιταὶ χωλαὶ διεγράφησαν, ἢ πρὸς ὑπόδειξιν τοῦ μηδὲν προσίστασθαι τῷ Ἡφαίστῳ εἰς οὕτω θαυμαστὸν ἔργον τὴν τῶν ποδῶν κυλλότητα. Ὅτι τὸν Ἥφαιστον «ἱδρώοντα» εὗρεν ἡ Θέτις «ἑλισσόμενον περὶ φύσας, σπεύδοντα», ταῦτα δὴ τὰ τῶν σπουδαίως πονουμένων χαλκέων. προέθετο γὰρ ὁ πολυφωνότατος ποιητὴς ἐνταῦθα καὶ τὰ κατὰ τοὺς χαλκεῖς ἐκφράσαι, ὡς ἂν καὶ τοιούτοις λόγοις ἐγγυμνάσῃ τὴν ἑαυτοῦ γραφήν. Ὅτι τρίποδας «ἐείκοσι πάντας ἔτευχεν» Ἥφαιστος «ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο, χρύσεα δέ σφʼ ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν, ὄφρα οἱ αὐτόματοι θεῖον δυσαίατʼ ἀγῶνα», ἢ «δύσονται ἀγῶνα», «ἠδʼ αὖτις πρὸς δῶμα νεοίατο, θαῦμα ἰδέσθαι». Ἦν γὰρ τῷ ὄντι θαυμαστὸν αὐτομάτως κινεῖσθαι τρίποδας ὡς οἷά τινας αὐτοκινήτους θέοντας κατὰ τὰ ὑποκείμενα κύκλα, ὅ ἐστι κατὰ τοὺς τροχίλους, οἳ ὡς εἰκός, ἐνείροντο τοῖς τῶν λεβήτων ποσίν, ὡς ἂν εἴς τε τὴν τῶν θεῶν ἄθροισιν δύωνται, τοῦτο γὰρ ὁ θεῖος ἀγών, καὶ οἴκαδε αὖθις εἰς τὰ ἑαυτῶν ἀπονέωνται δίκην ἐμψύχων. τοιαῦτα γὰρ ὑποτίθενται εἶναι τὰ ἡφαιστότευκτα. ἰστέον γὰρ ὅτι τερατωδῶς ἐμψύχους τοὺς τρίποδας ὁ ποιητὴς πλάττει καὶ αὐθορμήτους ὡς οἷον βαδίζοντας διὰ τῶν ὑποκειμένων τροχίλων. διὸ καί τις τῶν παλαιῶν—Διονύσιος δὲ ἦν ἐκεῖνος—αὐτοκίνητα καὶ τὰ ἐπὶ τῆς Ἀχιλλέως ἀσπίδος ὑπώπτευσεν ἡφαιστότευκτα ζῷα τὰ ἐν τοῖς ἑξῆς δηλωθησόμενα, εἰ καὶ ἀντέλεγε, φασίν, Ἀριστόνικος. Σημείωσαι δὲ ὅτι τὰ τοιαῦτα ὑποπτεύονται καὶ λαλοῦνται οὕτω διὰ τὸ τῶν χαλκευομένων τεχνικώτατον, ὡς μικροῦ δοκεῖν τὰ εἴδωλα ἔμψυχα εἶναι, ὁποῖόν τι καὶ περὶ Ῥοδίων ἱστόρηται, οἷς ἔγεμέ ποτε τοιαύτης τέχνης ἡ νῆσος. καὶ τὰ ζῴδια ἐδόκουν μικροῦ καὶ κινηθήσεσθαι ἄν. διὸ καὶ ἁλύσεσιν ἐξεδέσμουν αὐτά, ἵνα δῆθεν μὴ κινηθέντα φύγοιεν. ᾐνίττοντο δὲ ἄρα οἱ νησιῶται διὰ τοῦ τοιούτου δεσμοῦ τὸ παρʼ ὀλίγον αὐτοκίνητον τῶν ἀγαλμάτων ἐκείνων, ὁποῖά τινα καὶ Δαίδαλος ποιεῖν μυθεύεται. Ἰστέον δὲ ὅτι καὶ ἐν τῷ «ἐείκοσι πάντας» πλεονάζει συνήθως τῷ ποιητῇ τὸ «πάντας». Τὸ δὲ «περὶ τοῖχον» βιωτικόν ἐστιν, οἷα τῶν τοιούτων κειμηλίων τοίχοις παραβυομένων ὡς τὰ πολλά. Μέγαρον δὲ εὐσταθὲς τὸ ἀλλαχοῦ εὔπηκτον. Κύκλα δὲ κατὰ μεταπλασμὸν γένους οἱ τροχοί, ὅθεν καὶ κυκλῆσαί που ἔφη τὸ ἐπὶ ἁμαξῶν ἀγαγεῖν. Τοιούτου μεταπλασμοῦ σὺν ἄλλοις πολλοῖς καὶ ὁ θύμος καὶ τὸ θύμον, καὶ ὁ γάρος παρʼ Αἰσχύλῳ, φασί, καὶ τὸ γάρον. οὕτω δὲ καὶ τὸ ὀρίγανον καὶ ὁ ὀρίγανος, οἷον, ὀρίγανον, ὃς δὴ σεμνύνει τὸ τάριχος ὁμοῦ μιχθεὶς κοριάννῳ. τοῦτο δὲ καὶ θηλυκῶς, φασί, λέγεται, οἷον «ἐξ Ἀρκαδίας οὕτω δριμυτάτην ὀρίγανον». Σημείωσαι δὲ καὶ ὅτι τὸ αὐτομάτους μηχανὰς ῥηθῆναι τὰς μὴ διʼ ὕδατος καὶ τοῦ ἐκεῖθεν πνευματικοῦ ἀπαρτιζομένας ἐξ Ὁμήρου ἐλήφθη τοῖς Μηχανοποιοῖς. οὕτω γὰρ αὐτόματος καὶ τῷ Ἡφαίστῳ νῦν ἡ τῆς τῶν τριπόδων κινήσεως μηχανή. Οὕτω καὶ πύλαι που αὐτόματοι οὐρανοῦ μύκον. καὶ ἔστι τοῦτο ἑτεροῖόν τι πρὸς τὸ «αὐτόματος ἦλθε Μενέλαος», ἤγουν αὐτόκλητος. ἔνθα γράφουσιν οἱ παλαιοὶ ὅτι τὸ τοιοῦτον αὐτόματον οὐ πάντων ἦν ἐν συμποσίοις, ἀλλὰ μόνων τῶν, ὡς αὐτοὶ ἐκτίθενται, οἰκείων καὶ γνησιωτάτων ἢ φύσει ἢ θέσει. εἰ δέ τις μὴ τοιοῦτος παρεισέφρησε τῷ συμποσίῳ, διεβάλλετο, καθὰ δηλοῖ Ἄλεξις ἐν τῷ «ἄνθρωπος εἶναί μοι δοκεῖς Κυρηναῖος. κακεῖ γάρ τις ἂν ἐπὶ δεῖπνον ἕνα καλῇ, πάρεισιν ὀκτωκαίδεκʼ ἄλλοι καὶ δέχʼ ἅρματα, καὶ ξυνωρίδες ιεʹ. τούτοις δὲ δεῖ σε τἀπιτήδειʼ ἐμβαλεῖν. ὡς ἦν κράτιστον μηδὲ καλέσαι μηδʼ ἕνα». καὶ τοῦτο μὲν οὕτω ψεκτέον ὡς χυδαῖον. ἐκεῖνο δὲ τὸ πρῶτον καὶ ἐπαινεῖται, καὶ παροιμίαν ποιεῖ τὴν «ἀκλητὶ κωμάζουσιν ἐς φίλους φίλοι», καὶ τὸ «ἀγαθὸς πρὸς ἀγαθοὺς ἄνδρας ἑστιασόμενος ἧκον, μή τινα τῖμον εἰσενεγκών», εἰπεῖν κατʼ Ἀρχίλοχον, ἀλλὰ δηλονότι ἀσύμβολον δεῖπνον εὑρών. καὶ ἔστιν ὁ τῖμος κατὰ τὸ ὠνή ὦνος, χολή χόλος. ὁμοία δὲ παροιμία καὶ τὸ «κοινὰ τὰ τῶν φίλων». Ὁ δὲ ἀγὼν πολυσήμαντος λέξις κατὰ τοὺς παλαιούς. ἀγὼν γάρ, φασίν, ὅμιλος, κύκλος, μάχη, ἔρις, ἀγορά, συναγωγὴ καὶ ἐπίδειξις. Ὅτι ἀρτύειν μὲν τὸ ἀπαρτίζειν λέγει, κόπτειν δὲ δεσμοὺς τὸ ἐλαύνειν ἤτοι σφυροκοπεῖν τὰ εἰς δεσμὸν ἀγγείου χρήσιμα. φησὶ γάρ, ὡς οἱ ῥηθέντες τρίποδες «τόσσον μὲν ἔχον τέλος, οὔατα δʼ οὔ πω δαιδάλεα προσέκειτο, τά ῥʼ ἤρτυεν», ἤγουν ταῦτα δὴ κατήρτιζε, «κόπτε δὲ δεσμούς». τί δέ ἐστι τὸ «τόσσον μὲν ἔχον τέλος», καὶ ὅτι τὸ τοιοῦτον σχῆμα τὸ παρʼ ὀλίγον δηλοῖ, ἵνα λέγῃ ὅτι τὸ μὲν ἄλλο πᾶν ἦν τοιόνδε, τόδε δέ τι οὐκ ἦν ἀλλʼ ἐνέλειπε, ῥηθήσεται ἀκριβῶς ἐν τοῖς ἐφεξῆς. δῆλον δὲ ὡς οἱ ῥηθέντες δεσμοὶ χρησιμεύσειν ἔμελλον εἰς τὸ διʼ αὐτῶν καταπεῖραι τὰ ὦτα. Ἐν τούτοις δὲ ὅρα ὡς οὕτω παρὰ βραχὺ ἔργου ἐλθὼν ὅμως οὐκ ἀναμενεῖ τελέσαι τὸ ἐπίλοιπον ἔργον Ἥφαιστος, ἀλλὰ σπουδαίως ἀνύσει τὸ τῆς εὐεργέτιδος Θέτιδος βούλημα, διδάσκοντος καὶ οὕτω τοῦ ποιητοῦ πρὸ ἔργου τιθέναι μάλιστα τοὺς εὐεργετήσαντας. Σημείωσαι δὲ ὅτι τοῦ τέλους πολλὰ σημαίνοντος, τὸ πάντων ἐξάρχον τὸ ῥηθὲν τέλος ἐστί, διʼ οὗ δηλοῦται τὸ πέρας. καὶ γίνεται ἢ ἀπὸ τοῦ τλῶ, τὸ ὑπομένω, τλός, ὑπὲρ οὗ ὑπομένει τις πράττων, καὶ προσθέσει τοῦ ε τέλος, ἵνα μὴ εὑρεθῇ μονοσύλλαβον ὄνομα βραχυκατάληκτον, ἢ παρὰ τὸ τέλλω, ἐξ οὗ τὸ ἐπιτέλλω καὶ ἀνατέλλω, τὸ ὕστερον δηλαδὴ μετὰ πρᾶξιν ἀναλάμπον καὶ ἐκφαινόμενον. διὸ καὶ πάνυ καλῶς ἔχει ῥηθὲν τὸ «τέλος δʼ οὔ πω τι πέφανται». ὅτι δὲ οὐδέποτε μονοσύλλαβον ὄνομα βραχυκαταληκτεῖ, δηλοῖ καὶ ἡ Τλῶς πόλις, καὶ ἡ Κρῶς, καὶ τὸ πᾶς, καὶ μῦς, καὶ δρῦς, καὶ σῦς, καὶ λίς, καὶ θώς, καὶ Τρώς, πλὴν τοῦ τίς. διὸ ἀπὸ τοῦ θῶ θός, ὁ πάντα τιθεὶς καὶ ποιῶν, καὶ ἐνθέσει τοῦ ε θεός, καὶ ἀπὸ τοῦ ῥηθέντος δὲ τλῶ τλός, καὶ προσθήκει τοῦ ο ὄτλος, ὃ δηλοῖ τλῆσιν καὶ κακοπάθειαν. Τὸ δὲ «οὔατα» πρωτότυπόν ἐστι τοῦ ὦτα, ὡς καὶ τοῦ ὦς ὠτός τὸ οὖας οὔατος, οὗ παραγωγὴ ἐκ τοῦ ἄω ἀΐω, τὸ ἀκούω, ὅθεν ἄος ὡς φάος, καὶ μεταθέσει ὄας ὡς φόας, καὶ κράσει μὲν ὦς ὡς φῶς, ἐπενθέσει δὲ Ἰωνικῇ τοῦ υ, οὖας. Τοῦ δὲ «προσέκειτο» οὐκ ἔστιν ἐνταῦθα καιριωτέραν λέξιν εὑρεῖν, καθότι οὐ συμφυῆ τὰ οὔατα τοῖς τρίποσιν ἀλλὰ πρόσθετα. Ὅτι Χάρις ὥσπερ τῷ Ὕπνῳ, οὕτω καὶ τῷ Ἡφαίστῳ συνοικεῖ λιπαροκρήδεμνος, καλή. τοῦτο δὲ διὰ τὸ ἐπίχαρι τῶν ἐκ πυρὸς δημιουργημάτων. διὸ καὶ τῇ χαριεστάτῃ Ἀφροδίτῃ τὸν τοιοῦτον Ἥφαιστον διὰ τὸ αὐτοῦ κλυτοτεχνικὸν ἐπαφρόδιτον ἐν Ὀδυσσείᾳ συνδυάζει ὁ μῦθος, ὃς καὶ Ἀγλαΐαν ἢ Θάλειαν ὀνομάζει τὴν ἐνταῦθα τῷ Ἡφαίστῳ σύνοικον ταύτην Χάριν. Ἰστέον δὲ ὅτι καλὴ πᾶσα χάρις διὰ τὸ παρεπόμενον ἡδὺ οὐ μόνον τῷ λαμβάνοντι, ἀλλά γε καὶ τῷ διδόντι. χαίρει γάρ τις καὶ μέγα διδοὺς κατὰ τὸν Ἡσίοδον, ὥσπερ ἀφῃρημένος καί τι σμικρὸν παχνοῦται τὸ κῆρ. διὸ καὶ ἐκ τοῦ χαίρειν παρῆκται ἡ χάρις. Ὅτι φιλικὴ προσφώνησις τὸ «τίπτε ἱκάνεις ἡμέτερον δῶ αἰδοίη τε φίλη τε, πάρος γε μὲν οὔ τι θαμίζεις· ἀλλʼ ἕπεο προτέρω», ἤγουν προσωτέρω, «ἵνα τοι πὰρ ξείνια θείω». τούτων δὲ τῶν τριῶν στίχων τοὺς ἐξ ἀρχῆς δύο καὶ μετʼ ὀλίγα ἐρεῖ ἀπαραποιήτως ὁ μυθικὸς Ἥφαιστος σὺν καὶ ἑτέροις δυσὶ στίχοις προγεγραμμένοις ἀλλαχοῦ. Φιλικὸν δὲ καὶ τὸ ἐμφῦναι χειρί, ὅ ἐστι δεξιώσασθαι, περὶ οὗ ἀλλαχοῦ ἐδηλώθη. Εἰς ἔπαινον δὲ θρόνου χρήσιμον τὸ «καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου, καλοῦ, δαιδαλέου», φαεινοῦ, «ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν» Τὸ δὲ ἐφεξῆς ἤγουν τὸ «Ἥφαιστε πρόμολʼ ὧδε, Θέτις νύ τοι σεῖο χατίζει», ὅτι παρῳδήθη ποτὲ ὑπό τινος σοφοῦ καύσαντος οἰκεῖα πονήματα, δεδήλωται μὲν ἤδη οὐ πρὸ πολλῶν. Ἐνταῦθα δὲ πάλιν μνηστέον τῆς ἱστορίας ἐκείνης ἐπί τι πλέον διὰ τὸ ἐντελέστερον. ὁ σοφὸς ἐκεῖνος, ἦν δὲ ὁ μέγας Πλάτων, εἰς ποιητικήν, φασίν, ὁρμήσας καὶ ἡρωΐζων, κατέπρησεν ἃ ἔγραψεν ὡς Ὁμήρου ἡττώμενα κατὰ πολύ. εἶτα ἐπιθέμενος τραγῳδίᾳ καὶ μέλλων ἀγωνιεῖσθαι καὶ ἀκούσας Σωκράτους καὶ καθάπαξ αἱρεθεὶς ὑπὸ τῆς ἐκείνου σειρῆνος, ἀπεδύσατο ἐπὶ φιλοσοφίαν, ἐφʼ ᾗ καὶ εὐδοκίμησε πάνυ. Κεῖται δὲ καὶ ἐνταῦθα τὸ «ὧδε» ἀντὶ τοῦ οὕτως, ὡς ἔχεις δηλαδὴ ἄρτι, γέμων ἀσβόλης, ἱδρῶν, ἡμίγυμνος, ἵνα εἴπῃ ὅτι πρόμολε τάχιστα. Εὐεργεσίας δὲ ὁμολογία καθʼ Ἥφαιστον ἐπὶ Θέτιδι τὸ «ἦ δή μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον, ἥ μʼ ἐσάωσεν, ὅτε με ἄλγος ἀφίκετο». παρῳδηθήσεται δέ ποτε δεξιῶς καὶ εἰς ἄνδρα εὐεργετήσαντα. Λέγοι δʼ ἂν Ἥφαιστος ἀλληγορικῶς τὴν θαλαττίαν Θέτιν δεινὴν μὲν αὐτῷ ὡς πυρὶ διὰ τὸ κατʼ αὐτὴν δραστικὸν καὶ οἷον φοβερόν, σβεστικὸν γὰρ πυρὸς τὸ καθʼ ὕδωρ ὑγρόν, αἰδοίην δὲ διὰ τὸ αὖθις πότε χρηστὸν τῷ πυρὶ ἐξ ὑγρότητος, διʼ ἧς πολλαί τε ὕλαι πυρὶ τῷ κάτω χρήσιμοι φύονται καὶ ὁ ἀέριος δὲ ἐξ ἀναθυμιάσεων ὑφίσταται Ἥφαιστος. Ἄλλως δέ γε, ὡς τὸ δεινὸν καὶ αἰδοῖον βιωτικῶς συνδυάζονται, καθὰ πολλαχοῦ ἐφάνη, ἔχει καὶ ὁ μῦθος ἐνταῦθα συμβιβάσαι αὐτά. Ἔστι δʼ ἐν τοῖς ῥηθεῖσι καὶ σύνηθες γυναικεῖον ἐπίθετον τὸ «τανύπεπλος», οἷον «τίπτε Θέτι τανύπεπλε ἱκάνεις;» ἔνθα καὶ τὸ ἀλλαχοῦ ῥηθὲν ἐλλιπῶς «τόδʼ ἱκάνεις» ἐντελῶς φράζεται «τίπτε ἱκάνεις ἡμέτερον δῶ». τοῦτο δὲ μετʼ ὀλίγα παραφράζων ἡμέτερον δόμον ἵκει φησί. Τὸ δὲ «καθεῖσεν» ὡς τροχαϊζόμενον κατὰ τὸ κατεῖχε καὶ συνῆγε καὶ ὅσα τοιαῦτα φυλάσσει τὸν περισπώμενον τόνον. Τὸ δὲ τοῖς ἐνδόξως ἐνθρονιζομένοις θρῆνυν τοῖς ποσὶν ὑπεῖναι πλεισταχοῦ δηλοῦται. Ὅτι προοικονομῶν ὁ ποιητὴς τὸ πιθανῶς τὸν Ἥφαιστον ἕτοιμον φανῆναι ὑπακοῦσαι τῇ Θέτιδι πλάττει αὐτὸν ὁμολογοῦντα μεγάλην χάριν ἐκείνῃ, ἐν οἷς λέγει ὡς «δεινή τε», καθὰ ἐρρέθη, «αἰδοίη τε, ἥ μʼ ἐσάωσεν, ὅτε μʼ ἄλγος ἀφίκετο τῆλε πεσόντα, μητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μʼ ἐθέλησε κρύψαι χωλὸν ἐόντα. τότʼ ἄρ», ἢ τότʼ ἄν, «πάθον ἄλγεα θυμῷ, εἰ μή μʼ Εὐρυνόμη τε Θέτις θʼ ὑπεδέξατο κόλπῳ». Ἣν Εὐρυνόμην καὶ ἐπαναλαμβάνων, οὐ μόνον, ἵνα μὴ Νηρηῒς νομισθείη καὶ αὐτή, ἀλλὰ καὶ διὰ τὸ μάλα προσφιλῶς, ὡς εἰκός, αὐτῇ ἔχειν, ἐπάγει «Εὐρυνόμη, θυγάτηρ ἀψορρόου”, ἢ “βαθυρρόου”, Ὠκεανοῦ», θεραπεύων ἅμα καὶ τὴν Θέτιν παροῦσαν, οἷς αὐτὸν μανθάνει εὐγνωμονοῦντα μὴ παρούσῃ τῇ Εὐρυνόμῃ. Ὧν τὴν εὐεργεσίαν μετʼ ὀλίγα γοργῶς κεφαλαιῶν φησιν «ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἔσαν, αἵ μʼ ἐσάωσαν». Παιδεύει δʼ ἐν τούτοις ὁ ποιητὴς δεῖν ἀεὶ μεμνῆσθαι χαρίτων. ὧν χάριν καὶ ὁ μυθικὸς Ἥφαιστος καὶ αἰδοίην καὶ δεινὴν τὴν εὐεργετήσασαν αὐτὸν Θέτιν καλεῖ, ἔτι δὲ καὶ φίλην, καὶ ζωάγρια δέ φησι χρεὼν εἶναι ἀποδιδόναι αὐτῇ, ὅ ἐστι χαριστήρια ὑπὲρ τοῦ εἰς τὸ ζῆν ἀγερθῆναι, ὅ ἐστι συναχθῆναι, ἀπὸ τοῦ ὀλιγηπελέειν. Φησὶ γὰρ «τῷ με μάλα χρὴ πάντα Θέτι καλλιπλοκάμῳ ζωάγρια τίνειν». Αἰνίττεται δὲ καὶ νῦν ὁ μῦθος, καθὰ καὶ ἀλλαχοῦ ἐδηλώθη, τὰ κατὰ τὸ διακονικὸν πῦρ, εἰς ὅπερ ὁ Ἥφαιστος μεταλαμβάνεται. οὗ πατὴρ μὲν τρόπον τινὰ ὁ κατὰ Δία θερμὸς αἰθήρ, μήτηρ δὲ ἡ εἰς ἀέρα λαμβανομένη Ἥρα. ὅθεν ἔοικε τὴν ἀρχὴν εἰς ἡμᾶς τὸ πῦρ τῆλε πεσεῖν, ὡς ἐνταῦθα κεῖται, ἢ καταπεσεῖν κατὰ τὸν ἐν τῇ αʹ ῥαψῳδίᾳ μῦθον, ἢ ἁπλῶς ἐλθεῖν καὶ φανῆναι, εἴτε διὰ κεραυνοῦ Διόθεν βεβλημένου καὶ κατασκήψαντος, εἴτε διά τινων πυρεκβόλων ὀργάνων, οἷς ἀὴρ μεσολαβῶν ἐκπυροῦται τῷ σφοδρῷ τῆς προστρίψεως, εἴτε διὰ λίθων κρυστάλλων ἢ καὶ ὑέλων μηχανῆς, φαινούσης καὶ αὐτῆς ἄφαντον πῦρ κατὰ τὴν Τραγῳδίαν. ὅπως γὰρ ἄν τις μεταλάβῃ τὸν Ἥφαιστον, Ἥρας εὑρεθήσεται παῖς, ὃς χωλὸς λέγεται καὶ σκάζων καὶ κεκμηκώς, διότι μὴ ἔχων ὕλην οὐ δύναται εἶναι ἀκάματον πῦρ. διὸ καὶ σκῆπτρον ἐνταῦθα παχὺ ὁ ποιητὴς πρὸς ὑπέρεισιν αὐτῷ δίδωσιν. ὁ δὲ τοιοῦτος Ἥφαιστος καὶ ὑπεκρύβη ἂν κατὰ τὸν ποιητικὸν λόγον οἷα χωλὸς ἐών, ἢ καὶ τέλεον παραπώλετο μὴ σωθείς, εἰ μὴ Θέτις αὐτὸν καὶ Εὐρυνόμη καθυπεδέξαντο κόλπῳ, τουτέστιν εἰ μὴ ἡ κατὰ τόπον κάτω περὶ γῆν θέσις καὶ ἡ εὑρεῖα διανομὴ καὶ πλατεῖα καὶ κοινὴ τῶν ἀνθρώπων χρῆσις αὐτὸν περιεσώσαντο. οὐ γὰρ ἂν καθάπαξ ἐσῴζετο τοιοῦτος χωλὸς Ἥφαιστος, εἰ μὴ ζώπυρον ἐπενοήθη ὡς οἷά τι καθʼ Ὅμηρον σπέρμα πυρὸς καὶ θέσις ἐπιμελής, διʼ ἧς κατὰ τὸ πάλιν καὶ πάλιν ζωούμενος ἐξαρκεῖ, χωλεύων μὲν ἄλλως καὶ ἀμφιγυήεις ὢν καὶ κυλλοποδίων καὶ ὀλιγηπελέων καὶ ὀλίγον ἔχων θυμὸν τὴν ποίησιν, ὅτε μὴ τὰ τῆς ὕλης ἐνδαψιλεύοιτο, ὀρθούμενος δὲ αὖθις καὶ παχεῖ τινι σκήπτρῳ τὸ ὑποσκάζον ὑπερειδόμενος ὑπὸ τῆς ἀλληγορηθείσης Εὐρυνόμης καὶ Θέτιδος, τουτέστιν ὑπὸ τῆς τοπικῆς θέσεως καὶ τῆς εὐρείας ἐπινομῆς. καὶ ἄλλως δέ, Θέτις καὶ Εὐρυνόμη νοηθείη ἂν ἡ ἐκ γῆς ξηρὰ καὶ ὑγρὰ ἀναθυμίασις. καὶ γὰρ καὶ αὐτὴ θέσιν ἔχει τινὰ καὶ ἄνω θέει καὶ εἰς εὐρὺ τοῦ ἀέρος διανέμεται. διὸ καὶ θυγάτηρ ἡ Εὐρυνόμη Ὠκεανοῦ διὰ τὸ ὑγρὸν τῶν ἀτμίδων, ἐξ ὧν οὐδέποτε ἂν ἐπιλείψῃ τοιοῦτος γινόμενος Ἥφαιστος, ἀλλʼ εἰσαεὶ ἔσται περισῳζόμενος. καὶ τοιαύτη μὲν ἡ ἀλληγορία. ὁ δὲ μῦθος ὁ καταρρίψας ἀλλαχοῦ ἠνδρωμένον τὸν Ἥφαιστον ἐνταῦθα τρόπῳ βιωτικῷ ποιεῖ τὴν λεχὼ Ἥραν βαρυνομένην, εἰ χωλὸν βρέφος τέκοι, καὶ αὐτὴν μὲν ἐκτιθεῖσαν τὸ τεχθὲν ὡς τῆλέ που πεσεῖν καὶ μὴ ῥᾳδίως βλέπεσθαι, Θέτιν δὲ καὶ Εὐρυνόμην ὑποδεξαμένας. διὸ τὴν μὲν μητέρα κυνώπιδα ὁ τοῦ μύθου Ἥφαιστος λέγει, τὸ ἦθος αὐτῆς φράζων, ὃ πανταχοῦ φαίνεται, τὰς δὲ ὑποδεξαμένας φιλεῖ, τὴν δὲ Θέτιν καὶ ἀμείψεται νῦν ὑπακούσας. οὐ προσίσταται δὲ πάντως τῇ ἀλληγορίᾳ τὸ εἴτε ὑγρὸν εἴτε ὑγρόβιον τῆς Θέτιδος καὶ τῆς Εὐρυνόμης, τῆς τοῦ Ὠκεανοῦ ὕδατος θυγατρός. ὃν γὰρ λόγον Ἥρα ὁ θερμὸς καὶ ὑγρὸς ἀὴρ γεννᾷ Ἥφαιστον ἀλληγορικῶς, οὕτω περισῴζουσιν αὐτὸν καὶ αὐταί. αἱ γάρ, ὡς ἐρρέθη, ἀναθυμιάσεις, διʼ ὧν τὰ νέφη γίνονται, ὕλη κεραυνοῖς καὶ τοῖς τοιούτοις γίνεται, διʼ ὧν ἄνωθεν Ἥφαιστος κατασκήπτει. Τὸ δὲ «πάντα ζωάγρια» ἢ περιττὸν ἔχει συνήθως τὸ πάντα, ἢ χρέους ἐστὶν ἐπίτασις, ἵνα λέγῃ ὡς πάντα τὰ παρόντα δαίδαλα ἔργα ἢ πάντα τὰ ἐμὰ εἰς ζωάγρια τῇ Θέτιδι ἐποφείλεται. Ἰστέον δὲ ὅτι ὁ μῦθος ὁ τὸν χαλκέα Ἥφαιστον τῆλε ῥίψας περὶ Ὠκεανὸν ἔκτοπον δόξοι ἂν τρυφῆς τι καὶ αὐτὸς παρεισενεγκεῖν εἰς τὴν ἐπιτριβεῖσαν Σύβαριν. πρῶτοι γάρ, φασί, Συβαρῖται καὶ τὰς ψοφούσας τέχνας ἐξώρισαν τῆς πόλεως, οἷον χαλκέων, τεκτόνων καὶ ὁμοίων, ὅπως αὐτοῖς εἶεν ὕπνοι πανταχόθεν ἀθόρυβοι. παρʼ οἷς οὐδʼ ἀλεκτρυόνα ἐξῆν ἐν τῇ πόλει ἐκτρέφεσθαι. Ὅτι εἰνάετες ἐχάλκευεν ὁ μυθικὸς Ἥφαιστος δαίδαλα πολλὰ παρὰ ταῖς ῥηθείσαις, τῇ Εὐρυνόμῃ καὶ τῇ Θέτιδι. καὶ ποῖα ἐκεῖνα εὐθὺς ἐρεῖ ὁ ποιητής, ἐθέλων καὶ διὰ τούτων πολυμαθῆ ποιῆσαι τὸν ἀκούοντα. Φησὶ γὰρ «πόρπας τε γναμπτάς θʼ ἕλικας κάλυκάς τε καὶ ὅρμους», ἑνὶ τούτῳ ἔπει κειμηλιωσάμενος πάνυ γοργῶς τὰ πολλὰ δαίδαλα. Εἰσὶ δὲ πόρπαι μὲν περόναι γυναικῶν χλαίναις, ἀπὸ τοῦ πείρω. ἐξ οὗ καὶ περόναι. Γναμπταὶ δὲ ἕλικες ἐνώτια ἢ ψέλλια παρὰ τὸ εἰς κύκλον ἑλίσσεσθαι. Κάλυκες δὲ δακτύλιοι ῥόδων, φασί, κάλυξιν ἐμφερεῖς. οἱ δὲ χρυσᾶς εἶπον σύριγγας, ὡς οἷον σωληνίσκους, αἷς πλόκαμοι περιέχονται κατὰ τὸ «πλοχμοί, οἳ χρυσῷ καὶ ἀργύρῳ ἐσφήκωντο». Ὅρμοι δὲ κόσμος περιτραχήλιος παρὰ τὸ ἕρμα, φασί, τὸ ἀσφάλισμα, καθʼ ὁμοιότητα τοῦ κατὰ λιμένα ὅρμου, ἐξ οὗ ὁρμίσαι τὸ ἐν ἀσφαλεῖ καταστῆσαι τὴν ναῦν. ἐκ δὲ τοῦ τοιούτου ὅρμου καὶ ὑφόρμιον παρὰ τοῖς παλαιοῖς, κοσμάριόν τι χρυσοῦν. Ἰστέον δὲ ὅτι κατὰ τὸν μῦθον παῖς μὲν ἔτι ὢν ὁ Ἥφαιστος τοιαῦτα μικρὰ ποιεῖ τορεύματα, τελειωθεὶς δὲ ἔμψυχα δημιουργεῖ, ὡς προσεχῶς ἐδηλώθη, ἀναπληρῶν τῇ καλλιτεχνίᾳ τὸ σύμπτωμα τῶν ποδῶν. Τῇ δὲ ῥηθείσῃ ἐργασίᾳ καὶ τόπον πλάττων, ἐν ᾧ μυθικῶς εἰργάζετο Ἥφαιστος, φησὶν «ἐν σπῆϊ γλαφυρῷ, περὶ δὲ ῥόος Ὠκεανοῖο ἀφρῷ μορμύρων ῥέεν ἄσπετος», οὐ βυθίζων τὸ σπέος, ἀλλὰ περίρρυτον τεραστίως αὐτὸ ποιῶν, οἷα καί τι νησίδιον ἔκτοπον. Ἐνταῦθα δὲ ἐπίτηδες ὁ ποιητὴς συνεκτραχύνει τὴν φράσιν τῷ Ὠκεανίῳ ῥεύματι, διὸ καὶ τῷ ῥῶ στοιχείῳ ἐπλεόνασεν. ὅτε μέντοι λειότητα ἐνδείκνυταί τινα κινήσεως, τῷ λάμβδα χρῆται στοιχείῳ, ὡς καὶ ἐν τῷ «μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον». Ἐν δὲ τῷ «μορμύρων ἀφρῷ» οὐ νοητέον τὸν ἀφρὸν μορμύρειν, αὐτοῦ γὰρ τὸ ζέειν ἐστίν, ἀλλʼ ὅτι μορμύρει μὲν ὕδωρ, ἐπισυμβαίνει δὲ αὐτῷ μορμύροντι ἀφρός, ὃ δὴ καὶ ἐν τῷ καχλάζειν καὶ παφλάζειν γίνεται, ὥστε μορμύρει σὺν ἀφρῷ. τραχύτερον δὲ εἶναι τοῦ μύρειν καὶ μύρεσθαι τὸ μορμύρειν δεδήλωται. ὧν τοῦ μορμύρειν μὲν παράγωγον ὁ μορμύρος ἰχθύς, ἴσως δὲ καὶ ἡ Μορμώ, ἀφʼ ἧς καὶ μορμολύκειον τὸ δίκην Μορμοῦς καὶ λύκου δυνάμενον ἐκθροεῖν, καὶ τὸ «μορμὼ τοῦ θράσους» παρὰ τῷ Κωμικῷ, παιχθὲν πρὸς τὸ «ἰὼ τοῦ θράσους». τοῦ δὲ μύρειν ἢ μύρεσθαι ἡ μύραινα καὶ ὁ ἁλιμυρήεις ποταμός, κατὰ δέ τινας καὶ τὸ «μυρίʼ Ἀχαιοῖς ἄλγεʼ ἔθηκεν». Ὅτι δὲ ἀφροῦ παῖς ἡ Ἀφροδίτη, ὁ μῦθος ληρεῖ. Ἡ δὲ ἱστορία ἀφύων παραδιδοῦσα διάφορα εἴδη τὴν κωβῖτιν, τὰς ἐγκρασιχόλους, τὴν τοῦ γόνου τῶν μαινίδων, τὴν τῆς μεμβράδος, τὴν ἐκ κεστρέων, τὴν τριγλῖτιν, κρείττω λέγει τῶν ἄλλων ἰχθυδίων τούτων τὴν ἀφρῖτιν, γινομένην ἐξ ἀφροῦ θαλάσσῃ ἐπιπολάζοντος, ὅτε πολλοὶ ὄμβροι καταρραγῶσι. δεῖται δέ, φασί, μικροῦ πυρὸς ἐν τοῖς τηγάνοις. ἅμα γὰρ ἧπται καὶ σίζει καθὰ τοὔλαιον εὐθύς. ὅθεν παροιμία, τὸ «εἶδε πῦρ ἀφύη», ἐοικυῖα τῷ πυραύστου μόρος. Γίνεται δὲ ἀφύη παρὰ τὴν φυήν, ἐξ ἧς πρόσωπον μὲν εὐφυὲς καὶ μηροὶ εὐφυεῖς ἐπὶ ἐπαίνῳ, ἀφύη δὲ οὐχʼ οὕτως. αὐτὴ γὰρ φαύλως ἔχει φυῆς. καὶ ἔστι κατὰ τοὺς παλαιοὺς δυσφυής, ταὐτὸν δὲ φάναι ἰδιωτικώτερον, κακοφυής, ἀτυχὲς καὶ αὐτὴ οὖσα