eul_wid: nyi-ac

Περὶ Ὑλῆς Ἰατρικῆς
On Medical Material

Dioscorides of Anazarbus On Medical Material PDF

1.preface Πολλῶν οὐ μόνον ἀρχαίων ἀλλὰ καὶ νέων συνταξαμένων περὶ τῆς τῶν φαρμάκων σκευασίας τε καὶ δυνάμεως καὶ δοκιμασίας, φίλτατε Ἄρειε, πειράσομαι παραστῆσαί σοι μὴ κενὴν μηδὲ ἄλογον ὁρμὴν ἐσχηκέναι με πρὸς τήνδε τὴν πραγματείαν διὰ τὸ τοὺς μὲν αὐτῶν μὴ τετελειωκέναι, τοὺς δὲ ἐξ ἱστορίας τὰ πλεῖστα ἀναγράψαι. Ἰόλλας μὲν γὰρ ὁ Βιθυνὸς καὶ Ἡρακλείδης ὁ Ταραντῖνος ἐπ᾿ ὀλίγον ἥψαντο τῆς αὐτῆς πραγματείας τὴν βοτανικὴν παντελῶς ἐάσαντες παράδοσιν, οὐ μὴν οὐδὲ τῶν μεταλλικῶν ἢ ἀρωμάτων πάντων ἐμνημόνευσαν. Κρατεύας δὲ ὁ ῥιζοτόμος καὶ Ἀνδρέας ὁ ἰατρὸς — οὗτοι γὰρ δοκοῦσιν ἀκριβέστερον τῶν λοιπῶν περὶ τοῦτο τὸ μέρος ἀνεστράφθαι— πολλὰς ῥίζας εὐχρηστοτάτας καί τινας βοτάνας ἀπαρασημειώτους εἴασαν.
1.1 1 ἶρις Ἰλλυρικὴ φύλλα φέρει ὅμοια ξιφίῳ, μείζονα δὲ καὶ πλατύτερα καὶ λιπαρώτερα, ἄνθη ἐπὶ καυλῶν παράλληλα, ἐπικαμπῆ, ποικίλα· ἢ γὰρ λευκὰ ἢ ὠχρὰ ἢ μήλινα ἢ πορφυρᾶ ἢ κυανίζοντα ὁρᾶται, ὅθεν διὰ τὴν ποικιλίαν ἀπεικάσθη Ἴριδι οὐρανίᾳ. ῥίζαι δὲ ὕπεισι γονατώδεις, στερεαί, εὐώδεις, ἃς δεῖ μετὰ τὴν τομὴν ξηράναντας ἐν σκιᾷ καὶ διείραντας λίνῳ ἀποτίθεσθαι. ἔστι δὲ βελτίων ἡ Ἰλλυρικὴ καὶ Μακεδονική, καὶ ταύτης ἀρίστη ἡ πυκνόρριζος καὶ ὑποκόλοβος καὶ δύσθραυστος καὶ τῇ χρόᾳ ὑπόκιρρος καὶ σφόδρα εὐώδης καὶ τῇ γεύσει πυρω δεσ τέρα τήν τε ὀσμὴν εἰλικρινὴς καὶ μὴ νοτίζουσα πταρμούς τε ἐν τῷ κόπτεσθαι κινοῦσα. ἡ δὲ Λιβυκὴ λευκή τέ ἐστι τὴν χρόαν τῇ τε γεύσει πικρά, δευτερεύουσα δὲ τῇ δυνάμει. παλαιούμεναι δὲ τερηδονίζονται, εὐωδέστεραι μέντοι τότε γίνονται.
1.2 2 ἄκορον τὰ μὲν φύλλα ἔχει ἐμφερῆ ἴριδι, στενότερα δέ, καὶ τὰς ῥίζας δὲ οὐκ ἀνομοίους, διαπεπλεγμένας δὲ καὶ οὐκ εἰς εὐθὺ πεφυκυίας, ἀλλὰ πλαγίας καὶ ἐξ ἐπιπολῆς, γόνασι διειλημμένας, ὑπολεύκους, δριμείας δὲ τῇ γεύσει καὶ τῇ ὀσμῇ οὐκ ἀηδεῖς. διαφέρει δὲ τὸ πυκνὸν καὶ λευκὸν ἄβρωτόν τε καὶ πλῆρες εὐωδίας. τοιοῦτο δέ ἐστι τὸ ἐν Κολχίδι καὶ τὸ ἐκ τῆς Γαλατίας δὲ ἄσπληνον λεγόμενον.
1.3 3 μῆον τὸ καλούμενον Ἀθαμαντικὸν γεννᾶται πλεῖστον ἐν Μακεδονίᾳ καὶ Σπανίᾳ, ὅμοιον τῷ καυλῷ καὶ τοῖς φύλλοις ἀνήθῳ, παχύτερον δὲ τοῦ ἀνήθου, δίπηχύ που ἀναβαῖνον, ταῖς ῥίζαις ὑπεσπαρμένον λεπταῖς, πλαγίαις καὶ εὐθείαις, μακραῖς, εὐώδεσι, θερμαινούσαις τὴν γλῶτταν, αἵτινες ἀποζεσθεῖσαι μεθ᾿ ὕδατος ἢ καὶ λεῖαι δίχα ἑψήσεως ποθεῖσαι τὰ στεγνὰ περὶ κύστιν καὶ νεφροὺς πάθη παρηγοροῦσι καὶ δυσουρίαις ἁρμόζουσι, στομάχου τε ἐμπνευματώσεσι καὶ στρόφοις, ὑστερικαῖς τε διαθέσεσι καὶ ἄρθρων πόνοις, θώρακί τε ῥευματιζομένῳ σὺν μέλιτι λεῖαι ἀντὶ ἐκλεικτοῦ βοηθοῦσιν, αἷμά τε ἄγουσι δι᾿ ἐμμήνων ἀποζεσθεῖσαι εἰς ἐγκάθισμα, παιδίων δὲ καταπλασθέντος τοῦ ἐφηβαίου οὖρα ἄγουσιν. ἔστι δὲ καὶ κεφαλαλγὲς πλεῖον ἢ δεῖ πινόμενον.
1.4 4 κύπερος· οἱ δὲ ἐρυσίσκηπτρον ὡς τὴν ἀσπάλαθον καλοῦσιν. ἔχει φύλλα ὅμοια πράσῳ, μακρότερα δὲ καὶ ἰσχνότερα, καυλὸν δὲ πηχυαῖον ἢ καὶ μείζονα, γωνιώδη, ὅμοιον σχοίνῳ, οὗ κατὰ κορυφὴν φυλλαρίων ἐστὶν ἔκφυσις μικρῶν καὶ σπέρματος. ῥίζαι δ᾿ ὕπεισιν, ὧν καὶ ἡ χρῆσις, ὥσπερ ἐπιμήκεις ἐλαῖαι συναφθεῖσαι ἑαυταῖς ἢ καὶ στρογγύλαι, μέλαιναι, εὐώδεις, ἔμπικροι. φύεται δὲ ἐν τόποις ἐργασίμοις καὶ τελματώδεσιν. ἀρίστη δέ ἐστιν ἡ βαρυτάτη καὶ πυκνή, ἁδρὰ καὶ δύσθραυστος, τραχεῖα, εὐώδης μετά τινος δριμύτητος. τοιαύτη δέ ἐστιν ἡ Κιλίκιος καὶ ἡ Συριακὴ καὶ ἡ ἀπὸ τῶν Κυκλάδων νήσων.
1.5 5 ἱστορεῖται δὲ καὶ ἕτερον εἶδος κυπέρου ἐν Ἰνδίᾳ γεννώμενον, προσεοικὸς ζιγγιβέρει, ὃ διαμασηθὲν κροκῶδες, πικρὸν εὑρίσκεται, καταχρισθὲν δὲ παραχρῆμα ψιλοῖ τὰς τρίχας.
1.6 6 καρδάμωμον ἄριστον τὸ ἐκ τῆς Κομμαγηνῆς καὶ Ἀρμενίας καὶ βοσπόρου κομιζόμενον· γεννᾶται δὲ καὶ ἐν Ἰνδίᾳ καὶ Ἀραβίᾳ. ἐκλέγου δὲ τὸ δύσθραυστον, πλῆρες, μεμυκός — τὸ γὰρ μὴ τοιοῦτον ἔξωρόν ἐστι — καὶ τὸ τῇ ὀσμῇ δὲ πληκτικόν, γεύσει δὲ δριμὺ καὶ ὑπόπικρον.
1.7 7 νάρδου ἐστὶ γένη δύο· ἡ μὲν γάρ τις καλεῖται Ἰνδικὴ ἡ δὲ Συριακή, οὐχ ὅτι ἐν Συρίᾳ εὑρίσκεται, ἀλλ᾿ ὅτι τοῦ ὄρους ἐν ᾧ γεννᾶται τὸ μὲν πρὸς Συρίαν τέτραπται τὸ δὲ πρὸς Ἰνδούς. καὶ τῆς λεγομένης Συριακῆς ἐστι βελτίων ἡ πρόσφατος καὶ κούφη, πολύκομος, ξανθὴ τὴν χρόαν, εὐώδης ἄγαν καὶ μετὰ τοῦ κυπερίζειν ἐν τῇ ὀσμῇ μικρὸν ἔχουσα τὸν στάχυν, πικρὰ τὴν γεῦσιν καὶ τῆς γλώττης ἀναξηραντικὴ ἐπιμένουσά τε τῇ εὐωδίᾳ ἐφ᾿ ἱκανόν.
1.8 8 ἡ δὲ Κελτικὴ νάρδος γεννᾶται μὲν ἐν ταῖς κατὰ Λιγυρίαν Ἄλπεσιν, ἐπιχωρίως ὠνομασμένη σαλιούγκα· γεννᾶται δὲ καὶ ἐν τῇ Ἰστρίᾳ. ἔστι δὲ θαμνίσκος μικρὸς σὺν ταῖς ῥίζαις εἰς δέσμας ἀναλαμβανόμενος χειροπληθεῖς, ἔχει δὲ φύλλα ἐπιμήκη, ὑπόξανθα, ἄνθος μήλινον. μόνων δὲ τῶν καυλῶν ἐστι καὶ τῶν ῥιζῶν ἡ χρῆσις καὶ ἡ εὐωδία, ὅθεν δεῖ πρὸ μιᾶς ἡμέρας καταρράναντας ὕδατι τὰς δέσμας καὶ χωρίζοντας τὸ γεῶδες τιθέναι ἐπ᾿ ἐδάφους νοτεροῦ προυποκειμένου χαρτίου, τῇ δὲ ὑστεραίᾳ καθαίρειν· οὐ γὰρ συναποκαθαίρεται τῷ ἀχυρώδει καὶ ἀλλοτρίῳ τὸ εὔχρηστον διὰ τὴν ἐκ τῆς ἰκμάδος εὐτονίαν.
1.9 9 ἡ δὲ ὀρεινὴ νάρδος, καλουμένη δὲ ὑπό τινων καὶ θυλακῖτις καὶ πυρῖτις, γεννᾶται ἐν Κιλικίᾳ καὶ Συρίᾳ, καὶ φύλλα καὶ καυλοὺς ὅμοια ἠρυγγίῳ ἔχουσα, μικρότερα μέν, οὐ μὴν τραχέα καὶ ἀκανθώδη. ῥίζαι δὲ ὕπεισι μέλαιναι, εὐώδεις, δύο ἢ καὶ πλείους ὥσπερ ἀσφοδέλου, ἰσχνότεραι δὲ καὶ μικρότεραι πολλῷ· οὔτε δὲ καυλὸν οὔτε καρπὸν οὔτε ἄνθος φέρει. ποιεῖ δὲ ἡ ῥίζα πρὸς ὅσα καὶ ἡ Κελτικὴ νάρδος.
1.10 10 ἄσαρον, οἱ δὲ νάρδον ἀγρίαν καλοῦσι· φύλλα ἔχει κισσῷ ὅμοια, μαλακώτερα δὲ πολλῷ καὶ στρογγυλώτερα, ἄνθος τῶν φύλλων πρὸς τῇ ῥίζῃ πορφυροῦν, ὑοσκυάμου κυτίνῳ ἐμφερές, ἐφ᾿ ᾧ τὸ σπέρμα ἐοικὸς γιγάρτῳ. ῥίζαι δὲ ὕπεισι πολλαί, γονατώδεις, λεπταί, πλάγιαι, ὅμοιαι ἀγρώστει, ἰσχνότεραι μέντοι πολλῷ καὶ εὐώδεις, θερμαίνουσαι καὶ δάκνουσαι λίαν τὴν γλῶσσαν.
1.11 11 φοῦ, οἱ δὲ καὶ τοῦτο ἀγρίαν νάρδον καλοῦσι· γεννᾶται μὲν ἐν Πόντῳ, φύλλα δὲ ἐλαφοβόσκῳ ἢ ἱπποσελίνῳ παραπλήσια ἔχει, καυλὸν πηχυαῖον ἢ μείζω, λεῖον, τρυφερόν, ἐμπόρφυρον, μεσόκοιλον, διειλημμένον γόνασιν, ἄνθη πρὸς τὰ τοῦ ναρκίσσου, μείζονα δὲ καὶ ἐν τῷ ὑπολεύκῳ διαπόρφυρα· ῥίζα δὲ ἡ μὲν ἀνωτέρω περὶ δακτύλου μικροῦ τὸ πάχος, πλάγια δὲ ὑπόρριζα ἔχει καθάπερ σχοῖνος ἢ μέλας ἐλλέβορος, ἀλλήλοις ἐπιπεπλεγμένα, ὑπόξανθα, εὐώδη, ναρδίζοντα τῇ ὀσμῇ μετά τινος βάρους βρωμώδους.
1.12 12 μαλάβαθρον ἔνιοι ὑπολαμβάνουσιν εἶναι τῆς Ἰνδικῆς νάρδου φύλλον πλανώμενοι ὑπὸ τῆς κατὰ τὴν ὀσμὴν ἐμφερείας· πολλὰ γάρ ἐστιν ὅμοια τῇ ὀσμῇ νάρδῳ ὡς τὸ φοῦ, ἄσαρον, ἶρις. οὐκ ἔχει δὲ οὕτως· ἴδιον γάρ ἐστι γένος φυόμενον ἐν τοῖς Ἰνδικοῖς τέλμασι, φύλλον ὂν ἐπινηχόμενον τῷ ὕδατι καθάπερ οἱ ἐπὶ τῶν τελμάτων φακοί, ῥίζαν οὐκ ἔχον, ὅπερ συλλέγοντες εὐθέως διαπείρουσι λίνῳ καὶ ξηράναντες ἀποτίθενται. φασὶ δὲ καὶ τῆς θερείας ἀναξηρανθέντος τοῦ ὕδατος καίεσθαι φρυγάνοις τὴν γῆν· μὴ γενομένου γὰρ τούτου φύλλον μηκέτι φύελανίζοντι.
1.13 13 κασσκίας δέ ἐστι πλείονα εἴδη περὶ τὴν ἀρωματοφόρον Ἀραβίαν γεννώμενα· ἔχει δὲ ῥάβδον παχύφλοιον, φύλλα δὲ ὡς πεπέρεως. ἐκλέγου δὲ τὴν ἔγκιρρον, εὔχρουν, κοραλλίζουσαν, στενήν, λείαν, μακρὰν καὶ παχεῖαν τοῖς συριγγίοις πλήρη , δηκτικὴν ἐν τῇ γεύσει καὶ στύφουσαν μετὰ ποσῆς πυρώσεως, ἀρωματίζουσαν, οἰνίζουσαν τῇ ὀσμῇ. ἡ δὲ τοιαύτη ὑπὸ τῶν ἐπιχωρίων ἄχυ καλεῖται, δαφνῖτις δὲ προσαγορεύεται ὑπὸ τῶν ἐν Ἀλεξανδρείᾳ ἐμπόρων. πρὸ δὲ ταύτης ἐστὶν ἡ μέλαινα καὶ ἐμπόρφυρος, παχεῖα, γίζιρ καλουμένη, ῥοδίζουσα τῇ ὀσμῇ, μάλιστα πρὸς τὴν ἰατρικὴν τέχνην εὔθετος, δευτερεύει δὲ ἡ προειρημένη, τρίτη δέ ἐστιν ἡ καλουμένη βάτος Μοσυλῖτις.
1.14 14 κιναμώμου ἐστὶ πλείονα εἴδη ὀνομαζόμενα ἐπιχωρίως. διαφέρει δὲ τὸ Μόσυλον διὰ τὸ σῴζειν ποσὴν ἐμφέρειαν πρὸς τὴν Μοσυλῖτιν καλουμένην κασσίαν, καὶ τούτου τὸ πρόσφατον, τῇ χρόᾳ μέλαν, τεφρίζον ἐν τῷ οἰνώδει, λεπτὸν δὲ τοῖς ῥαβδίοις καὶ λεῖον, ὄζοις συνεχέσι κεχρημένον, σφόδρα εὐῶδες — σχεδὸν γὰρ ἡ τοῦ ἀρίστου κρίσις ἐστὶ περὶ τὴν ἐν τῇ εὐωδίᾳ ἰδιότητα· εὑρίσκεται γὰρ μετὰ τοῦ ἡδίστου καὶ ἰδιάζοντος ἡ ὀσμὴ πηγανίζουσα ἢ καρδάμῳ ἐμφερής —, ἔτι καὶ δριμὺ καὶ δηκτικὸν τῇ γεύσει καὶ ὑφαλμυρίζον μετὰ θερμασίας ἔν τε τῇ παρατρίψει μὴ ταχέως διαλυόμενον καὶ ἐν τῷ θραύεσθαι χνοῶδες καὶ λεῖον ἔχον τὸ μεταξὺ τῶν ὄζων.
1.15 15 ἄμωμόν ἐστι θαμνίσκος οἱονεὶ βότρυς ἐκ ξύλου ἀντεμπεπλεγμένος ἑαυτῷ. ἔχει δέ τι καὶ ἄνθος μικρὸν ὡς λευκοίου, φύλλα δὲ βρυωνίᾳ ὅμοια. κάλλιστον δέ ἐστι τὸ Ἀρμένιον, χρυσίζον τῇ χρόᾳ, ἔχον δὲ τὸ ξύλον ὑπόκιρρον, εὐῶδες ἱκανῶς. τὸ δὲ Μηδικὸν διὰ τὸ ἐν πεδίοις καὶ ἐν ἐφύδροις τόποις φύεσθαι ἀδυναμώτερον· ἔστι δὲ μέγα καὶ ὑπόχλωρον καὶ πρὸς τὴν ἁφὴν ἁπαλὸν καὶ ἰνῶδες τοῖς ξύλοις ὀριγανίζον τε τῇ ὀσμῇ. τὸ δὲ Ποντικὸν ὑπόκιρρον, οὐ μακρὸν οὐδὲ δύσθραυστον, βοτρυῶδες, πλῆρες καρποῦ καὶ τῇ ὀσμῇ πληκτικόν. ἐκλέγου δὲ τὸ πρόσφατον καὶ λευκὸν ἢ ὑπέρυθρον, οὐ πεπιασμένον ἢ συμπεπλεγμένον, λελυμένον δὲ καὶ διακεχυμένον, σπέρματος πλῆρες ὁμοίου βοτρυδίοις, βαρύ, σφόδρα εὐῶδες, δίχα εὐρῶτος καὶ δριμύ, δάκνον τὴν γεῦσιν, ἁπλοῦν τὴν χρόαν καὶ μὴ ποικίλον.
1.16 16 κόστου διαφέρει ὁ Ἀραβικός, λευκὸς ὢν καὶ κοῦφος, πλείστην ἔχων καὶ ἡδεῖαν τὴν ὀσμήν, δευτερεύει δὲ ὁ Ἰνδικός, ἁδρὸς ὢν καὶ μέλας καὶ κοῦφος ὡς νάρθηξ, τρίτος δέ ἐστιν ὁ Συριακός, βαρύς, τὴν χρόαν πυξώδης, πληκτικὸς τῇ ὀσμῇ. ἄριστος δέ ἐστιν ὁ πρόσφατος, λευκός, πλήρης δι᾿ ὅλου, πυκνός, ξηρός, ἀτερηδόνιστος, ἄβρωμος, γεύσει δηκτικὸς καὶ πυρώδης.
1.17 17 σχοῖνος· ἡ μέν τις γίνεται ἐν Λιβύῃ ἡ δὲ ἐν Ἀραβίᾳ, ἑτέρα δὲ ἐν τῇ Ναβαταίᾳ καλουμένῃ, ἥτις ἐστὶ κρατίστη· δευτερεύει δὲ ἡ Ἀραβική, ἣν ἔνιοι Βαβυλώνιον καλοῦσιν, οἱ δὲ τευχῖτιν, ἡ δὲ Λιβυκὴ ἄχρηστος. ἐκλέγου δὲ τὴν πρόσφατον, ἔμπυρρον, πολυανθῆ, σχιζομένην δὲ ἐμπόρφυρον καὶ λεπτήν, ῥοδίζουσαν τῇ εὐωδίᾳ, ἐπειδὰν τρίβηται ταῖς χερσί, καὶ δάκνουσαν τὴν γλῶσσαν μετὰ ποσῆς πυρώσεως. χρῆσις δὲ τοῦ ἄνθους καὶ τῶν καλάμων καὶ τῆς ῥίζης.
1.18 18 κάλαμος ἀρωματικὸς φύεται μὲν ἐν Ἰνδίᾳ, ἔστι δὲ αὐτοῦ κάλλιστος ὁ κιρρός, πυκνογόνατος καὶ εἰς πολλοὺς σκινδαλμοὺς θραυόμενος, γέμων ἀραχνίων τὴν σύριγγα ὑπολεύκων, ἔν τε τῇ διαμασήσει γλίσχρος, στυπτικός, ὑπόδριμυς.
1.19 19 βάλσαμον· τὸ μὲν δένδρον κατὰ μέγεθος λυκίου ἢ πυρακάνθης βλέπεται, φύλλα ἔχον ὅμοια πηγάνῳ, λευκότερα δὲ πολλῷ καὶ ἀειθαλέστερα, γεννώμενον ἐν μόνῃ Ἰουδαίᾳ κατά τινα αὐλῶνα, διαφέρον αὐτὸ ἑαυτοῦ τραχύτητι καὶ μήκει καὶ ἰσχνότητι. λέγεται γοῦν τὸ λεπτὸν καὶ τριχῶδες τοῦ θάμνου εὐθέριστον, ἴσως διὰ τὸ εὐχερῶς θερίζεσθαι ἰσχνὸν ὄν.
1.20 20 ἀσπάλαθος, οἱ δὲ ἐρυσίσκηπτρον, οἱ δὲ σφάγνον, Σύροι δὲ διάξυλον καλοῦσι. θάμνος ἐστὶ ξυλώδης, ἀκάνθαις πολλαῖς κεχρημένος, γεννώμενος ἐν Νισύρῳ καὶ Συρίᾳ καὶ τῇ Ῥοδίᾳ, ᾧ χρῶνται οἱ μυρεψοὶ εἰς τὰς τῶν μύρων στύψεις. ἔστι δὲ καλὸς ὁ βαρὺς καὶ μετὰ τὸ περιφλοισθῆναι ὑπέρυθρος ἢ πορφυρίζων, πυκνός, εὐώδης, πικρίζων ἐν τῇ γεύσει. ἔστι δέ τι καὶ ἕτερον εἶδος αὐτοῦ, λευκόν, ξυλῶδες, ἄνοσμον, ὃ δὴ καὶ χεῖρον καθέστηκε.
1.21 21 βρύον, ὑπό τινων δὲ σπλάγχνον καλεῖται, εὑρισκόμενον ἐπὶ δένδρων κεδρίνων ἢ λευκίνων ἢ δρυίνων. διαφέρει δὲ τὸ κέδρινον, δεύτερον δὲ τὸ λεύκινον. ἔστι δὲ αὐτοῦ τὸ εὐωδέστερον καὶ λευκὸν καλόν, τὸ δὲ μελανίζον χεῖρον.
1.22 22 ἀγάλοχον ξύλον ἐστὶ φερόμενον ἐκ τῆς Ἰνδίας καὶ Ἀραβίας, ἐοικὸς θυίας, ἐστιγμένον, εὐῶδες, παραστῦφον ἐν τῇ γεύσει μετὰ ποσῆς πικρίας, φλοιὸν ἔχον δερματώδη καὶ ὑποποίκιλον.
1.23 23 νάσκαφθον, οἱ δὲ νάρκαφθον· καὶ τοῦτο ἐκ τῆς Ἰνδικῆς κομίζεται. ἔστι δὲ φλοιῶδες, συκαμίνου λεπίσματι ἐοικός, θυμιώμενον διὰ τὴν εὐωδίαν καὶ μειγνύμενον τοῖς σκευαστοῖς θυμιάμασιν, ὠφελοῦν καὶ μήτραν ἐστεγνωμένην ὑποθυμιαθέν.
1.24 24 κάγκαμον δάκρυόν ἐστι Ἀραβικοῦ ξύλου, σμύρνῃ ποσῶς ἐοικός, βρωμῶδες ἐν τῇ γεύσει, ᾧ θυμιάματι χρῶνται· ὑποκαπνίζουσι δὲ καὶ τὰ ἱμάτια μετὰ σμύρνης καὶ στύρακος.
1.25 25 κῦφι θυμιάματός ἐστι σκευασία κεχαρισμένη θεοῖς· χρῶνται δὲ αὐτῷ κατακόρως οἱ ἐν Αἰγύπτῳ ἱερεῖς. μείγνυται δὲ καὶ ἀντιδότοις, καὶ ἀσθματικοῖς δίδοται ἐν ποτήμασι. σκευασίαι δὲ αὐτοῦ ἐμφέρονται πλείονες, ἐν αἷς ἐστι καὶ αὕτη· κυπέρου ἡμίξεστον, ἀρκευθίδος ἁδρᾶς τὸ αὐτό, σταφίδος λιπαρᾶς ἐκγεγιγαρτισμένης μνᾶς δεκαδύο, ῥητίνης ἀποκεκαθαρμένης μνᾶς πέντε, καλάμου ἀρωματίτου, ἀσπαλάθου, σχοίνου, ἑκάστου μνᾶν μίαν, σμύρνης δραχμὰς δεκαδύο, οἴνου παλαιοῦ ξέστας ἐννέα, μέλιτος μνᾶς δύο.
1.26 26 κρόκος ἐστὶ κράτιστος ἐν ἰατρικῇ χρήσει ὁ Κωρύκιος, πρόσφατός τε καὶ εὔχρους, ὀλίγον τὸ λευκὸν ἔχων ἐπὶ τῆς ἕλικος, ἐπιμήκης, ὁλομελής, ἄθραυστος, ἀλιπής, πλήρης, βάπτων ἐν διέσει τὰς χεῖρας, οὐκ εὐρωτικῶν ἢ ἰκμάζων, ἐπακτικὸς δὲ ἐν τῇ ὀσμῇ καὶ δριμύς· ὁ γὰρ μὴ τοιοῦτος ἢ παλαιός ἐστιν ἢ ἀποβεβρεγμένος. δευτερεύει δὲ ὁ ἐκ τῆς πρὸς Λυκίαν Κωρύκου καὶ ὁ ἀπὸ τοῦ Λυκιανοῦ Ὀλύμπου, εἶτα ὁ ἐξ Αἰγῶν τῆς Αἰτωλίας. ὁ δὲ Κυρηναικὸς ὁ ἐκ Κεντορίπων κατὰ τὴν Σικελίαν ἀσθενεῖς κατὰ δύναμιν, λαχανώδεις ὄντες πάντες· διὰ μέντοι τὸ πολύχυλον καὶ εὔχρουν οἱ ἐν τῇ Ἰταλίᾳ τὴν θυίαν βάπτοντες τούτῳ χρῶνται — πολλοῦ δὲ πιπράσκεται διὰ τοῦτο—, εἰς δὲ τὰ φάρμακα ὁ προγεγραμμένος ἐστὶ χρήσιμος.
