Ἀριστοτέλης τὸ δὲ δημηγορεῖν χαλεπώτερον τοῦ δικάζεσθαι· εἰκότως, διότι περὶ τὸ μέλλον, ἐκεῖνο δὲ περὶ τὸ γεγονός, ὃ ἐπιστητὸν ἤδη καὶ τοῖς μάντεσιν, ὡς ἔφη Ἐπιμενίδης ὁ Κρής· ἐκεῖνος γὰρ περὶ τῶν ἐσομένων οὐκ ἐμαντεύετο, ἀλλὰ περὶ τῶν γεγονότων μέν, ἀδήλων δέ.
Παῦλος ὁ ἀπόστολος εἶπέν τις ἐξ αὐτῶν ἴδιος αὐτῶν προφήτης· «Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί».
Κλαύδιος Αἰλιανός καὶ μέντοι καὶ τὸν Νεμεαῖον λέοντα τῆς σελήνης ἐκπεσεῖν φασι. λέγει γοῦν καὶ τὰ Ἐπιμενίδου ἔπη· «καὶ γὰρ ἐγὼ γένος εἰμὶ Σελήνης ἠυκόμοιο, ἣ δεινὸν φρίξασʼ ἀπεσείσατο θῆρα λέοντα ἐν Νεμέαι, ἀνάγουσʼ αὐτὸν διὰ πότνιαν Ἥραν».
Δαμάσκιος ὁ Δαμασκηνός τὸν δʼ Ἐπιμενίδην δύο πρώτας ἀρχὰς ὑποθέσθαι Ἀέρα καὶ Νύκτα ... ἐξ ὧν γεννηθῆναι Τάρταρον οἶμαι τὴν τρίτην ἀρχήν, ὥς τινα μικτὴν ἐκ τῶν δυεῖν συγκραθεῖσαν, ἐξ οὗ δύο Τιτᾶνας τὴν νοητὴν μεσότητα οὕτω καλέσαντα, διότι ἐπʼ ἄμφω διατείνει τό τε ἄκρον καὶ τὸ πέρας, ὧν μιχθέντων ἀλλήλοις ὠιὸν γενέσθαι ...., ἐξ οὗ πάλιν ἄλλην γενεὰν προελθεῖν.
Φιλόδημος ἐν δὲ τοῖς εἰς Ἐπιμενίδην ἐξ Ἀέρος καὶ Νυκτὸς τὰ πάντα συστῆναι, ὥσπερ καὶ Ὅμηρος ἀποφαίνετʼ Ὠκεανὸν ἐκ Τηθύος τοὺς θεοὺς γεννᾶν.
Παυσανίας εἶναι δὲ τὴν Στύγα Ἡσίοδος μὲν ἐν Θεογονίαι πεποίηκεν ... Ὠκεανοῦ θυγατέρα ......, γυναῖκα δὲ αὐτὴν εἶναι Πάλλαντος. ἐοικότα δὲ πεποιηκέναι τούτοις καὶ Λίνον φασίν ... Ἐπιμενίδης δὲ ὁ Κρὴς εἶναι μὲν καὶ οὗτος θυγατέρα Ὠκεανοῦ τὴν Στύγα ἐποίησε, συνοικεῖν δὲ αὐτὴν οὐ Πάλλαντι, ἀλλὰ ἐκ Πείραντος Ἔχιδναν τεκεῖν, ὅστις δὴ ὁ Πείρας ἐστί.
Φιλόδημος τὰς Ἁρπυίας θεὰς οὔσας ὑπὸ τῶν Βορέου παίδων … Ἐπιμενίδης γὰρ Ὠκεανοῦ καὶ Γῆς γεννήματʼ εἶναι, περὶ δὲ Ῥήγιον … αὐτὰς φονευθῆναί … φησιν.
Φιλόδημος καὶ τὰς Ἁρπυίας τὰ μῆλα φυλάττειν Ἀκουσίλαος Ἐπιμενίδης δὲ καὶ τοῦτο, καὶ τὰς αὐτὰς εἶναι ταῖς Ἑσπερίσιν. ὁ δὲ τὴν Τιτανομαχίαν γράψας φησὶν τὰ μὲν μῆλα φυλάττεσθαι ὑπὸ τῶν Ἑσπερίδων, ὑπὸ δὲ τῶν Ἁρπυιῶν τὸν Τάρταρον.
Ἐπιμενίδης Κρόνου φησὶ τὰς Εὐμενίδας· «ἐκ τοῦ καλλίκομος γένετο χρυσῆ Ἀφροδίτη Μοῖραι τʼ ἀθάνατοι καὶ Ἐρινύες αἰολόδωροι». Ἴστρος δὲ ἐν τῆι δ μητέρα τῶν Εὐμενίδων Εὐωνύμην ἀναγράφει, ἣν νομίζεσθαι Γῆν. ἔνιοι δὲ μεταβαλεῖν αὐτάς φασι τὸ ὄνομα ἐπὶ Ὀρέστηι .... Φιλήμων δʼ ὁ κωμικὸς ἑτέρας φησὶ τὰς Σεμνὰς θεὰς τῶν Εὐμενίδων.
Φιλόδημος ἐπιθέσθαι Τυφῶνα εἰρήκασι τῆι βασιλείαι Διός, ὡς Αἰσχύλος ἐν Προμηθεῖ καὶ Ἀκουσίλαος καὶ Ἐπιμενίδης καὶ ἄλλοι πολλοί. παρʼ Ἐπιμενίδηι δʼ ἀναβὰς Τυφὼν καθεύδοντος Διὸς ἐπὶ τὸ βασίλειον, ἐπικρατήσας δὲ τῶν πυλῶν καθικέσθαι μὲν ἔσω· παραβοηθήσας δὲ ὁ Ζεὺς καὶ τὸ βασίλειον ἰδὼν ληφθέν, κτεῖναι λέγεται κεραυνῶι.
Σχόλια εἰς Θεόκριτον τὸν Πᾶνα οἱ μέν φασιν υἱὸν Πηνελόπης καὶ πάντων τῶν μνηστήρων .....· Ἐπιμενίδης δὲ ἐν τοῖς ποιήμασι Διὸς καὶ Καλλιστοῦς Πᾶνα καὶ Ἀρκάδα διδύμους· Ἀρίστιππος δὲ ἐν τοῖς Ἀρκαδικοῖς Διὸς καὶ νύμφης Οἰνηίδος.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια ἐν δὲ ταῖς Μεγάλαις Ἠοίαις λέγεται τὸν Ἐνδυμίωνα ἀνενεχθῆναι ὑπὸ τοῦ Διὸς εἰς οὐρανόν, ἐρασθέντα δὲ Ἥρας εἰδώλωι παραλογισθῆναι τὸν ἔρωτα νεφέλης, καὶ ἐκβληθέντα κατελθεῖν εἰς Ἅιδου. Ἐπιμενίδης δὲ αὐτὸν παρὰ θεοῖς διατρίβοντα ἐρασθῆναί φησιν τῆς Ἥρας· διόπερ Διὸς χαλεπήναντος αἰτήσασθαι διὰ παντὸς καθεύδειν. τινὲς δὲ διὰ τὴν πολλὴν δικαιοσύνην ἀποθεωθῆναί φασιν αὐτόν, καὶ … αἰτήσασθαι παρὰ Διὸς ἀεὶ καθεύδειν.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια κρείων Αἰήτης σὺν ἑῆι ναίεσκε δάμαρτι ὁ τὰ Ναυπακτικὰ πεποιηκὼς Εὐρυλύτην αὐτὴν λέγει· Διονύσιος δὲ ὁ Μιλήσιος Ἑκάτην μητέρα Μηδείας καὶ Κίρκης .....· Σοφοκλῆς δὲ Νέαιραν μίαν τῶν Νηρηίδων· Ἡσίοδος δὲ Ἰδυῖαν .... Ἐπιμενίδης δέ φησι Κορίνθιον τῶι γένει τὸν Αἰήτην, μητέρα δὲ αὐτοῦ Ἐφύραν φησί. Διοφάνης … δὲ ἐν τῆι α τῶν Ποντικῶν ἱστοριῶν Ἀντιόπην φησὶν Αἰήτου μητέρα.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Ἄργος δὲ παροίτατος εἷς τῶν Φρίξου παίδων οὗτος. τούτους δὲ Ἡρόδωρος φησὶν ἐκ Χαλκιόπης τῆς Αἰήτου θυγατρός, Ἀκουσίλαος δὲ καὶ Ἡσίοδος ἐν ταῖς Μεγάλαις Ἠοίαις φασὶν ἐξ Ἰοφώσσης τῆς Αἰήτου. καὶ οὗτος μέν φησιν αὐτοὺς δ, Ἄργον Φρόντιν Μέλανα Κυτίσωρον, Ἐπιμενίδης δὲ πέμπτον προστίθησι Πρέσβωνα.
Σχόλια εἰς Εὐριπίδην γαμεῖ δὲ Λάιός μʼ Ἐπιμενίδης Εὐρύκλειαν τὴν Ἔκφαντός φησιν αὐτὸν γεγαμηκέναι, ἐξ ἧς εἶναι τὸν Οἰδίποδα· οἱ δὲ δύο τὸν Λάιον γῆμαι γυναῖκας, Εὐρύκλειαν καὶ Ἐπικάστην. καὶ τὸν Οἰδίποδα δέ φασιν Ἐπικάστην τε τὴν μητέρα γεγαμηκέναι καὶ Εὐρυγάνην.
Πινδαρικὴ ὑπόμνησις τρεῖς δὲ καὶ δέκα ἄνδρας ὀλέσσας οἱ ἀναιρεθέντες οὗτοί εἰσι· Μέρμνης, Ἱππόθοος, Πέλοψ ὁ Ὀπούντιος, Ἀκαρνάν, Εὐρύμαχος, Εὐρύλοχος, Αὐτομέδων, Λάσιος, Χάλκων, Τρικόρωνος, Ἀλκάθους ὁ Πορθάονος, Ἀριστόμαχος, Κρόκαλος. τούτωι τῶν ἀριθμῶι τῶν ἀπολομένων μνηστήρων καὶ Ἡσίοδος καὶ Ἐπιμενίδης μαρτυρεῖ.
Ἰωάννης ὁ Λυδός οἱ φιλόσοφοί φασι Διοσκόρους εἶναι τὸ ὑπὸ γῆν καὶ ὑπὲρ γῆν ἡμισφαίριον· τελευτῶσι δὲ ἀμοιβαδὸν μυθικῶς οἱονεὶ ὑπὸ τοὺς ἀντίποδας ἐξ ἀμοιβῆς φερόμενοι. οἱ δὲ περὶ Ἐπιμενίδην ἄρρενα καὶ θήλειαν ἐμύθευσαν τοὺς Διοσκόρους, τὸν μὲν αἰῶνα, ὥσπερ μονάδα, τὴν δὲ φύσιν, ὡς δυάδα, καλέσαντες· ἐκ γὰρ μονάδος καὶ δυάδος ὁ πᾶς ζωογονικὸς καὶ ψυχογονικὸς ἐξεβλάστησεν ἀριθμός.
Ἰάμβλιχος ἐν δὲ Σιδόνι τῆς Φοινίκης ἀποτεκούσης αὐτῆς τὸν γενόμενον υἱὸν Πυθαγόραν προσηγόρευσεν, ὅτι ἄρα ὑπὸ τοῦ Πυθίου προηγορεύθη αὐτῶι. παραιτητέοι γὰρ ἐνταῦθα Ἐπιμενίδης καὶ Εὔδοξος καὶ Ξενοκράτης, ὑπονοοῦντες τῆι Παρθενίδι τότε μιγῆναι τὸν Ἀπόλλωνα, καὶ κύουσαν αὐτὴν ἐκ μὴ οὕτως ἐχούσης καταστῆσαί τε καὶ προαγγεῖλαι διὰ τῆς προφήτιδος.
