eul_wid: egk-aa
ἈποσπάσματαOn Stones and Rivers
Thrasyllus the Historian On Stones and Rivers PDF
| t1 | ΠΕΡΙ ΛΙΘΩΝ. [ΘΡᾼΚΙΚΑ.] Plutarchus De fluv. |
| 1 [10] | 11: Παράκεινται δ’ αὐτῷ (τῷ Στρυμῶνι) ὄρη Ῥοδόπη καὶ Αἷμος. Οὗτοι ἀδελφοὶ τυγχάνοντες, καὶ εἰς ἐπιθυμίαν ἀλλήλων ἐμπεσόντες, ὁ μὲν αὐτὴν Ἥραν προσηγόρευσεν, ἡ δὲ τὸν ἀγαπώμενον Δία, μισοπονήρως. Οἱ δ’ ἀτιμούμενοι θεοὶ τὴν πρᾶξιν βαρέως ἐνεγκόντες, εἰς ὁμώνυμα ὄρη μετέβαλον ἀμφοτέρους. Γεννῶνται δ’ ἐν αὐτοῖς λίθω, Φιλάδελφοι λεγόμενοι, κόρακος τὴν χρόαν, ἀνθρωπόμιμοι· οὗτοι τεθέντες χωρὶς ἀλλήλων, καὶ ὀνομασθέντες, διαλύονται παραχρῆμα καὶ ἰδίᾳ· καθὼς ἱστορεῖ Θράσυλλος Μενδήσιος ἐν γʹ Περὶ λίθω ν · μέμνηται δὲ τούτων ἀκριβέστερον ἐν τοῖς Θρᾳκικοῖ ς . ΑΙΓΥΠΤΙΑΚΑ. |
| 2 [35] | Idem ib. c. 16: Νεῖλος ποταμός ἐστι τῆς Αἰγύπτου, κατὰ πόλιν Ἀλεξάνδρειαν. Ἐκαλεῖτο δὲ πρότερον Μέλας ἀπὸ Μέλανος τοῦ Ποσειδῶνος· ὕστερον δ’ Αἴγυπτος ἐπεκλήθη δι’ αἰτίαν τοιαύτην· Αἴγυπτος, Ἡφαίστου καὶ Λευκίππης παῖς, βασιλεὺς ὑπῆρχε τῶν τόπων· δι’ ἐμφύλιον δὲ πόλεμον μὴ ἀναβαίνοντος τοῦ Νείλου, καὶ λιμῷ συνεχομένων τῶν ἐγχωρίων, ἔχρησεν ὁ Πύθιος τὴν εὐφορίαν, ἐὰν ὁ βασιλεὺς ἀποτρόπαιον θεοῖς τὴν θυγατέρα θύσῃ. Θλιβόμενος δὲ ὑπὸ τῶν κακῶν ὁ τύραννος, τοῖς βωμοῖς Ἀγανίππην προσήγαγε. Τῆς δὲ διασπασθείσης, ὁ Αἴγυπτος δι’ ὑπερβολὴν τῆς λύπης ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Μέλανα, ὃς ἀπ’ αὐτοῦ Αἴγυπτος μετωνομάσθη. Προσηγορεύθη δὲ Νεῖλος δι’ αἰτίαν τοιαύτην· Γαρμαθώνη, τῶν κατ’ Αἴγυπτον βασίλισσα τόπων, ἀποβάλλουσα τὸν υἱὸν αὐτῆς, Χρυσοχόαν, ἀκμῇ ἔφηβον, μετὰ τῶν οἰκετῶν ἐθρήνει συμπαθῶς τὸν προειρημένον. Ἴσιδος δ’ αἰφνιδίως ἐπιφανείσης, τὴν λύπην πρὸς καιρὸν ὑπερέθετο, καὶ προσποιητὴν χάριν σκηψαμένη, τὴν θεὸν ὑπεδέξατο φιλανθρώπως. Ἡ δὲ τὴν διάθεσιν τούτων ἀμείψασθαι βουλομένη τῆς εὐσεβείας. Ὄσιριν παρεκέλευσεν, ὅπως ἀγάγῃ τὸν υἱὸν