1.27 27 τὸ δὲ κροκόμαγμα γίνεται ἐκ τοῦ κροκίνου μύρου τῶν ἀρωμάτων ἐκπιεσθέντων καὶ ἀναπλασθέντων. ἔστι δὲ αὐτοῦ τὸ εὐῶδες καλόν, μέσως κατάσμυρνον, βαρύ, μέλαν, ἄξυλον, ἐν τῷ διεθῆναι ἱκανῶς κροκῶδες τὴν χρόαν, λεῖον, ὑπόπικρον, βάπτον ἰσχυρῶς τοὺς ὀδόντας καὶ τὴν γλῶσσαν, ἐπιμένον τε συχνὰς ὥρας. τοιοῦτον δέ ἐστι τὸ ἀπὸ Συρίας.
1.28 28 Ἑλένιον· οἱ δὲ σύμφυτον, οἱ δὲ Περσικήν, οἱ δὲ Μηδικήν, οἱ δὲ Ὀρέστιον, οἱ δὲ νεκτάριον, οἱ δὲ κλεώνιον, οἱ δὲ βάτον Ἰδαίαν, οἱ δὲ φλόμον Ἰδαῖον καλοῦσι. φύλλα ἔχει φλόμῳ τῷ στενοφύλλῳ παραπλήσια, τραχύτερα δὲ καὶ ἐπιμήκη, — καυλὸν δὲ οὐκ ἀνίησι — ῥίζαν μεγάλην, εὐώδη, ὑπόδριμυν, κιρράν, ἀφ᾿ ἧς εἰς τὴν φύτευσιν καθάπερ ἐπὶ τῶν κρίνων ἢ ἄρων αἱ παραφυάδες λαμβάνονται. γίνεται δὲ ἐν ὀρεινοῖς καὶ συσκίοις καὶ ἐνίκμοις τόποις.
1.29 29 Ἑλένιον ἄλλο ἱστορεῖ Κρατεύας γεννᾶσθαι ἐν Αἰγύπτῳ. πόα δέ ἐστι κλῶνας ἔχουσα πηχυαίους, ἐπὶ γῆς ἐρριμμένους ὥσπερ τὸ ἕρπυλλον, φύλλα δὲ τοῖς τοῦ φακοῦ ὅμοια, μακρότερα δὲ καὶ πολλὰ περὶ τοῖς κλωνίοις, ῥίζαν ὠχράν, πάχος δακτύλου μικροῦ, κάτωθεν λεπτήν, ἄνωθεν δὲ παχυτέραν, φλοιὸν ἔχουσαν μέλανα. φύεται δὲ ἐν παραθαλασσίοις τόποις καὶ γεωλόφοις.
1.30 30 ἔλαιον πρὸς τὴν ἐν ὑγιείᾳ χρῆσιν ἄριστον τὸ ὠμοτριβές, ὃ καὶ ὀμφάκινον καλοῦσι. καὶ τούτου διαφέρει τὸ νέον, ἄδηκτον, εὐῶδες· χρήσιμον δὲ τὸ τοιοῦτον καὶ εἰς τὴν τῶν μυρων κατασκευήν. ἔστι δὲ καὶ εὐστόμαχον διὰ τὸ στύφε ειν καὶ οὔλων σταλτικὸν καὶ ὀδόντων διακρατυντικὸν κρατούμενον ἐν τῷ στόματι ἱδρώτων τε ἐφεκτικόν. τὸ δὲ λιπαρώτερον καὶ παλαιὸν εἰς τὴν τῶν χαλαστικῶν φαρμάκων χρῆσιν εὔθετον. κοινῶς δὲ πᾶν ἔλαιον θερμαντικόν ἐστι καὶ μαλακτικὸν τῆς σαρκός, δυσπερίψυκτα φυλάσσον τὰ σώματα καὶ ἑτοιμότερα πρὸς τὰς ἐνεργείας ποιοῦν.
1.31 31 ἐλαιόμελι κατὰ Πάλμυρα τῆς Συρίας ἐκ τοῦ στελέχους ἐλαιῶν μέλιτος παχύτερον ῥεῖ, γλυκὺ τῇ γεύσει, ὅπερ πινόμενον πλῆθος κυάθων δυεῖν μετὰ κοτύλης μιᾶς ὕδατος ἄγει κατὰ κοιλίαν ὠμὸν καὶ χολῶδες. ἔννωθροι δὲ γίνονται καὶ ἔκλυτοι οἱ λαμβάνοντες, ὅπερ οὐ δεῖ εὐλαβεῖσθαι, διεγείρειν δὲ αὐτοὺς μὴ ἐῶντας καταφέρεσθαι.
1.32 32 κίκινον ἔλαιον σκευάζεται τούτῳ τῷ τρόπῳ· λαβὼν ὡρίμων κροτώνων ὅσον ἂν δόξῃ καὶ ψύξας εἰς ἥλιον καταστρώσας θειλοπέδου τρόπον, ἕως ἂν ὁ περικείμενος φλοιὸς ἀπορραγεὶς ἐκπέσῃ, συναγαγὼν τὴν σάρκα ἔμβαλε εἰς ὅλμον καὶ κόψας ἐπιμελῶς εἰς λέβητα κεκασσιτερωμένον βάλε ὕδωρ ἔχοντα καὶ ἀνάβρασον ὑποκαίων. ὅταν δὲ ἀνῶσι τὴν ἐν αὐτοῖς ὑγρότητα πᾶσαν, ἄρας τὸν λέβητα ἀπὸ τοῦ πυρὸς ἀπόψα μύακι τὸ ἐπιπλέον ἔλαιον καὶ ἀποτίθεσο.
1.33 33 ἀμυγδάλινον ἔλαιον, ὅ τινες μετώπιον καλοῦσι, σκευάζεται οὕτως· ἀμυγδάλων πικρῶν χοίνικας τέσσαρας καθάρας καὶ ξηράνας κόψον ὑπέρῳ ξυλίνῳ ἐν ὅλμῳ κούφως, μέχρι μᾶζα γένηται, ἐπιχέας τε ζεστοῦ ὕδατος κοτύλας δύο ἔασον συμπιεῖν ἡμιώριον, ἀφ᾿ ἧς πάλιν βιαιότερον τρῖβε. εἶτα ἀποθλίβων πρὸς πλάκα ἐξίπου καὶ τὸ ἀπὸ τῶν δακτύλων εἰς μύακα ἀναλάμβανε, εἶτα πάλιν εἰς τὸ ἀποτεθλιμμένον κοτύλην μίαν ὕδατος ἐπιχέας καὶ συμπιεῖν ἐάσας τὸ αὐτὸ ποίει· ἀποδίδωσι δὲ κοτύλην μίαν τὸ τετραχοίνικον.
1.34 34 ἐοικότως δὲ καὶ τὸ βαλάνινον ἐργάζεται. δύναμιν δὲ ἔχει καθαρτικὴν σπίλων, φακῶν, ἰόνθων, οὐλῶν μελανίας, κοιλίας τε μαλακτικήν. ἔστι δὲ κακοστόμαχον· ἁρμόζει δὲ καὶ ὠταλγίαις καὶ ἤχοις καὶ συριγμοῖς μετὰ χηνείου στέατος ἐγχεόμενον.
1.35 35 καὶ τὸ ὑ ὑοσκυάμινον δὲ σκευάζεται οὕτως· λαβὼν τὸν λευκὸν καρπὸν ξηρόν, πρόσφατον καὶ κόψας ὕδατι θερμῷ φύρα, ὡς προείρηται ἐπὶ τοῦ ἀμυγδαλίνου, ἡλιάζων τε τὰ ὑπὸ χεῖρα ξηραινόμενα αὐτοῦ μέρη τῷ ὅλῳ ἀνάμισγε καὶ τὸ αὐτὸ ποίει, ἄχρις ὅτου ἂν μελανθῇ καὶ δυσῶδες γένηται, εἶτα διὰ φορμοῦ ἐκθλίψας ἀποτίθεσο. ποιεῖ δὲ καὶ πρὸς ὠταλγίας καὶ πεσσοῖς μείγνυται μαλακτικὸν ὄν.
1.36 36 ὁμοίως δὲ καὶ τὸ διὰ τοῦ Κνιδίου κόκκου σκευάζεται λεπισθέντος καὶ κοπέντος. καθαρτικὴν δὲ ἔχει δύναμιν κοιλίας πινόμενον.
1.37 37 τὸ δὲ ῥαφάνινον σκευάζεται ἐκ τοῦ αὐτῆς σπέρματος ὁμοίως ὥσπερ καὶ τὰ λοιπά. ἁρμόζει δὲ τοῖς ἐκ νόσου φθειριῶσι καὶ τὰς περὶ τὸ πρόσωπον σμήχει τραχύτητας. χρῶνται δὲ αὐτῷ οἱ ἐν Αἰγύπτῳ τοῖς προσοψήμασι συνέψοντες αὐτό.
1.38 38 τὸ δὲ σινάπινον σκευάζεται λεαινομένου τοῦ σινήπεως καὶ βρεχομένου ὕδατι θερμῷ, ἔπειτα μειγνυμένου ἐλαίου καὶ συνεκθλιβομένου. ποιεῖ δὲ πρὸς τὰ χρόνια ἀλγήματα μετασυγκριτικὸν ὄν .
1.39 39 μυρσίνινον δὲ σκευάζεται οὕτως· λαβὼν τὰ ἁπαλὰ φύλλα τῆς μελαίνης μυρσίνης ἀγρίας ἢ ἡμέρου κόπτε πιέζων· ἴσον δὲ τῷ χυλῷ ἐλαίου ὀμφακίνου μίσγων χλίαινε ἐπ᾿ ἀνθράκων, ἕως ἂν συνεψηθῇ, αἴρων τὸ ἐφιστάμενον. εὐκοπωτέρα δὲ σκευασία· τὰ ἁπαλὰ τῶν φύλλων κόψαντα ἕψειν μετὰ ὕδατος καὶ ἐλαίου καὶ τὸ ἐφιστάμενον ἀποψᾶν. ἰδιωτικὸν δὲ τὰ φύλλα καθέντα εἰς ἔλαιον ἐν ἡλίῳ ἀποβρέχειν· ἔνιοι δὲ προστύφουσι τὸ ἔλαιον σιδίοις, κυπαρίσσῳ, κυπέρῳ, σχοίνῳ.
1.40 40 τὸ δὲ δάφνινον σκευάζεται διὰ τῶν δαφνίδων, ὅταν ὦσι δρυπεπεῖς, ἑψομένων μεθ᾿ ὕδατος· ἐκ γὰρ τοῦ περικειμένου λέπους ἀνίησι λιπαρίαν τινά, ἣν διακόψαντες χερσὶν εἰς μύακα ἀναλαμβάνουσιν, ἔνιοι δὲ ὀμφάκινον ἔλαιον προστύψαντες κυπέρῳ καὶ σχοίνῳ καὶ καλάμῳ καὶ μετὰ ταῦτα δάφνης φύλλα περιβαλόντες συνέψουσιν, οἱ δὲ καὶ δαφνίδας, ἕως ἂν κανὸν γένηται τῇ ὀσμῇ ἔνιοι δὲ καὶ στύρακα μίσγουσι καὶ μυρσίνην.
1.41 41 τὸ δὲ σχίνινον ὁμοίως ἐκ τοῦ καρποῦ τῆς σχίνου πεπείρου σκευασθέν ἤ ὡς τὸ δάφνινον προστυφθὲν ὑγιάζει ψώρας κτηνῶν καὶ κυνῶν, καὶ εἰς πεσσοὺς καὶ εἰς ἄκοπα καὶ λεπρικὰ ἐπιτηδείως μείγνυται· στέλλει δὲ καὶ ἱδρῶτας. καὶ τὸ τερεβίνθινον δὲ ὁμοίως σκευάζεται· ψύχει δὲ καὶ στύφει.
1.42 42 τὸ δὲ μαστίχινον ἐκ τῆς μαστίχης λείας σκευαζέσθω. ποιεῖ δὲ πρὸς τὰ ἐν ὑστέρᾳ πάντα, ἠπίως θερμαῖνον, στῦφον, μαλάσσον, καὶ πρὸς τὰ ἐπὶ τὸν στόμαχον ἐπιρριπτόμενα σκιρρώματα καὶ κοιλιακὰ καὶ δυσεντερικὰ καὶ τὰ ἐπὶ τοῦ προσώπου, καθαῖρον καὶ εὔχροιαν περιποιοῦν. συντίθεται δὲ ἐν Χίῳ τῇ νήσῳ κάλλιστον.
1.43 43 ῥοδίνου σκευασία· σχοίνου λίτρας πέντε οὐγγίας ὀκτώ ἐλαίου λίτρας εἴκοσι οὐγγίας πέντε κόψας καὶ φυράσας ἐν ὕδατι ἕψε ἀνακινῶν, εἶτα ἀπηθήσας εἰς τὰς εἴκοσι λίτρας καὶ οὐγγίας πέντε τοῦ ἐλαίου βάλε ῥόδων ἀβρόχων ἀριθμῷ χιλίων τὰ πέταλα, καὶ τὰς χεῖρας μέλιτι χρίσας εὐώδει ἀνακίνει πλεονάκις ὑποθλίβων ἠρέμα, ἔπειτα ἐάσας τὴν νύκτα ἔκθλιβε. ὅταν δὲ τὸ τρυγῶδες ὑποστῇ, ἄλλαξον τὸ ὑποδεχόμενον ἀγγεῖον, ἀποτίθεσο δὲ εἰς κρατῆρα μέλιτι κατακεχρισμένον. βαλὼν δὲ εἰς λουτηρίδιον τὰ ἐξιπωθέντα ῥόδα ἐπίχει λίτρας ὀκτὼ οὐγγίας τρεῖς τοῦ ἐστυμμένου ἐλαίου καὶ πάλιν ἐξίπου.
1.44 44 ἐλατίνου σκευασία· ἐλάτην θλάσας καὶ διακνίσας ἐμβαλών τε εἰς λουτῆρα ἐπίχει ὀμφάκινον ἔλαιον ἐπὶ ἡμέρας τρεῖς ἀνελόμενός τε εἰς σφυρίδα ἐξίπου· ἔστω δὲ ἑκάτερα ἰσόσταθμα· εἶτα ἀποθέμενος καθαρίως ἐν ἀγγείῳ χρῶ.
1.45 45 μηλίνον σκευασία· ἐλαίου ξέστας ἕξ, ὕδατος ξέστας δέκα μείξας προσέμβαλε σπάθης τεθλασμένης οὐγγίας τρεῖς, σχοίνου οὐγγίαν μίαν καὶ ἐάσας ἡμέραν μίαν ἕψησον, εἶτα ἀπηθήσας τὸ ἔλαιον βάλε εἰς ἀγγεῖον πλατύστομον, ἐπιθείς τε ῥῖπον ἐκ καλάμου ἢ ψίαθον ἀραιὰν ἄνωθέν τε ἐπιθεὶς κυδώνια μῆλα καὶ περικαλύψας ἱματίοις ἔασον ἡμέρας ἱκανάς, ἕως ἂν ἐπισπάσηται τὴν ἀπὸ τῶν μήλων δύναμιν τὸ ἔλαιον.
1.46 46 οἰνανθίνου σκευασία· οἰνάνθην τὴν ἐκ σταφυλῆς εὐώδη μαράνας βάλε εἰς ὀμφάκινον ἔλαιον καὶ κίνει μεταστρέφων. ἐάσας δὲ ἡμέρας δύο ἐξίπου καὶ ἀποτίθεσο.
1.47 47 τηλίνου σκευασία· τήλεως λίτρας ἐννέα, ἐλαίου λίτρας πέντε, καλάμου λίτραν μίαν, κυπέρου λίτρας δύο ἀπόβρεχε τῷ ἐλαίῳ ἐπὶ ἡμέρας ἑπτά, κινῶν ἑκάστης ἡμέρας τρίς, εἶτα ἐξίπου καὶ ἀποτίθεσο. οἱ δὲ ἀντὶ μὲν τοῦ καλάμου καρδάμωμον, ἀντὶ δὲ τῆς κυπέρου ξυλοβάλσαμον συναποβρέχουσιν. οἱ δὲ προστύφουσι τὸ ἔλαιον τούτοις καὶ μετὰ ταῦτα τὴν τῆλιν ἀποβρέχοντες ἐξιποῦσιν.
1.48 48 σαμψουχίνου σκευασία· ἑρπύλλου, κασσίας, ἁβροτόνου, σισυμβρίου ἄνθους, μυρσίνης πετάλων, σαμψούχου, ἑκάστου αὐτῶν λαμβάνων στοχασμῷ πρὸς τὴν ἑκάστου αὐτῶν δύναμιν ἀποβλέπων, κόπτε ἐν τῷ αὐτῷ πάντα καὶ ἐπίχεε ἐλαίου ὀμφακίνου τοσοῦτον, ὥστε μὴ κατακρατεῖσθαι τὴν δύναμιν τῶν ἐν αὐτῷ βρεχομένων, καὶ ἔασον ἡμέρας τέσσαρας καὶ ἔκθλιβε, καὶ πάλιν τὸ αὐτὸ πλῆθος τῶν αὐτῶν προσφάτων ἀπόβρεχε τὸν ἴσον χρόνον καὶ ἐξίπου ἔστι γὰρ εὐτονώτερον. ἐκλέγου δὲ τὸ μελάγχλωρον τῇ χρόᾳ, σαμψούχου πολλῆς ὄζον, μετρίως δριμύ.
1.49 49 ὠκιμίνον σκευασία· τοῦ εἰς τὸ κύπρινον ἠρωματισμένου, ὡς ἀποδείξομεν (I 55), λαβὼν ἐλαίου λίτρας εἴκοσι, ὠκίμου σταθμῷ λίτρας ἕνδεκα οὐγγίας ὀκτὼ ἀποφυλλίσας ἀπόβρεχε νύκτα καὶ ἡμέραν ἐν τῷ ἐλαίῳ, εἶτα ἐξίπου καὶ ἀποτίθεσο. ἐκκενώσας δὲ τὸ ἀπὸ τῆς κυρτίδος ἐπίχει πάλιν τὸ ἴσον πλῆθος τοῦ ἐλαίου καὶ ἐξίπου. καλεῖται δὲ τοῦτο δευτερεῖον· τρίτην γὰρ οὐκ ἐπιδέχεται βροχήν. εἶτα προσφάτου ὠκίμου λαβὼν τὸ ἴσον πάλιν ἀπόβρεχε, ὡς ἐπὶ τοῦ ῥοδίνου εἴρηται (I 43), τὸ δὲ ἤδη ἀποβεβρεγμένον ἐπιχέων καὶ ἐῶν τὸν αὐτὸν χρόνον ἔκθλιβε καὶ ἀποτίθεσο. κἂν τρὶς δὲ ἢ τετράκις θέλῃς, ἀπόβρεχε πρόσφατον ἀεὶ ὤκιμον ἐμβάλλων. δύναται δὲ καὶ ἐκ τοῦ ὀμφοκίνου σκευάζεσθαι· βέλτιον δὲ ἐκείνως.
1.50 50 ἁβροτονίνου σκευασία· ἐκ τοῦ εἰς τὸ κύπρινον ἠρωματισμένου ἐλαίου λίτρας ἐννέα οὐγγίας πέντε ἁβροτόνου φύλλων λίτρας ὀκτὼ ἔμβαλε καὶ ἀποβρέξας νύκτα καὶ ἡμέραν ἐξίπου. πολύβροχον δʼ εἰ βούλει ποιῆσαι, ἐκβαλὼν τὰ πρῶτα φύλλα, ἐμβαλὼν δὲ ἕτερα φύλλα ἐναποβρέχων ἐκπίεζε.
1.51 51 ἀνηθίνου σκευασία· ἐλαίου λίτρας ὀκτὼ οὐγγίας ἐννέα, ἀνήθου ἄνθους λίτρας ἕνδεκα οὐγγίας ὀκτὼ ἐναπόβρεχε τῷ ἐλαίῳ ἡμέραν μίαν, εἶτα ἐκπίεζε ταῖς χερσὶ καὶ ἀποτίθεσο. ἐὰν δὲ θέλῃς δίβροχον ποιῆσαι, πρόσφατον ἀνήθου ἄνθος ὡσαύτως ἀπόβρεχε.
1.52 52 σουσίνου σκευασία, ὃ ἔνιοι λείρινον καλοῦσιν ἐλαίου λίτρας ἐννέα οὐγγίας πέντε, καλάμου λίτρας πέντε οὐγγίας δέκα, σμύρνης δραχμὰς πέντε φυράσας οἴνῳ εὐώδει ἕψε, εἶτα ἀπηθήσας τὸ ἔλαιον ἀπόχει κατὰ καρδαμώμου κεκομμένου καὶ βεβρεγμένου ὕδατι ὀμερίῳ λιτρῶν τριῶν οὐγγιῶν ἓξ καὶ ἐάσας βραχῆναι ἀπόθλιβε· καὶ λαβὼν ἐκ τοῦ ἐστυμμένου ἐλαίου τρεῖς ἥμισυ λίτρας, κρίνα ἀριθμῷ χίλια ἀποφυλλίσας θὲς ἐν λουτῆρι πλατεῖ, μὴ βαθεῖ, ἐπιχέας τε τὸ ἔλαιον ἀνακίνει ταῖς χερσὶ μέλιτι κεχρισμέναις. ἐάσας δὲ ἡμέραν μίαν καὶ νύκτα, πρωὶ δὲ ἀνελόμενος εἰς κυρτίδα ἐξίπου.
1.53 53 ναρκίσσινον δὲ στύψεις οὕτως· ἐλαίου πεπλυμένου λίτρας ἐννέα οὐγγίας πέντε, ἀσπαλάθου λίτρας ἓξ οὐγγίας δύο κόψας καὶ βρέξας ὕδατι. τῷ τρίτῳ τοῦ ἐλαίου μείξας ἕψε, εἶτα ἐξελὼν τὸν ἀσπάλαθον καὶ καλάμου λίτρας πέντε οὐγγίας ὀκτὼ καὶ σμύρνης χόνδρον κόψας καὶ σήσας φύρα οἴνῳ παλαιῷ εὐώδει καὶ μείξας ἕψε. ὅταν δὲ καὶ μετὰ τούτων ἀναζέσῃ, ἐξελὼν ἀπήθει τὸ ἔλαιον ψυγέν, εἶτα λαβὼν ἐκ τοῦ ἐλαίου εἰς λουτῆρα ἀπόχει καὶ τοῦ ναρκίσσου ἔμβαλε ὡς ὅτι πλεῖστον τὸ ἄνθος, ἐπὶ ἡμέρας δύο κινῶν ὡς ἐπὶ τοῦ σουσίνου, ἐξίπου τε καὶ μετάγγιζε πυκνῶς· καὶ γὰρ τοῦτο σήπεται.
1.54 54 κρόκινον δὲ σκευάζων προστύψεις τὸ ἔλαιον, ὡς εἴρηται ἐπὶ τοῦ σουσίνου, πλήθει καὶ συσταθμίᾳ τῇ αὐτῇ. λαβὼν δὲ ἐκ τοῦ ἐστυμμένου ἐλαίου εἰς τὸ σούσινον λίτρας τρεῖς ἥμισυ βάλε κρόκου δραχμὰς πεντήκοντα καὶ ἀνακίνει πλεονάκις τῆς ἡμέρας, ποιῶν τοῦτο συνεχῶς ἐπὶ ἡμέρας πέντε. ἀπήθει δὲ τὸ ἔλαιον τῇ ἕκτῃ ἀπὸ τοῦ κρόκου καθαρίως, τῷ δὲ αὐτῷ κρόκῳ ἐπίχει τὸ ἴσον πλῆθος τοῦ ἐλαίου καὶ ἀνακίνει ἡμέρας δέκα, εἶτα ἀποχέας πρόσμειξον σμύρνης κεκομμένης καὶ σεσησμένης δραχμὰς τεσσαράκοντα καὶ κίνει ἐν ὅλμῳ χρηδίμως, εἶτα ἀπόθου. ἔνιοι δὲ τῷ εἰς τὸ κύπρινον ἠρωματισμένῳ ἐλαίῳ καὶ εἰς τὸ κρόκινον χρῶνται. ἔστι δὲ αὐτοῦ κράτιστον τὸ κατακόρως κρόκου πνέον, ὅπερ εἰς τὴν ἰατρικὴν χρῆσιν ἁρμόζει, δεύτερον δὲ τὸ σμύρνης παρεμφαῖνον.
1.55 55 κυπρίνου στύψις καὶ σκευασία· ἐλαίου ὀμφακίνου πεπλυμένου πλυμένου μέρος ἕν, ὕδατος ὀμβρίου μέρος ἓν ἥμισυ, τὸ μὲν ἐπίχει τῷ ἐλαίῳ τὸ δὲ φύρα ἐν τοῖς ἐμβληθησομένοις ἀρώμασιν. εἶτα λαβὼν ἀσπαλάθου λίτρας πέντε ἥμισυ, καλάμου λίτρας ἓξ ἥμισυ, σμύρνης λίτραν μίαν, καρδαμώμου λίτρας τρεῖς οὐγγίας ἐννέα, ἐλαίου λίτρας ἐννέα οὐγγίας πέντε, τὸν ἀσπάλαθον κόψας καὶ βρέξας ἐν ὕδατι ἐμβαλὼν ἕψε μετὰ τοῦ ἐλαίου, ἕως ἂν συναναζέσῃ, τὴν δὲ σμύρναν διεὶς οἴνῳ παλαιῷ εὐώδει, τὸν κάλαμον κεκομμένον συναναφύρα μετὰ τῆς σμύρνης καὶ ἐξελὼν τὸν ἀσπάλαθον ἔμβαλε τὸ φύραμα τοῦ καλάμου.
1.56 56 ἰρίνου στύψις· σπάθης λίτρας ἓξ οὐγγίας ὀκτώ, ἐλαίου λίτρας ἐννέα οὐγγίας πέντε κόψας ὡς λεπτότατα μεῖξον ὕδατος κοτύλαις δέκα καὶ βαλὼν εἰς χαλκὸν ἓψε, μέχρις οὗ τὴν ὀσμὴν ἀναλάβῃ, εἶτα ἀπήθει εἰς κρατῆρα μέλιτι κατακεχρισμένον. ἐκ τούτου τοῦ ἠρωματισμένου ἐλαίου τὸ πρῶτον ἴρινον σκευάζεται ἐναποβρεχομένης τῷ ἐστυμμένῳ ἐλαίῳ ἴρεως, ὡς ὑπογέγραπται.
1.57 57 γλεύκινον δὲ σκευάζεται τὸ ἁπλοῦν ἔκ τε ἐλαίου ὀμφακίνου καὶ σχοίνου καὶ καλάμου καὶ νάρδου Κελτικῆς καὶ σπάθης καὶ ἀσπαλάθου καὶ μελιλώτου καὶ κόστου καὶ γλεύκους, συμπεριτιθεμένων τῶν στεμφύλων τῷ ἔχοντι ἀγγείῳ τὰ ἀρώματα καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον. κινεῖται δὲ ἐπὶ ἡμέρας τριάκοντα δὶς τῆς ἡμέρας, καὶ μετὰ ταῦτα ἐκπιεσθὲν ἀποτίθεται.
1.58 58 ἀμαράκινον δὲ ἐν Κυζίκῳ κάλλιστον γίνεται. σκευάζεται δὲ διά τε ὀμφακίνου ἐλαίου καὶ βαλανίνου, στυφομένων ξυλοβαλσάμῳ, σχοίνῳ, καλάμῳ, ἡδυνομένων δὲ ἀμαράκῳ, κόστῳ, ἀμώμῳ, νάρδῳ, κασσίᾳ, καρπῷ βαλσάμου καὶ σμύρνῃ. οἱ δὲ πολυτελέστερον αὐτὸ ποιοῦντες μίσγουσι καὶ κινάμωμον· παραλαμβάνεται δὲ μέλι καὶ οἶνος εἰς τὴν τῶν ἀγγείων χρίσιν καὶ φύραδιν τῶν κεκομμένων ἀρωμάτων.
