eul_wid: nyi-ad

Περὶ ἀπλῶν φαρμάκων
On Simple Medicines

Dioscorides of Anazarbus On Simple Medicines PDF

1.pr Ἡ τῶν ἁπλῶν φαρμάκων παράδοσις, τιμιώτατε Ἀνδρόμαχε, τῆς τῶν ποικίλων ἀποδεκτοτέρα πέφυκεν, οὐ μόνον διὰ τὸ εὐπαρακολούθητον ἀλλὰ καὶ διὰ τὸ εὐπόριστον, καὶ διὰ τὸ αὐτῶν τῶν προσφερομένων ἑκάστου τὴν δύναμιν φανερὰν ὑπάρχειν τοῖς προσφερομένοις καὶ χρωμένοις, ἀπολελυμένην καὶ ἀνεπίμεικτον ἑτέρου γένους ὑπάρχουσαν, λαμβάνεσθαί τε ῥᾳδίως ἐξ αὐτῆς τὸ ὡς πρὸς τὰ πάθη κατάλληλον, ὅπερ ἐπὶ τῶν ποικιλωτέρων οὐχ ὁρᾶται γινόμενον φαρμάκων· ἀναφέρεται γὰρ ἐπ’ ἐκείνων οὐκ ἐπὶ τὰς κατὰ μέρος τῶν μειγνυμένων ἐνεργείας ἡ δύναμις, ἐπὶ δὲ τὴν ἐκ τῆς μείξεως ἀνεκλάλητον ἀλληλουχίαν. ἀνατίθεμεν δὲ σοὶ τὰ βιβλία τῷ δυναμένῳ ἐπικρῖναι δι’ ἧς ἔχεις ἐμπειρίας τῶν ἡμετέρων πόνων, καὶ διότι ὀφείλεται ἀνδρὶ ἀποδεχομένῳ ἡμᾶς ἡ τοιαύτη χάρις. ποιησόμεθα δὲ τὴν ἀρχὴν ἀπὸ τῶν περὶ κεφαλὴν συνισταμένων παθῶν, προδιαστειλάμενοι ὅτι ὅσα ἐν ποτήματος μέρει παραλαμβάνομεν ἐπὶ τῶν ἐντοσθιδίων, ταῦτα ὡς ἐπὶ τὸ πολὺ ἐπὶ τῶν κεχρονισμένων ἤδη καὶ τύλον ἐχουσῶν ἐγκρίνομεν διαθέσεων, οὐκ ἀγνοοῦντες ὅτι πρόσφατον πάθος διὰ τῆς κοινῆς καὶ ἀπεριέργου θεραπεύεται ἀγωγῆς.
1.1 πρὸς κεφαλαλγίας προσφάτους δίχα πυρετοῦ γινομένας ὠφελεῖν πέφυκεν ἔλαιον ἐμβρεχόμενον τὸ ἐκ τῆς ἀγριάδος ἐλαίας, ῥόδινον, μυρσίνινον, ἀμυγδάλινον, μήλινον, οἰνάνθινον· ποιεῖ δὲ ταῦτα καὶ μετὰ ὄξους καὶ μετὰ χυλῶν ἐνίοτε παραμειγνυμένων ἀνδράχνης. ἀειζώου, ἑλξίνης, στρύχνου, τριβόλου χλωροῦ, μυοσώτου. ποιεῖ δὲ καὶ τὸ ψύλλιον σὺν ὄξει βραχὲν καὶ ῥοδίνῳ, καὶ τῆλις ἀποβραχεῖσα ἐν ὕδατι καὶ ἑψηθεῖσα ἐπ’ ὀλίγον ἕως γλισχράσματος, αὐτῆς μετὰ ῥοδίνου καὶ ὄξους ἐμβρεχομένης.
1.2 πρὸς δὲ τὰς χρονίας κεφαλαλγίας ὀνίνησιν ἐμβρεχόμενα σὺν ὄξει καὶ ῥοδίνῳ ταῦτα· σφονδύλιον, πευκέδανον, ἄγνου σπέρμα σὺν ὄξει καὶ ῥοδίνῳ γλοιοποιηθέν, ὤκιμον, ἄμωμον, δαφνίδες, ἕρπυλλον, καλαμίνθη, κόνυζα ἡ λεπτόφυλλος, πήγανον, ἀμύγδαλα πικρά, καὶ τὰ ἀποζέματα δὲ τούτων, μειγνύμενα δὲ τῳ ὄξει καὶ ῥοδίνῳ ποιεῖ· πρὸς δὲ τούτοις σκαμμωνίας τε καὶ συκαμίνου ὀπός, ⟨καὶ⟩ καταπλασσομένου δὲ τοῦ μετώπου καὶ κροτάφων, ἐνίοτε δὲ εἰ ἐπείγοι καὶ ὅλης τῆς κεφαλῆς.
1.3 ἐγχεόμενα δὲ ταῖς ῥισὶ σὺν μέλιτι καθαίρει καὶ διὰ στόματος ὠφελίμως — χρώμεθα δὲ αὐτοῖς ἐπὶ τῶν κεχρονισμένων κεφαλαλγιῶν καὶ πρὸς μηδὲν τῶν ἄλλων βοηθημάτων ὑπακουουσῶν — ἀναγαλλίδος χυλός, πρασίου, κυκλαμίνου ῥίζης, ἀνεμώνης ῥίζης, σικύου ἀγρίου ῥίζης, χελιδονίου τοῦ μικροῦ τῶν ῥιζῶν, κισσοῦ φύλλων, κράμβης φύλλων, τευτλίου λευκοῦ τῆς ῥίζης. ἴρινον μύρον. ξηρὰ δὲ λεῖα ἐγχεῖται σὺν μέλιτι στρούθιον, δαφνοειδοῦς σπέρμα, ἶρις ξηρά, ἐλλέβορος λευκός, καστόριον, νίτρον, σάμψουχον, πέπερι, σταφὶς ἀγρία, μελάνθιον σύν ἰρίνῳ 〈ἐλαίῳ〉, ἐλατήριον σὺν ὕδατι.
1.4 ὑποθυμιώμενον δὲ ταῖς ῥισὶν διὰ τῆς τῶν ἀτμῶν ἀναδόσεως ὠφελεῖ ἄνησσον. ὠφελεῖ δὲ κατὰ τοὺς ἰδίους καιροὺς παραλαμβανόμενα καὶ τὰ πταρμικά· ἔστι δὲ ἐλλέβορος 〈λευκός〉, [καὶ] καστόριον, πέπερι, στρούθιον, σίνηπυ, ἰὸς ξυστός, τριχομανὲς λεῖον ἐντιθέμενον ταῖς ῥισὶν καὶ ἡ λεγομένη πταρμικὴ πόα.
1.5 καὶ οἱ ἀποφλεγματισμοὶ δὲ οὐκ ἀνωφελῶς ἐπὶ τῶν χρονίως κεφαλαλγούντων παραλαμβάνονται. ἐπιτηδεύονται δὲ διαμασωμένων τούτων· δαφνοειδοῦς σπέρματος, καππάρεως τοῦ ἐκ τῶν ἀπίων καρποῦ, κρήθμου, καρδάμου καρποῦ, μαστίχης, νάπυος, πεπέρεως στρογγύλου καὶ μακροῦ, πυρέθρου καὶ σταφίδος ἀγρίας μετὰ νίτρου καὶ πεπέρεως — καίει δὲ 〈τὴν〉 ἀρτηρίαν —, ἀνεμώνης ῥίζα, σταφὶς ἐκγεγιγαρτισμένη μετὰ πεπέρεως, θύμον, ὕσσωπον, στρούθιον.
1.6 ὑπατμιζόμενα δὲ πρὸς ὠφελείας καθίσταται θάλασσα θερμὴ σὺν ὄξει ἑψομένη. εἰ δέ ποτε ἀναγκαζοίμεθα δι’ ὑτερβολὴν ἀλγημάτων καὶ ἐπὶ ποικιλωτέρας ἔρχεσθαι βοηθείας, χρησόμεθα μετὰ τῶν προειρημένων καὶ καταντλήμασιν ἐψιλωμένης τῆς κεφαλῆς, ἀποζέματι κυπαρίσσου, δάφνης, μήκωνος κωδυῶν ξηρῶν, ἄγνου φύλλων καὶ καρποῦ μήκωνος τῆς ῥοιάδος τῶν κεφαλῶν. χρώμεθα δὲ τούτοις καὶ ἐπὶ τῶν φρενιτικῶν· ὑπνωτικὰ γὰρ ἄγαν καθεστήκασιν.
1.7 κατάρρους δὲ τοὺς ἐν μυκτῆρσιν ἐφίστησιν ἄσφαλτος ὑποθυμιωμένη, σμύρνα διαψωμένων τῶν μυκτήρων, κυάμινον ἄλευρον σὺν σκορόδῳ ῥοφούμενον, μελάνθιον ὀσφραινόμενον· ὠφελεῖ 〈δὲ〉 μεγάλως κυπαρίσσου σφαιρίων σπέρμα τριβὲν μετ’ οἴνου καὶ ἀναρροφηθὲν τῷ μυξωτῆρι.
1.8 πταρμοὺς δὲ κωλύουσιν παρακρατηθεῖσαι τοῖς δακτύλοις αἱ ἐγκάνθιαι φλέβες καὶ ῥῖνες. παύει δὲ πταρμοὺς συνεχεῖς ὠκίμου σπέρμα λεῖον, καὶ ἡ πόα 〈δὲ〉 ἀποσφραινομένη.
1.9 〈τοῖς δὲ σεισοκεφάλοις στοιχάδα βοτάνην διὰ ὕδατος ἢ ὑδρομέλιτος δίδου πίνειν, καὶ ἀπαλλάσσονται〉. τοῖς δὲ σειριῶσι παιδίοις ὠφελίμως κατὰ τοῦ βρέγματος ἐπιτίθεται ἡλιοτροπίου τοῦ σκορπιούρου καλουμένου φύλλα, κολοκύνθης ξύσματα, σικύου [τοῦ] πέπονος τὸ ἐπικείμενον τῇ σαρκὶ δέρμα, στρύχνου κηπαίου τῶν φύλλων χυλὸς μετὰ ῥοδίνου.
1.10 ἐπὶ δὲ τῶν μετὰ πυρετοῦ τὴν κεφαλὴν πεπονθότων, ὡς ἐπὶ φρενιτικῶν καὶ ληθαργικῶν, ἁρμόζει ἰδίως· ἄγνου σπέρμα μετ’ ἐλαίου ἑψηθὲν ἐπιβρεχόμενον, ἀμύγδαλα πικρὰ σὺν ὄξει καὶ ῥοδίνῳ, πήγανον σὺν ὄξει καὶ ῥοδίνῳ καὶ ἕρπυλλον ὁμοίως· κισσοῦ τῶν φύλλων χυλός, καστόριον ἢ πευκέδανον ἤ σφονδύλιον μετὰ ῥοδίνου καὶ ὄξους, πήγανον καὶ λινόσπερμον πεφωγμένον ἡσυχῇ ἀναλημφθέντα κηρωτῇ καὶ ἐπιτεθέντα ἐπὶ τὴν κεφαλὴν καὶ τὸ μέτωπον.
1.11 ὑπνοποιὰ δὲ καθέστηκεν καταπλασσόμενα κατὰ τοῦ μετώπου καὶ μυκτῆρσιν προσαγόμενα· καρπὸς ὠκίμου, ἀτρακτυλίδος, μήκωνος ὀπός, ὑοσκυάμου καρπὸς καὶ φύλλα, ἁλικακκάβου ὁμοίως καὶ τὰ μωρίου φύλλα — εἶδος δέ ἐστι μανδραγόρου —, στρύχνου ῥίζης τοῦ ὑπνωτικοῦ φλοιός, βακχάριδος φύλλα — ἔστι δὲ εὐώδη —, μαλαβάθρου φύλλα ἑψηθέντα ἐν οἴνῳ τῶν μυξωτήρων διαψωμένων, κρόκινον, μετώπιον, κύπρου ἄνθη, μανδραγόρου ὀπὸς καὶ ῥίζα καὶ καρπός, καὶ μήκωνος ὁμοίως, καστόριον, σμύρνα.
1.12 πινόμενα δὲ ὕπνον ποιεῖ· μηκωνίου 〈· α′ μετὰ στύρακος καὶ σμύρνης ἴσων — δίδου 〈δὲ〉 ὀρόβια γ′ —, ἢ μανδραγόρου ὀβολοὶ β′ μετὰ τῶν προγεγραμμένων ἴσων, ἢ τῶν ῥιζῶν τὸ ἀπόβρεγμα κυάθων β′ λαμβανομένων, ἢ ὀποῦ μήκωνος ὅσον ὄροβος καταπινόμενος, ἢ τὰ φύλλα τῆς μήκωνος ἀντιλαμβάνων ἐσθιόμενα, θρίδακος ἀγρίας ὀπὸς καὶ ἡμέρου πινόμενος, καὶ αὐταὶ δ’ ἐσθιόμεναι. χρώμεθα δὲ τοῖς ὑπνωτικοῖς καὶ ἐφ’ ὧν ἐστι τὰ χρόνια πάθη, εἰ ἀποτεμνόμενός τις ἢ καιόμενος ἀναντίλημπτος ἐθελήσειε τῶν ἀλγηδόνων γίνεσθαι.
1.13 δακτυλίῳ δὲ προσαγόμενα ὕπνον ποιεῖ μανδραγόρου ἢ μήκωνος ὀπὸς ἀνεθεὶς καὶ σὺν ἐρίῳ προστεθείς.
1.14 ἐγερτικὴν ἔχει δύναμιν ἐπὶ ληθαργικῶν ταῖς ῥισὶ προσαγόμενα· ὄξος, ἐλλέβορος λευκός, σίνηπυ, πέπερι, καστόριον, στρούθιον, σφονδύλιον, πευκέδανον, φώκης πυτία, κεδρία, πίσσα ὑγρά, πήγανον, ἁβρότονον, ἐλλύχνιον κεκαυμένον, κάρδαμον, πίττα ὠμή, σιλφίου ὀπός, κρόμυον, σκόροδον, χαλβάνη, ἄσφαλτος, κνίδη προσαγομένη σκέλεσι καὶ μετώπῳ, ὕδατος πολλοῦ καὶ ψυχροῦ 〈ἢ〉 ὄξους κατάντλησις, σίνηπυ λεῖον σὺν ὄξει καταχριόμενον κατὰ τῶν σκελῶν καὶ χειρῶν ἄκρων.
1.15 [ὑποθυμιώμενα δὲ ἐγείρει λίθος κάτωθεν τῇ Σαμίᾳ γῇ εὑρισκόμενος, λωτοῦ τοῦ δένδρου πρισμάτων τὸ ἀπόβρεγμα, καστόριον, βαλσάμου καρπὸς μεθ’ ὕδατος. καὶ τοὺς σκοτωματικοὺς ὠφελεῖ ἐμβρέγματα] ὑποθυμιώμενα δὲ ἐγείρει λίθος γαγάτης, καστόριον, πευκέδανον, ἄσφαλτος, θεῖον, χαλβάνη, σφονδύλιον, σαγαπηνόν, λειχὴν ἵππου 〈ἢ〉 ἡμιόνου, ἐλέφαντος ὄνυξ καὶ ξύσμα τοῦ ὀδόντος, κέρας ἐλάφου, φώκης πυτία καὶ ἐρίφου, τράγου ῥύπος, κροκοδίλου στέαρ, ἁβρότονον, σίλφιον.
1.16 πινόμενα δὲ ἐγείρει λίθος ὁ ἐν τῇ Σαμίᾳ γῇ εὑρισκόμενος, λωτοῦ τοῦ δένδρου πρισμάτων τὸ ἀπόβρεγμα, καστόριον, βαλσάμου καρπὸς μεθ’ ὕδατος.
1.17 (16 Sp.) καὶ τοὺς σκοτωματικοὺς δὲ ὠφελεῖ ἐμβρέγματα τὰ προγεγραμμένα ἐπὶ τῶν κεφαλαλγούντων· διεγείρει δὲ αὐτοὺς ὅσα καὶ τοὺς ληθαργικούς.
1.18 ποτήματα δὲ ὠφελεῖ τοὺς μαινομένους ἱππομαράθου ῥίζα καὶ τὸ σπέρμα σὺν ὕδατι, βρυωνίας ῥίζης 〈· α′ μεθ’ ὕδατος καθ’ ἡμέραν ἢ σὺν μελικράτῳ, λίθος ὁ ἐν τῇ Σαμίᾳ γῇ εὑρισκόμενος, ῥητίνης Λιβυκῆς 〈· α′ μεθ’ ὕδατος πινομένη. θυμιᾶται δὲ ἐπ’ αὐτῶν ὠφελίμως, ὅσα ἐπὶ ληθαργικῶν ἱστόρηται.
1.19 (18 Sp.) ἐπιλημπτικοὶ δὲ ὠφελοῦνται, ἐάν τις τὰς χοιράδας αὐτῶν μέχρι τοῦ τραχήλου γαλῆς αἵματι καταχρίσῃ. ὠφελεῖ δὲ καὶ ἑφθὴ ἐσθιομένη γαλῆ χωρὶς τῶν ποδῶν αὐτῆς καὶ 〈τῆς〉 κεφαλῆς, καὶ τὸ ἧπαρ δὲ αὐτῆς σὺν ὕδατι πινόμενον· ὠφελεῖ καὶ ἧπαρ ὄνειον 〈ὀπτὸν〉 ἐσθιόμενον· νήστεις δὲ λαμβανέτωσαν. ἢ λέοντος χολὴν μείξας μέλιτι ἀπόθου καὶ δίδου ἐντεῦθεν κοχλιάριον ἓν μεθ’ ὕδατος ἐπὶ ἡμέρας ζ′, προκαθαίρων τούτῳ·
1.20 πίνεται 〈δὲ〉 ὠφελίμως σὺν ὀξυκράτῳ· αἰγείρου καρπός, Ἀμμωνιακοῦ θυμιάματος 〈· α′ — αἷμα δὲ ἄγει— , πηγάνου ἀγρίου σπέρμα, ἀκόνης Ναξίας τὸ ἀπότριμμα τοῦ πρὸς αὐτὴν ἀκονηθέντος σὺν ἐλαίῳ σιδήρου, πυτία λαγωοῦ ἢ νεβροῦ, σφονδύλιον σὺν ὕδατι· βρυωνίας ῥίζης 〈· α′ καθ’ ἡμέραν εἰς ἐνιαυτὸν λαμβανομένη, στρύχνου τοῦ τὸν καρπὸν ἔχοντος πυρρὸν ῥίζα ξηρά, βαλσάμου καρποῦ 〈· ϙ′·
1.21 (19) περιαπτόμενον δὲ ἱκανῶς ὠφελεῖ τοῦτο τοὺς ἐπιλημπτικούς χελιδόνων νεοσσὸν ἀνασχίσας ἐκ τῆς πρώτης νεοσσιᾶς εὑρήσεις λίθους ἐν τῇ γαστρὶ δύο, ποικίλον ἕνα καὶ τὸν ἕνα καθαρόν. τοὺς δύο δὴ πρὶν ἢ χαμαὶ τεθῆναι ἔνδησον εἰς δέρμα γαλῆς ἢ πλατυκέρωτος ἐλάφου καὶ περίαψον τραχήλῳ ἢ βραχίονι. διηνεκῶς δὲ ἐχέτω τοῦτο, χαμαὶ δὲ μηδέποτε τίθει· λάμβανε δὲ μεταξὺ αὐξομένης τῆς σελήνης τοὺς λίθους. τοῦτο ἐὰν προσάξῃς ἐπιλημφθέντι, διεγερθήσεται.
1.22 ἀνακαλεῖται δὲ τοὺς ἐπιλήμπτους σίνηπυ μετ’ ὄξους ὀσφραινόμενον, χαλβάνη ὑποθυμιαθεῖσα. κἄν διέλῃς δὲ ἐξ οὑδηποτοῦν μέρους τὸ σῶμα αὐτῶν καὶ τῷ ἀπορρέοντι αἵματι διαχρίσῃς τὸ στόμα, εὐθέως διεγείρονται.
1.23 ἐλέγχει δὲ ἐπιλημπτικοὺς θυμιώμενα· ἄσφαλτος, γαγάτης λίθος, κέρας αἴγειον. ἐσθιόμενον δὲ ἧπαρ τράγειον, καὶ ἡ ὀσμὴ δὲ ἡ ἀπ’ αὐτοῦ ὀπτωμένου ἀναφερομένη.
1.24 ἀμέθυστα δέ ἐστιν ἀμυγδάλων πικρῶν ἀποβρέγματος κύαθος εἷς προπινόμενος, ἐλάφειον 〈ἧπαρ〉 ταριχηρὸν ὀπτὸν προεσθιόμενον· ἢ οἶνος ἀψινθίτης προπινόμενος, ἢ μυρτίτης ὁμοίως λαμβανόμενος, καὶ 〈αὐτὰ〉 τὰ μύρτα προεσθιόμενα, καὶ πηγάνου ἀπόζεμα πινόμενον.
1.25 (24 Sp.) ἐπιπινόμενα δὲ μέθην σβεννύει Κενταυρείου τοῦ λεπτοῦ ἀπόζεμα, ἱερᾶς βοτάνης τὸ σπέρμα μεθ’ ὕδατος ποθέν, καὶ κράμβη ἐπεσθιομένη καὶ ῥάφανος.
1.26 (25) δεῖ δὲ παραφυλάττεσθαι ἐπὶ τῶν περὶ τὴν κεφαλὴν παθῶν τὰ ἁπτόμενα ταύτης καὶ πολλάκις εἰς ὑπομνήσεις καὶ παροξυσμοὺς ἄγοντα τὰς διαθέσεις. ἔστιν δὲ πινόμενα 〈ταῦτα〉· ἄγνου σπέρμα, ἀψινθίου χύλισμα, γάλα γλυκύ, βάλανοι δρύιναι ἐσθιόμεναι, ἐλαῖαι μέλαιναι, μεμαίκυλα βρωθέντα, ὄροβος — οὗτος δὲ καὶ τὰ ἄρθρα παραλύει πολλάκις —·
1.27 (26) ταραχώδεις δὲ τοὺς ὕπνους ποιεῖ ποθέντα σὺν οἴνῳ· πυκνοκόμου καρπός, λεοντοποδίου ὁμοίως, ἐρεγμὸς πολὺς βρωθείς.
1.28 (22) πρὸς δὲ τοὺς ὑπὸ τῶν ἐφιαλτῶν συνεχῶς πνιγομένους ἰῶνται γλυκυσίδης οἱ μέλανες κόκκοι ιε′ ποθέντες μεθ’ ὕδατος πολλάκις.
1.29 (27 ) ὀφθαλμῶν δὲ μελλόντων ῥευματίζεσθαι ἐφίστησιν πολλοῦ ψυχροῦ κατάντλησις, ἐνίοτε καὶ ὄξους μιγέντος, καὶ μάλιστα θέρους.
1.30 (29) πρὸς δὲ τὰς φλεγμονὰς τῶν ὀφθαλμῶν καταπλάσματα ἁρμόζει· ἄλφιτα μετὰ ἀρνογλώσσου καταπλασσόμενα, βάτου φύλλα ἢ ἀρνογλώσσου ἢ μυὸς ὠτίδος ἢ τριβόλου χλωροῦ, ἀνδράχνης, ἀειζώου, ἀμώμου, ἡμεροκαλλοῦς, ἴου, κρότωνος· φύλλα ἐλατίνης, φύλλα πολυγόνου, σέριδος, σελίνου, κορίου, κυπαρίσσου φύλλα λεῖα, κολοκύνθης ξύσματα, πέπονος σάρξ, σχοίνου φύλλα τὰ ἁπαλά, ὑοσκυάμου φύλλα, Κυδωνίων ἄνθος·
1.31 (30) κατὰ δὲ τοῦ μετώπου καταπλασσόμενα ὠφελεῖ· τεῦτλον σὺν στυπτηρίᾳ ὀλίγῃ λεία, μαλαβάθρου φύλλα ἐν οἴνῳ ἀποζεσθέντα, κυάμινον ἄλευρον σὺν ὕδατι θερμῷ, σικύου πέπονος σάρξ, πηγάνου φύλλα ἐν οἴνῳ ἑφθά.
1.32 (36) οἰδήματα δὲ πραύνει ἄμι σὺν λινοσπέρμῳ, ἀνήθου ῥίζα μεθ’ ὕδατος λεία, κυάμινον ἄλευρον σὺν λιβανωτῷ λείῳ καὶ ᾠοῦ τῷ λευκῷ.
1.33 (37) πρὸς δὲ τὰς ἐκ πληγῆς συγχύσεις καὶ φλεγμονὰς ἰδίως ποιεῖ στοιβῆς καρπὸς ἐν οἴνῳ ἑψηθεὶς καὶ λεῖος ἐπιτεθείς.
1.34 (28) ἵστησιν δὲ τὰ ῥεύματα ἐπὶ τοῦ μετώπου ἐπιτιθέμενα ἀνακολλήματα· ᾠοῦ τὸ λευκόν, γῦρις, λίβανος, μιγέντα καὶ ἐπίχρισθέντα ὀθονίῳ, ἢ 〈ἡ〉 ἀπὸ τῶν μαγειρείων αἰθάλη πυέλῳ μαλαχθεῖσα ἐπιχρίεται. (31) πρὸς δὲ τὰς φλεγμονὰς καὶ τὰ ῥεύματα τοῦτο· ἀσφοδέλου ῥίζης χυλοῦ 〈· α′, κρόκου 〈· α′, σμύρνης 〈· α′, γλυκέος παλαιοῦ ξε′ βς′ ἕψε, ἕως ἑνωθῇ καὶ σχῇ ἐπίχριστον πάχος· ποιεῖ καὶ τὸ γλαύκιον σὺν ὕδατι, κρόκος σὺν γάλακτι, κωνείου χύλισμα, λύκιον, ῥόδων χυλὸς ἡψημένος.
1.35 (32) ἐγχυματιζόμενα δὲ ὠφελεῖ ἁπλᾶ καὶ ἀπερίεργα ὄντα καὶ στέλλοντα ταχέως τὰς ἐπιφορὰς καὶ τὰ ἕλκη πληροῦντα καὶ ἀποκαθαίροντα· σπόδιον καὶ ὀπὸς 〈σιλφίου〉 ἴσα μειγνύμενα αὑτοῖς εἰς ἀνάπλασιν, ἀειζώου χυλὸς καὶ ἀνδράχνης κατὰ τὸ πρόσφατον ἐγχυματιζόμενοι καὶ μετὰ κόμμεως καὶ σποδίου ἡμίσους ἀναπλασθέντες καὶ ἀναχριόμενοι, καὶ ἀρνογλώσσου χυλός, ἀκακίας χυλός, γλαυκίου χυλός, ὠκίμου 〈χυλὸς〉 σὺν οἴνῳ.
1.36 (34) πρὸς δὲ τὰ κεχρονισμένα ἕλκη καὶ ῥεύματα ἁρμόζει λεῖα ἐγχριόμενα· λίθος γαλακτίτης, λίθος 〈ὁ〉 θυίτης καλούμενος, λίθος σάπφειρος σὺν γάλακτι, χαλκὸς κεκαυμένος σὺν γάλακτι, θρίδακος ἀγρίας ὀπὸς σὺν γυναικείῳ γάλακτι· τοῦτο καὶ τὰ ἐπικαύματα θεραπεύει· ἐλαίας τῶν φύλλων χύλισμα, λευκογραφὶς σὺν γάλακτι’ αὕτη δὲ ποιεῖ 〈καὶ〉 πρὸς ἕλκη καὶ πρὸς ἐπικαύματα. πινόμενον δὲ ἵστησιν ῥεύματα χρόνια κύμινον σὺν οἴνῳ καὶ ὕδατι λαμβανόμενον.
1.37 (38) ὑποδρομὰς δὲ αἵματος θεραπεύει ἐγχριόμενον αἷμα περιστερᾶς πρόσφατον, τρυγόνος, πέρδικος, φάττης· γάλα γυναικεῖον σὺν λιβανωτῷ, κόκκος βαφικὴ σὺν γάλακτι ὁμοίως, αἱματίτης λίθος σὺν γάλακτι γυναικείῳ, ὕσσωπον λεῖον ἐνδεθὲν εἰς ὀθόνιον καὶ ἀποβαπτόμενον εἰς ὕδωρ θερμὸν πυριωμένου τοῦ ὀφθαλμοῦ, ἄσφαλτος καὶ λίβανος ἴσα ὑποθυμιαθέντα.
1.38 (39) προπτώσεις δὲ ὀφθαλμῶν στέλλει καταπλασσόμενα, εἰ μὲν ἀλγήματα εἴη, λινόσπερμον καὶ τῆλις σὺν ὑδρομέλιτι ἑφθά· εἰ δὲ παρήκμασεν τὰ ἀλγήματα ἢ μηδὲ ἐγένετο, εὐθέως ἐπὶ τὰ στύφειν τε καὶ ψύχειν δυνάμενα παραγίνεσθαι δεῖ, ὁποῖά ἐστι βάτου φύλλα, μελίλωτον σὺν γλυκεῖ καὶ ᾠοῦ ἑφθοῦ λεκίθοις καὶ κρόκῳ, κυάμινον ἄλευρον σὺν ῥόδοις, λινόσπερμον σὺν ὕδατι καὶ λιβανωτῷ καὶ σμύρνῃ, μελάνθιον σὺν ἀλφίτῳ λεῖον, μηκώνιον σὺν λεκίθῳ ᾠοῦ ὀπτοῦ καὶ κηρωτῇ, πήγανον σὺν ἀλφίτῳ.
1.39 (40) σταφυλώματα δὲ αἴρει κανθαρίδος προσφάτου θλασθείσης ἐγχριόμενον τὸ ὑγρὸν ἢ αὐτή.
1.40 καθαίρει δὲ τὰ ἐπισκοτοῦντα ταῖς κόραις 〈καὶ〉 ἄργεμα καὶ νεφέλια καὶ ἀχλῦς· ποιεῖ δὲ καὶ ὀξυδερκίαν (41) ἐπὶ τῶν ἀμβλυωπούντων ἐγχριόμενα· ἀκόρου χύλισμα, λιβανωτίδος σπέρμα λεῖον μετὰ γάλακτος, μήκωνος κερατίτιδος τοῦ φύλλου ἢ καὶ τῶν ἀνθῶν ὁ χυλὸς ἐνσταζόμενος καὶ ἐπὶ κτηνῶν ἄργεμον ἀποκαθαίρει, ἁλικακκάβου ῥίζης τοῦ φλοιοῦ καὶ καρποῦ χυλὸς ὁμοίως, ἢ καὶ 〈ὁ〉 ὀπὸς αὐτοῦ σὺν μέλιτι·
1.41 (42) οὐλὰς δὲ σμήχει ἐγχριόμενα ἰδίως· ἁλκυόνιον Μιλήσιον σὺν μέλιτι, Ἀμμωνιακὸν 〈θυμίαμα〉 λεανθὲν σὺν οἴνῳ καὶ μέλιτι, ἀνεμώνης ῥίζα τῆς στρογγύλης σὺν μέλιτι, ἀναγαλλίδος φοινικῆς χυλὸς ὁμοίως, πηγάνου ἀγρίου χυλὸς ἐγχριόμενος.
1.42 (43) ἁρμόζει δὲ ἐσθιόμενα ἀμβλυωποῦσι ταῦτα· ἐχίδνης σὰρξ ἑφθή, θύμον, κράμβης καυλοὶ ὠμοί, ῥάφανος, μάραθον, κρόμυον, κάρδαμον, καὶ πάντα καθόλου τὰ δριμέα, ὄξος σκιλλιτικόν. φυλάσσεσθαι δὲ δεῖ καὶ τὰ ἐπιτείνοντα τὰς ἀμβλυώσεις ἐσθιόμενα· ἔστι δὲ ἄνηθον καὶ τὸ σπέρμα αὐτοῦ, φακός, ἐλαῖαι μέλαιναι, θρίδαξ, πράσον κεφαλωτόν, σέλινον, ὤκιμον.
1.43 (44) νυκτάλωπας δὲ ἐγχριόμενα ὠφελεῖ· αἶμα τρυγόνος, φάσσης, περιστερᾶς, πέρδικος ἢ αἰγὸς ἀγρίας καὶ τράγου· ἥπατος αἰγέιου ὁ ἐν τῇ ὀπτήσει ἰχὼρ ἀπορρέων ἐγχριόμενος, καὶ αὐτὸ τὸ ἧπαρ ἐσθιόμενον, καὶ ἡ ἀτμὶς δὲ αὐτοῦ ἑψομένου ἑλκομένη ἀνεῳγόσι τοῖς ὀφθαλμοῖς· ὠφελεῖ δὲ καὶ ἐλατήριον λεῖον σὺν μέλιτι ἐγχριόμενον.
1.44 (45) πτερύγια δὲ τὰ ἐν ὀφθαλμοῖς τήκει προσαγόμενα· κίσηρις ὀπτὴ λεία, σηπίας ὄστρακον λεῖον, ἢ ἅλες καὶ καδμεία λεία, ἅπάντα ἴσα. (46) τὰ δὲ τραχέα βλέφαρα λεπτύνει ἐγχριόμενα σὺν μέλιτι λεῖα — δεῖ δὲ πυριᾶν ὕδατι μετὰ τὴν ἔγχρισιν, μέχρι παύσωνται δακνόμενοι —· ἰὸς χαλκοῦ καὶ σιδήρου σκωρία κεκαυμένη, χάλκανθος κεκαυμένη, μίσυ κεκαυμένον, χαλκῖτις κεκαυμένη·
1.45 (48) μίλφους δὲ καὶ τὰ βεβρωμένα βλέφαρα ὠφελεῖ ἀμόργη ἑψηθεῖσα καὶ ἐγχριομένη· ἢ λύκιον 〈Ἰνδικόν〉, Ἀρμένιον, 〈δ’〉 σὺν ὕδατι ἐγχριόμενον καὶ τὰς τρίχας αὔξει· χυλὸς θαλλίας, ἰὸς σιδήρου ἐπὶ πολλὰς ἡμέρας ἐν ἡλίῳ τριβεὶς μετὰ οἴνου καὶ σμύρνης ⟨καὶ〉 εἰς κολλούριον ἀναπλασθείς, κρομύου χυλὸς σποδίῳ ἀναλημφθείς, λεπὶς χαλκοῦ· ἢ καδμεία λεπτὴ ἀναλημφθεῖσα μέλιτι καὶ καεῖσα ἐν χυτριδίῳ καινῷ πηλᾷ τε κεραμικῷ πεπωμασμένῳ, ἔπειτα ὀπτηθεῖσα ἐπ’ ἀνθρακώματος μιγέντων αὐτῇ χαλκοῦ κεκαυμένου ἴσου καὶ στίβεως ἐξ ἡμίσους μέρους.
1.46 (49) ξηροφθαλμίαν δὲ καὶ κνησμοὺς ἰάσει ψωρικῷ λείῳ προσαπτόμενος, ἢ λεπίδι λείᾳ πεπλυμένη σὺν καδμείᾳ κεκαυμένῃ καὶ πεπέρει, ἢ ἀλόῃ σὺν πεπέρει, ἢ σιδήρου ἰῷ ξηρῷ, ἤ ὀμφακίῳ ξηρῷ λείῳ ὁμοίως.
1.47 (50) τὰ δὲ λεπρώδη πάθη τῶν βλεφάρων ὑγιάζει συκῆς ὀπὸς καταχριόμενος.
1.48 48 (51) φθειριάσεις δὲ τὰς ἐν τοῖς βλεφάροις καὶ ὀφρύσι θεραπεύει σὺν μέλιτι ἢ ὕδατι ἐπιχριόμενα σανδαράκη, σταφὶς ἀγρία.
1.49 (52) τὰς δὲ νυττούσας δίχα ῥευματισμοῦ χρονίου καὶ ἐκτιλείσας τρίχας ἐπὶ τῶν βλεφάρων ὡς τὸ πολὺ οὐκ ἐᾷ φυῆναι μετὰ τὸ ἐκτιλῆναι εὐθέως καταχριόμενα· αἷμα βατράχων τῶν χλωρῶν πρόσφατον καθ’ ἑαυτὸ ἢ μιγὲν χαμαιλέοντι κεκαυμένῳ λευκῷ ἄχρι ἀνθρακώσεως, ἢ αἷμα κόρεως καθ’ ἑαυτό, ἢ καπνοῦ τοῦ ἐν ταῖς κριθαῖς φυομένου ὁ χυλὸς σὺν κόμμει, ἢ τελλῖναι ταριχηραὶ κεκαυμέναι λεῖαι μετὰ κεδρίας, 〈ἢ〉 λωτοῦ κεκαυμένου ἡ τέφρα, ἢ στυπτηρία φορίμη.
1.50 (53) ἀνακολλήματα 〈τριχῶν· ἀνακολλᾷ〉 δὲ τὰς εἰσκλωμένας ἢ παραφυομένας τρίχας ἐν τοῖς βλεφάροις μαστίχη μηλωτίδι θερμῇ προσαγομένη αὐτοῖς καὶ οὕτως ἀνακολλωμένων ἐπὶ τὴν ἰδίαν τάξιν τῶν τριχῶν· ἤ ἄσφαλτος ὁμοίως, ἢ λιθοκόλλα ὁμοίως, 〈ἢ〉 κοχλίου τὸ κολλῶδας βελόνῃ ἀναλαμβανόμενον, ἢ χονδρίλλης κόμμι ὁμοίως.
1.51 (54) αἰγίλωπας δὲ θεραπεύει, ἐφ’ ὧν μύ διὰ βάθους ἔφ θαρται τὸ ὀστέον· ἀνθέμιδος φύλλα μασηθέντα καὶ ἐπιτεθέντα, αἰγίλωπος τοῦ ἐν τοῖς σίτοις χυλὸς σὺν ἀλεύρῳ σητανίῳ καταμολόχης πλασσόμενος, ἀρνογλώσσου φύλλα μασηθέντα καὶ ἐπιτεθέντα· ἤ φύλλα λεῖα σὺν χολῇ ταυρείᾳ, ὡς μεῖγμα ὑγρὸν εἶναι, βρέχων σπληνάρια 〈ἢ〉 ὀθόνια ἐπιτίθει καὶ ὕγραινε τῷ φαρμάκῳ·
1.52 (55) χαλάζια δὲ διαφοροῦσιν ὄλυνθοι ἑφθοὶ ἐπιπλασθέντες, ἢ τὰ τῆς συκῆς φύλλα.
1.53 (56) ὑπώπια δὲ αἴρει καὶ πελιώματα καταπλασσόμενα· ἄνησσον σὺν μέλιτι Ἀττικῷ, ὁμοίως ὀρίγανον, ῥαφάνου φλοιός, σάμψουχον, ταῦτα σὺν μέλιτι· σκόρδιον κεκαυμένον σὺν μέλιτι, βρυωνίας ῥίζα σὺν οἴνῳ ἐπιχριομένη, βολβὸς μετὰ λεκίθων ᾠοῦ καταπλασσόμενος, ἀψίνθιον ὁμοίως· ἄλευρον κυάμινον ἢ αἴρινον, κυμίνου σπέρμα μετὰ ἁλῶν καὶ ἐλαίου, θάλασσα πυριωμένη, θαψίας χυλὸς ἐπιχριόμενος πρὸς βραχύ, καὶ ἡ ῥίζα 〈δὲ〉 σὺν κηρωτῇ·
1.54 (57) τὰς δὲ περὶ τὰ ὦτα ἀλγηδόνας καὶ φλεγμονὰς παραμυθεῖται ταῦτα ἐνσταζόμενα χλιαρά· παρθενίου χυλός, μυὸς ὠτίδος ὁμοίως· Ἀχιλλείου, ἡδυόσμου χυλὸς σὺν μελικράτῳ· δρακοντίου χυλὸς ἐν ἐλαίῳ διεθείς, ἑλξίνης χυλὸς σὺν ῥοδίνῳ, καννάβεως σπέρματος χλωροῦ χυλός, κισσοῦ κορύμβων χυλὸς σὺν ῥοδίνῳ καὶ εἰς τὸ ἀντικείμενον οὖς ἐγχεόμενος, κολοκύνθης ξυσμάτων χυλὸς ὁμοίως, λεύκης φύλλων χυλὸς ὁμοίως σὺν ῥοδίνῳ, ναρκίσσου φύλλων χυλὸς ὁμοίως ἢ τῆς ῥίζης·
1.55 (58) πρὸς δὲ τὰς γινομένας ῥήξεις τῶν ὤτων ἁρμόζει ἐγχυματιστὰ ταῦτα· ἄνησσον σὺν ῥοδίνῳ, ἀπαρίνης χυλός, ἀρνογλώσσου χυλός, στρύχνου χυλὸς ὁμοίως, κεδρία σὺν ῥητίνῃ τερμινθίνῃ συντακεῖσα, σόγχου χυλὸς καὶ ἡ ῥίζα σὺν ἐλαίῳ καὶ σιδίῳ ἑψηθεῖσα, χολὴ βοεία μετὰ γάλακτος ἢ πράσου χυλοῦ, ὠκίμου χυλὸς σὺν χηνείῳ στέατι.
1.56 (59) ὑπατμίζεται δὲ διὰ καλάμου πρὸς ὠταλγίας καὶ ἤχους ἀψινθίου ἀπόζεμα 〈ἢ〉 ὑσσώπου ἢ δαφνίδων ἢ ἀβροτόνου μετ’ ὄξους ἢ διὰ κοχλάκων πεπυρωμένων ἑψηθέν· ἢ θάλασσα θερμή, 〈ἢ〉 θεῖον ἄπυρον ὑποθυμιώμενον· δεῖ δὲ πωμάσαντα τὴν χύτραν καὶ περιπλάσαντα πηλῷ τιτράναι κατὰ μέσον τὸ πῶμα καὶ οὕτως δέχεσθαι εἰς τὴν εὐρυχωρίαν τοῦ ὠτὸς τὸν ἀτμόν· καὶ πυρία δὲ ἁρμόζει πρὸς τὰ ἀλγήματα τοιαύτη· ἐγχέας εἰς ὄξος ἔλαιον κεχλιασμένον ἐν ὠτεγχύτῃ καὶ περιθεὶς ἔριον μηλωτίδι 〈ἐν〉απόβαπτε θερμῷ τῷ ὄξει καὶ θερμὸν κάθες 〈εἰς τὸ οὖς〉 τὸ ἔριον, μέχρι ἀνέχεται.
1.57 (60) πρὸς δὲ τὰς πυορροίας καὶ ἑλκώσεις ἁρμόζει ἐνσταζόμενα ἢ σὺν ἐρίῳ ἁπαλῷ ἐντιθέμενα ταῦτα· ἀγριελαίας χυλός, ἀπαρίνης χυλὸς ὁμοίως, ἀμόργη ἐν ἐλαίῳ ἡψημένη, λύκιον 〈καὶ〉 μάλιστα τὸ Ἰνδικόν, ἀσφοδέλου χυλὸς καθ’ ἑαυτὸν καὶ σὺν λιβανωτῷ καὶ μέλιτι καὶ σμύρνῃ καὶ οἴνῳ χλιανθείς· ἀψίνθιον λεῖον σὺν μέλιτι, γῆς ἔντερα ἑψηθέντα σὺν στέατι χοιρείῳ ἢ ἐλαίῳ·
1.58 (61) τοὺς δὲ γεννωμένους σκώληκας ἐν ταῖς χρονίαις περὶ τὰ ὧτα ἑλκώσεσιν ἀποκτείνει· ἀμυγδάλινον ἔλαιον ἐγχεόμενον, καλαμίνθης χυλός, καππάρεως φύλλων χυλὸς ἢ τοῦ καρποῦ χλωροῦ, κεδρία, οὖρον ἀνθρώπινον παλαιόν, ἐλλέβορος λευκὸς λεῖος μετὰ μέλιτος, καὶ τοῖς πρὸς τὰς ἑλκώσεις ἀναγεγραμμένοις χρηστέον.
1.59 (62) τὰς δὲ ὑπερσαρκώσεις τὰς ἐν τοῖς ὠσὶ γινομένας καθαιρεῖ μέλας ἐλλέβορος ξηρὸς λεῖος ἐπιπασσόμενος. ἀφαιρεῖ δὲ αὐτὰς ταχέως τρὺξ 〈μετὰ ἀσβέστου καὶ κονίας〉 στακτῆς λεία, γλοιώδης δι’ ἐρίου καὶ μηλωτίδος προστεθεῖσα.
1.60 (63) ἤχους δὲ τοὺς περὶ τὰ ὧτα ὠφελεῖ σῦκον λεῖον ἀναλημφθὲν σὺν σινήπει καὶ νίτρῳ καὶ ἐντεθὲν καὶ ἐαθὲν ἐπὶ ἡμέρας 〈ε′〉, ἐλλέβορος μέλας ξυόμενος καὶ ἐντιθέμενος ἑκάστης ἡμέρας νεαρός· ἢ δάφνινον καὶ ἀμυγδάλινον, ἑκάστου ἴσον, καστορίου ὀλίγον, ὄξους σταλαγμοὺς τρεῖς τρίψας ἐν τῷ αὐτῷ 〈ἀγγείῳ〉 καὶ χλιάνας ἔνσταζε·
1.61 (64) δυσκωφίας δὲ θεραπεύει χρονίας χαλκοῦ ἄνθος λεῖον ἐμφυσώμενον εἰς τὸν πόρον διὰ σωληνίου· ἀσφοδέλου ῥίζα ἐν ἐλαίῳ ἡψημένη τοῦ ἐλαίου ἐνσταζομένου, κρομύων χυλός, σικύου ἀγρίου τῶν φύλλων χυλὸς ἐν ὄξει, οὖρον αἰγὸς ἐγκλυζόμενον συνεχῶς θερμόν, καὶ τὸ διὰ σινήπεως καὶ νίτρου καὶ σύκου ἐντιθέμενον.
1.62 (65) πρὸς δὲ τὰς τῶν ὑδάτων ἐναπολήμψεις κρομύου χυλὸς ἐνσταζόμενος διακόπτει τὴν τοῦ πνεύματος ἔνστασιν· ἔκμυζε δὲ τὸ ὕδωρ καλαμίδα διαμπὰξ τετρημένην ἐνθεὶς τῷ ὠτίῳ.
1.63 (66) τὰ δὲ τεθλασμένα τῶν ὠτίων ἰῶνται μὴ ἐῶντες διαπυίσκειν καὶ εἰ διαπυήσειεν, διαφοροῦντες βολβοὶ σὺν ἀλφίτῳ καταπλασσόμενοι· σμύρνα σὺν κοχλίου σαρκί, θεῖον ἄπυρον σὺν σμύρνῃ καὶ οἴνῳ καὶ λιβάνῳ καὶ πίσσῃ καταχριόμενον· ἐὰν δὲ ἐρυθήματα ᾖ καὶ φλεγμοναὶ μεγάλαι, σησάμῳ λείῳ κατάπλασσε ἢ χόνδρῳ ἐν ὄξει ἑφθῷ.
1.64 (67) ζῴου δὲ ἐμπεσόντος εἰς τὸ οὖς ἐνσταζόμενα ἀναβιβάζει ταῦτα· μολόχης χυλός, Κενταυρείου ἀφέψημα μετὰ ὄξους, πευκεδάνου ὀπός, ἀψινθίου χυλός, ὀπὸς σκαμμωνίας μετὰ νίτρου καὶ ὕδατος, ἐλατήριον, 〈ῥαφάνου〉 χυλῷ νίτρον ἀναλημφθέν, θεῖον ἄπυρον σὺν ὄξει, χολὴ μυὸς καὶ βατράχου διειμέναι ὄξει, πράσου χυλὸς σὺν μέλιτι, θεῖον διεθὲν ἀφθόρου παιδίου οὔρῳ.
1.65 (68) λιθαρίου δὲ ἢ κυάμου ἢ ἄλλου τινὸς ἐμπεσόντος εἰλήσας ἔριον περὶ μηλωτίδα καὶ βρέξας ῥητίνῃ ἢ ταυροκόλλῃ καθεὶς πραέως ἅπτου. πρὸς ὀδονταλγίας.
1.66 (69) πρὸς δὲ τὰς ὀδονταλγίας ἁρμόζει ἑψόμενα σὺν ὄξει καὶ ἀνακογχυλιζόμενα — δεῖ δὲ θερμοῖς αὐτοῖς χρῆσθαι καὶ ἐφ’ ὅσον δύναταί τις χρόνον διακρατεῖν ἐν τῷ στόματι κατὰ τὸν ἀλγούμενον ὀδόντα —· ὑοσκυάμου ῥίζα, πενταφύλλου ῥίζα, ἀλθαίας ῥίζα, πύρεθρον, ὀνωνίδος ῥίζα, ἀρνογλώσσου ὁμοίως· δᾳδία καὶ μελάνθιον, σταφὶς ἀγρία, ἐλλέβορος μέλας, καππάρεως ῥίζα καὶ ὁ ἐκ τῶν ἀπίων αὐτῆς καρπός, ἐλάφου κέρας ὠμὸν καὶ κεκαυμένον, θεῖον ἄπυρον ὀλίγον σὺν ὀριγάνῳ καὶ δᾳδίῳ, μελισσόφυλλον, γλήχων, μόρων φύλλα καὶ ἡ ῥίζα·
1.67 (70) διαμασώμενα δὲ καὶ δηχθέντα τῷ πεπονθότι ὀδόντι ὠφελεῖν πέφυκεν λευκακάνθης ῥίζα, κηκῖδος τὸ ἐντός, πυρέθρου ῥίζα. ὠφελήσεις δὲ ὀδονταλγίας ἐνεργῶς τρυγόνος θαλασσίας κέντρου τῷ ἄκρῳ παρατρίβων τὸν ἀλγοῦντα ὀδόντα· σήπεται δὲ τὸ πεπονθὸς μέρος τοῦ ὀδόντος. ἔνιοι δὲ ἐπὶ καλαμίδι ἐγκρύπτοντες αὐτὸ οὕτως χρῶνται, ὑπολαμβάνοντες συμβάλλεσθαι καὶ τοῦτο πρὸς ἀπονίαν.
1.68 (71) εἰς δὲ τὸ βρῶμα ἐντιθέμενα ἢ περιπλασσόμενα τῷ ὀδόντι ὠφελεῖ τοὺς ὀδονταλγοῦντας — ἔνια δὲ θρύπτει ἢ σήπει —· ἀμόργη ἡψημένη 〈μετ’〉 ἐλαίου ὀμφακίνου, ἄχρι ἂν γένηται μελιτώδης· αὕτη καὶ περιχριομένου τοῦ ὀδόντος ἐκτινάσσει· βατραχίου ῥίζα ὁμοίως σκευασθεῖσα θρύπτει· ἀμπέλου δάκρυον ἐντιθέμενον μετ’ ὀποπάνακος καὶ σιλφίου, ἄσφαλτος ὑγρὰ σὺν νίτρῳ περιπλασθεῖσα·
1.69 (72) εἰς δὲ τὸ ἀντικείμενον οὖς τοῦ ἀλγοῦντος ὀδόντος ἐνστάζεται ἀσφοδέλου χυλός, καρδάμου χλωροῦ χυλός, κισσοῦ τοῦ χρυσοκορύμβου σφαιρία ε′ θλασθέντα καὶ σὺν ῥοδίνῳ ἐν σιδίῳ ῥοᾶς θερμανθέντα, σεύτλου χυλὸς μετὰ κυμίνου κόκκων γ′, ὄφεως γῆρας θλασθὲν καὶ μετὰ ῥοδίνου ἑψηθέν. εἰς δὲ τὸν ἀντικείμενον μυξωτῆρα ἐνστάζεται ὠφελίμως ἀναγαλλίδος χύλισμα. περιαπτομένη δὲ ὀδόντος πόνον ἱστορεῖται παύειν λεπιδίου ῥίζα.
1.70 (73) ἀρεῖς δὲ ἀπόνως, ἂν περιχαράξας περιπλάσῃς θείῳ, ἢ μολύβδαιναν λείαν κηρῷ ἀναλημφθεῖσαν παρεμπλάσῃς, ἢ πύρεθρον ὄξει ταριχεύσας ἐπὶ ἡμέρας μ′ περιπλάσῃς, κηρῷ τοὺς ἄλλους ἀσφαλισάμενος, ἢ σῶρι μετ’ ὄξους λειώσας· ἢ σώρεως 〈· δ′, μολυβδαίνης 〈· Ϙ′ κεδρίας τῷ αὐτάρκει ἀναλάμβανε.
1.71 (74) τὰς δὲ ἐπὶ τῶν παιδίων ὀδοντιάσεις καὶ κνησμοὺς παύει βούτυρον διαχριόμενον καθ’ ἑαυτὸ καὶ μετὰ μέλιτος, λαγωοῦ ἐγκέφαλος ὀπτὸς παρατριβόμενος καὶ ἐσθιόμενος, μῦς οἱ κατοικίδιοι ἑφθοὶ ἐσθιόμενοι, καὶ τὸ πολὺ δὲ σίελον κωλύουσιν ἐπὶ τῶν παιδίων ζῶντες προσαγόμενοι τοῖς· στόμασιν αὐτῶν.
1.72 (75) αἱμωδίας δὲ τὰς ἐπὶ τῶν ὀδόντων παύει ἀνδράχνη διαμασωμένη, ἔλαιον παρατριβόμενον.
1.73 (76) σμήχει δὲ τοὺς ὀδόντας ἀριστολοχείας ῥίζα, ἐλάφου κέρας κεκαυμένον μειγνυμένης ὀλίγης μαστίχης· ἅλες λευκοὶ φυραθέντες μέλιτι καὶ καέντες ἐν χύτρᾳ, ἄχρι ἀνθρακωθῶσιν· κήρυκες πληρωθέντες ἁλὶ καὶ καέντες, κίσηρις ὀπτὴ οἴνῳ σβεσθεῖσα, κοχλίας χερσαῖος καεὶς σὺν μέλιτι, λίθος Ἀραβικὸς καεὶς σὺν μέλιτι, μύακες συγκεκαυμένοι 〈μέλιτι〉, ἢ σηπίας ὄστρακον κεκαυμένον· τούτων ἑκάστῳ ἢ εὐωδίας χάριν μείγνυται νάρδου στάχυος ὀλίγον ἢ σχοίνου ἄνθους· ἢ ἔρια οἰσυπηρὰ κεκαυμένα λεῖα ὀλίγου ἁλὸς αὐτοῖς μειγνυμένου.
1.74 (77) σειομένους δὲ ὀδόντας κρατύνει καὶ οὖλα πλαδῶντα διακλυζόμενα καὶ διακρατούμενα ἐφ’ ἱκανὸν ἐν τῷ στόματι· ἐλαίας τῶν φύλλων ἀφέψημα, γάλα ὄνειον, κολυμβάδος ἐλαίας χυλός, σμύρνα σὺν οἴνῳ καὶ ἐλαίῳ διακλυζομένη, γαγάτης λίθος σὺν οἴνῳ ἑψηθείς, πλατάνου φύλλα σὺν ὄξει ἑψηθέντα, ὄξος σκιλλιτικόν, βάτος διαμασωμένη, μολόχης ῥίζα ὁμοίως, ἰὸς σιδήρου προσαπτόμενος ξηρός, κύτινος ὁμοίως·
1.75 (78) πρὸς δὲ τὰ οἰδοῦντα τῶν οὔλων καὶ ἐκσαρκοῦντα ἢ σηπόμενα ἁρμόζει διακλυζόμενα καὶ διακρατούμενα· ἀνδράχνης χυλός, ἀστραγάλου ῥίζης ἀπόζεμα ἐν οἴνῳ, ἐλαίας κολυμβάδος ἅλμη, ἔλαιον ὠμοτριβὲς καὶ μήλινον καὶ σχίνινον διακρατούμενα, σμύρνα σὺν οἴνῳ καὶ ἐλαίῳ, κεδρία σὺν ὄξει ἢ ἀμόργῃ, κηκῖδος ἀπόζεμα, κοκκυμηλέας φύλλα ἐν οἴνῳ ἑψηθέντα, κυτίνων ἀπόζεμα, μόρων φλοιοῦ καὶ φύλλων ἀπόζεμα, ὄξος σκίλλινον.
1.76 (80) τὰς δὲ ἐπουλίδας στέλλει στυπτηρία πᾶσα κεκαυμένη ἢ σῶρι, ξηρὰ λεῖα προσαπτόμενα.
1.77 (81) τὰ δὲ γεγυμνωμένα οὖλα σαρκοῖ ῥόδων ἄνθους μέρη β′, καλάμου ἀρωματικοῦ μέρος α′, ξηρὰ προσαπτόμενα.
1.78 (82) τὰς δὲ ἄφθας καὶ νομὰς θεραπεύει μέλι καὶ ὅσα πρὸς τὰ οἰδαλέα καὶ ἐκσαρκοῦντα τῶν οὔλων ἀναγέγραπται, ἐκ περισσοῦ δὲ καὶ ἰδίως ταῦτα· ἄγνου ἢ κύπρου φύλλα σὺν μέλιτι διατριβόμενα, τριβόλου χυλός, ἀκακίας χυλὸς ὁμοίως, ὑποκιστίδος ἢ ῥοὸς βυρσοδεψικῆς χυλὸς ὁμοίως, ὀμφάκιον, ὀρίγανος, ῥοῦς ὁ ἐπὶ τὰ ὄψα ὡσαύτως·
1.79 (83) τὰς δὲ ἐν τῷ στόματι σηπεδόνας ἵστησιν μὲν καὶ τὰ πρὸς νομὰς ἀναγεγραμμένα, ἰδίως δὲ ταῦτα· μαράθου ἀγρίου ῥίζης κεκαυμένης ἡ τέφρα· ἢ μαινίδων κεκαυμένων μέρη β′, ἀλόης μέρος α′, ξηρά· ἢ ἀρσενικοῦ 〈· δ′, χάρτου κεκαυμένου 〈· ιβ′, ξηρά· ἢ σταφὶς λεία χωρὶς τῶν γιγάρτων καταπλασθεῖσα, ἀμόργη ἐλαίου ἑψηθεῖσα ἐπιχριομένη, Βεττονικῆς πόας χυλός.
1.80 (84) τὰς δὲ δυσωδίας τοῦ στόματος ἀπαλλάττει ἀγαλόχου ἀπόβρεγμα ἢ ἀπόζεμα διακλυζόμενον, σμύρνα ἢ σχοίνου ἄνθος ἢ κινάμωμον διαμασώμενα, μαλαβάθρου φύλλον ὑποτιθέμενον τῇ γλώττῃ, ὄξος σκίλλινον ἢ ἀφέψημα κεδρίνων ξύλων.
1.81 (85) πρὸς δὲ τὰς ἐντὸς 〈τῶν〉 παρισθμίων φλεγμονὰς χρώμεθα ἀναγαργαρίσμασι, μελικράτῳ μετὰ ἀποζέματος πιτύρων ἢ ῥόδων ἢ φακῆς, ἢ κοκκυμηλέας φύλλοις ἐν οἴνῳ ἑψηθεῖσιν. καὶ πρὸς τὰ εἱλκωμένα δὲ παρίσθμια ἑλξίνης χυλῷ, ἢ ἱερᾶς βοτάνης ἀφεψήματι· καὶ διαχριομένοις δὲ σὺν μέλιτι ἀκακίας χυλίσματι, ἀλόῃ, ἀμόργῃ ἡψημένῃ, βάτου τῷ χυλῷ ἡψημένῳ, ἁλσὶν ὁμοίως, λυκίῳ, πίσσῃ ὑγρᾷ, μίσυι, ὀριγάνου χυλῷ, χαλκοῦ ἄνθει, μόρων χυλῷ ἡψημένῳ σὺν μέλιτι καὶ στυπτηρίᾳ ὀλίγῃ. ποιεῖ δὲ καὶ ἀμυγδάλινον 〈ἔλαιον〉 ζεστὸν ἐγχεόμενον εἰς τὰ ὦτα.
1.82 (86) τὰς δὲ κεχαλασμένας σταφυλὰς συστέλλει ἀναγαργαριζόμενα· μέλι, κνίδης χυλός, ὀξύκρατον, κοκκυμηλέας φύλλων ἀφέψημα σὺν οἴνῳ, ὀριγάνου ἀφέψημα σὺν οἴνῳ. διαχριόμενα δὲ ὠφελεῖ σὺν μέλιτι· ἅλες, ὀμφάκιον, ὀπὸς σιλφίου, στυπτηρία, κηκὶς μετὰ ἁλὸς καὶ πεπέρεως καὶ μέλιτος. προσαπτόμενα δὲ ξηρὰ ὠφελεῖ· βαλαύστιον, χαλκοῦ ἄνθος, χαλκῖτις λεία, στυπτηρία σχιστή, μίσυ, κηκίς, ὀπὸς Παρθικός, ἐλαίας Αἰθιοπικῆς δάκρυον, αἰθάλη 〈ἡ〉 ἀπὸ τῶν ἀνθράκων, ἅλες.
1.83 (87) συναγχικοὺς δὲ ὠφελεῖ ὅσα δύναται ἀποσπᾶν ὑγρασίαν· χαλᾶται γὰρ οὕτως ἡ ξηρασία καὶ ἡ πύκνωσις τῶν μερῶν. ἔστι δὲ 〈ταῦτα〉 ἀναγαργαριζόμενα· ὕσσωπον μετὰ σύκου ἐν ὕδατι ἡψημένον, λιβανωτὸς σὺν γλυκεῖ καὶ μέλιτι ἢ ὀξυμέλιτι, ῥαφάνου σπέρμα λεῖον σὺν ὀξυμέλιτι, σινήπεως ἐδωδίμου κύαθοι δύο σὺν μέλιτος θερμοῦ κυάθῳ ἑνί. (88) 〈καὶ〉 διαχριόμενα δέ χελιδόνων κεκαυμένων σποδιὰ σὺν μέλιτι, χολὴ βοεία σὺν μέλιτι.
1.84 (90) τὰ δὲ καταπινόμενα ὀστέα ἢ ἀκάνθας καὶ ἐμπηγνύμενα τῷ στομάχῳ κομιεῖ στέαρ ἡμίεφθον ἐνάψας λίνῳ κατατρήσας, ἀναγκάσας τε καταπιεῖν, καὶ μετὰ τοῦτο ἀνασπάσας ῥόθιον διὰ τοῦ ἀπηρτημένου λίνου· εἴωθε γὰρ συνεφέλκεσθαι τὸ ἐρηρεικὸς ἢ πεπηγός. δύναται δὲ καὶ διὰ σπογγίου ἁπαλοῦ ἢ ἐρίου ἢ κρεαδίων ἐντετμημένων τὸ αὐτὸ γενέσθαι· δεῖ δὲ σὺν ὕδατι καταπίνειν, ἢ ἄρτου ἁπαλοῦ τὸ ἐντὸς διδόναι καταπίνειν, ἢ σῦκα ξηρὰ μεμασημένα.
1.85 (91) τοὺς δὲ ἀποκεκομμένους τὴν φωνὴν ὠφελεῖ πράσου χυλὸς καταρροφούμενος, κράμβη ὠμὴ διαμασωμένη τοῦ χυλοῦ ἐπιρροφουμένου, ῥοφήματα διὰ κυμίνου καὶ πράσου καὶ ἀλεύρου λαμβανόμενα, χαλβάνης ὅσον κύαμος μιγὲν ἐπιμελῶς μέλιτι καταπινόμενον.
1.86 (92) βρόγχον δὲ ἀποκαθαίρει ὄξος σκιλλιτικὸν ἀναγαργαριζόμενον, σίνηπυ τοῖς βρώμασι σκευασθὲν ἀναγαργαριζόμενον· δεῖ δὲ μετὰ τοῦτο ἀναγαργαρίζεσθαι μελικράτῳ. τοῦτο καὶ τοὺς τύλους τοὺς περὶ ἀρτηρίαν καὶ παρίσθμια θεραπεύει.
1.87 (93) λαμπρύνει δὲ φωνὴν σκόροδον ἑφθόν τε καὶ ὠμὸν ἐσθιόμενον, πράσου καρπὸς κεφαλωτοῦ, στύραξ καταπινόμενος, σίλουρος ταριχηρὸς ἐσθιόμενος.
1.88 (94) ἰᾶται δὲ τὰς μὲν χρονίας τραχύτητας Αἰθιοπίδος ῥίζα σὺν οἴνῳ πινομένη, γλυκύρριζα ἀποχυλιζομένη, σμύρνα ἀποχυλιζομένη, ᾠὸν ὠμὸν ἀκροχλίαρον ῥοφηθέν, σύμφυτον σὺν μελικράτῳ πινόμενον, πενταφύλλου ῥίζης ἀφέψημα ἀναγαργαριζόμενον.
1.89 (95) ἀλωπεκίας δὲ τὰς ἐν ταῖς κεφαλαῖς καὶ τῷ γενείῳ ἰᾶται ταῦτα καταχριόμενα προεκνιτρουμένων τῶν τόπων καὶ ἀποτριβομένων τῶν ἐψιλωμένων ὀθονίῳ σὺν ὄξει· ἀκόνης Ναξίας τὸ ἀπότριμμα τοῦ πρὸς αὐτὴν σιδήρου μετ’ ἐλαίου ἀκονηθέντος, ἁλκυόνιον κεκαυμένον λεῖον σὺν ὄξει ἢ οἴνῳ ἢ ἐλαίῳ, ἀπόπατος αἰγὸς ὁμοίως· μυόχοδον ἢ αἰλούρου ἀφόδευμα μετὰ νάπυος καὶ πεπέρεως καὶ ὄξους, ἀδίαντον καταπλασθὲν ἐν ὀθονίῳ, ἀρσενικὸν ἢ σανδαράκη ἀναλημφθεῖσα τερμινθίνῃ ὡς σπλήνιον, ἀσφοδέλου ῥίζης καείσης ἡ τέφρα προκατασχασθείσης τῆς ἀλωπεκίας, βατράχειον λεῖον πρὸς ὀλίγον καταπλασθέν, λεπίδιον ὁμοίως·
1.90 (96) τὰς δὲ ῥεούσας τρίχας ἀπὸ τῆς κεφαλῆς ἵστησιν ἀδίαντον λεῖον σὺν λαδάνῳ καὶ οἴνῳ καὶ ὑσσώπῳ καὶ μυρσινίνῳ περιχριόμενον, καὶ τὸ καλλίτριχον ὁμοίως· ἀλόη σὺν οἴνῳ μέλανι αὐστηρῷ, πορφύρας πώματα σὺν ἐλαίῳ ἑψηθέντα, ἔλαιον μυρσίνινον καὶ τὸ ἔξ ἀγρίας ἐλαίας, σμύρνα σὺν οἴνῳ καὶ λαδάνῳ καὶ μυρσινίνῳ, κάρδαμον λεῖον σὺν μυρσινίνῳ· ἢ πολύτριχον ἑψήσας ἐν οἴνῳ μέλανι ἐφ’ ἱκανὸν καὶ καύσας ἰδίᾳ κάλαμον ἀρωματικὸν μετὰ ξύλων ἰτείνων, μεῖξον ὕδωρ ὄμβριον καὶ ἀναδεύσας ὕλισον καὶ μεῖξον τῷ ἀφεψήματι τοῦ πολυτρίχου καὶ χρῷ· ἢ σπυράθους αἰγείας κατακαύσας ἐπ’ ὀστράκων λείας σὺν ἐλαίῳ ἄλειφε ἐψιλωμένης τῆς κεφαλῆς.
1.91 (97) ἐπὶ δὲ τῶν παιδίων ποιεῖ καλὰς καὶ πυκνὰς 〈τὰς〉 τρίχας ταῦτα· καρύου λέπυρον καὲν καὶ τριβὲν ἐν οἴνῳ καταχριόμενον, στέαρ ὕειον καταχριόμενον, κράμβη ὠμὴ καταπλασθεῖσα, λωτοῦ 〈τοῦ〉 δένδρου φύλλα, σφονδυλίου ῥίζα μετὰ τὸ ἀποσμῆξαι περιχριομένη, ἀπόπατος καμήλου καεῖσα καὶ σὺν ἐλαίῳ καταπλασθεῖσα.
1.92 (98) ξανθὰς δὲ ποιεῖ τὰς τρίχας θέρμων λεπύχανα ἀποβραχέντα σὺν νίτρῳ ἐπὶ ἡμέρας δέκα καὶ μετὰ ταῦτα σμώμενα, κύπρου φύλλα λεῖα σὺν στρουθίου χυλῷ ἐμπλασσόμενα, λυκίου χυλὸς ἐν ὕδατι συνεχῶς σμώμενος, λωτοῦ τοῦ δένδρου ἀφέψημα τῶν πρισμάτων, ξάνθιον καταπλασσόμενον προεκνιτρωθεισῶν 〈τῶν τριχῶν〉· καὶ τὸ στέαρ τὸ βόειον ποιεῖ ἑψόμενον μετὰ κονίας 〈τῆς〉 ἀπὸ δρυίνων ἢ φηγίνων ξύλων, εἶτα ἀναπλασσόμενον εἰς σφαίρας, ἐπὶ δὲ τῆς χρήσεως λυόμενον ὕδατι καὶ ἐγχριόμενον ἐν ἡλίῳ· ἢ τρὺξ ὄξους κεκαυμένη μετὰ σχινίνου 0 ἢ βαλανίνου ἐλαίου δι’ ὅλης τῆς νυκτὸς καταχρισθεῖσα.
1.93 (99) μελαίνας δὲ ποιεῖ τὰς τρίχας σμώμενα· κηκῖδος ἀπό βρεγμα καὶ χαλκάνθου καὶ σιδίων, καὶ ἀκακίας χύλισμα τὸ ἐκ τῶν κερατίων καὶ φύλλων τῆς ἀκάνθης, καὶ 〈ὁ〉 ἐκ τοῦ πεπείρου αὐτῆς σπέρματος χυλὸς ἐγχριόμενος· βάτου φύλλα ἑψηθέντα καὶ σμώμενα, καὶ ὁ καρπὸς δὲ πέπειρος ἑψηθεὶς σὺν ἐλαίῳ ὀμφακίνῳ, οἶνος μυρτίτης σὺν ἑψήματι, ἐλελισφάκου ἕψημα σμώμενον, ἐλάτης ὁμοίως·
1.94 (100) βράδιον δὲ πολιοῖ τὸ ἐξ ἀγριελαίας 〈ἔλαιον〉 καθ’ ἡμέραν ἀλειφόμενον, μᾶλλον δὲ ἂν μυρσίνην τις αὐτῷ ἐναποβρέξῃ, καὶ τὸ μυρσίνινον δὲ μιγὲν λαδάνῳ.
1.95 (101) σμήχει δὲ τρίχας νίτρον κεκαυμένον, τρὺξ κεκαυμένη, ἄσβεστος, τῆλις, ἀφρόνιτρον, γῆ Μηλία, γῆ Αἰγυπτία, κέρατος ἐλαφείου ἀφέψημα, κίσηρις λεία, ᾠοῦ τὸ λευκόν.
1.96 (102) λεπτύνει δὲ τρίχας παρατριβόμενα λεῖα· τέφρα κληματίνη καὶ ἡ ἀπὸ τῶν γιγάρτων, κίσηρις ὀπτὴ λεία, ἑλλέβορος λευκός, σηπίας ὄστρακον, κηκίς, νίτρον, λιθάργυρος, στυπτηρία σχιστή, ἄφοδος κυνεία ξηρά.
1.97 (103) ψιλοῖ δὲ τρίχας καταχριόμενα· ἄσβεστος καὶ σανδαράκη μεθ’ ὕδατος ἑψηθέντα μειγνυμένης Κιμωλίας, φρύνου αἷμα, τιθυμάλλου χαρακίου ὀπός· δρυόπτερις σὺν τοῖς φύλλοις καὶ 〈τῇ〉 ῥίζῃ καταπλασσομένη, ἄχρις ἂν ἐξιδρώσωσιν, συνεχῶς ἀλλασσομένου τοῦ καταπλάσματος· κισσοῦ φύλλα καταπλασσόμενα, κυπέριδος Ἰνδικῆς ῥίζα — αὕτη δὲ καὶ παραχρῆμα ψιλοῖ—, λαγωὸς θαλάσσιος λεῖος καταπλασθείς, σαλαμάνδρα ἐλαίῳ συντακεῖσα, πιτυοκάμπαι ψωχθεῖσαι ἐπ’ ὀλίγον καὶ μετὰ μέλιτος καταχρισθεῖσαι, κυάμου λέπυρα καταπλασσόμενα ἢ σκολόπενδρα θαλασσία ἐλαίῳ ἐνεψηθεῖσα.
1.98 (104) βράδιον δὲ ποιεῖ αὔξεσθαι τὰς ἐπὶ τῶν ἀνήβων τρίχας καταχριόμενον ἀμπέλου δάκρυον σὺν ἐλαίῳ καὶ τὸ ἀπὸ τοῦ χλωροῦ κλήματος καιομένου ἱδρούμενον ὑγρόν, κυάμινον ἄλευρον καταπλασσόμενον, ὑακίνθου ῥίζα μετὰ γλυκέος ἢ οἴνου λευκοῦ καταπλασθεῖσα.
1.99 (105) 〈πρὸς〉 ἀχῶρας δὲ ἢ πίτυρα καὶ ἐξανθήματα ἐπιπόλαια ἐν τῇ κεφαλῇ· ἀδιάντου ἀφέψημα σμώμενον ἢ συλλειούμενον οἴνῳ καὶ ῥοδίνῳ καὶ καταπλασσόμενον, ἀμύγδαλα πικρὰ ἐγχριόμενα μετὰ μέλιτος, ἀνδράχνης χυλὸς σὺν οἴνῳ ἐγχριόμενος, βάτου χυλὸς σὺν ἐλαίῳ, βολβοὶ σὺν νίτρῳ σμώμενοι, τήλεως ἀφέψημα ὁμοίως, ἀρνόγλωσσον καταπλασσόμενον, ἀγριελαίας χυλὸς σμηχόμενος, μολόχη λεία μετὰ οὔρου καταπλασσομένη, μελίλωτον σὺν τήλει καὶ οἴνῳ καταπλασσόμενον, οἶνος μυρτίτης σμώμενος, οὖρον ἀνθρώπειον παλαιὸν ὁμοίως, πηγάνου χυλὸς καταχριόμενος, σκίλλα σὺν ἐλαίῳ ἑψηθεῖσα καταχριομένη, σκόροδον σὺν μέλιτι σμώμενον, σεύτλου χυλὸς ὁμοίως·
1.100 (106) πρὸς δὲ τὰ ἐξέρυθρα ἐξανθήματα ψιμύθιον σὺν δαφνίνῳ ἐλαίῳ καὶ θείῳ καταχριόμενον, πίτυος φλοιὸς σὺν κηρωτῇ, χαλκίτις μετ’ ὄξους καὶ ἐλαίου, κιννάβαρι μετὰ κηρωτῆς, ὄστρακον ἐξ ἴπνου μετ’ ὄξους, σεῦτλον ἑφθόν· ἐπαλείφειν δὲ δεῖ μετὰ τὰς σμήξεις αὐτῶν τηλίνῳ ἐλαίῳ ἢ μυρσινίνῳ ἢ ῥοδίνῳ ἢ οἰνανθίνῳ.
1.101 (107) τὰς δὲ τῆς κεφαλῆς καὶ ὅλου τοῦ σώματος γινομένας φθειριάσεις τούτοις θεραπευτέον συγχρίοντας· σταφίδι ἀγρίᾳ ἢ σανδαράκῃ σὺν ἐλαίῳ, ἢ κισσοῦ χυλῷ σὺν μέλιτι Σινωπίδι σὺν ὄξει, κεδρίᾳ καθ’ ἑαυτήν, ὀρρῷ πίσσης μετὰ στυπτηρίας, δαφνίδων πιέσματι, ἐλαίῳ ῥαφανίνῳ ἢ νίτρῳ ἢ ἀφρονίτρῳ μετὰ Σαμίας γῆς καὶ ἐλαίου, ἑλξίνης χυλῷ δι’ ὅλης τῆς νυκτὸς καταχριομένῳ, μυρίκης ἀφεψήματι ἢ θαλάσσῃ θερμῇ λούοντας. ὠφελοῦνται δὲ πίνοντες κόριον λεῖον σὺν ὀριγάνῳ καὶ οἴνῳ.
1.102 (108) σμήγματα. σμήχει δὲ χρῶτα ὀπὸς συκῆς καὶ χυλὸς μετὰ ἀλεύρου ἐρεγμίνου, ἀμύγδαλα πικρὰ μετὰ μέλιτος, τέφρα κληματίνη καὶ ἡ ἐκ τῶν φηγίνων ξύλων σὺν ὕδατι· βέλτιον δὲ ἡ ἐξ αὐτῶν γινομένη κονία. μυροβαλάνου πίεσμα, ἄρου ῥίζα, γῆ Χία ἀντὶ νίτρου, ἀριστολοχεία μετὰ νίτρου, γογγύλης ἀγρίας σπέρμα μετ’ ἐρεγμοῦ καὶ ᾠοῦ τοῦ λευκοῦ, καὶ καθ’ ἑαυτὸ δὲ τὸ λευκὸν τοῦ ᾠοῦ, ἐρέγμινον ἄλευρον, ὀρόβινον, θέρμινον, πέπονος σάρξ, σικύου χυλὸς σὺν τῷ σπέρματι μετὰ ἀλεύρου σητανίου, καὶ νίτρον ξηρανθὲν ἐν ἡλίῳ ἐν τοῖς ὑπὸ κύνα καύμασιν λεῖον, σικύου ἀγρίου ῥίζα μετ’ ἐρεγμοῦ, βρυωνίας ῥίζα ὁμοίως.
1.103 (109) τετανοῖ δὲ χρῶτα καὶ πρόσωπον βρυωνίας ῥίζα λευκὴ ἢ μέλαινα ἐν ἐλαίῳ ἑψηθεῖσα καταχριομένου τοῦ ἐλαίου· ποιεῖ καὶ μετὰ σύκου πίονος καὶ ὀρόβου καταπλασσομένη, ὅσον στάδιον διελθεῖν· ψυχρῷ δὲ προσκλύζεσθαι μετὰ τὴν ἄρσιν αὐτῆς· κροκοδίλου χερσαίου ἄφοδος μεθ’ ὕδατος, γῆ Χία ὁμοίως, γῆ Σελινουσία ὁμοίως· κακκαλίας οἱ κόκκοι μετὰ κηρωτῆς λεῖοι καταχριόμενοι, κρίνου ῥίζα ἐν σμήγματι, κυκλάμινος ὁμοίως σὺν μαστίχῃ.
1.104 (110) στιλβοῖ δὲ πρόσωπον ἐπιχριομένη γῆ Χία, 〈γῆ〉 Σελινουσία ὁμοίως, κροκοδιλεία ὁμοίως· μαστίχη, τήλινον μύρον, ῥόδινον τὸ λευκαινόμενον ἐπὶ τῷ ἡλίῳ ὁμοίως, πτελέας τὸ ἐν τοῖς θυλακίοις ὑγρόν, ἔλαιον Σικυώνιον.
1.105 (111) εὔχροιαν δὲ ποιεῖ ἐρέβινθος ἐσθιόμενος ἑφθός, ἢ κόμμεως ἀκανθίνου ἢ τοῦ ἐξ ἀμυγδαλῆς ἢ κερασίων ἢ κοκκυμηλέων ὁλκὴ τριωβόλου μετὰ κράματος πινομένη.
1.106 (112) χρόαν δὲ τρέπει ποθέντα καὶ ἐπιχρισθέντα· ἄμι μεθ’ ὕδατος καὶ κύμινον, ὁμοίως ἄχυρα πύρινα· σμύρνιον καταχριόμενον, κύτινοι ῥοᾶς ὁμοίως.
1.107 (113) τὰς δὲ ἐν ταῖς μασχάλαις δυσωδίας καὶ τοὺς τράγους καταπάσσειν δεῖ λείοις τούτοις· ἀγαλόχῳ, βακχάριδος ῥίζῃ, ῥοδίσιν ἀπὸ τοῦ βαλανείου λείαις. διαχρίειν δὲ σμύρνῃ μετὰ στυπτηρίας ἢ κροκομάγματι ὁμοίως, ἢ κυπαρίσσου πρίσμασι μετὰ στυπτηρίας καὶ οἴνου εὐώδους, γῇ Χίᾳ καείσῃ καὶ σβεσθείσῃ οἴνῳ· 〈ποιεῖ καὶ〉 σκολύμου ῥίζα ἑψηθεῖσα καὶ πινομένη.
1.108 (114) οὐλὰς δὲ μελαίνας αἴρει ἐπιχριόμενα· βρυωνίας ῥίζης λευκῆς καὶ μελαίνης ἑφθῆς ἐν ἐλαίῳ ἄχρι χυλώσεως τὸ ἔλαιον ἐπιχριόμενον, βάλανος μυρεψικὴ λεία σὺν οἴνῳ λευκῷ, βολβοὶ κεκαυμένοι μετὰ ἁλκυονίου σὺν οἴνῳ, καλαμίνθη ἐν οἴνῳ ἑφθή, λιθάργυρος πεπλυμένη σὺν ῥοδίνῳ λευκῷ, σικύου ἀγρίου ῥίζα σμηχομένη. [εὐζώμου σπέρμα μετὰ λιθαργύρου λεῖον μετὰ χολῆς αἰγείας ἢ προβατείας ἢ βοείας ἐπιχριόμενον.]
1.109 (115) τὰς δὲ ἐκ λειχήνων οὐλὰς καὶ τὰς ἄλλας δὲ ὁμοχρόους ποιῆσαι 〈δύναται〉 ὄνειον στέαρ καταχριόμενον, εὐζώμου σπέρμα λεῖον μετὰ χολῆς αἰγείας ἢ προβατείας ἢ βοείας καταχριόμενον, εἶθ’ ὅταν ξηρανθῇ ἀποτριβόμενον, καὶ 〈ὁ〉 ἐκ τοῦ λαχάνου δὲ τοῦ εὐζώμου χυλὸς ἐπιχριόμενος σὺν λιθαργύρῳ· ἢ σικύου ἀγρίου ῥίζαν ἑψήσας ἐν μελικράτῳ καὶ λεάνας ὡς κηρωτὴν ἐπίχριε ὁμοίως· ἢ λιθαργύρου μέρη β′, θείου ἀπύρου μέρος α′, ἀναλαμβάνων εὐζώμου χυλῷ ἐπίχριε, εἶτα ἀπότριβε ἐν βαλανείῳ, καὶ μετὰ τὸ λούσασθαι ἐπίχριε λιθάργυρον σὺν εὐζώμου χυλῷ.
1.110 (116) στίγματα δὲ ἐξαίρει βατράχειον καταπλασθέν, καππάρεως φύλλων χυλὸς ὁμοίως, μανδραγόρου ἐπὶ ἡμέρας δ′ παρατριβόμενος, ἢ τὰ φύλλα τοῦ μανδραγόρου ταριχευθέντα ἐν ἅλμῃ καὶ περιχριόμενα ἐπὶ ἡμέρας μ′ ἢ ν′· ὁμοίως πόα 〈ἡ〉 καλουμένη στατικὴ παρατριβομένη, ἢ σικύου ἀγρίου ῥίζα ἑψηθεῖσα ἐν μελικράτῳ λεία ἐπιχριομένη, ἢ ψιμύθιον ἐν ὄξει καταχριόμενον· χρόνῳ δὲ αἴρει τοῦτο.
1.111 (117) μώλωπας δὲ ταχέως ὁμοχρόους ποιεῖ λείρινον ἔλαιον ἐπαλειφόμενον συνεχῶς.
1.112 (118) ἀλφοὺς δὲ λευκοὺς καὶ λεύκας αἴρει ἐν ἡλίῳ καταχριόμενα ἢ σμώμενα ἐν βαλανείῳ· δρακοντίου χυλός, ἄρου ῥίζα σὺν ὄξει καὶ ἀλεύρῳ κριθίνῳ, καππάρεως χυλὸς ὁμοίως, πήγανον σὺν κηρωτῇ καὶ πεπέρει, συκῆς μελαίνης κράδαι καὶ ἀκρεμόνες ἁπαλαὶ λεῖαι καταπλασθεῖσαι, καὶ τὰ φύλλα δὲ ὁμοίως· τεύτλου φύλλα καὶ ἡ ῥίζα καταπλασθεῖσα, τηλεφίου φύλλα καταπλασσόμενα ἐπὶ μῆνας γ′, ἑκάστης ἡμέρας ἐπὶ ὅρας ϙ′·
1.113 (119) τοὺς δὲ μέλανας ἀλφοὺς ὁμόχρους ποιεῖ γῆ Μηλία καταχριομένη, ἐλλέβορος λευκὸς καὶ μέλας ἑψηθεὶς μετ’ ὄξους καὶ σμώμενος, κοχλίας χερσαῖος καεὶς σὺν μέλιτι καταχριόμενος· κρομύου χυλὸς σὺν ὄξει, κρίνου ῥίζα σμωμένη, κυάμινον ἄλευρον ὁμοίως, κύμινον ἄγριον σὺν ὄξει, κάχρυ ὁμοίως· μυροβάλανος ἐν οἴνῳ, ἢ ναρκίσσου ῥίζα σὺν κνίδης σπέρματι καὶ ὄξει, σηπίας ὄστρακον σὺν ὄξει, ἢ σικύου ἀγρίου ῥίζα σμωμένη, τηλέφιον σὺν ὄξει καταχριόμενον, χονδρίλης ῥίζα σὺν νίτρῳ κοπεῖσα ἐν σμήγματι· λιθάργυρος, ἀρσενικόν, θεῖον, ἴσα μετ’ ἐλαίου ἐν βαλανείῳ σμώμενα.
1.114 (120) φακοὺς δὲ καὶ ἐφηλίδας καὶ ἰόνθους αἴρει ἐπιχριόμενα· ἀδάρκης μεθ’ ὕδατος, ἄκορον σὺν μέλιτι, κόστος σὺν ὕδατι ἢ μέλιτι, ἄλυσσον σὺν μέλιτι, τιθυμάλλου ὀπὸς σὺν μέλιτι — προσέχειν δὲ δεῖ, χρονίσαν γὰρ ἑλκοῖ διὰ βάθους —, ἁλκυόνιον σὺν ὄξει, ἀμπέλου ἀγρίας καρπὸς πέπειρος λεῖος, βρυωνίας ῥίζα λευκὴ καὶ μέλαινα ἑψηθεῖσα μετ’ ἐλαίου ἄχρι χυλώσεως· αἴρει καὶ ἰόνθους ἀμυγδάλινον 〈ἔλαιον〉 σὺν κηρωτῇ καὶ κρίνου ῥίζη.
1.115 (121) αἴρει 〈δὲ〉 τὰς ἐφηλίδας ἄρου ῥίζα μετὰ μέλιτος, μυροβάλανος καταχριομένη σὺν οἴνῳ, βολβοὶ ὠμοὶ καθ’ ἑαυτοὺς ἢ σὺν ᾠοῦ λεκίθῳ καὶ [σὺν] ὄξει ἢ μέλιτι, ἢ κεκαυμένοι μετὰ ἁλκυονίου μάλιστα ἔφηλιν ἀποκαθαίρουσιν· χαλβάνη σὺν ὄξει καὶ νίτρῳ μάλιστα φακοὺς αἴρει, κόμμι σὺν νίτρῳ καὶ μέλιτι.
1.116 (122) ἰδίως δὲ ἰόνθους αἴρει κρίνου ῥίζα ἐν σμήγματι, κυκλαμίνου ῥίζα σὺν μέλιτι, ναρκίσσου ῥίζα ὁμοίως· σηπίας ὀστράκου [ὁμοίως] κεκαυμένου μέρη β′, βαλάνου μυρεψικῆς μέρος α′, λεῖα σὺν ὕδατι καταχριόμενα, καὶ ξηραινόμενα δὲ νότιζε, μετὰ δὲ ἓξ ἡμέρας πυρία· ἄλευρον σητάνιον μετ’ ἐλαίου καταπλασθέν, γλήχων κηρωτῇ ἀναλημφθεῖσα, σμύρνα μετὰ κασσίας καὶ μέλιτος, κρομύου χυλὸς σὺν σποδίῳ, μολύβδαινα σὺν ὄξει, σῶρι σὺν ὄξει κεκαυμένον.
1.117 (123) τοὺς δὲ ψωρώδεις καθ’ ὅλου τοῦ σώματος ἢ περὶ μέρος κνησμοὺς θεραπεύει καταχριόμενα· σταφὶς ἀγρία μετὰ σανδαράκης καὶ ἐλαίου καὶ ὄξους προεψηθεῖσα καὶ λειοτριβηθεῖσα, στυπτηρία ὑγρὰ μετὰ μέλιτος ἑψηθεῖσα καὶ 〈μετὰ〉 σμύρνης καταχριομένη, ἅλες σὺν ὄξει καὶ ἐλαίῳ συγχριόμενοι, ἄχρις ἂν ἐξιδρώσωσιν· νᾶπυ μετ’ ὄξους, μυροβαλάνου πίεσμα μετ’ ὄξους καὶ ὀλίγου ἐλαίου, λαπάθου ἀγρίου τὸ ἀφέψημα ὀρόβου ἀφέψημα ἢ ὀριγάνου ἢ γλήχωνος καταντλούμενον, γάλα σχιστὸν πινόμενον.
1.118 (124) τοὺς δὲ περὶ τὰ αἰδοῖα 〈κνησμοὺς θεραπεύει〉 θάλασσα πυριωμένη, θεῖον ἐπιπασθέν, νίτρον [ἐν] ἐλαίῳ καὶ ὄξει καὶ σταφίδι ἀγρίᾳ καὶ στυπτηρίᾳ συλλειούμενον 〈καὶ〉 ἐν βαλανείῳ καταχριόμενον, μάλιστα ἐπὶ τῶν διδύμων· καὶ τρὺξ ὄξους ξηρὰ τριβεῖσα σὺν οἴνῳ ἐγκαταχριομένη διδύμοις· ἐγκατάχριε δὲ μετὰ ταῦτα ᾠοῦ τὸ λευκὸν μετὰ μέλιτος.
1.119 (125) πρὸς δὲ τὰ κνησμώδη ἐξανθήματα ἁρμόζει καταχριόμενα· διφρυγὲς σὺν ὄξει, ἰὸς σιδήρου σὺν ὄξει, συκαμίνου ῥίζα σὺν ὄξει, μίσυ σὺν ῥοδίνῳ, μολύβδαινα σὺν ὄξει, ὁπλαὶ αἰγῶν κεκαυμέναι σὺν ὄξει, στυπτηρία πᾶσα σὺν μέλιτι ἑψηθεῖσα, πήγανον σὺν ἁλσὶν καὶ ἐλαίῳ, ἢ ψιμύθιον καὶ λιθάργυρος σὺν ὄξει·
1.120 (126) πρὸς δὲ τοὺς λειχῆνας καὶ τὰ λεπρώδη καὶ ψωρώδη καταχριόμενα ἁρμόζει· ἄγνου σπέρμα σὺν ἀφρονίτρῳ καὶ ὄξει, ἰχὼρ ὁ ἀπορρέων ἐκ ξύλων ἀγριελαίας χλωρῶν καιομένων, ὁμοίως καὶ ὁ ἐκ τῶν κραναίνων ξύλων, ἀγχούσης ῥίζα λεία σὺν ὄξει καταπλασσομένη, ἀδάρκης σὺν ὕδατι, ἐρυθροδάνου καρπὸς ἐν ὄξει, αἴρινον ἄλευρον σὺν ὄξει καταπλασσόμενον. ἀφίστησι 〈δ’〉 ἀγρίους λειχῆνας πίτυρα σὺν ὄξει ἑψηθέντα καὶ θερμὰ καταπλασθέντα, καὶ χόνδρος ὁμοίως.
1.121 (128) λέπραν δὲ θεραπεύει αἴρινον ἄλευρον σὺν θείῳ καὶ ὄξει καταχριόμενον, βρυωνίας καρπὸς σὺν ὄξει καταπλασσόμενος· ἄσφαλτος μετὰ θείου καὶ ὄξους — τινὲς δὲ ἀντὶ 〈τῆς〉 ἀσφάλτου πίσσαν 〈παραλαμβάνουσιν〉 —, μυροβάλανος καταχριομένη σὺν ὄξει, βατράχειον ἐπιπλασθέν· ἀφίστησιν 〈καὶ〉 σικύου ἀγρίου ῥίζα σὺν ὄξει, σῶρι κεκαυμένον ὁμοίως, ἐλαίας Αἰθιοπικῆς δάκρυον σὺν ὄξει — καλεῖται δὲ Αἰθιοπικὴ ἐλαία ἡ ἀγριελαία —, ἐλλέβορος λευκὸς ἢ μέλας σὺν ὄξει καταπλασσόμενος·
1.122 (129) τὰς προσφάτους δὲ θεραπεύει τριφύλλου ῥίζα σὺν ὄξει καταπλασσομένη, [ἢ] πήγανον σὺν μέλιτι καὶ στυπτηρίᾳ ὁμοίως· πίσσα ὑγρὰ σὺν ἴσῳ κηρῷ καὶ ῥητίνῃ καὶ θείῳ τακεῖσα ὡς ἔμπλαστρος· πρασίου φύλλα ἑψηθέντα σὺν ὄξει καὶ καταπλασθέντα, πτελέας φύλλα ἢ κλαδία ὁμοίως, ῥοὰ σὺν ὄξει καταχριομένη· σκαμμωνίας ὀπὸς ἑψηθεὶς σὺν ὄξει, ἄχρις ἂν μελιτώδης γένηται, καταχριόμενος·
1.123 (130) ὄνυχας δὲ ἀφίστησιν λεπροὺς ἐπιτιθέμενα· ἀσφοδέλοῦ ῥίζα λεία, ἄρου ῥίζα ὁμοίως, βατράχειον καταπλασθέν· κανθαρὶς ἢ βούπρηστις 〈ἢ〉 πιτυοκάμπη ἀναλημφθεῖσα ῥητίνῃ τερμινθίνῃ ἢ πίσσης ὑγρᾶς μιγείσης, καὶ θαψίας ῥίζα καὶ σίνηπυ σὺν ὄξει, ἢ ἀγριελαίας πυρήνων τὸ ἐντὸς ἀναλημφθὲν στέατι·
1.124 (131) σμήχει δὲ ψώραν νίτρον, ἀφρόνιτρον, χολὴ βοεία σὺν νίτρῳ 〈καὶ〉 Κιμωλίᾳ, γῆ Μηλία, κοχλίας χερσαῖος κεκαυμένος σὺν μέλιτι, κρίνου ῥίζα ξηρὰ λεία, μυροβάλανος ὁμοίως καὶ τὸ πίεσμα αὐτῆς.
1.125 (133) μαστοὺς δὲ οὐκ ἐᾷ αὔξεσθαι ἐπὶ παρθένων μάλιστα καταπλασσόμενα· κωνείου σπέρμα ἔγχυλον λεῖον ὀθονίου προυποτιθεμένου, καὶ ἡ πόα δὲ ὁμοίως· στυπτηρία ὑγρὰ σὺν μέλιτι, ἰὸς σιδήρου σὺν ἐλαίῳ, ἐπιμηδίου φύλλα καταπλασσόμενα ὁμοίως· ἀκόνης Ναξίας τοῦ πρὸς αὐτὴν ἀκονηθέντος σιδήρου τὸ ἀπότριμμα μετ’ ὄξους καταχριόμενον.
1.126 (135) τὰς δὲ σπαργήσεις τῶν μαστῶν ἀποκαθίστησιν φακὸς ἑψηθεὶς ἐν θαλάσσῃ καταπλασσόμενος, ἡδύοσμον σὺν ἀλφίτῳ, στέμφυλα μετὰ ἁλῶν λεῖα, ἅλμη πυριωμένη.
1.127 (135) σβέννυσιν δὲ 〈γάλα〉 καὶ μετὰ τοὺς τόκους ἄλευρον κυάμινον καθ’ ἑαυτὸ καὶ σὺν ἀλφίτῳ καταπλασθέν, Κιμωλία σὺν ὄξει καταχριομένη ἢ ὕδατι καὶ ῥοδίνῳ, στυπτηρία ὑγρὰ σὺν ὕδατι ὀξυροδίνου μειγνυμένου· γῆς Σαμίας ὁ ἀστήρ, γῆ Μηλία ὁμοίως, γάλα γυναικεῖον μετὰ κωνείου χυλοῦ καταπλασσόμενον, τρὺξ ὄξους ἢ οἴνου μετὰ ἀλφίτου καταπλασθεῖσα, ὑοσκυάμου σπέρμα μετὰ οἴνου λεῖον ὁμοίως· θάλασσα καταντλουμένη, κωνείου φύλλα καταπλασσόμενα, ἅλμη πυριωμένη, κάρυα βασιλικὰ καταπλασσόμενα.
1.128 (136) τοὺς δὲ χονδριῶντας μαστοὺς παύει πίτυρα ἐν ὄξει καὶ πηγάνου ἀφεψήματι ζεσθέντα καὶ καταπλασθέντα, ἡδύοσμον σὺν ἀλφίτῳ 〈καταπλασθέν〉, ἡμεροκαλλοῦς φύλλα καταπλασσόμενα, ἅλμη πυριωμένη· κάρυα βασιλικὰ σὺν μέλιτι καὶ πηγάνῳ, κρότωνος φύλλα λεῖα, κρόκος σὺν γάλακτι καταχριόμενος· κραταιόγονον καταπλασσόμενον, κυάμινον ἄλευρον καθ’ ἑαυτὸ καὶ σὺν ἀλφίτῳ, λίθος γεώδης σὺν ὕδατι, λίθος ὀστρακίτης σὺν μέλιτι, Κυδώνια ἑφθὰ σὺν μέλιτι καταπλασσόμενα, σέλινον 〈χλωρόν〉 καταπλασσόμενον (137) ὠφελεῖ καὶ τοὺς τεθρομβωμένους μαστούς.
1.129 οὐκ ἐᾷ δὲ τὸ ἐπὶ τῶν τιθηνουσῶν γάλα τυροῦσθαι κηροῦ λευκοῦ δέκα τὸν ἀριθμὸν κεγχριαῖα μεγέθη καθ’ ἑκάστην ἡμέραν ἀντὶ καταποτίου διδόμενα.
1.130 (138) κατασπᾷ δὲ γάλα πλεῖον ἱππομαράθου ἢ μαράθου ἀφέψημα μετὰ οἴνου πινόμενον· κάχρυ, ἐρέβινθος, ὤκιμον, μολόχη, ἄνηθον συνεψηθέντα ῥοφήματι, κιρκαίας καρπὸς ὁμοίως, μελάνθιον ὀλίγον πινόμενον ἐφ’ ἱκανὰς ἡμέρας καὶ 〈ἐν〉 ῥοφήματι δὲ λαμβανόμενον, ὀνώνιδος ῥίζα σὺν ῥοφήματι ἑψηθεῖσα καὶ λαμβανομένη· γλαυκὸς τῆς βοτάνης τοὺς καυλοὺς καὶ τὰ φύλλα καὶ τὰ ἄνθη ἑψήσας ἐν ῥοφήματι δίδου·
1.131 (140) τὰς δὲ φλεγμονὰς τῶν μαστῶν παρηγορεῖ ἀσφοδέλου ῥίζα καὶ τὰ φύλλα ἐν οἴνῳ ἑφθὰ καταπλασσόμενα, βακχάριδος φύλλα καταπλασσόμενα.
1.132 (141) τὰς δὲ τῶν διδύμων φλεγμονὰς ἰᾶται τρὺξ οἴνου μεθ’ ἀλῶν καταπλασθεῖσα, ὑοσκυάμου καρπὸς μετὰ οἴνου λεῖος ἢ Κιμωλία σὺν ὄξει καὶ ῥοδίνῳ γλοιώδης καταχριομένη· ὁμοίως ἀστὴρ Σάμιος καταχριόμενος ἢ λίθος γεώδης σύν ὕδατι ἤ ἐρεβίνθων ἄλευρον ἐν μελικράτῳ ἑψηθέν, ἐρέβινθοι ἑφθοὶ καταπλασσόμενοι, ἠριγέροντος ἄνθος σὺν γλυκεῖ καὶ ἡ πόα καταπλασσομένη καὶ οἱ πάπποι ὁμοίως·
1.133 (142) τὰς δὲ χρονίους φλεγμονὰς τῶν διδύμων λύει ζἄσσιος λίθος λεῖος περιαπτόμενος ἐν ἐρίῳ ξηρῷ, ἀλθαίας ῥίζα ἑφθὴ καταπλασσομένη, ἐρύσιμον ἑφθὸν λεῖον, νίτρον ὀπτὸν διεθὲν ἐν ἐλαίῳ, ὠοῦ 〈τὸ〉 λεκιθῶδες ἐπιτιθέμενον ἐν σπληνίῳ, ἄλευρον κρίθινον σὺν πίσσῃ ὑγρᾴ. πυριῶνται δὲ ὠφελίμως κυπαρίσσου ἀφεψήματι.
1.134 (143) τὰς δὲ ἐκσαρκώσεις τὰς ἐπὶ τῶν διδύμων τέφρα κληματίνη σὺν νίτρῳ φυραθεῖσα καὶ ὕδατι ἰᾶται καταπλασσομένη.
1.135 (144) δοθιῆνας δὲ συμπέσσει ταχέως καὶ ῥήσσει· ὁρμίνου σπέρμα ἢ τὰ φύλλα μετὰ ἀλφίτου καταπλασθέντα, ναρκίσσου ῥίζα λεία μετὰ ἀλεύρου καὶ ἐλαίου, ἄλες σὺν στέατι βοείῳ καὶ σταφίδι, ὀρίγανον σὺν σμύρνῃ καὶ ἁλσὶν καὶ ἰξὸς σὺν ῥητίνῃ 30 καὶ κηρῷ ἴσοις τακείς· κάρδαμον σὺν ἄλμῃ, χαλβάνη καθ’ ἑαυτήν, τερμινθίνη ὁμοίως, λάδανον ὁμοίως, πρόπολις ὁμοίως·
1.136 (145) πρὸς δὲ τὰς ἐν ἀρχῇ φλεγμονὰς παντὸς μέρους ἀρμόζει μετὰ ἀλφίτου λεῖα καταπλασσόμενα· ἀείζωον, ἀμπέλου ἕλικες καὶ φύλλα, καὶ ὁ ἀπὸ τῶν τελμάτων φακός· ἀνδράχνη, κόριον, κράμβη μετὰ ἄρτου καὶ ἑφθὴ μετὰ ἀλφίτου, ἴου φύλλα, στρύχνου 〈φύλλα〉, καλάμου φύλλα χλωρά, κεδρίδες λεῖαι, ἀρνόγλωσσον, ἑλξίνη, ἡδύοσμον, θέρμινον ἄλευρον, κονύζης φύλλα, κολοκύνθη ὠμή·
1.137 (146) τὰς δὲ ἐν μήνιγγι φλεγμονὰς ἰδίως στέλλει ἀκτῆς τῶν φύλλων ὁ χυλὸς ἐπιχριόμενος, βούτυρον πρόσφατον ἐπιτιθέμενον σὺν ῥοδίνῳ.
1.138 (147) τὰ δὲ χρόνια οἰδήματα ἰᾶται καταπλασσόμενα· ἀκάνθης λευκῆς ῥίζα λεία σὺν ὕδατι καὶ 〈ἡ〉 τῆς Ἀραβικῆς ἀκάνθης, σελίνου φύλλα καὶ τὸ σπέρμα μετὰ ἀλφίτου, ἀπόπατος τράγου ἢ αἰγὸς ἐν ὄιιξει θερμῷ, βηχίου φύλλα καθ’ ἑαυτά, ναρκίσσου ῥίζα λεία μετὰ ἀλεύρου καὶ ἐλαίου, παρθενίου φύλλα, δαμασωνίου φύλλα ὁμοίως· ἁλικακκάβου ῥίζα ἑφθή, ἄρου φύλλα σὺν ἀλφίτῳ, ἀρκευθίδες λεῖαι, ἰσάτεως φύλλα ἀγρίας καὶ ἡμέρου, ἰτέας φύλλα·
1.139 (148) παρωτίδας δὲ λύει ἐν ἀρχῇ μὲν βούτυρον ἐν ἐρίῳ ἐπιτεθέν, λινόσπερμον σὺν μέλιτι καὶ στέατι αἰγείῳ, κνίδης φύλλα σὺν ἁλσίν, ἀρνόγλωσσον 〈λεῖον〉 ὁμοίως, βαλλωτὴ σὺν στέατι χοιρείῳ παλαιῷ μετ’ ὄξους, ἐρύσιμον σὺν ὕδατι, πυρία 〈ἡ〉 διὰ θαλάσσης, ἰξὸς σὺν ῥητίνη καὶ κηρῷ, κυάμινον ἄλευρον σὺν τηλίνῳ ἀλεύρῳ καὶ μέλιτι, λαπάθου ῥίζα ἐν οἴνῳ ἑφθή, στρύχνου φύλλα μετὰ ἀλῶν, πήγανον λεῖον ἀναλημφθὲν κηρωτῇ ῥοδίνη, 2 θεἴον ἄπυρον ὁμοίως·
1.140 (149) διαφορεῖ δὲ φύματα καταπλασσόμενα 〈λεῖα〉· ἀδίαντον, ἀνδράφαξυς, ταύρου αίμα σὺν ἀλφίτῳ, ἀκτῆς ῥίζα, ἑλξίνης ὁμοίως· ἀλθαίας ῥίζα ἐν οἴνῳ ἑψηθεῖσα. ὑοσκυάμου φύλλα σὺν ἁλσὶ λεῖα, βρυωνίας ῥίζα λευκῆς καὶ μελαίνης μετὰ πάλης ἀλφίτου, σικύου ἀγρίου ῥίζα ὁμοίως· Ἀμμωνιακὸν μετὰ μέλιτος μαλαχθὲν καὶ ἐπιτεθέν, ἀπόπατος βοὸς ἐν ὄξει θερμανθεῖσα καὶ ἐπιτεθεῖσα, ἀρνόγλωσσον μετὰ ἀλῶν λεῖον·
1.141 (153) καὶ σκληρίας 〈δὲ〉 μαλάσσει λίθος πυρίτης κεκαυμένος ἀναλημφθεὶς ῥητίνῃ τερμινθίνῃ, [ἢ] διφρυγὲς ὁμοίως, Ἄσκιος λίθος ὁμοίως, λύκιον ὁμοίως· μόρου τοῦ δένδρου χυλός — ἐγκόπτεται δὲ ἰσχυρῶς ἡ ῥίζα καὶ τῇ ὑστεραία εὑρίσκεται 〈ὁ〉 ἐπίπαγος —, ξιφίου ῥίζα σὺν ὀξυμέλιτι, ὀνόβρυχις καταπλασσομένη, ὄξος θερμὸν καταντλούμενον· σπόγγος ὄξει διερός, μάλιστα ἐπὶ τῶν ἀναίμων ἀποστημάτων·
1.142 (150) ἐκπέσσει δὲ φύματα ἁβρότονον ἑψηθὲν σὺν ὠμῇ λύσει, ἄγνου σπέρμα ὁμοίως, σῦκα ξηρὰ μετὰ νίτρου καὶ σῦκον ἐψηθὲν ἐν μελικράτῳ ὁμοίως, καὶ πύρινον καὶ τήλινον καὶ ζέινον [λινόσπερμον] 〈καὶ〉 αἴρινον σὺν περιστερᾶς κόπρῳ ἑψηθέντα καὶ νίτρῳ· λινόσπερμον μετὰ οἰνομέλιτος ἑψηθέν, γῦρις μετὰ πίσσης καὶ ἐλαίου καὶ ὕδατος ἢ ὄξους ἑψηθεῖσα, ζύμη μετὰ ἁλῶν, θέρμοι ἐν ὄξει ἑφθοὶ καταπλασθέντες, χαλβάνη καθ’ ἑαυτήν, λινόσπερμον μετὰ θείου καὶ ἴρεως, Ἄσσιος λίθος σὺν κηρωτῇ καὶ ἐξικμάζει τὰ ὑπώπια.
1.143 (151) ῥήσσει δὲ τὰ φύματα θαψίας χυλὸς μετὰ θείου καταχριόμενος, ναρκίσσου ῥίζα σὺν μέλιτι καὶ αἰρίνῳ ἀλεύρῳ καταπλασθεῖσα, πρόπολις, θέρμοι μετ’ ὄξους ἑφθοὶ καταπλασθέντες· σικύου ἀγρίου ῥίζα ἀναλημφθεῖσα ῥητίνῃ τερμινθίνῃ, καππάρεως ῥίζα ὁμοίως, νίτρον μετὰ ζύμης ἢ σύκων, ἅλες ὁμοίως, κανθαρὶς ἀναλημφθεῖσα ῥητίνῃ.
1.144 (152) τὰς δὲ ἐντὸς ἀποστάσεις ῥήσσει θάλασσα ποθεῖσα μετὰ μελικράτου.
1.145 (154) χοιράδας 〈δὲ〉 διαφορεῖ ἄσβεστος μέλιτι ἢ γλοιῷ ἀναλημφθεῖσα ἢ ἐλαίῳ ἢ ὀξυγγίῳ καὶ ἐπιτεθεῖσα· ἄσφαλτος μετὰ γλοιοῦ, ἀπόπατος αἰγὸς ἐν ὄξει ἢ οἴνῳ ἑψηθεῖσα θερμὴ ἐπιτιθεμένη ὁμοίως· ἀρνόγλωσσον μετὰ ἁλῶν καταπλασσόμενον, ἀδίαντον ὁμοίως, ἀλθαία ἐν οἴνῳ ἑφθή, κρίθινον ἄλευρον ἐν πίσσῃ καὶ οὔρῳ παιδὸς ἀφθόρου καὶ ἐλαίῳ καὶ κηρῷ ἑψηθέν·
1.146 (155) περιάπτεται δὲ πρὸς χοιράδας ἀρνογλώσσου ῥίζα τῇ ἀριστερᾷ χειρὶ λαμβανομένη καὶ ἐνδεσμευομένη κυτίδι λαπά—. θοῦ ἀγρίου ῥίζα ὁμοίως, ἀσφοδέλου ῥίζα ὁμοίως. ἠρυγγίου ῥίζα 〈ὁμοίως〉· πρόλεγε δὲ εἰς ὃν λαμβάνεται ἀπὸ ἑσπέρας κατὰ σελήνην ἀπὸ ὀκτὼ καὶ εἰκοστῆς ἕως τριακάδος καὶ οὕτω περίαπτε.
1.147 (156) μελικηρίδας δὲ διαφορεῖ μελίλωτον καταπλασσόμενον σὺν ἀλεύρῳ τηλίνῳ ἢ πυρίνῳ, λαπάθου ἀγρίου ῥίζα λεία καὶ τὰ φύλλα, ἀρνογλώσσου φύλλα ὁμοίως.
1.148 (157) στεατώματα δὲ διαφορεῖ βουφθάλμου ἄνθη λεῖα σὺν κηρωτῇ, κυκλάμινος λεία καταπλασσομένη.
1.149 (158) βρογχοκήλας δὲ διαφορεῖ βδέλλιον σιέλῳ τοῦ πάσχοντος νήστου μαλαχθὲν καὶ ἐπιτεθέν, ἄσβεστος μετὰ ὀξυγγίου· διαφορεῖ καὶ σαύρα προσβληθεῖσα τῇ βρογχοκήλη ἢ μάντις — ἔστι δὲ ὅμοιος ἀκρίδι Ἰνδικῇ —, εἶτα κρεμασθεῖσα ἐν ᾧ κατάκειται τόπῳ.
1.150 (159) πολύπους δὲ ἐξεσθίει προελκωθέντας δρακοντίου ῥίζα καταχρισθεῖσα καὶ ὁ χυλὸς αὐτῆς διαχριόμενος, ἐλελίσφακος καταπλασσομένη, κυπαρίσσου σφαιρία κοπέντα καὶ σύκου σαρκὶ ἀναλημφθέντα καὶ καταπλασσόμενα καὶ ἐντιθέμενα· ὀπὸς σιλφίου μετὰ ἰοῦ ἢ χαλκάνθου, 〈κόπρος〉 κυνεία λευκὴ ὄξει λειοτριβηθεῖσα καὶ διαχριομένη ἢ ἐγχυματιζομένη ποιεῖ ἄκρως.
1.151 (160) ὀζαίνας 〈δὲ〉 πραύνει ἀριστολοχείας ῥίζα σὺν κυπερίδι, κισσοῦ κορύμβων χυλὸς ἐγκλυζόμενος καὶ τὰς σηπεδόνας ἐκκαθαίρει, κινάμωμον μετὰ ἐλλεβόρου λευκοῦ καὶ στρουθίου ἅμα τε πταρμικῷ προσαγόμενον, ἐλλέβορος 〈λευκὸς〉 μετὰ καρδάμου ὁμοίως· πταρμικὸν ἐπὶ ἡμέρας δέκα πρόσαγε, εἶτα τῇ Πολυείδου λεγομένῃ σφραγῖδι διάχριε, ἄχρις ἂν πεπανθῶσιν· ἢ καλαμίνθης χυλὸν ἐγχυμάτιζε ἢ ξηρὰν καλαμίνθην λείαν [ἐγχυμάτιζε καὶ] εἰς κύτος φύσα διὰ σίφωνος, ἢ βατραχείου χυλῷ καὶ στυπτηρίᾳ διάχριε μετ’ ὄξους ᾒ χαλκάνθῳ ἢ ψωρικῷ· μετὰ μέλιτος.
1.152 (161) πρὸς δὲ τὰ ἐν μυκτῆρσιν ἕλκη ποιεῖ ἀμόργη ἐλαίου ἑφθὴ διαχριομένη, λύκιον ὁμοίως καὶ 〈μάλιστα〉 τὸ Ἰνδικὸν οἴνῳ ἀνεθὲν καὶ διαχριόμενον, σανδαράκη σὺν ῥοδίνῳ γλοιοποιηθεῖσα· λιθράγυρος, λιβανωτός, στυπτηρία σχιστή, ψιμύθιον, ἴσα σὺν οἴνῳ καὶ ῥοδίνῳ.
1.153 τὰ δὲ ἐν αὐταῖς σαρκώματα στέλλει καὶ ἐλασσοῖ προσαπτόμενα· ἀρσενικὸν καὶ σανδαράκη καὶ ἀσπαλάθου ῥίζα λεία, ὀπὸς σιλφίου μετὰ ᾠοῦ, χάλκανθον κεκαυμένον μετὰ οἴνου γλοιωθέν.
1.154 (162) τραύματα δὲ πρόσφατα καὶ ἀφεστῶτα κολλᾷ καὶ κόλπους μικρύνει καὶ σφίγγει καταπλασσόμενα λεῑα· ἀείζωον, λογχῖτις, χαμαίπιτυς, Ἡρακλεία, ἐλελίσφακος, ἕλιξ ἀμπέλου, ἀναγαλλίς, ἀνδρόσαιμον, ἀρνόγλωσσον, βάτου φύλλα, ἀλόη σὺν ὄξει μετὰ μοτῶν καὶ καθ’ ἑαυτήν, ἀμόργη ἡψημένη μετὰ μοτῶν, ἀλθαίας ῥίζα σὺν οἴνῳ ἑψηθεῖσα, ἀγριελαίας 〈φύλλα〉 σὺν μέλιτι, ἀκτῆς φύλλα λεῖα, ἀριστολοχείας ῥίζα σὺν ὄξει, γλυκύρριζα πρόσφατος κοπεῖσα καὶ καταπλασθεῖσα ἢ ἑψηθεῖσα ἐν ὕδατι, ἐλαφοβόσκου ῥίζα λεία, σμύρνα σὺν ὕδατι καταχρισθεῖσα καὶ ἐπιπασθεῖσα ξηρά, λίβανος ὁμοίως·
1.155 (163) πρὸς δὲ τὰ ἐπιπόλαια τραύματα πολύκνημον λεῖον, τὸ ἐν τοῖς θυλακίοις τῆς πτελέας ὑγρόν, καὶ ὁ φλοιὸς δὲ αὐτῆς ἐπιδεόμενος — ἔστι γὰρ ὡς φιλύρα — κολλᾷ καὶ ἀφλέγμαντα ποιεῖ· πρίνου φλοιὸς λεῖος, ῥᾶ λεῖον σὺν οἴνῳ, σύμφυτον λεῖον, περιστέριον λεῖον, σκόροδα καέντα καταπλασσόμενα· παραδόξως δὲ τὰς διακοπὰς τῶν νεύρων καὶ τὰ πρόσφατα τραύματα παρακολλᾷ ἄγχουσα καταπλασθεῖσα.
1.156 (164) πρὸς δὲ τὰς τοῦ τραχήλου τῆς κύστεως διαιρέσεις καὶ νεύρων καὶ μηνίγγων καὶ τὰς φλεγμονὰς ἁρμόζει βούτυρον ἐπιτιθέμενον ἐν μοτῷ· ἐπὶ δὲ τῶν λιθοτομιῶν δεῖ ὀξάλμῃ παραχρῆμα καταντλεῖν.
1.157 (165) τὰς δὲ κατὰ τὰ νεῦρα τρώσεις ἀφλεγμάντους τηρεῖ καταπλασσόμενα· κόκκος βαφικὴ λεία σὺν ὄξει καὶ μέλιτι, κραταιόγονον λεῖον, κρίνου ῥίζα ἑφθὴ ἐν οἴνῳ λεανθεῖσα, οἰνάνθη ὁμοίως, ὀπὸς σιλφίου μετά τινος τῶν θερμαντικῶν ἀποζεμάτων ἐπιτιθέμενος· νευράδος, ἣν καὶ ποτίρριον καλοῦσιν, ῥίζα· ἄγχουσα καταπλασθεῖσα.
1.158 (166) ἀνάγει δὲ ὀστέα καὶ ἀφίστησι· πάνακος ῥίζα ξηρὰ ἐπιτιθεμένη καὶ ἀριστολοχείας ὁμοίως, βρυωνίας λευκῆς ἢ μελαίνης ῥίζα ὁμοίως, ἶρις ξηρά, ὀρόβινον ἄλευρον, συκῆς φύλλα καὶ κράδαι ἁπαλαὶ σὺν μήκωνος ἀγρίας φύλλοις καταπλασσόμένα· λινόσπερμον σὺν ἀνήσσῳ, ἶρις σὺν χαλκάνθῳ καὶ Κενταυρείῳ, πευκεδάνου ῥίζα, χάλκανθος σὺν ὑοσκυάμου σπέρματι, χαμαιλέων μέλας.
1.159 (167) ἀκίδας δὲ καὶ σκόλοπας ἕλκει καταπλασθέντα· ὁρμίνου φύλλα καὶ τὸ σπέρμα μετὰ ἀλφίτου, ξιφίου ῥίζα σὺν ὕδατι ἢ καθ’ ἑαυτὴν ἢ σὺν λιβανωτῷ καὶ οἴνῳ, ἴρεως ῥίζα, λεοντοποδίου καρπὸς καὶ φύλλα μετὰ ἀλφίτου· Ἀμμωνιακὸν σὺν μέλιτι, ὄρχις ἡ βοτάνη καταπλασσομένη, ἀναγαλλὶς ὁμοίως, ἀριστολοχείας ῥίζα ὡσαύτως· καλάμου φραγμίτου ῥίζα καὶ τοῦ μεγάλου τὰ φύλλα λεῖα, κοχλίαι σὺν τῇ σαρκί, ναρκίσσου ῥίζα ἢ βολβὸς σὺν μέλιτι, σίνηπυ μετὰ ζύμης, ὀξυακάνθου ῥίζα, δίκταμνον — τοῦτο δέ φασιν ἐν Κρήτῃ νεμηθείσας ὑπό τινων τοξευθείσας αἶγας ἐκβάλλειν τὰ βέλη —, πρόπολις ἐπιτιθεμένη, πυκνοκόμου καρπὸς λεῖος, σαύρας κεφαλὴ λεία, σιλού ρου ταριχηροῦ σάρξ, νεβροῦ πυτία, τράγειον πινόμενον.
1.160 (168) ἐρυσιπέλατα δὲ ἰᾶται καταχριόμενα ταῦτα ὄξους καὶ ῥοδίνου μειγνυμένων· ψιμύθιον, λιθάργυρος, ἢ γῆ Κιμωλία ἢ Χία ἢ Σελινουσία· μείγνυται δὲ χυλὸς ἀρνογλώσσου ἢ σέριδος ἢ πολυγόνου ἢ ἀγριελαίας ἢ ἀνδράχνης ἢ ἀειζώου ἢ στρύχνου ἢ ὑρσκυάμου ἢ κορίου ἢ πηγάνου ἢ σελίνου ἢ ἑλξίνης ἢ ἡδυόσμου. ποιεῖ καὶ λιθάργυρος μετὰ ῥοδίνου λεῖος, ὤχρα μετ’ ὄξους, ἰὸς σιδήρου σὺν ὄξει καὶ ψιμυθίῳ καὶ θείῳ καὶ λιθαργύρῳ·
1.161 (170) ἕρπητας δὲ ὠφελεῖ μὲν καὶ τὰ πρὸς ἐρυσιπέλατα ἀναγεγραμμένα καὶ μάλιστα ὅσα ἐπιτεταμένως στύφει κατάχριστα καὶ καταπλάσματα· ἰσάτεως φύλλα λεῖα σὺν ὕδατι καταπλασσόμενα, βάτου φύλλα ὁμοίως, ἀπόπατος αἰγὸς σὺν ὄξει ἐπιπλασσομένη, [ἢ] βηχίου φύλλα σὺν ὕδατι, μυρσίνης φύλλα σὺν ἀλφίτῳ, πενταφύλλου ῥίζα σὺν ἀλφίτῳ. σφονδύλιον λεῖον σὺν πηγάνῳ καὶ ὄξει.
1.162 (171) τὰς δὲ ἐπινυκτίδας ἀγριελαίας ἄνθεσι κατάπλασσε, ἢ ῥάμνου ἢ ἄγνου φύλλοις σὺν μέλιτι, ἀμυγδάλοις πικροῖς σὺν οἴνῳ, προβάτου κόπρῳ καθ’ ἑαυτήν, ἀρνογλώσσῳ καθ’ ἑαυτό, σταφίδι μετὰ πηγάνου, ἀψινθίῳ σὺν ὕδατι, κορίῳ χλωρῷ λείῳ, σαμψούχῳ σὺν ὕδατι, σικύου φύλλοις ὁμοίως.
1.163 (172) πρὸς δὲ τὰ κηρία ἁρμόζει σταφὶς μετὰ πηγάνου, συκῆς φύλλα ἁπαλὰ σὺν μέλιτι, κάρδαμον σὺν μέλιτι καὶ λινοσπέρμῳ, σικύου ἡμέρου ῥίζα σὺν μέλιτι, θεῖον ἄπυρον σὺν κηρωτῇ ὀλίγῃ ἢ ῥητίνῃ τερμινθίνῃ.
1.164 (173) τὰ δὲ ἐκ τῶν ὑποδημάτων παρατρίμματα ἐπώδυνα ὄντα ἄπονα ποιεῖ καὶ ἀφλέγμαντα· πνεύμων χοίρειος ἢ ἄρνειος ἐπιτεθείς, κρόμυον σὺν ὀρνιθείῳ στέατι λεῖον ἢ ἀλφίτῳ, κασσύματα παλαιὰ καιόμενα καὶ ἐπιπασσόμενα.
1.165 (174) ἀφλέγμαντα δὲ τηρεῖ τὰ ἀποσύρματα ῥοῦς ἐρυθρὸς καταπλασσόμενος 〈λεῖος〉 σὺν μέλιτι, σιδηρίτιδος τῆς καὶ ‘Ηρακλείας καλουμένης τὰ φύλλα καταπλασσόμενα, σκόρδιον, σχίνου κόμη καεῖσα καὶ σὺν μέλιτι ἐπιτεθεῖσα, στρατιώτης ὁ ἐν τοῖς ὕδασι σὺν ὄξει.
1.166 (175) ἥλους δὲ αἴρει βατράχειον ἐπιπλασθὲν προαποξυσθέντος ἐπὶ βραχὺ τοῦ ἥλου· ἀκριβῶς δὲ ἐπιτιθέναι δεῖ τὰ κύκλῳ μέρη στέατι ἢ κηρῷ περιπλάσσοντας· διεσθίει γὰρ καὶ τὰ ἀπαθῆ· αἴρει δὲ πρὸς ὀλίγον καταπλασθὲν τὸ βατράχειον καὶ θύμια καὶ ἀκροχορδόνας, αἴρει 〈καὶ〉 σμαρίδος ταριχηρᾶς κεφαλὴ καεῖσα, ἰτέας φλοιὸς πρόσφατος καεὶς καὶ μετ’ ὄξους ἐπιτεθείς, [καὶ] λάδανον σὺν ὀλίγῳ καστορίῳ, μελάνθιον σὺν οὔρῳ, σίλφιον μετὰ κηροῦ καὶ τύλους αἴρει ἢ ὀπὸς τοῦ σιλφίου σὺν ῥητίνῃ· σαύρας κεφαλὴ λεία ἐπιπλασθεῖσα ἢ ὀπὸς ξηρὸς συκῆς· σαύρας αἷμα πρόσφατον ἐπισταζόμενον ἢ ἐρίῳ διάβροχον ἐπιτιθέμενον· Ἀμμωνιακὸν νήστει σιέλῳ ἀναμαλάξας καὶ ἀποξυσθέντος ἐπὶ ποσὸν 〈τοῦ ἥλου〉 ἐπιτίθει.
1.167 (176) μυρμηκίας καὶ ἀκροχορδόνας καὶ θύμους αἴρει μετὰ κηρωτῆς ἄσβεστος λεία, διψάκου ῥίζα καταπλασσομένη λεία, ἐλατήριον μετὰ ἁλῶν λεῖον προσψαυόμενον, ἐρέβινθοι ἑφθοὶ λεῖοι καταπλασσόμενοι· φασὶ δὲ ὅτι εἴ τις κατὰ νεομηνίαν ἑκάστης ἐξοχῆς ψαύων ἑνὶ ἐρεβίνθῳ καὶ τοῦτον ἐνδεσμεύων ὀθονίῳ εἰς τοὐπίσω ῥίπτοι, ἀποπίπτειν αὐτὰς αὐτομάτας ἢ ἀφανεῖς γίνεσθαι.
1.168 (177) ἀκροχορδόνας 〈δὲ〉 τὰς ἐν παντὶ τόπῳ αἴρει ἰχὼρ πνεύμονος ὀπτωμένου καταχριόμενος, θεῖον, λιβανωτός, συκῆς φύλλα ἴσα τρίψας ἐπιτίθει προκαταντλήσας πυρῶν ἀφεψήματι· ἢ πηλῷ, ὅπου ἐὰν κύων μέλας οὐρήσῃ, κατάχριε ἢ χαμαιάκτῃ.
1.169 (178) πυρίκαυτα δὲ ἐν ἁρχῇ ὠφελεῖ, ὥστε εἰ παραχρῆμά τις χρήσαιτο μηδὲ φλυκταινοῦσθαι· μέλαν γραφικὸν ἐν ὕδατι καταχριόμενον, στυπτηρία ὑγρά, μόρων φύλλα σὺν ἐλαίῳ, ναρκίσσου ῥίζα σὺν μέλιτι, ἀκτῆς φύλλα λεῖα, ἀρκτίου φύλλα καὶ ὁ καυλὸς καὶ αἱ ῥίζαι σὺν οἴνῳ ἑψηθέντα, φλόμου ῥίζαι καὶ φύλλα ἑψηθέντα ὁμοίως, ἐλαίας φύλλα ἑφθά, ἅλες σὺν ἐλαίῳ καταπλασθέντες, ἀνδρόσαιμον λεῖον, ἀρνογλώσσου φύλλα, ὑπερικοῦ φύλλα πρόσφατα, μολόχη λεία ἑφθὴ καὶ ὠμὴ καταπλασθεῖσα·
1.170 (178) ἀπουλοῖ δὲ τὰ πυρίκαυτα ἀγχούσης ῥίζα μετὰ κηρωτῆς ῥοδίνης ἢ μυρσινίνης ἑψηθεῖσα, ἀπόπατος σὺν ῥοδίνῃ κηρωτῇ προβατεία μιγεῖσα, περιστερᾶς κόπρος καεῖσα ἐν ὀθονίῳ καὶ σὺν ἐλαίῳ λεανθεῖσα· λιθαργύρου 〈· α′ καὶ ἐλαίου παλαιοῦ x̊ α′· ἕψεται πυρὶ λαμπρῷ, ἕως ἂν πυροειδὲς γένηται, καὶ καταχρίεται, ἐπάνωθεν δὲ κισσοῦ φύλλα ἐπιτίθεται· ἢ κιννάβαρι μετὰ ψιμυθίου καὶ κριθῶν κεκαυμένων ἴσα μετὰ κηρωτῆς μυρσινίνης·
1.171 (173) χίμετλα δὲ ἰᾶται καταντλούμενα· κυκλαμίνου ῥίζης ἀφέψημα, ἀσφοδέλου ῥιζῶν ὁμοίως, γογγύλη ἐν θαλάσσῃ ἢ ἐν ἅλμῃ ἀφηψημένη, βατράχειον σὺν ὕδατι· ἀρκτίου φύλλα καὶ καυλὸς καὶ ῥίζα ἐν οἴνῳ ἀφεψόμενα καὶ αὐτὰ 〈δὲ〉 καταπλασσόμενα, μάδος 〈ὁ〉 ἀπὸ βυρσοδεψῶν καταντλούμενος, σιλφίου ἀπόζεμα, ὀρόβου ἀφέψημα, θάλασσα καθ’ ἑαυτήν.
1.172 (182) πρεσβυτικὰ δὲ ἀπουλοῖ ἕλκη ἀναγαλλὶς μετὰ κηρωτῆς, ἄρου φύλλα ἑφθὰ ἐν οἴνῳ ἐπιτιθέμενα, κριθαὶ καεῖσαι καὶ ψιμύθιον μετὰ κηρωτῆς μυρσινίνης τριπλασίονος· ᾠῶν λέκιθοι καὶ λιθάργυρος ὁμοίως κηρωτῇ ἀναλημφθέντα, κηρωτὴ μετὰ μολύβδου κεκαυμένου, μυρσίνη, πίτυος φλοιὸς ὁμοίως.
1.173 (183) τὰ δὲ παλαιὰ ἀπουλοῖ πίτυος φλοιὸς σὺν κηρωτῇ μυρσινίνῃ, ἢ διφρυγὲς λεῖον καταπασσόμενον, Εὐπατορίου φύλλα λεῖα σὺν ὀξυγγίῳ, θηλυπτερίδος ῥίζα λεία, ἰξὸς σὺν λιβανωτῷ, ἰὸς μετὰ διφρυγοῦς ἴσου καὶ μετὰ κηρωτῆς μυρσινίνης, καδμεία μετὰ κηρωτῆς, Κενταύρειον 〈τὸ λεπτὸν〉 χλωρὸν λεῖον, κισσοῦ ἄνθη μετὰ κηρωτῆς·
1.174 (184) τὰ δὲ ἐν τοῖς ἀκρωτηρίοις δυσαλθῆ εἰς τάξιν ἄγεται καταπλασσόμενα· μύρτα σὺν οἴνῳ, σαραπιάδος ῥίζα καταπλασσομένη, πρόπολις ἐπιτιθεμένη, σηπεδὼν καταπασσομένη ξύλου· ἀρκτίου φύλλα καταπλασσόμενα, ἀσφοδέλου ῥίζα σὺν ἀλφίτῳ, ἀστραγάλου ῥίζα ὁμοίως, βαλλωτῆς φύλλα ὁμοίως, βράθυος φύλλα ὡσαύτως, κράμβης φύλλα μετὰ τηλίνου ἀλεύρου καὶ ὄξους, λιβανωτίδος φύλλα καὶ ἡ πόα· μελισσόφυλλον ἐπιπλασσόμενον καὶ πευκέδανον, χαμαίδρυς σὺν μέλιτι, περιστερεὼν ὁμοίως, σιδηρίτιδος τῆς Ἡρακλείας φύλλα σὺν μέλιτι.
1.175 (185) σαπροκνήμους δὲ ἰᾶται καππάρεως ῥίζα καταπλασσομένη, Κενταύρειον τὸ λεπτὸν λεῖον, ὀρόβινον σὺν μέλιτι, ὄρχεως ῥίζα σὺν μέλιτι, πευκεδάνου ῥίζα ὁμοίως, πίσσα ὑγρά, ποταμογείτων ὡσαύτως, σάκχαρον ἐν μοτῷ, σηπεδὼν ξύλου χνοώδης ξηρά· σταφυλίνου ῥίζα ξηρὰ λεία σὺν μέλιτι καὶ ἀλ φίτῳ καεῖσα ἐν ὀθονίῳ μέχρις ἀνθρακώσεως·
1.176 (186) καθαίρει δὲ 〈τὰ ῥυπαρὰ〉 ἕλκη πράσιον μετὰ μέλιτος, κνίδης φύλλα μετὰ ἁλῶν, ἀριστολοχεία σὺν μέλιτι, Γεντιανή, ἷρις σὺν μέλιτι, 〈ἐλαῖαι〉 κολυμβάδες καταπλασθεῖσαι, ἐλελίσφακος λεῖος, ἐχίνου θαλασσίου κεκαυμένα ὄστρακα, ναρκίσσου ῥίζα σὺν ὀρόβῳ καὶ μέλιτι· ἢ νίτρου ἀφρὸν μέλιτι μείξας καῦσον ἐν χύτρια καινῇ καὶ μείξας ἶριν στοχασμῷ χρῶ· ἢ χάρτου κεκαυμένου 〈· η′, ἀρσενικοῦ 〈· δ′ σὺν ῥοδίνῳ ἢ μέλιτι ἢ κηρῷ.
1.177 (187) ἐσχάρας 〈δὲ〉 περιρρήσσει τὰς ἀπὸ καύσεως ἐπιτιθέμενα· ἶρις, ὀνωνίδος φύλλα, ὄροβοι ἑφθοί, θέρμοι, ἀρνογλώσσου φύλλα, ἱερὰ βοτάνη, θαλλία, μήκωνος κερατίτιδος φύλλα καὶ ἄνθη, πράσου κεφαλωτοῦ φύλλα μετὰ ἁλῶν καὶ ὄξους, σῶρι κεκαυμένον, τιθυμάλλου ὀπός, ἄρου ῥίζα λεία.
1.178 (188) πληροῖ δὲ τὰ ἕλκη βούτυρον, κηρός, ῥητίνη, ῥόδινον, βουνίου ῥίζα καὶ τὰ φύλλα, ἀριστολοχεία καθ’ ἑαυτὴν καὶ σὺν ἴριδι καὶ 〈μέλιτι〉, πάνακος ῥίζα σὺν μέλιτι.
1.179 (189) στέλλει δὲ ἕλκη ἄσβεστος, μάννα, λεπίς, ἴσα· ἐχῖνος κεκαυμένος, σμαρίδος ταριχηρᾶς κεφαλὴ καεῖσα, κεδρία, κηκίς, κήρυκες κεκαυμένοι, λίθος σάπφειρος, μόλυβδος κεκαυμένος, σπόδιον, στυπτηρία πᾶσα καεῖσα, σῶρι καὶ τὰ πλαδῶντα ἀποτήκει· σκόρδιον λεῖον, χαλκίτις, χάλκανθος, μίσυ, διφρυγές, ὀθόνιον κεκαυμένον.
1.180 (190) πτερύγια δὲ θεραπεύει ἀκακίας χύλισμα καταχριόμενον, ἀλόη ξηρὰ ἐπιπασσομένη, ἰὸς διπλασίων μετὰ λιθαργύρου ἁπλῆς, πενταφύλλου ῥίζα καταπλασσομένη, τιθυμάλλου ὀπὸς ἐπιχριόμενος, γλυκύρριζα ξηρὰ ἐπιπασσομένη, ἰὸς σιδήρου σὺν ὄξει, ῥίνημα ἐλέφαντος ὀστέου ὁμοίως, πράσιον σὺν μέλιτι, στυπτηρία σὺν ὕδατι, σῦκα ξηρὰ μετὰ σιδίων ῥοᾶς ἑφθῶν καὶ μέλιτος, χαλκίτεως καὶ λεπίδος μιγέντων καὶ ὡς ἔμπλαστρος ἐπιτιθεμένων· ἢ στυπτηρίαν σχιστὴν, σανδαράκην, ἄσβεστον, διφρυγές, ἴσα μείξας κατάπλασσε.
1.181 (191) παρωνυχίας δὲ θεραπεύει λιβανωτὸς σὺν μέλιτι, μυρσίνη κεκαυμένη σὺν κηρωτῇ· ἢ τοῖς φύλλοις 〈λείοις〉 ὁμοίως κατάπλασσε, ἢ σταφίδι μετὰ μάννης.
1.182 (192) ἀναστομοῖ δὲ τὰ μύσαντα τῶν τετυλωμένων καὶ χρονίων ἑλκῶν σκίλλης τὸ ἐντὸς ἐν μέλιτι. ἀναξηραίνει δὲ καὶ πτερύγια λεπὶς Κυπρία λεία ἐπιπασσομένη θαυμαστῶς.
1.183 (193) ῥαγάδας 〈δὲ〉 τὰς ἐν αἰδοίῳ ὠφελεῖ ῥητίνη φρυκτὴ σὺν ῥοδίνῳ λειωθεῖσα, ἄχρι γλοιωθῇ, μειγνυμένης καὶ ᾠοῦ λεκίθου ὀπτῆς· κισσοῦ φύλλων ξηρῶν κεκαυμένων ἡ τέφρα τριβεῖσα σὺν ἐλαίῳ ἐν μολυβῇ θυείᾳ· ποιεῖ καὶ ἐπὶ τῶν περὶ τὸν δακτύλιον συρίγγων σὺν παπυρίῳ ἐντιθεμένη.
1.184 (194) τὰ δὲ ἕλκη τὰ ἐν αἰδοίῳ θεραπεύει βαλαύστιον καταπλασσόμενον, ἀλόη, πίτυος φλοιὸς σὺν λιβανωτῷ, ἀσπαλάθου ξύλα, ἀκακίας χύλισμα, ῥοᾶς ἀγρίας χυλός.
1.185 (195) τὰ δὲ ἀλγήματα παύει οἶνος ἀθάλασσος θερμὸς καταντλούμενος καὶ χολὴ αἰγεία καταχριομένη.
1.186 (196) νομὰς δὲ τὰς ἐν αἰδοίῳ ὠφελεῖ ἐγκλυζόμενον μίσυ σὺν ὄξει καὶ τὰ ἱστορηθησόμενα ἐπὶ νομῶν.
1.187 (197) σκώληκας δὲ ἐκβάλλει τοὺς ἐπὶ τοῖς ἕλκεσιν γεννωμένους ἀρνόγλωσσον λεῖον καταπλασθέν, ἐρινεοῦ κεκαυμένου τέφρα καταπασσομένη.
1.188 (198) ἄνθρακας δὲ θεραπεύει καταπλασσόμενα· ἀγριελαίας φύλλα μετὰ μέλιτος καὶ ὁ καρπὸς πεφρυγμένος λεῖος σὺν μέλιτι, ἀείζωον καθ’ ἑαυτό, ἀρνόγλωσσον ὁμοίως, αἴρινον ἄλευρον σὺν ῥαφάνῳ καὶ ἁλσί, βρυωνίας ῥίζα λεία μετὰ οἴνου, ἄρου ῥίζα ὁμοίως· ὑὸς ἄφοδος ξηρὰ καταπλασθεῖσα, περιστερᾶς ἄφοδος μετὰ λινοσπέρμου καὶ μέλιτος, ἀσπάλαθος λεῖος καταπλασσόμενος, σταφὶς 〈λεία〉 σὺν πηγάνῳ ἢ ὀπᾠ, βράθυος φύλλα λεῖα σὺν μέλιτι, θέρμοι ἑφθοὶ λεῖοι, κάρδαμον χλωρὸν καὶ τὸ σπέρμα.
1.189 (199) πυοποιεῖ δὲ καὶ περιρρήσσει 〈τοὺς ἄνθρακας〉 καρύου βασιλικοῦ παλαιοῦ καὶ προσφάτου τὸ ἐντός, στροβίλου τὸ ἐντὸς ὁμοίως, κορίου φύλλα μετὰ σταφίδος, μήκωνος κερατίτιδος φύλλα καὶ τὰ ἄνθη· ὀπὸς σιλφίου μετὰ πηγάνου καὶ νίτρου καὶ μέλιτος ἢ καθ’ ἑαυτόν· 〈δεῖ δὲ〉 ἄνωθεν ἀειζώῳ καταλαμβάνειν, ὥστε προσμένειν· ὄροβος λεῖος σὺν οἴνῳ, πίσσα ὑγρὰ σὺν σταφίδι καὶ στέατι, κράμβης φύλλα λεῖα σὺν ὕδατι.
1.190 (200) τὰς δὲ ἐπιγινομένας νομὰς καὶ σηπεδόνας θεραπεύει ἀρσενικὸν καὶ ἄσβεστος μετὰ σανδαράκης καὶ χάρτου κεκαυμένου, νίτρον σὺν ἀσβέστῳ καὶ τρυγὶ ἢ ὄξει ἢ ὕδατι, στυπτηρία πᾶσα κεκαυμένη σὺν διπλασίοσιν ἁλσίν, σῶρι κεκαυμένον, λεπὶς καὶ κίσηρις κεκαυμένη ἴσα, ἅλες ὡς ὅτι πλεῖστοι ἀναλημφθέντες πίσσῃ ὑγρᾷ·
1.191 (201) γαγγραίνας δὲ περιχαράσσει αἴρινον ἄλευρον σὺν ῥαφάνῳ καὶ ἁλσὶν καταπλασσόμενον, βράθυος φύλλα, σταφὶς σὺν ῥαφάνου φλοιῷ ἢ ῥαφάνου φλοιὸς σὺν μέλιτι, καρύων βασιλικῶν παλαιῶν τὸ ἐντός, κύτινοι ἑφθοὶ μετὰ σιδίων, λίθος ὀστρακίτης σὺν μέλιτι, μυρσίνης φύλλα ἑφθὰ ἐν οἴνῳ λεῖα μετὰ μέλιτος, ὄροβος σὺν μέλιτι·
1.192 (202) τὰ δὲ τεθηριωμένα ἕλκη ἰδίως στέλλει χαμαιλέων λεῖος, ὤχρα Ἀττικὴ κεκαυμένη, ἀρσενικὸν καὶ ἄσβεστος ἴσα πλυθέντα σὺν ὕδατι ἐπὶ ἡμέρας λ′ ἀποχεομένου τοῦ ἐπιπάγου καθ’ ἡμέραν.
1.193 (203) πονηρευόμενα 〈δὲ〉 ἕλκη καὶ σκληρίας κακοήθεις θεραπεύει βαλάνων δρυίνων σὰρξ λεία σὺν ὀξυγγίῳ ἐπιτεθεῖσα, δρακοντίου ῥίζης χυλὸς — καὶ πρὸς τὰ εἱλκωμένα καὶ ἡ ῥίζα ἐπιπλασθεῖσα —, ἄρου ῥίζης ὁμοίως, γαλίου φύλλα καὶ χυλὸς σὺν ὄξει, βρυωνίας λευκῆς καὶ δρακοντίου ῥίζα σὺν μέλιτι, ἐρέβινθοι ἢ ὄροβοι ἑφθοὶ σὺν μέλιτι· ἰξὸς σὺν λιβανωτῷ, καρκίνων ποταμίων ἡ τέφρα σὺν μέλιτι, κισσὸς λεῖος καταπλασσόμενος·
1.194 (204) πρὸς δὲ φαγεδαίνας ποιεῖ μὲν ὅσα καὶ πρὸς κακοήθη καὶ πονηρευόμενα ἕλκη ἀναγέγραπται, ἁρμόζει δὲ καὶ ταῦτα· ἀσφοδέλου ῥίζα μετ’ ἐλαίου ἑψηθεῖσα καὶ καταπλασθεῖσα, κνίδης φύλλα μετὰ ἁλῶν, ἅλες σὺν μέλιτι καὶ ἀλφίτῳ καέντες ἐν ὀθονίῳ, μέχρις ἀνθρακωθῶσιν·
1.195 (205) ἐλεφαντιάσεις δὲ ὠφελεῖ ἀρνόγλωσσον 〈καταπλασσόμενον〉 σὺν μέλιτι ἐπὶ τῶν ἐξοιδούντων μερῶν, ἱερὰ βοτάνη ὁμοίως, χολὴ ἀγρίας αἰγὸς ἢ τράγου καταχρισθεῖσα· ὠφελεῖ καὶ γάλα σχιστὸν καταπινόμενον ἱκανῶς τοὺς ἐλεφαντιῶντας, ὠφελεῖ καὶ καλαμίνθη ἐσθιομένη ἢ ὁ χυλὸς αὐτῆς πινόμενος ὀρροῦ γάλακτος ἐπιπινομένου, καὶ κεδρία ἐκλειχομένη· ποιεῖ δὲ θαυμαστῶς ἵππειον στέαρ ἐπιχριόμενον τοῖς οἰδηκόσι μέρεσιν.
1.196 (206) ῥαγάδας δὲ τὰς ἐν ποσὶ θεραπεύει ἐντιθέμενα· σκίλλης τὸ ἐντὸς σὺν ἐλαίῳ ζεσθὲν καὶ ῥητίνῃ τερμινθίνῃ συλλεανθέν, καρκίνοι ποτάμιοι καέντες λεῖοι σὺν μέλιτι, πολυπο δίου ῥίζα καταπλασσομένη, κέρας αἴγειον κεκαυμένον ἀναλημφθὲν στέατι αἰγείῳ· ἢ μέλιτος λίτρα, κηρὸς καὶ ἔλαιον συντακέντα ἴσα, λιθαργύρου Γο δ′ ἑψηθέντα, ἕως ἐμπλαστρῶδες γένηται· δεῖ δὲ προπερικαθαίρειν τοὺς τύλους καὶ 〈οὕτω〉 χρῆσθαι τοῖς φαρμάκοις.
1.197 (207) σύριγγας δὲ ἐκτήκει καὶ αἴρει ἰοῦ 〈·β′, Ἀμμωνιακοῦ θυμιάματος 〈·β′ κολλουριοποιηθέντα καὶ ἐντεθέντα ταῖς σύριγξιν μετὰ ὄξους ἢ ὕδατος· ἀμόργη ἡψημένη καὶ ἐγκλυζομένη· ἴριδος ῥίζης ἀπόζεμα ἐγκλυζόμενον καὶ πρὸς κόλπους ποιεῖ· ἄρου, ἀρισάρου καρπὸς ἐντιθέμενος, καὶ ἡ ῥίζα δὲ αὐτῶν καὶ τὰ φύλλα λεῖα ὡς κολλούρια ἀναπλασσόμενα.
1.198 (208) αἱμορραγίας δὲ ἵστησιν τὰς ἐκ τῶν τραυμάτων· Αἰθιοπίδος ῥίζα λεία καταπλασθεῖσα σὺν ὄξει, Λυσιμάχειος πόα ὁμοίως, ἀλόη λεία καταπλασθεῖσα, φλοιὸς ἀμπέλου λεῖος καὶ τὰ φύλλα ξηρὰ λεῖα, ἀμύγδαλα, ἀνδρόσαιμον ἐπιπλασθέν, ἀπαρίνης φύλλα ὁμοίως, ἀπόπατος αἰγὸς ἢ ἵππου ἢ ὄνου ἄκαυστος ὡς ἄλφιτα ἐπιπλασσομένη μοτῶν ὄξει βραχέντων καὶ ἐπιτεθέντων· ποιοῦσι δὲ καὶ κεκαυμέναι καθ’ ἑαυτὰς καὶ ὄξει ἀναλημφθεῖσαι· ἀρνόγλωσσον λεῖον, ἀράχνης ὕφος.
1.199 (209) τὰς 〈δὲ〉 ῥήξεις τὰς ἐπιπολαίους στέλλει ἀστραγάλου ῥίζα καταπλασθεῖσα, ἄσφαλτος ξηρά, Ἀχιλλείου τῆς σιδηρίτιδος φύλλα καταπλασσόμενα, βατράχων καέντων ἡ τέφρα καταπασσομένη, ὀθονίου καέντος ὁμοίως ἢ διφρυγοῦς καταπασθεῖσα· θαλλία λεία, ἐλελίσφακος ὁμοίως·
1.200 (210) τὰς δὲ ἐκ μυκτήρων αἱμορραγίας στέλλει ὀξύσχοινος ἐντιθεμένη λεία, κνίδης φύλλων χυλὸς ἐν μοτοῖς ἐντιθέμενος καὶ αὐτὰ 〈δὲ〉 τὰ φύλλα λεῖα κατὰ τοῦ μετώπου ἐπιτιθέμενα, χαλκῖτις, χάλκανθον κεκαυμένον· ἢ ἀνθήλη κεκαυμένη ξηρὰ ἐν μοτοῖς ἐντιθεμένη, ὁμοίως φλόμος ὁ εἰς τὰ ἐλλύχνια καὶ ἐλελισφάκου φύλλα λεῖα· βολβοὶ λεῖοι κατὰ τοῦ μετώπου καταπλασσόμενοι ἐν πράσου χυλῷ ἢ ὄξει, ὀνὶς ὁμοίως·
1.201 (211) διαχεῖ δὲ θρόμβους τοὺς ἐκ τραυμάτων ἐν βάθει γινομένους ἢ 〈ἐν〉 κοιλίᾳ ἢ κύστει· κονία συκίνη μετὰ ὕδατος ποθεῖσα, θύμβρα 〈ἢ〉 θύμος ἐν ὀξυκράτῳ, ἑλιχρύσου ἀπόζεμα ἐν οἰνομέλιτι, [ἢ] ὀπὸς σιλφίου λεῖος σὺν ὀξυκράτῳ ἢ ὕδατι πινόμενος.
1.202 (212) ἐφίστησι δὲ πλεοναζούσας αἱμορροίδας ἀλόη καταπασθεῖσα, λεπὶς σιδήρου, λιβανωτίδος φύλλα, λίθος Ἀραβικός — ἔστι δὲ ὅμοιος ἐλέφαντι —, μόλυβδος κεκαυμένος, ὀξυκράτου ἐπαντλήσεις καὶ τῶν λοιπῶν στυμμάτων.
1.203 (213) ἀναστομοῖ δὲ αἱμορροίδας μυττωτὸν ἐσθιόμενον, ἀμαράκινον ἢ ἴρινον περιχριόμενον· ἐρεθίζει αὐτὰς καὶ χολὴ βοεία ὡς βάλανος προστεθεῖσα, καὶ πρὸ τῆς χειρουργίας δὲ περιχρισθεῖσα· κατέχει δὲ καὶ οὐκ ἐᾷ ἐκτρέπεσθαι αὐτάς, ὁμοίως κυκλαμίνου χυλός.
1.204 (214) αἱμορροίδας 〈δὲ〉 αἴρει θαυμαστῶς τοῦτο· κωνείου ξηροῦ 〈·β′, ὑοσκυάμου χυλίσματος 〈·δ′, στυπτηρίας σχιστῆς 〈·β′ χαλκάνθου κεκαυμένου 〈·β′, Σινωπίδος 〈·α′, ψιμυθίου 〈·α′, κηρωταρίῳ ῥοδίνῳ ἀναλημφθέντα καὶ ἐπιτεθέντα· ῥοᾶς ὀξείας λέπη λεῖα σὺν ὄξει ἐπιπλασθέντα· ἂν δὲ ἐνδοτέρω ὦσιν, ὡς μαζίον ποιήσας ἐντίθει.
1.205 (212) ἐπέχει δὲ αἱμορροίδας παραχρῆμα· ἀκακίας κιρρᾶς 〈· δ′, μολυβδαίνης 〈· δ′, τραγακάνθης 〈·β′, κατὰ ἓν λειώσας ἕκαστον, εἶτα μείξας καὶ δεύσας ὕδατι ἔμπλασσε εἰς μοτὸν ἢ ἔριον καὶ ἐπιτίθει. προσκλύσματι δὲ χρῶ χαλκάνθῳ ἢ κηκῖδι 〈καὶ〉 στυπτηρίᾳ, ἴσοις λείοις διειμένοις θερμῷ ὀξυκράτῳ ἢ ὕδατι καὶ προσκλυζομένοις.
1.206 (215) φλεγμονὰς δὲ τὰς τοῦ δακτυλίου ὠφελεῖ ἄρτος ἐκ μελικράτου καταπλασσόμενος, σόγχου χυλὸς ἐν ἐρίῳ προστεθείς, μολόχη ἑφθὴ καὶ ὠμὴ καταπλασσομένη, ἀλθαίας ῥίζα ἣν Ῥωμαῖοι ἐβίσκον καλοῦσιν ἐν μελικράτῳ ἑφθὴ ὁμοίως· ἀμαράκινον περιχριόμενον, μελίλωτον σὺν οἰσύπῳ καὶ βουτύρῳ, σιλφίου 〈ῥίζα〉 σὺν ὄξει ἐν σιδίοις ἡψημένη, πίσσα ὑγρὰ σὺν κηρίῳ ἴσα, σιδήρου ἰὸς σὺν κηρωτῇ.
1.207 (216) τὰ δὲ ἀλγήματα ὠφελεῖ πευκεδάνου ὀπὸς ἐπιχριόμενος, σμύρνα σὺν μέλιτι, ἠριγέροντος ἄνθη σὺν οἴνῳ γλυκεῖ, κισσοῦ ἄνθη ὁμοίως, ἑλξίνη καθ’ ἑαυτὴν καὶ σὺν ἄρτῳ.
1.208 (217) τὰ δὲ κονδυλώματα στέλλει ἐλαίας ἄνθη μεθ’ ὕδατος καταπλασσόμενα, ἀλόη σὺν γλυκεῖ καταχριομένη, βαλλωτῆς φύλλα καταπλασθέντα, βάτου φύλλα 〈ὁμοίως〉 καὶ ὁ χυλὸς 〈δὲ〉 καταχριόμενος καὶ σὺν ῥοδίνῃ κηρωτῇ ἐπιτιθέμενος· πενταφύλλου ῥίζα καταπλασθεῖσα, κύπρου φύλλα ὁμοίως, κυπαρίσσου φύλλα ὁμοίως σὺν ἀλφίτῳ, καὶ τῷ ἀφεψήματι δὲ αὐτοῦ πυρία·
1.209 (218) αἴρει δὲ 〈τὰ〉 κονδυλώματα καὶ τὰς συκᾶς ἀρσενικὸν ἐπιπλασθέν, βολβοὶ ἐν θερμοσποδιᾷ ὀπτηθέντες καὶ λεῖοι καταπασθέντες μετὰ μαινίδων κεφαλῶν κεκαυμένων· ἄσβεστος καὶ τρὺξ ἰξῷ ἀναλημφθέντα καὶ ὡς σπλήνιον ἐπιτεθέντα.
1.210 (219) τὰς δὲ ὑπερμεγέθεις συκᾶς ἀποβάλλει λιβάνου ὑποκαπνισμὸς ἐπὶ ἡμέρας ἓξ ἐπιτηδευόμενος, ἰὸς σιδήρου σὺν οἴνῳ γλυκεῖ ἐπιχρισθείς, ἀνήθου σπέρματος κεκαυμένου ἡ τέφρα καταπασσομένη, χάλκανθος καὶ σίδια σὺν ὄξει λεῖα, στυπτηρία [ὑγρὰ] σχιστὴ κεκαυμένη ὁμοίως σὺν ὄξει λεία, ἐλατήριον σὺν ἁλσί, στυπτηρία ὑγρὰ μετὰ ἄρτου καὶ οἴνου καὶ σελίνου.
1.211 (220) συκᾶς δὲ ἀφαιρεθείσας καὶ θύμους καὶ κονδυλώματα ἀποθεραπεύει καὶ οὐκ ἐᾷ πάλιν αὔξεσθαι τέφρα κλημάτων ἢ καὶ ἡ ἐκ τῶν γιγάρτων σὺν ὄξει καταπλασσομένη.
1.212 (221) τὰς δὲ ῥαγάδας θεραπεύει διφρυγὲς σὺν ῥοδίνῳ, ἀλόη σὺν γλυκεῖ καταχριομένη, διψάκου ῥίζα λεία ἀναλημφθεῖσα κηρωτῇ, καρκίνων ποταμίων καέντων ἡ τέφρα σὺν κηρωτῇ ῥοδίνῃ ἐπιτεθεῖσα, οἴσυπος σὺν μελιλώτῳ καὶ βουτύρῳ, πίσσα ὑγρὰ καθ’ ἑαυτήν, σέριδος χυλὸς σὺν μάννῃ, πορφύρας ὄστρακον καὲν καὶ σμύρνα ἴσα κηρωτῇ ἀναλημφθέντα ὑγρᾷ.
1.213 (221) περὶ τῶν κατὰ τὸν δακτύλιον τραυμάτων· μελάνθιον μετὰ ῥοδίνου τριβὲν καὶ λεῖον ἐπιτεθέν.
1.214 (222) τὰς δὲ ἐντὸς τῆς ἕδρας ὠφελεῖ ἑλκώσεις ἀμόργη ἑψηθεῖσα καὶ ἐγκλυζομένη, ἄκοπον τὸ δυσῶδες διὰ πυουλκοῦ 30 ἐντιθέμενον. 215
1.215 (223) σκώληκας δὲ καὶ ἀσκαρίδας φθείρει κεδρία προστιθεμένη, ὀξύγγιον παλαιὸν ὡς βάλανος ἐντιθέμενον.
1.216 (224) τὰς δὲ προπτώσεις τοῦ δακτυλίου στέλλει περιχριόμενα· ἀκακίας χύλισμα, βάτου χυλὸς καὶ τὰ φύλλα καταπλασσόμενα, ἀναγαλλὶς ἡ τὸ κυάνεον ἄνθος ἔχουσα καταπλασθεῖσα — ἡ δὲ ἐρυθρὰ ἐρεθίζει καὶ ἐκτρέπει —, κηκῖδος ἀφέψημα ἢ Κυδωνίων ἢ μυρρίνης ἢ σιδίων ἐγκαθεζόμενον ἢ ὀξὺκρατον· λιβανωτίδος φύλλα καταπλασσόμενα, Κυδώνια ἑφθὰ λεῖα ἐπιτιθέμενα, μυρσίνη ὁμοίως καταπλασσομένη, [ἢ] νάρκη θαλασσία προστιθεμένη, οἰνάνθη 〈ἡ〉 ἀπὸ τῆς ἀγρίας ἀμπέλου ἢ κύπρου φύλλα καταπλασσόμενα.
1.217 (225) παρατρίμματα δὲ ἤδη εἱλκωμένα χαλκῖτις μεθ’ ὕδατος τριβεῖσα καὶ ἐπιχρισθεῖσα παραυτίκα ὠφελεῖ, μολύβδαινα σὺν ὄξει καὶ ῥοδίνῳ λεία ἢ λιθάργυρος ὁμοίως, πίτυος 〈φλοιὸς ὁμοίως〉.
1.218 (226) στρέμματα δὲ ἰᾶται καταπλασσόμενα· ἄγνου σπέρμα σὺν ἁλοὶ καὶ νίτρῳ καὶ κηρωτῇ, ἀγχούσης φύλλα σὺν μέλιτι καὶ ἀλφίτοις, ἀκάνθου τοῦ παιδέρωτος φύλλα, κνίδης φύλλα σὺν ἁλσὶ πολλοῖς, ἅλες σὺν ἀλεύρῳ καὶ μέλιτι, ἀμόργη ἑψηθεῖσα σὺν ἐρίῳ οἰσυπηρῷ ἐπιτεθεῖσα, τέφρα κληματίνη καὶ ἡ ἐκ γιγάρτων μετ’ ὄξους, ὑὸς ἄφοδος ξηρὰ μετὰ κηρωτῆς, ἀρκίου ῥίζα, ἄσβεστος σὺν πίσσῃ ἢ ὀξυγγίῳ παλαιῷ·
1.219 (227) κεχαλασμένα δὲ ἄρθρα ἀκακίας χυλὸς ἀνεθεὶς ὕδατι καὶ καταντλούμενος, ἀκάνθης ἀφέψημα ἢ βάτου ἢ μυρσίνης 〈ἢ σιδίων〉 ἢ σχίνου ἢ φηγοῦ ἢ πτελέας τῶν ῥίζῶν [ἢ] τοῦ φλοιοῦ, ἐλάτη λεία μετὰ κηρωτῆς, ἔλαιον μυρσίνινον ἢ σχίνινον περιχριόμενον συνεχῶς, σίδια καταπλασθέντα, μυρσίνης φύλλα σὺν κηρωτῇ μυρσινίνῃ ἐπιτιθέμενα.
1.220 (228) κόπους 〈δὲ〉 λύει ἐπιτιθέμενα· Ἀμμωνιακὸν μετ’ ὄξους καὶ κυπρίνου ἐλαίου καὶ ὀλίγου νίτρου, ἀπίου σπέρμα μετ’ ἐλαίου, δάφνινον ἔλαιον, κρόκινον, σαμψούχινον, ἀφρόνιτρον 〈ἢ〉 νίτρον σὺν ἐλαίῳ καὶ οἴνῳ καὶ ὄξει. φασὶ δὲ ἐν ταῖς ὁδοιπορίαις μὴ παρατρίβεσθαι τοὺς βουβῶνας ἄγνου ῥάβδου ἢ 〈Ἀρτεμισίας〉 τῆς θαλασσίας κρατουμένης.
1.221 (229) τετανικοῖς δὲ καὶ τοῖς ἄλλοις σπωμένοις ἁρμόζει ἐν ποτῷ μὲν γλήχων μεθ’ ἁλὸς καὶ μελικράτου, ἴρεως 〈· β′ σὺν μελικράτῳ, σάρξ ἐχίνου ἐσκελετευμένη ὁμοίως, κύπρινον ἢ καστόριον· κράμβη ἐφθὴ ἐσθιομένη, ὀξαλλίδος ῥίζα σὺν οἴνῳ, ὀπὸς σιλφίου περιπλασθεὶς κηρῷ ἀντὶ καταποτίου, σέσελι, σταφυλίνου ἀγρίου ῥίζα 〈καὶ〉 σπέρμα, ἀκάνθης λευκῆς σπέρμα.
1.222 (229) παιδίοις 〈δὲ〉 σπωμένοις βοηθεῖ δαμασωνίου 〈· α′ τῶν φύλλων ἐν μελικράτῳ, βατράχων ζωμὸς ἁλσὶ καὶ ἐλαίῳ ἠρτυμένος καὶ ἐσθιόμενος, καὶ αὐτοὶ 〈δὲ〉 οἱ βάτραχοι, καρκίνων ζωμὸς ὁμοίως, ξυλοβαλσάμου τριώβολον ἐν οἴνῳ.
1.223 (229) τοὺς δὲ προσφάτους σπασμοὺς θεραπεύει σέσελι μετὰ μελικράτου πινόμενον. (230) συγχριόμενα δὲ ἐπὶ τετάνου καὶ σπασμωδῶν τρόμων ἁρμόζει· καστόριον σὺν ἐλαίῳ, ὑπερικὸν ὁμοίως, πευκεδάνου ὀπός, πισσέλαιον, σάμψουχον σὺν ὠμῇ λύσει, κονία συκίνη σὺν ἐλαίῳ· ἁρμόζει καὶ ἔλαιον συνεχῶς καταχεόμενον κατὰ τοῦ αὐχένος, καὶ εἰς τὴν ἔμβασιν τοῦ ἐλαίου κατάβασις. ἐπιμενούσης δὲ τῆς τάσεως ἐπὶ χρόνον ἱκανὸν ὠφελοῦνται καιόμενοι τὸ κατὰ τοῦ τένοντος δέρμα.
1.224 (231) τρομώδεσι δὲ ἁρμόζει πινόμενα· καστόριον μετὰ μελικράτου, λαγωοῦ ἐγκέφαλος ἑφθὸς ἐσθιόμενος, κράμβη ἑφθὴ ἐσθιομένη, ἀλθαίας ῥίζης ἀφέψημα, δαμασωνίου φύλλων 〈· α′ μετὰ μελικράτου, Εὐπατόριον σὺν ὕδατι ἐπὶ πλεῖον πινόμενον.
1.225 (232) γλώσσης 〈δὲ〉 παραλυθείσης ἁρμόζει ὀπὸς καὶ ὀπόφυλλον μετὰ ῥοφήματος λαμβανόμενον, καὶ σταφὶς ἀγρία καὶ πέπερι καὶ σίνηπυ διαμασώμενα.
1.226 (233) παραλυτικοῖς δὲ ποιεῖ ποτά· καρδαμώμου 〈· α′ σὺν ὕδατι ἢ οἴνῳ, καππάρεως τοῦ ἐκ τῶν ἀπίων καρποῦ 〈· β′ σὺν οἴνῳ 〈καὶ〉 τῆς ῥίζης ὁμοίως, καστόριον ἐν ὕδατι ἢ μελικράτῳ ἢ οἴνῳ, πενταφύλλου ῥίζης χυλός, καὶ 〈τὰ〉 ἀρθριτικοῖς ἁρμόζοντα συγχρίσματα ἐπιτηδείως παραλαμβάνεται ἐπὶ παραλύσεως 〈καὶ〉 κόστος σὺν ἐλαίῳ καὶ τὰ θερμαντικὰ τῶν ἀκόπων.
1.227 (234) ποδαγρικοὺς 〈δὲ〉 καὶ ἀρθριτικοὺς πινόμενα ὠφελεῖ· ἀμώμου ἀφέψημα, ἀνδρόσακες μεθ’ ὕδατος, Κενταυρείου 〈τοῦ〉 λεπτοῦ χύλισμα, μήου ἀπόζεμα, πήγανον ἄγριον σὺν ἀνήθῳ ἀποζεσθέν, ὀπόφυλλον καὶ ὀπὸς σὺν τροφῇ λαμβανόμενος, χαμαίδρυος ἀπόζεμα, Βεττονικὴ πόα μετ’ οἴνου πινομένη· ὠφελεῖ καὶ ἐχιδνοφαγία.
1.228 (235) καταχριόμενα δὲ ποδάγρας καὶ ἀρθρίτιδας ὠφελεῖ καὶ καταπλασσόμενα· ἄσβεστος λεία ὄξει φυραθεῖσα καὶ ἐπιτεθεῖσα — ἐπιχρίειν δὲ δεῖ ἐλαίῳ ἢ κηρωτῇ πρὸς τὸ μὴ ἑλκοῦσθαι —, ἢ ἄσβεστος καὶ ὄστρακον ἴσα μετ’ ὄξους καὶ ῥοδίνου ἀνειλημμένα ἢ ὀξυγγίου, ὀπὸς μήκωνος μετ’ ὄξους καὶ ῥοδίνου καταχριόμενος· ποιεῖ δὲ δυσκινήτους καὶ βαρεῖς τοὺς πόδας.
1.229 (236) πώρους δὲ τοὺς ἐπὶ ποδαγρικῶν καὶ συστροφὰς τῶν νεύρων λύει Ἀμμωνιακὸν σὺν πίσσῃ ξηρᾷ ἐπιτεθέν, βδέλλιον σιέλῳ ἀσίτου μαλαχθέν, κάνναβις ἀγρία καταπλασθεῖσα, στύραξ μαλαχθεὶς ἐν σιέλῳ, σήσαμον καταπλασθέν.
1.230 (237) ἰσχιαδικοὺς δὲ ὠφελεῖ πινόμενα· ἑλιχρύσου ἀφέψημα, ἐρυθρόδανον σὺν οἴνῳ — ἄγει δὲ αἷμα δι’ οὔρων, λούειν δὲ δεῖ καθ’ ἡμέραν τὸν πίνοντα —, ἐρύσιμον σὺν οἴνῳ, σμυρνίου σπέρμα ὁμοίως, καρδάμου 〈·α′ σὺν οἴνῳ, ὑπερικόν, καππάρεως τοῦ ἐκ τῶν ἀπίων καρποῦ 〈·β′ — αἷμα δὲ ἄγουσιν —, ἢ τῆς ῥίζης τοῦ φλοιοῦ ὁμοίως, μήκωνος κερατίτιδος τῆς ῥίζης ἢ τῆς πόας ὀξύβαφον ἑψηθὲν σὺν ὕδατος κο′ δ′ εἰς τὸ ἥμισυ·
1.231 (238) κλυσμοὶ δὲ ἁρμόζουσιν ἐπὶ ἰσχιαδικῶν γάρος 〈ὁ〉 ἐξ ἰχθύων ταριχηρῶν καὶ σιλούρων, ἴρεως ἀπόζεμα, Κενταυρείου τοῦ λεπτοῦ, κολοκυνθίδος, ἀριστολοχείας ῥίζης ὁμοίως ἐν ὕδατι, θλάσπιος σπέρμα λεῖον ἐνεθὲν ἢ καὶ ἑψηθὲν ἐν ὕδατι, λεοντοπετάλου ῥίζα ἀφεψηθεῖσα ἐν ὕδατι, ἅλες ἢ νίτρον σὺν μελικράτῳ, ἅλες σὺν πτισάνης χυλῷ· σπάρτον θαλάσσῃ βρέξας ἐφ’ ἱκανὰς ἡμέρας, εἶτα ἐγκόψας καὶ χυλίσας ἔνες — αἷμα δὲ ἄγει —, κολοκυνθίδος ἐντεριώνη ἐν πιτύρων ἀφεψήματι ἀποβραχεῖσα.
1.232 (240) καταπλάσσεται δὲ ἐπὶ ἰσχιαδικῶν πύρινον ἢ κρίθινον ἄλευρον ἑψηθὲν μετ’ ὀξυκράτου καὶ πίσσης, αἴρινον ἄλευρον ἑψηθὲν μετὰ μελικράτου καὶ λινοσπέρμου καὶ νίτρου καὶ σύκων ἑφθῶν, ἢ σισυμβρίου σπέρμα, κολοκυνθίδος 〈σπέρμα〉 ἴσα· μυροβάλανος σὺν μελικράτῳ καὶ αἰρίνῳ ἀλεύρῳ, τῆλις μετὰ αἰρίνου ἀλεύρου καὶ ὀποῦ συκῆς καὶ ὄξους, πίσσα σὺν ὄξει ἐν ὀθονίῳ καὶ γῦρις ἑφθή·
1.233 (240) τὰς δὲ ἀρχομένας ἰσχιάδας ναρθηκισμὸς θεραπεύει ἄχρις ἀπαλλαγῆς, καὶ τὸ σύγχρισμα τοῦτο· σμύρνης, ἀφρονίτρου, πεπέρεως, ἰρίνου ὑποστάθμης 〈ἴσα〉, ὄξους τὸ αὔταρκες· ἢ σῦκον, νᾶπυ, νίτρον, κολοκυνθίς, ἴσα ἀφεψηθέντα καὶ συντεθέντα· ἢ θύμος ἢ θύμβρα μετὰ οἴνου καὶ ἀλφίτων, ἢ κολοκυνθίδος χλωρᾶς ὁ χυλὸς ἀναμισγόμενος, σίλφιον λεῖον ἢ πευκέδανον σὺν ἐλαίῳ ἀνατριβόμενον, σκαμμωνίας ῥίζα σὺν ἀλεύρῳ κριθίνῳ καταπλασσομένη·
1.234 (241) πυρίαι δὲ ἰσχιάδος καὶ τῶν ἄλλων ἀλγημάτων ἱκανῶς ἐνεργοῦσι· βοὸς νομάδος πρόσφατον ἀπόπατον ἐνειλήσας φύλλοις καὶ θερμάνας ἐν θερμοσποδιᾷ ἐμπλάσας 〈τε〉 εἰς ὀθόνιον ἐπίθες· ἅλες φρυκτοὶ ἐν σάκκῳ ἢ κέγχρος 〈ἢ〉 ἀμφότερα μιγέντα ἢ ἔλυμος ὁμοίως, ἢ πίτυρα ἑφθὰ σὺν δάφνης φύλλοις καὶ ἅλμῃ ἢ θαλάσσῃ ἢ μελικράτῳ ὁμοίως εἰς σάκκον βαλλόμενα ἐκ πυκνοῦ πεποιημένου ῥάκους.
1.235 (242) καύσεις δὲ ἰσχιαδικῶν ὠφελοῦσιν αὗται· σπυράθους αἰγὸς πυρώσας ἐπιτίθει ἐπὶ τὸ μεταξὺ τῶν νεύρων τοῦ ἀντίχειρος κοῖλον, ἔλαιον προυποχέας ἢ ἔριον ἐλαίῳ βρέξας, καὶ ὑποθεὶς πύρωσον, ἕως ἂν οὗ διὰ τοῦ βραχίονος ἡ αἴσθησις ἐπὶ τὸ ἰσχίον ἔλθῃ· ἢ πήλινον κυκλίσκον ποιήσας μέγεθος ἀσσαρίου βάθος δὲ δακτύλου, ἐπίθες ἐπὶ τὸν ἀλγοῦντα τόπον·
2.arg τὴν τῶν ἁπλῶν φαρμάκων ἐνέργειαν ἐν δυσὶν καταχωρίσαντες βιβλίοις, τιμιώτατε Ἀνδρόμαχε, καὶ ἀμφότερα σοὶ ἀναθέντες, ἐπελθόντες τε ἐν τῷ πρὸ τούτου βοηθήματα ἁρμόζοντα τοῖς περὶ κεφαλὴν καὶ ὀφθαλμοὺς καὶ ἀρτηρίαν καὶ τὴν λοιπὴν ἐπιφάνειαν συνισταμένοις πάθεσιν, ἐν τούτῳ περὶ τῶν λειπομένων διευκρινήσομεν, ἀρξάμενοι ἀπὸ τῶν περὶ τὸν στόμαχον συνισταμένων παθῶν, προδιαστειλάμενοι, ὅτι ἐπὶ τῶν πινομένων, ἐφ’ ὧν τὰς ποσότητας οὐ προσγράφομεν, ἡ μὲν ἐλαχίστη πόσις ἐστὶ τριώβολον, ἡ δὲ μέση δραχμὴ μία, ἡ δὲ τελεία δραχμαὶ δύο.
2.1 (1) τοὺς χρονίως καυσουμένους τὸν στόμαχον ὠφελεῖ ἅμα καὶ δίψαν παύει γλυκυρρίζης χυλὸς πινόμενος καὶ 〈αὐτὴ〉 ἡ ῥίζα σὺν ὕδατι, ἑλίκων ἀμπέλου ἀπόβρεγμα, ἀνδράχνης χυλὸς καὶ αὐτὴ ἐσθιομένη, σέριδος χυλὸς καταρροφούμενος, πολυγόνου χυλὸς ὁμοίως. ἐπὶ δὲ τῶν ἐξ ἀσθενείας ἀναλαμβανόντων δίψαν παύει κράμβη ἐσθιομένη ἔνωμος, σῦκα ἁπαλά, στρόβιλοι ἐσθιόμενοι, σύμφυτον πετραῖον διαμασώμενον.
2.2 (1) καταπλασσόμενα δὲ ὠφελεῖ στομάχους καυσουμένους καθ’ ἑαυτὰ καὶ σὺν ἀλφίτῳ· ἀειζώου ῥίζα, κοτυληδόνος φύλλα, κύπρου φύλλα, πολύγονον, σέρις, σόγχος, σέλινον, στρύχνον κηπαῖον, ἕλικες ἀμπέλου καὶ τὰ φύλλα, ἀνδράχνη μετ’ ἀλφίτου ἢ ἄρτου, φύλλα ἀμπέλου καθ’ ἑαυτὰ ἐξ ὕδατος ψυχροῦ, ἐλάτη λεία σὺν ἀλφίτοις.
2.3 (2) τοὺς δὲ τὴν ἐπιφάνειαν καυσουμένους ὠφελεῖ κολοκύνθης ξυσμάτων ὁ χυλὸς μετὰ ῥοδίνου, ἢ ὄμφακος χυλὸς σὺν ῥοδίνῳ.
2.4 (3) χολὴν 〈δὲ〉 γεννῶντας μέλαιναν καὶ ἐμφυσωμένους στόμαχον καὶ ἔντερα ὠφελεῖ γλήχωνος ἀπόζεμα ἢ ἀπόβρεγμα πινόμενον, καὶ ὕδωρ τὸ ἀπὸ τοῦ πεπυρωμένου σιδήρου. ἁρμόζουσι δὲ καὶ σπόγγοι ἐξ ὄξους ἐπιτιθέμενοι, 〈καὶ〉 μάλιστα κατὰ τὴν ἐμφύσησιν τῶν ἐντέρων καὶ τῆς διανοίας τὴν παρατροπήν.
2.5 (4) ἐπὶ δὲ τῶν λυγμῶν ἁρμόζει πινόμενα· ἀλύσσου τῆς πόας ἀφέψημα, καὶ αὐτὴ κρατηθεῖσα, ἀνήθου σπέρμα πινόμενον καὶ ὀσφραινόμενον, ἀριστολοχείας ῥίζα μεθ’ ὕδατος, ἄσπληνος πόα μετ’ ὀξυκράτου, ἡδυόσμου κλωνία 〈τρία〉 σὺν ῥοᾶς ὀξείας χυλῷ, καστόριον σὺν ὄξει, κύμινον σὺν ὄξει, ῥᾶ σὺν ὕδατι, σισυμβρίου τῆς καρδαμίνης λεγομένης χυλὸς καὶ τὸ σπέρμα, πταρμικοῦ προσαγωγή.
2.6 (5) πρὸς δὲ τὰ ἀλγήματα τοῦ στομάχου ποιεῖ γάλα γυναικεῖον ἢ βόειον ἢ ὄνειον θηλαζόμενον, ἢ πινόμενον [ἢ] κόχλαξι συναφεψόμενον, γεντιανῆς 〈· α′ μεθ’ ὕδατος, μαστίχης κοχλιάριον ἓν καθ’ ἡμέραν πινόμενον ἢ διαμασώμενον τοῦ χυλοῦ καταπινομένου, ἡδυόσμου κλωνίων τριῶν φύλλα σὺν ὀξείας ῥοᾶς χυλῷ καταρροφούμενα, γλήχων μετ’ ὀξυκράτου.
2.7 (6) πρὸς δὲ τοὺς δηγμοὺς τοῦ στομάχου τερμίνθου φύλλα ἀφηψημένα, ὁμοίως σκορδίου χύλισμα, σόγχου χυλὸς μετὰ στροβιλῶν καὶ καρύων πικρῶν καὶ σικύου 〈ἀγρίου〉 σπέρματος, κῶνοι ἐσθιόμενοι καθ’ ἑαυτούς. (7) καταπλασσόμενα δὲ ὠφελεῖ ἀλγήματα στομάχου· μελίλωτον ἐν οἴνῳ ἑφθὸν μετὰ τηλίνου ἀλεύρου ἢ γύρεως, Κυθώνιον ἑφθὸν σὺν οἰνάνθῃ, [ἢ] πήγανον σὺν μέλιτι.
2.8 (8) πρὸς δὲ τοὺς τὴν τροφὴν ἀποβάλλοντας ἐπιτιθέμενος ὠφελεῖ σπόγγος ἐξ ὄξους δριμέος ἄχρις φλυκταινώσεως ἐπί τε τοὺς πόδας καὶ βραχίονας· ἐπὶ δὲ τοῦ θώρακος καταπλασσόμενος τυρὸς νεαλὴς μετ’ ἀλφίτου ἢ σελίνου φύλλων, ἢ σέριδος 〈φύλλα〉 μετ’ ὄξους καὶ ἀλφίτων, ἢ ἀνδράχνης ὡσαύτως, ἢ κολοκύνθης ξύσματα ὁμοίως.
2.9 (9) τοὺς δὲ ναυτιῶντας καὶ πλαδῶντας ὁμοίως τὸν στόμαχον καὶ ἐξεμοῦντας ἵστησι πινόμενα· ἄλφιτα σὺν οἴνῳ, ἀμύγδαλα γλυκέα πρόσφατα σὺν τῷ λέπει ἐσθιόμενα, ἀγρώστεως τῆς ἐν Παρνασσῷ σπέρμα, κύμινον Αἰθιοπικόν, ἀνήθου σπέρμα· πολυγόνου χυλός, καὶ κιχόριον ἐσθιόμενον καὶ σέρις, καὶ ὁ χυλὸς πινόμενος·
2.10 (10) τοὺς δὲ ῥευματισμοὺς τοῦ στομάχου ἵστησιν βαλαύστιον μετ’ ὄξους ποθέν, βάτου χυλὸς καθ’ ἑαυτὸν καὶ μεθ’ ὕδατος, ὕδωρ τὸ ἀπὸ σιδήρου πεπυρωμένου θερμανθέν, ὄξος σκίλλινον καταρροφούμενον – δεῖ δὲ ἀπ’ ὀλίγου ἄρχεσθαι καὶ πίνειν ἄχρι κυάθου –·
2.11 (11) ἀνατροπὰς δὲ στομάχου θεραπεύει στρουθίων διαχώρημα διδόμενον ἐν ποτῷ. (12) κρατύνει δὲ τοὺς πεπλαδηκότας στομάχους ἐπιτιθέμενα μετὰ κηρωτῆς μυρσινίνης ἢ ῥοδίνης· βάτου φύλλα, ἀψίνθιον, κυπαρίσσου φύλλα, κόριον, κάχρυ, φοίνικες, μῆλον Κυδώνιον, ἐλάτη μετὰ φοινίκων.
2.12 (13) στομάχου δὲ ἐμπνευματώσεις ὠφελεῖ πινόμενα καὶ τοὺς βραδυπεπτοῦντας μάλιστα· ἀγαλόχου 〈· α′ σὺν οἴνῳ, ἀριστολοχείας 〈· α′ σὺν οἴνῳ, σμυρνίου σπέρμα σὺν οἴνῳ, ἀκάνθης λευκῆς ῥίζα σὺν οἴνῳ, ἀγαρικὸν διαμασηθὲν ἐπιρροφουμένου ἀκράτου.
2.13 (14) πέψεις δὲ ποιεῖ ἀγαρικὸν διαμασώμενον καὶ καταπινόμενον ἀπὸ δείπνου χωρὶς τοῦ ἐπιρροφεῖν τι, ἀλόης 〈· α′ σὺν ὕδατι καὶ πρὸ τροφῆς, ἀρκευθίδες λεῖαι σὺν οἴνῳ, μήλων ἀπόβρεγμα, ξυλοβαλσάμου ἀπόζεμα μετὰ σεσέλεως, ἢ νάρδου Κελτικῆς μετὰ ὀξυδίου λημφθέν, σχοίνου ἄνθους ἀπόζεμα μετὰ ῥόδων ἄνθους πινόμενον, σέσελι πινόμενον.
2.14 (15) ῥώννυσι δὲ στόμαχον σταφίς, σκίλλα ἑφθὴ σὺν μέλιτι ἐκλειχομένη. (14) εὐπεψίαν δὲ ποιεῖ σέριδος χυλὸς καταρροφούμενος.
2.15 (16) τὰς δὲ κισσώσας ὠφελεῖ ἀνδράχνη ἐσθιομένη, ἑλίκων ἀμπέλου ἀπόβρεγμα πινόμενον, κεδρόμηλα ἐσθιόμενα.
2.16 (17) ὑποχόνδρια δὲ ὠφελεῖ ἐσκληρυσμένα παθόντα χρονίως μάραθον πινόμενον, καὶ καταπλασσόμενα 〈δέ〉· ἀψίνθιον σὺν κυπρίνῃ κηρωτῇ ἢ φοίνιξιν, λευκανθέμου φύλλα, σκόρδιον σὺν κηρωτῇ, τῆλις ἢ λινόσπερμον σὺν μελικράτῳ, ἢ σάμψουχον ἐν κηρωτῇ.
2.17 (18) γλώσσης δὲ τραχύτητας ἐκμαλάσσει ἡδύοσμον λεῖον σὺν μέλιτι, ῥοῦς ἐρυθρὸς ὁμοίως, ῥόδινον σὺν ὕδατι, μέλι καθ’ ἑαυτό.
2.18 (19) τοὺς δὲ κατὰ περίοδον πυρετοὺς κεχρονισμένους ἀμφημερινοὺς θεραπεύει χαμαίδρυος φύλλα λεῖα πρὸ μιᾶς ὥρας τῆς λήμψεως πινόμενα, καὶ ὅσα ἐπὶ τριταικῶν αὐτίκα ἱστορήσομεν.
2.19 (20) πρὸς δὲ τοὺς τριταικοὺς ἁρμόζει πόματα λαμβανόμενα πρὸ μιᾶς ὥρας τῆς ἐπισημασίας προεγχριομένων καὶ ἀνατριβομένων τῶν ἄκρων· τριφύλλου σπέρματος κοκκία τρία κηρῷ περιπλασθέντα καὶ καταποθέντα ἐπὶ τρίς, τὰ πάντα ἐννέα· ἀρνογλώσσου ῥίζαι ἁδραὶ τρεῖς μετ’ οἴνου πινόμεναι, ἱερᾶς βοτάνης τὸ τρίτον γόνυ ἀπὸ τῆς γῆς ἀφαιρεθὲν καὶ διδόμενον·
2.20 (21) τεταρταικοὺς δὲ ὠφελοῦσιν ἀρνογλώσσου ῥίζαι 〈δ′ λεῖαι〉 ἐν οἴνῳ πινόμεναι· ἱερᾶς βοτάνης 〈τὸ〉 τέταρτον γόνυ ἀπὸ τῆς γῆς ἀφαιρεθὲν καὶ τριβὲν λεῖον σὺν οἴνῳ καὶ δοθέν· ἀσφάλτου 〈· α′ μετὰ καστορίου ὀβολοῦ, γλυκυρρίζης 〈· β′ μεθ’ ὕδατος κο′ α′· ἡλιοτροπίου τοῦ μεγάλου κόκκοι δ′ σὺν οἴνῳ, κόρεις οἱ ἐκ τῆς κλίνης δ′ ἐντεθέντες εἰς τὰ τῶν κυάμων βρώματα καὶ καταποθέντες·
2.21 (22) κοινῶς δὲ πρὸς πάσας περιόδους καὶ ῥίγη ποιεῖ κινοῦντα ἱδρῶτας· σμυρνίου σπέρμα μετ’ οἴνου, ὀπὸς σιλφίου ἀγρίου καὶ ἡμέρου 〈σὺν〉 μέλιτι ἑφθῷ περιχριόμενος καὶ καταπινόμενος, πηγάνου ἀγρίου καὶ ἡμέρου σπέρμα σὺν οἴνῳ, ἀριστολοχείας ῥίζης 〈· α ′ σὺν οἴνῳ, σμύρνης ὅσον κυάμου 〈μέγεθος〉, πέπερι σὺν οἴνῳ, ἴριδος 〈· β′ σὺν οἴνῳ, ἱπποσελίνου σπέρματος 〈· α′ μετ’ οἴνου, ὑπερικοῦ ὁμοίως·
2.22 (23) πρὸς δὲ τοὺς χρονίους καὶ ἀτάκτους πυρετοὺς ἁρμόζει ἀλεκτρυόνος παλαιοῦ ζωμός, ἁλῶν ἐν τῇ γαστρὶ αὐτοῦ διαχθέντων ἢ ταρίχους καὶ συνεψηθέντων πινόμενος.
2.23 (24) συγχριόμενα δὲ μετ’ ἐλαίου λεῖα ἐπὶ τῶν μετὰ ῥίγους περιοδικῶν πυρετῶν ὠφελεῖ πρὸ τῆς ἐπισημασίας θάλποντα τὸ σῶμα καὶ ἱδρῶτας κινοῦντα· ἄγνου σπέρμα, λιβανωτίδος σπέρμα, ἁλὸς ἄνθος, συκίνη κονία, νίτρον ἢ ἀφρόνιτρον, δαφνίδες, πύρεθρον, σμυρνίου τοῦ ἱπποσελίνου καλουμένου σπέρμα·
2.24 (25) μειγνύμενα δὲ κόπους ὠφελεῖ· ἅλες, νίτρον, ὀνοβρυχίς, σισύμβριον, χαμαιλέων, Ἀμμωνιακόν, πράσιον, ὀρίγανον, καππάρεως ῥίζα, σικύου ἀγρίου ῥίζα, τέφρα κληματίνη, ὄστρακον ἀπὸ ἴπνου, ἀριστολοχεία σὺν πάλῃ, ὀποβάλσαμον, χαλκὸς κεκαυμένος, λεπὶς χαλκοῦ καὶ τὰ δριμέα ἀρώματα· βολβοὶ λεῖοι καταχριόμενοι σὺν πεπέρει καὶ Ἀμμωνιακῷ ἢ κηρωτῇ ὑγρᾷ κυπρίνῃ· Κομανικὸς λίθος εἰς ἔλαιον ἀποτριβόμενος καὶ συγχριόμενος.
2.25 (20) περιαφθέντα δὲ ὠφελεῖ τριταίους· λειχὴν ἵππου περιτμηθεὶς καὶ περιαφθείς, ἢ ἀράχνας τὰ ζῷα γ′ συναναμαλάξας ἐμπλάστρωσον ἐπιτιθεὶς ἐν ὀθονίῳ κατὰ τοῦ μετώπου καὶ τῶν κροτάφων.
2.26 (26) ἀτροφοῦντας δὲ ὠφελεῖ ὀρόβου φρυκτοῦ μέγεθος ὅσον καρύου Ποντικοῦ ἐν μέλιτι πρὸ τῆς τροφῆς διδόμενον.
2.27 (27) ἵστησι δὲ ἱδρῶτας ἐπὶ τῶν διαφορουμένων καταπασσόμενα· γῆ Σαμία, γύψος, λιθάργυρος, κηκίς, σχιστή, μυρρίνη, θεῖον ἄπυρον, ἔλαιον τὸ ἐξ ἀγριελαίας, μυρσίνινον, τερμίνθινον, οἰνάνθινον, ῥόδινον, μήλινον, σχίνινον.
2.28 (28) καρδιακοὺς δὲ ὠφελεῖ καταπτλασσόμενα κατὰ τοῦ στομάχου· βάτου φύλλα μετὰ κηρωτῆς ὀλίγης ἢ ἄρτου, 〈ἢ〉 μυρσίνης φύλλα, ἢ μύρτα, ἢ ἕλικες ἀμπέλου, ἢ ἀρνόγλωσσον σὺν ἄρτῳ ἢ κηρωτῇ ὀλίγη· 〈ἢ〉 μῆλα Κυδώνια, φοίνικες, σέρις ἀγρία καὶ ἥμερος.
2.29 (29) αἵματος δὲ ἀναγωγὴν θεραπεύει πινόμενα· ἀγαρικοῦ τριώβολον ἐν οἴνῳ, ἀδιάντου χυλὸς καταρροφούμενος σὺν ὄξει ὅσον κύαθος α′, κἂν ἐκ διαστημάτων ἢ πάλιν, ἢ πολυγόνου χυλός, ἢ ἀειζώου ἢ ἀρνογλώσσου χυλὸς ὁμοίως, ἢ βάτου, ἢ ἀνδράχνης, ἢ ἑλίκων ἀμπέλου, ἢ βαλαύστιον σὺν ὀξυκράτῳ, ἢ ἡδυόσμου χυλὸς καθ’ ἑαυτὸν καὶ σὺν ὀξυκράτῳ ἢ ὕδατι· περικλυμένου χυλοῦ τριώβολον μετὰ ὕδατος, κυπαρίσσου σφαιρία σὺν ὕδατι λεῖα πινόμενα, Λυσιμάχειος πόα καὶ ὁ χυλὸς αὐτῆς, μυρίκης καρπὸς λεῖος καὶ ὁ φλοιὸς αὐτῆς, νάρθηκος ἐντεριώνη, οἰνάνθη ξηρά.
2.30 (30) τὰς δὲ πολυχρονίους ἀναγωγὰς ἴσχει πράσου καρπός, μύρτου σπέρμα μεθ’ ὕδατος ποθέν, μᾶλλον δὲ μετὰ μύρτων χυλοῦ, ἄγνου τριώβολον μετ’ ὀξυκράτου, ῥόδων κεφαλαὶ λεῖαι μετὰ ὕδατος, σύμφυτον πετραῖον καὶ ὁ καρπός, ἀκάνθης λευκῆς ῥίζης 〈· α′ μετ’ ὀξυκράτου, ἀλθαίας ῥίζης ἀφέψημα· κόλλα ἀπὸ ζειᾶς ἑψηθεῖσα ὡς εἰς βιβλία ἐκλειχομένη ἁρμόζει καὶ σὺν ἡδυόσμῳ·
2.31 (31) βῆχας χρονίους ὠφελεῖ — τὰς γὰρ προσφάτους ἀσύμφορόν ἐστι φαρμακεύειν· δι’ ὑδροποσίας γὰρ καὶ οἰκείου τροφῆς τῆς διὰ ῥοφήματος εὐχερές ἐστι θεραπεύειν — χρονιζούσας δὲ ἰᾶται ταῦτα πινόμενα· ἀκάνθης ῥίζης 〈· α′ μετὰ μέλιτος, ἀρκευθίδες ε′ ἢ ϙ′ ἢ ζ′ ἢ η′ καὶ κεδρίδες πινόμεναι σὺν οἴνῳ ἢ μελικράτῳ, ἀσφοδέλου ῥίζης 〈· α′ μετ’ οἴνου, ἄσφαλτος ἀντὶ καταποτίου λαμβανομένη·
2.32 (31) τὰς δὲ μετὰ ῥευματισμοῦ πολλοῦ ὠφελεῖ ἀφρὸς ἵππειος μετὰ ἡμικοτυλίου ὕδατος πινόμενος. τὰς δὲ σφοδρὰς ἐπιπτώσεις τῆς βηχὸς ὠφελεῖ οἶνος ἐν σκίλλῃ ἐγγλυφείσῃ διανυκτερεύσας καὶ διδόμενος κατὰ τὰς ἐπιθέσεις τῆς βηχός· σίφωνι δὲ λαμβανέσθω, καὶ ὀλίγος διὰ τὴν δριμύτητα. ὠφελεῖ καὶ ὄξος σκίλλινον καταρροφούμενον, ἢ οἶνος ζεστὸς καταρροφούμενος.
2.33 (31) πᾶσι δὲ τοῖς βήττουσιν ἁρμόζει βούτυρον μετὰ μέλιτος καὶ κυμίνου βραχέος· ἕψεται δὲ τὸ βούτυρον ἴσον τῷ μέλιτι τὸ πλῆθος, τοῦ μέλιτος προαφριζομένου, καὶ οὕτως προσβάλλεται τὸ κύμινον· ποιεῖ δὲ τοῦτο καὶ ἐπὶ φθισικῶν.
2.34 (32) ἐκλειχόμενα δὲ ὠφελεῖ· δρακοντίου ῥίζα ἑφθὴ μετὰ μέλιτος, ἀμύγδαλα πικρὰ μετὰ ἐλελισφάκου σὺν μέλιτι θερμαινόμενα· 〈θύμος〉 ἢ θύμβρα, ἢ ὕσσωπον, ἢ στοιχὰς σὺν μέλιτι, λινόσπερμον λεῖον σὺν ἴριδι καὶ καρύοις πικροῖς καὶ μέλιτι, κνίδης σπέρμα ὁμοίως, πίσσα, πισσέλαιον ὁμοίως, πράσιον ξηρὸν καὶ ὑγρὸν λεῖον σὺν μέλιτι·
2.35 (33) ὑποθυμιώμενα δὲ ὠφελεῖ χρονίας βῆχας καὶ διὰ καλαμίνου σίφωνος καὶ ἄμβικος τετρημένου κατὰ τὸν πυθμένα, δι’ οὗ καὶ ὁ σίφων καθιέμενος ἀναπέμπει εἰς τὸ στόμα τὸν ἀτμόν· ἀρσενικὸν 〈καὶ〉 σανδαράκη λεῖα βραχέντα ὕδατι καὶ ἐμπλασθέντα τῷ τετρημένῳ ἄμβικι, περιτιθεμένου τῷ πυρὶ τοῦ ἄμβικος·
2.36 (34) ῥήγματα δὲ καὶ σπάσματα ἰᾶται πινόμενα· ἁβροτόνου ἀπόζεμα καὶ τοῦ καρποῦ λείου 〈· α′ μετὰ ὕδατος, ἀγαρικοῦ @ μετὰ ὑδρομέλιτος, ἀειζώου χυλός, ἀκάνθου τοῦ παιδέρωτος ῥίζα, ἀκόρου ῥίζης ἀπόζεμα καὶ αὐτὴ ἡ ῥίζα ξηρά, πολυγόνου χυλός, χαμαίδρυος ἀπόζεμα, νάρδου ἀγρίας ῥίζα ὁμοίως, [Κενταυρείου τοῦ μεγάλου ῥίζα ὁμοίως]·
2.37 (35) πλευριτικοὺς δὲ ὠφελεῖ πινόμενα· ἀγαλόχου 〈· α′ μεθ’ ὑδρομέλιτος, Αἰθιοπίδος ῥίζα ἐν μελικράτῳ ἑψηθεῖσα, ἀκόρου ῥίζης 〈· α′ μετὰ τριφύλλου καρποῦ τοῦ ἴσου ὁμοίως, Κενταυρείου ῥίζης 〈· α′ ὁμοίως, ἀβροτόνου ἀπόζεμα μεθ’ ὑδρομέλιτος, σαγαπηνοῦ 〈· α′ ὁμοίως, κνίδης σπέρμα σὺν μέλιτι ἐκλειχόμενον, βρυωνίας ῥίζα σὺν μέλιτι ὁμοίως, ὑπερικοῦ σπέρμα ποθὲν σὺν ὕδατι, ὑὸς ἄφοδος ἀνεθεῖσα ὕδατι καὶ ποθεῖσα καὶ τὰ λίαν χρόνια ἀλγήματα λύει, ἀριστολοχείας ῥίζα ποθεῖσα μετὰ ὕδατος, ἄρου ῥίζα ἑφθὴ ἐσθιομένη, δρακοντίου ὁμοίως, ἀσφοδέλου ῥίζα μετ’ οἴνου. ἐπὶ δὲ τῶν κεχρονισμένων βαλσάμου καρποῦ δραχμὴ σὺν μελικράτῳ, Κενταυρείου τοῦ μεγάλου 〈· β′ τῆς ῥίζης σὺν οἴνῳ, λευκακάνθης ῥίζης χυλοῦ κυ′ α′ σὺν μελικράτῳ, ῥίζα πευκεδάνου ἐκλειχομένη σὺν μέλιτι, πετροσελίνου ὁμοίως·
2.38 (36) περιπνευμονικοὺς δὲ ὠφελεῖ δρακοντίου ῥίζα ἢ ἄρου ἑφθὴ ἐσθιομένη σὺν μέλιτι, κνίδης σπέρμα σὺν μέλιτι ἐκλειχόμενον, ἀμύγδαλα πικρὰ σὺν ὕδατι πινόμενα 〈ἢ〉 ἐκλειχόμενα σὺν ῥητίνῃ τερμινθίνῃ, βαλσάμου καρποῦ δραχμὴ μεθ’ ὕδατος, ἀψινθίου ἀπόζεμα ποθὲν μετὰ ἴρεως ἢ ὑσσώπου ὁμοίως, κνίδης φύλλα μετὰ πηγάνου ἀποζέματος ἢ σὺν μέλιτι ἐκλειχόμενα, πολυγόνου χυλὸς καταρροφούμενος συνεχῶς, ἢ μελίκρατον πινόμενον ἀπεζεσμένον.
2.39 (37) ἐπὶ δὲ τῶν λεγομένων ἀναφορικῶν ἄγει τὰ ἐκ θώρακος σκίλλη ὀπτὴ σὺν μέλιτι ἐκλειχομένη, σκόροδον ἑφθὸν καὶ ὀπτὸν 〈ἐσθιόμενον〉 καὶ τὸ ἐξ αὐτοῦ μυττωτόν, πευκεδάνου ῥίζης ὀπὸς ἐκλεικτός, πράσον κεφαλωτὸν καὶ πόδες ὕειοι συνεψόμενοι ῥοφήμασιν, ἢ πόλιον ὁμοίως· στοιχάδος ἀφέψημα, συμφύτου πετραίου ἀφέψημα σὺν μελικράτῳ, σῦκα ξηρὰ βρωθέντα σὺν ὑσσώπῳ καὶ τὸ ἀπόζεμα αὐτῶν μετὰ ὑσσώπου, χρυσοκόμης ἀφέψημα μετὰ ὑσσώπου.
2.40 (38) φθισικοῖς δὲ ἁρμόζει ποτά· ἀγαρικοῦ ὀβολοὶ δύο μετὰ γλυκέος, ἀκάνθου τοῦ παιδέρωτος ῥίζαι μετὰ μελικράτου, ἀρνογλώσσου χυλὸς καὶ ἡ πόα ἐσθιομένη ἑφθή, ἀρκίου ῥίζης 〈· α′ μετὰ ὕδατος καὶ στροβίλων μ′ πινομένη, γάλα γυναικεῖον θηλαζόμενον ἢ αἴγειον ἢ προβάτειον ἢ βόειον πινόμενον, δαφνίδες λεῖαι σὺν μέλιτι ἐκλειχόμεναι·
2.41 (39) δυσπνοίας καὶ ἄσθματα καὶ ὀρθοπνοίας 〈ὠφελεῖ〉 ποτά· ἀβροτόνου δραχμὴ σὺν ὕδατι χλιαρῷ, ἀδιάντου ἀφέψημα σὺν ὕδατι, περικλυμένου δραχμὴ ἐπὶ ἡμέρας μ′ σὺν οἴνῳ, κνίδης καρπὸς σὺν μέλιτι, ἀλώπεκος πνεύμονος ξηροῦ 〈· γ′ σὺν μελικράτῳ, βρυωνίας ῥίζης χυλοῦ δραχμὴ μετὰ μέλιτος, Ἀμμωνιακοῦ 〈· α′ σὺν ὀξυμέλιτι, ἀναγύρου φύλλων 〈· α′ ἐν γλυκεῖ, ἀριστολοχείας 〈· α′ τῆς ῥίζης μετὰ μέλιτος ἐκλειχομένη·
2.42 (40) πρὸς δὲ τοὺς στροφουμένους χρονίως ἁρμόζει πινόμενα· ἀγαρικοῦ % μετὰ ὕδατος θερμοῦ, ἀγρώστεως τῆς ἐν Παρνασσῷ τῆς ῥίζης ἀφέψημα καὶ αὐτὴ ἡ ῥίζα ξηρὰ ἐν οἴνῳ ἢ μελικράτῳ, γλυκυσίδης ῥίζα σὺν οἴνῳ ἢ μελικράτῳ, χαμαιπίτυος ἀπόζεμα, χελιδόνιον σὺν οἴνῳ, λιβανωτίδος σπέρμα σὺν οἴνῳ, σεσέλεως καρπὸς καὶ 〈ἡ〉 ῥίζα σὺν οἴνῳ [καὶ διαμασωμένη]·
2.43 (41) πρὸς δὲ τοὺς ἐμπνευματουμένους μετὰ ἀλγήματος ποσοῦ καὶ διατάσεως ἁρμόζει πινόμενα· ἄμι σὺν ἀνήθου σπέρματι ξηρῷ μετὰ μελικράτου, καὶ τοῦ ξύλου αὐτοῦ τὸ ἀπόζεμα, λαπάθου ἀπόζεμα ἐν ὕδατι, Ἀσκληπιάδος ῥίζα μετὰ οἴνου·
2.44 (42) πρὸς δὲ τὰς δήξεις τῶν ἐντέρων ἁρμόζει ἀνδράχνη ἐσθιομένη καὶ ὁ χυλὸς πινόμενος, καὶ μολόχη ἐσθιομένη. ἐγκλυζόμενα δὲ ὠφελεῖ τὰς δήξεις ἀφεψηθέντα· χυλὸς ὀρύζης ἢ χόνδρου ἢ τράγου ἢ πτισάνης ἢ μολόχης ἢ τήλεως ἢ λινοσπέρμου.
2.45 (43) καταπλασσόμενα δὲ ὠφελεῖ τοὺς στροφουμένους· κύμινον λεῖον ἱκανὸν μιγὲν ὀροβίνῳ ἀλεύρῳ ὠμῆς λύσεως τρόπον. ὠφελεῖ δὲ καὶ τοῦτο· κάρυον βασιλικὸν πυρωθὲν σὺν τῷ κελύφει καὶ περιειληθὲν ἐρίῳ ἢ ὀθονίῳ καὶ ἐπιτεθὲν κατὰ τοῦ ὀμφαλοῦ, πίτυρα σὺν πηγάνου ἀποζέματι καὶ ὄξει, τῆλις ἢ λινόσπερμον σὺν μελικράτῳ, τέφρα θερμὴ βληθεῖσα εἰς τρυβλίον καὶ ζεσθεῖσα 〈ἐν〉 ὄξει· δεῖ δὲ περιτιθέντας ὠμόλινον διπλοῦν περικαθάπτειν τὸ τρυβλίον τῷ ἀλγοῦντι μέρει.
2.46 (44) κολικοὺς δὲ θεραπεύει πινόμενα· ἄμι μετ’ οἴνου, ἀλεκτορίδων ἄφοδος φωκτὴ μετ’ οἴνου, ἀρκευθίδες ἐσθιόμεναι καὶ πινόμεναι, ἰτέας καρπὸς καὶ τὰ φύλλα μετ’ οἴνου καὶ ὀλίγου πεπέρεως ἢ τὸ ἀφέψημα τῶν φύλλων, πετροσελίνου ἢ πολίου ἀφέψημα μετὰ ὕδατος, κοχλίας Λιβυκὸς σὺν τῷ ὀστράκῳ λεῖος μετὰ σμύρνης ὀλίγης καὶ πεπέρεως καὶ οἴνου ποθείς, τήλεως ἠλεσμένης κοχλιάρια δύο μεθ’ ὕδατος.
2.47 (45) εἰλεώδεις δὲ ὠφελεῖ ἐνιέμενα· ἔλαιον πηγάνου αὐτῷ ἐναφεψηθέντος ἢ ἀψινθίου, σῦκα ξηρὰ μετ’ ἐλαίου καὶ πηγάνου ἑψηθέντα, κύμινον σὺν ἐλαίῳ ἑψηθέν. τοὺς δὲ χρονίους ὠφελεῖ κολοκυνθὶς ἀφεψηθεῖσα σὺν ὕδατι καὶ ἐγκλυσθεῖσα, ἀσφάλτου 〈· δ′ μετὰ ὕδατος ὁμοίως ἐγκλυσθεῖσαι.
2.48 (46) κολικοῖς 〈δὲ〉 ἐν αὐτοῖς τοῖς παροξυσμοῖς δίδου διαφανὲς καύσας καὶ λειώσας κοχλιάριον ἓν δι’ ὕδατος θερμοῦ, ἢ ἐχίνων θαλασσίων καέντων ὁμοίως, ἢ 〈κόπρον〉 κυνείαν λευκὴν καὶ νίτρον διαλύσας δι’ ὕδατος θερμοῦ πεπέρεως ὀλίγον ἐπιπάσσων, ἢ χελιδόνων κόπρον λειώσας ὁμοίως.
2.49 (47) κοιλίας δὲ ῥεούσας χρονίως ἐφίστησιν πινόμενα σὺν οἴνῳ· ἄγνου σπέρματος 〈· α′, ἀγρώστεως τῆς ἐν Παρνασσῷ ῥίζης 〈· α′, ἀγχούσης φύλλα, ἀδιάντου χύλισμα, ἀειζώου χυλὸς σὺν λιβανωτῷ, ἀκακίας χυλίσματος 〈· α′, ὑποκιστίδος 〈· α′, ῥοὸς χυλοῦ 〈· α′, ἀκάνθης λευκῆς 〈· α′, ἀκάνθου 〈τοῦ〉 παιδέρωτος ῥίζα, ὑακίνθου σπέρμα·
2.50 (48) δυσεντερικοὺς 〈δὲ〉 ὠφελεῖ μὲν καὶ τὰ πρὸς κοιλιακοὺς ἀναγεγραμμένα, ἰδίως δὲ μετ’ οἴνου λαμβανόμενα ἢ στύμματός τινος ἁρμόζει· ἀγαλόχου 〈· α′, λελίσφακος, Εὐπατορίου χυλὸς καὶ ἡ πόα, πενταφύλλου χυλὸς καὶ ἡ ῥίζα ξηρά, ὑποκιστίς, πρασίου χυλός, σιδηρίτιδος τῆς Ἡρακλείας φύλλα καὶ ἡ ῥίζα, ἰτέας ῥίζα, συμφύτου ῥίζα καὶ ὁ καρπὸς καὶ 〈τὰ〉 φύλλα·
2.51 (49) ἐν προσφορᾶς δὲ μέρει ὠφελίμως δίδονται κοιλιακοῖς καὶ δυσεντερικοῖς μολόχαι ἄναλτοι ὡς μίλητος, ἐλαῖαι πρόσφατοι πέπειροι· ἢ αἷμα τράγου ἢ αἰγὸς καὶ ἐλάφου καὶ λαγωοῦ ἀπὸ τηγάνου ἐσθιόμενον 〈ὀπτόν〉· σταφυλὴ ἐκ στεμφύλου, ἀσταφίδες ὀμφακίτιδες κοπεῖσαι καὶ σὺν ἀλεύρῳ ἀρτοποιηθεῖσαι καὶ ἄρτος μετὰ ᾠοῦ λεκίθων φυραθεὶς καὶ ὀπτηθείς, καὶ αὐτὴ δὲ ἡ ἀσταφὶς ἐσθιομένη σὺν τοῖς γιγάρτοις·
2.52 (50) καταπλάσσεται δὲ πρὸς κοιλιακοὺς καὶ δυσεντερικοὺς ὠφελίμως ἀγριελαίας ἄνθος σὺν ὠμῇ λύσει χλιερᾷ, βάτου φύλλα σὺν μήλῳ Κυδωνίῳ καὶ κηρωτῇ, μυρσίνης φύλλα λεῖα σὺν οἴνῳ καὶ ὀμφακίνῳ ἐλαίῳ γλοιώδη γενόμενα καὶ ἐν ἐρίῳ ἐπιτιθέμενα, κρίθινον ἄλευρον σὺν οἴνῳ καὶ βάτῳ ἢ ἀχράσιν ἢ σιδίοις ἢ Κυδωνίων ἄνθεσιν, καὶ σὺν κηρωτῇ δὲ τὰ τῶν Κυδωνίων ἄνθη·
2.53 (51) ἐνίεται δὲ ἐπὶ κοιλιακῶν συμφερόντως καὶ δίδοται δὲ 〈αὐτοῖς〉 ἀμπέλου φύλλων 〈χυλὸς〉 καὶ [χυλὸς] ἀνδράχνης, ἀκακίας, ὑποκιστίδος, ἀρνογλώσσου χυλός, βαλαύστιον, μίλτος Σινωπικὴ μετά τινος τῶν στυφόντων ἀφεψήματος, λωτοῦ ἢ φηγοῦ πρισμάτων ἀφέψημα, ῥοὸς βυρσοδεψικῆς χύλισμα καὶ τὸ ἀφέψημα τῶν φύλλων, φακῆ μετὰ ῥόδων ἀφεψηθεῖσα· πτισάνη σὺν βάτων ἀφεψήματι ἢ μυρσίνης ἢ σφαιρίων κυπαρίσσου, καὶ καθ’ ἑαυτὰ δὲ τὰ ἀφεψήματα χωρὶς πτισάνης ἐνίεται ὠφελίμως.
2.54 (52) ἐπὶ δὲ δυσεντερικῶν ἁρμόζει μὲν καὶ τὰ πρὸς κοιλιακοὺς ἐνέματα, ἰδίως δὲ ἐπὶ τῶν περιωδυνούντων· βούτυρον καθ’ ἑαυτὸ πρόσφατον, ἢ μολόχης ἢ τήλεως ἢ λινοσπέρμου ἢ χόνδρου ἢ πτισάνης ἢ ὀρύζης ἢ τράγου ἑψηθέντων καὶ τορυνηθέντων ὁ χυλός. ἐπὶ δὲ τῶν δίχα ἀλγηδόνος ῥευματιζομένων ἁρμόζει ἅλμη μετὰ οἴνου, κέρας ἐλάφειον κεκαυμένον σὺν οἴνῳ λεῖον, πομφόλυξ σὺν οἴνῳ καὶ ῥοδίνῳ, ἀρρενικὸν σὺν χάρτῇ κεκαυμένον διπλασίονι καὶ οἴνῳ·
2.55 (53) ἀποθεραπεύει δὲ τὰς ἐκ τῶν ἐπιτεταμένων ἐνεμάτων δήξεις γάλα ἐγχυματιζόμενον ἢ βούτυρον ἢ χόνδρου ἀφέψημα, ἢ ταύρειον στέαρ τεθεραπευμένον σὺν πτισάνης χυλῷ, ἢ ὀρνίθειον ὁμοίως ἢ χήνειον ἢ ἐλάφειον, ἢ μυελὸς ἐλάφειος ἢ μόσχειος καθ’ ἑαυτὸν χλιερὸς ἢ σὺν χυλῷ πτισάνης.
2.56 (54) ἐγκαθίσματα δὲ ἐπὶ κοιλιακῶν καὶ δυσεντερικῶν ἐστι ταῦτα· γάρος σιλούρων ἢ ἰχθύων μετ’ ὄξους κραθείς, ῥοὸς βυρσοδεψικῆς ἀφέψημα, ῥοᾶς λεπῶν ἀφέψημα, στεμφύλων ὁμοίως, καὶ πάντα τὰ τῶν στυφόντων ἀφεψήματα. ἁρμόζει δὲ θερμοῖς ἐγκαθέζειν ἐπανιέντας τὸν δακτύλιον καὶ ἐγχρονίζοντας καὶ διαστέλλοντας τὰ πυγαῖα.
2.57 (55) πρὸς δὲ τὸ μὴ συνεχῶς ἐρεθίζεσθαι δεήσει κατὰ δακτύλιον πίλημά τι ἐμβαλόντας εἰς ἔλαιον ζέον ἢ ὕδωρ ἢ ὄξος παρατιθέναι.
2.58 (56) ἰκτεριῶντας δὲ ποτίζειν ἀδιάντου ἀπόζεμα ἐν οἴνῳ, ἀγχούσης ῥίζης 〈· α′ μετ’ οἴνου, ἀνδραφάξεως, ὑπερικοῦ Γο γ′ σὺν μέλιτι καὶ οἴνῳ, πράσιον μετ’ οἴνου, πέπλιον· ποιεῖ 〈καὶ〉 σφονδυλίου ῥίζα καὶ τὸ σπέρμα μετ’ οἴνου, ἐρυθροδάνου ῥίζης 〈· α′ μετ’ οἴνου, ἀλόης 〈· α′ σὺν ὕδατι, ἀνθεμίδος ῥίζα καὶ τὰ ἄνθη μετ’ οἴνου, σπύραθοι αἰγῶν καὶ μάλιστα ἀγρίων μετ’ οἴνου καθ’ ἑαυτὰς καὶ σὺν ἀρώμασιν, ἱερᾶς βοτάνης τῶν φύλλων 〈· α′ μετὰ λιβανωτοῦ 〈· ς′ καὶ οἴνου παλαιοῦ 〈θερμοῦ〉 κο′ α′ νήστει ἐπὶ ἡμέρας δ′ ἢ ϙ′·
2.59 (57) εἰς δὲ τοὺς ῥώθωνας ἐγχεόμενα ἐπὶ ἰκτερικῶν καθαίρει· κυκλαμίνου χυλὸς κατεχόμενος ἐν ἡλίῳ, ὅστε χολὴν ἄγειν, ἐλατήριον μετὰ γάλακτος ἐν βαλανείῳ ὄντος ἐν τῇ ἐματῇ τοῦ πάσχοντος ἐγχεόμενον, πρασίου χυλὸς ἐν μελικράτῳ ἐγχεόμενος ταῖς ῥισί, μελάνθιον κεκομμένον καὶ ὄξει· βεβρεγμένον ἐκπιεσθέντος τοῦ χυλοῦ καὶ εἰς τὰς ῥῖνας ἐγχεομένου. λουέσθωσαν δὲ ὀξάλμης ἢ ὀριγάνου ἢ Ὀσίρεως ῥίζης ἀπόζεμα τῷ λουτρῷ μίσγοντες· ἀλειφέσθωσαν δὲ ἀμυγδαλίνῳ καὶ λαχάνων ἀπεχέσθωσαν.
2.60 (58) ἡπατικοὺς δὲ χνονίους ὠφελεῖ πινόμενα μεθ’ ὑδρομέλιτος· ἀγαρικοῦ ὀβολοὶ δύο καθ’ ἡμέραν, ἀδιάντου ἀφέψημα, ἀκόρου ἀπόζεμα, χαμαιπίτυος ὁμοίως· σφονδυλίου ῥίζα σὺν οἴνῳ πινομένη, ἐπιπακτίδος τῆς ἐλλεβορίνης καλουμένης ἀπόζεμα, ἄμωμον, κασσία, ἀμύγδαλα πικρὰ σὺν ἐλελισφάκῳ καὶ μελικράτῳ, ἀναγαλλίδος χυλός, ἀνθεμίδος ῥίζα καὶ ἄνθη πινόμενα, ἄσαρον σὺν ὕδατι, Γεντιανῆς ῥίζης 〈· α′ σὺν ὕδατι, ἀριστολοχείας ῥίζης ὁμοίως·
2.61 (59) καταπλασσόμενα δὲ ὠφελεῖ ἡπατικούς· χαμαίπιτυς μετὰ κωδυῶν ἑφθῶν ξηρῶν κεκομμένων, κρίθινον ἄλευρον μετὰ σύκων, ἀλθαίας ῥίζα ἐν οἴνῳ ἑψηθεῖσα, φοινικοβάλανοι ἑφθαὶ λεῖαι σὺν κηρωτῇ, ἀψίνθιον σὺν κυπρίνῃ κηρωτῇ καὶ Κελτικῇ νάρδῳ, Ἀμμωνιακὸν ἀναλημφθὲν ὄξει καὶ κηρωτῇ στυφούσῃ. ἐπὶ δὲ τῶν προσφάτων τῆλις σὺν λινοσπέρμῳ καὶ γύρει καὶ μελικράτῳ, μῆλα Κυδώνια μετὰ ἀλεύρου κριθίνου καὶ τήλεως ἡψημένα.
2.62 (60) σπληνικοὺς δὲ ὠφελεῖ πινόμενα· ἀγαρικοῦ % μετὰ ὀξυμέλιτος, ἄγνου σπέρματος 〈· α′ ἀγχούσης ῥίζης 〈· α′ ἐν οἴνῳ, ἀδιάντου ἀφέψημα ἐν ὀξυμέλιτι, ἀκόρου ῥίζα μετ’ οἴνου ἑφθὴ καὶ ὠμὴ πινομένη.
2.63 (61) τήκουσι δὲ συντόμως σπλῆνας· ἄσπληνος, ἣν καὶ ἡμιόνιον καλοῦσιν, ἡ πόα μετ’ ὄξους, λογχῖτις ὁμοίως μετ’ οἴνου· περικλυμένου καρποῦ 〈· α′ μετ’ οἴνου ἐπὶ ἡμέρας λ′ ποτιζομένη τήκει, χαμαίκισσος μετ’ οἴνου, πευκέδανον μετ’ ὀξυμέλιτος τήκει, 〈ἀκόνης〉 Ναξίας τοῦ πρὸς αὐτὴν ἀκονηθέντος σιδήρου τὸ ἀπότριμμα μετ’ ὄξους, ἁλκυονίου Μιλησίου % μετὰ ὕδατος, βρυωνίας ῥίζης 〈· α′ μετ’ ὄξους ἐπὶ ἡμέρας λ′ τήκει σπλῆνα·
2.64 (62) καταπλασσόμενα δὲ παραλαμβάνεται ὠφελίμως ἐπὶ τῶν σπληνικῶν· ὕσσωπον μετὰ σύκων, τέφρα κληματίνη ἢ 〈ἡ ἐκ〉 γιγάρτων τέφρα σὺν ὄξει καὶ ῥοδίνῳ καὶ πηγάνῳ, χαμαικίσσου φύλλα καὶ κνίδης φύλλα μετὰ κηρωτῆς, βρυωνίας ῥίζα μετὰ σύκου καὶ ὄξους, Ἀμμωνιακὸν σὺν ὄξει καὶ κηρωτῇ στυφούσῃ·
2.65 (63) πρὸς ὑδρωπικοὺς δὲ ὠφελεῖ μὲν ποτά· ἀγαρικοῦ τριώβολον μετ’ οἴνου, ἄγνου σπέρματος 〈· α′ σὺν οἴνῳ, ἀδιάντου ἀφέψημα, ἀκτῆς ῥίζης ἀφέψημα ἢ τοῦ καρποῦ λείου 〈· α′ σὺν οἴνου κυ′ β′, ἁλκυόνιον Μιλήσιον μεθ’ ὕδατος, ἀμπέλου ἀγρίας τῆς καλουμένης Ῥωμαιστὶ οὐιτίκλης τῆς ῥίζης τοῦ ἀφεψήματος κυ′ γ′ μετ’ οἴνου τεθαλασσωμένου κυ′ γ′·
2.66 (65) καταπλασσόμενα δὲ ὑδρωπικοὺς ὠφελεῖ· βολβοὶ μετὰ μέλιτος — οὗτοι δὲ ἱκανῶς στέλλουσιν —, ἀψίνθιον ἢ ὕσσωπον μετὰ σύκου ἢ ὄξους καὶ αἰρίνου ἀλεύρου· βόλβιτα ξηρὰ θερμανθέντα σὺν ὀξυκράτῳ καὶ μέλιτι· προσέμπασσε δὲ θείου ἀπύρου 〈τὸ〉 τέταρτον μέρος· σπύραθοι αἴγειαι ἑψηθεῖσαι ἐν οὔρῳ παιδὸς ἀφθόρου· θέρμινον ἄλευρον καὶ κισσοῦ φύλλα ἑψηθέντα ἐν οἴνῳ λεῖα· ἢ σύκων διπλάσιον πρὸς κυπαρίσσου καὶ νίτρου 〈ἴσον〉·
2.67 διουρεῖν δὲ ποιεῖ καλαμίνθη μετ’ ὄξους καὶ πεπέρεως κηρωτῇ ἀναλημφθεῖσα καὶ ἐπὶ τὸν ὀμφαλὸν ἐπιτεθεῖσα· ποιεῖ δὲ τὸ αὐτὸ καὶ πρὸς ἰκτερικοὺς καὶ νεφριτικούς· ἢ κώδιον καταχρισθὲν ἀμόργῃ καὶ ἐπιτεθέν. ὠφελεῖ δὲ καὶ ἡ δι’ ἁλῶν καὶ ἐλαίου τρῖψις πολλὴ μειγνυμένου ποτὲ ὀριγάνου κεκομμένου καὶ σεσησμένου. ἐνίοτε δὲ καὶ καταπλάσσονται τούτοις, τῷ τε ἁλὶ καὶ τῷ ὀριγάνῳ ἴσοις γλοιοποιηθεῖσιν 〈σὺν〉 ἐλαίῳ παλαιῷ· καὶ θερμὰ δὲ καταπλάσσειν δεῖ. ὠφελεῖ καὶ ἡ διὰ τῶν πεφυσημένων καὶ ἀληλειμμένων κύστεων πλῆξις καθ’ ἡμέραν ἐπιτηδευομένη.
2.68 (66) τὰς δὲ πλατείας ἕλμινθας ἐκτινάσσει πινόμενα· καρδάμωμον σὺν ὕδατι, μόρων ῥιζῶν ὁ φλοιὸς ἑψηθεὶς ἐν ὕδατι, ὀνοχειλοῦς τοῦ Ἀλκιβιαδείου ἡ ῥίζα καὶ τὰ φύλλα πινόμενα, πτέρεως 〈· δ′ σὺν σκαμμωνίας ὀβολοῖς δυσὶν καὶ ἁλσίν· προσκοροδοφαγείτω δὲ ὁ μέλλων πίνειν· πεπέρεως καὶ ἐλαφείου κέρατος κεκαυμένου, ἴσα σὺν ὀξυκράτῳ, καὶ αὐτὸ 〈δὲ〉 τὸ κέρας σὺν μέλιτι ἐκλειχόμενον· ῥοᾶς τῶν ῥιζῶν 〈τὸ〉 ἀφέψημα, σκόροδα ἐσθιόμενα συνεχῶς, ὕσσωπον μετὰ καρδάμου καὶ σὺν σκαμμωνίας ὀβολοῖς β′ ποθέν·
2.69 (67) τὰς δὲ στρογγύλας ἕλμεις ἄγει ἔλαιον ποθέν, ἢ κίκινον μετὰ ὕδατος πινόμενον· θέρμοι πικροὶ ἐσθιόμενοι, καὶ τὸ ἐξ αὐτῶν ἄλευρον ὠμὸν μετὰ μέλιτος ἐκλειχόμενον, καὶ μετ’ ὄξους δὲ ποθὲν συντόμως ἐκτινάσσει 〈ἢ〉 ὡς ἄλφιτον ἐπιπασθέν· πίνεται δὲ 〈καὶ〉 τὸ ἀφέψημα αὐτῶν μετὰ πηγάνου καὶ πεπέρεως· νᾶπυ μετὰ θύμβρας ἢ ἡδυόσμου, καλαμίνθη σὺν ἁλσὶν καὶ μέλιτι ἑφθὴ καὶ ὠμὴ ἐσθιομένη·
2.70 (68) ἀσκαρίδας 〈δὲ〉 κτείνει ὀξύγγιον παλαιὸν εἰς τὸν δακτύλιον καθιέμενον ἀντὶ βαλάνου.
2.71 (69) τὰς δὲ τῆς μήτρας προπτώσεις στέλλει ἀκακίας χύλισμα, ἢ βάτου χυλὸς ἢ σχίνου, ἢ ῥοὸς τῆς ἐπὶ τὰ ὄψα ὁ χυλὸς διαχριόμενος, κνίδης κλάδος προσαπτόμενος, ἴου φύλλα καταπλαττόμενα, ἀπόπατος βοὸς νομάδος ἄρρενος ὑποθυμιώμενος· ἀριστολοχεία λεία ἐν πεσσῷ μετά τινος τῶν στυφόντων, καὶ τὸ ἀπόζεμα 〈δὲ〉 αὐτῆς εἰς ἐγκάθισμα καὶ ὑπατμισμόν, ἄσφαλτος ὑποθυμιωμένη, χαλβάνη καταπινομένη, κηκῖδος ἀφέψημα, μυρσίνης ἢ σχίνου ἢ σιδίων ἀφέψημα εἰς ἐγκάθισμα.
2.72 (70) τὰς δὲ φλεγμονὰς τῆς ὑστέρας καὶ μύσεις καὶ ἀλγήματα ἀφεψόμενα εἰς ἐγκαθίσματα ὠφελεῖ· ἄγνου σπέρμα, ἅλθαίας ῥίζα, Ἀρτεμισία, βακχάριδος ῥίζα, γλήχων, δάφνη, ἶρις, κασσία, κάλαμος, σχοῖνος, Κενταυρείου τοῦ μεγάλου ῥίζα, κόνυζα, κύπερος, λευκοίων ἄνθη ξηρά, 〈μάλιστα ἐπὶ τῶν χρονίων〉· μολόχη, μελίλωτον, κρίνων ἄνθη, λευκάνθεμον, πράσου κεφαλωτοῦ κόμη, σῦκα ξηρὰ μετὰ τήλεως ἢ πτισάνης, τῆλις, λινόσπερμον. ὑποθυμιώμενα δὲ ὠφελεῖ· ἄγνου σπέρμα, βδέλλιον, κασσία, κάλαμος, λάδανον, λιβανωτίδος σπέρμα καὶ ῥίζα· καὶ [τὰ] πρὸς τὰ καρκινώδη ποιεῖ ῥητίνη τερμινθίνη καὶ σμύρνα.
2.73 (71) προστίθεται δὲ πρὸς τὰς φλεγμονὰς καὶ τὰ ἀλγήματα· ἄγνου σπέρμα λεῖον, ἀλθαίας ῥίζα ἑφθὴ ἐν μελικράτῳ μαλαχθεῖσα σὺν στέατι χοιρείῳ νεαρῷ καὶ τερμινθίνῃ, ἀνθυλλίου ῥίζα λεία σὺν ῥοδίνῳ, ἀρνογλώσσου χυλὸς ἐν ἐρίῳ, σόγχου χυλὸς ὁμοίως, Ἀσκληπιάδος χυλὸς ἢ τὰ φύλλα προστιθέμενα, βούτυρον ὁμοίως·
2.74 (71) χρίσματα δὲ ἁρμόζει πρὸς τὰ αὐτά· ἴρινον, κύπρινον, ἀμαράκινον ἔλαιον, τὸ ἐκ τοῦ ἐλειοῦ λίπος, ὃν Ῥωμαιστὶ γλῆριν καλοῦσιν.
2.75 (71) ἐνιέμενα δὲ μαλάσσει καλῶς ἀλεύρου κριθίνου χυλὸς μετὰ ὕδατος ἑψηθείς, ἄλικος ἢ ὀρύζης ἢ τήλεως ἢ λινοσπέρμου ἢ μολόχης χυλὸς ὁμοίως.
2.76 (72) πινόμενα δὲ τὰς χρονίους φλεγμονὰς καὶ τὰ ἀλγήματα τῆς ὑστέρας παύει· Αἰθιοπίδος ῥίζης ἀφέψημα, γλυκυσίδης κόκκοι ιε′ μεθ’ ὕδατος, πάνακος Ἀσκληπιαδείου φύλλα, ἀκόρου ῥίζα, Κενταυρείου τοῦ μεγάλου ῥίζα, ἄμωμον, ἀρκευθίδες, ἀριστολοχείας τῆς δακτυλίτιδος ῥίζα μετὰ σμυρνίου σπέρματος, βαλσάμου καρποῦ 〈· α′ μετὰ μελικράτου, γερανίου ῥίζης 〈· α′ ἐν μελικράτῳ, κέστρου φύλλων 〈· α′ μετὰ ὑδρομέλιτος, τριφύλλου καρπὸς καὶ τὰ φύλλα ὁμοίως.
2.77 (73) πρὸς δὲ τὰς ἑλκώσεις τῆς μήτρας ἁρμόζει ἀμόργη ἑψητὴ περιχριομένη μετὰ κηρωτῆς σουσίνης, ἢ λύκιον ὁμοίως, ἢ χυλὸς ἀκακίας περιχριόμενος.
2.78 (74) ὀδαξησμοὺς δὲ μήτρας παύει καὶ κνησμοὺς κόλπων ἀνδράχνης ὁ χυλὸς ἐγκλυζόμενος, λινόσπερμον ἑφθὸν ἐν μελικράτῳ, τῆλις ὁμοίως, ἔλαιον σούσινον ἢ κύπρινον, τραγάκανθα σὺν ὕδατι.
2.79 (75) ἄγει δὲ ἔμμηνα καὶ λόχια ἐπιεικῶς πινόμενα ἀπυρέτοις μετ’ οἴνου, πυρέσσουσι σὺν μελικράτῳ ἢ ὕδατι· ξιφίου ῥίζα, οἰνάνθης πόας καρπὸς καὶ τὰ φύλλα καὶ ὁ καυλός, ὀρεοσελίνου ῥίζα καὶ ὁ καρπός, οὖρον λυγγός, σίνηπυ λεῖον καταπασθὲν ὡς ἄλφιτον, πάνακος φύλλα, Ἀσκληπιαδείου καρπὸς καὶ τὰ ἄνθη·
2.80 (76) μᾶλλον δὲ ἄγει πινόμενα ὁμοίως ἀγαρικόν, ἄγνου σπέρμα μετὰ γλήχωνος ἢ πεπέρεως, ἀδίαντον, νάρδος ἀγρία, ἀριστολοχείας ῥίζα σὺν σμυρνίῳ, λελίσφακος, σφονδυλίου ῥίζα καὶ σπέρμα, λιβανωτίδος ῥίζα, σεσέλεως ῥίζα καὶ ὁ καρπός, τραγοριγάνου ἀφέψημα, ἱππομαράθου σπέρμα καὶ ῥίζα, κνίδης τῶν φύλλων ἀφέψημα μετὰ σμύρνης, δαμασωνίου ῥίζα, ἄμωμον, ἀνθεμίδος ῥίζα καὶ τὰ φύλλα·
2.81 (77) ἐπιτεταμένως δὲ ἄγει, ὥστε καὶ ἔμβρυα ἐκτινάσσειν πινόμενα σὺν οἴνῳ ἢ μελικράτῳ, ὥσπερ εἴρηται· πρασίου χυλὸς ἐπὶ ἡμέρας γ′ καὶ τὸ ἀπόζεμα, περικλυμένου καρπός, πηγάνου ἀγρίου σπέρμα, πτέρεως ῥίζα, βρυωνίας ῥίζης 〈· β′ μεθ’ ὕδατος — ταράσσει δὲ τὴν διάνοιαν —, Ἀμμωνιακοῦ 〈· α′, σαγαπηνὸν ὁμοίως, ὀπὸς ἢ ὀπόφυλλον σὺν σμύρνῃ καὶ πεπέρει, ὀποπάναξ ὁμοίως·
2.82 (78) προστιθέμενα δὲ ἔμμηνα ἄγει καὶ τὰ ἐκ τόκων καὶ ἔμβρυα· οἴσυπος ἐν ἐρίῳ οἰσυπηρῷ προστεθεὶς ἐπὶ ἡμέρας γ′, ἄκινος καὶ τὸ σπέρμα αὐτῆς, μανδραγόρου ῥίζα ξυσθεῖσα ὡς κολλούριον καὶ προστεθεῖσα, ἐλλέβορος μέλας καὶ λευκός, κνίδης φύλλα μετὰ σμύρνης λεῖα, ἄμωμον, ἀμύγδαλα ἢ ἀμυγδάλινον 〈ἔλαιον〉 σὺν οἴνῳ, ἀνεμώνη λεία, ἀριστολοχεία μετὰ σμύρνης, βδέλλιον, δαφνίδες λεῖαι, ἐλατήριον σὺν μέλιτι, ἐρυθροδάνου ῥίζα ὁμοίως·
2.83 (78) ἀταράχως δὲ τὰ ὑπομένοντα ἐπισπᾶται· κυκλαμίνου ῥίζα σὺν μέλιτι καὶ ὁ χυλός· φασὶ δέ τινες ὅτι, κἂν ὑπερβῇ τὴν ῥίζαν τῆς κυκλαμίνου γυνὴ ἔγκυος, ἐκτιτρώσκει. ὁμοίως καὶ τὴν καλουμένην πόαν ὄνοσμα ἱστοροῦσιν ὅτι γυνή, ἐὰν ὑπερβῇ ἔγκυος ἢ γεύσηται, ἐκτιτρώσκει· σάμψουχος, λινόζωστις σὺν μέλιτι, πήγανον σὺν σμύρνῃ καὶ ᾠῷ, κράμβης χυλὸς μετὰ αἰρίνου ἀλεύρου, κονύζης χυλός, ὀποπάναξ καὶ ἡ ῥίζα ὡς κολλούριον, σιδηρίτιδος τῆς Ἡρακλείας τὰ φύλλα, σκόρδιον, στύραξ.
2.84 (79) ὑποθυμιώμενα δὲ ἄγει ἔμμηνα καὶ λόχια καὶ ἔμβρυα· ἄμι μετὰ ῥητίνης τερμινθίνης, βδέλλιον βραχύ, δίκταμνον, καρδάμωμον, χαλβάνη, πίτυος φλοιὸς καὶ πεύκης, πορφύρας θαλασσίας πώματα, σκόροδον, σιλούρου κεφαλὴ καὶ σάρξ.
2.85 (80) ἐγκαθίσματα δὲ ταῦτα ἄγει ἡψημένα μετὰ ὕδατος· ἀγήρατον, ἀκτῆς φύλλα, Ἀρτεμισία, δίκταμνον, δάφνη, κόνυζα, κόστος, μῆον, λευκόιον, μελισσόφυλλον, πράσου κεφαλωτοῦ κόμη καὶ σέλινα.
2.86 (81) καταπλάσσεται δὲ πρὸς λόχια καὶ ἔμμηνα κινεῖ Ἀρτεμισία πολλὴ κατὰ τῶν ὑποχονδρίων. ἐπιτεταμένως δὲ ἄγει ὥστε καὶ ἔμβρυα ἐκτινάσσειν· αἴρινον ἄλευρον πράσου χυλῷ φυραθέν, κυκλαμίνου χυλὸς σὺν ἐλατηρίῳ ἢ αἰρίνῳ ἀλεύρῳ, μυελὸς ἐλάφειος καὶ χαλβάνη καὶ Ἀμμωνιακὸν καὶ ἔλαιον, ἴσα.
2.87 (82) ἵστησιν δὲ ῥοῦν πινόμενα μετ’ οἴνου· γλυκυσίδης κόκκοι πυρροὶ ι′ ἢ ιβ′ σὺν οἴνῳ, ὑποκιστίδος χυλός, πευκεδάνου ὀπός, συμφύτου πετραίου φύλλα καὶ ὁ καρπός, στατικὴ πόα καὶ λαχανευομένη ὡς προσόψημα, βάτου ἀφέψημα καὶ χύλισμα βαλαυστίου 〈ἢ〉 ἀκακίας, σχοίνου τῆς ῥίζης ἀφέψημα καὶ χύλισμα, γῆ Σαμία μετὰ βαλαυστίου, ἐλάτης μυρεψικῆς ἀπόζεμα, ἐλάφου κέρας κεκαυμένον μετ’ ὀξυκράτου, Ἰδαίας ῥίζα ἢ τὰ φύλλα, κλυμένου χύλισμα, λευκογραφίς, λίθος αἱματίτης σὺν χυλῷ ῥοᾶς, Λυσιμάχειος πόα καὶ ὁ χυλὸς αὐτῆς, λωτοῦ τοῦ δένδρου πρισμάτων ἀπόζεμα ἐκλειχόμενον·
2.88 (83) προστιθέμενα δὲ σὺν ὕδατι ῥοῦν ἵστησιν· ὑποκιστίδος χύλισμα, ῥοὸς βυρσοδεψικῆς ὁμοίως, βαλαύστιον λεῖον, αἰγὸς σὺν λιβανωτῷ — δεῖ δὲ ἐνειλεῖν ἐρίῳ καὶ προστιθέναι —,
2.89 (84) ἐγκαθίσματα δὲ ῥοῦν ἵστησιν — δεῖ δὲ χλιαροῖς ἐγκαθέζειν — ἀγριελαίας ἀπόζεμα, σχίνου, βάτου, ἀγαλόχου, δρυὸς φύλλων καὶ φλοιοῦ καὶ βαλάνου καὶ πρίνου, μυρσίνης, στεμφύλων, ῥοὸς βυρσοδεψικῆς, σιδίων. (85) ἐπιτίθεται δὲ κατὰ τοῦ ἐπιγαστρίου εἰς τὸ ἐπισχεῖν ῥοῦν κρίθινον 〈ἄλευρον〉 σὺν κηκῖδι λείᾳ 〈ἢ〉 σιδίοις ἢ βαλαυστίῳ ἢ βάτῳ ἢ τρυγὶ ὄξους ἢ πρίνου 〈φλοιῷ〉 ἢ βαλάνων ἢ μυρσίνης φύλλοις ἢ σχοίνου ἢ Θηβαικοῖς 〈φοίνιξιν〉.
2.90 (86) πρὸς δὲ τοὺς ἑκ τῆς ὑστέρας συμβαίνοντας πνιγμοὺς ἁρμόζει πινόμενα· ἀγαρικοῦ 〈· α′ ἐν οἴνῳ, μανδραγόρου ῥίζης ὀβολοὶ δύο σὺν οἴνῳ, νάρδου ἀγρίας ῥίζα σὺν οἴνῳ, ὀρεοσελίνου καρπός, ἀρνογλώσσου καρπὸς καὶ ὁ χυλὸς σὺν οἴνῳ, γλυκυσίδης μέλανες κόκκοι ιε′ μετὰ μελικράτου, ὄνυξ 〈ὁ〉 ἐκ κογχυλίου πινόμενος, ὄξος σκίλλινον καταρροφούμενον.
2.91 (87) ὀσφραινόμενα δὲ διεγείρει τὰς ὑστερικῶς πνιγομένας ἄσφαλτος, καστόριον, χαλβάνη, σίνηπυ σὺν ὄξει σκιλλιτικῷ, πίσσα ὑγρά, κεδρία, ἐλλύχνια φλεγόμενα καὶ ἀποσβεννύμενα, πευκεδάνου φύλλα καὶ ὀπός, τρίχες καεῖσαι, σφονδύλιον, πήγανον, σίλφιον, κρόμυον, σκόροδον, κνίδη προσαγομένη σκέλεσιν καὶ μετώπῳ.
2.92 (88) ὑποθυμιᾶται δὲ πρὸς τὰ αὐτὰ γαγάτης λίθος, ὄνυξ ὁ ἀπὸ τῶν πορφυρῶν, πευκέδανον, σαγαπηνοῦ ὀπός, σφονδύλιον, ἄσφαλτος, καστόριον, χαλβάνη, λειχὴν ἵππου, φώκης πυτία, σίλφιον, κέρας ἐλάφου.
2.93 (89) προστίθεται δὲ κατὰ τοῦ δακτυλίου πήγανον σὺν μέλιτι ἐν ἐρίῳ ἀναλημφθέν, κνίδης σπέρμα μετὰ στακτῆς.
2.94 (90) πρὸς δὲ τὰς συλλήμψεις ἐνεργεῖ ποτά· κραταιόγονον καὶ ὁ καρπὸς αὐτοῦ ὑπό τε τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς πινόμενον ἐπὶ ἡμέρας μ′, ἢ σταφυλίνου καρπός, καὶ ἡ ῥίζα 〈δὲ〉 ἐσθιομένη, φύλλου καρπὸς καὶ ἡ ῥίζα, ἱέρακος κόπρος ἐν γλυκεῖ πινομένη ὑπὸ τῆς γυναικὸς πρὸ τῆς συνόδου.
2.95 (91) προστιθέμενα δὲ ὠφελεῖ πρὸς σύλλημψιν· ἄμι μετὰ μυελοῦ πρὸ τῆς συνόδου, λαγωοῦ πυτία σὺν βουτύρῳ, λινοζώστεως σπέρμα ἢ χυλὸς ἀντὶ πεσσοῦ.
2.96 (92) ἱστορεῖται δὲ ἀρρενοτοκεῖν ποιεῖν μεθ’ ὕδατος κυάθων γ′ πρὸ τῆς συνόδου καὶ πρὸ τοῦ δείπνου ἐπὶ ἡμέρας μ′ ὄρχεως τῆς βοτάνης τῆς μείζονος 〈ῥίζης〉 τὸ ἀπόζεμα πινόμενον, ἢ αὐτὴ ἐσθιομένη ὑπὸ τῶν ἀνδρῶν — ἡ δὲ ἐλάττων θηλυγονίαν ποιεῖ ὑπὸ τῶν γυναικῶν ἐσθιομένη —, ὄρχεις ἀλεκτρυόνος λευκοῦ μετὰ τὴν σύλλημψιν πρὶν ἑτέρου τινος γεύσα σθαι καταποθέντες.
2.97 (93) τελεσφορεῖν δὲ καὶ μὴ ἀποβάλλειν τὸ ἔμβρυον τὰς εὐολίσθους γυναῖκας ποιοῦσι [φορούμενον] σπέρματος μελανσπέρμου κόκκοι μα′ ἐν ὀθονίῳ δεθέντες καὶ φορούμενοι ὑπὸ τὸν σκόλλυν τῶν τριχῶν. τυποῦν δὲ εἰς ἄρρεν ἱστορεῖται μετὰ τὴν συνουσίαν εὐθέως προστεθεῖσα ἀριστολοχείας 〈μακρᾶς〉 ῥίζα ἐν βοείᾳ σαρκί. 98 (94)
2.98 πρὸς δὲ τὰς δυστοκούσας περιάπτεσθαί φασιν ὠφελίμως ἀναγύρου φύλλα· δεῖ δὲ μετὰ τὸ τεκεῖν εὐθέως ἀφαιρεῖν τὸ περίαπτον· ἢ λίθον ἴασπιν τῷ μηρῷ περιάπτειν, ἢ κυκλαμίνου ῥίζαν ξηρὰν ὁμοίως, ἢ Κυδωνίου χυλίσματος 〈· α′ σὺν ὑδρομέλιτος κυ′ α′ 〈ποθεῖσαν, ἢ〉 ἀδίαντον λεῖον μετ’ οἴνου καὶ ἐλαίου· ὠφελεῖ καὶ πταρμικοῦ προσαγωγὴ τοῖς ῥώθωσιν.
2.99 (95) περίαπτα δὲ πρὸς τὸ μὴ συλλαμβάνειν ὡς συνεργήσοντα ἱστόρηται· γυναικὸς αἷμα ἐκ τῶν καταμηνίων ξηρὸν ἐνδεθὲν ἡμιονείῳ ἢ ἐλαφείῳ δέρματι καὶ περιαφθέν, ἢ ὑπερβαινέτω ἀποτεθὲν εἰς γῆν πρὸ τοῦ συγγενέσθαι· ἄσπληνος βοτάνη καθ’ ἑαυτὴν καὶ σὺν ἡμιόνου ὁπλῇ περιαπτομένη — δεῖ δὲ ὀρύσσειν αὐτὴν ἀσελήνου νυκτός —, μυρίκης ξύλον καὲν καὶ σβεσθὲν 〈ἐν〉 ἰδίοις καταμηνίοις περιαπτόμενον βραχίονι.
2.100 (95) πίνεται δὲ πρὸς ἀσυλλημψίαν ἡμιόνειος πόα, μιγέντος αὐτῇ ἐξ ἡμιόνου ὁπλῆς τοῦ ἐντός, πτέρεως ῥίζα μετὰ γλυκέος πινομένη, θηλυπτερίδος ὁμοίως· ἐπιμηδίου ῥίζα πινομένη ἐν οἴνῳ, ἰὸς σιδήρου, ἰτέας ἄνθη καὶ τὰ φύλλα, κράμβης ἄνθη πινόμενα μετ’ οἴνου μετὰ τὴν σύλλημψιν, λαγωοῦ πυτία μετὰ τὴν ἄφεδρον ποθεῖσα ἐπὶ ἡμέρας γ′, λεύκης φλοιὸς μετὰ τὴν κάθαρσιν σὺν ὀξυκράτῳ νήστεσιν·
2.101 (96) συνουσίαν δὲ παρορμᾷ καὶ ἐντάσεις ἐργάζεται ὁρμίνου σπέρμα, ξιφίου ῥίζα ἡ ἁδρὰ καὶ ἀνωτέρω παρορμᾷ σὺν οἴνῳ ποθεῖσα, ἡ δὲ ἰσχνοτέρα τοὐναντίον ἐκλύει τὴν ὁρμήν· ὄρχεως 〈τῆς〉 βοτάνης ὁ μείζων βολβὸς μετὰ γάλακτος ποθεὶς ἐντείνει, ὁ δὲ μικρὸς δι’ ὕδατος ποθεὶς ἐκλύει· κνίδης σπέρμα ἀγρίας πινόμενον μετ’ οἴνου, ἄνησσον σὺν οἴνῳ, ἄρου ῥίζα ἑφθὴ ἐσθιομένη, ἡδύοσμον ὁμοίως·
2.102 (97) ἀμβλύνει δὲ τὰς πρὸς συνουσίαν ὁρμὰς ἀνδράχνη ἐσθιομένη, [καὶ] πήγανον ἄγριον καὶ ἥμερον ἐσθιόμενον, θρίδακος ἀγρίας σπέρμα καὶ ἡμέρου πινόμενον, δρακοντίου ῥίζα ἐν οἴνῳ ποθεῖσα ξηρὰ καὶ 〈τὰς〉 ἐντάσεις παύει, στρόβιλοι μετὰ σικύου σπέρματος καὶ ἀνδράχνης χυλοῦ, σῦκα ἐσθιόμενα.
2.103 (98) πρὸς δὲ τοὺς γόνον προιεμένους ἀπροαιρέτως ὠφελίμως δίδονται ἴριδος〈· β′ μετ’ οἴνου. καταπλασθὲν δὲ πραύνει κώνειον κατὰ τοῦ καυλοῦ καὶ τῶν διδύμων καὶ ἐφηβαίου ἐπιτιθέμενον, νυμφαίας ῥίζα μετὰ ἀλφίτου διδομένη ἐσθίεσθαι ὡς μᾶζα ὀξυβάφου πλῆθος ἢ πινομένη καθ’ ἑαυτήν, ἀνήθου σπέρμα πινόμενον· ἐκλύουσι δὲ γονὴν κισσοῦ κόρυμβοι μέλανες πινόμενοι.
2.104 (99) πρὸς δὲ τοὺς ὀνειρώττοντας συνεχῶς ἁρμόζει πρὸς ἐπίσχεσιν ταῦτα καταπλαττόμενα· κωνείου σπέρμα κατὰ τῶν διδύμων καταπλαττόμενον· ἐὰν γὰρ κατὰ τοῦ αἰδοίου τις καταπλάσῃ, παραλυθήσεται· νυμφαίας ῥίζη κατάπλασσε καὶ τὰ αἰδοῖα, κορίου χυλῷ καὶ στρύχνου κατάχριε 〈τοὺς〉 διδύμους καὶ νίτρῳ καὶ ῥάμνου χυλῷ 〈καὶ〉 ἀνδράχνης πιέσματι· καὶ αὐτὴ δὲ καταπλάσσεται καθ’ ἑαυτὴν καὶ 〈μετὰ〉 ἀλφίτου, ἢ ἄγνου φύλλα σὺν ἀλφίτῳ, ἢ κύμινον λεῖον μετὰ Κιμωλίας φυραθέν.
2.105 (100) ποθέντα δὲ ὠφελεῖ τοὺς ὀνειρώττοντας νυμφαίας ῥίζης ἀπόζεμα πρὸ τοῦ σιτίου λαμβανόμενον, 〈καὶ〉 τῇ τροφῇ δὲ μειγνυμένη ἡ ῥίζα ξηρὰ καὶ τὸ σπέρμα ὁμοίως, καλαμίνθης ἀπόζεμα πινόμενον· ἰᾶται ὀνειρωγμοὺς θρίδακος σπέρμα καὶ ἀνδράχνης σὺν ὕδατι πινόμενα.
2.106 (101) τοὺς δὲ ἐνουροῦντας ἰᾶσθαι δεῖ ἐπιπλήξει καὶ [ἐν] τῷ δι’ ἡμέρας ἐθισμῷ τῆς οὐρήσεως καὶ μεταξὺ κατέχειν, κύστιν τε αἰγείαν ἢ προβατείαν κεκαυμένην ποτίζειν σὺν ὀξυκράτῳ, ἢ ὠπτημένην σὺν τῷ οὔρῳ ἐπὶ θερμοσποδιᾷ διδόναι φαγεῖν, ἑσπέρας τε διψᾶν ἀναγκάζειν· ποιεῖ δὲ καὶ λαγωοῦ ἐγκέφαλος ὅσον ἐρέβινθος μετὰ χηνείου στέατος ἴσου καὶ κόμμεως τοῦ αὐτοῦ καταπινόμενος ἢ συμφυραθεὶς ἀλφίτῳ καὶ ἐσθιόμενος· καπρείας ὁπλῆς λείας κοχλιάριον μετὰ μελικράτου ἢ καστορίου ἢ ἄγνου, πηγάνου τὸ αὐτό.
2.107 (102) νεφριτικοὺς δὲ ὠφελεῖ πινόμενα· ἀγαρικοῦ 〈· α′ μετ’ οἴνου κυ′ α′, ἀγχούσης ῥίζης 〈· α′ ὁμοίως, ἀλκυονίου % μετὰ ὕδατος, ἀμώμου 〈· α′ μετ’ οἴνου, ἀμύγδαλα πικρὰ σὺν ὕδατι ἢ ἐκλειχόμενα σὺν ῥητίνῃ τερμινθίνῃ, ἀναγαλλίδος ἢ πολυγόνου χυλὸς σὺν οἴνῳ, σταφίδες ἐσθιόμεναι χωρὶς τῶν γιγάρτων, βουνίου φύλλων καὶ τῆς ῥίζης ὁ χυλὸς ἐπὶ ἡμέρας ιβ′ πινόμενος μετὰ γλυκέος·
2.108 (104) ἐὰν δὲ καὶ αἷμα οὐρῇ, 〈στυπτηρίας〉 σχιστῆς 〈· α′, τραγακάνθης 〈· β κόψας ἀναλάμβανε τροχίσκους ἀνὰ % ἕνα διδοὺς ἐν γλυκεῖ. τὰς δὲ ἐκ νεφρῶν αἱμορραγίας ἴστησιν στρατιώτης ὁ ἐπὶ τῶν ὑδάτων πινόμενος.
2.109 (105) ἀλγήματα δὲ κύστεως ἰᾶται λινόσπερμον ὠμόν, σήσαμον, ὅρμινον, ἑκάστου κυ′ α′ κατ’ ἰδίαν σὺν γλυκεῖ πινόμενος· ὀξυσχοίνου σπέρμα ἢ βολβῶν πυρρῶν σπέρμα ὁμοίως, λωτοῦ σπέρμα ὁμοίως ἐν οἴνῳ, μήκωνος μελαίνης ἢ λευκῆς σπέρματος 〈· α′ πινομένη μεθ’ ὑδρομέλιτος, κυπαρίσσου φύλλῶν 〈· α′ σὺν ὕδατι θερμῷ πινομένη ἢ μελικράτῳ, Κυδωνίων ἄνθους ἢ ἑλίκων ἀμπέλου ἢ ἀνδράχνης ἀφέψημα πινόμενον., ἢ Γεντιανῆς χυλὸς σὺν ὕδατι.
2.110 (106) καταπλάσσεται δὲ ὠφελίμως ἐπὶ ἀλγούσης κύστεως νυμφαίας ῥίζα καὶ σπέρμα, πολύγονον, πετροσέλινον, χαμαίπιτυς σὺν οἴνῳ καὶ στέατι ὑείῳ ἡψημένα· κρίθινον 〈ἄλευρον〉, γῦρις, τῆλις, λινόσπερμον, φοίνικες, μῆλα Κυδώνια ἑφθά, κωδύαι μήκωνος ἑφθαὶ καὶ ὑοσκυάμου ἀλεύρῳ μιγεῖσαι.
2.111 (107) πρὸς δὲ τὰς ἑλκώσεις τῆς κύστεως ποιεῖ μὲν καὶ τὰ ἐπὶ νεφριτικῶν ἀναγεγραμμένα ποτά, ἁρμόζει δὲ καὶ ταῦτα· ἀγρώστεως τῆς ἐν Παρνασσῷ φυομένης ἡ ῥίζα καὶ τῆς ἄλλης δὲ ἀφεψηθεῖσα ἐν ὕδατι πινομένη, ἀνδράχνης χυλὸς ἐν γλυκεῖ, γάλα γλυκύ, ἐλάτης μυρεψικῆς ἀπόζεμα, κυπαρίσσου φύλλα λεῖα μετὰ σμύρνης ποθέντα.
2.112 (107) ἰᾶται δὲ κύστιν ῥευματιζομένην μολόχη ἐσθιομένη ἢ μύρτα ἐσθιόμενα. (108) ἐπιδακνομένην δὲ κύστιν ὠφελεῖ σάκχαρον πινόμενον, σκάνδικος ἀφέψημα πινόμενον, καὶ τῆς λεγομένης φαλήρεως βοτάνης κοπείσης καὶ θλιβείσης ὁ χυλὸς σὺν οἴνῳ — γεννᾶται δὲ ἐν τοῖς σίτοις —· συμφύτου ἀφέψημα, κνῆκος χυλισθεῖσα, ἀμύγδαλα πικρά, στροβίλια πεφωγμένα, κόμμι κοκκυμήλων, τραγάκανθα ἐν γλυκεῖ μετὰ κέρατος ἐλαφείου κεκαυμένου μιγείσης αὐτῇ 〈στυπτηρίας〉 σχιστῆς ὀλίγης.
2.113 (109) δυσουρίαις δὲ βοηθεῖ πινόμενα· ἀσπαράγου ἀγρίου ῥίζης ἀπόζεμα καὶ τὸ σπέρμα σὺν οἴνῳ, πάναξ σὺν μελικράτῳ ποιεῖ καὶ πρὸς ψωριῶσαν κύστιν, πολυγόνου χυλός, σαμψούχου ἀπόζεμα, σέσελι, σικύου ἡμέρου σπέρμα καθαρὸν σὺν γάλακτι ἢ γλυκεῖ καὶ πικροῖς ἀμυγδάλοις, ἢ αὐτὰ τὰ ἀμύγδαλα ἐν γλυκεῖ, σκορδίου χύλισμα ἐν οἴνῳ, σταφυλίνου ἀγρίου σπέρμα, φιλεταιρίου ῥίζης 〈· α′ ἐν κράματι, φοῦ ἀπόζεμα, χαμαιπίτυος ὁμοίως·
2.114 (109) καταπλάσσεται δὲ πρὸς δυσουρίαν ὀρόβινον σὺν ὄξει καὶ ἐπιδεῖται· ὁμοίως δὲ οὖρα ἄγει μῆον λεῖον καταπλασθὲν κατὰ τοῦ ἐφηβαίου.
2.115 (109) ὑποθυμιώμενα δὲ οὖρα ἄγει βδέλλιον, Ἀρτεμισία, ἀκρίδες, τρίχες ἐλάφου· περιεστολισμένος δὲ ἔστω κύκλῳ, ἵνα ἀδιάπνευστος ᾖ· περίχριε καὶ τὸν δακτύλιον ἀμαρακίνῳ μύρῳ.
2.116 (110) εἰς ἐγκαθίσματα δὲ ἀποζέννυται ἐπὶ τῶν περὶ τὴν κύστιν διαθέσεων ἀνθεμίς, δάφνη, κάλαμος ἀρωματίτης, κυπαρίσσου φύλλα.
2.117 (111) λίθους δὲ τοὺς ἐν κύστει θρύπτει πινόμενα σὺν οἴνῳ· ἀδίαντον, φιλεταιρίου ῥίζης 〈·β′, σμυρνίου σπέρμα, ὀξυμυρσίνης ῥίζα ἐν γλυκεῖ ἀποβρεχομένη καὶ ὁ καρπὸς σὺν οἴνῳ, ἱππομαράθου σπέρμα καὶ ἡ ῥίζα, ἀλθαίας ῥίζα καὶ τὸ σπέρμα, ἁλκυονίου Μιλησίου % σὺν ὕδατι, ἀμύγδαλα πικρὰ σὺν γλυκεῖ καὶ τὸ ἔλαιον αὐτῶν, ἀνθεμίδος τῆς πορφυρανθοῦς τὸ ἄνθος καὶ ἡ ῥίζα, λευκανθέμου ἀπόζεμα, ὀνωνίδος ῥίζα σὺν οἰνομέλιτι, βδελλίου 〈· α′ σὺν οἴνῳ, τριβόλου χλωροῦ καρποῦ χυλός· φήνης τοῦ ὀρνέου, ὃ Ῥωμαϊστὶ ὀσσίφραγον καλοῦσιν, ἡ κοιλία ξηρὰ κατ’ ὀλίγον πινομένη· γλυκυσίδης ῥῶγες πυρραὶ ἐσθιόμεναι καὶ πινόμεναι.
2.118 (111) ἐπὶ δὲ παιδίων λιθιώντων καὶ πρὸς ψωριώσας κύστεις ἁρμόζει δάφνης ῥίζης τοῦ φλοιοῦ 〈· α′ μετ’ οἴνου εὐώδους, κοτυληδόνος ῥίζα καὶ ἡ πόα ἐσθιομένη, καρδαμώμου 〈· α′ μετὰ δάφνης ῥίζης τοῦ φλοιοῦ 〈· α′ σὺν οἴνῳ, κόμμι τὸ ἐξ ἀμυγδαλῆς πικρᾶς ἢ ἀμπέλου ἢ κοκκυμήλων μετὰ γλυκέος, 〈ὀξαλίδος〉 ῥίζα ἑφθὴ ἐν οἴνῳ, ἐξωνύχου καρπὸς λεῖος·
2.119 (112) οὐρητικὰ δέ ἐστι καὶ τὰ παραδιδόμενα μὲν πρὸς δυσουρίας καὶ λιθιῶντας, καὶ ταῦτα δὲ πινόμενα σὺν οἴνῳ ὠφελεῖ δυσουροῦντας, καὶ ἐφ’ ὧν οὖρα κινῆσαι βουλόμεθα ὡς ἐπὶ ὑδρωπικῶν καὶ ἰκτερικῶν· ἀκάνθης λευκῆς ῥίζης 〈· α′, ἀκάνθου τοῦ καὶ παιδέρωτος καλουμένου ῥίζα ὁμοίως, ἀκόρου ῥίζα, τριφύλλου καρπὸς καὶ ὁ χυλὸς αὐτῆς καὶ τὸ ἀπόζεμα, ἀρκτίου ῥίζα καὶ τὸ ἀφέψημα αὐτῆς·
2.120 (113) λυσσοδήκτους δὲ ὠφελεῖ τὸ αἷμα τοῦ λυσσῶντος κυνὸς ποθὲν καὶ τὸ ἧπαρ αὐτοῦ ὀπτηθὲν καὶ βρωθέν, καρκίνων ποταμίων ὀφθαλμοὶ φωχθέντες καὶ μετὰ ὕδατος ποθέντες κυ′ α′, ἢ καὶ ὅλων καέντων τῆς τέφρας 〈· α′ ἢ δ′· Γεντιανῆς 〈· α′ καὶ ἀμπέλου λευκῆς τῆς τέφρας 〈· β′ σὺν οἴνῳ λευκῷ ἐπὶ ἡμέρας γ′ πινόμενα, καὶ ὁ κυνόδους δὲ τοῦ δακόντος κυνὸς ἐνδεθεὶς εἰς κυστίδα καὶ περιαφθεὶς βραχίονι·
2.121 (114) ποτὰ δὲ κοινὰ πρὸς ἑρπετὰ δίδοται· πέπερι σὺν ὄξει καὶ μηκωνίῳ, πηγάνου ἀγρίου σπέρμα, πλατάνου σφαιρία ὁμοίως, πολεμωνίου τοῦ καὶ φιλεταιρίου 〈· δ′ σὺν οἴνῳ, πυρῖτις 〈ἢ〉 πύρεθρον, πυτία νεβροῦ καὶ λαγωοῦ, σαγαπήνου 〈· α′, σελίνου σπέρμα σὺν σκορδίου 〈· β′, τοῦ δὲ χυλίσματος 〈· α′, σπαργανίου ῥίζα καὶ ὁ καρπός, συκαμίνου ὀπός, [τεύκριον] τευκρίου ῥίζης χυλός· ταῦτα σὺν οἴνῳ λαμβανόμενα· πυρῖτις κἂν ὑποζύγιον δηχθῇ, ἐγχυθεῖσα διὰ στόματος σὺν οἴνῳ ὑγιάζει.
2.122 (115) πρὸς δὲ τὰ τῶν ἔχεων δήγματα ποτὰ σὺν οἴνῳ λαμβανόμενα καὶ ἐν τροφῆς μέρει ἀνυτικώτατον βοήθημα ἐπ’ αὐτῶν ἡ σκοροδοφαγία καὶ ἀκρατοποσία, ὥστε ἂν ὑπομένῃ τις πλείονα βρῶσιν καὶ πόσιν μὴ χρῄζειν ἄλλου βοηθήματος. ποιεῖ καὶ χελώνης θαλασσίας αἷμα ξηρὸν σὺν κυμίνῳ ἀγρίῳ, πυτία λαγωοῦ, αἰδοίου ἐλάφου ἄρρενος 〈· α′ ξηροῦ, ἀκάνθης λευκῆς 〈σπέρμα〉, συκῆς φύλλα, ἀκόρου ῥίζα, φι〈λεταιρίου φύλλα〉 καὶ ἡ ῥίζα·
2.123 (117) καταπλάσσεται δὲ πρὸς ἔχεις τριφύλλου φύλλα, μελίας φύλλα, πήγανον, καλαμίνθης φύλλα, λινόσπερμον σὺν ἁλσὶν ἢ ὀριγάνῳ καὶ μέλιτι, ἀλεκτορίδες ἀνασχισθεῖσαι ζῶσαι καὶ ἐπιτεθεῖσαι θερμαί, ἀλλάσσειν δὲ δεῖ συνεχῶς· ἀπόπατος αἰγὸς ἑψηθεῖσα ἐν ὄξει, ἀριστολοχείας μακρᾶς ῥίζα μεθ’ ὕδατος·
2.124 (118) πρὸς δὲ αἱμορροίδος καὶ πρηστῆρος δήγματα ὠφελεῖ ἀνδράχνη καταπλασσομένη, ἀρνόγλωσσον, περιστερεῶνος φύλλα, αὐτοῦ τοῦ θηρίου καεῖσα ἡ κεφαλὴ καὶ ἐπιτεθεῖσα, ὕσσωπον, ἄσβεστος, σκόροδον λευκόν, πράσον, πήγανον, κνίδη, κάρδαμον καὶ 〈τὸ〉 σπέρμα, σκόροδον λεῖον σὺν οἴνῳ ποθέν, ἀσταφίδες ἐσθιόμεναι, νεοσσοὶ ὠμοὶ ἐσθιόμενοι σὺν οἴνῳ. (119) ἐπὶ δὲ πρηστῆρος 〈ἰδίως〉 ὠμοτάριχος θύννος πολὺς ἐσθιόμενος· δεῖ δὲ οἶνον πολὺν ἐπιπίνοντας ἐμεῖν.
2.125 (120) ἐπὶ δὲ ἀσπίδος ἢ πτυάδος κόρεις ζ′ ἢ η′ καταποθέντες ὠφελοῦσιν, ὄξος πινόμενον, συνεχὴς διέγερσις, πληγαί, κίνησις ὅλου τοῦ σώματος. καταντλεῖται δὲ ὠφελίμως θαλάσσῃ θερμῇ.
2.126 (121) 〈πρὸς δὲ πληγὰς〉 σκορπίων καὶ φαλαγγίων καὶ σφηκῶν καὶ μελισσῶν ποτὰ σὺν οἴνῳ λαμβανόμενα· ἁβρότονον, ἀγαρικοῦ 〈· α′, ἀγηράτου σπέρμα, ἀδίαντον, ἀείζωον· σκορπιοειδὲς ἰδίως 〈ποιεῖ〉 πρὸς σκορπίου πληγήν, ἕρπυλλος, ἀλθαίας ῥίζης 〈· α′, λυχνίδος σπέρμα. ἰδίως δὲ πρὸς φαλάγγια [συκαμίνου ῥίζης ὀπὸν δὸς πιεῖν ἢ σταφίδας] ὀξαλίδος καρπὸς καὶ ἡ ῥίζα, ὀνογύρου 〈· δ′, ἄμεως 〈· β′·
2.127 (122) καταπλασσόμενα δὲ ἁρμόζει σκορπιοπλήκτοις καὶ μελισσῶν καὶ σφηκῶν καὶ φαλαγγίων πληγαῖς ταῦτα· βόλβιτον καταπλασθέν, ἕρπυλλον, ἅλες λεῖοι σὺν ὄξει, ἄμωμον μετὰ ὠκίμου, ἀλθαίας φύλλα ἑφθὰ μετὰ ἐλαίου ὀλίγου μιγέντος, τάριχος πᾶν καταπλασσόμενον, ἡλιοτρόπιον τὸ σκορπίουρον καλούμενον, κόνυζα, ὀρίγανον, κρίνου φύλλα, κυκλαμίνου·
2.128 (123) 〈πρὸς δὲ〉 σκολοπένδρης καὶ μυγαλῆς 〈δήγματα ποιεῖ〉 καταπλασσόμενα· ἅλες σὺν πίσσῃ καὶ κεδρίᾳ καὶ μέλιτι, σκόροδον μετὰ συκῆς φύλλων καὶ κυμίνου, καλαμίνθης φύλλα, κριθὴ κεκαυμένη σὺν ὄξει, σκόροδον καὶ ἀκρεμόνες συκῆς καὶ φύλλα μετὰ ὀροβίνου ἀλεύρου καὶ οἴνου. πρὸς δὲ τὴν μυγαλῆν αὐτὴ ἡ μυγαλῇ ταχέως τριβεῖσα σὺν οἴνῳ καὶ ἐπιτεθεῖσα. πίνεται δὲ κοινῶς πρὸς ἀμφότερα ἀψίνθιον σὺν οἴνῳ, ἡδυόσμου ἀπόζεμα σὺν οἴνῳ.
2.129 (124) πρὸς δὲ τρυγόνος θαλασσίας πληγὴν καταπλάσσεται ὠφελίμως ἐλελίσφακος μετὰ μέλιτος λεῖος.
2.130 (125) πρὸς δὲ δράκοντος θαλασσίου πληγὴν αὐτὸς ὁ δράκων ἀνασχισθεὶς καὶ ἐπιτεθείς, καὶ ὁ ἐγκέφαλος 〈δὲ〉 αὐτοῦ καὶ τῇ πληγῇ οὖρον ἀνθρώπου καταντληθὲν 〈ἢ〉ἕρπυλλον καταπλασθέν.
2.131 (126) σκορπίου θαλασσίου πληγὴν ἰᾶται θεῖον ἄπυρον σὺν ὄξει ἀνατριβόμενον, ἢ τρίγλα ἀνασχισθεῖσα καὶ ἐπιτεθεῖσα, δαφνίδες γ′ πινόμεναι 〈λεῖαι〉. (127) ἀσκαλαβώτου δῆγμα ιἆται σήσαμον καταπλασθὲν λεῖον.
2.132 (128) διώκει δὲ τὰ θηρία ὑποστρωννύμενα· ἀβρότονον, ἄγνος, ἔχιον, καλαμίνθη, κόνυζα, ὀρίγανον, ἕρπυλλον, πόλιον, ἀσφόδελος. θυμιώμενα δέ· ἄγνου φύλλα, ἄσφαλτος, βδέλλιον, ἐλάφου κέρας, καλαμίνθη, καρδάμωμον, χαλβάνη, καστόριον, κόνυζα, κυπαρίσσου ἢ κέδρου πρίσματα, γαγάτης λίθος, Αυσιε μάχειος, μελάνθιον, πευκέδανον, σαγαπηνόν, πόλιον.
2.133 (129) κτείνει δὲ θηρία προστεθέντα· χαλβάνη σὺν σφονδυλίῳ καὶ ἐλαίῳ· καρκίνοι τριφθέντες σὺν ὠκίμῳ καὶ προστεθέντες σκορπίους κτείνουσιν· λυχνὶς ἀγρία παρατεθεῖσα σκορπίους σκοτίζει· σταφυλίνου ἀγρίου σπέρμα προστεθέν.
2.134 (130) συγχριόμενα δὲ κωλύει θηρία προσάγειν καὶ διώκει· ἀλθαίας καρπὸς μετὰ ἐλαίου καὶ ὄξους, δαφνίδες σὺν ἐλαίῳ καὶ ὄξει, χαλβάνη καὶ κεδρίδες σὺν ἐλαφείῳ μυελῷ ἢ στέατι, πάνακος Ἀσκληπιαδείου καρπὸς καὶ ἄνθη σὺν ἐλαίῳ καὶ ὀπῷ· μολόχης φύλλοις λείοις σὺν ἐλαίῳ ἀλειψάμενος ἄπληκτος ὑπὸ σφηκῶν καὶ μελισσῶν. διαμένει. ποιοῦσιν καὶ κάμπαι αἱ ἐπὶ τῶν λαχάνων σὺν ἐλαίῳ συγχριόμεναι λεῖαι.
2.135 (131) ἀδήκτους δὲ ὑπὸ ἑρπετῶν τηρεῖ ἐλάφου ἄρρενος αἰδοίου ξηροῦ 〈 α′ πινομένη σὺν οἴνῳ, ἐχίου ῥίζα ποθεῖσα, σταφυλίνου ἀγρίου σπέρμα βρωθέν· δρακοντίου τῆς ῥίζης χυλᾶ ἐὰν τις συγχρίσῃ τὰς χεῖρας, αἴροι ἄν ὁ τοιοῦτος ἀλύπως ἐχίδνας, ἤ πευκεδάνου ὀπῷ ὅλος συγχρίσηται.
2.136 (132) ἐνδέματα καὶ ἀντιπαθῆ ἱστορεῖται ὠφελεῖν πρὸς σκορπιοπλήκτους· ἡλιοτροπίου τοῦ μεγάλου τοῦ σκορπιούρου 〈καλοθμένου〉 ἡ ῥίζα περιαπτομένη. νεκροῖ δὲ σκορπίον ἀκόνιτον προσαχθέν — διεγείρει δὲ ἐλλέβορος λευκός , ἀκάνθης λευκῆς σπέρμα περιαπτόμενον. θηρία 〈δὲ〉 διώκει λίθος ὀφίτης περιαπτόμενος· ἀπόνους ποιεῖ μυελὸς ἐλάφειος περιχριόμενος, ὀξαλίδος ῥίζα προστεθεῖσα, φιλεταιρίου ῥίζα περιαοθεῖσα ὑπό σκορπίου κωλύει ὅλως τι πάσχειν.
2.137 (133) κώνωπας δὲ οὐκ ἐᾷ προσέρχεσθαι συγχριόμενον ἀψίνθιον σὺν ἐλαίῳ. θυμιώμενα δὲ κόνυζα, κυπαρίσσου σφαιρία καὶ κόμη καὶ πρίσματα, βόλβιτον.
2.138 (134) βδέλλας δὲ τὰς προσφυομένας παρισθμίοις καὶ καταπόσει καὶ στομάχῳ ἀποβάλλει ἄλμη καταρροφουμένη, ὄξος, ὀπὸς σιλφίου μετὰ ὄξους ἀναγαργαρισθεὶς ἢ καταρροφούμενος ἡ ὀπόφυλλον, ἢ χάλκανθος σὺν ὄξει ἀναγαργαρισθείς, ἢ χυλὸς ἀναγαλλίδος πινόμενος, ἢ ὄξος δριμὺ μετὰ θύμου λεάναντες πινέτωσαν, ἢ νίτρῳ καὶ ἁλσὶν σὺν ὕδατι ἀναγαργαριζέσθωσαν.
2.139 (135) πρὸς δὲ τὰ θανάσιμα κοινῶς ἁρμόζει ἔλαιον πινόμενον ἢ βούτυρον χλιαρόν, ὅταν ἔλαιον μὴ παρῆ· ἐμείτω δὲ 〈ὁ〉 πιών· ἀεροτόνου 〈· α′, κόνυζα μετ’ οἴνου καὶ σταφυλίνου σπέρματος, κέστρου φύλλων 〈β′ σὺν οἴνῳ, καὶ προπινόμενα δὲ δυσαλώτους ποιεῖ·
2.140 (136) ἀνενέργητα 〈δὲ〉 ποιεῖ τὰ θανάσιμα προπινόμενα· βουνιάδος σπέρμα, καλαμίνθη πινομένη, κάρυα βασιλικὰ μετὰ ἰσχάδων καὶ πηγάνου φύλλων προεσθιόμενα καὶ ἐπιβρωθέντα σὺν πηγάνῳ καὶ ἐλαίῳ.
2.141 (137) ἰδίως δὲ πρὸς ἀκόνιτον ἁρμόζει ἀειζώου τοῦ μείζονος ἄνθη μετ’ οἴνου, ὀποβάλσαμον μετὰ γάλακτος, ἄκρατος πολὺς σὺν ἀψινθίῳ, κινάμωμον σὺν οἴνῳ, πάνακος Ἀσκληπιαδείου καρπὸς καὶ ἄνθη, πηγάνου ἀγρίου σπέρμα καὶ βρω θὲν ἄπρακτον καθίστησιν· πυτία ἐρίφου σὺν ὄξει ἢ λαγωοῦ ἢ ἐλάφου, σιδήρου σκωρία πεπυρωμένη καὶ ἐν ὀξυμέλιτι σβεσθεῖκονία σα, ἢ σιδήριον πυρωθὲν καὶ μέλιτι σβεσθέν· ζωμὸς βόειος, μετὰ οἴνου καὶ ἀβροτόνου, πράσιον σὺν οἴνῳ, χαμελαία σὺν οἴνῳ, πήγανον ὁμοίως· συκῆς φύλλα λεῖα, χαμαίπιτυς καλῶς ποιεῖ, ὀρίγανος ὀνῖτις, πολύκνημον σὺν οἴνῳ, ὄρνιθος καθηψημένης συγχυλωθείσης ζωμός, κρέως λιπαροῦ ὁμοίως· ὀποάλσαμον σὺν γάλακτι γυναικείῳ ἢ ὕδατι· μορέας ῥίζας ἑψήσας σὺν οἴνῳ 〈καὶ〉 μείξας μέλιτι δίδου· ἄργυρος καὶ χρυσὸς πεπυρωμένα σβεσθέντα μέλιτι.
2.142 (138) μέλι 〈δὲ〉 τὸ ἐν Ἡρακλείᾳ τῇ Ποντικῇ γεννώμενον βρωθὲν μανίαν ποιεῖ. βοηθεῖται δὲ οἰνομέλιτι καλῷ καὶ πηγάνῳ ἐσθιομένῳ· ὁσάκις δ’ ἂν ἐξεμέσωσιν, προσφερέσθωσαν τὸ οἰνόμελι. τὴν ἄφοδον δὲ τῶν φαγόντων τὸ μέλι σύες ἢ κύνες φαγόντες τὸ αὐτὸ πάσχουσι.
2.143 (139) πρὸς δὲ τὸ τοξικὸν ποιεῖ· αἷμα τράγου καὶ αἰγὸς καὶ ἐρίφου καὶ νήσσης καὶ κυνὸς ἐν οἴνῳ, γογγυλίδος ἡμέρου σπέρμα πινόμενον, χαλβάνη σὺν οἴνῳ καὶ σμύρνῃ, γλυκύς, δρυὸς φλοιὸς μετὰ βοείου γάλακτος· ὁμοίως καὶ φηγοῦ 〈ἢ〉 πρίνου φλοιός, ἢ ῥίζης χυλὸς 〈σὺν〉 οἴνῳ πολλῷ ποτισθείς· μήλων ἀγρίων καρπὸς ἐσθιόμενος, στρουθία μῆλα ὁμοίως· Κυδώνια λειώσας ἐν ὕδατι σὺν γλήχωνι δίδου, ἢ ῥόδινον ἢ ἴρινον ἢ ἄμωμον καὶ βαλσάμου καρπὸν σὺν οἴνῳ.
2.144 (140) εἰς τὰ τοξευόμενα δὲ καὶ οἷς ἐπιχρίεται τὸ ξίφος φάρμακα ἁρμόζει ὀπὸς σιλφίου πινόμενος μετ’ οἴνου καὶ ἐπιτιθέμενος τοῖς τραύμασι μετά τινος τῶν θερμαντικῶν ἀποζέματος.
2.145 (141) ἰξίου δὲ τοῦ μέλανος χαμαιλέοντος λεγομένου ποθέντος βοηθεῖ ἀψίνθιον τριπτὸν μετ’ ὄξους, καστόριον σὺν ὄξει, ἄκρατος σίνος πολὺς σὺν ἀψινθίῳ, ὀξύμελι, ὄξος σὺν πηγάνου ἀγρίου σπέρματι σιλφίου ῥίζα σὺν ὄξει, τραγοριγάνου ἀπόζεμα, ῥητίνη τερμινθίνη ἢ πιτυίνη, κάρυα βασιλικὰ ἢ τῆς καρύας οἱ βλαστοί, νάρδος μετὰ καστορίου καὶ σιλφίου ὀβολὸς μετ’ οἴνου, τραγορίγανον σὺν γάλακτι. ἔνιοι δέ φασι καὶ θαψίας χυλὸν πινόμενον ὠφελεῖν.
2.146 (142) πρὸς δὲ τοὺς κώνειον πεπωκότας ἔλαιον ἴρινον ἢ ἀψίνθιον σὺν οἴνῳ πινόμενον πολλῷ, καρδάμωμον ὁμοίως, κινναμώμου 〈 α′ σὺν οἴνῳ, ἀκρατοποσία, ὄξος θερμόν, ἔλαιον ἀμαράκινον, πηγάνου ἀγρίου σπέρμα, στύραξ σὺν οἴνῳ, πέπερι σὺν κνίδης σπέρματι καὶ οἴνῳ, ὀπὸς σιλφίου σὺν ἐλαίῳ καὶ γλυκεῖ.
2.147 (143) κορίου δὲ ποθέντος ὠφελεῖ ἴρινον ἔλαιον καὶ οἶνος ἄκρατος σὺν ἀψινθίῳ· ἢ ἄλφιτα ὠμὰ σὺν θαλάσσῃ, χιὼν σὺν γλυκεῖ.
2.148 (144) σμίλακος δὲ ποθέντος, ὃν ἔνιοι τιθύμαλλον καλοῦσιν, Ῥωμαῖοι δὲ τάξον, δοτέον οἶνον πολὺν καὶ ὄξος, καὶ ὅσα τοῖς κώνειον πεπωκόσιν ἁρμόζει, παραληπτέον καὶ ἐπὶ ταύτης.
2.149 (145) τοῖς δὲ ψύλλιον πεπωκόσιν ἁρμόζει τὰ βοηθήματα, ἃ καὶ τοῖς κόριον προσενεγκαμένοις.
2.150 (146) τοῖς δὲ φαρικὸν πιοῦσιν ἄκρατος πολὺς ἁρμόζει σὺν ἀψινθίῳ ἢ κιναμώμῳ, γλυκὺς πολύς, νάρδος Κιλικία σὺν οἴνῳ, ἶρις ἀγρία ὁμοίως, πήγανον σὺν κριθίνῳ ἀλεύρῳ καὶ ὄξει.
2.151 (147) πρὸς δὲ μηκώνιον ἔλαιον σὺν ὕδατι, ἅλες σὺν ὀξυμέλιτι, γλυκύς, μέλι θερμανθὲν σὺν ῥοδίνῳ, ἄκρατος πολὺς σὺν ἀψινθίῳ· ἢ κινάμωμον σὺν ὀξυμέλιτι, ὄξος θερμόν, ὀρίγανον σὺν κονίᾳ καὶ γλυκεῖ, πηγάνου ἀγρίου σπέρμα, ῥόδινον ἢ ἴρινον.
2.152 (148) ἐφημέρου δὲ ποθέντος, ὃ καὶ Κολχικὸν καλοῦσιν, ὠφελεῖ καστανίων τὸ ἐντὸς λεῖον σὺν οἴνῳ, πολυποδίου τὸ ἀπόζεμα, ὀρίγανον σὺν κονίᾳ καὶ γλυκεῖ, δρυὸς ἢ φηγοῦ ἢ πρίνου φύλλα λειώσας δίδου σὺν γάλακτι, πολυγόνου χυλὸν καὶ ῥίζαν σὺν γάλακτι, ἀμπέλου ἢ βάτου χυλὸν ἢ καυλοὺς λείους σὺν ὕδατι, ἢ νάρθηκος ἐντεριώνην μετ’ οἴνου, ἢ ἕρπυλλον μετ’ οἴνου, ἢ μύρτων καρπόν, ἢ ῥοᾶς λέπη ἀποβρέξας ἐν οἴνῳ· γάλα βόειον βοηθεῖ, ὥστε ἂν παραχρῆμά τις λάβῃ τὸ γάλα, ἄλλου βοηθήματος οὐ χρῄζει.
2.153 (149) δορυκνίου δὲ ποθέντος γάλα, γλυκύς, μελίκρατον [εἰς], ὄρνιθος στῆθος καθεψηθὲν λιπαρὸν βρωθὲν καὶ ὁ ζωμός· ἐχῖνοι, κόγχοι καὶ πορφύραι, κηραφίδες, πίναι, κτένες, κήρυκες ὠμὰ τε καὶ ἑφθὰ ἐσθιόμενα.
2.154 (150) στρύχνου δὲ μανικοῦ ποθέντος ἁρμόζει μελίκρατον, ἀμύγδαλα πικρὰ ἐσθιόμενα, ἄνησσον πινόμενον, ζωμὸς λιπαρὸς καὶ ἄλλα τινὰ λίπος ἔχοντα χλιαρὰ πινόμενα.
2.155 (151) πρὸς δὲ ὑοσκύαμον γάλα, μελίκρατον σὺν γάλακτι ὀνείῳ, [ἄκρατον πίνειν, ἐμεῖν] ἀμαράκινον μύρον, τῆλις σὺν ἐλαίῳ, κνίδης σπέρμα σὺν οἴνῳ ἢ τὰ φύλλα, κάρδαμον, νᾶπυ, κιχόριον, ῥάφανος, ἡσυχάζειν τε δεῖ 〈αὐτοὺς〉 ἀναγκάζειν, ἵνα ὥσπερ τὸν οἶνον ἐκπέσσωσι.
2.156 (152) κανθαρίδων δὲ ποθεισῶν βοηθεῖ ἔλαιον σὺν ὕδατι καὶ ἴρινον καὶ ῥόδινον, γάλα. φασὶν δέ τινες, ὅτι τὰ πτερὰ καὶ οἱ πόδες τῶν κανθαρίδων πινόμενα ἐν γλυκεῖ ἀντιφάρμακόν ἐστιν. ποιεῖ καὶ μήλινον ἔλαιον, πήγανον μετὰ ἰρίνου καὶ τὸ σπέρμα αὐτοῦ, ἐλάφου ἐκ τῆς πιμελῆς ζωμὸς λαμβανόμενος, γλήχων σὺν ὕδατι, λινόσπερμον συγκαθεψήσας αἰγὸς πιμελῇ ἢ προβάτου ἢ χηνὸς σαρκὶ ἐσθιέτωσαν. ἔγκλυζε δὲ γάλα, καὶ ἀμπέλου καυλοὺς τρίψας σὺν γλυκεῖ δίδου· σκορπιοειδὲς σὺν μέλιτι, Σαμίας 〈γῆς〉 〈· δ′ μετὰ σιραίου.
2.157 (153) βουπρήστεως δὲ λημφθείσης δίδου ἔλαιον χλιαρόν, ἰσχάδας τρίψας καὶ ἑψήσας 〈σὺν〉 οἴνῳ δίδου πιεῖν· ἢ γάλα σὺν φοίνιξι λείοις, ἀχράδας ξηρὰς πολλὰς σὺν οἴνῳ λείας, γάλα βόειον νεαρόν· [ἔλαιον χλιαρόν] οὖρον γυναικεῖον ἁρμόζει πινόμενον καὶ ἐξεμούμενον.
2.158 (154) πιτυοκάμπης δὲ λημφθείσης ἁρμόζει γάλα γλυκύ, μήλινον ἔλαιον καὶ ἴρινον.
2.159 (155) σαλαμάνδρας δὲ ποθείσης βοηθεῖ γάλα γλυκὺ σὺν ὕδατι, ῥητίνη σὺν μέλιτι, χαμαίπιτυς συνεψηθεῖσα στροβίλοις σὺν ὕδατι· κνίδης σπέρμα ἢ φύλλα σὺν κριθίνῳ ἀλεύρῳ καὶ ἐλαίῳ ἑψήσας δίδου· χαλβάνη καὶ χελώνης θαλασσίας ᾠὰ συνεψηθέντα καλῶς καὶ λαμβανόμενα, βάτραχοι μετὰ ῥίζης ἠρυγγίου ἑψηθέντες καὶ λαμβανόμενοι.
2.160 (156) λαγωοῦ δὲ θαλασσίου ποθέντος βοηθεῖ ποθὲν γυναικὸς γάλα ἢ ὄνου, κεδρία σὺν γλυκεῖ ἢ οἴνῳ, κεδρίδες ἐσθιόμεναι, κυκλαμίνου ῥίζα σὺν οἴνῳ, μολόχης τῶν καυλῶν 〈ἀφέψημα〉 σὺν τῇ ῥίζῃ, ἐλλεβόρου μέλανος ἢ σκαμμωνίας 〈· α′, ῥοαὶ ἐσθιόμεναι οἰνώδεις καὶ οἱ πυρῆνες· οὐδὲν δὲ τῶν ἰχθύων ὑπομένουσι προσφέρεσθαι, εἰ μὴ καρκίνους ποταμίους, καὶ τούτους μόνους πέσσουσιν.
2.161 (157) πρὸς δὲ φρῦνον καὶ τὸν κωφὸν βάτραχον βοηθεῖ χελώνης θαλασσίας ἢ χερσαίας αἷμα ξηρὸν μετ’ οἴνου· δαμασωνίου ῥίζης προσφάτου σὺν ὄξει 〈· α′, ξηρᾶς δὲ 〈· β′ μετ’ οἴνου· ποιεῖ καὶ ἄκρατος πολὺς πινόμενος καὶ ἐξεμούμενος, καλάμων ῥίζα σὺν οἴνῳ, κύπερος σὺν οἴνῳ, καὶ δίωκε περιπά τοις ἢ δρόμοις χρώμενος καὶ λοῦε ἐν πυριατηρίοις· ἰδίως δὲ 〈ποιεῖ〉 πρὸς φρῦνον βάτραχος ἑφθὸς ἢ ὀπτὸς προσφερόμενος.
2.162 (158) ταυρείου 〈δὲ〉 αἵματος ποθέντος βοηθοῦσιν ὄλυνθοι σὺν ὄξει ποθέντες καὶ καθ’ ἑαυτούς, ὄξος, νίτρον σὺν σιλφίῳ, πυτία ἐρίφου ἢ λαγωοῦ μετ’ οἴνου, νίτρου 〈· α′ μετ’ οἴνου, κράμβης σπέρμα σὺν ὄξει, κονύζης φύλλα σὺν πεπέρει, [ἢ] βάτου χυλὸς σὺν ὄξει, καὶ φλεβοτομεῖν 〈δὲ〉 δεῖ κοιλίαν τε κινεῖν, ἐμέτους δὲ φυλάττεσθαι ὡς βλαβερούς.
2.163 (159) γάλακτος δὲ θρομβωθέντος ὠφελίμως δίδοται γλυκὺς πολύς, ὄλυνθοι σὺν ὄξει καὶ ὄξος, ὀπὸς σιλφίου σὺν ὀξυκράτῳ ἢ κονίᾳ, πυτία λαγωοῦ ἢ νεβροῦ ἢ ἐρίφου ἢ ἀρνὸς ἢ δορκάδος ἢ βουβάλου ἢ μόσχου σὺν ὄξει, γλυκὺς σὺν ὄξει, ἡδύοσμον σὺν ὄξει, καὶ κοιλίαν δὲ λύε· ἔνιοι δὲ ἡδύοσμον σὺν οὔρῳ διδόασιν· ὄξος χλιαρόν. ἁλυκὸν δὲ μηδὲν προσφέρειν· μᾶλλον γὰρ πήγνυται τὸ γάλα· ἀλλ’ οὐδ’ ἐμεῖν δεῖ διὰ τὸ δυσβοηθητότερον τοῦ αἵματος.
2.164 (160) πρὸς δὲ μύκητας ποιεῖ ἀλεκτορίδων ἄφοδος σὺν ὀξυκράτῳ, ἀριστολοχείας 〈· α′ μετ’ οἴνου, κονία 〈ἡ〉 ἐκ κλημάτων ἢ ἐξ ἀχράδος τοῦ δένδρου ποθεῖσα, καὶ συνεψόμενα δὲ τοῖς μύκησιν αἱ ἀχράδες καὶ τὰ φύλλα αἴρουσι τὸ πνιγῶδες αὐτῶν· ἀψίνθιον μετ’ ὄξους, μέλι ἐκλειχόμενον καὶ πινόμενον σὺν ὕδατι, μελισσόφυλλον σὺν νίτρῳ, νίτρον ἢ κονία ἢ ἅλες σὺν ὄξει·
2.165 (161) γύψου δὲ ποθείσης ποιεῖ γάλα· ἐμείτω δὲ 〈αὐτό〉· ἔλαιον σὺν μελικράτῳ ἢ σύκων ἀφεψήματι, κονία συκίνη σὺν οἴνῳ, ὀρίγανον σὺν κονίᾳ ἢ ὄξει, μολόχης ἀπόζεμα.
2.166 (162) πρὸς δὲ τοὺς λιθάργυρον πιόντας ποιεῖ ἄκρατος πολὺς διδόμενος σὺν ἀψινθίῳ, σελίνου σπέρμα, ὑπερικόν, ὕσσωπον σὺν οἴνῳ, σμύρνης % ὁρμίνου σπέρμα, σελίνου ἀγρίου σπέρμα σὺν οἴνῳ, λειμώνιον καὶ σέλινον καὶ ἀγρίων περιστερῶν κόπρος ξηρὰ δοθεῖσα μετὰ νάρδου.
2.167 (163) ψιμυθίου δὲ ποθέντος ἔλαιον, μελίκρατον, σύκων ἀφέψημα σὺν ἐλαίῳ θερμῷ, γάλα· ἐμείτω δὲ αὐτό. ὄλυνθοι σὺν ὄξει, μολόχης ἀφέψημα σὺν ταῖς ῥίζαις, ἀμαράκινον, ἴρινον. σήσαμον λεῖον μετ’ οἴνου, κονία κληματίνη, περσέων ὀστᾶ σὺν ἐλαίῳ 〈ἢ〉 κριθῶν ἀφεψήματι, κόμμι κοκκυμήλων, πτελέας τὸ ἐν τοῖς θυλακίοις ὑγρόν. χρῆσθαι δὲ 〈δεῖ〉 μετὰ τοὺς ἐμέτους καὶ θαψίας χυλῷ ἢ σκαμμωνίας.
2.168 (164) ὑδραργύρου 〈δὲ〉 ποθείσης ἁρμόζει γάλα πινόμενον· ἐμείτω δὲ αὐτό· καὶ τὰ πρὸς λιθάργυρον δὲ ἀναγεγραμμένα ποιεῖ. ἄκρως δὲ βοηθοῦνται χρυσοῦ ἐλασμάτιον μικρόν τι καταπίνοντες περιφερές· περιχωνεύεται γὰρ τῷ χρυσῷ διὰ συγγένειαν καὶ συνολισθαίνει διὰ τῆς ἕδρας.