Ἐρατοσθένης ὁ Κυρηναῖος Αἰγοκέρω. οὗτός ἐστι τῶι εἴδει ὅμοιος τῶι Αἰγίπανι· ἐξ ἐκείνου δὲ γέγονεν· ἔχει δὲ θηρίου τὰ κάτω μέρη καὶ κέρατα ἐπὶ τῆι κεφαλῆι. ἐτιμήθη δὲ διὰ τὸ σύντροφος εἶναι τῶι Διί, ἢ καθάπερ Ἐπιμενίδης ὁ τὰ Κρητικὰ ἱστορῶν φησίν, ὅτι ἐν τῆι Ἴδηι συνῆν αὐτῶι, ὅτε ἐπὶ τοὺς Τιτᾶνας ἐστράτευσεν. οὗτος δὲ δοκεῖ εὑρεῖν τὸν κόχλον, ἐν ὧι τοὺς συμμάχους καθώπλισεν ὁ Ζεύς, διὰ τὸ τοῦ ἤχου Πανικὸν καλούμενον, ὃ οἱ Τιτᾶνες ἔφυγον. παραλαβὼν δὲ τὴν ἀρχήν, ἐν τοῖς ἄστροις αὐτὸν ἔθηκε καὶ τὴν Αἶγα τὴν μητέρα. διὰ δὲ τὸν κόχλον ἐν τῆι θαλάσσηι εὑρεῖν παράσημον ἔχει ἰχθύος οὐράν.
Ἐρατοσθένης ὁ Κυρηναῖος Περὶ τοῦ Στεφάνου. οὗτος λέγεται ὁ τῆς Ἀριάδνης· Διόνυσος δὲ αὐτὸν εἰς τὰ ἄστρα ἔθηκεν, ὅτε τοὺς γάμους οἱ θεοὶ ἐν τῆι καλουμένηι Δίαι ἐποίησαν, αὐτοῖς βουλόμενος ἐπιφανὴς γενέσθαι· ὧι πρῶτον ἡ νύμφη ἐστεφανώσατο, παρʼ Ὡρῶν λαβοῦσα καὶ Ἀφροδίτης. ὅ τε τὰ Κρητικὰ γεγραφὼς λέγει, ὅτι ὅτε ἦλθε Διόνυσος πρὸς Μίνω, φθεῖραι βουλόμενος αὐτήν, δῶρον αὐτῆι τοῦτο δέδωκεν, ὧι ἠπατήθη ἡ Ἀριάδνη. Ἡφαίστου δὲ ἔργον εἶναί φασιν ἐκ χρυσοῦ πυρώδους καὶ λίθων Ἰνδικῶν. ἱστορεῖται δὲ διὰ τούτου καὶ τὸν Θησέα σωθῆναι ἐκ τοῦ Λαβυρίνθου, ποιοῦντος τοῦ στεφάνου φέγγος. ἐν δὲ τοῖς ἄστροις ὕστερον αὐτὸν τεθηκέναι, ὅτε εἰς Νάξον ἦλθον ἀμφότεροι, σημεῖον τῆς αἱρέσεως· συνεδόκει δὲ καὶ τοῖς θεοῖς.
Ἀριστοτέλης ἡ μὲν οὖν εἰς πᾶσαν ἡμέραν συνεστηκυῖα κοινωνία κατὰ φύσιν οἶκός ἐστιν, οὓς Χαρώνδας μὲν καλεῖ ὁμοσιπύους, Ἐπιμενίδης δʼ ὁ Κρὴς ὁμοκάπνους.
Πινδαρικὴ ὑπόμνησις τὰν ποντίαν ὑμνέων, παῖδʼ Ἀφροδίτας Ἀελίοιό τε νύμφαν, Ῥόδον παῖδʼ Ἀφροδίτης εἶπε τὴν Ῥόδον διὰ τὸ κάλλος τῆς νήσου. Ἡρόφιλος δὲ Ποσειδῶνος καὶ Ἀφροδίτης τὴν Ῥόδον εἶναί φησι, Ἐπιμενίδης δὲ αὐτὴν Ὠκεανοῦ γενεαλογεῖ, ἀφʼ ἧς τὴν πόλιν ὠνομάσθαι. τινὲς δὲ ... διὰ τὸ σπουδαῖα ἔχειν ῥόδα· οἱ δὲ διὰ τὸ ῥοώδη εἶναι τὰ περὶ αὐτήν.
Ἀθήναιος τίς δʼ ἐστὶν ὁ καλούμενος ἱερὸς ἰχθύς; ὁ μὲν τὴν Τελχινιακὴν ἱστορίαν συνθεὶς .... ἱερούς φησιν εἶναι ἰχθύας δελφῖνας καὶ πομπίλους. ἐστὶ δʼ ὁ πομπίλος ζῶιον ἐρωτικόν, ὡς ἂν καὶ αὐτὸς γεγονὼς ἐκ τοῦ Οὐρανίου αἵματος ἅμα τῆι Ἀφροδίτηι.