ΕΚ ΤΩΝ ΤΗΣ ΞΙ
Ὅτι τοῦ γράμματος τούτου ἡρωΐζουσα μὲν ἐπιγραφὴ αὕτη· ξι Κρονίδην λεχέεσσι καὶ ὕπνῳ ἤπαφεν Ἥρη, πεζὴ δὲ ἥδε· Διὸς ἀπάτη. ἐν ταύτῃ γὰρ τῇ ῥαψῳδίᾳ πάσχει πρὸς Ἥρας ἀπάτην ὁ Ζεύς. Ὅτι ἐν τῷ «Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης» τὸ οὐκ ἔλαθε τὴν ἐκ προαιρέσεως ἀμέλειαν ἀποφάσκει, λέγοντος Ὁμήρου, ὡς οὐκ ἀμελῶς τῶν εἰς μάχην εἶχεν ὁ Νέστωρ, εἰ καὶ ἔπινεν. οὕτω καὶ ἐν τῷ «ἢ λάθετο ἢ οὐκ ἐνόησεν» ἐπὶ Οἰνέως, τοιοῦτος ἦν ὁ νοῦς, ὡς ἢ ἑκὼν ἠμέλησεν ἢ οὐδʼ εἰς νοῦν ὅλως ἔβαλεν. Ἀποσεμνύνει δʼ ἐνταῦθα τὸν Νέστορα ὁ ποιητής, ὡς καὶ ἐν καιρῷ ἀνέσεως πάνυ προσεκτικὸν ὄντα. κἂν γὰρ ὡς τὰ πολλὰ πρὸς ἄλλοις ἡ ψυχὴ τοῦ πίνοντος γίνηται, ὁ Νέστωρ ὅμως καὶ πίνων οὐκ ἀπέχεται τῶν σπουδαίων, ἀλλὰ παραφυλάττει τὰ τοῦ πολέμου. Διὸ καὶ ὡς πάλαι πολέμων εὖ εἰδὼς τῇ ποιότητι τῆς βοῆς, μείζονος γινομένης, τὸ ἑτερορρεπὲς τοῦ πολέμου τεκμαίρεται. «Φράζεο» γάρ, φησίν, «δῖε Μαχᾶον, ὅπως ἔσται τάδε ἔργα· μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν». οὕτω που καὶ Μενέλαος τῇ βοῇ τὸν Ὀδυσσέα ἔγνω βιαζόμενον. Πίνει δὲ ὁ Νέστωρ ἐκεῖνον τὸν κυκεῶνα, ὃν Ἑκαμήδη ἐσκεύασεν. οὐκ εἰς μέθην δὲ τοῦτο ποιεῖ, οὐ γὰρ εἶχε μεθύσκειν ὁ κυκεών, εἰ καὶ οἴνου μετεῖχε. Σημειοῦνται δὲ οἱ παλαιοὶ διὰ τῆς ἐνταῦθα τοῦ Νέστορος προσοχῆς, ὡς οὐδὲν τοῖς σοφοῖς τὰ ἡδέα πρὸς τὴν τῶν σπουδαίων ἐπίσκεψιν προσίσταται. Δῆλον δὲ ὅτι τὸ «οὐκ ἔλαθεν» ἐκτείνει τὴν λήγουσαν λόγῳ κοινῆς συλλαβῆς. καταπεραιοῖ γὰρ εἰς μέρος λόγου κατὰ τοὺς Τεχνικούς, καὶ τὴν ἑξῆς ἔχει ἀρχομένην ἀπὸ φωνήεντος. Ἰστέον δὲ ὅτι προκαταστατικόν ἐστι συμβουλῆς τὸ «φράζεο ὅπως ἔσται τάδε ἔργα». Τὸ δὲ «πίνοντα» ἐκτείνει τὴν ἄρχουσαν, ὡς καὶ τὸ «ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος», καὶ «οἴκῳ ἐν ἡμετέρῳ πίνοντα», οὕτω καὶ τὸ «πιόμενʼ ἐκ βοτάνης». Ὅτι τὸ «ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον, εἰς ὅ κε» τόδε γένηται, «αὐτὰρ ἐγὼν ἐλθών» ποιήσω τόδε, εἴποι ἄν τις θερμὸς εἰς ἔργον πρός τινα ἐν τῷ ἀσθενεῖν τημελούμενον. Νέστωρ δέ φησιν αὐτὸ πρὸς Μαχάονα, ἐθέλων ἐκεῖνον οὕτω ποιεῖν, ἕως «θερμὰ λουτρὰ ἐϋπλόκαμος Ἑκαμήδη θερμήνῃ καὶ λούσει ἄπο», ἤγουν ἀπολούσει, «βρότον αἱματόεντα». ἐκεῖνος δὲ ἄλλο τι ποιεῖ εἰπὼν «αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν». Ἧς γενόμενος διασκοπεῖται τὰ τῆς μάχης, ἑλὼν σάκος τὸ τοῦ υἱοῦ Θρασυμήδους χαλκῷ παμφαῖνον, ὁ δὲ εἶχε τὴν καλὴν τοῦ πατρὸς ἀσπίδα τὴν χρυσῆν, ἐκείνῳ μᾶλλον ἐπιπρέπουσαν. καί πώς ἐστι καὶ τοῦτο χρύσεα χαλκείων ἀλλάξασθαι. Νοητέον δὲ κατὰ τὸ σιωπώμενον ὅτι, ἐπεὶ κοινὰ τὰ τῶν φίλων, ὁ πατὴρ καὶ τοῦτο ἐπέταξεν, ἵνα εἰ μὴ τῷ σώματι τῇ γοῦν ἀσπίδι δοκοίη ὁ γέρων τῷ πολέμῳ ἐπιφαίνεσθαι. Ὃς ἐνταῦθα καὶ ἄλκιμον ἔγχος εἵλετο, διδάσκων ὡς ἀεὶ ἐν μάχης καιρῷ ἐπιμελητέον ὁπλίσεως διὰ τὸ τῆς τύχης ἄδηλον. Ὅρα δὲ ὡς καὶ ἐνταῦθα γυνὴ λουτροῖς ὑπηρετεῖ ἀνδρῶν, ὃ καὶ ἡ Ὀδύσσεια δηλοῖ, καὶ ὅτι μετὰ βρῶσιν γίνεται λουτρὰ τῷ Μαχάονι. θερμὰ δὲ λοετρὰ εἶπε τὰ μήπω ἐνεργείᾳ τοιαῦτα, ἀλλὰ μετὰ θέρμανσιν τὴν ἐν τῷ πυρί. Τὸ δὲ «ἐλθὼν ταχὺ ἐς περιωπὴν εἴσομαι», ὅ ἐστι γνώσομαι, ἔλλειψιν ἔχει τοῦ· τίς ἡ βοὴ ἢ ἑτέρου τινὸς τοιούτου. Περιωπὴ δέ ἐστιν, ἀφʼ ἧς τῶν πέριξ οἱ ὦπες αἰσθάνονται. Ὅρα δʼ ἐνταῦθα παρίσωσιν ἅμα καὶ πολυωνυμίαν συνήθη, καὶ ὑποπαρήχησιν δέ τινα ποιητικήν, ἐν τῷ «σάκος εἵλετο υἷος ἑῆος, ὃ δʼ ἔχʼ ἀσπίδα πατρὸς ἑοῖο». Τὸ μὲν γὰρ υἷος καὶ τὸ ἑῆος παρισοῦσι, τὸ δὲ ἑῆος καὶ τὸ ἑοῖο, εἰ καὶ μὴ εὐχρηστοῦνται λόγῳ πεζῷ, ἀλλὰ ποιητικώτερον καὶ πολυωνυμοῦνται καὶ παρηχοῦσι. Τὸ δὲ ῥηθὲν τοῦ Νεστορίδου Θρασυμήδους σάκος τετυγμένον ὁ ποιητὴς ἔφη κατὰ συνήθη φράσιν, ἶσον ὂν κατʼ ἔλλειψιν τοῦ εὖ ὀνόματι συνθέτῳ τῷ εὔτυκτον. Ὅτι εἰπὼν Ὅμηρος ἀσαφῶς ἐν σχήματι συμπλοκῆς, ὡς «εἴσιδεν ἔργον ἀεικές» ὁ Νέστωρ «τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν», εἶτα διευκρινῶν τίνες μὲν οἱ τὸ ὀρίνεσθαι πάσχοντες, τίνες δὲ οἱ τὸ κλονεῖν ποιοῦντες, ἐπάγει εὐθὺς ὁμοιόπτωτον αἰτιατικὴν δηλωτικὴν τῶν ποιούντων τὸ «Τρῶας ὑπερθύμους». εἶτα καὶ πρὸς πλείω σαφήνειαν τῶν κλονουμένων ἐπιφέρει «ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν», ὡς εἶναι λοιπὸν Ἀχαιοὺς μὲν ὀρινομένους, ὧν καὶ τὸ τεῖχος ἐρείπεται, ποιοῦντας δὲ κλόνον τοὺς Τρῶας, οὓς καὶ ὑπερθύμους διὰ τοῦτο εἶπεν, ὥσπερ καὶ τὸ τοὺς Ἀχαιοὺς δυστυχεῖν φθάσας ἐνέφηνεν ὡς φιλέλλην ἐν τῷ «ἔργον ἀεικές». Σημείωσαι δὲ ὡς, εἰ καὶ εἶχεν ἐντελῶς καὶ σαφέστερον ἀποδοῦναι κατὰ συζυγίαν ὁμοιόπτωτον, οἷον «Τρῶας ὑπερθύμους ἰδὲ ἰφθίμους Ἀργείους», ἀλλὰ προέκρινεν ἄλλως φράσαι καινότερον, ἵνα λέγῃ ὅτι Τρῶες μὲν ἐκλόνουν, ὠρίνοντο δὲ δηλαδὴ ἐκεῖνοι ὧν τὸ τεῖχος ἐρέριπτο, τουτέστιν ἔρριπτο, ἢ μᾶλλον κεχάλαστο, ἀπὸ τοῦ ἐρείπω. διὸ καὶ μετʼ ὀλίγα «κατερήριπε τεῖχος» φησίν, ὅπερ ἐστὶ τοῦ ἐρείπω μέσος παρακείμενος, συστέλλων καὶ αὐτὸς Ἀττικῶς τὴν τρίτην συλλαβήν, ὁμοίως τῷ ἐρήριπτο καὶ τῷ ἀλήλιφε καὶ ἐρηρότηκε καὶ τοῖς ὁμοίοις. Ἔτι σημείωσαι καὶ ὅτι ἤρκει μὲν πρὸς λόγου σαφήνειαν τὸ «κλονέοντας ὄπισθεν Τρῶας». οὕτω γὰρ ἐν τῇ Ω ῥαψῳδίᾳ εἰπὼν περὶ Τρώων καὶ Ἀχαιῶν, «τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν Ἀργείους» οὐδὲν πλέον ἐπάγει, ἀφεὶς ὀρινομένους τοὺς Τρῶας νοεῖσθαι ὡς τῶν Ἀργείων κλονούντων αὐτούς. ἐποίησε δὲ ὅμως ἐνταῦθα τὸν λόγον σαφέστατον ἡ προσθήκη τοῦ «ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν». Ἔτι ἰστέον καὶ ὅτι ἐνταῦθα μὲν οὐχʼ ὁμοιοπτώτως τοῖς Τρωσὶν ἡρμήνευσε τοὺς Ἀχαιούς, ἀλλὰ περιέφρασεν ἢ παρέφρασε τὸ κατʼ αὐτούς, ἀντὶ τοῦ «Ἀχαιοὺς ὀρινομένους» εἰπὼν «ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν», ἑτέρωθι δὲ οὐκ ἐξ ἀνάγκης οὕτω γίνεται, ἀλλʼ ὡς ἡ φραστικὴ μέθοδος δίδωσι. Καὶ ἄλλως δὲ εἰπεῖν, τὸ «ἐρέριπτο τεῖχος» αἰτία ἐστί, διʼ ἣν λυποῦνται οἱ ὀρινόμενοι. λέγει οὖν ὅτι ὠρίνοντο οἷς τὸ τεῖχος ἐρέριπτο, ἤγουν οἱ Ἀχαιοί. ἐκ δὲ τοῦ «ὀρινομένους καὶ κλονοῦντας» νοεῖν ἔστιν ὡς ταὐτόν ἐστιν ὀρίνεσθαι καὶ κλονεῖσθαι. Ὅτι τὸν γέροντα Νέστορα διχθάδια βουλευόμενον, ἢ μεθʼ ὅμιλον ἴοι Δαναῶν ἢ μετʼ Ἀτρείδην ποιμένα λαῶν, καὶ ἐν συννοίᾳ ὄντα καὶ τῇ σκέψει ἐμμένοντα καὶ ἐπέχοντα, πρὸς κῦμα εἰκάζει, ὃ πρὸ ἐμβολῆς ἀνέμου ἀργὸν ἕστηκε, φράζων οὕτως «ὡς δʼ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα αὕτως οὐδʼ ἄρα τε προκυλίνδεται οὐδετέρωσε, πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον», ἤγουν ἐξ ἀέρος, «ὣς ὁ γέρων ὥρμαινε, δαϊζόμενος κατὰ θυμὸν διχθάδια». Καὶ ὅρα τὸ «διχθάδια», πρὸς ὃ μάλιστα ἡ παραβολή. καὶ τὸ κῦμα γὰρ οὐδετέρωσε προκυλίνδεσθαι εἶπε, τουτέστιν οὔτε ὧδε οὔτε ἐκεῖ. δύο γάρ τινων ἀπόφασις τὸ οὐδέτερος καὶ τὸ οὐδετέρωσε. Πορφύρειν δὲ τὸ μελαίνεσθαι, ὅθεν καὶ κῦμα πυρφύρεον καὶ πορφύρεος θάνατος. ὅτι δὲ τὸ πορφύρειν καὶ καλχαίνειν λέγεται, ἀλλαχόθι φαίνεται. Τὸ δὲ «μέγα πέλαγος» τὸ πολύνουν ἐμφαίνει τοῦ ἥρωος. Κῦμα δὲ κωφὸν τὸ μήπω ὕπαφρον καὶ παφλάζον, ὡς καὶ ἦχον ποιεῖν ἀκουστόν, καθά που καὶ κωφὸν βέλος τὸ ἄρροιζον. κωφὰ δὲ τὰ τοιαῦτα ὡς μὴ ἐνεργοῦντα εἰς ἀκοήν, τὴν καὶ κωφεύειν ἂν δοκοῦσαν διὰ τὸ μὴ ἔχειν τῶν τοιούτων αἰσθάνεσθαι. Ὥστε κἀνταῦθα τὸ κωφὸν μετήνεκται εἴτʼ οὖν μετατέθειται ἀπὸ τοῦ μὴ ἀκούοντος ἀλλὰ κωφεύοντος εἰς τὸ ἠρεμοῦν καὶ μὴ κτυποῦν καὶ διὰ τοῦτο μηδὲ ἀκουόμενον, ἵνα ᾖ κωφὸν κῦμα ὥσπερ καὶ βέλος, ἐφʼ ᾧ κωφεύοι ἄν τις οἷα μὴ ἀκούων. Δῆλον δʼ ὅτι Ὅμηρος μὲν κωφὸν οὐχʼ εὕρηται λέγων ἄνθρωπον, οἱ δὲ μεθʼ Ὅμηρον οἴδασι καὶ ἐπὶ ἀνθρώπου τὴν λέξιν, ὥσπερ σὺν ἄλλοις μυρίοις καὶ ὁ εἰπών, ὡς «καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω». Τὸ μέντοι εἰπεῖν τραγικῶς ὅτι πρὸς τὸ κάλλος ἐκκεκώφηνται ξίφη, τροπῆς ἐστιν οἷον Ὁμηρικῆς. ὡς γὰρ βέλος κωφόν, οὕτω καὶ ξίφος. Ἐρρητόρευσε δὲ ἄλλως αὐτὸ κυρίως ὁ καλὸς Ἀθήναιος, ἐκκεκωφημένα πρὸς τὸ περιβόητον κάλλος τῆς Ἑλένης εἰπὼν τὰ ἐξ Ἰθάκης εὐγενῆ μειράκια ἐς Μενελάου ἐλθόντα. ὧν καὶ θαυμάζει τὴν ὡς πρέπον τότε ἡσυχίαν. Ἔστι δὲ καθʼ Ὅμηρον κῦμα κωφὸν τὸ πορφῦρον αὕτως καὶ πρὸ ἀνέμων ἐγειρόμενον καὶ οὐδετέρωσε προκυλινδόμενον. Ὀσσόμενον δὲ ἢ τὸ προορῶν, ὡς εἴπερ αἰσθητικὸν ἦν, ἵνα κατʼ ἀντίθεσιν ἢ τροπὴν σκληρὰν μέν, ἀστείαν δέ, τὸ αὐτὸ κῦμα κωφεύοι μέν, προβλέποι δέ, τὸ μὲν διὰ τὸ ἄκτυπον, τὸ δὲ διὰ τὴν τῶν ἀνέμων δήλωσιν, ἢ τὸ προμαντευόμενον. σημεῖον γὰρ ὄντως ἀνέμου τὸ τοιοῦτον, δηλοῦν ὡς τὸ ἐν τῷ περιέχοντι ἄνω θερμὸν κινεῖ τὸν ἀέρα ἤδη καὶ λύει τὴν παρακειμένην ὑγρὰν ὕλην, ὅθεν ἄνεμος ἔσται, ὃς ἐξ ἰκμάδος καὶ τοιαύτης ὕλης τὴν σύστασιν ἔχει. ὅθεν καὶ ἴκμενος οὖρος καὶ Ζεύς, φασίν, ἴκμενος. Δῆλον δὲ ὅτι μαντική ποτε λέξις τὸ ὄσσεσθαι ἀπὸ τῆς ὄσσης, ἣν ἀεὶ ἐπὶ μαντείας τίθησι. τοιαύτη δὲ λέξις ἔστιν ὅτε καὶ ἡ ὄψ, ὡς Διονύσιος Αἴλιος παρασημειοῦται, λέγων ὄπα τὴν κληδόνα, καὶ ὀπεύεσθαι τὸ κληδονίζεσθαι. Ἀριστοφάνης Λυσιστράτῃ «ὀπευόμενος κάθηται». Οἱ δὲ λιγέες ἄνεμοι λέγοιντʼ ἂν καὶ λιγύφωνοι πρὸς ὁμοιότητα τῶν λιγυφθόγγων κηρύκων, ἔτι δὲ καὶ λιγυροί. Τὰ δὲ τῶν ἀνέμων λαιψηρὰ κέλευθα τὰς ἀνεμώκεις νεφέλας καὶ τὰς ἀελλόποδας καὶ ὅσα τοιαῦτα παρήγαγον. Ὁ δὲ ἐκ Διός, ἤγουν ἀέρος κεκριμένος οὖρος ὁ αὐτός ἐστι τῇ εὐκρινεῖ αὔρᾳ, ἧς χρῆσις καὶ παρὰ Ἡσιόδῳ ἐν τῷ «εὐκρινέες αὖραι», αἷς ἐναντίαι εἰσὶν αἱ συγκεχυμέναι καὶ ἄτακτοι, ἐπεὶ καὶ ἐναντίον τὸ εὐκρίνειν καὶ τὸ συγχέειν, ὡς καὶ πρὸ ὀλίγων εἴρηται. Τὸ δὲ «καταβῆναι οὖρον» γλυκέως ἐρρέθη ὡς ἐπί τινος ἐμψύχου μεταβατικοῦ σώματος, κοινότερον μέντοι καταπνεῦσαι λέγοιτʼ ἄν. Ὅτι κἀνταῦθα φιλοβασιλεὺς ὁ Νέστωρ. βουλευσάμενος γὰρ ἢ μεθʼ ὅμιλον Ἀχαιῶν ἔλθοι, ὡς ἐρρέθη, ἢ μετʼ Ἀτρείδην Ἀγαμέμνονα, κρίνει κέρδιον ἐπʼ αὐτὸν ἐλθεῖν. ἐπεὶ δὲ οὐκ ἦν εὔπλαστον περιϊέναι τὸν γέροντα καὶ ζητεῖν ποῦ ὁ βασιλεύς, ποιεῖ ἐκεῖνον συναντῶντα τούτῳ ἐν τοῖς ἑξῆς, ὡς οὐδὲ αὐτὸν ἡσυχάζειν ἐν ταῖς σκηναῖς ἐθέλοντα. Ὅτι λακεῖν ἐνταῦθα ἐπὶ χαλκοῦ λέγει κατὰ ὀνοματοποιΐαν. Φησὶ γὰρ «οἳ δʼ ἀλλήλους ἐνάριζον μαρνάμενοι, λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς νυσσομένων ξίφεσί τε καὶ ἔγχεσιν ἀμφιγύοισι». σταδαία γὰρ ἡ μάχη, καὶ τὸ ἔργον ἀγχέμαχον. Ἰστέον δὲ ὡς ἀλλαχοῦ μὲν ὀστέα ἔλακε πάσχοντα, ἐνταῦθα δὲ αὐτὸς ἔλακεν, ὡς καὶ προείρηται, ὁ ποιῶν χαλκός. Ὅρα δὲ καὶ τὸ «νυσσομένων». ἦν μὲν γὰρ εἰπεῖν νυσσομένοις, ἠθέλησε δὲ πλαγιάσαι καινότερον κατὰ γενικῆς διὰ τὸ πανταχοῦ ἀσόλοικον τοῦ πλαγιασμοῦ. τίνα δὲ τὰ ἀμφίγυα ἔγχη, προείρηται. Ὅτι παθητικῶς ἔστι συμβαλέσθαι εἰπεῖν ἀντὶ τοῦ συναντῆσαι. φησὶ γὰρ «Νέστορι δὲ ξύμβληντο βασιλῆες, ὅσοι βεβλήατο χαλκῷ», καὶ «ὃ δὲ ξύμβλητο γεραιός». Παρὰ δέ γε τοῖς ὕστερον ξυμβαλέσθαι ἐστὶ τὸ νοῆσαι, οἷον «συνεβάλετο τὸν χρησμόν», ἤγουν ἔγνω τί βούλεται ὁ χρησμός. Λέγουσι δὲ συμβαλέσθαι καὶ τὸ λυσιτελῆσαι. ὅθεν ἀξύμβολος ὁ εἰς μηδὲν χρήσιμος. ἔτι δὲ ξυμβαλέσθαι ἦν καὶ τὸ συνεισαγαγεῖν τι πρὸς δαπάνην, ὅθεν καὶ δεῖπνον ἀξύμβολον τὸ δωρεὰν καὶ εἰς ὃ οὐ ξυμβέβληταί τι πρὸς τοῦ κληθέντος. Τὸ δὲ «ξύμβληντο» καὶ τὸ «βεβλήατο» ἔχουσί τι παρηχητικόν. Ἰστέον δὲ ὅτι παραδεικνὺς ἐνταῦθα Ὅμηρος πόθεν που ὁ Νέστωρ καὶ οἱ ξυμβλήμενοι, ὡς ἐρρέθη, αὐτῷ βασιλεῖς ἔρχονται, ὁ Διομήδης, ὁ Ὀδυσσεὺς καὶ ὁ Ἀγαμέμνων, ὅτι δηλαδὴ ἀπὸ τῶν πρὸς τῇ θαλάσσῃ νηῶν ἐπὶ τὰς πορρωτέρω, περὶ ἃς τὸ τεῖχος, φησὶ «πολλὸν γάρ ῥʼ ἀπάνευθε μάχης εἰρύατο», τουτέστιν εἱλκυσμέναι ἦσαν, «νῆες θῖνʼ ἐφʼ ἁλὸς πολιῆς», ἐν αἷς δηλαδὴ καθʼ ἡσυχίαν ἦσαν οἱ βασιλεῖς οὗτοι. Εἶτα ἑρμηνεύων πῶς ἦσαν αἱ πρὸς τῇ θαλάσσῃ αὗται νῆες πολὺ πόρρω τῆς μάχης, φησὶν «τὰς γάρ», ἤγουν ταύτας, ὅσαι πρῶται ἤγγισαν τῇ γῇ ἐν τῷ ἐξ ἀρχῆς κατάπλῳ, «πρώτας πεδίονδε εἴρυσαν», οἱ Ἀχαιοὶ δηλαδή, οὓς διὰ τὸ πάντῃ φανερὸν ἐσίγησεν ὁ ποιητής, «αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν. οὐδὲ γὰρ οὐδʼ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας αἰγιαλὸς νῆας χαδέειν», ὅ ἐστι χωρῆσαι καθʼ ἕνα στίχον, «στείνοντο δὲ λαοί. τῷ ῥα», ἤγουν διό, «προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης», ἤγουν ὅλης, «ἠϊόνος στόμα μακρόν, ὅσον ξυνεέργαθον», ἤγουν ὅσον περιεῖχον καὶ συνέκλειον ἔντος «ἄκραι», ἤτοι τὰ ῥηθέντα ἀλλαχοῦ ἀκρωτήρια, ἢ τὰ τοῦ ναυστάθμου κέρατα. Καὶ ἦσαν λοιπὸν αἱ μὲν τῶν νηῶν νενεωλκημέναι μακρὰν τῆς μάχης θῖνα ἐφʼ ἁλὸς πολιῆς, ἔνθα καὶ αἱ τοῦ βασιλέως, ὡς δηλοῖ καὶ τὸ «νῆες δέ τοι ἄγχι θαλάσσης», ἄλλαι δὲ ἵσταντο πορρωτέρω τῆς θινὸς ἑλκυσθεῖσαι εἰς τὸ πεδίον καὶ οὖσαι πρὸς τῷ τείχει, ἃς καὶ πρώτας φησίν, ὡς τὴν ἀρχήν τε τῶν ἄλλων προκαθορμισθείσας καὶ ὡς πρώτας οὔσας τοῖς ἀπὸ τοῦ τείχους ἰοῦσιν ἐπὶ τὴν θαλάσσαν, οἷς πάντως ἔσχαταί εἰσιν αἱ πρὸς τῇ θαλάσσῃ. Ἑτέρως μέντοι πρῶται μέν εἰσιν αἱ ἄγχι τῆς θαλάσσης, ἔσχαται δὲ αἱ τοῦ τείχους ἐγγύς, μεταξὺ δὲ τῶν δύο τούτων στίχων αἱ σκηναί, τὰ ἱπποστάσια, οἱ βωμοί, αἱ ἀγοραί, καὶ εἴ τι τοιοῦτον. Ὅτι δὲ καὶ τὰς παραθαλασσίους ὁ ποιητὴς πρώτας ἔχει, δηλοῖ μετʼ ὀλίγα, εἰπὼν «νῆας, ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης», πρὸς διαστολὴν πάντως τῶν ἄλλων, αἱ ἄγχι τοῦ τείχους πρῶταί εἰσιν, ὡς εἶναι τὸ ἐλάχιστον δύο στίχους νηῶν, ἕνα τὸν πρῶτον πρὸς τῇ θαλάσσῃ, καὶ ἕτερον τὸν πρῶτον πρὸς τῷ τείχει. Ὁ μέντοι Κράτης οὐκ ἐν διστίχῳ φησὶν εἶναι τὰς ναῦς. ὅπως δὲ τοῦτο κατασκευάζει, περιττὸν ἐκθέσθαι. Προκρόσσας δὲ Ὅμηρος λέγει τὰς οὕτως ὡρμισμένας νῆας, ὡς κλιμακηδὸν οἷον ἱσταμένας διὰ τὸ ὑψηλὸν τοῦ τόπου. κρόσσαι γάρ, ὡς ἐρρέθη, τειχομάχοι κλίμακες. Οἱ δὲ παλαιοὶ καὶ οὕτω φασίν· προκρόσσας τὰς ἑτέρας πρὸ ἑτέρων, ὥστε θεατροειδὲς φαίνεσθαι τὸ νεώλκιον. Ἔτι δὲ καὶ οὕτω· προκρόσσας, ἄλλας ἐπʼ ἄλλαις, ἀντιπρῴρους. Ἡ δὲ λέξις αὕτη καὶ παρὰ Ἡροδότῳ κεῖται, ὃς καὶ ἐφερμηνεύων αὐτήν φησιν «προκρόσσας ὥρμουν τὰς ναῦς, αἱ μὲν γὰρ πρὸς τὴν γῆν ὥρμεον, αἱ δʼ ἐπʼ ἐκείναις ἐπʼ ἀγκυρέων» καὶ ἑξῆς, καὶ πάλιν «αἱ πρῶται τῶν νηῶν ὥρμεον πρὸς γῆν, ἄλλαι δʼ ἐπʼ ἐκείναις ἐπʼ ἀγκυρῶν. ἅτε γὰρ τοῦ αἰγιαλοῦ ὄντος οὐ μεγάλου πρόκροσσαι ὡρμοῦντο ἐς πόντον καὶ ἐπὶ ὀκτὼ νέας». Καὶ οὕτω μὲν Ἡρόδοτος τὰς παρʼ αὐτῷ φράζει προκρόσσας, αἱ μέντοι τῶν Ἑλλήνων ἐπὶ ξηρᾶς εἶχον τὸ πρόκροσσον καὶ ὑψηλότερον ἵσταντο αἱ πρὸς τῷ τείχει. καὶ ἦν ἴσως καὶ τοῦτο ἀποσιμοῦσθαι, ὅ ἐστιν ἀπὸ σιμοῦ καὶ κοίλου τόπου ἀνῆχθαι ὑψοῦ. Κεῖται δὲ τὸ ἀποσιμοῦσθαι παρὰ τοῖς παλαιοῖς, παρʼ οἷς οὐ μόνον ἀπεσίμωσε· τὸ ὕψωσε καὶ πρὸς τὸ λαμπρότατον ἤγαγε, κατὰ Παυσανίαν, ἀλλὰ καὶ ἀποσιμῶσαι τὸ μετεωρίσαι ναῦς παρὰ Θουκυδίδῃ. Τὸ δὲ «πολλὸν γάρ ῥʼ ἀπάνευθεν» ὀκνοῦμεν πάλιν εἰπεῖν, ὡς ἐπίτηδες ἔχει τὸν ρα σύνδεσμον διὰ τραχυφωνίαν φίλην τοῖς ποιηταῖς. Ἀπὸ δὲ τοῦ ἐρύειν, ἀφʼ οὗ τὸ εἰρύατο καὶ τὸ εἴρυσαν καὶ τὸ ἔρυσαν, δοκεῖ παρῆχθαι καὶ ὁ παρὰ τῷ Παυσανίᾳ ἐρυσμός, λάχανον, φησίν, θερμαντικόν, οὗ τὸ σπέρμα τρίβουσαι πίνουσιν αἱ κύουσαι γυναῖκες. Τὸ δὲ «οὐδὲ γὰρ οὐδʼ εὐρύς περ ἐών» εὐειδὲς καὶ αὐτὸ σχῆμα διὰ τὸ διπλοῦν τῆς ἀποφάσεως. Σύνηθες δὲ Ὁμήρῳ οὕτως ἀπὸ δύο ἀρνήσεων ἄρχεσθαι, οἷον καὶ τὸ «οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱός», καὶ τὸ «οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ἔκφυγε», καὶ ἕτερα. Τοῦ δὲ «χαδέειν» ἐνεστὼς χάζω, οὗ δεύτερος ἀόριστος ἔχαδον, οὗ τρίτον πρόσωπον τὸ «οὐκ ἔχαδε στῆθος χόλον». ὅθεν μέλλων δεύτερος χαδῶ, ἐξ οὗ χαδεῖν καὶ χαδέειν τὸ χωρῆσαι κατὰ ποιητάς. Τὸ δὲ «στείνοντο» δίδωσι νοεῖν, ὡς δυνατὸν στεῖνος εἰπεῖν καὶ τὸ ἁπλῶς στενοχώρημα, καθὰ ἐρρέθη στεῖνος καὶ τὸ μέσον τῆς τάφρου καὶ τοῦ τείχους. Τὸ δὲ «ἔπλησαν στόμα ἠϊόνος» πάνυ ἀστείως εἴρηται κατὰ μεταφορὰν ζωϊκοῦ στόματος, ὃ τοῖς ἐντιθεμένοις βύεται. Δῆλον δʼ ὅτι ᾧ λόγῳ στόματα λέγεται ποταμῶν, ἔνθα ἐκεῖνοι εἰς θάλασσαν ἐρεύγονται, οὕτω καὶ στόμα θαλάσσης, ἔνθα ἐκείνη ἀποπτύει συνήθως ἄχνην. καί πως ἀλλήλας αἱ λέξεις αὗται συγκροτοῦσι πρὸς ἀσφάλειαν. στόματος γὰρ τὸ ἐξερεύγεσθαι καὶ τὸ ἀποπτύειν. Ὅτι δὲ τὸ στόμα μακρὸν ἔχει τι κάλλους κατὰ τὸ «ἦλθε θέων», καὶ τὸ «βοὴ ἦν» καὶ τὰ τοιαῦτα, οὐδʼ αὐτὸ τοῖς περὶ λόγους ἄδηλον. Τὸ δὲ «ξυνεέργαθον», καὶ ὅλως εἰπεῖν, τὸ ξυνεεργάθειν ἀνάπαλιν ἔχει πρὸς τὸ ἀποεργάθειν, ὅπερ ἐν τῇ λʹ ῥαψῳδίᾳ κεῖται. Ἰστέον δὲ καὶ ὅτι τὸ βεβλῆσθαι τοὺς ῥηθέντας βασιλεῖς, ὡς καὶ ἀλλαχοῦ προπαρεσημειώθη, οὐ κατὰ κυριολεξίαν ἐρρέθη, ἀλλʼ ἁπλῶς ἀντὶ τοῦ παθεῖν ἕλκος. κατὰ γὰρ τὸ κύριον τῆς λέξεως Διομήδης μὲν βέβληται ὀϊστῷ ὑπὸ Πάριδος, Ὀδυσσεὺς δὲ οὔτασται ὑπὸ Σώκου, τὸν δὲ βασιλέα ἔνυξε κατὰ χεῖρα ὁ Κόων. κατεχρήσατο οὖν τῇ λέξει τοῦ βεβλῆσθαι, ἢ καὶ γενικῶς αὐτὸ εἶπεν, ὡς τοῦ βάλλεσθαι κατὰ ἔννοιαν γενικὴν ἐπὶ παντὸς ἕλκους δυναμένου λέγεσθαι. οὕτω γὰρ καὶ μετʼ ὀλίγα ὁ Νέστωρ ἐρεῖ «οὐ γάρ πως βεβλημένον ἔστι μάχεσθαι», ἤγουν ἕλκος ἔχοντα. Τινῶν δέ γε εἰπόντων σχῆμα καὶ τοῦτο εἶναι συλλήψεως, ὡς τῷ βεβλημένῳ Διομήδει συλλαμβανομένων τῶν οὐτασμένων δύο βασιλέων, οὐκ ἀρέσκονται οἱ ἀκριβέστεροι ὡς ἐν τῇ νʹ ῥαψῳδίᾳ εἴρηται. διὸ μᾶλλον κάλλιον ὁ Διομήδης μετʼ ὀλίγα φησὶν «ἴομεν εἰς πόλεμον οὐτάμενοί περ», συμπεριλαμβάνων ἕνα ἑαυτὸν τοῖς δυσὶν οὐταμένοις. Ὅτι τὸ «βασιλεῖς ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο» ἀντὶ τοῦ ὀπτικῶς ἔχοντες. Φασὶ γὰρ οἱ παλαιοί, ὡς τὰ τοιαῦτα ῥήματα ἔφεσίν τινα δηλοῦσι καὶ τὸ ἐπιθυμητικῶς τινὸς ἔχειν. ὅθεν καὶ βρωσείω τὸ βρωτικῶς, φασίν, ἔχω, καὶ κακκείοντες οἱ κοιμητικῶς ἔχοντες. Σημειοῦνται δὲ καί, ὡς οἱ τοιοῦτοι ἐνεστῶτες οὐ προχωροῦσιν εἰς μέλλοντας. Πτολεμαῖος δὲ ὁ ἐπίκλην ἐπίθετος, οὐκ ἀποδεχόμενος τὸ ὀψείοντες, ἔγραφεν «οὐ ψαύοντες πολέμοιο», καὶ ἀρέσκει τοῖς παλαιοῖς ἔχειν λόγον καὶ τὴν τοιαύτην γραφήν. Τὸ δὲ «ἀϋτῆς» καὶ τὸ «πολέμοιο», συνήθως παραλληλισθέντα, τὴν αὐτὴν σημασίαν ἔχουσιν. ἄλλως γὰρ οὐκ ἔστιν ἀϋτήν, ἤγουν βοήν, ὅπερ ἐστὶ φωνήν, ὄψεσθαι—ἀκουστὴ γὰρ ἡ φωνή—οὐδὲ μὴν κατὰ τὴν Πτολεμαίου γραφὴν ψαῦσαι τοιαύτης ἀϋτῆς ἔστιν. Ὅτι κατʼ ἀνάγκην οἱ ῥηθέντες τρεῖς βασιλεῖς «ἔγχει ἐρειδόμενοι ἔκιον ἀθρόοι· ἄχνυτο δέ σφι θυμὸς ἐνὶ στήθεσσι», διὰ τό, ὡς ἐρρέθη, βεβλῆσθαι. Τὸ δὲ «ἀθρόοι» δασύνει Ἀρίσταρχος, καὶ εἴρηται περὶ τούτου ἐν τῇ τῆς Ὀδυσσείας ἀρχῇ. Σημείωσαι δὲ ὡς διὰ τὸ ἀθρόοι ἔφη τὸ ἔγχει ἑνικῶς, ἀθρόα, ὡς εἰπεῖν, συνεκφωνήσας καὶ τὰ τῶν τριῶν ἔγχεα τῷ ἑνί. ἄλλως δέ γε νοητέον, ὅτι ἐρειδόμενοι ἕκαστος τῷ οἰκείῳ ἔγχει. Ὅτι κατὰ τὸ Ἡσιόδειον τὸ «τὰ δὲ λείψεται ἄλγεα λυγρά», ἤγουν τὰ δὲ ἄλγεα ἐναπολειφθήσονται, οὕτω κἀνταῦθα καθʼ ὑπέρβασιν τὸ «ὃ δὲ ξύμβλητο γεραιός», ὅπερ ἐστίν· ὁ δὲ γεραιὸς συνήντησε τοῖς βασιλεῦσι, δηλαδὴ ὁ Νέστωρ. Ὅτι οὕτω σχέτλιος ὁ Νέστωρ, ὥς που ἐγράφη, καὶ ἀμήχανος καὶ γήραϊ λυγρῷ οὐκ ἐπιτρέπων καὶ πόνου οὔποτε λήγων, ὥστε οἱ βασιλεῖς ἰδόντες αὐτὸν ἐπʼ αὐτοὺς ἥκοντα ἐθαύμασαν, εἰ καὶ αὐτὸς τὸν πόλεμον ἔλιπε, «πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν», τουτέστιν ἐθρόησεν, ἐξεφόβησεν, ἢ ὡς ὁ Σιδώνιος καὶ ὁ Ζηνόδοτος γράφει «πῆξε», τουτέστι πεπηγέναι οἷον τῷ δέει ἐποίησε. Διὸ καθὰ ὁ Πολυδάμας πρὸ μικροῦ δεδιέναι εἶπε, μὴ σήμερον τὸ χθιζὸν Ἕλληνες ἀποστήσωνται χρέος, οὕτω κἀνταῦθα ὁ βασιλεὺς «δείδω», φησί, «μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ, ὥς ποτʼ ἐπηπείλησʼ ἐνὶ Τρώεσσʼ ἀγορεύων μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι, πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς», τοὺς ἐν ταῖς ναυσὶ δηλαδή, συννοουμένους πάντως αὐταῖς, εἰ καὶ ὁ βασιλεὺς ἀγωνιῶν, ὡς εἰκός, καὶ συγκεχυμένος οὐκ ἐντελῶς ἔφρασε. Δύναται δὲ τὸ «αὐτούς» εἶναι καὶ ἀντὶ τοῦ ἡμᾶς, οὗ χρῆσις μυριαχοῦ, ὡς καὶ ἐν τῷ «ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα». Σημείωσαι δὲ ὅτι τε τὸ πτῆξε κατὰ ἀλλοπάθειαν ἔφη ἀντὶ τοῦ εἰς πτοίαν ἐκίνησεν, οὐ μὴν κοινότερον αὐτοπαθῶς ἀντὶ τοῦ ἐπτοήθη, καὶ ὅτι τὸ ποτέ καὶ ἐνταῦθα οὐκ εἰς μακρὸν ἀναφέρει χρόνον, ἀλλὰ τὸ χθὲς δηλοῖ, ὅτε μνημοσύνην πυρὸς γενέσθαι ὁ Ἕκτωρ ἐνεκελεύετο, εἰ πελάσει ταῖς ναυσί. τοιοῦτον καὶ τὸ ὑπὸ Διομήδους λεχθέν «οὕς ποτε ἀπʼ Αἰνείαν εἱλόμην», ἤγουν πρὸ ὀλίγου. καὶ ὅτι τὸ «ὥς ποτε» δύναται καὶ διὰ τοῦ ο μικροῦ γραφῆναι ὡς ἄρθρον ὑποτακτικόν. Ὅρα δὲ κἀνταῦθα, ὡς οὐκ ἐλάνθανον τοὺς πολεμίους τὰ ἀλλήλων. ἰδοὺ γὰρ Ἀγαμέμνων οἶδεν, ἃ ὁ Ἕκτωρ χθὲς εἶπε. τὸ δὲ σχῆμα τοῦ βασιλικοῦ λόγου προαναφώνησις. προλαλεῖ γὰρ Ὅμηρος ἃ πράξει ὁ Ἕκτωρ. Ὅτι ἀνὴρ ἔντιμος παρὰ καιρὸν ἀπόμαχος γεγονὼς ἀκούσοι ἄν ποθεν τὸ «ὦ δεῖνα, μέγα κῦδος Ἀχαιῶν, τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρʼ ἀφικάνεις». παρῳδηθήσεται δέ ποτε καὶ ἐπὶ τοῦ ἔκ τινος ἀγῶνος ἀκαίρως ὑποχωρήσαντος. Ὅτι ἀλήθειαν προηγορευμένου λόγου δηλοῖ τὸ «κεῖνός θʼ ὣς ἀγόρευε· τὰ δή», ἤγουν ταῦτα δέ, «νῦν πάντα τελεῖται». Ἰστέον δὲ ὅτι οὐκ ἐξ ἀνάγκης τὸ «κεῖνος» Ἰωνικὴν ἀφαίρεσιν ἔπαθε τοῦ κατάρχοντος ε. οὐ γὰρ ἀναμφιλέκτως πρωτότυπον τὸ ἐκεῖνος, ἵνα ἐξ αὐτοῦ γένηται τὸ κεῖνος καὶ τὰ τῆς αὐτοῦ συστοιχίας, ὁποῖον καὶ τὸ κεῖθι καὶ τὸ κεῖσε, ἀλλʼ ἡ ἀναλογία δισυλλαβεῖν αὐτὸ οἶδε κατὰ τὸ αὐτός, οὗτος, ἐγώ. αἱ γὰρ πρωτότυποι ἀντωνυμίαι οὐ φιλοῦσιν ὑπερβαίνειν δισυλλαβίαν ἀπαθεῖς οὖσαι. τὸ γὰρ οὑτοσί οὐκ ἀπαθές, τὸ δὲ σφωΐτερος οὐ πρωτότυπον. Ἄλλῳ μέντοι λόγῳ ἀναλογώτερον τὸ ἐκεῖνος ἐκ φωνήεντος ἀρχόμενον κατὰ τὰς πρωτοτύπους μονοπροσώπους ἀντωνυμίας, ἃς ἐκτίθενται οἱ παλαιοί. Ὅτι συχνότερον ὁ ποιητὴς ἀναγκαίως ἐκ τοῦ νῦν μεμνημένος Ἀχιλλέως—μικρὸν γὰρ ὅσον εἰς μάχην ἐξαγάγῃ αὐτόν—ποιεῖ τὸν βασιλέα σχετλιάζοντα καὶ λέγοντα «ὢ πόποι, ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον, ὥσπερ Ἀχιλλεύς, οὐδʼ ἐθέλουσι μάχεσθαι ἐπὶ πρύμνῃσι νέεσσι». Καὶ ὅρα τὸ «βάλλονται» ἀντὶ τοῦ βάλλουσι, τιθέασι. Τὸ δὲ «ἐπὶ πρύμνῃσι» τεχνικῶς πέφρασται. αἱ γὰρ τοιαῦται νῆες πρὸς τῇ γῇ τὰς πρύμνας ἔχουσιν, αἱ δέ γε πρῷραι τοῦ ὕδατός εἰσιν ἐν τῷ ὅρμῳ. Ὅτι καὶ ἐνταῦθα ἑτοῖμα, τὰ πρόχειρα, προπερισπωμένως λέγει, εἰπὼν διὰ τοῦ Νέστορος «ἦ δὴ ταῦτά γʼ ἑτοῖμα τετεύχαται». τὸ δὲ «οὐκ ἂν ἄλλως γένοιτο» οὕτω διὰ τοῦ αὐτοῦ φράζει «οὐδέ κεν ἄλλως Ζεὺς αὐτὸς παρατεκτήναιτο», ἤγουν παραποιήσειε. δηλοῖ δὲ διὰ τούτου φιλοσόφως μὴ ἂν εἶναι δυνατὸν τὸ γεγονὸς μὴ γεγονέναι. Τέτραπται δὲ τὸ «παρατεκτήναιτο» ἐκ τῶν τεκτονικῶς τεχνωμένων παραποιεῖν τὰ κατʼ αὐτοὺς ἔργα. Οὕτω δὲ εἰπὼν καὶ ἐπαγαγὼν γοργὴν ἀφήγησιν ταύτην «τεῖχος μὲν γὰρ δὴ κατερήριπεν», ὡς πρὸ ὀλίγων ἐρρέθη, «ᾧ ἐπέπιθμεν», ἤγουν ἐπεποίθειμεν, ἐπιστεύομεν, «ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ», ἤγουν ἔρυμα καὶ ἀσφάλειαν, «ἔσεσθαι, οἳ δʼ ἐπὶ νηυσὶ μάχονται», ἐπιφέρει τινὰ ἐφεξῆς, ἃ τὸν πανταχοῦ κίνδυνον δηλοῦσιν, εἰπὼν «οὐδʼ ἂν ἔτι γνοίης, μάλα περ σκοπιάζων, ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται· ὣς ἐπιμὶξ κτείνονται», διὰ τὸ ὁμόσε τὴν μάχην ἐλθεῖν, «ἀϋτὴ δʼ οὐρανὸν ἵκει». Ὅρα δὲ ὅτι τὸ «ᾧ ἐπέπιθμεν», εἰ μὴ διὰ δάκτυλον ἔσχε δοτικήν, εἶχε γράφεσθαι καὶ διὰ τοῦ ο μικροῦ διὰ τὸ ἔσεσθαι, ἵνα ἔλεγεν, ὡς ἐθαρροῦμεν ἔσεσθαι αὐτὸ εἶλαρ. νῦν δὲ ἐκτέταται διὰ τὸ ἐπέπιθμεν, ᾧ δηλαδὴ ἐπεποίθεισαν. Τὸ δὲ «ἄρρηκτον» καιριωτάτη λέξις ἐπὶ στερεοῦ τείχους. Σκοπιάζειν δὲ τὸ εἰς περιωπήν, ὡς προερρέθη, ἐλθεῖν κἀκεῖθέν τι κατασκοπεῖν. Τὸ δὲ «ὀρινόμενοι κλονέονται» γοργῶς ἐπὶ Ἀχαιῶν ἔμιξε τὸ πρὸ βραχέων ῥηθὲν «τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν». Πάνυ δὲ γοργὸν οἷα καὶ ἐπιφωνηματικὸν τὸ «ὣς ἐπιμὶξ κτείνονται». λέγεται δὲ τὸ ἐπιμίξ καὶ μίγδα ποιητικώτερον, ἔτι δὲ καὶ ἀναμίξ. ὀξύνεται δέ, διότι τὰ εἰς ιξ ἐπιρρήματα ὀξύνονται, οἷον κουρίξ, ἀντὶ τοῦ ἐκ κουρᾶς, ἤτοι ἀπὸ τριχῶν, ἀπρίξ, ἐπιμίξ, σεσημείωται τὸ πέριξ. Ὅτι ἀπογνοὺς ὁ Νέστωρ τῆς διὰ χειρῶν βοηθείας τῶν βασιλέων φησίν, ὡς καὶ ἅπας εἴποι ἂν εἰς τὸ τῆς ἀνάγκης ἐφευρετικὸν ἀπιδὼν «ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα, εἴ τι νόος ῥέξει. πόλεμον δὲ οὐκ ἄμμε κελεύω δύμεναι, οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι», ἤγουν ἕλκος ἔχοντα, εἴτε πόρρωθεν εἴτε ἐγγύς. γενικὴ γὰρ ἡ λέξις, ὡς καὶ πρὸ ὀλίγων δεδήλωται. Καὶ ὅρα ὅτι παιδεύει ὁ ποιητὴς ἐνταῦθα, ὡς καὶ ἐν τοῖς δεινοτάτοις ἔστιν ἀνασφῆλαι διὰ φρονήσεως. Ὅτι ἐν πολλαῖς Ὁμηρικαῖς λέξεσιν, ὡς καὶ ἐν ἄλλοις ἐτηρήθη, λείπει τὸ εὖ. καὶ ὅτε γοῦν εἴπῃ· τάφρος ὀρυκτή καὶ πύλας ποιητάς καὶ ἅρματα κολλητά καὶ ἄροτρον καὶ μέγαρον πηκτόν καί τι ἔργον τυκτόν, ἐν τοῖς τοιούτοις κατὰ τοὺς παλαιοὺς τὸ εὖ ἐξακούεται. διὸ καὶ νῦν ἐν τῷ «τεῖχος δʼ οὐκ ἔχραισμε τετυγμένον», ὡς καὶ πρὸ τούτων ἐν τῷ «σάκος τετυγμένον», περὶ οὗ προείρηται, προσυπακουστέον τὸ εὖ, ἵνα ᾖ εὖ τετυγμένον καὶ ὡς εἰπεῖν εὔτυκτον. ὅπερ ἢ ἀπὸ τοῦ τεύχω γίνεται ἀπελεύσει τοῦ ε, ἵνα ᾖ τὸ ἀπαθὲς εὔτευκτον, ἢ ἀπὸ τοῦ τύκω, ἐξ οὗ καὶ τὸ «τετύκοντό τε δαῖτα» καὶ ἡ παρὰ τοῖς παλαιοῖς καὶ εἰσέτι δὲ νῦν τυκάνη, ᾗ, φασίν, ἀλοῶσιν, ἢ καὶ ἀπὸ τοῦ τύκου, ἐργαλείου οἰκοδομικοῦ, ὃ καὶ τυκίον λέγεται, ἀφʼ οὗ καὶ τυκίζειν ῥῆμα παρὰ τῷ Κωμικῷ. καὶ τοιοῦτος μὲν ὁ ῥηθεὶς τύκος. Ὁ μέντοι παρὰ τῷ Παυσανίᾳ διὰ τοῦ χ τύχος, ὡς ἐκεῖνός φησι, λιθοξοϊκόν ἐστι σιδήριον, ἀφʼ οὗ ἀποτυχίσαι λίθον τὸ ἀποπελεκῆσαι. Ὅτι ἐπὶ τῇ τάφρῳ καὶ τῷ τείχει κατὰ τὸν λόγον τοῦ βασιλέως «πόλλʼ ἔπαθον Δαναοί», ὅτε δηλαδὴ ἐποίουν αὐτά, «ἔλποντο δὲ θυμῷ ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι», ὃ δὴ καὶ πρὸ βραχέων ὑπὸ Νέστορος εἴρηται. Ἰστέον δὲ ὅτι τὸ «ᾗ ἔπι πόλλʼ ἔπαθον» ὁμοίως πέφρασται τῷ «ᾧ ἔπι πόλλʼ ἐμόγησα». Ἔνθα ὅρα τὸ ἔπαθον πλατύτερον ὂν τοῦ μογῆσαι. τὸ μὲν γὰρ μογεῖν ἐπίπονον, τὸ δὲ παθεῖν καὶ ἐπὶ ἡδέων καὶ ἐπὶ μέσων λέγεται. Ὅτι τὸ «ᾔδεα» καὶ ἐνταῦθα κεῖται διαλελυμένον ἐκ τοῦ ᾔδειν Ἰωνικῶς, οὗ μνήμη καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ ἦν. Φησὶ γὰρ ὁ βασιλεὺς «ᾔδεα γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν», ὁ Ζεὺς δηλαδή, «οἶδα δὲ νῦν ὅτι Τρῶας μὲν ὁμῶς μακάρεσσι θεοῖσιν», ἤγουν οἷα καὶ θεούς, «κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν», ἃ δὴ παρῳδηθήσεταί ποτε καὶ εἰς ἑτέραν τινὰ δυσπραγίαν. Ὅρα δὲ τὸ «ἔδησε», διʼ οὗ βίαν τε τοῦ Διὸς δηλοῖ καὶ παντελῆ ἀπραξίαν τῶν Ἀχαιῶν. Τὸ δὲ «κυδάνει» ὅμοιον τῷ «μελάνει δέ τε πόντος», ὅ ἐστι μελαίνεται, καὶ τῷ «ἀλλά μοι κραδίη οἰδάνει», ἤγουν οἰδαίνεται. Ὅτι ὁ βασιλεὺς ἢ μὴ ὁρῶν τὸ χρειῶδες διὰ τὴν ἐκ τοῦ λυπεῖσθαι σύγχυσιν ἢ καὶ τῶν ἀριστέων ἄρτι μόνων ἀποπειρώμενος, ὡς ἀλλαχοῦ ὅλου ἀπεπειράσατο τοῦ πλήθους, πρῶτα μὲν λαλεῖ μετὰ τὴν τοῦ Νέστορος δημηγορίαν, ὅπερ οἰκεῖον συμβούλῳ «ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες», εἶτά φησιν, ὅτι «νῆας, ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης, ἕλκωμεν, πάσας δὲ ἐρύσομεν εἰς ἅλα δῖαν, ὕψι δʼ ἐπʼ εὐνάων ὁρμίσομεν, εἰς ὅ κεν», ἤγουν ἕως, «ἔλθῃ νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο Τρῶες, ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας». Εἶτα αἰσθόμενος, ὡς αἰσχρὰ συμβουλεύει ὁ εἰπὼν ἀλλαχοῦ «ἰδρώσει μέν τευ τελαμὼν ἀσπίδος» καὶ τὰ ἑξῆς, καὶ εἰδὼς ὡς λειποτακτεῖ οὕτως αὐτὸς ὁ ἀπειλήσας τοῖς φυγομαχοῦσι, καὶ διὰ τοῦτο κρίνας, ὡς αἰσχρόν ἐστι δραπετεύειν τὴν μάχην, καὶ ταῦτα νυκτός, κατασκευάζει γνωμικῶς τὸ συμβουλευθέν, χρωματίζων αὐτὸ εἰς δῆθεν εὔλογον, καί φησιν· «οὐ γάρ τις νέμεσις φυγέειν κακὸν οὐδʼ ἀνὰ νύκτα. βέλτερον, ὃς φεύγων προφύγῃ κακὸν ἤπερ ἁλῴη», ἢ καὶ ἄλλως, «ἠὲ ἁλῴη». ὃ δὴ παράφρασίς ἐστι τοῦ «οὐ γάρ τις νέμεσις φυγέειν κακόν», διττολογήσαντος καὶ νῦν καιρίως τοῦ ποιητοῦ διὰ πιθανότητα καὶ σαφήνειαν. Ἔνθα ὅρα ὡς οὐκ εἶπεν «οὐ γάρ τις νέμεσις φυγεῖν πόλεμον» —ἀγεννέστατον γὰρ τοῦτό γε καὶ νεμεσητόν. —, ἀλλʼ ἐσχημάτισεν εἰπὼν «φυγέειν κακόν». διὸ οὐδὲ φεύγωμεν ἀπολύτως εἶπε καὶ σαφῶς, ὡς ἀλλαχοῦ, ἀλλʼ ἐν γνωμικῷ λόγῳ τὴν ἔννοιαν ταύτην παρέρριψεν, ἅμα καὶ ἀνασκευάζων διὰ τῆς γνώμης τὸ δοκοῦν τοῦ φεύγειν αἰσχρόν, ὃς καὶ τὸ κακόν ἐπίτηδες δὶς εἶπεν ἐπὶ τοῦ φευκτοῦ πολέμου, ἐξ οὗ δεῖ χάζεσθαι κατὰ τὴν ἐτυμολογίαν τοῦ κακοῦ. Καλῶς δέ, φασί, νῦν ὁ βασιλεὺς πειρᾶται τῶν ἀριστέων. οἶδε γὰρ ὡς ἐν ἡσυχίᾳ μὲν πραγμάτων κολακικῶς εἴτε καὶ αἰδημόνως ὑποπίπτουσιν οἱ πολλοὶ τῷ ὑπερέχοντι, κινδύνου δὲ προκειμένου φόβος οὐ δεκάζει, ἀλλὰ δηλοῖ τὴν προαίρεσιν ἕκαστος, πάντα τῆς ἰδίας ἀσφαλείας ἐν δευτέρῳ τιθέμενος. οἶδε δὲ ὁμοίως ὁ βασιλεὺς καὶ ὅτι πρὸς σώφρονας λέγει, οἳ οὐκ εὐθὺς εἰς φυγὴν προπηδήσουσι. βούλεται δέ, φασί, καὶ τὸν στρατὸν ἑαυτῷ ποιῆσαι διὰ τῶν ἡγεμόνων παράκλητον, ὡς μὴ ἔχων αὐτὸς τοῦτο ποιήσειν διὰ τὸ ἀπεχθῶς ἐκείνους ἔχειν αὐτῷ οἷα τὸν Ἀχιλλέα ὑβρίσαντι καὶ τῶν παρόντων κακῶν ὄντι αἰτίῳ. Καὶ ταῦτα μὲν ὁ βασιλεύς, τευτάζων καὶ αὐτὸς κατὰ τὸ πολλάκις προτρέπειν τοὺς ὑπʼ αὐτὸν εἰς φυγήν, ἤγουν τῷ αὐτῷ λόγῳ προσλιπαρῶν, εἴγε τευτάζειν λέγεται κατὰ Αἴλιον Διονύσιον τὸ ἐπὶ πολὺ προσεδρεύειν τῷ αὐτῷ πράγματι. Ὀδυσσεὺς δὲ καιροῦ εὐθέτου λαβόμενος καὶ ἐκ τῶν ἐν τῇ βῆτα ῥαψῳδίᾳ οἰόμενος ὡς πεῖραν καὶ νῦν ὁ βασιλεὺς καθίησι, μεμνημένος δὲ καὶ ὡς ἐκεῖ ὁ βασιλεύς ἐπέσκηψε τοῖς ἀριστεῦσι τὸ «ὑμεῖς δὲ ἐρητύετε ἐπέεσσι», θαρρῶν παρρησιάζεται ἄρτι κατὰ καιρόν, καὶ ὑπόδρα ἰδὼν καὶ εἰπὼν «ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων», σοβαρῶς ἐπιπλήττει τῷ βασιλεῖ, οὐ λέγων δαιμόνιε οὐδὲ κύδιστε οὐδὲ ἄναξ, ἀλλὰ «οὐλόμενε», ὅ ἐστιν ὀλέθρου αἴτιε ἢ ὀλέσθαι ἄξιε. Εἶτα καὶ ἀπὸ τοῦ προσώπου τῶν παρόντων ἡρώων ἐπιχειρῶν, ὡς μὴ δέον ὂν παρὰ τοιούτοις ἀνδράσι μήτε ἄρχειν μήτε τοιαῦτα λαλεῖν, φησὶν «αἴθʼ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου σημαίνειν, μήδʼ ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα θεὸς ἐκ νεότητος ἔδωκε καὶ εἰς γῆρας τολυπεύειν ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα», ἤγουν ἕως θάνωμεν, «ἕκαστος». Εἶτα καὶ τὸ πρᾶγμα αἰτιώμενος, ἦν γάρ τις οἷον λειποταξία, πρῶτα μὲν ἐρωτᾷ «οὕτω που δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν καλλείψειν, ἧς εἵνεκα ὀϊζύομεν κακὰ πολλά», τὸ φυγεῖν εὐφήμως Τροίαν καταλείψειν εἰπών. Εἶτα καὶ «σίγα», φησί, «μή τις ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ μῦθον», ὡς ἀρκοῦν, εἰ καὶ πρὸς μόνους φίλους τοιαῦτα εἶπεν. Εἶτα θέλων μὲν εἰπεῖν, ὅτι μῦθον, ὃν οὐκ ἂν οὐδὲ ἰδιώτης ἢ ἄφρων εἴπῃ ἀνήρ, μὴ ὅτι γε βασιλεύς, ὁ δὲ ἄλλως πεφεισμένως οἷα πρὸς βασιλέα λαλῶν φησιν «ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο, ὅς τις ἐπίσταται ᾗσι φρεσὶν ἄρτια βάζειν, σκηπτοῦχός τε εἴη, καὶ οἱ πειθοίατο λαοὶ τοσσοίδε, ὅσσοις» αὐτὸς ἀνάσσεις, μονονουχὶ λέγων, ὡς εἴποι μὲν ἄν τις καὶ ἄλλος τοιοῦτον λόγον, ἀλλʼ οὐκ εἰδὼς ἄρτια βάζειν, ἢ εἰδὼς μὲν ἄρτια βάζειν, οὐ σκηπτοῦχος δέ, ἀλλὰ ἰδιώτης, ἢ σκηπτοῦχος μέν, οὐκ ἔχων δὲ λαὸν εὐπειθῆ, ἢ εὐπειθῆ μέν, οὐ τοσοῦτον δέ. Ἐφʼ οἷς καὶ ἀπὸ καιροῦ ὁ Ὀδυσσεὺς ἐπιχειρῶν φησιν «νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες, ὃς κέλεαι πολέμου συνεσταότος καὶ ἀϋτῆς νῆας ἅλαδʼ ἑλκέμεν, ὄφρʼ ἔτι μᾶλλον Τρωσὶ μὲν εὐκτὰ γένηται, ἐπικρατέουσί περ ἔμπης, ἡμῖν δʼ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ· οὐ γὰρ Ἀχαιοὶ σχήσουσι πόλεμον νηῶν ἅλαδʼ ἑλκομενάων, ἀλλʼ ἀποπτανέουσιν ἐρωήσουσι δὲ χάρμης. ἔνθα κε σὴ βουλὴ δηλήσεται, ὄρχαμε λαῶν», πάνυ ἠθικῶς εἰπὼν ἐν τῷ τέλει βαρέως τὸ «ὄρχαμε λαῶν». κερτομεῖ γὰρ ἄντικρυς, ὅτι σὺ ὁ βασιλεὺς πάντα συγχέεις. Καὶ τοιαῦτα μὲν καὶ τὰ τοῦ Ὀδυσσέως, οὐ παρρησιαστικὰ μόνον, ἀλλὰ καὶ γενναῖα καὶ στρατηγικά. Ἰστέον δὲ ὅτι διαφορὰ πολλὴ τοῦ «ἄγχι θαλάσσης» ἐστὶ καὶ τοῦ «εἰς ἅλα δῖαν». ἄρτι γὰρ αἱ μὲν τῶν νηῶν πρὸς τῷ πεδίῳ πρῶταί εἰσιν ἐγγὺς τοῦ τείχους, αἱ δὲ πρῶται ἄγχι θαλάσσης. εἰ δὲ κατὰ τὸν βασιλικὸν λόγον καὶ αὗται καὶ ἐκεῖναι καθελκυσθῶσι, τότε πᾶσαι εἰς θάλασσαν ἐρύονται. Ὅρα δὲ ὅτι ἐπὶ μὲν τῶν ἄγχι θαλάσσης νηῶν πάσας δισυλλάβως ἔφη ἐρύσομεν, ἐπὶ δὲ τῶν ὅλων τρισυλλάβως «ἐρυσαίμεθα νῆας ἁπάσας», ὡς εἶναι ὑπόνοιαν, ὅτι διαφέρει τοῦ πάσας τὸ ἁπάσας, καθὰ καὶ τὸ πᾶς τοῦ ἅπας, τῷ σημαινομένῳ τῆς ἀθροίσεως, διʼ ἣν καὶ δασύνεται τὸ ἅπας. δῆλον γὰρ ὡς οὐ τοσαύτη ἄθροισις μόνων τῶν ἄγχι θαλάσσης, ὁπόση τῶν ὅλων Ἑλληνικῶν νηῶν, ὧν πέπλησται ὁ ναύσταθμος. Ὅρα δὲ καὶ ὅτι ἐνεργητικῶς τε εἶπεν ἐρύσσομεν, καὶ παθητικῶς ἐρυσαίμεθα. Τὸ δὲ ἕλκειν κοινότερόν ἐστι τοῦ ἐρύειν, ὃ καὶ ἐρύεσθαι λέγεται, ὡς δηλοῖ τὸ «ἐρύαται», καὶ τὸ «πάσας ἐρύσομεν, καὶ τὸ “ἐρυσαίμεθα νῆας ἁπάσας”. ἥκει δʼ ἐνταῦθα ὁ ποιητὴς διʼ ἀμφοῖν, τρὶς μὲν εἰπὼν τὰ τοῦ ἕλκειν, τρὶς δὲ τὰ τοῦ ἐρύειν. Ἀπεριέργως δὲ καλλωπίζει κατὰ τὸ παρατυχὸν ὁ βασιλεὺς τὴν φράσιν παρίσοις τῷ ἕλκωμεν ἐρύσομεν ὁρμίσομεν. ἄλλως γὰρ οὐκ ἐχρῆν πρὸς κάλλος ἄρτι λαλεῖν. Τὸ δὲ “ὕψι ἐπʼ εὐνάων ὁρμίσομεν”, ὅπερ ἀλλαχοῦ “ὑψοῦ ἐν νοτίῳ” φησίν, ἐρρέθη διὰ τὰ ὑπερυψῶσθαι τὸ παραιγίαλον ὕδωρ τῆς ὑποκειμένης ψάμμου ἢ γῆς, ὅθεν καὶ ἀναγωγὴ ὁ ἀνάπλους καὶ ἀνάγεσθαι μὲν τὸ ἐξ ὅρμου ἀναπλέειν, κατάγεσθαι δὲ τὸ καταπλέειν καὶ προσορμίζεσθαι. Εἰπεῖν δὲ καὶ ἄλλως, τριχῇ λεγομένου. τοῦ ὕψι καὶ ὑψοῦ ἐπὶ νηῶν τοιούτων, ἑνὸς μὲν τοῦ “ὑψοῦ ἐν νοτίῳ”, ἡνίκα δηλαδὴ ἔποχος ἡ ναῦς ὕδατι γένηται, ἑτέρου δὲ τοῦ “ὑψοῦ ἐν χέρσῳ” κατὰ τὰς ἐνταῦθα εἱλκυσμένας πρὸς τῷ τείχει, καὶ τρίτου τοῦ “ὑψοῦ ἐν ψαμάθοις”, ὡς ἐν τῇ αʹ ῥαψῳδίᾳ κεῖται, τοιοῦτόν τι ἐνταῦθα τὸ “ὕψι ἐπʼ εὐνάων”, ὡς διὰ τὸ πρόκροσσον τῶν μὲν ἄλλων νηῶν ἐνδοτέρω μελλουσῶν εἱλκύσθαι, τοῦ δὲ τελευταίου στίχου ὁρμισθησομένου ἐν ψαμάθοις ἐπʼ εὐνάων, ἃς εἰκὸς μὴ μόνον ἀγκύρας νοεῖσθαι, ἀλλὰ καὶ τὰ ὑποκείμενα ταῖς ναυσὶν ἕρματα. Εὐναὶ δὲ αἱ ἄγκυραι, ὡς τὴν νῆα κατευνάζουσαι μετεωριζομένην ἀφʼ ὕδατος. Ὁρμίζειν δὲ τὸ ἐπὶ ὅρμου ἱστᾶν. οὗ διαφορὰ πρὸς τὸ ὁρμεῖν ὡς τοῦ πλουτίζειν καὶ σωφρονίζειν πρὸς τὸ πλουτεῖν καὶ σωφρονεῖν. ὁρμεῖ μὲν γὰρ ναῦς, ὁρμίζει δὲ ἄλλος νῆα. ὅλον δὲ τὸ “ὕψι δʼ ἐπʼ εὐνάων ὁρμίσομεν” προκρόσσας ἐς πόντον ὁρμισθῆναι τὰς ναῦς δηλοῖ, ὁποῖόν τι Ἡρόδοτος ἔφη, ὡς προδεδήλωται. Τὸ δὲ “νὺξ ἀβρότη” ἐντελῶς ἐρρέθη. ὅτε γὰρ ἀβρότη μόνον ῥηθείη, λείπει τὸ νύξ. ἔστι δὲ ἀβρότη κατὰ μὲν τὸν κοινόν, ἐν ᾗ βροτὸς οὐ πρόεισιν, ὅθεν καὶ ἄβροτός, φασίν, ἐρημία παρʼ Αἰσχύλῳ, ἢ ὁπηνίκα βρότος, ἤγουν κατὰ πόλεμον μολυσμός, οὐ γίνεται, ὡς λυομένων τότε τῶν παρατάξεων διὰ τὸ ἀγαθὸν εἶναι νυκτὶ πείθεσθαι. ὅθεν καὶ ὁ δόρπος σύγκειται, ὡς τότε δηλαδὴ παυομένου τοῦ δουρός, ἤτοι τοῦ πολέμου. Καὶ ἄλλως δέ, ἀβρότη μεταληπτικῶς, ὥς που καὶ προερρέθη σαφέστερον, ἡ ἄφως κατὰ τοὺς παλαιούς, ἐν ᾗ φῶς οὐκ ἔστι. τὸ φῶς γάρ, φασίν, ὁμόφωνόν ἐστι τῷ φώς, ἀρσενικῷ ὀνόματι, ὅπερ ἐστὶ βροτός, ὅθεν κατὰ μετάληψιν ἀβρότη ἡ ἄφως, τουτέστιν ἀφώτιστος. Καὶ ὅρα παλαιὰν τόλμαν ἐτυμολογίας ταύτης ἀχρειούσης τὰ σπουδαῖα. διθυραμβώδης γάρ ἐστι καὶ ὁμοία ἐκείνοις, ἐν οἷς Οὐδεὶς μὲν λέγεται ὁ Ὀδυσσεύς, ὡς Οὖτις ἐν Ὀδυσσείᾳ κληθείς, ἡ ποιμενικὴ δὲ σῦριγξ ἕλκος διὰ τὴν ὁμώνυμον ἐν ποσὶ σύριγγα, ἥτις ἐστὶν εἶδος ἑλκώσεως, καὶ ὅσα ἄλλα τοιαῦτα. Τὸ δὲ “ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο” ἐπεμβληθὲν ἔχεται λόγου διὰ τὸ ῥηθέν που ὑφʼ Ἕκτορος, ὃς ἤθελε μὴ ἀσπουδεὶ νύκτωρ φυγῇ χρήσασθαι τοὺς Ἀχαιούς. Τὸ δὲ “οὐ γάρ τις νέμεσις” ἤρτηται κατὰ σχῆμα τοῦ “οὐ νέμεσις τοιῇδʼ ἀμφὶ γυναικί” τοὺς δεῖνα “πολὺν χρόνον ἄλγεα πάσχειν”. εἰ δὲ καὶ ὁμοίως ἄμφω ἐσχημάτισται, ὅμως ἐκεῖνο τὸ ἐν τῇ γʹ ῥαψῳδία κείμενον πολὺ τὸ σεμνὸν ἔχει διὰ τὴν ἐπαγομένην ἀνεμέσητον ἐπὶ τῇ Ἑλένῃ ἔννοιαν. Τῆς γὰρ καλλίστης Ἑλένης παρούσης ἐν τῷ Τρωϊκῷ τείχει καὶ νικώσης πρὸς ἀλήθειαν τούς τε ἄλλους δημογέροντας καὶ τὸν βασιλέα Πρίαμον, ἐχθρόν, φασίν, ὄντα, οὐδέν τι ἀπᾷδον ἐλαλήθη, ἀλλὰ πάντα τοιαῦτα, οἷα θαυμάζεσθαι διὰ πολλὴν σεμνότητα, οὐ μὴν ὁποῖα Ἑρμῆς ἔπαιξεν ἐν Ὀδυσσείᾳ, αἱρούμενος ἀπείροσι σφιγχθῆναι στερροῖς δεσμοῖς, εἰ μόνον εὕδοι παρὰ τῇ χρυσῇ Ἀφροδίτῃ. καὶ οὕτω μὲν ἐκεῖνο τὸ “οὐ νέμεσις” ὑψηλότερον τοῦ ἐνταῦθα. Τὸ δὲ “φεύγων προφύγῃ κακόν” διʼ ἐνάργειαν διπλοῦται, ἵνα δηλώσῃ, ὅτι τὸ ῥηθὲν οὐκ ἔστιν ἁπλῶς φυγεῖν, ἀλλὰ προφυγεῖν κακόν, ἤτοι φυγεῖν αὐτὸ πρὸ τοῦ ἐπελθεῖν. Τὸ δὲ “ἁλῴη” ἐκ τοῦ ἁλοίη γέγονε κατὰ ἔκτασιν, ὁμοίως τῷ γνοίη γνῴη, δοίη δῴη, καὶ τοῖς ὁμοίοις. Τὸ δὲ “ποῖόν σε ἔπος φύγεν” ἔχει τι νῦν πλεῖον τοῦ συνήθους γλυκὺ καὶ ἀστεῖον ἐν τῷ φύγεν. οἱονεὶ γάρ φησιν, ὡς ἡμεῖς μὲν οὐκ ἄν, ὡς σὺ βούλει, φύγοιμεν, σοῦ δὲ ἐξέφυγε λόγος οὐ χρηστός, ὃν ἐχρῆν ἔνδον καθεῖρχθαι ἀπρόϊτον. Ἕρκος δὲ ὀδόντων εἰπεῖν τὰ χείλη ἀσφαλῶς ἔχει, ἐπεὶ καὶ πύλαι στόματος λέγονται. Ἰστέον δὲ καὶ ὡς, εἴ τις ἐξ Ὁμήρου ὁρμηθεὶς δραπέτην εἴπῃ λόγον τὸν ἀσκέπτως ἐκθορόντα τοῦ στόματος, εὐστοχήσοι ἄν, καὶ ὅτι κατὰ Αἴλιον Διονύσιον καὶ πλεκτά τινα ἐκ τριχῶν ἕρκη παρὰ τοῖς Κωμικοῖς ἐλέγοντο, καὶ ὅτι ἑρκάνη κατʼ αὐτὸν ὁ φραγμός, ἀπὸ τοῦ ἕρκους ἴσως. Πρὸς διαστολὴν δὲ πάντως ἐρρέθη τὸ ἕρκος ὀδόντων, ἐπεὶ καὶ κήπου ἔστιν ἕρκος εἰπεῖν καὶ οἴκου καὶ ἑτέρων, εἴγε καὶ ἀγκίστρου ἕρκος παρὰ Ὀππιανῷ τὸ ἄνω αὐτοῦ χάλκωμα, μεθʼ ὃ ἡ ὁρμιά. Ἕρκος δὲ ὀδόντων ἢ περιφραστικῶς αὐτοὶ οἱ ὀδόντες μόνοι, ἢ τὰ χείλη, ἃ δὴ καθὰ τεῖχος ἐπὶ τείχει πόλεως, ὃ καὶ ἐπίτειχος λέγεται, οὕτω καὶ αὐτὰ ἕρκος ἐπὶ ἕρκει ὀδόντων εἰσί, στεγανοῦντα τὸν εἴργοντα ἔσω τὴν γλώσσαν φραγμόν. Τὸ δὲ “αἴθε” μετεποιήθη ἐκ τοῦ εἴθε τροπῇ τοῦ ε εἰς α. Δωριεῖς γάρ, ὥς φασιν οἱ Τεχνικοί, τρέπειν εἰώθασιν οὕτως τὸ τρέχω τράχω λέγοντες, καὶ τὴν Ἄρτεμιν Ἄρταμιν, καὶ τὸ κύπειρον κύπαιρον. Ὅρα δὲ καὶ ὅτι τὸ σημαίνειν γενικῇ συνέταξεν εἰπὼν “στρατοῦ ἄλλου σημαίνειν”. τὸ μέντοι ἀνάσσειν κἀνταῦθα δὶς μετὰ δοτικῆς ἔφη. Ἰστέον δὲ καὶ ὅτι τὸ μὲν “οἷς θεὸς ἐκ νεότητος ἔδωκε” καὶ ἑξῆς ἕως τοῦ “ἀργαλέους πολέμους” ἐπὶ πολεμιστῶν λέγοιτο ἂν ἀνδρῶν. Τὸ δὲ “σίγα, μή τις ἄλλος” καὶ ἑξῆς ἕως τοῦ “ἄρτια βάζειν” ἁρμόζει πρὸς τὸν λαλοῦντά τι, ἐφʼ ᾧ δέον ἐστὶν αἰσχύνεσθαι, ὥσπερ καὶ τὸ “νῦν δέ σε ὠνοσάμην” καὶ ἑξῆς. Ἔστι δὲ τὸ μὲν “ἐς γῆρας” ἀντὶ τοῦ ἕως γήρως, ὁμοίως τῷ εἰς τέλος, ἀντὶ τοῦ ἕως τέλους. Τολυπεύειν δὲ τὸ ἐκτελεῖν καὶ κατεργάζεσθαι, παρὰ τὴν τολύπην, ἥτις ἐστὶ κατειργασμένον ἔριον, ὡς καὶ ἐν Ὀδυσσείᾳ κεῖται “πόλεμον τολύπευσε”. Τὸ δὲ “φθιόμεσθα” φανερῶς ἐνταῦθα διὰ διχρόνου ἔχει τὴν ἄρχουσαν, εἰ καί τινες τὸ φθίσθαι καὶ τὸ φθισήνωρ καὶ τὰ τοιαῦτα διφορεῖν ἤθελον, ὡς τοῦ φθίω ποτὲ μὲν ἐν διχρόνῳ μόνῳ, ποτὲ δὲ ἐν διφθόγγῳ γραφομένου. Τὸ δὲ “ἧς ἕνεκα ὀϊζύομεν πολλὰ κακά” ὅμοιόν ἐστι τῷ “τέλος δʼ οὔ πώ τι πέφανται”, καὶ τῷ “ἀτελευτήτῳ ἐπὶ ἔργῳ”. τὸ γὰρ “οὗ ἕνεκα” τέλος πάντως ἐστίν, ὁποῖόν τι καὶ ἡ τῆς Ἰλίου ἅλωσις, ἧς ἕνεκα ὀϊζύουσιν Ἕλληνες. Τὸ δὲ “κακὰ πολλά”, κἂν ἐλλείπῃ, οὐ βλάπτει τὴν ἔννοιαν, ὡς δηλοῖ τὸ “περὶ κεῖνον ὀΐζυε”, ἤτοι κακοπάθει. Τοῦ δὲ σιγᾶν προηγεῖται ἡ τοῦ σίζειν ὀνοματοποιΐα, ἡ ἐν Ὀδυσσείᾳ κειμένη, ἧς μέσος παρακείμενος σέσιγα, ὅθεν τὸ σιγᾶν καὶ ὅσα ἐξ αὐτοῦ. Τὸ δὲ “διὰ στόμα”, ἤτοι κατὰ στόμα, ἢ ἀντιπτωτικῶς διὰ στόματος ἄγοιτο, δηλοῖ μὲν τὸ προάγοιτο καὶ προφέροι, ὅθεν καὶ ὁ προφορικὸς λόγος, ὡς ἐπὶ ἐμψύχου δὲ τοῦ μύθου κείμενον ἔχει τὸ ἄγειν, ὅτι καὶ ζῶσα φωνὴ ὁ προφορικὸς λόγος πρὸς διαστολὴν τοῦ ἐν γράμμασιν. Ἀττικὸν δὲ τὸ “ἄγοιτο” ἀντὶ τοῦ ἄγοι. οὕτω καὶ παρὰ τῇ συνηθείᾳ γυναῖκά τις ἄγεται. Τὸ δὲ “ἐπίσταται ἄρτια βάζειν” πείθει καὶ αὐτὸ τῶν τινας παλαιῶν ἐπιστήμας εἰπεῖν τὰς ἀρετὰς καὶ ἐπιστήμην τὴν πολιτικήν. δηλοῖ δὲ φανερῶς καὶ τὸ τῆς ῥητορικῆς τέλος, ἧς ἔργον εἰδέναι ἄρτια βάζειν, ὅπερ ὁ μὴ κατορθῶν ὀνοστὸς πάγχυ φρένας ἐστίν. Ἰστέον δὲ καὶ ὅτι τοῦ ἐπίσταται τὸ δεύτερον ἐπίστασαι κατὰ τοὺς παλαιούς, ὡς καὶ τοῦ δύναται τὸ δύνασαι Ἀττικῶς, οἷον “δύνασαι δὲ πάντοσʼ ἀκούειν”, καὶ τοῦ παρίσταται τὸ παρίστασαι, οἷον “ἐν πάντεσσι πόνοισι παρίστασαι”. Ἴωνες δέ, φασίν, ἐπίστεαι λέγουσι καὶ δύνεαι καὶ τὰ ὅμοια. Τὸ δὲ “ᾗσι φρεσὶν ἄρτια βάζειν” πρὸς ἀσφάλειαν ἐγράφη. οὐ γὰρ πᾶς ἄρτια βάζων καὶ ἰδίαις φρεσὶ ταῦτα βάζει. ἔστι γὰρ καὶ ἑτέρωθεν καθʼ ὑποβολὴν λαβόντα εἰπεῖν. Τὸ δὲ “πολέμοιο καὶ ἀϋτῆς” Ὁμήρῳ συνήθης φράσις ἐστίν. Ἔνθα ὅρα, ὡς ἐξενίκησε συνήθως ἡ τοῦ ἀρσενικοῦ σύνταξις ἐν τῷ “πολέμοιο συνεσταότος καὶ ἀϋτῆς”. τὸ γὰρ “συνεσταότος” τῷ πολέμῳ κολληθὲν ἀφίησι τὴν ἀϋτὴν συνυπακούειν καὶ ζητεῖν ἐξ ἀναλόγου τὸ ἑαυτῆς. Τὸ δὲ “ἐπικρατέουσί περ” διασαφητικόν ἐστι τοῦ μᾶλλον ἂν εὐκτὰ γενέσθαι τοῖς Τρωσίν, οἳ χαίρουσι μὲν καὶ ἄλλως ὡς κρατοῦντες. εἰ δὲ καὶ φεύγοντας οὕτω τοὺς Ἀχαιοὺς ἴδωσιν, ὑπερχαρήσονται. ἀγαθὴ δὲ λέξις νικηταῖς τὸ ἐπικρατεῖν. Τὸ δὲ “ὄλεθρος ἐπιρρέπῃ” ἀντὶ τοῦ κάτω βαρύνῃ. ἔχει δὲ τὴν ἀρχὴν καὶ τὸ ἀσφαλὲς ἡ λέξις ἐκ τῶν ἀλλαχοῦ κειμένων ταλάντων τοῦ Διός. Τὸ δὲ “ἀποπτανέουσιν” ἢ ἀπὸ τοῦ ὄπτω ὀπταίνω ἀντὶ τοῦ ἀποβλέψουσιν, ἢ ἀπὸ τοῦ πτῶ πταίνω, τὸ φοβοῦμαι, ἵνα δηλοῖ τὸ πτήξουσιν, ἢ ἀπὸ τοῦ πέτω πτῶ πταίνω, τουτέστιν οἷον πετασθήσονται φεύγοντες. καὶ ἔστιν ἐφερμηνευτικὸν αὐτοῦ πρῶτον μὲν ἀποφατικῶς τὸ “οὐ γὰρ Ἀχαιοὶ σχήσουσι πόλεμον”, ἤγουν οὐκ ἀνέξονται μάχεσθαι, εἶτα καταφατικῶς “ἐρωήσουσι δὲ μάχης”. ποιηταῖς δὲ ἡ λέξις ᾠκείωται, οὐ μὴν λόγῳ πεζῷ. Τὸ δὲ “σὴ βουλὴ δηλήσεται” ἀποτέκοι ἂν εὐγενῆ νοῦν τοιοῦτον, ὡς δηλητήριον μὲν ὥσπερ ἡ βουλὴ αὕτη τοῦ βασιλέως, ἀλεξιφάρμακον δὲ ἡ πρὸς αὐτὸ ἀντίρρησις τοῦ Ὀδυσσέως. Ὅτι ὁ βασιλεὺς εἰδώς, ὡς ἐν κινδύνῳ ἐκ παντὸς ἀνθρώπου δεκτέον παραίνεσιν, ἐπιεικῶς φέρει λοιδορηθεὶς ὑπὸ Ὀδυσσέως ἐν καιρῷ ἐπὶ πάνυ συμφέροντι, καί φησιν “ὦ Ὀδυσεῦ, μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ ἀργαλέῃ, ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα νῆας ἅλαδε ἑλκέμεν Ἀχαιούς. νῦν δʼ εἴη, ὃς τῆσδέ γʼ ἀμείνονα μῆτιν ἐνίσπῃ ἢ νέος ἠὲ παλαιός, ἐμοὶ δέ κεν ἀσμένῳ εἴη”. Καὶ ὅρα ὡς παρεσημειώσατο διὰ τοῦ βασιλέως ὁ ποιητής, ὅτι καταφορικὴ μάλα ὡς πρὸς βασιλέα ἡ τοῦ Ὀδυσσέως δημηγορία ἐστί, καὶ ὅτι διὰ τοῦτο οὐδὲ σεμνολογεῖ τὸν Ὀδυσσέα συνήθως, πολύμητιν εἰπὼν ἢ πολύαινον ἢ πολυμήχανον ἢ ἄλλο τι τοιοῦτον, ἀλλʼ ἠρκέσθη μόνον εἰπὼν “ὦ Ὀδυσσεῦ”. Ἰστέον δὲ ὅτι ἐν τῷ “μάλα πώς με” οὐκ ἂν εὐλόγως περισπάσῃ τις τὸν πως παραπληρωματικὸν σύνδεσμον, ἀλλʼ ἐξ ὀξείας κοιμηθείσης εἰς βαρείαν ἐξέγερσις εἰς ὀξεῖαν αὖθις γενήσεται ἐγκλιτικῶς, ὁποῖόν τι καὶ ἐν τῷ πώποτε γίνεται καὶ ἐν τῷ πώμαλα. Τὸ δὲ καθικέσθαι, ὅ ἐστιν ἅψασθαι, οὗτος μὲν αἰτιατικῇ συνέταξεν, ὡς καὶ ἐν Ὀδυσσείᾳ, ἔνθα φησὶν “ἐπεί με καθίκετο πένθος”, οἱ δὲ μεθʼ Ὅμηρον γενικῇ συντάσσουσι. Τὸ δὲ “ἐνιπῇ” δηλοῖ, ὡς ἔστι καὶ ἄλλως καθικέσθαι, ῥᾴβδῳ τυχὸν ἢ τοιῷδέ τινι. Τὸ δὲ “ἀργαλέῃ” ἐπίτασιν δηλοῖ τῆς ἐνιπῆς. ἦν γὰρ ἀγαπητὸν ἡ ἐνιπὴ μὴ καὶ τὸ ἀργαλέον ἔχουσα. Τὸ δὲ “τῆσδέ γʼ ἀμείνονα” οὐ πρὸς ἀνάγκην οὐδὲ αὐτὸ τὸν γε σύνδεσμον ἔχει, ἀλλʼ ἢ πρὸς βύσιν χασμῳδίας, ἢ διὰ τραχυφωνίαν φίλην τῇ ποιήσει. Ὡς δὲ καὶ οὐκ ἀεὶ παραπλήρωσιν ἔχει ὁ γε σύνδεσμος, ἀλλὰ καί τινας ἐμφάσεις ἰδίων ἐννοιῶν, ἴσασιν οἱ Τεχνικοί. οὕτω πως κεῖται κατωτέρω τὸ “οὐ γένος γε κακὸν καὶ ἀνάλκιδα”, οὐ κατὰ ἀργίαν συνδέσμου, ἀλλʼ εἰς ἔμφασιν τοῦ· εἰ μηδὲν ἄλλο, ἀλλὰ τὸ γοῦν γένος ἀγαθὸν εἶναι τὸν λαλοῦντα καὶ ἄλκιμον. Ὃ δὴ βούλεται ὁ αὐτὸς σύνδεσμος καὶ ἐν τῷ “τῆσδέ γʼ ἀμείνονα βουλήν”. ταὐτὸν γάρ ἐστι τῷ “κἂν γοῦν ταύτης”. οἶδε γὰρ ὁ βασιλεὺς ὡς, εἰ καὶ τἄλλα εὖ δημηγορεῖ καὶ πρὸς ἐκεῖνα οὐκ ἔχει τις ἀντιλέγειν, ἀλλʼ ἡ παροῦσα μῆτις εὐκατάσειστός ἐστι. καί πως καθικνεῖται καὶ αὐτὸς τῶν ἀκροατῶν, οἱονεὶ λέγων ὡς, εἰ καὶ μὴ ἐν τοῖς κατὰ σπουδὴν λόγοις μου, ἀλλὰ νῦν γοῦν, ὅτε πρὸς μόνην ἀπόπειραν οὐκ εὐγενῶς ἐλάλησα, ὁ βουλόμενος ἀνδρισάσθω κατʼ ἐμοῦ εἴτε νέος εἴτε παλαιός—ἔχει γὰρ ἀφορμὰς ἀντιλογιῶν, —ἐπείπερ οὐδὲ βούλομαι τοῖς ἀγαθὰ δημηγοροῦσιν ἀντικαθίστασθαι καὶ λέγειν κατὰ τὸν ἄφρονα Πάριν, ὡς ἔστι καὶ ἄλλον ἀμείνονα τοῦδε μῦθον εἰπεῖν καὶ τὰ ἑξῆς, ὧν ἐκεῖνος ἐλήρησε. Τὸ δὲ “ἢ νέος ἠὲ παλαιός” ὅμοιόν ἐστι τῷ ἐν Ἀθήναις ἔθει, ἔνθα κατʼ ἀνάγκην ποτὲ διὰ ζήτησιν τοῦ συμφέροντος ἐξελαλεῖτο ἐπʼ ἀγορᾶς τὸ “ὁ βουλόμενος δημηγορείτω”. Τὸ δὲ “ἐμοὶ δὲ ἀσμένῳ εἴη” περιφραστικῶς εἴρηται, ἀντὶ τοῦ χαίρω καὶ ἀσμένως ἔχω, ἐξ Ὁμήρου μὲν ἀρξάμενον ἐλλειπτικῶς σχηματισθῆναι, διαβὰν δὲ καὶ εἰς τοὺς ὕστερον. τοιοῦτον καὶ τὸ “ἐμοὶ δὲ βουλομένῳ εἴη”, καὶ τὸ “ἐμοὶ δὲ χαίροντί ἐστι τόδε τι”, καὶ ὅσα τοιαῦτα. Σημείωσαι δέ, ὅτι ὁ μὲν βασιλεὺς οὕτως ἐξαθερισθεὶς ἐφʼ οἷς εἶπεν, ἐπιεικεύεται, Ἕκτωρ δέ, εἴπερ ἦν, ἐποίησεν ἂν δεινά, ὅς που τυραννικώτερον ἔφη “ὧδʼ ἔστω, Τρῶες”, κελεύων ἐκεῖνος, οὐ μὴν ἐπιεικευόμενος. Ὅτι Διομήδης οὐ προπετευόμενος ἀλλʼ ἐκ τοῦ βασιλέως λαβὼν ἐνδόσιμον ἐν τῷ “ἢ νέος ἢ παλαιός”, εἰ καὶ ἐν ἄλλοις ὀψὲ μετέειπεν, ἀλλʼ ἐνταῦθα προαρπάζει τὴν συμβουλὴν καί πως δριμεῖαν ἀνταπόδοσιν ἐνταῦθα καιριώτατα ποιεῖται τῷ Νέστορι. μεμψαμένου γάρ που τὸν Διομήδην τοῦ Νέστορος ὡς εὖ μὲν εἰπόντα, οὐ τέλος δὲ τῷ μύθῳ ἐπιθέντα, νῦν ὁ Διομήδης λόγοις μὲν οὐκ ἐλέγχει, πραγματικῶς δὲ ἀποδεικνύει τὸν Νέστορα τοῖς αὐτοῖς ἁλόντα. Νέστωρ μὲν γὰρ εἰπὼν πρὸ ὀλίγων “φραζώμεθα, εἴ τι νόος ῥέξει”, οὐ προστίθησι τί ἂν ῥέξῃ, αὐτὸς μέντοι ἀναπληροῖ ἐνταῦθα τὸ ἐλλεῖπον. Τὸ δʼ αὐτὸ διαβαίνει καὶ πρὸς τὸν Ὀδυσσέα, εἰ καὶ μὴ καθʼ ὅμοιον λόγον. καὶ γὰρ οὐδʼ αὐτὸς ἔφθη ἀμείνονα μῆτιν ἐνισπεῖν, ὡς οἷα τοῦ Διομήδους προαρπάσαντος τὸ λαλῆσαι. διὸ καὶ ἔοικε δευτερολογικῶς διατεθεῖσθαι ἡ τοῦ Διομήδους δημηγορία. Ὀδυσσεὺς μὲν γὰρ προλογίσας ἠγωνίσατο κατὰ τῆς βασιλικῆς λαλιᾶς, καὶ ἀνατρέψας ἀπήλεγξε μόνον τὸ χρῆναι φυγεῖν. Διομήδης δὲ δεύτερος ἐλθὼν ἐκτίθεται ὡς οἷον ἐν δευτερολογίᾳ τὸ ποιητέον, εἰπὼν “δεῦτε ἴομεν πόλεμόνδε” καὶ τὰ ἑξῆς. Καὶ οὕτω μὲν τέλος αὐτὸς ἐπιτίθησι τῷ τοῦ Νέστορος λόγῳ, τῷ δέ γε βασιλεῖ ἄκρως ἐναντιοῦται, εἴπερ ὁ μὲν φυγεῖν συνεβούλευσεν ἅπαντας, Διομήδης δὲ καὶ αὐτοὺς τοὺς τραυματίας ἄγει πρὸς πόλεμον. Ἐν οἷς πάλιν ὅρα, ὡς ἔστιν οὗ καὶ μεγάλοι κατὰ τὸν Σοφοκλῆν ὀρθοῖντο ἂν ὑπὸ σμικροτέρων. ἀλλὰ ταῦτα μὲν μικρὸν ὕστερον. Πρὸ δὲ αὐτῶν καὶ τὴν τοῦ νοεῖν ὀξύτητα παραδεικνὺς ὁ Διομήδης καὶ προμαλάσσων τῇ προκατασκευῇ τὴν πρὸς τοιαῦτα πρόσωπα ἀντικατάστασιν, φησὶν “ἐγγὺς ἀνήρ”, ὁ ζητούμενος δηλαδή, “οὐ δηθὰ ματεύσομεν, αἴ κʼ ἐθέλητε πείθεσθαι, καὶ μή τι κότῳ”, ἢ χόλῳ, “ἀγάσησθε ἕκαστος, οὕνεκα δὴ γενεῇφι νεώτατός εἰμι μεθʼ ὑμῖν”, ἤγουν ἐν ὑμῖν, οὐ μὴν ἁπλῶς νέος. Καὶ οὕτω τὴν νέμεσιν παραιτησάμενος εἶτα δείκνυσι τὴν εὐγένειαν, συνιστῶν ἑαυτόν, ὡς δέον ὂν ἔνδοξον εἶναι τὸν βουλευτήν, καί φησι “πατρὸς δʼ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι, Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα κάλυψε”. Καὶ ἐφεξῆς ἱστορεῖ τὰ κατὰ τὸν πατέρα εἰπὼν “Πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο, ᾤκεον δʼ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι”, ταῖς προϊστορηθείσαις. Τίνες δέ οἱ ῥηθέντες τρεῖς; “Ἄγριος ἠδὲ Μέλας, τρίτατος δʼ ἦν ἱππότα Οἰνεύς, πατρὸς ἐμεῖο πατήρ· ἀρετῇ δʼ ἦν ἔξοχος αὐτῶν”, οἳ καὶ αὐτοὶ ἀμύμονες ἐρρέθησαν. “ἀλλʼ ὃ μὲν αὐτόθι μεῖνε”, τουτέστιν ὁ Οἰνεύς, “πατὴρ δʼ ἐμὸς Ἄργεϊ νάσθη, πλαγχθείς· ὣς γάρ που θεὸς ἤθελεν. Ἀδρήστοιο δʼ ἔγημε θυγατρῶν”, μίαν δηλαδὴ τὴν Δηϊπύλην, “ναῖε δὲ δῶμα ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι πυροφόροι. πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς, πολλὰ δέ οἱ πρόβατʼ ἔσκε. κέκαστο δὲ πάντας Ἀχαιούς”, ὅ ἐστι κατὰ πάντας τοὺς τότε, “ἐγχείῃ. τὰ δέ”, ἤγουν ταῦτα, “μέλλετʼ ἀκουέμεν, ὡς ἐτεόν περ”. Καὶ οὕτω συστήσας ἑαυτὸν καὶ τὸν λόγον συμπεράνας εἰς τὸ “τῷ”, ἤγουν διό, “οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες μῦθον ἀτιμήσετε πεφασμένον, ὅν κʼ εὖ εἴπω”, ἐπιφέρει τὸ πρακτέον “δεῦτʼ ἴομεν πόλεμόνδε καὶ οὐτάμενοί περ ἀνάγκῃ. ἔνθα δʼ ἔπειτα αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος ἐκ βελέων, μή πού τις ἐφʼ ἕλκεϊ ἕλκος ἄρηται· ἄλλους δʼ ὀτρύνοντες ἐνήσομεν”, ἤγουν ἐμβάλωμεν τῷ πολέμῳ, “οἳ τὸ πάρος περ θυμῷ ἦρα φέροντες ἀφεστᾶσιν οὐδὲ μάχονται”. Καὶ οὕτω μὲν ὁ Διομήδης ἔφατο, “οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο”. Καὶ σημείωσαι ὅπως τε εὐμεθόδως καὶ νῦν ἀνέπαυσε τὸν ἀκροατὴν ὁ ποιητὴς παρενθέσει ἐπεισοδίου ἱστορικοῦ, καὶ ὅτι πολλὰ ἔχων εἰπεῖν ἀγαθὰ ἴδια ὁ Διομήδης αὐτὰ μὲν ἀφίησιν ὡς φανερά—παρὰ πόδας γὰρ τὰ τῆς ἀνδρίας δέδεικται—, ἀνέρχεται δὲ εἰς τὰ τοῦ πατρός. καὶ καινὸν οὐδέν, εἰ τὰ ἑαυτοῦ σιγᾷ ὡς ἔκδηλα, ἵνα μὴ ταὐτολογῇ, ὅσγε καὶ τὰ τοῦ πατρὸς ἐπιτέμνει, λέγων ὅτι ταῦτα μέλλετε καὶ αὐτοὶ ἀκούειν. ὡς οὖν ταῦτα, φησί, σιωπῶ διὰ τὸ προακούεσθαι ὑφʼ ὑμῶν, οὕτω καὶ τὰ ἐμὰ οὐ λαλῶ διὰ τὸ εὖ γινώσκεσθαι ὑφʼ ὑμῶν, ἀρκούμενος μόνῃ τῇ τῆς εὐγενείας ἀποδείξει καὶ τῇ ἀναμνήσει τῆς ἀλκῆς, ἃ ἐνέφηνεν ἐν τῷ “οὐ γένος κακὸς οὐδὲ ἄναλκις εἶναι”. Δῆλον δὲ ὡς Ὁμηρικῆς δεινότητος καὶ τὸ σιγῆσαι μὲν τὰ τοῦ Διομήδους, ἵνα μὴ ἀδολεσχῇ τὰ αὐτὰ πολλάκις λαλῶν, τὰ δὲ τοῦ Οἰνέως συντεμεῖν, ἵνα μηδʼ ἐπʼ αὐτοῖς μακρολογῇ ἔξω καιροῦ. Ἰστέον δὲ ὅτι τὸ μὲν “πατρὸς ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι” ἐρεῖ ἄν τις ἐπʼ εὐγενείᾳ οἰκείᾳ μεγαληγορῶν. Τὸ δὲ “ἀφνειὸς βιότοιο”, καὶ τὰ ἑξῆς ἕως τοῦ “πρόβατα ἔσκεν” ἔκφρασίς ἐστι πλούτου ἀρχαϊκοῦ, ὃς ἐν ἀρούραις ἦν καὶ φυτοῖς καὶ προβάτοις, εἰπεῖν δὲ πλατικώτερον, θρέμμασιν. Ἡ δὲ κατὰ τὸν Τυδέα ἱστορία τοιαύτη τίς ἐστιν. Οἰνέως καὶ Περιβοίας ὁ Τυδεύς. οὗτος Λυκωπέα καὶ Ἀλκάθουν ἀνεψιοὺς ἐπιβουλεύοντας τῷ πατρὶ Οἰνεῖ ἀπέκτεινεν ἐν ἀγρῷ καὶ σὺν αὐτοῖς ἄκων τὸν πατράδελφον Μέλανα. φεύγων δὲ τὸν φόνον ἧκεν εἰς Ἄργος καὶ καθαίρεται ὑπὸ Ἀδράστου καὶ γίνεται γαμβρὸς ἐκείνῳ ἐπὶ τῇ ῥηθείσῃ γυναικί. Καὶ ὅρα ὅτι κἀνταῦθα μερίσας, ὡς αὐτῷ σύνηθες, ὁ ποιητής, ὃ ἤθελε τῆς κατὰ τὸν Τυδέα ἱστορίας, ἐπέτεμεν. Τὸ δὲ ἐγγύς οὐ μόνον τοπικὴν σημασίαν ἔχει, ἀλλὰ καὶ χρονικὴν ἐμφαίνει, ὡς δηλοῖ ἐπαχθὲν τὸ “οὐ δηθά”, ἵνα λέγῃ ὅτι αὐτίκα νῦν εὕρηται ὁ λαλήσων ἀνὴρ καὶ οὐ δηθὰ ζητηθήσεται. Τὸ δὲ ματεύσομεν ἔλλειψιν ἔχει τοῦ σ, μαστεύειν γάρ ἐστι τὸ ζητεῖν. εἰ μή τις ἐρεῖ τοῦτο μᾶλλον εἶναι πρωτότυπον, ἐξ αὐτοῦ δὲ κατὰ πλεονασμὸν γενέσθαι τὸ μαστεύειν ὡς ἀπὸ τοῦ μῶ μάσω, ἐξ οὗ καὶ τὸ “αὐτόματος δέ οἱ ἦλθεν”. εἰ δὲ τοῦθʼ οὕτως ἔχει καὶ ἔστι ματεύειν, ὅρα ὡς πάνυ ἑτεροιοῦται τὸ ματεύειν τοῦ ἐν ἄλλοις εἰρημένου ματᾶν. Τὸ δὲ “αἴ κʼ ἐθέλητε πείθεσθαι” καὶ τὰ ἑξῆς, προθεραπεία τῶν ῥηθησομένων εἰσὶ καὶ παραιτητικὰ νεμέσεως ἢ μᾶλλον φθόνου. τοῦτο γὰρ δηλοῖ τὸ “χόλῳ ἀγάσησθε ἕκαστος”. Ἀγῶ γὰρ οὐ μόνον τὸ σέβομαι, ἀφʼ οὗ ἀγάσματα τὰ σεβάσματα, καὶ εἶδος ἀγητοί, ἀλλὰ καὶ τὸ φθονῶ καὶ μέμφομαι, οὗ παράγωγον τὸ ἀγαίω. Τὸ δὲ “ἀγάσησθε ἕκαστος” Ἀττικόν ἐστι, κοινὸν μέντοι τὸ “ἀγάσηται ἕκαστος”. αἴτιον δὲ τῆς πληθυντικῆς συντάξεως ὁ μερισμὸς τοῦ ἕκαστος, ἤγουν τὸ αὐτός καὶ ἕτερος καὶ οὗτος καὶ ἐκεῖνος καὶ ἄλλος καὶ ἰδοὺ πάντες, ὥστε ταὐτὸν ἕκαστος εἰπεῖν καὶ πάντες. διὸ δύναται καὶ μετὰ πλήθους συντάσσεσθαι, καθὰ καὶ τὰ συλληπτικά, οἷον τὸ λαός, χορός, πλῆθος καὶ τὰ ὅμοια. Χυτὴ δὲ καὶ νῦν γαῖα ἡ ἐπιχεομένη νεκροῖς. οὐ γὰρ βῶλοι αὐτοῖς ἐπιτίθενται, ἀλλὰ χοῦς, ὅς ἐστι γῆ χυτή, ἣν οὐδὲ συνέχειν ἂν ὁ γαιήοχος λέγοιτο οἷα παντελῶς ἐστερημένην ὑγροῦ. Τὸ δὲ “πατρὸς ἐμεῖο πατήρ” περιπέφρασται διὰ σαφήνειαν, καὶ δηλοῖ τὸν πρὸς πατρὸς πάππον. ὃς καὶ γεροντίας ἐλέγετο Λακωνικῶς, οὗπερ ὁ ἐπάνω τῷ χρόνῳ ἐπίπαππος, οὐχὶ πρόπαππος, λέγεται, ὥς φησί τις ἀποσημειωσάμενος ὀνόματα συγγενικά, ὃς λέγει καὶ ὅτι τήθη μὲν ἡ τῆς μητρὸς καὶ τοῦ πατρὸς μήτηρ, ἐπιτήθη δὲ ἡ ὑπὲρ αὐτήν, καθʼ ὁμοιότητα τοῦ πάππου, καὶ ὅτι ἀνεψιοὶ καὶ αὐτανέψιοι οἱ αὐτοί, δηλοῦντες τοὺς ἐξαδέλφους, καὶ ὅτι θεῖος πατρὸς ἢ μητρὸς ἀδελφός, ὁ καὶ νέννος, καὶ ὅτι ὁ πάτρως καὶ ὁ μήτρως Ἰακὰ μᾶλλον, οἵπερ εἰσὶ θεῖοι ἐκ πατρὸς καὶ μητρός, καὶ ὅτι κηδεσταὶ μὲν οἱ κατʼ ἐπιγαμίαν οἰκεῖοι, συγκηδεσταὶ δὲ οἱ ἀδελφάς, φησί, γεγαμηκότες, καὶ ὅτι τηθαλαδοῦς, ὃν οἱ πολλοὶ μαμμόθρεπτον λέγουσι, παρὰ τὴν τήθην Ἀττικῶς τὴν ἀνωτέρω ῥηθεῖσαν, ἥν, ὡς δηλοῖ Αἴλιος Διονύσιος, ὀκνοῦσιν οἱ Ἀττικοὶ μάμμην καλεῖν, ὡς τῶν πολλῶν οὕτω τὴν μητέρα λεγόντων. Λέγει δὲ ἐκεῖνος ὁ τὰ ῥηθέντα συγγενικὰ ἐκγραψάμενος καὶ ὅτι ἀπφὺς παρά γε τοῖς Ἀττικοῖς βάρβαρόν ἐστιν. Ἔστι δὲ ὁ πατήρ, ὡς δηλοῖ Θεόκριτος, ἀφʼ οὗ ἔφυ τις δηλαδή, καὶ ὤφειλε μὲν εἶναι ἀφφύς τροπῇ τοῦ ψιλοῦ π τῆς προθέσεως εἰς τὸ ἐπαγόμενον φ, ἐτράπη δὲ εἰς τὸ ἀντίστοιχον τοῦ φ, ἤγουν εἰς ἑαυτό, οἷον δή τι γίνεται καὶ ἐν τῷ “κὰπ φάλαρα” καὶ “κάτθανε” καὶ τοῖς τοιούτοις. Λέγει δὲ ἐκεῖνος καὶ ἄπφαν τὴν ἀδελφήν, καὶ ἄπφιον, ὑποκόρισμα ἐρωμένης, καὶ ἄλλα τινά, περὶ ὧν ἐν ἄλλοις γέγραπται. Ὅτι δὲ καὶ ἐξανέψοι ἐλέγοντο, ὧν οἱ πατέρες ἀλλήλων ἀνεψιοί, εὕρηται καὶ αὐτὸ ἐν τοῖς παλαιοῖς. Περὶ δέ γε τήθης καὶ μάμμης καὶ οὕτω φασί τινες. Τήθην οἱ Ἕλληνες τὴν πατρὸς ἢ μητρὸς μητέρα, οἱ δὲ παλαιοὶ ἀκύρως μάμμην καὶ μαῖαν, μάμμην γὰρ Ἀττικοὶ καὶ μαμμαίαν, τὴν μητέρα καλοῦσιν, ἣν δέ οἱ πολλοὶ τήθην, τηθίδα, μαῖαν δέ, ὡς ἡμεῖς, τὴν ὑπὸ Ἰώνων ὀμφαλητόμον, ὡς καὶ ἀλλαχοῦ δηλοῦται. Ὅτι δὲ ὁ πάτρως καὶ ὁ μήτρως πατράδελφος καὶ μητράδελφος ἑρμηνεύονται, καὶ ὅτι που οἱ τῆς μητρὸς γονεῖς μήτρωες εἴρηνται, πάτρωες δὲ οἱ κατὰ πατέρα πρόγονοι, καὶ ὡς ὁ τηθαλλαδοῦς καὶ σκῶμμα εὐηθείας ἔχει, ὡς τῶν ὑπὸ τοιαύταις τεθραμμένων εἰς εὐήθειαν ἐπιδιδόντων διὰ τὸ ἀνειμένον τῆς τροφῆς. Διὸ καὶ ὁ εἰπὼν ἐρωτηματικῶς τὸ “ὀκνεῖς λαλεῖν; οὕτω σφόδρʼ εἶ τηθαλλαδοῦς;” ὀνειδίζων κέχρηται τῇ λέξει, παίζων εἰς ἀνδραποδώδη τινά, φησί, καὶ οἷον γραοτρεφῆ. Εἰ δέ τινές, φησί, πλανῶνται προσηγορίαν συγγενείας εἶναι κατὰ τὸ ἀνεψιαδοῦς, ἀλλʼ ἔστιν ἄλλως, ὡς εἴ τις ἔμπληκτόν τινα παίζων ἐμπληκταδοῦν ὀνοματοποιήσει ἢ τὸν μωρὸν μωροδαλλοῦν. Ἔτι δὲ καὶ ὅτι μαῖα καὶ ἡ ἁπλῶς πρεσβυτέρα γυνὴ ἐλέγετο, ἡ δʼ αὐτὴ καὶ τήθη καὶ τηθία καὶ τηθίβιος, δηλοῦσι καὶ αὐτὰ οἱ παλαιοί, ὡς καὶ ἀλλαχοῦ παρασεσημείωται, ὅπου καὶ ὁ διπλοῦς τόνος τοῦ τήθη. τινὲς γὰρ ὀξύνουσιν αὐτό, πλὴν κοινοτέρα ἡ παροξυτόνησις. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Τὸ δὲ “ἀρετῇ ἦν ἔξοχος” δοκεῖ πρὸς τὸ τρίτατος ἀφορᾶν, ἵνα εἴπῃ ὡς, εἰ καὶ τρίτος ἦν ἐν ἀδελφοῖς ὁ Οἰνεύς, ἀλλʼ ἀρετῇ, ὅ ἐστιν ἀνδρίᾳ, καθʼ ἣν ἐγχείῃ κέκαστο, ἢ καὶ ἄλλως ἁπάσῃ ἀγαθῇ ἕξει, ὑπερεῖχε. Τὸ δὲ “Ἄργεϊ νάσθη” καὶ τὸ “πλαγχθείς” σεμνῶς ἐσχημάτισται. τὴν γὰρ τοῦ Τυδέος φυγὴν ἐκ τῆς πατρίδος διὰ φόνον πλάνην καλεῖ καὶ μετοικίαν εἰς Ἄργος, σιωπῶν καὶ τὴν αἰτίαν τῆς φυγῆς. οὐ γὰρ ἐχρῆν φονικὰ τοῖς τοῦ πατρὸς ἐγκαταμῖξαι διηγήματα, τὰ πρὸς ἀρετὴν δὲ μόνον ἄρτι καὶ πλοῦτον εἰπεῖν. Τοῦ δὲ “νάσθη” νάω τὸ θέμα, ἐξ οὗ καὶ ναέτης καὶ νάσασθαι τὸ οἰκῆσαι. ὡς γὰρ κλαίω κλάω, οὕτω καὶ ναίω νάω. Τὸ δὲ “ὣς γὰρ θεὸς ἤθελεν” οὐ μόνον αἰτίας ἐπίκρυψιν, ἀλλά τι καὶ οἴκτου ἔχει. Τὸ δὲ “βιότοιο” εἴρηται μὲν ἀντιπτωτικῶς ἀντὶ τοῦ βιότῳ, δηλοῖ δὲ γενικῶς πάντα τὰ εἰς βίον χρήσιμα, οἷς οὐ πάνυ συνεισακτέος χρυσὸς καὶ ἄργυρος. διὸ τὸν βίοτον σαφηνίζων ἀρούρας πυροφόρους μετρεῖ καὶ τὰ ἑξῆς. Τὸ δὲ “πολλοὶ φυτῶν ὄρχατοι”, ὅπερ κήπους παραλαλεῖ, καὶ τὸ “πολλὰ πρόβατα” ἐπιμονὴν ποιεῖ τῷ διπλασμῷ τῶν λέξεων, αἷς ἰσοδύναμον τὸ “ἅλις δέ οἱ ἔσαν ἄρουραι”, καὶ τὸ ἦσαν δὲ καὶ ἔσαν καὶ ἔσκεν ἐπιμονῆς καὶ αὐτά. Ὄρχατοι δὲ ἢ παρὰ τὸ ὀρύσσω οἷον ὀρύχατοι, ἢ παρὰ τὸ ἕρκει ἠσφαλίσθαι, ἢ παρὰ τὸ ἔρχω, ἵνα ᾖ ὄρχος ἡ κατὰ τάξιν φυτεία, ὅθεν ὄρχατος προπαροξυτόνως, ὡς μέσος μέσατος. Τὰ γὰρ ἀπὸ ὀνομάτων διὰ τοῦ τος παραγόμενα προπαροξύνονται· τρίτος τρίτατος, ἕβδομος ἑβδόματος, μυχός μύχατος, μέσατος, ὄρχατος. Πρόβατα δʼ ἐνταῦθά φασί τινες τὰ τετράποδα πάντα βοσκήματα, παρὰ τὸ πρὸ τῆς πρώτης, ἤτοι τῆς ἔμπροσθεν, βάσεως ἑτέραν βάσιν ἔχειν. συμβάλλεται δʼ ἐνταῦθά τι καὶ τὸ “κειμήλιά τε πρόβασίν τε”. Τὸ δὲ “ὡς ἐτεόν περ” σύστασις λόγου διαστελλομένου πρὸς τὰ ψευδῶς ἀκουόμενα. Τὸ δὲ “οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες μῦθον ἀτιμήσητε”, ὃν ἂν εὖ εἴπω, ἀρίστην ἔχει συγκρότησιν καὶ πάνυ συνιστᾷ τὸν ῥήτορα. οὐ γὰρ ἀρκετὸν εἰς πειθὼ ἡ πατραγαθία, ἐστὶ δὲ αἰδέσιμον, καὶ εἴ τις εἴη οὐκ ἄναλκις. εἰ δʼ ἀμφοῖν τούτοιν προσείη καὶ τὸ εὖ εἰπεῖν, ὁ ταῦτʼ ἔχων εἰκότως ἀκούοιτο ἄν. Τὸ δὲ “πεφασμένον” οὐχʼ ἁπλῶς ἀντὶ τοῦ εἰρημένον, περιττὸν γὰρ τοῦτό γε, ἀλλὰ τὸν ἀποφαντικῶς καὶ μὴ ἐνδοιαστικῶς ἀλλʼ ἀξιωματικῶς ῥηθησόμενον, ὡς ἔστι πρέπον τῷ βουλευτῇ. Καὶ ἄλλως δέ, εἴπερ ἐστὶ τὸ πεφασμένον ἀντὶ τοῦ ἁπλῶς εἰρημένον, χρὴ νοῆσαι εὐθὺς ἐπηγμένον εἰς ἑρμηνείαν αὐτοῦ τὸ “ὅν κʼ εὖ εἴπω”, ἵνα λέγῃ ἀπὸ κοινοῦ “μῦθον πεφασμένον εὖ”. Τὸ δὲ “ἀνάγκῃ” ἀναγκαίους πολεμιστὰς κατὰ τοὺς ἐν τῇ Ὀδυσσείᾳ καὶ τούτους δηλοῖ. πῶς γὰρ οὐκ ἂν εἶεν ἀναγκαῖοι πολεμισταί, οἳ καὶ οὐτάμενοί περ μάχονται; Ἐνταῦθα δὲ ὅρα, ὅτι καὶ τὸ “ἴομεν πόλεμόνδε καὶ οὐτάμενοι” ἔοικεν ἀντιλαλεῖσθαι ῥητορικῶς καὶ πρὸς τὸ “οὐ γάρ πως βεβλημένον ἔστι μάχεσθαι”, ὃ δὴ φθάσας ὁ Νέστωρ ἐγνωματεύσατο. Τὸ δὲ “ἐχώμεθα δηϊοτῆτος” ἢ ἀντὶ τοῦ ἐπεχώμεθα, οὗ πρὸς σαφήνειαν ἐπῆκται τὸ “ἐκ βελέων”, καὶ τὸ “μή πού τις ἐφʼ ἕλκεϊ ἕλκος ἄρηται”, ἢ μᾶλλον ἀντὶ τοῦ ἁπτώμεθα μάχης, ὡς ἐγχωρεῖ, ἐκ βελέων, τουτέστιν ἀπόμαχοι μὲν ὄντες, κοιρανέοντες δέ, ὡς ἀλλαχοῦ ἐρρέθη, καὶ ἔτι δέ, ὀτρύνοντες, παρακαλοῦντες, συμβουλεύοντες. Τὸ δὲ “ἐκ βελέων” σαφέστερον ἔχει ἐν τῷ “Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεύς”. Οἱ δὲ μεθʼ Ὅμηρον τὸ ἐκ βελέων ἔξω βελῶν φασι παροιμιακῶς. Τὸ δὲ “μή πού τις ἐφʼ ἕλκεϊ ἕλκος ἄρηται” εἴη ἂν ὅμοιον παροιμίᾳ τῇ “κακὸν ἐπὶ κακῷ”, ὅτε δηλαδὴ ἐπὶ προηγησαμένῃ καὶ ἑτέραν βλάβην πάθοι τινά. Ἐνταῦθα δὲ ὅρα, ὡς καὶ τὸ οὐτάσθαι καὶ τὸ βεβλῆσθαι εἰς τὸ ἄρασθαι ἕλκος ἀνήγαγε. Τὸ δὲ ἐνήσειν καὶ ἐπὶ πλεόντων λέγεται, ὡς δηλοῖ τὸ “ἐνήσομεν εὐρέϊ πόντῳ”. Τὸ δὲ “θυμῷ ἦρα φέροντες” ἀντὶ τοῦ χαριζόμενοι ἑαυτοῖς. Ὅτι δὲ ἦρα τὴν χάριν λέγει καὶ τὸ ἐραστὸν δέ, καὶ ὅτι ἐκ τοῦ ἦρ ἡ χάρις ἡ τοιαύτη λέξις γίνεται, ἢ μᾶλλον ἐκ τοῦ ἐρῶ, τὸ ἐπιθυμῶ, ἵνα ὥσπερ ἐκ τοῦ κόπτω καὶ ξέω καὶ τρυπῶ κόπανα καὶ ξόανα καὶ τρύπανα, οὕτω καὶ ἐρῶ ἤρανα καὶ κατὰ ἀποκοπὴν ἦρα, προδεδήλωται. ἐκ δὲ τοῦ θυμός καὶ τοῦ ἦρα ἔοικε συγκεῖσθαι τὸ θυμῆρες, ὡς καὶ ἀλλαχοῦ φαίνεται. Τοῦ δὲ “ἀφεστᾶσιν” ἑρμηνεία καὶ νῦν τὸ “οὐδὲ μάχονται”. Σημείωσαι δὲ καὶ ὅτι τῶν βασιλέων ἐξελθόντων καὶ φανέντων γίνεταί τι ἀγαθὸν καὶ ἀνδρίζονται οἱ τοῦ δευτέρου στίχου τῶν νεῶν καὶ ποιοῦσι τὰ δηλωθησόμενα μετὰ ταῦτα, θαρρήσαντες ἢ καὶ ὀτρυνθέντες τοῖς ἐκ τοῦ αἰγιαλοῦ ἀνελθοῦσι στρατηγοῖς. Διὸ κἀνταῦθα ὁ θαλάσσιος Ποσειδῶν ἐπιφανῆναι λέγεται παλαιῷ φωτὶ ἐοικώς, ἐπεὶ μηδὲ νεωτερίζονται πρὸς μάχην οἱ βασιλεῖς, ἀλλὰ πρὸς φρόνησιν μόνην γηραιῷ πρέπουσαν ἀνδρὶ εὔθετοί εἰσι. καὶ τοιοῦτος ἐπιφανεὶς λέγει ἃ λέγει καὶ ποιεῖ ἃ ποιεῖ. Ἔτι πρὸς τοῖς εἰρημένοις σημειωτέον καί, ὡς πάνυ εὐμεθόδως ὁ ποιητὴς τοὺς ῥηθέντας τέσσαρας βασιλεῖς εἰς μάχην ἐξήγαγε καὶ οὐ πλείονάς τινας, διὰ τὸ ἐξαρκεῖν μόνους αὐτοὺς εἰς ὃ θέλει. Νέστωρ μὲν γὰρ προὐβάλλετο εὑρεῖν “εἴ τι νόος ῥέξει”, ὁ δὲ βασιλεὺς ἐπεχείρησεν εὑρεῖν τὸ προβληθέν, Ὀδυσσεὺς δὲ ἐξήλεγξεν αὐτὸν ὡς οὐ καλῶς εὑρηκότα, Διομήδης δὲ τελειοῖ τὴν εὕρεσιν καὶ λέγει τὸ ποιητέον, καὶ οἱ λοιποὶ μάλα κλύουσι καὶ πείθονται. Ὅρα δὲ καὶ ὅτι ἐν τῷ “παλαιῷ φωτὶ ἐοικώς” ἀορίστως ἔφρασεν ὁ ποιητής, μή, ὡς ἔθος αὐτῷ, δηλώσας καὶ τίς ἦν ὁ παλαιὸς φώς, ποιῶν καὶ οὕτω καινόν τι καὶ ἀνομοειδές. Νοοῦσι δʼ ἐνταῦθα οἱ παλαιοὶ φῶτα παλαιὸν τὸν λίαν γέροντα. Ὅτι ὁ μυθικὸς Ποσειδῶν δεξιτερὴν ἑλὼν χεῖρα τοῦ βασιλέως φησὶ “Ἀτρείδη, νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν δερκομένου, ἐπεὶ οὔ οἱ ἔνι”, τουτέστιν, ὡς καὶ προεδηλώθη, ἔνεισι, “φρένες οὐδʼ ἠβαιαί”. Εἶτα οὐ μόνον πρὸς ἡδονὴν λέγων τῷ βασιλεῖ, ἀλλὰ καὶ δυσχεραίνων, ἐπεὶ καὶ ἀληθῶς φαυλότητος ἴδιον τὸ τοῖς τῶν πέλας ἐπιχαίρειν κακοῖς, ἐπάγει “ἀλλʼ ὃ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειεν”, ὅ ἐστι κακώσειεν ἢ μωμητὸν ποιήσειε. σίπαλον γάρ τινές φασι τὸν εἰδεχθῆ. παρὰ δὲ Λυκόφρονι σίφλον κεῖται τὸ τοιοῦτον, συγκοπῇ καὶ τροπῇ τοῦ ψιλοῦ πι εἰς δασὺ τὸ φι. τοῦτο δὲ εἶπε διὰ τὸ κάλλιστον εἶναι τὸν Ἀχιλλέα καὶ ὑπὲρ τὸν Νιρέα, ὃ καὶ Ἀχιλλεὺς ἐπισημαίνεται, ὅπου ἐρεῖ καλός τε μέγας τε εἶναι. εὔχεται οὖν τὸν καλὸν αἴσχιστον γενέσθαι, σωφρόνως λαλῶν καὶ οὐ μέγα κακὸν αὐτῷ ἐπαρώμενος. Ἢ σιφλώσειεν ἀντὶ τοῦ ἐκλύσοι καὶ παύσοι τῆς ὁρμῆς. φλῶ γὰρ τὸ ὁρμὴν ἔχω, ὅθεν κατά τινας καὶ οἰνόφλυξ. νεωτέρων δὲ ἡ λέξις κατὰ τοὺς παλαιοὺς καὶ ἅπαξ εἴρηται. Τὸ δὲ “ἀλλʼ ὃ μὲν ὣς ἀπόλοιτο” καὶ ἑξῆς κατὰ παντὸς ἂν λεχθείη ἀξίου ἀρᾶς. Ἰστέον δὲ ὅτι ὁ εἰπὼν σιφλὸν εἶναι τὸ τῶν ἰχθύων γένος, ἐπὶ γαστριμαργίας καὶ σικχότητός τινος τὴν λέξιν ἔθετο, καὶ ὅτι σῴζεται ἡ τοῦ σιφλοῦ λέξις παρά τισι τῶν Λυκίων ἕως καὶ νῦν, παρʼ οἷς καὶ ἀνὴρ λέγεται σιφλὸς ὁ ῥᾴθυμος καὶ οὐκ ἐνεργής. οἳ καὶ ἀπαιτηθέντες ἑρμηνείαν τοῦ σιφλοῦ φασι τοιοῦτον εἶναι τόν, ὡς ἐκεῖνοι μέν φασι, ζοφόν, κατὰ δὲ ἄλλους χυδαίους ζοχόν. τὸ δʼ ἐστὶ λογίως σομφόν, ὁποῖόν τι καὶ ὁ σπόγγος καὶ τὰ ἰδιωτικῶς λεγόμενα ζοχία. Οἱ δʼ αὐτοὶ Λύκιοι σιφλὸν τὰ ἐντός φασι καὶ τὸν νάρθηκα, ἐπεὶ καὶ ἐκείνου τὰ ἔνδον σομφά εἰσι, τουτέστιν ἀραιὰ καὶ ἀπύκνωτα, ὡς εἶναι σιφλὸν ἐξ ἀποτελέσματος τὸν μὴ πυκνὸν καὶ στεγανὸν καὶ στερρὸν τὰ εἰς δρᾶσιν, ἀλλʼ ἀραιὸν καὶ ἀχρεῖον ὡς μαλθακὸν καὶ ἀνενέργητον καὶ χαῦνον. τοιούτου δὲ σιφλώματος, ἤγουν Λυκιακοῦ, καὶ ἡ ῥαφανὶς καὶ ἡ γογγυλίς. σιφλαὶ γὰρ καὶ αὐταί. Δεξιῶς δὲ κἀνταῦθα μνήμη συνήθης τοῦ Ἀχιλλέως παρεμβέβληται. Τὸ δὲ “γηθεῖ” τὸ θέμα τοῦ γηθήσειν ἐστί. δῆλον δʼ ὅτι καὶ βαρυτόνως τὸ τοιοῦτον ῥῆμα προφέρεται, ὡς δηλοῖ καὶ τὸ γηθόμενος. Τοῖς δὲ εἰρημένοις ἐπάγει καθʼ Ὁμηρικὴν προαναφώνησιν ὁ Ποσειδῶν καὶ τὸ “σοὶ δʼ οὔ πω μάλα πάγχυ θεὸς κοτέει, ἀλλʼ ἔτι που Τρώων ἡγήτορες εὐρὺ κονίσσουσιν πεδίον”, ἐν τῷ φεύγειν δηλαδή. Ἐπεὶ δὲ προσαρμόζει καὶ τοῖς διώκουσιν οὗτος ὁ λόγος—κόνιν γὰρ καὶ αὐτοὶ διὰ τῆς πεδιάδος ἐγείρουσι—, διασαφεῖται τῇ ἐπαγωγῇ τοῦ “σὺ δʼ ἐπόψεαι αὐτοὺς φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων”, αἷς ἄρτι ἤγγισαν. Τὸ δὲ “πάγχυ μάλα” ταὐτολογεῖται Ἀττικῶς κατὰ τὸ λίαν πάνυ. Ἰστέον δὲ ὅτι τε τὸ “οὔπω θεοὶ κοτέουσι κατὰ σοῦ” ἢ περιττὸν ἔχει ὡς ἐν παραπληρώσει τὸν πω σύνδεσμον, ἢ καὶ κοινότερον εἴληπται ἀντὶ τοῦ “οὔπω χρόνου πάνυ σοι τὸ θεῖον ὤργισται”, ἀλλὰ νῦν μὲν ὄψει τοὺς ἐχθροὺς φεύγοντας, ἔσται δὲ καιρὸς ὅτε κακοπραγήσεις πάγχυ μάλα, περιπεσὼν οἴκαδε τοῖς ὑστάτοις κακοῖς, καὶ ὅτι τὸ “ἀλλʼ ἔτι που”, ἀντὶ τοῦ ἀλλʼ ἴσως, διστάζων εἶπεν ὁ Ποσειδῶν, ἵνα μὴ ἀποφηνάμενος γνωσθείη ὅστις ποτέ ἐστιν. Ὅτι ὁ Ποσειδῶν ὀτρύνων τοὺς Ἀχαιοὺς εἰς μάχην βοᾷ μέγα, καθά που καὶ Ἄρης ἀλλαχοῦ, “ὅσον τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι ἀνέρες ἐν πολέμῳ, ἔριδα ξυνάγοντες Ἄρηος” καὶ προαλαλάζοντες τῇ συμβολῇ. Εἰ δὲ σιγᾶν ἔδει αὐτὸν τὴν μάχην κλέπτοντα καὶ μὴ κατὰ χιλιάδας βοᾶν, ἀλλὰ καὶ τούτου δίχα κατὰ τοὺς τὴν ἀπορίαν λύοντας ἡ τῶν στρατοπέδων ἠχὴ πρὸ μικροῦ ἵκετο αἰθέρα καὶ Διὸς αὐγάς, ὅ ἐστιν ἡλίου, ὡς εἴρηται. Ἀρίσταρχος δέ φησιν, ὅτι Ποσειδῶν μὲν οἷα θεὸς βοᾷ, ὅσον ἄνδρες ἐννέα ἢ δέκα, ὥς που καὶ προεγράφη, ἐννέα ἢ δέκα χείλη ἔχοντες, ὅ ἐστι στόματα, ἐκ μέρους τοῦ χείλους τὸ ὅλον στόμα ἐκεῖνος νοῶν. Ὀδυσσεὺς δὲ ἀλλαχοῦ βοᾷ “ὅσον κεφαλὴ χάδε φωτός”. ἄνθρωπος γάρ. οὐδὲν δὲ πάντως μέγα ὁ τοῦ Ἀριστάρχου λόγος τῷ Ποσειδῶνι προσμαρτυρεῖ. ἐχρῆν γὰρ ὡς Στέντορα γοῦν φωνῆσαι αὐτόν, ὃς αὐδήσασκεν ὅσον ἄλλοι πεντήκοντα. κρεῖττον οὖν τὸ πρῶτον. Διὸ καὶ ὁ ποιητὴς λέγει θαυμαστικῶς “τόσσην ἐν στήθεσσιν ὄπα ἧκεν, Ἀχαιοῖσι δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ κραδίῃ”, ὡς καὶ ἀλλαχοῦ κεῖται. ὃ δὴ τέλος τῆς ἐν μάχῃ ὀτρυντικῆς βοῆς. Τὸ δὲ “ἀνέρες” ἐκτείνει καὶ νῦν τὴν ἄρχουσαν, ἐν ἄλλοις πολλαχοῦ συστελλομένην. Τὸ δὲ “ἑκάστῳ” καὶ ὧδε συλληπτικὴν ἅμα καὶ ἐπιμεριστικὴν ἔννοιαν ἔχον ἶσόν ἐστι τῷ “Ἀχαιοῖς”. Τοῦ δὲ “μέγα σθένος” ἐφερμηνευτικὸν τὸ “ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι”, ἐπαχθὲν μετὰ τὸ “σθένος ἔμβαλεν”. Ὅτι φιλοπολέμου ἤθους τό· ἔγνω τὸν δεῖνα ποιπνύοντα, ἤγουν, ὡς πολλαχοῦ κεῖται, πονούμενον, “μάχην ἀνὰ κυδιάνειραν, χαῖρε δὲ θυμῷ”. καὶ εἴη ἂν καὶ τῷ τοιούτῳ προσώπῳ ἡ μάχη χάρμη ἀληθῶς. ἐνταῦθα δὲ καὶ αὐτοκασίγνητον καὶ δαέρα ὁ μῦθος τῇ Ἥρᾳ τὸν Ποσειδῶνά φησιν. Ἰστέον δὲ ὅτι τὸ τῆς Ἥρας ἦθος κἀνταῦθα μυθικῶς ἐκτιθεὶς ὁ ποιητὴς πλάττει αὐτὴν δυστροπευομένην συνήθως ἐπὶ τῷ, ὡς ἐρρέθη, κασιγνήτῳ καὶ δαέρι Ποσειδῶνι. Διὸ χαίρει μέν, ὡς εἴρηται, θυμῷ, ἐφʼ οἷς ἔγνω τὸν Ποσειδῶνα ἐπαμύνοντα τοῖς Ἀχαιοῖς, τὸν δὲ Δία ἰδοῦσα ἐκ κορυφαῖς Ἴδης ἥμενον οὐ χαίρει, “στυγερὸς δέ οἱ ἔπλετο θυμῷ”. διὸ καὶ μερμηρίζει, ὅππως ἐξαπάφοιτο Διὸς νόον ἐπʼ ἀγαθῷ τῶν Ἑλλήνων. Καὶ εὐθὺς ἐκτίθεται ὁ ποιητὴς ἐν σχήματι προεκθέσεως τὸν τρόπον τῆς ἀπάτης, εἰπὼν “ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή” καὶ ἑξῆς. εἶτα λέγει καὶ πῶς ἐντύνει ἑαυτὴν διά τε λοιποῦ καλλωπισμοῦ καὶ διὰ περιθέσεως τοῦ κεστοῦ, μεθὸ ἐκθήσεται καὶ τὸν τρόπον τῆς ἀπάτης καὶ τὰ λοιπά. Ἐν οἷς ὅρα τὴν πιθανὴν τοῦ πλάσματος ἐπίνοιαν καὶ μεταχείρισιν καὶ ἐπαύξησιν. εἰ γὰρ μικρόν τι στρέψαντος Διὸς τὸν ὀφθαλμὸν εἰς γῆν ἄλλην ἡττῶνται Τρῶες, πολλῷ πλέον, εἰ καὶ κοιμηθήσεται, ὡς ῥηθήσεται. Ἰστέον δὲ ὡς οὐ μάτην ὁ ποιητὴς οὐδὲ τῷ τῆς Ἥρας ἐπεισοδίῳ ἐνταῦθα χρᾶται καὶ τῷ τοῦ κεστοῦ πλάσματι καὶ τῇ τοῦ Διὸς ἀπάτῃ, ἀλλʼ ἵνα κεστόν τινα ποικίλον καὶ αὐτὸς τῇ τοιαύτῃ ἀφορμῇ ἐξ ἐννοιῶν διαφόρων συγκροτηθέντα ἐνθήσει τῇ οἰκείᾳ ποιήσει ἐπάγεσθαι τὸν ἀκροατὴν ἐξισχύοντα. Σκοπὸς μὲν γὰρ αὐτῷ προηγούμενος ἐρωτικὴν ἐνταυθοῖ ἐκθέσθαι διήγησιν ὡς ἐν ἰδέᾳ γλυκύτητος, τοῦτο δὲ ποιῶν οὐκ ὀλίγα οὕτω σεμνὰ κατορθοῖ, τοῖς ἀστείοις σπουδαῖα παραμιγνύς. Φυσιολογεῖ τε γάρ, ἐν οἷς περὶ Τιτάνων καὶ Κρόνου καὶ Ὕπνου ἐρεῖ, ναὶ μὴν καὶ ἐν οἷς περὶ ἀέρος φιλοσοφήσει, ἐμφαίνων τὸ αὐτοῦ δίοσμον διʼ εὐόδμου μύρου κινήσεως. ἔτι δὲ καὶ ἠθικούς τινας λόγους ὑποκινεῖ, ἐν οἷς περὶ Χαρίτων διαλαμβάνει, καὶ ἐν οἷς διδάσκει ὡς παραφυλακτέον τῷ σώφρονι τὰς σφοδρὰς ἡδονὰς καὶ τοὺς τῶν γυναικῶν λόχους καὶ λόγους, αἳ τὰ πολλὰ δολοφρονέουσαι φθέγγονται, εἴγε καὶ ὁ Ζεὺς ὑπὸ τοιούτων ἀπάτην πάσχει. ὑπογράφει δὲ καὶ γυναικῶν τρόπους, ὁποῖαι τοῖς ἀνδράσιν εἰσίν, εἰ μὴ συντρέχοιεν οἷς αὐταὶ βούλονται. παρεμπλέκει δὲ καὶ ἱστορίας ἔν τε τοῖς περὶ Ἡρακλέος, ὃν μετὰ Τροίας ἅλωσιν εἰς τὴν Κῶ ἐξωσθῆναι ἀνέμοις φησί, καὶ ὅπου δὲ παίδων ὁρμαθὸν πλάττει τῷ Διΐ· τὸν Πειρίθοον, τὸν Περσέα, τὸν Μίνω, τὸν Ῥαδάμανθυν, ἱστορῶν καὶ ἐξ οἵων μητέρων ἐγένοντο. καὶ ἄλλα δὲ πολλὰ ποιεῖ ἄξια λόγου, ὧν τὰ καιριώτατα εἰρήσεται. Εἰ δέ τις τὴν τῆς Ἥρας ἀπάτην ἐπὶ τῷ Διῒ αἰνίττεσθαι εἴποι καὶ τὴν ἐκ τῶν μαθημάτων καὶ μετεωρολογίας ἐγγινομένην ἡδονὴν τοῖς ἐπιστήμοσι λογισμοῖς, οὐκ ἂν οὐδʼ οὕτως ἁμάρτῃ τοῦ δέοντος. Ζεὺς μὲν γὰρ ὁ νοῦς ὁ θεωρητικὸς τῶν μαθήσεων, Ἥρα δὲ αὐτός τε ὁ ἀήρ καὶ ὅσα ἐν τοῖς ἀνωτάτω συμπτώματα καὶ τὰ ἐν τοῖς μετεώροις παθήματα. εἰς ἅπερ καθάπαξ ὁ νοῦς ἀπιδὼν καὶ τοιαύταις ἑαυτὸν ἀλυκτοπέδαις ἐνδήσας θεαμάτων, ἐνίσχεται τῷ ἔρωτι καὶ ἀεὶ τὴν ἐπιθυμίαν φέρει ἀκμάζουσαν καὶ κατὰ ἑκάστην θεωρίαν λέγει καὶ αὐτὸς οὐ πώποτε οὕτως ἔρωτι δαμασθῆναι, καὶ θέλγεται καὶ εἰς ὕπνον κατενεχθεὶς ἀπήμονα, ὃν ἔμφρονά τις ἂν εἴποι ῥᾳστώνην, οὐκέτι δύναται ἀνενεγκεῖν, ἀλλὰ σύνεστιν ἀεὶ τῇ Ἥρᾳ ταύτῃ ἐπʼ ἀκροτάτης κορυφῆς ὄρους, ὑπερηρμένος τῶν κάτω δηλαδὴ καὶ τῶν ἄνω μόνων γινόμενος. Ὁ δέ γε καὶ τὸν θελκτήριον κεστὸν εἰς τοιαύτην ἀλληγορίαν ἐκλαμβάνων οὐκ ἂν πόρρω πέσοι σκοποῦ, ἐν ᾧ ἦν φιλότης καὶ ἵμερος καὶ ὀαριστύς, πάρφασις νοῦν κλέπτουσα, ὡς καὶ αὐτὸ προϊών φησιν ὁ ποιητής. Φιλότης μέν, ἀφʼ ἧς καὶ ἡ φιλοσοφία παρονομάζεται, φιλία οὖσα σοφίας, ἵμερος δὲ ὁμοίως, ἡ τῆς σοφίας ἔφεσις, ὀαριστὺς δέ, τουτέστιν ὁμιλία, διʼ ἣν οἱ τὴν μάθησιν μετιόντες ὀαρισταὶ λέγονται, ὡς ὁ Μίνως ἐν Ὀδυσσείᾳ ὀαριστὴς Διός. Ἔτι δὲ καὶ ὁμιληταὶ οἱ αὐτοί, καθὰ δὴ καὶ αἱ διδασκαλίαι ὁμιλίαι. Ἥτις ὀαριστὺς καὶ κλέπτει νόον διὰ τὸ ἐν τοῖς τοιούτοις οὐ μόνον ἀληθὲς ἀεί, ἀλλʼ ἔστιν ὅτε καὶ πιθανολογικὸν καὶ παραλογιστικόν, καὶ μάλιστα ἐν τοῖς κατὰ διάλεξιν, ὃ δηλοῖ ἡ πάρφασις. καὶ ποικίλος δὲ ὁ τοιοῦτος διὰ τὸ τῶν μαθημάτων καὶ ἀποδείξεων πολυειδές. αὐτὸ δὲ τοῦτο ἱμὰς καὶ κεστὸς ὁ τοιοῦτος, τὸ μὲν διὰ τὰς βίβλους αἷς τὰ τῶν μαθημάτων ἐντετύπωται θεωρήματα ὕλην ἐχούσαις ὡς ἐπὶ πολὺ δέρματα ζῴων, ἐξ ὧν ποτε παρασύρονται καὶ ἱμάντες, κεστὸς δὲ διὰ τὰς ἐν αὐτῷ ἀμυχὰς τῶν γραμμῶν καὶ οἷον κεντήσεις τῶν γραμμάτων. Ὁ δὲ κεστὸς οὗτος καὶ κατὰ στῆθος φορεῖται, ἀφʼ οὗ καὶ τὸ ἀποστηθίζειν παρονομάζεται. καθʼ ἣν ἔννοιαν καὶ τῶν τις παλαιῶν γραμματικῶν τὸν οἰκεῖον διδάσκαλον ἐζωγράφησε φέροντα ἐπὶ στήθους τὴν τραγῳδίαν, αἰνιττόμενος τὸ ἐπὶ στόματος ἐκεῖνον φέρειν καὶ ὡς εἰπεῖν ἐκστηθίζειν τὰ τραγικά, ὃ δὴ καὶ ἀπὸ στήθους λέγειν φαμέν, πρὸς διαστολὴν τοῦ ἀπὸ μεμβράνας ἢ ἀπὸ βιβλίου. Καὶ ταῦτα μὲν οὕτω ἐκ τῶν Ὁμηρικῶν ἐννοιῶν τε καὶ λέξεων συνηγμένα, εἰ μὴ ἴσως σπουδαῖα τοῖς γε σεμνοπροσωποῦσιν, οὔκουν οὐδὲ γελοῖα. Τὰ δὲ κατὰ μέρος τοῦ τόπου τούτου συνήθως ὑποτετάξεται. Καὶ πρῶτον, ὅτι γυναικεῖον ἦθος ὁ ποιητὴς καθυπογράφει ἐν οἷς λέγει, ὡς ὁ Ζεὺς τῇ Ἥρᾳ στυγερὸς ἔπλετο θυμῷ. δηλοῖ γάρ, ὡς αἱ γυναῖκες στυγοῦσι τοὺς ἄνδρας ἀποτυγχάνουσαι τῶν προθέσεων. Εἶτα ὅτι ἐν σχήματι προεκθέσεως ὑπισχνεῖται ὁ ποιητὴς ἅπερ εἰπεῖν μέλλει. τὰ δέ εἰσιν ὡς ἐν κεφαλαίῳ, τὸ τὴν Ἥραν βουλευσαμένην, “ὅπως ἐξαπάφοιτο Διὸς νόον, ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἑαυτήν, εἴ πως ἱμείραιτο Ζεὺς παραδραθέειν φιλότητι ᾗ χροιῇ. τῷ δʼ ὕπνον ἀπήμονά τε λιαρόν τε χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσιν”, ὅ ἐστι συνεταῖς, ὡς πλεισταχοῦ κεῖται. εἶτα τὰ ἑξῆς, καθὰ εὐτάκτως εἰρήσεται. Ἰστέον δὲ ὅτι τὸ μὲν ῥηθὲν “ἐξαπάφοιτο” πρωτότυπόν ἐστι τῆς Παφίας Ἀφροδίτης. Παφία γὰρ ἀλληγορικῶς καὶ ἐκείνη, ὡς ἀπαφίσκουσα, ὅ ἐστιν ἀπατῶσα τῷ ἔρωτι. διὸ καὶ ἡ Ἥρα τῷ κεστῷ ἐκείνης τὸν Δία ἤπαφε. Τὸ δὲ “ἐντύνασαν ἑαυτήν” σημαίνει μὲν τὸ ὁπλίσασαν, δηλοῖ δὲ ὅπλον οἷον κατὰ ἀνδρὸς τὸ κάλλος εἶναι τῇ γυναικί. Τὸ δὲ ἱμείρειν ὅτι ἐκ τοῦ δηλωθέντος μυθικοῦ ἱμάντος παρῆκται, δῆλόν ἐστι. Τὸ δὲ “ᾗ χροιῇ” ὑπερβατῶς νοητέον, εἴ πως ἱμείραιτο ὁ Ζεὺς ἐν τῇ χροιᾷ, ἤγουν διὰ τῆς κατʼ αὐτὴν χροιᾶς καὶ τοῦ προφαινομένου ἡδέος, παραδραθέειν τῇ Ἥρᾳ, ὃ δὴ καὶ χρωτίζεσθαι λέγεται, ληφθὲν ἐκ τῆς χροιᾶς, ἣ ταὐτόν ἐστι τῷ χρωτί. Καὶ ἄλλως δέ, περίφρασίς ἐστι τὸ “ᾗ χροιῇ” τοῦ ἑαυτῇ, ὡς τῆς χροιᾶς αὐτῆς ἐφελκομένης τὸν Δία εἰς τὸ παραδραθεῖν αὐτῇ. Χροιὰν δὲ λέγει τὴν ἐπιπολῆς ἐπιφάνειαν, περὶ ἣν τὸ κάλλος, ᾗ δελεαζόμενος ὁ ἐρῶν ἐνέχεται. Ἀπήμων δὲ ὕπνος ὁ καὶ λυσιμελὴς καὶ “λύων μελεδήματα θυμοῦ”. ἐντεῦθεν δὲ λαβὼν Σοφοκλῆς ὀδύνης καὶ ἀλγέων ἀδαῆ τὸν ὕπνον προσφωνεῖ. Ὅτι δὲ ὁ ὕπνος καὶ σκῶμμα παράγει τὸ κατὰ τοῦ φιλύπνου, δηλοῖ ὁ γράψας “φίλυπνον λέγεσθαι πρόσωπον τὸ προσποιούμενον καθυπνωκέναι καὶ πάσχον”. Λιαρὸς δὲ ἢ ὁ θερμός, θερμαίνει γὰρ τὸ σῶμα, ἢ ὁ ἡδύς, παρὰ τὸ ἰαίνω πλεονασμῷ τοῦ λ, ἢ ὁ λαρός, πλεονάσαντος τοῦ ι κατὰ τοὺς παλαιούς, ἢ ὁ λίαν προσαρηρώς. Τὸ δὲ “χέῃ” τὸ ὑγρὸν τοῦ ὕπνου δηλοῖ, καθὸ καὶ “νήδυμος ἀμφιχυθείς” λέγεται. Τὸ δὲ “ἐπὶ βλεφάροισιν ἰδὲ φρεσί” βαθύτατον ὕπνον ἐμφαίνει, διʼ οὗ καὶ φρένες ἀμβλύνονται τοῦ ὀξὺ νοεῖν. τὸ δὲ “φρεσί” προϊὼν σαφέστερον λέγει ἐν τῷ “ἔλεξα Διὸς νόον”, ὅ ἐστι κατεκοίμησα τὰς φρένας τοῦ Διός. καὶ ταῦτα μὲν ἐν τούτοις. Ὁ δὲ ταῦτα εἰπὼν μῦθος καὶ θάλαμον ἡφαιστότευκτον ἀποκληροῖ τῇ Ἥρᾳ βιωτικώτερον, ὡς καὶ τοῖς ἄλλοις θεοῖς, οὗ πυκιναί, ὡς εἰκός, θύραι εἰσὶν ἡρμοσμέναι “κληῗδι κρυπτῇ, ἣν οὐ θεὸς ἄλλος ἀνῷγεν”, ὃ δὴ ἀρετὴ μέν ἐστι κλειδός. αἰνίττεται δὲ καὶ τὸ δυσκατάληπτον τῆς τῶν ἄνω θεωρίας φυσικώτερον καὶ ἠθικῶς δὲ τὸ κρυφιῶδες δεῖν εἶναι πᾶν, ὃ κατὰ τὴν ἐνταῦθα περιεργίαν τῆς Ἥρας γίνεται. Διὸ καὶ ἐπάγει “ἔνθα εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς”, καὶ μὴ βλεπομένη, ὃ δὴ θέμις γίνεσθαι, ἐντύνει ἑαυτήν, καθὰ εἰρήσεται. Ἰστέον δὲ ὡς κληῖδα κρυπτὴν λέγει ἢ τὴν ἔνδοθεν κλείουσαν τὰς θύρας καὶ οὕτω κρυπτομένην τοῖς ἔξωθεν, ἢ τὴν δυσεπιχείρητον τοῖς ἐπιβουλεύουσιν, ὁποῖα καὶ τὰ παρὰ τῷ Κωμικῷ κακοηθέστατα κλειδία. Διὸ καὶ ἐπήγαγε τὸ “ἣν οὐ θεὸς ἄλλος ἀνῷγεν”, ἵνα λέγῃ κρυπτὴν κλεῖδα, ἣν οὐ δύναταί τις ἄλλος ἀνοίγειν. Ἰστέον δὲ ὅτι τὸ “τὴν δʼ οὐ θεὸς ἄλλος ἀνῷγε” τὰ πλείω τῶν ἀντιγράφων “τὸν δʼ οὐ θεὸς ἄλλος” γράφουσιν, ἵνα ᾖ ὁ λόγος περὶ τοῦ κατὰ τὴν Ἥραν θαλάμου, ᾧ πυκινὰς θύρας σταθμοῖσιν ἐπῆρσεν Ἥφαιστος, ἤγουν ἐφήρμοσε, παρὰ τὸ ἄρω ἄρσω Αἰολικὸν βαρύτονον, ὅθεν καὶ τὸ “ἄρσαντες κατὰ θυμόν”. Τὸ δὲ “ἀνῷγε” προπερισπᾶται τῷ λόγῳ τῶν τοιούτων τροχαϊκῶν, ὡς καὶ τὸ ἀνῆγε, κατεῖχε, καὶ τὰ ὅμοια σύνθετα, ὧν ὁ τόνος καὶ ἐν συνθέσει φυλάσσεται. τὸ μέντοι ἄνωγεν ἀντὶ τοῦ ἐκέλευεν, ἐκ τοῦ ἀνώγω ῥήματος ὄν, προπαροξύνεται. Ὅτι εἰς τὸν ῥηθέντα θάλαμον ἐλθοῦσα ἡ Ἥρα, καὶ θύρας, ὡς ἐρρέθη, ἐπιθεῖσα, ὅ ἐστι κλείσασα, οὗ τὸ ἀνάπαλιν ἀνακλῖναι, ὅ ἐστιν ἀνοῖξαι, ἐπειδή, φασί, κλῖναι τὸ κλεῖσαι, καλλωπίζεται ἐν ἀπορρήτῳ, εἴ πως λάθῃ ἐπιποιοῦσα γυναικικῶς τῷ κάλλει καὶ μὴ ὑποβολιμαῖον ἐκ τέχνης κομμωτικῆς δοκοίη αὐτῆς τὸ καλόν, ἀλλὰ γνήσιον. Καὶ ὅρα ὡς ἀποκρυβῆς, καθὰ καὶ ἀνωτέρω προσεχῶς κεῖται, ἄξιος ὁ ἐπίθετος καλλωπισμός. Εἶτα “ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος λύματα πάντα κάθηρεν”, ὅ ἐστι πάντα τὸν ῥύπον καὶ τὴν περὶ σῶμα ἀκαθαρσίαν, ἣν χρὴ ἀπολυμαίνεσθαι, ἤγουν ἀπολούεσθαι. τὸ γὰρ λῦμα ἐντεῦθεν παράγεται, οἱονεὶ λοῦμά τι ὄν, ὡς καὶ ἀλλαχοῦ δεδήλωται. Ὅρα δὲ καὶ ὅτι οὐ μόνον τροφή ἐστιν ἡ ἀμβροσία, ἀλλʼ ἰδοὺ ἐνταῦθα καὶ ὡς σμῆγμά τι παραλαμβάνεται, καθάπερ τὸ κάλλος ἀλλαχοῦ. τῷ δέ γε Πατρόκλῳ ὡς ἄλλο τι ὑγρὸν ὑπὸ ῥῖνα ἡ ἀμβροσία ἐνστάζεται. Καὶ οὕτω τέως ἡ Ἥρα καθηραμένη οὐχʼ ὡς ξηρῷ τινι, ἀλλὰ πάντως ὑγρῷ, “ἀλείψατο λίπα ἐλαίῳ ἀμβροσίῳ, ἑδανῷ”, ἤγουν εὐώδει, ἡδεῖ, ἐκ τοῦ ἥδω, ἐξ οὗ ἡδανός καὶ κατὰ μεταβολὴν ἑδανός. διὸ καὶ δασύνεται, ὡς καὶ τὸ ἕδνον, ὁμοίως καὶ αὐτὸ παραγόμενον. Τὰ δὲ τοιαῦτα ῥηματικὰ βραχεῖαν, φασίν, ἔχει τὴν ἄρχουσαν, πιθανός, ἑανός, τραγανός. Ἰστέον δὲ ὅτι τε παρὰ τοῖς παλαιοῖς καὶ μύρον Ἀττικὸν ἐπαινεῖται, ὡς δηλοῖ ὁ χαρίεις Ἀντιφάνης, ἐν οἷς τὰ ἐξ ἑκάστης πόλεως ἰδιώματα καταλέγων, καὶ εἰπὼν τὸν ἐξ Ἤλιδος μάγειρον, τὸν ἐξ Ἄργους λέβητα, τὰς ἐξ Αἰγίου αὐλητρίδας καὶ ἄλλα, ἐπάγει “μύρον ἐξ Ἀθηνῶν, ἐγχέλυς Βοιώτιαι”. Καὶ ὅτι φασὶν οἱ αὐτοὶ τὴν μὲν Ἥραν σώφρονα εἶναι μυραλοιφουμένην τὰ καίρια, τοὺς δὲ Ἀθήνῃσι τρυφητὰς φαυλοτάτους, οἵπερ τοὺς πόδας ἐνήλειφον μύρῳ ἰρίνῳ ἢ ῥοδίνῳ ἢ μεγαλλίῳ τῷ ἐν Ὀδυσσείᾳ ἡρμηνευμένῳ. καὶ ὅτι τὰ ὕστερον ἐπίτριπτα μύρα ἐκώλυον οἱ φρονοῦντες εὖ. Σόλων γοῦν οὐκ ἐπέτρεπεν ἀνδρὶ μυρεψικῆς τέχνης προΐστασθαι. καὶ ὅτι οἱ ὕστερον μύρον ἐφεῦρον, ὃ ἐκάλουν παιδέρωτα, ᾧ καὶ γυναῖκες ἐχρῶντο, καὶ ὅτι καὶ τὰ στήθη ἐμύρουν οἱ τότε, διότι αὐτόθι ἦν ἡ καρδία, ὥστε καὶ τὴν κεφαλὴν διὰ τὸ κατʼ αὐτὴν τίμιον, καὶ ὅτι γυναικεῖον τὸ μυραλοιφεῖσθαι, ἄνδρας δέ, φασίν, Ὅμηρος οὔτε στεφανουμένους ἐν δαιτὶ ποιεῖ οὐδὲ μυρουμένους οὐδὲ θυμιῶντας. Λέγουσι δὲ καί, ὅτι μυρίζω μὲν οὐκ ἔλεγον οἱ πάλαι, μυρῶ δὲ μυρώσω, καὶ ὅτι οἱ παλαιοὶ ἐλαιώδεσι μύροις ἐχρῶντο, ὡς αἱ ἱστορίαι δηλοῦσι σαφέστατα, ἐν αἷς καὶ παιδάριόν τι φέρεται τοιούτῳ μύρῳ περιχρισθὲν καὶ παιγνίου λόγῳ μικροῦ ἂν κατακαυθὲν ἐν τῷ φλόγα προσψαῦσαι αὐτοῦ κατὰ καιρὸν λούματος. Τοιοῦτον δή τι καὶ τὸ μυθικὸν τοῦτο τῆς Ἥρας ἄλειμμα, οὐχʼ ἁπλῶς ἔλαιον ὄν, ἀλλὰ κατὰ τὸν ποιητὴν τεθυωμένον. Φησὶ γὰρ “τὸ ῥά οἱ”, ἤγουν ὃ δὴ αὐτῇ, “τεθυωμένον ἦεν”, ὡς ἄν τις εἴποι μεμυρωμένον ἢ μεμυρισμένον, ὡς ἀπὸ θύου τοῦ εὐώδους, οὗ μέμνηται καὶ ὁ Περιηγητής, ἢ παρὰ τὸ θύος, ὃ ἐν τῇ ἰῶτα ῥαψῳδίᾳ κεῖται. Ὅμηρος γὰρ μύρου χρῆσιν μὲν οἶδε, κλῆσιν δὲ ἀγνοεῖ, ὁποῖον τὸ βρένθειον καὶ ἡ ξίρις καὶ τὸ ἴρινον καὶ τὸ ἀμαράκινον καὶ τὸ ῥόδινον καὶ τὸ ἢ μεγαλεῖον προπερισπωμένως κατὰ τοὺς πολλοὺς ἢ κατὰ τοὺς ἀκριβεστέρους μεγάλλιον προπαροξυτόνως ἐν δυσὶ λλ μετὰ παραλήγοντος ι, ἔτι δὲ καὶ τὸ κάλλος, ὡς ἐν τοῖς εἰς τὴν Ὀδυσσείαν περὶ ἀμφοτέρων εἴρηται, καὶ μὴν καὶ τὸ Αἰγύπτιον μύρον, τὸ καλούμενον μὲν μετώπιον, σκευαζόμενον δὲ κατὰ τὴν τοῦ Ἀθηναίου ἱστορίαν ἐξ ἐλαίου καὶ πικρῶν καρύων, σὺν τούτοις δὲ καὶ τὸ κινναμώμινον καὶ τὸ νάρδινον καὶ τὸ τήλινον καὶ τὸ σαμψύχινον, καὶ ἄλλα ὅσα τοιαῦτα περιᾴδονται. Ἐν δὲ τῷ “τοῦ”, φησίν, ἤγουν οὗ ἐλαίου, “καὶ κινυμένοιο Διὸς ποτὶ χαλκοβατὲς δῶ”, περὶ οὗ ἤδη γέγραπται ἀλλαχοῦ, “ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετο ἀϋτμή” φανερῶς τὸ τοῦ ἀέρος δηλοῦται δίοσμον, ὥσπερ ἄλλως ἐν ἄλλοις τὸ διαφανὲς καὶ τὸ διηχές. τοῦτο δὲ καὶ ἐπὶ ἀνδρὶ ἀγαθῷ παρῳδηθήσεταί ποτε, οὗ ἡ κατʼ ἀρετὴν νοερὰ εὐοδμία πάντα κόσμον πληροῖ. ἄλλως δὲ κοινότερον, καὶ μύρου αὐτὸ εὐγενοῦς ἐστιν ἔπαινος διϊκνουμένου ἐπὶ πολὺ ἐν τῷ ῥιπίζεσθαι. εἰ δὲ καὶ ῥοδόεντι χρίει τινά που ὁ ποιητὴς ἐλαίῳ, ἑτέρου ἐκεῖνο λόγου. Ἰστέον δὲ ὅτι τὸ εἰρημένον ἀνωτέρω εἰς ἔπαινον μύρου, ἤγουν τὸ “τοῦ καὶ κινυμένοιο” καὶ ἑξῆς, παρεκόλλησέ τις παρῳδήσας εἴτε καὶ αὐτολεξεὶ παραπλέξας ἐπὶ λοπάδι καλουμένῃ ῥοδουντία ἢ ῥοδωνία, ὡς γράφει Ἀθήναιος, ἐπεὶ ἀναπετασθεῖσα, φησί, πάνυ πολλὴν εὐωδίαν παρέσχε τῷ συμποσίῳ. Ἐνταῦθα δὲ λέγει ὁ ποιητὴς καί, ὅτι “τῷ ῥʼ ἥ γε”, ἤγουν τῷ τοιούτῳ δὴ αὕτη ἐλαίῳ, “χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας πεξαμένη”, ὅ ἐστιν εὐθετίσασα, κτενίσασα—κάλλους δὲ σχῆμα τὸ ἀλειψαμένη καὶ πεξαμένη—, “χερσὶ πλοκάμους ἔπλεξε φαεινούς, καλούς, ἀμβροσίους, ἐκ κράατος ἀθανάτοιο. ἀμφὶ δʼ ἂρ ἀμβρόσιον ἑανὸν ἕσατο, ὃν οἱ Ἀθήνη ἔξυσʼ ἀσκήσασα, τίθει δʼ ἐνὶ δαίδαλα πολλά· χρυσείῃς δʼ ἐνετῇσι κατὰ στῆθος περονᾶτο. ζώσατο δὲ ζώνην ἑκατὸν θυσάνοις ἀραρυῖαν”, ὅπερ που καὶ ἡ τῆς Ἀθηνᾶς ἔχει αἰγίς, “ἐν δʼ ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι, τρίγληνα, μορόεντα, χάρις δʼ ἀπελάμπετο πολλή. κρηδέμνῳ δʼ ἐφύπερθεν καλύψατο, καλῷ, νηγατέῳ· λευκὸν δʼ ἦν ἠέλιος ὥς. ποσσὶ δʼ ὑπαὶ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα”. Οὕτω κατὰ Διὸς ἐπιμελῶς ὁπλίζεται πανοπλίαν ταύτην περιθεμένη ἀσίδηρον, ἄμαχον. καὶ οὐδένα, ὡς οἱ παλαιοί φασι, γυναικεῖον κόσμον ἀφῆκεν ἀργόν, οὐ τὰ νίπτρα, οὐ τὸ περίεργον ἄλειμμα, οὐ τὴν ἐμπλοκήν, οὐ τὴν περιειργασμένην ἐσθῆτα, οὐ τὸν περὶ κεφαλὴν καὶ ὦτα καὶ πόδας καλλωπισμόν. ὕστερον δὲ προσάπτει τῷ τε φυσικῷ καὶ τῷ τεχνητῷ κάλλει καὶ ἄλλην μαγγανείαν ἐπαφρόδιτον τὴν τοῦ κεστοῦ, διδάσκων ὡς αἱ τῶν γυναικῶν ἡδοναὶ περιέργῳ τινὶ δυνάμει γίνονται τὰ πολλά, πρὸς ἣν δεῖ παρεσκευάσθαι τὸν ἔμφρονα. μία γάρ, φασί, τοῖς ἀσθενοῦσιν ὁδὸς τὸ ἡδονῇ περιγίνεσθαι τῶν μειζόνων. ἅμα δὲ καὶ διδάσκει ὁ ποιητής, ὅτι δυσχερὲς περιγενέσθαι τοῦ σοφοῦ μὴ πολλῇ καὶ τεχνικῇ τινι περιεργίᾳ. Ἐπεὶ δέ, φασί, τρία εἰσίν, οἷς περιγινόμεθά τινων, ἡ βία, ἡ πειθώ, καὶ ἡ ἀπάτη, ὁ Ζεὺς δὲ ἄμαχος ἦν διὰ τὴν ἰσχύν, πείθειν δὲ αὐτὸν οὐκ ἦν, οἷα καθάπαξ τὰ ὑπὲρ Ἀχιλλέως κατανεύσαντα, ἐπὶ τὴν ἀπάτην ἡ Ἥρα ἐξ ἀνάγκης ἀπεῖδε καὶ ἡδονῇ θηρᾶται τὸν Δία, διʼ ἧς ὡς τὰ πολλὰ καὶ αὐτῆς τῶν μειζόνων οἱ ἀσθενεῖς περιγίνονται. Τοῦ δὲ χωρίου τούτου πολλὰ εἰς καλλωπισμὸν γυναικεῖον παρῳδηθήσεται καὶ παραπλακήσεται· Ὅρα δὲ ὡς ἐν οὕτω περιέργῳ καλλωπισμῷ οὐ κάτοπτρον ὁ ποιητὴς τῇ Ἥρᾳ δίδωσιν, ὡς Εὐριπίδης ταῖς Τρῳάσιν, οὐ κομμωτρίας, ὡς Ἡσίοδος τῇ Πανδώρᾳ, οὐδὲ θεραπαίνας τινὰς εἰσάγει, καθά που τῇ Κίρκῃ, ἀλλʼ αὐτουργοῦσαν πλάττει αὐτήν, ἥτις καὶ τοὺς πλοκάμους αὐτὴ ἔπλεξεν. Ὅρα δὲ καὶ ὅτι ποιητῶν ἄλλων γυμνὰς πλαττόντων, φασί, τὰς ὑπʼ αὐτῶν ὡραϊζομένας πρὸς ἀπάτην, ὁ ποιητὴς ἄλλως ἐμφαίνει τὸν κόσμον καὶ τὸ κάλλος, καὶ λόγοις πλέον χρωμάτων αὐτὰ διατυποῖ, ἵνα μὴ γυμνώσας αὐτὴν εἰς αἰσχράν, φασί, ἐνάργειαν τὴν τῶν ἀκροατῶν διάνοιαν προκαλέσηται. καὶ οὕτω μὲν ὁ ποιητής. Ἄλλως δὲ οὐκ ἐν μόνοις πλάσμασι ποιητικοῖς ἐγυμνοῦντο γυναῖκες, ὡς ἂν ἡ ποίησις οὕτως ἐναγλαΐζηται τῇ συνήθει φραστικῇ, ἀλλὰ καὶ εἰς ἔθος παρὰ Δωριεῦσι τὸ πρᾶγμα παρείλκυστο. Αἴλιος γοῦν Διονύσιος δωριάζειν φησὶ τὸ παραφαίνειν καὶ παραγυμνοῦν πολύ τι τοῦ σώματος. αἱ γὰρ κατὰ Πελοπόννησον, φησί, κόραι διημέρευον ἄζωστοι καὶ ἀχίτωνες, ἱμάτιον μόνον ἐπὶ θατέρᾳ ἐπιπεπορπημέναι. Καὶ ὅρα ἐνταῦθα διαφορὰν χιτῶνος καὶ ἱματίου. Παυσανίας δὲ καὶ αὐτὸς δωριάζειν φησὶ τὸ παραγυμνοῦσθαι. Δωρικὸν γάρ, φησί, τὸ παραφαίνειν τὸ σῶμα διὰ τὸ μηδὲ ζώνας ἔχειν, τὸ πολὺ δὲ χιτῶνας φορεῖν, ἐν δὲ Σπάρτῃ καὶ τὰς κόρας γυμνὰς φαίνεσθαι. Καὶ ὅρα ὡς ὁ Διονύσιος μὲν ἀπέφησε τῶν Δωριάδων τὸ χιτωνοφορεῖν, Παυσανίας δὲ χιτῶνας φορεῖν αὐτὰς ἔφη, πλὴν οὐκ ἀεί, ἀλλʼ ὡς ἐπὶ πολύ. Σημείωσαι δὲ καὶ ὅτι ὀρθῶς νῦν ὁ ποιητὴς ἐκτοπίζει τῆς Ἥρας τὴν παρθένον Ἀθηνᾶν ἐν τοῖς ἐρωτικοῖς, εἰ καὶ ἄλλως ἐν τοῖς ὑπὲρ τῶν Ἀχαιῶν εἴωθεν αὐτὴν προσεταιρίζεσθαι. ὅθεν ὁ τὰ Ἀργοναυτικὰ γράψας Ἀπολλώνιος οὐ καλῶς, φασί, τὴν Ἥραν περὶ τῆς Μηδείας ποιεῖ συσκεπτομένην τῇ Ἀθηνᾷ. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Τὸ δὲ ἀλείψασθαι καιριωτάτη λέξις ἐπὶ ἐλαίου καὶ ἐλαιωδῶν, διὸ καὶ δεδίσσευται. Λέγεται δὲ ἀλείφεσθαι καὶ τοῖχος κονίᾳ ἢ ἑτέρᾳ ὕλῃ. ὅθεν καὶ ὁ ἀλλαχοῦ δηλωθεὶς ἀλοιμός. Ἔστι δὲ καὶ γυμναστικὴ λέξις τὸ ἀλείφειν, ἐπεὶ καὶ οἱ γυμνικοὶ ἀγῶνες εἶχον ἔλαιον, ἐξ οὗ τινες ἠλαιοῦντο, εἰπεῖν κατὰ Πίνδαρον. καὶ τὸ τοιοῦτον ἀλείφειν παράγει τὸν διδασκαλικὸν ἀλείπτην, καὶ οὐ μόνον τὸν πάλαι ποτε ἀλείφοντα ἐλαίῳ τοὺς γυμνικοὺς μαθητάς, ἀλλὰ μεταφορικῶς καὶ τοὺς ὕστερον. Ἐκ τοῦ κατʼ ἔλαιον δὲ ἀλείφειν καὶ τὸ ἀλείφαρ ἀλείφατος, ἐξ οὗ παρʼ Ἀθηναίῳ ἄρτος ἀλειφατίτης, ᾧπερ ἴσως καί τι πιμελῆς ἐγκαταμέμικται, καθὰ καὶ εἰς τοὺς λεγομένους τυρῶντας ἄρτους ἢ τυροῦντας τυρὸς ἐνέκειτο. χρῆσις δὲ τοιούτου ἄρτου παρʼ Ἐπιχάρμῳ ἐν τῷ “ἄρτον κριβανίτην, σταιτίτην, ἐγκρίδα, ἀλειφατίτην”. ἐν οἷς ὅρα ὅτι τε εἶδος ἄρτου καὶ ἡ ἐγκρίς, καὶ ὅτι οὐ μόνον κλίβανος διὰ τοῦ λ, ὡς καὶ παρʼ Ἡροδότῳ, ἀλλὰ καὶ διὰ τοῦ ρω Ἀττικῶς, ὅθεν ὁ κριβανίτης. Δῆλον δὲ ὡς ἄλλο ἀμβροσία καὶ ἄλλο ἀμβρόσιον ἔλαιον. Ὁ δὲ καλὸς χροῦς ἱμερόεις ἀνωτέρω εἴρηται, ῥηθείη δʼ ἂν ἴσως καὶ λειριόεις ὁ αὐτός. Τὸ δὲ πέκειν, ὡς καὶ προσεχῶς ἐδηλώθη, ἕτερόν ἐστι τοῦ πλέκειν. διὸ καὶ ὁ ποιητὴς διαστέλλων ἔφη· πεξαμένη ἔπλεξεν. ἐπὶ μέντοι προβάτων πέκειν τὸ κείρειν λέγεται, ὅθεν καὶ ὁ πόκος καὶ τὸ πέσκος, ὃ δηλοῖ τὸ πεκόμενον δέρμα, καὶ τὸ “τὸν Κριόν, ὡς ἐπέχθη”, ὃ κεῖται παρὰ τῷ Κωμικῷ. Τὸ δὲ “πλοκάμους ἔπλεξε” παρονομασίαν ἐτυμολογικὴν καλοῦσιν οἱ παλαιοί, ὡς τῷ ὀνόματι συγκειμένου ῥήματος ἐτυμολογικῶς, ἀφʼ οὗ παρωνόμασται. Τοιοῦτον κατωτέρω καὶ τὸ “ἀμφιέσατο ἑανόν”. ὡς γὰρ ἀπὸ τοῦ πλέκειν ὁ πλόκαμος, οὕτως ἀπὸ τοῦ ἕσασθαι ὁ ἑανός, πέπλος ὢν καλὸς ἕσασθαι, ὅ ἐστιν ἐνδύσασθαι. ὅμοιον δʼ ἐφεξῆς καὶ τὸ “ζώσατο δὲ ζώνην”, ἀφʼ ἧς καὶ γυνὴ εὔζωνος. Φαεινοὺς δὲ πλοκάμους ἔφη τοὺς ὑπερξανθίζοντας. δῆλον δʼ ὡς ἐπὶ γυναικῶν ὁ πλόκαμος λέγεται, καθὰ καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται. Ἀπʼ αὐτοῦ δὲ συγκοπέντος γίνεται οὐ πλογμός, κατὰ τὸ ἔοιγμεν, ὃ συνεκόπη ἐκ τοῦ ἐοίκαμεν, οὐδὲ κατὰ τὸ δόγμα τὸ ἐκ τοῦ δοκῶ, ἀλλὰ πλοχμός, οἷα τραπέντος τοῦ γ εἰς χι κατὰ τὸ ῥωγμός ῥωχμός, καὶ βρέγμα βρεχμός. Οἱ δὲ φαεινοὶ αὐτίκα καὶ καλοί, ὅ ἐστιν ὡραῖοι, λέξις αὕτη καιρία ἐπὶ κάλλους. διὸ καὶ χρόα καλὸν ἔφη καὶ κρήδεμνον καλὸν καὶ καλὰ πέδιλα, ἐπιμείνας ἀναγκαίως τῇ λέξει. τοιοῦτον καὶ τὸ ἀμβρόσιος, ὡς πανταχοῦ φαίνεται, διὸ καὶ λίπα ἔλαιον ἀμβρόσιον ἐνταῦθά φησι καὶ πλοκάμους ἀμβροσίους καὶ ἑανὸν ἀμβρόσιον. εἴη δὲ ἂν καίριον ἐν τοῖς τοιούτοις ἀμβρόσιον εἰπεῖν μὴ μόνον τὸ θεῖον συνήθως, ἀλλὰ καὶ τὸ ἀνθηρόν. Ἀμβροσία γὰρ καὶ ἄνθος τι κατὰ Παυσανίαν, ὃς λέγει καὶ ὅτι ἀμβροσία γένος τι συνθέσεως ἐξ ὕδατος ἀκραιφνοῦς καὶ μέλιτος καὶ ἐλαίου παγκαρπίας. Τὸ δὲ “κράατος” σημειῶδές ἐστιν, οὗ πάντως ἡ γενικὴ τῶν πληθυντικῶν κραάτων, καὶ κατὰ συναίρεσιν ἐξ ἀνάγκης κράτων, ὥστε οὐκ ἀλόγως τὸ κράτων, ὅ ἐστι κεφαλῶν, βαρύνεται, ἀλλὰ εὐλογώτερον ἤπερ τὸ πάντων, δμώων, Τρώων καὶ τῶν λοιπῶν, ἃ σεσημείωται. οἷον δὲ τὸ τῆς τοιαύτης λέξεως γένος, οὐ πάντῃ εὔδηλον, τοσοῦτον δὲ μόνον δῆλον, ὅτι οὐ τεθήλυνται, ὡς ἔστι συμβαλέσθαι, ὡς καὶ ἐν Ὀδυσσείᾳ, ἐκ τοῦ “σῷ κράατι τίσεις”, καὶ ἐν Τραχινίαις “μέσου κρατὸς διασπαρέντος”. Ὁ ἑανὸς δὲ παραγωγὴν ἔχει ἀπὸ τοῦ ἕω, τὸ ἐνδύομαι, ὁποίαν καὶ τὸ ἑδανόν, ὡς πρὸ βραχέων ἐρρέθη, ἀπὸ τοῦ ἥδω. ἐλλείπει δὲ ὁ πέπλος ἐν τῷ “ἑανὸν ἕσατο”, καθὰ καὶ ἀλλαχοῦ ἐδηλώθη. Ἔστι δὲ ἡ λέξις αὕτη καὶ κασσιτέρῳ ἐπικειμένη, ὡς καὶ ἐν τοῖς ἑξῆς εὑρεθήσεται. λεχθήσεται γὰρ καὶ κασσίτερος ἑανός. φησὶ δέ τις ἐνταῦθα οὕτω· ἑανὸς κασσίτερος ὁ εὐδιάχυτος, καὶ ἐπιβόλαιον λιτόν, ποτὲ δὲ λεπτὸν ὕφασμα. Παυσανίας δέ, ὅτι ἑανὸς γυναικεία ἐσθὴς ποδήρης. Ἰστέον δὲ ὅτι, καθάπερ ὁ ἑανός, οὕτω καὶ τὸ ἔκκυκλον ἢ ἔγκυκλον, οὗ καὶ ὁ Κωμικὸς μέμνηται, γυναικεῖον ἦν ποτε φόρημα. Φησὶ γοῦν Παυσανίας ὅτι ἔγκυκλον περιπόρφυρον ἱμάτιον καὶ χιτὼν γυναικεῖος, ὃν ἔνδοθεν ἐνδύονται γυναῖκες, εἶτα τὸ ἔνδυμα. λέγεται δέ, φησίν, ὑπʼ ἐνίων ἐπιγονατίς, διότι μέχρι γονάτων διήκει. Διαφέρει δὲ ἔγκυκλον ἐγκυκλήματος, ὅτι τὸ ἐγκύκλημα, ὃ καὶ ἐγκύκληθρον λέγεται, μηχάνημα ἦν ὑπότροχον, ὑφʼ οὗ ἐδείκνυτο τὰ ἐν τῇ σκευῇ ἢ σκηνῇ. Τὸ δὲ “ἔξυσε” κατὰ τοὺς παλαιοὺς ἀντὶ τοῦ ἐκέρκισε. ξύουσι γάρ, φασί, τὴν κρόκην πρὸς τὸ πυκνωθῆναι, ἢ ἐλέανεν, ἀπὸ μεταφορᾶς τῶν ξύλων, ἢ ἔγναψε μετὰ τὸ ὑφῆναι. Ἀκόλουθον δὲ καὶ τὸ “ἀσκήσασα”, ἧς δὴ λέξεως ἡ κίνησις Ὁμήρῳ συνήθης οὖσα σημαίνει μὲν ἐπιμέλειαν, ὡς δηλοῖ καὶ τὸ “ἤσκειν εἴρια” καὶ τὸ ἀσκητὸν νῆμα καὶ ὁ ἀσκητής. λαμβάνεται δὲ ἢ ἀπὸ τοῦ ἀκεῖσθαι, ὡς ἐν ἄλλοις ἐδηλώθη, ἢ ἀπὸ ἀσκοῦ, ὃς εἰ καὶ μὴ ξύεται πρὸς εὐχρηστίαν, ἀλλʼ ἐν χρῷ κείρεται. Δαίδαλα δὲ ἀπὸ τοῦ δαιδάλεα συγκέκοπται, καὶ εἴρηται καὶ περὶ τούτου ἀλλαχοῦ. δῆλον δὲ ὅτι τὸ δαίδαλα πολλὰ ἔχειν ποικίλον ἀσκητὸν πέπλον σημαίνει. Καὶ ὅτι ἐκ τοῦ Κρητὸς Δαιδάλου ἢ γυναικὸς Δαιδάλης αἱ τοιαῦται λέξεις εἰσί, καὶ ὅτι πλεονάζει καὶ ἐν τοῖς τοιούτοις τὸ δεύτερον δέλτα. ἐκ τοῦ δαίω γάρ, τὸ μανθάνω, καὶ ὁ Δαίδαλος καὶ τὰ κατʼ αὐτόν. Ὅρα δὲ τὸ πολλά, διʼ οὗ ἐνέφηνεν ὁ ποιητὴς δύνασθαι μὲν εἰς πλέον καὶ νῦν πολυγραφῆσαι, ἀφιέναι δὲ τοῦτο, ἵνα μὴ ῥητορείαν ἐπιστοιβάσῃ φιλοτίμως ἄκαιρον. Ἐνεταὶ δὲ περόνης εἶδος, χρησιμευούσης κατὰ τὸ ἰδιωτικῶς λεγόμενον τενάντιον. παρὰ τὸ ἐνίεσθαι, ὃ ἔστιν ἐμβάλλεσθαι, τῇ ἀντικειμένῃ ὀπῇ, ὥσπερ καὶ τὰ ἕρματα, ὡς ὁ ποιητὴς ἔφη, ἐνίενται εὐτρήτοις λοβοῖς. Καὶ ἔστι πως ἐτυμολογικὸν καὶ τὸ ἐνεταῖς ἐπερονᾶτο, ὡς εἰ ἔλεγε, περόναις ἐπερονᾶτο, ἢ ἐνεταῖς ἐνίετο. ταὐτὸν γὰρ κατὰ πολυωνυμίαν περόναι καὶ ἐνεταί. Τοὺς δὲ θυσάνους γλῶσσα μέν τις σισύβους καλεῖ, ἡ δὲ κοινὴ κροσσούς, ἀφʼ ὧν καὶ οἱ κροσσωτοί. Κρωσσὸς μέντοι διὰ τοῦ ω μεγάλου παρὰ Παυσανίᾳ κεράμειον, κρατὴρ ὕδατος, ὑδρία. Δῆλον δὲ ὡς κύκλῳ περὶ τὴν ζώνην ἀπῃώρηντο οἱ τοσοῦτοι θύσανοι, ὁποῖον δή τι καὶ μέχρι νῦν πολλαχοῦ γίνεται. Ἕρματα δὲ τὰ τοῖς ὠτίοις ἐνειρόμενα κόσμια παρὰ τὸ ἐνείρεσθαι. δασύνεται δὲ ἡ λέξις ὁποίῳ κανόνι καὶ τὰ τῶν νηῶν ἕρματα, ὧν ἡ ἐστερημένη ναῦς ἀνερμάτιστος λέγεται. Διονύσιος δὲ λέγει καὶ ὅτι ἕρμα λέγεται καὶ ἡ ἐν θαλάσσῃ πέτρα. Λοβοὶ δὲ τὰ τοῦ ὠτὸς ἄκρα, ἔνθα ἐνείρεται τὸ ἐνώτιον. διὸ καὶ ἐλλόβια λέγονται ἀπὸ τοῦ λοβοῦ, ὡς ἀπὸ τοῦ ὠτὸς ἐνώτια. γίνεται δὲ ὁ λοβὸς παρὰ τὴν λαβήν. εὐλαβῆ γάρ εἰσιν αὐτὰ διʼ ἁπαλότητα. παρὰ δὲ τοῖς μεθʼ Ὅμηρον καὶ μέρος ἥπατος ὁ λοβὸς καὶ ἀγγεῖόν τι ὀσπριοδόχον. Τρίγληνα δὲ ἢ τὰ ἀξιοθέατα καὶ πολλῆς γλήνης ἄξια, ἤγουν θέας, ὅθεν καὶ τὸ “γλήνεα πολλὰ κεχάνδει”, ἤγουν ἐχώρει, ἢ τὰ ἐκ τριῶν τινων ζῴων σύνθετα. οἱ δέ φασι τριόφθαλμα, ἃ οἱ Ἀττικοὶ τριόττια καὶ τριοττίδας καλοῦσιν. οἱ δέ τινες τριῶν ἔχοντα Χαρίτων ἐκτυπώματα. τοῦτο δὲ οὐ καλῶς. οὐ γὰρ οἶδε Χαρίτων ἀριθμὸν ὁ ποιητὴς κατὰ τοὺς ὕστερον. ἐνήγαγε δὲ τοὺς τοιούτους νοῆσαι οὕτως ἐπαχθὲν τὸ “χάρις δʼ ἀπελάμπετο”. Ἰστέον δὲ ὅτι καὶ οἱ ἀξιοθέατα εἰπόντες τὰ τρίγληνα καὶ οἱ τριόφθαλμα διὰ τὴν γλήνην οὕτως ἐνόησαν, διʼ ἧς ὀφθαλμοῦ κόρη δηλοῦται, γινομένη κατὰ συγκοπὴν ἐκ τοῦ γαλήνη. Μορόεντα δὲ παρὰ τὸν μόρον, τὴν κακοπάθειαν, τὰ ἐκπεπονημένα, φασί, τῇ κατασκευῇ καὶ μεμεριμνημένα τῇ τέχνῃ. τὰς δὲ τοιαύτας λέξεις ἔστιν εὑρεῖν καὶ ἐν τοῖς ἑξῆς, κεῖνται δὲ καὶ ἐν Ὀδυσσείᾳ. Τὸ δὲ κρήδεμνον κεφαλῆς ἦν, φασί, κάλυμμα, παρειμένον μέχρι τῶν ὤμων κατὰ τὸ λεγόμενον πέτασον, παρὰ τὸ κάρη καὶ τὸ δέμα πλεονασμῷ τοῦ ν. καὶ ὁ κεκρύφαλος δέ, φασί, κεφαλῆς ἦν δετὸς κόσμος, ὡς ἐν τοῖς μετὰ ταῦτα φανεῖται, ὁμοίως καὶ ἡ ἀναδέσμη. Τὸ δὲ νηγάτεον τί δηλοῖ, καὶ ὅθεν γίνεται, ἐν τῇ βῆτα ῥαψῳδίᾳ εἴρηται. Τὸ δὲ “λευκὸν ἦν ἠέλιος ὥς” κόμμα ἐστὶν ἐπιφωνηματικόν, καθὰ καὶ τὸ “χάρις δʼ ἀπελάμπετο πολλή”. ἐσχημάτισται δὲ τὸ “λευκὸν δʼ ἦν ὡς ἥλιος” διὰ ποικιλίαν. τὸ γὰρ ὀρθὸν ἦν εἰπεῖν καλῷ νηγατέῳ λευκῷ. Λιπαροὺς δὲ πόδας εἰπεῖν ἀνδρωδέστερόν ἐστιν. διὸ ἐν Ὀδυσσείᾳ ἐπὶ Ἀθηνᾶς ὡς θηλείας οὐχʼ οὕτω κεῖται, ἀλλὰ “ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα”. Τηλέμαχος δὲ ὑποδεῖται κατὰ τὴν ἐνταῦθα Ἥραν ποσὶν ὑπὸ λιπαροῖς πέδιλα καλά. Ἐν τοῦτοις δὲ καὶ τὸ κοσμηθῆναι περιφράζων φησὶ “πάντα περὶ χροῒ θήκατο κόσμον”, ὃν δὴ χρόα χροιήν πρὸ ὀλίγων ἔφη. Ἔνθα ὅρα τὸ “πάντα κόσμον” σωφρόνως καὶ μετρίως ῥηθὲν περὶ μόνου τοῦ προκειμένου. ἄλλως γὰρ ἀμύθητος ταῖς περιέργοις γυναιξὶν ὁ κόσμος, οὗ μέρος καὶ τὸ ἐκ ψιμμυθίου περίπλασμα καὶ ἡ νόθος τῶν παρειῶν ἐρυθρότης καὶ ἡ μέλαινα στίμμις ἢ οὐδετέρως τὸ στίμμι καὶ αἱ τρίχες, ἃς ὁ ἥλιος ἐπιποιῶν οὐκέτι χρυσοκόμαν, ἀλλὰ ἡλιοκόμαν ποιεῖ τινα λόγῳ λευκότητος καὶ πολιὸν τρόπον ἄλλον. Ἔνθα καὶ ἔστιν εἰπεῖν ὡς πολιαὶ μὲν αἱ κατὰ φύσιν ἐπαινοῦνται παρά γε τοῖς συνετοῖς, εἰ καὶ οἱ Κωμικοὶ ἀστεϊζόμενοι ἀλφιτόχροτας καὶ τοιαῦτά τινα σκώπτουσι τοὺς πολιούς. καὶ θάλασσα δὲ πολιὰ ἔχει τι χαρίεν διὰ τὸν ἐν αὐτῇ γέροντα Νηρέα καὶ τὰς ἐκ γενετῆς μυθικὰς Γραίας, εἰ καὶ ἄλλως ἀφρὸς μυθικὸς τούτοις ἐπανθεῖ. Αἱ δὲ νεοτήσιαι πολιαί, ἅς, φασί, βάπτει παρὰ ταῖς ἑταιριζομέναις παρανομία φυσικοῦ κάλλους, πάνυ γελῶνται, ὡς δηλοῖ καὶ Εὔβουλος, γράψας οὕτω περί τινων γυναικῶν “οὐ περιπεπλασμέναι ψιμμυθίῳ, οὐδʼ ὥσπερ ὑμεῖς συκαμίνῳ τὰς γνάθους κεχρισμέναι. κἂν ἐξίητε τοῦ θέρους, ἀπὸ μὲν τῶν ὀφθαλμῶν ὑδρορρόαι δύο ῥέουσι μέλανος, ἐκ δὲ τῶν γνάθων ἰδρὼς ἐπὶ τὸν τράχηλον ἄλοκα μιλτώδη ποιεῖ, ἐπὶ τῷ προσώπῳ δὲ τρίχες φορούμεναι εἴξασιν”, ἤγουν ὁμοιοῦνται, “πολιαῖς, ἀνάπλεῳ ψιμμυθίου”. Ὅτι γηραιοῦ προσώπου ἀπαιτοῦντός τι λόγος πρὸς νεώτερον τό· ἦ ῥά νύ μοί τι πίθοιο, φίλον τέκος, ὅττι κεν εἴπω», ἢ ἀρνήσαιο; τοῦτο δὴ τὸ τῆς Ἥρας πρὸς Ἀφροδίτην. Τὸ μέντοι νέον ἐὰν ὑπακούῃ, ἐρεῖ τὸ τῆς Ἀφροδίτης «αὔδα ὅττι φρονέεις, τελέσαι δέ με θυμὸς ἄνωγεν, εἰ δύναμαι τελέσαι γε, καὶ εἰ τετελεσμένον ἐστίν». Ὅτι δὲ ὁ στίχος οὗτος ἔχει σχῆμα τὸ λεγόμενον ὑστερολογίαν ἢ πρωθύστερον, προδεδήλωται σαφῶς. Κεῖται δʼ ἐνταῦθα καὶ σχῆμα κατὰ τὸ ἀπὸ κοινοῦ καινότερον. ὀρθὸν μὲν γὰρ καὶ σαφὲς ἀπὸ κοινοῦ σχῆμα τὸ «οὔ ποτʼ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους», καὶ ὅσα τοιαῦτα. τὸ γὰρ προλαληθὲν ῥῆμα ὕστερον δεχόμεθα εὐκόλως ἐκ κοινοῦ. τὸ μέντοι «οὕνεκα ἐγὼ Δαναοῖσι, σὺ δὲ Τρώεσσιν ἀρήγεις» διάφορόν ἐστι τῇ ἐξαλλαγῇ, ὡς τοῦ ἀκροατοῦ καραδοκοῦντος, πότε ἂν τὸ κοινὸν ῥῆμα ἀποδοθῇ. Ὅτι τὸ «πρέσβα θεά» ἐκ τοῦ πρέσβειρα συγκέκοπται. Ὅτι Ἀφροδίτη πάντας φιλότητι δαμάζει. Φησὶ γοῦν ἡ Ἥρα πρὸς αὐτήν· «δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧ τε σὺ πάντας δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους». Τοῦτο δὲ λεχθείη ἂν παρά τινος καὶ πρὸς ἄνδρα δεινὸν εἰπεῖν, ἵνα δοκοίη λέγειν συμβολικῶς· δός μοι τὴν σὴν λογιότητα ἢ γλῶτταν ἢ τὴν ἐν λόγοις δεινότητα, κατά τινα ὁμοιότητα τοῦ «δός μοι ὤμοιϊν τὰ σὰ τεύχεα θωρηχθῆναι». Ἰστέον δὲ ὅτι ἡ πάντας ἱμέρῳ καὶ φιλότητι δαμάζουσα Ἀφροδίτη καὶ οὐ μόνον ἀνθρώπους ἀλλὰ καὶ ἀθανάτους, ὅ ἐστι θεούς, οἳ καὶ εἰς στοιχεῖα καὶ εἰς ἀστέρας μεταλαμβάνονται, ἡ τοίνυν τοιαύτη φιλοτήσιος καὶ ἐρωτικὴ Ἀφροδίτη, εἰς ἔφεσιν ἀλληγορεῖται, καθʼ ἣν πάντα τοῦ εἶναι ἐφίεται. Φασὶ δὲ οἱ παλαιοὶ διαφορὰν φιλότητος καὶ ἱμέρου, ὅτι φιλότης μέν ἐστι τῶν παρόντων, ἵμερος δὲ τῶν ἀπόντων. οὐχʼ Ὁμηρικῶς δὲ οὗτοι λέγουσι. καὶ γὰρ ὁ Ζεὺς ἐρεῖ προϊὼν ὡς γλυκὺς αὐτὸν ἵμερος αἱρεῖ Ἥρας τῆς παρούσης. ἔοικε δὲ μᾶλλον ἡ μὲν φιλότης τὴν ἁπλῶς φιλίαν σημαίνειν, καὶ ποτὲ μὲν τὴν ἐπαφρόδιτον, ὡς ἐνταῦθα, ποτὲ δὲ τὴν ἄλλως ὁμονοητικήν, ὡς τὸ «φιλότητα μετʼ ἀμφοτέροισι βάλωμεν», ἤτοι τοῖς Τρωσὶ καὶ τοῖς Ἀχαιοῖς. ὅθεν καὶ νῦν ἔστιν ὅτε ἀντὶ τοῦ εἰπεῖν ὦ φίλος ὦ φιλότης φαμέν, καὶ φιλοτήσιον κρατῆρα τὸν φιλικὸν λέγομεν. καὶ τοιαύτη μὲν ἡ φιλότης. Ἵμερος δὲ κυρίως ἐπὶ ἐρωτικῆς ἐπιθυμίας, διὸ καὶ δοκεῖ ἐγκεῖσθαι τῇ λέξει τὸ ἔρος Αἰολικόν, ὡς ἂν εἴη ἵμερος ἔρος ἐξ ἱμάντος ἀφροδισίου. Ὅτι δὲ καὶ ἐπὶ τῆς ἄλλως ἁπλῶς ἐπιθυμίας ὁ ἵμερος τάττεται, ἀλλοθέν τε δῆλον καὶ ἐκ τοῦ «εἰ δέ σε καὶ Πέρσας ἰδέειν ἵμερος αἱρεῖ». Ἔστι δὲ παρʼ Ἀθηναίῳ καὶ κύριον ὄνομα Ἵμερος, εἷς τῶν Σελευκέων τυράννων. ἴσως δὲ ἀνάλογον αὐτῷ καὶ ἡ ἡρωῒς Ἱμέρα, ᾗ ὁμώνυμος πόλις Σικελική. Φιλότητα δὲ καὶ ἵμερον ἡ Ἥρα ζητεῖ τὰ ἐν τῷ ῥηθησομένῳ κεστῷ. αὐτὸν οὖν τὸν περιέχοντα ἐθέλουσα εἰπεῖν ἔφη τὰ ἐν ἐκείνῳ, ἵνα ᾖ δῆλον εἰς τί δέεται τοῦ κεστοῦ. Σημείωσαι δέ, ὅπως ἡ Ἥρα καὶ τὴν Ἀφροδίτην ἤπαφε, καὶ ταῦτα μήπω τὸν κεστὸν λαβοῦσα. δοκεῖ γὰρ ὁ κεστὸς ἐπὶ ἔρωτι μόνῳ ἀπατᾶν, ἡ δὲ λοιπὴ πολυειδὴς ἀπάτη καὶ δίχα κεστοῦ γίνεται. Ὅτι δὲ πρὸς τοῖς ἄλλοις καὶ ἀπάτην ἀνθρωποπαθῶς οἱ ποιητικοὶ θεοὶ πάσχουσι, πολλαχόθεν δῆλον. αἰτία δὲ μυθικὴ πιθανολογεῖται τῇ Ἥρᾳ πρὸς Ἀφροδίτην, ἐφʼ οἷς τὸν κεστὸν ζητεῖ, τὸ ἐθέλειν διʼ αὐτοῦ καταλλάξαι Ὠκεανὸν καὶ Τηθὺν ἀλλήλοις, οἳ ἐπὶ μακρὸν χολούμενοι ἀλλήλων ἀπέχονται εὐνῆς καὶ φιλότητος. εἰς ὃ δῆθεν συντελέσει ὁ κεστός, ἵμερον ἐμβαλὼν καὶ φιλότητα διὰ παραιφάσεως, περὶ ὧν μετʼ ὀλίγα εἰρήσεται. Τὰ δὲ τοῦ πλάσματος ἐν μέτρῳ τοιαῦτα «εἶμι γάρ», φησίν, «ὀψομένη πολυφόρβου πείρατα γαίης, Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν, οἵ», φησίν, «ἐμὲ ἐν σφοῖσι», τουτέστιν ἰδίοις, «δόμοισιν ἐῢ τρέφον», ἤγουν εὖ ἔτρεφον, «ἠδʼ ἀτίταλλον, δεξάμενοι Ῥείης, ὅτε τε Κρόνον Ζεὺς γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης». Εἶτα κατὰ ἐπανάληψιν ἀναγκαίαν ὡς εὐοδοῦσαν εἰς τὰ ἑξῆς ἐπάγει «τοὺς εἶμʼ ὀψομένη καί σφιν ἄκριτα νείκεα λύσω· ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ». Λέγει δὲ καί, ὡς «εἰ κείνους ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι, αἰεὶ αὐτοῖς φίλη τε καὶ αἰδοίη καλεοίμην». Ἐφʼ οἷς καὶ πείθει τὴν φιλομειδῆ Ἀφροδίτην, καὶ «ἀπὸ στήθεσφιν ἐλύσατο» ἐκείνη «κεστὸν ἱμάντα, ποικίλον. ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο. ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστύς, πάρφασις, ἥ τʼ ἔκλεψε νόον πύκα περ φρονεόντων». Τὸν δὴ τοιοῦτον ἱμάντα ἔμβαλε χερσὶ ταῖς τῆς Ἥρας, «ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· τῆ», τουτέστι λάβε, δέξαι, «νῦν τοῦτον ἱμάντα, τεῷ δὲ ἐγκάτθεο κόλπῳ, ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται, οὐδέ σέ φημι ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σῇσι μενοινᾷς». Ὃ καὶ ἀκούσασα Ἥρα ἐγήθησε. «μειδήσασα δʼ ἔπειτα μέσῳ», ἢ ἑῷ, «ἐγκάτθετο κόλπῳ» τὸν κεστόν. Γίνεται δὲ αὐτῇ τὸ γηθῆσαι καὶ μειδῆσαι οἷα εἰς φήμην αἰσίαν καί τινα ὄρνιν ἀγαθὸν δεξαμένῃ προαναφωνητικῶς τὸν τῆς Ἀφροδίτης λόγον. οὐ γὰρ εἶπεν, ὅτι φημί σε καταλλάξαι τὸν Ὠκεανὸν καὶ τὴν Τηθύν, ἀλλὰ πρᾶξαι πᾶν ὃ μενοινᾷς. δῆλον δὲ ὡς μενοινᾷ ἡ Ἥρα τὸ ἀπατῆσαι τὸν Δία ἐπʼ ἀγαθῷ τῶν Ἀχαιῶν. Ὅρα δὲ ὅτι τε τὸ δαμνῶμαι δαμνᾷ, οἷον «ᾧ τε σὺ πάντας δαμνᾷ ἀθανάτους», ἤγουν δαμάζεις, πρωτότυπόν ἐστι τοῦ δάμνημι, ἀφʼ οὗ τὸ δάμναται καὶ τὸ δάμνασθαι καὶ τὰ ὅμοια. Καὶ ὡς, εἰ καὶ ἀπείρονα γῆν ἐν ἄλλοις ἡ ποίησις λέγει, ἀλλʼ ἐνταῦθα κατὰ λόγον ἕτερον, ὃς ἐν ἄλλοις ἐρρέθη, πέρατα γῆς οἶδε. Τὸ δὲ «εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης» καί τινα τῶν ἑξῆς ἐπὶ μακρᾶς τινος ἀποδημίας ῥηθήσεταί ποτε. Τὸ δὲ πολυφόρβου ἀκριβῶς ἐρρέθη. φορβῆς γὰρ ὡς ἐπὶ πολὺ ἐπὶ ἀλόγων κειμένης, ὀρθῶς πολύφορβος ἡ γῆ, οὐ μὴν πάμφορβος. εἰ μὴ ἄρα καταχρηστικῶς φορβὴ μὲν ἡ ἁπλῶς τροφή, πολύφορβος δὲ γῆ ὡς ἐκ μέρους ἡ πάντροφος, εἴτʼ οὖν παμβῶτις κατὰ τὸν Σοφοκλῆν. Ὅτι δὲ τὸ φέρβω, ἐξ οὗ ἡ φορβή καὶ ἡ πολύφορβος, ἐκ τοῦ φέρειν βίον γίνεται, καὶ ὅτι, ὥσπερ ἐκ τοῦ βόσκω βοσκάς βοσκάδος, ὄρνεον ἧττον, φασί, νήττης, οὕτω καὶ ἀπὸ τοῦ φέρβω φορβάς φορβάδος ἐπί τε ζῴων καὶ ἐπʼ αὐτῆς δὲ γῆς, ὡς τὸ «φορβάδος ἔκ τε γᾶς ἑλεῖν», δῆλον ἐκ τῶν παλαιῶν. Τοῦ δὲ «πείρατα» χρῆσις καὶ ἐν τῷ «ὀλέθρου πείρατʼ ἐφῆπται», ἤγουν ἐπιδέδεται, ἐξῆπται, ἵνα λέγῃ ὅτι δέδεσθε ὡσανεὶ τῷ ὀλέθρῳ, καθά φασιν οἱ παλαιοί. Εὐθεῖα δὲ ἑνικὴ τοῦ πείρατα πεῖραρ ὡς φρέαρ, οὗ καὶ αὐτοῦ χρῆσις παρʼ Ὁμήρῳ. Γένεσιν δὲ θεῶν καλεῖ τὸν Ὠκεανὸν διὰ τὸ ἐξ αὐτοῦ ἀλληγορουμένου εἰς τὸ στοιχειακὸν ὕδωρ δοκεῖν τὰ ἄλλα στοιχεῖα γίνεσθαι. τὸ γὰρ ὕδωρ ἀρχήν τινες πάντων ἔθεντο. Ἢ καὶ ἄλλως, διὰ τὸ τὴν ὑγρὰν οὐσίαν τῆς φυσικῆς γενέσεως αἰτίαν εἶναι, ὅπουγε, φασί, καὶ τὸ σπέρμα πνεῦμά ἐστιν ὑγρῷ συγκραθέν. διὸ καὶ τοὺς ποταμοὺς ὡς κουροτρόφους ἐτίμων οἱ παλαιοὶ καὶ ὡς συστατικοὺς γενέσεως, καθὰ καὶ ὁ ποιητὴς ἐν τοῖς περὶ Ἀχιλλέως ἐρεῖ. Τὸ δὲ «θεῶν» ἢ ἀντὶ τοῦ στοιχείων, ὡς ἀπὸ τῆς θέσεως, ἢ καὶ ἀστέρων ἀπὸ τοῦ θέειν, ἢ ἀντὶ τοῦ πάντων ὡς ἀπὸ μέρους. ἐν τοῖς ἑξῆς οὖν λέγει σαφέστερον «Ὠκεανοῦ, ὃς γένεσις πάντεσσι τέτυκται». οἷα δὲ τὰ τοῦ ὕδατος σεμνά, δηλοῦσι καὶ οἱ τοῦ Πινδάρου Ὑπομνηματισταὶ ἐν τῷ «ἄριστον μὲν ὕδωρ». Ἰστέον δὲ ὅτι ὥσπερ τὸν οὐρανὸν καὶ τὴν γῆν συνδυάζει ἀλλήλοις ὁ μῦθος, τὸν μὲν ὡς γόνιμον, τὴν δὲ ὡς ἐκεῖθεν τὰς τοῦ γεννᾶν αἰτίας ἔχουσαν διὰ τὴν ἐκ τῶν μετεώρων γόνιμον χορηγίαν. διὸ καὶ ὁ μὲν ἀρσενικῶς προβάλλεται τοῖς ὀνοματοθέταις, ἡ δὲ γῆ οἷα γυνὴ θηλυκῶς σχηματίζεται, ὃ δὴ νόημα καὶ εἰς βαρβάρους ἱκνεῖται κατὰ Ἡρόδοτον, εἰπόντα ὅτι Σκύθαι ἱλάσκονται Ἱστίαν μὲν μάλιστα, εἶτα Δία καὶ Γῆν, νομίζοντες τὴν Γῆν τοῦ Διὸς εἶναι γυναῖκα, ὃς δὴ Ζεὺς κατά τινας, ὡς καὶ προδεδήλωται, καὶ εἰς οὐρανὸν ἀλληγορεῖται. Ὥσπερ οὖν, καθὰ ἐρρέθη, τὸν Δία οὐρανὸν καὶ τὴν γῆν συνευνάζει ὁ μῦθος, οὕτω καὶ τὸν Ὠκεανόν, τὴν ὑγρὰν δηλαδὴ φύσιν, καὶ τὴν Τηθύν, ὅ ἐστι τὴν κοινὴν τροφὸν γῆν, εἰς μίαν ἀλλήλοις ἄγει συζυγίαν διὰ τὴν αὐτὴν αἰτίαν. διʼ ὑγρότητος γὰρ ἡ γονιμότης ἐκκαλεῖται τῆς γῆς. ὅθεν καὶ αὐτοί, ὁ μὲν εἰς ἄρρεν, ἡ δὲ ὡς εἰς θῆλυ ἐσχημάτισται. Ἐνταῦθα δὲ καίριον μνησθῆναι καί, ὡς Εὐριπίδης ἀλληγορῶν τὸ τοῦ οὐρανοῦ καὶ τῆς γῆς συνοικέσιόν φησιν «ἐρᾷ δʼ ὁ σεμνὸς Οὐρανὸς πληρούμενος ὄμβρου πεσεῖν εἰς Γαῖαν Ἀφροδίτης ὕπο. ὅταν δὲ συμμιχθῆτον ἐς ταὐτὸν οἱ δύο, φύουσιν ἡμῖν πάντα, διʼ ὧν βρότειον ζῇ τε καὶ θάλλει γένος». Καί τις Αἰσχύλος, οὐχʼ ὁ ἐξ Ἀθηνῶν, ἀλλʼ Ἀλεξανδρεύς, ὡς ἡ κατὰ τὸν Ἀθήναιον ἱστορία δηλοῖ, φησίν «ἐρᾷ μὲν ἁγνὸς οὐρανὸς τρῶσαι χθόνα, ἔρως δὲ γαῖαν λαμβάνει γάμου τυχεῖν· ὄμβρος δʼ ἀπʼ εὐνάοντος οὐρανοῦ πεσὼν ἔκυσε γαῖαν, ἡ δὲ τίκτεται βροτοῖς μήλων τε βοσκὰς καὶ βίον Δημήτρεον». Ἔτι ἰστέον καὶ ὅτι, καθὰ τὸν οὐρανὸν τῇ γῇ, καὶ τὸν Ὠκεανὸν τῇ Τηθύϊ, οὕτω πως καὶ τὸν αἰθέρα Δία ὁ μῦθος τῇ Ἥρᾳ, εἴτʼ οὖν τῷ ἀέρι, ὡς γυναικὶ ἄνδρα συζεύγνυσιν, ἵνα οὕτω ζωογόνος ὁ ἀὴρ μᾶλλον γίνοιτο. Ἔτι δὲ πρὸς τούτοις, ὥσπερ οὐρανὸς κατὰ τὴν ἔνδοσιν τοῦ γονίμου τῇ γῇ συναπτόμενος, ὅμως κατὰ τὸ ἄνω καὶ κάτω διΐσταται εἰσαεί, καὶ αὖ πάλιν, καθάπερ Ἥρα καὶ Ζεύς, ἀὴρ δηλαδὴ καὶ αἰθήρ, κατὰ τὴν ποιότητα τῆς θερμότητος συζευγνύμενοι καθʼ ἑτέραν ποιότητα διασπῶσι τὸ φίλιον καὶ ἀλλήλων διΐστανται, κατὰ τὴν ὑγρότητα δηλαδή, ἣν ὁ ἀὴρ ἔχει, καὶ κατὰ ξηρότητα, ἣ συνουσίωται τῷ πυρί, οὕτω καὶ ἡ ἀλληγορουμένη Τηθὺς αὕτη καὶ ὁ Ὠκεανὸς κατὰ μὲν ψυχρότητα συνδυάζονται ὡς οἷα ἐν ἀνθρωπίνῃ τινὶ συζυγίᾳ, καθότι δὲ ξηρὰ μὲν ἡ γῆ, ὑγρὸν δὲ τὸ ὕδωρ, διΐστανται καὶ ἐχθρὰ νοοῦσιν ἀλλήλοις, μῖσος ὥσπερ αἰώνιον τοῦτο φυλάσσοντες. Εἰ δὲ ὑπισχνεῖται νῦν ἡ Ἥρα, καθὰ καὶ αὐτῷ ἐρεῖ τῷ Διΐ, συμβιβάσαι καὶ εἰς ἓν συνάψαι αὐτοὺς καὶ εἰς φιλίαν συναγαγεῖν, ὄμβροις τυχὸν ἄνωθεν ἐξ ἀέρος πεμπομένοις ἢ τοιούτοις τισί, διʼ ὧν ἡ ξηρότης τέγγεται, ὡς ἂν ὥσπερ τῷ ψυχρῷ, οὕτω δὴ καὶ τῷ ὑγρῷ τὴν εἰσαεὶ ἕνωσιν ἔχοιεν ἡ Τηθὺς καὶ ὁ Ὠκεανός, ἀλλʼ ἐν τοῖς, ὡς εἰκός, λόγοις μόνοις αὐτῇ τὰ τῆς ὑποσχέσεως κεῖται. τὸ γὰρ αἰώνιον ἐναντίωμα τῶν στοιχείων οὐκ ἔστι λυθῆναι ὑγρότητι καιρικῇ. εἰ γὰρ καὶ ὑγραίνεται ἡ γῆ δρόσοις ἢ πλημύραις ἢ ὄμβρων ἐπικλύσεσιν εἴτε καὶ ὑπογείων ὑδάτων ἀναχύσεσιν, ἀλλὰ τοῦτο οὔτε ἀεὶ συμπίπτει καὶ οὐδʼ ἐπὶ πᾶσαν τὴν γῆν. διὸ καὶ ὁ ποιητὴς ταῦτα εἰδὼς ἐνδοιάζουσαν τὴν Ἥραν ποιεῖ καὶ μέγα οἰομένην, ἐὰν ἐκείνους πείσασα φιλότητι ὁμωθῆναι ποιήσῃ, τουτέστιν ὁμοῦ γενέσθαι καὶ ὅμοια φρονῆσαι τήν τε Τηθὺν καὶ τὸν Ὡκεανόν. καὶ οὐδὲ ἐγχειροῦσαν αὐτὴν πλάττει διὰ ταῦτα τῷ πράγματι, ἀλλʼ ἀποκωλυομένην τοῦ τοιούτου ἔργου ὑπὸ τοῦ Διός. καὶ οὕτω μὲν καὶ ταῦτα. Τὸ δὲ τὴν Ἥραν ἐν δόμοις ὑπὸ Ὠκεανοῦ καὶ Τηθύος ἐκτραφῆναι τὰς ἐκεῖθεν αἰνίττεται ἀναθυμιάσεις, αἳ καὶ αὐταὶ συμβάλλονταί τι τῷ ἀέρι, γεννηθέντι μὲν καθάπαξ ὑπὸ τῆς Ῥέας, ἤγουν ὑπὸ τῆς ἀρχεγόνου ὕλης, τῆς φερωνύμως ῥευστῆς, συγκροτουμένῳ δὲ ὡς ἑκάστοτε καὶ οἷον τρεφομένῳ ταῖς τοιαύταις ἀναθυμιάσεσι. διὸ καὶ τροφεῖα ὥσπερ ἡ Ἥρα ὀφείλει τῷ Ὠκεανῷ καὶ τῇ Τηθύϊ, καὶ διὰ τοῦτο θέλει ἀνταποδοῦναι χάριτας διὰ τοῦ ποιῆσαι ὁμωθῆναι αὐτούς, τουτέστιν ὁμοῦ, ὡς εἴρηται, γενέσθαι καὶ ἑνωθῆναι, ἐκ τοῦ ὁμῶ ὁμώσω ῥήματος. ὅπερ οἱ παλαιοὶ ἀποδεχόμενοί φασιν, ὡς οὐκ ἄν τις εἴποι τὴν ἕνωσιν καιριώτερον ἐν λέξει μιᾷ. ἐν ἄλλοις δὲ τοῦτο περιφράζων ὁ ποιητής φησι «καὶ ὁμὸν λέχος εἰσαναβαίνειν.» Ἐνταῦθα δʼ ἔστιν εἰπεῖν, ὅτι τὸ ἐπὶ ὅρκου λεγόμενον ὀμῶ ὀμόσω πρὸς διαστολὴν τοῦ ἐνταῦθα, ὡς εἴρηται, κειμένου τῷ ο μικρῷ παραλήγεται. Τὸ δὲ Ὠκεανὸν λέγεσθαι ἀπὸ τοῦ ὠκέως νάειν, ὥσπερ καὶ Ῥέαν, τὴν δʼ αὐτὴν καὶ Ῥείην, ἀπὸ τοῦ ῥέειν, καθωμίληται. Τηθὺς δὲ γίνεται ἀπὸ τοῦ τήθη, ὃ δηλοῖ τὴν τροφόν. ἡ δὲ τήθη ἢ παρὰ τὸ στῆθος, ἀφʼ οὗ τὸ βρέφος τρέφεται, οἱονεὶ στήθη τις οὖσα, ἢ παρὰ τὸ τῆ, ὃ δηλοῖ τὸ λάβε, ὡς πρὸ ὀλίγου ἐγράφη, καὶ τὸ θῶ, τὸ θηλάζω, κατὰ τοὺς παλαιούς, οἱονεὶ ἡ λέγουσα τῷ βρέφει «λάβε θήλασον». Τὸ δὲ «εὔτρεφον ἠδʼ ἀτίταλλον» δοκοῦσι τὸν αὐτὸν νοῦν ἔχειν, ἵνα ᾖ εὐτρέφεσθαι τὸ μὴ τάλανα εἶναι, οὗ δηλωτικὸν ὥσπερ τὸ ἀτάλλειν, οὕτω καὶ τὸ ἀτιτάλλειν ἐστίν, ὡς πολλαχοῦ φαίνεται. Καὶ ἄλλως δέ, τὸ εὐτρέφειν διαφέρει τοῦ ἁπλῶς τρέφειν, καθότι τοῦτο καὶ δίδαξιν ἔχει ἐσθλοῦ κατὰ τὴν τραγῳδίαν. Θέμα δὲ ἐντελὲς τοῦ εὔτρεφον τὸ εὐτρέφω, ὅμοιον ὂν τῷ εὐλογῶ καὶ τοῖς ὁμοίοις, βαρυτόνοις τε καὶ περισπωμένοις. Ἡ δὲ Ῥείη ἀναλογίαν ἔχει πρὸς τὴν παρὰ τῷ Ἡσιόδῳ Θείαν. ὡς γὰρ Θέα Θείη ἐν Θεογονίᾳ, οὕτω καὶ Ῥέα Ῥείη. Περὶ δὲ Κρόνου, καὶ ὡς ἐταρταρώθη καὶ τί ταῦτα κατὰ ἀλληγορίαν δηλοῖ, ἐν τοῖς ἐφεξῆς ῥηθήσεται, ὅπου καὶ περὶ Τιτάνων. Τὸ δὲ «καθεῖσεν» ἀπὸ τοῦ ἕω εἷον, τὸ κάθημαι, τροχαϊσθὲν φυλάσσει τὸν τόνον, ὡς καὶ τὸ ἀνῷγε πρὸ βραχέων καὶ τὰ ὅμοια. Καὶ εἶχε μὲν εἰπεῖν κάθισσε διὰ τοῦ ἰῶτα, ὡς ἐκ τοῦ καθίζω καθίσω, ἔδοξε δὲ αὐτῷ μὴ οὕτω γράψαι ἀλλʼ ἑτέρως. Ἄκριτα δὲ νείκεα, ἐφʼ οἷς οὐχʼ εὕρηται κριτής. καὶ εἴη ἂν ἐντεῦθεν καὶ ἀκριτόμυθος, ὁ μὴ δεόντως κρίνων ἃ μυθεῖται. Τὸ δὲ «λύσω» δηλοῖ μὲν τὸ διακρινῶ, ἐμφαίνει δέ, ὅτι ὡς οἷα πεπεδημένοι ὄντες οἱ νείκεα ἔχοντες δέονται τοῦ λύεσθαι. Τὸ δὲ «ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται» καὶ ἑξῆς λεχθήσεταί ποτε καὶ ἁπλῶς ἐπὶ συνεύνων διχονοούντων. Ἔνθα ὅρα τὸ «δηρὸν χρόνον» ἀκεραίως ἐκφωνηθέν. ὅτε δέ γε μόνον δηρόν εἴπῃ, ἐλλείπει ὁ χρόνος ἐκεῖ. ἄλλως δὲ καὶ πρὸς διαστολὴν ἐρρέθη τοῦ ἁπλῶς χρόνου, ὃς καὶ ἐπὶ ὀλίγου λαμβάνεται, ὡς δηλοῖ ἐν τῇ βῆτα ῥαψῳδίᾳ τὸ «μείνατʼ ἐπὶ χρόνον». φαίνεται γὰρ ἐκεῖ χρόνον τὸν ὀλίγον λέγειν. Ἐν δὲ τῷ «χόλος ἔμπεσε θυμῷ» κότον ὁ χόλος δηλοῖ. οὐ γὰρ ἁπλῶς χόλος ἐκείνοις ἦν ὁ ἐπὶ τοσοῦτον, ἀλλʼ ὁ πολυετὴς χόλος καὶ τὴν μῆνιν ὑπεραναβὰς ἤδη πάντως κότος ἐστίν, ὃν ὑπεμφαίνει καὶ τὸ ἔμπεσε. εἰ γὰρ ταὐτόν τι τὸ πεσεῖν τῷ κεῖσθαι, εἴη ἂν καὶ ὁ ἐμπεσὼν χόλος κότος ὡς ἐγκείμενος. καὶ ἄλλως δέ, τὸ ἐμπεσεῖν, ὃ πολεμικὴ λέξις ἐστί, πολέμιον τὸν χόλον εἶναι δηλοῖ τοῖς πάσχουσιν. ὅθεν καὶ θυμομαχεῖν τινες λέγονται. Τὸ δὲ «ἐπέεσσι παραιπεπιθοῦσα» ἑρμηνεία ἐστὶ τῆς ἐν τῷ κεστῷ πειστικῆς παραιφάσεως. Τὸ δὲ «εἰς εὐνὴν ἀνέσαι» ἀντὶ τοῦ ἀναπεῖσαι ἢ ἀναβιβάσαι, ἀναθεῖναι, κατὰ τὸ «ἐς δίφρον δʼ ἀνέσαντες ἄγον». Τὸ δὲ «ὁμωθῆναι φιλότητι» διαστέλλει τοῦ πρὸς ἔριν τινὰς καὶ μάχην ὁμόσε γενέσθαι. Τὸ δὲ «φίλη καὶ αἰδοίη», γνησιώτερον πάντως τοῦ «αἰδοῖός τε δεινός τε». Ὅρα δὲ καὶ ὅτι τὸ «καλεοίμην» ἐνταῦθα συστέλλει τὴν ἄρχουσαν ἐν τῷ «φίλη τε καὶ αἰδοίη καλεοίμην», καθὰ καὶ τὸ καλός ἀεὶ ἐκτείνεται παρʼ Ὁμήρῳ. τὸ μέντοι κακός συστέλλει τὴν παραλήγουσαν. Δῆλον δὲ ὅτι καὶ συστέλλεταί ποτε τὸ καλεοίμην. Ἐνταῦθα δὲ κεῖται καὶ βιωτικὸν νόημα τὸ χρῆναι τὰς τῶν μεγάλων γυναῖκας τιμᾶσθαι. Φησὶ γὰρ ἡ Ἀφροδίτη πρὸς τὴν Ἥραν, ὡς «οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι· Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις», ὃ περίφρασίς ἐστι τοῦ Διὸς γυνὴ εἶ. Ἔνθα τὸ «οὐδὲ ἔοικε» πάνυ ἀκριβῶς κεῖται. εἰ γὰρ καὶ ἔστιν ἀρνήσασθαι, ἀλλʼ ὅμως οὐ πρέπει. Τὸ δὲ «Ζηνὸς τοῦ ἀρίστου» ἄκραν ὑπεροχὴν δηλοῖ διὰ τοῦ ἄρθρου, καὶ πλέον ἤπερ τὸ «ἀνὴρ ὤριστος», ἤγουν ὁ ἄριστος. οὐ γὰρ πρόσκειταί τις γενική, οἷον τοῦ ἀρίστου τῶνδέ τινων ἢ τοῦ ἀρίστου θεοῦ, ἀλλὰ ἁπλῶς οὕτω κατʼ ἐξοχὴν ὑπερβάλλουσαν. Τὸ δὲ ἐν ἀγκοίναις ἰαύειν, ἤγουν χρονίζειν, διατρίβειν, μυστικὴ δήλωσίς ἐστι σχέσεως ἀνδρὸς πρὸς γυναῖκα, καθὰ καὶ τὸ «ἀγκὰς ἔμαρπτεν ἣν παράκοιτιν». ἐκ τοῦ ἀγκών δὲ ἀγκῶνος γίνεται ἡ ἀγκοίνη, ὡς καὶ ἐκ τοῦ θῶ ἡ θοίνη. Κεστὸς δὲ οὐ κλῆσις, ἀλλʼ ἐπιθετόν ἐστι τοῦ ἱμάντος τῆς Ἀφροδίτης. διὸ καὶ ὁ ποιητὴς ὁμοῦ παραθεὶς κεστὸν ἱμάντα φησί. μετʼ ὀλίγα δὲ κατὰ μόνας ἱμάντα ἐν τῷ «τῆ τοῦτον ἱμάντα». Εἰ δὲ κρατεῖ τὸ ἐπίθετον κατὰ μόνας ὡς ἐπὶ πολύ, ὥστε κεστοῦ λεχθέντος μὴ ἐξ ἀνάγκης συνεκφωνεῖσθαι αὐτῷ τὸν ἱμάντα, τοῦτο καὶ ἐπὶ ἄλλων γίνεται. οὕτω γὰρ καὶ ἡ διπλόη ἐπιτεθεῖσα τῇ χλαίνῃ τὸ ἐκείνης ἀφήρπασε νόημα, καὶ τὸ ξυστὸν τῷ δόρατι ἐπικείμενον ὅμως λαμβάνεταί ποτε αὐτὸ μόνον ἁπλῶς ἐπὶ δόρατος. ὁμοίως καὶ ὁ ἑανὸς ἀντὶ πέπλου, καὶ ὁ βροτὸς τὸ ἐπίθετον ἀντὶ ἀνθρώπου, οὗ ἐστιν ἐπίθετον, καὶ ὁ ἀήτης ἀνέμου ὢν ἀήτης, ὡς δεδήλωται, ἀντὶ τοῦ ἁπλῶς ἀνέμου λαμβάνεται. μυρία δὲ καὶ ἄλλα τοιαῦτα, ἐν οἷς εἶναι καὶ ἡ ἡμέρα δοκεῖ. φαίνεται γὰρ ἐκ τοῦ ἥμερος θηλυκὸν εἶναι ἡ ἡμέρα, ὁμοίως τῷ φοβερός φοβερά, καὶ μάκαρος μάκαιρα, πίερος πίειρα καὶ τοῖς τοιούτοις, ἵνα ᾖ τὸ τέλειον ἡμέρα, ὅ ἐστι πραεῖα φαῦσις, ἢ ἡμέρα κατάστασις ἀέρος, ὅπερ ἡ νὺξ μὴ ἔχουσα δειδία λέγεται διὰ τὸ φοβερὸν καὶ μὴ ἥμερον. Ἐτυμολογεῖται δὲ ὁ κεστὸς παρὰ τὸ κένσαι, ὅ ἐστι κεντῆσαι. ὅτι δὲ ὁ κεστὸς ἱμάντος ἐστὶν ἐπίθετον, δῆλον μὲν καὶ ἐκ τῶν προσεχῶς εἰρημένων, δηλοῦται δὲ καὶ ἐν τῇ γʹ ῥαψῳδίᾳ, ἔνθα ἡ τοῦ Πάριδος περικεφαλαία πολύκεστον ἱμάντα ἔχει, ὃς εἶχεν ἐκεῖνον ἑλκόμενον. Ἱμάντος δὲ κίνησις πολλή. ἱμάσσειν τε γὰρ ἐξ αὐτοῦ, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, καὶ ἱμονία καὶ ἱμᾶσθαι καὶ ἀνιμᾶσθαι, καὶ σύνθετον ὁ ἱμαντελιγμός, ὃ ἦν παιδιᾶς τινος εἶδος, ἤγουν διπλοῦ ἱμάντος σκολιά τις εἴλησις, ὥς φασιν οἱ παλαιοί. Τοῦ δὲ «ποικίλον» ἐφερμηνευτικὸν εὐθύς τὸ «θελκτήρια πάντα», ὧν ἕνεκεν ποικίλος ἦν ὁ κεστός, φιλότητα ἔχων καὶ ἵμερον καὶ πάρφασιν καὶ διʼ αὐτὰ πολύκεστος ὢν καὶ αὐτός. Τὸ δὲ «θελκτήρια» κατὰ Ὁμηρικὸν ἔθος ἀντὶ τοῦ ἐκστατικὰ λογισμοῦ κατὰ πολλὴν ἡδονήν, οὐ μὴν κατὰ φόβον ἢ ἄλλο τι πάθος. τοιοῦτον γάρ τι τὸ ποιητικῶς θέλγεσθαι, ὡς προεδηλώθη. Περὶ δὲ φιλότητος καὶ ἱμέρου ἱκανῶς πρὸ βραχέων δεδήλωται. Τὸ δὲ «ὀαριστὺς πάρφασις» οἱ μὲν ἐν ἀσυνδέτῳ σχήματι δύο νοοῦσι πράγματα, ἰδίᾳ μὲν ὀαριστύν, ὅ ἐστιν ὁμιλίαν—ὀαρίζειν γὰρ τὸ ὁμιλεῖν, ὥς που προγέγραπται—, ἰδίᾳ δὲ πάρφασιν, τουτέστι πειθὼ τὴν ἐξ ὁμιλίας. Ἕτεροι δὲ τὸ μὲν ἓν ὡς κύριον, τὸ δὲ ἕτερον λαμβάνουσιν ὡς ἐπίθετον, καὶ τοῦτο, ὅπως ἂν καὶ θέλοι τις. ἢ γὰρ ὀαριστὺς παραιφατικὴ ἢ παραίφασις ὀαριστική, τουτέστιν ὁμιλητική. Τὸ δὲ «ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος» σαφηνίζει ταὐτὸν εἶναι τὸ ἔνι καὶ τὸ εν δίκην προθέσεως. Δῆλον δὲ αὐτὸ καὶ ἐκ τοῦ «ᾧ ἔνι πάντα τετεύχαται», ἤγουν ἐν ᾧ. Τὸ δὲ «ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστύς» σχῆμα κάλλους ἐπαναφορικόν, καθά που καὶ τὸ «ἐν δʼ ἔρις, ἐν δὲ κυδοιμός, ἐν δʼ ὀλοὴ κήρ», καὶ παρὰ τοῖς μεθʼ Ὅμηρον τὸ «ἐν μὲν γὰρ θαλίης ἐρατὸν μέρος ἀγλαΐης τε, ἐν δὲ χοροιτυπίης, ἐν δʼ ἱμερτῆς φιλότητος». Ὃ δὲ οὕτω γράψας οἴνῳ παρακολουθεῖν λέγει τὰ τοιαῦτα, ὃν ἐκεῖνος καὶ ὄναρ ἐσθλόν φησιν ἀλεξίκακον πάσῃ συνοπηδὸν ἀνίῃ, ὡς εἶναι τὸν οἶνον ἀλεξιφάρμακον πάσης ἀνίας. Τὸ δὲ «ἔκλεψε νόον πύκα περ φρονεόντων» ὑποδηλοῖ μὲν τὴν ῥηθεῖσαν πάρφασιν τὴν αὐτὴν εἶναι, ὡς καὶ προελέχθη, παραλογισμῷ, διʼ ἧς ἂν ἀπάφοιτο τὸν Δία ἡ Ἥρα. Ἔστι δὲ παιδευτικὸν τοῦ δεῖν φυλάττεσθαι τὰς τοιαύτας ὁμιλίας. προπαρεσκεύασται δὲ καὶ εἰς λύσιν ἀποριῶν ἄλλων τε καὶ τούτων, πῶς ποτε ὁ τηλικοῦτος Ζεὺς ἠπάτηται, πῶς δὲ οὐκ εἰς δέον ἐρᾷ, πῶς δὲ οὐκ εἶδε τὸν ὕπνον ἐν τοῖς ἑξῆς, ὃς αὐτὸν ἀνακλίνει ἀμφιχυθεὶς νήδυμος. ἢ δῆλον ὅτι τὸν νοῦν τῇ κατὰ τὸν κεστὸν ὀαριστύϊ παρφάσει κλαπεὶς οὐδὲν τοιοῦτον συνεῖδεν. Ὅρα δὲ ὡς Ἥρα μὲν ἁπλῶς οὕτω φιλότητα καὶ ἵμερον ἐξ Ἀφροδίτης ἐζήτησε τὰ κατὰ μῦθον ἰνδάλματα, Ὅμηρος δὲ καὶ τὸ αὐτοῖς ὑποκείμενον ἡρμήνευσε, τὸν κεστὸν ἱμάντα, καὶ πλεῖον δέ τι ἐδήλωσεν αὐτὸν ἔχειν, ὅπερ ἦν ἡ ὀαριστὺς πάρφασις. Σημείωσαι δὲ καί, ὅτι τινὲς μὲν τὰ κατὰ τὸν ῥηθέντα κεστὸν ἱμάντα γοργότατα συμβιβάσαντες αἴνιγμά φασιν αὐτὸν εἶναι τοῦ πληγῶν καὶ ἱμάντων ἄξια τοὺς φαύλως ἐρῶντας πάσχειν, οἱ δὲ καὶ πραγματικῶς νοοῦσιν, ὡς τοιούτου πάλαι ποτὲ ὄντος μαγγανεύματος εἰς ἔρωτα, ὁποῖος ὁ διαγραφόμενος οὗτος κεστός, ὃν καὶ παρήγγελλον, φασίν, οἱ διδόντες μὴ ὁρᾶσθαι, ἀλλʼ ὑπὸ κόλπῳ φέρεσθαι, καθάπερ Ἀφροδίτη παραγγέλλει τῇ Ἥρᾳ, ἵνα μή, φασί, τῇ ὄψει ἀλλοιῶνται τὰ μαγγανεύματα. Ἔχει δέ τις καὶ οὕτω καταστῆσαι τὸν μῦθον ἐξ Ὁμήρου λαβὼν ἀφορμάς. ἰστέον γὰρ ὡς αὐτὸς ὁ ποιητὴς φθάσας εἰπεῖν «εἴ πως ἱμείραιτο ᾗ χροιῇ παραδραθεῖν», οὐ πάνυ ἀσαφῶς ὑπῃνίξατο τὰ κατὰ τὸν κεστόν. τίνος γὰρ ἄλλου ἵμερος ἢ χροιᾶς καὶ τῆς ἐπιπολῆς τοῦ χροὸς φαντασίας καὶ τῆς προπιπτούσης εὐχροίας, ἣν ἡ τῆς ὥρας ἄνθη προβέβληται τοῖς διακόνοις ὀφθαλμοῖς; οἷς ἑλκόμενός ποτε καὶ ὁ δεσπότης νοῦς συγκατασπᾶται καὶ φαύλοις ἐφεπόμενος ὁδηγοῖς ῥέμβεται καὶ αὐτός. Τὸ τοίνυν τοῦ ἱμάντος τούτου πολύκεστον τὸ φύσει πολύτρητον τῆς τοῦ σώματος ἐπιφανείας παραλαλεῖ καὶ πολύπορον, ἢ καὶ ἄλλως, τὸ τῶν ἐρώτων πολύτροπον καὶ ποικίλον. φέρει δʼ αὐτὸ ἐν στήθεσι μὲν Ἀφροδίτη, Ἥρα δὲ ὑπὸ κόλπῳ, διότι καλυπτέον τὸ πάθος τοῦ ἔρωτος καὶ ἐγκαλυπτέον ἐπʼ αὐτῷ, ἢ καὶ διότι τῶν ἐρώτων οἱ ἀγαθοί, φασί, διὰ γονὴν γίνονται παίδων, οἳ παῖδες ταῖς τικτούσαις ὑπὸ κόλπῳ τε τρέφονται καὶ μαζόθεν. Ἀλληγόρηται δὲ καὶ ἄλλως οὐ πρὸ πολλῶν ὁ τοιοῦτος κεστός, ἔνθα καὶ τὰ περὶ Διὸς καὶ Ἥρας εἰς φιλόσοφον θεωρίαν ἀνήγοντο. Κἀκεῖνα δὲ ῥητέον, ὅτι τε οὐ θαυμαστέον εἰ τοιοῦτον ἔχουσα κεστὸν ἡ μυθικὴ Ἀφροδίτη περιεγένετο Ἥρας καὶ Ἀθηνᾶς ἐν τῇ τοῦ Πάριδος κρίσει. ἐπηγάγετο γὰρ ἂν πάντως τὸν κριτὴν ὡς μὴ ὀρθῶς δικάσαι, ἀλλὰ δεκάσαι τὰς ψήφους διʼ ἔρωτα. καὶ ὅτι ὁ ῥηθεὶς κεστὸς φορούμενος οὐ μόνον τὸ φοροῦν πρόσωπον ἐποίει ἐράσμιον, ὡς ἐνταῦθα τῷ Διῒ τὴν Ἥραν, ἀλλὰ καὶ ἑτέροις ἀπὸ τοῦ φοροῦντος ἐνεποίει ἔρωτας. οὕτω γὰρ καὶ ἡ Ἥρα Ὠκεανὸν καὶ Τηθὺν εἰς φιλίαν συναγαγεῖν διὰ τοῦ κεστοῦ θαρρεῖ, ὁ δʼ αὐτὸς καὶ τῷ Ἀλεξάνδρῳ καὶ τῇ Ἑλένῃ ἐνέθετο ἂν ἀλλήλων φιλότητα. Τὸ δὲ «τῆ», ὅ ἐστι λάβε, «νῦν τοῦτον τὸν ἱμάντα», συμφωνεῖ τῷ τῆς Ἥρας λόγῳ. κἀκείνη γὰρ ἀπὸ μέρους λαλοῦσα «νῦν δός μοι», ἔφη, «φιλότητα καὶ ἵμερον», ὡς μὴ τῆς δόσεως διηνεκοῦς ἐσομένης κατὰ λόγον δωρεᾶς, ἀλλὰ πρός τινα βραχὺν καιρόν. Προστακτικὸν δὲ εἶναι συζυγίας δευτέρας τῶν περισπωμένων σαφῶς ἀποφαίνονται οἱ παλαιοὶ τουτὶ τὸ «τῆ», φάμενοι ὡς ἔστι ῥῆμα τάω τῶ, ὡς ζάω ζῶ, καὶ καθὰ ἔζαον ἔζων, οὗ τρίτον ἔζη καὶ προστακτικὸν ζῆ, οὕτω καὶ ἔταον ἔτων, οὗ ἔτη τὸ τρίτον καὶ τῆ τὸ προστακτικόν. οἱ δʼ αὐτοὶ προφέρουσι καὶ χρήσεις πολλὰς τοῦ ζῆ, ὅ ἐστι ζῆθι, καὶ μάλιστα ἐκ τῶν Εὐριπίδου. Τὸ δὲ τοιοῦτον τάω τῶ καὶ τὸν αἴτην παράγει κατά τινας, ὡς ἀπὸ τοῦ α ἐπιτατικοῦ καὶ τοῦ τῶ, τὸ λαμβάνω. Κόλπον δέ φησι τὸ ἐν τῷ στήθει πτύγμα τοῦ πέπλου, ἐν ᾧ ἔδει θεῖναι κεστόν. Ἐν τούτοις δὲ ὅρα καὶ τὸ «ἔκ τʼ ὀνόμαζεν», ὡς ἀναντιρρήτως οὐ δηλοῖ οὐδʼ ἐνταῦθα τὸ ἐξ ὀνόματος ἐκάλει, οὐδʼ ὅλως γὰρ ἢ Ἥραν ἤ τι τῶν αὐτῆς ἐπιθέτων ἡ Ἀφροδίτη λαλεῖ, ἀλλʼ ἔστι ταὐτὸν τῷ «εἶπε», διὸ καὶ παράκειται τὸ ἔφατο. Φησὶ γὰρ «ἔφατʼ ἔκ τʼ ὀνόμαζεν», ἅπερ, ὡς καὶ προδεδήλωται, ἐκ παραλλήλου δηλοῦσι τὸ διεξοδικῶς ἐλάλησεν. Εἰ δὲ μετʼ ὀλίγα ἐν τῷ ἡ Ἥρα «ἔπος ἔφατʼ ἔκ τʼ ὀνόμαζεν, Ὕπνε ἄναξ» δοκεῖ τὸ ἐξονομάζειν εἶναι ἀντὶ τοῦ ἐξ ὀνόματος ἐκάλεσεν, εἰποῦσα ὀνομαστὶ τὸ «ὦ Ὕπνε», ἀλλὰ καὶ ἐκεῖ οὐκ ἀπεοίκασι τὸ ἔφατο καὶ τὸ ἐξονόμαζεν. οὐ γὰρ ἁπλῶς ὠνόμηνε κλητικῶς ἡ Ἥρα τὸν Ὕπνον, ἀλλὰ τὸ μὲν Ὕπνε διὰ τὴν τῆς προσλαλιᾶς φύσιν προέθετο, τὸ δὲ πᾶν αὐτῆς φάσθαι καὶ ἐξονομάσαι ἐστίν, ἤγουν εἰς πλάτος ὁμιλῆσαι ἃ θέλει. Ὅρα δὲ καὶ τὴν συντομίαν τοῦ «ᾧ ἔνι πάντα τετεύχαται», ὅπερ ἐστὶν ἐπιτομὴ τοῦ «ἔνθʼ ἔνι μὲν φιλότης» καὶ τοῦ ἑξῆς τῶν δύο στίχων. καὶ ἔστιν ὅμοιον τῷ «τὰ δʼ ἀθρόα πάντα τετύχθω» ἐν Ὀδυσσείᾳ. Δῆλον δʼ ὅτι τοῦ «πάντα τετεύχαται» ἐντελέστερον ἦν ἀνωτέρω τὸ «θελκτήρια πάντα τέτυκτο», καὶ ὅτι ταὐτὸν θέμα τῷ τέτυκτο καὶ τῷ τετεύχατο. τὸ τεύχω γάρ. Τὸ δὲ «οὐδέ σέ φημι ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σαῖς μενοινᾶς» ῥηθήσεταί ποτε πρὸς τὸν τευξόμενον οὗπερ αἱρεῖται, ὥσπερ πρὸς τὸν τοιαῦτα ζητοῦντα, ἐφʼ οἷς οὐκ ἔστι μὴ εἰσακουσθῆναι, καλὸν ῥηθῆναι τὸ «οὐκ ἔστιν οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι», ὅπερ δύο κεφαλαίων ἐστὶν ἐνδεικτικόν, τοῦ μὲν δυνατοῦ ἐν τῷ «οὐκ ἔστι», τοῦ δὲ πρέποντος ἐν τῷ «οὐδὲ ἔοικε», διὰ τὸ τοῦ προσώπου δηλαδὴ ἔνδοξον. Ἐνταῦθα δὲ καὶ συλλογισμὸς κεῖται διὰ τοῦ ἐπαγαγεῖν «Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις». μονονουχὶ γάρ φησιν, ὅτι σὺ γυνὴ τοῦ ἀρίστου, ταῖς δὲ τῶν ἀρίστων ὑπακουστέον, σοὶ ἄρα ὑπακουστέον. Ὅτι δὲ ἡ Ἥρα χαίρει ἀκούσασα, ὡς οὐκ ἄπρακτος παλιννοστήσει ὡς οἷα κληδόνι τῷ λόγῳ πιστεύσασα, καθά που καὶ Ὀδυσσεὺς ἐν Ὀδυσσείᾳ καὶ Τηλέμαχος χαίρουσι φήμης τινὸς ἀκούσαντες καὶ κληδονισάμενοι, προσεχῶς που καὶ αὐτὸ εἴρηται. Ὅτι ἐν τῷ «Ἥρη δʼ ἀΐξασα λίπε ῥίον Οὐλύμποιο, Πιερίην δʼ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν σεύατο», ἤγουν ὥρμησεν, «ἐφʼ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα, ἀκροτάτας κορυφάς, οὐδὲ χθόνα μάρπτε ποδοῖϊν. ἐξ Ἄθοω δʼ ἐπὶ πόντον ἐβήσατο κυμαίνοντα, Λῆμνον δʼ εἰσαφίκανε πόλιν θείοιο Θόαντος». Ἐν τούτοις γοῦν καθεξῆς ὀνομάζει τὰς χώρας καὶ εὐτάκτως τῇ περιηγήσει χωρεῖ, καὶ οὐχʼ, ὡς ἐν τῷ Καταλόγῳ, συγχέει τὰς τάξεις τῶν τόπων. καὶ ἐν Ὀδυσσείᾳ δέ, ὅπου Φηρὰς εἶπε καὶ Ἤλιδα καὶ Ἐπειοὺς καὶ νήσους θοάς, τοὺς τόπους ὡς ἔχουσι τάξεως ἐκτίθεται. Πιερίαν δὲ οἱ μὲν ἀκρώρειάν τινα εἶπον Ὀλύμπου, οἱ δὲ χώραν ἀπὸ νύμφης ὁμωνύμου, ἢ ἀπὸ Πίερος υἱοῦ Ἐλευθῆρος, οἱ δὲ πόλιν. Τὸ δὲ «Πιερίην ἐπιβᾶσα» ἢ ἀναστροφὴν ἔχει, ἵνα ᾖ «ἐπὶ Πιερίαν βᾶσα», ἢ ἀρχαϊκῶς αἰτιατικῇ συντέτακται. Ἠμαθία δὲ ἡ Μακεδονία ἀπὸ Ἀμάθου τινός. Φασὶ δὲ οἱ παλαιοὶ καί, ὅτι Μακεδὼν ὁ τοῦ Διός, ἀφʼ οὗ Μακεδονία ἡ χώρα, παῖδας ἴσχει δύο, Ἄμαθον καὶ Πίερα, ἀφʼ ὧν Ἠμαθία καὶ Πιερία πόλεις ἐν Μακεδονίᾳ. Ἱπποπόλους δὲ καὶ ἐνταῦθα τοὺς Θρᾷκας ὡς ἱππικοὺς καὶ μαχίμους φησίν, καὶ ἡ τραγῳδία δὲ φιλίππους λέγει αὐτούς, μαρτυροῦσα καὶ τῷ «νιφόεντα ὄρη», ὁποῖα καὶ τὰ κατὰ τὸν Αἷμον, ἐν τῷ χιονώδη τὴν Θρᾴκην εἰπεῖν. Τὸ δὲ «ἀκροτάτας κορυφάς» διὰ σαφήνειάν τε κεῖται, ἵνα δῆλον εἴη, ποῦ μυθικῶς περιεπάτει τῶν ὀρέων, καὶ πρὸς πιθανότητα δὲ τάχους. οὕτω γὰρ ἂν διὰ τὸ τοῦ καιροῦ κατεπεῖγον ἡ Ἥρα ταχὺ κινοῖτο, μὴ περὶ φάραγγας ὀρέων καὶ λαγόνας τρίβουσα χρόνον, μήτʼ ἄλλως περιοδεύουσα. διὸ καὶ ἐπάγει, ὡς οὐ χθόνα ἔμαρπτε ποσίν, ἤγουν οὐχʼ ἥπτετο γῆς, ἀλλʼ ἀπὸ κορυφῆς εἶχεν αὐτὴν ἑτέρα κορυφή. πρέπει δὲ τὸ τοιοῦτον ὕψος τῇ Ἥρᾳ διά τε τὸ χρῆναι οὕτω σεμνότερον αὐτὴν κινεῖσθαι, θεὰν οὖσαν κατὰ τὸν μῦθον, καὶ ὅτι ἀὴρ οὖσα κατὰ ἀλληγορίαν ὑπεραίρεσθαι τῶν ὀρέων καὶ οὐ κάτω διατρίβειν ἐθέλει κατὰ τὸν παρʼ ἡμῖν λιμνάζοντα. Μάρπτειν δὲ εἰ καὶ νῦν ἐπὶ ἁφῆς τῆς διὰ ποδῶν, ἀλλʼ ὡς ἐπὶ πολὺ ἐπὶ χειρῶν, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, ὅθεν καὶ εὐμάρεια κατὰ τοὺς παλαιοὺς ἡ εὐχέρεια, ἡ ῥᾳστώνη. Ἴωνες δὲ τὸ περί τινα τῶν ἀναγκαίων τῷ σώματι ἐκκρίσεων ἀσχοληθῆναι, οἷον οὐρῆσαι, φασίν, ἢ ἀποπατῆσαι, εὐχέρειαν ἐκάλουν. Ἄθως δὲ τὸ ὄρος ἀπὸ Ἄθω Γίγαντος, ᾧ Ποσειδῶν, φασί, τὸ ὄρος ἐπέθετο. τοῦτο δὲ Ξέρξης διώρυξέ ποτε καταπλήττων τοὺς Ἕλληνας. τριακοσίους δέ, φασί, σταδίους Λήμνου ἀπέχων ὁ Ἄθως ὅμως σκιάζει αὐτήν. ὅθεν καὶ παροιμία «Ἄθως σκιάζει νῶτα Λημνίας βοός». Δόξειε δʼ ἂν τεθῆναι ἡ παροιμία ἐπὶ τῶν ἐχόντων καὶ πόρρωθεν ἐφικνεῖσθαι ἢ καθικνεῖσθαι τῶν ταπεινοτέρων διʼ ὑπεροχήν τινα, ἐπεὶ καὶ ὁ Ἄθως ὑψηλότατος ὢν εἶχεν ἐν καιρῷ περὶ δείλην σκιὰν ἀποτελεῖν ἱκνουμένην ἕως καὶ εἰς ἄγαλμα Λημνίας βοός. Διοκλῆ δέ φασι, τὸν Ῥηγῖνον ἀρχιτέκτονα, ἐπαγγείλασθαι Ἀλεξάνδρῳ διαγλύψαι τὸν Ἄθω τοῦτον καὶ κατασκευάσαι ἀνδριάντα αὐτοῦ, θατέρᾳ μὲν χειρὶ μυρίανδρον πόλιν κατέχοντα, θατέρᾳ δὲ ποταμὸν προϊέμενον, ὡς δοκεῖν τοῖς παραπλέουσιν ὅτι σπένδει. Τὸ δὲ «Ἄθοω» προπαροξύνουσιν οἱ παλαιοί, τὸν φυσικὸν τόνον φυλάσσοντες. γέγονε γὰρ ἐκ τοῦ Ἄθω, πλεονάσαντος ἐν τῇ παραληγούσῃ τοῦ ο μικροῦ, ὡς καὶ ἐν τῷ φῶς φόως, καὶ Κῶς ἡ νῆσος, Κόως, οἷον «Κόων εὖ ναιομένην». Καὶ ἔστι πως Ἀττικὴ καὶ ἡ τοῦ Ἄθοω προπαροξυτόνησις. Ἀθηναῖοι γὰρ ἐν πολλοῖς ὀκνοῦσι μετατιθέναι ὑποβιβαστικῶς τὰς τῶν εὐθειῶν ὀξείας. ἐν γοῦν τῷ πόλεως ὄφεως σινήπεως οὐκ ἐταπείνωσεν ἡ μακροκαταληξία τῆς γενικῆς τὴν προπαροξυτόνησιν. Ἐν δὲ τῷ «Λῆμνον πόλιν Θόαντος» ὅλον μὲν ἡ Λῆμνος, μέρος δὲ ἡ Μύριννα πόλις Θόαντος, προσληφθέντος κἀνταῦθα τοῦ μέρους τῷ ὅλῳ, καθὰ εἴωθε γράφειν ὁ ποιητής, τῶν μερικῶν μὲν πρὸς ἱστορίαν δεόμενος, τὰ ὅλα δὲ προστιθεὶς διὰ σαφεστέραν γνωριμότητα. οὕτω καὶ μετʼ ὀλίγα ἐν τῷ «Ἴδην ἵκοντο Λεκτόν», ὅλον μὲν ἡ Ἴδη, μέρος δὲ τὸ Λεκτόν, ὡς καὶ τὸ Γάργαρον. Ὅτι δὲ δύο πόλεις Λήμνου Ἡφαιστιὰς καὶ Μύριννα, δῆλόν ἐστιν. Ὅτι ἐν Λήμνῳ ἡ Ἥρα τὸν Ὕπνον εὗρεν, ὡς μέν τινές φασι τυχαίως. διὸ καὶ ἀνύσας τὸ τῆς Ἥρας ἀξιώμα οὐκ ἐπάνεισιν εἰς Λῆμνον, ὅπερ ἐχρῆν, εἴπερ ἦν ἐκεῖσε οἰκῶν, ἀλλʼ ᾤχετο ἐπὶ κλυτὰ φῦλα ἀνθρώπων, ὅπου δηλαδὴ καὶ πρὶν ἀπιόντι συνήντησεν ἡ Ἥρα. Οἱ δέ τινες γλαφυρώτερον ἐπιβάλλοντές φασιν ἀστείως τοῦτο πλάττειν τὸν ποιητὴν διὰ τὸ φιλοίνους εἶναι δοκεῖν τοὺς Λημνίους, ὡς ἀπογόνους Θόαντος, υἱοῦ Διονύσου. διὸ καὶ Εὔνηος εἰς Τροίαν οἶνον ἐκ Λήμνου πέμπει, καὶ τὰ Λήμνια δὲ κακὰ τοῖς ἐκεῖ παροιμιάζεται, οἳ κοιμώμενοι ἀνῃρέθησαν ὑπὸ γυναικῶν, οἴνου, ὡς εἰκός, προεμφορηθέντες. καὶ οἱ Ἀχαιοὶ δὲ ἐν Λήμνῳ πίνοντες κρατῆρας ἐπιστεφέας κατεκαυχῶντο Τρώων. συμπατριῶται γοῦν οἷον οἶνος καὶ ὕπνος. Ἄλλοι δέ φασι διὰ Φιλοκτήτην ἐκεῖ διατρίβειν τὸν Ὕπνον, ὡς ἂν παύῃ τὰς ὀδύνας κατακλίνων τὸν ἥρωα. Καλεῖ δʼ αὐτὸν Ὅμηρος καὶ κασίγνητον Θανάτου, εἰπὼν «ἐνθʼ Ὕπνῳ ξύμβλητο», ἤγουν συνήντησεν ἡ Ἥρα δηλαδή, «κασιγνήτῳ Θανάτοιο», ἐπεὶ ἀμφότεροι ἀναπαύουσι καὶ ἀπρακτεῖν ποιοῦσιν, εἰ καὶ ὁ μὲν χωρίζει ψυχήν, ὁ δὲ συστέλλει, καὶ ὁ μὲν παντελής ἐστι στέρησις αἰσθήσεως καὶ τανηλεγὴς κατὰ τὸν ποιητήν, ὁ δὲ ἀφαίρεσις αὐτῆς καιρική. οὐδὲ γὰρ αἰσθάνεται κατʼ ἐνέργειαν ὁ κοιμώμενος. Φησὶ δὲ καὶ ὁ κωμικὸς Μνησίμαχος «Ὕπνος τὰ μικρὰ τοῦ θανάτου μυστήρια», ἐξ Ἀττικοῦ ἔθους λαβὼν ἐκεῖνος τὸν νοῦν, παρʼ οἷς οὐ μεγάλα μόνον ἀλλὰ καὶ μικρὰ ἦσαν μυστήρια, εὑρημένα ἐπὶ τῷ Ἡρακλεῖ. Ὅτι ἐν τῷ «Ὕπνε, ἄναξ πάντων τε θεῶν πάντων τʼ ἀνθρώπων»—Ἥρα δὲ τὸν Ὕπνον οὕτω προσφωνεῖ—τρόπον τινὰ οὕτω πως Ὅμηρος, ὃ ἔφη, συνάγει· ὁ ὕπνος ἐν νυκτί· ἡ νύξ, ὡς μετʼ ὀλίγα ἐρεῖ, πάντων δμήτειρα· τὸ δὲ δαμάζειν ταὐτόν πώς ἐστι τῷ ἀνάσσειν· ὁ τοίνυν Ὕπνος ἄναξ πάντων. διὸ καὶ Σοφοκλῆς ἐν Αἴαντι παγκρατῆ ὡς οἷα παμβασιλέα τὸν ὕπνον καλεῖ. Ἰστέον δὲ ὡς ἐνταῦθα νῦν προσωπικῶς ῥηθὲν τὸ «Ὕπνε» καὶ ἑξῆς, οὐκ ἔχει γλυκύτητα, ὅτι μὴ κατὰ μόνον τὸ μυθικόν, παρὰ δὲ Σοφοκλεῖ πάνυ γλυκὺ τὸ «Ὕπνʼ ὀδύνας ἀδαής, Ὕπνε δʼ ἀλγέων». ὡς λογικὸν γὰρ τὸν ὕπνον παρακαλεῖ τις ἐκεῖ ἐπὶ τὸν Φιλοκτήτην. Ὅτι πρὸς τὸν ἦν ὅτε εὐεργετήσαντα καὶ νῦν δὲ εἰς ὅμοια δυσωπούμενον οἰκεῖον εἰπεῖν τὸ «ἦ μὲν δή ποτε ἐμεῦ ἔπος ἔκλυες ἦδʼ ἔτι καὶ νῦν πείθεο· ἐγὼ δέ κέ τοι εἰδέω χάριν ἤματα πάντα». Ἔνθα ὅρα τὸ «εἰδέω» ῥῆμα, ἶσον μὲν ὂν τῷ εἰδῶ, ὡς δοκεῖν ἔχειν πλεονασμὸν τοῦ ε κατὰ τὸ ἐρῶ ἐρέω, μάλιστα δὲ θέμα ὂν ὡς τὸ ποιέω, οὗ κρᾶμα τὸ εἰδῶ, ἀφʼ οὗ τὸ «ὄφρʼ εὖ εἰδῇς», καὶ «ὄφρʼ εὖ εἰδῇ». τοῦ τοιούτου δὲ εἰδῶ μέλλων εἰδήσω, παρακείμενος εἴδηκα, ὅθεν εἰδηκώς μετοχή, καὶ ἐν συγκοπῇ εἰδώς. ἐκ δὲ τοῦ ἐκεῖθεν παθητικοῦ παρακειμένου εἰδήμων καὶ εἴδησις. Τὸ δὲ «ἦ μέν» γράφεται καὶ «εἰ μὲν δή ποτε», ὃ καὶ κρεῖττον. Καὶ ὅρα, ὡς πάντοτε δεῖ χαρίτων μεμνῆσθαι καὶ μηδέποτε αὐτῶν ἐκλανθάνεσθαι. ὡς ὅ γε λανθανόμενος ἀκούσοι ἄν, ὡς οὐκ εὐγενής ἐστιν, εἴγε ἀπορρεῖ αὐτοῦ μνῆστις εὖ πεπονθότος. διὸ καὶ ὁπλοτέρας προϊὼν ἐρεῖ τὰς Χάριτας, ὡς ὀφειλούσας νεάζειν ἀεί. Ἐν τούτοις δὲ ἐπιδεξίως ἡ Ἥρα ὑπομιμνήσκει μὲν τὸν Ὕπνον, ὡς ἤδη ποτὲ ἔκλυεν αὐτῆς, καὶ προκαλεῖται πάλιν εἰς ὑπακοήν, σιωπᾷ δὲ τὰ συμβάντα τότε τῷ Ὕπνῳ, ἵνα μὴ αὐτὸς πτοηθεὶς ἀπόσχηται τοῦ ἔργου. τί μέντοι ὁ Ὕπνος ἐρεῖ καὶ τί ποτε ἔπαθε, μετʼ ὀλίγα εἰρήσεται. Ὅτι ἡ τῆς Ἥρας πρὸς τὸν Ὕπνον ἀξίωσις αὕτη «κοίμησόν μοι Ζηνὸς ὑπʼ ὀφρύσιν ὄσσε φαεινώ, αὐτίκʼ ἐπεί κεν ἐγὼ παραλέξωμαι φιλότητι». ὃ δὴ σαφέστερον εἴρηται τοῦ «παραδραθέειν φιλότητι ᾗ χροιῇ», ὃ πρὸ ὀλίγων εἴρηται. Ἰστέον δὲ ὅτι τὸ «κοίμησον» διὰ τοῦ η γραφὲν Αἰολικῶς ἔτρεψε τὸ ι εἰς η κατὰ τοὺς παλαιούς, οἳ καὶ τὸ ψιμύθιον ψημύθιον παρὰ τοῖς Αἰολεῦσι διὰ τοῦ η φασι γράφεσθαι. Σοφοκλῆς μέντοι κοινὴν δίδωσι νοεῖν τὴν γραφήν, ἐν οἷς λέγει «κοιμῶ τόδʼ ἕλκος», καὶ Αἰσχύλος «βλέφαρα μὴ κοιμῶν ὕπνῳ». Ὅτι ἀστείως ἡ μὲν Ἥρα τῷ Ὕπνῳ δώσειν λέγει θρόνον. καταθετικὸς γὰρ ὁ ὕπνος καὶ ἀνακλιτικὸς καὶ εἰς ἀνάπαυσιν δέδοται. Φησὶ γὰρ «δῶρα δέ τοι δώσω καλὸν θρόνον, ἄφθιτον αἰεί, χρύσεον· Ἥφαιστος δέ κʼ ἐμὸς πάϊς τεύξει ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει. τῷ κεν», ἤγουν ᾧ ἄν, «ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων». καὶ οὕτω μὲν ἡ Ἥρα. Ὁ δὲ Ὕπνος ἐπεὶ οὐκ ἔστι μόνιμος οὐδὲ τανηλεγὴς ὡς ὁ θάνατος, ἀλλὰ κατὰ τὴν τραγῳδίαν «λύει πεδήσας οὐδʼ ἀεὶ λαβὼν ἔχει», τὸν μὲν θρόνον ὡς μὴ πάνυ πρέποντα οὐ φιλεῖ, αἱρήσεται δὲ δῶρον ἕτερον, τὴν Πασιθέην δηλαδή, πρὸς γάμον, Χαρίτων μίαν. Ἐρεῖ γὰρ μετʼ ὀλίγα ἡ Ἥρα, δυσήκοον τὸν μυθικὸν Ὕπνον βλέπουσα «ἀλλʼ ἴθι, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν». Καὶ αὐτὴ μὲν οὕτως ἔφη, «χήρατο δʼ Ὕπνος» καὶ ἀπαιτήσας ὅρκον καὶ λαβὼν ὑπήκουσεν. Ἀλλὰ τοῦτο μὲν ἐν τοῖς ἑξῆς, πρὸ δέ γε τῶν κατὰ τὴν Πασιθέην δυσπειθήσας πρὸς πιθανότητα πλάσματος ὁ Ὕπνος λέγει «Ἥρη, πρέσβα θεά, ἄλλον μέν κεν ἔγωγε θεῶν ῥεῖα κατευνήσαιμι καὶ ἂν ποταμοῖο ῥέεθρα Ὠκεανοῦ, ὅσπερ γένεσις πάντεσσι τέτυκται, Ζηνὸς δʼ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην οὐδὲ κατευνήσαιμʼ, ὅτε μὴ αὐτός γε κελεύει. ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμή», τουτέστιν ἡ σὴ ἐσωφρόνισε συμβουλή, «ἤματι τῷ, ὅτʼ ἐκεῖνος ὑπέρθυμος Διὸς υἱὸς ἔπλεεν Ἰλιόθεν, Τρώων πόλιν ἐξαλαπάξας. ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο νήδυμος ἀμφιχυθείς, σὺ δέ οἱ κακὰ ἐβουλεύσω ὄρσασʼ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας, καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας, νόσφι φίλων πάντων», τῶν συμπλεόντων δηλαδή. «ὃ δʼ ἐπεγρόμενος», ἢ ἀνεγρόμενος, «χαλέπαινε, ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δʼ ἔξοχα πάντων ζήτει· καί κέ μʼ ἄϊστον ἀπʼ αἰθέρος ἔμβαλε πόντῳ, εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν. τὴν ἱκόμην φεύγων, ὃ δʼ ἐπαύσατο χωόμενός περ. ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἔρδει. νῦν αὖ τοῦτό μʼ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι». Καὶ ὅρα ἐν τούτοις, ὅτι ῥητορικῶς Ἥρα μὲν χάριτος ἀναμιμνήσκει παλαιᾶς τὸν Ὕπνον, εἰς δευτέραν αὐτὸν προπαρασκευάζουσα, εἰ καὶ μὴ παραγυμνοῖ αὐτὴ τὴν ἐκ τοῦ Ὕπνου χάριν διὰ τὰ ἐξ αὐτῆς τότε γεγονότα τῷ Ὕπνῳ κακά. ὧν ὅμως ὁ Ὕπνος μνείαν ποιεῖται ὡς οἷα μὴ λαθόμενος. αὐτὸς δὲ αὖ πάλιν ἀπαρνούμενος νῦν κατευνάσαι τὸν Δία τήν τε δωρεὰν ἐπιτείνει καὶ τὴν Ἥραν εἰς μνήμην ἄγει, ὧν ποτε αὐτὴν εὐηργέτησε, καὶ οὕτω δῶρα παρέλκεται. ἀναμιμνήσκει δὲ καὶ ὧν ἔπαθεν, ἵνα παρωθούμενος μὲν τὴν ἀξίωσιν συγγνωσθείη, ποιῶν δὲ δόξῃ μείζω χαρίζεσθαι. Ἔτι δὲ ὅρα καὶ οἷον δύνανται τὰ δῶρα. ὁ γὰρ οὕτω γενναίως ἐνστὰς μυθικὸς Ὕπνος ὅμως δευτέρᾳ προσβολῇ ὑποσχέσεως δώρου φιλουμένου τὸν νοῦν κλαπεὶς ὑποπεσεῖται, καὶ μάλιστα ὅτι καὶ ἡ Ἥρα πιθανῷ ἐπιχειρήματι χρήσεται συγκριτικῷ, τῷ ἀπὸ διαφορᾶς προσώπων, καθʼ ὧν τὴν τοῦ Ὕπνου χάριν αἰτεῖ, εἰποῦσα «Ὕπνε, τιὴ δὲ σὺ ταῦτα μετὰ φρεσὶ μενοινᾷς; ἢ φῂς ὣς Τρώεσσιν ἀρηγέμεν εὐρύοπα Ζῆνʼ, ὡς Ἡρακλῆος περιχώσατο παιδὸς ἑοῖο», μονονουχί φαμένη, ὡς οὐχʼ οὕτω Ζεὺς ἄρτι Τρώων κήδεται, ὡς τότε Ἡρακλέος, τῶν μὲν γὰρ θέσει, τοῦ δὲ φύσει ὡς παιδός, καὶ τοῖς μὲν ἁπλῶς ἀρήγει, ὑπὲρ δὲ ἐκείνου περιττῶς ἐχώσατο. καὶ οὕτως εἰποῦσα καὶ ἅμα ἐπαγαγοῦσα τήν, ὡς ἐρρέθη, τῆς Πασιθέας ὑπόσχεσιν πείθει τὸν Ὕπνον, ὥστε οὐκ ἀμήχανόν τι ἄνωγεν ἡ Ἥρα τῷ Ὕπνῳ τελέσαι κατὰ τὸν ἐκείνου λόγον, εἴπερ μηχανὴ ἐπενοήθη, διʼ ἧς τὸ ἀξιωθὲν τελεσθήσεται. Σημείωσαι δὲ καὶ ἐν τούτοις, ὅτι θεραπεία τοῦ ἐν τοῖς μύθοις ψεύδους οὐ μόνον πιθανότης πλάσματος εἰκονίζουσά τι ἀληθές, ἀλλὰ καὶ ὁμοιοτήτων παράθεσις, ἣν ἀλλαχοῦ μεθοδεύει ὁ ποιητὴς καὶ ἐν οἷς δὲ κεῖται τὸ «πολλοὶ γὰρ δὴ ἔτλημεν ἐξ ἀνδρῶν χαλεπὰ ἄλγεα· ἔτλη μὲν Ἄρης, ἔτλη δὲ ἡ Ἥρη, ἔτλη δὲ Ἅιδης», καὶ ὅπου δὲ ἡ Καλυψὼ ζηλήμονας ὡς καὶ ἐφʼ ἑαυτῇ, οὕτω καὶ ἐφʼ ἑτέροις λέγει τοὺς θεούς. Οὕτως οὖν κἀνταῦθα τὸν Ὕπνον πλάττων ἐπιβουλεύειν μέλλοντα τῷ Διῒ θεραπεύει τὸ τοῦ λόγου ἀπίθανον, ἀναφέρων τοῦτον εἰς ὁμοιότητα μύθου παλαιοῦ, ὡς ἂν μὴ εἴη τὸ ἐνταῦθα πλάσμα μονῆρες. ἦν δὲ ὁ παλαιὸς μῦθος, ὅτι καὶ ἄλλοτε τὸν Δία ἐκοίμησεν ἐπὶ τῷ Ἡρακλεῖ. Ἔτι σημείωσαι καὶ ὅτι κατὰ τοὺς παλαιοὺς ὁ κεστὸς πρὸς ἐρωτικὰ καὶ μόνα ἦν δυνατώτατος, ὡς καὶ προδεδήλωται. Ἥρα γὰρ χρῆμα μὲν ὑποσχομένη, ὃ ἦν θρόνος, ὡς προερρέθη, οὐκ ἔπεισε τὸν Ὕπνον, ἐπὶ δὲ γάμῳ Χάριτος ὑπηγάγετο, καὶ μιᾷ τῇ τοῦ κεστοῦ μηχανῇ περιεγένετο καὶ αὐτοῦ καὶ τοῦ Διός, φιλότητι καὶ ἱμέρῳ καὶ παραιφάσει ὁμιλητικῇ. Ὅρα δὲ καί, ὡς δεξιῶς ἐνταῦθα πολυμαθείας καὶ ποικιλίας χάριν τὰ κατὰ τὸν Ἡρακλέα παρενέβαλεν, ὧν τὴν μὲν ὑπʼ αὐτοῦ ἅλωσιν τῆς Τροίας καὶ φθάσας ἱστόρησε, τὰ δὲ λοιπὰ νῦν πρώτως ἔφη, καὶ ὅτι κινδύνῳ ἔοικε περιπεσεῖν Ἡρακλῆς δεινοτάτῳ μεθὸ τὴν Τροίαν εἷλε, καὶ ἀνέμοις ἐξωσθῆναι περὶ τὴν Κῶ. Ὁ δὲ μῦθος τοὺς ἀνέμους ποιῆσαι τοῦτό φησι ὡς οἷα λογικούς τινας, ἀναπεισθέντας ὑπὸ τῆς Ἥρας. εἰ δʼ ἄλλως ὁ ἄνεμος ἀέρος ῥύσις εἶναι δοκεῖ, λέγοι ἂν κατὰ τοιοῦτον νοῦν ὁ ποιητὴς τὴν Ἥραν ὄρσαι ἀργαλέων ἀνέμων ἀήτας, ὃ θηλυκῶς Ἡσίοδος προφέρει ἐν τῷ «Νότοιο δεινὰς ἀήτας», ἵνα ᾖ εὐθεῖα ἡ ἀήτη, ὅ ἐστι πνοή. Ἰστέον δὲ καὶ ὅτι ἐν οἷς ὁ Ὕπνος πάντας μὲν κατευνάσαι νεανιεύεται καὶ αὐτοῦ Ὠκεανοῦ ῥέεθρα, Διὸς δὲ ἐγγὺς οὐκ ἂν ἐλθεῖν λέγει οὐδὲ κατευνῆσαι, φιλοσοφία τις ἔγκειται. ἠρεμία γάρ τις ὁ Ὕπνος. ἠρεμεῖ δέ ποτε πρὸς τοῖς ἄλλοις καὶ Ὠκεανὸς τὸ ὕδωρ, καὶ οὐκ ἀεὶ ἀνέμοις δουλεύων κινεῖται, εἴγε κοιμίζεται καὶ στένων πόντος κατὰ τὸν Σοφοκλῆν γαλήνης κατευναζούσης αὐτόν. ἔχει δέ ποτε ὁμοίως ἠρεμίαν καὶ ὁ λιμνάζων ἀήρ, ἀνέμοις ὢν ἀτίνακτος. διὸ καὶ φίλος ὁ ὕπνος τῇ Ἥρᾳ, τῷ τοιούτῳ δηλαδὴ ἀέρι ὡς ἠρεμιζομένῳ ἐν καιρῷ διὰ τὸ ἐν αὐτῷ νήνεμόν τε καὶ εὔδιον. ὁ μέντοι Ζεὺς αἰθὴρ ἀεὶ ἐγρήγορε τῇ κυκλοφορίᾳ, ὃς καὶ παρὰ τὸ ἀεὶ θέειν αἰθὴρ καλεῖται. οὐκ ἂν οὖν ὑπνωτική τις ἠρεμία τοῦτον τῆς ἀεικινησίας στήσειε. διὸ καὶ αὐτὸς ὁ Ὕπνος οὐχʼ ἁπλῶς ἔφη ζητεῖσθαί ποτε πρὸς βλάβην ὑπὸ Διός, ἀλλʼ ἵνα ἐξ αἰθέρος ἄϊστος γένηται, ὡς μὴ ἐξὸν ὂν τοῖς οὐρανίοις ἐπιχωριάζειν αὐτόν. καὶ οὕτω μέν, ἐὰν ὁ Ζεὺς εἰς αἰθέρα νοεῖται. Εἰ δὲ καὶ ὁ τοῦ κόσμου νοῦς κατὰ Ἕλληνας λέγεται Ζεύς, οὐκ ἂν οὐδʼ αὐτοῦ μάλιστα Ὕπνος περιγένοιτο καὶ ἠρεμία τοῦ ἀεὶ κινεῖσθαι, εἰ καὶ ἄλλον τρόπον ὁ εἴτε νοῦς εἴτε αἰθὴρ Ζεὺς ἠρεμίαν τινὰ ἔχειν φιλοσοφεῖται, κατʼ αὐτὸ δὴ τοῦτο, τὸ ἀεὶ ἐν ὁμοιότητι εἶναι καὶ ταὐτότητι καὶ ἐν τοῖς αὐτοῖς ἐνεργήμασι κατὰ διηνεκῆ καὶ βεβαίαν καὶ ἔμπεδον καὶ σταθηρὰν μονιμότητα. διὸ καὶ ὁ μῦθος τὸν Ὕπνον ζητεῖσθαι μέν φησιν ἐφʼ ᾧ ἀπʼ αἰθέρος ἀϊστωθῆναι, μὴ παθεῖν δὲ τοῦτο. Καὶ ὁ Ὕπνος δὲ εἶπεν, ὡς οὐκ ἂν αὐτὸν κατευνάσαιμι, ὅτε μὴ αὐτός γε κελεύει, ὡς ὑπνοῦντος δηλαδὴ καὶ τοῦ Διὸς καὶ κατά τινα ῥᾳστώνην πρέπουσαν αὐτῷ ἠρεμοῦντος. Ἔτι κἀκεῖνα ἰστέον, ὅτι Χάριτος ἐρᾶν ὁ Ὕπνος λέγεται, διότι ἐπίχαρι καὶ τὸ τοῦ Ὕπνου πάθος, καὶ ὡς ἂν Εὐριπίδης εἴπῃ φίλον θέλγητρον καὶ ἡδὺ ἐν δέοντι προσιών. Ἕτεροι δὲ τὸ Χάριτος τὸν Ὕπνον ἐρᾶν αἴνιγμά φασιν εἶναι, ὡς οὐδὲ κοιμωμένῳ ἐπιληστέον χάριτος. ἄλλοι δὲ αἰνίττεσθαί φασι τὸ συμβαῖνον ὡς ἐπὶ πολὺ περὶ τοὺς τυχόντας χαρίτων. κατὰ γὰρ τὸν Κωμικὸν παρά τισιν ἅμα τετέλεσται καὶ τέθνηκεν ἡ χάρις, ἢ καὶ οὕτως «ἅμʼ ἠλέηται καὶ τέθνηκεν ἡ χάρις», καὶ Πίνδαρος «παλαιὰ μὲν εὕδει χάρις». ὅθεν καὶ Λήθης παῖδας ἔνιοι γενεαλογοῦσι τὰς Χάριτας. Χαρίτων δὲ ἁπλῶς μίαν Πασιθέην φασὶ λέγεσθαι εἰς αἴνιγμα τοῦ δεῖν εἶναι πανταχοῦ θέειν καὶ μὴ κεκρύφθαι τὴν χάριν, ἀλλὰ προλάμπειν ἤματα πάντα, καὶ μηδὲ γηρᾶν ἀλλʼ ἀκμάζειν ἀεὶ καὶ ὁπλοτέραν εἶναι κατὰ τὸν ποιητήν. Ἄλλως μέντοι τῷ Ὕπνῳ οἰκεία ἡ Πασιθέα διὰ τὸ πάντῃ θέειν τὸν Ὕπνον, περιϊόντα κλυτὰ φῦλα ἀνθρώπων, ἢ καὶ ὅτι τῇ πάντων θέᾳ τῶν ὄψει διοικουμένων ἐπιτίθεται. καὶ ἄλλως δὲ ἐρᾷ Πασιθέης ὁ Ὕπνος, ἐπειδὴ ὀφθαλμοῖς κεκαλυμμένοις ὁμιλεῖ καὶ οὐκ ἀναπεπταμένοις. διὸ οὐδὲ ἀπολαύειν ἔχων τῆς κατὰ τὴν θέαν χάριτος ἀεὶ ἐρωτικῶς οἷον ἐφίεται. μήτι δὲ ἄρα καὶ διότι παύει τοῦ βλέπειν, ἵνα ᾖ Παυσιθέη ἡ τῷ Ὕπνῳ φίλη Χάρις. Ὁμήρου δὲ πάντως δεξιότης καὶ τὰ περὶ τῆς Πασιθέης καὶ τοῦ θρόνου. λογισάμενος γὰρ ὡς τυχὸν μὲν θρόνον ἐρεῖ τις οἰκεῖον εἶναι τῷ Ὕπνῳ οἷα καταθετικῷ καὶ ἠρεμιστικῷ καὶ ὡς ἄν τις τολμήσας εἴποι καθεστικῷ, τυχὸν δὲ τὴν Πασιθέην, προεβάλετο μὲν ἄμφω, ἀνεπαύσατο δὲ μᾶλλον εἰς τοῦτο διὰ τὰ εἰρημένα. καὶ οὕτω μὲν ταῦτα. Τὸ δὲ «δῶρα δέ τοι δώσω» ἐστὶ μὲν τρόπος ἐτυμολογικός—ἐκ τοῦ δίδωμι γὰρ τὸ δῶρον—, ἀπέτεκε δὲ παροιμίαν τὴν λέγουσαν «δῶρα καὶ θεοὺς πείθει». καὶ ὁ Ὕπνος γὰρ δώροις ὑπαχθεὶς κατατολμᾷ, ὡς ἐρρέθη. οὐ δῶρον δὲ εἶπεν, ἀλλὰ δῶρα, πληθύνας διὰ τὸ τίμιον. ἡφαιστότευκτός τε γὰρ ὁ θρόνος καὶ χρύσεος. διὸ καὶ καλὸς ὡς εὐειδής, ἔτι δὲ καὶ ἄφθιτος, ὡς μὴ δεκτικὸς φθαρτικοῦ ἰοῦ. Εἰ δὲ ἴσως δόξει δῶρα πληθυντικῶς εἰπεῖν οἷα συναριθμουμένου τῷ θρόνῳ καὶ τοῦ θρήνυος, ἀλλʼ οὔπω πληθύνει οὐδὲ ὁ δυασμός. πλήθους γὰρ ὁ τρία κατάρχει. Τὸ δὲ «ἀσκήσας» φίλη λέξις εἶναι τῷ ποιητῇ δέδεικται. Τὸν δὲ θρῆνυν ἐξηγούμενος τίς ἂν εἴη—ἀρσενικοῦ δὲ φανερῶς ἐνταῦθα γένους ὁ θρῆνυς— ἔφη «ᾧ ἐπισχοίης πόδας». δῆλον γάρ, ὅτι ὁ θρῆνυς ὑπόκειται τοῖς ποσίν, ἤγουν ὑφίεται κατὰ τὸν ποιητήν. Φησὶ γὰρ «ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει», τουτέστιν ὑφήσει, ὑποθήσει, ὑποβαλεῖ. ὅθεν καὶ τὸ «μόσχους βουσὶν ὑφέντες». Ἀδιάφορον δὲ εἰς νόησιν εἴτε κεκόλληται ὁ θρῆνυς τῷ θρόνῳ εἴτε καὶ ἰδίᾳ ὑφέστηκεν. Ὅτι δὲ θρῆνυς ἀπὸ τοῦ θρῆσαι γίνεται, ὅ ἐστι καθίσαι, ἀλλαχοῦ δηλοῦται. τινὲς δὲ ἀπὸ τοῦ θορεῖν ἄνω αὐτοῦ, τοῖς ποσὶ δηλαδή. Τὸ δὲ «ἐπισχοίης» ἀντὶ τοῦ ἐπάνω αὐτοῦ ἔχοις. Φοῖνιξ δὲ κατʼ ἄλλην ἔννοιαν οἶνον ἐπισχεῖν που ἔφη νηπίῳ ὄντι τῷ Ἀχιλλεῖ. Ἐκ τοῦ σχοῖμι δὲ τὸ σχοίην Ἀττικῶς, ὁμοίως τῷ περιπατοῖμι περιπατοίην καὶ τοῖς ὁμοίοις. Τὸ μέντοι «δαιμονίη, τί μοι ἐπέχεις», ἐν Ὀδυσσείᾳ, ἄλλο τι δηλοῖ. Καὶ ταῦτα μὲν καινότερα. κοινότερον δὲ ἐπισχεῖν λέγεται τὸ κρατῆσαι. ὅθεν μεταφορικῶς καὶ τὸ σιγῆσαι, οἷον· ἐπίσχες ὦ οὗτος, ἀντὶ τοῦ σίγησον, ᾧ σύστοιχον καὶ τὸ ἐπέχω καὶ διασκέπτομαι. ἀντίκειται δὲ τῷ, ὡς ἐρρέθη, Ὁμηρικῷ ἐπισχεῖν τὸ ὑποσχεῖν, οἷον· ὑπέσχε κεφαλὴν ἢ χεῖρα ἀντὶ τοῦ ὑπέθετο. Κεῖται δὲ ἐνταῦθα καὶ Ὕπνος νήδυμος, αὐτὸς δὴ ὁ κατὰ μῦθον σωματικός, ὡς ἡδὺς δηλαδή, οὐ μὴν ὡς βαθύς. βαθὺς γὰρ ὕπνος ὁ τῶν ἤδη κοιμωμένων, οὐ μὴν ὁ σωματοειδής, ὃς λέγει λέξαι Διὸς νόον νήδυμος ἀμφιχυθείς. ὥστε διττός ὁ ὕπνος, ὁ μὲν ὡς κύριον ὄνομα καὶ ὡς ποιοῦν, ὁ δὲ ὡς ἐνέργημα ὑπʼ αὐτοῦ ποιούμενον. Τὸ δὲ «κατευνήσαιμι» λεχθείη ἂν καὶ κοιμήσαιμι κατὰ τὸ «κοίμησόν μοι Ζηνὸς ὄσσε», ἔτι δὲ καὶ λέξαιμι κατὰ τὸ «ἔλεξα Διὸς νόον». ἐπίχυσις γὰρ κἀνταῦθα λέξεων ταὐτοδυνάμων τούτων πεφιλοτίμηται. Τὸ δὲ «ποταμοῖο ῥέεθρα Ὠκεανοῦ» ποιητικῆς ἀδείας λόγος. ἡ γὰρ ἀλήθεια Ὠκεανὸν οἶδε τὴν ἔξω θάλασσαν. διὸ καὶ ὁ ποιητὴς λίμνην που ἔφη αὐτόν. οὐ γὰρ ἠγνόει τὸ ἀληθές, εἰ καὶ ἄλλως ποιητικῶς τὰ πλείω λαλεῖ. Ὅτι δὲ καὶ ἰδίως ἦν ἐκεῖ που ἐμβάλλων ποταμὸς εἰς τὸν κυκλοῦντα τὴν γῆν θαλάττιον Ὠκεανὸν ὁμώνυμος ἐκείνῳ, παρασημειούνται ἐν τῇ Ὀδυσσείᾳ τινές. ὅπως δὲ γένεσις πάντεσσιν ὁ Ὠκεανός, πρὸ ὀλίγων ἠλληγόρηται. μνηστέον δὲ μόνον, ὡς πρὸ βραχέων μὲν θεῶν εἶπε γένεσιν τὸν Ὠκεανόν, ἐνταῦθα δὲ ἐκεῖνο σαφέστερον ἔφρασεν. Ἐν δὲ τῷ «Κρονίονος ἆσσον» ὑπερτεθέντος τοῦ χρόνου καὶ τῆς μακρᾶς ἀναπεμφθείσης εἰς τὸ δίχρονον συστέλλεται, καθὰ καὶ ἀλλαχοῦ, ἡ παραλήγουσα τοῦ Κρονίονος. Τὸ δὲ «ὅτε μὴ αὐτός γε κελεύει» νηφάλιον αἰνίττεται δεῖν εἶναι τὸν ἄρχοντα, ὡς κελεύειν τῷ Ὕπνῳ ἐλθεῖν, οὐ μὴν τυραννεῖσθαι ὑπʼ αὐτοῦ. Ἐν δὲ τῷ «ἤδη γάρ με καὶ ἄλλο» οἱ ἀκριβέστεροι ἐπίρρημα νοοῦσι τὸ ἄλλο ἐξ ἀποκοπῆς Αἰολικῆς τοῦ ἄλλοτε. ἔστι δὲ καὶ ἀντωνυμίαν αὐτὸ νοηθῆναι, ἵνα λέγῃ, ὡς ἤδη γάρ με καὶ κατὰ ἄλλο ἔργον ἡ σὴ ἐντολὴ ἐπίνυσσεν, ἤγουν ἐπαίδευσεν, ἀφʼ οὗ καὶ πινυτὸς ὁ συνετός, καὶ πινυτὴ ἡ φρόνησις, καὶ πινύσσειν τὸ φρονεῖν, καὶ ἀπινύσσειν τὸ ἀφραίνειν, ποιητικὰ ταῦτα πάντα. Ὅρα δὲ καί, ὅτι ὁ μὲν Ὕπνος κατʼ ἐξοχὴν ἔφη τὸ «ἐκεῖνος ὑπέρθυμος Διὸς υἱός». τοιοῦτον γάρ τι συνήθως ἐμφαίνει τὸ ἐκεῖνος. Ἥρα δὲ ὠνόμασεν Ἡρακλῆν. ἐχρῆν γὰρ οὕτω ποιῆσαι τὸν Ὅμηρον διὰ σαφήνειαν. ἴσως δὲ καὶ ἄλλως ὁ Ὕπνος ἐξονομάζειν τὸν Ἡρακλέα οὐ βούλεται, ὡς βαρυνόμενος, ἐφʼ οἷς διʼ ἐκεῖνον ἔπαθε. Τὸ δὲ «ἔλεξα», ἤτοι ἐκοίμησα, εὔνασα, «Διὸς νόον» ἢ περιφραστικῶς τὸν Δία δηλοῖ, ἢ καὶ μάλιστα τὴν κατὰ νοῦν ἀργίαν τῶν ὑπνούντων. οὕτω καὶ πρὸ βραχέων ἐρρέθη χεύειν ὕπνον ἐπὶ βλεφάροισι καὶ φρεσίν. Ὅρα δὲ καὶ τὸ «νήδυμος» ἐνταῦθα φανερῶς κείμενον μετὰ τοῦ νυ, ἅτε μὴ κειμένης ὄπισθε λέξεως ἐφελκυστικῆς τοῦ νυ, ὡς ἦν ἐν τῷ «ἔχε νήδυμος ὕπνος», καὶ «προσεφώνεε νήδυμος Ὕπνος». εἰπὼν γὰρ «αἰγιόχοιο» ἐπήγαγε τὸ «νήδυμος ἀμφιχυθείς», ὥστε οὐκ ἔστιν ἀμφιβαλεῖν ἐνταῦθα, εἴτε ἥδυμος γραπτέον εἴτε νήδυμος. Ἰστέον δὲ ὡς οὐ μόνον τοῦ κατὰ ζῷα ὕπνου ἐπίθετον τὸ νήδυμος, ἀλλὰ καὶ τοῦ μυθικοῦ καὶ σωματοειδοῦς, ὡς δηλοῖ τὸ «προσεφώνεε νήδυμος», ὡς εἴρηται, «Ὕπνος», καὶ τὸ «ἐγὼ νήδυμος ἀμφιχυθείς». Τὸ δὲ «ἀργαλέων ἀνέμων ἀήτας» ἐντελῶς ἐρρέθη, ὡς καὶ προεγράφη. Τὴν δὲ Κῶ νῆσον οἱ μὲν ἄλλοι γράφουσι καὶ μετὰ τοῦ ν Κῶν, Ὅμηρος δὲ Κόων πλεονασμῷ συνήθει τοῦ ο, ἣν καὶ εὐναιομένην καλεῖ διὰ τὸ τῆς νήσου εὔδαιμον. Οὗ χάριν ἐπιπολάζει παροιμία οὐ παλαιὰ τὸ «ὃν οὐ θρέψει Κῶς, ἐκεῖνον οὐδὲ Αἴγυπτος». Ἕτεροι δὲ Κόον ἔγραψαν ἐν συστολῇ παντελεῖ διὰ δύο μικρῶν ο, καὶ ἐξ αὐτοῦ συναιροῦσι τὴν Κῶν ὁμοίως τῷ σόον σῶν. Φασὶ δὲ τοὺς Κᾶρας οὕτω καλεῖν τὰ πρόβατα. ὅθεν καὶ ἡ νῆσος Κῶς ὡς πολυθρέμμων διʼ εὐβοσίαν. Μέροπες δʼ αὐτὴν ᾤκουν τότε, ἔθνος οὕτω καλούμενον, ἀφʼ ὧν καὶ Μεροπηῒς Κῶς καλεῖται. οἱ καὶ λῃστήν, φασί, τὸν Ἡρακλέα νομίσαντες ἐπηρέασαν, ὁπηνίκα ὑπʼ ἀνέμων ἐξώσθη ἐκεῖ χόλῳ Ἥρας, ἀέρος δηλαδή, ὁ δὲ πολέμῳ περιγέγονεν αὐτῶν. Τοῦ δὲ «ἀπένεικας» θέμα μὲν τὸ ἀπενείκω, ἐξ οὗ καὶ τὸ ἀπενεῖκαι ἀπαρέμφατον, καὶ τὸ «ἀνενείκατο φώνησέν τε». Σκευωρίαν δέ τινα τοιαύτην ἔχει τὸ ῥῆμα. ἔστι θέμα πρωτότυπον χῶ, τὸ χωρῶ, ἐξ οὗ τὸ ἔχω, ὡς θέλω ἐθέλω, καὶ Ἰωνικῶς ἔκω, καὶ πλεονασμῷ εἴκω, ὡς δέχω δέκω δείκω, καὶ μετὰ προθέσεως ἐνείκω, τὸ κομίζω, ἤδη δὲ καὶ ἔχω. ὃ γάρ τις κομίζει, πολὺ πρότερον ἐκεῖνο καὶ ὁπωσοῦν ἔχει. ἐκ δὲ τούτου τὸ ἐνέγκω τροπῇ τοῦ ι εἰς ν, ὡς καὶ ἐπὶ τοῦ αἰεί αἰέν. τὸ δὲ ῥηθὲν ἔχω συντεθὲν καὶ γεγονὸς ἐνέχω γεννᾷ μέσον παρακείμενον ἤνοχα καὶ ἐνήνοχα. εἰ γάρ τις ἐρεῖ ἀπʼ αὐτοῦ τοῦ ἐνέγκω ταῦτα γενέσθαι, ζητητέον οὐ μόνον ποῦ ἀπῆλθε τὸ ν, ἀλλὰ καὶ ποῦ εὑρέθη τὸ χ, δέον ὂν ἤνοκα καὶ ἐνήνοκα λέγειν, ἵνα ᾖ πρὸ τοῦ α τὸ τοῦ ἐνεστῶτος σύμφωνον. εἶτα ῥητέον καὶ ὅτι τὸ ἐνέγκω οὐκ ἔστιν ἐνεστώς, ἀλλʼ αὐθυπότακτον ῥῆμα. τὰ δὲ αὐθυπότακτα χρόνου ἀορίστου εἰσὶν ἢ πρώτου ἢ δευτέρου, ὥσπερ καὶ τὸ ἐνέγκω δεύτερος ἀόριστός ἐστι, καθὰ καὶ τὸ ἤνεγκον καὶ τὸ ἐνεγκεῖν, καὶ ἡ ὀξύτονος μετοχὴ τὸ ἐνεγκών. ὅθεν καὶ τὸ ἔνεγκε διὰ τοῦ ε ψιλοῦ ὡς ἐπὶ πολὺ ἔχει τὴν λήγουσαν. εἰ δὲ καὶ διὰ διφθόγγου διὰ τὸ «ἤνεγκα κἀξέσωσα», διφορεῖται γάρ, ἀλλὰ τοῦτο οὐ δικαιοῖ τὸ ἐνέγκω εἰς πρωτοτύπου ἐνεστῶτος ἀξίωμα. οἱ γὰρ ἀόριστοι οὐκ ἐνεστῶτες. ἔτι δὲ καὶ ἡ σημασία τοῦ ἐνέγκω μέλλοντός ἐστιν. οἴδαμεν δὲ καὶ ὅτι σημειῶδές ἐστιν, ὡς δύο τούτων ὁμοιοδυνάμων ῥημάτων τὸ μὲν φέρω μέλλοντα οὐκ ἔχει, τοῦ δὲ ἐνέγκω οὐκ ἔστιν ἐνεστώς, εἰ μὴ ἐκ τοῦ ἔχω περιεργασθείη, ὡς εἴρηται, ἡ τούτου παραγωγή. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἐνείκω δοκεῖ γίνεσθαι καὶ ὁ παρὰ Αἰλίῳ Διονυσίῳ κείμενος προὔνεικος, ἤγουν ὁ κομίζων μισθοῦ τινα ἐξ ἀγροῦ. Τὸ δὲ «νόσφι φίλων πάντων» μόνην τὴν νῆα τοῦ Ἡρακλέους ἐξωσθῆναι ἀνέμοις δηλοῖ. ἄλλως δέ, τὸ «ἀπένεικας νόσφι φίλων πάντων» ταὐτόν ἐστι τῷ ἀφώρισας, ἐξώρισας. Κάλλους δέ ἐστι τὸ «νόσφι φίλων», ὁποίου καὶ τὸ «ἦλθε θέων», καὶ τὰ ὅμοια. Τὸ δὲ «ἐπεγρόμενος» ἀντὶ τοῦ ὕστερον ἐγερθείς. Ἰστέον δὲ ὅτι τὸ «ὃ δʼ ἐπεγρόμενος χαλέπαινε ῥιπτάζων κατὰ δῶμα» ῥηθείη ἂν ἐπί τινος ἐν τῷ δοκεῖν ὀκνεῖν τὰ πρῶτα ὕστερον ἀναλαβόντος θυμόν. Τὸ δὲ «ῥιπτάζω» ἐκ τοῦ ῥίπτω γίνεται, ὃ πολλαχῶς πίπτει παρὰ τῷ ποιητῇ. ῥίπτειν τε γὰρ λέγεται ὡς τὸ «ἑλὼν ῥίψω εἰς Τάρταρον», καὶ παραγώγως δὲ ῥιπτάζειν, ὡς ἐνταῦθα, ὁμοίως τῷ μιμνάζειν, καὶ ῥιπτάσκειν, ὡς τὸ «ὃν δὲ λάβοιμι, ῥίπτασκον». Νὺξ δὲ δμήτειρα θεῶν καὶ ἀνδρῶν, ᾧ λόγῳ καὶ ὁ Ὕπνος πρὸ μικροῦ ἄναξ τῶν αὐτῶν ἐρρέθη. Τὸ δὲ δμήτειρα γράφουσί τινες μήτειρα, ὅ ἐστι μήτηρ, ἀρέσκονται δὲ οἱ πλείους τῇ προτέρᾳ γραφῇ. Σῴζειν δὲ λέγεται τὸν Ὕπνον ἡ Νύξ, ἐπειδὴ φυσικώτερος ὁ νυκτερινὸς ὕπνος τοῦ μεθʼ ἡμέραν καὶ ὡς τὰ πολλὰ ἐν νυκτὶ γίνεται. Διὸ καί φησιν ὁ Ὕπνος, ὡς εἰς αὐτὴν φεύγων ἱκόμην, ὅ ἐστιν ἱκέτευσα, ὅθεν καὶ ὁ ἱκέτης γίνεται. Ἐν δὲ τῷ «ἅζετο Ζεὺς μὴ νυκτὶ θοῇ ἀποθύμια ἕρδοι» διδάσκει ὁ ποιητής, ὡς κρατητέον ὀργῆς ποτε τὸν σπουδαῖον διὰ αἰδέσιμον πρόσωπον, ὁποῖον καὶ ἡ Νὺξ τῷ Διῒ σεπτὴ πλαττομένη ὡς ἀρχέγονός τις καὶ αὐτὴ καὶ τιμία διὰ τὸ ἀρχικόν. Νύκτα γὰρ καὶ Χάος προϋποκεῖσθαι τῶν ὅλων ἡ Ἑλληνικὴ θεογονία βούλεται. ὅθεν καὶ ὅσιον ἦν πείθεσθαι νυκτὶ ἐν ταῖς τοῦ πολέμου συναλλαγαῖς. Τὸ δὲ «ἅζετο» δασύνεται, ὃν λόγον ἐν ἄλλοις τὸ «ἁζόμενοι Διὸς υἱόν» καὶ τὰ κατʼ αὐτό. ψιλοῦται δέ ποτε ἄλλως ἡ λέξις οὐ μόνον ἐπὶ τοῦ ἄζειν, τὸ ξηραίνειν, ὃ καὶ αὐτὸ προεδηλώθη, ἀλλὰ καὶ ὅτε ἆσθμά τι δηλοῖ κατὰ τὸν εἰπόντα, ὅτι ἄζειν τὸ ἀθρόως προσπνεῖν τῷ στόματι θερμόν. ἐξ οὗ ἴσως καὶ τὸ αἰάζειν γίνεται, ὅπερ οὐκ ἀεὶ τὸ θρηνεῖν δηλοῖ, ὡς ἀλλαχοῦ γέγραπται. Ἀποθύμιον δὲ τὸ ἀκαταθύμιον, ὅπερ ἐν ἄλλοις ἀπὸ θυμοῦ φησι. Τὸ δὲ «ἕρδω» μετάθεσιν ἔπαθεν ἐκ τοῦ ῥέδδω, Βοιωτίου, φασί, ῥήματος, ὅπερ ἐκ τοῦ ῥῶ ῥέζω γέγονεν. Ἐν δὲ τῷ «εὐρύοπα Ζῆνʼ ὣς Ἡρακλέος περιχώσατο» καταλήγει μὲν ὁ προηγούμενος στίχος εἰς τὴν ζη συλλαβὴν κατὰ τοὺς παλαιούς, ὡς καὶ ἀλλαχοῦ κεῖται παρὰ τῷ ποιητῇ, ὁ δὲ συνεχὴς ἄρχεται ἀπὸ τοῦ νυ συναφθέντος εἰς τὸ ως. Καὶ δοκεῖ μὲν καινή τις ἡ τοιαύτη σύνταξις, ἤγουν ἀκολουθία τῆς γραφῆς, ἐστὶ δὲ ἄλλως οὐ ξενίζουσα, ὡς ἔστι νοῆσαι ἀπὸ τῶν ἐφεξῆς. Ἰστέον γὰρ ὅτι κατὰ τοὺς παλαιοὺς πᾶν μέτρον εἰς τελείαν περαιοῦται λέξιν. τὰ δὲ μὴ ἔχοντα οὕτω, ἀλλὰ μέρος μέν τι τῆς τελευταίας λέξεως τῷ πρώτῳ στίχῳ ἀφιέντα, τὸ δὲ λοιπὸν τῷ ἐπαγομένῳ στίχῳ μερίζοντα, ἐπιλήψιμά εἰσιν. ὅπερ φασὶ ποιῆσαι τὸν Σιμωνίδην ἐν ἐπιγράμματι ἔχοντι οὕτω «ἦ μέγʼ Ἀθηναίοισι φόως γένεθʼ ἡνίκʼ Ἀριστογείτων Ἵππαρχον κτεῖνε καὶ Ἁρμόδιον». ἐνταῦθα γὰρ ὁ μὲν πρῶτος στίχος, δακτυλικὸς ὤν, ἤτοι ἡρωϊκός, καταλήγει εἰς τὸ Ἄριστο, ὁ δὲ δεύτερος, ἐλεγεῖος ὤν, ἀπὸ τοῦ γειτων ἄρχεται. παράγουσι δὲ καὶ ἄλλο ἡρωελεγεῖον ἔπος ὅμοιον «οὗτος δή σοι ὁ κλεινὸς ἀνʼ Ἑλλάδα πᾶσαν Ἀπολλόδωρος, γινώσκεις τοὔνομα τοῦτο κλύων». καὶ ἐνταῦθα γὰρ ὁ μὲν προηγούμενος στίχος εἰς τὴν λο συλλαβὴν καταλήγει, ὁ δὲ μετʼ αὐτὸν ἀπὸ τοῦ δω ἄρχεται. Τοιοῦτόν τι καὶ τὸν ποιητήν φασιν ἐνταῦθα παθεῖν ἐν τῷ «ἢ φῂς ὣς Τρώεσσιν ἀρηγέμεν εὐρύοπα Ζῆνʼ ὡς Ἡρακλέος περιχώσατο». τῆς γὰρ αἰτιατικῆς τοῦ «εὐρύοπα Ζῆνα» ἐκθλιψάσης τὸ α, τὸ νῦ πάντως τῷ φωνήεντι τῆς ἀρχῆς τοῦ δευτέρου στίχου προσνέμεται, ὥστε αὐτὸν μὲν ἀπὸ τοῦ νῦ κατάρχεσθαι, τὸν δὲ πρῶτον στίχον καταλήγειν εἰς μόνην τὴν ζη συλλαβήν, καὶ διὰ τοῦτο μὴ περαιοῦσθαι εἰς τελείαν λέξιν τὸ τοῦ πρώτου στίχου μέτρον. Ὅτι δʼ ἐν ταῖς ἐκθλίψεσι τὸ ἐναπομεῖναν σύμφωνον τῷ ἐπαγομένῳ φωνήεντι ἕπεται, δῆλον τοῖς ἀκολουθοῦσι κανόνι γραμματικῷ. Καθόλου γὰρ μεταξὺ δύο φωνηέντων ἐν μιᾷ λέξει ἢ καὶ ἐν συναλιφῇ σύμφωνον εὑρεθὲν τῷ δευτέρῳ προσνέμεται. Εἰ μέντοι τις τὸν πρῶτον στίχον οὐκ εἰς τὸ η μόνον ἀλλʼ εἰς τὸ νῦ ἀπαρτίζει «Ζῆν» λέγων, εἶτα γράφων «ὡς Ἡρακλῆος» καὶ ἑξῆς, θεραπεύει μὲν τὴν καινότροπον τοῦ πρώτου στίχου κατάληξιν καὶ τὴν ὁμοίαν τοῦ δευτέρου ἀρχήν, καινοτομεῖ δὲ ὅμως τὴν ἔκθλιψιν, μὴ ἀφεὶς τὸ νῦ τῷ ἐπαγομένῳ στίχῳ ἐπακολουθεῖν. Τὸ δέ γε ἀποκοπὴν παρεισάγειν ἐνταῦθα παράδοξον μέν ἐστιν, οὐκ ἀσύνηθες δέ. ἀποκοπέντα γὰρ τὸν Ζῆνα Ζῆν εἴποι τις ἄν, ὡς καὶ τὸν ἰχῶρα ἐν τοῖς πρὸ τούτων ἰχῶρ τινες ἔγραφον, οἷον «ἀπʼ ἰχῶρ χειρὸς ὀμόργνυ», ἤδη δέ τις καὶ τὸν ἧλον ἀποκόψας ἧλ εἶπεν, ὡς δηλοῖ ὁ Γεωγράφος, οἷον «δαιμόνιος ἧλ». εἰσὶ δὲ καὶ ἄλλα τοιαῦτα. Ὅλως οὖν ὁ ῥηθεὶς Ὁμηρικὸς στίχος τὸ «ἢ φῄς» καὶ ἑξῆς, οὐκ ἀγαθὴν ἔχει κατάληξιν, ὅπως ἄν τις αὐτὸν καὶ μεταχειρίσηται. Ὁπλότεραι δέ, ὡς καὶ προερρέθη, Χάριτες διὰ τὸ χρῆναι ἀεὶ νεάζειν αὐτάς, ὡς μὴ ἐπιλανθάνεσθαί τινα χαρίτων, ἀλλὰ τῇ μνήμῃ καὶ τοῖς ἔργοις εἴτʼ οὖν ταῖς κατὰ ἀντίδοσιν ἀμοιβαῖς ἀνανεοῦσθαι αὐτὰς καὶ ποιεῖν ἀνακάμπτειν. διὸ καὶ οἱ ζωγράφοι πρὸς ἀλλήλας ἐπεστραμμένας αὐτὰς ἔγραφον. Μυθικῶς μέντοι ὁπλότεραι αἱ Χάριτες πρὸς διαστολὴν τῶν τοῦ μύθου Γραιῶν, αἳ πολιαὶ προήχθησαν ἐκ γενετῆς. ὧν διαφέροιεν ἂν αἱ Χάριτες διὰ τὸ ἀεὶ κάλλει νεοτησίῳ λάμπεσθαι. Τὸ δὲ «ὀπυιέμεν καὶ σὴν κεκλῆσθαι ἄκοιτιν» τῆς αὐτῆς ἐννοίας εἰσὶν ἐκ παραλλήλου θέσεως. καὶ τοιάδε μὲν ταῦτα. Περὶ δὲ Πασιθέης καὶ τοῦτο ἔστιν εἰπεῖν, ὡς οὕτω καλεῖται μία τῶν Χαρίτων, οἷα τῶν χαριζομένων ἐφιεμένων τὰ πολλὰ μὴ λανθάνειν, εἰ χαρίζοιντο, ἀλλὰ περιβλέπεσθαι. ἧς καὶ ἐρᾷ ὁ Ὕπνος, ὡς δηλαδὴ μὴ ῥᾳδίως κατισχύων αὐτῆς. ἡ γὰρ τοιαύτη οὐ κρύπτεται, οὐδὲ λήθης ὕπνος αὐτῆς περιγίνεται. Εἰ δὲ τρεῖς αἱ Χάριτες, εἰ δὲ γυμναί, καὶ διὰ τί ταῦτα, καὶ τίνα ταύταις ὀνόματα, οἱ τῆς Θεογονίας δηλοῦσιν Ἐξετασταί. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ῥηθέντος κατὰ τὴν Ἥραν καὶ τὸν Ὕπνον χωρίου ἐπὶ μὲν ἐρεθισμοῦ τοῦ κατὰ μείζονος καὶ ἐνδόξου ἀνδρὸς παρῳδήσῃ ἄν τις τό· ἄλλον μέν κεν ἔγωγε ἀνδρῶν εὐηγενέων ῥεῖα κατευνήσαιμι, ἢ ἄλλο τι ῥῆμα προσῆκον, τοῦ δεῖνος δὲ οὐκ ἂν ἔγωγε ἆσσον ἱκοίμην, ὅτε μὴ αὐτός γε κελεύοι. Ὁ δὲ μιμνησκόμενος φυγεῖν ὀργήν τινος ἐν μεσιτείᾳ φιλουμένης γυναικὸς εἴποι ἂν τὸ «ταύτην ἱκόμην φεύγων· ὃ δʼ ἐπαύσατο χωόμενός περ· ἅζετο γὰρ μὴ νυκτὶ θοῇ ἀποθύμια ῥέξῃ», ὡς οἷα δηλαδὴ τῶν ἐν νυκτὶ φιλτάτων ἀσπασμάτων λαθόμενος. Εἰς δὲ δεύτερον ἔργον ἐπιβλαβές τις καλούμενος ἐρεῖ τὸ «νῦν αὖ τοῦτό μʼ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι». Ὅρα δʼ ἐν τοῖς εἰρημένοις καί, ὅτι οὐ τεχνικῶς ἀναμνήσασα τὸν Ὕπνον ἡ Ἥρα παλαιᾶς ἐξ αὐτοῦ χάριτος μικροῦ ἂν ἐβλάβη, πρὸς ὃ ἤθελεν. ἀναμνησθεὶς γὰρ ὁ Ὕπνος οἷα ἔπαθε τότε, ἀνηκουστεῖ. διὸ ἀναγκαίως ἐδέησε τῇ Ἥρᾳ δώρῳ ἀγαπητῷ πεῖσαι αὐτόν. Ὅτι «ἐχήρατο» μὲν λέγει ὁ ποιητὴς παθητικῶς ἐν τῷ «ὣς φάτο», ἡ Ἥρα δηλαδή, «χήρατο δʼ Ὕπνος». ἔφη δέ που καὶ τὸ ἐχάρη, οὗ μετοχὴ ὁ χαρείς τοῦ χαρέντος, χαίρομαι δὲ οὐ λέγει, ἀλλὰ χαίρω, οἷον «χαίρω δὲ καὶ αὐτὸς θυμῷ». ἐντεῦθεν τοῖς Ἀττικοῖς βαρβαρισμὸς ἦν τὸ εἰπεῖν χαίρομαι. Ὅτι βιωτικῶς ἀπαιτηθεῖσα ὄμνυσιν ἡ μυθικὴ Ἥρα τῷ Ὕπνῳ—ἔδει γὰρ ἐκείνῳ πίστεώς τινος ἀσφαλοῦς—, ἐθέλοντι μὲν ὑπακοῦσαι διὰ τὸν τῆς Πασιθέης ἔρωτα, «ἧς αὐτὸς ἐέλδεται ἤματα πάντα», ὀκνοῦντι δὲ διὰ τὸν τοῦ Διὸς φόβον. Ὁ δὲ ἀπῃτημένος ὅρκος τοιοῦτος «ἄγρει νῦν μοι», φησίν, ἤγουν ἄγε, ὡς καὶ ἀλλαχοῦ κεῖται, «ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ, χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πολυβότειραν, τῇ δʼ ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες μάρτυροι ὦσιν ἔνερθε θεοί», ἢ ὅσσοι ἔνερθε θεοί, «Κρόνον ἀμφὶς ἐόντες, ἦ μέν», ἤγουν ὄντως δή, «ἐμοὶ δώσειν Χαρίτων μίαν» καὶ ἑξῆς, ὡς προείρηται. καὶ οὕτω μὲν ὁ Ὕπνος ὀμόσαι τὴν Ἥραν ἀπαιτεῖ. Αὐτὴ δὲ ὤμνυε, φησίν, «ὡς ἐκέλευε, θεοὺς δʼ ὀνόμηνεν ἅπαντας τοὺς ὑποταρταρίους, οἳ Τιτῆνες καλέονται». Καὶ ὅρα ὅτι τὸ «καλέονται» συστέλλει καὶ νῦν τὴν ἄρχουσαν, καὶ ὅτι ἃ μὲν ὁ Ὕπνος ἐπλάτυνε, σιγᾷ ἐπὶ τῆς Ἥρας ὁ ποιητής, τὸν ὅρκον τῆς Στυγὸς καὶ τὸ ἅψασθαι χθονὸς καὶ ἁλός, εἰπὼν ἐν κόμματι γοργῶς τὸ «ὤμνυε δʼ ὡς ἐκέλευεν». Ὃ δὲ ἐκεῖνος εἶπεν ἐν ὀλιγίστῳ καὶ ἀορίστως τὸ «οἱ ἀμφὶ Κρόνον θεοί», πλατύτερον ἐπὶ τῆς Ἥρας ἔφη καὶ ὡρισμένως ἐν τῷ «τοὺς ὑποταρταρίους, οἳ Τιτᾶνες καλοῦνται». Ὄμνυσι δὲ ἡ Ἥρα συνήθως τῷ μύθῳ κατὰ τοῦ ὕδατος τῆς Στυγός, ἢ ὅτι πολέμιον θεοῖς καὶ φρικτὸν τὸ ὑγρὸν πυρώδεσιν οὖσιν, ἢ ὅτι τίμιον τὸ τοῦ ὕδατος στοιχεῖον ὡς ἀρχὴ τῶν ὅλων κατά τινας, καθὰ καὶ προερρέθη, ἢ ὅτι στυγοῦσι τὰ ἐν Ἅιδου ὡς ἀεὶ ζῶντες αὐτοί. πηγὴ γὰρ κατὰ τὸν μῦθον περὶ τὸν Ἅιδην ἡ Στύξ. διὰ δὲ τὸ τῶν ἀρχῶν τίμιον καὶ γῆς καὶ θαλάττης ἑκατέρᾳ δράττεται χειρί, ἐπεὶ πάντα ἐκ ξηροῦ καὶ ὑγροῦ ὡς ἐξ ὕλης σύγκειται. Ἡρόδοτος δέ γε τὴν ἀληθῶς Στύγα πρὸς Φενεῷ τῆς Ἀρκαδίας ῥέειν φησίν. εἴρηται δὲ περὶ ταύτης καὶ ἀλλαχοῦ, καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δέ. Τὸ δὲ «ἄγρει» παρακέλευσιν δηλοῦν κατὰ τὸ δεῦρο καὶ ἄγε καὶ φέρε, λεγόμενον δὲ καὶ πληθυντικῶς ἀγρεῖτε κατὰ τὸ ἄγετε, φέρετε, παρῆκται ἀπὸ τῶν ἀγρευτῶν. αὐτοί τε γὰρ σπεύδοντες ἀνύουσιν ὃ προτίθενται, καὶ τὸ ἄγρει ταὐτόν ἐστι τῷ σπεῦδε, ὡς ἀπὸ τοῦ ἀγρέω, ἐξ οὗ τὸ ἀγρεύω. Τὸ δὲ ἀάατον ὕδωρ διὰ τριῶν α προφέρεται, ὧν τὰ δύο στερητικά. διὸ καὶ ὑπερστερητικόν φασι τοῦτο οἱ παλαιοὶ ὡς διπλάζον τὴν στέρησιν. ἔστι δὲ τὸ μὲν δεύτερον α στερητικὸν ἄτης, τὸ δὲ πρῶτον ἀναιρετικὸν τῆς τοιαύτης στερήσεως. ὅθεν ἀάατον τὸ μὴ στεροῦν ἄτης τοὺς ἐπιόρκους, ἀλλὰ μάλιστα αἴτιον ἄτης. τοιοῦτον καὶ τὸ ἀνάπηρος καὶ ἐν Ὀδυσσείᾳ τὸ ἀνάπυστα, ἐν οἷς δηλοῦται ὁ πεπηρωμένος καὶ τὸ πυστόν, ἤτοι ἀκουστόν, πλεονασμῷ τοῦ νῦ διὰ καλλιφωνίαν. ἄπηρος μὲν γὰρ ὁ μὴ ἔχων πήρωσιν, ἀνάπηρος δὲ ὁ ἐστερημένος τῆς τοιαύτης στερήσεως. οὕτω δὲ καὶ ἄπυστος μὲν ὁ στερηθεὶς τοῦ ἀκουσθῆναι, ἀνάπυστος δὲ ὁ ἀκουσθεὶς διὰ τὸ ἐστερῆσθαι τῆς τοῦ ἀπύστου στερήσεως. Τοιοῦτον δέ που εἶναι προεδηλώθη καὶ τὸ ἀνάγνωστος ὁ ἐγνωσμένος. γνωστὸς γὰρ καὶ ἐν στερήσει ἄγνωστος, καὶ ἐν δευτέρᾳ στερήσει ἀναιρετικῇ τῆς τοῦ ἄγνωστος καὶ πλεονασμῷ τοῦ νυ ἀνάγνωστος, ὁ μὴ ἄγνωστος ἀλλὰ δηλονότι γνωστός. Τινὲς δὲ διὰ τὸ ἀάτην τὴν βλάβην λέγεσθαι ἄατον μέν φασι τὸ ἀτηρόν, ἀάατον δὲ τὸ πολυβλαβές. Ἰστέον δὲ καὶ ὅτι τὸ ἀάατος διʼ εὐρυφωνίαν οὐκ ἔσχε τὸ νυ κατὰ τὸ ἀνάπηρος καὶ ἀνάπυστος. προκρίνει γὰρ ἐν πολλοῖς ἡ ποίησις τῆς λείας φωνῆς τὸ χασμῶδες διὰ τὸ σεμνὸν καὶ ὀγκηρόν, οὗ μάλιστα ποιητικὸν τὸ α καὶ τὸ μέγα ω, καθά φασιν οἱ Τεχνικοί. ὅτι δὲ τὸ ἀνάπηρος καὶ ἀνάπυστος καὶ τὰ ὅμοια καὶ ἄλλως διαφόρως ἐτυμολογοῦνται, ζητητέον ἑτέρωθι. Μαρμαρέη δὲ θάλασσα κατὰ τοὺς παλαιοὺς ἢ ἡ διαφανής, τοιοῦτον γὰρ τὸ ὕδωρ, ἢ ἡ θρεπτικὴ τοῦ μαρμαίροντος, ἤγουν λαμπροῦ, ἡλίου. ἄναμμα γὰρ ἡλίῳ θάλασσα, φασὶν οἱ παλαιοί, προστιθέντες καὶ τὸ νοερόν, ἐν τῷ εἰπεῖν ἄναμμα νοερὸν τὸ ἐκ θαλάσσης ἀναπεμπόμενον. Κτητικὴ δὲ λέξις τὸ μαρμαρέη ἀπὸ τοῦ μάρμαρος λίθος. ὅθεν μαρμάρειος κτητικόν, ἐξ οὗ μαρμάρεος ἀποβολῇ τοῦ ἰῶτα, οὗ θηλυκὸν μαρμαρέη. Περὶ δὲ Χαρίτων καὶ πῶς ὁπλότεραι, καὶ περὶ Πασιθέης καὶ ὡς αὐτῆς ἀεὶ ὁ Ὕπνος ἐπεθύμει, προσεχῶς εἴρηται. εἰ δὲ καὶ τὸν περὶ Πασιθέης ὅρκον τῷ Ὕπνῳ ἡ Ἥρα ἐτέλεσεν, ἀφῆκεν εἰπεῖν που ὁ Ὅμηρος ὡς μὴ ἀναγκαῖον ὄν. Ἐν δὲ τῷ «οἳ Τιτῆνες καλέονται» προσγράφουσί τινες καὶ ἕτερον στίχον τοῦτον «ὤμνυε δʼ ἐκ πέτρης καταλειβόμενον Στυγὸς ὕδωρ», ὡς δέον ὂν ἐπομώσασθαι καὶ Στύγα, καθὰ ὁ Ὕπνος ἀπῄτησε. Τιτᾶνας δὲ ἡ ἀλληγορία νοεῖ τὰ ἐν ἀέρι συμπτώματα πανταχοῦ γῆς τιταινόμενα. διὸ καὶ τῷ Κρόνῳ φιλίως οἱ τοιοῦτοι Τιτᾶνες ἔχειν λέγονται, ψυχρῷ καὶ αὐτῷ ὄντι κατὰ τοὺς ἀποτελεσματικούς. τὰ τοιαῦτα δὲ πάθη πρὶν μὲν εὐτάκτως ἔχειν τὸν κόσμον, ὁπηνίκα ὁμοῦ ἦν ἅπαντα χρήματα, ἀτάκτως ἐπεπόλαζον, ὡς εἰκός, ἄνω καὶ συχνὰς ἐποίουν φθοράς, καὶ τῷ Κρόνῳ ἀμφʼ αὐτὸν ὄντες συνεβάλλοντο φθείρειν τὰ ἐξ αὐτοῦ, ὃν ὁ μῦθός φησι τεκνοφαγεῖν. ἐπεὶ δὲ κόσμος ὁ κόσμος ἐγένετο καὶ διεκρίθη τὰ πάντα καὶ ἐτάχθησαν ὧραι καὶ εὐκόσμως εἶχε τὰ ὑπὲρ γῆν, τότε δὴ καὶ οἱ ῥηθέντες Τιτᾶνες ἐξηλάθησαν ὑπὸ Διός, ἤγουν ὑπὸ ἡλίου τε καὶ αἰθέρος, καὶ οὐκέτι διηνεκῶς ἄνω τιταίνονται, στενοχωροῦνται δέ που κάτω, καὶ ὑπόγειον ἔχουσι χώραν, ὅπου καὶ ὁ Τάρταρος, ἀὴρ ἐκεῖνος ἀφώτιστος ἡλίῳ καὶ διὰ τοῦτο ψυχρότατος. διὸ καὶ ὑποταρτάριοι ἐπὶ κολάσει γενέσθαι σὺν αὐτῷ Κρόνῳ λέγονται, ὡς ἐκεῖ μὲν ἐν τῷ Ταρτάρῳ οὔσης ἀδιαδόχου ψυχρότητος, ἀφʼ ἧς καὶ τὸ ταρταρίζειν ἄλλως ἡ ἰδιωτικὴ παραφθείρει γλῶσσα ἐπὶ τῶν ἄγαν ῥιγούντων, ἐνταῦθα δὲ εὐκόσμως ἐν ὥρᾳ τεταγμένῃ γινομένης καὶ αὐτῆς καὶ μάλιστα ἐν χειμερίῳ καιρῷ. καὶ οὕτω μὲν Κρόνος καὶ Τιτᾶνες ὑπερβολαὶ ψυχρότητος ἄκρατοι καὶ ἄτακτοι τῶν ἄνω γεγόνασιν ὑπερόριοι. Εἰ δέ τις εἴπῃ, ὡς ἐχρῆν τὸν μῦθον καὶ τῆς ἀντιθέτου μνησθῆναι ἄκρας θερμότητος καὶ κολάσαι καὶ αὐτὴν καθὰ καὶ τὸν ψυχρὸν Κρόνον, ἴστω ὅτι ποιεῖ καὶ τοῦτο ὁ μῦθος ἐν ἄλλοις, ὅτε τὰ κατὰ τὸν πυρόεντα Τυφῶνα λαλεῖ, περὶ οὗ καὶ ἡ Βοιωτία περιέχει τινά. Ἰστέον δὲ καὶ ὡς, εἰ καὶ ὁ Κρόνος, τὴν ἀνωτάτω ζώνην κατέχων ἢ σφαῖραν μετὰ τὴν ἀπλανῆ, δοκεῖ ὑψηλότατος εἶναι, ὅτε ὑπὲρ γῆς κινεῖται, ἀλλʼ ὁ μῦθος τὰ ἑαυτοῦ λαλεῖν ἐθέλων οὐ τὴν ἄνω περιπόλησιν τοῦ Κρόνου περιεργάζεται, ἀλλὰ τὴν ὑπὸ γῆν ὅτε τῷ ἡμισφαιρίῳ συμπεριενεχθεὶς βάθιστός ἐστι καί, ὡς ὁ μῦθός φησιν, ὑποταρτάριος. Ὅτι δὲ Ἰωνικὸν μέν ἐστιν ὁ Τιτήν τοῦ Τιτῆνος, Δωρικὸν δὲ ὁ Τιτάν, ὡς καὶ ὁ σπλάν, ἤγουν ὁ σπλήν, εἰ καὶ ἄλλως κεκοίνωται ὁ Τιτάν, καὶ ὅτι ὁ κίναιδος καὶ πειώλης Τιτὰν σκωπτικῶς λέγονται, οὗ δριμύτερον τὸ Κένταυρος, παρὰ τοῖς παλαιοῖς, ἀλλαχοῦ δεδήλωται. Ὅτι ὁ ποιητὴς Ὕπνον καὶ Ἥραν εἰπὼν τὸ ἐπʼ αὐτοῖς δυϊκὸν ἀρσενικῶς προάγει, λέγων «τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε», καὶ «ῥίμφα πρήσσοντε κέλευθον». ἐκνικᾷ γὰρ ἡ τοῦ ἀρσενικοῦ ἀξία εἰς σύνταξιν, ὁποῖον καὶ τὸ «Μοῦσαι καλαὶ καὶ Ἀπόλλων, οἷς ἐγὼ σπένδω». εἰ μὴ ἄρα τις καὶ τοῦτο καὶ τὰ ῥηθέντα δὲ δυϊκὰ οὐδετέρου γένους ἐρεῖ. καὶ γὰρ γίνεταί ποτε καὶ τοιαύτη σύνταξις, ὁποῖον καὶ τὸ «σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας». Ἀπέχειν δέ φασι τὴν Λῆμνον καὶ τὴν Ἴμβρον ἀλλήλων σταδίους ἑκατὸν εἴκοσι. Περὶ δὲ Ἴμβρου ὅτι νῆσος Θρᾳκική, ἔχουσα καὶ πόλιν ὁμώνυμον ὁμοίως τῇ Λήμνῳ, καὶ ὅτι Καβείρων ἱερὰ ἦν καὶ Ἑρμοῦ, ὃν Ἴμβρασον οἱ Κᾶρες ἐκάλουν, ἱστοροῦσιν οἱ παλαιοί. Ὅτι Λεκτὸν μέλλων εἰπεῖν προσλαμβάνει καὶ τὴν Ἴδην συνήθως. ἔστι δὲ ὅλον μὲν ἡ Ἴδη, ὡς καὶ προδεδήλωται, μέρος δʼ αὐτῆς τὸ Λεκτόν. ἀκρωτήριον δὲ τοῦτο, καθὰ καὶ τὸ Γάργαρον. φησὶ γὰρ «Ἴδην δʼ ἱκέσθην πολυπίδακα, μητέρα θηρῶν, Λεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα». φασὶ γὰρ τοῖς ἐκ Λήμνου καὶ Ἴμβρου ἐπὶ τὰ ἐκεῖσε ἰοῦσι τὴν ἀποβάθραν εἶναι ἀναγκαίως περὶ τὸ Λεκτόν. Ὁ δὲ τὰ Ἐθνικὰ γράψας καὶ πόλιν ἐν τοῖς ἐκεῖσε οἶδε καλουμένην Λεκτόν. Λέγει δὲ τερατευόμενος ὁ μῦθος καὶ ὧδε τὰ συνήθη, καὶ ὅτι περὶ τὰ ἐκεῖ τῆς Ἥρας κινουμένης «ἀκροτάτη ποδῶν ὑπεσείετο ὕλη», ὃ δὴ ἐπὶ θείων προσώπων εἴωθε ποιεῖν, ὧν κινουμένων συγκινεῖται τὰ ὑποκείμενα. Τὸ δὲ «πολυπίδακα» καὶ τὸ «μητέρα θηρῶν», περὶ ὧν προείρηται, ὄρους ἐστὶν ἔπαινος. Τὸ δὲ «λιπέτην ἅλα» διασαφῶν ἐπάγει «τὼ δʼ ἐπὶ χέρσου βήτην». Ὅτι σεμνολογῶν ὁ ποιητὴς καὶ τὴν τοῦ Ὕπνου καὶ τῆς Ἥρας ἐπὶ χέρσου τοῦ κατὰ τὸ Λεκτὸν πρόσβασιν λέγει, ὅτι «ἀκροτάτη δὲ ποδῶν ὑπεσείετο ὕλη», ἡ κατὰ τὸ ὄρος δηλαδὴ τὸ Λεκτόν, ὡς οἷον αἰσθανομένη θείων κινημάτων καὶ τρέμουσα καὶ αὐτή. Τὸ δὲ «ἀκροτάτη» τὸ κοῦφον δηλοῖ καὶ ταχυπετὲς τῆς θείας κινήσεως, ἵνα μὴ σείηται ὑπὸ τῶν ποδῶν ἡ ὕλη διὰ σωματικὸν βάρος, ἀλλὰ διά τι δέος καὶ τρόμον. Ὅτι ὁ Ὕπνος περί που τὸ ῥηθὲν Λεκτὸν ἔμεινε «πάρος Διὸς ὄσσε ἰδέσθαι, εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότʼ ἐν Ἴδῃ μακροτάτη πεφυυῖα διʼ ἠέρος αἰθέρʼ ἵκανεν. ἔνθʼ ἧστʼ ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν, ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσι χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δέ τε κυμινδίν». Καὶ ὁ μὲν Ὕπνος οὕτως αὐτοῦ ἔμεινεν, «Ἥρη δὲ κραιπνῶς προσεβήσατο Γάργαρον, ἄκρον Ἴδης ὑψηλῆς», ὅ ἐστιν ἀκρωτήριον. Καὶ ὅρα τὸ «πάρος Διὸς ὄσσε ἰδέσθαι» ἀστείως λεχθὲν ἀντὶ τοῦ πρὶν τὸν Δία κοιμῆσαι. ἰδέσθαι γὰρ ὀφθαλμοὺς Ὕπνον οὐδὲν ἄλλο ἐστὶν ἢ κοιμηθῆναι. Ἀμφίβολον δὲ εἴτε βλέπων μὲν ὁ Ὕπνος νοηθήσεται, βλεπόμενοι δὲ οἱ ὀφθαλμοὶ τοῦ Διός, εἴτε ἀνάπαλιν διὰ τὸ πιθανῶς ἐμποδίζεσθαι τὴν τοῦ μυθικοῦ Ὕπνου ὄψιν οἷα ὄζοις πεπυκασμένον