ἰχθύδιον, καὶ μᾶλλον ἤπερ ἡ παρὰ τῷ Ἀθηναίῳ ἀθερῖνα. Ὅρα δὲ ὡς οὐκ ἐνδιέτριψεν ὁ ποιητὴς τῷ περὶ Ὠκεανοῦ λόγῳ, ἀλλὰ διʼ ὀλίγων φράσας αὐτὸν ἐφύλαξε τῷ πράγματι μυστικῶς τὴν σεμνότητα. Ἐν τούτοις δὲ βιωτικῶς Ἥφαιστος δηλῶν τί ἐστιν ἡ κυρίως φυλακὴ τοῦ ἀναγκαίως κρυπτομένου ἱκέτου, φησὶν «οὐδέ τις ἄλλος ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων», ἀλλὰ ἡ δεῖνα καὶ ἡ δεῖνα, «αἵ μʼ ἐσάωσαν», ὡς καὶ προείρηται. νῦν δὲ καὶ καλλιπλόκαμον τὴν Νηρηΐδα Θέτιν εἰπόντος αὐτοῦ, ἔστιν εἰπεῖν ὡς ἀλληγορικῶς καὶ τοῦτο νοεῖται διὰ τὸ ὑγρότητι τρίχας τημελεῖσθαι. ὅθεν καὶ κουροτρόφοι λέγονται ποταμοί. Ὅτι φιλοξενικὸν τὸ «ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά, ὄφρʼ ἂν ἐγώ» τόδε ποιήσω. Ὅτι τὴν τοῦ ἐργάζεσθαι σχολὴν οὕτω περὶ τοῦ χαλκέως Ἡφαίστου φράζει ὁ ποιητὴς «ἦ», τουτέστιν ἔφη, τὰ ῥηθέντα πρὸς Χάριν τὴν γυναῖκα, «καὶ ἀπʼ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί. φύσας μέν ῥʼ ἀπάνευθε τίθει πυρός, ὅπλα τε πάντα λάρνακα εἰς ἀργυρέην συνελέξατο, τοῖς ἐπονεῖτο, σπόγγῳ δʼ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρʼ ἀπομόργνυ αὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα, δῦ δὲ χιτῶνα, ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζε χωλεύων». Καὶ ὅρα ὡς οὐ φείδεται χωλὸν σαφῶς ὑπογράφων τὸν Ἥφαιστον, ὡς δηλοῖ τὸ «ἠθέλησε κρύψαι χωλὸν ἐόντα», ἐκ γενετῆς δηλαδὴ καθʼ Ὅμηρον, οὐ μὴν κατά τινας ἐκ τῆς οὐρανόθεν ῥίψεως, ἔτι δέ, ὡς δηλοῦται, καὶ ἐν τῷ «ἀνέστη χωλεύων», καὶ «βῆ δὲ θύραζε χωλεύων», οἷς σύμφωνον ἐπαχθὲν μετὰ τὸ χωλεύων διὰ σαφήνειαν καὶ τὸ «ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί», καὶ μετʼ ὀλίγα τὸ «αὐτὰρ ὃ ἔρρων πλησίον Θέτιδος ἷζε». Τὸ δὲ «ἔρρων» καὶ πλέον τι τοῦ «χωλεύων» δηλοῖ. Σημείωσαι δὲ καὶ ὡς ἔννοιαν κἀνταῦθα ταπεινὴν λέξεων ὄγκῳ ἐξήγειρεν. Ἀκμόθετον δὲ τόπος, ἔνθα ὁ ἄκμων τίθεται, ὡς δηλοῖ καὶ τὸ «θῆκεν ἐπʼ ἀκμοθέτῳ μέγαν ἄκμονα». ἔνθα ἐτυμολογεῖται ἡ λέξις τοῦ ἀκμοθέτου, ὅπερ ἐκ τοῦ ἀκμονοθέτου συγκέκοπται. ὅπου ἐνθυμητέον καί, ὡς ὁ τοῦ Κρόνου πατὴρ Ἄκμων ἐκαλεῖτο ἀπὸ τῆς τοῦ οὐρανοῦ, φασίν, ἀκαμάτου φύσεως, αἰνιττομένων τῶν θεολόγων τὸ ἄκμητον αὐτοῦ τῆς περιφορᾶς. Ἄκμων δέ, φασί, καὶ ὁ Ὠκεανός, ἐπεὶ καὶ οἱ ποταμοὶ ἀκάματοι. Τὸ δὲ «πέλωρ» οὐδέτερον ἐνταῦθα ὂν κατὰ τὸ ὕδωρ ἔχει καὶ ἀρσενικόν, ὡς τὸ «πέλωρ ἀθεμίστια εἰδώς», ὅπερ ἢ πρωτότυπόν ἐστι τοῦ πελώριος, ἢ ἀπὸ τοῦ πελώριος ἀποκέκοπται. «Αἴητον» δέ, φασί, τὸ μέγα, παρὰ τὴν α στέρησιν καὶ τὸ ἔω τὸ εἰμί, ἀφʼ ὧν ἄητον, ὁποῖον ἄλλο οὐκ ἔστι, καὶ πλεονασμῷ αἴητον, ἢ παρὰ τὴν αἶαν, τὴν γῆν, ἵνα δηλοῖ τὸ βαρὺ καὶ μέγα καὶ δυσκίνητον, ὥς που καὶ τὸ βουγάϊος ἐπὶ μεγέθους λαμβανόμενον ἀπὸ τῆς γῆς παράγουσί τινες. ἄλλοι δὲ αἴητον τὸ ἐοικὸς αἰετῷ κατὰ τὴν ἐν τῷ κινεῖσθαι χωλείαν. καὶ γὰρ καὶ ἀετός, ὡς καὶ τὰ λοιπὰ τῶν ὁμοίων, διὰ τὸ γαμψώνυχον χωλεύει πεζεύοντα. διὸ καὶ εἰπὼν «αἴητον» εὐθὺς ἐπάγει «χωλεύων». ποιητικὴ δὲ λέξις τὸ αἴητον καὶ λογογράφοις οὐκ εὔχρηστος. Κνῆμαι δὲ ἀραιαὶ αἱ ἀσθενεῖς καὶ βεβλαμμέναι. ὡς γὰρ γῆρας γηραιός πλεονασμῷ τοῦ ι, οὕτως ἀρά ἀραιός. Ἡ δὲ ἱστορία οἶδε καί τινας νήσους ἐπονομαζομένας Ἀραιάς. Τὸ δὲ «ῥώοντο» ἀντὶ τοῦ ἐρρωμένως ἐκινοῦντο, ἵνα λέγῃ κατά τι ἀντίθετον ὡς αἱ μὲν κνῆμαι ἀσθενεῖς, ἡ δὲ κίνησις αὐτῶν ῥωμαλέα. οὕτω δὲ κατωτέρω καὶ οἱ τοῦ Ἡφαίστου ἀμφίπολοι ῥώονται. Τὰς δὲ φύσας τὰ παλαιὰ τῶν ἀντιγράφων διʼ ἑνὸς σίγμα γράφουσιν εὐλόγως. ἀπὸ τοῦ φῦ γὰρ μόνου διγραμμάτου ἐπιρρήματος ὠνοματοπεποιημένου ἡ λέξις παρῆκται. διὸ οὐκ ἀνάγκη διπλασιάσεσθαι τὸ σίγμα. ἐκτείνει δὲ τὴν ἄρχουσαν δὶς ἐνταῦθα κείμενον. Ἰστέον δὲ ὡς ἡ χαλκευτικὴ φῦσα τραπεῖσα μεταφορικῶς τὴν ἀλαζονείαν αὐτῇ ὁμωνυμεῖσθαι πεποίηκε διὰ τὴν ἀνεμώλιον κενορρημοσύνην τῶν ἀλαζόνων, ὧν οἱ λόγοι φυσήμασι διὰ τὸ ἄνουν ἐοίκασι. διὸ Δημάδει, φασί, τῷ ῥήτορι παῖς ἐξ αὐλητρίδος γενόμενος Δημέας, καὶ φρυαττόμενος ἐπὶ βήματος, ἐκ τοιαύτης ἐσκώφθη λέξεως. ἐπεστόμισε γὰρ αὐτὸν Ὑπερίδης εἰπών· οὐ σιωπήσῃ μεῖζον τῆς μητρὸς ἔχων τὸ φύσημα; καὶ ἔσχισται τὸ σκῶμμα διχῇ, δηλοῦν ὅτι τε ἀγεννής ἐστιν ἐξ αὐλητρίδος φύς, καὶ ὅτι μεγάλα φυσᾷ. ἐκ δὲ τῆς φύσης καὶ ὁ φώσων, ἐπεὶ φυσώμενος πλησιστίῳ ἀνέμῳ ἐνεργεῖ, ἔτι δὲ καὶ ἡ παρὰ τῷ Κωμικῷ φύσκη. ἐξ αὐτῆς δὲ καί τις ὀψοφάγος λοπαδοφυσητὴς ἐσκώφθη. φύσης δὲ παρώνυμον καὶ οἱ φύσαλοι, τὰ κήτη. Ὅπλα δὲ τὰ χαλκευτικὰ εἰπὼν ἐργαλεῖα οὐ πάνυ σαφῶς ἐν τῷ «ὄφρʼ ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλα τε πάντα», εἶτα πάλιν εἰπὼν «ὅπλα τε πάντα ἐς λάρνακα συνελέξατο», ἐπάγει εὐθὺς ἑρμηνεύων «οἷς ἐπονεῖτο», ἵνα μή τις ἄλλο τι νοήσῃ αὐτά. δῆλον γὰρ ὡς τὰ τοῦ Ἡφαίστου ὅπλα χαλκευτικὰ εἶεν ἄν, ὥσπερ ναυτικὰ τὰ τῶν νηῶν. Λάρνακα δὲ λέγει τὴν παρὰ τοῖς νεωτέροις κιβωτόν, περὶ ἧς καὶ ἀλλαχοῦ κεῖταί τι, ὥσπερ καὶ περὶ τοῦ «ἀπομόργνυ», οὗ τὸ πρωτότυπον ὀμόργω, καθὰ καὶ τοῦ ἐζεύγνυτο ζεύγω, ἄχρηστον καὶ αὐτό. Πρόσωπα δὲ καὶ νῦν πληθυντικῶς, ὡς καί τινι τῶν ἡρώων ἀλλαχοῦ. Αὐχένα δὲ στιβαρὸν πλάττει τῷ Ἡφαίστῳ, ἐπειδὴ κατὰ τοὺς λεγομένους νάνους παχεῖς τὰ ἄνω οἱ πεπηρωμένοι. διὸ καὶ παχὺ αὐτῷ σκῆπτρον δίδωσιν, ἵνα στέγῃ τὸ ἄνωθεν βάρος ἀραιαῖς κνήμαις ἐπικείμενον. εἰκὸς δὲ καὶ λαχνήεντα, ὅ ἐστι λάσια, στήθη εἶναι τῷ κατὰ τὴν ἀλληγορίαν θερμῷ Ἡφαίστῳ. Χιτῶνα δὲ νῦν φανερῶς ἔφη τὸν προσεχῶς ἐπικεχυμένον τῷ σώματι. Ὅτι καὶ ἀμφιπόλους τερατώδεις τῷ μυθικῷ Ἡφαίστῳ διδοὺς ἀναγκαίως ὑπουργούσας τοῖς κατʼ αὐτὸν ἔργοις φησὶν «ὑπὸ δʼ ἀμφίπολοι ῥώοντο ἄνακτι», ὅ ἐστιν ἐρρωμένως, ὡς ἐρρέθη, ἐπονοῦντο ὑπὸ τῷ Ἡφαίστῳ, «χρύσειαι, ζωῇσιν νεήνισιν ἐοικυῖαι». ὅ ἐστιν οὐ ζῶσαι κοινότερον ἄντικρυς, ἀλλὰ θειότερον ζωαῖς νεάνισιν ὅμοιαι, ἢ καὶ ἄλλως φράσαι, οὐ νεάνιδες ἄντικρυς, ἀλλὰ ἐοικυῖαι τοιαύταις, θεῖαι μέντοι οὖσαι. καὶ ἔστιν ἐξηλλαγμένη ἡ ὁμοιότης, ὡς μὴ μόνον τὰ θνητὰ θείοις εἰκάζεσθαι ἐν τῷ «ἀθανάταις δὲ θεαῖς εἰς ὦπα ἐῴκει», ἀλλʼ ἰδοὺ καὶ ἀνάπαλιν. Λέγει δὲ καὶ ὅτι ταῖς τοιαύταις ἀμφιπόλοις «ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν, ἐν δὲ καὶ αὐδὴ καὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν», ἤγουν θεία τις ἐνῆν αὐταῖς τέχνη. καὶ μυθικῶς μὲν αἱ τοιαῦται ἀμφίπολοι ἀγάλματα εἶναι δοκοῦσιν ἔμψυχα ἐκ τιμίας ὕλης πυρὶ χωνευθέντα καὶ εἰς ἀνθρωπίνας ἐμψύχους εἰκόνας χεθέντα, ὥστε κατὰ τὸν μῦθον καὶ τὰς θεραπαινίδας αὐτὸς ἐδημιούργησεν ἑαυτῷ Ἥφαιστος, οἷα ἔμψυχα, ὡς προερρέθη, χαλκεύειν εἰδώς, ὁ καὶ τῇ καθʼ Ἡσίοδον Πανδώρᾳ συμβαλόμενός τι πρὸς γένεσιν. καὶ ταῦτα δὲ λέγει προοικονομῶν τεχνικῶς τὴν δηλωθησομένην ἔμψυχον τοῦ Ἡφαίστου κλυτοτεχνίαν. ἡ μέντοι ἀλληγορία ὑπουργοὺς Ἡφαίστου χρυσᾶς τοιαύτας νεάνιδας δηλοῖ τὰς κατὰ τὸ πῦρ ἐνεργείας καὶ τὴν αὐτοῦ φύσιν, χρυσοειδῆ τε οὖσαν καὶ τὰς κατʼ αὐτὸ τέχνας ἐμφρόνως ὥσπερ ἀνύουσαν. διὸ προΐων καὶ τὰς φύσας οἷον ἐψύχωσεν, εἴγε τρέψας αὐτὰς εἰς πῦρ ἐκέλευσεν ὡς νοούσας ἐργάζεσθαι. καὶ αὐταὶ φυσῶσι παντοίαν πνοὴν ἐξανιεῖσαι, ὡς ὁ Ἥφαιστος ἐθέλοι, ἐξ ὧν δῆλον ὡς ἔμψυχα καὶ τὰ ἐργαλεῖα ὁ μῦθος τῷ Ἡφαίστῳ πλάττει, καὶ οὐκ αὐτοκίνητα μόνον, ἀλλὰ καὶ φρονοῦντα. εἰ δὲ αὐτὰ τοιαῦτα φαίνεται, ὁποῖα ἐλπιστέον ἔσεσθαι τὰ ἡφαιστότευκτα ζῷα, ἢ πάντως ζῶντα ζῷα; διὸ καὶ τὰ ἐπὶ τῆς τοῦ Ἀχιλλέως ἀσπίδος ζῷα, ὡς καὶ πρὸ βραχέων ἐρρέθη, αὐτοκίνητα πρός τινων ὑπενοήθησαν. Τὸ δὲ «ἀμφίπολοι ῥώοντο ἄνακτι» ποιητικῶς παραφράζων φησὶν «ὕπαιθα ἄνακτος ἐποίπνυον», ἤγουν ἐπονοῦντο ἔμπροσθεν τοῦ Ἡφαίστου. ταὐτὸν γὰρ τὸ ῥώεσθαι καὶ τὸ πονεῖσθαι, ἤγουν τὸ ἐρρωμένως καὶ μετὰ πόνου τι ποιεῖν. Περὶ δὲ τοῦ ὕπαιθα προείρηται. Ἰστέον δὲ ὅτι ἐκ τῶν Ὁμηρικῶν χρυσέων νεανίδων τῶν τοῦ Ἡφαίστου ὁρμηθεὶς ὁ Κωμικὸς Ἄλεξις τοὺς ἐκ πυρὸς σπινθῆρας κύνας Ἡφαίστου ἔφη ἐν τῷ «καίεταί μοι τὸ πῦρ ἤδη», τουτέστιν ἐξάπτεται, «πυκνοὶ δʼ ᾄττουσιν Ἡφαίστου κύνες», καὶ ὅτι φύσας μὲν καὶ χρυσέας νεάνιδας ἐτόλμησε ψυχῶσαι ὁ ποιητής, ῥαιστῆρα δὲ καὶ πυράγραν, τὰ Ἡφαίστου ὅπλα, ὧν μνεία ἐν τοῖς ἑξῆς ἔσται, ἀφίησιν ἄψυχα εἶναι, καθὰ καὶ τὸν ἄκμονα, ἵνα μὴ ἀφέληται Ἡφαίστου τὴν χαλκευτικήν. ἐχρῆν γὰρ αὐτῷ μονάζοντι τὰ εἰς τὸ χαλκεύειν τὰ μὲν ἄλλα τεραστίως ὑπουργεῖν ὡς ἔμψυχα καὶ αὐτόθεν κινητά, πυράγραν δὲ καὶ σφῦραν καὶ ἄκμονα χρηστὰ εἶναι χερσὶν Ἡφαίστου εἰς ἔργον. Ὅτι δυστυχοῦς γυναικὸς λόγος τὸ «ἦ ἄρα δή τις, ὅσαι» εἰσὶ τοιαίδε, «τοσσάδʼ ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρά, ὅσσʼ ἐμοὶ ἐκ πασέων θεὸς ἄλγεʼ ἔθηκεν»; εἴληπται δὲ ἐκ τῶν τῆς Θέτιδος. Γυνὴ δέ τις μετὰ γάμον οὐκ ἐθελούσιον δυστυχοῦντα τὸν ἄνδρα ἐν γήρᾳ ἔχουσα ἐρεῖ ἂν ὁμοίως ἐκ τῶν τῆς αὐτῆς Νηρηΐδος, ὅτι «ἔτλην ἀνέρος εὐνὴν πολλὰ μάλʼ οὐκ ἐθέλουσα· ὃ μὲν δὴ γήραϊ λυγρῷ κεῖται ἐνὶ μεγάροισι ἀρημένος, ἄλλα δέ μοι νῦν». Λυπεῖ δὲ τὴν ταῦτα εἰποῦσαν Θέτιν καὶ τὸ ἐξ ἀλλάων ἁλιάων, ἤτοι Νηρηΐδων, ἀνδρὶ δαμασθῆναι ὑπὸ Διός, καὶ τὸ μὴ δύνασθαι τῷ υἱῷ ζῶντι χραισμῆσαι καὶ ὅλως τὰ κατὰ τὸν Ἀχιλλέα. ταῦτα γὰρ ἐδήλου τὸ «ἄλλα δέ μοι νῦν», σύντομον τοῦτο σχῆμα γοργῶς τε λεχθὲν καὶ ἐλλιπῶς, οἷα τῆς λύπης ἐγκοπτούσης τὸ ἀρτιολογεῖν τὰ ἐπὶ τῷ υἱῷ. Περὶ οὗ ἐπάγει εὐθὺς ἀσυνδέτως οὕτως «υἱὸν ἐπεί μοι δῶκε γενέσθαι τε τραφέμεν τε ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος» καὶ ἑξῆς, ὡς προεθρήνησε μονῳδήσασα πρὸ τοῦ τὸν Ἀχιλλέα ἰδεῖν. ταὐτολογεῖ γὰρ καὶ ἐνταῦθα ὁ ποιητὴς ἐν τόποις πολλοῖς, ὡς αὐτῷ σύνηθες. Ὅρα δὲ ὡς παρεσημειώσατο μόνην τὴν Θέτιν ἐκ τῶν Νηρηΐδων ἀνδρὶ ζευχθῆναι, οἷα τοῦ μύθου μὴ τολμήσαντος καὶ ἐπʼ ἄλλης τοῦτο πλάσαι, καὶ ὅτι τὸ «ἀλλάων ἁλιάων» σὺν τῇ παρισώσει ἔχει τι καὶ παρηχήσεως, καὶ ὅτι βαρύνει τὴν Θέτιν τὸ κατὰ Πηλέα γῆρας, ὅθεν ἔοικε λαβὼν ὁ Κωμικὸς παῖξαι εἰς τὴν Θέτιν τὸ φυγεῖν αὐτὴν τὸ λέχος τοῦ Πηλέως, ἐπεὶ οὐκ ἦν «ἡδὺς ἐν τοῖς στρώμασι τὴν νύκτα παννυχίζειν». Εἰς δὲ τὸ «πολλὰ μάλʼ οὐκ ἐθέλουσα» φασὶν οἱ νεώτεροι τῶν ποιητῶν καὶ μεταβάλλεσθαι διὰ τοῦτο αὐτὴν διαφόροις μορφαῖς ἐκκλίνουσαν τὴν εὐνήν, ὡς καὶ εἰς σηπίαν μεταπεσεῖν τότε, ὅθεν καὶ Σηπιὰς ἀκτὴ περί που τὰ κατὰ τὸν Ἄθων, ἔνθα ὁ τοῦ Ξέρξου στόλος ἔπαθέ τι κακόν. Ἐνταῦθα δὲ ὅρα καὶ ὡς ἡ Θέτις προοιμιακῇ ἐννοίᾳ χρῆται οὐ συνήθως πάντῃ ἐν ἐρωτήσει ἐμψύχῳ, εἴτʼ οὖν ἐνδιαθέτῳ, κατὰ ἦθος ἐκ λύπης βαρύ, ἀρχομένη οὕτω «Ἥφαιστε, ἦ ἄρα δή τις, ὅσαι θεαί εἰσιν ἐν Ὀλύμπῳ, τοσσάδε ἀνέσχετο κήδεα», καὶ ἑξῆς, ὡς ἀνεγράφη. Ἔνθα ὅρα τὸ «ἀνέσχετο» αἰτιατικῇ συνταχθέν, καὶ ὡς ταὐτόν ἐστιν εἰπεῖν κήδεα καὶ ἄλγεα. Ἰστέον δὲ ὅτι κεῖταί που καὶ ἕτερον σχῆμα λόγου τοιοῦτον, ἔνθα βαρυνόμενος ὁ Ποσειδῶν ἐπὶ τῇ ἐγέρσει τοῦ Ἑλληνικοῦ τείχους κατάρχεται ὁμοίως τοῦ λόγου, εἰπὼν «Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν», ὃς ἀξίους ἡμᾶς λόγου κρινεῖ; τούτῳ δέ πως ὅμοιον καὶ τὸ τοῦ Ἕκτορος πρὸς τὸν ἀδελφὸν Πάριν· ἦ δὴ τοιοῦτος ὢν τὴν Ἑλένην ἥρπασας ἐξ ἀνδρῶν τοιῶνδε; Ἐν δὲ τῷ «ἦ ἄρα» κατὰ τὸ παρέλκον ἁπλῶς κεῖται ὁ ἄρα σύνδεσμος οἷα τοῦ ἦ συνδέσμου μόνου ἀρκέσαντος εἰς ἐρώτησιν. οἱ μέντοι μεθʼ Ὅμηρον ὤκνησαν ἂν μὴ περισπάσαι κἀνταύθα τὸ ἄρα διὰ τὸ μὴ συλλογιστικῶς κεῖσθαι κατὰ ἀπόφανσιν, ἀλλʼ ἐκ παραλλήλου ἐρωτηματικῶς. Τὸ δὲ ἀναδραμεῖν ἔρνεϊ ἶσον τὸν Ἀχιλλέα καὶ τραφῆναι φυτὸν ὣς γουνῷ ἀλωῆς, ὡς καὶ προγέγραπται, διὰ λέξεων γενικῶν τοῦ ἔρνους καὶ τοῦ φυτοῦ ἀγωνιῶσαν δηλοῖ τὴν Θέτιν καὶ διὰ τοῦτο γοργῶς τε παραβάλλουσαν καὶ περὶ τὰς αὐτὰς στρεφομένην ἐννοίας. Ὅτι συντομώτατα ὁ ποιητὴς ἀνακεφαλαιοῦται νῦν τὰ ἐξ ἀρχῆς τῆς Ἰλιάδος καὶ ἕως ἐνταῦθα ἐν τρισκαίδεκα ἔπεσι, παραγαγὼν τὴν Θέτιν οὕτω διηγουμένην περὶ τοῦ υἱοῦ τῷ Ἡφαίστῳ ἐξ ἀσυνδέτου ἀρχῆς «κούρην, ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν, τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων· ἤτοι ὃ τῆς ἀχεών», ἤγουν ὁ μὲν δὴ ὑπὲρ τῆς κόρης ἀχθόμενος, «φρένας ἔφθιεν. αὐτὰρ Ἀχαιοὺς Τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον, οὐδὲ θύραζε εἴων ἐξιέναι. τὸν δὲ λίσσοντο γέροντες Ἀργείων, καὶ πολλὰ περικλυτὰ δῶρʼ ὀνόμαζον. ἔνθʼ αὐτὸς μὲν ἔπειτʼ ἠναίνετο λοιγὸν ἀμῦναι. αὐτὰρ ὃ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσεν», ὅ ἐστιν ἐνέδυσε, «πέμπε δέ μιν πόλεμόνδε, πολὺν δʼ ἅμα λαὸν ὄπασσε. πᾶν δʼ ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι. καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκεν». Εἶτα ἐπάγει τῇ τοιαύτῃ διηγήσει ῥητορικῶς τὴν ἀξίωσιν, εἰποῦσα· «τούνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα υἷι ἐμʼ ὠκυμόρῳ», ἤγουν υἱῷ ἐμῷ βραχυβίῳ, δόμεν ἀσπίδα καὶ τρυφάλειαν καὶ καλὰς κνημῖδας ἐπισφυρίοις, ὡς καὶ ἄλλοθι «ἀραρυίας, καὶ θώρηκα. ὃ γὰρ ἦν οἱ», τουτέστιν, ὃς γὰρ θώραξ αὐτῷ ἦν, «ἀπώλεσε πιστὸς ἑταῖρος Τρωσὶ δαμείς. ὃ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων». Ὅρα δὲ ὡς πολὺν ἔπαινον κατατείνει τοῦ Πατρόκλου ἡ Θέτις πόθῳ τοῦ υἱοῦ φιλοῦντος ἐκεῖνον. ἅμα δὲ καὶ τὸν Ἥφαιστον εἰς οἶκτον προκαλεῖται ὡς τοιούτου ἀνδρὸς πεσόντος ὑπὲρ Ἀχαιῶν, οἷς Ἥφαιστος ἐπικουρεῖ, ἵνα οὕτω ταχὺ τὰ ὅπλα ποιηθῇ. οὗ χάριν καὶ ἐπὶ χθονὶ κεῖσθαι τὸν Ἀχιλλέα φησὶ καὶ θυμὸν ἀχεύειν, ὡς οὐκέτι ἁπλῶς πεισόμενον, ἀλλʼ ἀναστησόμενον, εἰ τὰ ὅπλα λήψεται. ἐρεθιστικὸν δὲ ὁμοίως καὶ ἡ τῶν Τρώων μνήμη καὶ ἡ περὶ Σκαιαῖς πύλαις μάχη, ὡς τοῦ Ἀχιλλέως καὶ πλέον τι ποιήσοντος, εἰ ὅπλα σχοίη. Ὅρα δὲ καὶ ὅτι δεινῶς ῥᾳδιουργεῖ ἐν οἷς εἶπεν ἡ Θέτις. οὐ γὰρ εἶπε ῥητῶς ἀπειθῆσαι τὸν υἱὸν τοῖς Ἕλλησιν ἱκετεύσασιν, ἵνα μὴ ὁ φιλέλλην Ἥφαιστος δυσχερανεῖ. καὶ τοὺς ἀπὸ τῶν Λιτῶν δὲ ἄχρι τῆς ἐξόδου Πατρόκλου κινδύνους τῶν Ἑλλήνων σιγήσασα σχηματίζει τὸν λόγον δεξιῶς, ὅτι αὐτὸς μὲν ἠνήνατο, ἔπεμπε δὲ τὸν Πάτροκλον, ὡς εἴπερ συναπτῷ χρόνῳ ἄμφω ἐγένοντο τό τε ἀπανήνασθαι τὸν Ἀχιλλέα καὶ τὸ ἐκπεμφθῆναι τὸν Πάτροκλον, ὅπερ οὐ γέγονε. καὶ γὰρ τὰς λιτὰς παριδὼν ὁ Ἀχιλλεὺς διʼ αὐτὸ ἄτῃ συνεσχέθη, καὶ στερηθεὶς τοῦ Πατρόκλου μεταμέλεται ἀχθόμενος οὕτω πάνυ, καὶ τὸν Πάτροκλον δὲ ὀψέ ποτε εἰς μάχην ἐξέπεμψεν. ἔτι δὲ καὶ τοῦ Ἀπόλλωνος ἐπίτηδες ἡ Θέτις μέμνηται, οἷα τὸν Πάτροκλον ἀριστεύοντα κτείναντος ὑπὸ τῷ Ἕκτορι, ὡς ἂν καὶ οὕτως ἐρεθίσασα τὸν Ἥφαιστον κατʼ ἐκείνου πρόθυμον εἰς ὁπλοποιΐαν ποιήσῃ. ὃ καὶ ἀνύει. διὸ καὶ ἐψεύσατο ἐν τῷ αὐτῆμαρ ἂν ἐπόρθησε Πάτροκλος Ἴλιον, εἰ μὴ Ἀπόλλων αὐτὸν ἔκτεινεν. Καὶ σημείωσαι τὰς τοιαύτας μεθόδους, ὡς τοῦ συνετοῦ προσώπου οἰκονομοῦντος ἀμεθόδως ἐν καιρῷ ἃ λέγει, ἀναλόγως πρὸς τὰ ὑποκείμενα. Ὅρα δὲ καὶ τὰ οὐκ ἐπιτηδευτὰ πάρισα, καὶ οὐδὲ ἔξω καιροῦ, τὰ «πᾶν ἦμαρ», καὶ «αὐτῆμαρ», καὶ τὸ «Σκαιῇσι πύλῃσι», καὶ τὸ «πολλὰ περικλυτά», καὶ ἕτερα, οἷς φιλοῦσιν ὡραΐζεσθαι τὰ διηγήματα. ὕπεστι δέ τι κάλλους καὶ τῷ «πᾶν δʼ ἦμαρ μάρναντο», εἰ καὶ ἄλλως τραχυφωνεῖται. Τὸ δὲ ἐκ χειρῶν ἑλέσθαι τὸν βασιλέα τὸ τοῦ Ἀχιλλέως γέρας ψευδὲς μέν, ὡς καὶ ἀλλαχοῦ παρεσημάνθη, ἀπειλὴ δὲ ἦν βασιλικὴ θυμῷ λαληθεῖσα, εἰ καὶ μὴ ἀπέβη πρὸς ἔργον διʼ αὐτοῦ ἐκείνου τοῦ βασιλέως. Τὸ δὲ «φρένας ἔφθιεν» Ἀχιλλεὺς καὶ ἄλλοθι μὲν ἐδηλώθη πάθος εἶναι τῷ Ἀχιλλεῖ, ἐφʼ οἷς ἀργὸς ἐκάθητο, ἔστι δὲ ὅμοιον τῷ «φθινύθεσκε φίλον κῆρ». Πρωτότυπον δὲ τοῦ φθίνω τὸ φθίω, ὡς καὶ τοῦ τίνω τὸ τίω. ἐκ τούτου δὲ καὶ φθῖσθαι τὸ φθαρῆναι κατὰ κρᾶσιν, εἰ καὶ ἄλλως διφορεῖται παρά τισιν ἐν διφθόγγῳ γραφόμενον, ὡς ἐν ἄλλοις εἴρηται. Τὸ δὲ «ἐείλεον» πλεονασμὸν ἔχει τοῦ κατʼ ἀρχὴν ε πρὸς ὁμοιότητα τοῦ ἐείσατο καὶ τῶν τοιούτων. ἑρμηνεία δὲ αὐτοῦ αὐτίκα ἑξῆς τὸ «οὐδὲ θύραζε εἴων ἐξιέναι». δῆλον γὰρ ὡς εἰλεῖται, ὅ ἐστι συγκλείεται, ὁ μὴ ἐώμενος θύραζε ἐξελθεῖν. Θύραζε δὲ καὶ ἐνταῦθα τὸ ἁπλῶς ἔξω τοῦ ναυστάθμου. Τὸ δὲ «δῶρʼ ὀνόμαζον» ἢ ἀντὶ τοῦ εἰς πλάτος ἐξετίθουν, πολλὰ γὰρ ἦσαν καὶ περικλυτά, ἢ ἀντὶ τοῦ ὀνόμαινον, ὡς ἐν ταῖς Λιταῖς κεῖται, ἵνα ᾖ ἐνταῦθα οὕτω ἀδιάφορον τὸ ὀνομάζειν καὶ τὸ ὀνομαίνειν. Τὸ δὲ ἀναίνεσθαι ἀλλοῖον μὲν ἐκεῖ ἐν τῷ «ἀασάμην, οὐδʼ αὐτὸς ἀναίνομαι», ἀλλοῖον δὲ ἐνταῦθα ἐν τῷ «αὐτὸς μὲν ἠναίνετο». ἐκεῖνο μὲν γὰρ ἀπόφασιν λόγου δηλοῖ, τοῦτο δὲ δώρων ἀποπροσποίησιν καὶ ἐξουδένωσιν. ἡ δὲ τοῦ «ἠναίνετο» αὔξησις ὁμοία τῇ τοῦ ἠνώχλει καὶ τῶν ὁμοίων. Τὸ δὲ «ἱκάνομαι» ταὐτόν ἐστι τῷ ἱκετεύω. Ἀσπίδα δέ, φασί, καὶ τὰ ἑξῆς αἰτήσασα ἡ Θέτις ξίφος οὐκ αἰτεῖ. οὐδʼ ἀπώλεσε γὰρ ἴσως ξίφος ὁ υἱός, ἀλλʼ ὥσπερ ἡ μελία, οὕτω καὶ ἡ σπάθη κατὰ τὸ σιωπώμενον περισέσωσται αὐτῷ, οἷα μηδʼ αὐτὴ τῷ Πατρόκλῳ οὖσα εὐμεταχείριστος. Ὅτι θάρρους παρακέλευσις τὸ «θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων». Ὁ δὲ εἰς χάριν ἕτοιμος εἴποι ἂν παρῳδήσας ἐξ Ὁμήρου τὸ «αἴθε σε θανάτοιο δυσηχέος ὧδε δυναίμην νόσφιν ἀποκρύψαι, ὅτε μόρος αἰνὸς ἱκάνει», ὡς τόδε τι ποιήσω. Ἥφαιστος δὲ ταῦτα πρὸς τὴν Θέτιν φησὶ περὶ Ἀχιλλέως, μονονουχὶ λέγων ἀστείως, ὅτι εἴθε ὡς σὺ ἐμέ ποτε ἔκρυψας ἀπὸ τῆς Ἥρας, οὕτω δυναίμην καὶ ἐγὼ κρύψαι θανάτου τὸν σὸν υἱόν. ἐπεὶ δὲ τοῦτο οὐ δύναμαι, ὅπλα σκευάσω αὐτῷ φυλακτήρια χάριν σήν. Ἃ καὶ καλὰ λέγει, καὶ οἷά τις αὖτε ἀνθρώπων πολέων θαυμάσαι τέ φησιν, «ὅς κεν ἴδηται», ὅπερ ἐστι περίφρασις τοῦ «θαῦμα ἰδέσθαι», ὃ εἶπε πρὸ μικροῦ. καλλίων δὲ ὅπλων ἔπαινος τὸ «ὅπλα καλά», οἷα οὔπω τις ὤμοισι φόρησεν ἀνήρ. Ὅτι τὰς φύσας πρὸ ὀλίγων ἀπάνευθε τοῦ πυρὸς Ἥφαιστος θείς, νῦν δὲ ἤδη τοῦ ἔργου ἁπτόμενος, ἐς πῦρ αὐτὰς τρέπει. Φησὶ γὰρ «βῆ δʼ ἐπὶ φύσας, τὰς δʼ ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι», ὡς οἷά τινας φρονίμους, καθὰ προερρέθη. Διὸ καὶ ἐπάγει «φῦσαι δʼ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων, παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι». Εἶτα ἐφερμηνεύων τὸ παντοίην φησὶν «ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δʼ αὖτε, ὅππως Ἥφαιστός τʼ ἐθέλοι καὶ ἔργον ἄνοιτο». Ἰστέον δὲ ὡς ἡ ποιητικὴ αὕτη διασκευὴ ἀγαθῶν ἐργαλείων ἀρετὴν ὑπαινίττεται, οἷς οὐκ ἀμβλύνεται ἡ τοῦ τεχνίτου εἰς ἔργον ὀξύτης, ὡς οἷα συνεπιλαμβανομένοις τοῦ ἔργου, ἅπερ, κατὰ τὸν ποιητὴν εἰπεῖν, «ὀφέλλει ἀνδρὸς ἐρωήν». ἡ δὲ τοιαύτη ἔννοια καὶ τὰς νῆας τῶν Φαιάκων ὡς οἷα καὶ αὐτονόας τινὰς κατὰ τὴν παρʼ Ἡσιόδῳ Νηρηΐδα ἐψύχωσε καὶ ἐνόωσεν, ὡς ἡ Ὀδύσσεια δηλοῖ. Ἰστέον δὲ ὅτι τὰ μέρη τῶν φυσῶν τὰ τοῖς χοάνοις ἐνιέμενα ἀκροφύσια ἐλέγοντο καὶ ἀκροστόμια, οἷς φυσῶσιν οἱ χαλκεῖς. Φασὶ δὲ οἱ παλαιοὶ τὸ γένος τοῦ «χοάνοις» ἄδηλον εἶναι. δηλοῖ δὲ ἡ λέξις τὰ φυσώμενα ἀγγεῖα, ἐν οἷς αἱ ὕλαι τήκονται, ἃ παρʼ ἡμῖν ἐστι πήλινα. ἀπὸ δὲ τούτου καὶ παρὰ τῷ Κωμικῷ τὸ χοανεύειν, ῥηθὲν οὐ σεμνῶς, ἐφʼ οὗ ἐκεῖνος ἤθελε. γίνεται δὲ ἀπὸ τοῦ χέω. Ἰστέον δὲ ὅτι χόανοι μὲν τρισυλλάβως οἱ παρʼ Ὁμήρῳ χαλκευτικοί, χόννοι δὲ δισυλλάβως ἐν δυσὶν ἀμεταβόλοις Αἰολικῶς ποτήριον, φασί, παρὰ Γορτυνίοις, χάλκεον, θηρικλείῳ ἐοικός. ὠνομάσθη δὲ ἡ θηρίκλειος ἢ τὸ θηρίκλειον, διγενῶς γὰρ ἐλέγετο, ἐπεὶ θηρίων μορφαὶ αὐτῷ ἐνετυποῦντο, ἢ διότι θῆρας κλονεῖ. σπένδουσι γὰρ κατʼ αὐτῶν κύλιξι τοιαύταις. Ἀραρὼς δὲ ἀρέσκεται καλεῖσθαι θηρίκλειον παρὰ τὸν σκευαστὴν κεραμέα Θηρικλῆν τὸν Κορίνθιον. γράφει οὖν οὕτως «ὦ γαῖα κεραμῖτι, σὲ Θηρικλῆς ποτʼ ἔτευξε, κοίλης λαγόνος εὐρύνας βάθος· ἦ που κατειδὼς τὴν γυναικείαν φύσιν ὡς οὐχὶ μικροῖς ἥδεται ποτηρίοις». ἐγκάθηται γάρ, φασί, περὶ τὰς λαγόνας ἡ κύλιξ αὕτη ἱκανῶς βαθυνομένη, ὦτά τε ἔχει βραχέα. ἔστιν οὖν τῷ τοιούτῳ λόγῳ, καθὰ Ἡρακλῆς Ἡράκλειον, οὕτω Θηρικλῆς Θηρίκλειον. Τὸ δὲ «ἐείκοσι» διὰ πιθανότητα κεῖται τοῦ τοιαύτας ὕλας καὶ τοσαύτας ταχὺ τακῆναι εἰς ὅπλων ἡρωϊκῶν κατασκευὴν Ἀχιλλεῖ τῷ μεγάλῳ ἁρμοττόντων. Εὔπρηστος δὲ ἀϋτμὴ ἡ εὐφύσητος. πρήθω γὰρ τὸ φυσῶ, ὡς τὸ «ἐν δʼ ἄνεμος πρῆσε μέσον ἱστίον». Τοῦ δὲ «ἐξανιεῖσαι» οὐκ ἔστιν ἐνταῦθα καιριωτέραν λέξιν εὑρεῖν. Τοῦ δὲ «ἄνοιτο» ἐνεστὼς ἄνω, ἐξ οὗ τὸ ἀνύω. χρῆσις δʼ ἐκείνου καὶ ἐν Ὀδυσσείᾳ, οἷον «τὰ δὲ πολλὰ κατάνεται», καὶ «ἦνον ὁδόν». Ὅτι ὁ Ἥφαιστος χαλκὸν ἐν πυρὶ βάλλεν ἀτειρέα, ὅ ἐστι σκληρόν, κασσίτερόν τε καὶ «χρυσὸν τιμῆντα καὶ ἄργυρον. αὐτὰρ ἔπειτα θῆκεν ἐπʼ ἀκμοθέτῳ», ἢ ἐν ἀκμοθέτῳ, «μέγαν ἄκμονα, γέντο δέ», ἤγουν εἵλετο «χειρὶ ῥαιστῆρα κρατερήν», ἢ κρατερόν, «ἑτέρῃφι δὲ γέντο πυράγρην· ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε πάντοσε δαιδάλλων, περὶ δʼ ἄντυγα βάλλε φαεινήν, τρίπλακα, μαρμαρέην, ἐκ δʼ ἀργύρεον τελαμῶνα. πέντε δʼ ἂρ αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῷ», ἢ ἐπʼ αὐτῷ, «ποίει δαίδαλα πολλά» ἐπιστημόνως, τοῦτο γὰρ δηλοῖ τὸ «ἰδυίῃσι πραπίδεσσιν», ὅ ἐστιν ἐπιστημονικαῖς. Καὶ ὅρα τὸ ἐποίει ταὐτὸν ὂν τῷ τιθέναι καὶ τῷ τεύχειν. διὸ καὶ ταῖς τοιαύταις ἐγχορεύει λέξεσιν ἐν τῇ ὁπλοποΐᾳ, πεντάκις μὲν εἰπὼν τὰ τοῦ ποιεῖν ῥήματα «ποίει πρώτιστα σάκος», καὶ «ποίει δαίδαλα πολλά», καὶ «ἐν δὲ δύω ποίησε πόλεις», καὶ «ἐν δʼ ἀγέλην ποίησε», καὶ «ἐν δὲ νομὸν ποίησε», τετράκις δὲ τὰ ἐκ τοῦ τιθέναι «ἐν δὲ τίθει νειόν», «ἐν δὲ τίθει τέμενος», «ἐν δὲ τίθει ἀλωήν», «ἐν δὲ τίθει Ὠκεανόν», πεντάκις δὲ τὸ τεῦξεν «ἐν μὲν γαῖαν ἔτευξε», καὶ «ἐπειδὴ τεῦξε σάκος», καὶ «τεῦξεν ἄρα θώρηκα», καὶ «τεῦξε δέ οἱ κόρυθα», καὶ «τεῦξε δέ οἱ κνημῖδας». Καὶ σημείωσαι τὴν ἐπιμονὴν καὶ τὴν ἐπίχυσιν τῶν ἐν τοῖς ῥηθεῖσι ταὐτοδυνάμων λέξεων. ὅτι δὲ ἠδύνατο καὶ ἄλλως φράζειν, δείξει ἐν τοῖς τοῦ χοροῦ, ἔνθα ἐξὸν ὂν εἰπεῖν «ἐν δὲ χορὸν ποίησεν», ὁ δὲ οὐχʼ οὕτως εἶπεν, ἀλλάξας δὲ ἔφη «ἐν δὲ χορὸν ποίκιλλε». Σημείωσαι δὲ καὶ ὅτι τοσαῦτα ποιήσας Ἥφαιστος δαίδαλα οὐδαμοῦ ναυτιλίας ἴνδαλμα θέμενος ἔτευξεν. ἔοικε γὰρ καὶ ὁ ποιητὴς δυσπέμφελον, καθὰ καὶ Ἡσίοδος, κρίνειν αὐτήν. διόπερ οὐδὲ ἐν πλάσμασι μεμνῆσθαι θέλει αὐτῆς. ἐν δὲ τοῖς ῥηθεῖσι λέγει καὶ τίνα τὰ δαίδαλα. «ἐν μὲν γὰρ γαῖαν», φησίν, «ἔτευξε» καὶ τὰ ἑξῆς, ὡς ῥηθήσεται. Ἐν οἷς σημείωσαι ὡς μὴ ἔχων ἐν Ἰλιάδι καίριον τόπον τὴν ἐκφραστικὴν ἐνδείξασθαι τέχνην, εἰκότως τὴν ἀσπιδοποιΐαν ἄρτι ἐπλάσατο, ποιήσων τεχνικῶς διʼ αὐτῆς ὃ θέλει, ἐν στενῷ μέντοι, εἰ καὶ ἄλλως πλατύτερον ἑτέρων ἐκφράσεων, ἃς φθάσας ὀλιγοστίχους παρενέσπειρεν. εἰπεῖν δὲ καὶ ἄλλως, ἐξέφρασε μὲν καὶ ἑτέρωθι οὐκ ὀλίγα, καὶ πολλαχοῦ τῆς Ἰλιάδος ἔκφρασις διαγελᾷ, ἐν στενῷ δὲ ὅμως, ἐνταῦθα δὲ λειμὼν ἐκφραστικὸς ἐξήνθησεν, ἐνδεικνυμένου τοῦ ποιητοῦ τὴν κατʼ αὐτὸν ἐκφραστικὴν δύναμιν, ἧς χάριν καὶ τὸ πλάσμα τῆς ὁπλοποιΐας ἐμηχανήσατο. Ἰστέον δὲ καὶ ὅτι ἐν μὲν τῇ Ὀδυσσείᾳ διὰ τὸ μὴ ἐναγώνιον ἐκεῖ τὴν ὑπόθεσιν εἶναι πλείους καὶ διόλου γλυκεῖαι κεῖνται ἐκφράσεις, εἰ καὶ μὴ οὕτω πλατεῖαι. ἡ δὲ παροῦσα, εἰ καὶ φύσει φαιδρά ἐστι διὰ τὸ ἐν ἐκφράσει ὡραῖον, ἀλλὰ οὐ πᾶσα τοιαύτη ἐστίν, ἔχει δέ τι καὶ δυσπρόσοπτον καὶ τῷ τῆς Ἰλιάδος μεγαλείῳ συνυψούμενον, ἐν οἷς πολέμους καὶ αὐτὴ περιηγεῖται καὶ λόχους καὶ φόνους καὶ τοιαῦτά τινα. τὰ δʼ ἄλλα πολλὴν ἔχει φαιδρότητα καὶ λαμπρᾶς μετέχει τῆς ἱλαρότητος, οὐκ ἀφιεῖσα κατανεανιεύεσθαι τῆς Ὁμηρικῆς ὁπλοποιΐας τὴν Ἡσιόδου φιλότιμον ἀσπίδα, ὡς ὁ ἐντυγχάνων εἴσεται. δοκεῖ μὲν γὰρ ἐκείνη Ὁμηρικῷ πεποιῆσθαι ζήλῳ τῷ κατὰ τὴν ὅλην Ἰλιάδα. ὅποι δὲ τόπου ἐκπίπτει συγκριτικῷ λόγῳ, οὐδὲ ἔστι φράσαι, ἢ ἐς τοσοῦτον μόνον, ὡς εἰ καὶ οὐρανῷ κέγχρον παραμετρήσει τις. Σημείωσαι δὲ εἰς τὸ «ἀτειρέα», ὅτι ἐκ τοῦ τείρω μὲν γίνεται καὶ αὐτὸ καὶ ὁ ἀτεράμων. ἔστι δὲ ἀτεράμων οὐ χαλκός, ἀτειρὴς γὰρ αὐτός, ἀλλὰ σκληρὸς ἄνθρωπος καὶ ἄτεγκτος, καὶ σπόριμος δὲ καρπὸς ἀνέψητος. ἀτέραμνα γάρ, φασί, διὰ τοῦ ν, ὄσπρια τὰ μὴ ἑψόμενα. Πλάτων δὲ διὰ τοῦτο κερασβόλα λέγει τὰ σκληρὰ ἐκ μεταφορᾶς. τὰ γὰρ προσκρούσαντα κέρασι βοῶν ὄσπρια οὐχʼ ἕψεται. τούτου δὲ τὴν αἰτίαν φυλοκρινεῖ πιθανῶς Πλούταρχος ἐν τοῖς αὐτοῦ Συμποσιακοῖς. μήποτε δὲ τῷ ἀτειρεῖ χαλκῷ ἐπίτηδες παράκειται ὁ κασσίτερος οἷά τι ὑπεναντίον. δοκεῖ γὰρ κασσίτερος εἰρῆσθαι, ὡς ἐν τῇ καύσει τειρόμενος, ῥᾷον δηλαδὴ χαλκοῦ. ἀντίκειται δὲ πρὸς τὸ ἀτειρὲς καὶ τὸ τέρεν καὶ ἡ τέρεινα, ἴσως δὲ καὶ τὰ ἐν οἴκοις τέραμνα διὰ τὰς περὶ αὐτὰ γλυφάς, αἳ τειρομένῳ πάντως ξύλῳ ἐγκολάπτονται. δοκεῖ δέ τισιν Ἐτυμολόγοις καὶ τὰ τείρεα ἐκ τοῦ τείρειν παρωνομάσθαι. Τὸ δὲ «χρυσὸν τιμῆντα» κατʼ ἐξαίρετον ἀποκληροῖ τὸ τιμῆεν τῇ τοιαύτῃ ὕλῃ. ἀνάλογον δὲ τὸ «τιμῆντα» πρὸς τὸ «αἰγλῆντα» καὶ τὰ τοιαῦτα. Ἀκμόθετον δὲ τί ἐστι, προεγράφη. συγκέκοπται δὲ ἐκ τοῦ ἀκμονόθετον. Ἄκμων δὲ ὅτι καὶ ὁ τοῦ οὐρανοῦ, ὡς ἐρρέθη, λέγεται πατὴρ διὰ τὸ ἀκάματον τῆς οὐρανίου κινήσεως, ἀφʼ ἧς ἐννοίας καὶ ὁ Ἄτλας εἴληπται, καὶ ὅτι Ἀκμονίδαι οἱ Οὐρανίδαι, δηλοῦσιν οἱ παλαιοί. ὡς δὲ Ἄκμονος ὁ Οὐρανός, ὁ Ἀλκμάν, φασίν, ἱστορεῖ. Περὶ δὲ τοῦ «γέντο», λέξεως Δωρικῆς καιρίας, ὡς ἐν ποιήσει, διὸ καὶ δὶς ἐνταῦθα παράκειται, εἴρηται ἀλλαχοῦ. Ῥαιστῆρα δὲ θηλυκῶς κρατερὴν λέγει, σφῦραν μεγάλην οὐ λεπτουργόν, ἀλλʼ οἵαν ἐξελαύνειν τὰ χαλκευόμενα. Ἰωνικῶς δὲ εἴρηται ἡ ῥαιστήρ. οὕτω καὶ Σοφοκλῆς σωτῆρα τύχην φησὶν ἐν τῷ «εἰ γὰρ ἐν τύχῃ γέ τῳ σωτῆρι βαίη». Τὴν δὲ πυράγραν καὶ χαλκευτικόν τινες καρκίνον φασὶ διʼ ὁμοιότητα λαβῆς. σχηματισμὸς δὲ αὐτῆς κατὰ τὴν κρεάγραν καὶ ὅσα τοιαῦτα. Τὸ δὲ «περὶ δʼ ἄντυγα βάλλεν» ἀντὶ τοῦ περιέθετο, ἤγουν πέριξ ἔθηκεν. Ὅρα δὲ τὸ «τρίπλακα», δηλοῦν ὅτι καὶ τὸ δίπλακα δύναται μὴ ἀεὶ ἐπὶ ὑφάσματος τίθεσθαι. ἰδοὺ γὰρ τὴν ἐλατὴν ἄντυγα «τρίπλακα μαρμαρέην» ἔφη, ὅ ἐστι τρίθετον κατὰ τρεῖς πλάκας. ὡς δὲ ἡ μαρμαρέη καὶ θαλάσσης ἐστὶν ἐπίθετον, προδεδήλωται. δῆλον δʼ ὡς ἐνταῦθα μᾶλλον οἰκειότερον κεῖται διὰ τὸ καὶ στερεὸν τῆς τοιαύτης τρίπλακος καὶ στίλβον μαρμάρου δίκην. Ὁ δὲ ἀργύρεος τελαμὼν εἶχε τι καὶ ἁλυσειδώσεως, ἄλλως γὰρ οὐκ ἂν ἦν εὔχρηστος. Αἱ δὲ πέντε πτύχες οἷαι ἦσαν, ἑξῆς φανήσεται. Τὸ δὲ «ἰδυίῃσιν» ὅτι ὀφεῖλον διὰ διφθόγγου ἔχειν ἀναλόγως τὴν ἄρχουσαν ὡς ἀπὸ τῆς εἰδώς εἰδότος μετοχῆς, ὅμως διὰ τοῦ ι γράφεται, οὐχʼ ὡς μετοχή, ἀλλʼ ὡς μετοχικὸν ὄνομα. ὅθεν καὶ ἰδύους οἱ παλαιοὶ τοὺς μάρτυρας ἔλεγον, οἱ παλαιοὶ παραδιδόασι. Σημείωσαι δὲ καὶ ὅτι τὸ χωρίον τοῦτο πᾶν τὸ τῆς ἀσπιδοποιΐας οὐ μόνον ῥητορικῶς μεταχειρίζεται ὁ ποιητὴς οἷα καιρὸν εὔθετον εὑρηκώς, ὡς ἐρρέθη, ἁβρότητι ἐκφράσεως κοσμῆσαι τὴν ποίησιν, ἀλλὰ καὶ φιλοσοφεῖ ἐπʼ αὐτῷ πολλά. καὶ ὅπως μὲν δεξιῶς καὶ οὐ μόνον σεμνῶς, ἀλλὰ καὶ πιθανῶς καὶ συμμέτρως ἐκφράζει, αὐτόθεν ἔστιν ἀναλέγεσθαι τοὺς τῇ Ὁμηρικῇ ἐντυγχάνοντας δέλτῳ, οἳ καὶ τῇ τοῦ Ἡσιόδου ἀντιπαραθέντες ἀσπίδι εἴποιεν ἂν τοσοῦτον εἶναι πρὸς ἐκείνην ταύτῃ διάφορον, ὅσον καὶ ἀνθρωπίνου ἔργου πρὸς ἡφαιστότευκτον. ὅτι δὲ καὶ φιλόσοφα ὁ ποιητὴς ἐνταῦθα πολλὰ ὑπεμφαίνει, δηλοῦσιν εἰς πλάτος οἱ παλαιοί. αὐτίκα ἡ Δημὼ τὴν Ὁμηρικὴν ταύτην ὅλην ἀσπιδοποιΐαν ἀνάγουσα τοιαῦτά φησι· ὅτι Θέτις μὲν ἡ τὰ τοιαῦτα μεσολαβήσασα ἐπὶ τῆς τῶν ἐν τῇ κοσμογενείᾳ πραγμάτων θέσεως εἴληπται τῷ ποιητῇ, διὰ δὲ τοῦ πυρὸς καὶ τῆς πνοῆς, ἣν ἐξανιεῖσιν, ὡς προεδηλώθη, αἱ φῦσαι, τὰ ποιητικὰ καὶ δραστήρια τῶν στοιχείων αἰνίττεται, ἀέρα καὶ πῦρ, οὗ τὰς ἀποτομάδας ἀπορροίας χρυσᾶς νεάνιδας ὑπουργοὺς Ἡφαίστου καλεῖ. διὰ δὲ τοῦ κυκλοτεροῦς σάκους τὸ κατὰ τὸν σφαιροειδῆ κόσμον σχῆμα ἐνδείκνυται. σφαίρας γὰρ γένεσίς ἐστιν ἡμικυκλίου περιενεχθέντος ἀποκατάστασις. τὰ δὲ τηκόμενα, ὁ χρυσός, ὁ χαλκός, ὁ ἄργυρος, ὁ κασσίτερος, τοῖς στοιχείοις εἰκάζονται διὰ τὴν πρὸς ἐκεῖνα τῶν τοιούτων μετάλλων ἐμφέρειαν. ὁ χρυσὸς μὲν γὰρ καὶ ὁ ἀτειρής, ὅ ἐστι δυσκατέργαστος, χαλκός, εἴκασται πυρὶ καὶ γῇ, ὁ δὲ μαλακὸς καὶ οἷον ῥευστικὸς κασσίτερος ὕδατι, ἀέρι δὲ ἄργυρος ὁ πρὶν ἢ σμηχθῆναι μέλας ὢν καὶ ἀμιγὴς οὗ ὕστερον ἐπιφαίνει φωτός. καὶ ταῦτα μὲν οὕτω συμβολικῶς. μετʼ ὀλίγα δέ φησιν ἡ αὐτὴ φιλόσοφος, ὅτι καὶ τοῖς κυρίοις τῶν στοιχείων ὀνόμασι χρῆται ὁ ποιητὴς «ἐν μὲν γαῖαν ἔτευξε» λέγων, «ἐν δʼ οὐρανόν, ἐν δὲ θάλασσαν», τὸ δὲ τέταρτον στοιχεῖον αὐτός ἐστιν ὁ τὸ σάκος τεύχων Ἥφαιστος. τὴν δὲ τρίπλακα μαρμαρέην ἄντυγα τὸν ζωδιακὸν ἐκείνη λέγει κύκλον αἰνίττεσθαι, τρίπλακα μὲν διὰ τὸ πλάτος αὐτοῦ, καθʼ ὃ ἡ τῶν πλανήτων κίνησις, μαρμαρέην δὲ διὰ τὸ τὸν ἥλιον τοῦ διὰ μέσων οὐκ ἐξιστάμενον καὶ τὸ φῶς ἐφʼ ὅλον αὐτὸν πέμποντα μαρμαίρειν τε καὶ φαεινὸν εἶναι τὸν κύκλον ποιεῖν. τὸν δὲ ἀργύρεον τελαμῶνα, διʼ οὗ ἡ ἀσπὶς ἐκ τῶν ἄκρων ἀνέχεται, εἰς τὸν ἄξονα μεταφέρει τὸν τὸ πᾶν ἀνέχοντα, ἐξηρτημένον ὥσπερ τοῦ ἀνωτάτω αἰθέρος καὶ διὰ μέσου τῆς γῆς ἥκοντα καὶ ἐπὶ τὰ νότια περατούμενον καὶ παρέχοντα στρέφεσθαι τὸν οὐρανὸν περὶ αὐτόν, ὑπʼ αὐτοῦ ἀνεχόμενον. τὰς δὲ πέντε πτύχας τοῦ σάκους τοὺς παραλλήλους κύκλους νοεῖ, εἰς οὓς διαιρεῖται ὁ κόσμος, ἤγουν τὸν ἀρκτικόν, ὃς τῷ βορείῳ πόλῳ ἐγγίζει, καὶ τὸν τῷ Νότῳ προσκυροῦντα ἀνταρκτικόν, καὶ τοὺς δύο τροπικοὺς, ἤγουν τὸν πρὸς τῷ Βορρᾷ θερινὸν καὶ τὸν πρὸς τῷ Νότῳ χειμερινόν, καὶ πέμπτον τὸν μέσον αὐτῶν ἰσημερινόν, εἰς ὃν ἥλιος ἐλθὼν ἰσάζει τὰς ἡμέρας ταῖς νυξίν. ὧν πέντε πτυχῶν μέση μὲν χρυσέα καθʼ Ὅμηρον, ὁ ἰσημερινὸς δηλαδή, εἰ μή τις καὶ τὴν διακεκαυμένην ζώνην ταύτην θέλει νοεῖν. δύο δὲ ἔνδον κασσιτέρου οἱ τροπικοὶ διὰ τὸ εὐτόνως εὔκρατον, ἐξωτάτω δὲ χαλκαῖ, αἱ πρὸς τοῖς πόλοις, κατεσκληκυῖαί πως διὰ τὴν ἐπὶ πολὺ τοῦ ἡλίου ἀπόστασιν. καὶ τοιαῦτα εἰποῦσα ἡ σοφὴ ἀσπιδοποιὸς καὶ τὴν ἡφαιστότευκτον καὶ καθʼ ὕλην ἀσπίδα μετασκευάσασα νοερώτερον συμβιβάζει, καὶ τὰ περὶ τῶν πόλεων καὶ ὅσα ἄλλα λέγει ὁ ποιητὴς ἐν τῇ ἀσπιδοποιΐᾳ, λέγουσα ὅτι πράξεις ἀνθρώπων πολέμῳ καὶ εἰρήνῃ πρεπούσας, ὑφʼ ὧν ὁ καθʼ ἡμᾶς διοικεῖται βίος, ἀπαγγέλλει διʼ αὐτῶν ὁ ποιητής, εἰσηγητὴς τῆς ἀρίστης γινόμενος πράξεως. τὸν φόνον δέ, οὗ ποινή, τουτέστι πρόστιμον, δύο τάλαντα τέθειται, ἀκούσιον εἶναι νοεῖ. καὶ τὸ «ἄμφω δὲ ἱέσθην ἐπὶ ἴστορι», ὅ ἐστιν μάρτυρι, μαρτύρων λέγει δηλοῦν παράληψιν, ἐφʼ οἷς πολλάκις τὸ πέρας τῆς δίκης. καὶ ὅλως ἀποδείκνυσι πλατυτάτην τὴν ἀσπιδοποιΐαν περὶ θείων καὶ ἀνθρωπίνων εἶναι τῷ ποιητῇ διάλεξιν. Ὅτι τὰ ἐν τῇ ἀσπίδι δαιδάλματα τοῦ Ἡφαίστου ἐπιβαλὼν ἐκφράζειν φησὶν «ἐν μὲν γαῖαν ἔτευξεν, ἐν δʼ οὐρανόν, ἐν δὲ θάλασσαν», καλλωπίσας τε τὸ τῆς φράσεως πρόσωπον καὶ ἀρξάμενος ὅθεν ἐχρῆν, διὰ τὸ αἴνιγμα κοσμογενείας εἶναι ταῦτα κατὰ τοὺς παλαιούς. Εἶτα πάλιν τῶν ἄνω καὶ κρειττόνων γινόμενος πρὸ τῶν περὶ γῆν φησιν «ἠέλιόν τʼ ἀκάμαντα σελήνην τε πλήθουσαν, ἐν δὲ τὰ τείρεα πάντα τά τʼ οὐρανὸς ἐστεφάνωται», ἤγουν κύκλῳ περιέχει καὶ στρέφει σφαῖρα ὢν αὐτός. Εἶτα ἐξ ἁπάντων τειρέων ἐκλεγόμενος, ἅπερ αὐτὸς ἐθέλει, ὡς καὶ ἡ Ὀδύσσεια δηλοῖ, ἀπαραποίητα γὰρ καὶ ἐκεῖ τοιαῦτα κεῖται, φησὶ· «Πληϊάδας θʼ Ὑάδας τε τό τε σθένος Ὠρίωνος, Ἄρκτον θʼ, ἣν καὶ ἅμαξαν ἐπίκλησιν καλέουσιν, ἥ τʼ αὐτοῦ στρέφεται, καί τʼ Ὠρίωνα δοκεύει, οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο». Ἰστέον δὲ ὅτι ἀρξάμενος, ὡς ἐρρέθη, τῆς ἀσπιδοποιΐας ἐπαναφορικῶς ἐκ τοῦ «ἐν μὲν γαῖαν, ἐν δʼ οὐρανόν, ἐν δὲ θάλασσαν, ἐν δὲ τὰ τείρεα», ἐπέμεινε τῷ καλῷ τούτῳ σχήματι καὶ ἐν τοῖς ἑξῆς, λέγων· ἐν δὲ δύο ποίησε πόλεις, ἐν δὲ τίθει νειόν, ἐν δὲ τίθει τέμενος, ἐν δὲ τίθει ἀλωήν, ἐν δʼ ἀγέλην ποίησεν, ἐν δὲ νόμον ποίησεν, ἐν δὲ χορὸν ποίκιλλεν, ἐν δὲ τίθει ποταμοῦ σθένος. ἔθετο δὲ οὕτω καὶ μέσον τῆς ἐκφράσεως ἐν στίχῳ ἑνὶ τρία ὅμοια «ἐν δʼ ἔρις, ἐν δὲ κυδοιμός, ἐν δʼ ὀλοὴ κήρ», ὁποῖον καὶ τὸ «ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστύς». καὶ τοῦτο μὲν οὕτω. Ἰστέον δὲ ὡς ἡ γαῖα διφορουμένη τὸ μὲν δίφθογγον αι αὐτῆς ἀναφαίνει ἐν τῷ ἐννοσίγαιος καὶ ἐν ἄλλοις μυρίοις, τὸ δὲ ψιλὸν ε ἐν τῷ γεωργός καὶ λυπρόγεως καὶ ἐν ἑτέροις δυσαριθμήτοις, καὶ ὅτι ἐκ τοῦ γέα τοῦ ψιλογραφουμένου κέκραται ἡ γῆ. ἀπὸ τοῦ γῆ δὲ ἡ γαῖα μὲν οὐ παρῆκται. ἦ γὰρ ἂν παρωξυτονεῖτο κατὰ τὸ σελήνη σεληναία καὶ τὰ ὅμοια. σύγκεινται δὲ ἄλλως ἀπʼ αὐτῆς λέξεις ὅτι μάλα πολλαί· τὸ γήπεδον, τὸ γήλοφον, ὁ γηπόνος, καὶ ἄλλα, ἐν οἷς καὶ τὸ γήτειον, οὗ ἐτυμολογία τὸ ἐκ γῆς ἀναθέειν. τοῦτο δὲ ἐν τοῖς τοῦ Ναυκρατίτου σοφιστοῦ γήθυον κεῖται, ἀπὸ τοῦ γῆθεν ἴσως θύειν, ἤγουν ὁρμᾶσθαι. τὸ δʼ αὐτὸ καὶ γαθυλλὶς καὶ γηθυλλὶς καὶ ἐπιθυλλὶς λέγεται, ὅμοιον ὂν ἀμπελοπράσῳ, οὗ τὸ ἥμερον πράσον τε λέγεται καὶ κεφαλωτόν. Ἐν δὲ τῷ «ἠέλιον ἀκάμαντα σελήνην τε πλήθουσαν» τὰς φύσεις ἀμφοῖν διὰ τῶν ἐπιθέτων παρέστησε, τοῦ μὲν τὸ στερρὸν καὶ ἀκοπίατον κατὰ τὴν περιπόλησιν, τῆς δὲ τὸ χαῦνον καὶ πληθύον τοῦ ἡλιακοῦ φωτός. δοκεῖ γάρ τισι τῶν φυσικῶν τὴν σελήνην ἀεὶ φύσει πλήθειν, εἰ καὶ μὴ ὁρᾶται ἡμῖν. διὸ καὶ πλήθουσαν, φασίν, εἶπεν αὐτήν. ἕτεροι δὲ πλήθουσάν φασι τὴν πληρωτικὴν σωμάτων τινῶν, οἷον ὀστρέων, ὀστρακοδέρμων, ἤδη δέ που καὶ δένδρων, ἀλλὰ δὴ καὶ ὑδάτων, ὡς δῆλον ἐκ τῶν πλημυρίδων, αἳ κατὰ μηνιαίας περιόδους γίνονταί τινας. ἔστι δὲ καὶ ἄλλως ἀκάμας μὲν ἥλιος ὁ ἀεὶ ἔχων ὡσαύτως, πλήθουσα δὲ σελήνη ἡ ἐκ μειώσεως αὖθις αὔξουσα κατὰ τὸ «πλήθοντες ποταμοί», οἱ ἐπομβρίαις ἐπαυξανόμενοι. διὸ τὸν Ὠκεανὸν ὡς μὴ πάσχοντα τοῦτο καὶ αὐτὸν κατὰ τοὺς λοιποὺς ἀκάματον προσεῖπεν ὁ γράψας τὸ «πάντῃ δʼ ἀκαμάτοιο φέρεται ῥόος Ὠκεανοῖο». ἡ δὲ ἐξ ὅλου, ἤγουν ἐκ τῶν τειρέων ἁπάντων, μετάβασις εἴς τινα μέρη, Πλειάδας τε Ὑάδας τε, Ἄρκτον τε τὴν καὶ Ἅμαξαν, ἥτις οἴη ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο, Ὁμήρῳ συνήθης ἐστίν. Ἐν οἷς τὸ ἄμοιρός ἐστι λουτρῶν Ὠκεανοῦ ἀντὶ τοῦ ἄδυτός ἐστι καὶ οὐ δύνει εἰς Ὠκεανὸν οὔτε αὐτὴ ἡ καὶ μεγάλη καλουμένη καὶ Ἑλίκη, πρὸς ἣν οἱ Ἕλληνες, ὡς εἴρηται, ναυτιλλόμενοι ἑλίκωπες διʼ αὐτὴν ἐλέγοντο, οὔτε ἡ Κυνόσουρα ἡ ἐγγὺς αὐτῆς ἡ μικρά, ἥτις μεθʼ Ὅμηρον ὑπὸ Θαλοῦ τοῦ Μιλησίου εὕρηται, πρὸς ἣν Φοίνικες ἔπλεον. εἰ δὲ μὴ μόνη ἡ ἄρκτος, ἀλλὰ καὶ ἕτερά ἐστιν ἀειφανῆ ἄστρα καὶ ἄδυτα, ὅσα ὁ ἀρκτικὸς ἀποτέμνεται κύκλος, οἷον, ὁ διὰ μέσων τῶν ἄρκτων δράκων, ἡ τοῦ Βοώτου χείρ, τοῦ Κηφέως τὰ ἀπὸ τῆς ἰξύος μέχρι ποδῶν, ἀλλʼ ὁ ποιητὴς αὐτὰ σιωπᾷ, οὐ γὰρ τεχνολογῆσαι προηγουμένως ἐνεστήσατο. καὶ ἄλλως δὲ εἰπεῖν, τὸ «μόνη» πρὸς ἀντιδιαστολὴν εἶπε τῶν ἄλλων, ὧν ὡς τῇ ἀσπίδι ἐντετυπωμένων προεμνημόνευσεν, ἤγουν τῶν Πλειάδων καὶ τῶν Ὑάδων καὶ τοῦ Ὠρίωνος. αὐτὰ γὰρ Ὠκεανῷ λούονται δύνοντα. ἔστι δὲ τὸ τοιοῦτον λούεσθαι, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ῥητόρευμα μυθικῆς ὑπολήψεως, ὡς τῶν πολλῶν οἰομένων εἰς Ὠκεανὸν λούεσθαι τὰ ἄστρα καταδυόμενά τε καὶ ἀνίσχοντα καὶ διὰ τοῦτο καὶ λαμπρὰ εἶναι. κατὰ τοίνυν τὴν τοιαύτην νόμισιν λούεσθαι μέν ἐστιν εἰς Ὠκεανὸν τείρεα τὸ δύνειν καὶ ἀνατέλλειν αὐτά, τὸ δὲ μὴ λούεσθαι τοῦ μὴ δύνειν ἐστὶ δηλωτικόν. Τείρεα δὲ ἢ παρὰ τὸ εἴρειν γίνεται τὸ λέγειν, ἔχουσι γάρ τινα σημασίαν, ὡς καὶ Ἄρατος δηλοῖ, ἢ ὡς πρὸ βραχέων εἴρηται, παρὰ τὸ τείρειν, καθὰ καὶ τοῦτο ἐν τοῖς τοῦ Γεωργίου κεῖται. πολλοὶ γάρ, φησίν, ἐκ τῶν ἀστέρων καταπονοῦνται γινόμενοι ἀστρόβλητοι ὡς ἐκ τῆς βροντῆς ἐμβρόντητοι. ἐφανέρωσε δέ, φησί, τὸ ε Ἀλκαῖος εἰπὼν «τερέων» δίχα τοῦ ι. δύναται δὲ καὶ παρὰ τὸ τηρεῖν τροπῇ Βοιωτικῇ τοῦ η εἰς τὴν ει δίφθογγον. Ὁ δὲ περὶ Πλειάδων καὶ Ὑάδων λόγος τοιοῦτος. Ἄτλαντι τῷ Ἰαπετοῦ καὶ Αἴθρᾳ τῇ Ὠκεανοῦ θυγατέρες ἐγένοντο δώδεκα καὶ υἱὸς Ὕας, ὃν ἐν Λιβύῃ κυνηγετοῦντα ὄφις κτείνει. τῶν δὲ ἀδελφῶν αἱ μὲν εʹ διὰ τὸ ἐπὶ τῷ θανόντι πένθος οὐκέτʼ ἦσαν οὐδὲ αὐταί, ἀλλὰ καταστερισθεῖσαι ἐπωνομάσθησαν τῷ ἀδελφῷ Ὑάδες ἐξ αὐτοῦ παρονομασθεῖσαι. ἔπαθον δὲ τὰ αὐτὰ μετὰ ταῦτα καὶ αἱ ἑπτά. διὸ καὶ Πλειάδες εἴρηνται διὰ τὸ πλείους εἶναι τῶν πέντε, κατὰ δέ τινας Πληϊάδες λέγονται ἀπὸ τῆς μητρὸς Πληϊόνης, ἢ ὅτι πλείους ὁμοῦ κεῖνται. βότρυν γοῦν τινες αὐτάς φασιν, ἢ καὶ ὅτι πλησίον ἀλλήλαις εἰσίν, ἢ ὅτι πλείω τινὰ διʼ αὐτῶν ἐπισημαίνονται, ἢ ὅτι πλειῶνα σημαίνουσιν, ὃ ἐνιαυτόν, ὡς καὶ Ἡσίοδος «Πληϊάδων Ἀτλαγενέων» καὶ τὰ ἑξῆς. φασὶ δέ τινες κατηστερίσθαι αὐτὰς πενθούσας ἐπὶ τῇ Ἄτλαντος δυστυχίᾳ, ὃς ἀχθοφορεῖ τὰς μυθευομένας κίονας. ἑπτὰ δὲ οὐσῶν, ἀμαυρός ἐστιν ὁ ἕβδομος ἀστήρ. μυθεύονται δὲ συνελθεῖν ἐξ αὐτῶν Ταϋγέτην μὲν καὶ Μαῖαν καὶ Ἠλέκτραν Διΐ. ἐξ ὧν Ταϋγέτης μὲν Λακεδαίμων, Μαίας δὲ Ἑρμῆς, Ἠλέκτρας δὲ Δάρδανος. τὴν Ἀλκυόνην δὲ μιγῆναι τῷ Ποσειδῶνι, τὴν Στερόπην δὲ τῷ Ἄρει, ὧν Οἰνόμαος. τὴν δὲ Μερόπην Σισύφῳ, ἐξ ὧν Γλαῦκος. οἱ δὲ παρθένους εἶναί φασι τὰς ἑπτὰ καὶ συγκυνηγετεῖν τῇ Ἀρτέμιδι. Ὠρίωνος δὲ διώκοντος κατʼ ἔρωτα, περικαταλήπτους γινομένας μεταβαλεῖν διʼ εὐχῆς εἰς πελειάδας, εἶτα καὶ καταστερισθῆναι, ὅθεν καὶ Πλειάδας κληθῆναι, οἱονεὶ Πελειάδας κατὰ συγκοπήν. διὸ καὶ πολλοὶ τῶν ποιητῶν, ὡς καὶ προδεδήλωται, Πελειάδα τὸ ἄστρον τοῦτο καλοῦσι. κεῖνται δὲ κατὰ οὐρὰν τοῦ Ταύρου. τὴν δὲ ἑβδόμην Ἠλέκτραν τὴν, ὡς ἐρρέθη, ἀμαυράν, φασὶν οὐκ ἀνεχομένην Ἰλίου ἅλωσιν ἰδεῖν μεταστῆναι τῆς ἀδελφικῆς ἀλληλουχίας καὶ ἀμαυρωθῆναι. καὶ ταῦτα μὲν περὶ Πλειάδων. Αἱ δὲ Ὑάδες ἐπὶ τῶν τοῦ Ταύρου κεῖνται κεράτων, ἢ διὰ τὸν ἀδελφὸν Ὕαντα οὕτω κληθεῖσαι, ὡς εἴρηται, ἢ διότι τῷ υ στοιχείῳ παρεμφερεῖς εἰσιν, ἢ ὅτι ὑετῶν ἐπισημασίας δηλοῦσι. Τινὲς δὲ Δωδωνίδας νύμφας αὐτάς φασι, Διονύσου τροφούς. αἷς ἡ Ἰνὼ διὰ τὸν τῆς Ἥρας φόβον παρακατέθετο τὸν Διόνυσον, ὅτε καὶ Λυκοῦργος αὐτὰς ἐδίωξε, συμπεριϊούσας ἐκείνῳ καὶ κατανεμούσας τὴν ἄμπελον. τιθέασι δέ τινες αὐταῖς καὶ ὀνόματα, Ἀμβροσίαν, Εὐδώρην, Αἰσύλην, καὶ τοιαῦτά τινα. ἐν δὲ ῥητορικῷ Λεξικῷ εὕρηται καὶ ὅτι Ὑάδες Βάκχαι, τιθῆναι τοῦ Διονύσου, καὶ τὸν Διόνυσον Ὕην φασὶν ἀπὸ τούτων τινές. Ὕης γὰρ ἐπίκλησις τοῦ Σαβαζίου. Ἔνθα ῥητέον καὶ ὅτι, καθὰ μεταδοτικῶς αἱ τοῦ Διονύσου τροφοὶ ἐξ ἐκείνου Βάκχου Βάκχαι καλοῦνται, οὕτω καὶ ἐκ μαινομένου μαινόμεναι. ἐκαλεῖτο γοῦν καὶ μαινόλης αὐτός. περὶ οὗ φησι Πλάτων, ὡς φήμη ὑπορρεῖ ὅτι ὁ θεὸς οὗτος ὑπὸ τῆς μητρὸς Ἥρας διεφορήθη τῆς ψυχῆς τὴν γνώμην. διὸ τάς τε βακχείας καὶ τὴν μανικὴν πᾶσαν ἐμβάλλει χορείαν. Ἄλλως δὲ μαινόμενος Διόνυσος διὰ τοὺς πλείονας ἀκράτου, φησί, σπῶντας θορυβώδεις γίνεσθαι. ὅτε καί, καθʼ Ἡρόδοτον εἰπεῖν, τοῦ οἴνου εἰς τὸ σῶμα κατιόντος ἀναπλώει ἔπεα μαινομένῳ πρέποντα. Καὶ οὕτω μὲν καὶ τὰ κατὰ τὰς Ὑάδας. Ὁ δὲ Ὠρίων ἄστρον μέγιστον καὶ λαμπρότατον, ὁμώνυμον τῷ ἥρωϊ, ὃς ἐπί τε ἀνδρίᾳ καὶ κάλλει καὶ μάλιστα τέχνῃ κυνηγετικῇ τεθρύληται, καὶ κατʼ ἔρωτα λέγεται Ἀρτέμιδος σκορπίῳ πληγεὶς καὶ θνῄσκων ἀστροθεσίᾳ τιμηθῆναι. περὶ δʼ αὐτοῦ διαλαμβάνει καὶ Ἄρατος καὶ οἱ αὐτοῦ Ὑπομνηματισταί. Εἴτε δὲ παρὰ τὸ οὐρῆσαι τὸ τοῦ μύθου ὁ Ὠρίων Δωρικῶς ἐτυμολογεῖται, εἴτε παρὰ τὴν ὤραν Ἰωνικῇ ψιλώσει, εἴτε παρὰ τὸ ὀαρίζειν, ὡς Ὀαρίων, καὶ κατὰ κρᾶσιν Ὠρίων, ὡς ἂν εἴποι τις ὁμιλητής, διαφερέσθωσαν οἱ παλαιοί. Περὶ δὲ Ἄρκτου τοσοῦτον ῥητέον, ὅτι λόγος ἐστὶ Καλλιστὼ τὴν Λυκάονος χόλῳ Ἥρας διὰ τὸν Διὸς ἔρωτα μεταπεσεῖν εἰς ἄρκτον καὶ τοξευθῆναι μὲν ὑπʼ Ἀρτέμιδος, ἀναχθῆναι δὲ εἰς ἀστέρας ὑπὸ Διός. ἔχουσι δὲ καὶ περὶ αὐτῆς τὸ ἀρκοῦν οἱ τοῦ Ἀράτου Ὑπομνηματισμοί. Ἰστέον δὲ ὡς, ἐπεὶ ἄρκτον ὁ μῦθος κατὰ ζωωνυμίαν τὸ τῆς Καλλιστοῦς ὠνόμασεν ἀστροθέτημα, ὁ δὲ Ὠρίων κυνηγέτης ὑπόκειται, χαριέντως εἶπεν ὁ ποιητὴς τὸ «ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει», ἀληθῶς μέν, διότι τὴν αὐτὴν ἡ ἄρκτος τῷ Ὠρίωνι ποιεῖται κίνησιν, ἀστείως δὲ ὡς πρὸς τὸν μῦθον, διότι διότι δέδιεν ὡς ἄρκτος τὸν κυνηγέτην, καὶ διὰ τοῦτο πρὸς τὸ τοῦ Ὠρίωνος ἀπονεύει ἄστρον. λέγει δὲ καὶ κύριον μὲν αὐτῆς εἶναι τὸ ἄρκτος διὰ τὴν τοῦ μύθου ἐξουσίαν, ἥτις αὐτὴν ἐξ ἄρκτου κατηστέρισεν, ἐπίκλησιν δὲ τὸ ἅμαξα διʼ ὁμοιότητα τῆς τῶν ἁμαξοειδῶς αὐτὴν συμπληρούντων ἀστέρων θέσεως. περὶ δὲ τούτων ἔχει τι καὶ ἡ Ὀδύσσεια. Ἡ δὲ ἄρκτος ὅτι μετὰ τοῦ τ λέγεται, δηλοῖ ὁ γράψας οὕτως· ἄρκτον, οὐχὶ ἄρκον. τὸν μέντοι ἄνεμον ἄνευ τοῦ τ ἀπαρκίαν διὰ τὸ εὔφωνον καὶ τὴν ἐκεῖθεν πνοὴν ἄρκιον, εἰς ὃ καὶ φέρει ἐκεῖνος χρῆσιν ταύτην «καὶ μὴν πελάζει καὶ καταψύχει πνοὴ ἄρκιος ὣς ναύτῃσιν ἀσκεύοις μολών». Τὸ δὲ ἅμαξα οἱ μὲν παλαιοὶ ψιλοῦσι, καὶ φέρονται καὶ συναλιφαὶ τοῦτο δηλοῦσαι, οἷον «τιλλέσθην ἐπʼ ἄμαξαν», καὶ «αἳ δʼ ἐπʼ ἀμαξιτόν», καὶ κατημαξευμένον. οἱ μέντοι νεώτεροι Ἀττικοὶ ἐδάσυναν καὶ διὰ δασείας συνήλειψαν, καθημαξευμένα εἰπόντες, ὥς φασιν οἱ παλαιοί. καὶ ἐγράφη περὶ τούτου καὶ τῶν τοιούτων καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Ὅτι ἐφʼ ὅσον ἤθελεν ἐνδιατρίψας τοῖς θειοτέροις ἐκφραστικῶς ὁ ποιητὴς κατάγει τὸν λόγον ἐπὶ τὰ περὶ γῆν, καὶ πόλεις δύο τῇ ἀσπίδι ἐντυπωσάμενος, τῇ μὲν μιᾷ τὰ τῆς εἰρήνης ἀγαθὰ ἐνθεωρεῖ, γάμου τε ἐκφράσει ἀγάλλων τὴν γραφὴν καὶ δικαστικῇ καθέδρᾳ, τὴν δὲ ἑτέραν πολεμουμένην ποιεῖ καὶ τὰ ἐκ πολιορκίας πάσχουσαν, τὰ τοῦ ἀνθρωπίνου κεφάλαια βίου ἐν τούτοις διαγραφόμενος. Ἰστέον δὲ ὅτι τὰς δύο ταύτας πόλεις, ὧν ἐν τῇ μὲν γάμοι καὶ εἰλαπίναι ἦσαν καὶ ὑμέναιος καὶ ὀρχηστῆρες καὶ φόρμιγγες, καὶ αὖ πάλιν λαοὶ ἐν ἀγορᾷ, καὶ νεῖκος ἕνεκεν ποινῆς ἀνδρὸς ἀποφθιμένου, καὶ δύο τάλαντα χρυσοῦ μισθός τις ἐν μέσῳ ἔκειτο, ἐν δὲ τῇ ἑτέρᾳ δύο στρατοὶ λαῶν τεύχεσι λαμπόμενοι, καὶ τάδε καὶ τάδε ποιοῦντες, ἐν οἷς ἄρχει Ἄρης καὶ Ἀθηνᾶ δέ. Τὰς δὴ πόλεις ταύτας τὰς δύο Ἀγαλλίας τις, Κερκυραῖος ἀνήρ, Ἀθήνας φησὶν εἶναι καὶ Ἐλευσῖνα, προάγων οὕτω τὸ εἰκὸς τοῦ λόγου. γάμους γὰρ καὶ ὑμεναίους ἐν Ἀθήναις πρῶτον ἀχθῆναι ὑπὸ Κέκροπος, ὅθεν καὶ διφυῆ τὸν Κέκροπα λέγεσθαι ὁ Χάραξ φησίν, διότι τὸ νομίμως ἐκ δύο φύεσθαι διʼ αὐτὸν ἐπέγνων οἱ ἄνθρωποι τῇ τοῦ γάμου εὑρέσει. οὗ παρώνυμον, ὥσπερ ὁ γαμήλιος λόγος, οὕτω καὶ μὴν Ἀττικὸς ὁ Γαμηλίων, γάμοις ἀφωρισμένος, οἷς γαμηλία Ἥρα ἐπεστάτει. καὶ πέμμα δέ τι ἦν καλούμενον καὶ αὐτὸ γαμήλιος, ὡς δῆλον ἐκ τοῦ «πέττεται γαμήλιος». Καὶ αὐλοὺς δὲ ἐν γάμῳ Ἀθηνᾶ, φησίν, εὗρεν, ᾗ ἐπωνόμασται ἡ τῶν Ἀθηναίων πόλις, καὶ δίκην δὲ φονικὴν λόγος ἐν Ἀθήναις πρῶτον συστῆναι ἐπὶ Ἁλιρροθίῳ τῷ τοῦ Ποσειδῶνος. καὶ οἱ δικασταὶ δὲ Ἀθήνῃσι μισθὸν λαμβάνουσιν, εἰ καὶ τριώβολον ἐκεῖνο, οὐ μὴν διτάλαντον χρυσοῦ, ὅπερ μισθὸς ἐνταῦθα κεῖται πολυτελὴς τῷ τὴν δίκην ἰθύντατα εἰπόντι. καὶ ταῦτα μὲν τὰ τῆς μιᾶς πόλεως, τῆς τῶν Ἀθηνῶν δηλαδή. Δύο δὲ στρατοὶ περὶ ἑτέραν, ἤγουν τὴν Ἐλευσῖνα, Φόρβαντός τε, φησίν, ἐξ Ἀκαρνανίας καὶ Εὐμόλπου τοῦ Ποσειδῶνος ἐκ Θρᾴκης. ἔνθα βοηθοῦσιν Ἄρης μὲν, χάριτας ἀποδιδούς, ὅτι ἀπελύθη κριθεὶς ἐν Ἀρείῳ πάγῳ μετὰ Ποσειδῶνος διὰ τὸν Ἁλιρροθίου φόνον, Ἀθηνᾶ δὲ, ὅτι ἡ πόλις αὐτῇ ἐπωνόμασται. καὶ τὰ ἑξῆς δέ, φησί, τῆς Ὁμηρικῆς ταύτης ἀσπιδοποιΐας τὰ μετὰ τὰς δύο πόλεις ἀρχαιογονίαν δηλοῦσιν Ἀττικήν. Νειὸς γὰρ εὐρεῖα τρίπολος ἡ περὶ Ἐλευσῖνα καὶ Ἀττικήν. Νειὸς γὰρ εὐρεῖα Τριπτόλεμος ἐκεῖ πρότερον ἔσπειρε σῖτον, ὃν καὶ βασιλέα εἶναί φασι, καθὰ καὶ ὁ ποιητὴς ἐνταῦθα βασιλέα ἐφιστᾷ τῷ θερισμῷ, εἰπὼν «βασιλεὺς δʼ ἐν τοῖσι σιωπῇ σκῆπτρον ἔχων ἑστήκει». καὶ ἄροτρον δὲ ἐκεῖ πρῶτον ὁ Βουζύγης ἔζευξε. διό τινες ἐνταῦθα μετὰ τὸ «ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες» προσγράφουσι στίχον τοῦτον «καρπὸν Ἐλευσινίης Δημήτερος ἀγλαοδώρου». βοῦς δέ, φησί, ἱερεύεται ἐνταῦθα κατὰ τὸ «βοῦν δʼ ἱερεύσαντες μέγαν ἄμφεπον», διότι πρῶτον ἐκεῖ, φασίν, ἔθυσε βοῦν Θάλων φυγαδευθείς. πολλὴ δὲ καὶ σταφυλὴ ἐν τούτοις κατὰ τὸ «σταφυλῇσι μέγα βρίθουσαν ἀλωήν» διὰ τὴν Διονύσου πορείαν. καὶ ὁ ποικίλος δὲ χορὸς ὁ ἐν τῇ ἀσπίδι Ἀριάδνης καὶ Θησέως τοῦ τῶν Ἀθηναίων βασιλέως ἔχει ἀνάμνησιν. οὐ ταῦτα δὲ μόνον οὕτω συνεβίβασεν ὁ ῥηθεὶς Κερκυραῖος σοφιστής, ἀλλὰ τὰ ἐν ἀρχῇ πρὸς τὸν ὅμοιον σκοπὸν παρείλκυσεν, ἤγουν τὸ «ἐν μὲν γαῖαν ἔτευξεν, ἐν δὲ θάλασσαν». καὶ αὐτὰ γὰρ τὸν Ἥφαιστον ἐπίτηδές φησιν ἐντυπώσασθαι οἷα φιλαθήναιον, γῆν μὲν διὰ τὸν παῖδα Ἐριχθόνιον, τὸν τῆς Ἀττικῆς βασιλέα, ἐπεὶ αὐτόχθων ὁ Ἐριχθόνιος, θάλασσαν δὲ, ἐφʼ ἧς οἰκοῦσι καὶ ᾖ χαίρουσιν Ἀθηναῖοι, ὧν μέγα ἦν τὸ ἐπὶ τῷ ναυτικῷ αὔχημα. καὶ ταῦτα μὲν οἱ φιλαθήναιοι τόπους ἐγκωμίων τῇ πόλει φιλοτιμούμενοι ἐκ τῆς Ὁμηρικῆς ποιήσεως καί που ἐκ τοιούτων συνιστᾶν ἐθέλοντες καὶ τὸ Ἀθηναῖον εἶναι τὸν ποιητήν, ὃ δή τινες ἱστόρησαν. Ὅμηρος δὲ καλὰς εἰπὼν τὰς ῥηθείσας πόλεις διὰ τὸ ἐξ ὕλης αὐταῖς τίμιον, καὶ μάλιστα διὰ τὸ τοῦ καμάτου ἔντεχνον, γάμον ἐκφράζει πρῶτον, τὸ καὶ πολιτικώτατον ἔργον καὶ τῇ φύσει φίλον. ᾧ συγγενές τι καὶ τὸ τῆς εἰλαπίνης καλόν. καί φησιν «ἐν δὲ δύο ποίησε πόλεις μερόπων ἀνθρώπων, καλάς. ἐν τῇ μέν ῥα γάμοι τʼ ἔσαν εἰλαπίναι τε, νύμφας δʼ ἐκ θαλάμων δαίδων ὑπολαμπομενάων ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δʼ ὑμέναιος ὀρώρει· κοῦροι δʼ ὀρχηστῆρες ἐδίνεον, ἐν δʼ ἄρα τοῖσιν αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἱ δὲ γυναῖκες ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη. λαοὶ δʼ εἰν ἀγορῇ ἔσαν ἀθρόοι». Καὶ ὅρα τὸ νόημα τοῦτο μέσως ἔχον, οἷα τὰ μὲν φθάσαντα καθιστῶν, ὑπισχνούμενον δὲ τὰ ἐφεξῆς. ἀνύει δὲ τοῦτο ἡ ὁμωνυμία τῆς ἀγορᾶς. εἰ μὲν γὰρ λαοῦ ἀγορὰ ἡ λαοφόρος νοηθείη, συμπληροῖ ὁ λόγος τὴν τοῦ γάμου ἔκφρασιν κατασταθεὶς εἰς τοὺς θεατὰς λαοὺς τῆς νυμφαγωγίας, ἣν δηλοῖ διαλελυμένως τὸ νύμφας ἀγινεῖν. εἰ δὲ ἔστιν ἀγορὰ ὁ δημηγορικὸς τόπος, ἄρχεται ἐντεῦθεν ἡ ῥηθησομένη δικανικὴ ἔκφρασις, ἵνα λέγῃ ὅτι ἐνταῦθα ἑτέρωθί που τῆς ἀσπίδος λαοὶ συνῆλθον δικανικῶς, «ἔνθα δὲ νεῖκος ὀρώρει» καὶ ἑξῆς. Ὅρα δὲ τὸ «δαΐδων ὑπολαμπομενάων», τὸ καὶ ἀρχαῖον καὶ ἁπλοῦν καὶ εὐπόριστον, ὃ καὶ εἰσέτι πολλοῖς ἐπιχωριάζει. αἱ γὰρ διὰ κηρίου ἀνάψεως πομπαὶ τῆς ὕστερον πολυτελείας εὕρημα. Ἔκπαλαι μέντοι δᾷδες ὑπούργουν εἰς φῶτα σπουδαῖα καὶ εἰς αὐτὰς ἑορτάς, ὡς δῆλον ἐκ τοῦ παρʼ Ἀττικοῖς δᾳδουχεῖν καὶ τῶν παρʼ αὐτοῖς δᾳδούχων, οἳ δοκιμαζόμενοι ἐπεστάτουν ταῖς δᾳδουχίαις. εἰ δὲ καὶ ἔλαιον ἐκ δᾴδων ἐπορίζοντο εἰς πυρὸς ἄναψιν, οἴδασιν οἱ περιτυχόντες. Ὑμέναιος δὲ γαμήλιος ᾠδή. ἐσχημάτισται δὲ τὸ «πολὺς ὑμέναιος ὀρώρει» ὡς τὸ «πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει». ἐρεῖ δὲ καὶ μετʼ ὀλίγα «ἔνθα δὲ νεῖκος ὀρώρει» γίνεται δὲ ἡ λέξις ἢ παρὰ τὸ ὑμνεῖν ὡς οἷον ὕμναιός τις, ἢ παρὰ τὸ ὁμοῦ ναίειν τοὺς νυμφίους ὡς οἷον ὁμόναιος, ἢ παρὰ τὸν παρθένειον ὑμένα, ὡς παραδηλοῖ καὶ τὸ «ὑμὴν ὦ, ὑμέναιε ὦ» παρὰ τῷ Κωμικῷ. Οὗ δὴ διαλέπτου ὑμένος χρῆσις καὶ παρὰ τῷ Δειπνοσοφιστῇ ἐν τῷ «ἐξήλαυνόν τινες τὸν ἄργυρον εἰς ὑμένος ἰδέαν», ἤγουν ἄγαν ἐλαύνοντες. λεπτότατον ἐποίουν ὑμένος δίκην. δῆλον δʼ ὅτι κἀνταῦθα ἡ ἐξ πρόθεσις ἐπίτασιν ἐδήλωσεν. καὶ ἄλλως δὲ ὑμέναιος ἀπὸ Ὑμεναίου, νεανίου τινὸς Ἀργείου, ὃς παραπλέων Ἀθήνας ἔπαυσε βίαν, ἣν λῃσταὶ Πελασγοὶ ἐπῆγον παρθένοις Ἀττικαῖς, αἳ γάμῳ νομίμῳ ὕστερον ἐκδοθεῖσαι ᾠδὴν ᾖσαν ἐπʼ αὐτῷ, ἣν ὁμωνύμως ἐκάλουν ὑμέναιον. καὶ ἐξ αὐτοῦ πᾶς ὁ ἐν γάμῳ ὕμνος ὑμέναιος. Ἕτεροι δὲ περικαλλῆ τινὰ νεανίαν ἱστοροῦσιν Ὑμέναιον πρὸ ὥρας θανόντα, καὶ εἶναί τινα λόγον αὐτοῦ ἐν τοῖς γάμοις, ὃν καλεῖσθαι ὑμέναιον. Ἰστέον δὲ καὶ ὅτι τὸ «ὑμέναιος ὀρώρει» ἐγράφη οὐχʼ ὅτι ἐξηκούετο, ἀλλʼ ὅτι τῷ σχήματι τῆς ζωοπλαστίας οὕτως ἐῴκει. τοιοῦτον δὲ καὶ ἑξῆς τὸ «αὐλοὶ βοὴν ἔχον», καὶ τὸ «ἄνδρες ἐνείκεον», καὶ «λαοὶ ἐπήπυον», καὶ «πάϊς ἄειδε λεπταλέῃ φωνῇ», καὶ «βόες ἐπεσσεύοντο μυκηθμῷ», καὶ ἕτερα ὅμοια. ἐν πᾶσι γὰρ τούτοις οὐ φωνὴ ἐξηκούετο, εἰ καὶ ὁ φίλος Ἡφαίστῳ μῦθος οὕτως ἐθέλει, ἀλλʼ εἰκασμῷ ἐνέφαινε φωνὴν ἡ τῶν ζῴων ἀκριβὴς ἐμφέρεια. Τὸ δὲ «ὀρχηστῆρες ἐδίνεον» ἀπὸ δίνου, ὅ ἐστι τόρνου, ληφθὲν ἄριστα ἔχει, καὶ οὐκ ἔστι καιριωτέραν ἑτέραν λέξιν εὑρεῖν ἐπὶ εἰλήσεων ὀρχηστοῦ. Εἰ δὲ πρώτης συζυγίας τῶν περισπωμένων ἐστὶ τὸ ἐδίνεον, ἐξ οὗ τὸ δινεύειν, ἀλλʼ ἔστι καὶ τρίτης, ὡς δῆλον ἐκ τοῦ δινωτοῦ. Ἐν δὲ τῷ «αὐλοὶ φόρμιγγές τε» φασὶν οἱ παλαιοί, ὡς οὐδαμοῦ αὐλοὶ παρʼ Ἕλλησιν. εἰ δὲ καὶ Ἀθηνᾶς εὕρημα ὁ αὐλός, ὡς ἀνωτέρω ἐρρέθη, ἀλλʼ αὐτὴ πάλιν Ἀθηνᾶ κατὰ τὸν τοῦ Φιλοστράτου λόγον χρησαμένη κατέρριψε τὸ εὑρεθέν, ἐπειδὴ τῷ φυσήματι συγχέειν εἶχε τὸ τοῦ προσώπου κάλλος αὐτῇ καὶ ἀπαχρειοῦν. Γίνεται δὲ αὐλὸς ἀπὸ τοῦ αὔειν, ὅ ἐστι βοᾶν, οὗ παρώνυμος ὁ αὐλών, ἐπιμήκης αὐτὸς καὶ παραμήκης τόπος. ὅθεν καὶ δίαυλος καὶ αὐλὸς κατὰ Παυσανίαν τὸ στάδιον. Αἰσχύλος δέ φησι καὶ τὴν τάφρον αὐλῶνα, ἔνθα καὶ φιμοὺς λέγει αὐλωτούς, διὰ τὸ κώδωνας, φησί, προσῆφθαι αὐτοῖς, οἷς ἐμφυσῶντες οἱ ἵπποι ὡς φωνὴν σάλπιγγος προΐεντο. γράφει οὖν οὕτως «ὃς εἶχε πώλους τέτταρας ζυγηφόρους φιμοῖσιν αὐλωτοῖσιν ἐστομωμένας». ὅτι δὲ τῷ αὐλῷ καὶ ἡ αὖλαξ παρωνόμασται, δῆλον ἐκ τῶν παλαιῶν, παρʼ οἷς φέρεται περὶ αὐλῶν καὶ ταῦτα. Παλαιὸν ὁ αὐλὸς καὶ πολυειδὲς καὶ ὡς ἐπὶ πολὺ καλάμινος. παρὰ γοῦν Ἀλεξανδρεῦσιν ἦν μόναυλος κάλαμος, Ὀσίριδος, φασίν, εὕρημα, καλούμενος τιτύρινος τοῖς ἐν Ἰταλίᾳ Δωριεῦσιν, εἴτʼ οὖν σατυρικός. τίτυροι γὰρ Δωρικῶς οἱ σάτυροι. ὁ δὲ μόναυλος καὶ καλαμαύλης, φασί, καὶ ῥαπταύλης ἐλέγετο. ἦν δέ τις καὶ πλαγίαυλος, ὅθεν ἡ κοινὴ γλῶσσα τὸ πλαγιαυλίζειν εἴληφε. Ξενοφῶν δὲ ἱστορεῖ γιγγραΐνους αὐλοὺς σπιθαμιαίους παρὰ Φοίνιξιν ὀξὺ καὶ γοερὸν φθεγγομένους, οἷς καὶ Κᾶρες ἐχρῶντο. ἡ δὲ χρῆσις τοῖς γίγγροις ἐκ τῶν περὶ Ἄδωνιν θρήνων, ὃν Γίγγρην ἐκάλουν οἱ Φοίνικες. ἐλέγετο δέ τις αὐλὸς καὶ μάγαδις ὁ καὶ παλαιομάγαδις, ὀξὺν ἅμα καὶ βαρὺν φθόγγον ἐπιδεικνύμενος. ὅτι δὲ καὶ λώτινοι αὐλοὶ ἀπὸ ξύλου ἦσαν Λιβυκοῦ καλουμένου λωτοῦ, λεγόμενοι φώτιγγες ὑπὸ Ἀλεξανδρέων. ὅθεν καὶ τὸ «φωτίγγια καὶ μοναύλια, κώμων οὐ πολέμων ὄργανα», καὶ ὅτι ἀνετρήθησαν καὶ ἐλεφάντινοι αὐλοὶ παρὰ Φοίνιξι, καὶ ὅτι καὶ νεβροῦ κῶλα ἐποίουν αὐλούς, οἳ Θηβαίων ἦσαν εὕρημα τῶν κατʼ Αἴγυπτον ἴσως, ἐπεὶ καὶ Ἰόβας ὁ τοῦτο ἱστορῶν Λίβυς ἦν, καὶ ὅτι καὶ ὕδραυλις ἦν μουσικὸν ὄργανον εὕρημα, φασί, Κτησιβίου, κουρέως Ἀλεξανδρέως, ἣν ὁ ἑρμηνεύων Ἀθήναιος ἐμπνευστὴν λέγει, φάμενος καὶ ὅτι τὸ ὑδραυλικὸν ὄργανον κατὰ κλεψύδραν ἐστίν, ἐπὶ τοσοῦτον εἰρήσθω. Τὸ δὲ «βοὴν ἔχον» ἀντὶ τοῦ ἐβόων, θαυμασίως πέφρασται, καὶ ἔστι δοκιμάσαι, ὡς οὐδὲν ῥῆμα ἐπαχθὲν αὐτὸ καθʼ αὑτό, οἷον αὐτὸ δὴ τὸ ἐβόων ἢ ἤχουν ἢ ἤειδον ἢ ἄλλο τι, κάλλιον ἐκφωνηθήσεται τοῦ «αὐλοὶ φορμιγγές τε βοὴν ἔχον». Καὶ ὅρα ὡς καὶ μελικοῖς ὀργάνοις ἡ βοὴ ἐπιλέγεται. Ὦν δὴ ὀργάνων, τῶν κατὰ μοῦσαν δηλαδὴ καὶ μέλος, οὐ μόνον διάφορα εἴδη ἔστιν εἰπεῖν, ἀλλὰ καὶ ἔκφυλα κατὰ τὸν Ἀθήναιον, ἐν οἷς καὶ πηκτίδες καὶ μαγαδίδες καὶ σκινδαψοὶ καὶ πανδοῦρα, ἣν κατεσκεύαζον, φασί, Τρωγλοδύται ἐκ τῆς κατὰ θάλασσαν φυομένης δάφνης. Ὅτι δὲ τοῦ εἰρημένου αὐλοῦ ὑποκοριστικόν ἐστιν ὁ αὐλίσκος, καὶ ὅτι καὶ αὐλὸς αἵματος λέγεταί που καθʼ ὁμοιότητα μεταφορικῶς, καὶ ὅτι ἐκεῖθεν παρὰ Σοφοκλεῖ μὲν βοὴ πάραυλος ἡ ἐξισουμένη αὐλῷ ἢ κατὰ θρηνῳδίαν ἢ διὰ τὸ τρανές, παρʼ ἑτέρῳ δέ τινι μέλος πάραυλον τὸ ἀπῳδόν, κατὰ τὸ «ὑπὸ ἐμφύτου γαστριμαργίας καὶ ἡδυλογίας ἀναπέμπει μέλη πάραυλα» οὐκ ἂν εἴη περιττὸν ἐνταυθοῖ παραπεπῆχθαι. Τὸ δὲ «αἱ γυναῖκες ἑκάστη» ἀστειότερον τοῦ γυναικῶν ἑκάστη, ἔστι δὲ Ἀττικόν. Ὅτι τὴν προσεχῶς ῥηθεῖσαν δικηγορίαν ἐκφράζων ὁ ποιητής φησιν «ἔνθα δὲ νεῖκος ὀρώρει», ὡς καὶ προεγράφη, «δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς ἀνδρὸς ἀποφθιμένου· ὃ μὲν εὔχετο πάντʼ ἀποδοῦναι δήμῳ πιφαύσκων, ὃ δʼ ἀναίνετο μηδὲν ἑλέσθαι· ἄμφω δʼ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι. λαοὶ δʼ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί. κήρυκες δʼ ἄρα λαὸν ἐρήτυον. οἱ δὲ γέροντες εἵατʼ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ. σκῆπτρα δὲ κηρύκων ἐν χέρσʼ ἔχον ἠεροφώνων. τοῖσιν ἔπειτʼ ἤϊσσον, ἀμοιβηδὶς δʼ ἐδίκαζον. κεῖτο δʼ ἂρ ἐν μέσσοισι δύο χρυσοῖο τάλαντα τῷ δόμεν, ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι». Καὶ ὅρα δικαστηρίου παλαιοῦ διάθεσιν. θρόνοι τε γὰρ κεῖνται λίθινοι τοῖς ἀθροιζομένοις, ὅπερ οὐκ ἐν δικαστηρίοις μόνον, ἀλλὰ καὶ ὅλως ἐν ταῖς ἀγοραῖς καὶ ταῖς θέαις ἦν, καὶ γέροντες δικάζοντες. Γέροντες δὲ ἢ τῷ χρόνῳ, οἳ συνέσει καὶ πολυπειρίᾳ πραγμάτων προέχουσιν, ἢ καὶ ἁπλῶς ἄλλως ἔντιμοι, κἂν μὴ τῇ ἡλικίᾳ γέροντες εἶεν. Καὶ σκῆπτρα δὲ οὐ μόνον βασιλεῦσιν, ἀλλὰ καὶ δικασπόλοις. ἔστι γὰρ τὸ σκῆπτρον οὐ μόνον βασιλείας, ἀλλὰ καὶ θέμιδος σύμβολον, ὡς καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ εἴρηται. ὁ δὲ τόπος τοῦ δικαστηρίου κύκλος διὰ τὸ πολυχώρητον τοῦ τοιούτου σχήματος, ὅθεν καὶ Σοφοκλῆς «κυκλόεντα θρόνον ἀγορᾶς» λέγει. καὶ κήρυκες δʼ ἐνταῦθα, οἷς ἔργον κηρύσσειν τε εἰς ἀγορὴν καὶ κατασιγάζειν θορυβοῦντα ὄχλον, ὡς πολλαχοῦ δηλοῦται, καὶ τὰ σκῆπτρα δέ, ὥσπερ τὰ τῶν βασιλέων, οὕτω καὶ τὰ τῶν δικαστῶν, τέως μὲν ἔχειν, ἐν καιρῷ δὲ χειρίζειν αὐτοῖς. καὶ οἱ δικασταὶ δὲ σκήπτροις ἀΐσσουσιν, ὡς τὰ σκῆπτρα τοῖς λόγοις συνδιαφέροντες. οὔπω γὰρ ἀνέδην χεῖρας ἐκίνουν. ἐσχημάτιζον οὖν τοῖς σκήπτροις, ὡς καὶ ἡμεῖς χειρονομοῦμεν πολλάκις ἐν τῷ λέγειν. Ὀδυσσεὺς οὖν ἐπεὶ δημηγορῶν ποτε ἀκίνητον εἶχε τὸ σκῆπτρον, ἀμαθίας δόξαν ὑπέβαλε τοῖς Τρωσὶ καὶ ζάκοτος ἔδοξε. Κεῖται δὲ καὶ μισθός, ὡς προερρέθη, δικαστῇ τὰ δύο τοῦ χρυσοῦ τάλαντα δικαιοκρισίας ἆθλον, ἐπὶ δικαιοσύνην προκαλούμενα. εἰ μή τι ἄρα ἢ τῷ τεχνικῶς δημηγορήσαντι δικηγόρῳ κεῖνται μισθὸς κατὰ τοὺς παλαιούς, ἢ τῶν δικαζομένων τῷ μὴ ψευσαμένῳ, ὡς προστιμωθέντος τοῦ ψευσαμένου. Ἰστέον δὲ ὅτι καὶ ἄλλη τις ἦν ἐν τοῖς τοιούτοις δόσις χρημάτων. καὶ ἐλέγετο τὰ τοιαῦτα χρήματα ὑποφόνια, διδόμενα τοῖς φόνου κατηγοροῦσιν, ἵνα μὴ ἐπεξέλθωσι. καὶ ταῦτα μέν, ὡς ἐν ἐπιτόμῳ, δικαστηρίου παλαιοῦ διάθεσις. ἦν δὲ παλαιὸν ἔθος καὶ τὸ ποινήν ἔστιν ὅτε δίδοσθαι ὑπὲρ φόνου καὶ μὴ ἀνάγκην εἶναι φεύγειν ἀεὶ τὴν πατρίδα τὸν πεφονευκότα. ἔφη γὰρ «δύο ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς ἀνδρὸς ἀποφθιμένου». καὶ ἔστιν ἐνταῦθα μάλιστα κυρία λέξις ἡ ἐπὶ φόνῳ ποινή, ἐκ τοῦ φόνου γινομένη. Καὶ «ὃ μέν, φησίν, “ηὔχετο πάντʼ ἀποδοῦναι”, ἤγουν χρεωστικῶς δοῦναι, χρέος γάρ τι καὶ ἡ ποινή. ὁ δὲ ἀπαιτῶν τὴν ποινὴν ἔλεγε μηδὲν ἑλέσθαι. Ἰστέον δὲ ὅτι τὸ “νείκεον εἵνεκα ποινῆς” διασαφητικόν ἐστι τοῦ “νεῖκος ὀρώρει”, ὅπερ οὐ μόνον μάχην δηλοῖ, ἀλλὰ καὶ ἕτερα εἴδη στάσεων. Τὸ δὲ “δήμῳ πιφαύσκων” ὡς ἐν δημοκρατίᾳ τὴν δίκην ὑποτίθεται λέγεσθαι, ὁποία καὶ ἡ τῶν Ἀθηναίων πολιτεία. Ἴστωρ δὲ ἢ ὁ μάρτυς παρὰ τὸ εἰδέναι, ἐφʼ οὗ καὶ ὁ ἴδρις, καὶ παρὰ τὸ ἴσημι, τὸ γινώσκω, ἵνα δηλοῖ τὸν ἐπιστήμονα μάρτυρα. ἢ ὁ κριτὴς διὰ τὸ ἐπίστασθαι καὶ αὐτός. Τὸ δὲ “πεῖραρ ἑλέσθαι” ἀρετὴν δηλοῖ καὶ μάρτυρος καὶ κριτοῦ ἀγαθοῦ, οἳ πέρας οἴδασι τιθέναι τοῖς πράγμασιν. Ἰστέον δὲ ὅτι ὁ Ὁμηρικὸς ἴστωρ καὶ ἰδύος ἐλέγετο παρὰ τοῖς παλαιοῖς ἐν διφορουμένη γραφῇ. Παυσανίας γοῦν ἐν οἷς ἔγραψε κατὰ στοιχεῖον, ἐν μὲν τῷ ε στοιχείῳ γράφει εἰδύοι· μάρτυρες, ἐν δὲ τῷ ι ἰδύους· μάρτυρας, συνίστορας. δῆλον δὲ ὅτι ὁ συνίστωρ σύστοιχόν ἐστι τῷ ἴστορι. εἰ δὲ διφορεῖ τὴν γραφὴν καὶ αὐτός, καινὸν οὐδέν. ὅτι δὲ ἰδύους καὶ Δράκων καὶ Σόλων τοὺς μάρτυράς φησιν, Αἴλιος Διονύσιος ἱστορεῖ. Οἱ δὲ ἀμφοτέρωθεν ἐπηπύοντες ἀρωγοὶ λαοὶ δικηγόροι, ὡς εἰκός, εἰσιν ἢ καὶ κοινὸς ὄχλος, ὁποῖα τὰ τῶν δημοκρατουμένων. Κάλλους δὲ ποιητικοῦ παρίσωσις τὸ “ἐπήπυον” καὶ τὸ “ἐρήτυον”. Ξεστοὶ δὲ λίθοι οἱ χειρόκμητοι καὶ μὴ εἰκῇ κείμενοι ἢ οἱ εὔξεστοι. λέγοιντο δʼ ἂν οἱ τοιοῦτοι θῶκοι καὶ ἐλαίῳ στίλβειν διὰ τὸ εὖ ἐξέσθαι. Ἱερὸς δὲ κύκλος ὁ τῆς ἀγορᾶς διὰ τὴν ἐν αὐτῇ θέμιν καὶ δίκην, ὧν ἱερόν τι ὁ τοιοῦτος εἶναι κύκλος δηλοῖ. συντελεῖν δέ τι ἐνταῦθα φανεῖται καὶ τὸ “ἱράων προπάροιθε καθήμενοι”, ὃ ἐν τοῖς ἑξῆς κεῖται. ὅτι δὲ κυκλοτερὴς ἡ ἀγορά, ἐν ᾗ καὶ ἡ βουλή, δῆλον καὶ ἐκ τοῦ “ὀλιγάκις ἄστυ κἀγορᾶς χραίνων κύκλον”. Τὸ δὲ “σκῆπτρα κηρύκων ἐν χερσὶν ἔχον” στρυφνῶς πέφρασται. χρὴ μὲν γὰρ σκῆπτρα ἔχειν τοὺς δικαστάς. καθήμενοι δὲ πάντως οὐκ ἔχουσιν. ἀΐσσοντες γάρ, ὅ ἐστιν ἀνιστάμενοι, κρατοῦσιν αὐτά. ἔχουσιν οὖν τὰ τούτων σκῆπτρα περιεστῶτες οἱ κήρυκες. εἰ τοίνυν οἱ κήρυκες τὰ ἐκείνων ἀναγκαίως ἑστῶτες κρατοῦσιν, ἔχουσιν ἄρα οἱ δικασταὶ τὰ σφῶν σκῆπτρα ἐν χερσὶ κηρύκων. καὶ δῆλον ὡς ἄλλως μὲν ἔχουσιν αὐτὰ ἑστηκότες, κρατοῦσι γὰρ αὐτοὶ χειριζόμενοι, ἄλλως δὲ ἔχουσι τὰ τοιαῦτα ἐν χερσὶ κηρύκων. κέκτηνται γὰρ ὡς οἰκεῖα ὄντα. Ἰστέον δὲ ὅτι ἐκ τοῦ σκῆπτρα ἔχειν ὁ σκηπτοῦχος σύγκειται, ἀποδραμόντος τοῦ ρ διὰ καλλιφωνίαν. εἶεν δʼ ἂν σκητοῦχοι οὐχʼ οἱ κήρυκες, εἰ καὶ ἔχουσι σκῆπτρα δικαστικά, οἱ δικασταὶ δὲ μάλιστα συνήθως λέγοιντʼ ἂν σκηπτουχεῖν κατὰ τὸ “σκηπτοῦχοι βασιλῆες”. ὅτι δὲ βασιλεῖς καὶ οἱ δικασταί, δηλοῖ καὶ Ἡσίοδος ἐν τῷ “ὧδʼ αἶνον βασιλεῦσʼ ἐρέω”. Ἠεροφώνους δὲ κήρυκας Ὅμηρος κἀνταῦθα εἰπὼν τὸν κατὰ Ζήνωνα τῆς φωνῆς ὅρον προϋπέβαλεν, εἰπόντα “φωνή ἐστιν ἀὴρ πεπληγμένος”. Ἐν δὲ τῷ “ἔπειτα ἤϊσσον” ἀργὸν τὸ “ἔπειτα” καθʼ ὁμοιότητα τοῦ δή. οὐ γὰρ δύναται οὐδʼ ἐνταῦθα τὸ μετὰ ταῦτα δηλοῦν. Ἰστέον δὲ καὶ ὅτι ἐν τοῖς Αἰλίου Διονυσίου φέρεται καὶ ὡς Ἀττικὰ μὲν τὸ εἶτα καὶ ἔπειτα. τὸ δὲ εἶτεν, φησί, καὶ ἔπειτεν Ἰακά. διό, φησί, καὶ παρʼ Ἡροδότῳ κεῖνται. Τὸ δὲ “ἀμοιβαδὶς δʼ ἐδίκαζον” ἀντὶ τοῦ ἐναλλάξ, πρῶτον ἀνιστάμενος οὗτος, εἶτα ἐκεῖνος, μεθʼ οὓς ἄλλος, ἢ ἀμοιβαδὶς ἀντὶ τοῦ κατὰ λαχμόν τινα καὶ κλῆρον ἄλλοτε ἄλλος, ὡς ἐν τῷ κατʼ Ἀθήνας δήμῳ ἐγίνοντο, καθὰ δηλοῖ καὶ ὁ τῶν Ἀττικῶν ἐθῶν διδάσκαλος Κωμικός. Τὸ δὲ “ἰθύντατα” ὡς ἐκ τοῦ ἰθύνω ἔχει τὸ ἀμετάβολον. ἄλλως γὰρ ἐκ τοῦ ἰθύς ἰθύτατα ὤφειλεν εἶναι καθʼ ὁμοιότητα τοῦ εὐθύς εὐθύτατος καὶ τῶν ὁμοίων. Ὅτι τὴν εἰρηνεύουσαν πόλιν φράσας, ὡς ἐρρέθη, ὁ ποιητὴς τὰ περὶ τῆς δευτέρας οὕτω φράζει “τὴν δʼ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοῖ εἵατο λαῶν, τεύχεσι λαμπόμενοι. δίχα δέ σφισιν ἥνδανε βουλή, ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι κτῆσιν, ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν. οἳ δʼ οὔ πω πείθοντο, λόχῳ δʼ ὑπεθωρήσσοντο. τεῖχος μέν ῥʼ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα ῥύατʼ ἐφεσταότες, μετὰ δʼ ἀνέρες, οὓς ἔχε γῆρας. οἳ δʼ ἴσαν· ἦρχε δʼ ἄρα σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη, ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην, καλὼ καὶ μεγάλω, σὺν τεύχεσιν, ὥς τε θεώ περ ἀμφὶς ἀριζήλω· λαοὶ δʼ ὑπʼ ὀλίζονες ἦσαν. οἳ δʼ ὅτε δή ῥʼ ἵκανον, ὅθι σφίσιν εἶκε λοχῆσαι ἐν ποταμῷ, ὅθι τʼ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν, ἔνθʼ ἄρα τοί γε ἵζοντʼ εἰλυμένοι αἴθοπι χαλκῷ. τοῖσι δʼ ἔπειτʼ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν δέγμενοι, ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς. οἳ δὲ τάχα προγένοντο, δύω δʼ ἅμʼ ἕποντο νομῆες τερπόμενοι σύριγξι, δόλον δʼ οὔ τι προνόησαν. οἳ μὲν προϊδόντες ἐπέδραμον, ὦκα δʼ ἔπειτα τάμνοντʼ ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ ἀργεννῶν ὀΐων, κτεῖνον δʼ ἐπὶ μηλοβητῆρας. οἳ δʼ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν ἱράων προπάροιθε καθήμενοι, αὐτίκʼ ἐφʼ ἵππων βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δʼ ἵκοντο. στησάμενοι δʼ ἐμάχοντο μάχην ποταμοῖο παρʼ ὄχθας”, ἣν καὶ ἐκφράζει εὐθὺς ἐν στίχοις ἑπτά, οἳ ἐφεξῆς δηλωθήσονται. Ἰστέον δὲ ὅτι δύο στρατοὺς ἐνταῦθά τινες μὲν μιᾷ πόλει καὶ ἀμφοτέρους ἐπελθόντας φασίν, ὡς προερρέθη νοεῖν ὁ Κερκυραῖος σοφός, ἕτεροι δὲ τὸν μὲν ἕνα πολέμιον πάνυ τοῖς ἐν τῇ πόλει, τὸν δὲ ἕτερον οὐ λίαν τοιοῦτον. τὸ δὲ ὅλον εἰπεῖν, πάνυ τετάρακται ἡ τοιαύτη ὅλη ἔννοια, καὶ διόλου ἔχει τὴν ἀμφιβολίαν, ὡς δεικνύουσιν οἱ παλαιοί, δεξιώτατα συμβιβάζοντες τὰς διαφόρους ἐννοίας. Καὶ σημείωσαι καὶ τὸν τόπον τοῦτον μάλιστα, εἴπερ τινὰ ἄλλον, εἰς ἀμφιβολίας παράδειγμα. φαίνεται γὰρ ἐνταῦθα μία μὲν ἔννοια τοιαύτη τις, ὡς οἱ μὲν πολέμιοι ἐζήτουν δάσασθαι τὰ τῆς πόλεως, εἰ μὴ βούλονται οἱ πολῖται πορθηθῆναι. αὐτοὶ μέντοι οὐκ ἐπείθοντο, ἀλλʼ ἡτοιμάζοντο εἰς λόχον καὶ τὸ τεῖχος τῇ ἀχρήστῳ ἡλικίᾳ φυλάσσειν ἐπιτρέψαντες καὶ ἀφικόμενοι εἰς τὸν ποταμόν, ὅπου ἠρδεύοντο τὰ βοτά, ἐκρύπτοντο καθίσαντες δύο σκοποὺς κατὰ τῆς ἤδη γενομένης λείας τῶν πολεμίων. καὶ οἱ πολέμιοι ἦλθον. δύο δὲ ἦσαν ποιμένες αὐτοῖς, τὰ ληϊσθέντα μὲν ζῷα ποιμαίνοντες, τὸν λόχον δὲ οὐ προϊδόμενοι. ἐπιδραμόντων δὲ τῶν πολιτῶν τοῖς ποιμνίοις, πυθόμενοι οἱ πολέμιοι ἐν ὅσῳ ἔτι ἐβουλεύοντο, αὐτίκα ἐφʼ ἵππων βάντες ἱστῶσι μάχην παρὰ τῷ ποταμῷ. καὶ αὕτη μὲν μία ἔννοια τοῦ κατὰ τὴν δευτέραν πόλιν χωρίου. Ἑτέρα δέ τις τοιαύτη, ὡς οἱ μὲν πολέμιοι ἐβούλοντο τὰ σφίσιν, ὡς ἐρρέθη, δοκοῦντα περὶ τῆς πόλεως. τῶν δὲ πολιτῶν μὴ πειθομένων λόχῳ ὑπεθωρήσσοντο οἱ ἀντίμαχοι παρὰ τῷ ποταμῷ καὶ ἐκάθισαν σκοπούς, προσδεχόμενοι τὰ ζῷα τῶν πολιτῶν, πότε ἂν ἔλθωσι πιόμενα, τῶν δὲ ἐλθόντων ἀγνοίᾳ τοῦ λόχου ἐπιδραμόντες οἱ πολέμιοι τά τε ζῷα ἔταμνον καὶ τοὺς νέμοντας ἔκτεινον, οἱ δὲ πολῖται βουλευόμενοι μέν, μαθόντες δὲ ταῦτα, βοηθοῦσι τὴν ταχίστην, καὶ μάχη γίνεται. αὕτη καὶ ἡ δευτέρα ἔννοια. Ἡ δὲ τρίτη ὧδέ πως ἔχει. διχῇ τοῖς πολεμίοις στρατοῖς ἥνδανε βουλή, τοῖς μὲν πορθῆσαι τὴν πόλιν, τοῖς δὲ ἀφεῖναι μὲν ἀπόρθητον, μερίσασθαι δὲ τὰ ἐκείνης ἐκ συμβάσεως κοινῆς. ἐπεὶ δὲ ὁ εἷς στρατὸς οὐκ ἐπείθετο τοῖς τοῦ ἑτέρου, γίνεται λόχος. καὶ ἡ μὲν πόλις φυλάσσεται, καὶ ὁ τῆς πόλεως στρατὸς ἔξεισιν, ὡς εἰκός, κατὰ τὸ σιωπώμενον. τῶν δὲ δύο ἐκείνων στρατῶν ὁ ἕτερος λοχῶσι παρὰ τῷ ποταμῷ κατὰ τῶν συστρατευσαμένων καὶ ληΐζονται τὰ ἐκείνων, πρότεροι ἐπιδραμόντες, οἱ δὲ πυθόμενοι ἀνθορμῶσι. καὶ οὕτω δηλαδὴ μένει ἀπαθὴς ἡ πόλις, ὡς τῶν δύο στρατῶν ἐκπολεμωθέντων ἑαυτοῖς. Σημείωσαι οὖν ὅπως ὁ ποιητὴς ἐνταῦθα στρυφνῶς γράψας καὶ δεινώσας τὴν φράσιν ταῖς συχναῖς ἀντωνυμίαις, τῷ “οἳ μέν” καὶ “οἳ δέ” καὶ τοῖς ὁμοίοις, εἰς ἀσάφειαν τὸν λόγον περιήγαγεν, ὡς ἐντεῦθεν τὸ χωρίον τοῦτο μερισθῆναι εἰς τριπλῆν ἔννοιαν. Ὅρα δὲ ὅτι τὸ “πάντα δάσασθαι” ἡρμήνευσεν εἰπών· κτῆσιν ὅση τις ἦν ἔσω. ἣν καὶ ἐπήρατον λέγει, οὐχʼ ὅτι νῦν ἐν τῷ δαιδάλματι τοιαύτη φαίνεται, ἀλλʼ ὅτι πραγματικῶς τοιαύτην εἶναι χρὴ τὴν μερισθησομένην κτῆσιν. ἴσως δὲ τοῦ πτολιέθρου μᾶλλον ἐπίθετόν ἐστι τὸ ἐπήρατον διὰ τὸ χρυσέας ὕλης εἶναι. Ἐέργειν δὲ καὶ νῦν τὸ συγκλείειν, ἤτοι περιέχειν. Τὸ δὲ “οὔ πω πείθοντο” οὐκ ἐξ ἀνάγκης χρονικῶς ἐρρέθη ὡς μελλόντων ὕστερον πεισθῆναι, ἀλλὰ δύναται νοεῖσθαι ἁπλῶς καὶ ἀντὶ τοῦ οὐκ ἐπείθοντο, ὥς που καὶ ἀλλαχοῦ κεῖται τὸ “ἐπεὶ οὔ πω πάντες ὁμοῖοι”. καίρια δὲ πάρισα ἐν ἑνὶ στίχῳ τὸ “πείθοντο” καὶ “ὑπεθωρήσσοντο”. Ἔστι δὲ τὸ “ὑπεθωρήσσοντο” ἀντὶ τοῦ κρύφα καὶ δολίως ὡπλίζοντο. δόλος γάρ τις ὁ λόχος. διὸ καί φησι “δόλον δʼ οὔ τι προνόησαν”. διὸ καὶ ἵζονται οἱ λοχῶντες, καὶ λόχον καθίζειν λέγεται ὁ λοχαγός. καὶ ἔστιν οἰκεῖον ἐπὶ δολιευομένων εἰπεῖν τὸ “οἳ δʼ οὔ πω πείθοντο, λόχῳ δʼ ὑπεθωρήσσοντο”. ἔχει δέ τινα ὁμοιότητα πρὸς τὸ ὑπεθωρήσσοντο καὶ τὸ ὑφαιρεῖν καὶ τὸ ὑφελέσθαι, ἃ καὶ αὐτὰ δόλον δηλοῖ, κλεπτικὸν μέντοι ἐκεῖνα. Ἐν δὲ τῷ “τεῖχος μὲν ἄλοχοί τε” καὶ ἑξῆς, ἐμφαίνεται δεῖν μηδὲ τὰς γυναῖκας τῶν πολεμικῶν ἔργων ἀμαθεῖς ἀφεῖσθαι, καὶ τὰ νήπια δὲ ὡς οἷόν τε πωλοδαμνεῖν εἰς τοὺς ὑπὲρ τῆς πατρίδος κινδύνους. καὶ ἔστι ταῦτα τῶν ἐπὶ Ἕκτορος προρρηθέντων προμηθέστερα καὶ γενναιότερα. ὁ μὲν γὰρ ἐν τῇ θʹ ῥαψῳδίᾳ παῖδας πρωθήβας καὶ πολιοκροτάφους γέροντας κελεύει περὶ τὸ ἄστυ λέξασθαι, τὰς δὲ γυναῖκας ἐν μεγάροις πῦρ καίειν καὶ φυλάσσειν. ὁ δὲ ὁπλοποιὸς οὗτος πρὸς τοῖς πρεσβυτέροις καὶ τὰς ἀλόχους καὶ τὰ νήπια τῷ τείχει πρὸς φυλακὴν ἐφιστᾷ, διδάσκων μὴ ὀκνεῖν μηδὲ τὰς γυναῖκας, ἀλλʼ ἀνδρεῖα ἔστιν οὗ ἐπιτηδεύματα καθηκόντως παιδεύεσθαι, ὁποία τις καὶ ἡ Ἀνδρομάχη, καὶ τοὺς παῖδας δὲ ἐκ νηπίων ὡς οἷόν τε συνεθίζειν πόνων τοῖς τεκοῦσι κοινωνεῖν. Πλάτων οὖν ἐν Νόμοις ἀξιῶν καὶ γυναῖκας γυμνάζεσθαι τὰ πολεμικὰ παρʼ Ὁμήρου τὴν ὑποθήκην ἔχει μαθών. καὶ Σαυροματῶν δὲ αἱ γυναῖκες ἀνδρείαν ἐνδῦσαι στολὴν πολεμοῦσιν. ἔστι καὶ τὰς Ἀμαζόνας εἰς συγκρότησιν τοῦ λόγου παραλαβεῖν, Ῥοδογούνην δέ τινα καὶ Ἀταλάντην καὶ ἥτις ἄλλη τῶν καθέκαστα γυνὴ ἀνδρεία, περιττὸν ἱστορεῖν. ὅλως γάρ, ἐπειδὴ τοῖς παιδουργοῖς μορίοις ἀνὴρ διενηνόχατον καὶ γυνή, τῇ φύσει δὲ οὐδέν, οὐκ ἀπεικὸς ἐπὶ τοῖς αὐτοῖς ἀμφοτέρους εὐδοκιμεῖν. Τὸ δὲ ῥύειν ἢ ῥύεσθαι νῦν μὲν συνήθως Ὁμήρῳ ἐπὶ τοῦ φυλάσσειν τίθεται. Παυσανίας δὲ καὶ ἐπὶ θυσίας κεῖσθαι τὴν λέξιν λέγει, ὅθεν καὶ ἀναρρύειν φησὶ τὸ θύειν, καὶ ἡ θυσία ἀνάρρυσις. δῆλον δὲ ὅτι καὶ ἐπὶ τοῦ ἕλκειν ἡ λέξις λέγεται, ὡς δηλοῖ καὶ τὸ ῥυστάζειν ἀπʼ αὐτοῦ γεγονός. τοῦτο δὲ τοῦ ε πλεονάσαντος ἐρύειν λέγεται. καὶ ἴσως ἀπὸ τοῦ ῥύειν, τὸ ἑλκύειν, καὶ ἀνάρρυσις ἡ θυσία, ὥσπερ ἀπὸ τοῦ ἐρύειν τὸ ἀνερύειν γίνεται. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἐρύω γίνεσθαι δοκεῖ καὶ τὸ ἀρύω τροπῇ τοῦ ε εἰς α κατὰ τὸ Ἄρτεμις Ἄρταμις. ἐκ δὲ τοῦ ἀρύειν καὶ ὁ παρὰ τῷ Κωμικῷ ἀρύβαλλος καὶ ἡ ἀρύταινα καὶ ἀρύστιχοι καὶ ἀρυσάναι καὶ ἀρυστῆρες. Τὸ δὲ “ἐφεσταότες” συγκείμενον μὲν τῷ “νήπια τέκνα” καινόσχημόν ἐστι, συνταχθὲν δὲ τοῖς ἐφεξῆς κοινόν ἐστι, ἵνα ᾗ “ἐφεσταότες μετὰ δʼ ἀνέρες, οὓς ἔχε γῆρας”, ἤγουν ῥύατο τῆς πόλεως τὸ τεῖχος, ἐφεστῶτες καὶ οἱ ἔξωροι, οἳ οὐκ ἂν εὐφυῶς ἔχειν γῆρας ῥηθεῖεν, ἀλλʼ ἔχεσθαι ὑπὸ γήρως κατὰ τὸν ποιητήν, ὡς οἷά τινες πεδῆται ἢ αἰχμάλωτοι. Καὶ ὅρα τὸ “οὓς ἔχε γῆρας”, περιφρασθὲν ἀντὶ τοῦ γέροντες. καὶ ἄλλως δὲ σαφέστερον εἰπεῖν περὶ τοῦ “ῥύατʼ ἐφεσταότες”, τινὲς μὲν συμβιβάζουσι τελείαν στίζοντες εἰς τὸ “ῥύατο”, εἶτα ἐπάγοντες τὸ “σὺν δὲ αὐτοῖς”, ὡς ἐρρέθη, ἑστῶτες καὶ οἱ γέροντες. Ἕτεροι δέ φασιν Ἀλκμανικῷ ἐοικέναι σχήματι. προαποδέδοται γὰρ τὸ “ἐφεσταότες” ἀρσενικὸν ὄνομα, πρὶν εἴπῃ τὸ “ἀνέρες”, οἷόν τι καὶ τὸ “Πυριφλεγέθων τε ῥέουσι Κωκυτός τε”, καὶ “ἐὰν Ἄρης ἄρχωσι μάχης καὶ Φοῖβος”. καὶ ἐν τούτοις γὰρ ἡ μετοχὴ προεκπεφώνηται, ἣν ἔδει ἐπάγεσθαι. Ἄλλοι δὲ παράγουσι σχήματα ὅμοια Ὁμηρικὰ ἐν θηλυκῷ σημαινομένῳ ἀρρενόφωνα οἷον “κλυτὸς Ἱπποδάμεια”, “θῆλυς ἀϋτμή”, “ὀδμὴ ὀλοώτατος”, “ὄπα χάλκεον”, “ἁλὸς πολιοῖο”, καὶ ἐπὶ δυϊκῶν δὲ “πληγέντε κεραυνῷ”, ἀντὶ τοῦ πληγεῖσαι. οὕτως οὖν, φασί, καὶ ὧδε ἄλοχοι καὶ νήπια τέκνα φύλασσον ἐφεσταότες. Καὶ ἄλλως δέ, φασί, τῷ “νήπια τέκνα” συνακούεται τὸ ἄρρεν, “οἱ παῖδες”, ὡς καὶ ἐν ἄλλοις γίνεται. τοιοῦτον καὶ τὸ “νεφέλη δέ μιν ἀμφιβέβηκε, τὸ μὲν οὔποτʼ ἐρωεῖ”. πρὸς τὸ νέφος γὰρ ἡ ἀπόδοσις τῇ νεφέλῃ ἀντιφωνούμενον, καὶ πάλιν “βοῦν ἀζαλέην, τό μοί ἐστι” πρὸς γὰρ τὸ σάκος ἡ ἀναφορά, καὶ “εἰροπόκοις ὀΐεσσι, τὰ δʼ ἐρῆμα φοβεῖται”. πρὸς τὰ πρόβατα γὰρ ἢ τὰ πώεα ἀναφέρει τὸ σχῆμα. τοιοῦτον καὶ τὸ “δίχα πάντα δάσασθαι κτῆσιν, ὅσην πόλις ἐντὸς ἐέργει”. Τὸ δὲ “ἄμφω χρυσείω” ἕως τοῦ “ἀμφὶς ἀρηζήλω” μεγάλοις ἐπιπρέπει στρατιωτικοῖς προσώποις πομπικῶς ἔχουσιν. ἔστι δὲ καὶ ἐνταῦθα τὸ “ἀμφίς” οὐκ αὐτόχρημα ἀντὶ τοῦ ἄμφω, ἀλλὰ συνήθως ἀντὶ τοῦ ἀμφοτέρωθεν, Ἄρης μὲν ἐκεῖθεν, Ἀθηνᾶ δὲ ἔνθεν. Τὸ δὲ “λαοὶ ὀλίζονες” πρὸς πιθανότητα κεῖται, ὡς ἄλλως ἀπίθανον ὂν μυριοπληθῆ στρατὸν ἐνθέσθαι τῇ ἀσπίδι ἐχούσῃ πολυειδῆ ἀγάλματα. Ὅρα δὲ τὸ ὀλίζονες ἐπὶ πλήθους, ἤγουν διωρισμένου ποσοῦ τεθὲν καὶ ἐνταῦθα. τὸ μέντοι ὀλίγον ἐν Ὀδυσσείᾳ ἐπὶ μεγέθους τέθειται ἐν τῷ “ὀλίγος καὶ οὐτιδανός”, τουτέστι τὴν ἡλικίαν μικρός. λέγεται δὲ καὶ ἐπὶ ἀσωμάτων πραγμάτων ἡ λέξις, οἷον “ὀλίγος δέ μοι θυμὸς ἐνῆεν”, καὶ “ὀλίγη δὲ ἀνάπνευσις πολέμοιο”. Ἐν δὲ ῥητορικῷ λεξικῷ Αἰλίου Διονυσίου φέρεται καὶ ὄλιον τὸ ὀλίγον. φησὶ γάρ· ὀλίγον. τὸ δὲ ὄλιον ἢ βάρβαρον ἢ Ἰακόν. τοῦ δὲ ὄλιζον ἡ χρῆσις καὶ παρὰ Λυκόφρονι. Δοκεῖ δὲ ἡ λέξις Αἰολέων εἶναι. διὸ καὶ προπαροξύνεται τὸ ὄλιζον, οὐ τονούμενον κατὰ τὸ ὀλίγον. Τὸ δὲ “ὅτε δή ῥʼ ἵκανον” φίλως Ὁμήρῳ καὶ αὐτὸ διὰ τοῦ ῥα συνδέσμου ὀγκοφωνεῖται. Τὸ δὲ “εἶκε λοχῆσαι” διὰ διφθόγγου ἔχουσι τὰ τῶν ἀντιγράφων ἀκριβέστερα. καὶ σημαίνει τὸ ἐῴκει καὶ ἔπρεπεν. εἰ δέ που γράφεται διὰ τοῦ η, τὸ καθῆκε σημαίνει. Ἐκ δέ γε τοῦ πρώτου εἶκεν, ἤγουν τοῦ διὰ διφθόγγου, γίνεται τὸ εἰκός, ὥσπερ ἐκ τοῦ ἑτέρου, ἤγουν τοῦ κοινῶς μέσου παρακειμένου, γίνεται τὸ παρὰ Ἡροδότῳ μὲν καὶ τοῖς ὁμοίοις οἰκός, παρὰ δὲ Ἀττικοῖς ἐοικός. Τὸ δὲ “πάντεσσι βοτοῖσι” καινῶς ἐσχημάτισται καὶ οὐ κατὰ τὸ “πάντεσσι βροτοῖσιν”. οὐδετέρου μὲν γὰρ γένους τὸ βοτοῖσι, τὸ δὲ πάντεσσιν ἀρσενικοῦ. καὶ ἔστιν ἀπαγαγεῖν καὶ τοῦτο εἰς τὸ ξενίζον τοῦ κτεάτεσσιν, ἤγουν κτήμασιν, ὃ καὶ ἐν Ὀδυσσείᾳ κεῖται. Τὸ δὲ “εἰλυμένοι χαλκῷ”, ὅ ἐστι κεκαλυμμένοι, οὐκ ἀπέοικε τοῦ εἱμένοι καὶ ἐπιειμένοι. Τὸ δὲ “προγένοντο” οἱ μὲν μεθʼ Ὅμηρον ἐπὶ προλήψεως τιθέασι χρονικῆς, οἷον προεγένοντο τὰ Τρωϊκὰ τῶν Περσικῶν, ὅπερ Ὅμηρος προτετύχθαι λέγει ἐν τῷ “ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν”, ἐνταῦθα δὲ ἀντὶ τοῦ προέκοψαν τῇ ὁδῷ, ἢ ἀντικρὺ καὶ ἔμπροσθεν ἐγένοντο. Σαφέστερον δὲ αὐτοῦ ὡς ἐντελέστερον τὸ “πρὸ ὁδοῦ ἐγένοντο”, ῥηθὲν ἀλλαχοῦ. Ἰστέον δὲ καὶ ὅτι ἐπὶ τῶν ἀπροσδοκήτως ἐν καιρῷ χαρᾶς παθόντων ἐκ δόλου κακόν τι καλὸν εἰπεῖν τὸ ἔπαθον τόδε τι “τερπόμενοι σύριγξι, δόλον δʼ οὔ τι προνόησαν”. Τὸ δὲ “προνόησαν” ἀντὶ τοῦ προῄσθοντο, προέγνων, ἐξ οὗ ἡ κυριολεκτουμένη πρόνοια. Τὸ δὲ “τάμνοντο” ἔχοι ἂν διαφοράν τινα πρὸς τὸ τάμνον. ἐκεῖνο γὰρ καὶ θυτικὴ μάλιστα λέξις ἐστὶ πολλαχοῦ παρὰ τῷ ποιητῇ. Τὰ δὲ μῆλα διαστείλας ἀνωτέρω ἐκ τῶν βοῶν, ὁμοίως δὲ καὶ ἐν τῷ “βοῶν ἀγέλας καὶ πώεα ἀργεννῶν ὀΐων”, ὅμως ἐν τῷ μηλοβοτῆρας συνέλαβεν αὐτὰ συνήθως. ἐκτείνοντο γὰρ οὐ μόνον οἱ τῶν μήλων ποιμένες, ἀλλὰ συλληπτικῶς καὶ οἱ βουκόλοι. πάλιν δὲ αὖ ὑποκαταβὰς ἐν τῷ “πολὺν κέλαδον παρὰ βουσί”, τῷ τῶν βοῶν ὀνόματι καὶ τὰ μῆλα συμπεριείληφε. Τὸ δὲ “ἱράων προπάροιθεν” εἴληπται μὲν ἀντὶ τοῦ ἐκκλησιῶν, ἤγουν τόπων, ἐν οἷς ἐκκλησιάζουσι, καὶ ἔστι ταὐτὸν τῷ ἀγορῶν. ἀμφιβάλλεται δʼ ἐνστατικῶς παρὰ τοῖς παλαιοῖς κατὰ τὴν γραφὴν τῆς ἀρχούσης. φασὶ γὰρ ὅτι εἶρα, ὃ σημαίνει τὴν ἐκκλησίαν καὶ τὴν μαντείαν, ἔτι δὲ καὶ τὸ Κάειρα, ἀμφιβάλλονται. ὁ δὲ τοιοῦτος λόγος τῶν παλαιῶν καὶ ἀπὸ βαρυτόνου εὐθείας ἑνικῆς κλίνει τὸ “ἰράων”. γίνεται δέ, φασί, ἢ ἀπὸ τοῦ εἴρω, τὸ λέγω, ἢ ἀπὸ τοῦ ἱεραὶ εἶναι, καθότι καὶ κύκλος ἀγορᾶς ἱερὸς πρὸ ὀλίγων ἐρρέθη. διὸ καὶ πλεονάζειν μάλιστα ἐν τῷ “ἱράων” τὴν διὰ τοῦ ἰῶτα γραφήν, ἐπεὶ καὶ ἱερὸν ἀληθῶς πρᾶγμα ἡ βουλή. Ἵπποι δὲ ἀερσίποδες οἱ ἀειρόμενοι, ὅ ἐστι κουφιζόμενοι ποσίν, ἢ Ὁμηρικῶς εἰπεῖν, φερόμενοι ὑπὸ ποδῶν. χρήσιμον δʼ ἐνταῦθα καὶ Ἡσιόδου τὸ “ἀερσιπότητος ἀράχνης”. Ἰστέον δὲ καὶ ὅτι ἐκφράσει πολέμου οἰκεῖον τὸ “οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον” ἕως τοῦ “ποταμοῖο παρʼ ὄχθας”. ὡσαύτως καὶ τὰ ἐφεξῆς, πλὴν ὅσον ἐξ ἐκείνων μὲν ὑπεξαιρεθήσεταί τινα ἴσως ῥητά, οἷον τὸ “ἱράων προπάροιθε καθήμενοι”, καὶ τὸ “ποταμοῖο παρʼ ὄχθας”. Τὰ δὲ ἐπαγόμενα πόλεμον αὐτόχρημα φράζει. φησὶ γὰρ “βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν, ἐν δʼ ἔρις, ἐν δὲ κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὴ Κήρ, ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον, ἄλλον τεθνειῶτα κατὰ μόθον ἕλκε ποδοῖιν. Εἶτα φράζων καὶ ὅπως ἐσκεύαστο ἡ Κήρ, ἐπάγει «εἷμα δʼ ἔχʼ ἀμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν», διὰ τὰ ἐν πολέμῳ δηλαδὴ αἵματα. καὶ τάχα ἡ εἰκὼν αὕτη ἔπεισε τοὺς Λάκωνας ἐν μάχῃ χρᾶσθαι ταῖς πορφυρίσιν. ὅτι δὲ Ὁμηρικῷ ζήλῳ καὶ ἡ τοῦ Ἡσιόδου ἀσπὶς τοιαῦτα δαιμόνια ἔχει ὁμιλοῦντα τῇ μάχῃ, ὁ ἐντυχὼν εἴσεται. Εἶτα δηλῶν ὁ ποιητὴς μὴ ἐψυχῶσθαι τὰ ἡφαιστότευκτα ζῷα ἐνταῦθα, καθά τινες πλέον τοῦ δέοντος τερατεύονται, ἐπάγει «ὡμίλευν δʼ ὥς τε ζωοὶ βροτοὶ ἠδʼ ἐμάχοντο, νεκρούς τʼ ἀλλήλων ἔρυον κατατεθνειώτων». ἴσως δὲ καὶ μηχανῇ τινι ἐκινοῦντο, ἔκκρουστα ὄντα καὶ οὐ διόλου προσηλωμένα τῷ σάκει. καὶ οὕτω ἐφάνταζον τοῖς ὁρῶσι τὸ αὐτοκίνητον, ὁποῖον δή τι πλάττει καὶ Αἰσχύλος ἐν τοῖς Ἑπτὰ ἐπὶ Θήβας. Ὅρα δὲ καὶ ἐνταῦθα τὸ ὁμιλεῖν, καιριωτάτην λέξιν ἐπὶ μάχης, ὅτε ὁμοῦ αἱ τακτικαὶ ἶλαι γίνονται. Τὸ δὲ «κατὰ μόθον ἕλκε ποδοῖϊν» ἐσχημάτισται. τὸ γὰρ κοινὸν καὶ ἀκόλουθον ἦν εἰπεῖν ἕλκουσα, ἵνα ἦν οὕτω, ἄλλον ζωὸν ἔχουσα, ἄλλον δὲ ἕλκουσα ποδῶν. Τὸ δὲ «δαφοινεόν» ὀξύνεται ὁμοίως τῷ ἀδελφεός καὶ τοῖς τοιούτοις. πλεονασμὸν γὰρ ἔχει τοῦ ε κατʼ ἐκεῖνα. Τὸ δὲ «αἵματι φωτῶν» πρὸς διαστολὴν κεῖται τοῦ ἄλλως τε δαφοινοῦ καὶ τοῦ μὴ ἐξ ἀνθρωπείων αἱμάτων. Τὸ δὲ «ὡμίλευν» εἶχε μὲν εἰπεῖν ὡμίλουν, προέκρινε δὲ τὸ ποιητικώτερον, ὡς καὶ ἀνωτέρω ἐν τῷ «ὁμίλεον». Τὸ δὲ «ὥς τε ζωοὶ βροτοί», ἐξ οὗ καὶ τὰ ἄλλα τῆς ἀσπίδος ζῳὰ εἶναι δοκεῖ, δίδωσι ζῳωτὴν ἀνεπισφαλῶς εἰπεῖν τὴν ἡφαιστότευκτον ἀσπίδα. Ὅτι προθέμενος ὁ ποιητὴς τῇ τοῦ Ἀχιλλέως ἀσπίδι μετὰ τὰ θεῖα, οἷς βραχύ τι ὡς ἐξῆν ἐνδιέτριψε, καὶ τὰ κατὰ βίον καιριώτατα ἐπελθεῖν, καὶ δύο πόλεις ἐκθέμενος, ὁποῖαι προερρέθησαν, εἶτα μεταβαίνει ἐπὶ τὰ ἐξ ἀνάγκης ἀνθρώποις χρησιμώτατα. ὧν κεφάλαιον ἡ γεωργική, περὶ πόνους δύο σχιζομένη, τόν τε περὶ ψιλὴν ἄροσιν καὶ τὸν περὶ τὴν ἀμπελόφυτον. μεθʼ ἣν καὶ τῆς λοιπῆς γίνεται τῆς περὶ θρέμματα ζωογόνα, ὁποῖα βόες καὶ πρόβατα, οἷς ἀφίησι συννοεῖν καὶ τὴν τῶν ἄλλων βοσκημάτων ἐπιμέλειαν. εἶτα καὶ χοροῦ μνημονεύσας σώφρονος, οὗ καὶ αὐτοῦ πολιτικῶς χρεία ποτὲ τοῖς ἀνιεμένοις, παύει τὴν ἐπὶ πλέον ἔκφρασιν, περικλείσας τὰ ἐκφρασθέντα τῷ τῆς οἰκουμένης ἢ ἕρκει ἢ σφίγματι ἢ στεφάνῳ, τῷ Ὠκεανῷ, οὔτε ναυτιλίαν παρεισκυκλήσας τῷ λόγῳ, καθὰ καὶ προεσημειώθη. φιλογέωργος γὰρ καὶ αὐτὸς ἔοικεν εἶναι, καθὰ καὶ Ἡσίοδος. διὸ καὶ θαλάσσης πρὸς ὄνομα μόνον μνησθεὶς ἐν τῷ «ἐν δʼ οὐρανόν, ἐν δὲ θάλασσαν» οὐκ ἐπαφῆκεν ἑαυτὸν εἰς πλέον τοῖς περὶ αὐτήν, οὔτε κυνηγετικὴν ἐκδιαίτησιν φράσας, οὔτε εἰλαπιναζόντων ἀργίας, οὔτʼ ἄλλο τι καταρριπτοῦν τὸ τῆς Ὁμηρικῆς μεγαλεῖον ποιήσεως. Καὶ τέως προτίθησι τῶν ἄλλων τὸ φύσει ἀναγκαῖον, ἐκφράζων ἄρουραν, καί φησι «ἐν δʼ ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν, εὐρεῖαν, τρίπολον», ταῦτα δὴ τὰ τῆς ἀγαθῆς νειοῦ ἴδια, «πολλοὶ δʼ ἀροτῆρες ἐν αὐτῇ ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα. οἳ δʼ ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης, τοῖσι δʼ ἔπειτʼ ἐν χερσὶ δέπας μελιηδέος οἴνου δόσκεν ἀνὴρ ἐπιών. τοὶ δὲ στρέψασκον ἀνʼ ὄγμους, ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι». καὶ οὕτω ἄροτόν τε ἐν ὀλιγίστῳ ἐκφράσας καὶ δαιμονίως, ὥς φασιν οἱ παλαιοί, δείξας εἰς οἵαν γῆν σπόρον δεῖ κατατίθεσθαι, εἰς μαλακὴν δηλονότι καὶ πίειραν καὶ εὔβωλον. Ἱστορήσας δὲ καὶ ἔθος ἀρχαῖον τὴν τῶν ἀροτήρων θεραπείαν διʼ οἴνου, ἵνα προθυμοῖντο εἰς ἔργον, ἐπαινεῖ καὶ τὸ τοῦ Ἡφαίστου ἔργον ὡς θαυμάσιον, εἰπὼν «ἣ δὲ μελαίνετʼ ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει, χρυσείη περ ἐοῦσα· τὸ δὴ περὶ θαῦμα τέτυκτο». Καὶ ἐοίκασιν οἱ ὄγμοι μόνοι χειμείαν ἔχειν τινά, διʼ ἧς ἡ μελανία παρήλλαττε. καὶ ἄλλως δὲ εἰπεῖν, ἐγκαίεσθαι κυανῷ χρώματι δοκεῖ ὁ τοιοῦτος τόπος, καὶ διὰ τοῦτο ἐπιφαίνειν μελανίαν. Ἰστέον δὲ ὅτι, ὥσπερ τὸ πολλοὺς ἀροτῆρας εἶναι, οὕτω καὶ τὸ πρὸς τοσούτους κέρασμα, τὸ πιθανὸν ἐκ τῆς εὐρείας νειοῦ ἔχει, ὡς οἷα μακρῶν ὄντων τῶν ὄγμων. ἄλλως γὰρ ἀδιανόητον τοσαύτην οἴνου πλάσαι δαπάνην ἐν βραχυτάτοις ὄγμοις. Τρίπολον δὲ γῆν ἔφη, διδάσκων οὕτω χρῆναι περὶ γῆν κάμνειν. ἦρος μὲν γὰρ πολεῖται καθʼ Ἡσίοδον, θέρους δὲ νεᾶται, καὶ τρίτος περὶ αὐτὴν κάματος, ὅτε τοῦ σπείρειν καιρός. ὅτι δὲ καὶ εἰς πλεῖον βωλοστροφεῖται, πολλαχοῦ ἡ πεῖρα δηλοῖ. Τοῦ δὲ «δινεύοντες» διασαφητικὸν ἐπηγμένον τὸ «ὁπότε στρέψαντες», καὶ «οἳ δὲ στρέψασκον». δινεῖν γὰρ τὸ στρέφειν ἐστί. Τὸ δὲ «ἐλάστρεον» δηλοῖ μὲν τὸ ἤλαυνον, παράγεται δὲ οὕτω. ἔστιν ὄνομα ῥηματικὸν ἐλατός, ὅθεν ῥῆμα ἐλατῶ, ὡς ἄτακτος ἀτακτῶ, καὶ πλεονασμῷ τοῦ σ καὶ ρ ἐλαστρῶ. οὕτω δὲ καὶ τὸ βωστρῶ ἐν Ὀδυσσείᾳ ἐκ τοῦ βωτῶ γενόμενον πρόσληψιν ὁμοίαν ἔπαθεν. ὅτι δὲ καὶ ἐπὶ νηῶν ἐλαυνομένων τὸ ἐλαστρεῖν λέγεται, Ἡρόδοτος δηλοῖ ἐν τῷ «τριήρεις ἐλαστρευμένας». ὅτι δὲ καὶ ἄλλαι εἰσὶ λέξεις ἐπένθεσιν παθοῦσαι τοῦ ρ διὰ τραχύτητα ἐπιτετηδευμένην σεμνῶς, δηλοῖ καὶ ὁ οἶστρος, τὸ ζωΰφιον, ἀφʼ οὗ καὶ ὁ κατʼ ἔρωτα οἶστρος καὶ οἱ τοιοῦτοι. οἶστος γὰρ ὢν ἀπὸ τοῦ οἴω, τὸ κομίζω, ἐτραχύνθη διὰ τοῦ ρ. ὁμοιοπαθὲς δὲ καὶ τὸ ἀλάβαστρον, ἡ μυροθήκη. παρὰ γὰρ Μενάνδρῳ ἄνευ τοῦ ρ κατὰ Αἴλιον Διονύσιον. Καὶ παρʼ Ἀθηναίῳ δὲ κεῖται Ἀλέξιδος τὸ «οὐ γὰρ ἐμυρίζετο ἐξ ἀλαβάστου». Παυσανίας δὲ καὶ ἐπὶ ἑτέρου σημαινομένου τὴν λέξιν τιθείς φησιν· ἀλάβαστος, ᾧ ἐχρῶντο ἐπὶ τιμωρίᾳ τῶν μοιχῶν ἀντὶ τοῦ ῥαφάνου. καὶ τὸ σκῆπτρον δὲ πρόσληψιν ἔχει τοῦ ρ, καὶ ἄλλα πολλά, ἐν οἷς καὶ τὸ ἀγαυός, ἀγαυρός, καὶ τὸ ὄστρεον ὡς ἀπὸ τοῦ ὀστέου, καὶ τὸ ὄστρειον, ἔτι δὲ καὶ τὸ ὄστρακον, ἀφʼ οὗ καὶ τὸ ἐξοστρακίζειν, ὃ παρʼ Ἀθηναίοις ἔθος ἦν ὡς ἐν εἴδει ἀφορισμοῦ, ἤγουν ἐξορίας. καὶ ὁ ἐποστρακισμός. εἶδος δὲ οὗτος παιδιᾶς, καθʼ ἥν, φασίν, ὀστράκια πλατέα ἐκτετριμμένα ὑπὸ θαλάσσης προΐενται κατὰ τῆς ἐπιφανείας τοῦ ὑγροῦ, καὶ ἐπιτρέχοντα ἐνίοτε πολλάκις, ἕως ἀτονήσαντα δυῶσι κατὰ θαλάσσης, ἡδίστην ποιοῦνται πρόσοψιν. ἔτι ἐκεῖθεν καὶ παροιμία ἐπὶ τῶν ὅποι τύχῃ μεταβαλλομένων, τὸ «ὀστράκου περιστροφή», ἢ ὀστράκου περιστραφέντος ἢ μεταπεσόντος, ταὐτὸν δʼ εἰπεῖν, τῶν πραγμάτων ἐξαλλαγέντων, ὡς ἔτυχεν. ἐλέχθη δὲ καὶ αὐτὴ ἐκ παιδιᾶς τοιαύτης. παῖδες δύο γραμμῇ τινι μεσολαβούσῃ διεστηκότες ἀλλήλων ὄστρακον ἀνερρίπτουν, οὗ θάτερον μὲν μέρος πεπισσωμένον ἦν, τὸ ἐντὸς δηλαδή, τὸ δὲ ἐκτὸς ἀπίσσωτον. διώριστο δὲ τοῖς συμπαίζουσι, τίνων μὲν ἦν τὸ τὴν πίσσαν ἔχον, τίνων δὲ τὸ λοιπόν. καὶ ὅτε, φασίν, ἀναβληθὲν τὸ ὄστρακον πέσοι, ὧν μὲν ἦν τὸ κάτω τοῦ ὀστράκου, ἔφευγον, οἱ δὲ λοιποὶ ἐδίωκον. καὶ ἐλέγετο τοῦτο περιστροφὴ ὀστράκου. καὶ ἡ παιδιὰ ὀστρακίνδα ἐκαλεῖτο. χρῆσις τῆς λέξεως ἐν τῇ κωμῳδίᾳ πρὸς αἴνιγμα τοῦ ῥηθέντος ἐξοστρακισμοῦ. Πλάτων δέ, φασίν, ὁ Κωμικὸς φράζει αὐτὴν οὕτως «εἴξασι τοῖς παιδαρίοις τούτοις, οἳ ἑκάστοτε γραμμὴν ἐν ταῖσιν ὁδοῖς διαγράψαντες, διανειμάμενοι δίχʼ ἑαυτούς, ἑστᾶσιν αὐτῶν οἱ μὲν ἐκεῖθεν τῆς γραμμῆς, οἱ δʼ αὖ ἐκεῖθεν. εἷς δʼ ἀμφοτέρων ὄστρακον αὐτοῖς ἀνίησιν εἰς μέσον ἑστώς. κἂν μὲν πίπτῃσι τὰ λευκὰ ἐπάνω, φεύγειν ταχὺ τοὺς ἑτέρους δεῖ, τοὺς δὲ διώκειν». ὁ δὲ ἀναρρίπτων τὸ ὄστρακον ἐπιλέγει «νὺξ ἢ ἡμέρα», τουτέστι τὸ λευκὸν ἐπιφαίνεται τοῦ ὀστράκου ἢ τὸ πισσηρὸν σκοτεινόν. ὅπερ ἐξ Ὁμήρου παρείλκυσται, νέφος εἰπόντος «μελάντερον ἠΰτε πίσσα». ἔτι πλεονασμὸς τοῦ ρ καὶ ἐν τῷ «βλήτροισι» καὶ ἐν τῷ ἀμφιβλήστρῳ καὶ ἐν τῷ ῥόπτρῳ τῷ προδεδηλωμένῳ, καὶ ἐν ἄλλοις μυρίοις. ὁ δὲ τοῦ σίγμα μέσον πλεονασμὸς ἐν τῷ «ἐλάστρεον» ὁμοίως ἔχει τῷ βωτῶ, βωστρῶ, κομῶ, κοσμῶ. ματροπός, Δωρικῶς ἡ μητρὸς ὄπα ἔχουσα, καὶ πλεονασμῷ μαστροπός. Ὅτι δὲ τέλσον ἐστὶ τὸ τέλος, ἐξ οὗ καὶ γίνεται μεταθέσει τοῦ σ καὶ προσθέσει τοῦ ν, ὡς ἂν μὴ εὑρεθῇ ὄνομα οὐδέτερον λῆγον εἰς ο, δηλοῦται καὶ ἀλλαχοῦ. Ἴσως δὲ καὶ τὸ ἦτρον καθʼ ὁμοιότητα τοῦ τέλσον γίνεται. ἦτορ γὰρ καὶ κατὰ μετάθεσιν ἦτρο καὶ προσλήψει τοῦ νῦ ἦτρον, ὡς ἀπὸ τοῦ ἄω, τὸ πνέω, ἐξ οὗ καὶ αὐτὸ τὸ ἦτορ τὸ ἐπὶ ψυχῆς, ἵνα ᾖ ἦτρον τὸ συντελοῦν εἰς τὸ ἄειν, ὅ ἐστι πνεῖν καὶ ζῆν. Δὶς δὲ τὸ τέλσον ἐνταῦθα ἐγράφη, ὡς τῇ ποιήσει εὔχρηστον. Τὸ δὲ δέπας ἔκπωμα οἱ μεθʼ Ὅμηρον ἔλεγον μᾶλλον ἢ ποτήριον. τραγικοὶ δέ φασι καὶ Ἴωνες καὶ πῶμα τὸ αὐτό. Ὄγμοι δὲ φανερῶς ἐνταῦθα αἱ ἀρότρου τομαί, εἰ καὶ ἐν ἄλλοις ἐπίστιχον φυτείαν ἡ λέξις δηλοῖ. καὶ γίνεται παρὰ τὸ οἴγειν ἀποβολῇ τοῦ ἰῶτα—οἴγεται γὰρ τῷ ἀρότρῳ ἡ γῆ—, ἢ παρὰ τὸ ἕλκω ὄλγμος καὶ ὄγμος. παρακατιὼν δέ, ὡς εὐθὺς δηλωθήσεται, καὶ ἐπὶ στιχὸς ληΐου θεριζομένου τὸν ὄγμον τίθησι, δὶς ἐκεῖ τὴν λέξιν εἰπών, ἀκολούθως τῷ ὄγμοι σταχύων. Οἱ δὲ παλαιοὶ εἰς τὴν σημασίαν τοῦ ὄγμου φασὶν οὕτω· ὄγμος· ἀρχή, τέρμα, διέξοδος θεριστῶν, τάξις, ἔφοδος θεριστῶν στιχηρά. ἐπίστιχος φυτεία. Ὄγμου δέ, φασί, παράγωγον ἐπόγμιος, ἐπίθετον Δήμητρος. Τὸ δὲ «ἱέμενοι» τὸ χρήσιμον δηλοῖ τῆς διʼ οἴνου δεξιώσεως, ὅτι δηλαδὴ οἱ οὕτω τε θεραπευμένοι τάχιον ἵενται ἀγαγεῖν τὸ ἔργον εἰς τέλος. Τὸ δὲ «βαθείης» τὸ ἀσφαλὲς ἔχει ἐκ τοῦ καὶ μαλακὴν εἰπεῖν ἄρουραν. ἡ τοιαύτη γὰρ εἰς βάθος τέμνεται. ἄλλως δὲ τεχνικῶς ἐρρέθη, ὡς δέον ὂν βαθεῖαν τέμνεσθαι τὴν νειόν, ἢ καὶ ὡς χρεὼν ὂν τοὺς τοιούτους ἀροτρέας μὴ τῇ ἐπιθυμίᾳ τοῦ πιεῖν ἐπιπολῆς τέμνειν τὴν νειόν, ἀλλʼ εἰς βάθος. Τὸ δὲ «ἀρηρομένῃ» ὀρθῶς μὲν οὕτως ἔχει, εὕρηνται δέ τινα τῶν ἀντιγράφων καὶ ἀρηρεμένην ἔχοντα διὰ τοῦ ε, καὶ ἴσως οὐκ ὀρθῶς. Ὅτι θερισμὸν ἐκφράζων φησὶν «ἐν δʼ ἐτίθει τέμενος βαθυλήϊον· ἔνθα δʼ ἔριθοι ἤμων, ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες. δράγματα δʼ ἄλλα μετʼ ὄγμον ἐπήτριμα», ὅ ἐστι συχνά, «πῖπτον ἔραζε, ἄλλα δʼ ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο. τρεῖς δʼ ἂρ ἀμαλλοδετῆρες ἐφέστασαν. αὐτὰρ ὄπισθε παῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντες ἀσπερχὲς πάρεχον. βασιλεὺς δʼ ἐν τοῖσι σιωπῇ σκῆπτρον ἔχων εἱστήκει ἐπʼ ὄγμου γηθόσυνος κῆρ. κήρυκες δʼ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο. βοῦν δʼ ἱερεύσαντες μέγαν ἄμφεπον. αἱ δὲ γυναῖκες δεῖπνον ἐρίθοισι λεῦκʼ ἄλφιτα πολλὰ πάλυνον», ὡς καὶ τῶν ἐρίθων δηλονότι πολλῶν ὄντων, καθὰ καὶ οἱ ἀροτῆρες πρὸ τούτων πολλοὶ ἦσαν. Καὶ ὅρα τὸ ἡδὺ τοῦ θερισμοῦ, εἰ καὶ βασιλέα εἰς θέαν ἐπάγεται, καὶ ὅτι σαφῶς φράζει ἀγαθὴν θερισμοῦ διάθεσιν, ὡς μηδεμίαν ἡλικίαν ἐν ἀργοῖς εἶναι. οἱ μὲν γὰρ ἔριθοι συχνὰ ῥίπτουσι δράγματα κατὰ ἔριν ἀγαθήν, ἧς αἴτιος τῷ ἔργῳ ἐφιστάμενος ὁ βασιλεύς, οἱ δὲ παῖδες δραγματεύοντες, ὅ ἐστι τὰ δράγματα συνάγοντες, πάνυ σπέρχονται φέρειν αὐτὰ τοῖς ἀμαλλοδετῆρσι, κήρυκες δὲ ὑπὸ αὐτοφυεῖ σκιᾷ τῇ ἐκ δρυὸς ποιοῦσι τὰ ἑαυτῶν, καὶ αἱ γυναῖκες δὲ ἄλλα τινά. Τέμενος δὲ καὶ νῦν τόπος ἀφωρισμένος, οὗ εἰς ἑρμηνείαν ἐπῆκται τὸ «βαθὺ λήϊον», ὅ τινες ὑφʼ ἓν βαθυλήϊον ἀναγινώσκουσιν. ὅτι δὲ ὕστερον τὰ τεμένη ἀποτομὰς τόπων ἱερῶν ἑρμηνεύουσιν οἱ παλαιοί, δῆλον. Ἔριθοι δὲ οὐ μόνον αἱ ἐριουργοὶ γυναῖκες ἐν ἄλλοις παρὰ τὸ ἔριον, ἀλλʼ ἰδοὺ καὶ οἱ μισθοῦ ἐργαζόμενοι, ὡς οἱ ἀμητῆρες ἐνταῦθα, παρὰ τὴν ἔραν, ὡς δοκεῖ τοῖς παλαιοῖς. χαίρει δὲ τῇ λέξει ὁ ποιητής. διὸ καὶ δὶς ἐνταῦθα εἶπεν αὐτήν, καθὰ καὶ τοὺς ἀμαλλοδετῆρας. Ἰστέον δὲ ὅτι καὶ παρὰ Θεοκρίτῳ εὕρηται ἡ μισθώτρια ἐριθακὶς λεγομένη. εἰ δὲ ἐριθεύειν λέγεται τὸ φαύλως ἐρίζειν, ζητητέον εἴ που καὶ τοιοῦτός τίς ἐστιν ἔριθος. Δράγμα δέ ἐστιν, ὅσου ἂν δράξηταί τις τῇ δρακί, παρὰ τὸ δράσσω, ἐξ οὗ καὶ ἡ δραχμή, ὡς προδεδήλωται. Τὸ δὲ «μετʼ ὄγμον» ἀντὶ τοῦ κατὰ στίχον τινά, ὡς καὶ πρὸ ὀλίγων ἐρρέθη. Ἀμαλλοδετῆρες δὲ οἱ τὰς ἀμάλλας δεσμοῦντες. ἀμάλλη δὲ τὸ ὑπʼ ἀγκάλῃ συμπίεσμα τῶν δραγμάτων, ἅπερ οἱ δραγματεύοντες παῖδες παρεκόμιζον. ἀπὸ ταύτης ἁμάλλης καὶ Δημήτηρ ἁμαλλοφόρος, ᾗ ἔθυον Ἀθηναῖοι. ἀμάλλαι δὲ κατὰ τοὺς παλαιοὺς δράγματα σίτου παρὰ τὸ ἅμα ἀολλίζεσθαι χερσὶ τοὺς στάχυας ἢ παρὰ τὸ ἀμᾶσθαι. ὅθεν, φασί, καὶ ἀμαλλεύειν τὸ δραγματεύειν, καὶ ἀμάλλιον σχοινίον τὸ καὶ οὐλόδετον, ἐν ᾧ δεσμοῦσιν ἀμάλλας. οἱ δʼ αὐτοὶ καὶ τὸ ἀμᾶν ἐκ τοῦ ἅμα παράγουσιν, ἵνα δηλοῖ τὸ ὑφʼ ἓν πολλὰ ἕλκειν. Ἑτέρωθι δὲ φέρεται καὶ ταῦτα. ἀμάλλιον, ὃ νῦν τινες οὐλόδετον, οἳ δὲ ὠρόδεσμον, τὸν ἐκ τῆς καλάμης στρεφόμενον δεσμόν, ᾧ δεσμοῦσι τὰ δράγματα, καὶ τὴν ἐκ τούτων συγκειμένην ἀμάλλαν. ἀμάλλαι γὰρ αἱ ἐκ τῶν δραγμάτων ἀγκαλίδες. ἐλλεδανοὶ δὲ οἱ μανδάκαι, οἷς δεσμοῦνται τὰ δράγματα. καὶ ἄλλως, δεσμοὶ σταχύων οἱ καὶ οὐλοδέται, ὡς ἄν τις εἴποι κριθοδέται, οὐλαὶ γὰρ αἱ κριθαί. Γίνεται δὲ ὁ ἐλλεδανὸς παρὰ τὸ εἰλῶ, τραπέντος τοῦ ι συνήθως εἰς νῦ, ὅπερ εὐθὺς εἰς λ κανονικῶς μετέπεσεν. ὥσπερ δὲ παρὰ τὸ ῥιγῶ ῥιγεδανός, οὕτω παρὰ τὸ εἰλῶ ἐλλεδανός. Ὅρα δὲ καὶ ὅτι τὸ «ἐδέοντο» ἀντὶ τοῦ ἐδέσμουν παθητικῶς ἔφη, καὶ ὡς ἐσμίκρυνε τὰς ἀγκαλίδας διὰ τὴν τῶν παίδων βραχύτητα, καὶ ὡς δοτικῇ συνέταξεν τὴν ὑπο πρόθεσιν. Περὶ δὲ ἀγκαλίδων φασὶ καὶ ταῦτα οἱ παλαιοί. ἀγκαλίδες· ἀγκάλαι, κόλποι. δηλοῖ δέ, φασίν, ἡ λέξις καὶ φρυγάνων δεσμούς. ὅθεν ἀγκαλιδαγωγεῖν καὶ ἀγκαλίδας αἴρειν ἀντὶ τοῦ ξύλα. ῥηθήσεται δέ τι περὶ τούτων καὶ ἐν τοῖς κατὰ τὴν Ἀνδρομάχην. δῆλον δʼ ὡς ἐχρῆν πρότερον δραγμεῦσαι, εἶτα καὶ ἐν ἀγκάλαις φέρειν. Ἐν δὲ τοῖς τοῦ Ἀθηναίου φέρεται καὶ ὅτι τὰ δράγματα τῶν κριθῶν αὐτὰ καθʼ αὑτὰ ἐλέγετο ἀμάλλαι. ἀθροισθέντα δὲ εἰς δέσμην ἐκαλοῦντο ἴουλοι, πρὸς ὁμοιότητα ἴσως ἢ τοῦ κατὰ τὴν ἥβην ἰούλου ἐν τοῖς προσώποις ἢ τοῦ πολύποδος ζωϋφίου ἢ διὰ τὸ ἰέναι εἰς ὁλότητα. ἐξ αὐτῶν δὲ καὶ Δήμητρος ἴουλοι, καὶ συνθέτως δημητρίουλοι, ὕμνοι εἰς Δήμητραν, οἳ καὶ καλλίουλοι, καὶ ἐπιφώνημα ἐμμελὲς τὸ «πλεῖστον οὖλον οὖλον ἵει, ἴουλον ἵει». ἔνθα τὸ οὖλον οὖλον οὐκ ἂν εἴη δηλοῦν τὸ ὀλέθριον, ἀλλʼ ἕτερόν τι εὐφημότερον. τοιοῦτον δὲ τὸ ὅλον καὶ τὸ ὑγιὲς καὶ τὸ συνειλημμένον ἤτοι συνεστραμμένον. Ὁ δὲ βασιλεὺς ἐνταῦθα εἴη ἂν ἴσως μεταληπτικῶς οἰκοδεσπότης κατὰ τὸ «οἴκοιο ἄναξ ἔσομαι». βασιλεὺς μὲν γὰρ εἰς ἄνακτα μεταλαμβάνεται, ἄναξ δέ ποτε καὶ ὁ οἰκοδεσποτῶν. Τὸ δὲ ὑπὸ δρυῒ δαῖτα πένεσθαι, ἤγουν ἐνεργεῖν, κολακεία πόνου τοῖς ἐργάταις οἰκονομική. κηρύκων δὲ ἔργον τὸ τοιοῦτον ὑπὸ βασιλεῖ τε ὄντων καὶ ἄδειαν ἐχόντων τοῦ ἀμᾶν. οὕτω δὲ καὶ γυναικῶν, αἷς οὐ πρέπον ἄλλως ἐν θέρει πονεῖσθαι, εἰ καὶ παρὰ τοῖς ὕστερον καὶ αὐταὶ δρεπάναις τε στοιχοῦσι καὶ λοιποῖς θέρους ἔργοις. Τὸ δὲ παλύνειν ἄλφιτα οὐδὲ νῦν δηλοῖ ἀρτοποιΐαν, ἀλλά τι ἐπίπασμα σύνηθες ὂν τοῖς παλαιοῖς. Ἐν δὲ τῷ «αἱ δὲ γυναῖκες» περιττὸν τὸ ἄρθρον. ὡς γὰρ ἔφη ἄρθρων δίχα τὸ παῖδες καὶ βασιλεὺς καὶ κήρυκες, οὕτως ὤφειλε καὶ γυναῖκες. ἀργεῖ γὰρ ἐνταῦθα τὸ τοῦ ἄρθρου ἀναφορικόν. Ὅτι καὶ τρυγητὸν ἐκφράσαι προθέμενός φησιν «ἐν δʼ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωήν, καλήν, χρυσείην· μέλανες δʼ ἀνὰ βότρυες ἦσαν. ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν, ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δʼ ἕρκος ἔλασε κασσιτέρου· μία δʼ οἴη ἀταρπιτὸς ἦεν ἐπʼ αὐτήν, τῷ νίσσοντο φορῆες, ὅτε τρυγόῳεν ἀλωήν. παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες», ὅθεν σύνθετον ἀταλάφρων, «πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν. τοῖσι δʼ ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ ἱμερόεν κιθάριζε, λίνον δʼ ὑπὸ καλὸν ἄειδε λεπταλέῃ φωνῇ. τοὶ δὲ ῥήσσοντες ὁμαρτῇ μολπῇ τʼ ἰϋγμῷ τε ποσὶ σκαίροντες ἕποντο». Καὶ ὅρα ὡς ἡ Δημήτηρ μὲν ἄλλως εἶχε πονουμένους τοὺς ἀμητῆρας, ὁ δὲ χαριδότης Διόνυσος οὐκ ἐν οἴνῳ μόνον τὰ ἑαυτοῦ ἐνδείκνυται, ἀλλὰ καὶ τὸν ἐν τρυγητῷ κάματον ὑποκλέπτων τῇ μουσικῇ παραμυθεῖται, εἰ καὶ ἄλλως χαρμόσυνος ὁ τοῦ τρυγᾶν καιρὸς καὶ οὐκ εἰς τοσοῦτον ἐπίπονος. Τὸ δὲ βρίθειν, καὶ οὐχʼ ἁπλῶς, ἀλλὰ μέγα βρίθειν σταφυλαῖς πολυφόρου ἀμπέλου δηλωτικόν. Οὕτω δὲ καὶ πᾶν φυτὸν οἰκείῳ καρπῷ πληθύον βρίθειν ἐκείνῳ λέγεται. Σταφυλὴ δὲ ὅτι καὶ ὁ τοῦ στόματος λέγεται κίων, δῆλον, ὁμοίως καὶ ὅτι σταφύλη βαρυτόνως, εἶδος στάθμης, ὡς ἡ Βοιωτία δηλοῖ. Εἰ δὲ τῇ σταφυλῇ ὁ σταφυλῖνος παρωνόμασται, ζητητέον. ἔστι δʼ αὐτὸς δριμύ, φασί, λάχανον καὶ ἱκανῶς θρεπτικόν, διεγερτικὸν δὲ καὶ εἰς τὰ κατὰ Ἀφροδίτην. διὸ ὑπʼ ἐνίων φίλτρον καλεῖται. εἰς δὲ τὴν οὕτω σταφυλαῖς βρίθουσαν ἀλωὴν μνηστέον Ἀλκαίου, εἰπόντος «μηδὲν ἄλλο φυτεύσῃς πρότερον δένδρον ἀμπέλω», ἤγουν ἀμπέλου. Τὸ δὲ «μέλανες βότρυες» εἰς πλῆθος μὲν ἦσαν τὴν ἀρχήν, ὅθεν καὶ τοῦ οἴνου τὸ μέλαν κατηγορεῖται, ἦν δὲ ἄλλως ἐνταῦθα καλὸν ἀλωῇ χρυσέᾳ ἐπιπρέπειν μέλανας βότρυας δαιδάλλοντας τὴν τῆς ἀσπίδος ἐπιφάνειαν. Ἰστέον δὲ ὅτι Βότρυς παρὰ τῷ Δειπνοσοφιστῇ καί τις Μεσσήνιος, οὐ Λάκων, ἀλλὰ Σικελικὸς ἀνήρ, εὑρετὴς παιγνίων, ἃ τοῖς παλαιοῖς ἐσπουδάζετο. διὸ καὶ Μνασέας ὁ Λοκρός, φησίν, ἢ Κολοφώνιος, συνετάξατο τὰ ἐπιγραφόμενα παίγνια. ὃν διὰ τὸ ποικίλον τῆς συναγωγῆς σάλπην ἐκάλουν, ἐπειδὴ ποικίλος ἐστὶν ὁ ἰχθὺς ἡ σάλπη. ὃν μὴ ἀποδεχόμενος, φησίν, Ἐπίχαρμος σκατοφάγον λέγει καὶ βδελυχνόν. καὶ Σάλπη δὲ, Λεσβία γυνή, παίγνια καὶ αὐτὴ συνέθετο. Κάμαξ δὲ ξύλον ὀρθὸν ὑπανέχον συνήθως πολλαχοῦ τοῖς γεωργοῖς ἄμπελον. γίνεται δὲ παρὰ τὸ κάμνειν τῷ βάρει, ἢ καὶ συγκέκοπται ἀπὸ τοῦ καλάμαξ, ὡς καλάμοις ἀνεχομένων τῶν κλημάτων. ἔοικε δὲ καὶ ἡ τῶν καμάκων αὕτη χρῆσις πολλὴ παρὰ τοῖς παλαιοῖς εἶναι. διὸ καὶ πρὸς διαφορὰν ἄμπελος χαμῖτις ἐλέγετο ἡ χαμαὶ κειμένη. ὅτι δὲ καὶ ἄγγατος βαρβαρικῶς ἐκαλεῖτο ἡ κάμαξ, δηλοῖ ὁ εἰπὼν «ἄγγατος τὸ εἰς ἀναδενδράδα ξύλον». εἰ μὴ ἄρα οὐκ ἔστιν ἴσως τοῦτο κάμαξ, ἀλλʼ ἐπίκειται κάμαξιν. Εἰ δὲ ὁ ἄγγατος βαρβαρίζεται καὶ διὰ τοῦτο ἄγνωστός ἐστι τοῖς ἑλληνίζουσι, νοητέον πολλὰς καὶ ἄλλας εἶναι λέξεις κειμένας μὲν ἐν βιβλίοις, μὴ ὑπαγομένας δὲ μεθόδοις ἐτυμολογίας Ἑλληνικῆς. καὶ γέγραπται μὲν καὶ τοῦτο ἀλλαχοῦ, καὶ τέθεινται τοιαῦται λέξεις. Νῦν δὲ μνηστέον τοῦ νωγαλίζειν, μήποτε ὡς ἐθνικὴ καὶ αὐτὸ λέξις οὐκ ἔγνωσται ἡμῖν, ὅθεν γίνεται. χρῆσις δὲ αὐτοῦ ἐν τῷ «ἐνωγάλισται» Ἀττικῶς παρὰ τῷ Ἀθηναίῳ. ὡς δὲ τὸ νωγαλίζειν καὶ νωγαλεύειν λέγεται, δῆλον ἐκ τῶν νωγαλευμάτων, ἅπερ εἰσὶν ἡδέα βρώματα, λεγόμενα, φησί, καὶ τρισυλλάβως νώγαλα, οἷον βότρυς, ῥοιάς, φοίνικας, ἕτερα νώγαλα. Ἀναλογία δὲ τοῦ ἐνωγάλισται κατὰ τὸ κέκτηται ἔκτηται, οὗ ἀπαρέμφατον παρʼ Ὁμήρῳ τὸ ἐκτῆσθαι, καὶ τὸ ἐκπέπηξε ἐξέπηξε παρὰ τῷ Κωμικῷ, καὶ τέθλασται ἔθλασται, ἀφʼ οὗ ἐθλασμένον παρὰ τῷ Δειπνοσοφιστῇ. παραπηκτέον δὲ καινότητι λεκτικῇ καὶ τοὺς παρὰ Ξενοφῶντι καὶ ἄλλοις βίκους τὰ οἰνοδόχα ἀγγεῖα, οἳ κεῖνται καὶ ἐπὶ μειζόνων ὀστρακίνων σκευῶν, ὡς ἐμφαίνεται ἐν τῷ «Σικελοῦ θύννου τέμμαχος τμηθέν, ὅτʼ ἐν βίκοισι ταριχεύεσθαι ἔμελλεν». ὁ δὲ τοιοῦτος ταριχευτικὸς βῖκος καὶ ἀμφορεὺς ἂν λέγοιτο, ὡς δηλοῖ ἐπαχθὲν περὶ σκόμβρου τὸ «πρὶν ἐς ἁλμυρὸν ὕδωρ ἐλθεῖν ἀμφορέως», ὃν δηλαδὴ βιτίναν οἱ κοινολεκτοῦντές φασί. Δῆλον δὲ ὅτι καὶ χάραξ ἡ κάμαξ ἐλέγετο. ὅθεν καὶ παροιμία «ἐξηπάτηκεν ἡ χάραξ τὴν ἄμπελον», ὅταν ὑπὸ τοῦ δῆθεν σῴζοντος ἀπατηθῇ τὸ σῳζόμενον. ὡς δὲ καὶ δόρατος ξύλον ἡ κάμαξ παρά τισιν, οὐκ ἠγνόηται οὐδʼ αὐτό. Κάπετος δέ, περὶ ἧς καὶ ἄλλοθι δηλοῦται, ληνὸς ἢ τάφρος, ἐπʼ ἀσφαλείᾳ πέριξ ὀρωρυγμένη τῆς ἀμπέλου. Καὶ ὅρα τὸ εἰς ποικιλίαν τεχνικὸν τῆς ποιήσεως. τὸ μὲν γὰρ ἔδαφος τῇ ἀλωῇ χρυσοῦν, ἴσως δὲ καὶ τὰ κλήματα, μέλανες δέ οἱ βότρυες, ᾧ τρόπῳ καὶ ἡ νειὸς ἀνωτέρω ἐμελαίνετο, αἱ δὲ κάμακες ἀργυραῖ, κυανὴ δὲ ἡ κάπετος κατὰ τὴν πρὸ βραχέων μελαινομένην αὔλακα εἰς βάθους ἔμφασιν, τὸ δὲ ὑπὲρ τὴν τάφρον ἕρκος κασσιτέρινον, τοὺς δὲ τρυγῶντας καὶ τοὺς ταλάρους ἀφῆκεν εἰπεῖν οἵας ὕλης ἦσαν, ὡς μὴ πάνυ ἀναγκαῖον ὄν, καὶ ἅμα ἐμφήνας τοιαῦτά τινα, ὡς εἰκός, εἶναι καὶ αὐτά. Τὸ δὲ «ἔλασε» καὶ νῦν ἀντὶ τοῦ ἐξέτεινεν, ἁρμόττον πρός τε τὴν κάπετον καὶ πρὸς τὸ ἕρκος. δῆλον δὲ ὡς πολλὰ σημαίνει τὸ ἐλάσαι, ὧν ἓν καὶ τὸ καθῆραι. ὅθεν καὶ ἐλατήριον πᾶν τὸ κατακαθαῖρον φάρμακον, ὅπερ Ἱπποκράτης ὑπήλατόν φησι. καὶ ἐλατήριον ἰδίως τὸ διὰ ῥίζης ἀγρίου συκίου καθαρτικὸν τῆς κάτω κοιλίας καὶ νηὸς ἐλατήρ. ὁ μέντοι παρʼ Ἀριστοφάνει ἐλατὴρ πόπανον, φασίν, ἦν πλατύ. Ἀταρπιτὸς δὲ στενὴ ὁδὸς καὶ διηνεκὴς καὶ μὴ ὧδε καὶ ἐκεῖ τετραμμένη. μιᾶς δὲ μόνης χρεία ἦν τοιαύτης τῇ ἠσφαλισμένῃ ἀλωῇ. ὅτι δὲ ἕτερόν τι τῆς ἁπλῶς ὁδοῦ ἡ ἀτραπιτός, δηλοῖ, ὡς ἀλλαχοῦ σαφέστερον εἴρηται, καὶ τὸ παροιμιῶδες «ὁδοῦ παρούσης τὴν ἀτραπὸν ζητεῖς». Τὸ δὲ νίσσεσθαι οὐκ εὔχρηστον μὲν τῇ καταλογάδην γραφῇ, παράγεται δὲ, ὡς καὶ ἐν ἄλλοις ἐγράφη, ἀπὸ τοῦ νῶ, τὸ πορεύομαι. Φορεῖς δὲ ἄλλως μὲν γενικῶς οἱ φορτηγοί, νῦν δὲ εἰδικῶς οἱ τοὺς βότρυας φέροντες, ὡς δηλοῖ περιφρασθὲν τὸ «πλεκτοῖς ἐν ταλάροισι φέρον καρπόν». Παρθενικαῖς δὲ καὶ ἠϊθέοις ἀνατίθησι τὰ μὴ σπουδαῖα, τὴν μολπήν, τὸ ἰΰζειν, τὸ ὀρχεῖσθαι, ὡς τῶν λοιπῶν πονουμένων περὶ τρυγητόν, ἐν οἷς, ὡς εἰκός, καὶ ἁδραὶ γυναῖκες, ὁποῖαι καὶ ἀνωτέρω αἱ περὶ δεῖπνον ἐρίθων πονούμεναι. Ἠΐθεοι δὲ ὅτι οἱ μηδέπω γεγαμηκότες, πολλαχοῦ καὶ αὐτὸ εἴρηται. Τάλαροι δὲ καλαθίσκοι, τάλανες εἰς τὸ αἴρειν ὡς βαστακτικοί. λέγονται δὲ οἱ τοιοῦτοι καὶ ἄρριχοι παρὰ Ἀττικοῖς. Παυσανίας οὖν φησιν ὅτι ἄρριχος κόφινος ἐπιτήδειος εἰς συγκομιδὴν σταφυλῶν. Ἀριστοφάνης δὲ ἀρρίχους ἐν Ὄρνισι λέγει κοφίνους, οὓς ἐνέπλησέ τις πτερῶν. ἀπὸ οἰσύας δέ, φασί, τοῖς ἀρρίχοις τὸ πλέγμα. καρπὸς δὲ μελιηδὴς ἡ σταφυλή, ἐπεὶ καὶ οἶνός που μελιηδής. Ὅρα δὲ καὶ ὡς ταὐτὸν εἶναι δοκεῖ φόρμιγξ καὶ κιθάρα, ὡς δηλοῖ τὸ «φόρμιγγι λιγείῃ ἱμερόεν κιθάριζεν», ἤγουν πρός τινα ἵμερον φιλοτήσιον, τοιούτοις ἔργοις προσήκοντα, ὁποῖος δή τις καὶ χορὸς μετʼ ὀλίγα εἰρήσεται. Τὸ δὲ «λίνον δʼ ὑπὸ καλὸν ἄειδεν» ἢ ἀντὶ τοῦ τὸν καλὸν ἐκεῖνον ἥρωα Λίνον ἄειδεν, ἢ καλὸν ἀντὶ τοῦ καλῶς λίνον ἄειδε. λίνος δὲ εἶδος ᾠδῆς κατὰ Ἀρίσταρχον ἢ ὕμνου, ὡς καὶ ὁ παιὰν καὶ ὁ διθύραμβος. ὠνόμασται δὲ λίνος τὸ τοιοῦτον ᾠδικὸν εἶδος ἢ ὡς μετὰ λίνου ἤτοι χορδῆς ᾀδόμενος, ἢ ἀπό τινος Λίνου, ἀνδρὸς ἥρωος. Φασὶ γὰρ οἱ παλαιοὶ ποιημάτιόν τι ἐπὶ τῷ Λίνῳ εἶναι, ὃ Σφαῖρα μὲν καλεῖται, εἰς Ὀρφέα δὲ ἀναφέρεται. Φιλόχορος δὲ ὑπὸ Ἀπόλλωνος ἀναιρεθῆναι τὸν Λίνον φησί, διότι πρῶτος τὸν λίνον καταλύσας χορδῇ ἐχρήσατο εἰς μουσικῆς ὄργανον. ἐτάφη δὲ ἐν Θήβαις καὶ ἐτιμᾶτο ὑπὸ τῶν ποιητῶν θρηνώδεσιν ἀπαρχαῖς, εἰς ὃν καὶ ἐπίγραμμά ἐστι τοιοῦτον «ὦ Λίνε, πάντα θεοῖσι τετιμένε, σοὶ γὰρ ἔδωκαν ἀθάνατοι πρώτῳ μέλος ἀνθρώποισιν ἀείδειν ἐν ποδὶ δεξιτερῷ. Μοῦσαι δέ σε θρήνεον αὐταὶ μυρόμεναι μολπῇσιν, ἐπεὶ λίπες ἡλίου αὐγάς». καὶ Ἡσίοδος «Οὐρανίη δʼ ἂρ ἔτικτε Λίνον, πολυήρατον υἱόν, ὃν δὴ ὅσοι βροτοί εἰσιν ἀοιδοὶ καὶ κιθαρισταί, πάντες μὲν θρηνοῦσιν ἐν εἰλαπίναις ἠδὲ χοροῖσιν, ἀρχόμενοι δὲ Λίνον καὶ λήγοντες καλέουσιν». ὁ μέντοι τὸν Ἡρακλέα διδάξας μουσικὸς Λίνος κατὰ τὴν παλαιὰν ἱστορίαν ἕτερος παρὰ τοῦτόν ἐστιν. οὗ Θεόκριτος μέμνηται, ὁ καὶ ἱστορήσας ὅτι τὸν Ἡρακλέα γράμματα Λίνος ἐξεδίδαξεν, υἱὸς Ἀπόλλωνος. Φασὶ δὲ οἱ παλαιοὶ καί, ὅτι λίνῳ ἀντὶ χορδῆς τῶν παλαιῶν χρωμένων πρὸς τὴν κιθάραν, ὕστερον μείναντος τοῦ ὀνόματος ἡ χορδὴ λίνον καλεῖται, ὥσπερ, φασί, καὶ λίθος ἡ ἄγκυρα, ἐπεὶ πάλαι ποτὲ λίθος εἰς ἄγκυραν ἐχρημάτιζεν. Ἄλλοι δὲ τὰ κατὰ τὸν Λίνον οὕτω συντομώτερον φράζουσιν. ἄγροικος νεανίας ὁ Λίνος, ᾠδῆς τινος εὑρετής, Οὐρανίας υἱός, ὃν ἀνεῖλεν Ἀπόλλων, ἐπεὶ τὸ λίνον καταλύσας χορδαῖς ἐνέτεινεν ὄργανον. Ἡρόδοτος δὲ λέγει, ὅτι παρὰ Αἰγυπτίοις Λίνος τις ἀείδεται. καὶ θαυμάζειν ἐκεῖνός φησι τὸν Λίνον, ὁκόθεν ἔλαβε τὸ ὄνομα. λέγει δὲ καὶ ὅτι κατὰ Αἰγυπτίους βασιλέως παῖς ἐκεῖνος μονογενὴς ἦν, ἀποθανὼν δʼ ἄωρος θρήνοις ὑπʼ Αἰγυπτίων ἐτιμήθη, καὶ ἀοιδὴ αὕτη καὶ μόνη σφίσιν ἐγέντο. Ἐντεῦθεν δὲ ἀναφαίνεται, ὅτι κυρίως αἴλινος ὁ ἐπὶ τῷ τοιούτῳ Λίνῳ αἰαγμός, εἰ καὶ ἄλλως διφορεῖται τῇ σημασίᾳ κατὰ τὸν Ἀθήναιον, εἰπόντα ὡς ἐν γάμοις μὲν ᾠδὴ ὑμέναιος, ἐν δὲ πένθεσιν ἰάλεμος, λίνος δὲ καὶ αἴλινος ἔν τε πένθεσι καὶ «ἐπʼ εὐτυχεῖ» δὲ «μολπῇ» κατʼ Εὐριπίδην. ἡ μέντοι ἐξ Ἐπιχάρμου χρῆσις ἐθέλουσα τὸν αἴλινον ᾠδὴν ἱστουργούντων εἶναι οὐ τὸν Λίνον τὸ κύριον ἐγκεῖσθαι τῷ αἰλίνῳ βούλεται, ἀλλὰ τὸ λίνον. ὡς δὲ καὶ πολλαὶ ᾠδαὶ ἦσαν, οἷον ἴουλος, ἡ τῶν ταλασιουργῶν ἢ ἐριουργῶν, καὶ Λιτυέρσης ἡ τῶν θεριστῶν, ὡς ἔστι καὶ παρὰ Θεοκρίτῳ εὑρεῖν, καὶ ὀλοφυρμὸς ἡ ἐπὶ θανάτοις καὶ λύπαις, καὶ βουκολισμὸς ἡ τῶν βοσκόντων, καὶ ἐπιμύλιος ἡ περὶ τοὺς ἀλετούς, ἔστι σὺν καὶ ἄλλαις ἐκ τῶν παλαιῶν ἀναλέξασθαι. Ἄλλοι δὲ ἐπὶ λεπτοῦ τινος νήματος ἢ χορδῆς ἐνταῦθα τὴν τοῦ λίνου λέξιν τάττοντες οὕτω νοοῦσι τὸ «λίνον δʼ ὑπὸ καλὸν ἄειδε λεπταλέῃ φωνῇ» ἀντὶ τοῦ μετὰ λίνου λεπτόν τι ἄειδε. ἡ δὲ ἱστορία καὶ τρεῖς παραδίδωσι Λίνους, τὸν τῆς Καλλιόπης, καὶ τὸν τοῦ Ἀπόλλωνος καὶ Χαλκιόπης, καὶ τὸν Νάρκισον. παρασημειοῦνται δὲ οἱ παλαιοὶ καὶ ὅτι χορδὰς ἐπιστάμενος Ὅμηρος, ὅμως λίνον καλεῖ, καθὰ καὶ χαλκᾶ ὅπλα τὰ ἐκ σιδήρου. Ἰστέον δὲ ὅτι ἐκ τοῦ κοινότερον λεγομένου λίνου καὶ λινίσκος ὑποκοριστικῶς ὁ λεπτότατος λίνος οἷον· περιστεραὶ καὶ φάσσαι καὶ τρυγόνες καθʼ ὅλην ἐξίπταντο τὴν ὁδὸν ἔν τινι πομπῇ, λινίσκοις τοὺς πόδας δεδεμέναι πρὸς τὸ ῥᾳδίως ὑπὸ τῶν θεωμένων ἁρπάζεσθαι. πρὸς ὁμοιότητα δὲ τοῦ λινίσκος κεῖται καὶ ὁ παιδίσκος παρὰ τῷ Ἀθηναίῳ. φησὶ γάρ· πολλὰ ἐκ τῆς Αἰγύπτου ὁ ἐπιφανὴς Ἀντίοχος ἐνοσφίσατο παρασπονδήσας τὸν Φιλομήτορα βασιλέα παιδίσκον ὄντα. ὑποκοριστικώτερον δὲ παιδίσκου τὸ παιδισκάριον. θῆλυ δὲ ἐκείνου ἡ παιδίσκη, ὡς καὶ τοῦ μειρακίσκος ἡ μειρακίσκη. ἐκ τοῦ ῥηθέντος δὲ λίνου καὶ τὸ τοῦ Κωμικοῦ λινόδετον καὶ τὸ λινοστατεῖσθαι, οἷον «ἐθηρεύετο λινοστατούμενος», ὑπὸ ἔρωτος δηλαδή, ὅ φησι Πλάτων. Ἔτι ἰστέον καὶ ὅτι τὸ «ἀρχόμενοι Λίνον καὶ λήγοντες καλέουσιν» Ὁμηρικοῦ μὲν ῥητοῦ ἤρτηται τοῦ «ἐν σοὶ μὲν λήξω, σέο δʼ ἄρξομαι», σύμφωνον δὲ ἔχει καὶ τὸ «τί κάλλιον ἀρχομένοις ἢ καταπαυομένοις ἢ τὸ ποθεινότατον». παροιμιώδης δὲ οὗτος λόγος. τούτου δὲ ἀνάπαλιν ἔχει παραποιηθὲν ἀστείως ἐξ Ὁμήρου τὸ «ἄρξομαι δʼ ἐκ βολβοῖο, τελευτήσω δʼ ἐπὶ θύννον». Ἡ δὲ λεπταλέη φωνὴ συγγενῶς ἔχει τῇ λιγείᾳ φόρμιγγι. ἐμφαίνει δὲ λεπταλέαν φωνὴν ὁ τοῦ Ἡφαίστου φορμιγκτὴς πάϊς τῇ πεφεισμένῃ καὶ συστόμῳ ὑπανοίξει τῶν τοῦ ζῳδίου χειλέων. Τὸ δὲ «ῥήσσοντες» ἀντὶ τοῦ σφοδρότερον τὴν γῆν ποσὶ παίοντες, ὃ δὴ καὶ αὐτὸ ἐν Ὀδυσσείᾳ οἰκεῖον ὀρχησταῖς κατὰ τὸ «πέπληγον χορόν», καὶ τὸ «παίσατε», ὃ ἐν Ὀδυσσείᾳ κείται. Μολπὴ δὲ ἰϋγμοῦ διαφέρει, ὡς καὶ λόγος ἐμμελὴς βοῆς ἀμελοῦς. μολπὴ μὲν γὰρ καὶ μέλπειν μεμελισμένον ἔπος, ἰϋγμὸς δὲ καὶ ἰΰζειν φωνή τις ἄσημος, ὁποῖος καὶ ὁ συριγμός. Τὸ δὲ, ποσὶ σκαίρειν, εὔρυθμόν τινα καὶ ὀρχηστικὴν κίνησιν δηλοῖ, οὐ μὴν καὶ τὸ σπαίρειν, ὃ πλεονασμῷ τοῦ α καὶ ἀσπαίρειν λέγεται. ἐκεῖνο γὰρ σκαρισμὸν δηλοῖ καὶ κίνησιν ἐπιθανάτιον, ὁποῖος καὶ ὁ σφαδασμός. Ὡς δὲ οὐ μόνον ἐν ὀρχηστικῇ, ἀλλὰ καὶ ἐν τῇ ἄλλως ἁπλῶς κινήσει, ὁποία καὶ ἡ βαδιστική, σεμνόν ἐστι τὸ εὔρυθμον, δηλοῖ καὶ Ἄλεξις εἰπὼν ἕν τι νομίζειν τῶν ἀνελευθέρων εἶναι, τὸ βαδίζειν ἀρρύθμως ἐν ταῖς ὁδοῖς. φέρει δέ, φησίν, ἡ εὐρυθμία τοῖς μὲν χρωμένοις δόξης τινʼ ὄγκον, τοῖς δʼ ὁρῶσιν ἡδονήν, κόσμον δὲ τῷ βίῳ. ἐχρῆν δέ, φασί, καὶ ἀμπέχεσθαι εὐρύθμως. φέρειν γάρ τι καὶ αὐτὸ ἐδόκει τοῖς παλαιοῖς πρὸς παιδείας ἐξέτασιν. σκώπτων γοῦν τις ἀρρυθμίαν ἐνδύσεώς φησιν «ἀμφίβαλλε στέρνοις φᾶρος· οὐ καθίσεις τάλαν, μηδʼ ἀγροίκως ἄνω γόνατος ἀμφέξῃ». δοκεῖ γὰρ ὁ σκωπτόμενος ψιλὰ ἐνδύσεως προφαίνειν τὰ σκέλη, ἔχειν δὲ καὶ τὸ προκόλπιον ἀπόλυτον. Καὶ ὅρα τὸ «ἀμφέξῃ» ἤγουν ἐνδύσῃ, ἐκ τοῦ ἀμπέχω ἀμφέξω ἀμφέξομαι. Τὸ δὲ «ἕποντο» οὐ στάσιμον τὸ τῆς ὀρχήσεως ἔργον δηλοῖ, ἀλλὰ τῇ τῶν τρυγώντων κινήσει συνδιϊκνούμενον. Ὅτι οὐ Πλάτωνι μόνῳ, ἀλλὰ πολὺ πρῶτον Ὁμήρῳ ἤρεσε πλὴν βοῶν καὶ προβάτων τὰ ἄλλα θρέμματα παρʼ οὐδὲν θεῖναι ὡς μὴ ἀναγκαῖα. Ἐνταῦθα οὖν βουκολίου καὶ οἰῶν ἀργεννάων μεμνημένος φησὶν «ἐν δʼ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων», αἳ καὶ προεδηλώθησαν, «αἱ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε, μυκηθμῷ δʼ ἀπὸ κόπρου ἐπεσσεύοντο νομόνδε πὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα. χρύσειοι δὲ νομῆες ἅμʼ ἐστιχόωντο βόεσσι, τέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο. σμερδαλέω δὲ λέοντε δύο ἐν πρώτῃσι βόεσσι ταῦρον ἐρύγμηλον ἐχέτην· ὃ δὲ μακρὰ μεμυκώς», ὡς ἐδήλου τῷ σχήματι, «ἕλκετο· τὸν δὲ κύνες μετεκίαθον ἠδʼ αἰζηοί. τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον, οἱ δὲ νομῆες αὕτως ἐνδίεσαν, ταχέας κύνας ὀτρύνοντες, οἳ δʼ ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων, ἱστάμενοι δὲ μάλʼ ἐγγὺς ὑλάκτεον ἔκ τʼ ἀλέοντο». Καὶ μέχρις ὧδε φράσας περὶ βοῶν εἶτα τὸ περὶ τῶν προβάτων ἀποστενοῖ, φεύγων τὸ προσκορές, καί φησιν «ἐν δὲ νομὸν ποίησεν» Ἥφαιστος «ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων, σταθμούς τε κλισίας τε κατηρεφέας τε σηκούς, ἢ “ἰδὲ σηκούς”, πολιτείας ταῦτα καθαρᾶς καὶ οὔπω πολυπράγμονος. εἰ δὲ ἄλλως ἡ ἐν Ὀδυσσείᾳ τοῦ Ὀδυσσέως βασιλεία καὶ κτῆσις φλεγμαίνουσαν πολιτείαν καθυπογράφει κεκτημένου καὶ συῶν ποτε συβόσια καὶ αἰγῶν πλατέα αἰπόλια, ἡ γοῦν ἐνταῦθα ἀγελαία νομαδικὴ καὶ ποιμενικὴ τέχνη πρὸς τὸ ἁπλούστερον ἀφορᾷ. διὸ οὔτε θήρας αἱμύλου πτηνῶν μέμνηται ὁ ποιητὴς ἐν τούτοις παραιτησάμενος αὐτὴν διὰ τὸ ἀνελεύθερον οὔτε ἰχθύων ἄγρας, ὅτι μὴ σύμφυλος αὕτη τοῖς περὶ γῆν, τότε δὲ μόνον χρηστή, ὅτε πᾶσα ἀνάγκη, ὁποῖοί τινες καὶ οἱ ἀμφὶ τὸν Μενέλαον λιμώττοντες. ἐν παραβολῇ μέντοι παραρριπτεῖ που Ὅμηρος μνήμην καὶ ἰχθυοθηρίας. Ἰστέον δὲ ὅτι, ὥσπερ τὸ σχῆμα τῶν κυνῶν ὑπέγραψε γραφικῶς ἐν τῷ “ἱστάμενοι μάλα ἐγγύς” καὶ ἑξῆς, οὕτω καὶ τὸ τῶν βοῶν ἐν τῷ “μυκηθμῷ ἐσσεύοντο”, ἤγουν ὡσανεὶ μυκώμενοι. Ἰστέον δὲ πολυμαθείας χάριν καὶ ὅτι βοῦς παρὰ τοῖς παλαιοῖς ἐλέγετο καί τι πέμματος εἶδος, ἀφʼ οὗ παροιμία τὸ “βοῦς ἕβδομος”, ἔχουσα λόγον τοιόνδε. σελῆναι πέμματα ἦσαν πλατέα κυκλοτερῆ. ἐπὶ δὲ ἓξ σελήναις τοιαύταις βοῦν, φασίν, ἕβδομον ἔπεττον κέρατα ἔχοντα κατὰ μίμησιν πρωτοφυοῦς σελήνης. ἔθυον μὲν οὖν καὶ ἐπὶ τέσσαρσι ποπάνοις τοῦτον τὸν βοῦν, καὶ ἐκάλουν αὐτὸν πέμπτον βοῦν, μᾶλλον μέντοι ἐπὶ ταῖς ἓξ ἔθυον αὐτόν, ὃς καὶ ἐκαλεῖτο διὰ τοῦτο ἕβδομος βοῦς. ὁ δὲ ταῦτα ἱστορήσας Παυσανίας λέγει καὶ ὅτι αἱ ῥηθεῖσαι σελῆναι, τὰ πέμματα, καὶ πελανοὶ ἐλέγοντο, καὶ ὅτι πεμμάτων εἶδος καὶ οἱ ἀνάστατοι πλακοῦντες καὶ οἱ χαρίσιοι καὶ οἱ ἀμφιφῶντες καὶ φθόϊς δέ, φησί, πέμματα μετὰ σπλάγχνων ἐσθιόμενα, καὶ ὅτι οἱ ῥηθέντες ἀμφιφῶντες ἄλλως τε οὕτως ἐκαλοῦντο ἀπὸ ἡλίου καὶ σελήνης, καὶ διότι δὲ ἐκόμιζον αὐτοὺς δᾳδία ἡμμένα περιπηγνύντες ἐπʼ αὐτούς. ἀλλαχοῦ δέ φησιν ὁ αὐτὸς καὶ ὅτι ἀμφιφῶν προσηγορεύθη πλακοῦς διὰ τυροῦ, ἐφʼ οὗ δᾷδα πήσσοντες ἅπτουσι τοῦ φωτὸς χάριν. Ἐκ τῆς ἀγέλης δὲ οὐ μόνον ἀγελαῖαι βόες, ἀλλὰ καὶ ἀγελαίας ἰσχάδας τὰς εἰκαίας Εὔπολις ἔφη καὶ ἄλλοι Κωμικοί, ὥς φησι Παυσανίας, καὶ λίθους δὲ ἀγελαίους τοὺς εἰκαίους καὶ ἀκαταξέστους. Κόπρον δὲ νῦν τὴν τῶν βοῶν ἔπαυλιν λέγει, ὡς ἐκ τοῦ παρακολουθοῦντος. κόπρος γὰρ πολλὴ τοῖς βουστάθμοις, ὡς εἰκός, ἔγκειται, καὶ μάλισθʼ ὅπου πολλαὶ βόες. ὃ δὴ ἔγνω πρὸ πάντων ὁ μέγας Ἡρακλῆς, ὁ καὶ ἐπὶ τοιούτῳ φορυτῷ ἀεθλεύσας. Τινὲς δὲ γράφουσι “κοπροῦ” μετὰ περισπωμένης, διαστολῆς χάριν, ὡς ἐν τύπῳ περιεκτικῷ. Τὸ δὲ “κελάδων” ὥσπερ ἀλλαχοῦ ἀνέμου καὶ πόντου, οὕτω καὶ ποταμοῦ ἐνταῦθά ἐστιν ἐπίθετον. Ῥοδανὸν δὲ λέγει τὸν οἱονεὶ ῥοανὸν ὡς ῥοώδη, πλεονασμῷ τοῦ δ. οἱ δὲ γράφουσι “ῥαδαλόν”, καί φασιν οὕτω λέγεσθαι διὰ τὸ ῥᾷον ἅλλεσθαι φυτὰ ἐξ αὐτοῦ, πλεονασμῷ συνήθει τοῦ δ, ἢ ὡς κραδαλόν, ἤγουν εὐκράδαντον καὶ εὐκίνητον ἀποβολῇ τοῦ κ, ὡς δοκάσατο δοάσατο. ἄλλοι δὲ καὶ τὸ ῥαδαλὸν ἐπὶ εὐκινήτου νοοῦσι διὰ λεπτότητα δονάκων. ὅθεν, φασί, καὶ ἐπὶ γυναικῶν ῥαδανίζειν τὸ συνεχῶς τινάσσειν τὴν κρόκην. εἰσὶ δέ τινες, οἵ φασιν ὑφὲν ῥαδαλονδονακῆα, ἤγουν ἰσχνοκαλαμώδη, ἕν τι νοοῦντες διὰ τῶν δύο, ὁμοίως τῷ χορωκαλῇ Πολυμήλῃ, ἤγουν καλλίχορος. Δονακῆα δὲ περιεκτικῶς λέγει τὸν δόνακας ἔχοντα, οἳ διαφέρουσι καλάμων, ὅτι λεπτότατος μὲν ὁ δόναξ, ἁδρὸς δὲ ὁ κάλαμος, καὶ ὁ μὲν δόναξ ὡς ἐπὶ πολὺ ποτάμιος, οὐ μὴν καὶ ὁ κάλαμος, καὶ δόναξ μὲν συριγκταῖς χρήσιμος, κάλαμος δὲ αὐληταῖς, ὅθεν καί τις φαῦλος αὐλεῖν ὀλοσιαλοκάλαμος ἐσκώφθη. Αἴλιος δὲ Διονύσιος εἰπών, ὡς δόναξ καὶ τὸ λύριον, ἐπάγει· τὸ γὰρ παλαιὸν ἀντὶ τοῦ κέρατος ὑπετίθεντο κάλαμον. ἐμφαίνει δὲ τοιοῦτόν τι καὶ ὁ Κωμικὸς ἐν Βατράχοις ὑπολύριον εἰπὼν δόνακα. Ὀππιανὸς δὲ ἰξοφόρους εἰπὼν δόνακας ἔοικε λεπτοὺς λύγους οὕτω καλεῖν. Πρῶται δὲ κἀνταῦθα βόες αἱ ταῖς ὀπίσω ὑστατίαις ἀντιπορευόμεναι. Ἐρύγμηλος δὲ παρὰ τὴν ἐρυγήν, οἱονεὶ ἐρύγηλος πλεονασμῷ τοῦ μ. ἐρυγεῖν δὲ λέγεται τὸ μετὰ βίας ἀνασπᾶν πνεῦμα, ὡς τὸ “ἤρυγεν ἑλκόμενος ὡς ὅτε ταῦρος”. Τὸ δὲ “μακρὰ μεμυκώς” ἀντὶ τοῦ μεγάλα, καὶ οὐχʼ ἁπλῶς, ἀλλʼ ὅτι πρὸς μῆκος πολὺ ὁ μυκηθμὸς