eul_wid: cto-akd
DOI 10.5281/zenodo.20335421

Scholia on Euripides: Andromache by Scholia on Euripides

ἀλλὰ πρὸ πολλοῦ φησὶν ἀπέστειλα καὶ ἑτέρους ἵνα χειραγωγούμενος ἔλθῃ:

μῶν ἄρα ἀγγέλων λείπει σοῦ

ἔξω τῶν οἴκων:

σοῖς τὸ οὖσι

ἐν κακοῖς οὖσι τοῖς φίλοις ἀπαγορεύῃ ἀπάρνῃ βοησήθειν:

οὐκ ἐπίσημος οὐκ ἔνδοξος:

ἄπελθε νῦν: εἶτα

ἐκπέμπομεν διαλεγόμεθα δηλονότι·

ἀντὶ αἰτιατικῆς: ἀντὶ τοῦ παρεστῶτα κακά· δύναται δὲ τὸ τέρψις πληθυντικὴ εἶναι ἵνʼ ᾖ οὕτως: ἔμφυτον γὰρ ταῖς γυναιξὶν ἐπὶ στόματος ἔχειν τὰς τέρψεις τῶν παρεστώτων κακῶν: ἐγώ· ἔμφυτον ταῖς γυναιξὶν τὸ διὰ θρήνοις παρηγορεῖν τὰ λυπηρὰ· οὐ τοσοῦτον γὰρ … ὁσον π … ηται· ὅσον τῶν σ … ἀνακωκύειν:

θʼ ἕκτορα απὸ … νην … στεκαιειν

στερρόν χαλεπὸν τὴν ἰσχυραν συνεζύγην ἐζεύχθην

… εἰς δούλειον ἦμαρ πεσοῦσα

ἀναξίως:

τελευταίαν ἡμεράν

πάρις ὑψηλῇ

πυρὶ δὴ ἁλωτὸν πεπορθημένον

τῷ ἀπηρτισμένῳ ἀριθμῷ ἐχρήσα το· εἰσὶ γὰρ αἱ νῆες αρο:

χιλιόναυς πολλὰς

νῆας ἔχων ἄρης ὁ ἑλληνικὸς

στρατός

ἀπὸ κοινοῦ τὸ εἷλε καὶ ἔστι τὸ μὲν ἀντὶ

ἐπόρθησεν τὸ δὲ ἀντὶ τοῦ ἀνεῖλεν·

εἵλκυσε διφρεύων· πρὸς τῷ δίφρῳ δήσας:

διφρεύων τὸν παρὰ ἅρματος υ … ων ἁλίας θαλασσίας

ἀγόμαν ἐπαγομένη

περιβαλοῦσα ἑαυτῇ τὴν δουλείαν· στολισαμένη

κατὰ τοῦ σώματος ἔβησαν:

κονίαις κονιορτόν

φεῦ ἐμοὶ τῇ ἀθλίᾳ:

οὖσαν γενομένην

ἇς ὑπὸ ὑφʼ ἇς

τήκομαι ἀντὶ τοῦ λείβομαι: ὡς ἐκ πέτρας ἐκ πηδῶσα σταγών: ὡς λιβὰς πηγὴν ἀπεργαζομένη: ἀπὸ γῆς ἀναπιδύουσα· ὅ ἐστι πηδῶσα· τὸ δὲ ἑξῆς· τήκομαι ὡς λιβὰς πιδακόεσσα ἣν πετρίνην εἶπεν διὰ τὸ ἀπὸ πετρῶν ἀναβλύζειν·

τάκομαι τήκομαι κατʼ

ὀλίγον

θάσσεις ἐγκαθεζομένη

ἱκετεύεις: δαρὸν ἐπὶ … σκλη …

καίπερ ἐκ φθίας οὖσα καὶ ἑλληνὶς

ἔμολον πρὸς σὲ τὴν ἀπὸ τῆς τροίας καὶ βάρβαρον:

ἄκος θεραπείαν τεμεῖν εὑρεῖν

ἀπὸ τῶν ῥιζοτομουμένων ἡ μεταφορά·

τεμεῖν οὖν ἀντὶ τοῦ εὑρεῖν θεραπείαν τῶν δυσκόλων:

ἑρμίοναν ἀντὶ ἐπίκοινον

… οὖσαν … λέκτρων τοῦ υἱοῦ τοῦ

ἀχιλλέως .. …

ὑπέρ … ο … οὖσαν σε τῶν περὶ τὸν ἀχιλλέως παῖδα .. … καὶ δ …

συνέκλῃσαν συνέκλεισαν οἱ πόνοι

λέκτρων δύο λέκτρων:

οὖσαν κοινωνόν

τί ὠφελῇ ἐκτήκουσα σαυτὴν δακρύοις καὶ λύπαις …

δούλη οὖσα· τί κάμνεις οὐδὲν οὖσα .. …

ἕδραν ἀγλαήν

οἰκτροτάτη οὖσα ἦλθες εἰς τοὺς ἐμοὺς δόμους·

οἴκτῳ σέ

κόσμον μὲν τῆς χρυσέας χλιδῆς ἀμφί τῷ ἐμῷ κρατί: .. …

χλιδῆς τρυφῆς

στολμόν ἐσθῆτα

οὐκ ἀπαρχὰς οὐ δωρεὰς …

μετὰ παρρησίας λαλεῖν

οὐδὲ οἰκογενὴς δούλη

ἡ ὑποδεχομένη σπόραν μὴ γινομένη γὰρ δʼ ἔγκυος:

… ει … σι … τι …

φαρμάκων δηλονότι:

εἰ δέ τις θεῶν ἢ ἀνθρώπων σῶσαι θελήσει σε ποιήσει σε καταπτῆξαι καὶ ὑποστάξαι σαυτὴν ἐμοί:

θέλῃ δυνηθῇ

φοβηθῆναι: .. …

τευχέων: σημαίνει καὶ τὸ πολεμικὸν ὅπλον σημαίνει δὲ καὶ τὸ ἀγγεῖον:

τευχέων ἀγγείων χειρὶ ῥαίνουσαν

… πι … αλεῖν:

.. … ποτάμιον ὕδωρ:

ἐπίγνωθι ὅπου ᾖς γῆς:

ἑλληνικὴ πόλις:

βέλτιον ἡττᾶσθαι δικαίως ἤπερ θαρροῦντας

βασκανίᾳ καὶ δυνάμει παραλύειν τὸ δίκαιον: μὴ κακήν, φησί, ἔχειν ἀλλʼ ἔνδοξον ἢ συνφθόνῳ

καὶ δυνάμει παραβαίνειν τὸ δίκαιον:

τὸ νικᾶν οἵῳ δήποτε τρόπῳ· τῷ χρόνῳ μαραίνεται· τουτέστιν ἡ ἐπʼ αὐτῷ ἡ δονή:

ξηρὸν ἀφανές

σὺν λαπίθαις

συν … χησεν ὁ πηλεύς ι … σ … γ … α … ι … εν μυρων· … έπ … ει … τε τῷ ἰάσονι ἐπὶ τῆς ἀργοῦς … συ … θίαν πειθου ἀγόμενος ἐμοῖς συνηγαγοντ … πανεισ … εμ … χίας ωνησαν

οἰκήται … ταῖς … θʼ ἀγόμενος ἐπὶ τὴν νυ … γωκοι μω … αένις … ἐνταῦθα … ἔχει

… αἵπερ τὸν παῖδα ἐπέλθετʼ οὖν οἱ συνευηχο … μενοι καὶ … ολε … στή … νισ … ῶ:

ἀνειασʼ ἂν … τρεῖς δὲ μένοι ἐπώθην … δίρην … οὖν … τὸ … ἠλεν … νος φλόος· ὃ οὖν κειτηναρκα … υν … ρος … ὃς ἐπὶ τῷ πορθμῷ

θιζόμενος τῆς δηνουπητω παρʼ αὐτο … διὰ … λόντας … τί ἆρ … οὔτε … λουμένης δ … ρ … ς κτ … οντ … ἐν ἣν … μὰσισ … μετὰ τῷ φησὶ

ἀρισέν ἤγαγε τὸ χρησόμενα δʼ ἐρ … εσυ … ας: … περωτώνπ … ιας … έτ

… ἐν … αι ὁ τῆς ἰωλκῆς κασι …

ἐνδοξοτάτῳ πολεμῆσαι καὶ συγκοινωνῆσαι:

ἐκπερᾶσαι κακόξεινον

ἀπὸ κοινοῦ πείθομαι σοι: τὰς πέτρας τὰς συμπληγάδας φησίν:

ἰλιάδα πόλιν· οἱ μὲν πλείους τελαμῶνά φασι συστρατεῦσαι τῷ ἡρακλεῖ

ἐπὶ τὴν ἴλιον· ὁ δὲ πίνδαρος καὶ πηλέα

παρʼ οὗ ἔοικε τὴν ἱστορίαν ὁ εὐριπίης … λαβεῖν· λέγει πίνδαρος «πηλέως ἀντιθέου μόχθοι νεωτάτοις ἐπέ-λαμψε μυρίοις πρῶτον μὲν ἀλκμήνης σὺν υἱῷ τρώων ἀμπεδίον καὶ με-τὰ ζωστῆρας ἀμαζόνας τʼ ἦλθεν καὶ τὸν ἰάσονος εὔδοξον πλόον ἐκτελευτήσας εἷλε μήδειαν ἐν κόλχων δόμῳ»

θνητοὺς γὰρ ἀντὶ ἀθανάτων ἵππων λαβὼν ἐπορθησε τὴν τροῖαν:

εὐδόκιμος ἔνδοξος

κακὸν ὄντα

πορσύνεται παρεσκεύασται

ἐρημωθεῖσα μετανοίᾳ συνδήσει φροντίδι· λογιζομένη οἷον ἐβουλεύσατο ἔργον τὴν ἀνδρομάχην

κτανεῖν:

ὦ παντὸς ἔργου καὶ θεηγόρου λόγου καὶ γλῶσσα καὶ νοῦς καὶ στροφὴ … καὶ ο … λ … δ …

ἐκβληθῇ

ἀναρτῆσαι κρεμάσαι

ἀφαιρούμενοι

μετανοεῖ ἐννοήσασα

λυπεῖται

ἀγχόνη τὸ σχοινίον ἀγχονὴ δὲ αὐτὸ τὸ πρᾶγμα:

ἀρχαίων συνήθων·

μᾶλλον πεῖσαι δυνάμενοι:

τῇ ἐπιθυμίᾳ τῷ ἔρω τι:

σπαράγματα ξύσματα: σπάραγμα κόμης διὰ τῶν χειρῶν θήσομαι καὶ ξύσμα διὰ τῶν ὀνύχων:

δάιʼ τὰ διακοπτικά

ἀμύγματα: σπαράγματα ξύσματα παρὰ

τὸ ἀμύσσω· ὅμηρος κατεμύξατο χεῖρʼ ἀραίην:

καταικιῇ ὑβρίζεις ἀφανίζεις:

καταικιῇ … διατι …

τηλοῦ ὄντα τὰ πεδία ὅ ἐστι μακράν, κεχωρισμένα:

φανεὶς λείπει ὡς

γονάτων λείπει τὸ ἱκετεύω

ἐφορᾷς:

χωρὶς ἱκετηριῶν σε παρακαλῶ· ἐπεὶ ἔθος ἦν τοὺς δεομένους καὶ ταῖς χερσὶ καὶ τῷ στόματι κατέχον τας δέεσθαι:

τί χρῆμα μή τι ἄρα

θεραπείαν

τί κακὸν ἢ παρὰ θεῶν ἢ παρʼ ἀνθρώπων:

μὴ γεγενημένων, μὴ ὄντων:

ἀντὶ τῆς σῆς

ἠθέλησα ἀμύνεσθαι· ἢ ἐβοήθησα ἐμαυτῇ εἰς ταῦτα:

ἐβουλεύσω κατεσκεύασας:

καὶ σὺ παιδ …

προφήτης

ὑφʼ ἰσου

αἰδεσθείς:

ἔφορον τοῦ γένους:

πορρωτάτω τῆσδε τῆς χώρας:

μονονουχὶ φωνὴν ἀφιέντες· ἀντὶ διὰ τοῦτο:

ἢ αἰσχροῖς ἢ ἐπὶ αἰσχροῖς ἁλοῦσαν:

ἀλλʼ εἰ ἐρωτήσειέ τις πῶς τά ἐξημάρτανες: ἠπάτησαν ἀνεπτέρωσαν· ἡπάλυναν:

λείπει ἥραν

βλεπούσης ζώσης· ἢ οὕτως· οὐκ ἂν με ζῶσαν ἐκληρονόμει:

τί γὰρ ἐφύλλαττον τὸν ἀνδρα μου ἑτέρᾳ μὴ συνελθεῖν γυναικὶ ἔχουσα παρʼ αὐτοῦ τὰ ἐπιτήδεια:

λαβοῦσά τι παρά τινος ἐραστοῦ:

συμπάσχειν ἑαυτῇ καὶ τὰς ἄλλας βούλεται ἵνα μὴ μόνη ἀσχημονῇ: ὅ ἐστι διαζευχθεῖσα συννοσεῖν ἀνανδρίαν αὑτῇ βούλεται καὶ τὰς ἄλλας:

πορνείᾳ .. … ὅ ἐστιν· πορνεύσασα βούλεται πρὸς ἀπολογίαν αὑτῆς πάσας ἀσχημονευεῖν .. … τα· φ …

κακά εἰς τὸ γυναικεῖον

γένος

σοφόν τι τὸ εὕρημα τοῦ διδάξαντος τοὺς

βροτοὺς ἀκούειν τὰ ἐνάντια τῶν ἀντιλεγόντων ἀντὶ τοῦ δύνασθαι κρίνειν τὰ παρὰ τῶν

διχοσταντούντων λεγόμενα· κἀγὼ γὰρ εἰδὼς τὴν σύγχυσιν τούτων τῶν οἴκων ἐκ τῆς διχοστασίας

γενομένης ἀνέμενον ἀκοῦσαι τὰ παρὰ σοῦ λεχθησόμενα εἴτε μενεῖς εἴτε καὶ οὔ:

ἀπʼ ἐμαυτοῦ ἦλθον ἐνταῦθα προεγνωκὼς ταῦτα οὐ γράμματα σου ἐδεξάμην:

εἰ δὲ θαρσήσειας μοι σαυτὴν ὥσπερ καὶ εἰς τὸν λόγον:

κάκῃ κακίᾳ

ταῦτα φησὶν ἔλεγον αὐτῷ ὅτι παραχώρησόν μοι τῆς παιδὸς ἐπεὶ οὐκ ἄλλοθεν γυναῖκα προσδοκῶ λαβεῖν ἢ παρὰ συγγενῶν φυγὰς ὤν:

ἂν τὸν τῆς μανίας δαίμονα

ἔκτοθεν οὐ ῥᾳδίως· καὶ γὰρ ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι τὸ δὲ συγγενὲς κατὰ φυσικὴν ἀνάγκην δοῦλον

ὡς καὶ ἐν δυσκόλῳ φησὶν ὁ μένανδρος «οὐκ ἔνεστʼ οὐκ ἔστʼ ἴσως φυγεῖν οἰκειότητα δᾶερ»: ἄλλως: ὡς φίλων μὲν ἂν γήμαιμʼ ἀπʼ ἀνδρῶν φεύγων ἀπʼ οἴκων:

μυκηναῖος γὰρ ὢν ὁ ὀρέστης καὶ γαμῶν συγγενῆ σπαρτιάτιδα ἐδύνατο τὴν πατρίδα φεύγων διὰ τὸν νόμον εἰς τὸν οἶκον τῆς γαμετῆς ὅ ἐστι εἰς

τὴν σπάρτην φεύγειν καὶ μὴ ἐν ξένοις

ἀλᾶσθαι: ἀλλʼ ἀραιότερον φησὶ φυγὴν εὑρεῖν εἰς οἶκον γαμετὴς ὤν:

.. … ονειδίζων.. …

οὐκ ὀρθῶς πεπτωκυίας

χρήσιμον: γνώμη

οὐκ ἄν τις εὕροι συγγενοῦς

χρησιμώτερον ἐν καιρῷ ἀτυχίας:

φίλοις οὐδὲ μόνοις τοῖς

φίλοις σου

διέβα.. …

πυνθανομένῳ .. …

.. … νεοπτολέμῳ ὥστε φυλάξασθαι: