ΔΗΛΙΑΚΑ.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Ζήτης καὶ Καλαΐς τε Τούτους ἐκ διαφόρων τόπων συμπλεῦσαι τοῖς Ἀργοναύταις φασίν. Οἱ μὲν γὰρ ἐκ Θρᾴκης, ὡς Ἀπολλώνιος, Ἡρόδωρος δὲ ἐκ Δαυλίδος· Δοῦρις δὲ ἐξ Ὑπερβορέων. Καταλέγει δὲ τούτους καὶ Ἀντίμαχος. Φανόδικος δὲ ἐν αʹ Δηλιακῶν ἐξ Ὑπερβορέων φησὶν αὐτοὺς ἐλθεῖν ἐπὶ τὸν πλοῦν.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Περὶ τῆς Ὀρτυγίας Φανόδικος ἐν τοῖς Δηλιακοῖς ἱστόρηκεν. Καὶ Νίκανδρος ἐν τρίτῃ Αἰτωλικῶν, ἐκ τῆς ἐν Αἰτωλίᾳ Ὀρτυγίας φησὶ τὴν Δῆλον ὀνομασθῆναι, γράφων οὕτως Οἱ δʼ ἐξ Ὀρτυγίης Τιτηνίδος ὁρμηθέντες.
Λαέρτιος Διογένης Φανόδικος δὲ περὶ τὴν Ἀθηναίων θάλασσαν εὑρεθῆναι, καὶ ἀνενεχθέντα εἰς ἄστυ, γενομένης ἐκκλησίας, Βίαντι πεμφθῆναι· διὰ τί δὲ, ἐν τῷ περὶ Βίαντος λέξομεν.
Λαέρτιος Διογένης Φανόδικος δὲ κόρας αἰχμαλώτους λυτρωσάμενον Μεσσηνίας θρέψαι τε ὡς θυγατέρας καὶ προῖκας ἐπιδοῦναι καὶ εἰς τὴν Μεσσήνην ἀποστεῖλαι τοῖς πατράσιν αὐτῶν. Χρόνῳ δὲ ἐν ταῖς Ἀθήναις, ὡς προείρηται, τοῦ τρίποδος εὑρεθέντος ὑπὸ τῶν ἁλιέων, τοῦ χαλκοῦ, ἐπιγραφὴν ἔχοντος «τῷ σοφῷ,» Σάτυρος μέν φησι παρελθεῖν τὰς κόρας—οἱ δὲ τὸν πατέρα αὐτῶν, ὡς καὶ Φανόδικος—εἰς τὴν ἐκκλησίαν, καὶ εἰπεῖν τὸν Βίαντα σοφὸν, διηγησαμένας τὰ καθʼ ἑαυτάς. Καὶ ἀπεστάλη ὁ τρίπους· καὶ ὁ Βίας ἰδὼν ἔφη τὸν Ἀπόλλωνα σοφὸν εἶναι, οὐδὲ προσήκατο. Οἱ δὲ λέγουσιν ἐν Θήβαις τῷ Ἡρακλεῖ αὐτὸν ἀναθεῖναι, ἐπεὶ ἀπόγονος ἦν Θηβαίων ἀποικίαν εἰς Πριήνην στειλάντων, ὥσπερ καὶ Φανόδικός φησι.
Φανοδίκου εἰμὶ τοῦ Ἑρμοκράτους τοῦ Προκοννησίου· κἀγὼ κρατῆρα κἀπίστατον καὶ ἡθμὸν ἐς πρυτανεῖον ἔδωκα μνῆμα Σιγειεῦσι· ἐὰν δέ τι πάσχω, μελεδαί-νειν με, ὦ Σιγειῆς. Καί μʼ ἐπόεισεν Αἵσωπος καὶ ἁδελφοί.