ἱκνεῖτο, ἐξ οὗ μήκους παρωνόμασται τὸ μακρόν. Μέσος δὲ παρακείμενος τοῦ μεμυκηκώς ἐστι τὸ μεμυκώς. Τὸ δὲ “ἀναρρῆξαι βοείην” καὶ τὸ “λαφύσσειν αἷμα” καιρίαι λέξεις ἐπὶ λέοντος. Δῆλον δʼ ὡς καὶ νῦν τὸ “βοὸς βοείην” περιττολογεῖται. ἤρκει γὰρ βοείην μόνην εἰπεῖν. Τὸ δὲ “ἐνδίεσαν” ποιητικὴ καὶ αὐτὴ λέξις, οὐ ψηλαφητέα λογογράφοις, γινομένη μὲν ἀπὸ τοῦ ἐνδίημι, δηλοῦσα δὲ τὸ διέτριβον. καὶ ἐξ αὐτοῦ ἔοικεν εἶναι καὶ τὰ ἔνδια, ἤγουν αἱ διατριβαί, παρὰ τῷ Ὀππιανῷ. τινὲς δὲ ἐνίεσάν φασιν ἀντὶ τοῦ ἐνέβαλλον πλεονασμῷ τοῦ δ. ἄλλοι δὲ ἐδίωκόν φασι τὸ ἐνδίεσαν ἐκ τοῦ δίω δίημι, τὸ διώκω. Τὸ δὲ “ἀπετρωπῶντο” δευτέρας ὂν τῶν περισπωμένων ἐκτείνει τὴν προπαραλήγουσαν, ὡς καὶ τὸ στρωφῶ καὶ νωμῶ, ἐν μὲν τῇ πρώτῃ συζυγία συστέλλει αὐτήν, ὡς δηλοῖ τὸ “περιτροπέων ἐνιαυτός”, καὶ τὸ “καλλίτριχες ἵπποι ἂψ ὄχεα τρόπεον”. ὅτι δὲ ὡς ἐπὶ ἐμψύχων ζῴων, οὐ μὴν ἀγαλμάτων, εἴρηται τὸ “οἱ κύνες δακεῖν μὲν ἀπετρωπῶντο” καὶ τὸ ἑξῆς, καθὰ καὶ ἄλλα πρὸ τούτου ὁμοίως πεποίηνται τερατωδῶς μέν, γλυκέως δὲ, δῆλον. Ζῳοῖς γὰρ ἐοικότα τετεύχαται δαίδαλα ἐπὶ τῆς ἀσπίδος, καὶ διὰ τοῦτο τοιαύτη τερατώδης φαντασία καὶ φράσις ἐπʼ αὐτοῖς γίνεται. δῆλον δʼ ὅτι πολλὰ καὶ δίχα μύθου ἔργα παρʼ ἀνθρώποις ἀπέβησαν ζῳοῖς ἐοικότα, ὑφʼ ὧν καὶ παρήχθησαν ὀφθαλμοὶ ἀπατηθέντες τῇ ὁμοιότητι. βοῒ γοῦν, φασί, γεγραμμένῃ βοῦς ἐπανέστη ἀπατηθεὶς τῇ ὁμοιώσει, ὡς ἐντεῦθεν τὸ τῆς Πασιφάης πάθος, ᾧ βοῦς ξυλίνη ἐμεσολάβησεν ἀπατήσασα καλὸν ταῦρον ζῶντα, μὴ δοκεῖν εἶναι ἀξυνηγόρητον. ἤδη δέ που καὶ γεγραμμένῃ, φασί, κυνὶ καὶ περιστερᾷ καὶ χηνὶ τῇ μὲν κύων, τῇ δὲ περιστερὰ, τῇ δὲ χὴν προσῆλθον καὶ ἐπεπήδησαν, φανέντων δὲ ἀδυνάτων, ἀπέστησαν. Νομὸν δὲ μέγαν λέγει πρὸς ἔνδειξιν τοῦ κατὰ τὸ σάκος μεγέθους, καθὰ καὶ τὸ “νειόν” ἄρουραν εὐρεῖαν. πάντως γὰρ μέγα σάκος, ᾧ τοιαῦτα ἐπίπεδα ἔγκειται. Ἀπὸ δὲ τῶν οἰῶν καὶ Οἰάτιδος νομοῦ μέμνηταί τις παλαιὸς τοῦ ὑπὸ προβάτων κατανεμομένου. Σταθμοὶ δὲ σηκῶν ἐοίκασι διαφέρειν, καθότι κοινὸν μὲν ἁπλῶς ὁ σταθμός. — Ἐνταῦθα δὲ σκοπητέον, εἴπερ ἐκ τοῦ Ὁμηρικοῦ νομοῦ γέγονεν ἡ ἐπινομίς, οὐχὶ ἡ παρὰ τῷ Πλάτωνι—ἐκείνην γὰρ ὁ γραπτὸς παράγει νόμος, οὗ πρὸς διαστολὴν ὁ Ὁμηρικὸς νομὸς ὀξύνεται—, ἀλλὰ μέρος τι τριήρους, ὅπερ ἐκάλουν ἐπινομίδα, ὥς φησιν Ἀθήναιος. Σηκοὶ δὲ μάλιστα οἱ τῶν νεογνῶν, ὅθεν καὶ σηκῖται ἄρνες λέγονται. Σημείωσαι δὲ καὶ ὅτι κλισίαν ποιμενικὴν ἐνταῦθα οἶδεν ὁ ποιητής, ἣν κλίσιον ὁ Δίων λέγει κατὰ γένος οὐδέτερον, ὡς καὶ ἀλλαχοῦ κάλλιον δηλοῦται. καί εἰσιν ἐνταῦθα κλισίαι κατηρεφεῖς, αἱ ἰδιωτικῶς λεγόμεναι σκεπασταί. Ὅτι τῆς ὀρχήσεως εἰς δύο εἴδη διῃρημένης εἴς τε τὸ ἐνόπλιον, ὃ τῇ πυρρίχῃ καὶ Κουρητικῇ κινήσει ἀπείκασται, καὶ εἰς τὸ ἵλεων, ὃ πρέπον ἐστὶν εἰρήνῃ κατὰ τὰ Βακχικὰ σχήματα, ἐνταῦθα ὁ ποιητὴς ἀμφότερα παραδείκνυσι, φράζων οὕτω “ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς Ἀμφιγυήεις, τῷ ἴκελον, οἷόν ποτʼ ἐνὶ Κνωσσῷ εὐρείῃ Δαίδαλος ἤσκησε καλλιπλοκάμῳ Ἀριάδνῃ. ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι ὠρχεῦντʼ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες. τῶν δʼ αἳ μὲν λεπτὰς ὀθόνας ἔχον, οἳ δὲ χιτῶνας εἶχον ἐϋννήτους ἦκα στίλβοντας ἐλαίῳ· καί ῥʼ αἳ μὲν καλὰς στεφάνας ἔχον, οἳ δὲ μαχαίρας εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων. οἳ δʼ ὅτε μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι ῥεῖα μάλα, ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν ἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέῃσιν· ἄλλοτε δʼ αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι. πολλὸς δʼ ἱμερόεντα χορὸν περιΐσταθʼ ὅμιλος τερπόμενοι. δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτοὺς μολπῆς ἐξάρχοντες ἐδίνεον κατὰ μέσσους”, ὡς οἷα δηλαδὴ κορυφαῖοι χοροῦ ὀρχούμενοι ἅμα καὶ δινούμενοι, ἤγουν στρεφόμενοι χορικῶς. δῖνος γάρ, φασί, σχῆμα χορικόν. Καὶ ὅρα ὡς οὐδὲ τὴν ἔκφρασιν ἀπήλλαξε τοῦ ποιητικοῦ ὡραΐσματος, τῆς παραβολῆς, τροχῷ κεραμεικῷ εἰκάσας πάνυ θαυμασίως τὸ ὀξὺ τῆς ἐγκυκλίου κινήσεως τοῦ χοροῦ, καὶ τροχῷ οὐχʼ ἁπλῶς, ἀλλὰ ταῖς παλάμαις ἁρμόζοντι διὰ τὸ σύμμετρον, καὶ οὔπω δὲ εἰς ἔργον κινηθέντι ἀλλʼ εἰς πεῖραν μόνην. ὀξυτάτη γὰρ ἡ τοῦ τοιούτου τροχοῦ περιφορά. ἐν γάρ τοι τῷ ἐργάζεσθαι βαρύνων ὁ πηλὸς ἀμβλύνει τὴν ὀξύτητα τῆς κινήσεως. Σημείωσαι δὲ ὅτι τῶν ῥηθέντων δύο εἰδῶν τῆς ὀρχήσεως, ἤγουν τοῦ ἐνοπλίου καὶ τοῦ ἵλεω, τὸ μὲν πρῶτον ὁ ποιητὴς ἐνταῦθα διὰ τῶν μαχαιροφόρων παίδων ἐνδείκνυται, τὸ δὲ δεύτερον διὰ τῶν παρθένων, αἳ καλὰς εἶχον στεφάνας. Φασὶ δὲ οἱ παλαιοὶ ὅτι διακεχωρισμένως χορευόντων τὸ πρὶν ἀνδρῶν τε καὶ γυναικῶν πρῶτοι οἱ μετὰ Θησέως σωθέντες ἐκ τοῦ λαβυρίνθου ἑπτὰ ἠΐθεοι καὶ τοσαύται παρθένοι ἀναμὶξ ἐχόρευσαν ὑπὸ καθηγητῇ τῷ Δαιδάλῳ κατὰ Κνωσσόν, πόλιν Κρήτης, περὶ ἧς ἀλλαχοῦ τε καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ δὲ ἐρρέθη. ἀφʼ ἧς καὶ τὰ Κνώσσια παρὰ Σοφοκλεῖ ὀρχήματα καὶ τὸ ἔργον ἐκεῖνο τοῦ Δαιδάλου μετῆλθεν εἰς μίμησιν, καὶ νῦν ἔτι πολλοί, καὶ μάλιστα ναυτικοί, ὅσοι πρὸς τὸ παλαιὸν ἀνδρῶδες παρεκνεύουσι, χορόν τινα ἑλίττουσι ποικιλόστροφον καὶ πολυκαμπῆ τὰς τοῦ λαβυρίνθου μιμεῖσθαι θέλοντες ἕλικας. Σημείωσαι δʼ ἐνταῦθα ὅτι οὐ τῷ Θησεῖ τῷ ἀλλοδαπῷ τὸν χορὸν ἐκεῖνον ὁ ἐκ Κρήτης Δαίδαλος ἤσκησεν, ἀλλὰ τῇ τῶν βασιλέων θυγατρὶ Ἀριάδνῃ τῇ τοῦ Θησέως ἐρωμένῃ. ἐρώτων γὰρ γυναικῶν ὁ Δαίδαλος ὑπουργὸς παραδέδοται, ὃς οὐ μόνον ἐνταῦθα μεσολαβεῖ χορὸν καταποικίλας δαιδάλεον, ἀλλὰ καὶ τῇ Πασιφάῃ πρὸς ἀλλόκοτον ἔρωτα τὸν τοῦ ταύρου ἐμεσίτευσε. διὸ καὶ δικαίως ὑπὸ Μίνωος κατὰ τὴν ἱστορίαν ἐδιώκετο, ὅτε καὶ τὸν υἱὸν Ἴκαρον ἀπεβάλετο συμφεύγοντα, ἐξ οὗ τὸ Ἰκάριον πέλαγος. Ἰστέον δὲ ὅτι ἀλλόκοτος μὲν ἀληθῶς ὁ κατὰ τὴν Πασιφάην ἔρως, ἔχει δέ τινας ὁμοιότητας. πεπείραται γοῦν καὶ τοῖς τοῦ νῦν γένους γυνὴ κυνὸς εὐγενοῦς ἔρωτι κατασχεθεῖσα καὶ χρωτιζομένη τῷ κακῷ. ἄλλως δὲ καὶ ἄλογα ζῷα ἔρωτας ἐπʼ ἀνθρώποις ἔπαθον. δελφῖνος οὖν τοιοῦτος ἔρως παρʼ Ὀππιανῷ κεῖται. λέγεται δὲ καὶ ἀλεκτρυὼν ἐν Βιθυνίᾳ οἰνοχόου τινὸς ἐρασθῆναι βασιλικοῦ, καὶ χὴν δὲ Ὠλενίου παιδός. καὶ ἐν Λευκαδίᾳ ταώς, φασίν, ἐρασθεὶς παρθένου θανούσῃ συνεξέλιπε. Περὶ δὲ Ἀριάδνης καὶ τῶν κατʼ αὐτήν, ὅτι τε Θησέως ἐρασθείη, καὶ ὅπως εἰς Κρήτην ἐκεῖνος ἔλθοι, καὶ ὡς Δαιδάλου ὑποθήκαις ἀγαθῖδα μίτου δοῦσα τῷ Θησεῖ αἰτία γένοιτο ἐκείνῳ διεξοδεῦσαι τὸν λαβύρινθον, ἱστοροῦσι πολλοί, καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δὲ γέγραπταί τινα. Ὅτι δὲ ἀγαθὶς δέσμη, ῥάμμα, στήμονες, λέγουσιν οἱ παλαιοί. δηλοῖ δέ, φασίν, ἡ λέξις καὶ σησαμίδα. Τὸ δὲ “ἤσκησε” καιριωτάτη λέξις καὶ ἐνταῦθα, δηλοῦσα ἔργου ἐπιμέλειαν, ὡς καὶ ἐν τῷ “ἤσκειν εἴρια”. Ὅρα δὲ καὶ τὸ “ἠΐθεοι καὶ παρθένοι”. ὃ γὰρ ἐν ἡλικίᾳ γυναικῶν αἱ παρθένοι, τοῦτο ἐν ἀνδράσιν ἠΐθεοι, οἱ ὡραῖοι, φασί, γάμου καὶ μηδέπω γεγαμηκότες. ὡς δὲ καὶ τρισυλλάβως ᾔθεος λέγεται ὁ ἠΐθεος προσγραφέντος τοῦ ι, Διονύσιος Αἴλιός φησι, καὶ ἔστι, φασίν, Ἀττικόν. λέγεται δὲ καὶ ἐπὶ παρθένου τὸ ἠΐθεος. καὶ χρῆσις φέρεται εἰς τοῦτο αὕτη· εἰ μὴ κόρη δεύσειε τὸ σταῖς ἠΐθεος. Τίνες δὲ ἀλφεσίβοιαι, καὶ ὅτι καρπὸς τὸ μεταξὺ συνάπτον χειρὸς καὶ πήχεως, καὶ ὅτι ὀθόναι ἴσως ἄρτι γυναικεῖα ἱμάτια λεπτὰ παρὰ τὸ ὄθω διὰ τὸ εὐκίνητον, καὶ ὅτι στεφάνας μὲν θηλυκῶς οἶδεν ὁ ποιητὴς ἐπὶ κόσμου κεφαλῆς, οὐ μὴν δὲ καὶ στεφάνους ἀρσενικῶς, καὶ ὅτι τὸ ὁτέ ὀξυτόνως, ἀντὶ τοῦ ποτέ, ὅτε βαρυτόνως οἶδε λέγειν ὁ ποιητής, ὡς καὶ νῦν ἐν τῷ “οἳ δʼ ὅτε μὲν θρέξασκον”, καὶ τίνες οἱ κυβιστητῆρες, καὶ ὅτι τὸ δινεῖν ἐνεργητικῶς λέγει ἀντὶ τοῦ δινεῖσθαι, εἰπὼν ἐνταῦθα “ἐδίνεον κατὰ μέσσους”, δηλοῦται καὶ ἀλλαχοῦ. Τοῦ δὲ ἀλφεσίβοιαι προϋπάρχει ῥῆμα διφορούμενον τῇ κλίσει. μέλλων γὰρ αὐτοῦ καὶ διὰ τοῦ ε, ἐξ οὗ ἀλφεσίβοια, καὶ διὰ τοῦ η, ἐξ οὗ ἀλφηστής, λέξις αὕτη ὁμώνυμος. ἀλφησταὶ γὰρ οὐ μόνον ἄνθρωποι κατά τι κοινὸν ἐπίθετον, ἀλλὰ καὶ ἰχθύων εἶδος. μονάκανθοι δὲ αὐτοί, κιρροί, πορφυρίζοντες κατά τινα μέρη, ὧν, φασίν, ἁλισκομένων σύνδυο φαίνεσθαι τὸν ἕτερον κατʼ οὐρὰν ἑπόμενον. ὅθεν διὰ τὸ κατὰ πυγὴν θατέρῳ τὸν ἕτερον ἀκολουθεῖν Ἀπολλόδωρος τοὺς ἀκρατεῖς καὶ κατωφερεῖς ἀλφηστὰς εἶπεν ἐν τῷ “καταπυγωτέραν ἀλφηστῶν”. Τὸ δὲ “ὠρχεῦντο” ἐτεχνήσατο οὕτως εἰπεῖν Ὅμηρος. εἰ γὰρ ὠρχοῦντο ἔφη, λογοειδὴς ἂν ὁ στίχος ἦν καὶ εὐτελής. Συγγενὲς δὲ τῷ Κρητικῷ Δαιδάλῳ διδάσκειν ὀρχεῖσθαι. Κρησὶ γὰρ κατὰ τὴν ἱστορίαν ἐπιχώρια τό τε κυβιστᾶν καὶ ἡ ὄρχησις, ὡς καὶ Ὅμηρος οἶδε, καὶ περιῄδοντο τοῖς πάλαι τὰ Κρητικὰ ἐμμελῆ ὑπορχήματα. καὶ τὸ μὲν ὄργανον ἐκαλεῖτο Μολοσσόν, ὁ δὲ τρόπος Κρήτας, ὡς ἂν εἴποι τις, Κρητικός. καὶ ἔστι Δωρικὸν τοὔνομα, ὅμοιον τῷ Νικήτας καὶ Φιλήτας, ὧν τὰ κοινὰ Νικήτης καὶ Φιλήτης. Σημείωσαι δὲ ὅτι περὶ χιτώνων καὶ τοιαῦτά φασιν οἱ παλαιοί· χιτών· ὁ ζωστὸς καὶ γυναικεῖος, ὁ δὲ ἀνδρεῖος, χιτωνίσκος, ὅ τινες ἐπενδύτην, τὸ δὲ βραχὺ χιτωνισκάριον. χιτωνίου δὲ καὶ χιτωνάριον λεπτὸν ἔνδυμα γυναικεῖον πολυτελές. Μένανδρος “λελουμένη γὰρ ἡ ʼταίρα καὶ διαφανὲς χιτωνάριον ἔχουσα”. Ἀριστοφάνης “ἐνδὺς τὸ γυναικεῖον τοδὶ χιτώνιον”. ταῦτα Αἴλιος Διονύσιος, παρʼ ᾧ καὶ ὅτι χορταῖος ὁ δασὺς καὶ μαλλωτὸς χιτών. καὶ πάλιν· χορταῖος· χιτὼν ποδήρης, ἔχων χειρῖδας. ἀλλαχοῦ δὲ ὅτι χιτῶνος εἶδος καὶ ἡ ἐξωμίς. ἐξωμὶς γάρ, φησί, χιτὼν ἅμα καὶ ἱμάτιον τὸ αὐτό. ἄλλος δέ τις ἱστορεῖ καὶ ὀρθοσταδίους χιτῶνας, λέγων ὅτι ὀρθοστάδιοι μὲν οἱ στατοί, συρτοὶ δὲ οἱ συρόμενοι. ἐκ δὴ τούτων δῆλον ὡς οὐχʼ ὥρισται ὁ χιτὼν κατὰ τοὺς ἐνστατικοὺς ἐπὶ μόνου τοῦ προσεχῶς ἐπικεχυμένου τῇ σαρκί. Τοῦ δὲ ἐΰννητοι, ὅ ἐστιν εὔνητοι, εὔκλωστοι, θέμα ἢ τὸ νήθω, ἢ μάλιστα τὸ νῶ νήσω, οὗ χρῆσις καὶ παρʼ Ἡσιόδῳ ἐν τῷ “νεῖ νήματα ἀράχνης”. Δοκοῦσι δὲ ἀντιδιεστάλθαι ταῖς λεπταῖς ὀθόναις οἱ εὔνητοι χιτῶνες. οὗτοι γὰρ οὐκ ἂν εἶεν κατʼ ἐκείνας λεπτοὶ καὶ διαφανεῖς. Τὸ δὲ “στίλβοντες ἐλαίῳ” ἀντὶ τοῦ στιλπνοί, ὡς εἰ καὶ ἔλαιον αὐτῶν ἀπέσταζε, κατὰ τὸ “ἀπελείβετο ὑγρὸν ἔλαιον”, ὅπερ ἐν Ὀδυσσείᾳ κεῖται λεχθὲν εἰς ὀθόνας. Καὶ σημείωσαι ὅτι ἐν τῷ “χιτῶνες στίλβοντες ἐλαίῳ”, καὶ ἐν τῷ “ὀθονέων ἀπελείβετο ὑγρὸν ἔλαιον”, οὐ πολλὴ ἔοικεν ἡ λευκότης εἶναι. ἐπὶ γὰρ τῶν ἤδη λευκανθέντων οὐκ ἔστι τὸ χρῶμα τοιοῦτον, ἀλλʼ ἐπʼ ἐκείνων οἰκεῖον τὸ “λευκὸν δʼ ἦν ἠέλιος ὥς”. Ὅρα δὲ ὡς ταῖς τοῦ ἔχειν κινήσεσιν ἐπέμεινεν, εἰπὼν “ἐπὶ καρπῷ χεῖρας ἔχοντες”, καὶ “λεπτὰς ὀθόνας ἔχον”, καὶ “χιτῶνας εἶχον”, καὶ “στεφάνας ἔχον”, καὶ “μαχαίρας εἶχον”, καὶ ὅτι καὶ ἐπὶ μαχαιρῶν ὡς ἐπὶ ἀσπίδων καὶ ξιφῶν τελαμῶνας ἔφη τοὺς ἀναφορεῖς. Εἰ δὲ ἀργύρεοι τῶν ὧδε μαχαιρῶν οἱ ἀναφορεῖς, ὅμως ἱμάντας καὶ οὕτω νοητέον αὐτοὺς ἀναλόγως τῇ ὑποκειμένῃ τῆς ἀσπίδος ὕλῃ. Τὸ δὲ “θρέξασκον” καιρία λέξις ὡς ἐν ποιήσει, διὸ καὶ δισσεύει αὐτὴν ἐνταῦθα ὁ ποιητής. πεζολογῶν δὲ ῥήτωρ ἐνεστῶτα μόνον εἰδὼς τοῦ τρέχειν ἵσταται μέχρις αὐτοῦ μὴ προβαίνων εἰς μέλλοντα, χρώμενος δὲ ἀντʼ αὐτοῦ τῷ δραμοῦμαι καὶ τῇ κινήσει αὐτοῦ. Ὁ δὲ κεραμεὺς καὶ τὸ προϋπάρχον αὐτοῦ ῥῆμα τήν τε κεραμείαν ποιοῦσιν, ἧς χρῆσις καὶ ἐν παροιμίᾳ σκωπτούσῃ τὸ “κεραμείᾳ τὸν πίθον”, καὶ τὰ κεράμεια, ἐφʼ οἷς γριφεύοντές τινες γῆς τε καὶ πυρὸς τέκνα φασὶν αὐτὰ καὶ ἄλλα δέ τινα συνήθη τῇ κατʼ αὐτοὺς τέχνῃ στομφάζουσιν, ὡς δῆλον ἐκ τοῦ εἰπόντος “γαίας τε καμίνου τε γόνον εὗρε κλεινότατον κέραμον, χρήσιμον οἰκονόμον, ἡ τὸ καλὸν Μαραθῶνος καταστήσασα τρόπαιον”, ἤγουν ἡ τῶν Ἀθηναίων πόλις. καὶ ἐπαινεῖται, φασίν, ὄντως ὁ Ἀττικὸς κέραμος. οὕτω δὲ κατʼ Εὔβουλον καὶ τὰ Κνίδια κεράμεια καὶ τὰ Μεγαρικὰ πιθάκνια. Ἕτερος δέ τις χύτραν ἐγριφοποίησεν ἐν τῷ “τροχοῦ ῥύμασι τευκτὸν κοιλοσώματον κύτος, πλαστὸν ἐκ γαίης”. ὁ δʼ αὐτὸς τὸ αὐτὸ φράζων, ἔνθα καὶ περὶ πλακοῦντος λέγει, “ξανθῆς”, φησί, “μελίσσης νάμασι συμμιγὴς μηκάδων αἰγῶν ἀπόρρους θρόμβος ἐγκαθήμενος εἰς πλατὺ στέγαστρον ἁγνῆς παρθένου Δηοῦς κόρης. δηλοῖ δὲ ταῦτα πλακοῦντα ἐκ μέλιτος καὶ αἰγείου τυροῦ εἴτε γάλατος ἐγκείμενον πλατείᾳ στεγούσῃ χύτρᾳ ἢ ἑτεροίῳ κεραμείῳ. Ὅρα δὲ καὶ ὅτι τὸ «ἐπισταμένοις ποσίν» ἐπιστήμην εἶναι παραλαλεῖ γενικῶς καὶ τὴν χορευτικὴν τέχνην, καὶ ὅτι τὸ κύκλῳ ἥκειν καὶ περιφέρεσθαι θέειν εἶπεν ἐπὶ τοῦ διαληφθέντος τροχοῦ. Τὸ δὲ «θρέξασκον ἐπὶ στίχας ἀλλήλοις» ἀντὶ τοῦ ἔτρεχον λύοντες τὸν τοῦ χοροῦ κύκλον εἴς τινας εὐθείας κινήσεις· ἢ καὶ ἄλλως μάλιστα κατὰ τοὺς παλαιούς, ποτὲ μὲν τροχοειδῆ καὶ κυκλοτερῆ δρόμον ἐποιοῦντο, ποτὲ δὲ ἀντιμέτωποι ἀλλήλων γινόμενοι κατʼ ὀρθὸν διʼ ἀλλήλων ἔθεον, ὃ καὶ εἰσέτι νῦν ποιοῦσιν οἱ τὰ τοιαῦτα δεινοὶ χορευταί. Ἱμερόεις δὲ χορός, καθὰ καὶ κιθαρισμός, ὡς ἐδήλου τὸ «ἱμερόεν κιθάριζε». Τὸ δὲ «πολλὸς περιΐστατο ὅμιλος» ἔθος δηλοῖ ἐν ἀξιολόγοις χοροῖς γινόμενον. τὸ δὲ «ὅμιλος τερπόμενοι» Ἀττικῶς ἐσχημάτισται. ἄλλως γὰρ εἶχεν εἰπεῖν ὅμιλος τερπόμενος. Ἰστέον δὲ καὶ ὡς ἐκ τοῦ «μολπῆς ἐξάρχοντες ἐδίνευον» ἐρρέθη παρὰ τοῖς ὕστερον εἶδός τι ὀρχήσεως ἐμμέλεια. φησὶ γοῦν Παυσανίας, ὅτι ὄρχησίς τις ἦν τραγικὴ λεγομένη ἐμμέλεια. Αἴλιος δὲ Διονύσιός φησι καὶ αὐτός, ὅτι ἐμμέλεια τραγικὴ ὄρχησις, ὥσπερ ἡ κωμικὴ κόρδαξ καὶ ἡ σατυρικὴ σίκιννις. ἐκαλεῖτο δέ, φησίν, ἐμμέλεια καὶ τὸ ὑπὸ τὴν τραγικὴν ὄρχησιν ᾀδόμενον αὔλημα. ὁ δὲ Παυσανίας λέγει καί, ὅτι ὀρχήσεως εἶδος καὶ ὁ ξιφισμὸς καὶ σχῆμα ἐμμελείας, ὅθεν ἀποξιφίσαι τὸ ἐξορχήσασθαι, ὥσπερ καὶ ἀποφοιτᾶν παρὰ Λυσίᾳ τὸ παύσασθαι φοιτῶντα, ὅ ἐστι μανθάνοντα. Ὅτι τὸν Ὠκεανὸν περὶ τὸ ἄκρον κύκλῳ τῆς ἀσπίδος ὁ Ἥφαιστος ἔθετο, ἵνα καὶ αὐτὸς ἔσω σφίγγῃ πάντα τὰ περικόσμια, ὅσα περιέχει τὸ τῆς ἀσπίδος ἔδαφος. Φησὶ γὰρ «ἐν δʼ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο». Καὶ ὅρα φυσικὰ ποιητικὰ πάρισα, ἐκφράσει πρέποντα, τὸ «ποταμοῖο», «Ὠκεανοῖο», «ποιητοῖο», καὶ ὡς ποταμὸν κἀνταῦθα τὸν Ὠκεανὸν ἡ Ὁμηρικὴ Μοῦσα ἔφη, ἐκ μέρους ἴσως οὕτως εἰποῦσα, εἴπερ, ὡς ἐν Ὀδυσσείᾳ δηλοῦται, ποταμός τις φέρεται εἰσβάλλων εἰς τὸν μέγαν Ὠκεανόν, τὴν ἔξω δηλαδὴ θάλασσαν. Τὸ δὲ «μέγα σθένος» τὸν μεγασθενῆ συντίθησι. δῆλον δὲ ὡς πάνυ δεξιῶς πινακογραφικῷ χαρακτῆρι, ὃν οἱ περιηγούμενοι ἐζήλωσαν, τῇ κατʼ αὐτὸν Ὅμηρος κοσμοποιΐᾳ κύκλῳ τὸν Ὠκεανὸν περιέθετο. Ὅτι ἐπιμονῇ ῥήματος χρῆται καὶ ἐν τῷ «ἐπειδὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε· τεῦξεν ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς· τεῦξε δέ οἱ κόρυθα βριαρήν, κροτάφοις ἀραρυῖαν, καλήν, δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε· τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ», ὥς που καὶ προεγράφη, «κασσιτέροιο». Καὶ ὅρα ὅτι ἐπελευστικῶς φράσας οὐκ ἐκφράζει καὶ ταῦτα, ἐπεὶ ἔφθασεν ἐπʼ ἄλλων ὁμοειδῶν τοῦτο ποιῆσαι, οἷον ὅτε τὸν θώρακα τὸν Κινύρου ἐξέφρασε καὶ τὴν τῆς Ἀθηνᾶς κόρυθα. διόπερ οὐκ ἐθέλει τὰ αὐτὰ πολλάκις μυθολογεύειν. οὕτω καὶ τὴν τοῦ Πατρόκλου πυρὰν πολυλογήσας ἐν τοῖς ἑξῆς, τὴν τοῦ Ἕκτορος παραδραμεῖται, οἷα τὴν ἄκαιρον ταὐτολογίαν ἐκφεύγων καὶ τὸ προσκορές, ἄλλως δὲ καὶ σπεύδων εἰς τὸ ἐναγώνιον. διὸ οὔτε περὶ τοῦ Ὠκεανοῦ πολυλογεῖ, ἀλλʼ εἰπεῖν ἠρκέσθη τὸ «ἐν δʼ ἐτίθει ποταμοῖο μέγα σθένος», ὡς εἴρηται. Καὶ τὸν Ἥφαιστον δὲ σιγῶντα πλάττει, ὅτε μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας τὰ ὅπλα δηλαδή, καὶ οὐδὲ τὴν Θέτιν λαβοῦσαν αὐτὰ παρʼ Ἡφαίστου πεποίηκέ τι λέγουσαν πρὸς τὸν αὐτὰ δόντα. εἰ δὲ καὶ ἔστι κατὰ τὸ σιωπώμενον νοῆσαι, ὅτι ἐλάλησεν ἄν, ὡς εἰκός, ἡ Θέτις εὐχαρίστως τὰ δέοντα, καθὰ καὶ Χρύσης πρὸς τοὺς Ἀχαιούς, ὅτε ἀπέλαβε τὴν παῖδα, ὅμως Ὁμήρῳ οὐκ ἀρέσκει λαλεῖν τὰ μὴ ἀναγκαῖα μηδὲ κατεπείγοντα. Τὸ δὲ τάχος καὶ τὴν σπουδὴν τῆς Θέτιδος ἐμφαίνει καὶ παραβολικῶς ὁ ποιητὴς εἰπὼν ὡς ἡ Θέτις «ἴρηξ ὣς ἆλτο κατʼ Οὐλύμπου νιφόεντος τεύχεα καλὰ φέρουσα παρʼ Ἡφαίστοιο ἄνακτος». Ταῦτα δὲ καὶ ὅπλα κοινότερον ἐνταῦθά φησιν ὡς πολέμου ὄργανα, εἰπὼν «αὐτὰρ ἐπεὶ πάνθʼ ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις», ἤγουν καμὼν ἐποίησεν ἢ περὶ πάντα ἔκαμε. Τὸ δὲ φαεινότερον πυρὸς αὐγῆς εἶναι τὸν θώρακα ἐκ τοῦ λαμπροῦ χρυσοῦ ἔχειν δοκεῖ. Τὸ δὲ «τεῦξε» πρωτότυπόν ἐστι τοῦ τεύχεα. διὸ μετὰ τὸ «τεῦξεν» εἰπὼν ὅπλα οὐκ ἠνέσχετο μὴ τεύχεα εἰπεῖν τὰ αὐτά, ὡς ἀνωτέρω δεδήλωται. Ἀρετὴ δὲ καὶ νῦν κόρυθος τὸ ἀρηρέναι κροτάφοις. ἡ γάρ ἐστι καὶ πληκτικὴ καὶ οὕτω δύσχρηστος. καλὴ δὲ αὕτη, διʼ ὃν ἔχει χρύσεον λόφον, τὰς ἀλλαχοῦ χρυσείας ἐθείρας. Κασσίτερος δέ, φασί, παρὰ τὸ θᾶσσον τείρεσθαι. καὶ ἄλλως δέ, ὡς καὶ προεδηλώθη, καυσίτερός τις, πρὸς διαστολὴν τοῦ ἐν τῇ καύσει ἀτειρέος χαλκοῦ. διὸ καὶ ἀναλογώτερον κασσίτερον γράφειν διὰ τοῦ ε ἤπερ κασσίτηρον διὰ τοῦ η. δῆλον δὲ ὡς καὶ Ἀττικῶς λέγεται καττίτερος. Ὅρα δὲ καὶ νῦν τὸ «ἀμφιγυήεις», οὐ ψεκτικῶς ῥηθὲν ἐπὶ Ἡφαίστου, ἀλλὰ χαρακτηριστικῶς κατά τινα οἷον ἰδιότητα. διὸ καὶ ἀνιστᾷ τὸ τοῦ ἐπιθέτου ταπεινόν, «κλυτός» φάμενος, ὡς καὶ πρὸ τούτου «περικλυτός», καὶ ἄνακτα δὲ τὸν αὐτὸν εἰπών. Ἡ δὲ κατὰ τὸν ἴρηκα παραβολὴ συνεπιτέτμηται τῇ πραγματικῇ γοργότητι, ὡς πολλαχοῦ ποιεῖν εἴωθεν Ὅμηρος. ὡς δὲ δασύνεται μὲν ὁ ἵεραξ, ψιλοῦται δὲ Ἰωνικῶς ὁ ἴρηξ, δῆλον ἐν τοῖς πρὸ τούτων που καὶ αὐτὸ γέγονεν.