ΑΓΚΥΛΙΩΝ
καὶ γὰρ πάλαι πέττει τὰ νικητήρια. . . . . . . . . . . . .
ἐξεπήδησʼ ἀρτίως πέττουσα τὸν χαρίσιον. . . . . . . . . . . . .
εἶεν, γυναῖκες· νῦν ὅπως τὴν νύχθʼ ὅλην
ἐν τῇ δεκάτῃ τοῦ παιδίου χορεύσετε.
θήσω δὲ νικητήριον τρεῖς ταινίας
καὶ μῆλα πέντε καὶ φιλήματʼ ἐννέα.
ὀπτήσιμον γογγυλίδα ταυτηνὶ φέρω.
ΑΓΧΙΣΗΣ
Παλλάδας
ΑΜΑΛΘΕΙΑ
θερμότερον ἢ κραυρότερον ἢ μέσως ἔχον,
τοῦτʼ ἔσθʼ ἑκάστῳ μεῖζον ἢ Τροίαν ἑλεῖν.
κἀγὼ γὰρ οὐ καυλοῖσιν οὐδὲ σιλφίῳ
οὐδʼ ἱεροσύλοις καὶ πικραῖς παροψίσι
βολβοῖς τʼ ἐμαυτὸν χορτάσων ἐλήλυθα.
ἃ δʼ εἴς τʼ ἐδωδὴν πρῶτα καὶ ῥώμης ἀκμὴν
καὶ πρὸς ὑγίειαν, πάντα ταῦτʼ ἐδαινύμην,
κρέας βόειον ἑφθὸν ἀσόλοικον μέγα,
ἀκροκώλιόν τε γεννικόν, ὀπτὰ δελφάκια
ἁλίπαστα τρία.
καὶ πρός γε τούτοις ἀσκὸν εἰς μέσον
καταθέντες εἰσάλλεσθε καὶ καχάζετε
ἐπὶ τοῖς καταρρέουσιν ἀπὸ κελεύσματος.
ΑΝΑΣΩΙΖΟΜΕΝΟΙ
ἕτεροι δὲ θεοῖσι συμπεπλεγμένοι
μετὰ Καράβου σύνεισιν, ὃς μόνος βροτῶν
δύναται καταπιεῖν ἐκ ζεόντων λοπαδίων
ἅθρους τεμαχίτας, ὥστʼ ἐνεῖναι μηδὲ ἕν.
ΑΝΤΙΟΠΗ
Ζῆθον μὲν ἐλθόνθʼ ἁγνὸν ἐς Θήβης πέδον
οἰκεῖν κελεύει· καὶ γὰρ ἀξιωτέρους
πωλοῦσιν, ὡς ἔοικε, τοὺς ἄρτους ἐκεῖ·
ὁ δʼ ὀξύπεινος· τὸν δὲ μουσικώτατον
κλεινὰς Ἀθήνας ἐκπερᾶν Ἀμφίονα,
οὗ ῥᾷστʼ ἀεὶ πεινῶσι Κεκροπιδῶν κόροι
κάπτοντες αὔρας ἐλπίδας σιτούμενοι.
Καλλίστρατός τίς ἐστιν .... οὗτος οὖν
πυγὴν μεγάλην εἶχʼ, ὦ Χαριάδη, καὶ καλήν.
Β. τοῦτον καταλεκτέʼ ἐστὶν ἐς τοὺς κόλλοπας
τοὺς ἐκδρομάδας.
πώνειν μὲν ἁμὲς καὶ φαγεῖν μέγʼ ἀνδρικοὶ
καὶ καρτερεῖμεν, τοῖς δʼ Ἀθηναίοις λέγειν
καὶ μικρὰ φαγέμεν, τοὶ δὲ Θηβαῖοι μέγα.
περὶ πρώτους ὕπνους
ΑΣΤΥΤΟΙ
μὴ παρατίθει μοι θριδακίνας, ὦ γύναι,
ἐπὶ τὴν τράπεζαν, ἢ σεαυτὴν αἰτιῶ.
ἐν τῷ λαχάνῳ τούτῳ γάρ, ὡς ὁ λόγος, ποτὲ
τὸν Ἄδωνιν ἀποθανόντα προὔθηκεν Κύπρις·
ὥστʼ ἐστὶ νεκύων βρῶμα.
ΑΥΓΗ
τί, ὦ πόνηρʼ, ἕστηκας ἐν πύλαις ἔτι,
ἀλλʼ οὐ βαδίζεις; τοῖς δὲ γενναίως πάλαι
διεσπάρακται θερμὰ χηνίσκων μέλη,
διερράχισται σεμνὰ δελφάκων κρέα,
κατηλόηται γαστρὸς ἐν μέσῳ κύκλος,
κατῃσίμωται πάντα τἀκροκώλια,
νενωγάλισται σεμνὸς ἀλλᾶντος τόμος,
παρεντέτρωκται τευθὶς ἐξωπτημένη,
παρεγκέκαπται κρανίʼ ἐννέʼ ἢ δέκα.
ὥστʼ εἴ τι βούλει τῶν λελειμμένων φαγεῖν,
ἔπειγʼ ἔπειγε, μή ποθʼ ὡς λύκος χανὼν
καὶ τῶνδʼ ἁμαρτὼν ὕστερον συχνὸν δράμῃς.
ΒΕΛΛΕΡΟΦΟΝΤΗΣ
τίς ἂν λάβοιτο τοῦ σκέλους κάτωθέ μοι;
ἄνω γὰρ ὥσπερ κοττάβειον αἴρομαι.
ΓΑΝΥΜΗΔΗΣ
ὕπνος αὐτὸν ὄντα κακόσιτον τρέφει.
δίπυρον
ΓΛΑΥΚΟΣ
καὶ νᾶπυ Κύπριον καὶ σκαμωνίας ὀπόν,
καὶ κάρδαμον Μιλήσιον καὶ κρόμμυον
Σαμοθρᾴκιον, καὶ καυλὸν ἐκ Καρχηδόνος,
καὶ σίλφιον θύμον τε τῶν Ὑμηττίων,
ὀρίγανόν τε Τενέδιον.
ἡμεῖς ποτʼ ἄνδρας Κεκροπίδας ἐπείσαμεν
λαβόντας εἰς Ὑμηττὸν ἐξελθεῖν ὅπλα
καὶ σιτίʼ ἐπὶ μύρμηκας ἡμερῶν τριῶν,
ὡς χρυσοτεύκτου ψήγματος πεφηνότος.
ΔΑΙΔΑΛΟΣ
ἐθέλει δʼ ἄνευ
μισθοῦ παρʼ αὐτοῖς καταμένειν ἐπισίτιος.
μήχι
ΔΕΥΚΑΛΙΩΝ
ἡπάτια, νῆστις, πλεύμονες, μήτρα
ΔΙΟΝΥΣΙΟΣ
ἀλλʼ ἔστι τοῖς σεμνοῖς μὲν αὐθαδέστερος,
καὶ τοῖς κόλαξι πᾶσι τοῖς σκώπτουσί τε
ἑαυτὸν εὐόργητος· ἡγεῖται δὲ δὴ
τούτους μόνους ἐλευθέρους, κἂν δοῦλος ᾖ.
Εὐριπίδου δʼ ἔσωσας ὡς ἴσασί σοι— . . . . . . . . . . . .
ὦ παρθένʼ εἰ σώσαιμί σʼ, ἕξεις μοι χάριν; . . . . . . . . . . . .
καὶ τοῖς ἐμοῖσιν ἐγγελῶσι πήμασιν
τὰ σῖγμα συλλέξαντες, ὡς αὐτοὶ σοφοί.
χαἰ Προκλέους ἵπποι χλωρὰν ψαλάκανθαν ἔδουσιν.
κωφότερος κίχλης
ΔΙΟΝΥΣΟΣ
ΔΟΛΩΝ
ἐγὼ κεχόρτασμαι μέν, ἄνδρες, οὐ κακῶς,
ἀλλʼ εἰμὶ πλήρης, ὥστε καὶ μόλις πάνυ
ὑπεδησάμην ἅπαντα δρῶν τὰς ἐμβάδας.
διένιψα δʼ οὐδὲν σκεῦος οὐδεπώποτε·
καθαρώτερον γὰρ τὸν κέραμον εἰργαζόμην
ἢ Θηρικλῆς τὰς κύλικας, ἡνίκʼ ἦν νέος.
πρὸς φθεῖρα κείρασθαι
ΕΙΡΗΝΗ
ΕΥΡΩΠΗ
κτίζε Βοιωτῶν πόλιν
ἀνδρῶν ἀρίστων ἐσθίειν διʼ ἡμέρας.
ΗΧΩ
νύμφα ἀπειρόγαμος τεύτλῳ περὶ σῶμα καλυπτὰ
λευκόχρως παρέσται,
ἔγχελυς, ὦ μέγα μοι, μέγα σοι φῶς . . ἐναργές.
ΙΞΙΩΝ
ἐν ταῖς γεννικαῖς εὐωχίαις
ἀμύλων παρόντων ἐσθίουσʼ ἑκάστοτε
ἄνηθα καὶ σέλινα καὶ φλυαρίας
καὶ κάρδαμʼ ἐσκευασμένα.
ΙΩΝ
μετὰ ταῦτα θύννων μεγαλόπλουτʼ ἐπεισέπλει
ὑπογάστριʼ ὀπτῶν, αἵ τε λιμνοσώματοι
Βοιώτιαι παρῆσαν ἐγχέλεις θεαὶ
τεῦτλʼ ἀμπεχόμεναι.
τρύβλια δὲ καὶ βατάνια καὶ κακκάβια καὶ
λοπάδια καὶ πατάνια πυκινὰ ταρφέα
κοὐδʼ ἂν λέγων λέξαιμι.
οὕτω σφόδρʼ ἐστὶ τοὺς τρόπους Βοιώτιος,
ὥστʼ οὐδὲ δειπνῶν, ὡς λέγουσʼ, ἐμπίμπλαται.
ΚΑΛΑΘΗΦΟΡΟΙ
ΚΑΜΠΥΛΙΩΝ
τίς ἦν ὁ γράψας πρῶτος ἀνθρώπων ἄρα
ἢ κηροπλαστήσας Ἔρωθʼ ὑπόπτερον;
ὡς οὐδὲν ᾔδει πλὴν χελιδόνας γράφειν,
ἀλλʼ ἦν ἄπειρος τῶν τρόπων τῶν τοῦ θεοῦ.
ἔστιν γὰρ οὔτε κοῦφος, οὔτε ῥᾴδιος
ἀπαλλαγῆναι τῷ φέροντι τὴν νόσον,
βαρὺς δὲ κομιδῆ πῶς ἂν οὖν ἔχοι πτερὰ
τοιοῦτο πρᾶγμα; λῆρος, εἰ κἄφησέ τις.
ὡς δʼ ἐδείπνει κοσμίως,
οὐχ ὥσπερ ἄλλαι τῶν πράσων ποιούμεναι
τολύπας ἔσαττον τὰς γνάθους καὶ τῶν κρεῶν
ἀπέβρυκον αἰσχρῶς, ἀλλʼ ἑκάστου μικρὸν ἂν
ἀπεγεύεθʼ ὥσπερ παρθένος Μιλησία.
ὦ γαῖα κεραμί, τίς σε Θηρικλῆς ποτε
ἔτευξε κοίλης λαγόνος εὐρύνας βάθος;
ἦ που κατειδὼς τὴν γυναικείαν φύσιν,
ὡς οὐχὶ μικροῖς ἥδεται ποτηρίοις.
τήν τʼ εὐπρόσωπον λοπάδα τοῦδε τοῦ θαλαττίου
γλαύκου φέρουσαν εὐγενέστερον
λάβρακά θʼ ἑφθὸν . . . ἅλμῃ μίαν.
τραγημάτων δʼ ἔσθʼ ἡ τράπεζά σοι πλέα.
Β. οὐ φιλοτραγήμων εἰμί πως ἑκάστοτε.
ἀνιακκάς, περιμανώς, μανέρως
ΚΑΤΑΚΟΛΛΩΜΕΝΟΣ
καὶ πνικτὰ Σικελὰ πατανίων σωρεύματα
ἀλλʼ εἰσὶ φιάλαι πέντε, τραγέλαφοι δύο.
ἀλλὰ παραλαβὼν ἀκράτῳ κροῦε καὶ δίδου πυκνὰς
καὶ βότρυς τρώγειν ἀνάγκαζʼ αὐτὸν ἐξ οἴνου συχνούς.
διατοιχεῖν ἔδει
τροποῦσθαι κώπην
ΚΕΡΚΩΠΕΣ
μετὰ ταῦτα Θήβας ἦλθον, οὗ τὴν νύχθʼ ὅλην
τήν θʼ ἡμέραν δειπνοῦσι καὶ κοπρῶνʼ ἔχει
ἐπὶ ταῖς θύραις ἕκαστος, οὗ πλήρει βροτῷ
οὐκ ἔστι μεῖζον ἀγαθόν· ὡς χεζητιῶν
μακρὰν βαδίζων, πολλὰ δʼ ἰδίων ἀνήρ,
δάκνων τὰ χείλη, παγγέλοιός ἐστʼ ἰδεῖν.
Κόρινθον ἦλθον· ἡδέως ἐνταῦθά πως
λάχανόν τι τρώγων ὤκιμον διεφθάρην.
κἀνταῦθα κατελήρησα τὴν ἐξωμίδα.
ΚΛΕΨΥΔΡΑ
ΚΟΡΥΔΑΛΛΟΣ
ἴθι δεῦρʼ ἀφελοῦ τʼ ὦ λάγνα ταχὺ τὰ ποικίλα.
ΚΥΒΕΥΤΑΙ
ἄρτι μὲν μάλʼ ἀνδρικὴν
τῶν θηρικλείων ὑπεραφρίζουσαν παρά,
κωθωνόχειλον, ψηφοπεριβομβήτριαν,
μέλαιναν, εὐκύκλωτον, ὀξυπύνδακα,
στίλβουσαν, ἀνταυγοῦσαν, ἐκνενιμμένην,
κισσῷ κάρα βρύουσαν, ἐπικαλούμενοι
εἷλκον Διὸς σωτῆρος.
κεντρωτός, ἱερός, ἅρμʼ ὑπερβάλλον πόδας,
κήρυνος, εὐδαίμων, κυνῶτες, ἄρτια,
Λάκωνες, ἀντίτευχος, Ἀργεῖος, δάκνων,
Τιμόκριτος, ἐλλείπων, πυαλίτης, ἐπίθετος,
σφάλλων, ἀγύρτης, οἶστρος, ἀνακάμπτων, δορεύς,
λάμπων, Κύκλωπες, ἐπιφέρων, Σόλων, Σίμων.
ΛΑΚΩΝΕΣ Η ΛΗΔΑ
ἀλλʼ ἠκούσαμεν
καὶ τοῦτο, νὴ τὴν Ἑστίαν, οἴκοι ποθʼ ὡς
ὅσʼ ἂν ὁ μάγειρος ἐξαμάρτῃ, τύπτεται,
ὥς φασιν, αὑλητὴς παρʼ ὑμῖν.
οὐκ ᾤου σύ με
χολὴν ἔχειν, ὡς δʼ ἡπάτῳ μοι διελέγου,
ἐγὼ δέ γʼ εἰμὶ τῶν μελαμπύγων ἔτι.
ὡσπερεὶ σπονδὴν διδοὺς
ἐν τῷ κυλικείῳ συντέτριφεν τὰ ποτήρια.
πρὸς τούτοισιν δὲ παρέσται σοι
θύννου τέμαχος, κρέα δελφακίων,
χορδαί τʼ ἐρίφων, ἧπάρ τε κάπρου,
κριοῦ τʼ ὄρχεις, χόλικές τε βοός,
κρανία τʼ ἀρνῶν, νῆστίς τʼ ἐρίφου,
γαστήρ τε λαγώ, φύσκη, χορδή,
πνεύμων, ἀλλᾶς τε.
ΜΗΔΕΙΑ
τεῦτλʼ ἀμπεχομένης παρθένου Βοιωτίας
Κωπᾷδος· ὀνομάζειν γὰρ αἰδοῦμαι θεάν.
ΜΥΛΩΘΡΙΣ
καὶ πιεῖν χωρὶς μέτρῳ
ὀξύβαφον εἰς τὸ κοινόν. εἶθʼ ὑπώμνυτο
ὁ μὲν οἶνος ὄξος αὑτὸν εἶναι γνήσιον,
τὸ δʼ ὄξος οἶνον αὑτὸ μᾶλλον θατέρου.
ΜΥΣΟΙ
σὺ μὲν τὸ Θήβης, ὡς λέγεις, πέδον λιπών,
ἀνδρῶν ἀρίστων ἐσθίειν διʼ ἡμέρας
ὅλης τραχήλους καὶ κοπρῶνος πλησίον—
ΝΑΝΝΙΟΝ
ὅστις λέχη γὰρ σκότια νυμφεύει λάθρᾳ,
πῶς οὐχὶ πάντων ἐστὶν ἀθλιώτατος;
ἐξὸν θεωρήσαντι πρὸς τὸν ἥλιον
γυμνὰς ἐφεξῆς ἐπὶ κέρως τεταγμένας,
ἐν λεπτοπήνοις ὕφεσιν ἑστώσας, οἵας
Ἠριδανὸς ἁγνοῖς ὕδασι κηπεύει κόρας,
μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν,
καὶ μὴ λαθραίαν κύπριν, αἰσχίστην νόσων
πασῶν, διώκειν, ὕβρεος οὐ πόθου χάριν.
Ἑλλάδος ἔγωγε τῆς ταλαιπώρου στένω,
ἣ Κυδίαν ναύαρχον ἐξεπέμψατο.
ΝΑΥΣΙΚΑΑ
ὃς νῦν τετάρτην ἡμέραν βαπτίζεται
νῆστιν πονήρου κεστρέως τρίβων βίον.
ΝΕΟΤΤΙΣ
μισῶ κάκιστον γραμματικὸν ἔκπωμʼ ἀεί·
ἀτὰρ ὡς ὅμοιον οὑμὸς υἱὸς ᾤχετο
ἔχων φιάλιον τῷδε. Β. πολλὰ γίνεται
ὅμοια.
ΞΟΥΘΟΣ
τί ποτʼ ἔσθʼ ἁπαξάπαντα διαπεπρισμένα
ἡμίσεʼ ἀκριβῶς ὡσπερεὶ τὰ σύμβολα;
ΟΔΥΣΣΕΥΣ Η ΠΑΝΟΠΤΑΙ
ὁ δʼ ἱερεὺς εὐηγορῶν
ἐν μέσοις αὐτοῖσιν ἑστὼς τὴν καλὴν σκευὴν ἔχων
οἶνον ἐξέσπενδε κοτύλῳ.
ΟΙΔΙΠΟΥΣ
ὁ πρῶτος εὑρὼν τἀλλότρια δειπνεῖν ἀνὴρ
δημοτικὸς ἦν τις, ὡς ἔοικε, τοὺς τρόπους.
ὅστις δʼ ἐπὶ δεῖπνον ἢ φίλον τινʼ ἢ ξένον
καλέσας ἔπειτα συμβολὰς ἐπράξατο,
φυγὰς γένοιτο μηδὲν οἴκοθεν λαβών.
ΟΙΝΟΜΑΟΣ Η ΠΕΛΟΨ
περιφοραῖς κυκλούμενος,
ὥσπερ κυλιστὸς στέφανος
ΟΛΒΙΑ
ἐν τῷ γὰρ αὐτῷ πάνθʼ ὁμοῦ πωλήσεται
ἐν ταῖς Ἀθήναις· σῦκα— Β. κλητῆρες Α. βότρυς,
γογγυλίδες, ἄπιοι, μῆλα— Β. μάρτυρες Α. ῥόδα,
μέσπιλα, χόρια, σχαδόνες, ἐρέβινθοι— Β. δίκαι
Α. πυός, πυριάτη, μύρτα— Β. κληρωτήρια
Α. ὑάκινθος, ἄρνες— Β. κλεψύδραι, νόμοι, γραφαί.
ΟΡΘΑΝΗΣ
πᾶσα δʼ εὔμορφος γυνὴ
ἐρῶσα φοιτᾷ τηγάνων τε σύντροφα
τριβαλλοπανόθρεπτα μειρακύλλια·
ὁμοῦ δὲ τευθὶς καὶ Φαληρικὴ κόρη
σπλάγχνοισιν ἀρνείοισι συμμεμιγμένη
πηδᾷ, χορεύει, πῶλος ὣς ἄπο ζυγοῦ.
ῥιπὶς δʼ ἐγείρει σκύλακας Ἡφαίστου κύνας,
θερμῇ παροξύνουσα τηγάνου πνοῇ.
ὀσμὴ δὲ πρὸς μυκτῆρας ἠρεθισμένη
ᾄσσει. μεμαγμένη δὲ Δήμητρος κόρη
κοίλην φάραγγα δακτύλου πιέσματι
σύρει, τριήρους ἐμβολὰς μιμουμένη,
δείπνου πρόδρομον ἄριστον.
ὡς εὖ νεναυάγηκεν ἐπὶ τοῦ τηγάνου
ὁ θεοῖσιν ἐχθρός.
δεινὸν μὲν ἰδόντα παριππεῦσαι
Κυπρίους ἄρτους· μαγνῆτις γὰρ
λίθος ὣς ἕλκει τοὺς πεινῶντας.
καρῖδα καθῆκα κάτω κἀνέσπασʼ αὖθις.
τοῦ κυάθου
ΠΑΜΦΙΛΟΣ
ἐγὼ δέ, καὶ γὰρ ἔτυχεν ὂν κατʼ ἀντικρὺ
τῆς οἰκίας καινὸν καπηλεῖον μέγα,
ἐνταῦθʼ ἐπετήρουν τὴν τροφὸν τῆς παρθένου
κεράσαι κελεύσας τὸν κάπηλόν μοι χόα
ὀβολοῦ, παραθεῖναί θʼ ὡς μέγιστον κάνθαρον . . . . . . . . . . . . . .
ὁ δὲ κάνθαρος πάλαι κενὸς ὡς ξηραίνεται . . . . . . . . . . . . . .
ἅμα δὲ λαβοῦσʼ ἠφάνικε πηλίκον τινὰ
οἴεσθε μέγεθος ἀρεσιαν; μέγαν πάνυ,
καὶ ξηρὸν ἐποίησʼ εὐθέως τὸν κάνθαρον.
πρῶτον μὲν αὐτοῦ παραλαβὼν τὼ χαλκίω
τὸν ἰὸν ἐκ τῆς χειρὸς ἐξεσπόγγισεν.
ΠΑΝΝΥΧΙΣ
ἢ τὰς φιλῳδοὺς κερμάτων παλευτρίας
οὐκ οἶσθα, πώλους Κύπριδος ἐξησκημένας,
γυμνάς, ἐφεξῆς ἐπὶ κέρως τεταγμένας,
ἐν λεπτοπήνοις ὕφεσιν ἑστώσας, οἵας
Ἠριδανὸς ἁγνοῖς ὕδασι κηπεύει κόρας·
παρʼ ὧν βεβαίως ἀσφαλῶς τʼ ἔξεστί σοι
μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν.
ΠΑΡΜΕΝΙΣΚΟΣ
ἀπὸ τῶν ἐκείνου καὶ τὰ κυντατώτατα
τετορύνηκας
ΠΛΑΓΓΩΝ
μετοίκιον
ΠΟΡΝΟΒΟΣΚΟΣ
τρέφει με Θετταλός τις, ἄνθρωπος βαρύς,
πλουτῶν, φιλάργυρος δὲ κἀλιτήριος,
ὀψοφάγος, ὀψωνῶν δὲ μέχρι τριωβόλου.
οὐκ ἂν δυναίμην ἐμφαγεῖν ἄρτον τινά·
παρὰ Γναθαινίῳ γὰρ ἄρτι κατέφαγον
ἕψουσαν αὐτὴν καταλαβὼν γηθυλλίδας.
ΠΡΟΚΡΙΣ
οὔκουν ὑποστορεῖτε μαλακῶς τῷ κυνί;
κάτω μὲν ὑποβαλεῖτε τῶν Μιλησίων
ἐρίων, ἄνωθεν δʼ ἐπιβαλεῖτε ξυστίδα.
Β. Ἄπολλον. Α. εἶτα χόνδρον αὐτῷ δεύσετε
γάλακτι χηνός. Β. Ἡράκλεις. Α. καὶ τοὺς πόδας
ἀλείψετʼ αὐτοῦ τῷ Μεγαλλείῳ μύρῳ.
ἡμεῖς δʼ οὐδέπω δεδείπναμεν. . . . . . .
ὃν χρὴ δεδειπνάναι πάλαι.
ΠΡΟΣΟΥΣΙΑ Η ΚΥΚΝΟΣ
ἀγαπῶν τε κἂν ἑψητὸν ἐν τεύτλοις ἕνα
διὰ δωδεκάτης ἑψόμενον ἡμέρας ἴδῃ.
ΣΕΜΕΛΗ Η ΔΙΟΝΥΣΟΣ
τρεῖς γὰρ μόνους κρατῆρας ἐγκεραννύω
τοῖς εὖ φρονοῦσι· τὸν μὲν ὑγιείας ἕνα,
ὃν πρῶτον ἐκπίνουσι, τὸν δὲ δεύτερον
ἔρωτος ἡδονῆς τε, τὸν τρίτον δʼ ὕπνου,
ὃν ἐκπιόντες οἱ σοφοὶ κεκλημένοι
οἴκαδε βαδίζουσʼ. ὁ δὲ τέταρτος οὐκ ἔτι
ἡμέτερός ἐστʼ, ἀλλʼ ὕβρεος· ὁ δὲ πέμπτος βοῆς·
ἕκτος δὲ κώμων· ἕβδομος δʼ ὑπωπίων·
ὁ δʼ ὄγδοος κλητῆρος· ὁ δʼ ἔνατος χολῆς·
δέκατος δὲ μανίας, ὥστε καὶ βάλλειν ποιεῖ·
πολὺς γὰρ εἰς ἓν μικρὸν ἀγγεῖον χυθεὶς
ὑποσκελίζει ῥᾷστα τοὺς πεπωκότας.
πρῶτον μὲν ὅταν ἐμοί τι θύωσίν τινες,
αἷμα, κύστιν, μὴ καρδίαν
μηδʼ ἐπιπόλαιον. οὐκ ἐγὼ γὰρ ἐσθίω
γλύκιον οὐδὲ μηρίαν.
Ἑρμῆς ὁ Μαίας λίθινος, ὃν προσεύγμασιν
ἐν τῷ κυλικείῳ λαμπρὸν ἐκτετριμμένον—
ΣΚΥΤΕΥΣ
κοχῶναι
ΣΤΕΦΑΝΟΠΩΛΙΔΕΣ
μὰ Δίʼ οὐχὶ περιπεπλασμέναι ψιμυθίοις,
οὐδʼ ὥσπερ ὑμεῖς συκαμίνῳ τὰς γνάθους
κεχριμέναι. κἂν ἐξίητε τοῦ θέρους,
ἀπὸ τῶν μὲν ὀφθαλμῶν ὑδρορρόαι δύο
ῥέουσι μέλανος, ἐκ δὲ τῶν γνάθων ἱδρὼς
ἐπὶ τὸν τράχηλον ἄλοκα μιλτώδη ποιεῖ,
ἐπὶ τῷ προσώπῳ δʼ αἱ τρίχες φορούμεναι
εἴξασι πολιαῖς, ἀνάπλεῳ ψιμυθίου.
στεφάνους ἴσως βούλεσθε· πότερʼ ἑρπυλλίνους
ἢ μυρτίνους ἢ τῶν διηνθημένων;
Β. τῶν μυρτίνων βουλόμεθα τουτωνί· σὺ δὲ
τά γʼ ἄλλα πώλει πάντα πλὴν τῶν μυρτίνων.
λῦε τἀλαβάστια
θᾶττον σὺ καὶ τῇ σπαθίδι τὸν πώγωνά μου
καὶ τὴν ὑπήνην μύρισον.
εἰ μὴ σὺ χηνὸς ἧπαρ ἢ ψυχὴν ἔχεις.
Αἰγυπτίῳ ψάγδανι τρὶς λελουμένη
εὔχρων τι κιλλόν, μανθάνεις, θερίστριον
ὦ μάκαρ ἥτις ἔχουσʼ ἐν δωματίῳ
. . στρούθιον ἀεροφόρητον
λεπτότατον περὶ σῶμα συνίλλεταί τε
ἡδυπότατον περὶ νυμφίον εὔτριχα
κισσὸς ὅπως καλάμῳ περιφύεται
αὐξόμενος ἔαρος ὀλολυγόνος
ἔρωτι κατατετηκώς.
Αἰγίδιον, σὺ δὲ τόνδε φορήσεις
στέφανον πολυποίκιλον ἀνθέων,
γρυπότατον, χαριέστατον, ὦ Ζεῦ.
τίς γὰρ αὐτὸν ἔχουσα φιλήσει.
ΣΦΙΓΓΟΚΑΡΙΩΝ
νὴ τὸν Δίʼ ἠσθένουν γάρ, ὦ βέλτιστε σύ,
φαγοῦσα πρῴην σῦκα τῆς μεσημβρίας.
ἔστι λαλῶν ἄγλωσσος, ὁμώνυμος ἄρρενι θῆλυς,
οἰκείων ἀνέμων ταμίας, δασύς, ἄλλοτε λεῖος,
ἀξύνετα ξυνετοῖσι λέγων, νόμον ἐκ νόμου ἕλκων.
ἓν δʼ ἐστὶν καὶ πολλά, καὶ ἂν τρώσῃ τις ἄτρωτος.
τί ἐστι τοῦτο; τί ἀπορεῖς; Β. Καλλίστρατος.
Α. πρωκτὸς μὲν οὖν οὗτος. Β. σὺ δὴ ληρεῖς ἔχων.
Α. οὗτος γὰρ αὑτός ἐστιν ἄγλωττος, λάλος,
ἓν ὄνομα πολλοῖς, τρωτός, ἄτρωτος, δασύς,
λεῖος· τί βούλει; πνευμάτων πολλῶν φύλαξ. . . . . . . . . . . . . . .
ἀττελεβόφθαλμος, μὴ πρόστομος, ἀμφικέφαλλος,
αἰχμητής, παίδων ἀγόνων γόνον ἐξαφανίζων.
ἰχνεύμων Αἰγύπτιος.
τῶν γὰρ κροκοδείλων οὗτος ᾠὰ λαμβάνων,
πρὶν θηριοῦσθαι τὸν γόνον καταγνύει,
ἔπειτʼ ἀφανίζει· διότι δʼ ἔστʼ ἀμφίστομος;
κεντεῖ κάτωθεν, τοῖς δὲ χείλεσιν δάκνει. . . . . . . . . . . . . . .
οἶδʼ ἐγὼ ὃς νέος ὢν ἐστὶν βαρύς, ἂν δὲ γέρων ᾖ,
ἄπτερος ὢν κούφως πέτεται καὶ γῆν ἀφανίζει.
πάππος ἀπʼ ἀκάνθης· οὗτος γὰρ
νέος μὲν ὢν ἕστηκεν ἐν τῷ σπέρματι·
ὅταν δʼ ἀποβάλῃ τοῦτο, πέτεται κοῦφος ὢν
δήπουθεν, ὑπὸ τῶν παιδίων φυσώμενος. . . . . . . . . . . . . . .
ἔστιν ἄγαλμα βεβηκὸς ἄνω, τὰ κάτω δὲ κεχηνός,
εἰς πόδας ἐκ κεφαλῆς τετρημένον, ὀξὺ διαπρό,
ἀνθρώπους τίκτον κατὰ τὴν πυγὴν ἕνʼ ἕκαστον·
ὧν οἱ μὲν μοίρας ἔλαχον βίου, οἱ δὲ πλανῶνται,
αὐτὸ δʼ ἕκαστος ἔχων αὐτόν, καλέω δὲ φυλάττειν.
ἐν θαλάμῳ μαλακῶς κατακείμενον· ἐν δὲ κύκλῳ νιν
παρθενικαὶ τρυφεραὶ χλανίσιν μαλακαῖς κατάθρυπτοι
τὸν πόδʼ ἀμαρακίνοισι μύροις τρίψουσι τὸν ἐμόν.
ΤΙΤΑΝΕΣ
προσγελῶσά τε
λοπὰς παφλάζει βαρβάρῳ λαλήματι,
πηδῶσι δʼ ἰχθῦς ἐν μέσοισι τηγάνοις.
ΤΙΤΘΑΙ
μὴ πολυτελῶς, ἀλλὰ καθαρείως ὅ τι ἂν ᾖ,
ὁσίας ἕνεκα, σηπίδιʼ ἢ τευθίδια,
πλεκτάνια μικρὰ πουλύποδος, νῆστίν τινα,
μήτραν, χόρια, πυόν, λάβρακος κρανίον
εὐμέγεθες.
καρῖδάς τε τῶν
κυφῶν.
ὡς γὰρ εἰσῆλθε τὰ γερόντια τότʼ εἰς δόμους,
εὐθὺς ἀνεκλίνετο· παρῆν στέφανος ἐν τάχει·
ᾔρετο τράπεζα. παρέκειθʼ ἅμα τετριμμένη
μᾶζα χαριτοβλέφαρος.
μύστακα
ΦΟΙΝΙΞ
καὶ γὰρ ὁ ταὧς διὰ τὸ σπάνιον θαυμάζεται.
ΧΑΡΙΤΕΣ
καὶ γὰρ πόσῳ κάλλιον, ἱκετεύω, τρέφειν
ἄνθρωπόν ἐστʼ ἄνθρωπον, ἂν ἔχῃ βίον,
ἢ χῆνα πλατυγίζοντα καὶ κεχηνότα,
ἢ στρουθόν, ἢ πίθηκον, ἐπίβουλον κακόν.
ΧΡΥΣΙΛΛΑ
κακὸς
κακῶς ἀπόλοιθʼ ὅστις γυναῖκα δεύτερος
ἔγημε· τὸν γὰρ πρῶτον οὐκ ἐρῶ κακῶς·
ὁ μὲν γὰρ ἦν ἄπειρος, οἶμαι, τοῦ κακοῦ,
ὁ δʼ οἷον ἦν γυνὴ κακὸν πεπυσμένος . . . . . . . . . . . .
ὦ Ζεῦ πολυτίμητʼ, εἶτʼ ἐγὼ κακῶς ποτε
ἐρῶ γυναῖκας; νὴ Δίʼ ἀπολοίμην ἄρα,
πάντων ἄριστον κτημάτων. εἰ δʼ ἐγένετο
κακὴ γυνὴ Μήδεια, Πηνελόπη δέ γε
μέγα πρᾶγμʼ. ἐρεῖ τις ὡς Κλυταιμνήστρα κακή·
Ἄλκηστιν ἀντέθηκα χρηστήν. ἀλλʼ ἴσως
Φαίδραν ἐρεῖ κακῶς τις· ἀλλὰ νὴ Δία
χρηστὴ τίς ἦν μέντοι, τίς; οἴμοι δείλαιος,
ταχέως γέ μʼ αἱ χρησταὶ γυναῖκες ἐπέλιπον,
τῶν δʼ αὖ πονηρῶν ἔτι λέγειν πολλὰς ἔχω.
ΨΑΛΤΡΙΑ
τὰ κυλικεῖα δὲ
ἐξεῦρεν ἡμῖν.
ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ
εἰσὶν ἡμῖν τῶν κεκλημένων δύο
ἐπὶ δεῖπνον ἄμαχοι, Φιλοκράτης καὶ Φιλοκράτης.
ἕνα γὰρ ἐκεῖνον ὄντα δύο λογίζομαι
μεγάλους . . . . . . μᾶλλον δὲ τρεῖς.
ὅν φασί ποτε κληθέντʼ ἐπὶ δεῖπνον πρὸς φίλου τινὸς
εἰπόντος αὐτῷ τοῦ φίλου, ὁπηνίκʼ ἂν
εἴκοσι ποδῶν μετροῦντι τὸ στοιχεῖον ᾖ,
ἥκειν, ἕωθεν αὐτὸν εὐθὺς ἡλίου
μετρεῖν ἀνέχοντος, μακροτέρας δʼ οὔσης ἔτι
πλεῖν ἢ δυοῖν ποδοῖν παρεῖναι τῆς σκιᾶς,
ἔπειτα φάναι, μικρὸν ὀψιαίτερον
διʼ ἀσχολίαν ἥκειν, παρόνθʼ ἅμʼ ἡμέρᾳ.
ἰχθὺν δʼ Ὅμηρος ἐσθίοντʼ εἴρηκε ποῦ
τίνα τῶν Ἀχαιῶν; κρέα δὲ μόνον ὤπτων, ἐπεὶ
ἕψοντά γʼ οὐ πεποίηκεν αὐτῶν οὐδένα.
ἀλλʼ οὐδὲ μίαν ἄλλην ἑταίραν εἶδέ τις
αὐτῶν, ἑαυτοὺς δʼ ἔδεφον ἐνιαυτοὺς δέκα.
πικρὰν στρατείαν δʼ εἶδον, οἵτινες πόλιν
μίαν λαβόντες εὐρυπρωκτότεροι πολὺ
τῆς πόλεος ἀπεχώρησαν, ἧς εἷλον τότε.
Α. θὲς ἑπτάκλινον. Β. ἑπτάκλινος οὑτοσί.
Α. καὶ πέντε κλίνας Σικελικάς. Β. λέγʼ ἄλλο τι.
Α. Σικελικὰ προσκεφάλαια πέντε. Β. πέντʼ, ἰδού.
Α. καὶ πέντε τρίποδας. Β. τρίποδες οὗτοι πέντε σοι.
Α. καὶ πέντε— Β. πεντηκοστολόγος γενήσομαι.
Θάσιον ἢ Χῖον λαβὼν
ἢ Λέσβιον γέροντα νεκταροσταγῆ.
Β. ἄτοπον δὲ τὸν μὲν οἶνον εὐδοκιμεῖν ἀεὶ
παρὰ ταῖς ἑταίραις τὸν παλαιόν, ἄνδρα δὲ
μὴ τὸν παλαιόν, ἀλλὰ τὸν νεώτερον.
Σίκων ἐγὼ
βεβρεγμένος ἥκω καὶ κεκωθωνισμένος.
Β. πέπωκας οὗτος; Α. ναὶ μὰ Δία, πέπωκʼ ἐγὼ
Μενδαῖον.
γύναι,
ῥάφανόν με νομίσασʼ εἰς ἐμὲ σὺ τὴν κραιπάλην
μέλλεις ἀφεῖναι πᾶσαν, ὡς ἐμοὶ δοκεῖς.
κόκκον λαβοῦσα κνίδιον ἢ τοῦ πεπέριδος
τρίψασʼ ὁμοῦ σμύρνῃ διάπαττε τὴν ὁδόν.
πολλοί, φυγόντες δεσπότας, ἐλεύθεροι
ὄντες πάλιν ζητοῦσι τὴν αὐτὴν φάτνην.
αὐτοῖς δὲ τοῖς θεοῖσι τὴν κέρκον μόνην
καὶ μηρὸν ὥσπερ παιδερασταῖς θύετε.
ὁ Λευκάδιος πάρεστι καὶ μιλίττιος
οἰνίσκος οὔπω πότιμος.
καὶ μὴν οἴκαδε
πολλοστιαῖος ἀποτρέχω, γύναι.
ταῖς ξυστίσιν ταῖς χρυσοπάστοις στόρνυται.
ἐγὼ ποιήσω πάντα κατὰ Νικόστρατον.
φηγούς, κάρυα Καρύστια
οἶνον γάρ με ψίθιον γεύσας
ἡδὺν ἄκρατον, διψῶντα λαβὼν
ὄξει παίει πρὸς τὰ στήθη.
οὗτοι ἀνιπτόποδες χαμαιευνάδες ἀερίοικοι,
ἀνόσιοι λάρυγγες,
ἀλλοτρίων κτεάνων παραδειπνίδες, ὦ λοπαδάγχαι
λευκῶν ὑπογαστριδίων.
προανάσυρμα παρθένου
ἀπορησία
γλωττοκομεῖον
δεδιυῖα
εὐκερματεῖν
ἱστόπους
νωδός
σικύαν
Στήνια
τοκάδα
ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ
Ἀμφιδρομίων ὄντων, ἐν οἷς νομίζεται
ὀπτᾶν τε τυροῦ Χερρονησίτου τόμον,
ἕψειν τʼ ἐλαίῳ ῥάφανον ἠγλαϊσμένην,
πνίγειν τε παχέων ἀρνίων στηθύνια,
τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις,
ὁμοῦ τε χναύειν μαινίσιν σηπίδια,
πιλοῦν τε πολλὰς πλεκτάνας ἐπιστρεφῶς,
πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας.
ἐπεὶ δὲ σηκῶν περιβολὰς ἠμείψαμεν,
ὕδωρ τε ποταμοῦ σῶμα διεπεράσαμεν,
ἡμῶν δὲ πᾶσα δύναμις ὑδάτων ἄρδεται.