αὐτῆς ἐκ τῶν καταχθονίων τόπων. Τούτου δὲ ταῖς δεήσεσι τῆς γυναικὸς συμπεριενεχθέντος, Κέρβερος, ὃν ἔνιοι καλοῦσι Φοβερὸν, ὑλάκτησε· Νεῖλος δὲ, τῆς Γαρμαθώνης ἀνὴρ, αἰφνιδίως ἔνθεος γενόμενος, ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν καλούμενον Αἴγυπτον· ὃς ἀπ’ αὐτοῦ Νεῖλος μετωνομάσθη. Γεννᾶται δ’ ἐν αὐτῷ λίθος, κυάμῳ παρόμοιος, ὃν ἂν κύνες ἴδωσιν, οὐχ ὑλακτοῦσι· ποιεῖ δὲ πρὸς τοὺς δαιμονιζομένους· ἅμα γὰρ προστεθῆναι ταῖς ῥισὶν, ἀπέρχεται τὸ δαιμόνιον. Γεννῶνται δὲ καὶ ἄλλοι λίθοι, Κόλλωτες καλούμενοι· τούτους κατὰ τὴν ἀσέβειαν τοῦ Νείλου συλλέγουσαι χελιδόνες κατασκευάζουσι τὸ προσαγορευόμενον Χελιδόνιον τεῖχος· ὅπερ ἐπέχει τοῦ ὕδατος τὸν ῥοῖζον, καὶ οὐκ ἐᾷ κατακλυσμῷ φθείρεσθαι τὴν χώραν· καθὼς ἱστορεῖ Θράσυλλος ἐν τοῖς Αἰγυπτιακοῖς. Clemens. |
| 3 [35] | Strom. I: Γίνεται ἡ ἔξοδος (sc. τῶν Ἰουδαίων) κατὰ Ἴναχον πρὸ τῆς Σωθιακῆς περιόδου ἐξελθόντος ἀπ’ Αἰγύπτου Μωυσέως ἔτεσι πρότερον τριακοσίοις τεσσαράκοντα εʹ. Ἀπὸ δὲ τῆς Μωυσέως στρατηγίας, καὶ Ἰνάχου ἐπὶ τὸν Δευκαλίωνος κατακλυσμὸν, τὴν δευτέραν λέγω ἐπομβρίαν, καὶ ἐπὶ τὸν Φαέθοντος ἐμπρησμὸν, ἃ δὴ συμβαίνει κατὰ Κρότωπον, γενεαὶ τέσσαρες ἀριθμοῦνται· εἰς μέντοι τὰ ἑκατὸν ἔτη τρεῖς ἐγκαταλέγονται γενεαί. Ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἐπὶ τὸν Ἴδης ἐμπρησμὸν καὶ τὴν εὕρησιν τοῦ σιδήρου καὶ Ἰδαίους Δακτύλους, ἔτη ἑβδομήκοντα τρία, ὥς φησι Θράσυλλο ς . Καὶ ἀπὸ Ἴδης ἐμπρησμοῦ ἐπὶ Γανυμήδους ἁρπαγὴν, ἔτη ἑξήκοντα πέντε. Ἐντεῦθεν δὲ ἐπὶ τὴν Περσέως, στρατείαν ὅτε καὶ Γλαῦκος ἐπὶ Μελικέρτῃ τὰ Ἴσθμια ἔθηκεν, ἔτη πεντεκαίδεκα. Ἀπὸ δὲ Περσέως στρατείας ἐπὶ Ἰλίου κτίσιν, ἔτη τριάκοντα τέσσαρα. Ἐντεῦθεν ἐπὶ τὸν εἴσπλουν τῆς Ἀργοῦς, ἔτη ἑξήκοντα τέσσαρα. Ἐκ τούτου ἐπὶ Θησέα καὶ Μινώταυρον, ἔτη τριάκοντα δύο. Εἶτα ἐπὶ τοὺς ἑπτὰ ἐπὶ Θήβαις, ἔτη δέκα. Ἐπὶ δὲ τὸν Ὀλυμπίασιν ἀγῶνα ὃν Ἡρακλῆς ἔθηκεν ἐπὶ Πέλοπι, ἔτη τρία. Εἴς τε τὴν Ἀμαζόνων εἰς Ἀθήνας στρατείαν καὶ τὴν Ἑλένης ὑπὸ Θησέως ἁρπαγὴν, ἔτη ἐννέα. Ἐντεῦθεν ἐπὶ τὴν Ἡρακλέους ἀποθέωσιν, ἔτη ἕνδεκα. Εἶτα ἐπὶ τὴν Ἑλένης ὑπὸ Ἀλεξάνδρου ἁρπαγὴν, ἔτη τέσσαρα. [Εἶτα ἐπὶ τὴν Τροίας ἅλωσιν, ἔτη εἴκοσι.] Ἀπὸ δὲ Τροίας ἁλώσεως ἐπὶ τὴν Αἰνείου κάθοδον καὶ κτίσιν Λαουινίου, ἔτη δέκα. Ἐπί τε τὴν Ἀσκανίου ἀρχὴν, ἔτη ὀκτώ. Καὶ ἐπὶ τὴν Ἡρακλειδῶν κάθοδον, ἔτη ἑξήκοντα ἕν· ἐπί τε τὴν Ἰφίτου ὀλυμπιάδα, ἔτη τριακόσια τριάκοντα ὀκτώ. ΤΑ ΠΡΟ ΤΗΣ ΑΝΑΓΝΩΣΕΩΣ ΤΩΝ ΔΗΜΟΚΡΙΤΟΥ ΒΙΒΛΙΩΝ. |
| 4 [10] | Diogenes L. IX, 41: Γέγονε δὲ τοῖς χρόνοις, ὡς αὐτός φησιν ἐν τῷ μικρῷ Διακόσμῳ, νέος κατὰ πρεσβύτην Ἀναξαγόραν, ἔτεσιν αὐτοῦ νεώτερος τετταράκοντα. Συντετάχθαι δέ φησι τὸν μικρὸν Διάκοσμον ἔτεσιν ὕστερον τῆς Ἰλίου ἁλώσεως τριάκοντα καὶ ἑπτακοσίοις. Γεγόνοι δ’ ἂν, ὡς μὲν Ἀπολλόδωρος ἐν Χρονικοῖς, κατὰ τὴν ὀγδοηκοστὴν Ὀλυμπιάδα· ὡς δὲ Θρασύλος ἐν τῷ ἐπιγραφομένῳ Τὰ πρὸ τῆς ἀναγνώσεως τῶν Δημοκρίτου βιβλίων, κατὰ τὸ τρίτον ἔτος τῆς ἑβδόμης καὶ ἑβδομηκοστῆς Ὀλυμπιάδος, ἐνιαυτῷ, φησὶ, πρεσβύτερος ὢν Σωκράτους. Idem IX, 36: Δοκεῖ δὲ (Δημόκριτος), φησὶ, καὶ Ἀθήναζε ἐλθεῖν καὶ μὴ σπουδάσαι γνωσθῆναι, δόξης καταφρονῶν. |
| 5 [10] | Καὶ εἰδέναι μὲν Σωκράτην, ἀγνοεῖσθαι δὲ ὑπ’ αὐτοῦ· «Ἦλθον γὰρ, φησὶν, ἐς Ἀθήνας καὶ οὔτις με ἔγνωκεν.» «Εἴπερ οἱ Ἀντερασταὶ Πλάτωνός εἰσι,» φησὶ Θρασύλος, «οὗτος ἂν εἴη ὁ παραγενόμενος ἀνώνυμος, τῶν περὶ Οἰνοπίδην καὶ Ἀναξαγόραν ἕτερος, ἐν τῇ πρὸς Σωκράτην ὁμιλίᾳ διαλεγόμενος περὶ φιλοσοφίας, ᾧ, φησὶν, ὁ φιλοσόφος ὡς πεντάθλῳ ἔοικεν.» Idem IX, 38: Δῆλον δὲ κἀκ τῶν συγγραμμάτων οἷος ἦν (Δημόκριτος). |
| 6 [5] | Δοκεῖ δὲ, φησὶν ὁ Θρασύλος, ζηλωτὴς γεγονέναι καὶ τῶν Πυθαγορικῶν· ἀλλὰ καὶ αὐτοῦ Πυθαγόρου μέμνηται, θαυμάζων αὐτὸν ἐν τῷ ὁμωνύμῳ συγγράμματι. Πάντα δὲ δοκεῖ παρὰ τούτου λαβεῖν καὶ αὐτοῦ δ’ ἂν ἀκηκοέναι, εἰ μὴ τὰ τῶν χρόνων ἐμάχετο. |