eul_wid: vvs-aa

Σχόλια εἰς τὸν Ἀριστοτέλην Ἐλληνιστί
Commentary-Aristotle in Greek

Stephanus of Alexandria Commentary Aristotle in Greek PDF

in Int.1.(1t) ΣΧΟΛΙΑ ΣΥΝ ΘΕΩΙ ΑΠΟ ΦΩΝΗΣ ΣΤΕΦΑΝΟΥ ΦΙΛΟΣΟΦΟΥ ΕΙΣ ΤΟ ΠΕΡΙ ΕΡΜΗΝΕΙΑΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ 〈 Ἀρχὴ τοῦ α τμήματο ς . Πρᾶξις α 〉 Πρῶτον δεῖ θέσθαι τί ὄνομα καὶ τί ῥῆμ α . ἔπειτα τί ἐστιν ἀπόφασις καὶ κατάφασις καὶ ἀπόφανσις καὶ λόγος καὶ τὰ ἑξῆς. Προοίμιον ἔχει ἡ παροῦσα πραγματεία διμερές. καὶ ἐν μὲν τῷ α μέρει ποιεῖται τὴν ἀπαρίθμησιν αὐτῶν τούτων περὶ ὧν μέλλει διαλέγεσθαι ἐν τῷ α τμήματι, ἔτι δὲ καὶ θεώρημά τι παραδίδωσιν· ἐν δὲ τῷ β μέρει ἀναλογίαν τινὰ τῶν φωνῶν πρὸς τὰ νοήματα διέξεισιν. τὴν μὲν ἀπαρίθμησιν λέγων ὅτι δεῖ πρότερον ὁρίσασθαι τί ὄνομα καὶ τί ῥῆμ α, εἶτα τί ἐστιν ἀπόφασις καὶ κατάφασις καὶ ἀπόφανσις καὶ λόγο ς. καὶ αὕτη μέν ἐστιν ἡ ἀπαρίθμησις· τὸ δὲ θεώρημα τοιοῦτόν ἐστιν, ὅτι δ ὄντων, γραμμάτων φωνῶν, νοημάτων πραγμάτων, δύο τούτων φύσει εἰσί, τὰ δὲ ἕτερα δύο θέσει. τοῦτο δὲ δείκνυσι τοῦτον τὸν τρόπον· τὰ γράμματα καὶ τὰ ὀνόματα οὐ παρὰ πᾶσιν τὰ αὐτά· τὰ δὲ μὴ παρὰ πᾶσιν τὰ αὐτὰ οὐ φύσει· τὰ γράμματα ἄρα καὶ τὰ ὀνόματα οὐ φύσει. ὅτι μὲν οὖν τὰ ὀνόματα καὶ τὰ γράμματα οὐκ εἰσὶν παρὰ πᾶσιν τὰ αὐτὰ αὐτόθεν ὡμολόγηται. ἄλλος γὰρ τύπος τῶν γραμμάτων παρὰ τοῖς Ἕλλησι καὶ ἄλλος παρὰ τοῖς Αἰγυπτίοις. ἀλλὰ μὴν καὶ τὰ ὀνόματα τὸν αὐτὸν τρόπον ἔχουσιν· ἄλλοις γὰρ ὀνόμασι κέχρηνται οἱ Ἕλληνες, φέρε εἰπεῖν ἐπὶ ἵππου καὶ κυνός, ἄλλοις δὲ Αἰγύπτιοι καὶ Ῥωμαῖοι, καὶ ἕτερον ἔθνος ἄλλοις. ὅτι δὲ τὰ μὴ παρὰ πᾶσι τὰ αὐτὰ οὐ φύσει ἀλλὰ θέσει, καὶ τοῦτο πρόδηλον· εἰ γὰρ ἦσαν φύσει, ἔδει παρὰ πᾶσιν τὰ αὐτὰ εἶναι· ἡ γὰρ φύσις πανταχοῦ τὸ αὐτὸ δημιουργεῖ. Ὅτι δὲ τὰ νοήματα καὶ τὰ πράγματα παρὰ πᾶσι τὰ αὐτὰ καὶ διὰ τοῦτο φύσει δῆλον· οὐ γὰρ ἕτερον νόημα ἔχει περὶ τοῦ ἵππου Αἰγύπτιος ἕτερον δὲ Ἕλλην, ἀλλὰ τὸ αὐτὸ νόημα. καὶ πάλιν τὸ πρᾶγμα οὐκ ἔστιν ἕτερόν τι παρὰ τοῖσδε ὁ ἵππος ἕτερον δὲ παρὰ ἄλλοις, ἀλλὰ παρὰ πᾶσι τὸ αὐτό. ὥστε αὐτὰ μὲν φύσει, ἐκεῖνα δὲ θέσει.
in Int.2 καὶ ταῦτα μὲν ἐν τῷ α μέρει τοῦ προοιμίου διεξέρχεται· ἐν δὲ τῷ β μέρει, ὡς ἔφην, ἀναλογίαν τινὰ παραδίδωσι τῶν φωνῶν πρὸς τὰ νοήματα, ὅτι ὥσπερ ἐστὶν ἐν τῇ ψυχῇ ἁπλοῦν νόημα ἐν ᾧ οὐκ ἔστιν ἀληθεύειν ἢ ψεύδεσθαι, οἷον τὸ νοῆσαι Σωκράτη χωρὶς ἐνεργείας τινὸς ἢ πάθους, ἔστιν δὲ καὶ σύνθετον νόημα, ὅταν νοήσῃ ἐνεργοῦντα αὐτὸν ἢ πάσχοντά τι, ἐν ᾧ θεωρεῖταί πως ἢ τὸ ἀληθὲς ἢ τὸ ψεῦδος, οὕτως καὶ ἐν ταῖς φωναῖς ἐστιν ἁπλῆ φωνή, εἰς ἣν οὐκ ἔστι θεωρῆσαι τὸ ἀληθὲς ἢ τὸ ψεῦδος, ἐν δὲ τῇ συνθέτῳ πάντως θάτερον τούτων. ἐν οἷς καὶ τὸ δεύτερον μέρος τοῦ προοιμίου καὶ ἡ παροῦσα θεωρία σὺν θεῷ πληροῦται. Πρῶτο ν. τοῦ πρώτου πενταχῶς λεγομένου, ὡς ἤδη φθάσαντες ἐν ταῖς Κατηγορίαις μεμαθήκαμεν, ἐνταῦθα τὸ πρῶτον ληπτέον ἢ κατὰ χρόνον ἢ κατὰ τάξιν· οὕτως γὰρ τάξις τις φυλάττεται προορισθέντων τούτων περὶ ὧν μέλλει διαλέγεσθαι ἐν τῷ α τμήματι. δῆλον δὲ ὅτι καὶ ὁ χρόνος προηγεῖται, ἐν ᾧ περὶ τούτων διαλέγεται, τοῦ χρόνου ἐν ᾧ περὶ τῶν ἄλλων διαλέγεται. Θέσθα ι. ἰστέον ὅτι τὸ θέσθαι ἑξαχῶς λέγεται. λέγεται γὰρ θέσις καὶ ἡ παράδοξος ὑπόληψίς τινος τῶν ἐν φιλοσοφίᾳ γνωρίμων, ὡς ἔλεγεν ὁ Ἡράκλειτος πάντα τὰ ὄντα ἐν κινήσει εἶναι καὶ στάσεως μηδεμιᾶς μετέχειν· πάλιν Παρμενίδης ἓν ἐδόκει εἶναι τὸ ὄν. λέγεται θέσις καὶ ἡ ὑπόθεσις, ὡς λέγομεν ‘ὑποκείσθω ἡ γῆ σημείου τε καὶ κέντρου λόγον ἐπέχουσα πρὸς τὴν ἡλιακὴν σφαῖραν‘. λέγεται θέσις καὶ ἡ ἔκθεσις, ὡς τὸ ‘ἐκκείσθω ἡ γραμμὴ μῆκος ἔχουσα τόσον‘. λέγεται θέσις καὶ τὰ θετικὰ ἐπιρρήματα, ἃ παρὰ τοῖς ῥήτορσιν, ὡς τὸ γαμητέον, πλευστέον. παρὰ τοῖς ῥήτορσι δὲ εἴπομεν, ἐπειδὴ διαφέρουσι τὰ ῥητορικὰ τῶν διαλεκτικῶν τῷ καθολικῷ καὶ μερικῷ. ὁ μὲν γὰρ διαλεκτικὸς φιλόσοφος τὸ καθόλου φησίν ‘ἐὰν ἄρα δεῖ γαμεῖν ἢ πολεμεῖν ἢ πλεῖν‘, ὁ δὲ ῥήτωρ ‘εἰ δέοι τόνδε ἢ τόνδε γῆμαι γυναῖκα‘. λέγεται θέσις καὶ ἡ ὁμολογία. ἀμέλει γοῦν ἀναθέσθαι λέγομεν τὸν ἀναπαλαίσαντα τὴν ὁμολογίαν, ὡς ὁ Πλάτων ἐν τῷ Γοργίᾳ φησίν· ‘εἰ βούλῃ ἀναθέσθαι, ὦ Καλλίκλεις, ἀνάθου· δίκαιος γὰρ εἶ‘· τοῦτό ἐστιν ‘εἰ βούλῃ τὴν ὁμολογίαν ἀναπαλαῖσαι καὶ τὰς προτάσεις, ἀναπάλαισον‘. λέγεται θέσις καὶ ἐπὶ τῶν ὁρισμῶν· οὗτοι γὰρ ὡς τῶν ἀποδείξεων προυποκείμενοι λέγονται θέσεις. δεῖ γὰρ φέρε εἰπεῖν τὸ τρίγωνον ὁρίσασθαι καὶ μετὰ ταῦτα δεῖξαι τί καθ’ αὑτὸ πέφυκεν τῷ τριγώνῳ ὑπάρχειν, τοῦτ’ ἔστιν ὅτι τὰς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει. καὶ πάλιν τὸν ἄνθρωπον πρότερον ὁρίσασθαι δεῖ, καὶ οὕτως γνῶναι τί πέφυκεν τῷ ἀνθρώπῳ ὑπάρχειν. ἐνταῦθα δὲ δῆλον ὅτι τὸ θέσθαι ἐπὶ τοῦ ὁρίσασθαι ἔλαβεν, ἐπειδὴ πρόκειται αὐτῷ εἰπεῖν τί ἐστιν ὄνομα ἢ ῥῆμα καὶ τὰ λοιπά.
in Int.3 τὸ δὲ τί ἐστιν, ὡς πολλάκις ἡμῖν εἴρηται, ** εἰ μὴ δι’ ὁρισμοῦ· οὐ γὰρ ἡμῖν δῆλον. τί ὄνομα καὶ τί ῥῆμ α. ἐζήτησάν τινες περὶ τῆς τάξεως τούτων, διότι προέταξεν τὸ ὄνομα τοῦ ῥήματος. καὶ λέγομεν ὅτι ὡς κοινότερον ἰδικωτέρου προέθηκεν αὐτό. τὸ μὲν γὰρ ῥῆμα λέγεται ὄνομα, τὸ δὲ ὄνομα ῥῆμα οὐ λέγεται. αὐτὸς γὰρ Ἀριστοτέλης παρακατιὼν λέγει ‘αὐτὰ δὲ τὰ ῥήματα καθ’ ἑαυτὰ λεγόμενα ὀνόματά εἰσιν‘. πολλάκις γοῦν ἡμεῖς φαμεν Πλάτωνα καλοῖς ὀνόμασι κεχρῆσθαι, μὴ μόνον ὀνόμασιν, ἀλλὰ καὶ ῥήμασιν καὶ ἄλλοις μέρεσι τοῦ λόγου χρωμένου αὐτοῦ. καὶ ὅτι τὸ μὲν ὄνομα τῆς ὑπάρξεως καὶ τῆς οὐσίας ἐστὶν σημαντικόν, τὸ δὲ ῥῆμα τῆς οὐσίας ἐνέργειαν σημαίνει, προτερεύει δὲ ἡ οὐσία τῆς ἐνεργείας, εἰκότως καὶ τὸ ὄνομα τοῦ ῥήματος προταχθήσεται· ὡς γὰρ ἔχουσι τὰ πράγματα, οὕτως καὶ οἱ περὶ αὐτῶν ἔχουσι λόγοι. ἠπόρησαν δέ τινες, διὰ τί η μερῶν ὄντων τοῦ λόγου μόνον τῶν δύο τούτων ἐμνημόνευσεν, ὀνόματός τέ φημι καὶ ῥήματος. καὶ εἰ μὲν εἴποι τις ὅτι ταῦτα μόνα ἀλλήλοις συμπλεκόμενα τὸν λόγον αὐτοτελῆ ποιοῦσι, τὰ δὲ ἄλλα οὔ, ψεύδεται· καὶ γὰρ καὶ μετοχὴ καὶ τὸ καλούμενον ἀπαρέμφατον καὶ ἀντωνυμία συμπλέκονται καὶ ποιοῦσι λόγον αὐτοτελῆ. οἷον ἀντωνυμία καὶ ῥῆμα ‘ἐγὼ περιπατῶ‘, ** ‘ὁ τρέχων βαδίζει‘, ὅλα ἀπαρέμφατα ῥήματα ‘τὸ φιλοσοφεῖν εὐδαιμονεῖν ἐστιν‘. λέγομεν οὖν ὅτι πάντα ταῦτα εἰς ὄνομα καὶ ῥῆμα ἀναφέρει· καὶ εἰ μὲν ἐπέχουσι τόπον ὑποκειμένου, ταῦτα καλεῖ ὀνόματα, εἴτε ῥήματα ὦσιν εἴτε μετοχαὶ εἴτε ἀντωνυμίαι εἴτε καὶ τὰ παρὰ γραμματικοῖς ὀνόματα. οἷον ἐὰν ᾖ ὄνομα τοῦ ὑποκειμένου τάξιν ἐπέχον ὡς τὸ ‘Σωκράτης δίκαιός ἐστιν‘, τὸ Σωκράτης ὄνομα καλεῖ, ἐπειδὴ τόπον ἔχει ὑποκειμένου· εἰ δὲ ῥῆμα ὡς ‘τὸ φιλοσοφεῖν εὐδαιμονεῖν ἐστιν‘, τὸ φιλοσοφεῖν ὄνομα καλεῖν ἀξιοῖ. εἰ δὲ μετοχὴ ὥσπερ ‘ὁ τρέχων βαδίζει‘, καὶ ἡ μετοχὴ ὄνομα παρ’ αὐτῷ λέγεται. καὶ εἰ ἀντωνυμία λαμβάνεσθαι συμβαίη, ὀνόματος προσηγορίας τυγχάνει, ὡς τὸ ‘ἐγὼ περιπατῶ‘, ἐπειδὴ ὑποκειμένου τάξιν ἐπέχει. πάντα δὲ τὰ κατηγορουμένου τάξιν ἐπέχοντα ῥήματα καλεῖν εἴωθεν, ὁποῖον ἂν εἴη μέρος τοῦ λόγου, ὡς ‘τὸ ζῷον οὐσία‘· τὸ οὐσία ῥῆμά φησιν, καίπερ ὄνομα ὄν, ἐπειδὴ κατηγορεῖται τοῦ ζῴου. τῶν δὲ παρὰ γραμματικοῖς ἄλλων μερῶν τοῦ λόγου μνήμην οὐκ ἐποιήσατο, διότι οὐκ εἰσὶν κυρίως μέρη λόγου, ἀλλὰ τὰ μὲν ἐξ αὐτῶν ὡς ἐπὶ τῶν ἐπιρρημάτων σχέσιν μόνως σημαίνουσι τοῦ κατηγορουμένου πρὸς τὸ ὑποκείμενον, ὡς τὸ ‘καλῶς βαδίζει‘ καὶ ‘εὖ διαλέγεται‘ καὶ ‘ἀναγκαίως ἀναπνεῖ‘. ὥσπερ γὰρ ἐπὶ τοῦ πλοίου φαμὲν τὰς μὲν σανίδας μέρη, τὴν δὲ κόλλαν καὶ τοὺς ἥλους καὶ τοὺς γόμφους μέρη γε οὔ, ἀλλὰ συμβαλλόμενα πρὸς τὰ μέρη, οὕτως καὶ ταῦτα μέρη μὲν οὐκ εἰσὶν λόγου, ἀλλὰ λέξεως μέρη ἧς καὶ ὁ λόγος μέρος. ἔπειτα τί ἐστιν ἀπόφασις καὶ κατάφασι ς.
in Int.4 εἰκότως τὸ ὄνομα καὶ τὸ ῥῆμα τούτων προέταξεν· ὡς ἁπλούστερόν φησιν. διὰ τί δὲ τὰ χείρω προέταξε τῶν κρειττόνων, οἷον τὴν ἀπόφασιν τῆς καταφάσεως, τὴν κατάφασιν τῆς ἀποφάνσεως καὶ ταύτην τοῦ λόγου; φαμὲν οὖν εἰκότως τοῦτο πεποίηκεν, διότι τὸ πέρας τῶν φθασάντων ἀρχὴν τῶν μελλόντων πεποίηκε. ἐπειδὴ γὰρ κατήντησεν εἰς τὸν λόγον, ἄρχεται περὶ αὐτοῦ διαλέγεσθαι, πρῶτον μὲν ἵνα συνεχῆ ποιήσει τὴν διδασκαλίαν, ἔπειτα δὲ ὅτι καὶ ἐν τῷ λόγῳ τῆς ἀποφάνσεως μέμνηται τοῦ λόγου, καὶ τῆς ἀποφάνσεως πάλιν μέμνηται ἐν τῷ τῆς καταφάσεως καὶ ἀποφάσεως λόγῳ. τὰ δὲ λαμβανόμενα ἐν τῷ ὁρισμῷ τινος γνωριμώτερα βούλονται εἶναι τοῦ ἐν ᾧ λαμβάνονται. Ὅτι μὲν τῶν διαιρέσεων κυριώτατοι τρεῖς εἰσιν τρόποι μεμαθήκαμεν, ὡς γένος εἰς εἴδη, ὡς ὅλον εἰς μέρος, ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα. καὶ ὅτι ἡ ἀπόφανσις καθολικωτέρα ἐστὶν καὶ διαιρεῖται εἰς κατάφασιν καὶ ἀπόφασιν καὶ ὡμολόγηται· ζητητέον δὲ κατὰ ποῖον τρόπον διαιρεῖται. ὅτι μὲν οὖν ὡς ὅλον εἰς μέρη ἀδύνατον, τοῦτο αὐτόθεν ὡμολόγηται· ἐρρέθη γὰρ ὅτι τὰ τεμνόμενα ὡς ὅλον εἰς μέρη ἢ εἰς ὁμοιομερῆ διαιρεῖται ὡς σὰρξ εἰς σάρκας καὶ ὀστοῦν εἰς ὀστοῦν, ἢ εἰς ἀνομοιομερῆ ὡς Σωκράτης εἰς χεῖρας πόδας κεφαλήν· καὶ ὅτι τὰ ὁμοιομερῆ καὶ τὸ ὄνομα καὶ τὸν ὁρισμὸν οὐ μόνον τοῦ ὅλου δέχονται ἀλλὰ καὶ ἀλλήλων, τὰ δ’ ἀνομοιομερῆ οὐκέτι. ἡ οὖν ἀπόφανσις οὐ δύναται διαιρεῖσθαι ὡς ὅλον εἰς μέρη οὔτε ὡς ὁμοιομερῆ οὔτε ὡς ἀνομοιομερῆ. ὡς ὁμοιομερῆ μὲν οὐ δύναται, ἐπειδὴ τὰ τμηθέντα, εἰ καὶ τὸ ὄνομα τοῦ ὅλου δέχονται (καλεῖται γὰρ καὶ ἡ κατάφασις καθ’ ἑαυτὴν ἀπόφανσις καὶ ἡ ἀπόφασις ὁμοίως), ἀλλ’ οὖν τὸ ὄνομα καὶ τὸν ὁρισμὸν ἀλλήλων οὐκ ἐπιδέχονται· οὔτε γὰρ ἡ ἀπόφασις καὶ κατάφασις λέγεται οὔτε πάλιν ἡ κατάφασις ἀπόφασις. ἀλλὰ μὴν οὐδὲ ὁρισμὸν ἀλλήλων ἐπιδέχονται. οὔτε δὲ ὡς εἰς ἀνομοιομερῆ τέμνεται. ἐρρέθη γὰρ ὅτι τὰ ἀνομοιομερῆ οὐκ ἐπιδέχονται τοῦ ὅλου τὸ ὄνομα· οὐδεὶς γὰρ λέγει τὸν πόδα ἢ τὴν κεφαλὴν ἢ τὴν χεῖρα Σωκράτους Σωκράτην. ἐνταῦθα δέ, ὡς εἴπομεν, καὶ ἡ ἀπόφασις καὶ ἡ κατάφασις τῷ τοῦ ὅλου ὀνόματι λέγονται ἀποφάνσεις. οὕτως μὲν οὖν οὐ δύναται ὡς ὅλον εἰς μέρη διαιρεῖσθαι ἡ ἀπόφανσις εἰς κατάφασιν καὶ ἀπόφασιν. ἀμφιβάλλονται δὲ λοιπόν, εἰ ἄρα ὡς γένος εἰς εἴδη, ὡς δοκεῖ τῷ Πορφυρίῳ, ἢ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα, ὡς ὁ Ἀλέξανδρος ἐπέστησεν. ἡμεῖς δὲ ἡνίκα Ἀριστοτέλης ὁρίζεται ἕκαστον αὐτῶν, προφέροντες ἑκατέρων τῶν ἐξηγητῶν τὰς ἐπιχειρήσεις κατὰ δύναμιν διακρίνομεν. Ἔστιν οὖν τὰ ἐν τῇ φων ῇ . ἐν τῇ φωνῇ εἶπεν, ἵνα σημάνῃ τὰ ὀνόματα καὶ τὰ ῥήματα· ταῦτα γὰρ οὐκ εἰσὶν ἁπλῶς φωναί, ἀλλὰ ἐν τῇ φωνῇ. διὸ οὐκ εἶπεν ‘αἱ φωναί εἰσιν σύμβολα τῶν ἐν τῇ ψυχῇ παθημάτων‘, ἀλλὰ τὰ ἐν τῇ φων ῇ . καὶ τὰ γραφόμενα τῶν ἐν τῇ φων ῇ.
in Int.5 καλῶς εἶπεν τὰ γραφόμενα καὶ οὔτε γράμματα οὔτε στοιχεῖα, ἐπειδὴ τὸ μὲν γράμμα πρωτοτύπως μὲν σημαίνει τὸν τύπον καὶ τὸν χαρακτῆρα τῆς ξέσεως, ὡς καὶ ὁ ποιητὴς νῦν δέ μ’ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως· κατὰ δεύτερον δὲ λόγον τὴν ἐκφώνησιν καὶ τὴν δύναμιν σημαίνει. τὸ δὲ στοιχεῖον ἔμπαλιν κατὰ μὲν πρῶτον λόγον καὶ πρωτοτύπως τὴν ἐκφώνησιν καὶ τὴν δύναμιν, οἷον τὸ δύνασθαι τάδε στοιχεῖα συντάττεσθαι καὶ ἐκφωνεῖσθαι ἢ μή· κατὰ δεύτερον δὲ λόγον τὸν χαρακτῆρα. διὰ τὸ ἀναμφίβολον οὖν οὔτε στοιχεῖα εἶπεν οὔτε γράμματα, ἀλλὰ γραφόμεν α· τὸ γὰρ γραφόμενον, τοῦτ’ ἔστιν αὐτὸς ὁ τύπος, σύμβολόν ἐστιν τῶν ὀνομάτων. οὐ γὰρ ἡ ἐκφώνησις· ἡ ἐκφώνησις γὰρ μέρος ἐστὶν τῆς φωνῆς. καὶ ταῦτα μὲν Ἀμμώνιος ὁ φιλόσοφος. ὁ δὲ ἡμέτερος διδάσκαλός φησιν ὅτι Ἀριστοτέλης μὲν κατεχρήσατο γραφόμενα εἰπὼν ἀντὶ τοῦ γράμματα, ἐπεὶ τὸ γραφόμενον οὔπω ἔστιν ὡς γινόμενον· τὸ δὲ μήπω ὂν πῶς ἐνδέχεται σύμβολον εἶναι τινός; καὶ δεύτερον πόθεν ἔχουσι δεῖξαι ὅτι τὸ μὲν γράμμα πρωτοτύπως μὲν τόδε σημαίνει κατὰ δεύτερον δὲ τόδε, τὸ 〈δὲ〉 στοιχεῖον τοὐναντίον ἐστίν; οὐδεὶς γὰρ τῶν παλαιῶν φιλοσόφων τε καὶ ἐξηγητῶν εἶπεν τοῦτο οὔτε Ἀλέξανδρος οὔτε Πορφύριος. Ὧν μέντοι ταῦτα σημεῖα πρώτω ς , τὰ αὐτὰ πᾶσι παθήματα τῆς ψυχῆ ς . πρώτως εἶπεν σημεῖα εἶναι τὰ ὀνόματα καὶ τὰ ῥήματα τῶν νοημάτων, διότι δευτέρως καὶ τῶν πραγμάτων σημεῖά ἐστιν. τῶν γὰρ δ τούτων τὰ μὲν μόνως ἐξαγγέλλουσιν, ὥσπερ τὰ γραφόμενα, τὰ δὲ μόνως ἐξαγγέλλονται, ὥσπερ τὰ πράγματα, τὰ δὲ καὶ ἐξαγγέλλουσι καὶ ἐξαγγέλλονται, ὥσπερ τὰ νοήματα καὶ αἱ φωναί. ἐξαγγέλλουσι μὲν τὰ πρὸ αὐτῶν, ἐξαγγέλλονται δὲ ὑπὸ τῶν μετ’ αὐτά. οἷον τὰ νοήματα ἐπειδὴ δεύτερα μέν εἰσιν τῶν πραγμάτων, πρῶτα δὲ τῶν φωνῶν καὶ τῶν γραμμάτων, ἐξαγγέλλουσι μὲν τὰ πράγματα, ἐξαγγέλλονται δὲ ὑπὸ τῶν φωνῶν 〈καὶ〉 τῶν γραφομένων. πάλιν αἱ φωναὶ κατὰ τὸν αὐτὸν τρόπον ἐξαγγέλλουσι μὲν τὰ πράγματα καὶ τὰ νοήματα, ἐξαγγέλλονται δὲ ὑπὸ τῶν γραφομένων. τὰ μέντοι πράγματα οὔτε ἐξαγγέλλουσί ποτε, ἐπειδὴ οὐδέν ἐστιν πρὸ αὐτῶν, οὐδὲ τὰ γραφόμενα ἐξαγγέλλονται ὑπό τινος, ἐπειδὴ οὐκ ἔχουσί τι μετ’ αὐτά. καὶ ἔστιν φύσει μὲν πρότερον τὸ πρᾶγμα τῶν ἄλλων· δεῖ γὰρ πρότερον εἶναι φέρε εἰπεῖν τὸν ἵππον καὶ οὕτως τὸ περὶ αὐτὸν νόημα, μετὰ δὲ τὸ νόημα τοῦ ἵππου καὶ τὸ ὄνομα, μετὰ δὲ τὸ ὄνομα τὰ γράμματα, εἴπερ ὅλως εἰσὶν γράμματα. Καὶ ὧν ταῦτα ὁμοιώματ α , πράγματα ἤδη τὰ αὐτ ά. ἰστέον ὅτι τὰ νοήματα τῶν πραγμάτων ὁμοιώματα εἶπεν, τὰ δὲ ὀνόματα τῶν νοημάτων σύμβολα.
in Int.6 διαφέρουσι δὲ τὰ ὁμοιώματα καὶ τὰ σύμβολα κατὰ τοῦτο, διότι τὸ μὲν ὁμοίωμα ὡς οἷόν τε εἰκονίζεται τῷ πράγματι, οἷον ὁμοίωμα τοῦ Σωκράτους ἡ εἰκὼν κατὰ δύναμιν ἀπομάσσεται αὐτὸν τὸν χαρακτῆρα τοῦ Σωκράτους, 〈ὡσ〉 εἶναι αὐτὸν προκοίλιον ἐξόφθαλμον φαλακρὸν καὶ τὰ τοιαῦτα, ὅσον δυνατόν ἐστι γράψαι καὶ ὁμοιῶσαι Σωκράτει· τὸ δὲ σύμβολον οὐχ οὕτως. ἐφ’ ἡμῖν γάρ ἐστι ποιῆσαι σύμβολον πολέμου, ὃ δ’ ἂν θέλωμεν, οἷον καὶ πυρὸς ῥῖψιν καὶ δόρατος ἀνάτασιν καὶ τὰ τοιαῦτα. τὸ δὲ ὁμοίωμα οὐκ ἔστιν ἐν τῷ ζωγράφῳ ἄλλως καὶ ἄλλως ποιῆσαι, ἀλλ’ ὡς ἔχει τὸ παράδειγμα. εἰκότως οὖν καὶ ἐπὶ μὲν τῶν νοημάτων ὁμοίωμα εἶπεν, διότι ἀδύνατόν ἐστιν ἄλλως καὶ ἄλλως νοῆσαι ἵππον, καὶ ἄλλως ἐκεῖνον· τὰ δὲ ὀνόματα, ἐπειδὴ ἐνδέχεται ἄλλως μὲν καὶ δι’ ἄλλου ὀνόματος σημαίνειν ἐμὲ τὸ πρᾶγμα, καὶ δι’ ἄλλου ὀνόματος ἐκεῖνον, εἰκότως εἶπεν σύμβολα. Ἔστι δὲ ὥσπερ ἐν τῇ ψυχῇ ὁτὲ μὲν νόημα ἄνευ τοῦ ἀληθεύειν ἢ ψεύδεσθα ι. ἐνταῦθα τὸ δεύτερον μέρος τοῦ προοιμίου, ἐν ᾧ, ὥσπερ εἴπομεν, ἀναλογίαν παραδίδωσι τῶν φωνῶν πρὸς τὰ νοήματα. ἔστι δὲ ἀναλογία ἡ τῶν λόγων ὁμοιότης, οἷον ὡς τόδε πρὸς τόδε, ὡς ἁπλοῦν νόημα πρὸς τὴν ἁπλῆν φωνήν. ὥσπερ γὰρ ἐν τῷ ἁπλῷ νοήματι οὐκ ἔστιν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, οὕτως καὶ ἐν τῇ ἁπλῇ φωνῇ· καὶ ὥσπερ ἐν τῷ συνθέτῳ νοήματι πάντως ἐστὶν τὸ ἀληθὲς ἢ τὸ ψεῦδος, οὕτως καὶ ἐν τῷ συνθέτῳ λόγῳ ἔστιν. ἐν τούτῳ καὶ αὕτη ἐστὶν ἡ ἀναλογία. Περὶ γὰρ σύνθεσιν καὶ διαίρεσίν ἐστιν τὸ ψεῦδός τε καὶ τὸ ἀληθέ ς. ἰστέον ὅτι σύνθεσιν καλεῖ τὴν κατάφασιν, διότι συντίθεται τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ, διαίρεσιν δὲ τὴν ἀπόφασιν, διότι διαιρεῖται τὸ κατηγορούμενον διὰ τῆς οὔ ἀρνήσεως ἐκ τοῦ ὑποκειμένου. Οἷον τὸ ἄνθρωπος ἢ τὸ λευκό ν. ἰστέον ὅτι τὸ λευκὸν ὄνομά ἐστιν καὶ πτωτικὸν ὄνομα καὶ ὅμως ἀντὶ ῥήματος αὐτὸ ἔλαβεν. εἴπομεν γὰρ ὅτι ἡνίκα τάξιν ἐπέχει κατηγορουμένου, κἂν ὄνομα ᾖ κἂν ῥῆμα, ῥῆμα λέγεται. Ἢ ἁπλῶς ἢ κατὰ χρόνο ν . ἁπλῶς λέγει τὸν ἐνεστῶτα χρόνον, κατὰ χρόνον δὲ τὸν πέριξ τοῦ ἐνεστῶτος χρόνον, οἷον τὸν παρελθόντα καὶ τὸν μέλλοντα. ταῦτα ἔχει ἡ πρᾶξις. Πρᾶξις β . Περὶ ὀνόματο ς . Ὄνομα μὲν οὖν ἐστιν φωνὴ σημαντικὴ κατὰ συνθήκην ἄνευ χρόνο υ , ἧς μηδὲν μέρος ἐστὶν σημαντικὸν κεχωρισμένο ν. Διὰ τί μὲν προέταξεν τὸ ὄνομα τοῦ ῥήματος, ἤδη φθάσαντες τὴν αἰτίαν ἀποδεδώκαμεν. ὁρίζεται δὲ τὸ ὄνομα, ἤγουν ὑπογράφει, τοῦτον τὸν τρόπον· ὄνομά ἐστι φωνὴ σημαντικὴ κατὰ συνθήκην ἄνευ χρόνο υ , ἧς μηδὲν μέρος ἐστὶν σημαντικὸν κεχωρισμένο ν· οἷον φέρε εἰπεῖν Σωκράτης φωνή ἐστιν καὶ σημαντικὴ καὶ κατὰ συνθήκην, τοῦτ’ ἔστιν θέσει, καὶ ἄνευ χρόνου (οὐ γὰρ σημαίνει χρόνον), καὶ τῶν μερῶν αὐτοῦ τι κεχωρισμένον, οἷον ἡ σω συλλαβὴ ἢ ἡ κρα οὐδὲν σημαίνει.
in Int.7 ἐξηγησώμεθα λοιπὸν ἑκάστου τοῦ ὁρισμοῦ λέξιν. φωνὴν τοίνυν εἶπεν ἀντὶ γένους. οὐ γάρ ἐστιν κυρίως γένος ἡ φωνὴ [ἡ] τοῦ ὀνόματος, διότι τὸ μὲν ὄνομα θέσει, ἡ δὲ φωνὴ φύσει· ἀδύνατον δὲ ἐπὶ τῶν γενῶν καὶ τῶν εἰδῶν εἶναι τὸ μὲν ἐξ αὐτῶν φύσει, τὸ δὲ θέσει. ἀλλὰ τὴν φωνὴν ὡς ὕλην ἔλαβεν ἀναλογοῦσαν τῷ γένει· ὡς γὰρ πολλάκις μεμαθήκαμεν, τῷ μὲν γένει ἀναλογεῖ ἡ ὕλη, ταῖς δὲ συστατικαῖς διαφοραῖς τὸ σχῆμα τὸ τοιόνδε ἤτοι τὸ εἶδος. ὥσπερ οὖν φαμεν ὅτι θεωρίς ἐστιν ξύλον τοιῶσδε κατεσκευασμένον, ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους ποιούμενοι τὴν ὑπογραφήν, ἐνταῦθα τὴν φωνὴν ὕλην οὖσαν τοῦ ὀνόματος ὡς γένος ἔλαβεν, τὸ δὲ σημαντικὴ καὶ τὰ λοιπὰ ὡς συστατικὰς διαφορὰς διακρινούσας τὴν τοιάνδε φωνὴν ἀπὸ τῶν ἀσήμων φωνῶν, τῶν τε ἀνάρθρων καὶ ἐνάρθρων, ἀνάρθρων τε σημαντικῶν, ὡς τῶν ἁπλῶς ψόφων καὶ τῆς ὑλακῆς τοῦ κυνός, ἐνάρθρων δὲ ὡς τὸ τραγέλαφος καὶ βλίτυρι καὶ τὰ τοιαῦτα. κατὰ συνθήκην δὲ εἶπεν ἀντὶ τοῦ θέσει· συνέθεντο γὰρ οἱ μὲν Αἰγύπτιοι τοῖσδε τοῖς ὀνόμασι καλεῖσθαι τὰ πράγματα. Ἕλληνες δὲ τοῖσδε, ὡσαύτως ἄλλοι ἄλλως. εἴρηται δὲ πρὸς ἀντιδιαστολὴν τῶν ἄλλων ζῴων [ὡς] τῆς τοῦ κυνὸς ὑλακῆς· καὶ γὰρ ἡ τοῦ κυνὸς ὑλακὴ φωνή ἐστι καὶ σημαντική (δηλοῖ γὰρ ἢ φίλων ἢ ξένων παρουσίαν), ἀλλ’ οὐ κατὰ συνθήκην· ἀλλ’ οὐ συνέθεντο οἱ κύνες ὅτι ‘τῇ παρουσίᾳ τοῦ ξένου ὑλακτήσωμεν‘. τὸ δὲ ἄνευ χρόνου εἶπεν διὰ τὰ ῥήματα· ὁ γὰρ ἄνθρωπος χρόνον οὐ σημαίνει. ἀλλ’ ἀποροῦσί τινες καὶ τί λέγομεν περὶ τῶν χρονικῶν ὀνομάτων, οἷον τὸ χθεσινός, σημερινός, ἑσπερινός, περυσινός· αὐτόθεν γὰρ χρόνον σημαίνουσι. πῶς οὖν εἶπεν ἄνευ χρόνου εἶναι τὰ ὀνόματα; πρὸς τοῦτο λέγομεν, ὅ φησιν ὁ φιλόσοφος Πορφύριος, ὅτι ἄνευ χρόνου ληπτέον ἐνταῦθα τὸ μὴ προσσημαῖνον χρόνον. τὰ γὰρ ῥήματα οὐ σημαίνουσι χρόνον ἀλλὰ προσσημαίνουσι. τὸ γὰρ τύπτειν καὶ τὸ τύπτεσθαι πρὸς τῇ τοιᾷδε ἐνεργείᾳ καὶ τῷ τοιῷδε πάθει σημαίνει καὶ τὸν ἐνεστῶτα χρόνον· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων χρόνων τοῦ ῥήματος τοῦ τε μέλλοντος καὶ τοῦ παρῳχημένου. τὰ δὲ εἰρημένα χρονικὰ ὀνόματα οὐ προσσημαίνουσι μετὰ χρόνου τί ποτε, φημὶ δὴ ἐνέργειαν ἢ πάθος. Ἧς τῶν μερῶν οὐδέν ἐστι σημαντικὸν κεχωρισμένο ν. καλῶς τοῦτο εἶπεν· οὐδὲ γὰρ ἐὰν ἐκ τοῦ ἄνθρωπος ὀνόματος ἡ αν χωρισθῇ, σημαίνει τί ποτε ὡς μέρος οὖσα τοῦ ἀνθρώπου.
in Int.8 εἴρηται δὲ τοῦτο πρὸς ἀντιδιαστολὴν τῶν λόγων τῶν μὴ ἐχόντων ῥήματα, οἷον ὦ μάκαρ Ἀτρείδη, μοιραγενές, ὀλβιόδαιμον καὶ αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον 〈καὶ〉 ναὶ μὰ τόδε σκῆπτρον. ἐνταῦθα γὰρ τὰ μὲν ἄλλα τὰ αὐτά· καὶ φωνὴ γάρ ἐστιν καὶ σημαντικὴ καὶ κατὰ συνθήκην καὶ ἄνευ χρόνου· ἀλλὰ τὸ μέρος χωρισθὲν σημαίνει τι, ἢ ποιότητα ἢ ὕπαρξιν ἢ ἕτερόν τι τοιοῦτον. πρὸς ἀντιδιαστολὴν οὖν τῶν τοιούτων λόγων εἶπεν ‘ἧς τῶν μερῶν τι κεχωρισμένον οὐδὲν σημαίνει‘. ὡρισμένην δὲ φύσιν εἰσάγουσα εἶπεν διὰ τὸ οὐκ ἄνθρωπος. τοῦτο γὰρ τὰ μὲν ἄλλα πάντα τὰ αὐτὰ ἔχει· ἐπειδὴ δὲ ὡρισμένην τινὰ οὐκ εἰσάγει οὐσίαν, διὰ τοῦτο οὐκ ἔστιν ὄνομα· ἓν μὲν γὰρ ἀναιρεῖ, ἄλλα δὲ πολλά, μᾶλλον δὲ ἄπειρα καὶ ἀόριστα εἰσάγει. αὐτὸς δὲ ἐκ περιουσίας καὶ ἐκ τοῦ μᾶλλον κατεσκεύασεν ὅτι τὸ μέρος τοῦ ὀνόματος κεχωρισμένον οὐδέν ἐστι σημαντικόν. εἰ γὰρ ἐν τοῖς συνθέτοις ὀνόμασιν, οἷον φέρε εἰπεῖν ἐν τῷ Κάλλιππος καὶ ἐν τῷ ἐπακτροκέλης, ἔνθα παρέχουσιν ὑπόνοιαν καὶ φαντασίαν τὰ μέρη χωριζόμενα ἄλλο τι οἷον ἐν τῷ Κάλλιππος τὸ ἵππος χωρισθὲν σημαίνειν τὸ ἄλογον καὶ χρεμετιστικὸν ζῷον, καὶ ἐν τῷ ἐπακτροκέλης τὸ κέλης σημαίνειν τὸν μονόζυγα ἵππον (ἐπακτροκέλης δέ ἐστιν εἶδος λῃστρικοῦ πλοίου· μέμνηται Αἰσχίνης λέγων “εἰς τὸν ἐπακτροκέλητα ἐμβιβάζει”), εἰ οὖν τούτοις συνθέτοις ὀνόμασι τὸ μέρος χωρισθὲν οὐδὲν σημαίνει, πολλῷ πρότερον οὐδὲ ἐν τοῖς ἁπλοῖς ὀνόμασιν. ὥσπερ γὰρ ἐν τῇ συνθέσει τὸ ἵππος οὐδὲν ἐσήμανεν, οὕτως ἀποσπασθὲν τῆς οἰκείας ὁλότητος, εἰ καὶ φαντασίαν παρέχει, ὅμως οὐδὲν σημαίνει ὡς μέρος ἐκείνου λεχθέν. καὶ ἐν τούτοις μέν ἐστι ἡ ὑπογραφὴ τοῦ ὀνόματος· τῶν δὲ ζητουμένων πρὸς τούτοις τὰ μὲν ἐν τῇ λέξει, τὰ δὲ ἐν ἑτέρᾳ θεωρίᾳ σὺν θεῷ μαθησόμεθα. Ὄνομα μὲν οὖν ἐστ ι. ζητοῦσι διὰ τί ἐν ταῖς Κατηγορίαις διαλεχθεὶς περὶ τῶν ἁπλῶν φωνῶν πάλιν ἐνταῦθα διαλέγεται περὶ αὐτῶν· τὰ γὰρ ὀνόματα καὶ τὰ ῥήματα ἁπλαῖ φωναί. λέγομεν οὖν ὅτι ἁπλῆ φωνὴ ὄνομα ῥῆμα φάσις ὅρος ταῦτα τὰ πέντε κατὰ μὲν τὸ ὑποκείμενον οὐδὲν διαφέρουσι, μόνον δὲ κατὰ τὴν σχέσιν αὐτῶν ἐστιν ἡ διαφορά· οἷον ἄνθρωπος ὡς μὲν ἁπλῶς σημαντικόν τινος λέγεται ἁπλῆ φωνή, ὡς δὲ ὑποκείμενον λέγεται ὄνομα, ὡς δὲ κατηγορούμενον λέγεται ῥῆμα, ὡς δὲ μέρος προτάσεως φάσις, ὡς δὲ μέρος συλλογισμοῦ ὅρος.
in Int.9 διελέχθη τοίνυν ἐν ταῖς Κατηγορίαις μόνον ὡς περὶ ἁπλῶν φωνῶν σημαντικῶν ἁπλῶν πραγμάτων, μηδὲν πολυπραγμονῶν, εἴτε ὄνομά ἐστιν ἢ ῥῆμα ἢ φάσις εἴτε ὅρος, ἀλλὰ μόνον σημαντικὴ φωνή· ἐνταῦθα δὲ περὶ τούτων διαλέγεται ὡς μερῶν προτάσεων καὶ ὡς περὶ κατηγορουμένων καὶ ὑποκειμένων, ἐν δὲ τοῖς Ἀναλυτικοῖς ὡς περὶ μερῶν συλλογισμοῦ. Τὸ δὲ κατὰ συνθήκη ν , ὅτι φύσει τῶν ὀνομάτων οὐδέν ἐστ ι. ζητήσειέ τις πῶς εἶπεν Ἀριστοτέλης ἐνταῦθα φύσει τῶν ὀνομάτων οὐδέν ἐστι ν· ὁ Πλάτων φαίνεται ἐν τῷ Κρατύλῳ λέγων φύσει τὰ ὀνόματα. ἰστέον τοίνυν ὅτι διττὸν τὸ φύσει, διττὸν καὶ τὸ θέσει. λέγεται μὲν γὰρ φύσει καὶ τὸ ἀπὸ τῆς φύσεως προαχθέν, ὡς λέγομεν ἀποτέλεσμα τῆς φύσεως εἶναι τὸν ὀφθαλμὸν ἢ ῥῖνα ἢ οὖς ἢ πόδα· λέγεται δὲ πάλιν φύσει καὶ τὸ ἁρμοδίως κείμενον, οἷον ὅταν λέγωμεν φέρε εἰπεῖν ἵππον παρὰ τὸ ἰέναι τοῖς ποσὶν καὶ ἄνθρωπον παρὰ τὸ ἄνω τὴν ὦπα, τοῦτ’ ἔστιν τοὺς ὀφθαλμοὺς ἄνω δύνασθαι θεωρεῖν· καὶ Ἀρχέλαον τὸν ἕξιν ἀρχικὴν ἔχοντα, ὁμοίως καὶ Βασιλικὸν ἢ Βασίλειον τὸν δυνάμενον βασιλεύειν. οὕτως μὲν οὖν ἐστιν τὸ φύσει διττόν, ἢ τὸ γενόμενον ἐκ τῆς φύσεως ἢ τὸ ἁρμοδίως κείμενον ἐπὶ τῶν εἰρημένων παραδειγμάτων *** ὅπερ οὐδὲν διαφέρει τοῦ δευτέρου σημαινομένου τοῦ φύσει, ἢ τὸ ἁπλῶς καὶ ὡς ἔτυχεν κείμενον. ὁ μὲν οὖν Κράτυλος φύσει ἔλεγεν τὰ ὀνόματα κατὰ τὸ πρῶτον σημαινόμενον, ὁ δὲ Διόδωρος φύσει μὲν οὐκ ἔλεγεν ἀλλὰ θέσει, καὶ τοῦτο κατὰ τὸ δεύτερον σημαινόμενον τὸ ἁπλῶς καὶ ὡς ἔτυχεν. ὅθεν καὶ τοὺς ἰδίους παῖδας τοῖς τῶν συνδέσμων ὀνόμασιν ἐκάλει, Μὲν καὶ Δὲ προσαγορεύων αὐτούς. δῆλον δὲ ὅτι θάτερος αὐτῶν οὐ καλῶς λέγει. ὁ δὲ Σωκράτης διαιτῶν τῷ λόγῳ ἔλεγεν φύσει εἶναι τὰ ὀνόματα, οὔτε κατὰ τὸ α σημαινόμενον τοῦ φύσει οὔτε κατὰ τὸ β τοῦ θέσει *** ὅπερ ταὐτόν ἐστιν τῷ α σημαινομένῳ τοῦ θέσει. ὅπερ ἀδύνατον εἶναι τὰ ὀνόματα δῆλον ἔκ τε τῆς ὁμωνυμίας καὶ τῆς μεταθέσεως τῶν κυρίων ὀνομάτων καὶ ἐκ τῆς πολυωνυμίας καὶ ἐκ τῶν διαλέκτων καὶ ἐκ τῶν ἐκ γενετῆς κωφῶν. εἰ γὰρ ἦν φύσει τὰ ὀνόματα, οὐκ ἔδει τὰ κύρια ὀνόματα μετατίθεσθαι, οἷον οὐκ ἔδει τὸν Πάριν μετακληθῆναι Ἀλέξανδρον ἢ τὸν Πύρρον Νεοπτόλεμον ἢ τὸν Ἀριστοκλέα Πλάτωνα· πάλαι γὰρ ὁ Πλάτων Ἀριστοκλῆς ὠνομάζετο. ἀλλὰ μὴν οὐδὲ πολυώνυμον τὸ αὐτὸ δέον ἦν εἶναι, οἷον μάχαιρα σπάθη ξίφος ἄορ ἐπὶ ἑνὸς κεῖνται πράγματος. τί δὲ θέλουσι καὶ τὰ ὁμώνυμα εἶναι φύσει τῶν ὀνομάτων κειμένων; 〈καὶ〉 αἱ διάλεκτοι δὲ δηλοῦσι μὴ ὄντα φύσει τὰ ὀνόματα· τὸ γὰρ αὐτὸ πρᾶγμα ἄλλως καὶ ἄλλως ὀνομαζόμενον ἴσμεν παρὰ τὴν ἰδιότητα τῶν διαλέκτων· ‘ἄλλη γὰρ ἄλλων γλῶσσα‘ φησὶν ὁ ποιητής.
in Int.10 πρὸς τούτοις δὲ καὶ οἱ ἐκ γενετῆς κωφοὶ τοιοῦτο διελέγχουσι *** τὴν ἁπλῶς καὶ φύσει φωνήν, οὕτως καὶ τὰ ὀνόματα καὶ τὰ ῥήματα. ἐκ τούτων οὖν πάντων δῆλον γέγονεν ὅτι οὐκ εἰσὶ φύσει τὰ ὀνόματα [ἔδει καὶ τοῖς ἐκ γενετῆς κωφοῖς ὡς ἔχουσι τὴν ἁπλῶς καὶ φύσει φωνήν, οὕτως καὶ τὰ ὀνόματα καὶ τὰ ῥήματα] κατὰ τὸ α σημαινόμενον τοῦ φύσει. ἀλλὰ μὴν οὐδὲ κατὰ τὸ δεύτερον σημαινόμενον τοῦ θέσει δυνατὸν ταῦτα εἶναι, τοῦτ’ ἔστιν ἁπλῶς καὶ ὡς ἔτυχεν. καὶ τοῦτο δῆλόν ἐστιν ἐκ τῶν ὀνοματοθετῶν. εἰ γὰρ μάτην τεθείκασιν οἱ ὀνοματοθέται τὰ ὀνόματα, ἀλλ’ οὖν πάντως κατά τινα λόγον καὶ ἁρμονίαν. διὰ τί φέρε εἰπεῖν τὸν ἄνθρωπον ἐκάλεσαν ἄνθρωπον καὶ μὴ κάμηλον, καὶ τὴν κάμηλον [κάμηλον καὶ μὴ] ἄνθρωπον; πάντως οὖν τινες αἰτίαι εἰσὶν δι’ ἃς οὕτως τοῖς ὀνόμασιν οἱ ὀνοματοθέται ἐχρήσαντο, εἰ καὶ ἡμεῖς τὰς πάντων ἐτυμολογίας οὐκ ἐπιστάμεθα. Οὐδὲ γὰρ λόγος οὐδὲ ἀπόφασίς ἐστ ι. φησὶν ὅτι οὐκ ἔστιν οὐδὲ ἀπόφασις οὐδὲ λόγος τὸ οὐκ ἄνθρωπος. καὶ λόγος μὲν οὐκ ἔστιν, ἐπειδὴ τὸ ἐλάχιστον ὁ λόγος ἀπὸ δύο λέξεων σύγκειται. ἀλλὰ μὴν οὐδὲ ἀπόφασις, ἐπειδὴ πᾶσα ἀπόφασις ἢ κατάφασις πάντως ἢ ἀλήθειαν σημαίνει ἢ ψεῦδος· τοῦτο δὲ οὐδὲν τούτων σημαίνει. ἐν οἷς ἡ πρᾶξις. Πρᾶξις σὺν θεῷ γ . Τὸ δὲ Φίλωνος ἢ Φίλωνι καὶ ὅσα τοιαῦτ α , οὐκ ὀνόματα ἀλλὰ πτώσεις ὀνόματο ς. Εἴωθεν ζητεῖσθαι τοῖς ἐξηγηταῖς ἐνταῦθα περὶ τῶν καλουμένων παρὰ τοῖς γραμματικοῖς πτώσεων, πότερον δ εἰσὶν ἢ πέντε. καὶ οἱ μὲν ἀπὸ τῆς Στοᾶς καὶ πάντες σχεδὸν οἱ μετιόντες τὴν γραμματικὴν τέχνην ε δοξάζουσιν εἶναι τὰς πτώσεις, καὶ ἄρα καὶ τὴν καλουμένην εὐθεῖαν πτῶσιν ὀνομάζουσιν. εἰ δέ τις αὐτοὺς ἔροιτο καὶ πῶς ἡ εὐθεῖα λέγεται πτῶσις, ἀποκρίνονται λέγοντες ὅτι εὐθεῖα μὲν διὰ τοῦτο, διότι τὸν λόγον εὐθὺν καὶ ὀρθὸν ἀποτελεῖ οἷον ‘Σωκράτης βαδίζει‘, πτῶσις δὲ διότι πέπτωκεν ἀπὸ τοῦ νοήματος. ὅπερ συμβέβηκεν ἐπὶ τοῦ γραφείου τοῦ πεπτωκότος ἀπὸ τῆς χειρὸς καὶ σταθέντος ὀρθῶς· καὶ γὰρ πεπτωκέναι λέγεται καὶ ὀρθῶς ἵστασθαι. ἀλλὰ πρὸς τοῦτο λέγουσιν οἱ ἐκ τοῦ Περιπάτου ὅτι ‘τούτῳ τῷ λόγῳ οὐ μόνον τὰ ὀνόματα πεπτώκασιν ἐκ τοῦ ἁπλῶς νοήματος, ἀλλὰ καὶ τὰ ῥήματα καὶ πάντα τὰ μέρη τοῦ λόγου· ἔσονται οὖν πάντα τὰ μέρη τοῦ λόγου πτώσεις, ὅπερ καὶ γελοῖόν ἐστιν καὶ ταῖς ὑμετέραις μαχόμενον ὑποθέσεσιν‘. οὐκοῦν εἰ τοῦτο ἄτοπον, αἱρετέον τὴν δόξαν τῶν Περιπατητικῶν ὅτι τέσσαρές εἰσιν πτώσεις, ἡ δὲ εὐθεῖα καλείσθω ὄνομα.
in Int.11 φησὶ τοίνυν Ἀριστοτέλης ὅτι τὰ τοιαῦτα διαφέρουσι τοῦ ὀνόματος κατὰ τοῦτο, διότι τὸ μὲν ὄνομα μετὰ τοῦ ἦν ἢ ἔστιν ἢ ἔσται συνταττόμενον πάντως ἀληθεύει ἢ ψεύδεται, ταῦτα δὲ οὔ. τὸ δὲ ἔστιν καὶ ἦν καὶ ἔσται, ὡς ἐπεσημάνατο ὁ φιλόσοφος Πορφύριος, ἐπὶ αὐτῶν μόνων τῶν ὑπαρκτικῶν ῥημάτων εἴρηται καὶ οὐκέτι ἐπὶ τῶν ἄλλων ῥημάτων. τὰ μὲν γὰρ ἄλλα ῥήματα ταῖς πτώσεσι συνταττόμενα ἀσύντακτα αὐτόθεν γίνονται· ‘Σωκράτους γὰρ περιπατεῖ‘ οὐδεὶς λέγει. ὅθεν ἱστορεῖ ἐνταῦθα καὶ τὴν διάταξιν τῶν Στωϊκῶν, ὅτι τὸ κατηγορούμενόν τινος ἢ ὀνόματος κατηγορεῖται ἤγουν εὐθείας ἢ πτώσεως. καὶ εἰ μὲν ὀνόματος, ἢ αὐτοτελῆ τὸν λόγον ἀπεργάζεται ἢ οὐκ αὐτοτελῆ. καὶ εἰ μὲν αὐτοτελῆ τὸν λόγον ἀπεργάζεται, καλοῦσιν αὐτὸν κατηγόρημα ἢ σύμβαμα. ταὐτὸν γὰρ καλεῖται παρ’ αὐτοῖς καὶ δῆλον τὸ αἴτιον· κατηγόρημα γὰρ λέγουσιν, διότι κατὰ τοῦ ὑποκειμένου ἀγορεύεται ἤτοι λέγεται καὶ κατηγορεῖται, σύμβαμα δὲ διότι συνέβη τὸ βαδίζειν τῷ Σωκράτει. εἰ δὲ οὐκ αὐτοτελῆ τὸν λόγον ἀπεργάζεται, καλεῖται παρακατηγόρημα ἢ παρασύμβαμα, ὡς ‘Σωκράτης φιλεῖ‘· λείπει γὰρ τινά. εἰ δὲ πάλιν πτώσεως κατηγορεῖται, ἢ αὐτοτελῆ τὸν λόγον ἀπεργάζεται *** ἔλαττον ἢ κατηγόρημα ὡς ‘τῷ Σωκράτει μεταμέλει‘· ἢ 〈οὐκ〉 αὐτοτελῆ τὸν λόγον ἀπεργάζεται, καὶ καλοῦσιν αὐτὸ ἔλαττον ἢ παρακατηγόρημα ἢ ἔλαττον ἢ παρασύμβαμα, ὡς ‘Σωκράτει μέλει‘· λείπει γὰρ τινός, οἷον Ἀλκιβιάδου ἤ τινος ἄλλου. ἔστιν τοίνυν ὁ λόγος τούτων τῶν πτώσεων τὰ μὲν ἄλλα κατὰ ταὐτ ά, μετὰ μέντοι τοῦ ἔστιν ἢ ἔσται ἢ ἦν οὔτε ἀληθεύουσιν οὔτε ψεύδονται. ἀλλ’ ἀποροῦσί τινες, διὰ τί μὴ ἐξ ἀρχῆς ὅλον τὸν ὁρισμὸν ἀποδέδωκεν, ἀλλ’ ὕστερον προσέθηκεν τὸ οὐκ ἄνθρωπος ἤγουν τὸ ἀόριστον ὄνομα καὶ τὰς πτώσεις. λέγομεν τοίνυν, εἰ τὸ ὄνομα πολλὰ σημαίνει παρὰ Ἀριστοτέλει (δηλοῖ γὰρ καὶ τὴν εὐθεῖαν καὶ τὰς πτώσεις καὶ τὸ ἀόριστον ὄνομα καὶ τὸ ῥῆμα καὶ τὸ ὑποκείμενον) ἐν τῷ οὖν εἰπεῖν ‘φωνὴ σημαντικὴ κατὰ συνθήκην‘ τὰ ε ταῦτα ἐδήλωσεν, ἐν δὲ τῷ προσθεῖναι ‘καὶ χρόνον μὴ προσσημαίνουσα‘ ἐξέβαλεν τὰ ῥήματα, μεμενήκασι δὲ τὰ λοιπά, τοῦτ’ ἔστι τὰ ἀόριστα ὀνόματα καὶ αἱ πτώσεις. πάλιν διὰ τὸ εἰπεῖν ‘ὡρισμένην φύσιν εἰσάγουσα‘ ἐξέβαλεν μόνον τὰ ἀόριστα ὀνόματα· εἶτα τελευταῖον εἰπὼν ‘καὶ μετὰ τοῦ ἦν ἢ ἔστιν ἢ ἔσται ἀληθεύουσα ἢ ψευδομένη‘ τὰς πτώσεις ἀπώσατο. ὡς εἶναι ὅλον τὸν ὁρισμὸν τοῦ ὀνόματος οὕτως ‘φωνὴ σημαντικὴ κατὰ συνθήκην 〈χρόνον μὴ〉 προσσημαίνουσα, ἧς τῶν μερῶν οὐδέν ἐστι σημαντικὸν κεχωρισμένον, ὡρισμένην φύσιν εἰσάγουσα, μετὰ τοῦ ἦν ἢ ἔστιν ἢ ἔσται ἀληθεύουσα ἢ ψευδομένη‘.
in Int.12 πρὸς ὅν φησιν ὁ Γαληνὸς ὅτι οὐκ ἔστιν ὁρισμὸς αὐτὸς ἀλλὰ λόγος. ὅθεν αὐτὸς ὁρίζεται τὸ ὄνομα οὕτως ‘φωνὴ σημαντικὴ κατὰ συνθήκην ἁπλοῦ νοήματος.‘ οὗτος δὲ ὁ ὁρισμὸς οὐ μόνον ἐπὶ ὀνόματος ἁρμόζει, ἀλλὰ καὶ ἐπὶ λόγου καὶ ἐπὶ ἄλλων μερῶν τοῦ λόγου· ὥστε οὐ μέμψις Ἀριστοτέλει διὰ τὴν ἀνάγκην τοῦ πράγματος ὁρισμὸν τοῦ ὀνόματος διὰ πολλῶν λέξεων δηλώσαντι. ἐν οἷς ἐστιν ὁ περὶ τοῦ ὀνόματος λόγος. Τὸ δὲ Φίλωνος ἢ Φίλωνι καὶ ὅσα ἄλλα τοιαῦτ α , οὐκ ὀνόματα ἀλλὰ πτώσεις ὀνόματο ς. πτώσεις καλοῦσιν οἱ φιλόσοφοι πάσας τὰς παραγωγὰς καὶ τοὺς σχηματισμοὺς καὶ τοὺς συσχηματισμούς, καὶ οὐ μόνον τὰς παραγωγὰς 〈τὰσ〉 γραμματικοῖς καλουμένας πλαγίους· τὸ γὰρ δίκαιον καὶ τὸ δικαίως καὶ τὸ δικαιότατον καὶ τὸ δικαιότερον [καὶ τὸ δίκαιος] καὶ πάντα τὰ τοιαῦτα παρὰ φιλοσόφοις πτώσεις εἰσίν. Λόγος δέ ἐστιν αὐτοῦ τὰ μὲν ἄλλα κατὰ ταὐτ ά. τοῦτο εἴληπται αὐτῷ ἀπὸ Ἀττικῆς συνηθείας. ἔθος γὰρ ἦν παρὰ αὐτοῖς, ἡνίκα εἰσέφερέν τις ψήφισμα περιέχον τινὰ 〈τῶν〉 ἐν τῷ α ψηφίσματι, λέγειν ἐν τῷ β ψηφίσματι ‘τὰ μὲν ἄλλα τὰ αὐτά, προστίθημι δὲ δεῖν στεφανοῦν ἐν θεάτρῳ τὸν Δημοσθένην‘, εἰ ἔτυχεν αὐτὸν ὑπὲρ Δημοσθένους εἰσαγαγεῖν ψήφισμα. τοῦτο δὲ ἐποίουν διὰ τὸ λέγειν αὐτοὺς ἐπὶ μεμετρημένῳ ὕδατι καὶ ῥέοντι. οὕτως οὖν καὶ ἐνταῦθα Ἀριστοτέλης ἐποίησεν εἰπὼν ‘ὁ μὲν λόγος τῆς πτώσεως ἤτοι ὁρισμὸς κατὰ μὲν τὰ ἄλλα τὰ αὐτὰ ἔχει· δεῖ δὲ προσθεῖναι ὅτι συνταττόμεναι αἱ πτώσεις μετὰ τοῦ ἦν ἢ ἔστιν ἢ ἔσται οὔτε ἀληθεύουσιν οὔτε ψεύδονται‘. ταῦτα ἔχει ἡ πρᾶξις. Πρᾶξις σὺν θεῷ δ . Περὶ ῥήματο ς . Ῥῆμα δέ ἐστι τὸ προσσημαῖνον χρόνο ν , οὗ μέρος οὐδὲν σημαίνει χωρί ς , καὶ ἔστιν ἀεὶ τῶν κα θ ’ ἑτέρου λεγομένων σημεῖο ν . Ἡ μὲν ἔννοια τοῦ ὁρισμοῦ τοῦ ῥήματος παραπλήσιον ἔχει τῇ ἐννοίᾳ τοῦ ὁρισμοῦ τοῦ ὀνόματος. ἔστιν γὰρ τοῦ ῥήματος ὁ ὁρισμὸς τοιοῦτος ‘φωνὴ σημαντικὴ κατὰ συνθήκην, χρόνον προσσημαίνουσα, ἧς τῶν μερῶν οὐδέν ἐστι σημαντικὸν κεχωρισμένον, ὡρισμένην φύσιν εἰσάγουσα.‘ αὐτὸς δὲ ἅτε συντομίας ὢν ἐραστὴς τὰ μὲν κοινὰ παρείασεν, ὅσα ὑπῆρχεν τῷ ὀνόματι καὶ τῷ ῥήματι καὶ μόνον ἐκεῖνο προσέθηκεν καθ’ ὃ διαφέρει τὸ ὄνομα τοῦ ῥήματος, τοῦτ’ ἔστι τὸ προσσημαῖνον χρόνο ν. τί δέ ἐστι τὸ προσσημαῖνον χρόνον, ἤδη σεσαφήνισται ἐν τῇ ἐξηγήσει τοῦ ὁρισμοῦ τοῦ ὀνόματος.
in Int.13 ἀλλ’ εἰ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, διὰ τί προσέθηκεν καὶ ἕτερον κοινόν, τοῦτο δέ ἐστι ‘οὗ τὸ μέρος κεχωρισμένον οὐδενός ἐστι σημαντικόν‘; οἷον 〈τοῦ〉 τύπτω ἐὰν χωρισθῇ μία συλλαβή, οὐδὲν σημαίνει ὡς μέρος αὐτοῦ· οὐ μόνον δὲ τοῦτο ἐπὶ τῶν ἁπλῶν ῥημάτων, ἀλλὰ καὶ ἐπὶ τῶν συνθέτων ὡς τὸ καταγράφω. λέγομεν ἐκεῖνο, ὅπερ εἶπεν ὁ Πορφύριος, ὅτι τοῦτο προσέθηκεν διὰ τοὺς λόγους τοὺς ἀπὸ τῶν ῥημάτων συγκειμένους. τὰ μὲν γὰρ ἄλλα τὰ αὐτὰ ἔχουσι· καὶ φωνὴ γάρ εἰσιν καὶ κατὰ συνθήκην καὶ χρόνον προσσημαίνουσιν· ἀλλὰ τὸ μέρος αὐτῶν κεχωρισμένον σημαίνει τι, οἷον ‘τὸ φιλοσοφεῖν εὐδαιμονεῖν ἐστιν‘. χωρισθὲν γὰρ καὶ τὸ ‘φιλοσοφεῖν‘ καὶ τὸ ‘εὐδαιμονεῖν‘ καὶ τὸ ‘ἔστι‘ σημαίνει τι καθ’ αὑτό, οἷον ἢ ἐνέργειαν ἢ πάθος. ἐπὶ δὲ τοῦ ῥήματος οὐ τοῦτο. εἶτα προστίθησι καὶ τὰ παρεπόμενα τῷ ῥήματι, ὅτι τὸ ῥῆμα σύμβολόν ἐστιν καὶ σημαντικὸν τῶν καθ’ ἑτέρου λεγομένων 〈οἷον〉 ἐνεργείας καὶ πάθους· τύπτω μὲν γὰρ ἐνέργειαν σημαίνει, τύπτομαι δὲ πάθος· καὶ ὅτι ἀεὶ καθ’ ἑτέρου λέγονται, ἢ καθ’ ὑποκειμένου, ἡνίκα συνωνύμως κατηγορεῖται, ὡς ‘τὸ βαδίζειν κινεῖσθαί ἐστιν‘ ἢ ‘τὸ φιλοσοφεῖν εὐδαιμονεῖν ἐστιν‘, ἢ ὡς ἐν ὑποκειμένῳ, ὡς ‘Σωκράτης ὑγιαίνει‘. πρὸς τούτοις καὶ τίθησι καὶ ἕτερά τινα, ἅπερ δοκοῦσιν εἶναι ῥήματα, οὐκ εἰσὶν δέ, ὥσπερ τὰ ἀόριστα, οἷον τὸ οὐχ ὑγιαίνει οὐδὲ βαδίζει. καὶ τὴν αἰτίαν ἐπιφέρει, διὰ τί οὐ καλεῖ τὰ αὐτὰ ῥήματα, φάσκων ὅτι ὁμοίως καὶ ἐπὶ τῶν μὴ ὄντων ἁρμόζει, οἷον τραγέλαφος οὐχ ὑγιαίνει, Σωκράτης ** ἐκβάλλει δὲ καὶ τὰς πτώσεις. πτώσεις δὲ καλεῖ τὰ ῥήματα τὰ σημαίνοντα τὸν πέριξ χρόνον. ἴσως δὲ καὶ ταῦτα τὰ ῥήματα διὰ τὴν ἀοριστίαν οὐκ ἠξίωσεν ῥήματα καλέσαι, ἐπειδὴ 〈μετὰ〉 τάδε φησὶν ὅτι καὶ τὰ ῥήματα σημαντικά εἰσιν· ὀνόματα γάρ εἰσιν, τὰ δὲ ὀνόματα ἐδείχθη σημαντικά. τεκμήριον δὲ μέγιστον τοῦ εἶναι ταῦτα σημαντικά φησιν ὅτι ἔχοντά τινος ἔννοιαν πεπλασμένην (οἷον ἄρα γε τί ποιεῖ Σωκράτης, καὶ ἀκούσει τινὸς ὅτι ἢ ἐξηγεῖται ἢ καθέζεται ἢ βαδίζει) ἔστησεν τὴν σεσαλευμένην καὶ πεπλανημένην διάνοιαν, καὶ αὐτὸς ὁ ἀκούσας ἠρέμησεν. εἰ γὰρ μὴ ἐσήμαινέν τι καὶ ἐδήλου τὸ ῥῆμα, οὐκ ἂν τοῦτο ἐγένετο. ὥστε σημαίνουσίν τι, ἀλήθειαν δὲ καὶ ψεῦδος (τοῦτ’ ἔστιν κατάφασιν καὶ ἀπόφασιν) οὐδέποτε, εἰ μὴ προσυπακουσθείη ἔξωθέν τι ἢ ἁπλῶς ὄνομα ἢ ῥῆμα. κατασκευάζει δὲ τοῦτο ἐκ τοῦ μᾶλλον· εἰ γὰρ τὰ ἀρχοειδέστερα ῥήματα 〈τὰ〉 ὑπαρκτικά, εἰς ἃ ἀναλύεται πᾶν ῥῆμα, οὐ σημαίνουσιν ἀλήθειαν ἡ ψεῦδος, οἷον τὸ ἦν ἢ ἔστιν ἢ ἔσται, καὶ αὐτὸ τὸ ὄν, ὅθεν παρηνέχθησαν τὰ ῥήματα, οὐκ ἔστιν ἀληθείας ἢ ψεύδους σημαντικόν, πολλῷ πρότερον τὰ ἄλλα ῥήματα. οἷον τὸ ὂν μυριάκις ἐὰν εἴποι τις καθ’ αὑτό, σημαίνει μέν τι οἷον τὸ ὑπάρχον, ἀλήθειαν δὲ ἢ ψεῦδος οὐδέποτε. πλὴν συσσημαίνει ἄλλοις τισὶ σύνθεσίν τινα καὶ πρότασιν, ἥντινα σύνθεσιν ἄνευ τῶν συντεθέντων οἷον τῶν εἰς τὴν σύνθεσιν συνελθόντων ἀδύνατον νοῆσαι.
in Int.14 πάλιν ὅπερ εἴπομεν ἐπὶ τοῦ ὁρισμοῦ τοῦ ὀνόματος, διὰ τί μὴ ἐξ ἀρχῆς ὅλον παραδέδωκεν τὸν ὁρισμὸν τοῦ ὀνόματος, οὕτως καὶ ἐνταῦθά φαμεν, διότι ὅλον ὡς ὅλον τὸν ὁρισμὸν τοῦ ῥήματος οὐ παραδέδωκεν, ὡς εἶναι ὅλον τοιοῦτον ‘ῥῆμά ἐστιν φωνὴ σημαντική, χρόνον προσσημαίνουσα, φύσιν ὡρισμένην εἰσάγουσα, μόνον τὸν ἐνεστῶτα χρόνον εἰσάγουσα‘, ἀλλ’ ὕστερον προσέθηκεν. λέγομεν ὅτι καὶ τὸ ῥῆμα πολλαχῶς λέγεται παρ’ αὐτῷ· καὶ γὰρ αὐτὸ τὸ προσσημαῖνον 〈χρόνον〉 καὶ τὸ κατηγορούμενον ἐν ταῖς προτάσεσιν καὶ αὖ καὶ αἱ πτώσεις καὶ τὰ ἀόριστα. ἐν τῷ εἰπεῖν οὖν ‘φωνὴ σημαντικὴ κατὰ συνθήκην‘ ἐσήμανεν καὶ τὸ ἐν ταῖς προτάσεσιν κατηγορούμενον, κἂν ὄνομά ἐστιν· ἐκεῖνο γὰρ χρόνον οὐ προσσημαίνει· ἐν δὲ τῷ εἰπεῖν ‘χρόνον προσσημαίνουσα‘ τοῦτο ἐξέβαλλεν. καὶ κατὰ τάξιν πάλιν ‘ὡρισμένην φύσιν εἰσάγουσα‘ ἐξέβαλεν τὰ ἀόριστα ῥήματα, ‘ἐνεστῶτα χρόνον εἰσάγουσα‘ ἐξέβαλεν τὰς τοῦ ῥήματος πτώσεις. ταῦτα ἔχει ὁ περὶ τοῦ ῥήματος λόγος καὶ ἡ παροῦσα θεωρία. Καὶ ἔστιν ἀεὶ τῶν κα θ ’ ἑτέρου λεγομένων σημεῖο ν. τὸ ἀεὶ καλῶς προσέθηκεν, διότι λέγεται μὲν κατά τινος καὶ τὸ ὄνομα, ἀλλ’ οὐκ ἀεί, οἷον Σωκράτης δίκαιος· ἐνταῦθα λέγεται μὲν κατά τινος οἷον τοῦ Σωκράτους, οὐκ ἀεὶ δέ, ἀλλ’ ἔστιν ὅτε καὶ ἕτερον αὐτοῦ κατηγορεῖται, ὥσπερ λέγομεν τὸ δίκαιον ὠφέλιμον. τί οὖν; οὐχ ὑπόκειταί ποτε τὸ ῥῆμα ἐν τῷ εἰπεῖν ὅτι τὸ τύπτω ῥῆμά ἐστι, τὸ ὑγιαίνειν διακεῖσθαί ἐστι, τὸ βαδίζειν κινεῖσθαί ἐστι; λέγομεν οὖν ὅτι ἐνταῦθα τὸ ῥῆμα ἀντὶ ὀνόματος κεῖται. τὰ γὰρ ῥήματα καὶ φύσιν ἰδικὴν ἔχουσιν καὶ σημαντικά τινῶν εἰσιν· σημαντικὰ μὲν ἐνεργείας καὶ πάθους, ὡς εἴρηται, ἰδικὴν δὲ φύσιν ἔχουσιν φέρε εἰπεῖν, ὅτι τοιόνδε μέρος λόγου εἰσίν. ἐν τῷ γὰρ εἰπεῖν ὅτι τὸ τύπτω ῥῆμά ἐστι τὸ τύπτω ὄνομά ἐστιν αὐτῆς τῆς φύσεως τοῦ τύπτω ῥήματος· ἐν δὲ τῷ εἰπεῖν ὅτι σύμβολόν ἐστι, δῆλον ὅτι ἐνεργειῶν ἢ παθῶν ἐστι σύμβολον. Καὶ ἀεὶ τῶν ὑπαρχόντων σημεῖόν ἐστ ι. τοῦτο οὐκ ἀληθές· ὑπάρχουσι γὰρ καὶ οὐσίαι. ἀμέλει γοῦν καὶ ἔν τισι τῶν ἀντιγράφων τῶν κα θ ’ ἑτέρου λεγομένων ἔχει, ὅπερ ἐστὶ βέλτιον. ὑπάρχουσι μὲν γὰρ καὶ οὐσίαι· τῶν δὲ οὐσιῶν οὐκ εἰσὶ σημαντικὰ τὰ ῥήματα. Ἀλ λ ’ εἰ ἔστιν ἢ μ ή , οὔπω σημαίνε ι. ἐλλιπῶς αὐτῷ πέφρασται καὶ ἐνταῦθα καὶ ἐφεξῆς εὐθύς. ἔδει γὰρ οὕτως εἰπεῖν ‘ἀλλ’ εἰ ἔστιν ἀληθὲς ἢ μή, οὔπω δῆλον‘· τοῦτ’ ἔστι κατάφασιν καὶ ἀπόφασιν οὐ ποιοῦσι. σημαίνουσι μὲν γάρ τι πάντως, οἷον ἐνέργειαν ἢ πάθος, ἀλλὰ κατάφασιν ἢ ἀπόφασιν οὐ ποιοῦσιν, ἐν αἷς θεωρεῖται τὸ ἀληθὲς ἢ τὸ ψεῦδος. Αὐτὸ μὲν γὰρ οὐδέν ἐστ ι , προσσημαίνει δὲ σύνθεσίν τιν α , ἣν ἄνευ τῶν συγκειμένων οὐδὲν ἔστι νοῆσα ι. ἰδοὺ καὶ ἐνταῦθα λείπει κατὰ τὴν φράσιν τὸ ἀληθὲς καὶ τὸ ποιεῖν κατάφασιν ἢ ἀπόφασιν.
in Int.15 προσσημαίνει δὲ εἶπεν ἀντὶ τοῦ συσσημαίνει. τὸ γὰρ ‘Σωκράτης ὄν ἐστι‘ τὸ Σωκράτης ὄνομά ἐστι καὶ τὸ ἔστι ῥῆμα· πρὸς ταῦτα *** τινὰ τὸ ὂν ἢ ἀληθῆ ἢ ψευδῆ. ἐν οἷς ἡ πρᾶξις. 〈 Πρᾶξις ε 〉 . Περὶ λόγο υ . Λόγος ἐστὶ φωνὴ σημαντικὴ 〈κατὰ συνθήκην〉 ἧς τῶν μερῶν τι σημαντικόν ἐστι κεχωρισμένον ὡς φάσι ς , ἀλ λ ’ οὐχ ὡς κατάφασι ς. Τὴν μὲν αἰτίαν τῆς τάξεως, δι’ ἣν ἐν μὲν τῷ προοιμίῳ ἀπὸ τῶν χειρόνων ἤγουν τῶν μερικωτέρων τὴν ἀπαρίθμησιν ἐποιήσατο καὶ κατήντησεν εἰς τὸν λόγον καὶ νῦν ἄρχεται ἀπὸ τοῦ λόγου, ἤδη φθάσαντες ἀποδεδώκαμεν. ἄρχεται δὲ νῦν ἀπὸ τοῦ λόγου διαλέγεσθαι, διότι ἐν τῷ ὁρισμῷ τῆς ἀποφάνσεως ἑξῆς [μὲν] μέμνηται τοῦ λόγου. ὁρίζεται δὲ τὸν λόγον τοῦτον τὸν τρόπον· λόγος ἐστὶ φωνὴ σημαντικὴ κατὰ συνθήκη ν , ἧς τῶν μερῶν τι κεχωρισμένον σημαντικόν τινός ἐστιν ὡς φάσι ς , ἀλ λ ’ οὐχ ὡς κατάφασι ς. καὶ περὶ μὲν τῆς φωνῆς ἤδη ἱκανῶς διείληπται, πῶς ἐνταῦθα λέγεται φωνὴ ὁ λόγος· ἔτι δὲ καὶ σημαντική. τὸ δὲ κατὰ συνθήκην αὐτὸς ἐξηγήσεται. τῆς δὲ φωνῆς μέρος τι κεχωρισμένον σημαντικόν ἐστιν ὡς φάσις, ἀλλ’ οὐχ ὡς κατάφασις· καὶ τοῦτο δῆλον, οἷον Σωκράτης βαδίζει. τὸ γὰρ βαδίζει καὶ τὸ Σωκράτης μέρος ὂν τοῦ λόγου κεχωρισμένως σημαίνει φάσιν. ἐπὶ δὲ τῶν ὀνομάτων καὶ τῶν ῥημάτων οὐδὲν ἐγένετο τούτων· οὐδενὸς γὰρ ἦσαν σημαντικὰ κεχωρισμένα. ἀλλ’ ἐπεὶ προσέθηκεν ὡς φάσις ἀλ λ ’ οὐχ ὡς κατάφασι ς, ζητήσειέν τις οὐκ ἀπεικότως περὶ τῶν συνθέτων λόγων, οἷον ‘Σωκράτης βαδίζει‘ καὶ ‘Πλάτων διαλέγεται‘, καὶ ‘εἰ ἥλιος ὑπὲρ γῆν, ἡμέρα ἐστίν‘, πῶς τὰ μέρη τούτων οὐ σημαίνουσι καταφάσεις. λέγομεν συντόμως πρὸς τοῦτο ὅτι ἁπλοῦν ὡρίσατο λόγον. τὸ δὲ κατὰ συνθήκη ν, ὡς εἶπον, αὐτὸς ἐξηγούμενος [καὶ] σαφηνίζει συλλογισμόν τινα διελέγχων οὕτως φερόμενον· ὁ λόγος, φασίν, ὄργανόν ἐστι τῆς φωνητικῆς δυνάμεως 〈φύσει οὔσης· πᾶν ὄργανον φυσικῆς δυνάμεωσ〉 καὶ αὐτὸ φύσει· ὁ λόγος ἄρα φύσει. δεχόμεθα τοίνυν τὴν μείζονα πρότασιν, ὅτι πᾶν ὄργανον φυσικῆς δυνάμεως πάντως καὶ φύσει, ὥσπερ ὁ ὀφθαλμὸς τῆς ὁρατικῆς δυνάμεως καὶ τὸ οὖς τῆς ἀκουστικῆς καὶ ἡ ῥὶς τῆς ὀσφραντικῆς καὶ ἡ χεὶρ τῆς ἀντιληπτικῆς. οὐκέτι δὲ δεξόμεθα τὴν πρώτην πρότασιν τὴν λέγουσαν ὅτι ὁ λόγος ὄργανόν ἐστιν· οὐ γάρ ἐστιν ὄργανον ὁ λόγος τῆς φωνητικῆς δυνάμεως, ἀλλ’ ἀποτέλεσμα, ὥσπερ ἡ ὄρχησις τῆς κινήσεως.
in Int.16 οὐδὲν δὲ ἀδύνατον τὸ αὐτὸ κατ’ ἄλλο καὶ ἄλλο *** καὶ ὄργανον εἰπεῖν καὶ φυσικὸν καὶ τεχνικόν. αὐτίκα γοῦν ὁ στρατιώτης καὶ φυσικοῖς ὀργάνοις κέχρηται τῆς ψυχῆς, οἷον ποσὶ χερσὶ καὶ ἄλλοις τισὶ τοιούτοις· ἀλλὰ μὴν καὶ τεχνικοῖς, οἷον ξίφει ἀκοντίῳ ἀσπίδι θώρακι καὶ τοῖς τοιούτοις. οὕτως οὖν καὶ ὁ λόγος καὶ ὄργανόν ἐστι καὶ ἀποτέλεσμα, 〈ἀποτέλεσμα〉 μὲν τῆς φυσικῆς δυνάμεως, ὄργανον δὲ τῆς διαλεκτικῆς δυνάμεως. καὶ ὄργανον μὲν τῆς φυσικῆς δυνάμεως ὁ πνεύμων, ἡ τραχεῖα ἀρτηρία, ὑπερῴα, ὄργανα δὲ τῆς διαλέκτου χείλη γλῶσσα ὀδόντες καὶ ἕτερά τινα τοιαῦτα. ὥστε κἂν ἔστιν ὄργανον, οὐκ ἔστι φυσικῆς δυνάμεως, ἀλλὰ τῆς διαλέκτου θέσει οὔσης. ὅτι δὲ οὐκ ἔστιν ὁ λόγος φύσει ἀλλὰ θέσει, ἐκ τῶν μερῶν αὐτοῦ πεφανέρωται· διὰ πολλῶν γὰρ ἀποδέδεικται τὰ μέρη αὐτοῦ, τὰ ὀνόματά φημι καὶ τὰ ῥήματα, θέσει εἶναι. εἰ δὲ τὰ μέρη θέσει, δῆλον ὅτι 〈τὸ〉 ὅλον. Ἐπεὶ οὗτος ὁ ὁρισμὸς ἁρμόζει ἐπὶ παντὸς λόγου, οἷον ἐπὶ τῶν ε εἰδῶν τοῦ λόγου (ἐκεῖ γὰρ καὶ φωνή ἐστι καὶ σημαντικὴ καὶ τὸ μέρος κεχωρισμένον σημαντικόν τινός ἐστιν), ἀντιδιαστέλλει τὸν ἀποφαντικὸν λόγον ἐκ τῶν λόγων, περὶ οὗ νῦν ὁ λόγος, λέγων ὅτι ‘ἀποφαντικὸς λόγος ἐστὶν ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαί ἐστιν‘· οἷον ‘Σωκράτης βαδίζει‘ πάντως ἢ ἀλήθειά ἐστιν ἢ ψεῦδος. ἐπὶ δὲ τῶν ἄλλων τῶν εἰρημένων τοῦτο οὐχ ὑπάρχει· οὔτε γὰρ ἀλήθειαν οὔτε ψεῦδος σημαίνουσιν. ὅθεν καί τινες ὑπονοήσαντες τοῦτον τὸν λόγον ὁρισμὸν εἶναι τοῦ ἀποφαντικοῦ λόγου γένος φασὶν εἶναι τὴν ἀπόφανσιν τῆς ἀποφάσεως καὶ τῆς καταφάσεως· οὐ γὰρ ἐκ τῶν ὑφ’ αὑτὴν ὡρίσατο, ἐπειδὴ παρακατιὼν φαίνεται ὁ Ἀριστοτέλης καὶ ἐκ τῶν ὑφ’ αὑτὴν τὴν ἀντίφασιν ὁριζόμενος, φημὶ δὴ ἐκ τῆς καταφάσεως καὶ τῆς ἀποφάσεως. ἔτι δὲ καὶ τὴν διαίρεσιν τοῦ ἀποφαντικοῦ λόγου ποιούμενος λέγει τὸν μὲν εἶναι πρῶτον, τὸν δὲ δεύτερον. 〈ὧν〉 καὶ δραξάμενος Ἀλέξανδρος εἶπεν ἀδύνατον τὴν ἀπόφανσιν γένος εἶναι καταφάσεως καὶ ἀποφάσεως. πρῶτον μὲν ἐνταῦθα δῆλον ὅτι οὐκ ἔστιν γένος, δίοτι ὑπογραφὴν ἀποδέδωκεν καὶ οὐκέτι ὁρισμόν. ἐν γὰρ τῷ ὁρισμῷ ἀδύνατόν ἐστι μερικώτερόν τι τοῦ ὁριστοῦ ἐγκεῖσθαι, ἀλλὰ πάντως ἢ καθολικώτερα θέλουσιν ἐγκεῖσθαι ἢ διὰ πολλὴν ἀπορίαν ἀπεξισάζοντα· καθολικώτερα μὲν ὡς ἐν τῷ ὁρισμῷ τοῦ 〈ἀνθρώπου〉 ‘ἄνθρωπος ζῷον λογικὸν θνητόν‘ (ταῦτα γὰρ τὰ τρία καθολικώτερά εἰσιν τοῦ ἀνθρώπου ὡς μὴ μόνον ἐπ’ αὐτοῦ ἁρμόζοντα, ἀλλὰ καὶ ἐπὶ ἄλλων), ἰσάζοντα δὲ ὡς τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν καὶ γελαστικόν. ταῦτα γὰρ ἰσάζουσι, διότι ἀντιστρέφουσι· εἴτε γὰρ γελαστικὸν ζῷον, τοῦτο ἄνθρωπος, καὶ εἴ τι ἄνθρωπος, τοῦτο γελαστικὸν ζῷον.
in Int.17 ἐνταῦθα δὲ μερικώτερά εἰσιν· καὶ γὰρ καὶ ἡ κατάφασις καὶ ἡ ἀπόφασις μερικωτέρα ἐστίν. καὶ δεύτερον ἄλλο πρὸς τούτοις· ἐν οἷς ἐστιν τὸ πρότερον καὶ τὸ ὕστερον, τούτων κοινὸν εἶναι γένος ἀδύνατόν ἐστιν. εἰ τοίνυν εἶπεν Ἀριστοτέλης τὴν μὲν κατάφασιν προτέραν εἶναι, τὴν δὲ ἀπόφασιν δευτέραν, δῆλον ὅτι οὔκ εἰσιν 〈ἀντιδιῃρημένα· τῶν γὰρ〉 ἀντιδιῃρημένων εἰδῶν ἀναιρεθέντος τοῦ ἑνὸς οὐ συναναιρεῖται τὸ ἄλλο, ἐνταῦθα δὲ τῆς καταφάσεως ἀναιρουμένης ἐξ ἀνάγκης ἀναιρεῖται καὶ ἡ ἀπόφασις. ὁ δὲ Πορφύριός φησιν ἀδύνατον εἶναι ὁμώνυμον φωνὴν τὴν ἀπόφανσιν καὶ ὁμωνύμως διαιρεῖσθαι εἰς κατάφασιν καὶ ἀπόφασιν· οὐδέποτε γὰρ ὁμώνυμος φωνὴ ἐν ὁρισμῷ τινος ἢ ὑπογραφῇ λαμβανομένη, οἷον οὐδεὶς ὁριζόμενος ἢ ὑπογραφόμενος τὴν ἐξοχὴν τοῦ ὑποδήματός φησιν γλῶσσαν, ἢ τὸ ὑλακτικὸν ζῷον κύνα. ἐνταῦθα δὲ καὶ τὴν κατάφασιν ὁριζόμενός φησιν ἀπόφανσιν, καὶ τὴν ἀπόφασιν ὡσαύτως. ὥστε κυρίως γένος ἐστὶν ἡ ἀπόφανσις τῆς τε καταφάσεως καὶ τῆς ἀποφάσεως οὔτε ὁμώνυμος φωνὴ διὰ τὰς εἰρημένας αἰτίας. ὅτι δὲ οὐδὲ ὡς ὅλον εἰς μέρη διαιρεῖται καὶ τοῦτο ἀποδέδεικται, οὔτε δὲ κατ’ ἄλλον τινὰ τρόπον τῶν διαιρέσεων. καταλιμπάνεται τοίνυν ἄλλος μεταξύ τις τρόπος, ὅστις καλεῖται ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἕν· ἐν τούτοις γὰρ λαμβάνεται τὸ κοινὸν ἐκεῖνο ἐν τῇ ὑπογραφῇ ἀλλήλων. οἷον τί ἐστι τὸ φλεβότομον ἢ τὸ σιτίον; φαμὲν ὄργανον ὑγιεινὸν συμμέτρως ἔχον πρὸς τόδε, ἢ ποιητικὸν αἴτιον ὑγείας. οὕτως τοίνυν καὶ ἐνταῦθα καὶ τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν ἀπόφανσιν λέγομεν, καὶ οὐδὲν ἀδύνατον ἕπεται. μέμψις τοίνυν τοῖς ἀντὶ τοῦ μέσου, φημὶ δὴ τοῦ ἀφ’ ἑνός, ἓν τῶν ἄκρων ὑπειληφόσιν· μέσος γάρ ἐστιν οὗτος ὁ τρόπος τῶν ὡς ἀπὸ γενῶν εἰς εἴδη καὶ τῶν ὡς ἀπὸ ὁμωνύμου φωνῆς εἰς διάφορα σημαινόμενα διαιρουμένων. οὕτως γὰρ καὶ ὁ Πορφύριος ἐν ταῖς Εἰσαγωγαῖς εἶπεν τὸ 〈ὂν〉 ὁμωνύμως κατηγορεῖσθαι, καίπερ ἀποδεδειγμένον ὅτι τὸ ὂν οὐ κατηγορεῖται ὁμωνύμως, ἐπειδή ἐστιν 〈ἐν αὐτῷ〉 τὸ πρότερον καὶ τὸ ὕστερον, ἀλλ’ ὡς τὰ ἀφ’ ἑνός. Ποιεῖται δὲ μετὰ ταῦτα τὴν διαίρεσιν τοῦ ἀποφαντικοῦ λόγου καὶ τὴν ἐπιδιαίρεσιν οὕτως, ὅτι τῶν ἀποφαντικῶν λόγων οἱ μὲν φύσει τὴν ἑνότητα ἔχουσιν, οἱ δὲ ἐπικτήτως· ἢ μᾶλλον καὶ πρώτην καὶ ἁπλουστάτην ἔχουσιν τὴν ἑνότητα ἢ δευτέρως. καὶ ἁπλῆν μὲν ἔχει τὴν ἑνότητα ‘Σωκράτης βαδίζει‘, ταὐτὸν δὲ εἰπεῖν ἡ κατάφασις· ἡ δὲ ἀπόφασις κατὰ δευτέραν τάξιν. τῶν δὲ ἐπίκτητον ἐχόντων τὴν ἑνότητα οἱ μὲν συναπτικῷ συνδέσμῳ, οἱ δὲ διαζευκτικῷ, οἱ δὲ συμπλεκτικῷ, οἱ δὲ ἐρωτηματικῷ, 〈ἢ〉 ἰσοδυναμοῦντα τούτοις· συμπλεκτικῷ μὲν ὡς τὸ ‘Σωκράτης περιπατεῖ καὶ Πλάτων διαλέγεται‘ συναπτικῷ δὲ οἷον ‘εἰ ἥλιος ὑπὲρ γῆν, ἡμέρα ἐστίν‘, διαζευκτικῷ δὲ οἷον ‘ἢ ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν‘, ἰσοδυναμοῦντα δὲ ὡς ‘τοῦ ἡλίου ὑπὲρ γῆν ὄντοσ‘· πάντως γὰρ ἀκολουθίαν τινὰ σημαίνει καὶ ἀπαιτεῖ, οἷον τὸ ‘ἡμέρα ἐστί‘.
