eul_wid: jxi-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On Beauty and Human Excellence by Dius the Pythagorean

On Beauty and Human Excellence is the excerpt Stobaeus heads as from Dius the Pythagorean, out of On Beauty. Dius the historian of Phoenicia is a different man.

Περὶ καλλονῆςΔίου Πυθαγορείου ἐκ τοῦ Περὶ καλλονῆς. Τίς ἀγωγὰ βιοτᾶς ναμαρτὲς εὐδαίμων ζωά; καὶ τίνας ποκὰ χρὴ κρίνεν εὐδαίμονας; ἦ νὴ Δία τὼς σκάνεος καλλονὰν ἔχοντας, δώρημα φύσιος. τούτως γὰρ ὡς ἔνι μασσότερον οἱ πλεῦνες ὡς θεὼς ἢ θεῶν ἱδρύματα ὑποτρέχοντι καὶ θεραπεύοντι θρησκεύοντες οὐ κακὰν θρησκείαν. καὶ ὄντως ἔμοιγε κατοπτίλλεται ἔχεν τι σεμνὸν καὶ θαυμασμῶ ἄξιον· τὼς μὲν γὰρ ἁτέρως τῶν ἀνθρώπων χάριν ἀπαιτεῦντι οἱ εὖ ἔρξαντες· τοῖς δʼ εὐμόρφοις τοὐναντίον οἱ εὐεργετίξαντες χάριν ἔχοντι, ὅτι καὶ ὑπέμειναν εὖ παθῆν ὑπʼ αὐτῶν. τουτέως οὖν εὐδαίμονας οἶδα, τᾷ ἔμμεν δοκεῦντι τοῖς τὰν ὥραν αὐτοῖς βολλομένοις ὀπωρίξασθαι· ποθʼ ὣς ὑπὸ νομοθέτα τοιόσδε ἀπαντασεῖται λόγος οὐκ ἀσυφάλως μυθεύμενος τάδε· «ἐγών, ὦ κράτιστοι ἀνδρῶν, ποτιβλέπων ἅπαντα τὰ νέα φυλακᾶς τε καὶ ταμελείας δεόμενα, καθάπερ τὰ ζώφυτα περὶ τὸν πρῶτον καιρὸν τᾶς αὐξήσιος, τῷ ἀκροσφαλῶς ἔχεν ποτὶ σωτηρίαν, ὑπέλαβον μὴ παρέργως δεῖν αὐτῶν με φυλάσσεν τὰν ἀσθένειαν· ὑμεῖς δέ γα οἳ ὀριγνῆσθε σωματικᾶς ἁδονᾶς, τέλος ποιεύμενοι καθάπερ κνώδαλα τὸν κόρον τῶ πλατιασμῶ, οὐχ ὅτι χάριτος ἢ τιμᾶς ἀλλὰ καὶ μέμψιος ποτὶ κολάσει δικαίως ἐστὲ ἄξιοι τυγχάνεν, διὰ τὰς αὐταυτῶν ἀκολασίας ἐμβαλλόμενοι ῥύπον ἐν ζωὰν ἐλευθέρων παίδων».

Ἰωάννης ὁ Στοβαῖος Ἐν ταὐτῷ. Ἁ δέ γα εὐμορφία τοῖς ποτοκέλλουσιν ἁδονὰς παρέχει ποθερπύζοισα, καθάπερ ἄγαλμα ἢ γραφὰ ἢ ἅτερον χειρόκματον ἐπίτευγμα. διό κα θέλοιμι ἔγωγε ἅτερον ἔχεν τὸ κάλλος ἢ αὐτὸς εἶμεν εὔμορφος· ὥσπερ εἰ οἶνον πιεῖν ἁδὺν καὶ πολύωρον ἢ αὐτὸς εἶμεν βουνός, καὶ χιλὸν ποτιφέρεσθαι ἁδὺν καὶ ἀμπέχεσθαι ἀμπεχόναν καλὰν ἢ εἶμεν χιλὸς ἢ ἀμπεχόνα. ἀλλʼ ὑποδραμών τις σχεδὸν φάσει «ἀλλʼ ἐγὼ χαίρω ἐπὶ τᾷ ἐμαυτοῦ εὐμορφίᾳ τῷ καὶ ἁτέρως ἀγάλλεσθαι». ποθʼ ὃν ὑποβλήδαν φατίζω πάλιν· «ἀγάλλευ, μειράκιον· εὐδαίμονα μὲν γὰρ οὐκ ἔχω ὅπως τυ φατίζω ναμαρτέως μυθαρευόμενος».