εἰλατίνοις. καὶ οὕτω μὲν ἀσαφῶς πέφρασται, ῥέπει δὲ ὅμως τὸ τῆς ῥηθείσης ἀμφιβολίας ὀρθὸν εἰς τὸ μήπω τὸν Ὕπνον ὄψιν ἐπαφεῖναι τῷ Διΐ. τοῦτο μὲν γὰρ μικρὸν ὅσον γενήσεται. ὁ Ζεὺς δὲ οὐκ ἂν ἴδοι αὐτόν. εἰ γὰρ εἶδε, συνέχεεν ἂν τὸ πᾶν. Ἐλάτη δὲ νῦν μὲν δένδρον, σημαίνει δέ ποτε ἡ λέξις καὶ κώπην, καὶ κύριον δὲ ὄνομα γυναικὸς ἡρωΐδος, ἀδελφῆς Ὤτου καὶ Ἐφιάλτου. Ὅρα δὲ ὡς τὴν μὲν ἐλάτην διὰ μόνου τοῦ ἐν τῇ καταρχῇ ε προέφερεν, ὃ καὶ ἐπὶ τῆς μελίας ἀλλαχοῦ γίνεται, τὸν δὲ αὐτῆς ὄζον εἰλάτινον ἔφη διὰ διφθόγγου διὰ τὸ μὴ δύνασθαι ἄλλως αὐτό, ὥσπερ οὐδὲ τὸ ἐκ μελίας μείλινον, οὐδὲ τὸ ἐξ ἐλάτης εἰλάτινον ἔγχος, εὐχρηστηθῆναι εἰς μέτρον. Τὸ δὲ «περιμήκετον» ἐφερμηνεύει διὰ τοῦ «μακροτάτη», ὥσπερ καὶ τὸ «ἔμεινε» διὰ τοῦ «ἧστο». Τὸ δὲ «ἣ τότʼ ἐν Ἴδῃ» οὐ μάτην, φασί, πρόσκειται, ἀλλʼ ὅτι νῦν ἐκεῖ ἐλάται οὐ φύονται. καὶ σημείωσαι ἐκ τούτου, ὅτι μετὰ τὰ Τρωϊκὰ ἦν ὁ ποιητής. καὶ ἄλλως δὲ λέγοι ἂν τοῦτο, ὡς οὐκ ἂν τοῖς μεθʼ Ὅμηρον τοῦ τοιούτου εὑρεθησομένου δένδρου μετὰ συχνὰ ἔτη. Τὸ δὲ «διʼ ἠέρος αἰθέρʼ ἵκανε» δίδωσι νοεῖν, ὡς ἐγχωρεῖ καὶ τὴν ῥηθεῖσαν ἐλάτην βλωθρὴν κληθῆναι, εἴγε βλωθρή που ἐλέχθη πίτυς πάρα τὸ εἰς αἰθέρα μολεῖν. δηλοῖ δὲ ἡ ῥηθεῖσα φράσις καὶ ὑπερκεῖσθαι τοῦ λιμνάζοντος ἀέρος εὐθὺς αἰθέρα. Τὸ δὲ «λιγυρῇ» ἀντὶ τοῦ λιγυφθόγγῳ. ἐκ τούτου δὲ σαφῶς ἑρμηνεύεται καὶ τὸ «μάστιγι λιγυρῇ» καὶ «λιγὺς ἀγορητής» καὶ ὅσα τοιαῦτα. Ἐν δὲ τῷ «ἣν χαλκίδα καλοῦσι θεοί, ἄνδρες δὲ κύμινδιν» ὑπεμφαίνει ὁ ποιητής, καθὰ καὶ ἐν ἄλλοις πρὸ τούτων, καὶ τὴν θείαν εἰδέναι διάλεκτον, ὡς μουσοτραφής. διὰ τοῦτο γὰρ τῶν διωνύμων τινὰ μεταχειριζόμενος τὸ μὲν τῶν ὀνομάτων θεοῖς, τὸ δὲ ἀνθρώποις ἀνατίθησιν, ὡς καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ φαίνεται. Ἰστέον δὲ ὡς καὶ ἐνταῦθα τὸ χαλκίς μὲν ὡς εὐφωνότερον θεῖον ὄνομα λέγει, ἀνθρώποις δὲ ὡς μὴ τοιοῦτον ἀποκληροῖ τὸ κύμινδις, ἴσως δὲ καὶ ὡς οἰκειότερον αὐτοῖς, ὧν ὁ Ὕπνος κρατεῖ. ἔοικε γὰρ ὁ κύμινδις κρύμινδίς τις εἶναι, οἱονεὶ κρύψις τοῦ ἰδεῖν, ὅπερ Ὕπνῳ οἰκεῖόν ἐστι. διὸ καὶ τοιούτῳ ζῴῳ τὸν ὕπνον ἐμόρφωσεν, ὃ τὴν κεφαλὴν ὑπὸ τοὺς κλάδους φασὶ κρύπτειν. Τυχὸν δὲ καὶ ψευδοπαρηχούμενον τῷ κοιμήματι τὸν κύμινδιν ἐνταῦθα παρείληφεν. ἔστι γάρ τι καὶ τοιοῦτον παρηχήσεως εἶδος, ὡς ἐν ἄλλοις τε δῆλον καὶ μάλιστα ἐν τῷ «κοίμησε δὲ κύματα δαίμων». Ἔτι δὲ ὁ κύμινδις ἢ ἡ κύμινδις—ἑκατέρως γὰρ λέγεται— οἰκεῖος Ὕπνῳ ἐστὶ καὶ ὡς εἰς ὕπνον, φασίν, εὐεπίφορος καὶ ὡς τὰ πλείω νυκτὸς φαινόμενος, καθὰ καὶ ὁ ὕπνος νυκτὶ πεφιλίωται μυθικῶς τε, ὡς ἐρρέθη, καὶ ἀλληγορικῶς. Καὶ δηλοῖ τοῦτο ἡ περὶ αὐτοῦ ἱστορία, λέγουσα, ὅτι ὁ κύμινδις ὀλιγάκις φαίνεται. οἰκεῖ γὰρ ὄρη, μέγεθος ὅσον φασσοφόνος ἱέραξ, τὴν ἰδέαν λεπτὸς καὶ μακρός. Κύμινδιν δὲ καλοῦσιν Ἴωνες αὐτόν. οὗτος ἡμέρας μὲν οὐ φαίνεται διὰ τὸ μὴ βλέπειν ὀξύ, τὰς δὲ νύκτας θηρεύει ὡς οἱ ἀετοί, καὶ μάχεται πρὸς τὸν ἀετὸν οὕτω σφοδρῶς, ὥστε πολλάκις ἄμφω λαμβάνεσθαι ζῶντας ὑπὸ τῶν νομέων, νεοττεύει δʼ ἐν πέτραις καὶ σπηλαίοις. Λέγει δὲ ἡ ἱστορία καί, ὡς μέλας ἐστί, χαλκίζων τὴν χροιάν, ὅθεν καὶ χαλκὶς λέγεται. Ὁ δὲ μῦθος λέγει Ἁρπαλύκην ταύτην εἶναι, ἣ μιγεῖσα Κλυμένῳ τῷ πατρὶ κατὰ βίαν καὶ ἑψήσασα τὸν υἱὸν Πρέσβωνα παρέθηκεν αὐτῷ, εἶτα εἰς χαλκίδα μετεβλήθη. Ἕτεροι δὲ μυθεύονται, ὡς ἐν Χαλκίδι διάγουσαν ὅτε ἄνθρωπος ἦν, καὶ συνελθοῦσαν τῷ Διΐ, ἀπωρνίθωσεν ἡ Ἥρα. Ὅτι δὲ ὁμώνυμος λέξις ἡ χαλκίς, οὐκ ἔστιν ἀμφιβαλεῖν. καὶ νῦν μὲν ὀρνέου ἐστὶν ὄνομα, εὕρηνται δὲ καὶ πόλεις οὕτω καλούμεναι, ἡ Συριακή, ἡ Θρᾳκία, ἡ κατὰ Εὔβοιαν, περίπυστος καὶ αὐτή, ὡς ἐν τῷ Καταλόγῳ τῶν νεῶν ὑπεκρούσθη, περὶ ἣν λῆρός ἐστι δείκνυσθαι τόπον μυρρίναις θάλλοντα, ὃς Ἁρπάγιον ἐκαλεῖτο παρὰ τὸ ἐκεῖθεν ἁρπαγῆναι πρὸς Διὸς τὸ Τρωϊκὸν μειράκιον, τὸν Γανυμήδην. Δόξοι δʼ ἂν ἴσως καὶ ὁ χαλκισμός—παιδιὰ δέ τις αὕτη καί, ὡς οἱ παλαιοί φασι, κυβείας εἶδος—ἐκ τῆς χαλκίδος παρωνυμεῖσθαι, οὐκ ἔχει δʼ οὕτως, ἀλλʼ ἦν ὁ χαλκισμὸς ὀρθοῦ νομίσματος θετέον χαλκοῦ στροφὴ καὶ σύντονος περιδίνησις, μεθʼ ἣν ἔδει τὸν παίζοντα ἐπέχειν ὀρθῷ τῷ δακτύλῳ τὸ νόμισμα εἰς ὅσον τάχος πρὶν ἢ καταπεσεῖν. καὶ ὁ τοῦτο ἀνύσας ἐκράτει τὸν χαλκισμὸν καὶ ἦν νικητής. Γάργαρον δέ, τὸ καὶ ἐν ἄλλοις προδηλωθέν, οὐ μόνον ἄκρον Ἴδης, ὡς ἐρρέθη, ἀλλὰ καὶ πόλις Τρωάδος κατὰ τοὺς παλαιούς, ἣν Αἰολικήν τινές φασιν εἶναι, λέγοντες καὶ τὴν μὲν πόλιν θηλυκῶς, ἧς οἱ πολῖται Γαργαρεῖς, οὐδετέρως δὲ τὸ ἀκρωτήριον. ὅτι δὲ Γαργαρεῖς ἔθνους ὄνομα μιγνυμένου ταῖς Ἀμαζόσιν, ἡ αὐτὴ ἱστορία φησί. Περὶ δὲ τὴν ῥηθεῖσαν Αἰολικὴν Γάργαρον τὴν ἐπὶ τῇ ἄκρᾳ τῆς Ἴδης φασὶ Διότιμον τὸν Ἀδραμυτηνὸν διδάσκειν γράμματα. εἰς ὅν, φασίν, Ἄρατος εἶπεν «αἰάζω Διότιμον, ὃς ἐν πέτρῃσι κάθηται, παισὶ Γαργαρέων βῆτα καὶ ἄλφα λέγων», καὶ Γάργαρα ἄκρα. οἱ δὲ τοιοῦτοι στίχοι, καὶ χρῆσίς ἐστι τοῦ οὐδετέρως τὸ ἀκρωτήριον λέγεσθαι, καὶ τοῦ Γαργαρεῖς τοὺς τῆς Γαργάρου πολίτας ὀνομάζεσθαι. Ὅτι δὲ Γάργαρον ἢ Γάργαρα πληθυντικῶς λέγονται διὰ τὴν ἐκεῖ τῶν ὑδάτων ἀνάδοσιν κατὰ ὀνοματοποιΐαν, ὡς πολλῶν ἐκεῖ ἀναβραττομένων καί, ὡς εἰπεῖν, ἀναγαργαριζόντων, καὶ ὅτι γάργαρα διὰ τοῦτο ἁπλῶς ποιητικώτερον τὰ πολλά, ὅθεν καὶ ψαμμακοσιογάργαρα ὁ Κωμικὸς τὰ πάνυ πολλὰ ἔφη, δηλοῦσιν οἱ παλαιοί. Ὁ δὲ Γεωγράφος λέγει καί, ὅτι Γάργαρον ἐπʼ ἄκρας κεῖται, ποιούσης τὸν ἰδίως Ἀδραμυτηνὸν λεγόμενον κόλπον, τὸν κλειόμενον ὑπό τε τοῦ δεῖνος τόπου καὶ τῆς ἄκρας ἐφʼ ᾗ τὰ Γάργαρα, καὶ προσαγορευομένης Πυρρᾶς ἄκρας. οὗ πλάτος ἀπὸ ἄκρας, φησίν, ἐπὶ ἄκραν δίαρμα ἑκατὸν εἴκοσι σταδίων. ἐντὸς δὲ αὐτοῦ πόλις, ἧς ὑπέρκειται ὄρος, ὃ καλοῦσιν Ἀλεξάνδρειαν, ὅπου τὰς θεὰς κριθῆναί φασιν ὑπὸ τοῦ Πάριδος. Καὶ ὅρα τὴν τοιαύτην Ἀλεξάνδρειαν, οὐκ ἂν τῷ μεγάλῳ Ἀλεξάνδρῳ παρωνυμουμένην, ἀλλὰ τῷ ἅρπαγι Πάριδι. Ὅτι δὲ ἐν τῷ ῥηθέντι Ἀτραμυτηνῷ κόλπῳ πολλοὶ τῶν Λελέγων ᾤκουν, προδεδήλωται. Ἰστέον δὲ καὶ ὅτι τὸ «Γάργαρον, ἄκρον Ἴδης» σαφέστερον πέφρασται τοῦ «Ἴδην Λεκτόν». Ὅτι ὡς εἶδε τὴν Ἥραν ὁ Ζεύς, «ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν, οἷον», ἀντὶ τοῦ ὥσπερ, ὅτε πρώτιστον «μιγέσθην φιλότητι, εἰς εὐνὴν φοιτῶντε φίλους λήθοντε τοκῆας». Ὅτι δὲ ἡ τῶν στοιχείων θέσις ἀέρος τε καὶ τοῦ ἀνωτέρω αἰθέρος τοῖς τοιούτοις λόγοις ἐμφαίνεται, καὶ ὡς λεληθότως ἐξ ἀναλόγου τινὸς γάμος τῇ τοιαύτῃ αὐτῶν συναφείᾳ ἐμφαντάζεται, πολλαχοῦ δεδήλωται. Ἄλλως δέ γε τὸ μὴ ἀναφανδὸν τούτους εἰς εὐνὴν φοιτᾶν τὴν ἀρχήν, ἀλλὰ φίλους λήθοντε τοκῆας, αἴνιγμά ἐστι τοῦ καὶ πρὶν ἢ εὐκόσμως διακεκρίσθαι τὰ στοιχεῖα καὶ τὴν οἰκείαν τάξιν λαχεῖν, οὕτω μὲν προῳκειῶσθαι τὸν Δία τῇ Ἥρᾳ, δυνάμει μέντοι ὡς τὰ πολλά, ὅπερ ὁ μῦθος λήθην καλεῖ, ὡς οἷον ἐπίκρυψίν τινα καὶ κλοπήν, ὡς ὕστερον ἔσχον κατὰ φύσιν ταχθέντα, ἤγουν τοῦ τὴν μὲν ὑποκεῖσθαι, τὸν δὲ ὑπερκεῖσθαι. μετὰ γάρ τοι τὴν εὐκοσμίαν καὶ τὴν ταρτάρωσιν τῶν ἠλληγορημένων Τιτάνων φανερὰ ἡ ὁμιλία καὶ ἐμφανῶς ἐναργὴς ἡ τοῦ Διὸς καὶ τῆς Ἥρας, ἣν ὁ παλαιὸς λόγος οὐκέτι εἰς κρυφαῖον, ἀλλὰ πᾶσι δῆλον γάμον θεωρεῖ. Καλῶς δὲ τὴν δύναμιν ὁ μῦθος εἰς τὸ λανθάνειν μετέλαβε. κοινὸν γάρ πως ἐν ἀμφοῖν ποτε τὸ μὴ εἶναι. οὔτε γὰρ ἡ κατὰ τὸ εἶναί τι δύναμις ἀεὶ ἐνέργεια ἐστίν, οὔτε τὸ λανθάνειν ἀφίησι γνωστὸν εἶναι τὸ ὄν. καὶ ἄλλως δέ, ὥσπερ τὸ δυνάμει, οὕτω καὶ τὸ ἐν τῷ λανθάνειν ἐκφανθείη ἄν ποτε. καὶ τοιοῦτον μέν τι τοῦτο. Ὁ δὲ φλύαρος μῦθος προστίθησι τοῖς κατὰ τὸν Δία καὶ τὴν Ἥραν καὶ τοιαῦτά τινα, ὅτι ὅτε Κρόνος ἐταρταρώθη, ἐξεδόθη τῷ Διῒ παρὰ Τηθύος καὶ Ὠκεανοῦ ἡ Ἥρα, ἐγκύμων μὲν οὖσα, ὡς παρθένος δὲ ὑπονοουμένη. τεκοῦσα δὲ τὸν Ἥφαιστον προσεποιήσατο δίχα μίξεως τεκεῖν καὶ Κηδαλίωνι τῷ Ναξίῳ ἐκεῖνον παρέδωκε διδάξαι χαλκευτικήν. Ἕτεροι δὲ ἐν Σάμῳ λάθρᾳ διαπαρθενευθῆναι αὐτήν φασιν. ὅθεν Σάμιοι κατὰ ζῆλον Ἥρας λάθρᾳ τὰς παρθένους συγκοιμίζουσιν, εἶτα φανερῶς τοὺς γάμους θύουσι. καὶ τοῦτο μὲν καινοτροπίαν ἔθους ἐπισύρεται μόνην, λαγνείαν δὲ οὐκ ἔχει σαφῆ. Ἡ δὲ παρὰ τῷ Γεωγράφῳ Ταναῗτις δαίμων λίαν ἀπʼ ἐναντίας πίπτει τῇ Ἥρᾳ, ἥτις ἄλλοις τε ἐτιμᾶτο καὶ ἀνιερώσει παρθένων, φησίν, ἐπιφανεστάτων, ἔνθα καταπορνευθεῖσαι εἶτα πρὸς γάμον ἐδίδοντο, οὐδενὸς ἀπαξιοῦντος τῇ τοιαύτῃ συνοικεῖν. ἔστι δὲ ἀστείως εἰπεῖν, ὡς τοιούτοις ἐοίκασιν οὐ μόνον οἱ τὰς ἐξ Ὁμηρικῶν θεῶν ἀλλὰ καὶ οἱ τὰς ἄλλως ὑπὸ μεγιστάνων φθαρείσας λαμβάνοντες. Ἄλλοι δὲ μυθεύονται, ὅτι ἐξ Εὐρυμέδοντος, ἑνὸς τῶν Τιτάνων, ἔτεκεν ἡ Ἥρα τὸν Προμηθέα παρθένιον, γνοὺς δὲ ὁ Ζεὺς τὸν μὲν Εὐρυμέδοντα ἐταρτάρωσε, τὸν Προμηθέα δὲ ὕστερον προφάσει τοῦ πυρὸς ἐν Καυκάσῳ ἀνασκολοπίσας προσεπαττάλευσε. Τὸ δὲ «πυκινὰς φρένας» ἔστι μὲν σεμνότερον τοῦ ἁπλῶς νόον εἰπεῖν, ἔχει δέ τι οἴκτου, ὡς οἷα τοῦ ποιητοῦ δεινὸν ἡγουμένου, εἰ τὰς τοιαύτας φρένας δολοφρονέουσα ἡ Ἥρα ἠπάτησεν. διὸ καί φασιν οἱ παλαιοὶ χρῆναι δεδιέναι τὸ τῶν παθῶν κρατεῖν, εἰ καὶ Ζεὺς ὁ παγκρατὴς πάθει νικηθεὶς ζημιοῦται τὴν ὄνησιν, ἣν ἀγρυπνῶν περιεποιήσατο ἄν. Οἱ δʼ αὐτοὶ καὶ ἐν οἷς ἀνακοινοῦται δῆθεν ἡ Ἥρα τῷ Διῒ τὴν εἰς Ὠκεανὸν ἄφιξιν, νομοθετεῖν φασιν Ὅμηρον ταῖς γυναιξὶ ποιεῖσθαι τὰς ἐξόδους συγχωρούντων ἀνδρῶν. Εἰ δὲ τοιοῦτον ὁ λογοποιούμενος Ἔρως καὶ οὕτως ἀναταράττει τὰ ἐν τοῖς κατʼ αὐτὸν προσώποις καὶ δεινὰ ποιεῖ, καλῶς ἄρα ὑπομνηματογραφῶν ὁ μῦθος ἀπεψηφίσθαι ὑπὸ θεῶν ἔφη τὸν Ἔρωτα, καὶ ἀποκοπῆναι μὲν τὰ πτερά, ἵνα μὴ πέτηται εἰς οὐρανὸν πάλιν, τὰς δὲ κατʼ αὐτὸν πτέρυγας δοθῆναι τῇ Νίκῃ φορεῖν ὡς οἷα σκῦλον περιφανὲς ἀπὸ τοῦ πολεμίου. Διὸ καὶ Εὔβουλος οὐ κατὰ μῦθον μέν, ἄλλως δὲ σεμνότερον, ἀποστερεῖ πτερῶν τὸν Ἔρωτα, ὡς οὔτε κοῦφον οὔτε ῥᾴδιον ἀπαλλαγῆναι τῷ φέροντι τὴν νόσον, βαρὺν δὲ κομιδῇ. καὶ Ἄλεξις δέ, φασί, κωμικὸς ποιητὴς καὶ αὐτός, οὐ τὸν Ἔρωτα πέτεσθαι λέγει ἀλλὰ τοὺς ἐρῶντας, πολλὴν ἐκεῖνος ἐνταῦθα κρύπτων ἔννοιαν, ἧς κεφάλαια τὸ καὶ ἄλλως πέτεσθαι τοὺς ἐραστὰς ἀπὸ ἄλλων εἰς ἄλλα νοήματα καὶ ταχὺ ἐκ τούτων εἰς ἕτερα μεταπηδᾶν, καὶ τὸ ἀφραίνειν δὲ καὶ οὕτως ἀστατεῖν, ὧν ἐκ τοῦ μὲν ἀστάθμητοι λέγονται οἱ μὴ σταθεροί, ἐκ δὲ τοῦ ἑτέρου οἱ πετόμενοι. Τὸ δὲ «ἀμφεκάλυψεν» ἐκ μεταφορᾶς ἐρρέθη δικτυωδῶν ἀρκύων, αἳ ὀρνίθων καταπετασθεῖσαι συλλαμβάνουσιν αὐτοὺς ἔσω καὶ καλύπτουσι. τοιοῦτον καὶ μετʼ ὀλίγα τὸ «μαλακὸν περὶ κῶμα ἐκάλυψε», καὶ τὸ «νέφος ἀμφικαλύψω», καὶ μάλιστα τοῦτο, ἀφʼ οὗ καὶ εἶδος δικτύου νεφέλη, ὡς οἱ τοῦ Κωμικοῦ Ὄρνιθες δηλοῦσιν ἐν τῷ «μὰ νεφέλας, μὰ παγίδας», αἳ δὴ νεφέλαι καθʼ ὁμοιότητα τοῦ «νέφος ἀμφικαλύψω», ὅ ἐστιν ἐπιθήσω, σκεπάσω, καταπετάσω, καλύπτειν ἂν ὄρνις λεχθεῖεν. Ἔστι δʼ εἰπεῖν καὶ ὅτι καθὰ νέφος ἥλιον, οὕτω καὶ ἔρως τὸν ἐν τῷ Διῒ ἥλιον νοῦν ἀμφεκάλυψεν. Ὅτι πολλαχοῦ κεῖται καὶ ἐν Ὀδυσσείᾳ τὸ «τόδʼ ἱκάνειν», ὅμοιον ὂν τῷ «τῇδε ἱκάνειν». καὶ ἔστι τοῦτο μὲν Ἀττικὸν κοινότερον, τὸ δὲ ἕτερον ποιητικώτερον. ἔλλειψιν δὲ ἔχει καὶ ἄμφω. τὸ μὲν γὰρ ποιητικὸν βούλεται εἰπεῖν ἐς τόδε τὸ δῶμα ἢ τὸ χωρίον ἱκάνειν, τὸ δὲ κοινὸν ἐν τῇδε τῇ ὁδῷ ἱκάνειν ἢ τῇ γῇ ἢ τοιοῦτόν τι. Χρῆσις δὲ τοῦ ῥηθέντος ἐνταῦθα τὸ «Ἥρη, πῇ μεμαυῖα», ἢ τίπτε μεμαυῖα, «τόδʼ ἱκάνεις;». Ὅτι ὁ ὀκνῶν πεζοπορεῖν εἴποι ἂν τὸ «ἵπποι δʼ οὐ παρέασι τῶν κʼ ἐπιβαίην». Ὅτι στίχοι ἓξ ἐνταῦθα κεῖνται ταὐτολογικῶς, ὡς Ὁμήρῳ σύνηθες, ἐκ τῶν ἤδη ῥηθέντων πρὸς τὸν Ὕπνον περὶ Ὠκεανοῦ καὶ Τηθύος ὀκτὼ στίχων, ὧν ἦν ἀρχὴ μὲν τὸ «εἶμι γὰρ ὀψομένη», τέλος δὲ τὸ «ἐπεὶ χόλος ἔμπεσε θυμῷ». παρειάθησαν δὲ δύο στίχοι ἐκεῖθεν ὡς μὴ ἀναγκαῖοι ἐνταῦθα παλιλλογηθῆναι. ἀντὶ δὲ τοῦ «εἶμι γάρ» κεῖται ὧδε τὸ ἔρχομαι, ἐπεὶ οὐκ ἦν ἐνταῦθα τόπος τῷ γαρ συνδέσμῳ. Ὅτι ὥσπερ ἀκρώρεια ἡ ἀνωτάτω τοῦ ὄρους ἐξοχή, οὕτω πρυμνώρεια πολυπιδάκου Ἴδης τὸ πρυμνόν, ἤτοι τὸ κατωτάτω, αὐτῆς ἄκρον, οἵπερ εἰσὶν ἀκριβῶς πόδες ὄρους. Ὅρα δὲ ὡς πρὸ ὀλίγων μὲν πολυπῖδαξ πολυπίδακος ἐκλίνετο, ἐνταῦθα δὲ τῆς τοιαύτης γενικῆς ἀναχθείσης εἰς εὐθεῖαν τὸ πολυπιδάκου Ἴδης προήνεκται. Ὅτι δέδοται τοῖς τοῦ μύθου ἵπποις καὶ διὰ θαλάσσης θέειν. Ἥρα γοῦν ψευδομένη καὶ νῦν ἀκολούθως οἷς προέθετο, φησίν, ὡς οἱ αὐτῆς ἵπποι ἐν πρυμνωρείᾳ Ἴδης ἑστᾶσιν, «οἵ με», φησίν, «οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν». εἴη δʼ ἂν Ἥρας, ὅ ἐστιν ἀέρος, ὄχημα τὰ ἐκ πρυμνωρειῶν καὶ τοιούτων τινῶν ἀναθυμιώμενα διὰ τὴν περὶ αὐτὰ ὑγρότητα. Τραφερὴ δὲ ἢ κατὰ τὸ κοινὸν ἡ τρέφουσα, τὰ κατʼ αὐτὴν δηλαδή, ὡς καὶ ἡ θάλασσα τὰ περὶ αὐτήν, ἢ καὶ ἄλλως παρὰ τὸ τρέφω, τὸ πήγνυμι, ἡ εὐπαγὴς καὶ στερρὰ καὶ διαστελλομένη οὕτω τῆς ὑγρᾶς. Ὅτι ὁ δεδιώς τινα καὶ μὴ ἔχων ἀσυντάκτως ὑποχωρῆσαι προσφυῶς ἂν εἴπῃ πρὸς ἐκεῖνον τὸ «νῦν δέ σευ εἵνεκα δεῦρο τόδʼ ἱκάνω, μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ οἴχωμαι». Καὶ ὅρα καὶ νῦν τὸ «τόδʼ ἱκάνω», ἀντὶ τοῦ ἐνταῦθα, κατὰ τόδε δηλαδὴ τὸ χωρίον. Τὸ δὲ ἐφεξῆς τὸ «κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι, νῦν δʼ ἄγε», κώλυμά ἐστι μελετωμένης ὁδοῦ. Ὅτι τὸ ἔρος Αἰολικὸν διὰ συνεσταλμένου τοῦ ο ἐνταῦθα κεῖται παρά γε τῷ ποιητῇ, ἀφʼ οὗ καὶ τὸν ἔρον κλίνομεν. Εἰπὼν γὰρ τῇ Ἥρᾳ ὁ Ζεύς, ὡς «ἄγʼ ἐν φιλότητι τραπείομεν εὐνηθέντε», ἐπάγει «οὐ γάρ πώ ποτε μʼ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσε». Καὶ ὅρα ὅπως ἔφρασε βίαν ἔρωτος, καὶ ὡς οὐ μόνον ἐπὶ βρώσεως ὁ ἔρος παρὰ τῷ ποιητῇ, ἀλλὰ καὶ ἐπὶ ἄλλης ὁμιλίας, οἱ μέντοι Ἀττικοὶ τὸ ἔρως ἐκτείνουσιν. οἱ δὲ μῦθοι καὶ θεὸν αὐτὸν ἀναπλάττονται, πτεροῖς αἰρόμενον καὶ τόξῳ βάλλοντα καὶ λαμπάδι φλέγοντα. Ὁ δὲ κωμικός, φασίν, Ἄλεξις εὐθυβολώτερον ἐπιβαλὼν λέγει «καί μοι δοκοῦσιν ἀγνοεῖν οἱ ζωγράφοι τὸν Ἔρωτα, συντομώτερον δʼ εἰπεῖν, ὅσοι τοῦ δαίμονος τούτου ποιοῦσιν εἰκόνας. ἔστι γὰρ οὔτε θῆλυς οὔτʼ ἄρσην, πάλιν οὔτε θεὸς οὔτʼ ἄνθρωπος, οὔτʼ ἀβέλτερος οὔτʼ αὖθις ἔμφρων, ἀλλὰ συνηνεγμένος πανταχόθεν ἑνὶ τύπῳ πόλλʼ εἴδη φέρων. ἡ τόλμα μὲν γὰρ ἀνδρός, ἡ δειλία δὲ γυναικός, ἡ δʼ ἄνοια μανίας, ὁ δὲ λόγος φρονοῦντος», καὶ τὰ ἑξῆς, ἃ δὴ καὶ τῇ Ἥρᾳ ἐμφαντάζονται. τολμᾷ μὲν γὰρ ἀνδρικῶς, ὕστερον δὲ δειλιᾷ. καὶ λαλεῖ μὲν πιθανὰ τῷ Διῒ ἀνδρί, οὐ μὴν πρὸς νοῦν ὀρθόν, εἰ καὶ μὴ μαίνεται αὐτὴ κατʼ ἐπιθυμίαν ἐπίσης τῷ Διΐ, ἔχουσα καὶ αὐτὴ εἰπεῖν, ὡς ἐρωτικὴ μέν εἰμι, ὁμολογῶ, ἐρωτομανὴς δὲ οὔ. ὅτι δὲ ἡ ῥηθεῖσα κατὰ μανίαν ἄνοια πολλαχοῦ τῷ ἔρωτι ἐπακολουθεῖ, δηλοῖ ὁ ποιητὴς ἐν τῷ «δῖα ἐπεμήνατο Ἄντεια». Τὸ δὲ «θεᾶς οὐδὲ γυναικός» οὐ κατὰ γένος θηλυκὸν ἀντιδιαιρεῖ. δῆλον γὰρ ὡς καὶ τῷ Διῒ τὰς ὑπʼ αὐτῷ γινομένας ἐξ ἔρωτος γυναικικῶς συγκατακλίνει ὁ μῦθος. οὔκουν κατὰ θῆλυ γένος ἡ ἀντιδιαίρεσις αὕτη, ἀλλὰ κατὰ τὸ θεῖον καὶ ἀνθρώπινον εἶδος, ὡς ἑτεροειδῶν ὄντων τῆς τε μυθευομένης ἐν θεοῖς θεᾶς καὶ τῆς ἐν ἀνθρώποις γυναικός. Τὸ δὲ «θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσε», περίφρασίς ἐστι καὶ παράφρασις τοῦ «πυκινὰς φρένας ἀμφεκάλυψεν», ὥσπερ καὶ τὸ «περιπροχυθείς» καθʼ ὁμοιότητα ἐρρέθη τοῦ «ἀμφιχυθείς». Ἐνταῦθα δὲ διήγησιν ἐρωτικὴν ἐκθεὶς Ὅμηρος καὶ ἱστορίας ὁμοίας ἐγκαταμίγνυσι, τῷ ἀκράτῳ μύθῳ μυθικὰ παραπλέκων σύντομα διηγήματα. ἐν οἷς ὁ Ζεὺς δεικνὺς ἑαυτὸν ἀξιέραστον παρατίθεται πολλοὺς ἔρωτας ἑαυτοῦ, τοὺς μὲν ὁμογενεῖς, τοὺς δὲ καὶ ἐπὶ θνηταῖς γυναιξί. Ταῦτα δὲ λέγει ὡς οἷα κλαπεὶς ἤδη τὸν νοῦν ὑπὸ τοῦ κεστοῦ καὶ διὰ τοῦτο ἐφʼ οἷς οὐκ ἔδει σεμνυνόμενος ἀφελῶς καὶ ἁπλούστερον. διὸ καὶ τὸ τῶν ὀδόντων ἕρκος ἀνοίξας ἀφίησι φεύγειν ἐκεῖθεν λόγους οὐκ εὐγενεῖς, ἔρωτα παθὼν ἄτοπον. Ἀνὴρ γὰρ φιλεῖν μὲν τὴν ἰδίαν ἄκοιτιν καὶ ἀγαπᾶν καὶ ὁμονοητικῶς ἔχειν πρὸς αὐτὴν ἢ εἴ τι ἄλλο τοιοῦτον, λέγοιτο ἄν, ἐρᾶν δὲ οὔ. ἔρως γὰρ τῶν μὴ ἐν ἐξουσίᾳ μηδὲ ἐφʼ ἡμῖν, ἐπιθυμίας ὢν ὑπερβολὴ ἐπὶ τῶν μὴ πάνυ παρʼ ἡμῖν ὄντων. εἰ δὲ παρʼ Ἡροδότῳ ἐρᾶν ὁ Κανδαύλης τῆς οἰκείας λέγεται γυναικός, ἀλλὰ κακὸν ἐκεῖνος ἔπαθεν ἐντεῦθεν τὸ ἱστορηθέν. οὔκουν οὐδὲ ὁ Ζεὺς ἔνδοξόν τι πείσεται τῆς Ἥρας ἄρτι ἐρῶν ὡς ἐξ ὑπαρχῆς ποτε, ἀλλʼ ἀποσφαλήσεται τοῦ οἰκείου σκοποῦ. Ὅρα δὲ καὶ ὅτι καλλωπίζων τὸ ἐρωτικὸν τοῦτο χωρίον ὁ ποιητὴς εὐειδεῖ σχήματι τῷ τῆς ἄρσεως, ἤγουν τῷ τῆς οὐ ἀρνήσεως ἀποφατικῶς, ἐννεάκις χρᾶται αὐτῷ, ποτὲ μὲν γοργότερον φράζων, ποτὲ δὲ καὶ ἄλλως. «Οὐ γάρ πώ ποτέ με», φησίν, «ἔρος περιῆλθε» τοιοῦτος, «οὐδʼ ὁπότʼ ἠρασάμην Ἰξιονίης ἀλόχοιο οὐδʼ ὅτε περ Δανάης», καὶ τὰ ἑξῆς, ἐπίτηδες ἐπιμείνας τοιούτῳ λαμπρῷ σχήματι, ὥσπερ καὶ τῇ λέξει τοῦ «ἔτεκε». καὶ γὰρ καὶ αὐτὸ πολλάκις ὁμοιοσχημόνως φησίν, οἷον «ἣ τέκε Πειρίθοον, ἣ τέκε Περσῆα, ἣ τέκε Μίνω». καὶ τούτοις μὲν οὕτως ἐπέμεινε. Τὸ δὲ «ἠρασάμην» ἅπαξ ὡς οἷον πτωχικῶς εἰπὼν ἀφῆκεν ἑπτάκις ἐν τοῖς ἑξῆς νοηθῆναι αὐτὸ ἀπὸ κοινοῦ, ἐντραπεὶς τὸ τοῦ ἐρᾶν ὄνομα καὶ μὴ θελήσας ἐπιμεῖναι καὶ αὐτῷ, ὑπομνήσας δὲ μόνον αὐτοῦ πρὸς τῷ τέλει ἐν τῷ «ὡς σέο νῦν ἔραμαι, καί με γλυκὺς ἵμερος αἱρεῖ». Οὕτω καὶ ἐπιμένειν καιρίως οἶδεν ὁ ποιητὴς καὶ αὖθις ἐλλιπῶς τοὺς λόγους προάγειν ἐν δέοντι. Πάνυ δὲ καὶ ἐν τῷ χωρίῳ τούτῳ τῇ συνήθει ποικιλίᾳ ὁ ποιητὴς ἐπλεόνασεν, ἐπικαλύπτων τὸ αἰσχρὸν τεχνικοῖς θεωρήμασιν. Ἡ δὲ ποικιλία τοιαύτη τις, ὡς ἐκ πολλῶν ὀλίγα εἰπεῖν. θεὰς μὲν ὀλίγας ὁ Ζεὺς μετρεῖ, Δήμητραν γὰρ καὶ Λητώ, θνητὰς δὲ πλείονας, καὶ οὓς μὲν ἐγέννησαν αἱ θεαί, οὐ λέγει, οὓς δὲ ἐγέννησαν αἱ θνηταί, ἀπαριθμεῖται σαφῶς, καὶ τὰς μὲν θνητὰς ἐρωμένας ἄνευ ἐπιθέτων προάγει δίχα τῆς Δανάης, αὐτὴν γὰρ μόνην καλλίσφυρον ὀνομάζει, τὰς δὲ μὴ θνητὰς ἐπιθέτοις κοσμεῖ, καλλιπλόκαμον μὲν ἄνασσαν εἰπὼν τὴν Δήμητραν, ἐρικυδέα δὲ τὴν Λητώ. οὕτω δὲ καὶ τοὺς ἐκ τῶν θνητῶν παῖδας σὺν ἐπιθέτοις προάγει δίχα τοῦ Μίνωος, ὡς τῷ ἀδελφῷ συλληφθέντος Ῥαδαμάνθυϊ. φησὶ γὰρ «Πειρίθοον θεόφιν μήστωρʼ ἀτάλαντον», περὶ οὗ καὶ ἡ ἄλφα ῥαψῳδία δηλοῖ, «Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν», «Μίνω καὶ ἀντίθεον Ῥαδάμανθυν», «Ἡρακλῆα καρτερόφρονα», «Διόνυσον χάρμα βροτοῖσι», διὰ τὸ δοτῆρα τοῦ οἴνου γενέσθαι. Ἔτι κατʼ ἀρχὰς μὲν τῶν τοιούτων διηγημάτων μίαν ἐκτίθεται μητέρα καὶ ἕνα παῖδα «οὐδʼ ὁπότʼ ἠρασάμην Ἰξιονίης ἀλόχοιο, ἣ τέκε Πειρίθοον, οὐδʼ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης, ἣ τέκε Περσῆα», εἶτα μίαν ἱστορεῖ δύο γεννήσασαν «οὐδʼ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο, ἣ τέκε μοι τὸν Μίνωα» καὶ ἀποκοπῇ Μίνω καὶ τὸν Ῥαδάμανθυν, εἶτα μητέρας ὁμοῦ δύο ἐν ἑνὶ στίχῳ τίθησι, Σεμέλην τε καὶ Ἀλκμήνην, ὧν δύο παῖδες, Ἀλκμήνης μὲν Ἡρακλῆς, Διόνυσος δὲ Σεμέλης, εἶτα δύο ἄλλας, Δήμητραν καὶ Λητώ, ἐν στίχοις δυσίν. ἐξ ὧν, ὡς καὶ προείρηται, οὐ λέγει τίνες ἐγένοντο, ἵνα μὴ λυπήσῃ, φασί, τὴν Ἥραν ἐν καιρῷ τοιούτῳ, Ἀπόλλωνος τοῦ Λητοΐδου μνησθείς, ὃς Ἀχαιοῖς ἀντιφέρεται, οὓς ἡ Ἥρα φιλεῖ. ἔτι πασῶν ὧν εἶπε δύο μέν τινας οὐ λέγει πρὸς ὄνομα. οὔτε γὰρ τὴν τοῦ Πειρίθου ὀνομάζει μητέρα, οὔτε τὴν τοῦ Μίνωος καὶ Ῥαδαμάνθυος, τὰς δὲ λοιπὰς ἐξ ὀνόματος καταλέγει. Προτίθησι δὲ τῶν ἀθανάτων τὰς θνητὰς γυναῖκας, ἵνʼ εὐτάκτως προερχόμενος εἰς τὴν Ἥραν ἐν τῷ «ὡς σέο νῦν ἔραμαι», ταῖς μὴ θνηταῖς συνάψῃ αὐτήν, καὶ μὴ ὑποτάξῃ θνηταῖς γυναιξὶ τὴν ἀθάνατον, ἢ καὶ ἄλλως, ἀπὸ τῶν μικροτέρων ἐρωμένων ἐπὶ τὰς μείζους προϊών. Οἱ δὲ παλαιοὶ λέγουσιν, ὡς τοῦτο ποιεῖ ἀπὸ τοῦ δριμυτέρου καὶ μείζονος ἀρξάμενος ἔρωτος, τοῦ τῶν θνητῶν δηλαδή, καὶ κατασκευάζουσι πιθανῶς ἐκεῖνοι τὸν λόγον ὡς αὐτοῖς βουλητόν. οἷς εἰς κατασκευὴν συμβάλλεται καὶ ἡ ἐνάργεια. πολλοὶ γὰρ ὑπαχθέντες ἔρωτι δουλίδας προτιμῶνται τῶν εὐγενῶν. Ἰστέον δὲ καὶ ὅτι κατάλογόν τινα ἡρωΐδων ἐνταῦθα, ὡς καὶ ἐν τῇ Ὀδυσσείᾳ, ποιεῖ Ὅμηρος, καὶ ταῖς περὶ αὐτῶν ἱστορίαις συντομώτατα ἐπιτρέχει, ὃ δὴ ὁ Λυκόφρων ἐκ τούτου ἐκέρδανε. ποιεῖ δὲ τὸ τοιοῦτον ἐπίτροχον Ὅμηρος τόν τε ἀκροατὴν πολυμαθῆ ποιῶν καὶ οὐδὲ πέρα τοῦ μετρίου τοῖς παρέργοις ἐμφιλοχωρῶν. Σημείωσαι δὲ καί, ὅτι τῶν παλαιῶν εἰπόντων ὡς ἡ ποιητικὴ ἕξις ἢ καὶ οὐσία συνέστηκεν ἐξ ἱστορίας καὶ διαθέσεως καὶ ἡδονῆς, καὶ ὡς τῆς ἱστορίας μέν ἐστιν ἡ ἀλήθεια, ὡς ἐν νεῶν Καταλόγῳ ποιεῖ Ὅμηρος, τῆς δὲ διαθέσεως ἐνέργεια, ὡς ὅταν μαχομένους εἰσάγῃ, μύθου δὲ ἡδονὴ καὶ ἔκπληξις, τὰ μὲν προσεχῶς πρὸ τοῦ χωρίου τούτου ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ ἀκράτως ἦσαν μῦθοι, τὰ δὲ ἐφεξῆς μετὰ τὸν τοῦ Διὸς ὕπνον διάθεσιν δραστηρίου μάχης ἔχουσι, τὰ δὲ μεταξὺ ταῦτα ἱστορίαις καὶ μύθοις κέκραται. Ἰστέον δὲ καὶ ὅτι τὸ «τραπείομεν εὐνηθέντε» δύναται μὴ μόνον δηλοῦν τὸ τερφθῶμεν κοινότερον, ἀλλὰ καὶ ἄλλως φιλοσοφώτερον αὐτὸ δὴ τὸ τραπῶμεν, ὡς ἀπὸ τοῦ τρέπω, οἷα τῶν κατʼ ἔρωτα παθῶν τρέπειν δυναμένων καὶ ἐξιστᾶν τῶν σπουδαιοτέρων ἐνεργειῶν. Τὸ δὲ «ἠρασάμην» ἀνάλογον μέν, ἀτριβὲς δὲ τοῖς λογογραφεῖν ἐθέλουσι. Τὸ δὲ «Ἰξιονίης» κτητικὸν ὄν, μὴ γραφὲν δὲ διὰ τῆς ει διφθόγγου, σημειῶδές ἐστι καὶ αὐτὸ διὰ τὴν τοῦ διχρόνου παράληξιν, καθὰ καὶ ὁ Αἰπύτιος τύμβος καὶ τὰ ἄλλα τὰ προσεσημειωμένα. ὧν τῆς γραφῆς αἴτιος ὁ ἐν τῷ ἡρωϊκῷ μέτρῳ ἀναγκαῖος δακτυλισμός. Τῷ τοιούτῳ δὲ χαρακτῆρι, τουτέστι τῇ ἐκ τῆς ει διφθόγγου ἀπελεύσει τοῦ ε, συντακτέον πρὸς ἄλλοις οὐκ ὀλίγοις καὶ τὸ σείω, σῖτος, εἰλῶ, ἴλιγγος, εἴρω, Ἶρις καὶ Ἶρος τὸ ἐν Ὀδυσσείᾳ κύριον, ἔτι δὲ καὶ τὸ σίλουρος καὶ τὰ συκάμινα, εἴπερ ἀληθὴς ὁ εἰπών· σίλουρον μὲν ἰχθὺν αὐτὸν Αἰγύπτιον γίνεσθαι παρὰ τὸ σείειν τὴν οὐρὰν συχνά, συκάμινα δὲ διὰ τὸ σύκων ἀμείνω εἶναι. τοῦ τοιούτου δὲ λόγου καὶ τὸ ἀλγινόεις ἐκ τοῦ ἀλγεινός, καὶ τὸ Ἰκόνιον ἐκ τῆς εἰκόνος. Ὅρα δὲ ὅτι τὸν τοῦ Ἰξίονος Πειρίθοον οὐδὲν ἐκώλυσεν ἡ πατρόθεν κακία γενέσθαι μήστωρα θεοῖς ἀτάλαντον. Διόπερ ὁ μῦθος Διὸς αὐτὸν εἶπεν, ὀκνήσας εἰπεῖν Ἰξίονος. ὃν πρῶτον φόνου τοῦ μεγάλου κακοῦ κατάρξαι φασί, καὶ Ἥρας δὲ πλάττουσιν αὐτὸν ἐρασθῆναι καὶ Νεφέλῃ συνελθεῖν, ἀφʼ ἧς ὁ τῶν Κενταύρων σπορεὺς ἄθεσμος Κένταυρος, καὶ ἐν Ἅιδου δὲ τροχῷ φασι προσδεθέντα κολάζεσθαι, περὶ ὧν καὶ ἀλλαχοῦ ἐρρέθη. Ὅτι δὲ πολλαχοῦ χαίρει Ὅμηρος καλλισφύρους λέγειν γυναῖκας, περιεργαζόμενος τοὺς καλοὺς πόδας, ὡς καὶ ἐν τῷ ἀργυρόπεζα, καὶ ἐν τῷ τανύσφυρος, ὅ ἐστι λεπτόσφυρος, ὀρθόσφυρος, δῆλόν ἐστι. Τοῦ δὲ Ἀκρισιώνη τοιοῦτος ὁ κανών. Ἀπὸ τῶν εἰς ος καθαρῶν κυρίων ὀνομάτων γίνονται θηλυκὰ πατρωνυμικὰ διὰ τοῦ ωνη, οἷον ἐκ τοῦ Ἀκρίσιος Ἀκρισιώνη, ἡ τοῦ Ἀκρισίου, ἀπὸ δὲ τῶν μὴ καθαρῶν διὰ τοῦ ινη, ὡς Ἀδραστίνη, ἡ τοῦ Ἀδράστου. Περὶ δὲ τοῦ Περσέως πλατεῖα ἱστορία κεῖται παρὰ Πινδάρῳ. νῦν δὲ τοσοῦτον ῥητέον, ὅτι σεμνότερον Ἡρακλέος τὸν Περσέα Ἡρόδοτος δεικνύων φησίν, ὡς οὐκ ἔστιν ἐπωνυμία τῷ Περσεῖ οὐδεμία πατρὸς θνητοῦ, ὥσπερ τῷ Ἡρακλεῖ Ἀμφιτρύων, καὶ ὅτι τὸν τοιοῦτον Περσέα πλείω Ἡρακλέους ἀγαθὰ κατεργασάμενον οὐ τυχεῖν δόξης φασί, διότι Διόνυσον ἀνελὼν εἴς τινα λίμνην ἐνέβαλεν. οὗτος δὲ ὁ μῦθος οὐδὲν ἀπέοικε τοῦ κατὰ τὸν Λυκοῦργον, ὃς διώκων τὸν Διόνυσον ἠνάγκασε κατὰ θαλάσσης ἅλασθαι, ὥς που δεδήλωται πρὸ τούτων, ἔνθα καὶ εἰς οἶνον ἀλληγορεῖσθαι τὸν Διόνυσον ἐρρέθη, ἀφʼ οὗ καὶ τὸ διονυσιάζειν συμποσιακὴ λέξις παρὰ Πλάτωνι, οἷον «πάντα τὸν βίον ἐδιονυσίαζεν», ἤγουν περὶ οἶνον ἠσχολεῖτο. Καὶ μνεία δέ τις γέγονε τῶν περὶ ἐκεῖνον, αἳ Βασσάραι μὲν ἐλέγοντο καὶ Λυδαὶ καὶ Μακέται καὶ Μιμαλλόνες, δαιμόνιά τινα, τιθῆναι αὐτοῦ—εἰς ἀμπέλους δὲ ἀλληγορικῶς μετελαμβάνοντο—τάς τε τρίχας κατακεχυμέναι καὶ ἄλλα τινὰ ποιοῦσαι φίλα τῷ οἴνῳ Διονύσῳ, κιττῷ, φασί, στεφανούμεναι καὶ ἀμπέλῳ, καὶ κατέχουσαι χερσὶν αἱ μὲν ἐγχειρίδια, αἱ δʼ ὄφεις. τοῦτο δὲ πρὸς αἴνιγμα τοῦ καὶ θηριώδεις καὶ φονικοὺς εἶναι τοὺς μεθύοντας. Τοῦ δὲ κατʼ οἶνον, ὡς εἴρηται, Διονύσου μέμνηται, φασί, καὶ Τίμων ἐν τῷ «βαρὺν βουπλῆγα τομώτερον ἢ Λυκόοργος, ὅς ῥα Διονύσου ἀριθμοπότας ἐπέκοπτεν». Εἰ δὲ Βασσάραι μὲν αἱ εἰρημέναι τοῦ Διονύσου τροφοὶ διὰ τὸ βάσιν ἐπʼ ἀρᾷ ποιεῖσθαι διὰ τὸ μανιῶδες, Λυδαὶ δὲ ἢ τοπικῶς, καθὰ καὶ Μακέται ὡς Μακεδονικαί, ἢ καὶ ἄλλως οἷα ὑπὸ μέθης ἔκλυτοι, Μιμαλλόνες δὲ κατὰ τὴν παρὰ Λυκόφρονι ἔννοιαν, ἄλλου ταῦτα λόγου. Τὸ δὲ «ἀριδείκετον ἀνδρῶν», ὅτι διὰ τὴν ἀρι ἐπίτασιν ἔχει τὴν κατὰ γενικὴν σύνταξιν, καὶ ἑτέρωθι δηλοῦται. Φοίνικος δὲ κούρη καὶ Κασιεπείας Εὐρώπη, ἧς καὶ Διὸς Μίνως καὶ Ῥαδάμανθυς, οὕτω κληθεὶς αὐτός, ἐπεί, φασίν, ἡ μήτηρ ἐμάνη, τουτέστι πάνυ ἐρωτικῶς διετέθη περὶ ῥόδα, ἅπερ ὁ αὐτὴν ἁρπάσας ταῦρος προΐσχετο. καὶ μὲν ἕτεροι κρόκον ἐκεῖνον ἔφασαν τῶν μυκτήρων προβάλλεσθαι. Περὶ δὲ τούτων, καὶ ὅτι λῃστρικός τις ὁ Μίνως, εἰ καὶ ἕτεροι δίκαιον καὶ νομοθέτην αὐτὸν ἱστοροῦσιν, ὡς καὶ ὁ ποιητής, ἐν οἷς καὶ Διὸς ὀαριστὴν αὐτὸν λέγει, πολλοί τινες καὶ πολλαχοῦ καθιστοροῦσιν. ὥσπερ καὶ περὶ Ἀλκμήνης, καὶ περὶ Σεμέλης δέ, ἣν καὶ εἰς ἄμπελόν τινες, ἧς ὁ οἶνος κατασείει μέλη, ἐν τοῖς κατὰ τὴν Θεογονίαν ἀλληγοροῦσιν, ὡς καὶ τὸν Διόνυσον εἰς οἶνον τὸν ἡδύν. οὗ ἕνεκεν καὶ χαριδότης Διόνυσος, ἐξ Ὁμήρου γενομένης καὶ τῷ τοιούτῳ ἐπιθέτῳ ἀρχῆς, ὃς χάρμα βροτοῖς ἐνταῦθα ἔφη τὸν Διόνυσον. τούτοις δὲ συλλαλεῖ καὶ τὸ γάνος ἀμπέλου ῥηθῆναι τὸν οἶνον. διφορεῖται δὲ κἀνταῦθα τοῖς ἀντιγράφοις ἡ τοῦ Διονύσου προπαραλήγουσα. Ὁ δὲ Ἡρακλῆς κατὰ τοὺς παλαιοὺς Ἀλκαῖος πρὶν ἐκαλεῖτο, Ἡρακλῆς δʼ ὑπὸ τοῦ Πυθίου ἐξωνομάσθη, κατὰ τὸ «Ἡρακλέην δέ σε Φοῖβος ἐπώνυμον ἐξονομάζει. ἦρα γὰρ ἀνθρώποισι φέρων κλέος ἄφθιτον ἕξεις». Ἡ τοιαύτη δὲ ἐτυμολογία ψιλοῖ τὴν τοῦ Ἡρακλέους ἄρχουσαν, ὡς δοκεῖν Ἀττικῶς αὐτὴν δασύνεσθαι. Ἕτεροι δέ φασιν, ὅτι Πορφυρίωνος βιαζομένου τὴν Ἥραν ὁ Ἀλκαῖος αὐτῆς προκαλεσαμένης ἐβοήθησε, καὶ ἡ τοιαύτη τῆς Ἥρας κλῆσις ἐπέθετο τὴν τοῦ Ἡρακλέους φερωνυμίαν αὐτῷ, κρατερόφρονι ἀληθῶς ὄντι, ὡς αἱ ἱστορίαι δηλοῦσιν. Ὅτι δὲ ὁ δηλωθεὶς Ἡρακλῆς καὶ Ἡρακλείδης ἐκαλεῖτο, ὡς Ἀριστείδης, ἔτι δὲ καὶ Ἥρυλλος ἐν τοῖς Σατυρικοῖς, δηλοῦσιν οἱ κατὰ στοιχεῖον τὰ Ῥητορικὰ ἐκθέμενοι, παρʼ οἷς δῆλον καὶ ὡς ὑποκεκόρισται ὁ Ἥρυλλος ἐκ τοῦ Ἡρακλῆς, ὡς ἐκ τοῦ Ἀριστοκλῆς ὁ Ἀρίστυλλος παρὰ τῷ Κωμικῷ, καὶ ἐκ τοῦ Βαθυκλῆς ὁ Βάθυλλος. Ἡ δὲ Δημήτηρ ὅτι εἰς γῆν ἀλληγορεῖται, ὡς οἱονεὶ γημήτηρ οὖσά τις, ὅθεν καὶ πιθανῶς ὁ Ζεὺς καὶ αὐτῆς ἐρᾷ, ὃν τρόπον καὶ Οὐρανὸς Γῆς καθʼ ἕτερον μῦθον, καὶ ὅτι καλλιπλόκαμος λέγεται διὰ τὰς τῶν φυτῶν τροπικῶς λεγομένας κόμας, καὶ ὡς ἡ Λητὼ οὐ μόνον εἰς λήθην ἀλληγορεῖται, ἀλλὰ καὶ εἰς νύκτα τὴν τῷ ἀέρι Διῒ προσήκουσαν, ὅτε μὴ φωτὶ καταλάμπεται, οὐκ ἂν εἴη τις τῶν περὶ λόγους ἀγνοῶν. διὸ καὶ ἐρικυδὴς αὕτη ὡς καὶ τῷ Διῒ τιμία καθʼ Ὅμηρον ἁζομένῳ μὴ Λητοῖ νυκτὶ ἀποθύμια ἔρδοι. Τοῦ δὲ «ἔραμαι» κοινὸς ὁ ἐνεστώς. ἐρῶ γὰρ ἐράσω, ἵνα ᾖ παθητικὸς παρακείμενος ἀναύξητος. τοιοῦτον δὲ καὶ τὸ ἄγαμαι. εἰπεῖν γὰρ ὡς προϋπάρχει αὐτῶν τὸ ἔρημι καὶ τὸ ἄγημι ὁμοίως τῷ ἵστημι ἀμάρτυρόν ἐστι. Τὸ δὲ «καί με γλυκὺς ἵμερος αἱρεῖ» περιφραστικὴ ἑρμηνεία ἐστὶ τοῦ ἔραμαι, οὗ χρῆσις καὶ παρὰ τῇ Τραγῳδίᾳ, οἷον «ἔραμαι κυσὶ θωΰξαι». Ὁ δὲ γλυκὺς ἵμερος, ὁποῖος ὁ τῶν συμβιούντων, πρὸς διαστολὴν τῶν μὴ τοιούτων ἱμέρων εἴρηται. Ὅτι πολλάκις τινὲς ἀγαθὰ συμβουλεύειν δοκοῦντες ὑπούλως, εἶτα λυποῦσιν ἐν τῷ τέλει, ἐὰν λαθεῖν ἐξισχύσωσιν. Ἡ Ἥρα γοῦν δολοφρονέουσα δοκεῖ μὲν αἰδημόνως λέγειν τῷ Διῒ νεμεσητὸν εἶναι, εἰ νῦν, φησίν, «ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα», ἤγουν προφανῆ εἰσι. καὶ «πῶς ἂν ἔοι», φησίν, ἤγουν τί ἂν γένοιτο καὶ οἷον ἔσται τὸ τέλος, «εἴ τις νῶϊ θεῶν εὕδοντε ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν πεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσητὸν δέ κεν εἴη. ἀλλʼ εἰ δή ῥʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ», τὸ ἐν φιλότητι δηλαδὴ εὐνηθῆναι, ὃ νῦν ἡ Ἥρα σιωπᾷ, φειδομένη ὀλιγάκις λέγειν τὰ μὴ σεμνά, «ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν, Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν», ὃ καὶ πρὸ ὀλίγων ἐγράφη. «ἔνθʼ ἴομεν κείοντες», ὅ ἐστι κοιμηθησόμενοι, «ἐπεὶ νύ τοι εὔαδεν εὐνή», ὃ διασαφητικόν ἐστι τοῦ «εἰ δὴ ἐθέλεις», καὶ τοῦ «καί τοι φίλον ἔπλετο θυμῷ». Ἐν τούτοις δὲ καὶ ἐπιπλήττειν προσποιεῖται ἡ κακομήχανος, αἰνότατον εἰποῦσα τὸν Δία καὶ ὡς ἀπηρυθριακότα μέμφεται ἐν τῷ «ποῖον τὸν μῦθον ἔειπες», καὶ ἀκκίζεται. καὶ λαλεῖ μὲν ἀγαθά, πλὴν Ὁμηρικῇ μεθόδῳ μετὰ τέχνης λαλεῖ. θέλει γὰρ ἐν θαλάμῳ κατακλεῖσαι τὸν μυθικὸν Δία, ἔνθα δῆθεν κρύψεται τὰ προφαινόμενα, ὡς ἂν ἔχῃ πάντῃ λανθάνειν αὐτὸν τὰ Ἑλληνικά. ὁ δὲ οὐ πείθεται, συννοούμενος, φασίν, ὡς ἅπας τόπος τῇ κατὰ νόμον συνόδῳ θάλαμός ἐστιν, ἐν ἀθέσμῳ δὲ ὁμιλίᾳ τὸν Ἄρην οὐδʼ ἡφαιστότευκτος ὢν ὁ θάλαμος ἔκρυψεν, ὡς ἐν Ὀδυσσείᾳ μεμύθευται. Ἀλλὰ τοῦτο μὲν Διὸς νοῦς, ὡς εἰκός, ὁ δὲ ποιητὴς ἐπίτηδες περὶ τὴν Ἴδην αὐτὸν κοιμᾷ, ἵνα ἐγγύτερος ὢν ἐν τοῖς κάτω τάχιον ἀφυπνισθῇ τῇ ἐκ πολέμου βοῇ καὶ καταστήσῃ τὰ πρακτέα ὅποι χρή. Ὅρα δὲ ὅτι τὸ «εἰ λιλαίεαι εὐνηθῆναι» παραφράζων ὁ ποιητὴς τὸ μὲν εὐνηθῆναι σιγᾷ, ὡς προσεχῶς ἐρρέθη, τὸ δὲ λοιπὸν ἑρμηνεύων περιφραστικῶς ἔφη «εἴ τοι φίλον ἔπλετο θυμῷ». Ἰστέον δὲ καὶ ὅτι πρῶτα μὲν εἰπὼν τὸ «εἰ λιλαίεαι εὐνηθῆναι» εἶτα παραφράσας αὐτὸ ἐν τῷ «ἐπεί νύ τοι εὔαδεν εὐνή» μεταξὺ ἐλλειπτικῶς ἔθετο τὸ «ἀλλʼ εἰ δὴ ἐθέλεις», τὸ εὐνηθῆναι δηλαδὴ ἢ τὴν εὐνήν, καὶ πάλιν ὁμοίως «καί τοι φίλον ἔπλετο θυμῷ», τὸ εὐνηθῆναι δηλονότι ἢ ἡ εὐνή. οὕτω πολυδύναμος πανταχοῦ φράζειν ποικίλως ὁ ποιητής. Τὸ δὲ «ἔοι», ὅ ἐστιν ὑπάρχοι, τοῦ ἔον ἤρτηται δευτέρου ἀορίστου, ἐξ οὗ ἐών, ὁ ὑπάρχων. Ὁ δὲ φόβος τοῦ «θεοῖς μετελθὼν πεφράδοι» ἀσφαλῶς ἔχει ἐκ τῶν κατὰ τὴν Ὀδύσσειαν, ἔνθα γέλως ἄσβεστος ἐνῶρτο θεοῖς ἠθροισμένοις περὶ τὸν Ἄρην καὶ τὴν Ἀφροδίτην ὁμοῦ κειμένους. Ἐν δὲ τῷ «εἰ δή ῥʼ ἐθέλεις» οὐκ ἦν ἀνάγκη παραπεσεῖν τὸν ῥα σύνδεσμον, εἰ μὴ φίλος ἦν αὐτὸς Ὁμήρῳ, καθὰ μυριαχοῦ φαίνεται. Τοῦ δὲ «εὔαδεν», ὅ ἐστιν ἤρεσεν, ἡδὺ ἔδοξε, προηγεῖται τὸ ἥδω, ὅθεν ἧδε, καὶ διαλύσει ἔαδε, καὶ Αἰολικῇ ἐπενθέσει τοῦ υ εὔαδε. Διὸ καὶ ψιλοῦται κατʼ ἔθος Αἰολικόν. Ἰστέον δὲ ὅτι ἐκ τῶν εἰρημένων τὸ «τὰ δὲ προπέφανται ἅπαντα» καὶ παροιμιακῶς ἐπὶ τῶν ἅπασι δήλων δύναται λέγεσθαι καί, ὡς εἰπεῖν, ἐπὶ τῶν προφανῶν, ὧν ἡ παραγωγὴ ἐκ τοῦ προφαίνεσθαι. Τὸ δὲ «οὐκ ἂν ἔγωγε πρὸς δῶμα νεοίμην, νεμεσσητὸν δέ κεν εἴη» ἐρεῖ ἄν τις αἰδούμενος οἴκοι ἐπαναστρέψαι διά τι παρεμπεσόν. Ὁ δὲ ἐξακολουθῶν θελήματι ἄρξηται ἂν ἐκ τοῦ «ἀλλʼ εἰ δὴ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ». Ὅτι δεξιῶς ἀπορήσας, ὡς ἐρρέθη, διὰ τῆς Ἥρας ὁ ποιητὴς εὐπλαστίας χάριν καὶ πιθανότητος, πῶς ἂν ἔοι τάδε γελοῖα ὄντα καὶ οὐδὲ σεμνά, λύει τὸ ἄπορον διὰ τοῦ Διός, εἰπόντος «Ἥρη, μήτε θεῶν τό γε δείδιθι μήτε τινʼ ἀνδρῶν ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος» καὶ ἑξῆς, ὡς αὐτίκα εἰρήσεται. Ἰστέον δὲ ὅτι τὸ «θεῶν» εἶχε μὲν καὶ διὰ τοῦ ο μικροῦ γραφῆναι ὡς ἑνικὴ αἰτιατική, συνετάγη δὲ ἄλλως κατὰ τὸ «ἀνδρῶν», ἵνα λέγῃ κατὰ κοινοῦ, «μήτε τινὰ θεῶν μήτε τινʼ ἀνδρῶν». Ὅτι ἐν τῷ «τοῖόν τοι ἐγὼ νέφος», ὡς καὶ πρὸ βραχέων ἐγράφη, «ἀμφικαλύψω χρύσεον, οὐδʼ ἂν νῶϊ», τουτέστιν ἡμᾶς, «διαδράκοι ἠέλιός περ, οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι» πυκνότητα πολλὴν ὁ Ζεὺς δηλοῖ νέφους, οὗπερ οὐδὲ ἥλιος δίεισιν. Εἰ δέ τις ἐρεῖ τὸν μυθικὸν Ὕπνον καὶ διὰ τοῦ οὕτω πυκνοτάτου νέφους ἰδεῖν, οὐ δοκοῦντα λέγει. τὸ γὰρ πάθος μόνον τοῦ ὕπνου ἐγγίνεται τῷ Διΐ, τοῦ σωματοειδοῦς