in Int.18 εἶτα μετὰ τὴν διαίρεσιν ταύτην φησὶν ὅτι πᾶς μὲν λόγος ἀποφαντικὸς ἢ ἀπὸ ὀνόματος καὶ ῥήματος ἢ ἀπὸ ὀνόματος καὶ πτώσεως ῥήματος σύγκειται· ἐπεὶ καὶ ὁ τοῦ ἀνθρώπου λόγος καίπερ πολλὰς ἔχων λέξεις, εἰ μὴ σχοίη τι ῥῆμα, οὐκ ἔστιν ἀποφαντικὸς λόγος. ταῦτα δὲ εἰπὼν τὴν ἐπιδιαίρεσιν τῶν ἀποφαντικῶν λόγων παραδίδωσιν. ποία δέ ἐστιν αὕτη καὶ τί διαφέρει τῆς διαιρέσεως, ἐν ἑτέρᾳ θεωρίᾳ μαθησόμεθα. Λόγος δέ ἐστι φωνὴ σημαντικ ή , ἧς τῶν μερῶν τι σημαντικόν ἐστι κεχωρισμένο ν. καλῶς εἶπεν τὸ τί· οὐ γὰρ πάντα τὰ μέρη τοῦ λόγου σημαντικά εἰσιν ὡς φάσις, εἰ μὴ τὰ ὑποκείμενα καὶ τὰ κατηγορούμενα. μέρη γὰρ κοινότερον εἰπεῖν καὶ οἱ σύνδεσμοι καὶ αἱ ἀρνήσεις λέγονται τοῦ λόγου, ἀλλὰ καθ’ αὑτὰ οὐ σημαίνουσι φάσεις· κοινότερον δὲ εἴπομεν, ἐπειδὴ ἀνωτέρω εἴρηται ὅτι οὔκ εἰσιν κυρίως μέρη. Οἷον ἄνθρωπος σημαίνει τ ι , ἀλ λ ’ οὐχ ὅτι ἔστιν ἢ οὐκ ἔστι ν. καὶ ἐνταῦθα πάλιν ἐλλειπῶς κέχρηται τῇ φράσει· ἔδει γὰρ αὐτὸν εἰπεῖν ἀλήθειαν ἢ ψεῦδος· ἔστιν μὲν γάρ, ἀλλ’ οὔπω δηλοῖ εἴτε ἀληθὲς ἢ ψεῦδος. Ἔστιν δὲ λόγος ἅπας μὲν σημαντικό ς , οὐχ ὡς ὄργανον δ έ. ἐνταῦθα πρὸς τὴν ἀναίρεσιν ἐνίσταται τοῦ συλλογισμοῦ τοῦ κατὰ τὴν θεωρίαν ἡμῖν σαφηνισθέντος, τοῦ πειραθέντος δεῖξαι ὅτι ὁ λόγος φύσει ἐστί. καὶ πρὸς τοῦτο οὐ πάντα τὸν συλλογισμὸν προβαλλόμενος τὴν πρώτην αὐτοῦ πρότασιν διελέγχει ὡς οὖσαν ψευδῆ, ἥτις ἦν λέγουσα ὅτι ὁ λόγος ὄργανόν ἐστι τῆς φωνητικῆς δυνάμεως φύσει οὔσης. λέγει τοίνυν ὅτι οὐκ ἔστιν ὄργανον. Ἀποφαντικὸς δὲ οὐ πᾶ ς , ἀλ λ ’ ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχε ι. εἴτε τοῦτον ὑπολάβοι τις ὁρισμόν, εἴτε ὃν παρακατιὼν παραδίδωσιν, οὐκ ἔστιν ὁρισμός· ἀδύνατον γὰρ ἐν ὁρισμῷ διαζευκτικὸν σύνδεσμον εἶναι, ἀλλ’ εἰ ἔστιν διαζευκτικός, πάντως ὑπογραφὴ γίνεται. οὕτως τοίνυν καὶ ἐνταῦθα, εἰ εἶπεν ἀλ λ ’ ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχε ι, οὐκ ἔστιν ὁρισμός. κατάφασιν δὲ δῆλον ὅτι εἶπεν καὶ τὴν ἀπόφασιν· πῶς γὰρ ἐνδέχεται τὴν αὐτὴν κατάφασιν ἀριθμῷ μίαν οὖσαν [καὶ] ἀληθῆ εἶναι ἢ ψευδῆ; ὥστε καὶ ἐνταῦθα ἐκ τῶν ὑφ’ αὑτὴν ὡρίσατο τὴν ἀπόφανσιν, καὶ ἔχομεν καὶ ἐκ τούτου ὅτι ὑπογραφή ἐστιν ὁ ἀποδοθεὶς λόγος ἀλλ’ οὐχ ὁρισμός. Οἱ μὲν οὖν ἄλλοι ἀφείσθωσα ν · ῥητορικῆς γὰρ ἢ ποιητικῆς οἰκειοτέρα ἡ σκέψι ς. ποιητικὴν δὲ λέγει τὴν γραμματικήν. ῥήτορες δὲ καὶ γραμματικοὶ ἐπεὶ τῶν ἄλλων μερῶν τοῦ λόγου φροντίδα τίθενται, τοῦ δὲ ἀποφαντικοῦ λόγου ἧττον μεταποιοῦνται, διὰ τοῦτο εἶπεν ὁ φιλόσοφος ὅτι τοῖς ῥητορικοῖς καὶ τοῖς γραμματικοῖς ἁρμόδιος ἡ περὶ τῶν ἄλλων μερῶν τοῦ λόγου θεωρία.
in Int.19 ῥήτορες μὲν γὰρ φροντίζουσι περὶ τῆς τοῦ λόγου ἰδέας, ἵνα εἴη ἡ φράσις σύντονος, εὐσύνθετος, γοργότητα ἔχουσα· οἱ δὲ γραμματικοὶ τόνους καὶ πνεύματα καὶ πτώσεις καὶ πρόσωπα πολυπραγμονεῖν μᾶλλον εἰώθασιν. Ἔστιν δὲ εἷς πρῶτος λόγος ἀποφαντικό ς. ἐντεῦθεν κατὰ τὴν θεωρίαν τὴν ἡμῖν ῥηθεῖσαν διαίρεσιν τοῦ ἀποφαντικοῦ λόγου προβάλλεται. Καὶ γὰρ ὁ τοῦ ἀνθρώπου λόγο ς , ἐὰν μὴ τὸ ἔστιν ἢ ἔσται ἢ ἦν ἤ τι τοιοῦτον προστεθ ῇ , οὔπω λόγος ἀποφαντικό ς. εἰ μέμνησθε, κατ’ ἀρχὰς ἐλέχθη ὅτι ε εἰσὶν εἴδη τοῦ ἁπλοῦ λόγου, ἀποφαντικός, εὐκτικός, κλητικός, ἐρωτηματικός, προστακτικός. οὐδαμοῦ οὖν τοῦ ὁριστικοῦ λόγου μνείαν ἐποιησάμεθα. ζητήσωμεν οὖν, ὑπὸ ποῖον εἶδος τοῦ ἁπλοῦ λόγου ἀναφέρεται ὁ ὁριστικὸς λόγος. καὶ ὑπὸ μὲν τὸν ἀποφαντικὸν αὐτὸς εἶπεν ὅτι οὐκ ἀναφέρεται. εἰ δέ τις εἴποι ὅτι τὸ ἔστιν προσυπακούεται καὶ ὑπὸ τὸν ἀποφαντικὸν ἀνάγεται, λέγομεν ‘οὐκοῦν πᾶν σχεδὸν ὄνομα συνυπακουόμενον ἔχον τὸ ῥῆμα, καὶ τὸ ῥῆμα συνυπακουόμενον ἔχον τὸ ὄνομα ἢ τὴν ἀντωνυμίαν ἢ τὸ ἀπαρέμφατον λόγος ἐστίν.‘ εἰ δὲ τοῦτο οὐκ ἀληθές, ἐκ τῶν εἰρημένων δῆλον ὅτι ἕτερον εἶδός ἐστιν τῶν λόγων ὁ καλούμενος ὁριστικὸς λόγος, καὶ ἔσονται οὐκέτι ε εἴδη τοῦ ἁπλοῦ λόγου ἀλλὰ ἕξ. εἰ γὰρ ἀποφαντικός, ὡς αὐτὸς λέγει, οὐκ ἔστι, πολὺ πρότερον οὐδὲ εὐκτικὸς οὐδὲ προστακτικὸς οὐδὲ ἄλλος λόγος. Δ ι ’ ὅτι δὲ ἕν τί ἐστι ἀλ λ ’ οὐ πολλὰ τὸ ζῷον πεζὸν δίπουν—οὐ γὰρ δὴ τῷ σύνεγγυς εἰρῆσθαι εἷς ἔστα ι · ἔστι δὲ ἄλλης τοῦτο πραγματείας εἰπεῖ ν. λέγει γὰρ ἐν ἄλλοις, οἷον ἐν τῷ ἑβδόμῳ 〈τῶν〉 Μετὰ τὰ φυσικά, ὅτι ἐπειδὴ τὸ σημαινόμενον ἕν ἐστι, ταῦτα δὲ συμπληροῦσι τὴν οὐσίαν τοῦ σημαινομένου πράγματος, διὰ τοῦτο εἷς λόγος ἐστὶ καὶ οὐ πολλοὶ ὁ τοῦ ἀνθρώπου ὁρισμός. τί δὲ βούλεται αὐτῷ σημαίνειν τὸ οὐ γὰρ δὴ τῷ σύνεγγυς εἰρῆσθα ι; φαμὲν ὅτι σύνεγγυς εἶπεν ἀντὶ τοῦ χωρὶς συνδέσμου. ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις. Πρᾶξις σὺν θεῷ ϛ . Ἔστιν δὲ εἷς λόγος ἀποφαντικὸς ἢ ὁ ἓν δηλῶν ἢ ὁ συνδέσμῳ εἷ ς , πολλοὶ δὲ οἱ πολλὰ καὶ μὴ ἓν ἢ οἱ ἀσύνδετο ι. Μετὰ τὴν διαίρεσιν τῶν ἀποφαντικῶν λόγων κατὰ τὸ πρότερον καὶ τὸ ὕστερον ἤγουν δεύτερον παραδίδωσιν καὶ τὴν ἐπιδιαίρεσιν κατὰ τὸ ἓν καὶ τὸ πλῆθος, παρακατιὼν δὲ καὶ τὴν διαίρεσιν τὴν κατὰ 〈τὸ〉 ἁπλοῦν καὶ σύνθετον.
in Int.20 διαφέρει δὲ τῆς διαιρέσεως ἐκείνης ἤτοι τῆς πρώτης κατὰ τὸ πρότερον καὶ τὸ δεύτερον αὕτη, διότι ἐκείνη μὲν ἀπὸ τῆς λέξεως εἴληπται, αὕτη δὲ ἀπὸ τῆς σημασίας. ἐκείνῃ μὲν γὰρ εἷς λόγος ἐλέγετο πρῶτος ὁ συγκείμενος ἀπὸ δύο λέξεων ὡς τὸ ‘Σωκράτης βαδίζει‘, δεύτερον δὲ εἷς λόγος ἐλέγετο ὁ ἐκ τριῶν συγκείμενος, ὡς τὸ ‘Σωκράτης 〈οὐ〉 βαδίζει‘· ταῦτα δέ ἐστι ἡ κατάφασις καὶ ἡ ἀπόφασις ἡ ἐκ τοῦ ὑποκειμένου καὶ κατηγορουμένου μόνον συγκειμένη. οἱ δὲ ἄλλοι πάντες συνδέσμῳ εἷς, ὡς ἐλέχθη· ‘Σωκράτης βαδίζει καὶ Πλάτων διαλέγεται‘, ‘εἰ ἥλιος ὑπὲρ γῆν, ἡμέρα ἐστίν.‘ ἡ δὲ νῦν παραδοθησομένη διαίρεσις ἀπὸ τῆς σημασίας τῶν δηλουμένων. ἐπὶ τούτων μὲν γὰρ 〈εἰ〉 ἕν ἐστι τὸ δηλούμενον, καλεῖται ὁ λόγος ἐκεῖνος εἷς, κἂν ἀπὸ πολλῶν λέξεων σύγκειται κατά τε τὸ κατηγορούμενον καὶ τὸ ὑποκείμενον· εἰ δὲ πολλὰ ὦσιν τὰ σημαινόμενα, ὡς ἔχει ἐπὶ τῶν ὁμωνύμων, κἂν συμβῇ ἀπὸ δύο λέξεων συγκεῖσθαι, εἴτε κατὰ τὸ ὑποκείμενον εἴτε κατὰ τὸ κατηγορούμενον εἴτε κατ’ ἀμφότερα, τότε πολλοὶ λέγονται λόγοι καὶ οὐχ εἷς ὡς δυνάμει. *** τὴν διαίρεσιν, ὅτι τῶν ἀποφαντικῶν λόγων ὁ μὲν 〈ἓν καθ’〉 ἑνὸς κατηγορεῖ ἢ καταφατικῶς ἢ ἀποφατικῶς, οἷον καταφατικῶς μὲν οἷον ‘ἄνθρωπος βαδίζει‘, ἀποφατικῶς δὲ οἷον ‘ἄνθρωπος οὐ βαδίζει‘, ἢ σχέσιν τινὰ σημαίνει· καὶ εἰ σχέσιν, ἢ κατὰ ἀκολουθίαν ἢ κατὰ διάζευξιν. κατὰ ἀκολουθίαν μὲν οἷον ‘εἰ ἥλιος ὑπὲρ γῆν, ἡμέρα ἐστίν‘· τοῦτο γὰρ δηλοῖ ὅτι τοῦ ἡλίου ὑπὲρ γῆν ὄντος ἡμέρα ἐστίν· κατὰ διάζευξιν δὲ ‘ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν‘. εἰ δὲ μήτε σχέσιν ἔχει δηλουμένην, μήτε ἓν καθ’ ἑνὸς κατηγορεῖ λόγος, οὕτως οὐ λέγεται εἷς ἀλλὰ πολλοί, ἢ ὡς ἐπὶ τῶν ὁμωνύμων ἢ ὡς ἐπὶ τῶν ἀσυνδέτων. οὕτως εἰρηκὼς τὴν διαίρεσιν ὑπογράφει τὴν ἀπόφανσιν, ἀλλ’ ὡς ἐκ τῶν ὑφ’ αὑτὴν λέγων ὅτι ἀπόφανσίς ἐστι λόγος σημαίνων τινὶ ὑπάρχειν ἢ μὴ ὑπάρχειν. τὸ δέ τινι ὑπάρχειν δηλοῖ τὴν κατάφασιν, τὸ δέ τινι μὴ ὑπάρχειν δηλοῖ τὴν ἀπόφασιν. ὅσα δὲ ἔδει πρὸς τοῦτο λέγεσθαι ἤδη φθάσαντες ἀπεδώκαμεν. [ Κατάφασις δέ ἐστι λόγος ἀποφαντικός τινος κατά τινο ς , ἀπόφασις δέ ἐστι λόγος ἀποφαντικός τινος ἀπό τινο ς.] συνάπτει δὲ τοῖς εἰρημένοις καὶ τὴν τρίτην διαίρεσιν κατὰ τὸ ἁπλοῦν οὖσαν καὶ τὸ σύνθετον λέγων ὅτι ἁπλῆ μὲν ἀπόφανσίς ἐστι κατάφασις ἢ ἀπόφασις, οἷον ‘Σωκράτης βαδίζει, Σωκράτης οὐ βαδίζει‘, σύνθετος δὲ ἀπόφανσις ἡ ἐκ δύο [ὃς] καταφάσεων συγκειμένη ἢ ἐκ δύο ἀποφάσεων ἢ μιᾶς μὲν καταφάσεως μιᾶς δὲ ἀποφάσεως.
in Int.21 οὐ δεῖ θαυμάζειν ὅτι καὶ ἐν τῇ πρώτῃ διαιρέσει ἕνα λόγον εἶπεν τὸν δεσμῷ τὴν ἑνότητα ἔχοντα καὶ ἐνταῦθα πάλιν εἶπεν συνδέσμῳ εἷ ς. καὶ γὰρ οὐδὲν ἀδύνατον ἔν τινι σκέλει τῆς πρώτης διαιρέσεως ἐμπεριέχεσθαι καί τι σκέλος τῆς δευτέρας διαιρέσεως κατ’ ἄλλην ἔννοιαν, ὡς ἔχει ἐπὶ τοῦ ποσοῦ. εἴπομεν γὰρ ἐκεῖ ὅτι τοῦ ποσοῦ τὸ μέν ἐστι διωρισμένον, τὸ δὲ συνεχές· καὶ πάλιν τοῦ ποσοῦ τὸ μέν ἐστι θετόν, τὸ δὲ ἄθετον. ἐνταῦθα γὰρ τὸ θετὸν πάντως ἐν τῷ συνεχεῖ ποσῷ θεωρεῖται· εἴ τι μὲν γὰρ θετόν, πάντως συνεχές, οὐκ εἴ τι δὲ συνεχές, πάντως τοῦτο καὶ θετόν ἐστιν, ὡς ἐκεῖσε σαφέστατα τὴν ἀπόδειξιν ἐποιησάμεθα. πάλιν καὶ ἐν τῇ διαιρέσει τοῦ ζῴου τὸ αὐτὸ συμβέβηκεν. φαμὲν γὰρ τοῦ ζῴου τὸ μὲν λογικόν, τὸ δὲ ἄλογον· καὶ πάλιν τοῦ ζῴου τὸ μὲν θνητόν, τὸ δὲ ἀθάνατον. καὶ ἐνταῦθα γὰρ δῆλον ὅτι ἔστι τὸ ἄλογον θνητὸν πάντως· οὐ πάντως δὲ τὸ θνητὸν ἤδη καὶ ἄλογον· ὁ γὰρ ἄνθρωπος θνητὸς μέν ἐστιν, οὐκ ἄλογος δέ, ἀλλὰ λογικὸς θνητός ἐστιν. καὶ ταῦτα μὲν ἄχρι τούτων. λοιπὸν ἄρχεται διαλέγεσθαι καὶ περὶ ἀντιφάσεως. τί δέ ἐστιν ἀντίφασις καὶ ποῖα τὰ χαρακτηρίζοντα ταύτην, ἐν ἑτέρᾳ θεωρίᾳ μαθησόμεθα. Ἔστι δὲ εἷς λόγος ἀποφαντικὸς ἢ ὁ ἓν δηλῶν ἢ ὁ συνδέσμῳ εἷ ς , πολλοὶ δὲ οἱ πολλὰ καὶ μὴ ἕ ν. ἄξιον δέ ἐστι ζητῆσαι διὰ τί προσέθηκεν καὶ μὴ ἕ ν, καὶ μὴ εἶπεν ‘πολλοὶ δέ εἰσιν οἱ πολλὰ σημαίνοντεσ‘ καὶ ἠρκέσθη τούτοις. καὶ λέγομεν πρὸς τοῦτο ὅτι ἡ καθόλου ἀπόφασις καὶ πολλὰ σημαίνει καὶ ἕν· ὁμοίως καὶ ἡ καθόλου κατάφασις. οἷον ‘πᾶς ἄνθρωπος ἀναπνεῖ‘ καὶ πάντας τοὺς καθ’ ἕκαστα σημαίνει ἀνθρώπους καὶ μίαν ἑνικὴν φύσιν σημαίνει τὴν ἀνθρωπίνην. οὕτως ἔχει καὶ ἡ ἔχουσα καθόλου ἀπόφασις ‘οὐδεὶς ἄνθρωπος ἵπταται.‘ εἰ τοίνυν εἶπεν οὕτως ὅτι ‘πολλοὶ δὲ λόγοι εἰσὶν οἱ πολλὰ σημαίνοντεσ‘, συμπεριελάμβανεν ἂν καὶ τὴν τοιαύτην πρότασιν. Ἢ ὁ συνδέσμῳ εἷ ς· λέγει ὁ Ἰάμβλιχος ὅτι ἄνω τὸ ‘συνδέσμῳ εἷσ‘ ἐπὶ συμπλεκτικῶν συνδέσμων εἶπεν, τοὺς μὴ σημαίνοντας σχέσιν δύο πραγμάτων ἢ πολλῶν, ὡς τὸ ‘Σωκράτης βαδίζει καὶ Πλάτων διαλέγεται‘, ἐνταῦθα δὲ συνδέσμῳ εἷς εἶπεν αἰνιττόμενος τὰς ὑποθετικὰς προτάσεις, οἷον ‘εἰ ὁ ἥλιος ὑπὲρ γῆν, ἡμέρα ἐστίν.‘ οὐκ ἔστιν δὲ τοῦτο ἀληθές· οὐδὲ γὰρ ἔχει δεῖξαι ὅτι ἐπὶ τῆς ἐννοίας ταύτης τέθεικεν ὁ φιλόσοφος τὸ ἢ συνδέσμῳ εἷ ς. ἀλλ’ ὥσπερ εἶπον, οὐδὲν ἀδύνατον ἓν τῶν σκελῶν τῆς διαιρέσεως ἐν τῷ ἑτέρῳ θεωρεῖσθαι. αὐτὸς γὰρ παρακατιὼν λέγει εὐθὺς ὅτι ἁπλῆ ἀπόφανσίς ἐστιν ἡ ἓν καθ’ ἑνὸς κατηγοροῦσα, σύνθετος δὲ ἡ ἐκ τούτων συγκειμένη· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἀποφάσεων. ὥστε ἐν τοῖς τρισὶ σκέλεσιν ἐξ ἀνάγκης τὸ αὐτὸ εἶπεν κατὰ τὸν Ἀμμώνιον. ἐν οἷς ἡ πρᾶξις. Πρᾶξις σὺν θεῷ ζ .
in Int.22.(1t) Ἐπεὶ δὲ ἔστι καὶ τὸ ὑπάρχον ἀποφαίνεσθαι ὡς μὴ ὑπάρχον καὶ τὸ μὴ ὑπάρχον ὡς ὑπάρχον καὶ τὸ ὑπάρχον ὡς ὑπάρχον καὶ τὸ μὴ ὑπάρχον ὡς μὴ ὑπάρχον καὶ τὰ ἑξῆ ς. Ἀποδέδωκεν τί ἐστιν ὁ καθόλου λόγος, ἔτι δὲ καὶ τί ἐστιν ἀπόφανσις, πρὸς τούτοις δὲ τί ἐστι κατάφασίς τε καὶ ἀπόφασις. ἐντεῦθεν ἄρχεται διδάσκειν καὶ περὶ τῆς καλουμένης ἀντιφάσεως καὶ προσδιορίζεται τί ἐστιν ἀντίφασις καὶ ποῖα τὰ συντρέχοντα εἰς τὸ δεῖν γενέσθαι ἀντίφασιν. πρὸς δὲ τὴν εὕρεσιν ταύτης προλαμβάνει τι λημμάτιον. ἔστι δὲ τοῦτο τὸ λημμάτιον ὅτι πάσῃ καταφάσει ἀντίκειται ἀπόφασις καὶ πάσῃ ἀποφάσει ἀντίκειται πάλιν κατάφασις· δῆλον δὲ τοῦτο ὅτι ἡ ψευδομένη τῇ ἀληθευούσῃ. ἐπειδὴ γὰρ ἔστι καὶ τὸ ὑπάρχον ἀποφαίνεσθαι ὡς ὑπάρχον, οἷον ‘Σωκράτης δίκαιός ἐστιν‘ (τοῦτο γὰρ παρὰ πᾶσιν ὁμολογούμενον καθέστηκεν ὅτι Σωκράτης δίκαιός ἐστιν), καὶ τὸ ὑπάρχον ὡς μὴ ὑπάρχον, οἷον ‘Σωκράτης δίκαιος οὐκ ἔστιν‘ (ὑπάρχοντος *** τοῦτο ὑπάρχον ὡς μὴ ὂν βουλόμενός φημι ὅτι Σωκράτης δίκαιος οὐκ ἔστιν), ἔτι δὲ καὶ τὸ μὴ ὑπάρχον 〈ὡς μὴ ὑπάρχον〉, οἷον ‘Σωκράτης ἄδικος οὐκ ἔστι,‘ καὶ τὸ μὴ ὑπάρχον ὡς ὑπάρχον, οἷον ‘Σωκράτης ἄδικός ἐστιν‘, ἐξ ἀνάγκης τοίνυν ἀντίκειται ἡ ἀληθὴς ἀπόφασις, φημὶ δὴ ἡ λέγουσα ‘Σωκράτης ἄδικος οὐκ ἔστιν‘ 〈τῇ ψευδεῖ καταφάσει τῇ λεγούσῃ ‘Σωκράτης ἄδικός ἐστιν‘〉, ἡ δὲ ἀληθὴς κατάφασις τῇ ψευδεῖ ἀποφάσει, λέγω δὴ ἡ λέγουσα ‘Σωκράτης δίκαιός ἐστιν‘ τῇ λεγούσῃ ‘Σωκράτης δίκαιος οὐκ ἔστιν‘. ὅταν οὖν ἀντίκειται ἀληθὴς πρότασις ψευδεῖ προτάσει ἐπὶ παντὸς χρόνου καὶ ἐπὶ πάσης ὕλης, τότε καλεῖται ἀντίφασις. καὶ ταῦτα μέν εἰσιν τὰ δέοντα συντρέχειν εἰς τὸ τὴν ἀντίφασιν γίνεσθαι. ἔστι τοίνυν ὁριζομένους τὴν ἀντίφασιν εἰπεῖν, ὅτι ἀντίφασίς ἐστι μάχη δύο προτάσεων μεριζουσῶν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐπὶ πάσης ὕλης καὶ ἐπὶ παντὸς χρόνου. οἷον ‘πᾶς ἄνθρωπος δίκαιός ἐστιν, οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστιν‘· πάντως τούτων μὲν μία ἀληθὴς ἢ ψευδής. καὶ ἐπὶ παρῳχημένων δὲ οἷον ‘πᾶς ἄνθρωπος δίκαιος ἦν, οὐ πᾶς ἄνθρωπος δίκαιος ἦν‘. ὡσαύτως καὶ ἐπὶ τοῦ μέλλοντος ‘πᾶς ἄνθρωπος δίκαιος ἔσται, πᾶς ἄνθρωπος δίκαιος οὐκ ἔσται‘. ὡσαύτως καὶ ἐπὶ τῶν ἄλλων ὑλῶν, τῆς τε ἀναγκαίας καὶ τῆς ἀδυνάτου, ὡς σὺν θεῷ μαθησόμεθα. δεῖ δὲ συντρέχειν εἰς τοῦτο καὶ τὸ αὐτὸ κατηγορούμενον καὶ τὸ αὐτὸ ὑποκείμενον· ἐὰν γάρ ἐστι τὸ αὐτὸ μὲν ὑποκείμενον, οὐκ ἔστι δὲ τὸ αὐτὸ κατηγορούμενον, οὐκέτι γίνεται ἀντίφασις, οἷον ‘Σωκράτης βαδίζει, Σωκράτης οὐ διαλέγεται‘· καὶ γὰρ ἐνδέχεται τὰς δύο προτάσεις ταύτας ἤτοι ἀληθεῖς εἶναι ἢ ἀμφοτέρας ψευδεῖς.
in Int.23 ἐπὶ δὲ τῆς ἀντιφάσεως οὐ τοῦτο ἦν, ἀλλὰ ἡ μὲν πάντως ἠλήθευεν, ἡ δὲ πάντως ἐψεύδετο. καὶ τὸ ἀνάπαλιν δὲ ἐὰν συμβῇ τὸν αὐτὸν μὲν κατηγορούμενον φυλάττεσθαι, τὸν δὲ ὑποκείμενον ἐναλλάττεσθαι, τὸ αὐτὸ πάλιν γενήσεται· οἷον ἐὰν εἴπω ‘Σωκράτης ὑγιαίνει, Πλάτων οὐχ ὑγιαίνει‘, δυνατὸν ἀμφοτέρας ἀληθεῖς εἶναι ἢ ψευδεῖς, καὶ μηκέτι τὴν μὲν ἀληθεύειν τὴν δὲ ψεύδεσθαι καὶ τὴν ἀντίφασιν ἀπεργάζεσθαι. οὐ μόνον δὲ ταῦτα δεῖ συντρέχειν, ἀλλὰ καὶ τὸ μὴ κατ’ ἄλλο καὶ ἄλλο τὸ αὐτὸ λαμβάνεσθαι ἢ πρὸς ἄλλο καὶ ἄλλο. οἷον κατ’ ἄλλο μὲν καὶ ἄλλο ὡς ὅταν εἴπω ‘Αἰθίοψ λευκός ἐστιν, Αἰθίοψ λευκὸς οὐκ ἔστιν‘· ἐνδέχεται γὰρ τὰς δύο ἀληθεῖς εἶναι, ἐὰν κατ’ ἄλλο καὶ ἄλλο λάβω τὸ κατηγορούμενον· λευκὸς μὲν γάρ ἐστιν κατὰ τοὺς ὀδόντας, οὐ λευκὸς δὲ κατὰ τὸ λοιπὸν σῶμα. μὴ πρὸς ἄλλο καὶ ἄλλο, οἷον ‘Σωκράτης πατήρ ἐστι, Σωκράτης πατὴρ οὐκ ἔστι‘· ‘ὁ λίθος μείζων ἐστί, ὁ λίθος μείζων οὐκ ἔστιν‘· ἐνδέχεται γὰρ ἄλλου μὲν πατέρα εἶναι τὸν Σωκράτην, ἄλλου δὲ υἱόν, καὶ πάλιν τὸν λίθον ἄλλου μὲν μείζονα εἶναι, ἄλλου δὲ μικρότερον ὑπάρχειν. μὴ ἄλλως καὶ ἄλλως, τοῦτ’ ἔστιν μὴ τὸ μὲν δυνάμει τὸ δὲ ἐνεργείᾳ· εἰ γὰρ τοῦτο, πάλιν οὐκέτι ἔσται ἀντίφασις, ἀλλ’ ἢ ἀμφότεραι αἱ προτάσεις ἀληθεύσουσιν ἢ ἀμφότεραι ψευδεῖς ἔσονται, ὡς ‘τὸ παιδίον γραμματικόν ἐστι, τὸ παιδίον γραμματικὸν οὐκ ἔστιν‘· ἐνεργείᾳ μὲν γραμματικὸν οὐκ ἔστι, δυνάμει δὲ γραμματικὸν ὑπάρχει. μὴ ἐν ἄλλῳ καὶ ἄλλῳ· δυνατὸν γὰρ ἐν ἄλλῳ μὲν χρόνῳ Σωκράτη ὑγιαίνειν, ἐν ἄλλῳ δὲ νοσεῖν, καὶ ἐὰν εἴπω ‘Σωκράτης ὑγίαινεν, Σωκράτης οὐχ ὑγίαινεν‘, τὴν ἀντίφασιν οὐ ποιῶ. μὴ ὁμωνύμως· ἐὰν γὰρ εἴπω ‘Αἴας ἐμονομάχησεν, Αἴας οὐκ ἐμονομάχησεν‘, εὑρίσκομαι ἀληθεύων καὶ μὴ μερίζων τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐπὶ [δε] τῶν δύο προτάσεων, ὅπερ βούλεται ἡ ἀντίφασις· Αἴας μὲν γὰρ ὁ Λοκρὸς οὐκ ἐμονομάχησεν, ὁ δὲ Σαλαμίνιος ἐμονομάχησεν. μὴ συνωνύμως, ἵνα μὴ εἴπω ‘ἄνθρωπος βαδίζει, ἄνθρωπος οὐ βαδίζει‘· ἐνδέχεται γὰρ τινὰ μὲν ἄνθρωπον βαδίσαι 〈τινὰ δὲ μὴ βαδίσαι〉, καὶ εὑρίσκονται ἀμφότεραι αἱ προτάσεις ἀληθεύουσαι. πολλάκις δὲ οὐ μόνον ὁ εἷς ὅρος ἐστὶν ὁμώνυμος ἢ συνώνυμος, ἀλλὰ καὶ ἀμφότεροι. οὐ μόνον δὲ οὗτοί εἰσιν οἱ προσδιορισμοί, οὓς δεῖ παραφυλάττεσθαι εἰς τὸ τὴν ἀντίφασιν ἀποτελεσθῆναι, ἀλλὰ καὶ ἄλλοι, οὓς τέθεικεν ἐν τοῖς καλουμένοις Σοφιστικοῖς ἐλέγχοις. ἀπαριθμεῖται μὲν γὰρ ἐκεῖ ἓξ μὲν τρόπους παραλογισμῶν γινομένους παρὰ τὴν λέξιν, ζ δὲ παρὰ τὴν διάνοιαν. δεῖ τοίνυν ταῦτα πάντα παραφυλάττεσθαι, ἵνα [μὴ] γένηται ἀντίφασις. ἐν οἷς ἡ θεωρία καὶ τὸ πρῶτον τμῆμα σὺν θεῷ πληροῦται. Καὶ ἔστω ἀντίφασις τοῦτ ο , κατάφασις καὶ ἀπόφασι ς. ζητοῦμεν διὰ τί λέγει τὰς ἀντικειμένας προτάσεις, οἷον ‘Σωκράτης βαδίζει‘, ‘Σωκράτης οὐ βαδίζει‘ ἀντίφασιν καὶ μὴ ἀντιπρότασιν.
in Int.24 καὶ λέγομεν, ἐπειδὴ χρεία ἐστὶν ἐν ταῖς προτάσεσιν τὸ κυριώτερον μέρος ἀνελεῖν, οἷον δήποτε ἂν εἴη κυριώτερον, εἴτε ὁ κατηγορούμενος εἴτε ὁ τρίτος προσκατηγορούμενος εἴτε ὁ προσδιορισμός· τὸ δὲ μέρος φάσις ἐλέγετο. ἐπειδὴ οὖν τὴν φάσιν ἀναιροῦμεν καὶ οὐχὶ ὅλην τὴν πρότασιν, διὰ τοῦτο ἀντίφασις τὸ τοιοῦτο λέγεται καὶ οὐκ ἀντιπρότασις. ἐν οἷς σὺν θεῷ ἡ πρᾶξις. Ἀρχὴ σὺν θεῷ τοῦ β τμήματο ς . 〈Πρᾶξις α 〉 Ἐπειδή ἐστιν τὰ μὲν καθόλου τῶν πραγμάτων τὰ δὲ κα θ ’ ἕκαστο ν · λέγω δὲ καθόλου μὲν ὃ ἐπὶ πλειόνων πέφυκεν κατηγορεῖσθαι κα θ ’ ἕκαστον δὲ ὃ μ ή, καὶ τὰ ἑξῆς. Ἐντεῦθεν τῶν ἀγώνων ἀπάρχεται καὶ διαλέγεται τοίνυν περὶ προτάσεων τῶν συγκειμένων ἔκ τε τοῦ κατηγορουμένου καὶ τοῦ ὑποκειμένου μόνον, οἷον ‘ἄνθρωπος βαδίζει, Σωκράτης βαδίζει‘. ζητοῦμεν δὲ πρὸ τῆς κατὰ τὴν λέξιν ἐξηγήσεως τὰ τρία ταῦτα κεφάλαια· πρῶτον τί ἐστιν προσδιορισμός (κοινὸν γὰρ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων εἰδῶν τῶν προτάσεων) καὶ πόσοι εἰσὶν προσδιορισμοί, δεύτερον τίς ἀριθμὸς τῶν προτάσεων τῶν ἐκ τοῦ κατηγορουμένου καὶ ὑποκειμένου μόνου συγκειμένων, καὶ τρίτον πῶς ἐκ τῶν καταφάσεων ποιοῦμεν τὰς ἀποφάσεις. ἀρξώμεθα τοῦ πρώτου. προσδιορισμὸς τοίνυν ἐστὶ πρόσρημα σημαῖνον ἐπὶ πόσον ὑπάρχει τὸ κατηγορούμενον τοῦ ὑποκειμένου. οἷον ἐν τῷ εἰπεῖν ‘πᾶς ἄνθρωπος βαδίζει‘ σημαίνει μοι ὅτι πᾶσι τοῖς ὑπὸ τὸν ἄνθρωπον οὖσιν, οἷον Σωκράτει, Πλάτωνι Ἀλκιβιάδῃ καὶ τοῖς λοιποῖς ὑπάρχει τὸ βαδίζειν. ἐν τῷ πάλιν λέγειν ὅτι ‘τὶς ἄνθρωπος βαδίζει‘ σημαίνει ὅτι τισὶν μὲν τῶν ἀνθρώπων ὑπάρχει τὸ βαδίζειν, τισὶν δὲ οὔ· ὡσαύτως καὶ ἐπὶ τοῦ ‘οὐδεὶς ἄνθρωπος βαδίζει‘ καὶ ‘οὐ πᾶς ἄνθρωπος βαδίζει‘. εἰσὶν δὲ προσδιορισμοὶ δ , δύο μὲν καθόλου, δύο δὲ μερικοί· καὶ τούτων 〈οἱ〉 μὲν καταφατικοὶ οἱ δὲ ἀποφατικοί. καθόλου μὲν καταφατικὸς οἷον ‘πᾶς ἄνθρωπος ἀναπνεῖ‘, καθόλου δὲ ἀποφατικὸς ‘οὐδεὶς ἄνθρωπος ἵπταται‘· μερικοὶ δὲ πάλιν καταφατικὸς μὲν ‘τὶς ἄνθρωπος βαδίζει‘, ἀποφατικὸς δὲ ‘οὐ πᾶς ἄνθρωπος βαδίζει‘. ἀνάγκη γὰρ δ εἶναι τοὺς προσδιορισμοὺς καὶ οὔτε πλείονας οὔτε ἐλάττονας. ἢ γὰρ τὸ καθόλου ἀποφαινόμεθα, καὶ τοῦτο ἀποφατικῶς ἢ καταφατικῶς, καὶ ποιεῖ τοὺς δύο καθόλου προσδιορισμούς, φημὶ δὴ τὸν πᾶς καὶ τὸν οὐδείς, ἢ τὸ μερικὸν ἀόριστον, καὶ πάλιν τοῦτο ἢ καταφατικὸν ἢ ἀποφατικόν, καὶ ποιεῖ τοὺς δύο μερικοὺς προσδιορισμούς, οἷον τὸν τὶς καὶ τὸν οὐ πᾶς, τὸν μὲν τὶς καταφατικόν, τὸν δὲ οὐ πᾶς ἀποφατικόν. μεμαθήκαμεν τοίνυν τί ἐστιν προσδιορισμὸς καὶ πόσοι εἰσὶν οἱ προσδιορισμοί. ἐν οἷς τὸ πρῶτον πληροῦται κεφάλαιον. Δεύτερον δὲ κεφάλαιόν ἐστιν ἐν ᾧ ζητοῦμεν, τίς ὁ ἀριθμὸς τῶν ἐκ τοῦ ὑποκειμένου καὶ κατηγορουμένου συγκειμένων προτάσεων.
in Int.25 εἰσὶν οὖν ρμδ αἱ προτάσεις δι’ αἰτίαν τοιαύτην· ἔστι δὲ ἡ αἰτία ἀπὸ τοῦ ὑποκειμένου, ἀπὸ τῆς σχέσεως τοῦ κατηγορουμένου πρὸς τὸ ὑποκείμενον καὶ ἀπὸ τῶν προσδιορισμῶν· διὸ τὸ περὶ τῶν προσδιορισμῶν κεφάλαιον προειλήφαμεν. ἀπὸ μὲν τοῦ ὑποκειμένου αἰτίαν τοιαύτην λαμβάνομεν. τὸ ὑποκείμενον ἢ μερικόν ἐστι καὶ καθ’ ἕκαστον, οἷον Σωκράτης, ἢ καθόλου· μερικὸν δὲ λέγω τὸ ἄτομον καὶ καθ’ ἑνὸς φερόμενον, καθόλου δὲ τὸ ἐν πολλοῖς θεωρούμενον καὶ πολλῶν κατηγορούμενον, οἷον ἄνθρωπος. τοῦτο δὲ καθόλου ἢ ἔχει προσδιορισμὸν ἢ οὐκ ἔχει. οὐκ ἔχει μὲν ὡς τὸ ‘ἄνθρωπος βαδίζει‘· εἰ δὲ ἔχει, ἢ μερικὸν καταφατικὸν ἔχει ἢ καθόλου καταφατικόν. ὑποκείσθωσαν γὰρ νῦν οἱ καταφατικοὶ προσδιορισμοί· τὰς γὰρ καταφάσεις μόνον τέως ζητοῦμεν. γεγόνασιν οὖν τέσσαρες προτάσεις ‘Σωκράτης βαδίζει, ἄνθρωπος βαδίζει, τὶς ἄνθρωπος βαδίζει, πᾶς ἄνθρωπος βαδίζει‘, αἱ δ δὲ καταφατικαί εἰσιν. τούτων τῶν δ πολλαπλασιαζομένων ἐπὶ τὴν τριμέρειαν τοῦ χρόνου γίνονται ιβ προτάσεις, οἷον ‘Σωκράτης βαδίζει, Σωκράτης ἐβάδισεν, Σωκράτης βαδίσει‘· ἰδοὺ γ . ‘ἄνθρωπος βαδίζει, ἄνθρωπος ἐβάδισεν, ἄνθρωπος βαδίσει‘· ἰδοὺ πάλιν γ , ὡς εἶναι ϛ . ‘τὶς ἄνθρωπος βαδίζει, τὶς ἄνθρωπος ἐβάδισεν, τὶς ἄνθρωπος βαδίσει‘· ἰδοὺ θ . ‘πᾶς ἄνθρωπος βαδίζει, πᾶς ἄνθρωπος ἐβάδισεν, πᾶς ἄνθρωπος βαδίσει‘· ἰδοὺ ιβ προτάσεις παρὰ τὴν τριμέρειαν τοῦ χρόνου. πάλιν τῶν ιβ τούτων προτάσεων πολυπλασιαζομένων ἐπὶ τὴν τριμέρειαν τῆς σχέσεως τοῦ κατηγορουμένου πρὸς τὸ ὑποκείμενον γίνονται λϛ . σχέσεις δὲ λέγω τὰς τρεῖς ταύτας, ἐνδεχομένην ἀναγκαίαν καὶ ἀδύνατον. ταύτας δὲ τὰς σχέσεις ἐκάλεσαν οἱ παλαιοὶ ὕλας, οἷς τῆς τούτων ἐμέλησεν τεχνολογίας, διότι ὥσπερ ἡ ὕλη συναναφαίνεται τοῖς εἴδεσιν, οὕτως καὶ ἡ τοιάδε σχέσις συναναφαίνεται τῷ εἴδει τῶν προτάσεων. ἐν γὰρ τῷ λέγειν ‘Σωκράτης ἀναπνεῖ‘ ἐσήμανέν μοι τὴν ἀναγκαίαν σχέσιν, ‘Σωκράτης βαδίζει‘ τὴν ἐνδεχομένην, ‘Σωκράτης ἵπταται‘ τὴν ἀδύνατον. ἐπὶ ταύτας οὖν τὰς τρεῖς σχέσεις τῶν ιβ τούτων πολυπλασιαζομένων γίνονται λϛ καταφάσεις. καὶ ἐπεὶ πάσῃ καταφάσει, ὡς προείρηται, ἀντίκειται ἀπόφασις, ἐξ ἀνάγκης ὅσαι καταφάσεις εἰσίν, τοσαῦται πάλιν ἀποφάσεις γίνονται· ὡς εἶναι πάσας τὰς προτάσεις οβ , ὡρισμένου ὄντος τοῦ ὑποκειμένου. εἰ δὲ εἴη ἀόριστον τὸ ὑποκείμενον, τὸν αὐτὸν τρόπον. εἶπεν δὲ αὐτὸς ἀόριστον εἶναι ὄνομα τὸ οὐ Σωκράτης, τὸ οὐκ ἄνθρωπος. γίνονται τοίνυν κατὰ τὸν ὑποκείμενον δ καταφάσεις ‘οὐ Σωκράτης βαδίζει, οὐκ ἄνθρωπος βαδίζει, τὶς οὐκ ἄνθρωπος βαδίζει, πᾶς οὐκ ἄνθρωπος βαδίζει‘. τούτων πολυπλασιαζομένων ἐπὶ τὴν τριμέρειαν τοῦ χρόνου καὶ πάλιν ἐπὶ τὴν τριπλόην τῆς ὕλης ὡσαύτως γίνονται λϛ καταφάσεις· δῆλον δὲ ὅτι καὶ τοσαῦται ἀποφάσεις. ὡς γίνεσθαι πάσας ὁμοῦ ρμδ προτάσεις τὰς ἐκ τοῦ κατηγορουμένου καὶ ὑποκειμένου μόνου συγκειμένας. ἐν οἷς καὶ τὸ δεύτερον πληροῦται κεφάλαιον. Τρίτον ἦν κεφάλαιον τῶν προτεθέντων ἡμῖν εἰς ζήτησιν τὸ εἰπεῖν πῶς ποιοῦμεν τὰς ἀποφάσεις ἐκ τῶν καταφάσεων τούτων, τίνι συνάπτοντες τὴν οὔ ἄρνησιν, ἆρά γε τῷ κατηγορουμένῳ ἢ τῷ ὑποκειμένῳ.