Ὕπνου ἰδόντος αὐτίκα πρῶτα τὸν Δία, πρὶν ἢ τὸ νέφος ἀμφικαλυφθῆναι. Χρύσεα δέ, φασὶν οἱ παλαιοί, νέφη τὰ ἐν ὑψηλῷ ἀέρι, ἃ πυροειδὴς ὢν ὁ αἰθὴρ χρυσίζειν ποιεῖ. τοιαῦτα δὲ μάλιστα τὰ ἐαρινά. Φάος δὲ Ἡλίου νῦν ἔφη τὴν ὡς ἐπὶ ὀξυδερκοῦς ὀφθαλμοῦ ὀπτικὴν ἀκτῖνα. Ὅτι ἐν τῷ «ἦ ῥα», τουτέστιν ἔφη δή, «καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν» ἐπίτηδες καὶ ἐτράχυνε τὴν φράσιν λέξεσιν, ἵνα μὴ διόλου τὸ ἡδὺ ὁ λόγος ἔχῃ καὶ λεῖον, καὶ συνέστειλεν, ἵνα μὴ ἐμβραδύνῃ καὶ παραμείνῃ σώφροσιν ἀκοαῖς ἡ ἀκρόασις. Τὸ δὲ «ἀγκάς» οἱ μὲν ἐπίρρημα νοοῦσιν, ὡς τὸ ἑκάς καὶ ἀνδρακάς. διὸ καὶ συστέλλειν φασὶ τὴν λήγουσαν, οἱ δὲ αἰτιατικὴν νοοῦσι πληθυντικὴν τὰς ἀγκάς, ἧς τὸ ὀρθὸν αἱ ἀγκαί, ὅθεν πλεονασμῷ τῆς αλ συλλαβῆς αἱ ἀγκάλαι. καὶ συστέλλεται, φασί, τὸ α Δωριέων ἔθει. Ἐκεῖνοι γὰρ τὰς ἀπὸ τῶν εἰς ες εὐθειῶν πληθυντικὰς αἰτιατικὰς συστέλλουσιν, ὡς ἀλλαχοῦ δηλοῦται. Ἰστέον δὲ ὡς, ἐπεὶ εὑρίσκεται τὸ ἀγκάζεται ἀντὶ τοῦ περιλαμβάνει κατὰ τοὺς παλαιούς, ἀγκαλίζεται, ταῖς ἀγκάλαις ἄγει, καλὸν ἂν εἴη ἀπὸ τοῦ ἀγκάζω ἀγκάσω παράγειν τὸ ἀγκάς. Ὅτι εἰπὼν Ὅμηρος «τοῖσι δέ», ἤγουν τῇ Ἥρᾳ καὶ τῷ Διΐ, «ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην», ἐπάγει ὡς ἐν ἐκφράσει τὰ κατὰ μέρος τῆς πόας «λωτόν θʼ ἑρσήεντα ἰδὲ κρόκον ἠδʼ ὑάκινθον πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσʼ ἔεργε». Καὶ ὅρα τὴν ἔκφρασιν, χρήσιμον οὖσάν ποτε εἴς τινα παραπλοκήν. Ὅρα δὲ καὶ ὅτι τεραστίως λεχεποίης νῦν αἴφνης ἐξ αὐτομάτου πέπλασται καὶ ὁ τῆς ῥηθείσης ὀρεινῆς κορυφῆς τόπος, εἴγε νεοθηλέα ποίην φύει, ἔνθα λεξάσθην Ἥρα καὶ Ζεύς. Οἴδαμεν γὰρ ὅτι καὶ ποταμὸς λεχεποίης λέγεται, οὗ χρήσιμος ἡ ποίη, ὅπερ ἐστὶν ἡ βοτάνη, λέγεσθαι, τουτέστιν ἐγκοιμᾶσθαι, ὃ καὶ νῦν ἡ γῆ ποιεῖ κοιταζομένοις τῇ Ἥρᾳ καὶ τῷ Διΐ. Ἐπάγει δὲ καί, ὡς «ἐπὶ δὲ νεφέλην ἕσσαντο καλὴν χρυσείην, στιλπναὶ δʼ ἀπέπιπτον ἕερσαι» χρυσέῳ νέφει πρέπουσαι. ἃ δὴ καθὰ καὶ τὸ «νέφος ἀμφικαλύψω χρύσεον», οὐ μόνον ἔπαινοι εὐαερίας εἰσίν, ἀλλὰ καὶ ἐπὶ χρυσέου ὀφόφου λεχθήσεταί ποτε, καὶ ἐπὶ εὐεργεσίας δὲ πλουτοποιοῦ, ὅθεν ὁ μῦθος ὁρμηθεὶς χρυσῆν πλάττει νεφέλην ἐκ Διὸς τοῖς Ῥοδίοις πλοῦτον ἐπιβρέξασαν ἐν ταῖς γοναῖς τῆς Ἀθηνᾶς. Γίνεται δὲ ὁ στιλπνὸς ἀπὸ τοῦ στίλπω, ὡς θάλπω θαλπνός, καὶ τέρπω τερπνός. Ἐκ δὲ τοῦ στίλπω καὶ ὄνομα κύριον ὁ Στίλπων. ἄρρητον δὲ τὸ στίλπω, ῥητὸν δὲ ἀντʼ αὐτοῦ τὸ στίλβω, ἐξ οὗ καὶ ἡ στιλβηδών. οὕτω διφορεῖται καὶ τὸ καλύπτω. φαίνεται γὰρ καὶ καλύβω εἶναι, ὡς δῆλον ἐκ τοῦ καλύβη πλὴν ὅσον τοῦ μὲν στίλπω κοινότερον τὸ στίλβω, τοῦ μέντοι καλύβω συνηθέστερον τὸ καλύπτω. αὐτὸ δὲ ὑπονοεῖται καὶ καλύσσω καλύξω λέγεσθαι, ἀφʼ οὗ τὸ κάλυξ κάλυκος. ἔχει δὲ διφόρησιν ὁμοίαν καὶ τὸ βλάπτω, καθὰ παρεσημάνθη καὶ ἀλλαχοῦ. λέγεται γὰρ αὐτὸ καὶ βλάβω, ὡς τὸ «βλάβεται δέ τε γούνατʼ ἰόντι». Πολλὴ δὲ καὶ ἄλλη χρῆσις τοῦ βλάβεσθαι ποιητικὴ μᾶλλον, ἔσθʼ ὅτε δὲ καὶ κοινή. ἐβλάβη γάρ φαμεν, καὶ βλαβείς βλαβέντος, οἷς συμφωνεῖ καὶ ἡ βλάβη. Οὕτω δὲ ἀνθηρογραφήσας, φασί, τὴν τοῦ Διὸς εὐνὴν Ὅμηρος, ἵνα πρὸς τούτοις τὸν νοῦν ἔχων ὁ ἀκροατὴς μηδέν τι τῶν περιέργων φαντάζηται, ῥόδον οὐκ εἶπεν, ἐπεὶ διὰ τὸ ἀκανθῶδες οὐκ εὔθετόν ἐστιν ὑπεστρῶσθαι εἰς εὐνὴν κατὰ τὰς εἰρημένας πόας. ἴσως δὲ οὐδὲ καιρὸς ἦν βλάστης ῥόδου. καὶ γὰρ οὐδὲ σύγχρονος ἡ τοῦ ῥόδου ἄνθη τῇ τοῦ κρόκου καὶ τοῦ ὑακίνθου ἐστί. Τὸ δὲ «ὑπὸ χθὼν φύε ποίην» δηλοῖ καθʼ ὑπέρβασιν τὸ ὑπέφυε πόαν ὡς ὑπεστρῶσθαι. τῇ δὲ πόᾳ συννοητέον καὶ τὰ κατʼ αὐτὴν ἄνθη, ὡς ἂν καθὰ ἡ νεφέλη στίλβει πρὸς κάλλος, οὕτω καὶ αὐτὴ ἔχῃ κολακεύειν τῇ εὐοδμίᾳ ἐπέκεινα τοῦ εἶναι στρωμνή καί πως ἀντισηκοῖ τὴν κοινὴν ἡδονὴν πρὸς τὰ κατʼ ἰδίαν τῆς Ἥρας εὐώδη χρίσματα. Ἑρσήεντα δὲ λωτὸν λέγει πρὸς διαστολὴν τοῦ ἐν Ὀδυσσείᾳ λωτοῦ, ἐκεῖνος γὰρ οὐ τοιοῦτος, δενδρώδης ὤν. Τὸ δὲ «πυκνὸν καὶ μαλακόν», ὃ καὶ τῷ λωτῷ καὶ τῷ κρόκῳ καὶ τῷ ὑακίνθῳ προσαρμόττει, ἀρετὴν δηλοῖ τοιαύτης αὐτοσχεδίου στιβάδος, ἣν οὐ μόνον τὸ πυκνὸν οὐδὲ μόνον τὸ μαλακὸν ἀλλʼ ἄμφω ἀγαθὴν λέξασθαι ποιεῖ. Τὸ δὲ «ἀπὸ χθονὸς ὑψόσʼ ἔεργεν», ἤγουν διεῖργεν εἰς ὕψος ἐκ γῆς τοὺς ἀνακειμένους, καὶ ἱκανῶς ὑψηλὴν εἶναι τὴν στιβάδα δηλοῖ. Τὸ δὲ «νεφέλην ἕσσαντο» περικεχύσθαι αὐτοῖς ἱματίου δίκην τὸ νέφος δηλοῖ. οὕτω γὰρ οὐκ ἄν τις διαδράκοι αὐτούς. Ἐν τούτοις δὲ προσφυῶς νεφεληγερέτην τὸν Δία Ὅμηρος προειπὼν ἐν τῷ «τὴν δὲ προσέφη νεφεληγερέτα Ζεύς», ἐπήγαγεν εὐθὺς τὸ «νέφος ἀμφικαλύψω», εἶτα τὸ «ἐπὶ δὲ νεφέλην ἑέσαντο». Τὸ «στιλπναί» προσφυέστερον ἢ τὸ καλὰς καὶ χρυσᾶς δρόσους εἰπεῖν, ὡς καὶ τὸ «ἀπέπιπτον» τοῦ κατέρρεον. Εἰ δὲ τὸ καλὸν ἀεὶ συζυγεῖ τῷ χρυσῷ, καλῶς ἄρα καὶ ταῖς ἐξ ἡλιακῆς χρυσοφανείας χρυσέαις νεφέλαις διὰ τὸ κατʼ αὐτὰς διαυγὲς καὶ διαφανὲς αὐτίκα προσεφύη καὶ τὸ φυσικὸν ἐπίθετον. ἅμα γὰρ χρυσέα νεφέλη καὶ αὐτίκα καὶ καλή. οὐκ ἂν δὲ τοιαῦται λεχθεῖεν καὶ αἱ σμικροφυεῖς δρόσοι. Ἕερσαι δὲ Ἰωνικῶς ἀπὸ εὐθείας τῆς ἑέρση, πλεονάζει δὲ τὸ ἐξ ἀρχῆς ε, ὡς δηλοῖ τὸ «ἑρσήεντα». Ἀπίων δὲ καὶ Ἡρόδωρος προπαροξύνουσι τὴν λέξιν ὡς ἀπὸ τῆς ἕερσα προπαροξυτόνου εὐθείας, οἳ καὶ τὸν Ἀσκαλωνίτην ἠλιθίως πάνυ φασὶ γράφειν παροξυτόνως ἑέρσαι ὡς Ἑλέναι. εἰ γὰρ καὶ εὕρηται, φασίν, ἑνικὸν ἑέρση, ἀλλʼ ἀπὸ τοῦ ἕερσα γέγονεν, ὡς ἄελλα ἀέλλη. Ἰστέον δὲ ὅτι παραδόξως ἡ ἕρση δασύνεται ἀπὸ τοῦ ἄρδω ἄρσω γινομένη κατὰ τοὺς παλαιούς. δῆλον δὲ τὸ δασὺ τοῦ πνεύματος ἐκ τοῦ «λωτόν θʼ ἑρσήεντα», ἀκολούθως δὲ καὶ τὸ ἑέρση δασύνεται. Ὅτι καὶ ἐνταῦθα ἡ ἀνα πρόθεσις κεῖται μετὰ δοτικῆς. Φησὶ γὰρ «ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ», εἶτα ἐπάγει «ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δʼ ἀγκὰς ἄκοιτιν», ὃ λειότερόν ἐστι τοῦ «ἀγκὰς ἔμαρπτε», δηλοῦν καὶ ὡς ταὐτὸν εἰπεῖν μάρπτειν ἢ ἔχειν. Σημείωσαι δὲ ὅτι ἐν μὲν τῇ νῦ ῥαψῳδίᾳ τὸ τρέψαι τὸν Δία πάλιν τοὺς ὀφθαλμοὺς τῆς εἱμαρμένης ἐδήλου ἀποστροφήν τινα, ὡς μηκέτι πάνυ τι ἐφορώσης τὴν μάχην, ἀλλʼ ἀνιεμένης. διὸ καὶ ἐνίκων σφῇ ἀρετῇ, τουτέστιν ἰδίᾳ ἀνδρίᾳ, Ἕλληνες, βοηθοῦντος καὶ Ποσειδῶνος, ἤγουν τῆς τῶν Ἀχαιῶν φυγῆς ἕως καὶ εἰς θάλασσαν. ἐνταῦθα δὲ ὁ τοῦ αὐτοῦ Διὸς ὕπνος παντελῆ ἄνεσιν τοῦ ὑπὲρ τῶν Τρώων μοιριδίου δηλοῖ, καὶ διὰ τοῦτο ἐπὶ πλέον νικῶσιν Ἕλληνες διὰ τὸν αὐτὸν Ποσειδῶνα, οἷα περὶ τῶν ἐσχάτων ἐν ταῖς πρὸς τῇ θαλάσσῃ ναυσὶ κινδυνεύοντες. διὸ καὶ ὁ ποιητὴς ἐπισημανεῖται, ὅτι ὁ τοῦ Διὸς ὕπνος, ἤγουν ἡ τῆς κατʼ αὐτὸν εἱμαρμένης ἄνεσις καὶ οἷον ἀνάπτωσις, μᾶλλον ἀνῆκε τὸν Ποσειδῶνα ἀμύνειν Ἀχαιοῖς. Ὅρα δὲ τὸ «ὕπνῳ δαμείς». ὡς γὰρ νὺξ ἐδηλώθη δμήτειρα, οὕτω καὶ ὕπνος οἶδε δαμάζειν, ὁμοίως δὲ καὶ φιλότης, ᾗ ὁ τοιοῦτος ἕπεται. Ἐὰν δὲ οὐ πάνυ σεμνὸν ἐνταῦθα τὸ «φιλότητι», ὡς οὐδὲ τὸ «ἀγκὰς ἔμαρπτεν», ἀλλʼ ὅμως οὐκ εἶχεν ἄλλως ὁ ποιητὴς φράσαι τὸν τόπον τοῦτον σεμνότερον, εἰ καὶ μυρία ἔκαμεν εὐσχημονῶν. Ὅτι ἐρεθιστικὸν εἰς ἐπικουρίαν τὸ τοῦ Ὕπνου πρὸς Ποσειδῶνα, ἤγουν τὸ «πρόφρων νῦν» τοῖς δεῖνα «ἐπάμυνε καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρʼ ἔτι εὕδει» ὁ δεῖνα, ὅπερ ἐστιν ἐφερμηνευτικὸν τοῦ μίνυνθα. δῆλον γάρ, ὡς ἐπʼ ὀλίγον ὁ Ζεὺς κοιμήσεται. ἔχει δὲ ὁ λόγος προαναφώνησιν, ὡς τοῦ Ποσειδῶνος ἄρτι ἐπʼ ὀλίγον ἀμυνοῦντος τοῖς Ἀχαιοῖς. Ὅτι δὲ τὸ πρόφρων ἐπιρρηματικὴν ἔννοιαν ἔχει, δηλοῦται ἐν ἄλλοις εἰς πλάτος. Ὅτι πάνυ γοργῶς ὡς ἐν ἀνακεφαλαιώσει ἐπιτεμὼν διὰ τοῦ μυθικοῦ Ὕπνου ὁ ποιητὴς τὰ εἰς πλάτος περὶ Ὕπνου καὶ Διὸς καὶ Ἥρας διεσκευασμένα φησὶν «εὕδει Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμα κάλυψα, Ἥρη δʼ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι». Λέγει δὲ κῶμα μὲν τὸ ἢ κοίμημα καὶ ἐν συγκοπῇ κοῖμα καὶ κῶμα, ὡς ἀγκώνη ἀγκοίνη, ἢ τὸν ἐκ τοῦ ὕπνου κάρον, ἵνα ᾖ ἐκ τοῦ κωμαίνω κῶμα, ὡς καὶ ἐκ τοῦ δειμαίνω δεῖμα. ἴσως δὲ καὶ ὥσπερ χῶ χῶμα, βρῶ βρῶμα, τρῶ τρῶμα, ζῶ ζῶμα, οὕτω καὶ κῶ, τὸ κεῖμαι, κῶμα. ἐκ δὲ τοῦ κῶ κατὰ ἑτέραν παραγωγὴν καὶ κώμη γίνεται, ὡς γνῶ γνώμη, τρῶ τρώμη, ἡ τρῶσις, βρῶ βρώμη, βρῶσις. Μαλακὸν δὲ τὸ μαλακοποιόν, ἀνίεται γὰρ τοῖς κοιμωμένοις τὸ συντεταμένον καὶ στερέμνιον. Ὅτι δημοεγέρτῃ ἀνδρὶ ἐπιλεχθήσεται τὸ «ὃ μὲν ᾤχετʼ ἐπὶ κλυτὰ φῦλʼ ἀνθρώπων», θερμῷ δὲ βοηθῷ τὸ «τὸν δʼ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι». Ἰστέον δὲ ὅτι καὶ ἐπὶ σκωπτικοῦ ἀνθρώπου ῥηθείη ἂν τὸ πρῶτον. ὁ γὰρ μῶμος τῶν ἐνδόξων ἅπτεται, ὡς καὶ ὁ φθόνος ἐπὶ τὸν ἔχοντα ἕρπει. λέγοι δʼ ἂν ἴσως κλυτὰ φῦλα ἀνθρώπων ὡς πρὸς διαστολὴν τῶν τοῦ ἀλόγου ζῴου εἰδῶν. Προμάχου δὲ ἴδιον τὸ «αὐτίκα δʼ ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν». Ἐρεθιστικὸν δὲ κατὰ ἐχθροῦ θρασυνομένου κατά τινων διʼ ὀργὴν τοῦ αὐτοῖς ἀμύνοντος τὸ «καὶ δʼ αὖτε μεθίεμεν», ἤγουν ἀμελοῦμεν καὶ ἀφίεμεν, τῷ δεῖνι «νίκην, ἵνα κῦδος ἄρηται. ἀλλʼ ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται», ὅ ἐστιν αὐχεῖ, καυχᾶται, «οὕνεκα ὁ δεῖνα μένει κεχολωμένος ἦτορ. κείνου δʼ οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἱ ἄλλοι ἡμεῖς ὀτρυνώμεθʼ ἀμυνέμεν ἀλλήλοισι», Ποσειδῶν δὲ ταῦτά φησι καθʼ Ἕκτορος θρασυνομένου διὰ τὴν τοῦ Ἀχιλλέως μῆνιν. Τὸ δὲ «νίκην» ἔχον ἐπαγόμενον τὸ «κῦδος ἄρηται» διδάσκει ὅτι καὶ νίκης τέλος ἡ τιμή ἐστιν. Ὅτι δὲ νίκη καὶ πόλεώς ἐστιν ὄνομα, ἧς παράγωγον ἡ Νίκαια κατὰ τὸ φώκη Φώκαια, ἔγνωσται τοῖς περὶ λόγους, καὶ ὅτι πολλῶν παρωνυμουμένων τῇ νίκῃ παρώνυμος αὐτῇ ἐστι καί τις ἑταίρα περιώνυμος, Νίκιον, ἣ μετὰ ἄρθρου ἡ Νίκιον ἐλέγετο σχήματι ἀρχαίῳ κατὰ τὸ ἡ Χελιδόνιον καὶ ἡ Ἀηδόνιον καὶ τὰ τοιαῦτα. Ὅρα δὲ ὅτι καὶ ἐνταῦθα ὁ χόλος ἀντὶ μήνιδος κεῖται ἐν τῷ «οὕνεκα Ἀχιλλεὺς μένει κεχολωμένος ἦτορ», ὃ καὶ τὴν μῆνιν ὑπεμφαίνει ἐκ τοῦ «μένει κεχολωμένος». ἀπὸ τοῦ μένειν γὰρ ἡ μῆνις, αὐτὴ δὲ οὐδὲν ἀλλʼ ἢ μένων χόλος ἐστί. Καὶ ὅτι ὁ Ποσειδῶν μεμνημένος, ὡς εἶπέ ποτʼ Ἀχιλλεύς, ὅτι ποθὴ αὐτοῦ ἔσται τοῖς Ἀχαιοῖς, φησὶ τὸ «οὐ λίην ποθὴ ἐκείνου ἔσται» καὶ ἑξῆς. καὶ ἔστι καὶ τοῦτο τοῖς Ἀχαιοῖς ἐρεθιστικὸν εἰς τὴν ὑπὲρ ἀλλήλων ἄμυναν. Καὶ σημείωσαι ὡς καὶ πάλιν εἰς νοῦν ἀνασκάλλει συνήθως τὸν Ἀχιλλέα οὐκ ἀπεχόμενος αὐτοῦ ὁ ποιητής. Ὅτι ὀτρύνας ὁ Ποσειδῶν, ὡς ἐρρέθη, τοὺς Ἀχαιούς, εἶτα καὶ στρατηγικῶς ὑποτίθεται ταῦτα «ἀσπίδας», φησίν, «ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται ἑσσάμενοι, κεφαλὰς δὲ παναίθῃσι κορύθεσσι κρύψαντες, χερσίν τε τὰ μακρότατʼ ἔγχεʼ ἑλόντες ἴομεν· αὐτὰρ ἐγὼν ἡγήσομαι. οὐδέ τί φημι Ἕκτορα μενέειν μάλα περ μεμαῶτα. ὃς δέ κʼ ἀνὴρ μενέχαρμος, ἔχει δʼ ὀλίγον σάκος ὤμῳ, χείρονι φωτὶ δότω, ὃ δʼ ἐν ἀσπίδι μείζονι δύτω», ἵνα δηλαδὴ ἀσφαλέστερον ἔχοντες οἱ ἄριστοι προθύμως κινδυνεύοιεν. Καὶ οὕτω λαμπρὰν ὁ Ποσειδῶν ἀρτύει πρὸς ταῖς ναυσὶ μάχην, εἰ καὶ ἐπʼ ὀλίγον, ὡς καὶ προανεφώνησεν Ὅμηρος ἐν τῷ «ὄφρʼ ἔτι εὕδει Ζεύς». Εἰ δʼ ἐπισφαλὲς δοκεῖ τὸ ἐν ἀκμῇ τοιαύτης μάχης ὅπλα μετενδιδύσκεσθαι, ἀλλὰ νοητέον, φασίν, ὡς εἰς ὀλίγους ἡ συμβουλὴ ἐνηργήθη, τοὺς παντελῶς δηλαδὴ ἀνακεχωρηκότας καὶ ἱσταμένους ἀργούς. ἄλλως γὰρ οὐκ ἂν ὡμολόγησέ τις μαχόμενος χείρων ἑτέρου εἶναι, ὅπως μὴ ἀφαιρεθείη καὶ ἄκων τὴν τῶν ὅπλων ἀσφάλειαν. οἱ δέ γε ἀφεστῶτες τῆς μάχης ῥᾷον ἂν ἀπεγυμνοῦντο διὰ τὸ πολὺ τοῦ κινδύνου, ἐπεὶ κατὰ τοὺς παλαιοὺς καὶ τῶν συμπλεόντων ἐν κινδύνῳ οἱ εὐψυχότεροι τοὺς ναύτας παρωσάμενοι αὐτόχειρες γίνονται τῶν τοῦ πλοίου σκευῶν καὶ οἱ ναῦται ἀνέχονται. διὸ καὶ οἱ λοιποὶ Ἕλληνες οἱ ἔτι μαχόμενοι, τὸ γινόμενον βλέποντες, γενναιότερον ἂν ἐμάχοντο, φιλοτιμούμενοι ἐπὶ πλέον, εἰδότες ὡς, ἐὰν καὶ αὐτοὶ ἀπόμαχοι γένωνται, ζῶντες ὑπὸ τῶν φυλετῶν σκυλευθήσονται. Σημείωσαι δὲ ὅτι καὶ νῦν διὰ τοῦ δῆθεν Ποσειδῶνος οἱ ἐκ τοῦ αἰγιαλοῦ ἀνελθόντες βασιλεῖς τὰ τοιαῦτα καὶ πείθουσι καὶ ποιοῦσι. Διὸ καὶ ὁ ποιητὴς αὐτὸ εὐθὺς ἐπισημαινόμενός φησι «τοὺς δʼ αὐτοὶ βασιλῆες ἐκόσμεον», οἷα καὶ κοσμήτορες, «οὐτάμενοί περ, Τυδείδης Ὀδυσσεύς τε καὶ Ἀγαμέμνων, οἰχόμενοι δʼ ἐπὶ πάντας ἀρήϊα τεύχεʼ ἄμειβον. ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρῃα δὲ χείρονι δόσκε». Καὶ ὅρα τὸ τῆς φράσεως ταύτης καὶ σύντομον καὶ τέλειον. Τὸ δὲ «χείρονι δόσκε» δόσκον γράφουσιν οἱ ἀκριβέστεροι, τουτέστιν ἐδίδουν οἱ βασιλεῖς. ἄλλως γὰρ οὐκ ἦν τοῦτο γενέσθαι ὑπὸ τῶν τυχόντων ἐσθλῶν. Φασὶ δὲ οἱ παλαιοὶ ἀναλογίαν εἶναι τοῦτο γεωμετρικήν, τουτέστι τὴν κατὰ ποιότητα καὶ κατὰ ἀξίαν, τὸ τοῖς ἀρίστοις δηλαδὴ διδόναι τὰ πρέποντα. Ὁ δὲ στίχος οὗτος παρῳδηθήσεταί ποτε καὶ ἐπί τινων τοὺς μὲν ἀξίους εὐεργετούντων, τοῖς δὲ μικροῖς διδόντων τὰ πρέποντα. Ἐσθλὰ δὲ ὅπλα φησὶ τὰ τῇ κατασκευῇ βελτίονα καὶ οὐχʼ ἁπλῶς τὰ ἐξ ὕλης τυχὸν τιμίας ἢ ἄλλως πολυτίμητα ἢ ἀξιοθέατα. Ὅρα δὲ τὴν τοῦ Ποσειδῶνος ἐν ἀρχῇ συμβουλὴν συχνοῖς παρίσοις γλυκαινομένην ἐπίτηδες, τῷ «ἀσπίδας καὶ κεφαλάς», τῷ «ἄρισται ἠδὲ μέγισται», τῷ «παναίθῃσι κορύθεσσι», τῷ «κρύψαντες καὶ ἑλόντες», ἐκφανέστατον δʼ ἐν αὐτοῖς τὸ «χείρονι φωτὶ δότω» καὶ «ἐν ἀσπίδι μείζονι δύτω». καί πως τὰ τοιαῦτα καλὰ σχήματα συνεκλάμπει τοῖς ἐνταῦθα ἐσθλοῖς καὶ φαεινοῖς τεύχεσιν, ἅπερ ἀρήϊα ἔφη πρὸς διαστολὴν ἑτέρων τευχέων ὁ ποιητής. οὐχʼ ἁπλῶς δὲ ἀσπίδων ἀρίστων χρεία νῦν, ἀλλὰ καὶ μεγίστων. χρὴ δὲ καὶ ἔγχη ἑλεῖν ἀκολούθως, οὐ μακρὰ οὕτως ἁπλῶς ἀλλὰ μακρότατα, ὁποῖα τὰ μετὰ βλήτρων δύο καὶ εἰκοσιπήχεα. χρήσιμα γὰρ ταῦτα μάλιστα τειχομαχίᾳ καὶ ναυμαχίᾳ καὶ ὅλως τῇ σταδαίᾳ μάχῃ καὶ μὴ πολυάϊκι. Τὸ δὲ «ἑσσάμενοι» ἐπὶ ἀσπίδων φανερῶς καὶ νῦν ἀντὶ τοῦ περιθέμενοι, ὁμοίως τῷ «νεφέλην ἕσσαντο». Τὸ δὲ «παναίθη κόρυς» βαρύνεται ἢ ὡς σύνθετον. ὡς γὰρ καλός πάγκαλος, κακός πάγκακος, οὕτως αἰθός πάναιθος, οὗ θηλυκὸν ἡ παναίθη, ὡς ἡ παγκάλη. ἢ καὶ ἄλλως κανόνι τοιούτῳ· τὰ εἰς η λήγοντα θηλυκὰ δισύλλαβα ὀξυνόμενα, μὴ γινόμενα ἐν τῇ συνθέσει κύρια, μετὰ προθέσεως μὲν φυλάσσει τὸν τόνον, οἷον ἐπιτομή, ἀνατομή, ἐπιτολή, ἀνατολή, ἐπιρροή—τὸ ἀναρρόη σημειωτέον βαρυνόμενον—, μετὰ δὲ ἄλλου τινὸς ἀνάγει τὴν τάσιν, ἱστοδόκη, καπνοδόκη, ὑδρορρόη, Καλλιρόη, οἰνοχόη, παναίθη κόρυς ἡ λαμπρά. οὕτως ὁ Εὐφράνωρ, οἱ πλείους δὲ ὀξύνουσι τὴν τοιαύτην λέξιν, ὡς ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρου δηλοῦται, φυλάσσοντες τὸν τοῦ ἁπλοῦ τόνον, οὗ χρῆσις παρὰ τῷ Κωμικῷ ἐν τῷ «αἰθὸς γεγένημαι». Τὸ δὲ «αὐτὰρ ἐγὼν ἡγήσομαι» στρατηγοῦ ἀνδρείου ἐστίν. ἄλλως γὰρ λόγοις μόνοις ἐρεθίζειν μὴ καὶ ἔργου ὡς τὰ πολλὰ κατάρχοντα εὐχερές τε καὶ οὐδὲ μέγα. Τὸ δὲ «μενέχαρμος» ὅμοιον μὲν τῷ μενεπτόλεμος καὶ μενεδήϊος, ἐναντίον δὲ πρὸς τὸ φύξηλις καὶ πρὸς τὸ δειλός. Τὸ δὲ «ὀλίγον σάκος» ἀντὶ τοῦ μικρόν καὶ ἔμπαλιν ἔχον πρὸς τὴν μεγίστην ἀσπίδα. οὕτω καὶ ὁ Κύκλωψ ὀλίγον τὸν Ὀδυσσέα ἔφη κατασμικρύνων ἐκεῖνον. Σημείωσαι δὲ καὶ ὅτι, ὥσπερ πρὸ ὀλίγων τὸ βεβλήατο γενικὴ λέξις ἦν ἐπὶ τοῦ βασιλέως καὶ τοῦ Ὀδυσσέως καὶ τοῦ Διομήδους, οὕτω καὶ ἐνταῦθα τὸ οὐτάμενοι. συμπεριελήφθη γὰρ τοῖς δυσὶν οὐταμένοις ὁ βεβλημένος Τυδείδης, οὗ τὸ ἀνάπαλιν ἐκεῖ γέγονεν. Ὅτι ἦρχε τοῖς Ἀχαιοῖς ὁ Ποσειδῶν «δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ, εἴκελον ἀστεροπῇ· τῷ δʼ οὐ θέμις ἐστὶ μιγῆναι ἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας». οἰκεῖος δὲ ὁ λόγος ἐπὶ παντὸς ξιφηφόρου ἀνδρείου. Λέγει δὲ καὶ ὅτι Τρῶας δʼ ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ, πάνυ σεμνύνων αὐτόν, εἴπερ ἀντίπαλος τῷ Ποσειδῶνι τάττεται, αὐτὸς μὲν Τρώεσσιν, ἐκεῖνος δὲ Ἀργείοις ἀρήγων, «οἳ δὴ τότε αἰνοτάτην», φησίν, «ἔριδα πολέμοιο τάνυσαν», ἤγουν διὰ παντὸς τοῦ ναυστάθμου ἤγαγον. τὸ δὲ ῥῆμα τοῦτο καὶ προείρηται ἄλλως ὑπὸ τοῦ ποιητοῦ κάλλιον. Ὅρα δὲ ὅτι τὸ ἄρχειν εἰς ταὐτὸν δοκεῖ ἄγεσθαι τῷ κοσμεῖν, ἐν οἷς φησιν, ὅτι ἐν Ἀχαιοῖς μὲν ἦρχε Ποσειδῶν, Τρῶας δʼ ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ. εἰ μὴ ἄρα κοσμεῖν μέν ἐστι τὸ τάττειν, ἄρχειν δὲ τὸ ἁπλῶς προηγεῖσθαι παρατάξεως. διὸ οἱ βασιλεῖς μὲν ἐκόσμεον καὶ ὁ Ἕκτωρ ἐκόσμει, Ποσειδῶν δὲ ἡγεῖται, ὡς πρὸ ὀλίγου ἐρρέθη, ἔτι δὲ καὶ ἄρχει ὁ αὐτὸς τοῖς Ἀχαιοῖς. Ὅρα δὲ καὶ ὅτι οὐ μόνον ἔγχος πρὸ τούτων, ἀλλʼ ἰδοὺ καὶ ἄορ ἀστραπῇ διὰ τὸ λαμπρὸν εἰκάζεται. Ἔτι καὶ τανύηκες τὸ τοιοῦτον ἄορ κατὰ τὸ πρὸ τούτων μακρὸν τὸ Θρηΐκιον. πρέπει δὲ προσώπῳ μεγάλῳ μακρὸν ξίφος. Τὸ δὲ «οὐ θέμις ἐστίν» ἀντὶ τοῦ οὐ δυνατόν. ὅθεν καὶ τὸ ἐθέμωσεν ἐν Ὀδυσσείᾳ ἀντὶ τοῦ δυνατὸν ἐποίησεν. Ὅτι δὲ καὶ θεμίσσειν ῥῆμά ἐστιν, ἐξ οὗ μάλιστα ἡ θέμις, καὶ ὅτι σύστοιχος ἡ θέμις καὶ ὁ θεσμός, ἤδη δὲ καὶ τὸ τέθμιον, ὅ ἐστι νόμιμον, δηλοῦσιν οἱ παλαιοί. Τὸ δὲ «μιγῆναι ἐν δαΐ», ὅ ἐστι ψαῦσαι ἢ πελάσαι κατὰ τὴν μάχην, πρὸς διαστολὴν εἴρηται τοῦ καθʼ ἕτερον καιρὸν ποιῆσαι τοῦτο, οἷον ἐν γυμνασίᾳ ἢ πείρᾳ τινί. Τὸ δὲ «ἰσχάνει» ἀντὶ τοῦ ἴσχει, ἔχει, καὶ δηλοῦται περὶ αὐτοῦ πολλαχοῦ. παράγωγον δὲ τούτου ἐν ἄλλοις τὸ ἰσχανᾶν, ὅ ἐστιν ἐπιθυμητικῶς ἀντέχεσθαι. Τὸ δὲ «ἔριδα πολέμοιο» πρὸς διαστολὴν ἑτεροίων ἐρίδων διώρισται. Ὅτι τερατῶδες τὸ «ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε Ἀργείων», οἷον ἐκλυδωνίσθη, ὡς οἷον συναγανακτοῦσα τῷ τῆς ὑγρᾶς οὐσίας ἐπιστάτῃ Ποσειδῶνι καὶ συναγωνιῶσα. Καὶ ὅρα, ὡς διʼ αὐτῆς μὲν ἰόντος τοῦ Ποσειδῶνος ἄταλλε κήτεα καὶ ἡ θάλασσα γηθοσύνῃ διΐστατο, ὄντος δὲ πρὸς τῷ αἰγιαλῷ μόνον κλύζεται. οὕτω καὶ ἐν Ὀδυσσείᾳ Κύκλωπος ἀφέντος λίθον ἐκλύσθη θάλασσα κατερχομένης ὑπὸ πέτρης, ἤγουν κλύδωνά τινα ἔπαθε διὰ τὸ τῆς πέτρας μέγεθος. Ὅτι ξυνελθεῖν εἰπὼν Τρῶας καὶ Ἀργείους μεγάλῳ ἀλαλητῷ, τουτέστι φωνῇ, ὡς κατωτέρω φησί, θέλει μὲν παραβολῇ πρὸς τὸν τοιοῦτον μέγαν ἀλαλητὸν χρήσασθαι, ἀφεὶς δὲ τοῦτο καινοτάταις τρισὶν ἐνταῦθα χρᾶται οὐ παραβολικαῖς ὁμοιότησιν ὁμοῦ κειμέναις, ἀλλʼ ὑπερβολικαῖς ὁμοιοτήτων αὐξήσεσι, τῇ ἀπὸ θαλάσσης, τῇ ἀπὸ πυρός, καὶ τῇ ἐξ ἀνέμου, τριῶν τούτων ἐν ἀνθρώποις ἰσχυροτάτων. Καί φησιν ἑκάστην ὑπερβολὴν δυσὶ στίχοις ἐμπεριγράφων οὕτως «οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ, οὔτε πυρὸς τόσσος γε ποτὶ βρόμος αἰθομένοιο οὔρεος ἐν βήσσῃς, ὅτε τʼ ὤρετο καιέμεν ὕλην, οὔτʼ ἄνεμος τόσσον γε ποτὶ δρυσὶν ὑψικόμοισιν ἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων, ὅσση», ἢ τόσση, «ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνή, δεινὸν ἀϋσάντων, ὅτʼ ἐπʼ ἀλλήλοισιν», ἤγουν κατʼ ἀλλήλων, «ὄρουσαν». Ἰστέον δὲ ὡς ἐνταῦθά φασιν οἱ παλαιοὶ ἐπαινοῦντες τὰ ῥηθέντα, ὅτι κῦμά τε πελάγιον περιρρησσόμενον ἀποκρότῳ τόπῳ πάνυ μέγα βοᾷ πρὸς χέρσον ἀντίτυπον, καὶ βρόμος δὲ πυρὸς οὐ κατοικιδίου οὐδʼ ἐν ἀκρωρείᾳ ὕλης ψιλῇ, ἀλλʼ ἐν βήσσαις ὄρους ὅλου ἐμπιπραμένου μέγιστόν τι καὶ αὐτὸς βρέμει, καὶ ἄνεμος δὲ βαρύτατόν τι ἠχεῖ, ὅτε οὐ διὰ μαλακοῦ θέει ἀέρος ἀνεμποδίστως οὐδὲ τῶν ταπεινῶν ὑπερφέρεται, ἀφʼ ὧν οὐδὲ πολὺς ὁ ἦχος γίνεται, ἀντιτυποῖ δὲ δρυσὶν ὑψικόμοις ἀντιτετειχισμέναις οἷον αὐτῷ, ὅτε καὶ μάλιστα μέγα βρέμεται, οὐχʼ ἁπλῶς πνέων ἀλλὰ χαλεπαίνων. ἐχρήσατο μὲν οὖν Ὅμηρος ἀλλαχοῦ σποράδην καθʼ ὁμοιότητα καταφατικῶς ταῖς ἀπὸ τούτων συνήθως τῶν τριῶν παραβολαῖς, οἷον ὅτε εἶπεν, ὡς «βέβρυχε μέγα κῦμα ποτὶ ῥόον», καὶ «ὡς δʼ ἀναμαιμάει θεσπιδαὲς πῦρ», καὶ «ὡς δʼ Εὖρός τε Νότος τε ἐριδαίνετον». ἐνταῦθα δὲ οὐκ αὐτόχρημα, ὡς ἐρρέθη, παραβολαῖς χρᾶται, ἀλλʼ ὑπερβολαῖς κατὰ τοὺς παλαιούς, οἷα μὴ ἔχων πρὸς θάλασσαν ἢ πρὸς πῦρ ἢ πρὸς ἄνεμον εἰκάσαι τὸ τοῦ πολεμικοῦ ἤχου μέγεθος, καὶ οὐκέτι κατὰ θέσιν παραβολικήν, ἀλλὰ κατὰ ἄρσιν λαλεῖ ἐξ ἀφαιρέσεως, καινότερον, ὡς ἔφαμεν, τὸν λόγον μεταχειριζόμενος καὶ ἐξ ἀνομοίων καὶ ἀσυγκρίτων λαμβάνων τὴν τοῦ πράγματος ὁμοιότητα, μᾶλλον μὲν οὖν καὶ ἐμφαίνων τὴν ὁμοιότητα καὶ ὑπεραναβαίνων αὐτὴν διὰ τῆς ἀποφάσεως ἐν τῷ εἰπεῖν, ὡς οὔτε θάλασσα τόσον βοᾷ, οὔτε πυρὸς τόσσος βρόμος, οὔτʼ ἄνεμος τόσον ἠπύει, ὅσον ἐφώνουν ἑκάτερος ὁ στρατός. καὶ ἐρωτήσοι μὲν ἄν τις τὸν ποιητήν, πόση τις ἦν τότε βοή, ὁ δὲ φαίη ἂν ὅσην οὐκ ἔχω εἰπεῖν. τοῦτο μόνον λέγω ὡς οἵαν οὐδʼ ἂν τὰ παρʼ ἡμῖν ἰσχυρότατα δύναιντο ἀποτελεῖν. Καὶ οὕτω μεγεθύνει τὸ πρᾶγμα τῇ ἀορίστῳ καὶ δυσευρέτῳ τῶν ἀρρήτων παραβολῶν ὁμοιότητι. εἰ δέ τις βούλοιτο ῥηθῆναι καὶ ποσότητα βοῆς ἔν τινι καταφάσει, μετασχηματίσας τὴν εἴτε παραβολικὴν εἴτε ὑπερβολικὴν ἀπόφασιν ἐρεῖ, ὅτι φωνὴ Τρώων ἦν καὶ Ἀχαιῶν ὑπὲρ κύματος βοήν, ὑπὲρ ἦχον ἀνέμου, ὑπὲρ βρόμον πυρός. Ἰστέον δὲ ὅτι αἱ ῥηθεῖσαι αὐξητικαὶ παραβολαί, αἱ τὴν μὲν ἰσότητα ἢ ὁμοιότητα ὑπερβαίνουσαι, δηλοῦσαι δὲ πραγμάτων ὑπερβολήν, ἐκ τοιαύτης μεθόδου γίνονται. ὅτε μὲν ὁμοιότης ἐστὶ τοῦ προκειμένου πράγματος μετὰ τῆς παραβολῆς, τότε καταφατικῶς ἡ παραβολὴ σχηματίζεται, λεγόντων ἡμῶν ὅτι, ὥσπερ ἐκεῖνό τι γίνεσθαι εἴωθεν, οὕτω καὶ τοῦτο γίνεται, οἷον, ὥσπερ σῦς θυμωθεὶς πῦρ δέδορκεν, οὕτως ἀπαραλλάκτως καὶ ὁ δεῖνα ὅτε θυμοῦται. ἡνίκα δὲ τὸ ὑποκείμενον μεῖζον δείκνυται τοῦ παραβολικοῦ πράγματος, τότε ἀποφατικῶς τὴν παραβολὴν σχηματίζομεν, λέγοντες ὡς οὐχʼ οὕτως ἐκεῖνό τι πέφυκε γίνεσθαι, ὥσπερ τοῦτο γίνεται, οἷον· οὐχʼ οὕτως ὕπνος ἐκλύει τὰ μέλη, ὡς ὁ οἶνος αὐτὰ παρίησι. Τοιαῦτα τὰ ῥηθέντα Ὁμηρικά· οὐχʼ οὕτω θάλασσα ἢ πῦρ ἢ ἄνεμος ἠχεῖ, ὡς ὁ νῦν μέγας πόλεμος, εἰ καὶ ἐν ἄλλῳ καιρῷ κατὰ κῦμα καὶ πῦρ καὶ ἀνέμους ἐριδαίνοντας εἶχεν ἡ μάχη τὰ εἰς ἦχον. Εἰσὶ δὲ τοιαῦται παραβολαὶ καὶ παρὰ τῷ γλυκυτάτῳ Ὀππιανῷ, ἔχει δέ τί που ὅμοιον καὶ ἡ Ὀδύσσεια. σχηματίζει δὲ καὶ ὁ Περιηγητὴς Διονύσιος οὕτω σύγκρισιν ἑορταστικήν, ἔνθα λέγει ὡς οὐχʼ οὕτως οἱ δεῖνα πανηγυρίζουσιν, ὡς τὸ δεῖνα ἔθνος. Σημείωσαι δὲ ὅτι δυνάμενος εἰπεῖν ὡς οὔτε θάλασσα οὔτε πῦρ οὔτε ἄνεμος, μόνον τὸν ἄνεμον κατʼ εὐθεῖαν ἔφρασε, τὰ δὲ λοιπὰ δύο κατὰ πλαγίας περιέφρασε. πλήν ἐστι καὶ ἐν αὐτοῖς ποικιλία τις. ἐν μὲν γὰρ τῷ «οὔτε θαλάσσης κῦμα» μέρος τοῦ ὅλου τὸ κῦμα, ἐν δὲ τῷ «οὔτε πυρὸς βρόμος» συμβεβηκὸς τῷ πυρὶ ὁ βρόμος. εὐειδὴς δὲ ἐπιμονὴ διὰ τὸ ἀποφατικὸν τὸ οὔτε θάλασσα οὔτε πῦρ οὔτε ἄνεμος. Ὅρα δὲ καὶ ἐπίχυσιν ἰσοδυνάμων λεξέων ἐν τῷ βοάᾳ καὶ ἠπύει καὶ ἀϋσάντων. ταὐτὸν γὰρ βοᾶν καὶ ἠπύειν καὶ ἀΰειν, ὡσαύτως καὶ τὸ φωνεῖν, ὡς «δῆλον ἐκ τοῦ «ὅσση ἔπλετο φωνή», ἤδη δὲ καὶ τὸ λαλεῖν, ὡς ὑπεμφαίνει ὁ μέγας ἀλαλητός, ἴσως δὲ καὶ τὸ βρέμειν, ὃ καὶ βρέμεσθαι λέγεται, ὡς δῆλόν ἐστιν ἐκ τοῦ «μέγα βρέμεται». Ἰστέον δὲ καί, ὅτι οὐ μόνον ἐπὶ ἀνέμου τὸ βρέμειν, ἀλλὰ καὶ ἐπὶ πυρὸς αἰθομένου. διὸ καὶ ὁ βρόμος ἁρμόττει αὐτῷ, ἔνθα καὶ ἀκριβῶς πρόσκειται τὸ «αἰθομένοιο». οὐ γὰρ ἁπλῶς πᾶν πῦρ βρέμει, οὐδὲ τὸ ἁπλῶς αἰθόμενον, ἀλλὰ τὸ καὶ πολλῇ ὕλῃ ἐμπεσόν. ἄνθρακες γὰρ καὶ φῶτα μικρὰ καὶ σπινθῆρες καὶ ὅσα τοιαῦτα ποῖον ἂν βρόμον ἀπηχήσωσιν; Ἐν τούτοις δὲ θαλάσσης μὲν κῦμα ἐρρέθη πρὸς διαστολήν. κυμαίνονται γὰρ καὶ λίμναι καὶ ποταμοί, ἀλλʼ οὐχʼ οὕτω. Τὸ δὲ «ποτὶ χέρσον» ἀκριβῶς πρόσκειται, ὡς ἐκεῖ μάλιστα τῶν κυμάτων ἀντιπαιομένων καὶ οὕτω πάνυ βοώντων. Τὸ δὲ «ποντόθεν» ἀκρίβειαν ἔχει καὶ αὐτό. χρὴ γὰρ πόρρωθεν καταπνεῖσθαι τὴν θάλασσαν, καὶ οὐδὲ ἁπλῶς ἀνέμῳ ἠρεμαίῳ, ἀλλὰ ἀλεγεινῷ, εἰ μέλλει βυσσόθεν ὀρνυμένης αὐτῆς δεινὰ βοᾶν πρὸς τῇ χέρσῳ τὸ κῦμα. Τὸ δὲ «βοάᾳ» διὰ πλείονα καὶ νῦν ἤχου ἔμφασιν ἐν δυσὶν ἄλφα κεῖται. Τὸν δὲ Βορέαν κατὰ τὸ παρατυχὸν παρέλαβε, καὶ ἄλλοις γὰρ ἀνέμοις κυμαινομένη θάλασσα πάνυ βοᾷ. Τὸ δὲ «Βορέω» Ἰωνικόν ἐστι, συγκοπὲν ἐκ τοῦ Βορέεω, καθὰ καὶ τὸ Ἑρμείω ἐκ τοῦ Ἑρμείεω, ὡς καὶ ἀλλαχοῦ δηλοῦται. Ἐν δὲ τῷ «πυρὸς ποτὶ βρόμος» οὐ δοκεῖ πρὸς σύνταξιν οἰκειοῦσθαι ἡ πρόθεσις, ἀλλὰ περιττῶς κεῖσθαι πρὸς μέτρου τελείωσιν. Τὸ δὲ «ὤρετο καίειν ὕλην» συγγενές ἐστι τῷ ὀρνυμένῳ κύματι, ἐπεὶ καὶ ἐκ τοῦ ὄρω γίνεται τὸ ὄρνυμι. Τὸ δὲ «δρυσὶν ὑψικόμοισιν» Ἀγαθοκλῆς, ὡς οἱ παλαιοί φασι, δρυσὶν ἰξοφόροισι γράφει. αἱ μὲν γὰρ ἄκαρποι, φησί, καὶ πλατύφυλλοι ἐρίφλοιοι καλοῦνται παρὰ Περγαμηνοῖς, αἱ δὲ λεπτόφλοιοι καὶ καρποφόροι ἡμερίδες, ὡς καὶ ὁ ποιητὴς ἐν Ὀδυσσείᾳ «ἡμερὶς ἡβώωσα». καὶ τοὺς ἐπὶ τούτων εὐανθοῦντας βότρυς σταφυλὰς καλοῦσιν, ἐξ ὧν καὶ ὁ ἰξὸς γίνεται. ἡ γὰρ ἄκαρπος δρῦς, φησί, κηκιδοφόρος ἐστίν. Ὅτι δὲ δρύες τινὲς ἡμερίδες εἰσέτι καὶ νῦν λέγονται, οἱ περὶ Θρᾴκην οἴδασιν. Ἀλλὰ ταῦτα μὲν περὶ χερσαίων δρυῶν, τὰς δὲ θαλασσίας ὁ Μεγαλοπολίτης ἱστορεῖ Πολύβιος, λέγων, ὡς καὶ Ἀθήναιος παρασημειοῦται, περί που τὴν δυτικὴν Ἰβηρίαν δρῦς εἶναι κατὰ βάθους, ὧν τὸν καρπὸν σιτουμένους τοὺς θύννους πιαίνεσθαι. διὸ οὐκ ἄν, φησίν, ἁμάρτῃ τις λέγων ὗς θαλαττίους εἶναι τοὺς θύννους, αὐξομένους ἀπὸ τῶν ῥηθέντων βαλάνων. Ὁ δὲ ῥηθεὶς Ἀθήναιος θυννολογῶν ἀπὸ τοῦ θύειν τε, τὸ ὁρμᾶν, ἐτυμολογεῖ τὸν Αἰολικῶς τὸ νυ διπλάζοντα θύννον, ἐπεὶ κατὰ τὴν ἐπιτολὴν τοῦ κυνὸς ὁρμητικός ἐστι διὰ τὸ οἰστρηλατεῖσθαι, καὶ τὴν πηλαμύδα θυννίδα καλεῖ, λέγων καὶ ὅτι μείζων γινομένη λέγεται θύννος, ἔτι δὲ μείζων ἀποβᾶσα ὄρκυνος, εἰς ὑπερβολὴν δʼ αὐξηθεῖσα κῆτος γίνεται, ὡς δηλοῖ καὶ ὁ γράψας τό· θύννος ἁλισκόμενος σπουδῇ μέγας, ὃν καλέουσιν ὄρκυνον, ἄλλοι δʼ αὖ κῆτος, τούτου δὲ θεοῖς χρὴ ὀψωνεῖν. λέγεται δέ, φησί, καὶ ὡς ὁ θύννος τῷ σκαιῷ ὀφθαλμῷ οὐ βλέπει. διὸ Αἰσχύλος φησιν «ὄμμα παραβαλὼν θύννου δίκην», ὃ σημειωτέον εἰς τὰς παραβλῶπας Λιτάς. δηλοῖ γὰρ στραβάς, ὡς καὶ ἐκεῖ ἐρρέθη, αὐτὰς εἶναι, οἷα, ὡς νῦν ἐγράφη, ὄμματα παραβαλλούσας. ἀλλʼ οἱ μὲν θύννοι οὗτοι ἐρρέτωσαν ἐς δρύας. Ἠπύειν δὲ οὐ μόνον ἐπʼ ἀνθρώπων, ὅθεν καὶ ἠπύτα κῆρυξ, ἀλλʼ ἰδοὺ καὶ ἐπὶ ἀνέμου, ἀλλαχοῦ δὲ καὶ ἐπὶ πολέμου, ὡς ἔστι νοεῖν ἐκ τοῦ «βριήπυος Ἄρης». Βρέμεσθαι δέ, φασί, λέγει τὸν ἄνεμον ὁ ποιητὴς καὶ ταῦτα τῆς λέξεως κυρίως ἐπὶ πυρὸς λεγομένης, ἐπεί, φασί, καὶ αὐτὸς συγγενές τι ἔχει τῷ πυρὶ ἐκ παρατρίψεως καίων τὰ δένδρα. Γλυκύτερον δὲ τὸ «χαλεπαίνων ἄνεμος» ἤπερ τὸ «πνοιῇ ἀλεγεινῇ». Τῷ δὲ ἀλαλητῷ ὅν, ὡς εἴρηται, φωνὴν ἡρμήνευσεν Ὅμηρος, καὶ ἡ ἀλαλὴ παρακεῖσθαι δοκεῖ, ὅπερ ἐστὶ στρατιωτικὸς ἀλαλαγμός, ὃν ἀλαλὰν λέγουσιν οἱ Δωριεῖς, βοὴν οὖσαν πρὸ μάχης. χρῆσις δὲ αὐτῆς ἐν τῷ «κλῦθʼ Ἀλαλά, Πολέμου θύγατερ, ἐγχέων προοίμιον». Ὅτι εἰπόντος Ὁμήρου, ὡς «Αἴαντος πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ ἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐδʼ ἀφάμαρτε, τῇ ῥα», ἤγουν ἔνθα δή, «δύο τελαμῶνε περὶ στήθεσσι τετάσθην, ὃ μὲν σάκεος, ὃ δὲ φασγάνου ἀργυροήλου. τὼ οἱ» ἤγουν οἳ αὐτῷ τῷ Αἴαντι, «ῥυσάσθην», ὅ ἐστιν ἐφύλαξαν καὶ περιεσώσαντο, «τέρενα χρόα», ὑπονοοῦσί τινες ἄνευ θώρακος μάχεσθαι τὸν ἥρωα. οὐ γὰρ ἄν, φασί, τοὺς τελαμῶνας μόνους εἶπε ῥύσασθαι τὸν Αἴαντα, εἰ καὶ θωρακοφόρος ἦν, ἀλλʼ ἐμνήσθη ἂν καὶ τοῦ θώρακος. γέγονε δέ, φασίν, ἡ βολὴ κατὰ τὴν ἀριστερὰν κλεῖν, ὅπου οἱ τελαμῶνες συμπίπτοντες ἐπεπτύσσοντο. εἰ δὲ οἱ τελαμῶνες ἐρύσαντο, καθὰ ἐρρέθη, σημείωσαι καὶ ἐκ τούτου ὅτι τρωτὸς ὅλον ἦν ὁ Αἴας τὸ σῶμα, καὶ οὐ μόνα τὰ περὶ μασχάλην κατὰ Αἰσχύλον καὶ ἄλλους. δῆλον γὰρ ὡς, εἰ μὴ αὐτοὶ ἐρύσαντο, κατηκοντίσθη ἄν. διὸ καὶ μονομαχοῦντι αὐτῷ πρὸς Διομήδην ἐν τῷ Ἐπιταφίῳ περιέδεισαν οἱ Ἀχαιοί, ὡς πολλαχοῦ δυναμένῳ πληγῆναι. ἡ δὲ ὑπόνοια τοῦ μὴ διόλου τρωτὸν αὐτὸν εἶναι ἦλθεν ἐκ τοῦ μηδέποτε παρʼ Ὁμήρῳ τετρῶσθαι αὐτόν. Πολὺς δὲ πάντως ὁ Αἴας, εἰ μόνος ἄρτι τῶν Ἑλληνικῶν ἀριστέων ποιήσει, ἅπερ ὁ ποιητὴς ἐρεῖ προϊὼν «μεγάλα ἔργα», καὶ ταῦτα οὐδὲ ῥοπῇ δαιμονίᾳ τινὶ ἀλλʼ ἐξ οἰκείας ἀρετῆς. Ἱστόρηται δὲ καὶ πηλῷ βάλλεσθαι αὐτὸν ὑπὸ Τρώων ὡς οἷα προπηλακιζόμενον, καθά τις ἂν εἴποι τολμήσας, εἴ πως οὕτω γοῦν βαρυνθεὶς πέσῃ, ἀποσεισάμενον δὲ τὸν πηλὸν δύο ποιῆσαι κολωνούς. φασὶ δὲ καί, ὡς οὐκ ἐβοηθεῖτο ὑπʼ Ἀθηνᾶς ὅλως ὁ Αἴας διά τε τὸ ἀλαζονεύσασθαι κατʼ αὐτῆς, ὡς δηλοῖ ὁ Σοφοκλῆς, καὶ διότι δὲ γλαῦκα τῆς οἰκείας ἀσπίδος ἐξέκοψεν, ἱερὰν οὖσαν τῇ Ἀθηνᾷ. Ἰστέον δὲ καὶ ὅτι οὐ μόνον γλαῦξ ἱέρωται Ἀθηνᾷ, ὡς καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ ἐτέθη, ἀλλὰ καί τι εἶδος ἐρῳδιοῦ, καθὰ δηλοῖ καὶ ὁ ποιητὴς ἐν τῷ «τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο Παλλὰς Ἀθήνη», εἰ καὶ ἄλλως ἀφροδίσιον ὄρνεον ὁ ἐρῳδιὸς εἶναι δοκεῖ κατʼ ἄλλο εἶδος ἐρῳδιοῦ. Διὸ οὐ μόνον ἀπὸ τοῦ ἕλος γίνεται ἑλοιδιός, καὶ ἐκτάσει τοῦ ο εἰς ω καὶ τροπῇ τοῦ λ εἰς ρ κατὰ τὸ θλῶ θλαύω καὶ θραύω ἐρῳδιός μετὰ προσγεγραμμένου τοῦ ι ὡς ἐν ἕλεσι διάγων, εἰ καὶ Κλαυδιανός, φασίν, ὁ φιλόσοφος ἀντιλέγει, ἐν οἷς καταλέγει τῆς ὀρθογραφίας, ἀλλὰ καὶ ἀπὸ τοῦ ἔρως ἔρωτος ἐρωτίδιος, καὶ ἀποβολῇ τοῦ τ ἐρωΐδιος, καὶ συναιρέσει ἐρῴδιος, καὶ κατὰ ἀκολούθησιν τὴν ἐπὶ ὀρνέων τοῦ αἰγυπιός, χαραδριός, οὕτω καὶ ἐρῳδιὸς κατὰ τόνον ὀξύν. Ἰστέον δὲ καὶ ὅτι ἄλλος μέν τις τελαμώνων ἐπιμνησθείς, οἳ τὸν Αἴαντα ἔσωσαν, ἴσως ἂν εὐθὺς καὶ Τελαμωνιάδην προσέφη τὸν Αἴαντα, ὡραϊσμόν τινα τῷ λόγῳ τεχνώμενος. ἢ καὶ ἄλλως πως ἂν τὸν ἥρωα Τελαμῶνα ἐκεῖνος προσεχῶς αὐτίκα παρέρριψε γοητεύων τῇ ἐξ ὁμωνυμίας παρηχήσει τὸν ἀκροατήν, Ὁμήρῳ δὲ γελοιασμὸς δοκεῖ ὁ τοιοῦτος οὐκ ἀγαθὸς γάργαλος. διὸ καὶ τέως σιγήσας τὴν λέξιν μετὰ τέσσαρας αὐτὴν στίχους τίθησιν, εἰπὼν «τὸν μὲν ἀπιόντα μέγας Τελαμώνιος Αἴας βεβλήκει». Ὅρα δὲ ὡς οὐδὲ τὸ τοῦ Αἴαντος σάκος πόρπακα εἶχεν, ἀλλὰ τελαμῶνος ἤρτητο, ἴσως δὲ καὶ κανόνι μετήγετο. Κᾶρες δέ, ὡς καὶ προερρέθη, τοὺς πόρπακας εὗρον, οἵπερ ἦσαν, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, προσθήματα ἐντὸς τῆς ἀσπίδος, διʼ ὧν ἡ χεὶρ διείρετο. Ἰδοὺ δὲ φανερῶς ἐν τόπῳ ἑνὶ καὶ σάκεος καὶ φασγάνου τελαμῶνα εἶπεν, ἱμάντα τινὰ καὶ αὐτὸν ὄντα, ἐξ οὗ καὶ τελαμωνίζειν τὸ ἑλίσσειν τελαμῶνι, ὡς δηλοῖ ὁ ἱστορήσας ὅτι, ὁπηνίκα Φίλιππος τὸν ὀφθαλμὸν ἐξεκόπη ὀϊστῷ βληθεὶς ἐν πολέμῳ ὑπὸ Ἀστέρος, συμπροῆλθεν αὐτῷ καὶ Κλείσοφος, ὁ ἐκείνου παράσιτος, τελαμωνισθεὶς τὸν αὐτὸν ὀφθαλμόν. ἐτυμολογία δὲ τελαμῶνος τὸ ταλάσσειν τροπῇ τοῦ α εἰς ε. τάλας γὰρ καὶ αὐτὸς καὶ τλήμων διὰ τὸ βαστάζειν. ἑρμηνεία δὲ αὐτοῦ ἴσως μὲν καὶ τὸ ἀορτήρ, μάλιστα δὲ ἀναφορεύς. εἴη δʼ ἂν καὶ ἀναγωγέα εἰπεῖν τὸν αὐτὸν ὁπλιτικὸν τελαμῶνα, καὶ οὐκ ἂν ἴσως διαφέροι οὕτως ἢ οὕτως εἰπεῖν, εἴ τις σκέψεται τὴν περὶ τοῦ Ἐφεσίου Παρρασίου ἱστορίαν, δηλοῦσαν ὡς σκίπωνί τε ἐπεστηρίζετο χρυσᾶς ἕλικας ἐμπεπαισμένῳ χρυσοῖς τε ἀνασπάστοις ἐπέσφιγγε τῶν βλαυτῶν τὰς ἀναγωγάς. ὡς γὰρ ἀνάγειν καὶ ἀναφέρειν ταὐτά εἰσιν, ἐξ οὗ ἀνάγειν καὶ ἡ ἀναγωγή, οὕτως ἂν καὶ ἀναφορεύς καὶ ἀναγωγεύς. Λέγει δὲ ἡ ἱστορία βλαυτῶν ἀναγωγὰς τὰ ἰδιωτικῶς λεγόμενα καλάμια τῶν ὑποδέσεων. βλαύτης γὰρ καὶ βλαυτίον ὑποκοριστικῶς τὸ ὑπόδημα. Ἐν δὲ τῷ «ἀκόντισεν ἔγχει» περισσὸν δοκεῖ τὸ ἔγχει ὡς ἀρκοῦν συννοηθῆναι τῷ ἠκόντισεν. οὕτω καὶ μετʼ ὀλίγα «ἀκόντισε δουρὶ φαεινῷ», λέγει δὲ καὶ προϊών «ἀκόντιζον δὲ θαμειὰς αἰχμάς». εἰ δέ που διὰ τὸ «αἷμα δʼ ἀνηκόντιζε» δοκεῖ καὶ φλὲψ ἢ ἀρτηρία αἵματι ἀκοντίζειν, οὐκ ἂν εἴη οὐδὲ τὸ «ἀκόντισεν ἔγχει» περιττῶς ῥηθέν. Τοῦ δὲ ἀκοντίζειν ἡ μετὰ γενικῆς τάξις ἐλλείψει προθέσεως μυριαχοῦ φαίνεται. ὡς γὰρ τὸ ἀκόντισεν Αἴαντος ἤγουν κατὰ Αἴαντος, οὕτω καὶ ἄλλα πολλά. Ὅρα δὲ τὸ διπλοῦν τῆς συντάξεως. ὧδε μὲν γὰρ Ἕκτωρ ἀκόντισεν, ἔγχει, ἐκεῖ δὲ Ἀχαιοὶ ἀκοντίζουσιν αἰχμάς. Τὸ δὲ «τέτραπτο πρὸς ἰθύ» ἀντὶ τοῦ ἀντικρὺ ἵστατο, ἀντιπρόσωπος, κατʼ εὐθύ, οὐ μὴν εὐράξ, ὅ ἐστιν ἐκ πλαγίων, ἢ ἄλλως ὁπωσοῦν. Ὅρα δὲ καὶ ὡς τὸ «ἠκόντισεν οὐδʼ ἀφάμαρτε» πρὸς ὁμοιότητα εἴρηται τοῦ «βάλεν οὐδʼ ἀφάμαρτε». Πλατύνει δέ, ὥσπερ ἀλλαχοῦ τὰ πρόσωπα τῷ μεγάλῳ Αἴαντι, οὕτω καὶ ὧδε τὰ στήθη διὰ τὴν πλατύτητα. τὸ μέντοι τοῦ Ἕκτορος οὐχʼ οὕτως ἀλλὰ στῆθος μετʼ ὀλίγα ἐρεῖ. Τὸ δὲ «τέρενα χρόα» κοινὸν ἐπίθετον χροός. οὐ γὰρ δήπου ἐπὶ σκώμματι καὶ τοῦτο ἐρρέθη, ὡς καὶ τὸ «λειριόεντα χρόα», ὅπερ ἀπὸ τοῦ Ἕκτορος φθάσας ὁ Αἴας ἤκουσεν. Ὅτι ἐπὶ τοῦ βαλόντος οὐκ εὔσκοπα οἰκεῖον τὸ «χώσατο» ὁ δεῖνα, ὡς νῦν ὁ Ἕκτωρ, «ὅτι δή οἱ βέλος ὠκὺ ἑτώσιον ἔκφυγε χειρός». Καὶ ὅρα ἑτώσιον βέλος, τὸ ἐν ἄλλοις ῥηθὲν ἅλιον, καὶ τὸ «ἔκφυγεν» ἀστείως καὶ νῦν λεχθὲν διὰ τὸ μὴ θελητῶς τῷ βαλόντι ἀφεθῆναι τὸ βέλος. ἔχει δὲ ὅμοιόν τι πρὸς τοῦτο καὶ τὸ «οἷόν σε ἔπος φύγεν». Ὅρα δὲ καὶ ὡς βέλος ὠκύ οὐ μόνον ὀϊστός, ἀλλʼ ἰδοὺ καὶ δόρυ σφοδρῶς ἀφεθέν. Ὅτι τὸν Ἕκτορα ἑτάρων εἰς ἔθνος χαζόμενον «μέγας Τελαμώνιος Αἴας χερμαδίῳ, τά ῥα», ἤγουν ἃ δή, «πολλὰ θοάων ἔχματα νηῶν πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τῶν ἓν ἀείρας στῆθος ἐβεβλήκει», ἢ στῆθος βεβλήκει, «ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς, στρόμβον δʼ ὣς ἔσσευε βαλών, περὶ δʼ ἔδραμε πάντῃ». καὶ ὅρα ὡς ἐσχεδίασε τὴν βολὴν ὁ Αἴας βαλὼν τῷ παρατυχόντι ὀργάνῳ. Σημείωσαι δὲ καὶ ὅτι σχῆμά ἐστιν ἐνταῦθα καινὸν ἐξ ἐπαναλήψεως. εἰπὼν γὰρ «χερμαδίῳ» κατὰ πτῶσιν δοτικὴν καὶ ἐπεμβαλὼν τὸ «ἃ δὴ πολλά», τυχαίως δηλονότι, ἐν μέσῳ ἐκυλίετο, οὐκ ἐπαναλαμβάνει ὡς ἔδει ὁμοιοπτώτως, οἷον· τῷ βεβλήκει ἢ τοίῳ βεβλήκει, ἀλλὰ τὴν ἑνικὴν δοτικὴν ἐκείνην πάντῃ ἀφεὶς ποιεῖται τὴν ἐπανάληψιν πληθυντικῶς καὶ περιφραστικῶς πρὸς τὰ χερμάδια διὰ τὸ σαφέστερον, εἰπὼν «τῶν ἓν ἀείρας στῆθος βεβλήκει», τῷ τοιούτῳ δηλαδὴ χερμαδίῳ. καὶ ἔστιν οὐκ ἀσύντακτος ἡ φράσις, ἀλλὰ καινοπρεπεστέρα, δυσχερῶς, ὡς ἂν εἴποι τις, φράζουσα τὸ δυσχερές. Οὐδετέρου δὲ γένους τὸ χερμάδιον, ὡς δηλοῖ τὸ «τά ῥα πολλὰ θοάων ἔχματα νηῶν». διὸ καὶ «ἓν ἀείρας» γραπτέον, οὐχὶ κατά τινας «ἕνα» ἐν συναλιφῇ. Ἔχματα δὲ καὶ νῦν κρατήματα, στηρίγματα, ὑπερείσματα, ὥστε καὶ τὰ τοῦ προρρηθέντος ὁλοοιτρόχου ἔχματα, ὧν ὄμβρῳ ἀπενεχθέντων κατεσπάσθη ἐκεῖνος τῆς τοῦ ὄρους στεφάνης, τοιαῦτά τινα νοητέον λιθίδια. Τὸ δὲ «κυλίνδετο» στρογγυλότητα καὶ τοῦ ῥηθέντος χερμαδίου δοκεῖ κατηγορεῖν. τῶν τοιούτων γάρ ἐστι τὸ κυλίνδεσθαι. Τὸ δὲ «στῆθος βεβλήκει» οὐ προτροπάδην φεύγειν τὸν Ἕκτορα παριστᾷ στρέψαντα νῶτον, ἀλλʼ ἀναποδίζειν καὶ πρὸς ἰθὺ καὶ αὐτὸν τετράφθαι τῷ Αἴαντι. Τὸ δὲ «ὑπὲρ ἄντυγος» ἐλλειπτικῶς ἔχει διὰ καίριον συντομίαν. λείπει γὰρ τὸ ἀσπίδος. ὡς γὰρ καινῶς ἔσχεν ἡ τῆς βολῆς φράσις, οὕτω καὶ τοῦτο διὰ τὴν τῶν συμβάντων καινοτροπίαν καὶ τὸ ἐν αὐτοῖς θορυβῶδες, οἷς καὶ ὁ λόγος συντετάρακται. Τὸ δὲ «ἀγχόθι δειρῆς» διασαφητικόν ἐστι τοῦ «ὑπὲρ ἄντυγος». ἄλλως γὰρ οὐκ ἦν δῆλον, ποῖ τῶν κατὰ στῆθος ὑπὲρ ἄντυγος ὁ Αἴας βέβληται. Στρόμβου δὲ δίκην ἐκίνησεν ὁ Αἴας ἢ τὸν βληθέντα Ἕκτορα, ὅπερ ἐμφαίνει ῥώμης ὑπεροχήν, ἐὰν τηλικοῦτον ἄνδρα ἔνοπλον ὁ Αἴας βαλὼν οὕτως ἐκίνησεν, ἢ μᾶλλον τὸν λίθον ὡς στρόμβον ἐκίνησε. πῶς γάρ, φασίν, ὑπὸ χερμαδίου ὁ τοσοῦτος Ἕκτωρ περιστραφείη ἄν; Στρόμβον δέ τινες μὲν ἄτρακτον νοοῦσιν ἀπὸ τοῦ στροβεῖσθαι καὶ δινούμενον περιφέρεσθαι, ἕτεροι δὲ τὴν παιζομένην βέμβικα, ἣν καὶ στρόβαν βούλονται λέγειν οἱ ἰδιωτίζοντες, ἄλλοι τὸν ῥόμβον, τινὲς δὲ λίθον στρογγύλον. καὶ οὕτω μὲν ταῦτα. Ὁ δὲ ποιητὴς θέλων δηλῶσαι καὶ τὸ ἐκ τῆς βολῆς τοῦ χερμαδίου πτῶμα τοῦ Ἕκτορος ἐπάγει παραβολὴν ταύτην «ὡς δʼ ὅθʼ ὑπὸ ῥιπῆς», ἢ ὑπαὶ ῥιπῆς, «πατρὸς Διός», ἤγουν ἀέρος, «ἐξερίπῃ δρῦς πρόρριζος», ὃ ταὐτόν ἐστι τῷ προθέλυμνος, «δεινὴ δὲ θεείου γίνεται ὀδμὴ ἐξ αὐτῆς, τὸν δʼ οὐκ ἔχει θράσος, ὅς κεν ἴδηται ἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός, ὣς πέσεν Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι». Καὶ ἔστιν ἡ παραβολὴ κατὰ τὸ πλεῖον ἁρμόττουσα τῷ πράγματι. Κεραυνὸς μὲν γὰρ ὡσανεὶ ὁ λίθος, ὃν Αἴας ὑψόθεν ὡς μέγας ἐνέβαλε τῷ Ἕκτορι. πίπτει δὲ καὶ ὁ Ἕκτωρ κατὰ τὴν δρῦν πρόρριζός τε καὶ ὦκα καὶ χαμαί, καὶ οἱ ἐγγὺς ὄντες Τρῶες ἀθαρσεῖς μένουσι. Τὸ μέντοι «δεινὴ θεείου γίνεται ὀδμή» πρὸς μὲν τὸ προκείμενον καθʼ Ἕκτορα πρᾶγμα εἰκῇ λαλεῖται, ἔχει δὲ ἄλλως ἱστορίαν. Συμβαίνει γὰρ τοῖς διοβλήτοις τῶν δένδρων, ὡς πολλαχοῦ φαίνεται, τὸ ὡς θείου ὄζειν αὐτά, ὃ θέειον πλεονασμῷ τοῦ ε λέγεται, ὡς δηλοῖ καὶ ἡ Ὀδύσσεια. ἀφʼ οὗ καὶ ῥῆμα θεειῶσαι ἢ θειῶσαι τὸ θυμιᾶσαι. Τὸ δὲ «Διὸς πατρός» ἐλλέλειπται καὶ νῦν δεξιῶς πρὸς ἔμφασιν ἀλληγορίας Τὸ δέ γε πλῆρες «πατρὸς ἀνδρῶν τε θεῶν τε». Χαλεπὸς δὲ κεραυνός, ὡς καὶ πρὸ βραχέων χαλεπαίνων ἄνεμος. Τὸ δὲ «Διὸς κεραυνός» ἑρμηνεία ἐστὶ τοῦ «ὑπὸ ῥιπῆς Διός». ῥιπὴ γὰρ ἀέρος ὁ κεραυνός. Τὸ δὲ «πέσεν ὦκα» δηλοῖ ὡς πρὸς τὸ τάχος τοῦ ἡρωϊκοῦ πτώματος παρείληπται ἡ εἰρημένη παραβολή. Εἰπὼν δὲ οὕτω πεσεῖν Ὅμηρος τὸν Ἕκτορα ἐπάγει καὶ τό, ὡς εἰκός, ἐπακολουθοῦν στρατιώτῃ πεσόντι, εἰπὼν «χειρὸς δʼ ἔκβαλεν ἔγχος, ἐπʼ αὐτῷ δʼ ἀσπὶς ἐάφθη καὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ». τί δὲ σημαίνει τὸ ἐάφθη καὶ ὅπως γίνεται, προδεδήλωται. Ὅρα δὲ ἐν τούτοις, ὡς ὁ μεθʼ ἡμέραν ἐμπαθὴς ὕπνος τοῦ Διὸς τὸν ἄλλως ἀγρυπνητικὸν ἐν νυξὶ Δία ἤλεγξεν ἀπολωλεκότα, ὅσα βουλευσάμενος εἶχεν. οὕτω καὶ ὁ τοῦ μύθου Ἄρης ὑφʼ ἡδονῆς, φασί, κρατηθεὶς ὑπὸ τῷ ἀσθενεστάτῳ Ἡφαίστῳ συνεποδίσθη. Καλῶς ἄρα ἐρρέθη, ὡς τὸ ἡδονὰς διώκειν προπετῶς λύπας ἐστὶ θηρεύειν. Ὅτι φανερὰ διαστολὴ τοῦ οὐτάσαι καὶ τοῦ βαλεῖν κἀνταῦθα ἐν τῷ «οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον Ἀχαιοί, ἀκόντιζον δὲ θαμειὰς αἰχμάς· ἀλλʼ οὔ τις ἐδυνήσατο τὸν Ἕκτορα κείμενον οὐτάσαι οὐδὲ βαλεῖν». Καὶ ἡ αἰτία τὸ «πρὶν γὰρ περίβησαν ἄριστοι», ἤγουν ὑπερέβησαν, ὑπερεμάχησαν αὐτοῦ, Πολυδάμας, Αἰνείας, Ἀγήνωρ, Σαρπηδὼν καὶ Γλαῦκος. Εἶτα θέλων εἰπεῖν ὡς καὶ ἕτεροι, φησὶ περιφράζων «τῶν δʼ ἄλλων οὔ τις εὗ» τουτέστιν αὐτοῦ, «ἀκήδησεν», ἤγουν ἠμέλησεν, «ἀλλὰ πάροιθεν ἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ». Ἔνθα φασὶν οἱ παλαιοί, ὡς οὐ πᾶσαι περιφερεῖς αἱ ἀσπίδες, ὅ ἐστι κατὰ τὸν ποιητὴν εὔκυκλοι, ἀλλʼ εἰσί τινες καὶ σπιδεῖς, ἤγουν ἐπιμήκεις. σπίζω γὰρ τὸ ἐκτείνω, ἀφʼ οὗ σπιδὴς μὲν ἡ ἐπιμήκης, ἀσπὶς δὲ ἡ μὴ πρὸς μῆκος ἐκτεταμένη ἀλλʼ εἰς κύκλον συνηγμένη. Φασὶ δὲ οἱ αὐτοὶ καί, ὡς παρὰ τῷ ποιητῇ ἀντιφράζεται τῇ ἀσπίδι τὸ σάκος ὡς διαφέρον δηλαδὴ πρὸς αὐτήν. Ὅτι δʼ ἐκ τοῦ ῥηθέντος σπίζω καὶ ἡ σπιθαμὴ γίνεται, καὶ ὅτι σπίζειν λέγεται, ἄλλως μέντοι κατὰ ὀνοματοποιΐαν, ὁ σπῖνος σπίζων ἑῷα παρὰ τῷ Ἀράτῳ, οὐκ ἄδηλόν ἐστιν. Ἰστέον δὲ καὶ ὅτι ἐν τῷ «οὔ τις εὗ ἀκήδησε» γίνεται τὸ εὗ, ὡς καὶ προδεδήλωται, ἀπὸ τοῦ ἕο κατὰ κρᾶσιν, ὡς τὸ σέο σεῦ, ἐμέο ἐμεῦ. καί ποτε καὶ ἐγκλίνεται δίχα τόνου προφερόμενον. Ὅρα δʼ ἐν τοῖς ῥηθεῖσιν, ὡς ὁ τοῦ συνετοῦ Πολυδάμαντος λόγος ἀπετελέσθη καὶ ἐπʼ αὐτῷ τῷ Ἕκτορι. ἔφθη γὰρ εἰπών, ὡς οὐ κόσμῳ παρὰ νηῶν ἐλευσόμεθα, πολλοὺς γὰρ Τρώων καταλείψομεν. Καὶ τοίνυν καὶ ὁ Ἕκτωρ οὐκ εὐκόσμως ἐκ τῶν νηῶν ἔρχεται, ἀλλὰ βληθεὶς ὑπὸ Αἴαντος καί, ὡς ἐρρέθη, πεσὼν φέρεται ἐφʼ ἅρματος προτὶ ἄστυ, βαρέα στενάχων. Πρὸ τούτου δὲ ἑταῖροι χερσὶν ἀείραντες ἔφερον ἐκ πόνου αὐτόν. Καὶ ἔστιν ἀστεῖον τὸ ἐκ πόνου, μέσως λεχθὲν ἐπί τε μάχης καὶ ἐπὶ ἄλγους, ἴσως δὲ καὶ ἐκ τοῦ τῶν φερόντων πόνου διὰ τὸ ἐναγώνιον. Ἐφʼ οἷς ὁ ποιητὴς λέγει καί, ὅτι περὶ τὸν τοῦ Ξάνθου πόρον ἐλθόντες οἱ περὶ Ἕκτορα, περὶ οὗ Ξάνθου πολλαχοῦ δηλοῦται, ἐκεῖ αὐτὸν «ἐξ ἵππων πέλασαν χθονί», ἤγουν εἰς γῆν ἔθεντο ἀνακλίναντες, «κὰδ δέ οἱ ὕδωρ χεῦαν, ὃ δʼ ἀμπνύνθη», ἤγουν ἀνέπνευσε, «καὶ ἀνέδρακεν ὀφθαλμοῖσι», συλλέξας ἑαυτὸν καὶ ἀναρρώσας φυσικῶς τῇ καταχύσει τοῦ ὕδατος. «ἑζόμενος δʼ ἐπὶ γοῦνα», φησί, «κελαινεφὲς αἷμʼ ἀπέμεσσε», κἀντεῦθεν παρεθεὶς «αὖτις ἐξοπίσω πλῆτο χθονί», τουτέστιν ἐπέλασε, «τὼ δέ οἱ ὄσσε», ἢ κὰδ δέ οἱ ὄσσε, «νὺξ ἐκάλυψε μέλαινα· βέλος δέ», ὅ ἐστι βολὴ καὶ ἡ ἐντεῦθεν ὀδύνη, «ἔτι θυμὸν ἐδάμνα». Τοιοῦτον ἡ τοῦ Αἴαντος χείρ, μᾶλλον δὲ τοιοῦτον ἡ ἀλαζονεία, ἧς δίκας ὁ θρασὺς Ἕκτωρ τῷ ὀνειδισθέντι βουγαΐῳ δίδωσιν. Ἰστέον δὲ ὅτι τε ἐκ τοῦ ἐμεῖν, ὅθεν ὁ ἔμετος, οὐ μόνον Ἔμεια πόλις Πελοποννησία, ὡς μετʼ ὀλίγα εἰρήσεται, ἀλλὰ καὶ ἐμίας, ὡς κοχλίας, ὁ ἐμετικὸς ἢ εὐεμής, καὶ ὡς τὸν ῥηθέντα Ξάνθον εὐρείτην κἀνταῦθα λέγει καὶ δινήεντα καὶ Διὸς παῖδα, ἤγουν ἐξ ἀέρος ὄμβροις πλήθοντα ὡς διϊπετῆ, ὅπερ ὅμοιον περιφραστικῶς τῷ «ὃν ἀθάνατος τέκετο Ζεύς». Τὸ δὲ ἐϋρρεῖος, ὅπερ ἐστὶν εὐρείτου, δοκεῖ ἀπὸ τοῦ εὖ καὶ τοῦ ῥύω, τὸ ῥέω, εἴτʼ οὖν ῥυΐσκω, γίνεσθαι, ἵνα ᾖ εὐρρύς εὐρρέος, ὡς ἡδύς ἡδέος, καὶ ἐπενθέσει τοῦ ι εὐρρεῖος. Εἰ δʼ ἴσως ἀπὸ τοῦ εὖ καὶ τοῦ ῥέος γίνεται, ὃ δηλοῖ τὸ ῥεῦμα, πρὸς ὁμοιότητα τοῦ Ἡρακλῆς Ἡρακλῆος, ἔχει ἀπορίαν διὰ τί μὴ τῷ η παραλήγεται τὸ εὐρρεῖος κατὰ τὸ Ἡρακλῆος. εἰ δέ τις ἐκ τοῦ ῥέειν αὐτὸ παραγάγῃ, ἐκπέφευγε πολυλογίαν. Ὅρα δʼ ἐν τοῖς εἰρημένοις καὶ τὸ «ἀμπνύνθη», ὥσπερ καὶ τὸ «ἀνέδρακεν», ἐν οἷς δηλοῦται ὡς εἰς τὴν προτέραν πνοὴν ἀνέκαμψε καὶ εἰς τὸ πρῴην βλέμμα. Περὶ δὲ τοῦ «κελαινεφὲς αἷμα» προείρηται. Τὸ δὲ «πλῆτο» σύστοιχόν ἐστι τῷ «πέλασαν». ἀπὸ γὰρ τοῦ πέλω γίνεται πλῶ, καὶ ἀπʼ αὐτοῦ τὸ πλῆτο, οὗ τρίτον πληθυντικὸν μετʼ ὀλίγα ἐν τῷ «οὔδεϊ πλῆντο». Νύκτα δὲ τὴν ἁπλῶς ἀορασίαν καὶ νῦν λέγει, διʼ ἣν ἡ ὄψις ὡς ἐν νυκτὶ καθίσταται. Ὅτι τὴν τοῦ Ἕκτορος ἀρετὴν δηλοῖ καὶ τὸ «Ἀργεῖοι δʼ ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα, μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης». δῆλον γὰρ κἀνταῦθα ὡς μεγάλου ἀριστέως πεσόντος πολλὴ μεταβολὴ πολέμου γίνεται. Σεμνῶς δὲ εἴρηται τὸ «νόσφι κιόντα», οὐ μὴν ἀληθῶς. ἀρθεὶς γὰρ ὑφʼ ἑταίρων οὐκ αὐτὸς κιὼν ὁ Ἕκτωρ ἀπῆλθε τῆς μάχης. Ὅτι ὥσπερ Σιμοείσιός τις πρὸ τούτων ἦν παρώνυμος ποταμῷ τῷ Σιμόεντι, καί τις ἕτερος τῷ Σκαμάνδρῳ Σκαμάνδριος, οὕτω καὶ ἐνταῦθα Σάτνιός τις ἱστορεῖται, «ὅν», φησί, «νύμφη τέκε Νηῒς ἀμύμων παρʼ ὄχθας Σατνιόεντος» ποταμοῦ. Ὅτι τε τὸ ἀμύμων θνητῶν προσώπων ἐπίθετον εἶναι παρασημειοῦνται οἱ παλαιοί, καθʼ ἣν ἔννοιαν καὶ νύμφη Νηῒς ἀμύμων, ὡς μακρόβιος μέν, οὐ μὴν καὶ ἀθανάτη, καὶ ὅτι ὁ μῦθος πολλοὺς ὑπὸ νύμφαις γεννᾷ, καὶ τίνες αἱ νύμφαι, οὐκ ἄδηλον ἐκ τῶν ἀλλαχοῦ εἰρημένων. Κεῖται δʼ ἐνταῦθα καὶ Ἦνοψ, κύριον ὄνομα, πατὴρ τοῦ ῥηθέντος Σατνίου, ὁμώνυμος ἤνοπι χαλκῷ. Φησὶ γὰρ «τέκε Νηῒς Ἤνοπι βουκολέοντι παρʼ ὄχθας». Ὅτι ἐν τῷ «οὔτασε κατὰ λαπάρην, ὃ δʼ ἀνετράπετο» ἀνατραπῆναι λέγει τὸ ἀναστραφῆναι. τίθεται δὲ ἡ λέξις καὶ ἐπὶ ἀγγείων καὶ τραπεζῶν ἄνω κάτω γινομένων, λέγεται δὲ καὶ πόλις ἀνατετράφθαι, ὅτε χαλασθείη. Ὅτι τὸ «ξύναγον κρατερὴν ὑσμίνην» ἀντὶ τοῦ συνέβαλλον εἰς πόλεμον. τοιοῦτον καὶ τὸ ξυνάγωμεν Ἄρηα. Ὅτι καὶ ἐν τῷ «Πουλυδάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας» δηλοῦται δεῖν εἶναι μεγαλοφώνους εἶναι τοὺς ἡγεμόνας καί, ὡς εἰπεῖν, βοὴν ἀγαθούς. Ὅτι καὶ ἐν τοῖς παροῦσιν ὁ ποιητὴς χρᾶται σαρκασμοῖς, τουτέστι δακνηραῖς εἰρωνείαις καὶ βαρύτησιν, ὡς καὶ ἐν τῇ νʹ ῥαψῳδίᾳ, ἡρωϊκῶς καὶ σεμνῶς. Πολυδάμας γὰρ βαλὼν ἔγχει τινὰ χλευάζει λέγων «οὐ μὰν αὖτʼ οἴω μεγαθύμου Πανθοίδαο», τουτέστιν ἐμοῦ, «χειρὸς ἀπὸ στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα, ἀλλά τις Ἀργείων κόμισε χροΐ, καί μιν ὀΐω αὐτῷ σκηπτόμενον κατίμεν», ἤγουν κατιέναι, εἰς Ἅιδου. Καὶ ὅρα τὸ σκηπτόμενον ἀστείως λεχθὲν ἀντὶ τοῦ σκηριπτόμενον καὶ ὡς βακτηρίᾳ ἐπερειδόμενον. ἐκ δὲ τοῦ τοιούτου σκήπτειν τὸ σκῆπτρον γίνεται. Ὅρα δὲ καὶ νῦν ὅτι τὸ οἴομαι οὐ μόνον τρισυλλάβως ὀΐω, ἀλλὰ καὶ δισυλλάβως οἴω λέγει κατʼ ἐνέργειαν. Τὸ δὲ «χειρὸς ἀπὸ στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα» παράφρασίς ἐστι τοῦ «βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός». γλυκύτερον δὲ τοῦ ἀποπηδῆσαι τὸ ἔκφυγε. Τὸ δὲ ἐκόμισεν ἀστείως ἐπὶ δόρατος εἰρῆσθαι δοκεῖ ἀντὶ τοῦ ἐπιμελείας ἠξίωσεν, ὅ ἐστι κομιδῆς, οἷα δεξάμενος ἔσω αὐτὸ φιλοφρόνως καὶ μὴ ἀφεὶς ἔξω εἶναι. φιλεῖται δὲ ἡ τοιαύτη λέξις τῷ ποιητῇ, διὸ καὶ ὑποκαταβάς φησιν, ὡς ἐκόμισέ τις ἔγχος, βληθεὶς δηλαδή. τοιοῦτον καὶ τὸ «ὡς δὴ πᾶν ἐν χροῒ κομίσαιο». ἔνθα δηλοῦται ὡς διχῶς φράζεται κομίσαι τε καὶ κομίσασθαι. καὶ οὕτω μὲν ὁ Πολυδάμας. «Ἀργειοῖς δὲ ἄχος γένετʼ εὐξαμένοιο». δάκνει γάρ, ὡς ἔφαμεν, ὁ σαρκασμός. ὅθεν καὶ τὴν κλῆσιν ἔχει ὡς οἷά τι θηρίον σαρκὶ ἐμφυέν. καὶ οὐχʼ οὕτω τῇ ἀναιρέσει τοῦ κειμένου ἄχθονται, ὅσον τῇ χλεύῃ τοῦ βάλλοντος. ὅθεν καὶ μάλιστα Αἴας λυπηθεὶς ἀμύνεται. Φησὶ γάρ· «Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα» Καὶ δὴ Πολυδάμαντος ἀπιόντος ἀκόντισε δουρί. καὶ Πολυδάμας μὲν ἐξέκλινε τὸν θάνατον «λικριφὶς ἀΐξας, κόμισε δʼ Ἀντήνορος υἱός, Ἀρχέλοχος», «ὃν ἔβαλε κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ, νείατον ἀστράγαλον, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε. τοῦ δὲ πολὺ πρότερον κεφαλὴ στόμα τε ῥῖνές τε οὔδεϊ πλῆντο», ἤγουν τῇ γῇ ἐπέλασαν, «ἤ περ κνῆμαι καὶ γοῦνα», οἷα κατακύψαντος καὶ οὕτω πεσόντος ἐπὶ κεφαλὴν ἅμα τῇ πληγῇ. Ἐφʼ οἷς οὐκ ἔξω καιροῦ ἀντικομπάζει καὶ ὁ δεινὸς Αἴας καὶ εἰρωνευόμενος ὡς οἷα δῆθεν ἀμφιβάλλων, ἐφʼ οἷς ἀκριβῶς οἶδε, καὶ θάνατον θανάτῳ ἀντιμετρῶν, καὶ ὡς ἐν ἀντελλόγῳ σταθμώμενος καὶ οὕτω παροξύνων τοὺς Τρῶάς φησι «φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἔνισπε· ἦ δὴ οὐχʼ οὗτος ἀνὴρ τοῦ δεῖνος ἀντιπεφάσθαι ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ», ὃ δὴ ἔπαινός ἐστιν ἀνδρὸς εὐγενοῦς καὶ ἀνδρείου, «ἀλλὰ κασίγνητος Ἀντήνορος ἢ παῖς. αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει». Εἶτα ἐπισημαινόμενος ὁ ποιητής, ὅτι ἐν εἰρωνείᾳ καὶ βαρέως ὁ Αἴας ἐνδοιάζει ἐφʼ οἷς ἀκριβῶς οἶδε, φησὶν «ἦ ῥʼ εὖ γινώσκων», ἤγουν ἔφη δὴ εὖ εἰδώς. ὡς καὶ ἄλλοι ἐγίνωσκον ἄλλους διὰ τάς, ὡς εἰκός, γινομένας πολλὰς ἀνοχὰς τοῦ πολέμου, ἐν αἷς ἀλλήλοις ἐνετύγχανον, ὁποία τις ἀνοχὴ δηλοῦται καὶ ἐν τῇ τῶν νεκρῶν συλλογῇ καὶ ἐν τῇ τοῦ Ἕκτορος ταφῇ. Εἶτα ἐπάγει, ὅτι Τρῶας δʼ ἄχος ἔλαβε θυμῷ, ὡς καὶ πρὸ μικροῦ τοὺς Ἀργείους, καὶ μετʼ ὀλίγα δὲ τοὺς μὲν Ἀργείους ἐφʼ ὁμοίῳ σαρκασμῷ ἄχος λήψεται, τοὺς δὲ Τρῶας ἐν τοῖς ἐφεξῆς ὑπὸ τρόμος ἔλλαβε γυῖα, οὐχʼ οὕτω διὰ χλεύην, ὅσον διὰ θέαν δεινήν. Ἐν οἷς ὅρα καὶ ὅτι ἐπὶ μὲν Ἀργείων δὶς κεῖται τὸ «Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο», νῦν μὲν τοῦ Πολυδάμαντος, μετʼ ὀλίγα δὲ τοῦ Ἀκάμαντος, ἐπὶ δὲ Τρώων τὸ μὲν ἔλλαβε δισσολογεῖται, τὰ δὲ λοιπὰ ἑτεροιοῦνται. Φησὶ γὰρ «Τρῶας δʼ ἄχος ἔλλαβε θυμόν», καὶ «τοὺς δʼ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα». Ὅρα δὲ καὶ τὸ μάλιστα δὶς ῥηθὲν κατὰ συνέχειαν ἐν τῷ «μάλιστα θυμὸν ὄρινε τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα». διὰ σαφήνειαν δὲ πρόσκειται τὸ «τῷ Τελαμωνιάδῃ», ὡς ἂν διασταλῇ τοῦ Ὀϊλείδου, ὡς πρὸ βραχέων ἀριστεύοντος. Τὸ δὲ λικριφίς ἅπαξ μέν, φασίν, ὧδε καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ εἴρηται, δηλοῖ δὲ τὸ πλαγίως καί, ὡς ἄν τις εἴποι, λέχριος, ἢ λίαν χρίμψας καὶ πλησιάσας τῇ γῇ. Τὸ δὲ «κόμισε χροΐ» ἐντελῶς ἀνωτέρω ῥηθὲν καὶ σαφῶς, ἄλλως ἐνταῦθα ἐρρέθη ψιλῶς «κόμισεν», οἷα ἐκεῖ διασαφηθέν. Κεῖται δʼ ἐν τούτοις καὶ θανάτου αἰτία σεμνή, θεῖον βούλημα. φησὶ γὰρ περί τινος Ἀρχελόχου, ὅτι αὐτῷ γὰρ θεοὶ βούλευσαν ὄλεθρον. ἔνθα ὅρα τὸ ἐβούλευσαν ἐνεργητικῶς προενεχθέν. Συνεοχμὸν δὲ κεφαλῆς εἰπεῖν καὶ συνοχὴν ταὐτόν ἐστιν, ἤγουν συγκόλλησιν, συγκράτησιν. προϋπάρχει δʼ αὐτῶν τὸ ἔχειν, ὅθεν καὶ τὸ ἔχμα, περὶ οὗ προείρηται. Προϋπόκειται δὲ τοῦ συνεοχμοῦ ὁ ὀχμός, ἐξ οὗ καὶ ὀχμάζειν, τὸ συνέχειν, ὡς τὸ «μέσον μʼ ὀχμάζεις», καὶ «πατρός ὀχμάσας δέμας». Ἀστράγαλον δὲ οὐ τὸν ἐν ποσὶ λέγει—τοὺς γὰρ τοιούτους, ὡς καὶ Ἀριστοτέλης φησίν, οὔτε ἄνθρωπος ἔχει οὔτε τι τῶν μωνύχων καὶ ἀκεράτων—, ἀλλὰ τὸν σπόνδυλον, ὅς ἐστι κεφαλῆς καὶ αὐχένος συνεοχμός, ἤγουν συνοχμός, πλεονάζει γὰρ τὸ ε, καὶ συνοχὴ τραχήλου καὶ κεφαλῆς, τῷ ἰνίῳ συνάπτων καὶ καλούμενος θέσις ἐγκεφάλου. Ἰστέον δὲ ὡς, εἰ καὶ μὴ ἐνταῦθα, ἐν γοῦν τοῖς ἑξῆς μεμνήσεταί που ὁ ποιητὴς ἀστραγάλων τῶν κατὰ πόδας. καὶ ῥηθήσεται μὲν καὶ ἐκεῖ τὸ ἀρκοῦν, οὐκ ἂν δὲ εἴη περιττὸν καὶ ἐνταῦθα δηλῶσαι ὅτι, καθάπερ ὁ σπονδύλου δηλωτικὸς ἀστράγαλος παρὰ τὸ ἀστραβὲς ἐτυμολογεῖται, οὕτω καὶ ὁ κατὰ πόδας, καὶ ὅτι ἐκ τοιούτων ἀστραγάλων καὶ τὸ ἀστραγαλίζειν καὶ μάστιγες ἀστραγαλωταί, καὶ ὅτι ἀπʼ αὐτῶν τῇ ἱστορίᾳ συμβολὴ γίνεταί τις εἰς δεῖγμα τῆς Ἀντιόχου τοῦ Ἐπιφανοῦς, φασίν, ἢ Ἐπιμανοῦς ἀφελείας εἴτε μανίας. Λέγεται γὰρ ὡς ἀδιακρίτως δωρούμενος ἐδίδου τοῖς μὲν ἀστραγάλους δορκαδείους, τοῖς δὲ φοινικοβαλάνους, ἄλλοις δὲ χρυσόν. Εἰ δὲ καὶ Ἀνάχαρσις πυθομένου τινός, εἰς τί Ἕλληνες χρῶνται τῷ ἀργυρίῳ, ἔφη ὅτι πρὸς τὸ ἀριθμεῖν, σκώπτων ἐκείνους εἰς φειδωλίαν, ἀλλʼ ὁ ῥηθεὶς Ἀντίοχος τοῦτο μὲν οὐκ ἂν ἤκουσεν, ἐφʼ οἷς ἐσκόρπιζε τὸ χρυσίον, ἐσκώφθη δὲ ἂν ἐς μεγακήτεα πόντον σπείρειν αὐτὸ ἢ κατὰ πετρῶν ἠλιβάτων, τῶν ἐπιτρίπτων δηλαδὴ κολάκων. Ἐπὶ δὲ τοῖς ζωϊκοῖς ἀστραγάλοις ἀστεῖον καὶ τὸ τοῦ Διογένους, ὃς τῶν νομισμάτων καταγνοὺς ἐν τῇ ἑαυτοῦ, φασί, πολιτείᾳ ἐνομοθέτησε νόμισμα εἶναι ἀστραγάλους. Ἀποκέρσαι δὲ τένοντας Αἰολικῶς τὸ ἀποκεῖραι, ὅ ἐστι παντελῶς διακόψαι. Τὸ δὲ ῥῖνες πληθυντικῶς λέγει διὰ τοὺς αὐτόθι δύο πόρους. ἐνταῦθα δὲ ἐπισημαντέον, ὡς ἀπὸ τῶν τοιούτων ῥινῶν δοκεῖ λέγεσθαι ἐπὶ ἀπάτης τὸ ῥινᾶν, ὡς ἐκ μεταφορᾶς τῶν διʼ ὀσφρήσεως ἀπατωμένων ἢ καὶ ἀπατώντων. Ἡ δὲ χρῆσις τῆς λέξεως καὶ παρὰ Παυσανίᾳ, ὅς φησιν, ὅτι ῥινᾶν τὸ ἐξαπατᾶν. Μένανδρος «ἔγωγʼ ἐπίσταμαι ῥινᾶν». Ἡ δὲ ἐξ πρόθεσις λόγῳ κάλλους καὶ αὐτὴ ἐν τέλει στίχου ἐτέθη κρουστικώτερον τῷ τόνῳ, καθάπερ καὶ ἡ προ καὶ ἡ συν ἐν τῷ «Ἰλιόθι πρό», καὶ «Ἀρτέμιδι ξύν». Τὸ δὲ «ἄγχιστα ἐῴκει» ἰσοδυναμεῖ μὲν τῷ «ἄγχι μάλιστα», ὃ πρὸ ὀλίγων κεῖται, ταὐτὸν δέ ἐστι νῦν τῷ σχεδόν. σύστοιχα γὰρ τὸ σχεδόν καὶ ἐγγύς καὶ ἀγχοῦ καὶ ἄγχι καὶ ἄγχι μάλιστα καὶ ἄγχιστα. ἀλλʼ οὕτω μὲν καὶ ὁ Αἴας μετὰ τὸν Πολυδάμαντα κατὰ εἰρωνείαν ἐπὶ τῷ υἱῷ σαρκάζει τοῦ Ἀντήνορος. Αὐτίκα δὲ καὶ Ἀκάμας, ὁ καὶ αὐτὸς Ἀντηνορίδης, «ἀμφὶ κασιγνήτῳ βεβαώς», ἤγουν βοηθῶν τῷ ἀδελφῷ Ἀρχελόχῳ, ὅμοιόν τι ποιεῖ, Ὁμήρου τεχνικῶς τὰ σκυθρωπὰ ἱλαρύνοντος τοῖς ἀκροαταῖς, οἷς ἐν ἀστειότητι σαρκάζει, καὶ οὕτω κεραννύντος ἡδέα καὶ λυπηρά. Οὐτάσας γάρ τινα Πρόμαχον Βοιώτιον, ὃς τὸν νεκρὸν ὕφελκε ποδοῖϊν, ἤγουν λάθρᾳ ὑπέσυρε, φησὶν «Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι, οὔ θην οἴοισίν γε πόνος τʼ ἔσεται καὶ ὀϊζὺς ἡμῖν», ἤγουν οὐ δὴ μόνοι πονήσομεν ἡμεῖς, «ἀλλά ποθʼ ὧδε», ἤγουν ἀλλά που οὕτω, «κατακτανέεσθε καὶ ὔμμες». Καὶ ἐπάγων τὸ δριμύτερόν φησι «φράζεσθε ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ δηρὸν ἄτιτος εἴη». Καὶ ἐπιφέρει ὡς γνωμικὸν «τῷ», ἤγουν διό, «καί τις εὔχεται ἀνὴρ γνωτὸν ἐνὶ μεγάροις Ἄρεος ἀλκτῆρα γενέσθαι», ὃ δὴ παραπεποίηται ἀπὸ τοῦ «ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι ἀνδρός». Ἰόμωροι δέ, ἤτοι τοξόται, βαρβαρικῶς ὀνειδίζονται οἱ Ἀχαιοὶ τῷ Ἀκάμαντι, ὡς εἴπερ οὐκ ἦσαν τοιοῦτοι καὶ παρὰ Τρωσίν. Εἰσὶ δὲ καὶ νῦν, ὡς καὶ ἀλλαχοῦ, ἰόμωροι οἱ μόρον ἐμποιοῦντες ἐν ἰοῖς, ἐκτάσει τοῦ ο εἰς ω, ἢ περὶ ἰοὺς μεμορημένοι καὶ κακοπαθῶς ἔχοντες, ἢ ὀξεῖς ἰοὺς κεκτημένοι—μόρον γάρ, φασί, παρὰ Κυπρίοις τὸ ὀξύ—, ἢ πλεονασμῷ τοῦ μυ, ἵνα εἶεν ἰόωροι οἱ τῶν ἰῶν ὤραν, ἤτοι φροντίδα, ἔχοντες. Ἀπειλάων δὲ καὶ νῦν ἀκόρητοι οὐ μόνον οἱ ἀλαζόνες ἐν τῷ ἀπειλεῖσθαι δεινά, ἀλλὰ καί οἱ καυχηταί. Τὸ δὲ «εὕδει» ἁπλῶς μὲν ῥηθέν, δηλοῦν δὲ θάνατον, ἔχει τι δριμύτητος καὶ αὐτό, ἔτι δὲ καὶ ἀστειότητος μετὰ καὶ βαρύτητος, ὥσπερ καὶ τὸ «δεδμημένος ἔγχει», ὡς εἴπερ ἔφη «δεδμημένος ὕπνῳ», ὅθεν καὶ δμήτειρα πάντων ἐρρέθη ἡ νύξ. Ἄτιτος δὲ ἢ ἀνεκδίκητος ἢ μᾶλλον ἡ ἀναπόδοτος, ὡς ἐκ μεταφορᾶς τῶν ἐν πόλεσιν ἢ κώμαις ἀποτινόντων ποινὴν ὑπέρ τινος πεφονευμένου. Ἄρεος δὲ ἀλκτὴρ ὁ τοῦ φόνου ἐκδικητής, ὁ καὶ ἀμύντωρ πρὸ ὀλίγων ῥηθείς. Τὸ δὲ «Ἄρεος» εἰ μὲν διὰ τοῦ ω μεγάλου γράφεται—ἔστι γὰρ καὶ Ἄρευς εὐθεῖα, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη—, ἀπαθῶς οὕτως ἔχει τὸ μέτρον, εἰ δὲ ὡς ἀπὸ τοῦ Ἄρης Ἄρεος, ἐκτείνεται ἡ λήγουσα κατὰ τροπὴν κοινῆς συλλαβῆς διὰ τὴν καταπεραίωσιν καὶ τὸ ἐφεξῆς κατάρχον φωνῆεν. καὶ οὕτω μὲν καὶ ὁ Ἀκάμας. Ἦν δέ τις ἐν Τρωσὶν Ἰλιονεύς, «υἱὸς Φόρβαντος, πολυμήλου», ὅ ἐστιν ἐκ μέρους τῶν μήλων, πολυθρέμμονος, «ὅν ῥα μάλιστα», φησίν, «Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὤπασεν», ὑφʼ ᾧ μήτηρ μόνον τέκεν Ἰλιονῆα. Τοῦτον τότε Πηνέλεος «ὑπʼ ὀφρύος οὖτα κατʼ ὀφθαλμοῖο θέμεθλα, ἐκ δʼ ὦσε γλήνην, δόρυ δʼ ὀφθαλμοῖο διαπρὸ καὶ διὰ ἰνίου ἦλθεν, ὃ δʼ ἕζετο», καθὰ καί τις ἄλλος ἑτέρωθι, «χεῖρε πετάσας ἄμφω. Πηνέλεος δὲ ἐρυσσάμενος ξίφος ὀξὺ αὐχένα μέσσον ἔλασσεν, ἀπήραξε δὲ χαμᾶζε αὐτῇ σὺν πήληκι κάρη. ἔτι δʼ ὄβριμον ἔγχος ἦεν ἐν ὀφθαλμῷ ὃ δὲ φῆ κώδειαν ἀνασχὼν πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα· εἰπέμεναί μοι, Τρῶες», ἤγουν εἴπατε, ὅ ἐστι θελήσατε εἰπεῖν, «ἀγαυοῦ Ἰλιονῆος πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν. οὐδὲ γὰρ ἡ Προμάχοιο δάμαρ ἀνδρὶ φίλῳ ἐλθόντι», τουτέστιν ἐπανελθόντι ἐκ Τροίας, «γανύσσεται», ὅ ἐστι χαρείη, ὡς ἀπὸ τοῦ γανύω, ἐξ οὗ καὶ τὸ γανύσκω παράγεται, οὐ μὴν ἐκ τοῦ γάνυμι, αὐτοῦ γὰρ οὐκ ἔστι μέλλων. καὶ ταῦτα μὲν ὁ Πηνέλεος. «Τοὺς δʼ ἄρα πάντας», ἤγουν τοὺς Τρῶας, «ὑπὸ τρόμος ἔλλαβε γυῖα, πάπτηνεν δὲ ἕκαστος ὅποι φύγῃ αἰπὺν ὄλεθρον», ὃ δὴ τροπὴν φράζει στρατοῦ. Καὶ ὅρα ὡς οὐ λόγῳ μόνῳ, ἀλλὰ καὶ ἔργου βαρύτητι καταπαίζει τῶν Τρώων ὁ Πηνέλεος, καὶ ὅτι Αἴας μὲν ἄχος ἔσχε πρὸ ὀλίγου ἐπὶ Προθοήνορι πεσόντι αὐτοῦ ἔγγιστα, καὶ διὰ τοῦτο ἐλεῶν ἐβοήθησε, Πηνέλεος δέ, εἰ καὶ ὁ ποιητὴς τὸ φανερὸν οὐκ ἐξεῖπεν, ὡς ὁμοεθνεῖ τῷ Προμάχῳ βοηθεῖ. ὁ μὲν γὰρ Βοιώτιος, Πηνέλεος δὲ Βοιωτῶν ἦν ἡγεμών. Σημείωσαι δὲ καὶ ὅτι προθέμενος ὁ ποιητὴς ἐνταῦθα σαρκασμοῖς μεστῶσαι τὴν ποίησιν, ἵνα ἐξ ἀκράτου γλυκύτητος τῆς κατὰ Δία καὶ Ἥραν εἰς ἐμβριθεῖς ἀστεϊσμοὺς καταπαύσῃ τὸν λόγον, τέσσαρσι τοιαύταις ἐννοίαις καταπυκνώσας τὴν ἱστορίαν παύει τοῦ λοιποῦ τὴν τοιαύτην ἰδέαν καὶ τοῦ λοιποῦ ἀναστήσας τὸν Δία τοῦ ὕπνου ἀγριαίνει τὸ τῆς γραφῆς ἱλαρὸν καὶ τὰ αὐτῷ δοκοῦντα ποιεῖ. Σημείωσαι δὲ ὅτι τῶν ῥηθεισῶν εἰρωνειῶν ἀστεία μὲν ἡ τοῦ Πολυδάμαντος, δεινοτέρα δὲ καὶ ἡρωϊκωτέρα ἡ τοῦ Αἴαντος, ἀφελεστέρα δὲ ἡ τοῦ Ἀκάμαντος. ἡ δὲ τοῦ Πηνελέου τοιαύτη μὲν καὶ αὐτή, ἔχει δέ τι καὶ πάθος, ἐν οἷς λέγει, ὡς εἴπατε τοῖς γονεῦσι τοῦ δεῖνος κλαίειν διὰ τάδε. Ὅρα δὲ καὶ ἐν τούτοις τὸν Πηνέλεον ἀπὸ συνεσταλμένης εὐθείας κλινόμενον Ὁμηρικῶς τῆς ὁ Πηνέλεος, ὡς ὁ ἔλεος, οὗ γενικὴ Πηνελέου, ἐξ οὗ τὸ «οὐχʼ ὑπέμεινεν ἐρωὴν Πηνελέοιο ἄνακτος». οὗ καὶ ἡ δοτικὴ παροξύτονος ἐν τῷ «Πηνελέῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν», ὃ ἀνωτέρω κείμενον παρῴδηται ἀπὸ τοῦ «Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν». Ἑρμῆς δὲ φιλεῖν τὸν ῥηθέντα Φόρβαντα λέγεται ὡς πολύμηλον, αὐτὸς νόμιος ὤν, εἰς ὃν ὡς τὰ πολλὰ οἱ παλαιοὶ τὰς εὐποτμίας ἀνάγουσι. διὸ καὶ τὸ κατὰ τύχην εὑρεθὲν ἀγαθὸν ἕρμαιον ἐλέγετο, ἀφʼ οὗ, εἰ χρή τι καὶ τοιοῦτον παρενεῖραι τῷ λόγῳ, μαχλάς ποτε μήτηρ καλὸν ἐραστὴν ἐπὶ τῇ θυγατρὶ καταλαβοῦσα «κοινόν, ὦ θύγατερ, ἔφη, τὸ ἕρμαιον». τὸν δʼ αὐτὸν ἄλλως Ἑρμῆν καὶ ὡς στερητικὸν κλέπτην πλάττουσιν. οὐ γὰρ μόνον εὐερμεῖ τις ἐξ αὐτοῦ, ἀλλὰ καὶ δυσερμίαν ἔχει κατὰ τοὺς παλαιούς, ὡς τὰ ἐναντία ἐνθεωρεῖσθαι καὶ αὐτῷ, καθὰ καὶ ὁ Ποσειδῶν σεισίχθων τε λέγεται καὶ ἀσφάλιος, τὸ μὲν ὡς ἐνοσίχθων διὰ τοὺς σεισμούς, τὸ δὲ ὡς συνεκτικὸς τῆς γῆς, ἤτοι γαιήοχος. οὕτω καὶ ὁ Φοῖβος ἀπόλλων τε καὶ κουροτρόφος. Ὅτι δὲ ἐπιμελῶς ἐκτηνοτρόφουν οἱ παλαιοί, καὶ ὡς ἐνταῦθα ἔκειτο αὐτοῖς τὸ περιουσιάζεσθαι, καὶ ὅτι παρώνυμον τῇ κτήσει τὸ κτῆνος, καὶ ὡς μέχρι τοῦ νῦν παρὰ πολλοῖς ἡ ἐν ζῴοις περιουσία κτήματα λέγεται, δῆλόν ἐστιν. Ὅρα δὲ καὶ τὸ «θέμεθλα ὀφθαλμοῦ», ὃ δηλοῖ τὸ ἐν βαθυτάτῳ τροπικῶς, ὡς ἐπὶ οἰκοδομῆς ἐπιμεμελημένης λεχθέν. ᾯ προσφυῶς ἐπῆκται καὶ τὸ «ἐκ δʼ ὦσε γλήνην». ἐξωθεῖται γὰρ τὰ οὕτω πρυμνόθεν ἐξιόντα. Καὶ ὅτι ἰνίον ἔφη τὸ ἑτέρωθεν ἀντικρὺ τοῦ ὀφθαλμοῦ, καὶ ὅτι χεῖρε πετάσας ἀντὶ τοῦ τοῖς φίλοις ἀναπτύξας ὡς εἰς βοήθειαν. Ἐκ πτερύγων δὲ ἀναπεπταμένων εἴληπται τὸ «χεῖρε πετάσας». Τὸ δὲ «ἀπήραξε» καὶ νῦν ἀντὶ τοῦ ῥᾷον καὶ ἀπόνως ἀπέκοψεν Ἄρει, ὅ ἐστι ξίφει, σιδήρῳ. Περὶ δὲ τοῦ «χαμᾶζε» λέγει καὶ Αἴλιος Διονύσιος, ὡς ἀεὶ περισπᾶται, τὸ δὲ χαμᾶθεν ὡς ἐπὶ πλεῖστον. Τὸ δὲ «αὐτῇ σὺν πήληκι» ἐντελῶς πέφρασται. ἦν δὲ ἂν ἄλλως Ἀττικόν, εἴπερ ἔφη, ὅτι ἀπήραξε χαμᾶζε αὐτῇ πήληκι τὴν κεφαλήν. Τὸ δὲ «ἔτι ἔγχος ἦν ἐν ὀφθαλμῷ» ἀναγκαίως κεῖται, ἵνα οὕτω χώραν σχοίη ὁ κατὰ κώδειαν παραδειγματισμὸς τῆς κεφαλῆς. Ἐν δὲ τῷ «φῆ κώδειαν ἀνασχὼν πέφραδέ τε» Ἀρίσταρχος μὲν ῥῆμα ἐκδέχεται τὸ φῆ, οἷα τοῦ ὡς ἔξωθεν προσνοουμένου, ἵνα λέγῃ, ὅτι «ὃ δὲ ἔφη ὡς κώδειαν ἀνασχὼν πέφραδέ τε καὶ ἔπος ηὔδα», καὶ εἴη κατὰ παραλληλίαν ταὐτολογία ἐν τῷ φῆ καὶ πέφραδε καὶ ηὔδα. τοῦτο δὲ διὰ τὸ ἐν τοῖς ῥήμασι τοῦ Πηνελέου σῶφρον καὶ οὐδὲ ἔξω πάθους. ἠρκέσθη γὰρ ὁ ἥρως τῷ ἔργῳ εἰς λύπην τῶν Τρώων, ὃ πάνυ παροξυντικόν ἐστιν εἰς θυμόν, εἰ οὕτως ἀνατείνας παραδειγματίζει τοῦ πεσόντος τὴν κεφαλήν. Καὶ οὕτω μὲν Ἀρίσταρχος περὶ τοῦ «φῆ κώδειαν ἀνασχών», οἱ δὲ νεώτεροι καὶ Ζηνόδοτος τὸ φῆ ἐπίρρημά φασι παραβολικόν, οὐδέποτε ὑφʼ Ὁμήρου ῥηθέν. Σημείωσαι δὲ ὅτι τε πάνυ ἀστείως ἡ τοῦ Ἰλιονέως κεφαλὴ σφαιροειδὴς ἐν ἄκρῳ μακροῦ καὶ λεπτοῦ δόρατος ἐμπεπαρμένη, ὡς ἐρρέθη, κώδειαν φαντάζει, ὅ ἐστι μήκωνα, καὶ ὡς ἐνταῦθα μὲν διὰ μιᾶς λέξεως παραβολὴν ἐνέφηνεν ἀπὸ τῆς κωδείας, ἐπὶ ἑτέρου δέ τινος πλατεῖαν διεσκεύασε παραβολήν, μήκωνα παραλαβὼν βριθομένην νοτίαις ἐαριναῖς, ὡς ἐκεῖ δηλοῦται. Ἰστέον δὲ ὅτι ἄλλο τι παρὰ τὴν Ὁμηρικὴν κώδειαν τὴν διὰ τῆς ει διφθόγγου ἡ παρὰ τῷ Ἀθηναίῳ διὰ τοῦ υ ψιλοῦ. ἐκεῖνος γὰρ κωδύαν φησὶ τὴν τοῦ κιβωρίου, ὅ ἐστι κολοκασίου, ὡς καὶ ἀλλαχοῦ δεδήλωται, ἧς, φησί, τὸ ἄνθος διπλάσιον ἢ μήκωνος, ταὐτὸν δʼ εἰπεῖν, τῆς ἐνταῦθα κωδείας. Ἐν δὲ τῷ «εἰπέμεναί μοι Τρῶες», ἀντὶ τοῦ εἴπατε, περιττὸν δοκεῖ τὸ μοι κεῖσθαι, ἴσως δὲ καὶ ἀντὶ τοῦ περὶ ἐμοῦ ἢ διʼ ἐμὲ νοηθήσεται. Τὸ δὲ «γοήμεναι» ἀπὸ τοῦ γοῶ γοαίνω γίνεται, ὡς ἀπὸ τοῦ φορῶ τὸ φοραίνω, καθὰ πολλαχοῦ φαίνεται. ἴσως δὲ καὶ ἀπὸ τοῦ γοῶ γόημι, ὡς ἱστάω ἱστῶ ἵστημι. Ἰστέον δὲ καί, ὅτι ἐν τῷ εἰρημένῳ χωρίῳ κεῖται καὶ προθέσεως ἔλλειψις ὁμοία τῇ ἀκόντισεν ὁ δεῖνα τοῦ δεῖνα, ὃ προδεδήλωται. φησὶ γὰρ ὅτι Πηνέλεος ὡρμήθη Ἀκάμαντος, ἤγουν ὥρμησε κατὰ τοῦ Ἀκάμαντος. Ὅτι καὶ ἐνταῦθα Μουσῶν ἐπίκλησις ἐν τῷ «ἔσπετε νῦν μοι Μοῦσαι, Ὀλύμπια δώματʼ ἔχουσαι, ὅς τις δὴ πρῶτος βροτόεντʼ ἀνδράγριʼ Ἀχαιῶν ἤρετο», ἢ ἤρατο, «ἐπεί ῥʼ ἔκλινε μάχην» ὁ Ποσειδῶν, προοιμιαζομένου οἷον ὡς ἀπό τινος ἀρχῆς τοῦ ποιητοῦ διὰ τὴν τῆς μάχης καινότητα, ἥτις γέγονε τῶν ἀρίστων ἀμειψάντων τὰ ὅπλα. Καὶ σημείωσαι, ὅτι μέλλων εἰπεῖν· ἔσπετέ μοι Μοῦσαι, τίς πρῶτος Ἀχαιῶν ἀνεῖλε Τρωϊκὸν ἄνδρα, ὁ δὲ τοῦτο μὲν σιγᾷ, ἐρωτᾷ δὲ ὡς παρακολουθοῦν τό· τίς πρῶτος ἐσκύλευσεν, ἵνα οὕτω μέγα δείξῃ τὸ τρόπαιον, εἰ καὶ ὡς ἐν ἀδείᾳ πολλῇ ἐσκυλεύοντο οἱ πίπτοντες. Λέγει δὲ βροτόεντα μὲν τὰ ἐκ βροτῶν λαμβανόμενα ἢ τὰ ἔχοντα βρότον, ἤγουν μολυσμὸν τὸν ἐξ αἵματος, ἀνδράγρια δὲ σκῦλα τὰ παρὰ ἀνδρῶν ἢ ἀπὸ ἀνδρῶν ἀγρευόμενα ἢ ἀγειρόμενα. ξένη δέ, φασίν, ἡ λέξις ἅπαξ ῥηθεῖσα. παρῆκται δὲ καθʼ ὁμοιότητα τοῦ βοάγρια, ζωάγρια, μοιχάγρια. Τοῦ δὲ ἤρατο ἢ ἤρετο, τοῦ μὲν τὸ πρῶτον ἠράμην, ὅθεν καὶ τὸ «ἠράμεθα μέγα κῦδος», τοῦ δὲ ἤρετο, οὗ χρῆσις καὶ ἐν τῷ «τὴν ἄρετʼ ἐκ Τενέδοιο γέρων», πρῶτον πρόσωπον ἠρόμην, ὡς καὶ τοῦ εὕρετο τὸ εὑρόμην, οἷον «ἀλλὰ ταῦθʼ ἅπαντα σοῦ θανόντος εὑρόμην». Τὸ δὲ «ἔκλινε μάχην» ἀρχὴ τοῖς μεθʼ Ὅμηρον τοῦ ἑτεροκλινῆ φάναι νίκην, ἣν ὁ ποιητὴς ἑτεραλκέα λέγει, ὡς ἐκ διαδοχῆς, φασίν, ἑτέροις ἀλκὴν περιποιοῦσαν, ἤγουν ἑνὶ τῶν δύο μερῶν. τοιοῦτον γὰρ τὸ ἕτερον, ἀφʼ οὗ καὶ ἑτερομόλιος δίκη, ἐν ᾗ μὴ ἄμφω ἦλθον οἱ ἀντίδικοι, ἀλλʼ ἕτερος, ὅ ἐστιν ἐκ τῶν δύο ὁ εἷς. Ὅρα δὲ καὶ ποικιλίαν ἐφεξῆς ἐνταῦθα ῥημάτων ἰσοδυνάμων, καὶ κατὰ ῥήτορας εἰπεῖν, ἐπίχυσιν, καὶ τούτων πρεπόντων ποιήσει. Αἴας μὲν γάρ, φησίν, οὖτα τὸν δεῖνα, Ἀντίλοχος δὲ τοὺς δεῖνα ἐξενάριξε, Μηριόνης δὲ τούσδε τινὰς κατέκτα, Τεῦκρος δʼ ἑτέρους τινὰς ἐνήρατο, Ἀτρείδης δὲ τὸν δεῖνα οὔτασε κὰλ λαπάρην, ἤγουν κατὰ λαπάραν, ὃ διαφέρει τοῦ οὖτα κατὰ μόνον τὸ ἐντελές. ἐκεῖνο γὰρ ἀποκέκοπται, πλείστους δʼ Αἴας εἷλεν ὁ τοῦ Ὀϊλέως. Ἐν τούτοις δὲ καὶ Ὕρτιόν τινα ἱστορεῖ, Μυσῶν ἡγεμόνα, υἱὸν Γυρτίου, παρὰ ἓν γράμμα ὁμωνυμοῦντα τῷ πατρί, ἐξ οὗ Γυρτιάδης εἴρηται. Φιλοτιμεῖται δʼ ἐνταῦθα καὶ ἄλλως τὸ ποικίλον. Ἀντίλοχον μὲν γὰρ καὶ τὸ αὐτοῦ ἔργον ἑνὶ περιέγραψε στίχῳ, οὕτω δὲ καὶ Μηριόνην καὶ Τεῦκρον, εἰς τὸν Τελαμώνιον δὲ δύο στίχους ἔγραψεν, εἰς δὲ τὸν Ἀτρείδην, ὃν οὐκ ἐδήλωσεν, ὁπότερος ἂν εἴη τῶν δύο, ἔοικε δὲ ὁ βασιλεὺς εἶναι, τέσσαρα ἐποίησεν ἔπη ἐμπλατυνάμενος, εἰς δὲ τὸν Λοκρὸν Αἴαντα στίχους τρεῖς, ὃν καὶ ἐσέμνυνεν, οὐ μέτρῳ τινὶ ὁρίσας τοὺς ὑπʼ αὐτῷ πεσόντας, ἀλλὰ πλείστους ἐκείνους εἰπών, προσθεὶς καὶ αἰτίαν ταύτην «οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν ἀνδρῶν τρεσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὦρσε». Καὶ ἔστι τὸ τρεσάντων ἀντὶ τοῦ εἰς φυγὴν τραπέντων, ὡς δηλοῖ τὸ «ἐν φόβον ὦρσεν», ὅ ἐστι φυγήν. Ὅθεν καί τις ἐν Ἀθηναίοις ἐπὶ δειλίᾳ κωμῳδούμενος τρεσᾶς ἐκαλεῖτο, καθὰ καί τις ἕτερος, διάρροιαν πάσχων γαστρός, χεσᾶς ἐλέγετο. Μήποτε δὲ οὐ μέγας ὁ τοῦ Λοκροῦ Αἴαντος ἔπαινος ἐνταῦθα. οὐ γὰρ ἀνθισταμένους ἀλλὰ τρέσαντας ἔρριπτεν ἐπικαταλαμβάνων αὐτούς, εἰ καὶ τὸν περὶ ψυχῆς ἔθεον, διὰ τὸ ταχὺς εἶναι. διὸ καὶ τελευταῖον αὐτὸν ὁ ποιητὴς ἔθετο, προτάξας μὲν τὸν μέγαν Αἴαντα, ὑποτάξας δὲ τὸν μικρόν. ἴσως δὲ οὐδὲ τὸ τοῦ Σαλαμινίου ἔργον μέγα νῦν ἐστιν, οὐ γὰρ αὐτὸς τρέψας ἀναιρεῖ, ἀλλὰ τοῦ Ποσειδῶνος κλίναντος τὴν μάχην. Ὅρα δὲ καὶ ὅτι ὁ μὲν Λοκρὸς οἷα ποδώκης πλείστους φεύγοντας εἷλεν, ὁ δὲ μέγας Αἴας, ὡς βαρὺς κινεῖσθαι, ἕνα μόνον οὔτασεν, οἱ δὲ λοιποὶ ἀνὰ δύο. εἰ δὲ καὶ ὁ βασιλεὺς ἕνα ῥίπτει, ἀσθενῶς ἔχων ἐκ τῆς πληγῆς, ἀλλʼ ὁ ποιητὴς μεγεθύνει τῇ φράσει καὶ τὴν τοῦ ἑνὸς πτῶσιν, πλατύτερον αὐτὴν ἐξαγγείλας, ὡς εἴρηται. Σημείωσαι δὲ καὶ ὡς ἐν μὲν τοῖς προσεχῶς φθάσασιν ἐπλάτυνε τὰς καθʼ ἕκαστα τῶν ἡρώων ἀνδραγαθίας, ἐνταῦθα δὲ τὴν μέθοδον ἐξαλλάξας ἐν ὀλιγίστῳ τοσαῦτα ἔφρασεν, ὡς οἷα τοῦ μυθικοῦ Ποσειδῶνος ἐπείξαντος τὴν μάχην ὑπὲρ τῶν Ἀχαιῶν διὰ τὸ μικρὸν ὅσον ἀφυπνισθέντα τὸν Δία μέλλειν ἄναλλα τὰ πάντα ποιεῖν. Ἐν δὲ τοῖς ῥηθεῖσι καὶ ψυχήν τινος, ὃν Ἀτρείδης ἀνεῖλε, λέγει κατὰ οὐταμένην ὠτειλὴν ἐπειγομένην ἀπελθεῖν διὰ τὸ ἅμα τῷ ἀπορρέοντι αἵματι χωρισθῆναι αὐτήν. Τὸ δὲ «οὐταμένην ὠτειλήν» τρόπος ἐτυμολογίας ἐστί. παρὰ τὸ οὐτάζω γὰρ ἡ ὠτειλή, τὸ μὲν ω ἔχουσα Δωρικῶς, τὸ δὲ δίφθογγον κατὰ Βοιωτούς.