in Int.26 ἐπὶ μὲν οὖν ἀπροσδιορίστων προτάσεων καὶ τῶν καθ’ ἕκαστα λέγομεν δεῖν συνάπτεσθαι τὴν οὔ ἄρνησιν τῷ κατηγορουμένῳ· πρῶτον μὲν ὅτι εἰ συνάψοιμεν τῷ ὑποκειμένῳ τὴν οὔ ἄρνησιν ἀλλὰ μὴ τῷ κατηγορουμένῳ, καταφάσεις γίνονται ἀόριστοι, ὡς εἴρηται· τὸ γὰρ οὐ ‘Σωκράτης βαδίζει‘ ἓν μὲν ἀναιρεῖ, ἄπειρα δὲ εἰσάγει. δευτέραν δὲ λέγομεν αἰτίαν, ὅτι δεῖ τῷ κατηγορουμένῳ συνάψαι τὴν οὔ ἄρνησιν· ἐν ταῖς τοιαύταις προτάσεσιν ἔχει τὸ κατηγορούμενον πρὸς τὸν σκοπὸν τοῦ εἰπόντος τὴν κατάφασιν. ἐκείνου γὰρ εἰπόντος ὅτι Σωκράτης βαδίζει θέλει ἀναιρεῖν οὐ τὸν Σωκράτην ἀλλὰ τὸ βαδίζει. καὶ ἐπεὶ τὸ κῦρος ἔχει τὸ κατηγορούμενον ἐν ταῖς τοιαύταις προτάσεσιν, ὡς δηλοῖ καὶ τὸ ὄνομα τῶν τοιούτων προτάσεων (κατηγορικαὶ γὰρ λέγονται προτάσεις ὡς ἐκ τοῦ κυριωτέρου μορίου τὴν προσηγορίαν λαβοῦσαι), δεῖ τῷ κυριωτέρῳ μορίῳ συνάψαι τὴν οὔ ἄρνησιν καὶ τὸ αὐτὸ ἀνελεῖν ὅπερ κατέφησεν ἡ κατάφασις. οὕτως γὰρ καὶ ἐπὶ τῆς ἀναιρέσεως τῶν ζῴων κατὰ τοῦ κυριωτέρου μορίου τὸ ξίφος ἐμβάλλομεν, ἵνα θᾶττον ἀναιρεθῇ τὸ ζῷον, οἷον τῇ καρδίᾳ ἢ τῷ ἥπατι ἢ τῷ ἐγκεφάλῳ τὸ ξίφος προσάγοντες ἀλλ’ οὐ χειρὶ ἢ ποδὶ καὶ τοῖς τοιούτοις. ἐπὶ δὲ τῶν προσδιωρισμένων προτάσεων λέγομεν ὅπερ ἄλλοι ἀπροσδιορίστως εἶπον, ὅτι πάντως τῷ κατηγορουμένῳ, οὐ καλῶς ** ἡμεῖς γὰρ λέγομεν πάλιν διὰ δύο αἰτίας ὅτι δεῖ τῷ προσδιορισμῷ συνάψαι τὴν οὔ ἄρνησιν· πρῶτον μὲν διὰ τὸ ἤδη εἰρημένον, ὅτι ὥσπερ ἐν ταῖς ἀπροσδιορίστοις καὶ ἐν ταῖς καθ’ ἕκαστα προτάσεσιν τὸ κῦρος τὸ κατηγορούμενον ἔχει, οὕτως καὶ ἐν ταῖς προσδιωρισμέναις προτάσεσιν ὁ προσδιορισμός· δεύτερον δέ, ὅτι εἰ μὴ συνάψωμεν τῷ προσδιορισμῷ τὴν οὔ ἄρνησιν, οὐ γίνονταί ποτε ἀντιφάσεις. οἷον ἐὰν εἴπω ‘πᾶς ἄνθρωπος βαδίζει, πᾶς ἄνθρωπος οὐ βαδίζει‘, αἱ δύο συμψεύδονται, καὶ οὐκέτι ἀντίφασις τὸ τοιοῦτον ἀλλ’ ἐναντίαι προτάσεις. τὸ γὰρ ‘πᾶς ἄνθρωπος οὐ βαδίζει‘ τὴν αὐτὴν δύναμιν ἔχει τῇ προτάσει τῇ λεγούσῃ ‘οὐδεὶς ἄνθρωπος βαδίζει‘· τὸ δὲ πᾶς καὶ οὐδεὶς ὡς ἐναντία μάχονται. εἰ δὲ εἴπωμεν ‘οὐ πᾶς ἄνθρωπος βαδίζει‘, ἀντιφατικῶς μάχεται, ὡς μαθησόμεθα, τῇ λεγούσῃ ‘πᾶς ἄνθρωπος βαδίζει‘· ἡ μὲν γὰρ ἀληθής, ἡ δὲ πάντως ψευδής. ἐν οἷς πληροῦται καὶ τὸ τρίτον κεφάλαιον, διδάξαν ἡμᾶς πῶς ποιοῦμεν ἐκ τῶν καταφάσεων τὰς ἀποφάσεις. Ληπτέον δὲ καὶ περὶ τῆς προσηγορίας τοῦ καθόλου προσδιορισμοῦ, διὰ τί 〈οὐχ〉 ὥσπερ πᾶς καὶ οὐ πᾶς γεγόνασιν, οὕτω τὶς καὶ οὐ τίς. ἔδει γὰρ οὕτως γενέσθαι· ὥσπερ ἐκεῖ τῷ πᾶς καθόλου ὄντι προσδιορισμῷ προσετέθη τὸ οὔ ἀρνητικὸν μόριον μόνον, οὕτως ἔδει καὶ ἐνταῦθα τῷ τὶς μερικῷ προσδιορισμῷ πλεονάζειν τὴν οὔ ἄρνησιν καὶ γίνεσθαι οὐ τίς.
in Int.27 πρὸς τοῦτο λέγομεν ὅτι ἐξ ἀνάγκης ἔδει τὴν ἀπόφασιν γίνεσθαι οὕτως ἢ οὐ τὶς ἢ οὐθεὶς ἢ οὐδείς· τὸ δὲ οὐθεὶς καὶ οὔτε εἷς τὴν αὐτὴν δύναμιν ἔχουσιν, καὶ πάλιν τὸ οὐδὲ εἷς καὶ οὐδεὶς τὸ αὐτὸ δύνανται. τὸ μὲν οὖν οὐ τὶς οὐδὲ ὅλως εἴρηται ἢ ἐν Ἑλληνικῇ χρήσει κεῖται· τὸ δὲ οὔτις ποιητικόν· τὸ δὲ οὐθεὶς μετὰ τῆς κακοφωνίας οὐδὲ ἔστιν ἀπόφασις τῆς ‘τὶς ἄνθρωπος βαδίζει‘, ἀλλὰ τοῦ εἷς ἀριθμητικοῦ ὀνόματος. ἀπελείφθη τοίνυν ἐξ ἀνάγκης τὸ οὐδὲ εἷς, ὅπερ κατὰ κρᾶσιν ἢ συναλοιφὴν γέγονεν οὐδείς, ὅπερ σύγκειται ἐκ τοῦ εἷς ἀριθμητικοῦ ὀνόματος καὶ τοῦ δὲ συνδέσμου καὶ τῆς οὔ ἀρνήσεως. Καὶ ἐπεὶ θορυβεῖν εἴωθεν τοὺς ἀκούοντας ἐπί τινων ὑλῶν τὸ οὐ πᾶς, μήπου εἰσάγει τὸν τίς, ὡς ἔχει ἐπὶ τῆς ἀδυνάτου ὕλης (ἐν γὰρ τῷ λέγειν ‘οὐ πᾶς ἄνθρωπος ἵπταται‘ δοκεῖ φαντασίαν παρέχειν ὅτι τὶς μὲν ἵπταται, τὶς δὲ οὐχ ἵπταται· καὶ πάλιν ἐπὶ τῆς ἀναγκαίας ὕλης τὸ ‘οὐ πᾶς ἄνθρωπος ἀναπνεῖ‘ δοκεῖ σημαίνειν ὅτι τινὲς μὲν ἀναπνέουσιν τινὲς δὲ οὔ), ἐπεὶ οὖν τοιαύτην φαντασίαν ἐπὶ τῶν δύο ὑλῶν παρέχεται, εἴπωμεν καὶ περὶ αὐτοῦ. τὸ τοίνυν οὐ πᾶς καθ’ αὑτὸ λεγόμενον ἐπὶ τῶν δύο ὑλῶν τῆς τε ἀναγκαίας καὶ τῆς ἀδυνάτου ἕπεται τῇ καθόλου ἀποφάσει, οἷον ἐπὶ μὲν τῆς ἀδυνάτου ‘οὐδεὶς ἄνθρωπος ἵπταται‘ καὶ ‘οὐ πᾶς ἄνθρωπος ἵπταται‘ τὴν αὐτὴν δύναμιν ἔχουσιν· συναληθεύουσι γάρ· ἐπὶ δὲ τῆς ἀναγκαίας πάλιν ‘οὐδεὶς ἄνθρωπος ἀναπνεῖ, οὐ πᾶς ἄνθρωπος ἀναπνεῖ‘ ἀμφότεραι ψεύδονται. ἐπὶ δὲ τῆς ἐνδεχομένης οὐχ ἕπεται τῇ καθόλου ἀποφάσει· ἡ μὲν γὰρ καθόλου ἀπόφασις ἐπὶ τῆς ἐνδεχομένης ὕλης ἀεὶ ψεύδεται, οἷον ἡ λέγουσα ‘οὐδεὶς ἄνθρωπος βαδίζει‘· ἡ δὲ λέγουσα ‘οὐ πᾶς ἄνθρωπος βαδίζει‘ ἀληθεύει. ὅτι δὲ ἀληθῶς τοῦτο λέγομεν ἐκ τῶν καταφάσεων φανερόν· ὡς γὰρ ἔχει ἡ μερικὴ κατάφασις πρὸς τὴν καθόλου κατάφασιν, οὕτως δεῖ καὶ μερικὴν ἀπόφασιν πρὸς τὴν καθόλου ἀπόφασιν. ἡ μὲν γὰρ μερικὴ κατάφασις ἐπὶ τῆς ἐνδεχομένης ὕλης οὐχ ἕπεται τῇ καθόλου καταφάσει· ἐκείνης μὲν γὰρ ψευδοῦς οὔσης αὕτη ἀληθής ἐστι· ἐπὶ δὲ τῶν ἄλλων δύο ὑλῶν συνέπεται. ‘πᾶς μὲν γὰρ ἄνθρωπος ἀναπνεῖ‘ καὶ ‘τὶς ἄνθρωπος ἀναπνεῖ‘ ἀμφότεραι ἀληθεύουσιν· ἐπὶ δὲ τῆς ἀδυνάτου ὕλης καὶ ἡ λέγουσα ‘πᾶς ἄνθρωπος ἵπταται‘ ψεύδεται καὶ ἡ μερικὴ ἡ λέγουσα τὶς ἄνθρωπος ἵπταται‘ ψεύδεται· ἀντικειμένως γὰρ ἔχουσιν πρὸς τὴν καθόλου ἀπόφασιν. ὥστε καὶ ἡ μερικὴ ἀπόφασις ἐπὶ τῶν δύο ὑλῶν ἕπεται τῇ καθόλου ἀποφάσει· ἐπὶ δὲ τῆς ἐνδεχομένης οὐ συνέπεται. ἐν οἷς καὶ τὸ τρίτον κεφάλαιον καὶ ἡ παροῦσα θεωρία σὺν θεῷ πληροῦται. Ἐπειδή ἐστι τὰ μὲν καθόλου τῶν πραγμάτων τὰ δὲ κα θ ’ ἕκαστο ν· τοῦτ’ ἔστι μερικόν. τὸ γὰρ ἄτομον πολλὰ σημαίνει· σημαίνει γὰρ καὶ αὐτὸ τὸ καθ’ ἕκαστον, οἷον τὸν Σωκράτην (ὁ γὰρ Σωκράτης καὶ ἄτομον λέγεται καὶ καθ’ ἕκαστα)· δηλοῖ δὲ τὸ ἄτομον καὶ τὸ δυσχερῶς τεμνόμενον καὶ τὸ μηδ’ ὅλως τεμνόμενον ὡς τὸ σημεῖον καὶ τὸ εἰδικώτατον εἶδος.
in Int.28 ἐνταῦθα δὲ καθ’ ἕκαστα εἶπεν ἀντὶ τοῦ μερικοῦ καὶ ἀτόμου, ὅπερ δύναται μὲν τέμνεσθαι, μετὰ δὲ τὴν τομὴν οὐ σώζει τὸ πρότερον εἶδος. τοῦτο οὖν δυνάμει φησὶν ‘ἐπειδὴ τῶν πραγμάτων τινὰ μέν εἰσιν καθόλου τινὰ δὲ μερικά.‘ Ἐὰν μὲν καθόλου ἀποφαίνηται ἐπὶ τοῦ καθόλου ὅτι ὑπάρχει τι ἢ μ ή , ἔσονται ἐναντίαι αἱ ἀποφάνσει ς. ἐναντίας ἐκάλεσεν ἀποφάνσεις τὰς καθόλου καταφάσεις καὶ τὰς καθόλου ἀποφάσεις, ὅταν καὶ τὸ ὑποκείμενον καθόλου ἐστὶ καὶ ὁ προσδιορισμὸς καθόλου, εἴτε καταφατικὸς εἴτε ἀποφατικός· οἷον ‘πᾶς ἄνθρωπος βαδίζει, οὐδεὶς ἄνθρωπος βαδίζει‘. ἐναντίας δὲ ἐκάλεσεν τὰς τοιαύτας ἀποφάνσεις, διότι ἐοίκασιν τοῖς ἐμμέσοις ἐναντίοις. ὥσπερ γὰρ τὰ ἔμμεσα ἐναντία, οἷον τὸ λευκὸν τὸ μέλαν, τὸ θερμὸν καὶ τὸ ψυχρόν, ἅμα μὲν παρεῖναι ἀδύνατον κατὰ τὸν αὐτὸν χρόνον ἐν τῷ αὐτῷ ὑποκειμένῳ *** οὕτως καὶ ταύτας τὰς προτάσεις ἅμα μὲν ἀληθεῖς εἶναι ἀδύνατον, ἅμα δὲ συμψεύδεσθαι δυνατόν. ἐπὶ μὲν γὰρ τῆς ἐνδεχομένης ὕλης ἀμφότεραι ψεύδονται, οἷον ‘πᾶς ἄνθρωπος βαδίζει, οὐδεὶς ἄνθρωπος βαδίζει‘· ἐπὶ δὲ τῶν ἄλλων δύο ὑλῶν ἡ μὲν πάντως ἀληθὴς ἡ δὲ ψευδής. ἡ μὲν γὰρ καθόλου ἀποφατικὴ ἐπὶ τῆς ἀναγκαίας ὕλης ** ἀληθεύει ἡ λέγουσα ‘οὐδεὶς ἄνθρωπος ἵπταται‘, ἡ δὲ καθόλου καταφατικὴ ψεύδεται ἡ λέγουσα ‘πᾶς ἄνθρωπος ἵπταται‘. Ὅταν δὲ ἐπὶ τῶν καθόλου μέ ν , μὴ καθόλου δ έ , οὐκ ἔστιν ἐναντί α , τὰ μέντοι δηλούμενα ἔστιν εἶναί ποτε ἐναντί α. καθόλου ὡς μὴ καθόλου λέγει τὰς προτάσεις τὰς ἐχούσας τὸ μὲν ὑποκείμενον καθόλου, προσδιορισμὸν δὲ οὔ. ταύτας οὐ καλεῖ ἐναντίας, διότι ποτὲ συναληθεύουσιν. εἶπεν δὲ τὰ δηλούμενα ἐκ τῶν τοιούτων προτάσεων ποτὲ ἐναντία εἶναι αἰνιττόμενος τὰ ἄμεσα ἐναντία. ὅταν γὰρ αἱ τοιαῦται προτάσεις ἐπὶ τῶν ἀμέσων ἐναντίων λαμβάνονται, τὰ σημαινόμενα ἐξ αὐτῶν τὰ ἐναντία εἰσάγουσιν, οἷον ‘ἀριθμὸς ἄρτιός ἐστιν, ἀριθμὸς ἄρτιος οὐκ ἔστιν‘. ἐναντίαι μὲν γὰρ οὔκ εἰσιν, διότι συναληθεύουσιν, τὰ μέντοι δηλούμενα ἐξ αὐτῶν ἐναντία εἰσίν. τὸ γὰρ οὐκ ἄρτιον σημαίνει τὸ περιττόν, τὸ δὲ περιττὸν καὶ τὸ ἄρτιον δοκοῦσιν ἐναντία εἶναι. πάλιν ‘Σωκράτης ὑγιαίνει, Σωκράτης οὐχ ὑγιαίνει‘, ἐπειδὴ τὸ οὐχ ὑγιαίνει τὸ νοσεῖν δηλοῖ, νόσος δὲ καὶ ὑγεία φαίνονται οὖσαι ἐναντίαι. ὥστε τὰ δηλούμενα ἐξ αὐτῶν εἰσιν ἐναντία, ὡς ἔστιν ἐναντία νόσος καὶ ὑγεία, καὶ τὸ ἄρτιον καὶ τὸ περιττόν. Τὸ γὰρ πᾶς οὐ τὸ καθόλου σημαίνει ἀλ λ ’ ὅτι καθόλο υ. ἐλλειπῶς αὐτῷ τὰ τῆς φράσεως εἴρηται. τὸ δὲ ὅλον τοῦτό ἐστιν· ὁ πᾶς προσδιορισμὸς ἢ ὁ οὐδεὶς οὐ σημαίνει [γὰρ] καθολικήν τινα φύσιν ὥσπερ ἄνθρωπος, ἀλλὰ τὴν τοιάνδε σχέσιν σημαίνει τοῦ κατηγορουμένου πρὸς τὸ ὑποκείμενον.
in Int.29 οἷον ‘πᾶς ἄνθρωπος βαδίζει‘· ἐν τούτῳ σημαίνει μοι τὸ πᾶς ὅτι καθόλου ὄντος τοῦ ὑποκειμένου ἤγουν τοῦ ἀνθρώπου τὸ βαδίζειν πᾶσιν τοῖς ὑπὸ τὸν ἄνθρωπον οὖσιν ἀτόμοις ὑπάρχει. ἔστι τοίνυν τὸ ὅλον τοῦτο ὅτι τὸ πᾶς οὐ σημαίνει τινὰ καθολικὴν φύσιν ὡς τὸ ἄνθρωπος, ἀλλ’ ὅτι καθόλου ὄντος τοῦ ὑποκειμένου σημαίνει τὸ κατηγορούμενον ὑπάρχειν πᾶσι τοῖς ὑπὸ τὸ ὑποκείμενον τελοῦσιν. ἐν οἷς σὺν θεῷ ἡ παροῦσα πρᾶξις. 〈 Πρᾶξις β .〉 Ἐπὶ δὲ τοῦ κατηγορουμένου καθόλου τὸ καθόλου κατηγορεῖν [ καθόλο υ ] οὐκ ἔστιν ἀληθέ ς · οὐδεμία γὰρ κατάφασις ἀληθὴς ἔσται καὶ τὰ ἑξῆς. Παραδεδωκὼς τὴν διαφορὰν τῶν προτάσεων ἀπὸ τοῦ ὑποκειμένου, ὅτι ἢ ὡρισμένον ἐστὶν ἢ ἀόριστον, ἀπὸ τῆς σχέσεως τοῦ κατηγορουμένου πρὸς τὸ ὑποκείμενον, ἔτι δὲ καὶ ἀπὸ τῶν προσδιορισμῶν (ἄλλη μὲν γάρ ἐστιν ἡ πρότασις ἡ λέγουσα ‘ἄνθρωπος βαδίζει‘ καὶ ἄλλο εἶδος προτάσεως ‘πᾶς ἄνθρωπος βαδίζει‘) ζητεῖ τοίνυν, ἆρά γε, ὥσπερ συνήφθη ὁ προσδιορισμὸς τῷ ὑποκειμένῳ ‘πᾶς ἄνθρωπος βαδίζει‘ καὶ ἐποίησεν ἕτερον εἶδος προτάσεως παρὰ τὸ ‘ἄνθρωπος βαδίζει‘, δυνατόν ἐστιν συνάψαι τὸν προσδιορισμὸν τῷ κατηγορουμένῳ καὶ ποιεῖν ἕτερον εἶδος προτάσεως, οἷον ‘πᾶς ἄνθρωπος πᾶν ζῷον‘. καὶ ἀποφαίνεται ὅτι τοῦτο ἀδύνατον, διότι ψευδὴς ἡ τοιαύτη πρότασις, φημὶ δὴ ἡ ἔχουσα τὸν καθόλου προσδιορισμὸν ἐν τῷ κατηγορουμένῳ. ἀλλὰ πρῶτον εἴπωμεν πόσαι γίνονται αἱ τοιαῦται προτάσεις αἱ καθόλου προσδιωρισμέναι αἱ ἔχουσαι ἁπλῶς τὸν προσδιορισμὸν πρὸς τῷ διορισμῷ. γίνονται τοίνυν ιϛ . εἰσὶν μὲν γὰρ δ προσδιορισμοί· πολυπλασιαζόμενοι οὗτοι ποιοῦσι ιϛ προτάσεις· τετράκις γὰρ τέσσαρες ιϛ . ἀνάγκη γὰρ τὸ ὑποκείμενον ἔχειν ἕνα τούτων τῶν προσδιορισμῶν, τὸ δὲ κατηγορούμενον τετραχῶς ποικίλλεσθαι, ὡς ὑπογέγραπται. Λέγει τοίνυν Ἀριστοτέλης ὅτι τῷ κατηγορουμένῳ οὐ συναπτέον τὸν καθόλου προσδιορισμόν, διότι ψευδεῖς γίνονται αἱ καταφάσεις.
in Int.30 πρὸς τοῦτο δὲ λέγομεν ὅτι ἀληθὲς μέν ἐστι τὸ λεγόμενον ἀλλ’ 〈οὐχ〉 ὅσον ἐπὶ τούτων, ἐπειδὴ καὶ ἄλλαι προτάσεις ψευδεῖς γεγόνασιν, οἷον πᾶσαι αἱ καταφάσεις ἐπὶ τῆς ἀδυνάτου ὕλης καὶ πᾶσαι αἱ καθόλου καταφάσεις τε καὶ ἀποφάσεις ἐπὶ τῆς ἐνδεχομένης ὕλης. ὅσον οὖν πρὸς τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καὶ τὰς ἄλλας ἔδει ἐκβάλλεσθαι καὶ μὴ μόνον ταύτας. εἰ δὲ ἐκείνας δεξόμεθα, διὰ τί μὴ καὶ ταύτας; λέγομεν οὖν ὅτι εἰ καὶ εὑρεθῶσιν ἐπὶ τούτων τῶν προτάσεων ἀληθεῖς τινες προτάσεις, ὡς ἡ λέγουσα ‘πᾶς ἄνθρωπος τὶ ζῷόν ἐστιν‘ καὶ ‘πᾶς ἄνθρωπος οὐ πᾶν ζῷόν ἐστιν‘, ἀλλ’ ὅμως διὰ δύο αἰτίας οὐ δεξόμεθα τὰς τοιαύτας προτάσεις. πρῶτον μὲν διὰ τὸ περιττόν· τὸ αὐτὸ γὰρ σημαίνει μοι λέγουσα ‘πᾶς ἄνθρωπος ζῷόν ἐστι‘ καὶ ‘πᾶς ἄνθρωπος τὶ ζῷόν ἐστι‘. πρὸς δὲ τῷ περιττῷ εὑρεθήσεται καὶ ἄχρηστος πρὸς συλλογιστικὰς μεθόδους. οἷον ἔστω τις συλλογιστικὴ πλοκὴ τοιαύτη ‘πᾶς ἄνθρωπος τὶ ζῷον, τὶ ζῷον οὐσία‘· ἀσυλλόγιστος γέγονεν ἡ τοιαύτη πλοκή. ἡ γὰρ δευτέρα πρότασις μερική ἐστι· ὅταν δὲ εὑρίσκεται ἡ μείζων πρότασις μερική, ἀσυλλόγιστος ἡ τοιαύτη πλοκὴ εὑρεθήσεται ἐν τῷ πρώτῳ σχήματι, ὡς σὺν θεῷ ἐν τοῖς Ἀναλυτικοῖς μαθησόμεθα. ἐπεὶ τοίνυν ἄχρηστός ἐστιν ἡ τοιαύτη πρότασις πρὸς συλλογιστικὴν μέθοδον, εἰκότως οὐ δεξόμεθα αὐτήν. καὶ τοῦτο μὲν περὶ τῶν δὶς προσδιωρισμένων προτάσεων. Ἀριστοτέλης δὲ ἐφεξῆς τὴν διαφορὰν τῶν ἀντιθέσεων τῶν ἐν ταῖς προτάσεσιν θεωρουμένων παραδίδωσιν. εἰσὶν δὲ αὗται δ . μία μὲν τῶν καθ’ ἕκαστα προτάσεων ἀντίθεσις ‘Σωκράτης βαδίζει, Σωκράτης οὐ βαδίζει‘, δευτέρα δὲ τῶν ἐναντίων ‘πᾶς ἄνθρωπος βαδίζει, οὐδεὶς ἄνθρωπος βαδίζει‘· τρίτη τῶν ὑπεναντίων, εἴτε ἔχουσι μερικὸν προσδιορισμὸν εἴτε οὐκ ἔχουσιν, ὡς τὸ [ἢ] ‘ἄνθρωπος βαδίζει 〈ἄνθρωπος οὐ βαδίζει〉‘ ἢ ‘τὶς ἄνθρωπος βαδίζει‘ [ἢ] ‘οὐ πᾶς ἄνθρωπος βαδίζει‘, καὶ τετάρτη ἡ τῶν ἀντιφατικῶς μαχομένων. καὶ καλεῖ τὴν μὲν ἀντιφατικῶς μαχομένην ἀντίθεσιν, ὅταν ἡ μέν ἐστι καθόλου ἡ δὲ μερική, καὶ ἡ μὲν καταφατικὴ ἡ δὲ ἀποφατική, ἀντίφασιν· οἷον ‘πᾶς ἄνθρωπος βαδίζει, οὐ πᾶς ἄνθρωπος βαδίζει‘, ‘τὶς ἄνθρωπος βαδίζει, οὐδεὶς ἄνθρωπος βαδίζει‘· ἔτι δὲ καὶ τὴν ἀντίθεσιν τῶν καθ’ ἕκαστα προτάσεων ‘Σωκράτης βαδίζει, Σωκράτης οὐ βαδίζει‘. ταύτας καλεῖ ἀντιφατικῶς μάχεσθαι, διότι καὶ ἐπὶ παντὸς χρόνου καὶ ἐπὶ πάσης ὕλης μερίζουσιν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. τὴν δὲ φερομένην ἀπορίαν ἐπὶ τοῦ μέλλοντος χρόνου περὶ τῶν καθ’ ἕκαστα ἀντιθέσεων αὐτὸς ἀπορεῖ καὶ τὴν ἀπορίαν ἐπιλύεται. τὰς δὲ καθόλου προτάσεις ἀποφατικὰς καὶ καταφατικὰς λέγει ἐναντίως μάχεσθαι. διὰ τί δὲ ἐναντίαν ἐκάλεσεν τὴν τοιαύτην ἀντίθεσιν ἐν τοῖς προλαβοῦσιν εἴρηται. τὴν δὲ ἐναντίωσιν τῶν μερικῶν προτάσεων 〈καὶ τῶν〉 ἀπροσδιορίστων καλεῖ παρακατιὼν ὑπεναντίαν, διότι ὑπὸ τὰς ἐναντίας εἰσίν· οἷον τὶς μὲν ὑπὸ τὴν πᾶς, οὐ πᾶς δὲ ὑπὸ τὴν οὐδείς.
in Int.31 καὶ αὕτη ἐστὶν ἡ διάκρισις τῶν ἐν ταῖς προτάσεσιν ἀντιθέσεων. *** καὶ τὴν τῶν μερικῶν προτάσεων. διὰ τί δέ, κατὰ τὴν λέξιν μαθησόμεθα. Οὐδεμία γὰρ κατάφασις ἀληθὴς ἔστα ι , ἐν ᾗ τοῦ κατηγορουμένου καθόλου τὸ καθόλου κατηγορηθήσετα ι , οἷον ἔστι πᾶς ἄνθρωπος πᾶν ζῷο ν . οὐδεμία κατάφασις εἶπεν ἀντὶ τοῦ πρότασις, ἐκ τοῦ κυριωτέρου τὴν ὀνομασίαν ποιησάμενος· ἐὰν γὰρ κατάφασις οὐκ ἔστι, πολλῷ μᾶλλον οὐδὲ ἀπόφασις. ἡ γὰρ ἀπόφασις μόνῃ τῇ οὔ ἀρνήσει θέλει πλεονάζειν τῆς καταφάσεως, 〈ὡσ〉 πολλάκις ἡμῖν εἴρηται. Εἰ γὰρ αἰσχρό ς , καὶ οὐ καλό ς · καὶ εἰ γίνεταί τ ι , καὶ οὐκ ἔστι ν. ἐνταῦθα βούλεται ἀποδεῖξαι ὅτι αἱ μερικαὶ προτάσεις ταῖς ἀπροσδιορίστοις τὴν αὐτὴν ἔχουσι δύναμιν. ἐπιχειρεῖ δὲ διχῶς, ἔκ τε τῶν ἐναντίων καὶ ἐκ τῶν γινομένων. ἐκ μὲν τῶν ἐναντίων οὕτως· εἰ ἀληθὲς εἰπεῖν ὅτι ἄνθρωπος καλός ἐστι, καὶ πάλιν αὐτὸ τοῦτο ὅτι ἄνθρωπος αἰσχρός ἐστι· τὸ δὲ αἰσχρὸς δῆλον ὅτι οὐ καλὸς σημαίνει. ἀληθὲς 〈δὲ〉 ἄρα εἰπεῖν ὅτι ἄνθρωπος [οὐ] καλός ἐστιν, οἷον διὰ τὸν Ἀχιλλέα ἢ Νηλέα, καὶ ἀληθὲς εἰπεῖν ὅτι ἄνθρωπος αἰσχρὸς διὰ τὸν Θερσίτην, ὅπερ πάντως σημαίνει τὸ οὐ καλός. συναληθεύουσιν ἄρα αἱ προτάσεις· εἰ δὲ συναληθεύουσιν, δῆλον ὅτι οὐκέτι ἀντίφασις, ἀλλὰ τὴν αὐτὴν δύναμιν ἔχουσιν ταῖς μερικαῖς προτάσεσιν ἀποφατικαῖς καὶ καταφατικαῖς. ἐν οἷς τὸ πρῶτον ἐπιχείρημα. τὸ δὲ δεύτερον ἐπιχείρημά ἐστιν ἐκ τῶν γινομένων οὕτω προσαγόμενον· εἰ ἀληθὲς εἰπεῖν ‘ἄνθρωπός ἐστι‘ διὰ τὸν ἤδη ὑπάρχοντα, πάλιν ἀληθὲς εἰπεῖν ὅτι ἄνθρωπος οὐκ ἔστι διὰ τὸν γινόμενον καὶ κυοφορούμενον· τὸ γὰρ κυοφορούμενον οὔπω ἔστι. συναληθεύουσιν ἄρα, ὡς ἐρρέθη. εἰ δὲ ἡ ἀντίφασις οὐ συναληθεύει ποτέ, οὐκ ἄρα τὴν αὐτὴν δύναμιν ἔχει ἡ ἀπροσδιόριστος ἀπόφασις τῇ καθόλου ἀποφάσει. ἐνταῦθα τοίνυν ζητεῖται περὶ τῆς ἀπροσδιορίστου ἀποφάσεως, ἆρά γε τῇ καθόλου ἀποφάσει ἰσοδυναμεῖ ἢ τῇ μερικῇ ἀποφάσει. περὶ μὲν γὰρ τῆς καταφάσεως οὐδὲ εἷς λόγος· πᾶσιν γὰρ φανερὸν ὅτι ἡ μερικὴ κατάφασις καὶ ἡ ἀπροσδιόριστος τὴν αὐτὴν δύναμιν ἔχουσιν, οἷον ‘ἄνθρωπος βαδίζει, τὶς ἄνθρωπος βαδίζει‘, χωρὶς τοῦ ἄρθρου δηλονότι. περὶ δὲ τῆς ἀπροσδιορίστου ἀποφάσεως ζητεῖται, ἆρά γε τῇ καθόλου ἀποφάσει ἕπεται ἢ τῇ μερικῇ ἀποφάσει. καὶ οἱ μὲν λέγουσιν τῇ καθόλου ἀποφάσει ἕπεσθαι, αὐτὸν τὸν Ἀριστοτέλη μάρτυρα παραφέροντες. λέγει γὰρ ἐν ἄλλοις καὶ φαίνεται κεχρημένος ταύτῃ ἀντὶ τῆς καθόλου ἀποφάσεως, ὡς ἐν τῷ Περὶ ψυχῆς εἶπεν ‘οὐκ ἔστιν αἴσθησις παρὰ τὰς πέντε αἰσθήσεισ‘, τοῦτ’ ἔστιν ‘οὐκ ἔστιν οὐδεμία αἴσθησις παρὰ τὰς πέντε αἰσθήσεισ‘· καὶ πάλιν ἐν τῇ Φυσικῇ ἀκροάσει ‘οὐκ ἔστι κίνησις παρὰ τὰ κινούμενα‘.
in Int.32 λέγομεν οὖν ἡμεῖς ὅτι πάντως τῇ μερικῇ ἀποφάσει ἕπεται. καὶ ἀληθὲς μὲν καὶ τοῦτο ὅτι ἕπεται τῇ καθόλου ἀποφάσει, ὥσπερ ἐπὶ τῆς ἀδυνάτου ὕλης καὶ τῆς ἀναγκαίας ἐξ ἀνάγκης καὶ αὕτη ὡς ἑπομένη τῇ μερικῇ ἀποφάσει ἕψεται καὶ τῇ καθόλου ἀποφάσει· ἐπὶ δὲ τῆς ἐνδεχομένης ὕλης ἐπειδὴ ἡ μερικὴ ἀπόφασις, ὡς εἴρηται, οὐχ ἕπεται τῇ καθόλου ἀποφάσει (ἡ μὲν γὰρ μερικὴ ἀληθεύει, ἡ δὲ καθόλου ψεύδεται), εἰκότως ἡ ἀπροσδιόριστος ἀπόφασις οὐχ ἕπεται τῇ καθόλου ἀποφάσει. ἡ μὲν γὰρ λέγουσα ‘οὐδεὶς ἄνθρωπος βαδίζει‘ ὁμολογουμένως ψεύδεται, [ἡ δὲ λέγουσα ‘πᾶς ἄνθρωπος βαδίζει‘ ὁμολογουμένως ψεύδεται], ἡ δὲ λέγουσα ‘οὐ πᾶς ἄνθρωπος βαδίζει‘ ὁμολογουμένως ἀληθεύει. ὥστε ἀεὶ ἕπεται ἡ ἀπροσδιόριστος ἀπόφασις τῇ μερικῇ ἀποφάσει. ἡ δὲ μερικὴ ἀπόφασις καὶ ἡ μερικὴ κατάφασις ἀντιφατικῶς οὐ μάχονται. ἐρρέθη γὰρ ἀντιφατικῶς μάχεσθαι ἐκείνας τὰς προτάσεις, αἵτινες ἐπὶ παντὸς χρόνου καὶ ἐπὶ πάσης ὕλης μερίζουσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. δῆλον οὖν ὅτι καὶ αἱ ἀπροσδιόριστοι προτάσεις συναληθεύουσαι ἐπὶ τῆς ἐνδεχομένης ὕλης ἀντιφατικῶς οὐ λέγονται μάχεσθαι. τὰ δὲ ἐπιχειρήματα Ἀριστοτέλους δῆλον ὅτι ἐπὶ τῆς ἐνδεχομένης ὕλης ἐλήφθησαν· σκοπὸν γὰρ εἶχεν μόνον αὐτὸ τοῦτο δεῖξαι ὅτι ἀντιφατικῶς οὐ μάχονται. ἐν οἷς ἡ πρᾶξις. 〈 Πρᾶξις γ .〉 Φανερὸν δὲ ὅτι καὶ μία ἀπόφασις μιᾶς καταφάσεω ς · τὸ γὰρ αὐτὸ δεῖ ἀποφῆσαι τὴν ἀπόφασιν ὅπερ κατέφησεν ἡ κατάφασι ς . Ἐπεξελθὼν πᾶσι τοῖς εἴδεσι τῶν προτάσεων καὶ δείξας, ποῖαι ἀντιφατικῶς λέγονται μάχεσθαι ποῖαι δὲ ἐναντίως καὶ ποῖαι ὑπεναντίως καὶ ποῖαι λέγονται καθ’ ἕκαστα, ἐντεῦθεν πόρισμά τι ἐκ τῶν εἰρημένων συνάγει. ἔστι δὲ τοιοῦτον πόρισμα ὅτι φανερὸν γέγονεν ἐκ τῶν εἰρημένων ὡς μία κατάφασις μιᾷ προτάσει ἀντιφατικῶς μάχεται. καὶ πῶς τοῦτο ἐκ τῶν εἰρημένων συνάγεται; ἐδόκουν γὰρ μιᾷ καταφάσει, φέρε εἰπεῖν τῇ καθόλου, δύο προτάσεις μάχεσθαι, ἥ τε καθόλου ἀπόφασις καὶ ἡ μερικὴ ἀπόφασις, ἄλλη δὲ οὐδεμία· ἐδείξαμεν γὰρ τὴν ἀπροσδιόριστον ἀπόφασιν ἰσοδυναμοῦσαν τῇ μερικῇ ἀποφάσει. ἀλλὰ τούτων ἡ μὲν καθόλου ἀπόφασις οὐ πάντῃ ἐμάχετο· συνεψεύδετο γὰρ ἐπὶ τῆς ἐνδεχομένης ὕλης τῇ καθόλου καταφάσει. καταλέλειπται ἄρα μία πρότασις ἡ λέγουσα ‘οὐ πᾶς ἄνθρωποσ‘ ἀντιφατικῶς μαχομένη· καὶ γὰρ ἐπὶ παντὸς χρόνου καὶ ἐπὶ πάσης ὕλης μερίζει τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. πάλιν τῇ μερικῇ καταφάσει, φημὶ δὴ ‘τὶς ἄνθρωπος βαδίζει‘, δύο προτάσεις ἐδόκουν μάχεσθαι, ἥ τε καθόλου ἀποφατικὴ καὶ ἡ μερικὴ ἀποφατική. ἀλλ’ ἡ μὲν μερικὴ ἀποφατικὴ συνηλήθευεν ἐπὶ τῆς ἐνδεχομένης ὕλης, ὡς ἀποδέδεικται· ἡ γὰρ λέγουσα ‘τὶς ἄνθρωπος βαδίζει‘ καὶ ἡ λέγουσα ‘οὐ πᾶς ἄνθρωπος βαδίζει‘ ἀληθεῖς εἰσιν.
in Int.33 *** ἐπὶ τῆς ἐνδεχομένης ὕλης καὶ τῆς ἀναγκαίας ἡ μὲν μερικὴ κατάφασις ἀληθεύει, οἷον ‘τὶς ἄνθρωπος βαδίζει, τὶς ἄνθρωπος ἀναπνεῖ‘· ἡ δὲ καθόλου ἀπόφασις ἐπὶ ἑκατέρᾳ τῶν ὑλῶν ψεύδεται, ἥ τε λέγουσα ‘οὐδεὶς ἄνθρωπος ἀναπνεῖ‘, καὶ ‘οὐδεὶς ἄνθρωπος περιπατεῖ.‘ ἐπὶ δὲ τῆς ἀδυνάτου ὕλης τὸ ἀνάπαλιν ἡ μὲν καθόλου ἀπόφασις ἀληθεύει ἡ λέγουσα ‘οὐδεὶς ἄνθρωπος ἵπταται‘ *** τῇ δὲ καθ’ ἕκαστα καταφάσει μία αὐτόθεν μάχεται ἀπόφασις· οὐ γὰρ ἔχει ἄλλην ἀπόφασιν τὴν δοκοῦσαν ὅλως μάχεσθαι. οἷον ἡ ‘Σωκράτης βαδίζει‘ μιᾷ προτάσει μάχεται τῇ λεγούσῃ ‘Σωκράτης οὐ βαδίζει‘ *** ἀποδέδεικται ὅλως μὴ εἶναι ἀπόφασις. φανερὸν ἄρα γέγονεν ὅτι μιᾷ προτάσει μία πρότασις ἀντιφατικῶς μάχεται. ἐν οἷς τὸ πρῶτον κεφάλαιον. Δεύτερόν ἐστι κεφάλαιον ἐν ᾧ παραδίδωσι τοιοῦτον θεώρημα, ὅπερ σχεδὸν καὶ ἐν τῷ α τμήματι παραδέδωκεν. ἔστι δὲ τοῦτο, πότε τῷ ἀληθεῖ ἐστι μία κατάφασις καὶ μία ἀπόφασις, πότε δὲ οὐκ ἔστι μία. τοῦτο δὲ διαφέρει τὸ νῦν παραδιδόμενον θεώρημα 〈τοῦ〉 ἐν τῷ α τμήματι, ὅτι ἐν μὲν τῷ α τμήματι τὴν διαφορὰν τῶν ἁπλῶν λόγων καὶ συνθέτων παραδέδωκεν, ἐνταῦθα δὲ αὐτὸ τοῦτο καθ’ αὑτὸ [εἰ] διορίζεται, τὸ πότε ἐστὶ μία ἀπόφανσις, ἵνα ἔχῃ πρότασιν μαχομένην ἀντιφατικῶς. φησὶ τοίνυν ὅτι, ἡνίκα εἷς τῶν ὅρων ὁμώνυμος ᾖ, οὐκ ἔστι μία πρότασις, καὶ τὴν αἰτίαν φησὶν ὅτι ἀντιφατικῶς ἄλλην ταύτῃ ἀδύνατον μάχεσθαι. συναληθεύουσι γὰρ αἱ λέγουσαι ‘Αἴας βαδίζει‘ καὶ ‘Αἴας οὐ βαδίζει‘ ἐπ’ ἄλλου καὶ ἄλλου λαμβανόμεναι. εἰ δὲ οὐκ ἔστιν εἷς τῶν ὅρων ὁμώνυμος ἢ ὁ ὑποκείμενος ἢ ὁ κατηγορούμενος, πάντως μία ἐστὶ κατάφασις, καὶ διὰ τοῦτο ἕξει καὶ ἄλλην πρότασιν ἀντιφατικῶς μαχομένην, οἷον ‘Σωκράτης βαδίζει, Σωκράτης οὐ βαδίζει‘, ἐὰν ἕν τι σημαίνει τὸ Σωκράτης. Εἰ δὲ δυεῖν ἓν ὄνομα κεῖτα ι , ἐξ ὧν μὴ ἔστιν ἕ ν , οὐκ ἔστι μία πρότασι ς. ἔλαβεν τοίνυν αὐτὸς τὸ παράδειγμα ἐπὶ ἀνθρώπου καὶ ἵππου· φησὶ τοίνυν ἐχέτωσαν ἄνθρωπος καὶ ἵππος κοινὸν ὄνομα τὸ ἱμάτιον, καὶ ἡ πρότασις τοίνυν ἡ λέγουσα ‘τὸ ἱμάτιον λευκόν ἐστι‘ τοῦτο σημαίνει, ὅτι καὶ ἵππος λευκός ἐστι καὶ ἄνθρωπος λευκός ἐστιν. αὗται δὲ δύο προτάσεις τυγχάνουσιν οὖσαι. ὥστε οὖν καὶ ἡ πρώτη ἡ λέγουσα ‘τὸ ἱμάτιον λευκόν ἐστιν‘ ἢ δύο σημαίνει ἢ οὐδέν· οὐ γὰρ δυνατόν ἐστι τὸν ἄνθρωπον καὶ ἵππον εἶναι ἢ τὸν ἵππον καὶ ἄνθρωπον, ἵνα καὶ μίαν εἴπωμεν πρότασιν τὴν λέγουσαν ‘τὸ ἱμάτιον λευκόν ἐστιν‘. ἐν οἷς καὶ τὸ δεύτερον κεφάλαιον. Ἐφεξῆς δὲ καὶ περὶ τῆς ἀντιφάσεως ἀπορεῖ τῆς καθ’ ἕκαστα, πῶς ἐπὶ τοῦ μέλλοντος χρόνου λέγεται μερίζειν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, καὶ τὴν ἀπορίαν ἐπιλύεται.
in Int.34 ἀλλ’ ἀρκεῖ ταῦτα τῇ παρούσῃ θεωρίᾳ. πῶς γὰρ τοῦτο ποιεῖ, ἐν ἑτέρᾳ θεωρίᾳ σὺν θεῷ μαθησόμεθα. σαφοῦς δὲ τῆς λέξεως οὔσης καὶ πάντων τῶν ἐν αὐτῇ καλῶς θεωρηθέντων ἐν τούτοις τήνδε τὴν παροῦσαν πρᾶξιν καταπαύσωμεν. 〈 Πρᾶξις δ .〉 Ἐπὶ μὲν οὖν τῶν ὄντων καὶ γενομένων ἀνάγκη τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀληθῆ εἶναι ἢ ψευδῆ καὶ τὰ ἑξῆς. Διακρίνας σαφέστατά τε καὶ ἀκριβέστατα τὰς τέσσαρας ἀντιθέσεις, καὶ τούτων τὴν μὲν καλέσας ὑπεναντίαν, αἵτινες οὐκ ἀεὶ μερίζουσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἀλλὰ συναληθεύουσι, τοῦτ’ ἔστιν αἱ μερικαὶ προτάσεις καὶ αἱ ἀπροσδιόριστοι, τὴν δὲ καλέσας ἐναντίαν, φημὶ δὴ τὴν καθόλου πρότασιν τὴν καταφατικὴν καὶ τὴν ἀποφατικήν, αἵτινες πάλιν ἐπὶ τῆς ἐνδεχομένης ὕλης συμψεύδονται, τὰς δὲ λοιπὰς ἀντιθέσεις τήν τε τῶν καθ’ ἕκαστα καὶ τὴν μάχην τῆς μερικῆς πρὸς τὴν καθόλου εἴτε καταφατικῆς 〈εἴτε ἀποφατικῆσ〉 εἰπὼν ἀντιφατικῶς μάχεσθαι, ταῦτα οὖν πάντα εἰπὼν διὰ τῶν προλαβόντων ζητεῖ νῦν καλῶς ὅτι ἐπὶ μὲν τῶν ἄλλων τριῶν ἀντιθέσεων ἐπὶ μὲν τῶν τριῶν χρόνων ὡσαύτως ἕξουσιν κατὰ τὸ μερίζειν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἢ τὸ συναληθεύειν ἢ τὸ συμψεύδεσθαι· ἐπὶ δὲ τῶν καθ’ ἕκαστα ἐπὶ μὲν τοῦ ἐνεστῶτος καὶ τοῦ παρῳχημένου πάλιν κατὰ τὸν αὐτὸν τρόπον μερίζουσι πάντως ὡρισμένως τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἐπὶ δὲ τοῦ μέλλοντος χρόνου ἀπορεῖ μήπως κατὰ τὸν αὐτὸν τρόπον μερίζουσιν ὡρισμένως τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. εἰ δὲ τοῦτο, συναχθήσεταί τι ἄτοπον, τὸ ἀναιρεῖσθαι τὸ ἐνδεχόμενον καὶ γίνεσθαι ἐξ ἀνάγκης πάντα. τοῦτο δὲ τὸ θεώρημα, ὅπερ νῦν Ἀριστοτέλης κεκίνηκεν, ἐστὶ καὶ θεολογικόν· αὐτὸ γὰρ τοῦτό ἐστιν τὸ ζητούμενον, εἰ ἐξ ἀνάγκης πάντα γίνονται ἢ τινὰ μὲν ἐξ ἀνάγκης τινὰ δὲ οὔ. ἀλλὰ μὴν καὶ φυσιολογικόν· ζητοῦμεν γὰρ τὰ πράγματα καὶ τὴν φύσιν τῶν γινομένων καὶ φθειρομένων, ἆρά γε τοιαύτην φύσιν ἔχουσιν ὥστε ἐξ ἀνάγκης γίνεσθαι ἢ τοιαύτην ὥστε ποτὲ μὲν γίνεσθαι ποτὲ δὲ οὔ. ἀλλὰ μὴν καὶ λογικόν· αὐτὸ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον, ἐπειδὴ καὶ περὶ τῶν προτάσεων ὁ λόγος, ἡ δὲ ζήτησις τῶν προτάσεων τῆς λογικῆς ἐστι πραγματείας. οὐκ ἔστι δὲ ἀλλότριον οὐδὲ τῆς ἠθικῆς πραγματείας τὸ ζητούμενον· εἰ γὰρ τῷ ὄντι πάντα ἐξ ἀνάγκης γίνεται, οὐ δεῖ φροντίζειν τῶν ἀρετῶν οὐδὲ ἀποστρέφεσθαι τὴν κακίαν. καὶ πῶς μὲν Ἀριστοτέλης ἀπορεῖ καὶ πῶς ἐπιλύεται, ἐν τῇ Ἀριστοτελικῇ μαθησόμεθα λέξει, φέροντες ἔξωθεν πρὸς ἀναίρεσιν τοῦ ἀντεχομένου δύο τινὰ ἐπιχειρήματα, ὧν τὸ μέν ἐστι λογικὸν ἤγουν ἐπιπόλαιον, τὸ δὲ ἕτερον πραγματειωδέστερον. προάγεται δὲ τὸ λογικὸν ἀπό τινος ἐνεργείας ἡμετέρας τοῦτον τὸν τρόπον.
in Int.35 εἰ θεριεῖς, φησίν, οὐ τάχα μὲν θεριεῖς τάχα δὲ οὐ θεριεῖς, ἀλλὰ πάντως θεριεῖς. πάλιν ἐπὶ τῆς ἀποφάσεως, εἰ οὐ θεριεῖς, οὐ τάχα μὲν οὐ θεριεῖς τάχα δὲ θεριεῖς, ἀλλὰ πάντως 〈οὐ〉 θεριεῖς. τὸ δὲ πάντως εἰσάγει τὸ ἀναγκαῖον· τοῦ δὲ ἀναγκαίου εἰσαχθέντος οἰχήσεται τὸ ἐνδεχόμενον. πρὸς τοῦτο δ’ οὖν ῥᾴδιον ἀντειπεῖν ὅτι αὐτὸ τὸ ζητούμενον ἔλαβεν ὁμολογούμενον. ἡ γὰρ ὑπόθεσις οὔπω κατεσκεύασται τὸ ‘εἰ θεριεῖσ‘· αὐτὸ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον. πᾶσα δὲ ὑπόθεσις διὰ κατηγορικοῦ λόγου κατασκευάζεται πάντως. τίς γὰρ οὐκ οἶδεν ὅτι, ἐὰν θεριῶ, πάντως θεριῶ; ἀλλὰ πόθεν δῆλον ὅτι θεριῶ; οὔπω γὰρ κατεσκεύασται διὰ κατηγορικοῦ λόγου. ἐν οἷς τὸ α ἐπιχείρημα. τὸ δὲ ἕτερον οὕτως προάγεται. τὸ θεῖον, φησίν, τῶν μελλόντων ἔχει γνῶσιν ἢ οὐκ ἔχει. τὸ μὲν οὖν εἰπεῖν ὅτι οὐκ ἔχει ἀσεβέστατόν τε καὶ ἀδύνατον. εἰ δὲ πάλιν εἴπωμεν ἔχειν μέν, ἀόριστον δὲ ταύτην, καὶ τοῦτο οὐ πόρρω τινὸς ἀσεβήματος· τί γὰρ διαφέρει τῆς ἡμετέρας γνώσεως; ὧν δὲ αἱ ἐνέργειαι αἱ αὐταί, δῆλον ὅτι καὶ αἱ οὐσίαι αἱ αὐταί. *** καὶ πάντως ἐπίσταται τόδε τι γενέσθαι καὶ μετὰ μυριοστὸν ἔτος, πάντως καὶ γενήσεται· τῇ γὰρ ἀληθείᾳ τῶν λόγων, ὡς καὶ Ἀριστοτέλης φησίν, ἕπεται ἡ ὕπαρξις τῶν πραγμάτων. εἰ γὰρ ἀληθής ἐστιν ὁ λόγος, καὶ νοῦς ὁ δημιουργικὸς *** πάντως ἔσται καὶ τὸ ἐσόμενον. ταύτην τὴν ἀπορίαν ἐπιλυόμενος ὁ Ἰάμβλιχός φησιν ὅτι τὸ γινῶσκον καὶ τὸ γινωσκόμενον ποτὲ ἴσα εἰσίν, ὡς ἡ ψυχὴ ἑαυτὴν γινώσκουσα (ἐνταῦθα γὰρ ταὐτό ἐστι τὸ ζητοῦν καὶ τὸ ζητούμενον καὶ τὸ γινῶσκον καὶ τὸ γινωσκόμενον), ἢ κρεῖττόν ἐστι τὸ γινῶσκον τοῦ γινωσκομένου πράγματος, καὶ κρειττόνως ἢ κατὰ τὴν φύσιν αὐτοῦ γινώσκει, 〈οἷον〉 ἡνίκα γινώσκομεν τὸ φθαρτόν, οἷον Σωκράτην ὡς ζῷον λογικὸν θνητόν. ἐνταῦθα γὰρ κρειττόνως ἢ κατὰ τὴν φύσιν τοῦ Σωκράτους ἔγνωμεν· τὸ γὰρ ζῷον λογικὸν θνητὸν ἀίδιον καὶ ἄφθαρτον. ἢ χειρόνως γινώσκει τὸ γινῶσκον 〈ἢ〉 κατὰ τὴν φύσιν τοῦ γνωστοῦ, οἷον ἡνίκα προχειριζώμεθα γνῶναι τὸ θεῖον· πάντως γὰρ ἐπινοοῦμεν σχήματά τινα καὶ σωματοειδεῖς μορφάς τινας, καὶ δῆλον ὅτι ἐνταῦθα ἡ γνῶσις χείρων ἐστὶ τοῦ γινωσκομένου πράγματος. οὕτως τοίνυν, ὡς ἐρρέθη, δυνατὸν κρειττόνως γινώσκειν τὸ γινωσκόμενον 〈ἢ〉 κατὰ τὴν φύσιν αὐτοῦ, ὡς ἐπὶ Σωκράτους εἴπομεν. γινώσκει τοίνυν τὸ θεῖον τὰ γινόμενα κρειττόνως ἢ κατὰ τὴν φύσιν αὐτῶν. καὶ ταῦτα μὲν διὰ τὴν φύσιν αὐτῶν ἀορίστως γίνονται, τὸ δὲ θεῖον ὡρισμένως αὐτὰ γινώσκει. πάλιν δὲ τούτοις ἕτερον ἄπορον ἐπιφύεται· εἰ γὰρ γινώσκει τόδε τι μέλλειν ποιεῖν τὸν ἄνθρωπον, ἐπὶ μὲν τῶν ἀγαθῶν εἰκότως οὐ κωλύει· διὰ τί δὲ μὴ ἐπὶ τῶν φαύλων; οἷον ἐπίσταται ὅτι τόδε τὸ βρέφος μέλλει γόης εἶναι, λοιμός, φονεύς· πότερον δύναται κωλῦσαι ἢ οὐ δύναται; ἀλλὰ τὸ μὲν λέγειν ‘οὐ δύναται‘ δυσσεβέστατον· δύναται ἄρα.
in Int.36 εἰ δὲ δύναται μέν, κωλύειν δὲ οὐ βούλεται, τοῦτο φθονεροῦ καὶ κακοποιοῦ. λέγομεν τοίνυν πρὸς τοῦτο ὅτι τὸ αὐτεξούσιον δέδωκεν ὁ δημιουργὸς διὰ τὰ μέλλοντα ἀγαθά· εἰ γὰρ μὴ ἦσαν ἀμοιβαί, οὐκ ἂν ἐστέφοντο· ὥσπερ γὰρ εὑρίσκομεν ἐπὶ στρατιωτῶν ὅτι μετὰ τοὺς ἀγῶνας τῶν δωρεῶν ἐπιτυγχάνουσιν, ὁ δὲ μὴ ἀγωνισάμενος οὐδ’ ὅλως ἀξιοῦται δωρεᾶς, τοιοῦτόν τι συμβαίνει καὶ ἐπὶ πάντων τούτων. καὶ ταῦτα μὲν ἔξωθεν. Ἀριστοτέλης δὲ προλαμβάνει τι λημμάτιον ἀπό τινων πρὸς τὴν τοῦ ἐνδεχομένου ἀναίρεσιν. ἔστι δὲ τοῦτο ὅτι τῇ ἀληθείᾳ τῶν λόγων ἕπεται ἡ ὕπαρξις τοῦ πράγματος καὶ τῷ ψεύδει τῶν λόγων ἡ ἀνυπαρξία. ἀναιρεθήσεται 〈ἄρα〉 τὸ ἐνδεχόμενον. εἰ γὰρ ἀληθὴς ἦν ὁ λόγος ὁ λέγων χθὲς περὶ τοῦ σήμερον τεχθέντος παιδίου ὅτι τεχθήσεται παιδίον αὔριον μέγα τε καὶ λευκόν, πάντως καὶ τεχθήσεται· καὶ ἀντιστρόφως εἰ τεχθήσεται, πάντως ἀληθὴς ὁ λόγος. πάλιν εἰ ψευδὴς ἦν ὁ λόγος ὁ λέγων ὅτι αὔριον τόδε τι γίνεται, οὐ γίνεται· καὶ ἐὰν οὐ γίνεται, ψευδὴς ὁ λόγος. εἰ τοίνυν ὡρισμένως ἀληθές ἐστιν ἐπὶ τῶν καθ’ ἕκαστα γινομένων ὅτι τόδε τί ἐστιν αὔριον, οἷον ὅτι ἔσται ναυμαχία, πάντως ἔσται ναυμαχία, καὶ πάντα ἐξ ἀνάγκης γίνονται *** οὐδὲν γὰρ κωλύει εἰς τοσοῦτον πλῆθος ἐτῶν τὸν μὲν καταφάσκειν 〈τὸν δὲ ἀποφάσκειν〉. εἰ δὲ τοῦτο, ἄτοπον ἔσται τὸ ἀναιρεῖσθαι τὸ ἐνδεχόμενον. καὶ γὰρ βουλευτικοί ἐσμεν· τὸ δὲ βουλεύεσθαι οὐκ ἔστιν μάτην· οὐδὲν γὰρ μάτην οὔτε ὁ θεὸς οὔτε ἡ φύσις ποιεῖ. βουλευόμεθα δὲ οὔτε περὶ τῶν ἀναγκαίων οὔτε περὶ τῶν ἀδυνάτων (οὐδεὶς γὰρ βουλεύεται ἢ ‘δεῖ με ἵπτασθαι‘ ἢ ‘δεῖ με ἀναπνεῦσαι;‘) ἀλλὰ περὶ τῶν ἐνδεχομένων. ἔστιν ἄρα τὸ ἐνδεχόμενον. εἰ δὲ ἔστιν τὸ ἐνδεχόμενον, οὐκ ἔστιν μία τῶν ἀντικειμένων τούτων τῶν προτάσεων ὡρισμένως πάντως ἢ ἀληθὴς ἢ ψευδής. καὶ ταῦτα μέν εἰσιν τὰ παραδιδόμενα. ἐπιφέρει δὲ καὶ ἄλλην τελειοτέραν ἐπίλυσιν ἣν ἐν ἑτέρᾳ θεωρίᾳ σὺν θεῷ μαθησόμεθα. Ἐπὶ μὲν οὖν τῶν ὄντων καὶ γενομένων ἀνάγκη τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀληθῆ ἢ ψευδῆ εἶνα ι. ἐνταῦθα δεῖ προσθεῖναι τὸ ὡρισμένως, ἐπεὶ πάντως ἡ μὲν αὐτῶν ἀληθὴς ἡ δὲ ψευδής *** τί οὖν λέγομεν περὶ τοῦ θείου; ἡμῖν μὲν γὰρ ἀόριστόν ἐστι καὶ οὐκ ἴσμεν ἆρά γε ἔσται αὔριον ναυμαχία ἢ οὐκ ἔσται· ὁ δὲ θεὸς ὡρισμένως ἐπίσταται ὅτι πάντως ἔσται ἢ οὐκ ἔσται. ἡμεῖς δὲ τὸ ὅλον τοῦτο ‘ἢ ἔσται ἢ οὐκ ἔσται‘ ἐπιστάμεθα, αὐτὸς δὲ τὸ ἕν, εἴτε ἔσται εἴτε οὐκ ἔσται. πρὸς δὲ τοῦτο λέγομεν ὅτι οὐ καθὸ ἐπίσταται, διὰ τοῦτο γίνεται (οὐ γάρ ἐστιν ἡ γνῶσις τοῦ θεοῦ αἰτία τοῦ γίνεσθαι τὸ πρᾶγμα) ἀλλὰ τοὐναντίον· ἐπειδὴ γὰρ τὸ πρᾶγμα, αἴτιόν ἐστι τοῦτο τοῦ προγινώσκειν τὸ θεῖον. Εἰ γὰρ πᾶσα κατάφασις καὶ ἀπόφασις ἀληθὴς ἢ ψευδή ς , καὶ ἅπαν ἀνάγκη ὑπάρχειν ἢ μὴ ὑπάρχει ν.
in Int.37 ἐντεῦθεν λαμβάνει τὴν ὑπόθεσιν τὴν λέγουσαν ὅτι τῇ ἀληθείᾳ τῶν λόγων ἡ τῶν πραγμάτων ὕπαρξις καὶ τῷ ψεύδει τῶν λόγων ἡ τῶν πραγμάτων ἀνυπαρξία ἕπεται. ἔστιν δὲ ὑπόθεσις ψευδὴς εἰς ἀδύνατον προαγομένη, καὶ ἔστιν τὸ σχῆμα τοῦτο εἰς ἀδύνατον ἀπαγωγή. Ἄμφω γὰρ οὐχ ὑπάρξει ἅμα ἐπὶ τοῖς τοιούτοι ς. τὰς ἀπροσδιορίστους αἰνιττόμενος τοῦτό φησιν τὰς ἐχούσας ἴδιον τὸ συναληθεύειν ἢ τὸ συμψεύδεσθαι. φησὶν τοίνυν ὅτι ἐπὶ τῶν καθ’ ἕκαστα προτάσεων οὐ συμβαίνει τοῦτο. Ἔτι εἰ ἔστι λευκὸν νῦ ν , ἀληθὲς ἦν εἰπεῖν πρότερον ὅτι ἔσται λευκό ν. ἐντεῦθεν κατασκευὴν λαμβάνει τῆς ληφθείσης ὑποθέσεως ὅτι τῇ ἀληθείᾳ τῶν λόγων ἡ τῶν πραγμάτων ἔκβασις ἀκολουθεῖ. Ἀλλὰ μὴν οὐδὲ ὡς οὐδέτερόν γε ἀληθὲς ἐνδέχεται λέγει ν , οἷον ὅτι οὔτε ἔσται οὔτε οὐκ ἔσται καὶ τὰ ἑξῆς. οὐ μόνον τοῦτο ἔσται ἄτοπον, ὅπερ εἶπεν, ἀμφοτέρας τὰς προτάσεις ψευδεῖς εἶναι, ἀλλὰ πρὸς τούτοις εὑρεθήσεται καὶ ἐσόμενον τὸ πρᾶγμα καὶ μὴ ἐσόμενον. εἰ μὲν γὰρ ψευδής ἐστιν ἡ κατάφασις ἡ λέγουσα ὅτι αὔριον ἔσται ναυμαχία *** ψευδοῦς γὰρ οὔσης τῆς καταφάσεως συμβαίνει τὴν ἀπόφασιν ἀληθεύειν, ἥτις ὑπέκειτο καὶ αὐτὴ ψευδής. εἰ δὲ πάλιν ψεύδεται ἡ ἀπόφασις ἡ λέγουσα ‘αὔριον οὐκ ἔσται ναυμαχία‘, οὐκοῦν ἀληθεύει ἡ κατάφασις, καὶ ἔσται ναυμαχία, καὶ πάλιν τὸ αὐτὸ συμβήσεται. Τὰ μὲν δὴ συμβαίνοντα ἄτοπα ταῦτα καὶ τὰ τοιαῦτα ἕτερ α. ποῖά εἰσιν τὰ ἄτοπα, ὅτε μίαν τῶν προτάσεων τούτων εἴποι τις πάντως ὡρισμένως ψεύδεσθαι; συμβήσεται ἄτοπόν τι τὸ ἀναιρεθῆναι τὸ ἐνδεχόμενον καὶ πάντα ἐξ ἀνάγκης γίνεσθαι. Ὥστε οὔτε βουλεύεσθαι δέοι ἂν οὔτε πραγματεύεσθα ι. ἐντεῦθεν ὥσπερ συνηγορῶν τῷ εἶναι τὸ ἐνδεχόμενον προάγεται. πραγματεύεσθαι δὲ λέγει τὸ ἐπιχειρεῖν ὅλως εἰς τὰ πράγματα. ἐν οἷς ἡ πρᾶξις. 〈 Πρᾶξις ε 〉 Τὸ μὲν οὖν εἶναι τὸ ὂν ὅταν ᾖ καὶ τὸ μὴ ὂν μὴ εἶναι ὅταν μὴ ᾖ , ἀνάγκη καὶ τὰ ἑξῆ ς. Τὰς φερομένας ἀπορίας κατὰ τοῦ ἐνδεχομένου ἤδη μεμαθήκαμεν, ὅπως αὐτοῦ τὴν ἀναίρεσιν ποιεῖν ὑπελάμβανον. οὐ μὴν ἀλλὰ καὶ τὰς πρὸς αὐτὰς λύσεις ὑπηνέγκαμεν. ἦν δὲ τὸ α ἐπιχείρημα τὸ ἀπὸ τῆς θείας γνώσεως, ὅπερ κατὰ τὸν Ἰάμβλιχον ἐπελύσαντο.
in Int.38 τὸ δὲ β ἀπὸ τῆς ἀκολουθίας τῶν λόγων τε καὶ πραγμάτων, ὅτι εἰ τῇ ἀληθείᾳ τῶν λόγων *** καὶ τῷ ψεύδει τῶν λόγων ἡ ἀνυπαρξία τοῦ πράγματος καὶ τῇ ἀνυπαρξίᾳ τοῦ πράγματος τὸ ψεῦδος τῶν λόγων, ἀναιρεθήσεται τὸ ἐνδεχόμενον. τοῦτο δὲ ἐπελύσατο Ἀριστοτέλης ἐκ τῆς προνοίας λέγων ὅτι εἰ ἐποίησεν ἡμᾶς ὁ θεὸς διὰ μέσης τῆς φύσεως βουλευτικούς, βουλεύεσθαι δὲ οὔτε περὶ τῶν ἀναγκαίων ἔστιν οὔτε περὶ τῶν ἀδυνάτων, ἀλλὰ περὶ τῶν ἐνδεχομένων, δῆλον ὅτι ἔστι τὸ ἐνδεχόμενον. καὶ οὐ καθὸ ἀληθής ἐστιν 〈ὁ λόγοσ〉, διὰ τοῦτο γίνεται τὸ πρᾶγμα, ἀλλὰ καθὸ γίνεται τὸ πρᾶγμα, διὰ τοῦτό ἐστιν ὁ λόγος ἀληθὴς ἐπὶ τῶν ἀληθῶν λόγων καὶ τῆς ὑπάρξεως τῶν πραγμάτων. καὶ τοὐναντίον πάλιν οὐ καθὸ ψευδής ἐστιν ὁ λόγος, ἤδη διὰ τοῦτο ἡ ἀνυπαρξία τῶν πραγμάτων, ἀλλ’ ἐπειδὴ ἡ ἀνυπαρξία τῶν πραγμάτων, διὰ τοῦτο οὐκ ἔστιν ἀληθὴς ὁ λόγος ἀλλὰ ψευδής. πάντα ταῦτα κατὰ τὰ φθάσαντα διεξελθὼν νῦν ἔτι διηρθρωμένως τὴν αὐτὴν ἀπορίαν ἐπιλύεται. ἐκ δὲ διαιρέσεως προάγει τὸν λόγον λέγων ὅτι τὸ ὂν διττόν ἐστιν ἤγουν τὸ ἀναγκαῖον, ἢ τὸ ἁπλῶς ἀναγκαῖον ἢ τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον. καὶ ἐξ ὑποθέσεως ἀναγκαῖόν φαμεν, ἔστ’ ἂν ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ. δύναται δὲ τὸ αὐτὸ τοῦτο καὶ μὴ ὑπάρχειν, ὡς τὸ καθέζεσθαι τὸν Σωκράτη ἢ καθεύδειν· ἔστ’ ἂν γὰρ καθεύδει ὁ καθεύδων, ἐξ ἀνάγκης ὁ ὕπνος αὐτῷ ὑπάρχει. τὸ δὲ ἁπλῶς πάλιν ἀναγκαῖον διττόν· ἢ ἐπὶ τῶν ἀιδίων ὑπάρχει ἢ ἐπὶ τῶν ἐν γενέσει καὶ φθορᾷ, ὅταν συστατικὴ διαφορὰ ὑπάρχῃ τοῦ ὑποκειμένου πράγματος. ‘συστατικὴ‘ δὲ εἴπομεν, ἐπειδὴ ἐπὶ τοῦ ἐξ ὑποθέσεως ἀναγκαίου χωριζόμενον τὸ πρᾶγμα ἤτοι τὸ κατηγορούμενον οἷον τὸ βαδίζειν ἢ τὸ καθεύδειν οὐ φθείρει τὸ ὑποκείμενον, ἐνταῦθα δὲ οἷον ἐπὶ πυρὸς χωρισθεῖσα ἡ θερμότης τὸ ὑποκείμενον φθείρει, τοῦτ’ ἔστι τὸ πῦρ. ποῖον δέ ἐστι τὸ ἐπὶ τῶν ἀιδίων θεωρούμενον; οἷον ὡς ἡνίκα φαμὲν ‘ὁ ἥλιος ἐξ ἀνάγκης κινεῖται‘, ‘ὁ θεὸς ἐξ ἀνάγκης ἀγαθός ἐστιν‘. ἐπὶ δὲ τῶν ἐν γενέσει καὶ φθορᾷ οἷον τόδε τὸ πῦρ· οἷον τὸ μερικὸν εἴπομεν καὶ οὐ τὸ καθόλου, ἐπειδὴ τὸ μερικὸν τοῦτο γίνεται καὶ φθείρεται, τὸ δὲ καθόλου ἀεὶ ὡσαύτως ἔχει καὶ οὐ φθείρεται. οὕτως μὲν ἐπὶ τοῦ ὄντος θεωρεῖται τὸ ἁπλῶς ἀναγκαῖον καὶ τὸ ἐξ ὑποθέσεως. δῆλον δὲ ὅτι καὶ τὸ μὴ ὂν διττόν· τὸ μηδὲ ὅλως ὄν, ὅπερ οὔτε γέγονεν οὔτε ἔστιν οὔτε ἔσται, οἷον σκινδαψὸς καὶ τὰ τοιαῦτα, ἢ πῇ μὲν ὂν πῇ δὲ μὴ ὄν, ὡς ἐπὶ τῶν ἐνδεχομένων. ἀνάγκη τοίνυν, ὡς ἔχει τὸ ὂν πρὸς τὸ ἀναγκαῖον καὶ τὸ μὴ ἀναγκαῖον, οὕτως ἔχειν καὶ τοὺς λόγους· καὶ ἐπειδὴ τὸ ὂν [τὸ μὲν ἔστιν ἐξ ἀνάγκης] ὡς ἐρρέθη, τὸ μέν ἐστιν ἁπλῶς καὶ 〈κυρίωσ〉 ἐξ ἀνάγκης, τὸ δὲ ἐξ ὑποθέσεως, οὕτως δεῖ ἔχειν καὶ τὴν ἀντίφασιν αὐτῶν πάντως *** τὴν μὲν τῆς ἀντιφάσεως ἀληθῆ εἶναι ὡρισμένως, τὴν δὲ ψευδῆ· ἐπὶ δὲ τῶν ἐνδεχομένων πῇ δὲ μὴ ὄντων, ὅπερ καὶ ἐξ ὑποθέσεως ἀναγκαῖον ἔφαμεν εἶναι, ἀδιάφορον ἢ τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν ἀληθῆ εἶναι ἢ ψευδῆ ὡρισμένως.
in Int.39 τὸ μὲν γὰρ ὅλον τοῦτο γίνεσθαι ναυμαχίαν αὔριον ἢ μὴ γίνεσθαι πάντως ἀναγκαῖον· καὶ γὰρ ἢ ἔσται τῇδε τῇ ὥρᾳ ἢ οὐκ ἔσται· διελόντας δὲ εἰπεῖν ὡρισμένως ὅτι πάντως ἔσται 〈ἢ οὐκ ἔσται〉 οὐκέτι ἀληθές, ἐπειδὴ γὰρ αὐτὸ τὸ 〈πρᾶγμα〉 ἀόριστον. καὶ αὕτη μὲν ἡ λύσις τῆς ἀπορίας. Ἕτερον δὲ θεώρημα παραδίδωσι περὶ τῆς διαιρέσεως τῶν προτάσεων τῶν ἐκ τοῦ ὑποκειμένου 〈καὶ κατηγορουμένου συγκειμένων〉 ὅπερ ἤδη μεμαθήκαμεν, ὅτι ἐν ταῖς προτάσεσιν ἀνάγκη τὸν ὑποκείμενον ἢ ὡρισμένον εἶναι ἢ ἀόριστον· καὶ εἴτε ὡρισμένος ἐστὶν ἢ ἀόριστος ὁ ὑποκείμενος πάντως ἔχει ῥήματα ἢ πτώσεις ῥήματος, ὅπερ αὐτὸς διὰ τὸ σαφὲς παρῆκεν, ἢ ἀόριστον ῥῆμα. καὶ τούτων τὰ παραδείγματα τέθεικεν 〈τῶν μὲν ἐχόντων〉 ὡρισμένον τὸ ὑποκείμενον ‘Σωκράτης βαδίζει, ἄνθρωπος βαδίζει, τὶς ἄνθρωπος βαδίζει, πᾶς ἄνθρωπος βαδίζει‘. ὡσαύτως καὶ αἱ ἀποφάσεις ‘Σωκράτης οὐ βαδίζει, 〈ἄνθρωπος οὐ βαδίζει〉, οὐδεὶς ἄνθρωπος βαδίζει, οὐ πᾶς ἄνθρωπος βαδίζει‘. ἀόριστον δὲ τὸ ὑποκείμενον τὸ ἔχον συνημμένην ἑαυτῷ τὴν οὔ ἄρνησιν. καὶ τὰ παραδείγματα τούτων δῆλα. ταῦτα εἰπὼν πέρας τίθησι τῇ παρούσῃ θεωρίᾳ· συγκαταπαύεται γὰρ τό τε παρὸν δεύτερον τμῆμα καὶ ἡ παροῦσα πρᾶξις. Ἀρχὴ τοῦ γ τμήματο ς . 〈Πρᾶξις α .〉 Ὅταν δὲ τὸ ἔστιν τρίτον προσκατηγορῆτα ι , ἤδη διχῶς λέγονται αἱ ἀντιθέσει ς. Ἐν τούτῳ τῷ τμήματι διαλέγεται περὶ προτάσεων τῶν συγκειμένων ἐξ ὑποκειμένου καὶ κατηγορουμένου καὶ τρίτου προσκατηγορουμένου, οἷον ἐν τῇ προτάσει τῇ λεγούσῃ ‘Σωκράτης δίκαιός ἐστιν‘ τὸ μὲν Σωκράτης ὑπόκειται, τὸ δὲ δίκαιος κατηγορεῖται, τὸ δὲ ὑπαρκτικὸν ῥῆμα τὸ ἔστιν τρίτον προσκατηγορεῖσθαι λέγεται. ἡμεῖς δὲ πρὸ τῆς κατὰ τὴν λέξιν ἐξηγήσεως ταῦτα τὰ τρία κεφάλαια ζητήσωμεν· πρῶτον μὲν τὸν ἀριθμὸν τῶν τοιούτων προτάσεων, δεύτερον δὲ πῶς ποιοῦμεν τὰς ἀποφάσεις ἐκ τῶν τοιούτων καταφάσεων, καὶ τρίτον περὶ τῆς ἀκολουθίας τῶν τοιούτων προτάσεων, τοῦτ’ ἔστι ποία πρότασις ποίᾳ προτάσει συνέπεται. ἀρκτέον οὖν τοῦ πρώτου, καὶ εἴπωμεν τὸν ἀριθμὸν τῶν τοιούτων προτάσεων. γίνονται τοίνυν αἱ τοιαῦται προτάσεις διπλασίονες τῶν ἄλλων τῶν συγκειμένων ἐκ κατηγορουμένου καὶ ὑποκειμένου· ἐκεῖ μὲν γὰρ ἀπεδείχθη ρμδ εἶναι τὰς προτάσεις, ἐνταῦθα δὲ σπη ἔσονται δι’ αἰτίαν τοιαύτην.
in Int.40 ἀνάγκη γὰρ ἀμφοτέρους τοὺς ὅρους τόν τε ὑποκείμενον καὶ τὸν κατηγορούμενον ἢ ὡρισμένους εἶναι ἢ ἀμφοτέρους ἀορίστους, ἢ τὸν μὲν ὑποκείμενον ὡρισμένον τὸν δὲ κατηγορούμενον ἀόριστον, ἢ τὸ ἀνάπαλιν τὸν μὲν ὑποκείμενον ἀόριστον τὸν δὲ κατηγορούμενον ὡρισμένον. γεγόνασιν οὖν δ εἴδη. τούτων παραδείγματα τοῦ μὲν ἀμφότερα ἔχοντος ὡρισμένα ‘ἄνθρωπος δίκαιός ἐστιν‘, τοῦ δὲ ἀμφοτέρους ἀορίστους ‘οὐκ ἄνθρωπος οὐ δίκαιός ἐστιν‘, τοῦ δὲ ὑποκείμενον ὡρισμένον τὸν δὲ κατηγορούμενον ἀόριστον ‘ἄνθρωπος οὐ δίκαιός ἐστιν‘, ἔμπαλιν δὲ ‘οὐκ ἄνθρωπος δίκαιός ἐστιν‘. πολυπλασιαζομένης τοίνυν ἑκάστης προτάσεως ἐπὶ τὴν τριμέρειαν τοῦ χρόνου γίνονται ιβ προτάσεις. εἶτα τούτων τῶν ιβ πολυπλασιαζομένων ἐπὶ τὴν τριμέρειαν τῆς ὕλης γίνονται λϛ . αὗται τοίνυν αἱ λϛ προτάσεις τετραπλασιάζονται, ἐπειδὴ καὶ τέσσαρας εἴπομεν τὰς καταφατικὰς προτάσεις, τὴν καθ’ ἕκαστα καὶ τὴν ἀπροσδιόριστον τήν τε μερικὴν προσδιωρισμένην καὶ τὴν καθόλου προσδιωρισμένην. τετραπλασιαζόμεναι οὖν αἱ λϛ προτάσεις γίνονται ρμδ , καταφάσεις δῆλον ὅτι, ὁμολογουμένως δὲ ὅτι καὶ τοσαῦται ἔσονται ἀποφάσεις· καὶ ἔσονται ὁμοῦ σπη . ἐν οἷς τὸ πρῶτον ἡμῖν πληροῦται κεφάλαιον. Δεύτερόν ἐστι κεφάλαιον, ἐν ᾧ ζητοῦμεν πῶς ποιοῦμεν τὰς ἀποφάσεις ἐκ τῶν τοιούτων καταφάσεων, τίνι συνάπτοντες τὴν οὔ ἄρνησιν, ἆρα τῷ ὑποκειμένῳ ἢ τῷ κατηγορουμένῳ ἢ τῷ τρίτῳ προσκατηγορουμένῳ. καὶ ὅτι μὲν τῷ ὑποκειμένῳ οὐ δεῖ συνάπτειν ἤδη μεμαθήκαμεν. ἀλλὰ μὴν οὐδὲ τῷ κατηγορουμένῳ, διότι πάλιν γίνεται ἀόριστος κατάφασις, ἣν ὁ Θεόφραστος ἐκ μεταθέσεως ἐκάλεσεν, ἢ διὰ τὸ μετατίθεσθαι τὴν οὔ ἄρνησιν ἐκ τοῦ ἔστι τρίτου προσκατηγορουμένου ἐπὶ τὸν κατηγορούμενον, ἢ ὅτι μετατίθεται αὐτῶν ἡ τάξις ἐν τῷ διαγράμματι· γίνεται γάρ, ὡς μαθησόμεθα, οὐκέτι ἡ κατάφασις ὑπὸ τὴν κατάφασιν καὶ ἡ ἀπόφασις ὑπὸ τὴν ἀπόφασιν. διὰ ταύτας οὖν τὰς αἰτίας ὁ Θεόφραστος ἠξίωσεν τὰς τοιαύτας προτάσεις ἐκ μεταθέσεως ὀνομάζειν. ὡς οὖν εἴπομεν, οὐ δεῖ τῷ κατηγορουμένῳ συνάψαι τὴν οὔ ἄρνησιν, ἀλλὰ τῷ τρίτῳ προσκατηγορουμένῳ· εἰ γὰρ τῷ κατηγορουμένῳ συνάψωμεν, οὐ μόνον ἀόριστον κατάφασιν ποιοῦμεν, ὡς εἴπομεν (τὸ γὰρ ‘ἄνθρωπος οὐ δίκαιός ἐστι‘ κατάφασις μέν ἐστιν ἀόριστος δέ), οὐ μόνον οὖν τοῦτο συμβαίνει, ἀλλ’ οὖν καὶ τὸ κῦρος ἐν ταῖς τοιαύταις προτάσεσι τὸ τρίτον προσκατηγορούμενον ἔχει· ὅθεν καὶ οὕτως προσωνομάσθησαν αἱ τοιαῦται προτάσεις ἐκ τρίτου προσκατηγορουμένου. βουλόμεθα οὖν ἐνταῦθα ἀνελεῖν τὸν δεσμόν, ἵνα λυθῇ ὅλη ἡ κατάφασις. τὸ γὰρ δίκαιον ἀδύνατον ἦν συναφθῆναι τῷ ἀνθρώπῳ, εἰ μὴ διὰ τοῦ ἔστιν ὑπαρκτικοῦ ῥήματος· δεῖ τοίνυν λῦσαι τὸν δεσμόν, ἵνα ὅλη ἡ κατάφασις λυθῇ. καὶ ταῦτα μὲν ἐὰν ὦσιν ἀπροσδιόριστοι αἱ προτάσεις. ἐν δὲ ταῖς προσδιωρισμέναις προτάσεσιν, ὡς εἴρηται, τῷ προσδιορισμῷ δεῖ συνάπτειν τὴν οὔ ἄρνησιν. πρῶτον μὲν διὰ τὸ κῦρος τοῦ προσδιορισμοῦ. ὁ γὰρ προσδιορισμὸς ποσὸν σημαίνει, ὡς ἤδη φθάσαντες ἀπεδώκαμεν· αὐτῷ οὖν συνάπτομεν τὴν οὔ ἄρνησιν, ἵνα τὸ ποσὸν ἀνέλωμεν. ἐκείνου γὰρ λέγοντος ὅτι πᾶς ἄνθρωπος δίκαιός ἐστι λέγομεν ἀναιροῦντες τὸ ποσὸν ὅτι τοῦτο οὐκ ἔστιν ἀληθές· φαμὲν γὰρ ὅτι οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστι.
in Int.41 δεύτερον δὲ πρὸς τούτοις, ὅτι εἰ μὴ οὕτω ποιήσωμεν τὰς ἀποφάσεις καὶ τῷ προσδιορισμῷ τὴν οὔ συνάψωμεν ἄρνησιν, οὐ γίνεται ἀντίφασις· οἷον ἐν τῷ λέγειν ‘πᾶς ἄνθρωπος δίκαιός ἐστιν‘ ἐὰν ποιήσωμεν τὴν ἀπόφασιν ‘πᾶς ἄνθρωπος δίκαιος οὐκ ἔστιν‘, ἀμφότεραι ψευδεῖς εὑρίσκονται ἐπὶ τῆς ἐνδεχομένης ὕλης, καὶ οὐκέτι ἀντίφασις ἔσται. εἰ δὲ εἴπωμεν ‘πᾶς ἄνθρωπος δίκαιός ἐστι, οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστι‘, πάντως ἡ μέν ἐστιν ἀληθὴς ἡ δὲ ψευδής. ἐν οἷς τὸ δεύτερον κεφάλαιον. Τρίτον ἐστὶ κεφάλαιον, ἐν ᾧ περὶ τῆς ἀκολουθίας τῶν προτάσεων διαλεγόμεθα, ποία πρότασις ποίᾳ προτάσει μὲν ἕπεται, ποίᾳ δὲ οὔ. τοῦτο δὲ μανθάνομεν οὕτως. δύο ἀντιθέσεων γινομένων, τῆς μὲν ὡρισμένης τῆς δὲ ἀορίστου (ὡρισμένην δὲ ἀντίθεσιν ἐνταῦθα λέγω τὴν ἔχουσαν ὡρισμένον τὸν κατηγορούμενον, ἀόριστον δὲ τὴν ἔχουσαν ἀόριστον τὸν κατηγορούμενον· καλοῦμεν δὲ τὴν μὲν ὡρισμένην ἀντίθεσιν ἁπλῆν, οἷον ‘ἄνθρωπος δίκαιός ἐστιν, ἄνθρωπος δίκαιος οὐκ ἔστι‘, τὴν δὲ ἀόριστον ἐκ μεταθέσεως, ὡς εἴρηται)· γεγόνασιν οὖν δ μόρια ἤγουν δ προτάσεις ‘ἄνθρωπος δίκαιός ἐστι‘ ἁπλῆ κατάφασις, ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν‘ ἁπλῆ ἀπόφασις, ‘ἄνθρωπος οὐ δίκαιός ἐστιν‘ ἐκ μεταθέσεως κατάφασις, ‘ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστιν‘ ἐκ μεταθέσεως ἀπόφασις. τούτων δὲ τῶν δ μορίων ὄντων τὰ μὲν δύο μόρια, τοῦτ’ ἔστι τὰ ἐκ μεταθέσεως, πρὸς τὴν ἁπλῆν ἀπόφασίν τε καὶ κατάφασιν οὕτως ἕξουσι κατὰ τὴν ἀκολουθίαν ὡς αἱ στερητικαὶ καταφάσεις καὶ ἀποφάσεις. ὥσπερ γὰρ ἡ στερητικὴ ἀπόφασις ἡ λέγουσα ‘ἄνθρωπος ἄδικος οὐκ ἔστι‘ ἕπεται τῇ ἁπλῇ καταφάσει καὶ ἐπὶ πλέον ἐστὶν αὐτῆς, οὕτως καὶ ἡ ἐκ μεταθέσεως ἀπόφασις ἡ λέγουσα ‘ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστιν‘ ἕπεται τῇ ἁπλῇ καταφάσει τῇ λεγούσῃ ‘ἄνθρωπος δίκαιός ἐστι‘, καὶ ἐπὶ πλέον αὐτῆς ἐστιν. ἡ μὲν γὰρ στερητικὴ ἀπόφασις ἡ λέγουσα ‘ἄνθρωπος ἄδικος οὐκ ἔστιν‘ ἁρμόζει οὐ μόνον ἐπὶ 〈τῶν δικαίων〉 ἀνθρώπων ἀλλὰ καὶ ἐπὶ παίδων καὶ ἐπὶ τῶν ἐχόντων μέσην τὴν ἕξιν· ὡσαύτως καὶ ἡ ἐκ μεταθέσεως ἀπόφασις ἡ λέγουσα ‘ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστιν‘ ἐπὶ τῶν αὐτῶν ἁρμόζει. ἡ μέντοι κατάφασις ἡ ἁπλῆ ἡ λέγουσα ‘ἄνθρωπος δίκαιός ἐστιν‘ ἐπὶ μόνων τῶν δικαίων ἁρμόζει. πάλιν ἡ κατάφασις ἡ ἐκ μεταθέσεως ἡ λέγουσα ‘ἄνθρωπος οὐ δίκαιός 〈ἐστιν〉‘ ἐπ’ ἔλαττόν ἐστι τῆς ἁπλῆς ἀποφάσεως τῆς λεγούσης ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν‘. ἡ μὲν γὰρ στερητικὴ κατάφασις μόνον ἐπὶ τῶν ἀδίκων λέγεται, ἡ δὲ ἁπλῆ ἀπόφασις οὐ μόνον ἐπὶ τῶν ἀδίκων ἀλλὰ καὶ ἐπὶ παίδων καὶ ἐπὶ λίθων καὶ ἁπλῶς ἐπὶ τῶν μηδὲ ὅλως δεκτικῶν ὄντων τῆς δικαιοσύνης. ὥσπερ οὖν ἡ στερητικὴ κατάφασις ἐπ’ ἔλαττόν ἐστι τῆς ἁπλῆς ἀποφάσεως, οὕτως καὶ ἡ ἐκ μεταθέσεως κατάφασις ἡ λέγουσα ‘ἄνθρωπος οὐ δίκαιός ἐστιν‘ ἐπ’ ἔλαττόν ἐστι τῆς ἁπλῆς ἀποφάσεως τῆς λεγούσης ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν‘. ἡ μὲν γὰρ ἁπλῆ ἀπόφασις, ὡς εἴρηται, ἁρμόζει καὶ ἐπὶ τῶν λίθων καὶ ἐπὶ τῶν παίδων καὶ ἐπὶ τῶν ἀδίκων· ἡ δὲ ἐκ μεταθέσεως κατάφασις ἐπὶ μὲν τῶν παίδων ἁρμόζει καὶ ἐπὶ τῶν ἐχόντων μέσην ἕξιν, οἷον τῶν μὴ δικαίων μήτε ἀδίκων, ἐπὶ δὲ τῶν λίθων οὐχ ἁρμόζει· οὐδεὶς γὰρ λέγει ὅτι ὁ λίθος ἄνθρωπος οὐ δίκαιός ἐστιν· ψευδὴς γὰρ ἡ πρότασις εὑρεθήσεται.
in Int.42 ἡ δὲ ἁπλῆ ἀπόφασις ἡ λέγουσα (ὑπόθου ὁ λίθος) ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν‘ ἀναιρεῖ καὶ τὸ δίκαιον ἐκ τοῦ λίθου καὶ τὸν ἄνθρωπον. ἡ δὲ ἄλλη ἐκ μεταθέσεως κατάφασις ἡ λέγουσα ‘ὁ λίθος ἄνθρωπος οὐ δίκαιός ἐστι‘ τοῦτό φησιν ὅτι ἄνθρωπος μέν ἐστιν ὁ λίθος, οὐ δίκαιος δέ. ὥστε καθολικωτέρα ἡ ἁπλῆ ἀπόφασις τῆς ἐκ μεταθέσεως καταφάσεως. οὐκέτι δὲ ἀντιστρέφει· οὐ γὰρ ὃν λόγον ἔχουσιν αἱ στερητικαὶ προτάσεις πρὸς τὰς ἐκ μεταθέσεως προτάσεις, τὸν αὐτὸν λόγον ἕξουσι κατὰ τὸ καθολικώτερον καὶ τὸ μερικώτερον αἱ ἁπλαῖ. ἡ μὲν γὰρ στερητικὴ κατάφασις ἡ λέγουσα ‘ἄνθρωπος ἄδικός ἐστι‘ μερικωτέρα ἐστίν, ὡς ἐρρέθη, τῆς ἐκ μεταθέσεως καταφάσεως τῆς λεγούσης ‘ἄνθρωπος οὐ δίκαιός ἐστιν‘· ἡ δὲ ἁπλῆ ἀπόφασις καθολικωτέρα ἐκείνης ἀποδέδεικται κατὰ τὸν αὐτὸν τρόπον. ἐπειδὴ ἡ στερητικὴ κατάφασις μερικωτέρα ἐστὶ τῆς ἐκ μεταθέσεως καταφάσεως, οὐκοῦν καὶ ἡ ἀπόφασις αὐτῆς ἡ λέγουσα ‘ἄνθρωπος ἄδικος οὐκ ἔστιν‘ 〈καθολικωτέρα ἐστὶ τῆς ἐκ μεταθέσεως ἀποφάσεως τῆς λεγούσης ‘ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστιν‘〉· ἡ δὲ ἁπλῆ κατάφασις μερικωτέρα ἐκείνης ἀποδέδεικται. καλῶς 〈οὖν〉 εἴρηται ὅτι τῶν δ μορίων τὰ μὲν ἐκ μεταθέσεως οὕτως ἀκολουθοῦσιν ταῖς ἁπλαῖς καταφάσεσι καὶ ἀποφάσεσιν ὡς αἱ στερητικαὶ προτάσεις, οὐκέτι δὲ ἀντιστρέφει. καὶ ταῦτα μὲν ἐπὶ τῶν ἀπροσδιορίστων προτάσεων. κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν προσδιωρισμένων προτάσεων ἡ ἀκολουθία· πλήν γε αἱ κατὰ διάμετρον κείμεναι προτάσεις οὐχ ὁμοίως συναληθεύουσιν ἐπὶ τῆς ἐνδεχομένης ὕλης ὥσπερ ἐκεῖ· ἐκεῖ μὲν γὰρ ἀεὶ συναληθεύουσιν αἱ διαγώνιοι, τοῦτ’ ἔστιν ἐπὶ τῶν ἀπροσδιορίστων· ἐπὶ δὲ τῶν προσδιωρισμένων προτάσεων ποτὲ μὲν συναληθεύουσι ποτὲ δὲ συμψεύδονται. καὶ τοῦτο δῆλον ἐκ τοῦ διαγράμματος· οἷον ἐν μὲν τῷ α διαγράμματι κεῖται ‘ἄνθρωπος δίκαιός ἐστιν‘ ἁπλῆ κατάφασις, διαγώνιος δὲ ταύτῃ κεῖται ἡ ἐκ μεταθέσεως κατάφασις ἡ λέγουσα ‘ἄνθρωπος οὐ δίκαιός ἐστιν‘. ἀμφότεραι οὖν ὁμολογουμένως ἀληθεῖς, καὶ ἡ λέγουσα ‘ἄνθρωπος δίκαιός ἐστι‘ διὰ Σωκράτην καὶ ἡ λέγουσα ‘ἄνθρωπος οὐ δίκαιός ἐστι‘ δι’ Ἄνυτον ἢ τὸ παιδίον. πάλιν κεῖται ἐπ’ εὐθείας ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν‘ ἁπλῆ ἀπόφασις, ταύτῃ δὲ διαγώνιος κεῖται ἡ ἐκ μεταθέσεως ἀπόφασις ἡ λέγουσα ‘ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστι‘. συναληθεύουσιν· ἡ μὲν γὰρ ἀπόφασις ἡ λέγουσα ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν‘ ἐπὶ παιδίων ἀληθεύει, ἐπὶ αὐτῶν δὲ τούτων ἀληθεύει πάλιν καὶ ἡ ἐκ μεταθέσεως ἀπόφασις. ὥστε ἀποδέδεικται ὅτι ἀεὶ ἐπὶ τῶν ἀπροσδιορίστων αἱ διαγώνιοι συναληθεύουσιν.
in Int.43 ἐπὶ δὲ τῶν προσδιωρισμένων κείσθω ἄνω πρότασις ἁπλῆ κατάφασις οἷον ‘πᾶς ἄνθρωπος δίκαιός ἐστι‘ ψευδὴς οὖσα ὁμολογουμένως· ἐπ’ εὐθείας ταύτῃ κεῖται ἑτέρα πρότασις ἀντιφατικῶς μαχομένη ἡ λέγουσα ‘οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστιν‘. πάλιν δὲ ἡ ἐκ μεταθέσεως ἀπόφασις ὑποκάτω κείσθω ἑπομένη τῇ καθόλου καταφάσει ἡ λέγουσα ‘οὐ πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστιν‘· ἐπ’ εὐθείας δὲ ταύτῃ κεῖται ἡ κατάφασις αὕτη ἡ λέγουσα ‘πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστιν‘. αἱ μὲν οὖν διαγώνιοι καθόλου οἷον ἡ ἁπλῆ κατάφασις καὶ ἡ ἐκ μεταθέσεως συμψεύδονται, ἥ τε λέγουσα ‘πᾶς ἄνθρωπος δίκαιός ἐστι‘ καὶ ἡ λέγουσα ‘πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστιν‘· αἱ δὲ ἄλλαι διαγώνιοι, ἥ τε λέγουσα ‘οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστι‘ καὶ ἡ ‘οὐ πᾶς ἄνθρωπος οὐ δίκαιοσ‘ συναληθεύουσιν· ἀληθὲς γὰρ εἰπεῖν ‘οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστι‘ καὶ τὸ λέγειν ‘οὐ πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστιν‘. εἶτα παρακατιὼν ὑπόδειγμά τι τίθησιν καὶ τῶν προτάσεων τῶν ἐχουσῶν τὸν ὑποκείμενον ἀόριστον· ποῖαι δέ εἰσιν αὗται, ἤδη μεμαθήκαμεν. ἐπεὶ οὖν ταῦτα εἴπομεν καὶ τὸ ἱκανὸν μέγεθος ἀπείληφεν ἡ παροῦσα θεωρία, φέρε ταύτην ἐνταῦθα καταπαύοντες τὴν λέξιν πολυπραγμονήσωμεν, ἵνα, εἴ πού τι δέοι, σαφηνίσωμεν κατὰ δύναμιν. Οἷον ἔστι δίκαιος ἄνθρωπο ς · τὸ ἔστι τρίτον φημὶ συγκεῖσθαι ὄνομα ἢ ῥῆμα ἐν τῇ καταφάσε ι. ἰστέον ὅτι τὸ συγκεῖσθαι οὐ καλῶς εἶπεν· οὐ γὰρ σύγκειται ἐκ δύο τινῶν ἢ πλειόνων τὸ ἔστι· πᾶν γὰρ συγκείμενον τοὐλάχιστον ἐκ δύο τινῶν σύγκειται. σὺ οὖν λαβὲ τὸ συγκεῖσθαι ἢ ἀντὶ τοῦ προσκεῖσθαι, ὅπερ αὐτὸς μικρὸν ὕστερον τῷ συγκεῖσθαι ἐπήγαγεν, ἢ συγκεῖσθαι ἀντὶ τοῦ σὺν τοῖς ἄλλοις κεῖσθαι, οἷον σὺν τῷ κατηγορουμένῳ καὶ ὑποκειμένῳ. ὄνομα δὲ ἢ ῥῆμα εἶπεν νῦν οἷον ‘ᾧ βούλῃ ὀνόματι καλέσῃς αὐτό.‘ εἶπεν ὄνομα τῷ κοινῷ προσρήματι· εἴπομεν γὰρ ὅτι καὶ τὸ ὄνομα τὸ παρ’ ἡμῖν καὶ τὸ ῥῆμα καὶ πᾶν μέρος λόγου ὄνομα ἐπεκάλουν οἱ παλαιοί. εἰ δὲ ῥῆμα εἴποις τὸ ἔστι, τότε τῷ ἰδικῷ ὀνόματι καλεῖς αὐτό. ἰστέον δὲ ὅτι κατάφασιν καὶ ἀπόφασιν λέγει τὰς ἁπλᾶς προτάσεις, οὐχ ὡς καὶ τῶν ἄλλων μὴ οὐσῶν καταφάσεων καὶ ἀποφάσεων, ἀλλὰ τὰς ἁπλᾶς λέγει καταφάσεις καὶ ἀποφάσεις, ἐπειδὴ αὗται κυριώτεραί εἰσιν τῶν ἄλλων προτάσεων. Λέγω δὲ ὅτι τὸ ἔστι ἢ τῷ δικαίῳ προσκείσεται ἢ τῷ οὐ δικαί ῳ. ἐνταῦθα καλῶς εἶπεν ἐπὶ τοῦ ἔστι προσκείσεται *** τὴν ἁπλῆν ἐσήμανεν πρότασιν, ἐν δὲ τῷ εἰπεῖν οὐ δικαίῳ τὴν ἐκ μεταθέσεως ‘ἔστιν οὐ δίκαιος ἄνθρωποσ‘. Ἐντεῦθεν τὰς ἐκ μεταθέσεως προτάσεις παραδίδωσι. καὶ ἄξιον ζητῆσαι περὶ τῆς ἐκ μεταθέσεως ἀποφάσεως ἆρά γε κατάφασιν σημαίνει ἢ ἀπόφασιν. λέγομεν τοίνυν ὅτι ἡ ἐκ μεταθέσεως ἀπόφασις ἕπεται τῇ ἁπλῇ καταφάσει· καὶ εἰκότως, διότι ἐπὶ τῶν ὄντων ὅταν ληφθῶσιν δύο ἀρνήσεις ἐπὶ διαφόρων ὅρων κείμεναι ἢ προσρήματος (πρόσρημα δέ φημι ἢ τὸν προσδιορισμὸν ἢ τὸν τρίτον προσκατηγορούμενον) πάντως κατάφασιν σημαίνουσιν, οἷον ‘ἄνθρωπος δίκαιός ἐστιν, ἄνθρωπος οὐ δίκαιος οὐκ ἔστιν‘· ἐνταῦθα τὸ ‘οὐ δίκαιος οὐκ ἔστι‘ κατάφασιν δηλοῖ.
in Int.44 ὅταν δὲ ἐπὶ τῶν μὴ ὄντων ληφθῶσιν, ἀδιάφορον· ἡ αὐτὴ γὰρ ἐκ μεταθέσεως ἀπόφασις ἐπὶ τῶν ἀδιαφόρων, οἷον τῶν μήτε δικαίων μήτε ἀδίκων, οὐκ ἔχει τὴν αὐτὴν κατάφασιν. ἐπὶ διαφόρων δὲ ὅρων εἴπομεν διὰ τὴν Ἀττικὴν συνήθειαν· πολλάκις γὰρ αὐτοὶ τὰς δύο ἀρνήσεις καὶ ἀλλεπαλλήλως τιθέντες ἀντὶ μιᾶς ἀρνήσεως αὐτὰς λαμβάνουσιν, ὡς τὸ ‘οὐ μὴ ποιήσεισ‘ ἀντὶ τοῦ ‘οὐ ποιήσεισ‘ καὶ ἕτερά τινα τοιαῦτα. Ταῦτα μὲν οὖ ν , ὥσπερ ἐν τοῖς Ἀναλυτικοῖς λέγετα ι , οὕτως τέτακτα ι. ἰστέον ὅτι ὅσον ἐκ τῆς φράσεως τοῦ ῥητοῦ τούτου πρότερά εἰσιν τὰ Ἀναλυτικὰ τῆς παρούσης πραγματείας· εἶπεν γὰρ ὡς ἐν τοῖς Ἀναλυτικοῖς λέγετα ι. λαβὲ οὖν τὸ λέγεται ἀντὶ τοῦ λεχθήσεται· σκοπὸν γὰρ ἔχων περὶ ἐκείνων γράψαι εἶπεν τὸ λέγετα ι . Ὁμοίως δὲ ἔχει κἂν καθόλου τοῦ ὀνόματος ᾖ ἡ κατάφασι ς. ἐπειδὴ δὲ πάντα ὅσα εἶπεν ἄνω ὡς ἐπὶ τῶν ἀπροσδιορίστων προτάσεων ἐγύμνασεν, φησὶ νῦν ὅτι καὶ ἐπὶ τῶν προσδιωρισμένων τὸ αὐτὸ συμβήσεται. Πλὴν οὐχ ὁμοίως τὰς κατὰ διάμετρον ἐνδέχεται συναληθεύει ν · ἐνδέχεται δέ ποτ ε. εἴπομεν καὶ ἐν τῇ θεωρίᾳ ὅτι διαφοράν τινα ἔχουσιν αἱ προσδιωρισμέναι προτάσεις πρὸς τὰς ἀπροσδιορίστους.
in Int.45 ἐπὶ γὰρ τῶν ἀπροσδιορίστων αἱ διαγώνιοι (τὰς αὐτὰς γὰρ λέγει κατὰ διάμετρο ν) ἀεὶ συναληθεύουσιν, ἐπὶ δὲ τῶν προσδιωρισμένων ἡ μὲν τῶν διαγωνίων ἀληθεύει, ἡ δὲ συμψεύδεται. τοῦτο οὖν αἰνίττεται διὰ τοῦ ῥητοῦ τούτου. Ἄλλαι δὲ πρὸς τὸ οὐκ ἄνθρωπος ὡς ὑποκείμενόν τι προστεθέντε ς. ἐπειδὴ τὰς ὡρισμένον ἐχούσας τὸν ὑποκείμενον προτάσεις ἐγύμνασεν, φησὶν ὅτι εἰσὶν καὶ ἄλλαι προτάσεις ἀόριστον ἔχουσαι τὸ ὑποκείμενον καὶ ὁμοίως τὰς καταφάσεις καὶ ἀποφάσεις ποιοῦσαι· πλὴν κεχωρισμέναι εἰσὶν αὗται τῶν ἐχουσῶν ὡρισμένον τὸ ὑποκείμενον. ταῦτα ἔχει ἡ πρᾶξις. 〈 Πρᾶξις β .〉 Ἐ φ ’ ὅσων δὲ τὸ ἔστι μὴ ἁρμόττῃ οἷον ἐπὶ τοῦ ὑγιαίνειν καὶ βαδίζει ν , ἐπὶ τούτων τὸ αὐτὸ ποιεῖ οὕτως τιθέμενον ὡς ἂν εἰ τὸ ἔστι προσήπτετ ο, καὶ τὰ ἑξῆς. Τοῦτο τὸ θεώρημα, ὃ νῦν Ἀριστοτέλης παραδίδωσιν, τινὲς τῶν ἐξηγητῶν ὑπέλαβον αὐτὸν λέγειν, ὅτι ὥσπερ ἐγένετο ἀκολουθία καὶ τάξις τῶν προτάσεων, αἷς ἦν τὸ ἔστι τρίτον προσκατηγορούμενον, οὕτως ἐστὶ καὶ ἡ ἀκολουθία καὶ ἡ τάξις καὶ ἐν ταῖς προτάσεσιν, ἐν αἷς ἀντὶ τοῦ ἔστιν ἕτερον ῥῆμα λαμβάνομεν, οἷον ‘ἄνθρωπος δίκαιος βαδίζει‘. ὅτι δὲ τοῦτο οὐκ ἔστιν ἀληθὲς δῆλον· οὐ γάρ ἐστιν ἐνταῦθα ἡ πρότασις ἐκ τρίτου προσκατηγορουμένου, ἀλλὰ συνθετός ἐστιν ὁ ὑποκείμενος. ἀδύνατον γάρ ἐστιν ἕτερόν τι ῥῆμα τρίτον προσκατηγορεῖσθαι ὡσαύτως· καὶ ἐνταῦθα δὲ προσδιωρίσατο καὶ ἐν τοῖς Ἀναλυτικοῖς εἶπεν, ὡς ἔχομεν σὺν θεῷ μαθεῖν. ἄλλοι δὲ λέγουσιν ὅτι τὸ ζητούμενον ἐν τούτοις ἐστὶν ὡς ἐν ταῖς προτάσεσιν ἐν αἷς δυνάμει θεωρεῖται τὸ ἔστιν, ὡς ἐν τῷ ‘Σωκράτης βαδίζει‘ (ἐνταῦθα γὰρ δυνάμει πρόσκειται τὸ ἔστιν· ἀναλυόμενον γὰρ τὸ ῥῆμα εἰς τὴν οἰκεῖαν μετοχὴν μετὰ τοῦ ἔστι ῥήματος ἀναλύεται, ὡς τὸ ‘Σωκράτης βαδίζει‘ ἀντὶ τοῦ ‘Σωκράτης βαδίζων ἐστίν‘), ὅταν οὖν οὕτως γένηται ‘Σωκράτης βαδίζων ἐστί‘, ‘Σωκράτης οὐ βαδίζων ἐστίν‘, ἆρα κατάφασίς ἐστι ἢ ἀπόφασις· καὶ λέγει ὅτι ἀπόφασις. τοῦτο δὲ ἐνταῦθα ζητήσεως οὐκ ἔστιν ἄξιον. τίς γὰρ ἀποκλήρωσις τὴν μὲν ‘ἄνθρωπος οὐ δίκαιός ἐστι‘ κατάφασιν εἶναι, τὴν δὲ ‘ἄνθρωπος οὐ βαδίζων ἐστί‘ μὴ εἶναι κατάφασιν; ἡμεῖς δὲ λέγομεν, ἐπειδὴ ἐμνημόνευσεν προσεχῶς καὶ παράδειγμά τι τέθεικεν τῶν προτάσεων τῶν ἐχουσῶν τὸν ὑποκείμενον ἀόριστον ἔκ τε τοῦ κατηγορουμένου καὶ τοῦ ὑποκειμένου μόνων συγκειμένων, οἷον ‘〈ἔστιν〉 οὐκ ἄνθρωπος, ἔστι πᾶς οὐκ ἄνθρωποσ‘, καὶ πάλιν ἐκ τοῦ κατηγορουμένου καὶ ὑποκειμένου καὶ τρίτου προσκατηγορουμένου ‘οὐκ ἄνθρωπος δίκαιός ἐστι, πᾶς οὐκ ἄνθρωπος δίκαιός ἐστι‘, φοβηθεὶς μήπως ὑποπτεύσῃ τις *** καὶ ταὐτὸν ἡγησάμενος τὸν πᾶς προσδιορισμὸν τῷ ἄνθρωπος ὀνόματι, καὶ ποιήσῃ τὴν ἀπόφασιν τῆς ‘πᾶς οὐκ ἄνθρωπος δίκαιός ἐστιν‘ καταφάσεως ‘οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστι‘ καὶ μηκέτι φυλάξῃ τὴν οὔ ἄρνησιν ἐν τῷ ὑποκειμένῳ, λέγει νῦν ὅτι οὐ δεῖ οὕτως ποιῆσαι τὴν ἀπόφασιν, ἀλλὰ δεῖ φυλάξαι τὸ ἀρνητικὸν μόριον ἐν τῷ ὑποκειμένῳ, ὡς ἦν ἐν τῇ καταφάσει, καὶ ποιῆσαι τὴν ἀπόφασιν ‘οὐ πᾶς οὐκ ἄνθρωπος δίκαιός ἐστι‘ ἢ ‘πᾶς οὐκ ἄνθρωπος δίκαιος οὐκ ἔστιν‘.
in Int.46 ὁ γὰρ πᾶς, ὅπερ ἀνωτέρω εἴρηται, οὐ σημαίνει τινὰ καθολικὴν φύσιν, ὥσπερ τὸ ζῷον λογικὸν θνητὸν τὸν ἄνθρωπον, ἀλλὰ τοῦτο σημαίνει ὅτι καθόλου ὄντος τοῦ ὑποκειμένου τὸ κατηγορούμενον πᾶσι τοῖς ὑπὸ τὸ ὑποκείμενον ὑπάρχει. καὶ δῆλα τὰ παραδείγματα τέθεικεν. Εἶτα ἐπειδὴ ἐν τῷ προειρημένῳ παραδείγματι οὐκ ἐμπεριείχετο ἡ καθόλου ἀπόφασις ἡ λέγουσα ‘οὐδεὶς ἄνθρωπος δίκαιός ἐστι‘, ζητεῖται ποία πρότασις ταύτῃ ἕπεται. καὶ ἀποφαίνεται ὅτι ἡ καθόλου τε καὶ ἐκ μεταθέσεως οὖσα κατάφασις. οἷον ἁπλῆ ἀπόφασις ‘οὐδεὶς ἄνθρωπος πτερωτός ἐστι‘· ταύτῃ ἕπεται ‘πᾶς ἄνθρωπος οὐ πτερωτός ἐστιν‘. ἀκολουθεῖ δὲ καὶ ἡ μερικὴ κατάφασις τῇ μερικῇ ἀποφάσει ποτέ. ‘τὶς ἄνθρωπος δίκαιός ἐστι‘ μερικὴ κατάφασις, ‘οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστι‘ μερικὴ ἀπόφασις. οὕτως μὲν Ἀριστοτέλης ἐπὶ τῶν παραδειγμάτων ἀπέδειξεν ποία πρότασις ποίᾳ προτάσει ἕπεται. ὁ δὲ Πρόκλος καθόλου μέθοδόν τινα τῆς τούτων εὑρέσεως παραδίδωσιν. ἡ δὲ μέθοδός ἐστι τοιαύτη· ἐὰν προταθῇ τις πρότασις, φύλαξον τὸν αὐτὸν ὑποκείμενον καὶ τὸ αὐτὸ ποσόν, ἄλλαξον δὲ τὸ [αὐτὸ] ποιὸν καὶ τὸν κατηγορούμενον. καὶ τὸ μὲν ποιὸν οὕτως· ἐὰν ἡ προταθεῖσα πρότασις καταφατική ἐστι ποίησον αὐτὴν ἀποφατικήν, καὶ ἔμπαλιν ἐὰν ἀποφατική ἐστι, ποίησον αὐτὴν καταφατικήν. τὸν δὲ κατηγορούμενον ἀμείβεις οὕτως, ἐὰν ὡρισμένον ἐστί, ποιῶν αὐτὸν ἀόριστον, καὶ τὸ ἀνάπαλιν ἐὰν ἀόριστον, ὡρισμένον. ὅταν οὖν τὸ μὲν ποσὸν τὸ αὐτὸ φυλάξῃς, οἷον εἰ μὲν μερική, μερικὴν ποιῶν, καὶ εἰ καθόλου, καθόλου, καὶ τὸν ὑποκείμενον τὸν αὐτόν, ἀμείψῃς δὲ τὸ ποιὸν καὶ τὸν κατηγορούμενον, πάντως εὑρήσεις τὴν ἀκολουθοῦσαν πρότασιν.
in Int.47 οἷον προκείσθω καθόλου πρότασις ‘πᾶς ἄνθρωπος ζῷόν ἐστι‘· φύλαξον τὸν ὑποκείμενον, τοῦτ’ ἔστι τὸν ἄνθρωπον, φύλαξον καὶ τὸ ποσόν, ἄμειψον δὲ τὸ ποτόν, ἔτι δὲ καὶ τὸν κατηγορούμενον, καὶ ποίησον ‘οὐδεὶς ἄνθρωπος οὐ ζῷόν ἔστιν‘· ὅπερ ταὐτὸν φθέγγεται τῇ προταθείσῃ προτάσει. ὡσαύτως ἕξει καὶ ἐπὶ τῶν ἄλλων τῶν προσδιωρισμένων προτάσεων, καὶ ταῖς καταφάσεσιν αἱ ἀποφάσεις ἕπονται κατὰ τὴν μέθοδον ταύτην καὶ ταῖς ἀποφάσεσιν αἱ καταφάσεις. ἐπὶ δὲ τῶν ἀπροσδιορίστων ταῖς μὲν καταφάσεσιν ἕπονται αἱ ἀποφάσεις, οὐκέτι δὲ ἀντιστρόφως ταῖς ἀποφάσεσιν αἱ καταφάσεις· ἐδείχθη γὰρ ὅτι ἡ ἐκ μεταθέσεως κατάφασις μερικωτέρα ἐστὶ τῆς ἁπλῆς ἀποφάσεως, καὶ εἰκότως οὐχ ἕπεται· τὸ γὰρ μερικὸν τῷ καθολικωτέρῳ ἕπεσθαι οὐκ ἐγχωρεῖ. ταῦτα ἔχει ἡ θεωρία. Φανερὸν δὲ ὅτι ἐπὶ μὲν τῶν κα θ ’ ἕκαστο ν , εἰ ἀληθὲς ἐρωτηθέντα ἀποφῆσα ι , ὅτι καὶ καταφῆσαι ἀληθέ ς · οἷον ἆρα Σωκράτης σοφό ς ; ο ὔ . Σωκράτης ἄρα οὐ σοφός ἐστ ι. πληρώσας τὸν περὶ τῆς ἀκολουθίας τῶν προτάσεων λόγον ἐντεῦθεν ἕτερά τινα τοῖς εἰρημένοις ἀκόλουθα θεωρήματα παραδίδωσιν. ἀλλὰ πρῶτον τὴν ἀναφανεῖσαν ἡμῖν ἀπορίαν εἰς τὸ διάγραμμα τὸ περὶ τῆς ἀκολουθίας τῶν προτάσεων διεξέλθωμεν· μετὰ δὲ ταῦτα τὰ τούτοις ἀκόλουθα μαθησόμεθα. ἐρρέθη γὰρ τοίνυν ἐν τῷ διαγράμματι ὅτι ἡ ἐκ μεταθέσεως κατάφασις ἀπροσδιόριστος μερικωτέρα τῆς ἁπλῆς ἀποφάσεως οὖσα τυγχάνει. ἦν δὲ αὕτη ἡ λέγουσα ‘ἄνθρωπος οὐ δίκαιός ἐστι‘, καὶ εἶπον ὅτι τῆς λεγούσης ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν‘ ἁπλῆς ἀποφάσεως μερικωτέρα ἐστίν. κατεσκεύασαν δὲ τοῦτον τὸν τρόπον· ἐλάμβανον τὸν κατηγορούμενον σύνθετον καὶ ἐδείκνυον ὅτι ἐφ’ ὅσων μὲν αὕτη ἀληθής ἐστιν, ἐκείνη οὐκ ἔστιν ἀληθής, ἤγουν ἡ ἁπλῆ ἀπόφασις· ὥστε ἐκ τούτων συνάγεσθαι ὅτι ἡ ἁπλῆ ἀπόφασις καθολικωτέρα ἐστὶ τῆς ἐκ μεταθέσεως καταφάσεως. οἷον ἔστω ἐκ μεταθέσεως κατάφασις ἡ λέγουσα ‘τὸ παιδίον ἄνθρωπός ἐστιν οὐ δίκαιοσ‘· ἀληθής ἐστι καὶ ἁρμόζει· ἔστω καὶ ἀπόφασις ἡ λέγουσα ‘τὸ παιδίον ἄνθρωπος δίκαιος οὐκ ἔστιν‘· ψευδής 〈ἐστι〉. ὥσθ’ αὕτη μὲν καθολικωτέρα ἐστίν, ἐκείνη δὲ ἡ ἐκ μεταθέσεως καταφατικὴ μερικωτέρα. καὶ οὕτως μέντοι δῆθεν ἀπέδειξαν. ἡμεῖς δὲ λέγομεν μηδὲν διαφέρειν κατὰ τὸ σημαινόμενον τὴν ἁπλῆν ἀπόφασιν τῆς ἐκ μεταθέσεως καταφάσεως, εἴτε ἁπλοῦς ἐστιν ὁ κατηγορούμενος εἴτε σύνθετος. εἰ γὰρ δείξωμεν ὅτι ἐφ’ ὅσων ἀληθεύει ἡ μία τούτων, πάντως καὶ ἡ λοιπὴ συναληθεύει, καὶ ἐφ’ ὅσων ψεύδεται, πάντως καὶ ἡ λοιπὴ συμψεύδεται, δῆλον ὅτι οὐδὲν διαφέρουσιν ἀλλήλων. ὥσπερ γὰρ εἰ δείξωμεν ὅτι ἐφ’ ὅσων κατηγορεῖται ὁ ἄνθρωπος, ἐπὶ τοσούτων καὶ τὸ γελαστικόν, καὶ διὰ τοῦτο ἐξισάζουσιν καὶ ἀντιστρέφουσι πρὸς ἄλληλα καὶ μηδεμία τούτων ἐστὶ διαφορά, οὕτως καὶ ἐπὶ τῶν προκειμένων. ἀλλὰ πρῶτον τοῦτο διορισόμεθα, ὅτι ὁ κατηγορούμενος ἐν ταῖς προτάσεσιν ἢ ἁπλοῦς ἐστιν ἢ σύνθετος· καὶ δῆλα τὰ παραδείγματα.
in Int.48 ὑποκείσθω οὖν νῦν ἁπλοῦς ὁ κατηγορούμενος ἐν ἀμφοτέραις ταῖς προτάσεσιν, καὶ σκοπήσωμεν ἐπὶ πάσης ὕλης καὶ ἐπὶ παντὸς χρόνου τὰς προτάσεις. ἔστω ‘τὸ παιδίον οὐ δίκαιόν ἐστιν‘ ἐκ μεταθέσεως κατάφασις ἐπὶ τῆς ἐνδεχομένης ὕλης καὶ ἐπὶ τοῦ ἐνεστῶτος χρόνου· πάλιν 〈‘τὸ παιδίον οὐ πτερωτόν ἐστιν‘ ἐπὶ τῆς ἀδυνάτου ὕλης καὶ ἐπὶ τοῦ ἐνεστῶτος χρόνου〉. ἀμφότεραι αὗται ἀληθεῖς καθεστήκασιν· ‘τὸ παιδίον οὐκ ἀναπνέον ἐστίν‘, ἐκ μεταθέσεως κατάφασις ἐπὶ τῆς ἀναγκαίας ὕλης καὶ τοῦ ἐνεστῶτος χρόνου, ψευδὴς οὖσα. εἰπὲ οὖν καὶ τὰς ἁπλᾶς ἀποφάσεις τῆς μὲν πρώτης ‘τὸ παιδίον δίκαιον οὐκ ἔστι‘, ‘τὸ παιδίον πτερωτὸν οὐκ ἔστι‘ τῆς δευτέρας· καὶ αὗται αἱ ἀποφάσεις ἀληθεῖς. ἡ τρίτη ‘τὸ παιδίον οὐκ ἔστιν ἀναπνέον‘ ψεύδεται. ὁρᾷς οὖν πῶς ἐδείξαμεν ὅτι ἐφ’ ὧν ἠλήθευσεν ἡ ἐκ μεταθέσεως κατάφασις, ἠλήθευσεν καὶ ἡ ἀπόφασις ἡ ἁπλῆ, ἐφ’ ὧν δὲ ἐκείνη ψευδὴς ἐδείχθη, καὶ αὕτη. ἐπεὶ οὖν εἴπομεν τὰς προτάσεις τὰς ἐχούσας ἁπλοῦν τὸν κατηγορούμενον, εἴπωμεν καὶ τὰς σύνθετον ἐχούσας τὸν κατηγορούμενον. ἀλλ’ ἐνταῦθα γενόμενοι τοῦ λόγου πρῶτον προσδιορισόμεθα ὅτι τὸ οὔ ἀρνητικὸν μόριον ὅλον τὸν κατηγορούμενον ἀναιρεῖ. καὶ τοῦτο εἰκότως· εἰ γάρ τις εἴποι ὅτι τὸ μὲν δίκαιον φέρε εἰπεῖν ἀναιρεῖ ἐκ τοῦ Σωκράτους ἐν τῷ λέγειν ‘Σωκράτης ἄνθρωπος δίκαιος οὐκ ἔστι‘, τὸ δὲ ἄνθρωπος οὐκ ἀναιρεῖ, ἔστι πῇ μὲν κατάφασις πῇ δὲ ἀπόφασις τοῦ αὐτοῦ (ἑκατέρους γὰρ 〈ἂν〉 ἀνεῖλεν, ἐκ μέρους δὲ οὐκ ἀνεῖλεν), ὥστε ἐξ ἀνάγκης ἔσονται ἄλλαι δύο ἀποφάσεις τῆς αὐτῆς καταφάσεως. εἰ γὰρ μόνον τὸ δίκαιον ἀνεῖλεν, μεμένηκεν δὲ ὁ ἄνθρωπος, δεῖται καὶ ἑτέρας ἀποφάσεως εἰς τὸ ἀνελεῖν τὸν ἄνθρωπον· καὶ ἔσονται ἤτοι δύο ἀποφάσεις μιᾶς καταφάσεως, ὅπερ ἀδύνατον (εἴπομεν γὰρ ὅτι μία μιᾷ ἀντίκειται ἀντιφατικῶς μαχομένη), ἢ καὶ 〈ἡ〉 ἐξ ἀρχῆς κατάφασις οὐκ ἦν μία πρότασις ἀλλὰ δύο. ὡσαύτως δὲ καὶ ὅταν τῷ κατηγορουμένῳ συνθέτῳ ὄντι συνάπτεται, οἷον ‘Σωκράτης οὐκ ἄνθρωπος δίκαιός ἐστιν‘· οὐ γὰρ ἀναιρεῖ μόνον τὸν ἄνθρωπον, ἀλλ’ ὅλον τοῦτο ὅτι οὔτε ἄνθρωπός ἐστι οὔτε δίκαιος. ἔλθωμεν τοίνυν ἐπὶ τὸ προκείμενον, καὶ ἔστω σύνθετος ὁ κατηγορούμενος, ὡς εἴρηται. λέγω τοίνυν τὴν ἐκ μεταθέσεως κατάφασιν ὅτι τὸ παιδίον οὐκ ἄνθρωπος δίκαιός ἐστιν. ἆρά γε ψεύδομαι ἢ ἀληθεύω; καὶ αὕτη τοίνυν ψεύδεται καὶ ἡ ἐπὶ τῆς ἀδυνάτου ὕλης ἡ λέγουσα ‘τὸ παιδίον οὐκ ἄνθρωπος πτερωτός ἐστιν‘. εἰπὲ καὶ ἐπὶ τῆς ἀναγκαίας ὕλης, ὅταν καὶ ἀληθὴς γένηται, ‘τὸ παιδίον οὐ λίθος ἐστὶν ἄψυχοσ‘· ἐνταῦθα γὰρ ἀληθεύει, ἐπειδὴ οὔτε λίθος ἐστὶν οὔτε ἄψυχος. μετὰ οὖν τὰς ἐκ μεταθέσεως καταφάσεις εἰπὲ καὶ τὰς ἁπλᾶς ἀποφάσεις ἐπὶ τῶν τριῶν ὑλῶν συνθέτου ὄντος τοῦ κατηγορουμένου· οἷον ‘τὸ παιδίον ἄνθρωπος δίκαιος οὐκ ἔστι‘, ‘τὸ παιδίον ἄνθρωπος πτερωτὸς οὐκ ἔστιν‘, ‘τὸ παιδίον λίθος ἄψυχος οὐκ ἔστιν.
in Int.49 εἰ τοίνυν εὑρεθῇ ὅτι ἐπὶ πάσης ὕλης καὶ ἐπὶ παντὸς χρόνου συναληθεύουσιν καὶ συμψεύδονται, δῆλον ὅτι οὐδὲν ἀλλήλων διαφέρουσιν. εἴπωμεν δὲ καὶ τὴν πλάνην τῶν εἰρηκότων 〈τὴν〉 ἐκ μεταθέσεως κατάφασιν μερικωτέραν εἶναι τῆς ἁπλῆς ἀποφάσεως. καὶ κατασκευάζομεν οὕτως· ἐλάμβανον τὸν κατηγορούμενον σύνθετον καὶ διεμέριζον αὐτὸν οὕτως λέγοντες ὅτι δύναμαι εἰπεῖν ὅτι τὸ παιδίον ἄνθρωπος οὐ δίκαιός ἐστιν· ἐνταῦθα γὰρ ἀληθεύω, ἐπειδὴ τὸ παιδίον ἄνθρωπος μέν ἐστι, δίκαιος δὲ οὐκ ἔστιν. ἐν δὲ τῷ εἰπεῖν ὅτι τὸ παιδίον ἄνθρωπος δίκαιος οὐκ ἔστι ψεύδομαι· τὸ γὰρ οὔ ἐνταῦθα καὶ τὸν ἄνθρωπον ἀνεῖλεν καὶ τὸ δίκαιον ἐκ τοῦ παιδίου. ὡς αὕτη μὲν ψεύδεται, ἐκείνη δὲ ἀληθεύει. ὅτι δὲ τοῦτο λίαν ἀλόγως ἔχει ἤδη φθάσαντες ἀπεδώκαμεν· πῶς γὰρ ἐνδέχεται τὴν οὔ ἄρνησιν ὅλου τοῦ κατηγορουμένου μέσην ἐμβληθῆναι καὶ τὸ μὲν αὐτοῦ ἀνελεῖν, τὸ δὲ μὴ ἀνελεῖν; Καὶ ἄλλως οἱ εἰρηκότες τὴν ἐκ μεταθέσεως κατάφασιν ἐπὶ τῶν ἀπροσδιορίστων μερικωτέραν εἶναι τῆς ἁπλῆς ἀποφάσεως ἔφασαν τὴν μερικὴν ἐκ μεταθέσεως ἀπόφασιν ἐπὶ πλέον εἶναι τῆς καθόλου ἁπλῆς καταφάσεως. οἷον κεῖται ἐν τῷ δευτέρῳ διαγράμματι ‘πᾶς ἄνθρωπος δίκαιός ἐστιν‘ ἁπλῆ καθόλου κατάφασις· ἐπ’ εὐθείας δὲ ταύτῃ κεῖται ἡ ἀντιφατικῶς αὐτῇ μαχομένη ἡ λέγουσα ‘οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστι‘ μερικὴ ἀπόφασις. πάλιν ὑπὸ τὴν ἁπλῆν καθόλου κατάφασιν κάτω τεθείκασιν ἐκ μεταθέσεως μερικὴν ἀπόφασιν τὴν λέγουσαν ‘οὐ πᾶς ἄνθρωπος 〈οὐ〉 δίκαιός ἐστιν‘· ἐπ’ εὐθείας δὲ κεῖται ταύτῃ 〈ἡ〉 ἀντιφατικῶς μαχομένη κατάφασις καθόλου ἐκ μεταθέσεως οὖσα ἡ λέγουσα ‘πᾶς ἄνθρωπος οὐ δίκαιός ἐστι‘. καὶ εἶπον ὅτι ἡ μερικὴ ἀπόφασις ἐκ μεταθέσεως ἐπὶ πλέον ἐστὶ τῆς καθόλου ἁπλῆς καταφάσεως. πρὸς δὲ τούτοις τὸν κανόνα οὐ παρήγαγον τοῦ Πρόκλου, ὅτι εἰ βούλῃ προτάσεώς τινος προταθείσης τὴν ἀκολουθοῦσαν ταύτῃ εὑρεῖν, φύλαξον τὸ ὑποκείμενον καὶ τὸ ποσόν, ἄμειψον δὲ τὸν κατηγορούμενον καὶ τὸ ποιόν· καὶ πάντως ἐκείνη ἡ πρότασίς ἐστιν ἡ ἰσοδυναμοῦσα ταύτῃ καὶ συνακολουθοῦσα. ἔτι δὲ ὅτι ἐπὶ τῶν προσδιωρισμένων προτάσεων κατὰ τὸν προειρημένον κανόνα καὶ αἱ καταφάσεις ἀκολουθοῦσι ταῖς ἀποφάσεσιν καὶ αἱ ἀποφάσεις ταῖς καταφάσεσιν, ἐπεὶ τοίνυν ἐνταῦθα κεῖται ‘πᾶς ἄνθρωπος δίκαιός ἐστι‘, ἕπεται δηλονότι ταύτῃ κατὰ τὸν κανόνα ‘οὐδεὶς ἄνθρωπος οὐ δίκαιος ἐστι‘. ἐφύλαξα γὰρ καὶ τὸ ποσὸν καὶ τὸ ὑποκείμενον, ἤμειψα δὲ τὸν κατηγορούμενον καὶ τὸ ποιόν, ἐπειδὴ ἐκεῖ μὲν ὡρισμένος ἐστί, ἐνταῦθα δὲ ἀόριστος. ὥστε τῇ ἁπλῇ καθόλου καταφάσει ἕπεται ἡ ἐκ μεταθέσεως καθόλου ἀπόφασις. ἔλεγον δὲ καὶ τὴν μερικὴν ἐκ μεταθέσεως ἀπόφασιν ἐπὶ πλέον εἶναι τῆς καθόλου ἁπλῆς καταφάσεως καὶ ἀκολουθεῖν αὐτῇ. εὑρεθήσεται τοίνυν καὶ ἡ καθόλου ἐκ μεταθέσεως ἀπόφασις καὶ ἡ μερικὴ τὴν αὐτὴν δύναμιν ἔχουσαι, εἰ ἄμφω τῇ καθόλου ἁπλῇ καταφάσει ἕπονται. καίτοι πῶς ἐνδέχεται τῇ μερικῇ 〈τὴν〉 καθόλου τὴν αὐτὴν δύναμιν ἔχειν; ὥστε ἀνάγκη ἢ τὸν κανόνα μὴ ἀληθῆ εἶναι ἢ μὴ εἶναι καθολικωτέρας τὰς εἰρημένας ἐκ μεταθέσεώς τε καὶ προσδιωρισμένας προτάσεις τῶν εἰρημένων ἁπλῶν προτάσεων.
in Int.50 Ἀλλὰ ζητῆσαι ἄξιον, πῶς εἶπεν Ἀριστοτέλης ὅτι ‘ἡνίκα τὸ ἔστιν τρίτον προσκατηγορεῖται, ἤδη διχῶς λέγονται αἱ ἀντιθέσεις. δῆλον ὅτι δ μόρια· τούτων δὲ τῶν δ μορίων τὰ μὲν δύο οὕτως ἕξουσιν πρὸς τὴν κατάφασιν καὶ ἀπόφασιν κατὰ τὸ στοιχοῦν ἤτοι τὴν ἀκολουθίαν ὡς αἱ στερήσεις, τὰ δὲ δύο οὔ‘. λέγομεν οὖν ὅτι οὐδὲν ἀδύνατον συμβαίνει. οὐ γὰρ εἶπεν Ἀριστοτέλης ὅτι οὕτως ἕξουσιν [οὔτε] κατὰ τὸ καθολικώτερόν τε καὶ μερικώτερον, οὔτε δεῖ οὕτως νοεῖν, ἀλλὰ μόνον τὴν ἀκολουθίαν σημαίνων εἶπεν αὐτό. ὥσπερ γὰρ ἡ στερητικὴ ἀπόφασις ἡ λέγουσα ‘ἄνθρωπος ἄδικος οὐκ ἔστιν‘ ἀκολουθεῖ τῇ καταφάσει τῇ λεγούσῃ ‘ἄνθρωπος δίκαιός ἐστιν‘ ἁπλῇ *** *** εἰς τὸ ἐν τοῖς Ἀναλυτικοῖς παραδιδόμενον εἶπεν ὅλην τὴν ἀντίφασιν δεῖν ἐρωτᾶν. ὁ δὲ Ἀλέξανδρος τοῖς ἐνταῦθα προσέχων εἶπεν θάτερον μόριον τῆς ἀντιφάσεως ἐρωτᾶν. καὶ σχεδὸν τὰ αὐτὰ λέγουσιν· πλὴν σαφεστέρα ἐστὶν ἡ τοῦ ἑνὸς μορίου τῆς ἀντιφάσεως ἐρώτησις· δύναται γὰρ πρὸς αὐτὸ ἀπαντῆσαι ὁ ἐρωτώμενος καὶ ἀποκρίνασθαι ἢ τὸ ναὶ ἢ τὸ οὔ. ἐὰν γὰρ εἴποι τις ὅλον τοῦτο ‘πότερον ἡ ψυχὴ ἀθάνατός ἐστιν ἢ θνητή‘, καὶ ἀποκρινόμενος ἐκεῖνος ἢ τὸ ναὶ ἢ τὸ οὔ, ἄδηλόν ἐστι πρὸς ποῖον μόριον τῆς ἀντιφάσεως τὴν ἀπόκρισιν ἐποιήσατο. ὥστε μᾶλλον ἐν τούτοις Ἰαμβλίχου προαιρετέον Ἀλέξανδρον. ἔλεγεν δὲ Ἰάμβλιχος ὅτι ὁ πυνθανόμενος, εἰ καὶ μίαν πρότασιν λέγει, ἀλλ’ οὖν δυνάμει ὅλην τὴν ἀντίφασιν ἐρωτᾷ [ὁ πυνθανόμενος]· ἐν γὰρ τῷ λέγειν ‘πότερον ἡ ψυχὴ ἀθάνατός ἐστιν [ἢ οὔ]‘ πάντως καὶ τὸ ἄλλο νοεῖται οἷον θνητή. ὥστε κἂν τὴν μίαν πρότασίν τις ἐρωτήσῃ κἂν ὅλην τὴν ἀντίφασιν, ταὐτόν ἐστι. καὶ καλῶς μὲν λέγει· πλὴν Ἀλεξάνδρῳ μᾶλλον δεῖ πείθεσθαι διὰ τὰς προειρημένας αἰτίας. ἐν οἷς ἡ πρᾶξις. 〈 Πρᾶξις γ 〉 . Ὅπως δὲ θετέο ν , λέγομεν νῦ ν . τῶν δὴ κατηγορουμένων καὶ ἐ φ ’ οἷς κατηγορεῖσθαι συμβαίνε ι , ὅσα μὲν λέγεται κατὰ συμβεβηκὸς ἢ κατὰ τοῦ αὐτοῦ ἢ θάτερον κατὰ θατέρο υ , ταῦτα οὐκ ἔσται ἕ ν, καὶ τὰ λοιπά. Εἴπομεν κατὰ τὴν προτεραίαν ὅτι διπλοῦν θεώρημα παραδίδωσιν ὁ φιλόσοφος μέχρι τοῦ τέλους, ἐν ᾧ ζητεῖ, ἆρα δύναται τὰ ἰδίως λεγόμενα καὶ ἅμα λέγεσθαι ἀεί, ἢ ποτὲ μὲν ἐνδέχεται ποτὲ δὲ οὔ· καὶ εἰ τὰ κοινῶς λεγόμενα δύναται ἀεὶ καὶ ἰδίᾳ λέγεσθαι, ἢ ποτὲ μὲν ναὶ ποτὲ δὲ οὔ.
in Int.51 καὶ ἤδη μὲν ἔναγχος εἶπεν ὅτι τὰ ἰδίως λεγόμενα δύνανταί ποτε καὶ ἅμα λέγεσθαι, οὐκ ἀεὶ δέ, ἵνα μὴ εὑρεθῶμεν καὶ ψευδόμενοι καὶ ἀδολεσχοῦντες καὶ παρέλκοντά τινα καὶ μάταια λέγοντες. ποῖα δὲ ταῦτα ὑπάρχει, ἤδη μεμαθήκαμεν. νῦν οὖν τοὺς κανόνας παραδίδωσιν, πότε μὲν δυνατὸν τὰ ἰδίως κατηγορούμενα *** μὴ ὦσιν ἀμφότερα συμβεβηκότα, ἢ τὸ μὲν συμβεβηκὸς τὸ δὲ οὐσία, ἢ τὸ μὲν καθολικώτερον τὸ δὲ μερικώτερον. εἰ δὲ συμβῇ ποτε τὸ μὲν καθολικώτερον τὸ δὲ μερικώτερον, οὐ δεῖ τὸ μερικὸν τοῦ καθολικωτέρου προτάττεσθαι, κἂν ἄμφω συνωνύμως κατηγοροῦνται τοῦ αὐτοῦ. εἴπωμεν τούτων πάντων, εἰ δοκεῖ, τὰ παραδείγματα· ἀμφότερα συμβεβηκότα οἷον ‘τὸ λευκὸν βαδίζον ἐστί‘, ‘τὸ λευκὸν μουσικόν ἐστιν‘. εἰ γὰρ καὶ εὑρεθήσεταί ποτε ἀληθὴς ἡ πρότασις ἡ λέγουσα ‘τὸ λευκὸν βαδίζον ἐστίν‘, ἀλλ’ ἐπεὶ ἄλλος λόγος τοῦ λευκοῦ καὶ ἄλλος τοῦ βαδίζοντος καὶ τοῦ μουσικοῦ, οὐκ ἔστι μία πρότασις. πάλιν ἔστω τὸ μὲν ἐξ αὐτῶν οὐσία, τὸ δὲ συμβεβηκός· ἐπειδὴ ἕτερος λόγος ἐστὶν οὐσίας τε καὶ συμβεβηκότος. οἷον ἐν τῷ λέγειν ‘ἄνθρωπος βαδίζει‘ ἄλλος λόγος ἐστὶ τοῦ ἀνθρώπου καὶ ἄλλος λόγος τοῦ βαδίζοντος, διὰ τοῦτο οὐ μία πρότασις· ἐνδέχεται γὰρ τὸ βαδίζειν χωρισθῆναι τοῦ ἀνθρώπου. καὶ τρίτον πρὸς τούτοις, ὅταν ἀμφότερα μὲν συνωνύμως κατηγοροῦνται, οἷον τὸ δίπουν 〈καὶ〉 τὸ ζῷον κατὰ τοῦ ἀνθρώπου, 〈καὶ〉 προτάττεται τὸ καθόλου τοῦ μερικοῦ, τοῦτ’ ἔστι τὸ ζῷον τοῦ δίποδος, δυνατόν ἐστι μίαν ποιῆσαι πρότασιν ἐκ τῶν δύο προτάσεων τῶν λεγουσῶν ‘ἄνθρωπος δίπους ἐστίν‘, ‘ἄνθρωπος ζῷόν ἐστι‘, τὴν λέγουσαν ‘ἄνθρωπος ζῷον δίπουν ἐστίν‘· ὅταν δὲ τὸ ἀνάπαλιν ποιήσωμεν καὶ τὸ μερικώτερον προτάξωμεν, ἀδύνατον. ἐν γὰρ τῷ ἀνθρώπῳ μὲν ἐμπεριέχεται τὸ δίπουν, ἐν δὲ τῷ ‘δίπουν‘ τὸ ζῷον· καὶ ἐν τῷ λογικῷ δὲ πάλιν ἐμπεριέχεται τὸ ζῷον, καὶ ἄλλα δὲ τοιαῦτα εὑρίσκομεν. ταῦτα μὲν οὖν περὶ τῆς πρώτης πλοκῆς. Τὸ δὲ ἀντίστροφον αὐτῇ τοῦτό ἐστι, πότε δυνατὸν τὰ ἅμα λεγόμενα καὶ ἰδία λέγεσθαι· οὐ γὰρ ἀεὶ τοῦτο δυνατόν· οἷον ὅλον τοῦτο δύναμαι εἰπεῖν ‘ἡ νυκτερὶς ὄρνις καὶ οὐκ ὄρνις ἐστίν‘, ‘ὁ εὐνοῦχος ἀνήρ ἐστι καὶ οὐκ ἀνήρ‘· χωρίσαι δὲ ταῦτα καὶ εἰπεῖν ὅτι ἡ νυκτερὶς ὄρνις ἐστίν, ὁ εὐνοῦχος ἀνήρ ἐστιν οὐ δύναμαι, ἐπειδὴ πᾶσα ὄρνις σχιζόπτερός ἐστι. καὶ ἐπὶ τοῦ αὐτοῦ δὲ τὸ αὐτὸ συμβέβηκεν καὶ ἐπὶ τῶν ἄλλων πολλῶν. ὅθεν καὶ κανόνα τινὰ καὶ ἐπὶ ταύτης τῆς πλοκῆς παραδίδωσιν, πότε δυνατόν ἐστι τὰ ἅμα λεγόμενα καὶ ἰδίᾳ λέγεσθαι. φησὶν οὖν, ὁπηνίκα ἡ λέξις προφανῶς τῇ λέξει [οὐ] μάχεται, ὥσπερ ἔχει ἐπὶ τῆς ὄρνιθος καὶ οὐκ ὄρνιθος (ἐνταῦθα γὰρ φανερῶς ἡ λέξις τῇ λέξει μάχεται ἀντιφατικῶς), ἢ ὅταν ἡ λέξις τῇ λέξει ἀντιφατικῶς οὐ δοκεῖ μάχεσθαι, ἐν δὲ τοῖς λόγοις ἤγουν τοῖς ὁρισμοῖς τῶν λέξεων ἀντίφασις εὑρίσκεται, τότε οὐ δυνατὸν τὰ ἅμα λεγόμενα καὶ ἰδίᾳ λέγεσθαι.
in Int.52 οἷον ἐπὶ τοῦ νεκροῦ δύναμαι ὅλον τοῦτο εἰπεῖν ‘ὁ τεθνεὼς νεκρὸς ἄνθρωπός ἐστιν‘, οὐ δύναμαι δὲ χωρὶς εἰπεῖν ὅτι ὁ τεθνεὼς ἄνθρωπός ἐστιν· ἐνταῦθα γὰρ ἡ μὲν λέξις τῇ λέξει οὐ μάχεται κατὰ ἀντίφασιν (ποίαν γὰρ μάχην ἔχει τὸ νεκρὸς καὶ τὸ ἄνθρωπος;) οἱ δὲ ὁρισμοὶ αὐτῶν μάχονται· ὁρισμὸς γάρ ἐστι τοῦ μὲν ἀνθρώπου φέρε εἰπεῖν τὸ ζῷον λογικόν, 〈ὁ δὲ νεκρὸς οὔτε ζῷον οὔτε λογικὸν〉 ἀλλὰ μᾶλλον ἄζωον ἄλογον καὶ ὅσα ἄλλα τοιαῦτα. τούτοις δὲ προστίθησιν καὶ ἕτερον τρόπον· καὶ ὅταν οὔτε ἡ λέξις τῇ λέξει δοκεῖ μάχεσθαι οὔτε ὁ ὁρισμὸς τῆς λέξεως, ἀλλ’ ὅταν ἐν τῇ συνθέτῳ προτάσει εὑρεθήσεται τὸ τρίτον προσκατηγορούμενον ἤτοι τὸ ὑπαρκτικὸν ῥῆμα κατὰ συμβεβηκὸς κατηγορεῖσθαι τοῦ ὑποκειμένου, τότε οὐ δυνατόν ἐστι χωρίσαι καὶ ποιῆσαι μίαν κατηγορίαν. οἷον † ὑποκείσθωσαν τοῦ μὲν τοὺς τρόπους φαύλους κατὰ δὲ τὴν τέχνην ἀκριβής, τὸ ἀνάπαλιν τοῦ ἐν τῇ προτεραίᾳ τάξει ἔχων. δύναμαι οὖν εἰπεῖν ‘Σίμων σκυτεὺς ἀγαθός ἐστιν‘ ὅλον τοῦτο, 〈ἢ〉 ‘Σίμων ἀγαθὸς σκυτεύς ἐστιν‘, οὐκέτι δὲ ‘Σίμων ἀγαθός ἐστιν‘. ἐν δὲ τῇ πρώτῃ κατηγορίᾳ τὸ ἔστι κατὰ συμβεβηκὸς κατηγορεῖται τοῦ Σίμωνος, οὐκέτι καθ’ αὑτό. πάλιν ἐν τῷ ‘Ὅμηρος ποιητής ἐστι‘ κατὰ συμβεβηκὸς κατηγορεῖται τοῦ Ὁμήρου· οὐκέτι οὖν δύναμαι εἰπεῖν ‘Ὅμηρος ἔστι.‘ τὸ γὰρ ἔστιν ὑπαρκτικὸν ῥῆμα ὅταν καθ’ ἑαυτὸ κατηγορῆται καὶ οὐκέτι ὡς τρίτον προσκατηγορούμενον, τὴν ἤδη ὕπαρξιν σημαίνει τοῦ πράγματος. ἕτερον πάνυ σαφέστατον παράδειγμα ἔχομεν εἰπεῖν, ὅπερ καὶ αὐτὸς τέθεικεν, ‘τὸ μὴ ὂν δοξαστόν ἐστι.‘ τοῦτο ὅλον δύναμαι εἰπεῖν, ἐπειδὴ τὸ ἔστι τοῦ μὴ ὄντος κατὰ συμβεβηκὸς κατηγορεῖται. οὐκέτι δὲ δυνατὸν εἰπεῖν ὅτι τὸ μὴ ὂν ἔστι· δόξαν γὰρ ἔχομεν περὶ τοῦ μὴ ὄντος οὐχ ὅτι ἔστιν ἀλλ’ ὅτι οὐκ ἔστιν. ταῦτα εἰπὼν πέρας τίθησι τῷ παρόντι τρίτῳ τμήματι. Τὸ δὲ μὴ ὂν ὅτι δοξαστόν ἐστι ν , οὐκ ἀληθὲς εἰπεῖν ὄν τ ι · δόξα γὰρ αὐτοῦ οὐκ ἔστιν ὅτι ἔστιν ἀλ λ ’ ὅτι οὐκ ἔστι ν. ἰστέον ὅτι ὑπόθεσίς ἐστι τοῦ Πλάτωνος ὅτι τὸ πᾶν τοῦτο σύγκειται ἐκ τῶν ὄντων καὶ ἐκ τῶν μὴ ὄντων· ἔλεγεν δὲ τὸ μὴ ὄν, τοῦτ’ ἔστι τὴν ὕλην, μηδὲν εἶναι τῶν ἐνεργείᾳ ὄντων. Ἀριστοτέλης οὖν φησιν ὅτι τὸ μὴ ὂν δοξαστόν ἐστιν, οὐχ ὅτι ἔστιν, ἀλλ’ ὅτι δόξαν ἔχομεν περὶ αὐτοῦ ὅτι οὐκ ἔστι. ταῦτα ἔχει ἡ πρᾶξις. Ἀρχὴ τοῦ δ τμήματο ς .
in Int.53.(1t) 〈Πρᾶξις α .〉 Τούτων δὲ διωρισμένων σκεπτέον ὅπως ἔχουσιν αἱ ἀποφάσεις 〈καὶ καταφάσεισ〉 πρὸς ἀλλήλα ς, καὶ τὰ ἑξῆς . Ἐν τούτῳ τῷ δ τμήματι σκοπὸν ἔχει ὁ φιλόσοφος περὶ τῶν μετὰ τρόπου προτάσεων διαλαβεῖν, τὰ δύο ταῦτα θεωρήματα ζητῶν, πρῶτον μὲν πῶς ἀπὸ τῶν καταφάσεων γίνονται αἱ ἀποφάσεις, δεύτερον δὲ τίς ἡ ἀκολουθία τῶν τοιούτων προτάσεων. ἡμεῖς δὲ πρὸ τῆς κατὰ τὴν λέξιν ἐξηγήσεως ζητήσωμεν πρῶτον μὲν τί ἐστι τρόπος καὶ πόσοι τρόποι, καὶ τί διαφέρει τῆς ὕλης ὁ καλούμενος τρόπος· δεύτερον δὲ τίς ὁ ἀριθμὸς τῶν τοιούτων προτάσεων. ἀρξώμεθα τοῦ τρόπου. τρόπος τοίνυν ἐστὶ πρόσρημα ἤγουν φωνὴ σημαῖνον τὸ πῶς ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ. καὶ ὁ μὲν προσδιορισμὸς τὸ ποσὸν ἐσήμανεν (ἐρρέθη γὰρ ὅτι προσδιορισμός ἐστι πρόσρημα σημαῖνον ἐπὶ πόσον ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ), ὁ δὲ τρόπος τὸ ποιὸν ἀφορίζεται. εἰσὶ δὲ τρόποι ἀριθμῷ μὲν σχεδὸν ἀπερίληπτοι καὶ ἀκατάληπτοι, ἀνακεφαλαιούμενοι δὲ εἰς τοὺς δ τρόπους τούτους ἀνάγονται, ἀναγκαῖον δέ φημι καὶ ἀδύνατον, ἐνδεχόμενον, δυνατόν. πᾶν γὰρ ὅπερ ἂν εἴπῃ τις πάντως ἢ ἀναγκαῖον τρόπον σημαίνει, ὡς ὅτι ὁ ἥλιος ἀεὶ κινεῖται (ἐνταῦθα γὰρ τὸ ἀεὶ εἰ καὶ μὴ κυρίως ἐστὶ τρόπος, ἀλλ’ οὖν τὸν ἀναγκαῖον ὑποκρίνεται τρόπον· ἀναγκαίως γὰρ ὁ ἥλιος κινεῖται), ἢ ἐνδεχόμενον τρόπον σημαίνει, ὡς τὸ ‘Σωκράτης καλῶς βαδίζει‘ (τὸ γὰρ καλῶς τοῦ ἐνδεχομένου τρόπου ἐστὶν αἴνιγμα), ἢ τὸν δυνατὸν τρόπον σημαίνει, ὡς τὸ ‘Σωκράτης πάνυ φιλεῖ‘ (τὸ πάνυ τὸ δυνατὸν σημαίνει ἐνταῦθα), ἢ τὸ ἀδύνατον, ὡς ἡνίκα εἴπωμεν ‘τὸν Σωκράτην ἀμήχανον πτερωτὸν εἶναι.‘ ὥστε οἱ δ εἰσὶν οὗτοι τρόποι, καὶ οὐκ ἔστιν ἄλλος, ὥς τινες τῶν ἐξηγητῶν Ἀριστοτέλους ἐφαντάσθησαν ἐν τῷ λέγειν αὐτὸν ἐν τοῖς Ἀναλυτικοῖς ὅτι πᾶσα πρότασις ἢ τοῦ ὑπάρχειν ἐστὶν ἢ τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἢ τοῦ ἐνδέχεσθαι ὑπάρχειν. ἐνόμισαν γὰρ ἐκεῖ καὶ τὸν ὑπάρχοντα τρόπον *** ὅτι δὲ ἀδύνατον τὸν ὑπάρχοντα τρόπον εἶναι δῆλον καὶ ἐξ αὐτοῦ καθέστηκεν Ἀριστοτέλους καὶ ἐκ τῆς ἀληθείας· ἐξ αὐτοῦ μὲν τοῦ Ἀριστοτέλους, διότι οὐδαμοῦ ἐν τοῖς διαγράμμασιν τοῦ ὑπάρχοντος ἐμνημόνευσεν, ἀλλὰ μόνον τῶν δ τρόπων· ἐκ δὲ τῆς ἀληθείας, ὅτι ἡ πρώτη διαφορὰ τῶν προτάσεών ἐστι κατὰ τὸ εἶναι αὐτὰς ἢ μετὰ τρόπου ἢ ἄνευ τρόπου. τὴν μὲν οὖν ἄνευ τρόπου Ἀριστοτέλης ὑπάρχουσαν καλεῖ, ὡς ἐν τοῖς Ἀναλυτικοῖς λεχθήσεται σὺν θεῷ, ἡνίκα διαλέξηται περὶ τῆς τῶν προτάσεων ἀντιστροφῆς.
in Int.54 διαφέρει δὲ τρόπος ὕλης, ὅτι ἡ μὲν ὕλη συναναφαίνεται τῷ εἴδει τῶν προτάσεων, ὡς ἐρρέθη, ὁ δὲ τρόπος ἔξωθεν προστίθεται. οἷον ἐν τῷ λέγειν ‘Σωκράτης ζῷόν ἐστι‘ συνανεφάνη ἡ ὕλη ὅτι ἀναγκαία ἐστί· εἰ δὲ εἴπω ὅτι Σωκράτης ἐξ ἀνάγκης ζῷόν ἐστι, προσετέθη ἔξωθεν τὸ ἐξ ἀνάγκης ἤγουν ὁ τρόπος. διὸ καὶ διαφωνοῦσι πολλάκις· εἰ μὲν γάρ ἐστιν ὕλη ἀναγκαία, ὁ δὲ τρόπος οὐκ ἀναγκαῖος, ψευδὴς εὑρεθήσεται ἡ πρότασις. οἷον ‘ἄνθρωπος ζῷόν ἐστιν‘ ἡ ὕλη ἀναγκαία· εἰ δὲ συνάψω ἐνδεχόμενον τρόπον τῇ ἀναγκαίᾳ καὶ εἴπω ‘ἄνθρωπος ἐνδεχομένως ζῷόν ἐστι‘, ψευδῆ τὴν τοιαύτην πρότασιν ποιῶ. τὸ γὰρ ἐνδεχόμενον ὅπερ οὐκ ἔστι σημαίνει, δυνατὸν δὲ γενέσθαι. ἐν οἷς τὸ α κεφάλαιον Δεύτερον ἦν κεφάλαιον τίς ἡ ἀπαρίθμησις τῶν τοιούτων προτάσεων. γίνονται τοίνυν καταφάσεις ἐκ τῶν τοιούτων προτάσεων ασϞϛ διὰ τοιαύτην αἰτίαν. ὁ τρόπος ἢ ἐν ταῖς προτάσεσιν εὑρίσκεται ταῖς συγκειμέναις ἐκ τοῦ ὑποκειμένου καὶ κατηγορουμένου μόνον ὡς τὸ ‘Σωκράτης ἐνδεχομένως βαδίζει, ἀναγκαίως ἀναπνεῖ‘ καὶ τὰ τοιαῦτα, ἢ ἐν ταῖς προτάσεσι ταῖς ἐκ τοῦ 〈ὑποκειμένου καὶ〉 κατηγορουμένου καὶ τρίτου προσκατηγορουμένου. καὶ ἡνίκα μὲν ἐν ταῖς προτάσεσιν εὑρεθῇ ταῖς ἐκ τοῦ ὑποκειμένου καὶ κατηγορουμένου μόνον συγκειμέναις, τετραχῶς ποικίλλονται αἱ καταφάσεις. ὑποκείσθω τοίνυν τοῦτο, ὅπερ αὐτὸς κατὰ λέξιν φησίν, ὅτι ἡνίκα ἡ οὔ ἄρνησις τῷ τρόπῳ μὴ συνάπτηται, κατάφασιν ποιεῖ. ἀνάγκη τοίνυν ἀμφοτέρους τοὺς ὅρους ἢ ὡρισμένους εἶναι ἢ ἀορίστους, ἢ τὸν μὲν ὡρισμένον τὸν δὲ ἀόριστον. καὶ τοῦτο διχῶς. ἢ γὰρ ὁ μὲν ὑποκείμενος ὡρισμένος ἐστὶν ὁ δὲ κατηγορούμενος ἀόριστος, ἢ ὁ μὲν κατηγορούμενος ὡρισμένος ὁ δὲ ὑποκείμενος ἀόριστος. ἡνίκα δὲ πάλιν ὁ τρόπος εὑρεθῇ ἐν ταῖς προτάσεσι ταῖς ἐκ τοῦ ὑποκειμένου καὶ κατηγορουμένου καὶ τρίτου προσκατηγορουμένου συγκειμέναις, ὀκταχῶς ποικίλλονται αἱ καταφάσεις. ἀνάγκη γὰρ τοὺς τρεῖς ὅρους τόν τε κατηγορούμενον καὶ τὸν ὑποκείμενον καὶ τὸν τρίτον προσκατηγορούμενον (ὑποκείσθω γὰρ νῦν καὶ ὁ τρίτος προσκατηγορούμενος ὅρος) ἢ ὡρισμένους εἶναι ἢ τοὺς τρεῖς ἀορίστους, ἢ τοὺς μὲν ὡρισμένους εἶναι, τοὺς δὲ ἀορίστους. καὶ τούτων πάλιν ἢ οἱ ἄκροι ὡρισμένοι εἰσὶν ὁ δὲ μέσος ἀόριστος, ἢ ἔμπαλιν οἱ μὲν ἄκροι ἀόριστοι ὁ δὲ μέσος ὡρισμένος, ἢ οἱ ἐφεξῆς πρῶτοι ὡρισμένοι ὁ δὲ τελευταῖος ἀόριστος, ἢ ἔμπαλιν ὁ μὲν τελευταῖος ὡρισμένος οἱ δὲ πρῶτοι ἀόριστοι, ἢ ὁ μὲν α ὡρισμένος οἱ δὲ δύο οἱ τελευταῖοι ἀόριστοι, ἢ ἔμπαλιν ὁ μὲν α ἀόριστος οἱ δὲ τελευταῖοι β ὡρισμένοι. τὰ δὲ παραδείγματα τούτων τῷ βουλομένῳ γράψαι σαφέστατα. ἦσαν οὖν τῶν προτάσεων τῶν ἐκ τοῦ ὑποκειμένου καὶ κατηγορουμένου μόνον καταφάσεις δ , ἐνταῦθα δὲ γεγόνασιν η ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου· ὡς εἶναι τέως ιβ . ταύτας τὰς προτάσεις τὰς δώδεκα πολυπλασιάζομεν ἐπὶ τὰς ἐκεῖ προτάσεις ἤτοι ἐπὶ τὰ τέσσαρα εἴδη τῶν προτάσεων τῶν καταφατικῶν, φημὶ δὴ ἐπὶ τὴν καθ’ ἕκαστα, ἐπὶ τὴν ἀπροσδιόριστον, ἐπὶ τὴν μερικὴν προσδιωρισμένην, ἐπὶ τὴν καθόλου προσδιωρισμένην.
in Int.55 αἱ οὖν ιβ προτάσεις τετραπλασιαζόμεναι ἐπὶ ταύτας τὰς προτάσεις γίνονται μη . ταύτας τὰς μη πολυπλασίασον ἐπὶ τὴν τριμέρειαν τοῦ χρόνου, καὶ γίνονται ρμδ . ταύτας πάλιν πολυπλασίασον ἐπὶ τὴν τριμέρειαν τῆς ὕλης, καὶ γίνονται υλβ . τούτων τοίνυν τῶν υλβ πολυπλασιαζομένων ἐπὶ τοὺς τρεῖς τρόπους γίνονται χίλιαι διακόσιαι ἐνενήκοντα ἕξ· εἴπομεν δὲ τρεῖς καὶ μόνον τρόπους, διότι τὸν δυνατὸν καθολικώτερον λέγει μόνον τοῦ τε ἀναγκαίου καὶ ἐνδεχομένου καὶ διαιρεῖσθαι εἰς τοὺς δύο τούτους τρόπους. οὐδὲν οὖν ἐστι τὸ διαιρούμενον παρὰ τὰ εἰς ἃ διαιρεῖται, καὶ διὰ τοῦτο τρεῖς καὶ μόνον τρόπους φαμέν, ἀναγκαῖον καὶ ἐνδεχόμενον καὶ ἀδύνατον. γεγόνασιν οὖν εἰκότως καταφάσεις τῶν τοιούτων προτάσεων ασϞϛ . ταύταις προστιθέαμεν καὶ τὰς ἄλλας καταφάσεις τὰς τοῦ β καὶ γ τμήματος. ἦν οὖν τὰ τοῦ β τμήματος οβ αἱ γενόμεναι ἐκ τοῦ κατηγορουμένου καὶ ὑποκειμένου μόνον, αἱ δὲ τοῦ γ τμήματος αἱ γενόμεναι ἐκ τοῦ ὑποκειμένου καὶ κατηγορουμένου καὶ τρίτου προσκατηγορουμένου ρμδ . ταύτας οὖν τὰς τοῦ β καὶ γ τμήματος σιϛ συνάπτοντες ταῖς ασϞϛ αφιβ . καὶ ἐπειδή, ὅσαι καταφάσεις, δῆλον ὅτι τοσαῦται καὶ ἀποφάσεις εἰσίν, ἔσονται πᾶσαι αἱ ἀποφάσεις καὶ καταφάσεις ἤτοι πᾶσαι αἱ προτάσεις ἃς ἐν τῷ παρόντι βιβλίῳ παραδέδωκεν ὁ φιλόσοφος ͵ γκδ . ἐν οἷς σὺν θεῷ καὶ τὸ β κεφάλαιον καὶ ἡ παροῦσα πρᾶξις πληροῦται. 〈 Πρᾶξις β .〉 Τούτων δὲ διωρισμένων 〈σκεπτέον〉 ὅπως ἔχουσιν αἱ ἀποφάσεις καὶ καταφάσεις πρὸς ἀλλήλα ς, καὶ τὰ ἑξῆς. Εἴπομεν δὲ καὶ ἐν τῇ προτεραίᾳ ὅτι ἐν τούτῳ τῷ δ τμήματι διαλέγεται περὶ τῶν προτάσεων τῶν μετὰ τρόπου τὰ δύο ταῦτα ζητῶν θεωρήματα, πρῶτον μὲν πῶς αἱ ἀποφάσεις γίνονται ἐκ τῶν καταφάσεων, δεύτερον δὲ περὶ τῆς ἀκολουθίας τῶν τοιούτων προτάσεων, ζητῶν ἐν τῷ α κεφαλαίῳ, τίνι συνάπτειν δέον τὴν οὔ ἄρνησιν, πότερον τῷ τρόπῳ ἢ τῷ ἔστι καὶ ἁπλῶς τῷ ῥήματι. ἐπὶ μὲν γὰρ τῶν ἄλλων εἰδῶν τῶν προτάσεων 〈ἐν〉 τῷ εἶναι συνάπτομεν τὴν οὔ ἄρνησιν· εἰ γὰρ μὴ τοῦτο ἐποιοῦμεν, εὑρίσκετό ποτε συμψευδομένη ἡ κατάφασις τῇ ἀποφάσει. τῆς γὰρ καταφάσεως τῆς λεγούσης ‘τὸ ξύλον ἄνθρωπος λευκός ἐστι‘ ψευδοῦς οὔσης εἰ μὲν ἐποιήσαμεν τὴν ἀπόφασιν ‘τὸ ξύλον ἄνθρωπος λευκὸς οὐκ ἔστιν‘, ἀληθῆ ταύτην ἀπεργαζόμεθα· εἰ δὲ εἴπωμεν ‘τὸ ξύλον ἄνθρωπός ἐστιν οὐ λευκόσ‘, καὶ ταύτην ὁμοίως τῇ καταφάσει συμψευδομένην ἐδείκνυμεν.
in Int.56 τοῦτο γὰρ λέγει ἡ ἀπόφασις αὕτη, ὅτι τὸ ξύλον ἄνθρωπος μέν ἐστιν, οὐ λευκὸς δέ, ὅπερ παρὰ πᾶσιν ὁμολογούμενόν ἐστι ψεῦδος. εἰκότως οὖν τῷ ἔστι συνήπτομεν τὴν οὔ ἄρνησιν καὶ ἐποιοῦμεν τὴν ἀπόφασιν ‘τὸ ξύλον ἄνθρωπος λευκὸς οὐκ ἔστι‘. μήπως οὖν καὶ ἐνταῦθα δεῖ συνάψαι τὴν οὔ ἄρνησιν τῷ εἶναι, ἵνα ποιήσωμεν [μὲν] τῆς ‘δυνατὸν εἶναι‘ καταφάσεως ἀπόφασιν τὴν ‘δυνατὸν μὴ εἶναι‘. καὶ λέγει ὅτι τοῦτο ἀδύνατον ἐνταῦθα οὕτως ποιῆσαι· πρῶτον μέν, ὅπερ πολλάκις εἴπομεν, ὅτι τὸ κῦρος ἐνταῦθα ὁ τρόπος ἔχει καὶ δεῖ αὐτῷ συνάψαι τὴν οὔ ἄρνησιν· αὐτὸν γὰρ θέλομεν ἀνελεῖν καὶ τὸ πῶς ἤγουν τὸ ποιόν. ἡ μὲν γὰρ κατάφασις λέγει ὅτι ἄνθρωπος ἐνδεχομένως βαδίζει· θέλομεν οὖν ἀνελεῖν τὸν τρόπον καὶ εἰπεῖν ὅτι οὐκ ἐνδεχομένως βαδίζει. πρῶτον μὲν οὖν τοῦτο ὅτι δεῖ τῷ κυριωτέρῳ μορίῳ συνάψαι τὴν οὔ ἄρνησιν, ὡς πολλάκις εἴρηται. δεύτερον δὲ ὅτι, εἰ μὴ ποιήσωμεν οὕτως τὰς ἀποφάσεις, εὑρεθήσονται συναληθεύουσαι ἡ κατάφασις καὶ ἡ ἀπόφασις, ὅπερ ἀδύνατον. ἐὰν γὰρ εἴπω ‘δυνατὸν τέμνεσθαι τὸ ἱμάτιον‘, ‘δυνατὸν μὴ τέμνεσθαι‘, ἀμφότεραι ἀληθεῖς ἐπὶ τῆς ἐνδεχομένης ὕλης. εἰ δὲ εἴπω ὅτι ‘δυνατὸν τέμνεσθαι τὸ ἱμάτιον‘, ‘οὐ δυνατὸν τέμνεσθαι‘, πάντως ἡ μὲν ἀληθεύει ἡ δὲ ψεύδεται. ὡς οὖν ἔχει ἐπὶ τοῦ δυνατοῦ, δῆλον ὅτι καὶ ἐπὶ τοῦ ἐνδεχομένου καὶ ἀναγκαίου καὶ ἀδυνάτου ἕξει. κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἐκ μεταθέσεως καταφάσεων. ἐν οἷς τὸ α ἡμῖν πληροῦται κεφάλαιον τὸ πῶς ἐκ τῶν καταφάσεων δεῖ ποιεῖν τὰς ἀποφάσεις ἐπὶ τῶν μετὰ τρόπου προτάσεων, ὅτι τῷ τρόπῳ συνάπτοντας τὴν οὔ ἄρνησιν. Δεύτερόν ἐστι κεφάλαιον ἐν ᾧ τὴν ἀκολουθίαν τῶν τοιούτων προτάσεων παραδίδωσιν διὰ τριῶν διαγραμμάτων. καὶ ἔστι τὸ α διάγραμμα τοιοῦτον. προτάττει τὰς καταφάσεις πρῶτον τοῦ δυνατοῦ καὶ τοῦ ἐνδεχομένου λέγων ‘δυνατὸν εἶναι‘, ‘ἐνδεχόμενον εἶναι‘· εὐθέως δὲ τὴν ἀπόφασιν τοῦ ἀδυνάτου τρίτην τίθησιν λέγων ‘οὐκ ἀδύνατον εἶναι‘, καὶ τετάρτην τὴν ἁπλῆν ἀπόφασιν τοῦ ἀναγκαίου, λέγων ‘οὐκ ἀναγκαῖον εἶναι‘. εἶτα ἐφεξῆς 〈ἐν〉 τῇ δευτέρᾳ σελίδι τὰς ἐκ μεταθέσεως τίθησι καταφάσεις, ‘δυνατὸν μὴ εἶναι‘, ‘ἐνδέχεται μὴ εἶναι‘, καὶ τρίτην τὴν ἐκ μεταθέσεως ἀπόφασιν τοῦ ἀδυνάτου τὴν λέγουσαν ‘οὐκ ἀδύνατον μὴ εἶναι‘, καὶ τετάρτην πάλιν τὴν ἐκ μεταθέσεως ἀπόφασιν τοῦ ἀναγκαίου τὴν λέγουσαν ‘οὐκ ἀναγκαῖον μὴ εἶναι‘. λοιπὸν ἐπ’ εὐθείας τῆς πρώτης σελίδος τίθησι τὰς ἀποφάσεις ‘οὐ δυνατὸν εἶναι‘, ‘οὐκ ἐνδέχεται εἶναι‘, εἶτα κατάφασιν τὴν λέγουσαν ‘ἀδύνατον εἶναι‘ καὶ τετάρτην τὴν ἐκ μεταθέσεως κατάφασιν τοῦ ἀναγκαίου τὴν λέγουσαν ‘ἀναγκαῖον μὴ εἶναι‘. ἐν δὲ τῇ τετάρτῃ σελίδι πρῶτον τὰς ἀποφάσεις τίθησιν ‘οὐ δυνατὸν μὴ εἶναι‘, ‘οὐκ ἐνδέχεται μὴ εἶναι‘, 〈εἶτα〉 ‘ἀδύνατον μὴ εἶναι‘, ἐκ μεταθέσεως κατάφασιν, καὶ τετάρτην ἁπλῆν ἀναγκαίαν κατάφασιν τὴν λέγουσαν ‘ἀναγκαῖον εἶναι‘.
in Int.57 οὕτως τεθεικὼς τὸ διάγραμμα τὰς μὲν ἄλλας προτάσεις καὶ τὰς ἀκολουθίας τούτων καλῶς ἔχειν ἡγεῖται· διαφέρει δὲ μόνον ἡ ἀντίφασις τοῦ ἀδυνάτου, διότι ἡ μὲν κατάφασις ἕπεται ταῖς ἀποφάσεσιν, ἡ δὲ ἀπόφασις 〈ταῖς καταφάσεσιν· ἔτι ἡ ἀπόφασισ〉 τοῦ ‘[οὐκ] ἀναγκαῖον μὴ εἶναι‘ οὐχ ἡ ‘οὐκ ἀναγκαῖον [μὴ] εἶναι‘, ἀλλ’ ἡ κάτω διαγώνιος κειμένη ἡ λέγουσα ‘οὐκ ἀναγκαῖον μὴ εἶναι‘. διορθοῖ τοίνυν τοῦτο τὸ διάγραμμα ἐν τῷ β διαγράμματι καὶ οὕτως τίθησι τὴν ἀντίφασιν ἐπ’ εὐθείας, ὥσπερ τέθεικεν καὶ τὸ τοῦ ἀδυνάτου. πῶς δὲ τοῦτο ποιεῖ, ἐν ἑτέρᾳ θεωρίᾳ σὺν θεῷ μαθησόμεθα. Εἰ γὰρ τῶν συμπλεκομένων αὗται ἀλλήλαις ἀντίκειντα ι. ἰστέον ὅτι συμπλεκομένων λέγει ἐνταῦθα ἀντὶ τοῦ ‘τῶν προτάσεων.‘ Εἰ γὰρ κατὰ παντὸς ἡ κατάφασις ἢ ἡ ἀπόφασι ς , τὸ ξύλον ἔσται ἀληθὲς εἰπεῖν εἶναι μὴ λευκὸν ἄνθρωπο ν. ἐντεῦθεν ὑπώπτευσάν τινες ὅτι ἡ ἁπλῆ ἀπόφασις καθολικωτέρα ἐστὶ τῆς ἐκ μεταθέσεως καταφάσεως, διότι ψευδὲς μέν ἐστιν, ὥς φησι, τὸ ξύλον ἄνθρωπον οὐ λευκόν, ἀληθὲς δὲ εἰπεῖν ὅτι τὸ ξύλον ἄνθρωπος λευκὸς οὐκ ἔστιν· ὅλον γὰρ ἀναιρεῖ. εἰ δὲ σώσωμεν ὅλον τὸν κατηγορούμενον καὶ μὴ μερίσωμεν, δῆλον ὅτι καὶ αὐτὴ ἀληθὴς εὑρεθήσεται, ὥσπερ καὶ ἡ ἁπλῆ ἀπόφασις, ὡς εἴπομεν καὶ ἀνωτέρω. Λόγος δέ (λόγον λέγει ἐνταῦθα τὴν αἰτίαν), ὅτι πᾶν τὸ οὕτως δυνατό ν. λέγει ἐνταῦθα τὸ φερόμενον ἐπὶ τοῦ ἐνδεχομένου· τοῦτο γὰρ ἐνδέχεται μὴ ἀεὶ ἐνεργεῖν· τὸ δ’ ἐπὶ τοῦ ἀναγκαίου φερόμενον ἀεὶ ἐνεργεῖ. λέγομεν γὰρ ὅτι δυνατὸν τὸν ἥλιον αὔριον κινεῖσθαι, οὐχ ὡς ποτὲ μὲν κινούμενον λαμβάνοντες ποτὲ δὲ οὔ, ἀλλ’ ὡς ἀεὶ ἐνεργοῦντά τε καὶ κινούμενον. Ἀλλὰ μὴν ἀδύνατον κατὰ τοῦ αὐτοῦ ἀληθεύεσθαι τὰς ἀντικειμένας φάσει ς. τοῦτό φησιν ἐνταῦθα, ὅτι ἀδύνατον τὴν ἀντίφασιν ἐπὶ τοῦ αὐτοῦ ἢ συναληθεύειν ἢ συμψεύδεσθαι ἐν τῷ αὐτῷ χρόνῳ· δῆλον δὲ ὅτι οὐ πολυπραγμονεῖ ἐνταῦθα πᾶν εἶδος τῶν τοιούτων προτάσεων. ἐπὶ γὰρ τῶν προσδιωρισμένων προτάσεων τοῦτο 〈οὐκ〉 ἀεὶ *** συναληθεύειν, ἐὰν ποιήσωμεν τὴν ἀπόφασιν τῷ προσδιορισμῷ συνάπτοντες τὴν οὔ ἄρνησιν· ἀλλὰ ποτὲ μὲν συναληθεύει ἐπί τινος ὕλης, οἷον τῆς ἐνδεχομένης, ποτὲ δὲ οὐ συναληθεύει, ὡς ἐπὶ τῆς ἀναγκαίας. ἀληθὲς μὲν γὰρ τὸ λέγειν ‘πάντα ἄνθρωπον ἀναγκαῖον ζῷον εἶναι‘, ψευδὲς δὲ τὸ ‘οὐ πάντα ἄνθρωπον ἀναγκαῖον ζῷον εἶναι‘· ὥστε ἐπὶ τῆς ἀναγκαίας μερίζουσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. ἐπὶ δὲ τῆς ἐνδεχομένης οὐκέτι· ψεύδεται γὰρ καὶ ἡ λέγουσα ‘πάντα ἄνθρωπον ἐνδέχεται βαδίζειν‘ 〈καὶ ἡ λέγουσα ‘οὐ πάντα ἄνθρωπον ἐνδέχεται βαδίζειν‘〉 ἐπὶ ὡρισμένου χρόνου δῆλον ὅτι· εἰ δὲ ἐπὶ ἀορίστου, δῆλον ὅτι ἀμφότεραι ἀληθεῖς.
in Int.58 εἰ δὲ εἴπω τὴν ἄλλην ἀπόφασιν ‘οὐκ ἐνδέχεται πάντα ἄνθρωπον βαδίζειν‘, ἀληθεύω καὶ ψεύδομαι· σημαίνει γὰρ τοῦτο ‘οὐδένα τῶν ἀνθρώπων ἐνδέχεται βαδίζειν‘, καὶ οὐδὲν ἄλλο λέγει εἰ μὴ ὅτι ἀδύνατον βαδίζειν πάντα ἄνθρωπον. ὥστε ἐπὶ τῶν τοιούτων προτάσεων δεῖ τῷ τρόπῳ λαβεῖν καὶ συνάψαι τὴν οὔ ἄρνησιν, εἴτε προσδιωρισμένη ἐστὶν ἡ πρότασις, εἴτε οὐκ ἔστι προσδιωρισμένη· οὕτως γὰρ ἀντίφασις γενήσεται. Εἰ οὖν ἐκεῖνο ἀδύνατο ν. ποῖον λέγει ἀδύνατον; τὸ τὰς δύο προτάσεις τήν τε κατάφασιν καὶ τὴν ἀπόφασιν ἤγουν τὴν ἀντίφασιν ἐπὶ τοῦ αὐτοῦ ἀληθῆ εἶναι. Γίνεται γὰρ ὥσπερ ἐπὶ ἐκείνων τὸ εἶναι καὶ μὴ εἶναι πρόσθεσι ς. πρόσθεσιν λέγει ἀντὶ τοῦ ‘πρόσρημα καὶ οὐχ ὑποκείμενον.‘ ταῦτα ἔχει ἡ πρᾶξις. 〈 Πρᾶξις γ .〉 Τὸ δὲ ἀναγκαῖον πῶ ς , ὀπτέο ν . φανερὸν δὲ ὅτι οὐχ οὕτω ς , ἀλ λ ’ αἱ ἐναντίαι ἕποντα ι · αἱ δ ’ ἀντιφάσεις χωρί ς, καὶ τὰ ἑξῆς. Λαβὼν ἐν τῷ α διαγράμματι τὴν ἁπλῆν ἀπόφασιν τοῦ ἀναγκαίου ἑπομένην ταῖς καταφάσεσι τοῦ δυνατοῦ καὶ τοῦ ἐνδεχομένου καὶ τῇ ἀποφάσει τοῦ ἀδυνάτου, ἐντεῦθεν σκοπεῖ ἆρά γε ἀληθῶς ἐκεῖ εἴληπτο. δοκεῖ γὰρ μᾶλλον ἡ κατάφασις ἡ ἁπλῆ ἕπεσθαι ταῖς εἰρημέναις προτάσεσι, φημὶ δὴ ταῖς δύο καταφάσεσι 〈τῇ〉 τοῦ δυνατοῦ καὶ τῇ τοῦ ἐνδεχομένου καὶ τῇ ἀποφάσει τοῦ ἀδυνάτου. ὅτι δὲ ἡ κατάφασις μᾶλλον ἕπεται ἤπερ ἡ ἀπόφασις κατασκευάζει διά τινος λημματίου δεικνύντος διὰ τῆς καλουμένης ἀδυνάτου δείξεως. ἔστι δὲ τὸ λῆμμα τοιοῦτον. ἐγὼ λέγω ὅτι τῇ ‘ἀναγκαῖον εἶναι‘ προτάσει καταφατικῇ ἕπεται ἡ λέγουσα ‘δυνατὸν εἶναι‘. εἰ δὲ σὺ λέγεις ὅτι οὐχ ἕπεται αὕτη, ἐπεὶ κατὰ παντὸς ἢ φάναι ἢ ἀποφάναι ἀληθές, ἕψεται ἡ λέγουσα ‘οὐ δυνατὸν εἶναι‘· καὶ ἐπειδὴ αὕτη ἡ πρότασις ἡ ‘οὐ δυνατὸν εἶναι‘ ἔχει ἑπομένην πρότασιν τὴν λέγουσαν ‘οὐκ ἐνδέχεται εἶναι‘ καὶ τὴν λέγουσαν ‘ἀδύνατον εἶναι‘, ἐξ ἀνάγκης ἕψονται τῇ ἁπλῇ καταφάσει τοῦ ἀναγκαίου τῇ λεγούσῃ ‘ἀναγκαῖον εἶναι‘ ἥ τε λέγουσα ‘οὐκ ἐνδέχεται εἶναι‘ καὶ ἡ ‘ἀδύνατον εἶναι‘, ὅπερ ἄλογον.
in Int.59 καὶ πάλιν ἐπειδὴ τῇ ‘ἀδύνατον εἶναι‘ καταφάσει ἕπεται τὸ ‘ἀναγκαῖον μὴ εἶναι‘, εἴποι δέ τις ὅτι τὸ ‘οὐ δυνατὸν εἶναι‘ ἕπεται τῷ ‘ἀναγκαῖον εἶναι‘, εὑρεθήσεται καὶ ἡ πρότασις ἡ λέγουσα ‘ἀναγκαῖον μὴ εἶναι‘ ἑπομένη τῇ προτάσει τῇ λεγούσῃ ‘ἀναγκαῖον εἶναι‘· ὅπερ ἀδύνατον. οὐκ ἄρα τὸ ‘οὐ δυνατὸν εἶναι‘ ἕπεται τῷ ‘ἀναγκαῖον εἶναι‘, ἀλλ’ ἡ κατάφασις, τοῦτ’ ἔστιν ἡ ‘δυνατὸν εἶναι‘, ἵνα μὴ εὑρεθῇ ἡ ἀπόφασις καὶ ἡ κατάφασις τοῦ δυνατοῦ τῷ αὐτῷ ἑπομένη. πάλιν ἐπειδὴ τὸ ἀναγκαῖον ὡρισμένον ἐστί, τὸ δὲ δυνατὸν εἶναι ἐπαμφοτερίζει (σημαίνει γὰρ καὶ τὸ ἀναγκαῖον εἶναι καὶ τὸ ἐνδεχόμενον εἶναι), ἐξ ἀνάγκης τεττάρων οὐσῶν προτάσεων τοῦ ἀναγκαίου, φημὶ δὴ τῆς ἁπλῆς καταφάσεως καὶ τῆς ἁπλῆς ἀποφάσεως, τῆς ἐκ μεταθέσεως καταφάσεως καὶ τῆς ἐκ μεταθέσεως ἀποφάσεως, ἐδείχθη ὅτι ἡ ἁπλῆ ἀπόφασις οὐχ ἕπεται ὡς κεῖται ἐν τῷ α διαγράμματι, διὰ τὸ δειχθῆναι ὅτι ἡ κατάφασις τοῦ δυνατοῦ ἕπεται τῇ καταφάσει τοῦ ἀναγκαίου. ἀλλὰ μὴν οὐδὲ ἡ ἐκ μεταθέσεως κατάφασις ἡ λέγουσα ‘ἀναγκαῖον μὴ εἶναι‘ δύναται ἕπεσθαι τῇ ‘δυνατὸν εἶναι‘· ὑπόκειται γὰρ ταῖς ἀποφάσεσιν ἑπομένη. καταληφθήσεται ἄρα ἑπομένη ταῖς εἰρημέναις προτάσεσιν ἡ ἐκ μεταθέσεως ἀπόφασις ἡ λέγουσα ‘οὐκ ἀναγκαῖον μὴ εἶναι‘· αὕτη γὰρ ἀληθεύει καὶ ἐπὶ τοῦ ‘ἀναγκαῖον εἶναι‘ καὶ καθολικωτέρα ἐκείνης ἐστὶ καὶ ἀόριστος. ἔστι τοίνυν ὑπόλοιπον τὸ τὴν τάξιν μεταφέρειν καὶ τὴν πρότασιν τὴν λέγουσαν ‘οὐκ ἀναγκαῖον εἶναι‘ ἁπλῆν ἀπόφασιν, ἥτις κεῖται ἐν τῇ δ χώρᾳ τοῦ α σελιδίου, τάξαι ἐν τῇ ὀγδόῃ χώρᾳ, καὶ εἰς τὴν χώραν ἐκείνης, τοῦτ’ ἔστιν εἰς τὴν τετάρτην, ἀναφέρειν τὴν ἐκ μεταθέσεως ἀπόφασιν τὴν λέγουσαν ‘οὐκ ἀναγκαῖον μὴ εἶναι‘. αὕτη γὰρ καὶ ἀντιφατικῶς μάχεται τῇ ἐπ’ εὐθείας κειμένῃ, ἤγουν τῇ ἐκ μεταθέσεως καταφάσει τῇ λεγούσῃ ‘ἀναγκαῖον μὴ εἶναι‘· καὶ γίνονται αἱ ἀκολουθήσεις τῶν προτάσεων κατὰ τὸν αὐτὸν τρόπον ὁμοίως ταῖς τοῦ δυνατοῦ προτάσεσι, τοῦτ’ ἔστιν, ὅτι ἐπ’ εὐθείας κεῖνται καὶ οὐκέτι αἱ ἀντιφάσεις χωρὶς ὡς ἐν τῷ α διαγράμματι. ἐν οἷς ἐστι καὶ δεύτερον διάγραμμα. ἀπορεῖ δὲ πάλιν καὶ πρὸς αὐτὸ καὶ τὴν ἀπορίαν ἐπιλύεται καὶ τρίτον διάγραμμα τῶν ἀκολουθουσῶν προτάσεων κατὰ ἀλήθειαν παραδίδωσιν. πῶς δὲ τοῦτο ποιεῖ, σὺν θεῷ ἐν ἑτέρᾳ θεωρίᾳ μαθησόμεθα. Αἴτιον δὲ τοῦ μὴ ἀκολουθεῖν ὁμοίως τοῖς ἑτέροι ς. ἐνταῦθα αἰτίαν τινά φησιν, δι’ ἣν ἡ ἀντίφασις τῇ ἀντιφάσει οὐκ ἀποδίδοται, ἀλλὰ τὸ εἶναι τῷ μὴ εἶναι.
in Int.60 καὶ ἔδει μὲν πρῶτον εἰπεῖν † ποῖον ἔστι τοῦ ἀναγκαίου καὶ ἡ τῷ ὄντι ἑπομένη, καὶ οὕτως εἰπεῖν τὴν αἰτίαν, δι’ ἣν ἀκολουθία τοιαύτη γίνεται· ὁ δὲ τὴν τάξιν ἐνήλλαξεν καὶ πρῶτον μὲν τὴν αἰτίαν λέγει, δι’ ἣν [ὡς] ἡ ἀκολουθία τοιαύτη ἐστί, καὶ οὕτως ἀμείψας δύο μόνον προτάσεις τὴν ἀκριβῆ τάξιν ἐκτίθεται. τὴν γὰρ ἀπόφασιν τὴν ἁπλῆν τοῦ ἀναγκαίου ἐξ ἀρχῆς μὲν ἔταξεν μετὰ τῶν ἁπλῶν ἄνω, νῦν δὲ κάτω μετὰ τῶν ἐκ μεταθέσεως· τὴν δὲ τοῦ ἀναγκαίου ἐκ μεταθέσεως ἀπόφασιν τὸ ἀνάπαλιν, ὡς εἴρηται κατὰ τὴν θεωρίαν. Ὥστε εἰ ἐκεῖνα ὁμοίως τῷ δυνατῷ καὶ μ ή , ταῦτα ἐξ ἐναντία ς· τοῦτό φησιν ἐνταῦθα ὁ φιλόσοφος, ὅτι εἰ τὸ † δυνατὸν καὶ εἶναι ὁμοίως ἔχει τὸ δυνατόν, τὸ ἀναγκαῖον οὐκέτι ὁμοίως ἔχει ἀλλὰ τοὐναντίον. Τὸ μὲν γὰρ ἀναγκαῖον εἶναι δυνατὸν εἶνα ι · εἰ γὰρ μ ή , ἡ ἀπόφασις ἀκολουθήσε ι. ἐντεῦθεν ἄρχεται ποιεῖν ὅπερ εἴπομεν ἐν τῇ θεωρίᾳ, καὶ βούλεται δεῖξαι ὅτι τῇ προτάσει τῇ λεγούσῃ ‘ἀναγκαῖον εἶναι‘ ἕπεται ἡ λέγουσα ‘δυνατὸν εἶναι‘. εἰ γὰρ μὴ αὕτη ἕπεται, ἐξ ἀνάγκης ἡ ἀπόφασις αὐτῆς ἕψεται ἡ λέγουσα ‘οὐ δυνατὸν εἶναι‘ διὰ τὸ πάντως ἐν οἵῳ δήποτε τρόπῳ πρᾶγμά τι εἶναι καταφῆσαι ἢ ἀποφῆσαι. καὶ συνάγει διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὡς εἴπομεν, ὅτι πάντως 〈ἡ λέγουσα〉 ‘δυνατὸν εἶναι‘ ἕπεται τῇ λεγούσῃ ‘ἀναγκαῖον εἶναι‘. ταῦτα ἔχει ἡ πρᾶξις. 〈 Πρᾶξις δ 〉 . Ἀπορήσειε δ ’ ἄν τι ς , εἰ τῷ ἀναγκαῖον εἶναι τὸ δυνατὸν ἕπετα ι, καὶ τὰ ἑξῆς. Δείξας ἐν τῷ β διαγράμματι τὸ δυνατὸν ἑπόμενον τῷ ἀναγκαίῳ (εἰ γὰρ μὴ τοῦτο, ἔλεγεν ἐξ ἀνάγκης τὴν ἀπόφασιν ἕπεσθαι τὴν λέγουσαν ‘δυνατὸν μὴ εἶναι‘ ἢ ‘μὴ δυνατὸν εἶναι‘, ὅπερ ἑκάτερον ἀδύνατον ἐπὶ τοῦ ἀναγκαίου λέγεσθαι) νῦν ἀπορεῖ πῶς εἴποι τις τὸ δυνατὸν τῷ ἀναγκαίῳ ἕπεσθαι.
in Int.61 τὸ γὰρ δυνατὸν ἐπαμφοτερίζει· ὃ γὰρ δυνατὸν τέμνεσθαι, δυνατὸν καὶ μὴ τέμνεσθαι· τὸ δὲ ἀναγκαῖον ὥρισται. πῶς τῷ ὡρισμένῳ τὸ ἀόριστον δυνατὸν ἐπακολουθεῖν; ἐπιλύεται τοίνυν τὴν ἀπορίαν ταύτην τὴν ὁμωνυμίαν αἰτιώμενος, ὅτι πολλαχῶς λέγεται τὸ δυνατόν, καὶ τὶ μὲν δυνατὸν τῷ ἀναγκαίῳ ἕπεται, τὶ δὲ σημαινόμενον τοῦ δυνατοῦ οὐχ ἕπεται τῷ ἀναγκαίῳ. ἔστι δὲ καθόλου ὡς ἐκ διαιρέσεως λαβεῖν τὸ δυνατὸν τοσαυταχῶς λεγόμενον· τὸ δυνατὸν τοίνυν ἢ κατ’ ἐπιτηδειότητα λέγεται, ὡς τὸ παιδίον δύναται γραμματικὸν εἶναι, ἢ καθ’ ἕξιν ἢ χωρὶς τῆς δυνάμεως ἤτοι τῆς ἐνεργείας, καὶ μὴ φθαρέντος ἐκείνου ᾧ τινι ὑπάρχει ἡ ἐνέργεια, οἷον ὡς τὸ βαδίζειν ὑπάρχει τῷ βαδίζοντι, καὶ χωρισθέντος τοῦ βαδίζειν οὐ φθείρεται τὸ βαδιστικόν· τοῦτο δὲ καλεῖται ἐξ ὑποθέσεως ἀναγκαῖον, ἔστ’ ἂν ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ. ἢ ὅταν ὑπάρχῃ καθ’ ἕξιν μὲν ἡ ἐνέργεια *** αὕτη δὲ ὑπάρχει γενητοῖς καὶ φθαρτοῖς *** . καὶ εἰ μὲν γενητοῖς καὶ φθαρτοῖς ὑπάρχει, χωρισθείσης πάντως 〈φθείρεται〉 ἐκεῖνο ᾧ ὑπάρχει. οἷον τόδε τὸ πῦρ γενητὸν μέν ἐστι καὶ φθαρτόν· καὶ ἡνίκα ὑπάρχει, ἀνάγκη τὴν θερμότητα ὑπάρχειν αὐτῷ, ἡνίκα δὲ φθαρῇ ἡ ἐνέργεια ἤγουν ἡ θερμότης, πάντως συμφθείρεται τῇ θερμότητι. ὑπάρχει δὲ ἀιδίοις, ὥσπερ λέγομεν τὴν κίνησιν ἀεὶ ὑπάρχειν τῷ ἡλίῳ· ἀεὶ γὰρ ὁ ἥλιος κινεῖται. ὥστε τὶ μὲν δυνατόν, ἤγουν τὸ φερόμενον ἐπὶ τοῦ ἀιδίου *** ἢ ὅταν τῷ ὑποκειμένῳ τὸ κατηγορούμενον ἁπλῶς ὑπάρχει, ὅπερ καὶ καλεῖται ἐξ ὑποθέσεως ἀναγκαῖον, ταῦτα οὖν τὰ δύο σημαινόμενα τοῦ δυνατοῦ ἐνδέχεται ἕπεσθαι τῷ ἀναγκαίῳ· τὰ δὲ λοιπὰ σημαινόμενα οὐκ ἀναγκαῖον. αὐτίκα γοῦν τὸ κατ’ ἐπιτηδειότητα λεγόμενον δυνατὸν οὐχ ἕπεται τῷ ἀναγκαίῳ· δύναται γὰρ τὸ ἱμάτιον καὶ τέμνεσθαι καὶ μὴ τέμνεσθαι, καὶ οὐκ ἐξ ἀνάγκης πάντως ἢ τέμνεται ἢ οὐ τέμνεται. ὁμοίως καὶ τὸ παιδίον δύναται γενέσθαι [καὶ] γραμματικόν, δύναται 〈δὲ〉 καὶ μὴ γενέσθαι. τοῦτο οὖν τὸ δυνατὸν οὐχ ἕπεται τῷ ἀναγκαίῳ, ὥσπερ λέγομεν ἐξ ἀνάγκης ἕπεσθαι ἀνθρώπῳ τὸ ζῷον. ὅλον μὲν γὰρ τὸ ζῷον λέγομεν ἕπεσθαι τῷ ἀνθρώπῳ, οἷον οὐσία, ἔμψυχον, αἰσθητικόν, οὐκέτι δὲ καὶ πᾶν ζῷον ἕπεσθαι τῷ ἀνθρώπῳ. εἰ γὰρ καὶ τὸ λογικὸν ζῷον ἕπεται τῷ ἀνθρώπῳ, οὐκέτι δὲ καὶ τὸ ἄλογον. φησὶ δὲ τοῦ βιβλίου ὁ ἐξηγητὴς ὅτι οἶμαι μὲν τὸ θεώρημα φανερὸν εἶναι· ἀεὶ γὰρ ὅταν οὐκ ἀντιστρέφωσι τὰ ἡγούμενα τοῖς ἑπομένοις, ἀνάγκη 〈τὸ〉 καθολικώτερον ἕπεσθαι τῷ ἡγουμένῳ οὐ κατὰ πάντα τὰ μόρια ἀλλὰ καθ’ ὅλον ἑαυτό.
in Int.62 οἷον ἐν τῷ λέγειν ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν‘ ὁ ἄνθρωπός ἐστιν ἡγούμενον, τὸ δὲ ζῷον ἑπόμενον· καὶ εἴ τι μὲν ἄνθρωπος, πάντως ζῷον, οὐκ εἴ τι δὲ ζῷον, πάντως ἄνθρωπος. ἐπεὶ οὖν οὐκ ἀντιστρέφει τὸ ἡγούμενον τῷ ἑπομένῳ, τούτου χάριν ἕπεται αὐτῷ τὸ ἑπόμενον οὐ κατὰ πᾶν ἑαυτὸ ἀλλὰ καθ’ ὅλον, ὡς εἴπομεν. καὶ τὸ ζῷον γὰρ οὐσία ἐστὶν ἔμψυχος αἰσθητική, καὶ ἄνθρωπος. καὶ ταῦτα μὲν περὶ τούτων. ἐπειδὴ δὲ ἔδειξεν τὸ δυνατὸν καθολικώτερον εἶναι τοῦ ἀναγκαίου, ἀντιστρέφει τὴν τάξιν τοῦ διαγράμματος καὶ προτάττει τὰς κειμένας κάτω τοῦ ἀναγκαίου προτάσεις ἄνω καὶ τὰς ἄλλας ἐᾷ καθ’ ἣν χώραν ἔχουσιν. καὶ τὴν αἰτίαν αὐτὸς ἀποδέδωκεν ὅτι τὰ μερικὰ καὶ ἡγούμενα ἀεὶ προτάττονται τῶν ἑπομένων καὶ καθολικωτέρων. δευτέραν δέ φησιν αἰτίαν ὅτι τὸ μὲν ἀναγκαῖον ἐπὶ τῶν ἀιδίων μόνον φέρεται, τὸ δὲ δυνατὸν καὶ ἐπὶ αὐτῶν καὶ ἐπὶ τῶν ἐν γενέσει καὶ φθορᾷ· καὶ ἐπειδὴ κρείττονά εἰσιν ἐκεῖνα τῶν γενητῶν καὶ φθαρτῶν, εἰκότως καὶ ἐν τῷ διαγράμματι αἱ τοῦ ἀναγκαίου προτάσεις τῶν τοῦ δυνατοῦ προετάγησαν. ἐν οἷς καὶ ἀπαριθμεῖται ταῦτα λέγων ὅτι τῶν ὄντων τὰ μὲν μόνον ἐνέργειαί εἰσιν, ὡς αἱ θεῖαι οὐσίαι, τὰ δὲ καὶ δυνάμει καὶ ἐνεργείᾳ, ὡς πάντα τὰ γενητὰ καὶ φθαρτά, τὰ δὲ μόνον δυνάμει, ὡς ἡ καλουμένη ἀνείδεος ὕλη. ταῦτα εἰπὼν πέρας τέθεικε τῷ σκοπῷ τῷ περὶ τῶν προτάσεων. ἐν οἷς καὶ ἡ θεωρία πληροῦται. Καὶ αὕτη μὲν ἐπὶ τοῖς κινητοῖς ἐστι μόνον ἡ δύναμι ς. δύναμιν ἔοικεν καλεῖν τὴν ἐπιτηδειότητα τὴν παντάπασιν χωριζομένην ποτὲ τοῦ κατ’ ἐνέργειαν, ὡς ἐν τῷ καθημένῳ τὴν πρὸς τὸ βαδίζειν. διὸ καὶ ἐν τοῖς κινητοῖς αὐτὴν εἶναί φησιν, τοῦτ’ ἔστι τοῖς ἐν γενέσει καὶ φθορᾷ τοῖς δυναμένοις κινεῖσθαι καὶ μή, τὴν χωρὶς τῆς δυνάμεως ταύτης ἐνέργειαν ἐν τοῖς ἀιδίοις εἶναι τιθέμενος. ὅθεν ἑξῆς δείξει προτέραν τῆς δυνάμεως τὴν ἐνέργειαν, διὰ τὸ τὰ ἀίδια πρότερα εἶναι τῶν γενητῶν, ἐν οἷς ἡ δύναμις. κἂν ἦν οὖν ἐν τοῖς οὐρανοῖς τὸ δυνάμει, ἀλλ’ οὐ τοῦτο ἀλλὰ τὸ συμπεπλεγμένον τῷ κατ’ ἐνέργειαν. Καὶ ἔστι δὴ ἀρχὴ ἴσως τὸ ἀναγκαῖο ν. ἐντεῦθεν ἐπειδὴ ἀπέδειξεν τὸ δυνατὸν καθολικώτερον εἶναι τοῦ ἀναγκαίου, δεῖ δὲ τὰ ἑπόμενα ὕστερα τάττεσθαι ὡς καθόλου τῶν ἡγουμένων μερικῶν ὄντων, ἀρχὰς καὶ πρώτας τὰς τοῦ ἀναγκαίου προτάσεις φησίν. Καὶ τὰ μὲν ἄνευ δυνάμεως ἐνέργειαί εἰσι ν , οἷον αἱ πρῶται οὐσία ι. ἐπὶ τῶν πρώτων οὐσιῶν ἤγουν τῶν ἀιδίων φησὶν ὅτι ἡ αὐτή ἐστι δύναμις καὶ ἐνέργεια· εἰκότως, ἐπειδὴ οὐκ ἔστι ἰδεῖν ἐν αὐταῖς δύναμιν ἐνεργείας χηρεύουσαν. Τὰ δὲ μετὰ δυνάμεω ς , ἃ τῇ μὲν φύσει πρότερα τῷ δὲ χρόνῳ ὕστερ α. φύσει προτέραν λέγει τὴν ἐνέργειαν τῆς δυνάμεως ὡς τέλειον ἀτελοῦς καὶ τιμιώτερον ἀτιμοτέρου· τῷ δὲ χρόνῳ ὑστέραν αὐτὴν λέγει, ἐπειδὴ πᾶσα ἐνέργεια ἀπό τινος προϋποκειμένης δυνάμεως προβάλλεται.
in Int.63 ταῦτα ἔχει ἡ πρᾶξις. Ἀρχὴ τοῦ ε τμήματο ς . 〈Πρᾶξις α .〉 Πότερον δὲ ἐναντία ἐστὶν ἡ κατάφασις τῇ ἀποφάσει ἢ ἡ κατάφασις τῇ καταφάσε ι, καὶ τὰ ἑξῆς. Ὁ μὲν σκοπὸς τῷ Ἀριστοτέλει περὶ τῶν προτάσεων πεπλήρωται καὶ τὸ δ κεφάλαιον πέρας ἀπείληφεν. τοῦτο δὲ τὸ νῦν ζητούμενον παντελῶς οὐκ ἔστιν Ἀριστοτέλους, γυμνασίας δὲ ἕνεκεν γέγραπται. ὅθεν καὶ ὁ Πορφύριος πολύστιχον γράψας ὑπόμνημα εἰς τὸ παρὸν σύγγραμμα τοῦτο τὸ κεφάλαιον οὐκ ἠξίωσεν φροντίδος τυχεῖν εἰς σαφήνειαν. ὅμως εἴτε ἔστιν εἴτε μὴ ἔστιν Ἀριστοτέλους, σαφηνίσομεν τὸ προκείμενον. ἔστι δὲ τὸ θεώρημα τοιοῦτον· προτάσεώς τινος ἀληθοῦς ἢ ψευδοῦς οὔσης 〈ἐχούσησ〉 τε δύο προτάσεις μαχομένας ποία μᾶλλον μάχεται, ἆρά γε ἡ τοῦ ἐναντίου κατάφασις ἢ ἡ οἰκεία ἀπόφασις. καὶ ἀποφαίνεται ὁ πατὴρ τοῦ προβλήματος τὴν οἰκείαν ἀπόφασιν μᾶλλον μάχεσθαι τῇ τοιαύτῃ προτάσει. μεταφέρει δὲ τὸ ζητούμενον ἀπὸ τῶν λόγων ἐπὶ τὴν δόξαν. ὡς γὰρ ἔχει ἐπὶ τῆς δόξης ἤγουν ἐπὶ τοῦ ἐνδιαθέτου λόγου. οὕτως ἕξει καὶ ἐπὶ τῶν προφορικῶν λόγων. καὶ πρῶτον προσδιορίζεται ποῖαί εἰσιν ἐναντίαι δόξαι καὶ ποῖαι μὲν οὐκ εἰσί, δοκοῦσι δὲ εἶναι. λέγει τοίνυν ὅτι ἐκεῖναι δοκοῦσιν ἐναντίαι δόξαι εἶναι αἱ περὶ τῶν ἐναντίων δοξάζουσαι ‘ἡ σωφροσύνη ἀγαθόν ἐστι, σωφροσύνη κακόν ἐστι‘. μετὰ δὲ τὸν προσδιορισμὸν τοῦτον τὸ προκείμενον διὰ πέντε τινῶν ἐπιχειρημάτων δεῖξαι προτίθεται. καὶ ἔστι τὸ πρῶτον ἐπιχείρημα ἀπὸ τῶν κατηγορουμένων τοιοῦτον. ἔστι τις δόξα ἡ τὸ ὑπάρχον δοξάζουσα ὡς ὑπάρχον, οἷον ὅτι τὸ ἀγαθὸν ἀγαθόν ἐστι, τὸ ἀγαθὸν λυσιτελές ἐστι, τὸ ἀγαθὸν διωκτόν ἐστι, τὸ ἀγαθὸν αἱρετόν ἐστι καὶ ὅσα ἄλλα τοιαῦτά ἐστιν.
in Int.64 ἔστι δὲ πάλιν ἄλλη δόξα λέγουσα τὸ μὴ ὑπάρχον ὡς [τὸ] ὑπάρχον *** , οἷον ‘τὸ ἀγαθὸν φευκτόν ἐστι, τὸ ἀγαθὸν ἀλυσιτελές ἐστι, τὸ ἀγαθὸν οὐκ ἀγαθόν ἐστι‘· αὕτη δὲ τὸ ὑπάρχον μὴ ὑπάρχον φησίν. λέγει τοίνυν ὅτι οὐδεμίαν δόξαν οἰητέον μάχεσθαι τῶν δοξαζουσῶν τὸ ὑπάρχον ὡς ὑπάρχον, ἀλλὰ τὸ ὑπάρχον ὡς μὴ ὑπάρχον, οἷον τῇ λεγούσῃ ‘τὸ ἀγαθὸν ἀγαθόν ἐστι‘ μαχομένη ἡ λέγουσα ‘τὸ ἀγαθὸν οὐκ ἀγαθόν ἐστι‘. ὅτι δὲ τοῦτο τὸ ἀναγκαῖον οὐκ ἔχει αὐτόθεν ὡμολόγηται. πολλάκις γὰρ ὡς εἴρηται ὅτι ἓν ἑνὶ ἐναντίον καθέστηκεν· τὸ δὲ οὐκ ἀγαθὸν εἰσφέρει καὶ τὸ κακὸν καὶ τὸ ἀνωφελὲς καὶ τὸ φευκτὸν καὶ ἄλλα μυρία. εὑρεθήσονται οὖν ἑνὶ πολλὰ καὶ ἄπειρα μαχόμενα. ὥσπερ γὰρ τὸ οὐ λευκὸν σημαίνει καὶ τὸ μέλαν καὶ τὸ ξανθὸν καὶ τὸ φαιὸν καὶ τὸ ἐρυθρὸν καὶ τὸ κυανοῦν καὶ τὰ ἄλλα πάντα τὰ μεταξὺ χρώματα, καὶ εἴ τις εἴποι τὸ μὴ λευκὸν † φαίνεσθαι τῷ δὲ λευκῷ, εὑρεθήσεται πολλὰ ἑνὶ μαχόμενα, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν προκειμένων. Δεύτερον δὲ ἐπιχείρημά ἐστιν ἀπὸ τοῦ καθ’ αὑτὸ καὶ ἀπὸ τοῦ κατὰ συμβεβηκός. φησὶ τοίνυν ὅτι τοῦτο ἴσμεν, ὡς τὸ μὲν καθ’ αὑτὸ μᾶλλον μαχόμενον τῷ καθ’ αὑτὸ ἢ τὸ κατὰ συμβεβηκός. ἐὰν γὰρ ὦσι δύο τινά, καὶ τὸ μέν ἐστι καθ’ αὑτὸ λευκόν, τὸ δὲ κατὰ συμβεβηκὸς λευκόν, ἕτερα δέ τινα πάλιν τὸ μὲν καθ’ αὑτὸ μέλαν τὸ δὲ κατὰ συμβεβηκός, δῆλον ὅτι τὸ καθ’ αὑτὸ μέλαν μάχεται τῷ καθ’ αὑτὸ λευκῷ καὶ οὐκέτι τὸ κατὰ συμβεβηκός. ἡ τοίνυν δόξα ἡ λέγουσα ὅτι τὸ ἀγαθὸν οὐκ ἀγαθόν ἐστι καθ’ αὑτὸ μάχεται τῇ δόξῃ τῇ δοξαζούσῃ ‘τὸ ἀγαθὸν ἀγαθόν ἐστιν‘, κατὰ συμβεβηκὸς δὲ ἡ λέγουσα ‘τὸ ἀγαθὸν κακόν ἐστιν‘. φανερὸν ἄρα ὡς ἡ οἰκεία ἀπόφασις μᾶλλον μάχεται τῇ καταφάσει. Τρίτον ἐπιχείρημά φησιν ἐκ τοῦ ἁπλοῦ καὶ τοῦ συνθέτου, ὅτι τὸ ἁπλοῦν 〈τῷ ἁπλῷ〉 κατὰ τὸν αὐτὸν τρόπον μάχεται καὶ τὸ σύνθετον τῷ συνθέτῳ. εἰ τοίνυν ‘τὸ ἀγαθὸν ἀγαθόν ἐστιν‘ ἁπλοῦν, καὶ ‘τὸ ἀγαθὸν οὐκ ἀγαθὸν‘ ὁμοίως ἁπλοῦν, τὸ δὲ ‘ἀγαθὸν κακόν ἐστι‘ συμπεπλεγμένον, τὸ ‘ἀγαθὸν‘ ἄρα ‘οὐκ ἀγαθὸν‘ μᾶλλον μάχεται τῷ ‘ἀγαθὸν ἀγαθόν ἐστιν‘ ἤπερ ἡ δόξα ἡ δοξάζουσα ‘τὸ ἀγαθὸν κακόν ἐστιν‘. ἔχουσι δὲ τὰ δύο ἐπιχειρήματα τὴν αὐτὴν ἔννοιαν, καὶ κοινὸς ὁ ἔλεγχος. ψευδὲς γὰρ εἰπεῖν ὅτι τὸ μὲν ‘ἀγαθὸν κακόν ἐστι‘ συμπέπλεκται, τὸ δὲ ‘ἀγαθὸν οὐκ ἀγαθόν ἐστιν‘ ἁπλοῦν. δῆλον γὰρ ὡς τὸ ἁπλοῦν καὶ τὸ σύνθετον οὐ λέγομεν ἐνταῦθα κατὰ τὴν προφορὰν τῶν λέξεων, ἢ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός, ἀλλὰ κατὰ τὸ σημαινόμενον, ἐπειδὴ ὡς ἐπὶ τῆς δόξης ἤγουν τοῦ ἐνδιαθέτου λόγου γυμνάζει τὸ πρόβλημα.
in Int.65 εἰ τοίνυν ἐν τῷ εἰπεῖν ὅτι τόδε κακόν ἐστι, τόδε μέλαν ἐστὶ τὸ ἄκρον σημαίνει, τὸ δὲ ἄκρον ὥρισται, τὸ δὲ ‘οὐκ ἀγαθόν ἐστι‘ καὶ τὸ ‘οὐ μέλαν ἐστὶ‘ σημαίνει οὐ μόνον τὰ ἄκρα ἀλλὰ καὶ τὰ μέσα, δῆλον ὅτι ταῦτα μᾶλλον συμπεπλεγμένα ἐστὶ καὶ σύνθετα ἤπερ αἱ δοξάζουσαι δόξαι ‘τὸ ἀγαθὸν κακόν ἐστιν‘ καὶ ‘τὸ λευκὸν μέλαν ἐστιν‘ Τέταρτόν ἐστιν ἐπιχείρημα ἀπὸ τῆς ἀντιφάσεως. φησὶ γὰρ ὅτι, εἰ ἐπὶ παντὸς ἢ φάναι ἢ ἀποφάναι ἀληθές ἐστι, καὶ ἐξ ἀνάγκης ἢ ἡ κατάφασις ἀληθεύει ἢ 〈ἡ〉 ἀπόφασις αὐτῆς ἡ οἰκεία, οὐκ ἔστι δὲ ἐπὶ πάντων τῶν πραγμάτων εἰπεῖν τὴν τοῦ ἐναντίου κατάφασιν, δῆλον ὅτι ὡς ἕξει ἐπὶ τῶν ἄλλων προτάσεων τῶν μὴ ἐναντίαν ἐχουσῶν τὴν τοῦ ἐναντίου κατάφασιν (ἰστέον γὰρ ὅτι ἐὰν ἔστι τὸ κατηγορούμενον ἢ οὐσία ἢ ποσὸν ἢ ἕτερόν τι ᾧ τινι οὐδέν ἐστιν ἐναντίον, τὴν μὲν τοῦ ἐναντίου κατάφασιν οὐκ ἔστιν εἰπεῖν, τὴν δὲ οἰκείαν ἀπόφασιν δυνατὸν εἰπεῖν, οἷον ‘ἄνθρωπος ζῷόν ἐστιν, ἄνθρωπος ζῷον οὐκ ἔστιν‘, ‘ἡ γραμμὴ τρίπηχύς ἐστιν, ἡ γραμμὴ τρίπηχυς οὐκ ἔστιν‘), οὕτως οὖν ἕξει καὶ ἐπὶ τῶν ἄλλων, ὡς ἔφην, τῶν ἐχουσῶν ἐναντιότητα [τῶν] προτάσεων. ὅτι δὲ τοῦτο τὸ ἐπιχείρημα εὐέλεγκτον καθέστηκεν αὐτόθεν καθ’ ἓν ὡμολόγηται· τὸ γὰρ ζητούμενον ἦν ὅτι μιᾶς προτάσεως ἀληθοῦς ἢ ψευδοῦς οὔσης ἐχούσης τε δύο προτάσεις μαχομένας ποία μᾶλλον μάχεται; ἐφ’ ὧν οὖν οὐκ ἔχει τὴν τοῦ ἐναντίου κατάφασιν, πῶς προχωρεῖ τὸ τῆς ζητήσεως; αὐτόθεν γὰρ ὡμολόγηται ὅτι τῇ οἰκείᾳ ἀποφάσει μάχεται 〈καὶ〉 οὐκέτι θεωροῦμεν ἄλλην ἀντεξετάσοντες. ὥσπερ γὰρ φέρε εἰπεῖν ἔχεις δύο τινὰς πολεμίους καὶ ζητεῖς εἰ σαυτῷ *** μᾶλλον μάχεται, ἀναιρεθέντος δὲ τοῦ ἑνὸς οὐκέτι ζήτησις προχωρεῖ ὅτι ‘ἆρά γε ἐκεῖνος μάχεται ἢ οὔ;‘ οὕτως καὶ ἐπὶ τῶν προκειμένων. ἐν οἷς καὶ τὸ δ ἐπιχείρημα· τὸ δὲ ε καὶ ἕτερά τινα πρὸς ἑτέρῳ ἐπιχειρήματι ἐν ἑτέρᾳ θεωρίᾳ σὺν θεῷ μαθησόμεθα. Ἄλλη δὲ ὅτι οὐκ ἀγαθό ν. ταύτην τὴν πρότασιν ἐκ μεταθέσεως οὖσαν κατάφασιν αὐτὸς ὡς ἀπόφασιν ἔλαβεν καὶ ἀδιαφόρως ἐχρήσατο. ᾗ μὲν γὰρ ἐδείξαμεν ὅτι οὐδὲν διαφέρουσιν ἥ τε ἁπλῆ ἀπόφασις καὶ ἡ ἐκ μεταθέσεως κατάφασις. ὅθεν καὶ αὐτὸς περὶ ἀποφάσεως ποιούμενος τὸν λόγον ἐκ μεταθέσεως κατάφασιν ἔλαβεν, τούτῳ δῆθεν ἡμῖν αἰνιττόμενος ὡς οὐκ ἔστιν αὐτῶν διαφορά. Τὸ μὲν δὴ τούτῳ οἴεσθαι τὰς ἐναντίας δόξας ὡρίσθα ι , τῷ τῶν ἐναντίων εἶνα ι , ψεῦδο ς. ἐντεῦθεν τὸν προσδιορισμὸν ἐκτίθεται τὸν λέγοντα ποῖαί εἰσιν ἐναντίαι δόξαι καὶ ποῖαι οὐκ εἰσὶ μὲν δοκοῦσι δὲ εἶναι.
in Int.66 τινὲς δὲ τῶν ἐξηγητῶν, ὧν ἐστι καὶ Ἀμμώνιος, ἐνόμισαν αὐτῷ πρῶτον ἐπιχείρημα εἶναι. οὐκ ἔστι δέ· οὐδὲν γάρ πως πρὸς τὸ προκείμενον ἔχει. ταῦτα ἔχει ἡ πρᾶξις. 〈 Πρᾶξις β .〉 Ἔτι ὁμοίως ἔχει ἡ τοῦ ἀγαθοῦ ὅτι ἀγαθὸν καὶ ἡ τοῦ μὴ ἀγαθοῦ ὅτι οὐκ ἀγαθό ν, καὶ τὰ λοιπά. Τοῦτο τὸ ε καὶ τελευταῖον θεώρημα, δυσχερέστατον ὂν καὶ δυσαντιβλεπτότατον. λαμβάνει γὰρ ἀντιθέσεις δύο, μίαν μὲν ἔχουσαν τὸν ὑποκείμενον ὡρισμένον, οἷον ‘τὸ ἀγαθὸν ἀγαθόν ἐστι‘, κατάφασιν ἀληθῆ τυγχάνουσαν, ἑτέραν δὲ ἀόριστον ὑποκείμενον ἔχουσαν τὴν λέγουσαν ‘τὸ οὐκ ἀγαθὸν 〈οὐκ〉 ἀγαθόν ἐστιν‘· καὶ ἀξιοῖ ὅτι ὥσπερ ἔχει ἐπὶ τῆς ἀληθοῦς ἀποφάσεως τῆς ἀόριστον ἐχούσης τὸν ὑποκείμενον, οὕτως ἕξει ἐπὶ τῆς ἀληθοῦς καταφάσεως τῆς ὡρισμένον 〈ἐχούσησ〉 τὸν ὑποκείμενον. σκοπήσωμεν τοίνυν ποία πρότασις ἕπεται ἢ ἀναιρεῖ τὴν ἀληθῆ ἀπόφασιν ‘τὸ οὐκ ἀγαθὸν 〈οὐκ〉 ἀγαθόν ἐστιν‘. εὑρίσκομεν τοίνυν ὅτι ἡ πρότασις ἡ λέγουσα ‘τὸ οὐκ ἀγαθὸν κακόν ἐστιν‘ οὐ μάχεται τῇ ῥηθείσῃ προτάσει· ἐνδέχεται γὰρ ἀμφότερα συναληθεύειν ἐπί τινων, οἷον ἐπὶ τῶν ἐχόντων μοχθηρὰν ἕξιν· δύναμαι γὰρ εἰπεῖν τὸν κακὸν οὐκ ἀγαθόν. ἀλλὰ μὴν οὐδὲ ἡ πρότασις ἡ λέγουσα ὅτι τὸ οὐκ ἀγαθὸν οὐ κακόν ἐστιν. αὕτη γὰρ πάλιν ἀληθεύει ἐπὶ τῶν ἐχόντων μέσην ἕξιν καὶ ἐπὶ τῶν μηδ’ ὅλως πεφυκότων δέξασθαι ἀγαθότητα· οἷον τὸν λίθον τὸν μὴ ἀγαθὸν δύναμαι εἰπεῖν οὐ κακόν, καὶ τὸ παιδίον ὁμοίως. καταλιμπάνεται ἄρα μία πρότασις ἡ λέγουσα ὅτι τὸ μὴ ἀγαθὸν ἀγαθόν ἐστιν. αὕτη γὰρ ἀεὶ μάχεται τῇ ῥηθείσῃ ἀποφάσει τῇ ἀληθεῖ τῇ λεγούσῃ ‘τὸ οὐκ ἀγαθὸν οὐκ ἀγαθόν ἐστιν‘. ὡς οὖν ἔχει ἐπὶ ταύτης τῆς ἀντιθέσεως, οὕτως ἕξει καὶ ἐπὶ τῆς ἑτέρας. μάχεται ἄρα τῇ προτάσει τῇ λεγούσῃ ‘τὸ ἀγαθὸν ἀγαθόν ἐστιν‘ 〈οὐχ〉 ἡ πρότασις ἡ λέγουσα ‘τὸ ἀγαθὸν κακόν ἐστι‘, ἀλλ’ [οὐχὶ] ἡ λέγουσα ὅτι τὸ ἀγαθὸν οὐκ ἀγαθόν ἐστι. καὶ ταῦτα μὲν τὰ τοῦ ε ἐπιχειρήματος. λέγομεν δὲ πρὸς τοῦτο πρῶτον μὲν πόθεν ἀξιοῖ τὴν ἀκολουθίαν τῶν τοιούτων ἀντιθέσεων ἔχειν οὕτως ὥσπερ ἔχει ἐπὶ τῆς ἀόριστον ἐχούσης τὸν ὑποκείμενον; δεύτερον δὲ ὅτι καὶ τὰ ἀνόμοια πρὸς ἕτερα ἀντεξήτασεν. ὁ μὲν γὰρ ὑποκείμενος ὅρος ἀόριστος ὢν ἀδιαφόρως ἕξει καὶ τὰ ἑπόμενα, ὁ δὲ ὡρισμένος ὅρος πάντως καὶ τὸ ἑπόμενον 〈ὡρισμένον〉 ἕξει. πῶς οὖν ἀξιοῖ τὴν αὐτὴν ἀκολουθίαν ἔχειν τὴν ὡρισμένην ἀντίθεσιν τῇ ἀορίστῳ ἀντιθέσει; καὶ ταῦτα μὲν τὰ τῶν ἐπιχειρήσεων.
in Int.67 ἐπειδὴ δὲ ἔλαβεν ἐν τῷ παρόντι ἐπιχειρήματι οὐκέτι τὸν καθόλου προσδιορισμόν, εἴτε τὸν καταφατικὸν εἴτε τὸν ἀποφατικόν, ἀλλὰ μόνον τὸ ἄρθρον, προσδιορίζεται καὶ φησὶν ὅτι οὐδὲν διαφέρει εἰπεῖν τὰ ἄρθρα καὶ τὸν καθόλου προσδιορισμόν· τὸ γὰρ εἰπεῖν ὅτι τὸ ἀγαθὸν ἀγαθόν ἐστι τί διαφέρει τοῦ λέγειν ὅτι εἴ τι ἀγαθόν, ἀγαθόν ἐστιν; ὡσαύτως ἕξει καὶ ἐπὶ τῆς ἀποφάσεως. ὅταν γὰρ ἀναφορὰν οὐ σημαίνουσι τὰ ἄρθρα, εἴτε ἑνικὰ ὦσιν εἴτε πληθυντικά, πάντως τὸν καθόλου προσδιορισμὸν εἰσάγουσιν. ταὐτὰ γάρ ἐστιν εἰπεῖν δέκα τινῶν ὄντων ἀνθρώπων ὅτι ‘φέρε μοι τοὺς ἀνθρώπουσ‘ καὶ ‘φέρε πάντας τοὺς ἀνθρώπουσ‘, καὶ ‘ὁ ἄνθρωπος περιπατεῖ‘ καὶ ‘πᾶς ἄνθρωπος περιπατεῖ‘. ὅταν δὲ προεγνωσμένον ἐστὶ τὸ πρᾶγμα, καὶ ἀναφορὰν σημαίνει, τότε οὐκέτι ἰσοδυναμεῖ. εἰ δὲ ἐχρήσαντό τινες ἢ τῶν ποιητῶν ἢ τῶν ῥητόρων εἰπόντες σὺν τῷ ἄρθρῳ καὶ τὸν προσδιορισμόν, ἢ μέτρου χάριν ἢ ῥυθμοῦ ἀμφότεροι κατεχρήσαντο, ὥσπερ Δημοσθένης ἐν τῷ Περὶ τοῦ στεφάνου εἰπών ‘πρῶτον μὲν εὔχομαι 〈τοῖσ〉 θεοῖς πᾶσί τε καὶ πάσαισ‘. εἰ γὰρ εἶπεν ‘τοῖς θεοῖσ‘ τῷ ἄρθρῳ χρησάμενος, οὐκ ἔδει αὐτὸν ἐπαγαγεῖν καὶ τὸν καθόλου προσδιορισμόν, φημὶ δὴ ‘πᾶσί τε καὶ πάσαισ‘. Ἀμμώνιος δέ φησιν ὅτι οὐ πάντως τὸ ἄρθρον τὴν δύναμιν ἔχει τοῦ προσδιορισμοῦ τοῦ καθόλου, καὶ τοῦτο δῆλον ἐκ τοῦ παρ’ Ὁμήρῳ λέγοντος ὀνείρου ‘θωρῆξαί σε κέλευε καρηκομόωντας Ἀχαιούσ‘, φησίν, ὅτι ὡς μὴ ἀρκεσθεὶς τῷ ἄρθρῳ ἐπήγαγεν τὸ ‘πανσυδίῃ‘· ὅθεν καὶ ἡ πλάνη τῷ Ἀγαμέμνονι γέγονεν. ἡμεῖς δὲ λέγομεν ὅτι αὐτόθεν ἐκεῖ οὔτε κεῖται τὸ ἄρθρον καὶ εἰκότως ἐπήγαγεν τὸ ‘πανσυδίῃ‘ ἤτοι τὸν καθόλου προσδιορισμόν· αἱ γὰρ ἀπροσδιόριστοι προτάσεις ἰσοδυναμοῦσι ταῖς μερικαῖς. ὥστε, καθὰ εἴρηται, εἰ μὴ ἀναφορὰν σημαίνει τὸ ἄρθρον, πάντως τὸν καθόλου προσδιορισμὸν εἰσάγει, εἰ μήτοι γε ἢ ῥυθμοῦ χάριν ἢ μέτρου λαμβάνεται. Εἰπὼν δὲ ταῦτα ἐπὶ δόξης ἐγύμνασεν τὸν λόγον καὶ ἐπιφέρει λέγων ὅτι οὐδὲν διαφέρει ἐπὶ δόξης καὶ ἐπὶ τῶν προφορικῶν λόγων τὰ αὐτὰ λέγειν. ὁ γὰρ προφορικὸς λόγος σύμβολόν ἐστι τῶν ἐν τῇ ψυχῇ παθημάτων, καὶ ὡς ἔχει ἐπὶ τῆς δόξης, οὕτως ἔχει καὶ ἐπὶ τῶν προφορικῶν λόγων. εἶτα ἐπεὶ ἐλάμβανεν ἐν τῷ τελευταίῳ ἐπιχειρήματι ὅτι τὰ ἐναντία οὐδέποτε συναληθεύουσιν, οἷον ‘τὸ μὴ ἀγαθὸν κακόν ἐστι‘ καὶ ‘τὸ μὴ ἀγαθὸν [οὐκ] ἀγαθόν ἐστιν‘, ὡς εἰ ἔλεγέν τις πρὸς αὐτόν ‘πόθεν δῆλον ὅτι τὰ ἐναντία οὐ συναληθεύουσι;‘ κατασκευάζει αὐτὸ τοῦτο συλλογιστικῶς ὅτι τὰ ἐναντία ἀντικείμενα, τὰ δὲ ἀντικείμενα ἀδύνατον ἅμα εἶναι, τὰ ἐναντία ἄρα ἀδύνατον ἅμα εἶναι. τοῦτο τὸ συμπέρασμα λαμβάνει ὡς πρότασιν καί φησιν ‘εἰ τὰ ἐναντία ἅμα ἀδύνατον εἶναι, ταῦτα δὲ περὶ ὧν εἴπομεν ἐνδέχεται, τὸ οὐκ ἀγαθὸν 〈καὶ τὸ〉 κακόν, ἀδύνατον ἄρα ταῦτα ἐναντία εἶναι‘.
in Int.68 ταῦτα εἰπὼν πέρας τῇ παρούσῃ τέθεικε πραγματείᾳ. Ἔτι ὁμοίως ἔχει ἡ τοῦ ἀγαθοῦ ὅτι ἀγαθὸν καὶ ἡ τοῦ μὴ ἀγαθοῦ ὅτι οὐκ ἀγαθό ν. ἰστέον ὅτι καὶ ἐνταῦθα, ὡς καὶ ἐν τῇ προλαβούσῃ πράξει εἴπομεν, κυρίως μέν, ὡς παραδέδωκεν, κατάφασίς ἐστιν αὕτη ἡ ἐκ μεταθέσεως ἀόριστον ἔχουσα τὸν ὑποκείμενον· αὐτὸς δὲ ἔλαβεν αὐτὴν ἀντὶ ἁπλῆς ἀποφάσεως. ὅθεν καλῶς ἡμῖν εἴρηται μηδὲν ταύτας τὰς προτάσεις κατὰ τὸ σημαινόμενον ἀλλήλων διαφέρειν. Οὐ γὰρ δὴ ἡ λέγουσα ὅτι κακό ν · ἅμα γὰρ ἄν ποτε εἶεν ἀληθεῖ ς. τὸ ποτὲ εἶπεν, ἐπειδὴ ἐπὶ τῶν ἀδιαφόρων ἡ μὲν λέγουσα κακὸν ψεύδεται, ἐπὶ δὲ τῶν μοχθηρὰν ἐχόντων ἕξιν ἀμφότεραι ἀληθεῖς. ἐν οἷς ἡ πρᾶξις. Πεπλήρωται σὺν θεῷ τὸ Περὶ ἑρμηνείας Ἀριστοτέλους εὐτυχῶ ς .