1.59 59 σκευάζεται δὲ ἐν Αἰγύπτῳ μύρον, ἐπιχωρίως ὑπʼ αὐτῶν καλούμενον μετώπιον διὰ τὴν τῆς χαλβάνης μεῖξιν· τὸ γὰρ ξύλον, ἐξ οὗ γεννᾶται ἡ χαλβάνη, μέτωπον καλεῖται. διʼ ἀμυγδάλων δὲ πικρῶν καὶ ἐλαίου ὀμφακίνου καὶ καρδαμώμου καὶ σχοίνου καὶ καλάμου καὶ μέλιτος καὶ οἴνου καὶ σμύρνης καὶ βαλσάμου καρποῦ καὶ χαλβάνης καὶ ῥητίνης συντίθεται. δόκιμον δέ ἐστι τὸ βαρύοσμον καὶ λιπαρόν, ἐμφαῖνον μᾶλλον τοῦ καρδαμώμου καὶ τῆς σμύρνης ἤπερ τῆς χαλβάνης.
1.60 60 στακτὴ δὲ καλεῖται τῆς προσφάτου σμύρνης τὸ λιπαρόν, κεκομμένης μεθʼ ὕδατος ὀλίγου ἀποτεθλιμμένης τε διʼ ὀργάνου. εὐώδης δὲ λίαν καὶ πολυτελής ἐστι καὶ καθʼ ἑαυτὴν οὖσα μύρον τὸ καλούμενον στακτή. δόκιμος δέ ἐστιν ἡ ἀμιγὴς ἐλαίου καὶ ἐν ἐλαχίστῳ πλείστην δύναμιν κεκτημένη, οὖσαν θερμαντικήν, ἀναλογοῦσαν τῇ σμύρνῃ καὶ τοῖς θερμαίνουσι τῶν μύρων.
1.61 61 κιναμώμινον δὲ ἔκ τε ἐλαίου βαλανίνου καὶ στυμμάτων ξυλοβαλσάμου, καλάμου, σχοίνου, ἡδυσμάτων δὲ κιναμώμου, βαλσάμου καρποῦ, σμύρνης τετραπλασίονος παράὰ τὸ κινάμωμον σκευάζεται· μείγνυται δὲ καὶ μέλι εἰς τὴν φύρασιν. δόκιμον δέ ἐστι τὸ μὴ δριμύ, μαλακὸν δὲ τῇ ὀσμῇ καὶ παρεμφαῖνον σμύρνης, παχύ τε καὶ εὐῶδες ἄγαν, τῇ γεύσει πικρόν. τὸ γὰρ τοιοῦτον οὐκ ἐκ ῥητίνης ἀλλʼ ἐκ σμύρνης ἔχει τὸ πάχος· ἡ γὰρ ῥητίνη οὐ προσδίδωσι πικρίαν οὐδὲ εὐωδίαν.
1.62 62 νάρδινον δὲ μύρον ποικίλως σκευάζεται διὰ τοῦ μαλαβαθρίνου φύλλου καὶ δίχα τούτου. ὡς τὸ πολὺ δὲ μείγνυται τῷ βαλανίνῳ ἐλαίῳ ἢ ὀμφακίνῳ, πρὸς μὲν τὴν στύψιν τοῦ ἐλαίου σχοῖνος, πρὸς δὲ τὴν εὐωδίαν βάλλεται κόστος, ἄμωμον, νάρδος, σμύρνα, βάλσαμον. ἐστι δὲ χρηστὴ ἡ λεπτή, μὴ δριμεῖα, ἔχουσα τὴν εὐωδίαν τῆς ξηρᾶς νάρδου ἢ ἀμώμου.
1.63 63 τὸ δὲ μαλαβάθρινον ἔχει μὲν στύμματα ἃ καὶ ἡ νάρδος, σμύρνης δὲ πλεῖον· διὸ καὶ γίνεται θερμαντικόν, ἀναλογοῦν τῷ κροκίνῳ καὶ ἀμαρακίνῳ τὴν δύναμιν.
1.64 64 σμύρνα δάκρυόν ἐστι δένδρου γεννωμένου ἐν Ἀραβίᾳ, ὁμοίου τῇ Αἰγυπτιακῇ ἀκάνθῃ, οὗ ἐγκοπτομένου ἀπορρεῖ τὸ δάκρυον εἰς ὑπεστρωμένας ψιάθους, τὸ δὲ τῷ στελέχει περιπήγνυται. καὶ λέγεται δὲ αὐτῆς ἡ μέν τις πεδιάσιος λιπαρά, ἧς πιεζομένης ἡ στακτὴ λαμβάνεται, ἡ δέ τις Γαβιρέα λιπαρωτάτη ἐν εὐγείοις καὶ λιπαροῖς τόποις γεννωμένη, ἣ καὶ πολλὴν ἀνίησι τὴν στακτήν. πρωτεύει δὲ ἡ Τρωγλοδυτική, καλουμένη ἀπὸ τῆς γεννώσης αὐτὴν χώρας, ὑπόχλωρος οὖσα καὶ δηκτική, διαυγής· λέγεταί τις καὶ λεπτή, μετὰ τὴν Τρωγλοδυτικὴν ἐναριθμουμένη, ἐνάπαλος οὖσα ὡς τὸ βδέλλιον, ὑπόβρωμος τῇ ὀσμῇ, ἐν εὐηλίοις τόποις γεννωμένη.
1.65 65 ἡ δὲ Βοιςτιακὴ σμύρνα ἐστὶ δένδρου τινὸς ἐν Βοιωτίᾳ γεννωμένου ῥίζα τετμημένη. ἐκλέγου δὲ τὴν ἐμφερῆ σμύρνῃ κατὰ τὴν εὐωδίαν. δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, διαλυτικήν· μείγνυται δὲ καὶ θυμιάμασι χρησίμως.
1.66 66 στύραξ δάκρυόν ἐστι δένδρου τινὸς ὁμοίου κυδωνίᾳ. διαφέρει δὲ αὐτοῦ ὁ ξανθὸς καὶ λιπαρός, ῥητινώδης, θρόμβους ἔχων ὑπολεύκους, ἐπιδιαμένων τῇ εὐωδίᾳ ὡς ὅτι πλεῖστον καὶ ἐν τῷ μαλάσσεσθαι ἀνιεὶς ὑγρασίαν τινὰ μελιτώδη. τοιοῦτος δέ ἐστιν ὁ Γαβαλίτης καὶ Πισιδιακὸς καὶ Κιλίκιος, φαῦλος δὲ ὁ μέλας καὶ ψαθυρὸς καὶ πιτυρώδης. εὑρίσκεται δὲ καὶ δάκρυον κόμμει ἐοικός, διαυγές, σμυρνίζον· ὀλίγον δὲ τοῦτο γεννᾶται. δολίζουσι δὲ αὐτὸ τοῖς ἐκ τοῦ δένδρου πρίσμασιν, ἅπερ ὑπὸ τῶν σκωλήκων ἀνατίτραται, μειγνυμένοις καὶ μέλιτι καὶ ἴριδος ὑποστάθμῃ καὶ ἄλλοις τισίν.
1.67 67 βδέλλιον — οἱ δὲ μάλδακον, οἱ δὲ βλόχον καλοῦσι — δάκρυόν ἐστι δένδρου Ἀραβικοῦ. δόκιμον δέ ἐστιν αὐτοῦ τὸ τῇ γεύσει πικρόν, διαυγές, ταυροκολλῶδες, λιπαρὸν διὰ βάθους καὶ εὐμάλακτον, ἀμιγὲς ξύλων καὶ ῥυπαρίας, εὐῶδες ἐν τῇ θυμιάσει, ἐοικὸς ὄνυχι. ἐστι δέ ῥυπαρὸν καὶ μέλαν, ἁδρόβωλον, παλαθῶδες, κομιζόμενον ἀπὸ τῆς Ἰνδικῆς· φέρεται καὶ ἀπὸ τῆς Πέτρας ξηρόν, ῥητινῶδες, ὑποπέλιον, δευτερεῦον τῇ δυνάμει. δολοῦται δὲ μειγνύμενον κόμμει· τὸ δὲ τοιοῦτον οὐχ ὁμοίως πικραίνει τὴν γεῦσιν, ἔν τε τῇ ὑποθυμιάσει οὐχ οὕτως εὐῶδές ἐστι.
1.68 68 λίβανος· γεννᾶται μὲν ἐν Ἀραβίᾳ τῇ λιβανωτοφόρῳ καλουμένῃ, πρωτεύει δὲ ὁ ἄρρην, καλούμενος σταγονίας, στρογγύλος φυσικῶς· ἔστι δὲ ὁ τοιοῦτος ἄτομος λευκός τε καὶ θλασθεὶς ἔνδοθεν λιπαρὸς ἐπιθυμιαθείς τε ταχέως ἐκκαιόμενος. ὁ δὲ Ἰνδικὸς ὑπόκιρρός τέ ἐστι καὶ πελιὸς τῇ χρόᾳ, γίνεται δὲ καὶ κατὰ τὴν ἐπιτήδευσιν στρογγύλος· τέμνοντες γὰρ αὐτὸν εἰς τετράγωνα σχήματα καὶ βάλλοντες εἰς κεράμια κυλίουσιν, ἕως ἂν ἀπολάβῃ τὸ στρογγύλον σχῆμα· χρόνῳ δὲ ὁ τοιοῦτος ξανθοῦται, Συάγριος καλούμενος. δευτερεύει δὲ ὁ ὀροβίας καὶ ὁ σμιλιωτός, ὅν ἔνιοι κοπίσκον καλοῦσι, μικρότερον καὶ κιρρότερον ὄντα.
1.69 69 πίτυς γνώριμον δένδρον. ἔστι δὲ τοῦ αὐτοῦ γένους καὶ ἡ λεγομένη πεύκη, εἴδει διαφέρουσα. ἀμφοτέρων δὲ ὁ φλοιὸς στυπτικός, ἁρμόζων πρός τε παρατρίμματα λεῖος καταπλασσόμενος καὶ πρὸς τὰ ἐπιπόλαια τῶν ἑλκῶν καὶ κατακεκαυμένα σὺν λιθαργύρῳ καὶ μάννῃ. ἀναλημφθεὶς δὲ κηρωτῇ μυρσίνῃ ἀπουλοῖ τὰ ἐπὶ τῶν τρυφεροχρώτων ἕλκη καὶ τὰ ἑρπυστικὰ ἐπέχει μετὰ χαλκάνθου λεῖος, ἔμβρυά τε καὶ δεύτερα ὑστέρα ὑποθυμιαθεὶς ἐκβάλλει, κοιλίαν τε ποθεὶς ἐφίστησι καὶ οὖρα κινεῖ.
1.70 70 σχῖνος δένδρον γνώριμον, στυπτικὸν ὅλον· καὶ γὰρ ὁ καρπὸς αὐτῆς καὶ τὸ φύλλον καὶ ὁ φλοιὸς τῶν κλάδων καὶ τῆς ῥίζης ἰσοδυναμεῖ, γίνεται δὲ καὶ χύλισμα ἐκ τοῦ φλοιοῦ καὶ τῆς ῥίζης καὶ τῶν φύλλων ἑψομένων σὺν ὕδατι ἐφ ἱκανόν, εἶτα μετὰ τὸ ψυγῆναι τῶν φύλλων ῥιπτομένων, τοῦ ὕδατος δὲ πάλιν ἑψομένου ἄχρι μελιτώδους συστάσεως.
1.71 71 τέρμινθος γνώριμον δένδρον, ἧς τὰ φύλλα καὶ ὁ καρπὸς καὶ ὁ φλοιὸς στυπτικὰ ὄντα ἁρμόζει πρὸς ἃ καὶ ἡ σχῖνος, σκευαζόμενα ὁμοίως καὶ λαμβανόμενα. ὁ δὲ καρπὸς αὐτῆς ἐστιν ἐδώδιμος, κακοστόμαχος, θερμαντικός, οὐρητικός. ἔστι δὲ ἄριστος πρὸς ἀφροδίσια, σὺν οἴνῳ δὲ ποθεὶς πρὸς φαλαγγίων δήγματα ἁρμόζει.
1.72 72 πίσσα ἡ μὲν ὑγρά, ἣν ἔνιοι κῶναν καλοῦσι, συνάγεται μὲν ἐκ τῶν λιπαρωτάτων ξύλων πεύκης καὶ πίτυος· ἔστι δὲ καλὴ ἡ στίλβουσα καὶ λεία καὶ καθαρά.
1.73 73 ἄσφαλτος διαφέρει ἡ Ἰουδαικὴ τῆς λοιπῆς. ἔστι δὲ καλὴ ἡ πορφυροειδῶς στίλβουσα, εὔτονος τῇ ὀσμῇ καὶ βαρεῖα, ἡ δὲ μέλαινα καὶ ῥυπώδης φαύλη· δολοῦται γάρ πίσσης μειγνυμένης. γεννᾶται δὲ καὶ ἐν Φοινίκῃ καὶ ἐν Σιδῶνι καὶ ἐν Βαβυλῶνι καὶ ἐν Ζακύνθῳ· γίνεται δὲ καὶ κατὰ τὴν Ἀκραγαντίνων χώραν τῆς Σικελίας ὑγρὸν ἐπινηχόμενον ταῖς κρήναις, ᾧ χρῶνται εἰς τούς λύχνους ἀντὶ ἐλαίου, καλοῦντες αὐτὸ Σικελὸν. ἔλαιον πλανώμενοι· ἐστι γάρ ἀσφάλτου ὑγρᾶς εἶδος.
1.74 74 κυπάρισσος στύφει, ψύχει, ἧς τὰ φύλλα ποθέντα μετὰ γλυκέος καὶ σμύρνης ὀλίγης κύστει ῥευματιζομένῃ καὶ δυσουρίᾳ ουρίᾳ βοηθεῖ. τὰ δὲ χλωρά σφαιρία κοπέντα καὶ σύν οἴνῳ πινόμενα ἁρμόζει πρὸς αἵματος ἀναγωγὴν καὶ δυσεντερίαν καὶ κοιλίας ῥευματισμόν, ὀρθόμπνοιαν, βῆχας· καὶ τὸ ἀφέψημα δὲ αὐτῶν τὸ αὐτὸ ποιεῖ, μαλάττει δὲ καὶ σκληρίας κοπέντα μετὰ σύκου καὶ πολύπους τοὺς ἐν τοῖς μυκτῆρσιν ἰᾶται.
1.75 75 ἄρκευθος· ἠ μέν τῖς ἐστι μεγάλη ἡ δὲ μικρά. ἀμφότεραι δὲ θερμαίνουσι καὶ λεπτύνουσι· εἰσὶ δὲ καὶ οὐρητικαί, υθμιώμεναι δὲ θηρία διώκουσι. τοῦ μέντοι καρποῦ ὁ μέν τις κατὰ καρύου Ποντικοῦ τὸ μέγεθος εὑρίσκεται, ὁ δὲ κυάμῳ ἴσος, στρογγύλος δὲ καὶ εὐώδης, γλυκύς ἐν τῳ διαμασᾶσθαι καὶ ὐπόκιρρος, ἀρκευθὶς καλούμενος, θερμαντικὸς μετρίως καὶ στυπτικός, εὐστόμαχος, ποιῶν πρὸς τὰ ἐν θώρακι καὶ βῆχας καὶ ἐμπνευματώσεις καὶ στρόφόφους καὶ θηρία πινόμενος. ἐστι δὲ καὶ οὐρητικός, ὅθεν καὶ σπάσμασι καὶ ῥήγμασι καὶ ὑστερικῶς πνιγομέναις ἁρμόζει.
1.76 76 βράθυ, ὅ ἔνιοι βόρατον καλοῦσιν. ἔστι τούτου εἴδη φύο· τὸ γὰρ ἐστιν σὺτοῦ τοῖς ὅμοιον κυπαρίσσῳ, ἀκανθωδέστερον δὲ καὶ βαρύοσμον, κολοβόν τε τὸ δένδρον καὶ εἰς πλάτος μᾶλλον ἐκχεόμενον· χρῶνται δὲ τούτου τοῖς φύλλοις ἀντὶ θυμιάματος. τὸ δὲ ἕτερὸν ἐστι μυρίκη τοῖς φύλλοις ὅμοιον.
1.77 77 κέδρος δένδρον ἐστὶ μέγα, ἐξ οὔ ἡ λεγομένη κεδρία συνάγεται. καρπὸν δὲ ἔχει ὥσπερ κυπάρισσος, μικρότερον μέντοι παρά πολύ. γεννᾶται δὲ καὶ ἄλλη κέδρος μικρά, ἀκανθώδης, καρπὸν δὲ ὥσπερ ἄρκευθος φέρουσα, μέγεθος μύρτου, περιφερῆ. τῆς δὲ κεδρίας ἀρίστη ἡ παχεῖα καὶ διαυγής, εὔτονος, βαρεῖα τῇ ὀσμῇ, ἀποχεομένη τε κατὰ σταλαγμούς ἐπιδιαμένουσα καὶ μὴ διαχεομένη.
1.78 78 δάφνη· ἡ μέν τίς ἐστι λεπτόφ υλλος ἡ δὲ πλατυτέρα. θερμαντικαὶ δὲ ἀμφότεραι καὶ μαλακτικαί, ὅθεν τὸ ἀφέψημα αὐτῶν εἰς ἐγκαθίσματα ταῖς περὶ κύστιν καὶ μήτραν ἁρμόζει διαθέσεσι. τὰ δὲ χλωρὰ τῶν φύλλων ἠρέμα ὑποστύφει· ὡφελεῖ δὲ λεῖα καταπλασθέντα σφηκῶν καὶ μελιττῶν πληγάς, δύναται δὲ καὶ πᾶσαν φλεγμονὴν πραύνειν σύν ἄρτῳ καὶ ἀλφίτῳ καταπλασθέντα, ποθέντα δὲ ἀμβλύνει τὸν στόμαχον καὶ ἐμέτους κινεῖ.
1.79 79 πλατάνου τά τρυφερὰ τῶν φύλλων ἑψηθέντα ἐν οἴνῳ καὶ καταπλασθέντα στέλλει ῥεύματα ἀφθαλμῶν· κουφί ίζει δὲ καὶ τὰ οἰδήματα καὶ φλεγμονάς. ὁ δὲ φλοιὸς ἑψηθεὶς σύν ὄξει ὀδονταλγὶας ἐστὶ διάκλυσμα. τὰ δὲ σφαιρία χλωρὰ σύν οἴνῳ ποθέντα ἑρπετοδήκτοις βοηθεῖ, ἀναλημφθ θέντα δὲ στέατι πυρίκαυτα θεραπεύει. ὁ δὲ χνοῦς τῶν φύλλων καὶ τῶν σφαιρίων ἀκοὴν καὶ ὄψιν παρεμπεσὼν λυμαίνεται.
1.80 80 μελία δένδρον ἐστὶ γνώριμον, ἧς τῶν φύλλων ὁ χυλὸς καὶ αὐτὰ σύν οἴνῳ πινόμενα καὶ καταπλασσόμενα ἐχεοδήκτοις βοηθεῖ. ὁ δὲ φλοιὸς καεὶς καὶ καταχρισθεὶς μεθ᾿ ὕδατος λέπρας ἀφίστησι. τὰ δὲ τορνεύματα τοῦ ξύλου ποθέντα φασὶν ἀναιρετικὰ εἶναι.
1.81 81 λεύκης τοῦ δένδρου ὁ φλοιὸς ποθεὶς ὅσον οὐγγίας μιᾶς πλῆθος ἰσχιάδας ὠφελεῖ καὶ στραγγουρίας} ἱστορεῖται δὲ καὶ ἀτόκιος εἶναι ποθεὶς μετὰ ἡμιόνου νεφροῦ, καὶ τά φύλλα δὲ πινόμενα μετὰ τὴν κάθαρσιν σύν ὄξει τὸ αὐτὸ ὁρᾶν λέγεται. ὠφελεῖ δὲ καὶ ὠταλγίαν ὁ χυλὸς τῶν φύλλων χλιαρὸς ἐνσταζόμενος. τὰ δὲ κατὰ τὴν ἐκβλάστησιν τῶν φύλλων αφαιρία λεῖα μετὰ μέλιτος ἐγχριόμενα ἀμβλυωπίας θεραπεύει. ἔνιοι δὲ ἱστοροῦσι τὸν φλοιὸν τῆς λεύκης καὶ τῆς αἰγείρου τμηθέντα εἰς λεπτὰ μεγέθη καὶ ἐν σπαρέντα πρασιαῖς κεκοπρισμέναις ἐν παντὶ καιρῷ μύκητας ἐδωδίμους φύειν.
1.82 82 μάκιρ φλοιός ἐστι κομιζόμενος ἐκ τῆς βαρβάρου, ὑπόξανθος, παχύς, στύφων ἱκανῶς κατὰ τὴν γεῦσιν. πίνεται δὲ πρὸς αἵματος πτύσιν καὶ δυσεντερίαν καὶ κοιλίας ῥευματισμόν.
1.83 83 αἰγείρου τὰ φύλλα μετ΄ ὄξους καταπλαττόμενα ποδαγρικὰς ὀδύνας ὠφελεῖ. ἡ δὲ ἐξ αὐτῆς ῥητίνη μείγνυται μαλάγμασιν. ὁ δὲ καρπὸς μετʼ ὄξους πινόμενος ἐπιλημπτικοὺς ἱστορεῖται ὠφελεῖν. λέγεται δ᾿ ὅτι τὸ ἐξ αὐτῶν δάκρυον κατὰ τὸν Ἠριδανὸν ποταμὸν καταχεόμενον πήγνυσθαι καὶ γίνεσθαι τὸ καλούμενον ἤλεκτρον, ὑπ᾿ ἐνίων δὲ χρυσοφόρον, εὐῶδες ἐν τῇ παρατρίψει καὶ χρυσοειδὲς τῳ χρώματι, ὅπερ πινόμενον λεῖον στομάχου καὶ κοιλίας ῥεῦμα ἵστησι.
1.84 84 πτελέας τὰ φύλλα καὶ οἱ ἀκρεμόνες καὶ ὁ φλοιὸς στυπτικά. ποιεῖ δὲ τὰ φύλλα πρὸς λέπραν λεῖα σὺν ὄξει ἐπιπλαττόμενα καὶ τραύματα κολλᾷ, μᾶλλον δὲ ὁ φλοιὸς ἀντὶ ἐπιδέσμου περιειλούμενος ἐστι γὰρ ἱμαντώδης. ὁ δὲ παχύτερος φλοιὸς σύν οἴνῳ ἤ ὕδατι ψυχρῶ ποθεὶς οὐγγίας μιᾶς πλῆθος ἄγει φλέγμα. τὸ δὲ ἀφέψημα τῶν ῥιζῶν ἤ τῶν φύλλων καταντλούμενον τά κατάγματα πωροῖ τάχιον. τὸ δὲ ἐν τοῖς θυλακίοις κατὰ τὴν πρώτην ἐκβλάστησιν εὑρισκόμενον ὑγρὸν στιλβοῖ πρόσωπον ἐπιχριόμενον, ξηραινόμενον δὲ τὸ ὑγρὸν τοῦτο ἀναλύεται εἰς θηρία κωνωποειδῆ.
1.85 85 καλάμων ὁ μέν τις καλεῖται ναστός, ἐξ οὖ τὰ βέλη γίνεται, ὁ δέ τις θῆλυς, ἐξ οὖ αἱ γλῶτται τοῖς αὐλοῖς κατασκευάζονται· ἄλλος δὲ συριγγίας, παχύσαρκος, πυκνογόνατος, εἰς βιβλιογραφίαν ἐπιτήδειος, ὁ δέ τις παχύς καὶ κοῖλος, παρὰ ποταμοῖς φυόμενος, ὃς καὶ δόναξ καλεῖται, ὑπό τινων δὲ Κύπριος, καὶ ἕτερος φραγμίτης, ὑπόλευκος, λεπτός, πᾶσι γνώριμος, οὖ ἡ ῥίζα καταπλασθεῖσα λεία καθ᾿ ἑαυτὴν καὶ σύν βολβοῖς ἐπισπᾶται σκόλοπας καὶ ἀκίδας, σύν ὄξει δὲ στρέμματα καὶ ὀσφύος ἀλγήματα παρηγορεῖ. τὰ δὲ φύλλα κοπέντα χλωρά καὶ ἐπιτεθέντα ἐρυσιπέλατά τε καὶ τὰς ἄλλας φλεγμονὰς ἰᾶται. ὁ δὲ φλοιὸς ἀλωπεκίας θεραπεύει καεὶς καὶ μετ᾿ ὄξους καταπλασθείς. ἡ δὲ ἀνθήλη τῶν καλάμων ἐμπεσοῦσα ταῖς ἀκοαῖς κώφωσιν ἐργάζεται. δύναται δὲ τὰ αὐτὰ καὶ ὁ Κύπριος λεγόμενος κάλαμος ποιεῖν.
1.86 86 πάπυρος γνώριμος πᾶσιν, ἀφ᾿ ἧς ὁ χάρτης κατασκευάζεται, εὔχρηστος δὲ εἰς τὴν ἰατρικὴν χρῆσιν, πρὸς ἀναστόμωσιν συρίγγων σκευασθεῖσα διάβροχος περιειλουμένου λίνου ἄχρι ξηρασίας· στεγνουμένη γάρ καὶ καθιεμένη ἐμπίπλαται ὑγρασίας καὶ ἐξοιδοῦσα διανοίγει τὰς σύριγγας. ἔχει δέ τι ἡ ῥίζα αὐτῆς καὶ τρόφιμον· διαμασώμενοι γοῦν αὐτὴν οἱ ἐν Αἰγύπτῳ ἀποχυλίζουσιν ἐκπτύοντες τὸ διαμάσημα, χρῶνται δὲ καὶ ἀντὶ ξύλων αὐταῖς. ἡ δὲ κεκαυμένη πάπυρος ἄχρι τεφρώσεως δύναται νομάς ἐπέχειν τάς ἐν στόματι καὶ παντὶ μέρει· βέλτιον δὲ ὁ χάρτης καεὶς δρᾷ τὸ τοιοῦτον.
1.87 87 μυρίκη δένδρον ἐστὶ γνώριμον, παρὰ λίμναις καὶ τοῖς στασίμοις ὕδασι φυόμενον, καρπὸν ὡσπερεὶ ἄνθος φέρουσα βρυῶδες κατὰ τὴν σύστασιν. γεννᾶται δέ τις ἐν Αἰγύπτῳ καὶ Συρίᾳ ἥμερος, κατὰ τὰ ἄλλα ὁμοίας οὖσα τῇ ἀγρίᾳ. καρπὸν δὲ φέρουσα ἐμφερῆ κηκίδι, ἀνώμαλον, στύφοντα τῇ γεύσει, ἁρμόζοντά τε ἀντὶ κηκίδος εἰς τὰ ὀφθαλμικὰ καὶ στοματικὰ καὶ πρὸς αἵματος πτύσεις ἐν ποτῷ καὶ κοιλιακοῖς καὶ ῥοικαῖς γυναιξὶ καὶ ἰκτέρῳ καὶ φαλαγγιοδήκτοις, οἰδήματά τε στέλλει καταπλασβείς· καὶ ὁ ξλοιὸς δὲ τὰ αὐτὰ τῳ καρπῷ ποιεῖ.
1.88 88 ἐρείκη δένδρον ἐστὶ θαμνῶδες, ὅμοιον μυρίκῃ, μικρόγάζονται δὲ πολλῷ, οὖ τῳ ἄνθει αἱ μέλιτται χρώμεναι μέλι ἐργάζονται οὐ σπουδῇ.
1.89 89 ἀκακαλλὶς θάμνου καρπός ἐστι γεννωμένου ἐν Αἰγύπτῳ, ἐοικώς κατά τι τῷ τῆς μυρίκης καρπῷ, οὖ τὸ ἀπόβρεγμα μείγνυται κολλυρίοις τοῖς πρὸς ὀξυδερκίαν ἁρμάζουσιν.
1.90 90 ῥάμνος θάμνος ἐστὶ περὶ φραγμούς φυόμενος, ῥάβδους ἔχων ὀρθὰς καὶ ἀκάνθας ὥσπερ ὀξυάκανθα, φύλλα δ᾿ ὑπομήκη, ὑπολίπαρα, μαλακά. ἔστι δὲ καὶ ἑτέρα παρά ταύτην λευκοτέρα, ἐστι δὲ καὶ τρίτη μελάντερα ἔχουσα τά φύλλα καὶ πλατύτερα σύν τῳ ἠρέμα ἐρυθραίνεσθαι, ῥάβδους μακράς πήχεων ὡς πέντε καὶ μᾶλλον ἀκανθώδεις· ἦττον δὲ στερεάς καὶ ἐπάκμους ἔχει τάς ἀκάνθας. καρπὸς δὲ πλατύς, λεπτός, ὡς θυλακώδης, ἐοικώς σφονδύλῳ.
1.90 90 RV: ῥάμνος οἱ δὲ Περσεφόνιον, οἱ δὲ λευκάκανθα, Ῥωμαῖοι σπίνα ἄλβα, οἱ δὲ σπίνα κερβάλις, Ἄφροι ἀταδίμ. θάμνος ἐστὶν ἀρθός, ἔχων ῥάδους καὶ ἀκάνθας ὥσπερ ὀξυάκανθα, φύλλα μακρά, ὑπομήκη, ὑπολίπαρα, μαλακά. ἐστι δὲ καὶ ἑτέρα λευκοτέρα καὶ τάς ῥάβδους ἔχουσα μακροτέρας μὲν καὶ ἀκανθώδεις, ἧττον δὲ στερεάς, τὸν δὲ καρπὸν λευκόν, κοινῶς λεπτόν, θυλακώδη. φύονται δὲ περὶ φραγμοῖς. τὰ δὲ φύλλα αὐτῶν λέγεται ποιεῖν καταπλασσόμενα πρὸς ἐρυσιπέλατα καὶ ἕρπητας.
1.91 91 ἅλιμον θάμνος ἐστὶ φραγμίτης, ὅμοιος ῥάμνῳ, οὐκ ἔχων ἀκάνθας, φύλλα δὲ ἐλαίας παραπλήσια, πλατύτερα μέντοι· φύεται ἐν παραθαλασσίοις τόποις καὶ φραγμοῖς. λαχανεύεται δὲ αὐτῆς τὰ φύλλα ἑψόμενα εἰς βρῶσιν. τῆς δὲ ῥίζης δραχμῆς μιᾶς ὁλκὴ ποθεῖσα σύν μελικράτῳ σπάσματα καὶ ῥήγδραχμῆς καὶ στρόφους πραύνει καὶ γάλα κατασπᾷ.
1.92 92 παλίουρος γνώριμος θάμνος ἀκανθώδης, στερεός, οὖ τὸ σπέρμα λιπαρὸν καὶ γλινῶδες εὐρίσκεται· ὅπερ πινόμενον βηξὶν ἀρήγει καὶ τούς ἐν κύστει λίθους θρύπτει καὶ πρὸς ἑρπετῶν δήγματα ποιεῖ, τὰ δὲ φύλλα καὶ ἠ ῥίζα στυπτικά, ὧν τὸ ἀφέψημα ποθὲν κοιλίαν ἵστησιν, οὖρά τε ἄγει καὶ θανασίμοις καὶ θηριοδήκτοις βοηθεῖ, διαφορεῖ δὲ πάντα τὰ πρόσφατα φύματα καὶ οἰδήματα ἡ ῥίζα λεία ἐπιπλασθεῖσα.
1.93 93 ὀξυάκανθα· οἱ δὲ πυρῆνα, οἱ δὲ πυρακάνθην καλοῦσι. δένδρον ἐστὶ παραπλήσιον ἀχράδι, μικρότερον δὲ καὶ ἀκανθῶδες ἄγαν· καρπὸν δὲ φέρει μύρτῳ ἐμφερῆ, ἁδρόν, ἐρυθρόν, εὔθρυπτον, ἔνδοθεν πυρῆνας ἔχοντα, ῥίζαν πολυσχιδῆ καὶ βαθεῖαν.
1.94 94 κυνόσβατος· οἱ δὲ ὀξυάκανθαν καλοῦσι. θάμνος ἐστὶ βάτου πολλῷ μείζων, δενδρώδης. φύλλα φέρει πλατύτερα μυρσίνης, ἄκανθαν δὲ περὶ ταῖς ῥάβδοις ἰσχυράν, ἄνθος λευκόν, καρπὸν ἐπιμήκη, πυρῆνι ἐλαίας ἐοικότα, ἐν τῷ πεπαίνεσθαι πυρράν, τὰ δὲ ἐντὸς ἐριώδη. ἵστησι δὲ κοιλίαν ὁ καρπὸς ξηρὸς δίχα τοῦ ἐν αὐτῷ ἐριώδους — κακωτικὸν γάρ τῆς ἀρτηρίας τοῦτο — ἐν οἴνῳ ἀποζεννύμενος καὶ πινόμενος.
1.95 95 κύπρος δένδρον ἐστὶ ξύλλα ἔχον περὶ ταῖς ῥάβδοις ἐλαίᾳ παραπλήσια, πλατύτερα δὲ καὶ μαλαώτερα καὶ χλωρότερα, ἄνθη λευκά, βοτρυώδη, εὐώδη, σπέρμα μέλαν, ὅμοιον τῳ τῆς ἀκτῆς. γεννᾶται δὲ ἀρίστη ἐν τῇ Ασκάλωνι καὶ Κανώπῃ.
1.96 96 φιλύρα δένδρον ἐστὶν ὅμοιον κύπρῳ κατὰ μέγεθος, φύλλα δὲ ἐλαίας ὅμοια, πλατύτερα δὲ καὶ μελάντερα. καρπὸν δὲ ἔχει σχίνῳ ἐμφφερῆ, μέλανα, ὑπόγλυκυν, ὡς ἐν βότρυσι κείμενον. ἐν τραχέσι δὲ τόποις γεννᾶται.
1.97 97 κίσθος, δν ἔνιοι κίσθαρον ἤ κίσσαρον καλοῦσι, θάμνος ἐστὶν ἐν πετρώδεσι τόποις φυόμενος, πολύκλαδος, ξυλώδης, οὐχ ὑψηλός, φύλλα ἔχων περιφερῆ. στρυφνά, μέλανα δασέα· ἄνθη ὥσπερ ῥόας, ἐπὶ μὲν τοῦ ἄρρενος ἐμπόρφυρα, ἐπὶ δὲ τοῦ θήλεος λευκά.
1.98 98 ἔθενος κρατίστη ἡ Αἰθιοπική, μέλαινα καὶ μὴ ἔχουσα κτηδόνας, ἐμφερὴς κέρατι εἰργασμένῳ τῇ λειότητι, θλασθεῖσα δὲ πυκνή, δηκτικὴ ἐν τῇ γεύσει καὶ ὑποστύφουσα, τεθεῖσά τε ἐπʼ ἀνθράκων μετʼ εὐωδίας καὶ δίχα καπνοῦ θυμιωμένη. ἡ δὲ πρόσφατος διὰ τὴν λιπαρίαν καὶ ἀνάπτεται πυρὶ προσαφθεῖσα, τριφθεῖσα δὲ ἐπʼ ἀκόνης ὑπόκιρρος γίνεται. ἐστι δέ τις καὶ Ἰνδική, ἔχουσα διαφύσεις λευκὰς καὶ κιρράς καὶ σπίλους ὁμοίως πυκνούς, πλὴν βελτίων ἡ πρώτη. ἔνιοι δὲ τὰ ἀκάνθινα ἢ καὶ συκάμινα καλούμενα ξύλα, ἐμφερῆ ὄντα, ἀντὶ ἐβένου πωλοῦσι· διαγινώσκεται δὲ ἐκ τοῦ χαῦνά τε εἶναι καὶ κατὰ σχίδακας μικρὰς ἀπολύεσθαι ἐμπορφύρους τῷ χρώματι, μηδὲν δὲ δηκτικὸν ἔχειν ἐν τῇ γεύσει ἢ ἐν τῇ θυμιάσει εὐῶδες.
1.99 99 ῥόδα ψύχει, στύφει, τὰ δὲ ξηρὰ μᾶλλον στύφει. χυλίζειν δὲ δεῖ τὰ ἁπαλὰ ἀποψαλίσαντας τὸν ὄνυχα καλούμενον, ὅπερ ἐστὶ τὸ λευκὸν τὸ ἐν τῳ φύλλῳ, τὸ δὲ λοιπὸν ἐκθλίβειν καὶ τρίβειν ἐν σκιᾷ ἐν θυίᾳ, ἄχρις οὗ συστραρῇ, οὕτως τε ἀποτίθεσθαι εἰς τὰς ὀφθαλμικὰς περιχρίσεις. ξηραίνεται δὲ τὰ φύλλα ἐν σκιᾷ συνεχῶς στρεφόμενα, ἵνα μὴ εὐρωτιάσῃ. ποιεῖ δὲ τῶν ξηρῶν ἑψηθέντων ἐν οἴνῳ τὸ ἀπόθλιμμα πρὸς ἄλγημα κεφαλῆς, ὀφθαλμῶν, ὤτων, οὔλων, δακτυλίου ἀπευθυσμένου, ἐντέρου μήτρας πτερῷ ἐγχριόμενον καὶ προσκλυζόμενον.
1.100 s100 λύκιον, ὃ ἔνιοι πυξάκανθαν καλοῦσι, δένδρον ἐστὶν ἀκανθῶδες, ῥάβδους ἔχον τριπήχεις ἢ καὶ μείζονας, περὶ ἃς τὰ φύλλα πύξῳ ὅμοια, πυκνά. καρπὸν δὲ ἔχει ὡς πέπερι, μέλανα, πυκνόν, πικρὸν λίαν, καὶ τὸν φλοιὸν δὲ ὠχρόν, ὅμοιον τῳ διεθέντι λυκίῳ, ῥίζας δὲ πολλάς, πλατείας, ξυλώδεις. φύεται δὲ πλεῖστον ἐν Καππαδοκίᾳ καὶ Λυκίᾳ, καὶ ἐν ἄλλοις δὲ τόποις πολλοῖς· τραχέα δὲ φιλεῖ χωρία.
1.101 101 ἀκακία φύεται ἐν Αἰγύπτῳ. ἄκανθα δέ ἐστι δενδρώδης, θαμνώδης, οὐκ ἀρθοφυήῆς, ἄνθος ἔχουσα λευκόν, καρπὸν δὲ ὥσπερ θέρμου, λευκόν, ἐν λοβοῖς κείμενον, ἐξ οὗ καὶ ἐκθλίβεται τὸ χύλισμα ξηραινόμενον ἐν ἡλίῳ, μέλαν μὲν ἐκ τοῦ πεπείρου καρποῦ, ὑπόκιρρον δὲ ἐκ τοῦ ὠμοῦ. ἐκλέγου δὲ τὸ ἡρέμα ἔγκιρρον, εὐῶδες, ὡς ἐν ἀκακίᾳ. χυλίζουσι δέ τινες καὶ τὰ φύλλα σὺν τῳ καρπῷ· καὶ τὸ κόμμι δὲ ἐκ τῆς αὐτῆς ἀκάνθης γεννᾶται.
1.102 102 ἀμόργη ὑποστάθμη ἐστὶν ἐλαίας τῆς ἐκθλιβομένης, ἥτις ἑψηθεῖσα ἐν χαλκῷ Κυπρίῳ μέχρι μελιτώδους συστάσεως στύφει, ποιοῦσα πρὸς ἃ καὶ τὸ λύκιον, ἐκ περισσοῦ δὲ καὶ πρὸς ὀδονταλγίας, τραύματά τε περιχριομένη μετʼ ὄξους ᾒ οἴνου οἰνομέλιτος. μείγνυται δὲ καὶ ὀφθαλμικαῖς δυνάμεσι καὶ ἐμπλαστικαῖς, παλαιουμένη τε βελτίων γίνεται, ἔγκλυσμά τε αἰδοίῳ καὶ ἕδρᾳ καὶ μήτρᾳ εἱλκωμέναις ἐστὶ χρήσιμον. ἐκβάλλει δὲ καὶ τοὺς ἐφθαρμένους ὀδόντας σὺν ὀμφακίῳ ἑψηθεῖσα ἄχρι μελιτώδους συστάσεως καὶ περιπλασθεῖσα, ψώρας τε κτηνῶν σὺν θέρμων ἀποβρέγματι καὶ χαμαιλέοντος καταχριομένη θεραπεύει. ἡ δὲ ἀνέψητος καὶ πρόσφατος ποδαγρικούς καὶ ἀρθριτικοὺς ὠφελεῖ θερμὴ καταντληθεῖσα, ἐγχριομένη δὲ εἰς κώδιον καὶ ἐπιτιθεμένη ἐπὶ τῶν ὑδρωπικῶν στέλλει τὸν ὄγκον.
1.103 103 ἄγνος ᾔ λύγος θάμνος ἐστὶ δενδρώδης, παρὰ ποταμοῖς τραχέσι τε τόποις καὶ χαράδραις φυόμενος, ῥάβδους ἔχων δυσθραύστους, φύλλα δὲ ὡσπερεὶ ἐλαίας, ἁπαλώτερα δέ. τὸ δ᾿ ἄνθος ἡ μέν τις λευκὸν σὺν τῳ ὑποπορφυρίζοντι ἡ δὲ πορφυροῦν φέρει, σπέρμα δὲ ὡς πέπερι.
1.104 104 ἰτέα δένδρον ἐστὶ γνώριμον, οὗ ὁ καρπὸς καὶ τὰ φύλλα καὶ ὁ φλοιὸς καὶ ὁ χυλὸς στυπτικὴν ἔχει δύναμιν. ἁρμόζει δὲ τὰ φύλλα λεῖα μετʼ ὀλίγου πεπέρεως καὶ οἴνου ποθέντα εἰλεώδεσι, καθʼ ἑαυτὰ δὲ σὺν ὕδατι λημφθέντα ἀσυλλημψίαν κατεργάζεται. ὁ δὲ καρπὸς ποθεὶς αἱμοπτυικοὺς ὠφελεῖ. καὶ ὁ φλοιὸς δὲ τὰ αὐτὰ δρᾷ, καεὶς δὲ καὶ φυραθεὶς ὄξει ἥλους καὶ τύλους αἴρει καταπλασθείς. ὁ δὲ ἐκ τῶν φύλλων καὶ τοῦ φλοιοῦ χυλὸς ἐν κελύφει ῥόας θερμανθεὶς μετὰ ῥοδίνου ὠταλγίαις ἀρήγει· καὶ τὸ ἀφέψημα δὲ αὐτῶν κατάντλημα πόδάγρας ἄριστον, σμήχει δὲ καὶ πίτυρα. λαμβάνεται δὲ καὶ ὀπὸς ἐξ αὐτῆς ἐντεμνομένου τοῦ φλοιοῦ κατὰ τὴν ἄνθησιν· ἔσω γὰρ εὑρίσκεται συνεστώς. δύναμιν δὲ ἔχει σμηκτικὴν τῶν ἐπισκοτούντων ταῖς κόραις.
1.105 105 ἄγριελαία, ἣν ἔνιοι κότινον καλοῦσιν, οἱ δὲ Αἰθιοπικὴν ἐλαίαν, ἔχει τὰ φύλλα στυπτικά. λεῖα δὲ καταπλασθέντα ἐφεκτικά ἐστιν ἐρυσιπελάτων, ἑρπήτων, ἐπινυκτίδων, ἀνθράκων, νομῶν, παρωνυχιῶν, περιχαρακτικά τε ἐσχαρῶν σὺν μέλιτι καταπλασσόμενα· ἀνακαθαίρει δὲ καὶ τὰ ῥυπαρὰ ἕλκη, διαφορεῖ καὶ φύγεθλα καὶ φλεγμονὰς σὺν μέλιτι καταπλασθέντα, καὶ δέρμα κεφαλῆς ἀποσπασθὲν παρακολλᾷ ἰᾶται δὲ καὶ τὰ ἐν στόματι ἕλκη καὶ ἄφθας διαμασηθέντα, καὶ ὁ χυλὸς δὲ αὐτῶν καὶ τὸ ἀφέψημα τὸ αὐτὸ ποιεῖ.
1.106 106 δρῦς πᾶσα στυπτικὴν ἔχει δύναμιν, μάλιστα δὲ αὐτῆς στύφει τὸ μεταξὺ τοῦ φλοιοῦ καὶ τοῦ πρέμνου ὑμενοειδές, ὁμοίως καὶ τὸ περὶ τῇ βαλάνῳ ὑπὸ τὸ κέλυφος. δίδοται δὲ τὸ ἀφέψημα αὐτῶν κοιλιακοῖς καὶ δυσεντερικοῖς καὶ αἱμοπτυικοῖς, καὶ ἐν πεσσοῖς λεῖον προστίθεται ῥοικαῖς γυναιξί. καὶ αἱ βάλανοι τὰ αὐτὰ ποιοῦσιν· εἰσὶ δὲ καὶ οὐρητικαὶ καὶ κεφαλαλγεῖς βιβρωσκόμεναι καὶ πνευματοῦσαι. ἁρμόζουσι δὲ πρὸς τὰ ἰοβόλα ἐσθιόμεναι, καὶ τὸ ἀφέψημα δὲ αὐτῶν καὶ τοῦ φλοιοῦ βοηθεῖ τοξικῷ μετὰ γάλακτος βοείου πινόμενον.
1.107 107 κηκὶς καρπός ἐστι δρυός, ἦς ἡ μέν τις ὀμφακῖτις καλουμένη μικρὰ καὶ κονδυλώδης, στιβαρά, ἀτρύπητος, ἡ δέ τις λεία καὶ κούφη καὶ τετρημένη. ἐκλέγεσθαι δὲ δεῖ τὴν ὀμφακῖτιν, ἐνεργεστέραν οὖσαν.
1.108 108 ῥοῦς ὁ ἐπὶ τὰ ὄψα, ὃν ἔνιοι ἐρυθρὸν καλοῦσι, καρπός ἐστι τῆς καλουμένης βυρσοδεψικῆς ῥοός, ἥτις ὠνομάσθη ἐκ τοῦ τοὺς βυρσοδέψας αὐτῇ χρῆσθαι εἰς τὴν στύψιν τῶν δερμάτων. ἔστι δὲ δενδρύφιον, φυόμενον ἐπὶ πέτραις, ὡς δίπηχυ, ἐφʼ οὗ φύλλα ἐπιμήκη, ὑπέρυθρα, τὴν περιφέρειαν ἐντετμημένα πριονοειδῶς καρπὸς δὲ βοτρυδίοις ἐοικώς, πυκνός, κατὰ μέγεθος τερμίνθου, ὑπόπλατυς, οὗ τὸ περικείμενον φλοιῶδές ἐστιν εὔχρηστον.
1.109 109 φοῖνιξ ἐν Αἰγύπτῳ γίνεται· τρυγᾶται δὲ μεσοπορούσης τῆς κατὰ τὴν ὀπώραν ἀκμῆς, παρεμφέρων τῇ Ἀραβικῇ μυροβαλάνῳ, πτῶμα δὲ λέγεται, τῷ χρώματι χλωρός, ἐμφερὴς κυδωνίῳ κατὰ τὴν ὀσμήν· εἰ δὲ ἀφεθείη πεπαινόμενος, γίνεται φοινικοβάλανος.
1.110 110 ῥόα πᾶσα εὔχυλος, εὐστόμαχος, ἄτροφος. τούτων μέντοι ἡ γλυκεῖα εὐστομωτέρα, θερμασίαν ποσὴν ἐγγεννῶσα περὶ στόμαχον καὶ πνευματοῦσα, ὅθεν ἐστὶν ἐπὶ τῶν πυρεσσόντων ἄθετος ἡ δὲ ὀξεῖα καυσουμένῳ στομάχῳ βοηθεῖ, καὶ ἔστιν οὐρητική, ἄστομος δὲ καὶ στυπτική· ἡ δὲ οἰνώδης μέσην ἔχει δύναμιν.
1.111 111 βαλαύστιόν ἐστιν ἄνθος ἀγρίας ῥόας. εἴδη δέ ἐστιν αὐτοῦ πλείονα· εὑρίσκεται γὰρ καὶ λευκὸν καὶ πυρρὸν καὶ ῥοδόχρουν· ἔοικε δὲ κυτίνῳ ῥόας. χυλίζεται δὲ ὡς καὶ ἡ ὑποκιστίς. δύναμιν δὲ ἔχει στυπτικήν, ποιοῦσαν πρὸς ἂ καὶ ἡ ὑποκιστὶς καὶ ὁ κύτινος.
1.112 112 μυρσίνη ἡ ἥμερος πρὸς μὲν τὴν ἰατρικὴν χρῆσιν ἡ μέλαινα τῆς λευκῆς ἁρμοδιωτέρα, καὶ ταύτης μᾶλλον ἡ ὀρεινή, τὸν μέντοι καρπὸν ἀτονώτερον ἔχει.
1.113 113 κεράσια καὶ αὐτὰ μὲν χλωρὰ λαμβανόμενα εὐκοίλια τυγχάνει, ξηρὰ δὲ ἵστησι κοιλίαν. τὸ δὲ κόμμι τῶν κεράσων βῆχα χρονίαν ἰᾶται λαμβανόμενον μετὰ κράματος, εὔχροιάν τε καὶ ὀξυδερκίαν καὶ ὄρεξιν ποιεῖ· ὠφελεῖ δὲ καὶ λιθιῶντας μετʼ οἴνου πινόμενον.
1.114 114 κεράτια χλωρὰ μὲν λαμβανόμενα κακοστόμαχα τυγχάνει καὶ κοιλίας λυτικά, ξηρανθέντα δὲ ἵστησι κοιλίαν, εὐστομαχώτερα ὄντα, καὶ διουρεῖται, μάλιστα δὲ τὰ ἐκ τῶν στεμφύλων συντιθέμενα.
1.115 115 μηλέας πάσης τὰ φύλλα καὶ τὰ ἄνθη καὶ οἱ βλαστοὶ στύφουσι, μάλιστα δὲ τῆς κυδωνίας. καὶ ὁ καρπὸς ἔνωμος μὲν στυπτικὸς καθέστηκε, πεπανθεὶς δὲ οὐχ ὁμοίως. τὰ δὲ τοῦ ἔαρος ἀκμάζοντα μῆλα χολοποιά, ἄθετα τῷ νευρώδει παντί, ἐμπνευματοῦντα.
1.116 116 ἀπίου δὲ πολλὰ εἴδη. πᾶσαι δὲ στύφουσιν, ὅθεν εἰς τὰ ἀποκρουστικὰ καταπλάσματα ἁρμόζουσιν. τὸ δὲ ἀφέψημα αὐτῶν ξηρανθεισῶν καὶ αὐταὶ δὲ λαμβανόμεναι ὠμαὶ κοιλίαν ἱστᾶσι· βλάπτουσι δὲ ἐσθιόμεναι τοὺς νήστεις. ἡ δὲ ἀχρὰς εἶδός ἐστιν ἀγρίας ἀπίου βραδέως πεπαινόμενον. δύναμιν δὲ ἔχει στυπτικωτέραν τῆς ἀπίου ὅθεν καὶ πρὸς τὰ αὐτὰ ἁρμόζει· στύφει δὲ καὶ τὰ φύλλα αὐτῆς. ἡ δὲ ἐκ τοῦ ξύλου αὐτῶν τέφρα βοηθεῖ ἐνεργῶς τοῖς ὑπὸ μυκήτων πνιγομένοις. φασὶ δέ τινες ὅτι, κἂν συνεψήσῃ τις ἀχράδας μύκησιν, ἀβλαβεῖς αὐτοὺς γίνεσθαι.
1.117 117 λωτὸς τὸ δένδρον φυτόν ἐστιν εὐμέγεθες, καρπὸν δὲ φέρει μείζονα πεπέρειως, γλυκύν, βρώσιμον, εὐστόμαχον, κοιλίας στεγνωτικόν. τῶν δὲ πρισμάτων τοῦ ξύλου τὸ ἀφέψημα πινόμενον καὶ ἐγκλυζόμενον βοηθεῖ δυσεντερικοῖς καὶ γυναιξὶ ῥοικαῖς. ξανθίζει δὲ καὶ τρίχας καὶ ἐπέχει δεούσας.
1.118 118 μέσπιλον τὸ δένδρον, ὃ παρʼ ἐνίοις ἀρωνία καλεῖται, ἀκανθῶδές ἐστιν, ὅμοιον τοῖς φύλλοις πυρακάνθῃ, καρπὸν δὲ φέρει μικρόν, στρογγύλον , μήλῳ ὅμοιον, πλατὺν ἔχοντα τὸν πυθμένα, ἡδύν, ἔχοντα τρία ὀστάρια ἔνδοθεν, παρʼ ὃ καὶ τρίκοκκόν τινες αὐτὸν ὠνόμασαν. στύφει δὲ καὶ βιβρωσκόμενός ἐστιν εὐστόμαχος, κοιλίας στεγνωτικός.
1.119 119 κρανία δένδρον ἐστὶν ἁδρόν, καρπὸν φέρον ὡς ἐλαίας, ἐπιμήκη, χλωρὸν τὸ πρῶτον, πεπαινόμενον δὲ ξανθὸν ἢ κηροειδῆ, ἐδώδιμον, στύφοντα, ἁρμόζοντα πρὸς κοιλίας ῥύσιν καὶ δυσεντερίαν, συντιθέμενον καὶ εἰς ἕψημα καὶ εἰς βρῶσιν καὶ ἁλμεύεται δὲ ὡς ἐλαία. ὁ δʼ ἐ κ τῶν χλωρῶν ξύλων ἰχὼρ καιομένων πρὸς λειχῆνας καταχριόμενος ποιεῖ .
1.120 120 οὖα τὰ μηλίζοντα καὶ μήπω πέπειρα τμηθέντα καὶ ξηρανθέντα ἐν ἡλίῳ σταλτικὰ γίνεται κοιλίας ἐσθιόμενα· καὶ τὸ ἐξ αὐτῶν δὲ ἄλευρον ἀλεσθέντων ἀντὶ ἀλφίτου λαμβανόμενον καὶ τὸ ἀφέψημα δὲ αὐτῶν πινόμενον τὸ αὐτὸ ποιεῖ.
1.121 121 κοκκυμηλέα δένδρον ἐστὶ γνώριμον, οὗ ὁ καρπὸς ἐδώδιμος, κακοστόμαχος, κοιλίας μαλακτικός· τῶν δὲ Συριακῶν καὶ μάλιστα τῶν ἐν Δαμασκῷ γεννωμένων ὁ καρπὸς ξηρανθεὶς εὐστόμαχος καὶ κοιλίας σταλτικός. τὸ δὲ ἀφέψημα τῶν φύλλων ἐν οἴνῳ σκευαζόμενον καὶ ἀναγαργαριζόμενον κιονίδα καὶ οὖλα καὶ παρίσθμια ῥευματιζόμενα σνέλλει. τὰ δὲ αὐτὰ παρέχει καὶ ὁ τῶν ἀγρίων κοκκυμηλέων καρπὸς πέπειρος ξηρανθείς, ἑψηω δὲ μετὰ ἑψήματος εὐστομαχώτερος καὶ σταλτικώτερος κοιω γίνεται. τὸ δὲ κ όμμ ι τῆς κοκκυμηλέας ἐστὶ κολλητικόν, λίθων θρυπτικὸν πινόμενον σὺν οἴνῳ, σὺν ὄξει δὲ ἐπιχριόμενον λειχῆνας τοὺς ἐπὶ παιδίων θεραπεύει.
1.122 122 κόμαρ ος δένδρον ἐστὶ παρόμοιον κυδωνίᾳ, λεπτόφλοιον, καρπὸν ἔχον ὡς κοκκυμήλου μέγεθος, ἀπύρηνον, μεμαίκυλα καλούμενον πεπανθέντα δὲ ὑπόκιρρον, ἐσθιόμενον ἀχυρώδη, κακοστόμαχον καὶ κεφαλαλγῆ.
1.123 123 ἀμυγδάλης πικρᾶς ἡ ῥίζα λεία ἑψηθεῖσα ἐφήλεις τάς ἐν προσώποις ἀποκαθαίρει· καὶ αὐτὰ δὲ τὰ ἀμύγδαλα καταπλασθέντα τὰ αὐτὰ ποιεῖ, προστιθέμενα δὲ ἄγει καταμήνια, καὶ κεφαλαλγίαις ἀρήγει τοῦ μετώπου καταπλασσομένου μετʼ ὄξους καὶ ῥοδίνου, καὶ πρὸς ἐπινυκτίδας σὺν οἴνῳ, πρὸς δὲ σηπεδόνας καὶ ἕρπητας καὶ κυνόδηκτα σὺν μέλιτι ἁρμόζει ἐσθιόμενα δέ ἐστιν ἀνώδυνα, μαλακτικὰ κοιλίας, ὑπνωτικά, οὐρητικὰ καὶ πρὸς αἵματος ἀναγωγὴν μετὰ ἀμύλου καὶ ἡδυόσμου λαμβανόμενα, πρὸς δὲ νεφριτικοὺς καὶ περιπνευμονικοὺς σὺν ὕδατι πινόμενα ἤ ἐκλειχόμενα σὺν ῥητίνῃ τερεβινθίνῃ δυσουροῦσι δὲ καὶ λιθιῶσι σὺν γλυκεῖ βοηθεῖ, καὶ ἡπατικοῖς καὶ βηξὶ καὶ κόλου ἐμπνευματώσεσι σὺν μέλιτι καὶ γάλακτι ἐκλειχόμενα καρύου Ποντικοῦ μέγεθος.
1.2 ἔστι δὲ καὶ ἀμέθυστα προλαμβανόμενα 2 ὅσον πέντε κτείνει δὲ καὶ ἀλώπεκας βρωθέντα σύν τινι. τὸ δὲ κόμμι αὐτῆς στύφει καὶ θερμαίνει καὶ βοηθεῖ πρὸς αἵματος ἀναγωγὴν πινόμενον καὶ ἐπιχριόμενον δὲ σὺν ὄξει λειχῆνας ἐπιπολαίους αἴρει· ἰᾶται καὶ βῆχα χρονίαν μετὰ κράματος ποθέν, λιθιῶντας δὲ ὠφελεῖ σὺν γλυκεῖ πινόμενον. ἡ δὲ γλυκεῖα καὶ ἐδώδιμος ἀμυγδάλη κατὰ πολὺ ἥσσων ἐστὶν ὡς πρὸς ἐνέργειαν τῆς πικρᾶς. καὶ αὐτὴ δὲ λεπτυντική, οὐρητική. βρωθέντα δὲ σὺν τῷ λέπει τὰ ἀμύγδαλα χλωρὰ στομάχου πλάδον ἀποκαθίστησιν.
1.124 124 πιστάκια τὰ γεννώμενα ἐν Συρίᾳ ὅμοια στροβίλοις, εὐστόμαχα. ἐσθιόμενα δὲ καὶ πινόμενα ἐν οἴνῳ λεῖα ἑρπετοδήκτοις βοηθεῖ.
1.125 125 κάρυα βασιλικά, ἃ ἔνιοι Περσικὰ καλοῦσιν, ἐσθιόμενα δύσπεπτα, κακοστόμαχα, χολοποιά, κεφαλαλγῆ, βήσσουσιν ἐναντία. χρήθιμα δὲ βιβρωσκόμενα πρὸς ἐμέτους νήστει, καὶ θανασίμων φαρμάκων ἀντιφ άρμακον προδρωθέντα σὺν ἰσχάσι καὶ πηγάνῳ, πλείονα δὲ βρωθέντα πλατεῖαν ἕλμινθα ἐκτινάσσει· ἐπιπλάττεται δὲ καὶ μαστοῖς φλεγμαίνουσι καὶ στρέμμασι σὺν ὀλίγῳ μέλιτι καὶ πηγάνῳ. μετὰ δὲ κρομύου καὶ ἁλὸς καὶ μέλιτος πρὸς κυνόδηκτα καὶ ἀνθρωπόδηκτα ποιεῖ, πυρωθέντα δὲ σὺν τῷ κελύσει καὶ ἐπιτεθέντα τῷ ὀμφ αλῷους στρόφ ους παύει.
1.126 126 μορέα ἢ συκάμινον δένδρον ἐστὶ γνώριμον, οὗ ὁ καρπὸς λυτικὸς κοιλίας, εὔφθαρτος, κακοστόμαχος. καὶ ὁ ἐξ αὐτοῦ δὲ χυλὸς τὰ αὐτὰ δρᾷ, ἑψηθεὶς δὲ ἐν χαλκώματι ἢ ἡλιασθεὶς στυπτικώτερος γίνεται. μιγέντος δὲ αὐτῷ ὀλίγου μέλιτος ποιεῖ πρὸς ῥεύματα καὶ νομὰς καὶ παρίσθμια φλεγμαίνοντα ἐπιτείνεται δὲ καὶ ἡ δύναμις αὐτοῦ παραμιγείσης στυπτηρίας σχιστῆς καὶ κηκίδος καὶ κυπέρου καὶ σμύρνης καὶ κρόκου, ἔτι δὲ καὶ μυρίκης καρποῦ καὶ ἴριδος καὶ λιβανωτοῦ. τὰ δὲ ἄωρα μόρα ξηρά κοπέντα ἀντὶ ῥοὸς τοῖς ὄψοις μείγνυται καὶ κοιλιακοὺς ὀνίνησιν.
1.127 127 συκόμορον. ἔνιοι δὲ καὶ τοῦτο συκάμινον καλοῦσι. καλεῖται δὲ καὶ ὁ ἀπʼ αὐτοῦ καρπὸς συκόμορον διὰ τὸ ἄστομον τῆς γεύσεως. δένδρον δέ ἐστι μέγα, ὅμοιον συκῇ, πολύοπον σφόδρα, τοῖς φύλλοις ἐοικὸς μορέᾳ. φέρει δὲ καρπὸν τρὶς ἢ τετράκις τοῦ ἔτους, οὐκ ἀπὸ τῶν ἀκρεμόνων ὡς ἐπὶ τῆς συκῆς, ἀπὸ δὲ τοῦ στελέχους, ὅμοιον ἐρινεῷ, γλυκύτερον ὀλύνθου, οὐκ ἔχοντα δὲ κεγχραμίδας μηδὲ πεταινόμενον δίχα τοῦ ἐπικνισθῆναι ὄνυχι ἥ σιδήρῳ.
1.128 128 σῦκα πέπειρα τὰ ἁπαλὰ κακοστόμαχα, κοιλίας λυτικα — ῥᾳδίως δὲ ὁ ἐξ αὐτῶν ῥευματισμὸς ἵσταται—, ἐξανθημάτων καὶ ἱδρώτων προκλητικά, ἄδιψα δὲ καὶ σβεστικὰ θερμασίας. τὰ δὲ ξηρὰ τρόφιμα, θερμαντικά, διψητικώτερα, εὐκοίλια, ἄθετα δὲ ῥευματισμοῖς στομάχου καὶ κοιλίας, βρόγχῳ δὲ καὶ ἀρτηρίᾳ καὶ κύστει καὶ νεφροῖς εὔθετα καὶ τοῖς ἐκ μακρονοσίας κακοχροοῦσι καὶ ἀσθματικοῖς καὶ ἐπιλημπτικοῖς καὶ ὑδρωπικοῖς· ἀνακαθαίρει δὲ καὶ τὰ ἐν θώρακι ἀποζεσθέντα σὺν ὑσσώπῳ καὶ ποθέντα, ἁρμόζει δὲ καὶ παλαιαῖς βηξὶ καὶ τοῖς περὶ πνεύμονα χρονίοις πάθεσι, κοιλίαν τε μαλάσσει κοπέντα μετὰ νίτρου καὶ κνήκου καὶ ἐσθιόμενα.
1.129 129 περσα ία δένδρον ἐστὶν ἐν Αἰγύπτῳ, καρπὸν φέρον ἐδώδιμον, εὐστόμαχον, ἐφ᾿ οὗ καὶ τὰ λεγόμενα κρανοκόλαπτα φαλάγγια εὑρίσκεται, μάλιστα δὲ ἐν τῇ Θηβαίδι.
2.preface Ἐν μὲν τῷ πρὸ τούτου βιβλίῳ, φίλτατε Ἄρειε, ὄντι πρώτῳ τῶν περὶ ὕλης ἰατρικῆς ἡμῖν συντεταγμένων, παρεδώκαμεν τὸν περὶ ἀρωμάτων καὶ ἐλαίου καὶ μύρων καὶ δένδρων καὶ τῶν γεννωμένων ἐξ αὐτῶν ὀπῶν τεκοὶ δακρύων καὶ καρπῶν λόγον, ἐν δὲ τούτῳ δευτέρῳ ὄντι ἐπελευσόμεθα περί τε ζῴων καὶ μέλιτος καὶ γάλακτος καὶ στέατος καὶ τῶν λεγομένων σιτηρίων, ἔτι δὲ λαχάνων, ὑποτάξαντες αὐτοῖς ὅσα δριμείᾳ τῶν βοτανικῶν κέχρηται δυνάμει διὰ τὸ συγγένειαν ἔχειν αὐτά, ὥσπερ τὰ σκόρδα καὶ τὰ κρόμυα καὶ νᾶπυ, ἵνα μὴ διαζευχθῇ τῶν ὁμογενῶν ἡ δύναμις.
2.1 1 ἐχῖνος θα λά σσιος εὐστόμαχος, εὐκοίλιος, οὐρητικός, οὗ τὸ ὄστρακον ὠμὸν μείγνυται χρησίμως τοῖς πρὸς τὰς ψώρας ἁρμόζουσι σμήγμασι, κεκαυμένον δὲ καθαίρει τὰ ῥυπαρὰ ἕλκη καὶ καταστέλλει τὰ ὑπερσαρκοῦντα.
2.2 2 καὶ τοῦ χερσαί ίου δὲ ἔχίνου τὸ δέρμα καὲν πρὸς ἀλωπεκίας μετὰ πίσσης ὑγρᾶς καταχριόμενον ἁρμόζει. ἡ δὲ σάρξ σκελετευθεῖσα καὶ πινομένη μετὰ ὁξυμέλιτος βοηθεῖ νεφριτικοῖς καὶ τοῖς ὑπὸ σάρκα ὕδρωψι καὶ σπασμώδεσιν, ἐλεφαντιῶσι, καχέκταις. ξηραίνει δὲ καὶ τοὺς περὶ τὰ σπλάγχνα ῥευματισμούς. καὶ τὸ ὖπαρ δὲ αὐτοῦ ξηρανθὲν ὑπ ὀστράκου ἡλιοκαύστου καὶ ἀποτεθὲν πρὸς τὰ αὐτὰ ὁμοίως διδόμενον ἁρμόζει.
2.3 3 ἱππόκαμπος θαλάσσιόν ἐστι ζῷον μικρόν, οὖ καέντος ἀναλημφ θεῖσα ἡ τέφρα πίσσῃ ὑγρᾶ ἢ ὀξυγγίῳ ἢ ἀμαρακίνῳ μιύρῳ καὶ καταχρισθεῖσα ἀλωπεκίας δασύνει.
2.4 4 πορφύρα καεῖσα δύναμιν ἔχει ξηραντικήν, θμηκτικὴν ὀδόντων, ὑπερσαρκιυμάτων δὲ κατασταλτικήν ἀνακαθαρτικὴν ἑλκῶν καὶ ἀπουλωτικήν.
2.5 5 μύακες διαρέρουσιν οἱ Ποντικοί. καέντες δὲ τὸ αὐτὸ δρῶσι τοῖς κήρυξιν· ἰδιαίτερον δὲ πλυθέντες ὡς μόλιβδος χρησιμεύουσιν εἰς τὰ ὀφθαλμικὰ σὺν μέλιτι, ἐκτήκοντες παχύτητας βλεφάρων καὶ σμήχοντες λευκώματα καὶ τὰ ἄλλως ἐπισκοτοῦντα ταῖς κόραις. ἡ δὲ σὰρξ αὐτῶν κυνοδήκτοις φελίμως ἐπιτίθεται.
2.6 6 τελλῖναι νεαραὶ εὐκοίλιοι, μάλιστα δὲ δ ἐξ αὐτῶν ζωμός. ταριχηραὶ δὲ καεῖσαι καὶ τριβεῖσαι λεῖαι καὶ μετὰ κεδρίας ἐπισταζόμεναι τὰς ἐκτιλθείσας ἐκ τῶν βλεφάρων τρίχας οὐκ ἐῶσιν αὖθις φυῆναι.
2.7 7 πορφύρας πώματα σὺν ἐλαίῳ ἑψηθέντα καὶ ἐπαλειφόμενα τρίχας ῥεούσας ἵστησι, ποθέντα δὲ σὺν ὄξει σπλῆνα οἰδοῦντα στέλλει, ύποθυμιαθέντα δὲ ἐγε είρει τὰς ὑστερικῶς πνιγομένας καὶ τὰ δεύτερα ἐνβάλλει.
2.8 8 ὄνυξ ἐστὶ πῶμα κογχιλίου, ὅμοιον τῷ τῆς πορφ ύρας, εὑρισκόμενον ἐν τῆ Ἰνδίᾳ ἐν ταῖς ναρδοφόροις λίμναις· διὸ καὶ άρυμρματίζει νεμομένων τῶν κογχυλίων τὴν νάρδον. συλλέγεται δὲ ἐπειδὰν ὑπὸ τῶν αὐχμῶν ἀνταξηρανθῶσιν αἱ λίμναι. διαφέρει δὲ ὁ ἀπὸ τῆς Ἐρυθρᾶς κομιζόμενος, ὐπόλευκος ὢν καὶ λιπαρός. μέλας δὲ ὁ Βαβυλώνιος καὶ μικρότερος. ἀμφ ότεροι δὲ εὐώδεις θυμιώμενοι, καστορίζοντες ποσῶς τῇ ὀσμῇ.
2.9 9 κοχλίας κερσαῖος εὐστόμαχος, δύσφθαρτος. ἄριστος δὲ ὅ τε ἐν Σαρδῶνι καὶ Λιβύῃ καὶ Ἀστυπαλαίᾳ καὶ Σικελίᾳ καὶ Χίῳ γεννώμενος καὶ ὁ ἐν ταῖς κτατὰ Λιγυρίαν Ἄλπεσι καλούμενος πωματίας. καὶ ὁ θαλάσσιος δὲ εὐστόμαχος καὶ εὐέκκριτος, ὁ δὲ ποτάμιος βρωμώδης, καὶ ὁ ταῖς ἀκάνθαις καὶ τοῖς θαμνίσκοις προσκεκολλημένος ἄγριος, ὅν τινες σέσιλον ἢ σεσέλιτα καλοῦσι, ταρακτικὸς κοιλίας καὶ στομάχου, ἐμετοποιός.
2.10 10 καρκίνων ποταμίων καέντων ἡ τέφρα κοχλιαρίων δυεῖν πλῆθος σὺν γεντιανῆς ῥίζης κοχλιαρίῳ ἐνὶ καὶ οἴνῳ ποθεῖσα ἐπὶ ἡμέρας τρεῖς βοηθεῖ λυσσοδήκτοις ἐνεργῶς, σὺν δὲ μέλιτι ἑφθῷ ῥαγάδας τὰς ἐν ποσὶ καὶ τὰς ἐν δακτυλίῳ καὶ χιμέτλας καὶ καρκινώματα παρηγορεῖ, λεῖοι δὲ ὠμοὶ σὺν γάλακτι ὀνείῳ ποθέντες βοηθοῦσι δήγμασιν ἑρπετῶν, φαλαγγίων καὶ σκορπίων πληγαῖς. ἑθοὶ δὲ σὺν ζωμῷ ἐσθιόμενοι φθισικοὺς ὠφελοῦσι καὶ τοὺς λαγωὸν θαλάσσιον πεπωκότας. τριφθέντες δὲ σὺν ὠκίμῳ καὶ προσαχθέντες σκορπίους κτείνουσι. δύνανται δὲ τὰ αὐτὰ καὶ οἱ θαλάσσιοι, πλὴν ἦττον τούτων ἐνεργοῦσιν.
2.11 11 σκορπιος χεραῖος ὠμὸς λεῖος ἐπιτεθεὶς βοήθημα τῆς ἰδίας πληγῆς γίνεται· βιβρώσκεται δὲ καὶ ὀπτηθεὶς πρὸς τὸ αὑτό.
2.12 12 τοῦ δὲ θαλασσίου σκορπίου ἡ χολὴ ἁρμόζει πρὸς τὰς ἐν ὀφθαλμοῖς ὑποχύσεις καὶ λευκώματα καὶ ἀμβλυωπίας.
2.13 13 δράκων θαλάσσιος ἀναπτυχθεὶς καὶ ἐπιτεθεὶς ἴαμά ἐστι πρὸς τὴν ἐκ τῆς ἀκάνθης αὑτοῦ πληγήν.
2.14 14 σκολοπἐνδρα θαλασσία ἑψηθεῖσα ἐν ἐλαίῳ καὶ καταχρισθεῖσα ψιλοῖ τρίχας, ψαυσθεῖσα δὲ κνησμὸν ἐργάζεται.
2.15 15 νάρκη θαλασσία ἐπιτεθεῖσα ἐπὶ χρονίων ἀλγημάτων τῶν περὶ κεφαλὴν πραύνει τὸ σφοδρὸν τοῦ ἀλγήματος, καὶ ἕδραν δὲ ἐκτρεπομένην ἢ προπίπτουσαν στέλλει προστεθεῖσα.
2.16 16 ἐχίδνης σὰρξ ἑψηθεῖσα καὶ ἐσθιομένη ὀξυδερκεῖς ποιεῖ τὰς ὄψεις καὶ πρὸς τὰ νευρικά ἁρμόζει καὶ τὰς αὐξανομένας χοιράδας ἵστησι. δεῖ δὲ ἐκδείραντας αὐτὴν ἀποκόπτειν τὴν κεφαλὴν καὶ τὴν οὐρὰν διὰ τὸ ἐν αὐτοῖς ἄσαρκον — μυθώδης γὰρ ἡ πρὸς τὸ μέτρον ἀποκοπὴ τῶν ἄκρων — τὸ δὲ λοιπὸν ἀφαιρεθέντων τῶν ἐντοσθιδίων πλύναντάς τε καὶ τεμαχίσαντας ἕψειν μετὰ ἐλαίου καὶ οἴνου καὶ ἀλῶν ὀλίγων καὶ ἀνήθου. φασὶ δὲ τοὺς προσφερομένους φθεῖρας γεννᾶν, ὅπερ ἐστὶ ψεῦδος· προσιστοροῦσι δὲ ἔνιοι καὶ μακρογήρως γίνεσθαι τοὺς ἐσθίοντας αὐτάς.
2.17 17 γῆρας ὄφεως ἑψηθὲν μετὰ οἴνου βοήθημά ἐστιν ὠταλγίας ἐγχεόμενον καὶ ὀδονταλγίας διακλυζόμενον. μίσγουσι δὲ αὐτὸ καὶ εἰς ὀφθαλμικὰς δυνάμεις, μάλιστα δὲ τὸ τῆς ἔχεως.
2.18 18 λαγωὸς θαλάς σιος ἔοικε μὲν μικρᾷ τευθίδι, δύναται δὲ λεῖος καταπλασθεὶς καθʼ ἑαυτὸν καὶ μετʼ ἀκαλήφης θαλασσίας τρίχας ψιλοῦν.
2.19 19 τοῦ δὲ χερσαίου λαγωοῦ ῦ ὁ ἐγκέφαλος ἁπτὸς βιβρωσκόμενος ὠφελεῖ τρόμους τοὺς κατὰ πάθος γινομένους, καὶ ὀδοντιάσεις ἐπὶ παιδίων παρατριβόμενος καὶ ἐσθιόμενος. ἡ δὲ κεφαλὴ αὐτοῦ καεῖσα καὶ καταχρισθεῖσα μετὰ στέατος ἀρ κείου ἢ ἄξους ἀλωπεκίας θεραπεύει. ἡ δὲ πιτύα ποθεῖσα μετά ἡμέρας τρεῖς μετὰ τὴν ἂφεδρον ἀτόκιον εἶναι ἱστορεῖται· ἐπέχει δὲ καὶ τὴν ἐκ μήτρας ῥύσιν καὶ κοιλίας, ὠσελεῖ δὲ καὶ ἐπίλημπτικούς, καὶ τρὸς τά θανάσιμα μετʼ ὄξους πινομένη, μάλιστα δὲ πρὸς γάλακτος θρόμβωσιν καὶ ἐχιδνῶν δήγματα. τὸ δὲ αἷμα αὐτοῦ θερμὸν καταχριόμενον ἐφήλιδας καὶ ἀλροὺς καὶ φακοὺς θεραπεύει.
2.20 20 τρυγόνος θαλασαίας τὸ κέντρον, ὃ δὴ ἀπὸ τῆς οὐρᾶς αὐτῆς πέφυκεν ἀνεστραμμένον ταῖς φολίσιν ὀδόντα πονοῦντα πραύνει· θρύττει γὰρ καὶ ἀποβάλλει.
2.21 21 σηπ ίας ἑψηθείσης τὸ μέλαν βιβρωσκόμενον δύσπεπτον, κοιλίας μαλακτικόν. τὸ δὲ ἐπʼ αὐτῆς ὄστρακον ύχηματισθὲν εἰς κολλύρια ἁρμόζει πρὸς παράτριψιν τραχέων βλεφ ἀρων, καὲν δὲ ἐν τῷ ἰδίῳ ἀστράκῳ, ἄχρις οὗ τὸ πλακῶδες αὐτοῦ ἀποστῇ, σμήχει λεῖον ἀλφοὑς, πίτυρα, ὀδόντας, ἐφἤλεις. μείγνυται δὲ καὶ εἰς τὰ ὀφθαλμικὰ. ποιεῖ δὲ καὶ πρὸς λευκώματα κτηνῶν ἐμφυαώμενον, καὶ πτερύγια τὰ ἐν ὀφθαλμοῖς τήκει σὺν ἀλκὶ λεῖον προσαγόμενον.
2.22 22 τρἐγλα συνεχῶς ἐσθιομένη ἀμβλυωπίας δοκεῖ κατασκευαστικὴ ὑπάρχειν. ὠμὴ δὲ ἀνασχισθεῖσα καὶ ἐπιτεθεῖσα θαλασσίου δράκοντος καὶ σκορπίου καὶ ἀράχνης δήγματα ἰᾶται.
2.23 23 ὄδρχις ἰπποποτάμου ξηρανθεὶς καὶ λειανθεὶς πίνεται μετʼ οἴνου πρὸς ἑρπετῶν δήγματα.
2.24 24 καὶ ὁ τοῦ κάστορος ὄρχις — ἐστι δὲ τὸ ζῷον ἀμφίβιον, τὸ πλεῖστον ἐν ὕδασιν ἰχθύσι καὶ καρκίνοις τρεφόμενον — ποιεῖ μὲν καὶ πρὸς ἑρπετά, ἐστι δὲ καὶ πταρμικὸς καὶ καθόλου ποικίλην ἔχει τὴν χρῆσιν ποθεὶς γάρ μετὰ γλήχωνος δραχμῶν πλῆθος δυεῖν ἔμμηνα κινεῖ καὶ ἔμβρυα καὶ δεύτερα ἐκβάλλει. πίνεται δὲ σὺν ὄξει καὶ πρὸς ἐμπνευματώσεις, στρόφους, λυγμούς, θανάσιμα φάρμακα, ἰξίαν· ἀνακαλεῖται δὲ καὶ τοὺς ληθαργικοὺς καὶ τοὺς ὁπωσδήποτε καταφερομένους ἐμβρεχόμενος σὺν ὄξει καὶ ῥοδίνῳ καὶ ὀσφραινόμενος, καὶ ὑποθυμιώμενος δὲ τὰ αὐτὰ ποιεῖ· ἁρμόζει καὶ τρόμοις καὶ σπασμοῖς καὶ παντὶ τῷ νευρώδει πινόμενός τε καὶ συγχριόμενος, καὶ καθόλου θερμαντικὴν ἔχει τὴν δύναμιν.
2.25 25 γαῆ κατοικίδιος περιφλευσθεῖσα καὶ δίχα τῶν ἐντὸς σκελετευθεῖσα διʼ ἁλὸς καὶ ξηρανθεῖσα ἐν σκιᾷ παντὸς ἑρπετοῦ ἐνεργέστατόν ἐστι βοήθημα ποθεῖσα μετʼ οἴνου δραχμῶν δυεῖν πλῆθος, καὶ τοξικοῦ ἀντιφά ρμακον ὁμοίως λημφθ θεῖσα. ἡ δὲ κοιλία αὐτῆς κορίῳ πλησθεῖσα καὶ σκελετευθεῖσα θηριοδήκτοις καὶ ἐπιλημπτικοῖς βοηθεῖ πινομένη. ὅλη δὲ καεῖσα ἐν χύτρᾳ ποδαγρικούς ὠφελεῖ τῆς τέφρας καταχριομένης μετʼ ὄξους. τὸ δὲ αἷμα αὐτῆς καταχριόμενον χοιράσι βοηθεῖ· ὐφελεῖ δὲ καὶ ἐπιλημπτικούς.
2.26 26 βάτρακοι ἀντιφάρμακόν εἰσιν ἑρπετῶν πάντων ζωμευθέντες σὺν ἁλκὶ καὶ ἐλαίῳ, τοῦ ζωμοῦ λαμβανομένου· ὁμοίως καὶ πρὸς τὰς χρονίους τῶν τενόντων ἀποστάσεις. καέντες δὲ ἐπίπαστοι αἱμορρμγίαν στέλλουσι, καὶ ἀλωπεκίας θεραπεύουσι σύν πίσσῃ ὑγρᾷ καταχριόμενοι. τῶν δὲ χλωρῶν βατράχων τὸ αἷμα ἐπισταζόμενον κωλύει τάς ἐκτιλθείσας ἀπὸ τῶν βλεφάρμων τρίχας φύεσθαι· ὠφελοῦσι καὶ ὀδονταλγίας συνεψόμενοι ὕδατι καὶ ὄξει καὶ διακλυζόμενοι.
2.27 27 σίλουρος νεαρὸς βιβρωσκόμενος τρόφιμος καὶ εὐκοίλιος, ταριχηρὸς δὲ ἄτροφος, ἀρτηρίαν δὲ καθαίρει καὶ εὔηχον παρασκευάζει. καταπλασθεῖσα δὲ ἡ σὰρξ τοῦ ταριχηροῦ σιλούρου σκόλοπας ἀνάγει· καὶ ἡ ἐξ αὐτοῦ δὲ ἅλμη ἁρμόζει ἐν ἀρχῇ δυσεντερικοῖς εἰς ἐγκάθισμα, μετάγουσα τοὺς ῥευματισμοὺς εἰς τὴν ἐπιφάνειαν, καὶ ἐγκλυζομένη δὲ ἰσχιαδικοὺς θεραπεύει.
2.28 28 σμαρίδος ταριχηρᾶς ἡ κεφαλὴ καεῖσα λεία ἕλκη στέλλει ὑπερσαρκοῦντα καὶ νομὰς ἵστησι καὶ ἥλους καὶ θύμους ἀναλίσκει, σκορπιοπλήκτοις δὲ καὶ κυνοδήκτοις ἡ σὰρξ ἁρμόζει καθάπερ πᾶς τάριχος.
2.29 29 καὶ ἡ τῆς μαινίδος κεφαλὴ καεῖσα λεία τὰς ἐν δακτυλίῳ τετυλωμένας ῥαγάδας καταπασθεῖσα ἀφίστησιν. ὁ δὲ γάρος αὐτῆς τὰς ἐν στόματι σηπεδόνας διακλυζόμενος παύει.
2.30 30 κωβιὸν τὸν πρόσφατον ἐὰν ἐμβαλὼν εἰς ὑείαν κοιλίαν καταρράψῃς καθεψήσῃς τε ἐν ὕδατος ξέσταις ιβ΄ ἄχρι δυεῖν ξεστῶν καὶ διηθήσας καὶ ἐξαιθριάσας τοτίσῃς, κοιλίαν ἀταράχως κάτω ὑπάξεις. καταπλασθεὶς δὲ καὶ τοὺς ὑπὸ κυνῶν δηχθέντας ἢ ἑρπετῶν ὠφελεῖ.
2.31 31 ὁ δὲ ὠ μοτάριχος λεγόμενος σάρξ ἐστι θύννου τεταριχευμένου. βοηθεῖ δὲ λαμβανόμενος τοῖς ὑπὸ ἐχίδνης τῆς καλουμένης πρηστῆρος δηχθεῖσι— δεῖ δὲ ὡς ὅτι πλεῖστον προσφέροντας καὶ οἶνον ἀναγκάζειν πίνειν πολὺν καὶ ἐμεῖν — εἴς τε τὰς ὖριμυφαγίας μάλιστα ἁρμόζει. καταπλάσσεται δὲ καὶ ἐπὶ κυνοδήκτων ὠφελίμως.
2.32 32 γάρος δὲ πᾶς ὁ ἐκ τῶν ταριχευτικῶν ἰχθύων καὶ κρεῶν καταντλούμενος νομάς ἐφικτᾷ καὶ κυνόδηκτα ἰᾶται. ἐνίεται δὲ καὶ ἐπὶ δυσεντερικῶν καὶ ἰσχιαδικῶν, ἐφ᾿ ὧν μὲν ἵνα τὰ εἱλκωμένα ἐπισπάσῃ, ἐφ᾿ ὧν δὲ ἵνα τὰ ἀνέλκωτα ἐρεθίσῃ.
2.33 33 ζωμὸς δὲ ὁ ἐκ τῶν νεαρῶν ἰχθύων κοιλίας ὑπαγωγός, ποτὲ μὲν καθʼ ἑαυτὸν πινόμενος, ποτὲ δὲ μετʼ οἴνου, ἰδίως δὲ σκευάζεται πρὸς ταῦτα ὁ ἀπὸ τῶν φυκίδων καὶ σκορπίων καὶ ἰουλίδων καὶ περκίδων καὶ τῶν ἄλλων πετραίων ἀπαλῶν καὶ ἀβρώμων λιτῶς μεθʼ ὕδατος καὶ ἁλὸς καὶ ἐλαίου καὶ ἀνήθου.
2.34 34 κόρεις οἱ ἀπὸ κλινῆς ἐντιθέμενοι βρώμασι κυάμων τὸν ἀριθμὸν ἑπτὰ καὶ καταπινόμενοι πρὸ τῆς ἐπισημασίας ὠφελοῦσι τοὺς τεταρταίζοντας, καὶ ἀσπιδοδήκτους δὲ δίχα τῶν κυάμων καταποθέντες, ὑστερικῶς τε πνιγομένας ἀνακαλοῦνται ὖσφραινόμενοι. σὺν ὄξει δὲ ποθέντες βδέλλας ἐξάγουσι, δυσουρίαν τε παύουσιν ἐντιθέμενοι τῷ οὐρητικῷ πόρῳ λεῖοι.
2.35 35 ὄνοι οἱ ὑπὸ τὰς ὑδρίας — ζῷα δ' ἐστὶ πολύποδα, ὄφαιρούμενα κατὰ τὰς ἐπαφὰς τῶν χειρῶν — ποθέντες σὺν οἴνῳ βοηθοῦσι δυσουρίᾳ καὶ ἰκτέρῳ, διαχρισθέντες δὲ μετὰ μέλιτος συναγχικοῖς βοηθοῦσι, καὶ πρὸς ὠταλγίαν δὲ λεῖοι σὺν ῥοδίνῳ θερμανθέντες ἐν κελύφει ῥόας καὶ ἐνσταγέντες ἁρμόζουσιν.
2.36 36 σίλφης τῆς ἐν τοῖς ἀρτοκοπείοις εὑρισκομένης τὰ ἐντὸς τριβόμενα σὺν ἐλαίῳ ἢ ἑψόμενα καὶ ἐνσταζόμενα ῥταλγίας παύει.
2.37 37 πνεύμων θαλάσσιος πρόσφατος λεανθεὶς ποδαγριῶντας καὶ χιμετλιῶντας ὠφελεῖ καταπλασσόμενος.
2.38 38 ὁ δὲ χοίρειος καὶ ἄρνειος καὶ ἄρκειος s πνεύμων τὰ ἐκ τῶν ὑποδημάτων παρατρίμματα ἐπιτιθέμενοι ἀφλέγμαντα τηροῦσιν.
2.39 39 καὶ ὁ τῆς ἀ λώπεκος δὲ πνεύμων ξηρανθεὶς καὶ ποθεὶς ἀσθματικοὺς ἀνίνησι. καὶ τὸ στέαρ δὲ αὐτῆς τακὲν καὶ ἐγχυθὲν ὠτὸς πόνον παύει.
2.40 40 ἧπαρ ὄνειον ὄνειον ἐσθιόμενον ὁπτὸν ἐπιλημπτικοὺς ὠφελεῖ. νήστεις δὲ λαμβανέτωσαν.
2.41 41 αἰδοῖον ἄρρενος ἐλάφου σὺν οἴνῳ ποθὲν λεῖον τοῖς ὑπὸ ἐχιδνῶν δηχθεῖσι βοηθεῖ.
2.42 42 ὄνυχες ὄνων καέντες καὶ ποθέντες ἐπὶ ἡμέρας ἱκανὰς πλῆθος κοχλιαρίων δυεῖν ἰστοροῦνται ἐπιλημπτικοὺς ὠφελεῖν. ἐλαίῳ δὲ φυραθέντες χοιράδας διαφοροῦσιν, ἐπιπασθέντες δὲ χιμέτλας θερατεύουσιν.
2.43 43 λειχῇνες ἵππων — εἰσὶ δὲ τύλοι κατὰ περιγραφὴν ἐντετυπωμένοι παρὰ τοῖς γόνασι καὶ παρὰ ταῖς ὁπλαῖς — ποθέντες λεῖοι μετʼ ὄξους ἐπιλημψ ίας ἱστοροῦνται θεραπεύειν.
2.44 44 οἱ δὲ τῶν αἰγῶν ὄνυχες καέντες ἀλωπεκίας καταχριόμενοι σὺν ὄξει θεραςεύουσιν.
2.45 45 τοῦ δὲ ἥπατος τῆς αίγὸς ὀπτωμένου ὁ ἀπορρέων ἰχὼρ ἐγχριόμενος νυκτάλωψι ιν ἁρμόζει κἂν τὴν ἀτμίδα δέ τις ἑψομένου αὑτοῦ δέχηται ἀνεῳγόσι τοῖς ὀφθαλμοῖς, ὠφελεῖται· ἁρμόζει δὲ καὶ ἐσθιόμενον ὀπιὸν πρὸς τὰ αὐτά. φασὶ δὲ καὶ ἐπιλημπτικοὺς ἐλέγχεσθαι φαγόντας μάλιστα τὸ τράγειον ἧπαρ.
2.46 46 τὸ δὲ τοῦ κάπρου ἤπαρ νεαρὸν καὶ ξηρὸν λεῖον σὺν οἴνῳ πινόμενον ἑρπετῶν δήγματα ὠφελεῖ.
2.47 47 κυνὸς δὲ λυσσῶντος ἧπαρ βιβρωσκόμενον ὀπτὸν ὑπὸ τῶν δηχθέντων ὐπʼ αὐτοῦ ἀπεριπτώτους ὑδροφόβᾳ τηρεῖν πεπίστευται. χρῶνται δὲ εἰς προφυλακὴν καὶ τῷ κυνόδοντι τοῦ δακόντος ἐνδέοντες εἰς κυστίδα καὶ περιάπτοντες τῷ βραχίονι.
2.48 48 τὰ δὲ ἀπὸ τῶν κασσυμάτων παλαιὰ δέρματα κεκαυμένα λεῖα καταπασσόμενα πυρίκαυτα καὶ παρατρίμματα καὶ τὰ ἐξ ὑποδημάτων θλίμματα θεραπεύει.
2.49 49 ἀλεκτορίδες ἀνασχισθεῖσαι καὶ ἐπιτεθεῖσαι ἔνθερμοι τοῖς τῶν ἑρπετῶν δήγμασι βοηθοῦσι· δεῖ δὲ συνεχῶς ταύτας ἀλλάσσειν. καὶ ὁ ἐγκέφαλος δὲ αὐτῶν ἐν ποτήματι θηριοδήκτοῖς σὺν οἴνῳ δίδοται καὶ τὰς ἐκ μήνιγγος αἱμορραγίας ἐπέχει. τοῦ δʼ ἄρρενος τὸ κατὰ τὰ ἐντὸς ὑποκείμενον τῇ κοιλίᾳ κερατῶδες,· ἀποδερόμενον δὲ ἐν ταῖς ἑψήσεσι ξηρανθὲν ἁρμόζει στομαχικοῖς λεῖον πινόμενον μετʼ οἴνου. ὁ δὲ ζωμὸς τοῦ νόσσακος μάλιστα δίδοται ἐπικράσεως χάριν φαυλοτήτων καὶ ἐπὶ τῶν στόμαχον πυρουμένων λιτῶς σκευασθείς.
2.2 2 ὁ δὲ τῶν παλαιῶν ἀλεκτρυόνων δίδοται πρὸς κάθαρσιν κοιλίας. ἐξελόντας δὲ τὰ ἐντὸς δεῖ ἀντεμβάλλειν ἅλας καὶ καταρράψαντας ἐψειν μετὰ ὕδατος ξεστῶν εἴκοσι, κατάγοντας εἰς κοτύλας τρεῖς· δίδοται δὲ πᾶν ἐξαιθριασθέν· ἔνιοι δὲ συνέψουσι κράμβην θαλασσίαν ἢ λινόζωστιν ἢ κνῆκον ἢ πολυπόδιον, ἄγει δὲ πάχος ὠμόν, γλοιῶδες, μέλαν, ἁρμόζον πυρετοῖς χρονίοις καὶ περιοδικοῖς τρόμοις , ἄσθμασιν, ἀρθριτικοῖς, ἐμπνευματουμένοις στόμαχον.
2.50 50 ᾠὸν τὸ ἁπαλὸν πολυτροφώτερον τοῦ ῥοφητοῦ, καὶ τοῦ ἁπαλοῦ τὸ σκληρόν. ἡ δὲ λέκιθος αὐτοῦ ἐφθὴ χρησίμη πρὸς ὀφθαλμῶν περιωδυνίας σὺν κρόκῳ καὶ ῥοδίνῳ, πρός τε τὰς περὶ δακτύλιον φλεγμονάς καὶ κονδυλώματα σὺν μελιλώτῳ. μετὰ ῥοὸς δὲ ἢ κηκίδος τηγανισθεῖσα καὶ βρωθεῖσα ἵστησι κοιλίαν, καὶ καθʼ ἑαυτὴν δὲ προσενεχθεῖσα.
2.51 51 τέττιγες ἁπτοὶ ἐσθιόμενοι τοῖς περὶ κύστιν ἀλγήμασι βοηθοῦσιν.
2.52 52 ἀκρίδες ὑποθυμιώμεναι δυσουρίας, μάλιστα τὰς ἐπὶ γυναικῶν, ὠφελοῦσιν. ἡ δὲ λεγομένη ἀκρὶς τρωξαλλὶς ἢ ὄνος — ἄπτερος δέ ἐστι καὶ μεγαλόκωλος — πρόσφατος ξηρανθεῖσα σφόδρα σκορπιοπλήκτους ὠφελεῖ πινομένη σὺν οἴνῳ. χρῶνται δὲ αὐτῇ κατακόρως οἱ κατὰ Λέπτιν Λίβυες.
2.53 53 φ ή νῆς τοῦ ὀρνέου, ὃ Ῥωμαιστὶ καλοῦσιν ἀσσίφραγον, ἡ κοιλία κατʼ ὀλίγον ποτιζομένη ἐξουρεῖσθαι ποιεῖν ἱστορεῖται.
2.54 54 κορυδαλλὸς ἀρνύφιόν ἐστι μικρόν, ἔχον κατὰ τῆς κορυφῆς ὑπεροχὴν ὥσπερ ταῶνος. οὖτος βρωθεὶς ὀπτὸς κολικοὺς ὀνίνησιν.
2.55 55 αίθυίας ἦπαρ σκελετευθὲν καὶ ποθὲν μεθʼ ὐδρομέλιτος κοχλιαρίων τλῆ θος δυεῖν ἐκ βάλλει δεύτερα.
2.56 56 χελιδόνος νεοσσοὺς νεοσσοὺς τοὺς ἐκ τῆς τρώτης νεοσσοποιίας αὐξομένης τῆς σελίνῆς ἀνατεμὼν εὑρήκεις ἐν τῇ γαστρὶ λίθους, ἐξ ὧν δύο λαβών, ἕνα ποικίλον καὶ τὸν ἕτερον καθαρόν, πρὸ τοῦ ἐπιψαῦα σαι τῆς γῆ, ἐνδήσας εἰς δέρμα δαμάλεως ἢ ἐλάφου καὶ περιάψας βραχίονι ἢ τραχήλῳ ἐτιλημπτικοὺς ὠφελήσεις. πολλάκις δὲ καὶ ταντελῶς ἀυτοκαταστήσεις. βιβρωσκόμεναι δὲ ὥσπερ αἱ συκαλλίδες ῤξυωπίας εἰσὶ φάρμακον, καὶ ἡ ἀπ᾿ αὐτῶν δὲ τέφρα καὶ ἡ τῶν μητέρων καεισῶν ἐν χύτρᾳ μετὰ μέλιτος χρισθεῖσα ῤξυδερκίαν ποιεῖ. ἁρμόζει δὲ καὶ ἐπὶ συναγχικῶν διαχριομένη καὶ πρὸς σταφυλῆς καὶ παρισθμίων φλεγμονάς. σκελετευθεῖσαι δὲ αὗται καὶ οἱ νεοττοὶ συναγχικούς ὠφελοῦσι πινόμεναι μεθʼ ὕδατος πλῆθος δραχμῆς μιᾶς.
2.57 57 ἐλέφαντος τὸ ἐκ τοῦ ὀδόντος ῥίνισμα παρωνυχίας καταπλασθὲν θεραπεύει, δύταμιν ἔχον στυπτικήν.
2.58 58 ἀστράγα λος ὑὸς καείς, ἄχρι ἄν ἐκ μέλανος λευκὸς πάλιν γένηται, καὶ λεῖος ποθεὶς ἐμπνευματώσεις κόλου καὶ στρόφους χρονίους παραιτεῖται.
2.59 59 ἐλάφου κέρας κεκαυμένον καὶ πεπλυμένον ἁρμόζει πλῆθος πινόμενον κοχλιαρίων δυεῖν αἱμοπτυικοῖς, δυσεντερικοῖς, κοιλιακοῖς, ἰκτερικοῖς, κύστεως ἀλγήμασι μετὰ τραγακάνθης, ῥοικαῖς δὲ γυναιξὶ μετὰ ὑγροῦ τοῦ πρὸς τὸ πάθος ἁρμόζοντος. καίεται δὲ ἐν καμίνῳ καταβληθὲν καὶ κοπὲν εἰς ὠμὴν χύτραν περιπεπλασμένην πηλῷ, ἄχρι ἂν λευκὸν γένηται. πλύνεται δὲ ὡς καδμία. τὸ δὲ τοιοῦτον ἁρμόζει πρὸς τὰ ἐν ὀφθαλμοῖς ῥεύματα καὶ ἕλκη, καὶ ὀδόντας δὲ παρατριβόμενον σμήχει. ὠμὸν δὲ θυμιαθὲν ἑρπετὰ διώκει, ἀποζεσθὲν δὲ μετʼ ὄξους καὶ διακλυζόμενον παρηγορεῖ γομφιάσεις.
2.60 60 κάμπαι αἱ ἐπὶ τῶν λαχάνων γεννώμεναι ἐπιχριόμεναι σύν ἐλαίῳ ἀδήκτους ὑπὸ τῶν ἰοβόλων φυλάσσειν λέγονται.
2.61 61 κανθαρίδες εἰς ἀρίδες εἰς ἀπόθεσιν εὔθετοι αἱ ἀπὸ τοῦ σίτου, ἃς ἐμβαλὼν εἰς ἀκώνητον ἀγγεῖον, καὶ τὸ στόμα περιδήσας ὀθονίῳ ἀραιῷ καθαρῷ. περικατάστρεψον ἀτμῷ ζέοντος ὄξους δριμυτάτου καὶ κράτει, ἕως ἂν πνιγῶσιν, εῖτα διαπείρας λίνῳ ἀποτίθεσο. ἐνεργέστεραι δέ εἰσιν αἰ ποικίλαι, μηλίνας ἐγκαρσίους· ζώνας ἔχουσαι ἐν τοῖς πτεροῖς, ἐπιμήκεις τὸ σῶμα, ἁδραί, ἐμπίμελοι ὡς αἱ σίλφαι· ἄτονοι δὲ αἰ μονοχρώματοι. ὡσαύτως δὲ ἀποτίθενται καὶ αἱ βουπρήσ τεις, εἶδος οὖσαι κανθαρίδων, καὶ αἱ πιτύιναι δὲ κάμπαι καὶ αὖται ἐπὶ κοσκίνου ἐπαιωρουμένου θερμοσποδιᾷ φωγνύμεναι ἐπὶ βραχὺ ἀποτίθενται.
2.62 62 καλαμάν δρα εῖδός ἐστι σαύρας νωχελές, ποικίλον, μάτην πιστευθὲν μὴ καίεσθαι. δύναμιν δὲ ἔχει σηπτικήν, ἑλκωτικήν, θερμαντικήν. μείγνυται δὲ σηπταῖς καὶ ἑλκωτικαῖς δυνάμεσι καὶ λεπρικαῖς, ὡς ἡ κανθαρίς, καὶ ἀποτίθεται ὁμοίως. ψιλοῖ δὲ καὶ τρίχας συντακεῖσα ἐλαίῳ. φυλάσσεται καὶ ἐν μέλιτι ἐξεντερισθεῖσα τῶν ποδῶν καὶ τῆς κεφαλῆς ἀφαιρεθέντων εἰς τὴν αὐτὴν χρῆ σιν.
2.63 63 ἀράχνη τὸ ζῷον, ὃ ὁλκὸν ἢ λύκον ἔνιοικαλοῦσι, συμμαλαχθεῖσα σπληναρίῳ καὶ ἐμπλασθεῖσα εἰς ὀθόνιον προστεθεῖσά τε τῷ μετώπῳ ἢ τοῖς κροτάφοις τριταικὰς περιόδους ὑγιάζει. τὸ δὲ ὕφος αὐτῆς ἐπιτιθέμενον αἶμᾳ ἵστησι καὶ ἀφλέγμαντα τηρεῖ τὰ ἐπιπόλαια τῶν ἑλκῶν.
2.64 64 σαύρας ἡ κεφαλὴ λεία ἐπιτεθεῖσα σκόλοπας ἀνάγει καὶ πάντα τὰ ἐμπεπηγότα· αἴρει δὲ καὶ μυρμηκίας καὶ ἀκροχορδόνας καὶ ἥλους. τὸ δὲ ἧπαρ αὐτῆς ἐντεθὲν τοῖς τῶν ὀδόντων βρώμασιν ἀπονίαν ποιεῖ, ὅλη δὲ ἀνασχισθεῖσα καὶ ἐπιτεθεῖσα σκορπιοπλήκτους κουφίζει.
2.65 65 σήψ, ἥν ἔνιοι Χαλκιδικὴν σαύραν ἐκάλεσαν, ἐν οἴνῳ ποθεῖσα τοὺς ὑπʼ αὑτῆς δηχθέντας ἰᾶται.
2.67 67 γῆς ἐντέρα λεῖα ἐπιτεθέντα νεύρων διακοπὰς κολλᾷ· λύειν δὲ δεῖ διὰ τρίτης. ἑψηθέντα δὲ σὺν χηνείῳ στέατι διαθέσεις ὤτων ἐγχυματιζόμενα θεραπεύει. συνεψηθέντα δὲ ἐλαίῳ καὶ ἐγχεόμενα εἰς τὸ ἀντικείμενον οὖς ὀδονταλγίαις βοηθεῖ· ἄγει δὲ καὶ οὖρα λεῖα πινόμενα σύν γλυκεῖ.
2.68 68 μυογαλῆ ἀνασχισθεῖσα καὶ ἐπιτεθεῖσα ἄκος ἐστὶ τοῦ ἰδίου δήγματος.
2.69 69 μύας τοὺς κατοικιδίους ἀνασχισθέντας σκορπιοπλήκτοις ὠφελίμως ἐπιτίθεσθαι ὁμολογεῖται, βρωθέντας δὲ ὀπτοὺς ὑπὸ παιδίων ἀναξηραίνειν τὸ ἐν τοῖς στόμασιν αὐτῶν σίελον.
2.70 70 γάλα κοινῶς μὲν πᾶν εὔχυμον, τρόφιμον, μαλακτικὸν κοιλίας, φυσητικὸν στομάχου καὶ ἐντέρων· ὑδαρέστερον μέντοι τὸ ἐαρινὸν τοῦ θερινοῦ, καὶ τὸ ἀπὸ χλωρᾶς νομῆς μᾶλλον μαλακτικὸν τῆς κοιλίας. ἐστι δὲ καλὸν γάλα τὸ λευκὸν καὶ ὁμαλὸν τῇ παχύτητι καὶ συστρεφόμενον, ἐπειδὰν ἐπισταγῇ ὄνυχι. τὸ δὲ αἴγειον ἧττον κοιλίας ἅπτεται διὰ τὸ τὰς αἶγας στυφούσῃ νομῇ τὸ πλεῖστον χρῆσθαι, σχίνῳ καὶ δρυὶ καὶ θαλλῷ καὶ τερεβινθίνη, ὅθεν καὶ εὐστόμαχον τυγχάνει. τὸ δὲ προβάτειόν ἐστι παχύ τε καὶ γλυκὺ καὶ λιπαρόν, οὐχ οὕτως δὲ εὐστόμαχον. τὸ μέντοι ὄνειον καὶ βόειον καὶ ἵππειον εὐκοιλιώτερα καὶ ταρακτικὰ γίνεται.
2.71 71 τυρὸς νεαρὸς δίχα ἁλῶν ἐσθιόμενος τρόφιμος, εὐστόμαχος, εὐανάδοτος, σαρκῶν ποιητικός, κοιλίας μετρίως μαλακτικός, διαφέρων αὑτοῦ αὐτὸς παρὰ τὴν τοῦ γάλακτος φύσιν, ἀφ᾿ οὗ σκευάζεται. ἑψηθεὶς δὲ καὶ ἐκθλιβείς, εἶτα ὀπτηθεὶς σταλτικὸς γίνεται κοιλίας· ὠφελεῖ δὲ καὶ καταπλασσόμενος ὀφθαλμῶν φλεγμονὰς καὶ ὑπώπια. ὁ δὲ νεοαλὴς ἀτροφώτερος ἐσθιόμενος, πρὸς καθαίρεσιν σαρκῶν ἐπιτήδειος, κακοστόμαχος, λυπῶν κοιλίαν καὶ ἔντερα. ὁ δὲ παλαιότερος κοιλίας σταλτικός, ὁ δὲ ἐξ αὐτοῦ ὀρρὸς κυνῶν τροφιμώτατος.
2.72 72 βούτυρον σκευάζεται καλὸν ἐκ τοῦ λιπαρωτάτου γάλακτος· τοιοῦτον δέ ἐστι τὸ προβάτειον. γίνεται δὲ καὶ ἐκ τοῦ αἰγείου, ἐν ἀγγείοις κινουμένου τοῦ γάλακτος καὶ χωριζομένου τοῦ λίπους.
2.73 73 ἔρια οἰσυπηρὰ ἄριστα τὰ ἁπαλὰ καὶ τὰ ἀπὸ τοῦ τραχήλου καὶ τῶν μηρῶν, ἁρμόζοντα ἐν ἀρχῇ πρὸς τραύματα, θλάσματα, ἀποσύρματα, πελιώματα, ὀστῶν κατάγματα βρεχόμενα ὄξει καὶ ἐλαίῳ ἢ οἴνῳ· δεκτικὰ γάρ ἐστι τῶν ἐμβρεγμάτων καὶ μαλακτικὰ διὰ τὸν οἴσυπον ποιεῖ καὶ πρὸς κεφαλαλγίαν καὶ στομάχου πόνους καὶ παντὸς ἄλλου τόπου σὺν ὄξει καὶ ῥοδίνῳ. τὰ δὲ κεκαυμένα ἔρια δύναμιν ἔχει θερμαντικήν, ἐσχαρωτικήν, ὑπερσαρκωμάτων σταλτικήν, ἀπουλωτικὴν ἑλκῶν, καίεται δὲ καθαρὰ διαξανθέντα ἐν ὠμῇ χύτρᾳ ὥσπερ τὰ λοιπά· τὸν δʼ αὐτὸν τρόπον καὶ κροκύδες καίονται θαλασσίας πορφύρας. τινὲς δὲ σὺν τῷ ῥύπῳ διαξάναντες τὰ ἔρια καὶ μέλιτι δεύσαντες καίουσιν ὡσαύτως.
2.74 74 οἴσυπος δὲ λέγεται τὸ ἐκ τῶν οἰσυπηρῶν ἐρίων λίπος, ὃν σκευάσεις οὕτως· λαβὼν ἔρια μαλακὰ οἰσυπηρὰ ἔκπλυνον μὴ ἐστρουθισμένα θερμῷ ὕδατι, ἅμα ἐκθλίβων πᾶσαν τὴν ῥυπαρίαν, ἣν βαλὼν εἰς κρατῆρα πλατύστομον καὶ ἐπιχέας ὕδωρ ἀνάχει ἀρυτῆρι ῥαγδαίως, ἕως ἂν ἀφρίσῃ, ἢ ξύλῳ ἀνατάρασσε εὐτόνως, μέχρις ἂν ὁ πολὺς ἀφρὸς καὶ λιπαρὸς συλλεγῇ· εἶτα κατάρραινε θαλάσσῃ, καὶ ὅταν καταστῇ τὸ ἐπινηχόμενον λίπος, ἀναλάμβανε εἰς ἕτερον κεραμεοῦν ἀγγεῖον, ἐπιχέας τε ὕδωρ εἰς τὸν κρατῆρα πάλιν τάρασσε καὶ κατάρραινε τῇ θαλάσσῃ τὸν ἀφρὸν καὶ ἀναλάμβανε, καὶ τὸ αὐτὸ ποίει, ἄχρι ἂν μηκέτι ἀφρὸς ἐφιιστῆται δαπανηθέντος τοῦ λίπους.
2.2 τὸν μέντοι ἀνῃρημένον 2 οἴσυπον τῇ χειρὶ μαλάξας παραχρῆμα ἀναιροῦ, εἴ τινα ἔχει ἀκαθαρσίαν, στραγγίζων τὸ πρῶτον ὕδωρ καὶ ἄλλο ἐπιχέων καὶ κινῶν τῇ χειρί, ἄχρι ἂν οὗ καθαρὸς καὶ λευκὸς φανῇ, οὕτως τε ἀποτίθεσο ἐν ἀγγείῳ κεραμεῷ· ἐν ἡλίῳ δὲ θερινῷ γινέσθω πάντα. ἔνιοι δὲ διηθήσαντες τὸ λίπος πλύνουσιν ἐν ὕδατι ψυχρῷ, ταῖς χερσὶν ἀνατρίβοντες ὡς τὴν κηρωτὴν αἱ γυναῖκες· γίνεται δὲ ὁ τοιοῦτος λευκότερος.
2.75 75 πιτύα λαγωοῦ ἁρμόζει λαμβανομένη σὺν οἴνῳ ὁλκὴ τριωβόλου πρὸς θηριοδήκτους καὶ κοιλιακοὺς καὶ δυσεντερικοὺς καὶ πρὸς ῥοικὰς γυναῖκας καὶ πρὸς αἷματος θρόμβωσιν καὶ ἀναγωγὰς τὰς ἐκ θώρακος, προστιθεμένη δὲ μετὰ τὴν κάθαρσιν τῇ μήτρᾳ μετὰ βουτύρου συλλήψει συνεργεῖ, ποθεῖσα δὲ μετὰ τὴν ἄφεδρον ἀτόκιόν ἐστιν. ἡ δὲ τοῦ ἵππου, ὐπʼ ἐνίων δὲ ἱππάκη καλουμένη, ἰδίως ἁρμόζει ἐπὶ κοιλιακῶν καὶ δυσεντερικῶν.
2.76 76 στέαρ πρὸς μὲν τὰ περὶ μήτραν ἁρμόζει τὸ νεαρὸν χήνειον ἢ ὀρνίθειον καὶ δίχα ἁλῶν τεθεραπευμένον, πολέμιον δὲ ὑστέρᾳ τὸ ἡλισμένον καὶ τὸ τῷ χρόνῳ μεταβεβληκὸς εἰς δριμύτητα. πρόσφατον δὲ τούτων λαβών τι καὶ ἐξυμενίσας ἔμβαλε εἰς λοπάδα καινὴν κεραμεᾶν, δὶς τοσοῦτον χωροῦσαν ἢ ὅσον ἐστὶ τὸ μέλλον θεραπεύεσθαι, εἶτα θεὶς εἰς ὀξύτατον ἥλιον τὸ ἀγγεῖον κεκαλυμμένον ἐπιμελῶς, ὑπὸ χεῖρα τὸ ἀποτηκόμενον ἀπήθει εἰς ἕτερον ἀγγεῖον ὀστράκινον, ἕως ἂν ἅπαν δαπανήσῃ τοῦτο δὲ εἰς κατάψυχρον τόπον ἀποτίθεσο καὶ χρῶ.
2.77 77 μυε λῶν δὲ κράτιστός ἐστιν ὁ ἐλάφειος, εἶτα μόσχειος καὶ μετὰ τοῦτον ταύρειος, εἶτα αἴγειος καὶ προβάτειος. συνίσταται δὲ θέρους τοῦ συνεγγίζοντος τῷ φθινοπώρῳ· ἐν γὰρ τοῖς ἄλλοις καιροῖς αἱμαλωπιᾷ καὶ οἱονεὶ σάρξ εὔθρυπτος ἐν τοῖς ἀστέοις εὑρίσκεται. ἐστι δὲ δύσγνωστος, ἐὰν μή τις αὐτὸν ἐξοστείσας ἴδῃ καὶ ἀποθῆται.
2.78 78 χολὴ πᾶσα ἀποτίθεται τούτῳ τῷ τρόπῳ· λαβὼν τὴν πρόσφατον καὶ ἀποδήσας τὸ στόμα αὐτῆς λίνῳ κάθες εἰς ὕδωρ ζέον διαλιπὼν χρόνον τοσοῦτον, ὅσον ἄν τις τριῶν σταδίων δρόμον ἀνύσειεν· εἶτα ἐξελὼν ξήραινε ἐν τόπῳ σκιερῷ καὶ ἀνοτίστῳ. τὰς δὲ εἰς τὰ ὀφθαλμικὰ λίνῳ ἀποδήσας βάλε εἰς βῖκον ὑελοῦν ἔχοντα μέλι, καὶ τὴν ἀρχὴν τοῦ λίνου περιδήσας τῷ στόματι τοῦ βίκου πωμάσας ἀπόθου.
2.79 79 αἷμα χηνὸς καὶ ἐρίφου καὶ νήσσης ἀντιδότοις χρησίμως μείγνυται, φάσσης δὲ καὶ τρυγόνος καὶ περιστερᾶς καὶ πέρδικος πρόσφ ατον πρὸς ὀρθαλμῶν τρώσεις, καὶ ὑποδρομὰς αἵματος ματος καὶ νυκτάλωπας ἐγχρίεται. ἰδίως δὲ τὸ τῆς περιστερᾶς αἱμορραγίας τὰς ἐκ μηνίγγων ἐπέχει. τὸ δὲ τοῦ τράγου καὶ αἰγὸς καὶ ἐλάφου καὶ λαγωοῦ ὀπτὸν ἀπὸ τηγάνου λαμβανόμενον δυσεντερίας καὶ κοιλιακὰς ῥύσεις ἐφίστησι, μετʼ οἴνου δὲ ποθὲν πρὸς τὰ τοξικὰ ποιεῖ, τὸ δὲ τῶν λαγωῶν θερμὸν καταχριόμενον ἐφηλίδας καὶ φακούς θεραπεύει, καὶ τὸ ἀπὸ τῶν κυνῶν δὲ ποθὲν λυσσοδήκτοις καὶ τοξικὸν πεπωκόσιν ἁρμόζει.
2.80 80 ἀπόπα τος βοὸς νομάδος πρόσφατος ἐπιτεθεῖσα φλεγμονάς τάς ἐκ τραυμάτων πραύνει· ἐνειλεῖται δὲ φύλλοις καὶ θερμαίνεται ἐν θερμοσποδιά καὶ οὕτως ἐπιτίθεται, καὶ ἰσχιάδος δὲ πυρία πραυντικὴ ἡτοιαύτη ἐπίθεσις. σὺν ὄξει δὲ καταπλασθεῖσα χοιράδας καὶ σκληρώματα διαλύει καὶ φύγεθλα. ἰδίως δὲ ἄρρενορς βοὸς βόλβιτον ὑστέραν προπεπτωκυῖαν ὑπομιώμενον ἀποκαθίστησι, διώκει δὲ καὶ κώνωπας θυμιαθέν. σἰγῶν δὲ σπύραθοι, μάλιστα ὀρεινῶν πινόμεναι σὺν οἴνῳ ἴκτερον ἀποκαθαίρουσι, σύν ἀρώματι δὲ ποθεῖσαι ἔμμηνα κινοῦσι καὶ ἔμβρυα ἐκβάλλουσι.
2.81 81 οὖρον ἀνθρώπου τὸ ἴδιον ποθὲν πρὸς ὑπὸ ἐχίδνης δήγματα ἁρμόζει καὶ πρὸς θανάσιμα καὶ ἀρχομένους ὕδρωπας, καὶ πρὸς νύξιν τῶν θαλασσίων ἐχίνων καὶ σκορπίου θαλασσίου καὶ δράκοντος ἐπαντλούμενον. τὸ δὲ κοινὸν ἐπάντλημα κυνοδήκτοις, καὶ πρὸς λέπρας καὶ κνησμούς σμῆγμα σὺν νίτρῳ. τὸ δὲ παλαιὸν σμηκτικώτερον ἀχώρων, πιτύρων, ψωρῶν, ἐκζεσμάτων, νομάς τε ἐπέχει καὶ μάλιστα τὰς ἐν αἰδοίοις ἐγκλυζόμενον, καὶ ὦτα πυορροοῦντα στεγνοῖ· ἐκβάλλει δὲ καὶ τοὺς ἐν αὐτοῖς σκώληκας ἑψόμενον ἐν σιδίῳ ῥόας.
2.82 82 μέλι πρωτεύει τὸ Ἀττικὸν καὶ τούτου τὸ Ὑμήττιον καλούμενον, εἶτα τὸ ἀπὸ τῶν Κυκλάδων νήσων καὶ τὸ ἀπὸ τῆς Σικελίας, Ὑβλαῖον καλούμενον. ἔστι δὲ δοκιμώτατον τὸ γλυκύτατον καὶ δριμύ, εὐωδέστερον, ὑπόξανθον, οὐχ ὑγρόν, ὅλκιμον δὲ καὶ εὔτονον, καὶ ἐν τῷ ἑλκυσθῆναι ἀνατρέχον ὡς ἐπὶ τὸν δάκτυλον.
2.83 83 κηρὸς ἄριστός ἐστιν ὁ ὑπόκιρρος καὶ ὑπολίπαρος, εὐώδης δὲ καὶ ποσὴν μελιτώδη ἀποφοράν ἔχων, ἔτι δὲ καθαρὸς καὶ γένει Κρητικὸς ἢ Ποντικός· ὁ δὲ ἔκλευκος τῇ φύσει καὶ λιπαρὸς δευτερεύει. λευκαντέον δὲ κηρὸν οὕτως· κατακνίσας αὐτοῦ τὸ λευκὸν καὶ καταλίπαρον καθάρας ἔμβαλε εἰς ἀγγεῖον καινόν, καὶ ἐπιχέας θαλάσσης πελαγίας τὸ αὔταρκες ἕψε βραχὺ νίτρον προσεμπάσας. ὅταν δὲ ἀναζέσῃ δὶς ἢ τρίς, καθελὼν τὴν χύτραν καὶ ἐάσας ψυγῆναι, ἀνελοῦ τὸν τροχίσκον καὶ ἀποξύσας, εἴ τις περὶ αὐτὸν ὑπάρχοι ῥυπαρία, ἕψε ἐκ δευτέρου, ἄλλο ὕδωρ θαλάσσιον ἐπιδούς.
2.84 84 πρόπο λιν δὲ παραληπτέον τὴν ξανθὴν καὶ| εὐώδη καὶ στυρακίζουσαν, μαλακήν τε ἐν τῷ ὑπερξήρῳ καὶ μαστίχης τρόπον ἐφελκομένην. ἔστι δὲ θερμαντικὴ ἄγαν καὶ ἐπισπαστικὴ καὶ σκολόπων ἑλκυστική· ἀρήγει δὲ καὶ βηξὶ παλαιαῖς ὑποθυμιωμένη, αἴρει δὲ καὶ λειχῆνας ἐπιτιθεμένη. εὑρίσκεται δὲ περὶ τοῖς στόμασι τῶν σμηνίων, φύσει κηροειδής.
2.85 85 πυροὶ πρὸς ὑγιείας χρῆ σιν ἄριστοι οἱ πρόσψατοι καὶ τελείως ἡδρηκότες τῇ τε χρόᾳ μηλίζοντες, εἶτα μετὰ τούτους οἱ τριμηνιαῖοι, λεγόμενοι δὲ ὑπό τινων σητάνιοι. ὠομὶ δὲ βρωθέντες ἕλμινθας στρογγύλας γεννῶσι, μασηθέντες δὲ καὶ καταπλασθέντες ὠφελοῦσι κυνοδήκτους. ὁ δὲ ἐκ τῆς σεμιδάλεως αὐτῶν ἄρτος γινόμενος εὐτροφώτερός ἐστι τοῦ συγκομιστοῦ, ὁ δʼ ἐκ τῶν σητανίων ἀλεύρων κουφότερος καὶ εὐανάδοτος. τὸ δὲ ἐξ αὐτῶν ἄλευρον σὺν ὑοσκυάμου χυλῷ καταπλάσσεται πρὸς νεύρων ῥευματισμούς καὶ πρὸς ἐμπνευματώσεις ἐντέρων, σὺν ὀξυμέλιτι δὲ φακούς αἴρει.
2.86 86 κριθὴ δὲ ἀρίστη ἡ λευκὴ καὶ καθαρά, ἀτροφωτέρα δὲ πυροῦ· τοῦ μέντοι γινομένου ἐξ αὐτῆς ἀλρ ίτου ἡ πτισάνη τροφιμωτέρα διὰ τὴν ἐν τῇ ἑψήσει χύλωσιν, ποιοῦσα πρὸς τὰς δριμύτητας καὶ τὰς περὶ ἀρτηρίαν τραχύτητας καὶ ἑλκώσεις, πρὸς ἃς καὶ ἡ πυρίνη πτισάνη ἁρμόζει, τροφιμωτέρα καὶ οὐρητικωτέρα οὖσα κατασπᾷ δὲ καὶ γάλα συνεψηθεῖσα μαράθου σπέρματι καὶ ῥοφουμένη. ἔστι δὲ ἡ κριθὴ οὐρητική, σμηκτική, φυσώδης, κακοστόμαχος, συμπεπτικὴ οἰδημάτων.
2.87 87 ζύθος σκευάζεται ἐκ τῆς κριθῆς. ἐστι δὲ διουρητικὸς καὶ νεφρῶν καὶ νεύρων ἁπτικός, καὶ μάλιστα μηνίγγων κακωτικός, πνευματωτικός τε καὶ γεννητικὸς κακοχυμιῶν καὶ ἐλεφαντιάσεαως ποιητικός. εὐεργὴς δὲ καὶ ὁ ἐλέφας γίνεται βρεχόμενος αὐτῷ.
2.88 88 καὶ τὸ καλούμενον δὲ κοῦπμι, σκευαζόμενον δʼ ἐκ τῆς κριθῆς, καὶ ἀντὶ οἴνου πόματι πολλάκις χρῶνται, κεφαλαλγές ἐστι καὶ κακόχυμον καὶ τοῦ νευρώδους βλαπτικόν· σκευάζεται δὲ καὶ ἐκ πυρῶν τοιαῦτα πόματα, ὡς ἐν τῇ πρὸς ἐσπέραν Ἰβηρίᾳ καὶ Βρεττανίᾳ.
2.89 89 ζέα δισσή· ἡ μὲν γὰρ ἁπλῆ ἡ δὲ δίκοκκος καλεῖται, ἐν δυσὶν ἐλύτροις ἔχουσα συνεζευγμένον τὸ σπέρμα. ἔστι δὲ τροφιμωτέρα φιμωτέρα μὲν κριθῆς, εὔστομος, ἀτροφωτέρα δὲ πυρῶν ἀρτοτποιουμένη.
2.90 90 κρίμνον ἁδρότερόν ἐστι τῇ κατεργασίᾳ τοῦ ἀλεύρου, γινόμενον ἔκ τε ζεας καὶ πυροῦ, ἐξ οὗ ὁ πόλτος γίνεται. ἔστιδὲ ἱκανῶς τρόφιμον καὶ εὐκατέργαστον· σταλτικώτερον δὲ κοιλίας τὸ ἀπὸ τῆς ζέας, μάλιστα προφωχθείσης.
2.91 91 καὶ ἡ ὄ λυραδὲ ἐκ τοῦ αὐτοῦ γένους ἐστὶ τῆς ζέας, ἀτροφωτέρα δὲ κατὰ ποσὸν ἐκείνης· ἀρτοποιεῖται δὲ καὶ αὕτη, καὶ κρίμνον ἐξ αὐτῆς ὡσαύτως γένεται.
2.92 92 ἀθήρα δὲ ἐκ τῆς ἀληλεσμενης εἰς λεπτὸν ζέας σκευάζεται. ἔστι δὲ ῥόφημα ὥσ??τερ πολτάριον ὑγρόν, παιδίοις ἁρμόδιον ποιεῖ δὲ καὶ εἰς τὰ καταπλάσματα.
2.93 93 τράγος τὸ σχῆμα μὲν παραπλησίως χόνδρῳ ἔχει, ἀτροφώτερος δὲ παρά πολὺ ζέας διὰ τὸ πτολὺ ἔχειν τὸ ἀχυρῶδες, διὸ καὶ δυσκατέργαστός εστι καὶ κοιλίας μαλακτικός.
2.94 94 βρόμος κάλαμός ἐστι πυροῖς ὅμοιος καὶ τοῖς φύλλοις, γόνασιν ἐνδιειλημμένος, καρπὸν δὲ ἔχει ἐπʼ ἄκρῳ ὥσπερ ἀκρίδια δίκωλα, ἐν οἷς τὸ σπέρμα χρησιμεῦον εἰς καταπλάσματα ὡς ἡ κριθή· καὶ πόλτος δὲ ἐξ αὐτοῦ γίνεται σταλτικὸς κοιλίας. ὁ δὲ ἐξ αὐτοῦ χυλὸς ῥοφούμενος βήσσουσιν ἁρμόζει.
2.95 95 ὄρυζα τῶν σιτηρῶν ἐστιν εἶδος, φυομένη ἐν ἑλώδεσι τόποις καὶ ἐνύγροις. τρόφιμος δέ ἐστι μετρίως καὶ κοιλίας σταλτική.
2.96 96 ὁ δὲ χονδρος γίνεται μὲν ἐκ τῆς καλουμένης δικόκκου ζέας, τροφιμώτερος δὲ ὀρύζης, στεγνωτικώτερος κοιλίας, εὐστομαχώτερος δὲ μᾶλλον· αἴρει δὲ καὶ λέπρας ἑψηθεὶς σὺν ὄξει καὶ καταχρισθείς, καὶ λεπρούς ὄνυχας ἀφίστησι καὶ αἰγιλώπια ἀρχόμενα θεραπεύει, ἔγκλυσμά τε τὸ ἀφέψημα αὐτοῦ ἐπὶ τῶν μετὰ ἀλγήματος δυσεντερικῶν εὔθετον.
2.97 97 κέγχρος ἀτροφωτέρα τῶν λοιπῶν σιτηρῶν. ἀρτοποιηθεῖσα δὲ ἡ ὥσπερ πόλτος σκευασθεῖσα κοιλίαν ἴστησιν, οὖρα δὲ κινεῖ, φωχθεῖσα δὲ καὶ βληθεῖσα εἰς σάκκους πυριωμένη στρόφων καὶ τῶν ἄλλων ἀλγημάτων ἐστὶ βοήθημα.
2.98 98 καὶ ἡ ἔλυμος δέ, ἦν τινες μελίνην καλοῦσι, τῶν σιτηρῶν ἐστι σπερμάτων, κέγχρῳ ὁμοίων, ὡσαύτως σιτοποιουμένη καὶ πρὸς τὸ αὐτὸ ἁρμόζουσα, ἀτροφωτέρα μέντοι τῆς κέγχρου καθέστηκε καὶ ἧσσον στυπτική.
2.99 99 σήσαμον κακοστόμαχον καὶ δυσωδίας στόματος ποιητικόν, ὁπόταν βιβρωσκόμενον ἐμμείνῃ μεταξὺ τῶν ὀδόντων. καταπλασθὲν δὲ διαφορεῖ τὰς ἐν νεύροις παχύτητας καὶ τὰ ἐν ὠσὶ θλάσματα καὶ φλεγμονάς καὶ πυρίκαυτα καὶ κόλου ἀλγήματα, καὶ κεράστου δῆγμα θεραπεύει· σὺν ῥοδίνῳ δὲ κεφαλῆς ἀλγήματα ἐξ ἐγκαύσεως γινόμενα παραμυθεῖται. ἡ δὲ πόα καθεψηθεῖσα ἐν οἴνῳ τὰ αὐτὰ ποιεῖ, μάλιστα δὲ φλεγμοναῖς ὀφθαλμῶν καὶ περιωδυνίαις ἁρμόζει. γίνεται δὲ καὶ ἔλαιον ἐξ αὐτοῦ, ᾧ οἱ ἐν Αἰγύπτῳ χρῶνται.
2.100 100 αἶπα ἡ γινομένη ἐν τοῖς πυροῖς ἀλεσθεῖσα δύναμιν ἔχει περιχαρακτικὴν νομῶν καὶ σηπεδόνων καὶ γαγγραινῶν μετὰ ῥεφάνου φλοιοῦ καὶ ἀλῶν καταπλασσομένη, καὶ λειχῆνας ἀγρίους καὶ λέπρας σὺν θείῳ ἀπύρω καὶ ὄξει θεραπεύει. σὺν κόπρῳ δὲ περιστερᾶς καὶ λινοσπέρμῳ ἑψομένη ἐν οἴνῳ χοιράδας διαλύει καὶ τὰ δύσπεπτα ῥήττει, ἰσχιαδικούς τε σὺν μελικράτῳ ἑψηθεῖσα καὶ καταπλασσομένη ὠφελεῖ. σὺν ἀλφίτῳ δʼ ἢ σμύρνη ἢ κρόκῳ ἢ λιβανωτῷ ὑποθυμιωμένη συνεργεῖ ταῖς συλλήμψεσιν.
2.101 101 ἄμμλον ὠνόμασται διὰ τὸ χωρὶς μύλου κατασκευάζεσθαι· ἄριστον δέ ἐστι τὸ σκευαζόμενον ἐκ πυροῦ σητανίου, Κρητικὸν δὲ ἢ Αἰγύπτιον. σκευάζεται δὲ ἐκ πυροῦ σητανίου καθαροῦ, βρεχομένου καὶ πλυνομένου ἐν ὕδατι γλυκεῖ καὶ ἀποχεομένου πεντάκις τῆς ἡμέρας, εἰ δυνατὸν δέ, καὶ τῆς νυκτός. ὅταν δὲ μαλακὸς γένηται, πραέως τὸ ὕδωρ ἐκχεῖν δεῖ χωρὶς τοῦ κινεῖν ἵνα μὴ συνεκκλύζηται τὸ νόστιμον. ἐπὰν δὲ παραστῇ μαλακώτατος γενόμενος, ἀποχέας τὸ ὕδωρ τρίβειν τοῖς ποσίν, εἶτα ὕδωρ ἐπιχέοντας πάλιν τρίβειν· εἶτα ἀναιρεῖσθαι τὸ ἐφιστάμενον πίτυρον ἠθμῷ, καὶ τὸ λοιπὸν διηθήσαντας βαλεῖν εἰς ὑλιστῆρα, διυλίσαντάς τε εὐθέως ψύχειν ἐπὶ κεραμίδων καινῶν ἐν ἡλίῳ ὀξυτάτῳ ἔνικμον γὰρ κἀν ἐπʼ ὀλίγον μείνῃ, ὀξίζει.
2.102 102 καὶ τὸ ἐκ τῆς τήλεως ἄλευρον, ἥν ἔνιοι βούκερων, οἱ δὲ αἰγόκερας, οἱ δὲ κάρφος, οἱ δὲ λωτόν, οἱ δὲ κέρας αἴγειον ἐκάλεσαν, δύναμιν ἔχει μαλακτικήν. καταπλασσόμενον δὲ λεῖον σύν μελικράτῳ ἐφθὸν ποιεῖ πρὸς φλεγμονὰς τὰς ἐντὸς καὶ ἐκτός, σὺν νίτρῳ δὲ καὶ ὄξει λεῖον καταπλασθὲν σπλῆνα μειοῖ. τὸ δὲ ἀφέψημα αὐτῆς ἐγκάθισμα εἰς τὰ γυναικεῖα, ὅσα κατὰ φλεγμονὴν ἢ μύσιν συνίσταται.
2.103 103 καὶ τὸ λινόσπεπμον τὴν αὐτὴν ἔχει δύναμιν τῇ τήλει, διαφοροῦν καὶ μαλάσσον πᾶσαν φλεγμονὴν ἐντός τε καὶ ἐκτὸς σὺν μέλιτι καὶ ἐλαίῳ καὶ ὕδατι ὠμὸν ἀναλημφθέν. αἴρει δὲ καὶ ἐφήλεις καὶ ἰόνθους καταπλασθὲν σὺν νίτρῳ καὶ σύκῳ, σύν κονίᾳ δὲ παρωτίδας καὶ σκληρίας διαφορεῖ, ἕρπητάς τε σὺν οἴνῳ ἑψηθὲν καὶ κηρία ἐκκαθαίρει, ὄνυχάς τε λεπρούς ἀφίστησι σὺν ἴσῳ καρδάμῳ καὶ μέλιτι· ἀνάγει καὶ τὰ ἐκ θώρακος σὺν μέλιτι ἀντὶ ἐκλεικτοῦ λημφθὲν καὶ βῆχας παρηγορεῖ, παρίστησι δὲ καὶ πρὸς ἀφροδίσια μιγὲν μέλιτι καὶ πεπέρει ἀντὶ κοπτῆς πολὺ λαμβανόμενον· καὶ τὸ ἀφέψημα δὲ αὐτοῦ ἐνίεται πρὸς ἐντέρων καὶ ὑστέρας δηγμούς καὶ ἐκκομιδὴν περιττωμάτων, καὶ πρὸς φλεγμονάς τὰς ἐν μήτρᾳ εἰς ἐγκάθισμα, ὥσπερ τὸ τῆς τήλεως, εὐχρηστεῖ.
2.104 104 ἐρέβινθος ὁ ἥμερος εὐκοίλιος, οὐρητικός, πνευμάτων γεννητικός, εὐχροίας περιποιητικός, καταμηνίων ἀγωγὸς καὶ ἐμβρύων, καὶ γάλακτος γεννητικός. καταπλάσσεται δὲ μάλιστα ὁ ροβίας ἔφθὸς πρὸς ὄρχεων φλεγμονὰς καὶ ἀχῶρας καὶ λειχῆνας καὶ ψώρας καὶ μυρμηκίας καὶ τὰ καρκινώδη ἕλκη καὶ κακοήθη σὺν μέλιτι.
2.105 105 κύαμος Ἑλλην ικὸς πνευματωτικός, φυσώδης, δύσπεπτος, δυσόνειρος, βηχὶ δὲ σύμφορος καὶ σαρκῶν γεννητικός, ψηθείς τε ἐν ἀξυκράτῳ καὶ σὺν τῳ λέπει ἐσθιόμενος δυσεντερίας καὶ κοιλιακάς ῥύσεις ἐπέχει, καὶ πρὸς ἐμέτους δὲ εὔθετος βρωθείς γίνεται δὲ ἀφυσότερος τοῦ πρώτου ὕδατος κατὰ τὴν ἕψησιν ἀποχεομένου. ὁ δὲ χλωρὸς κακοστομαχώτερος καὶ φυσωδέστερος. τὸ δὲ ἄλευρον τοῦ κυάμου καταπλασθὲν καθ᾿ ἑαυτό τε καὶ σὺν ἀλφίτῳ τὰς ἐκ πληγῆς φλεγμονάς πραύνει καὶ οὐλάς ὁμοχρόους ποιεῖ καὶ μαστούς χονδριῶντας καὶ φλεγμαίνοντας ὠφελεῖ γάλα τε σβεννύει.
2.106 106 ὁ δὲ Αἰγύπτιος κύαμος, ὅν ἐνιοι Ποντικὸν καλοῦσι, πλεῖστος ἐν Αἰγύπτῳ γεννᾶται, καὶ ἐν Ἀσίᾳ δὲ καὶ ἐν Κιλικίᾳ. ἐν ταῖς λίμναις εὑρίσκεται. ἔχει δὲ φύλλον μέγα ὡς πέτασον, καυλὸν δὲ πηχυαῖον, δακτύλου πάχος, ἄνθος δὲ ῥοδόχρουν, διπλάσιον μήκωνος, ὅπερ ἐξανθῆσαν φέρει σφηκιᾷ παραπλήσιον θυλακίσκον, ἐν ᾧ κύαμος μικρὸν ὑπεραίρων τὸ πῶμα ὡς πομφόλυξ. καλεῖται δὲ κιβώριον ἢ κιβώτιον διὰ τὸ τὴν φυτείαν τούτου γίνεσθαι ἐν ἰκμοβώλῳ ἐντιθεμένου οὕτω τε εἰς τὸ ὕδωρ ἀφιεμένου.
2.107 107 φακὸς βιβρωσκόμενος συνεχῶς ἀμβλυωπός, δύσπεπτος, κακοστόμαχος, πνευματωτικὸς στομάχου καὶ ἐντέρων, κοιλίας τε σταλτικὸς σύν τῷ λέπει ἑψόμενος· διαφέρει δὲ αὐτοῦ ὁ ἑψανὸς καὶ μηδὲν ἀνιεὶς ἐν τῇ βροχῇ μέλαν. δύναμιν δὲ ἔχει στυπτικήν, ὅθεν κοιλίαν ἵστησι προαπολεπισθεὶς καὶ ἑψηθεὶς ἐπιμελῶς, τοῦ πρώτου ἐν τῳ ἀφέψεσθαι ὕδατος ἀποχεομένου· λυτικὸν γὰρ κοιλίας τὸ ἀφέψημα αὐτοῦ. ἐστι δὲ δυσόνειρος, ἄθετος πρὸς τὰ νευρώδη καὶ πνεύμονα καὶ κεφαλήν.
2.108 108 ὄροβός ἐστι θαμνίσκος στενόφυλλος, λεπτός, ἔχων σπερμάτιον ἐν λοβοῖς, ἐξ οὖ γίνεται τὸ καλούμενον ὀρόβινον. ἄλευρον, ὅ καὶ πρὸς τὴν ἰατρικὴν ἁρμόζει χρῆσιν. ἐστι δὲ καρηβαρικός, κοιλίας ταρακτικός, εἰ βρωθείη, αἷμά τε διʼ οὔρων ἄγει. βοῦς δὲ λιπαίνει ἑφθὸς παρατιθέμενος.
2.109 109 θέρμος ὁ ἥμερος γνώριμος, οὖ τὸ ἄλευρον σὺν μέλιτι ἐκλειχόμενον ἢ μετὰ ἄξους πινόμενον ἔλμινθας φθείρει. καὶ αὐτοὶ δὲ ἀποβραχέντες καὶ ἔμπικροι ἐσθιόμενοι τὸ αὐτὸ δρῶσι, καὶ τὸ ἀφέψημα ⟨δὲ〉 αὐτῶν τὸ αὐτὸ ποιεῖ μετὰ πηγάνου ποθὲν καὶ πεπέρεως, καὶ σπληνικούς ὠφελεῖ, ἐπάντλημά τε γαγγραίνης, θηριωμάτων, ψώρας ἀρχομένης, ἀλφῶν, σπίλων, ἐξανθημάτων, ἀχώρων· τὸ δʼ αὐτὸ καὶ καταμηνίων καὶ ἐμβρύων ἐπισπαστικὸν μετὰ θμύρνης καὶ μέλιτος ἐν προσθέτῳ. καθαίρει δὲ τὸ ἄλευρον χρῶτα καὶ πελιώματα, καὶ φλεγμονὰς πραύνει σὺν ὕδατι καὶ ἀλφίτῳ, σὺν ὄξει δὲ ἰσχιάδας παρηγορεῖ καὶ φύματα.
2.110 110 γογγύλης ἡ ῥίζα ἑφθὴ τρόφιμος, πνευματωτική. σαρκὸς πλαδαρᾶς γεννητική, ἀφροδισίων παρορμητική. τὸ δὲ ἀφέψημα αὐτῆς ποδάγρας καὶ χιμέτλης ἐστὶ κατάντλημα, καὶ αὐτὴ δὲ λεία καταπλασσομένη ὠφελεῖ, εἰ δέ τις ἐγγλύψας τὴν ῥίζαν κηρωτὴν ῥοδίνην ἐν αὐτῇ ἐπὶ θερμοσποδιᾶς τήξει, ποιεῖ πρὸς τὰς εἱλκωμένας χιμέτλας. ὁ δὲ ἐξ αὐτῆς ἀσπάραγος βιβρώσκεται ἑφθός· ἐστι δὲ οὐρητικός. τὸ δὲ σπέρμα εἰς ἀντιδότους καὶ θηριακάς ἀνωδύνους εὔθετον, βοηθεῖ δὲ καὶ τοῖς θανασίμοις· ποθὲν δὲ παρορμᾷ καὶ πρὸς ἀφροδίσια. ἁλμευθεῖσα δὲ ἀτροφωτέρα γίνεται βιβρωσκομένη τὰς μέντοι ὀρέξεις ἀναλαμβάνει.
2.111 111 βουνιάς καὶ ταύτης ἡ ῥίζα ἑφθὴ φυσώδης ἐστίν, ἦττον δὲ τρόφιμος. ποιεῖ δὲ τὸ σπέρμα αὐτῆς ἀνενεργῆ τὰ θανάσιμα προπινόμενον, μείγνυται δὲ καὶ ἀντιδότοις. ἁλμεύεται δὲ καὶ ταύτης ἡ ῥίζα.
2.112 112 ῥαφανὶς καὶ αὐτὴ πνευμάτων γεννητική, εὔστομος, οὐκ εὐστόμαχος, ἐρευκτική. οὐρητικὴ δέ ἐστι καὶ θερμαντική, εὐκοίλιος δέ, εἰ τις αὐτὴν ἐπιλαμβάνει μᾶλλον συνεργοῦσαν τῇ ἀναδόσει, προεσθιομένη δὲ μετεωρίζει τὴν τροφήν ἁρμόζει δὲ καὶ τοῖς ἐμεῖν μέλλουσι προεσθιομένη, ἀκριβοῖ δὲ καὶ τὰς αἰσθήσεις. ἑφθὴ δὲ ποιεῖ λαμβανομένη βήσσουσι χρονίως καὶ τοῖς πάχος γεννῶσιν ἐν θώρακι. ὁ δὲ φλοιὸς αὐτῆς μετʼ ὁξυμέλιτος λαμβανόμενος ἐμετικώτερος, ἁρμόζων ὑδρωπικοῖς, καταπλασθεὶς δὲ εὐθετεῖ καὶ σπληνικοῖς· σὺν μέλιτι δὲ ἔτι νομὰς ἐφίστησι καὶ ὑπώπια αἴρει καὶ ἐχεοδήκτοις βοηθεῖ ἀλωπεκίας τε δασύνει, φακοὺς δὲ ἀποσμήχει σὺν αἰρίνῳ ἀλεύρῳ· βοηθεῖ δὲ καὶ τοῖς ὑπὸ μυκήτων πνιγομένοις, ἔμμηνά τε ἄγει.
2.113 113 σίσαρον γνώριμον, οὗ ἡ ῥίζα ἑφθὴ εὔστομος εὐστόμαχος, οὐρητική, ὀρέξεως προκλητική.
2.114 114 λάπαθον τὸ μέν τι αὐτοῦ ὀξυλάπαθον λέγεται, φυόμενον ἐν ἕλεσι, σκληρόν, κατὰ τὰ ἄκρα ἅποξυ, τὸ δέ τι κηπευτόν, οὐκ ἀνόμοιον τῷ πρώτῳ. τρίτον δέ ἐστιν ἄγριον, μικρόν, παρόμοιον ἀρνογλώσσῳ, μαλακόν, ταπεινόν. ἔστι δὲ καὶ τέταρτον εἶδος αὐτοῦ, ὅ ἔνιοι ἀξαλίδα ἢ ἀναξυρίδα ἢ λάπαθον ἄγριον καλοῦσιν, οὗ τὰ φύλλα ὅμοια τῷ ἀγρίῳ καὶ μικρῷ λαπάθῳ, καυλὸς δὲ οὐ μέγας, ἄποξυς, καρπὸς δὲ ἐρυθρός, δριμὺς ἐπὶ τοῦ καυλοῦ ἐπὶ παραφυάδων.
2.115 115 ἱππολάπαθον λάπαθόν ἐστι μέγα, ἐν ἕλεσι γεννώμενον. δύναμιν δὲ ἔχει τὴν αὐτὴν τοῖς προειρημένοις.
2.116 116 λαμψάνη λάχανόν ἐστιν ἄγριον, τροφιμὼτερον καὶ εὐστομαχώτερον τοῦ λαπάθου, οὗ τὰ φύλλα καὶ ὁ καυλὸς ἐσθίεται ἑφθά.
2.117 117 βλίτον λαχανεύεται καὶ τοῦτο. ἔστι δὲ εὐκοίλιον, οὐδεμίαν ἔχον φαρμακώδη δύναμιν.
2.118 118 μολόζη· ἐδωδιμωτέρα ἡ κηπευτὴ μᾶλλον τῆς χερσαίας, κακοστόμαχος δὲ καὶ εὐκοίλιος, καὶ μᾶλλον οἱ καυλοί, ἐντέροις δὲ καὶ κύστει ὠφέλιμος.
2.119 119 ἀνδράφαξυς λάχανον γνώριμον· διττόν, τὸ μὲν ἄγριον τὸ δὲ κηπευτόν, λαχανεύεται δὲ ἑχθόν. ἔστι δὲ κοιλίας μαλακτικόν, καταπλασσόμενον δὲ ὠμόν τε καὶ ἑφθὸν φύγεθλα διαφορεῖ, ὁ δὲ καρπὸς αὐτῆς πινόμενος μετὰ μελικράτου ἴκτερον θεραπεύει.
2.120 120 κράμβη ἥμερος εὐκοίλιος ἀκρόζεστος ἐσθιομένη, ἡ δὲ καθεψηθεῖσα κοιλίαν ἵστησι καὶ μᾶλλον ἡ δίεφθος καὶ ἐν κονίᾳ ἑψηθεῖσα· κακοστόμαχος δὲ καὶ μᾶλλον δριμυτέρα ἡ θερινή, ἡ δὲ ἐν Αἰγύπτῳ διὰ πικρίαν ἄβρωτος. ἀμβλυωποῦσι δὲ βοηθεῖ καὶ τρομώδεσιν ἐσθιομένη, καὶ τάς ἐκ κραιπάλης δὲ καὶ οἴνων κακίας σβέννυσιν ἐπιλαμβανομένη. τὸ δὲ ἀπʼ αὐτῆς κύημα εὐστομαχώτερον καὶ οὐρητικώτερον, ταριχευθὲν δὲ κακοστόμαχον καὶ κοιλίας ταρακτικόν.
2.121 121 κράμβη ἀγρία φύεται ὡς ἐπὶ τὸ πολὺ ἐν παραθαλασσίοις τόποις καὶ κρημνώδεσιν, ἐοικυῖα τῇ ἡμέρῳ, λευκοτέρα δέ ἐστι καὶ δασυτέρα καὶ πικρά. τὸ δὲ κύημα αὐτῆς ἐν κονίᾳ ἑψηθὲν οὐκ ἄστομον.
2.122 122 ἡ δὲ θαλα σσία λεγομένη κράμβη ἐξήλλακται τῷ παντὶ τῆς ἡμέρου, ἔχουσα φύλλα μακρὰ τῇ στρογγύλη ἀριστολοχείᾳ ὅμοία. ἐκπέφυκε δὲ ἕκαστον αὐτῶν ἀπὸ κλωνίων ὑπερύθρων ἐξ ἑνὸς μόσχου ὥσπερ κισσός· ἔχει δὲ καὶ ὀπὸν λευκόν, οὐ πολύν. ἐστι δὲ τῇ γεύσει ὑφάλμυρος καὶ ποσῶς ἔμπικρος κατὰ τὴν γεῦσιν.
2.123 123 σεῦτλον διττόν ἐστιν, οὗ τὸ μὲν μέλαν σταλτικώτερον κοιλίας σύν φακῇ ἑψηθέν, καὶ μᾶλλον ἡ ῥίζα, τὸ δὲ λευκὸν εὐκοίλιον. κακόχυμα δὲ ἀμφότερα διὰ τὸ ἐν αὐτοῖς νιτρῶδες, ὅθεν ὁ χυλὸς αὐτῶν καθαίρει κεφαλὴν ῥινὶ ἐγχεόμενος μετὰ μέλιτος καὶ ὠταλγίας ὠφελεῖ, τὸ δὲ τῶν ῥιζῶν καὶ τῶν φύλλων ἀφέψημα πιτύρων καὶ κονίδων σμηκτικὸν καὶ χιμέτλης πραυντικὸν καταντλούμενον. ὠμοῖς δὲ τοῖς φύλλοις καταπλάσσειν δεῖ ἀλφοὺς προεκνιτρωθέντας καὶ ἀλωπεκίας προκατασεῦτλον κνισθείσας καὶ τὰ νεμόμενα ἕλκη. ἑφθὴ δὲ ἐξανθήματα καὶ πυρίκαυτα καὶ ἐρυσιπέλατα ἰᾶται.
2.124 124 ἀνδράχνη δύναμιν ἔχει στυπτικήν, ψυκτικήν . καταπλασσομένη δὲ μετʼ ἀλφίτου βοηθεῖ κεφαλῆς ἀλγήμασι καὶ ὀφθαλμῶν φλεγμοναῖς καὶ ταῖς ἄλλαις καὶ στομάχου πυρώσει καὶ ἐρυσιπέλατι καὶ κύστεως ἀλγήματι. βρωθεῖσα δὲ αἱμωδίαν καὶ στομάχου καὶ ἐντέρων πύρωσιν καὶ ῥευματισμὸν πραύνει, νεφρούς τε δακνομένους καὶ κύστιν εὖ διατίθησι καὶ τὰς πρὸς συνουσίαν ὁρμὰς ἐκλύει.
2.125 125 ἀσπάραγος πετραῖος ἢ μυάκανθος, οἱ δὲ ὅρμινον καλοῦσιν, οὗ τὸ καυλίον ἑψηθὲν καὶ βρωθὲν κοιλίαν μαλάσσει καὶ οὖρα κινεῖ, τῶν δὲ ῥιζῶν τὸ ἀφέψημα πινόμενον βοηθεῖ δυσουροῦσιν, ἰκτερικοῖς, ἰσχιαδικοῖς, φαλαγγιοδήκτοις δὲ μετʼ οἴνου ἀφηψημένον, καὶ ὀδονταλγοῦσι δὲ κρατουμένου τοῦ ἀφεψήματος ἐπὶ τῷ πονοῦντι ὀδόντι. ποιεῖ δὲ πρὸς τὰ αὐτὰ καὶ τὸ σπέρμα πινόμενον. φασὶ δὲ καὶ τούς κύνας πιόντας τὸ ἀφέψημα αὐτοῦ θνήσκειν. ἔνιοι δὲ ἰστορήκασιν ὅτι, ἐάν τις κριοῦ κέρατα συγκόψας κατορύξῃ, φύεται ἀσπάραγος.
2.126 126 ἀρνόγλωσσον, οἱ δὲ ἑπτάπλευρον, οἱ δὲ πολύπλευρον· διττόν ἐστι, τὸ μὲν μικρὸν τὸ δὲ μεῖζον. ἔχει δὲ τὸ μὲν μικρὸν φύλλα στενότερα καὶ μικρότερα καὶ λειότερα, καυλὸν γωνιοειδῆ, καὶ κεκλιμένον ὡς ἐπὶ τὴν γῆν, ἄνθη ὠχρά, τὸ δὲ σπέρμα ἐπʼ ἄκρῳ τῷ καυλῷ. τὸ δὲ μεῖζον εὐερνέστερον, πλατύφυλλον, λαχανῶδες· καυλὸς δὲ καὶ ἐπὶ τούτῳ γωνιοειδής, ὑπέρυθρος, ὕψος πήχεως, ἐκ μέσου μέχρι κορυφῆς στέρματι περιεχόμενος λεπτῷ. ῥίζαι δὲ ὕπεισιν ἁπαλαί, δασεῖαι, λευκαί, πάχος δακτύλου. γεννᾶται δὲ πρὸς τοῖς τέλμασι καὶ φραγμοῖς καὶ ἐν ἐνίκμοις τόποις· εὐχρηστότερον δὲ τὸ μέγα.
2.127 127 σίον φύεται ἐν τοῖς ὕδασι. θαμνίον λιπαρόν, ὀρθόν, φύλλα ἔχον ἱπποσελίνῳ ἐοικότα, μικρότερα δὲ καὶ ἀρωματίζοντα, ἅπερ ἐσθιόμενα ἑφθά τε καὶ ὠμὰ λίθους θρύπτει καὶ ἐκκρίνει, οὖρά τε κινεῖ καὶ ἔμμηνα ἄγει καὶ ἔμβρυα, δυσεντερικοῖς τε χρήσιμα βρωθέντα. Κρατεύας δὲ ἱστορεῖται περὶ αὐτοῦ οὕτως· πόα θαμνοειδής, ὀλίγη, ἔχουσα πολλὰ φύλλα περιφερῆ, μείζονα ἡδυόσμου, μέλανα, λεῖα, παρεγγίζοντα εὐζώμῳ.
2.128 128 σισύμβριον· οἱ δὲ καρδαμίνην, οἱ δὲ καὶ τοῦτο σίον καλοῦσιν. ἔνυδρός ἐστι πόα, κατὰ τὰ αὐτὰ τῷ σίῳ γεννωμένη. καρδαμίνην δʼ ἔνιοι λέγουσι διὰ τὸ ἐοικέναι καρδάμῳ κατὰ τὴν γεῦσιν. φύλλα δὲ ἔχει τὰ μὲν πρῶτα περιφερῆ, αὐξανόμενα δὲ σχίζεται ὡς τὰ τοῦ εὐζώμου. ἐστι δὲ θερμαντικά, διουρητικά· βιβρώσκεται δὲ καὶ ὠμά. ἀποκαθαίρει δὲ καὶ φακοὺς καὶ ἔφηλιν καταπλασθέντα διʼ ὅλης τῆς νυκτός, ἕωθεν δὲ ἀποκλυσθέντα.
2.129 129 κρῆθμον θαμνῶδές ἐστι βοτάνιον, ἀμφιλαφές, περὶ πῆχυν τὸ ὕψος, φυόμενον ἐν πετρώδεσι καὶ παραθαλασσίοις τόποις, φύλλοις περίπλεον λιπαροῖς καὶ ὑπολεύκοις, τοῖς τῆς ἀνδράχνης παρεοικόσι, πλατυτέροις μέντοι καὶ ἐπιμηκεστέροις, ἁλμυρίζουσι δὲ πρὸς τὴν γεῦσιν· ἄνθη λευκά, τὸν δὲ καρπὸν ὥσπερ λιβανωτίδος, μαλακόν, εὐώδη, στρογγύλον, ὅς ξηρανθεὶς διίσταται καὶ ἔνδον ὡς πυρὸν ἔχει τὸ σπέρμα, ῥίζας δὲ δακτύλου τὸ πάχος τρεῖς ἢ τέσσαρας, εὐώδεις, ἡδείας.
2.130 130 κορωνόποὗς πρόμηκές ἐστι βοτάνιον, κατὰ τοῦ ἐδάφους κατεστρωμένον, κατεσχισμένον τὰ φύλλα· λαχανεύεται δὲ καὶ τοῦτο ἑφθόν.
2.131 131 σόγχου δύο ἐστὶν εἴδη· τὸ μὲν γάρ ἐστιν ἀγριώτερον καὶ ἀκανθωδέστερον τὸ δὲ τρυφερώτερον καὶ ἐδωδιμώτερον· καυλὸς δὲ γωνιοειδής, ὑπέρυθρος, κενός· φύλλα δὲ ἔχει ἐκ διαστημάτων ἐσχισμένα τὴν περιφέρειαν.
2.132 132 σέρις ἀγρία καὶ ἥμερος, ὧν ἡ μὲν ἀγρία πικρὶς ἢ καλεῖται, ἥτις ἐστὶ καὶ πλατυφυλλοτέρα καὶ εὐστομαχμωτέρα τῆς κηπευτῆς. καὶ τῆς κηπευτῆς δὲ διττὸν εῖδος· ἡ μὲν γάρ τίς ἐστι θριδακωδεστέρα καὶ πλατύφυλλος ἡ δὲ στενόφυλλος καὶ ἔμπικρος.
2.133 133 χονδρίλη· τὰ μὲν φύλλα καὶ τὸν καυλὸν καὶ τὰ ἄνθη ἔχει κιχορίῳ ὅμοια, ὅθεν καὶ εἶδος σέριδος ἀγρίας αὐτό τινες εἶπον, λεπτότερον δὲ τὸ ὅλον. περὶ δὲ τῷ κλωναρίῳ αὐτῆς εὑρίσκεται κόμμι ὅμοια μαστίχῃ μεγέθει κυαμιαῖα, ἅ τινα προστεθέντα λεῖα μετὰ σμύρνης ἐν ὀθονίῳ μέγεθος ἐλαίας ἔμμηνα ἄγει. ἡ δὲ πόα σὺν τῇ ῥίζῃ κοπεῖσα εἰς τροχίσκους ἀναπλάσσεται μειγνυμένου μέλιτος, οἵτινες διεθέντες καὶ νίτρῳ μιγέντες ἀλφούς ἀποσμήχουσιν· ἀνακολλᾷ δὲ καὶ τρίχας τὸ κόμμι.
2.134 134 κολόκυνθα ἐδώδιμος ὠμὴ καταπλασθεῖσα λεία οἰδήματα καὶ ἀποστήματα πραύνει. τὸ δὲ ξύσμα αὐτῆς παιδίοις σειριῶσιν ὠφελίμως κατὰ τοῦ βρέγματος καταπλάσσεται, καὶ πρὸς ῤφθαλμοῦ φλεγμονάς καὶ ποδαγρικὰς ὁμοίως. ὁ δὲ χυλὸς τῶν ξυσμάτων ὠταλγίας καθʼ ἑαυτὸν καὶ μετὰ ῥοδίνου ἐγχυματιζόμενος ὠφελεῖ, καὶ πρὸς καυσουμένην ἐπιφάνειαν ἐγχριόμενος ὠφελεῖ. ὅλης δὲ αὐτῆς ἀποζεσθείσης καὶ ἐκθλίβεί. σης ὁ χυλὸς πινόμενος, μετὰ μέλιτος βραχέος καὶ νίτρου κοιλίαν λύει κούφως. καὶ εἴ τις κοιλάνας αὐτὴν ὠμὴν ἐγχέας τε οἶνον καὶ ἐξαιθριάσας κεράσας τε δοίη πιεῖν, μαλάσσει κοιλίαν κούφως.
2.135 135 σίκυς ἥμερος εὐκοίλιος, εὐστόμαχος, ψυκτικός, οὐ φθειρόμενος, κύστει ἁρμόδιος, ἀνακτητικὸς λειποθυμιῶν ὀσφραινόμενος. καὶ τὸ σπέρμα δὲ αὐτοῦ μετρίως οὐρητικόν, ἁρμόζον σὺν γάλακτι ἢ γλυκεῖ πρὸς τὰς ἐν κύστει ἑλκώσεις. τὰ δὲ φύλλα αὐτοῦ σὺν οἴνῳ καταπλασθέντα κυνόδηκτα ἰᾶται, σὺν μέλιτι δὲ καὶ ἐπινυκτίδας.
2.136 136 θρ ίδαξ ἥμερος εὐστόμαχος, ὑποψύχουσα, ὑπνωτική, κοιλίας μαλακτική, γάλακτος κατασπαστική· ἑψηθεῖσα δὲ γίνεται τροφιμωτέρα, ἄπλυτος δὲ ἐσθιομένη στομαχικοῖς ἁρμόζει. τὸ δὲ σπέρμα αὐτῆς πινόμενον τοῖς συνεχῶς ὀνειρώττουσι βοηθεῖ καὶ συνουσίαν ἀποστρέφει. αὐταὶ δὲ συνεχῶς ἐσθιόμεναι ἀμβλυωπίας εἰσὶ ποιητικαί· ταριχεύονται δὲ ἐν ἅλμῃ.
2.137 137 γιγγίδιον· φύεται μὲν τὸ πλεῖστον ἐν Κιλικίᾳ τε καὶ Συρίᾳ. βοτάνιον σταφυλίνῳ ἐοικὸς ἀγρίῳ, λεπτότερον δὲ καὶ πικρότερον, ῥίζαν ὑπόλευκον, πικρὰν ἔχον. λαχανεύεται δὲ ὠμόν τε καὶ ἑφθόν, καὶ ταριχευθὲν ἐσθίεται. ἔστι δὲ εὐστόμαχον, οὐρητικόν.
2.138 138 σκάνδιξ· καὶ τοῦτο ἄγριόν ἐστι λάχανον, ὑπόδριμυ καὶ ἔμπικρον, ἐδώδιμον, ἑφθόν τε καὶ ὠμὸν ἐσθιόμενον εὐκοίλιον καὶ εὐστόμαχον, οὐρητικόν. τὸ δὲ ἀφέψημα αὐτοῦ κύστει χρήσιμον καὶ νεφροῖς καὶ ἥπατι πινόμενον.
2.139 139 καυκαλίς, ἔνιοι δὲ δαῦκον ἄγριον καλοῦσι. καυλίον ἐστὶ σπιθαμιαῖον, ὑπόδασυ, φύλλα ἔχον μαράθῳ ὅμοια, λεπτοσχιδῆ, δασέα, καὶ ἐπ᾿ ἄκρου σκιάδιον λευκόν, εὐῶδες. λαχανεύεται δὲ καὶ τοῦτο ἑχθόν τε καὶ ὠμὸν ἐσθιόμενον· ἔστι δὲ οὐρητικόν.
2.140 140 εὔζωμον πλεῖον βρωθὲν συνουσίαν παρορμᾷ, καὶ τὸ σπέρμα δʼ αὐτοῦ τὸ αὐτὸ ποιεῖ, οὐρητικὸν ὑπάρχον καὶ πεπτικὸν καὶ εὐκοίλιον· χρῶνται δὲ τῷ σπέρματι καὶ εἰς τὰς ἀρτύσεις τῶν ἑψημάτων. ἀποτίθενται δὲ αὐτὸ πρὸς τὸ πλείονα μένειν χρόνον γάλακτι ἢ ὄξει φυρῶντες καὶ ἀναπλάσσοντες τροχίσκους.
2.141 141 ὤκιμον βιβρωσκόμενον πολὺ ἀμβλυωπές ἐστιν. ἔστι δὲ κοιλίας μαλακτικόν, πνευμάτων κινητικόν, οὐρητικόν, γάλακτος προκλητικόν, δυσμετάβλητον. καταπλασσόμενον δὲ σὺν ἀλφίτου πάλῃ καὶ ῥοδίνῳ καὶ ὄξει φλεγμοναῖς βοηθεῖ, καὶ δράκοντος θαλασσίου καὶ σκορπίου πληγῇ καθ᾿ ἑαυτό, σὺν οἴνῳ δὲ Χίῳ πρὸς ὀφθαλμῶν ὀδύνας. ὁ δὲ χυλὸς αὐτοῦ ἀποκαθαίρει ἀχλῦς τὰς ἐν ἀφθαλμοῖς καὶ τὰ ῥεύματα ξηραίνει.
2.142 142 ἀροβάγχη· οἱ δὲ κυνομόριον, οἱ δὲ λέοντα, Κύπριοι δὲ θυρσῖτιν καλοῦσι. καυλίον ἐστὶν ὑπέρυθρον, ὡς δισπιθαμιαῖον, ἐνίοτε δὲ καὶ μεῖζον, ἄφυλλον, ὑπολίπαρον, τρυφερόν, ἔνδασυ, ἄνθεσιν ὑπολεύκοις ἢ μηλίζουσι κεχρημένον. ῥίζα δὲ ὕπεστι δακτύλου τὸ πάχος, κατατιτραμένη πρὸς τὴν τοῦ καυλοῦ ξηρασίαν. δοκεῖ δὲ φυόμενον ἐν ὀσπρίοις τισὶ πνίγειν αὐτά, ὅθεν καὶ τὴν προσωνυμίαν ἔσχηκε. λαχανεύεται δὲ καὶ ὠμὸν καὶ ἑφθόν, ἐκ λοπάδος ὡς ἀσπάραγος ἐσθιόμενον, καὶ ὀσπρίοις δὲ συνεμβληθὰν τάχιον αὐτὰ δοκεῖ ἑψεῖν.
2.143 143 τραγοπώγμων, οἱ δὲ κόμην καλοῦσι. καυλὸς βραχύς, φύλλα κρόκῳ ὅμοια, ῥίζα μακρά, γλυκεῖα. ἐπὶ δὲ τοῦ καυλοῦ κάλυξ μεγάλη, καὶ ἐξ ἄκρου πάππος μέγας, ἀφ᾿ οὗ καὶ τὸ ὄνομα ἔσχηκεν. ἔστι δὲ ἡ πόα ἐδώδιμος.
2.144 144 ὄρνιθος γάλα καυλίον ἐστὶ τρυφερόν, λεπτόν, ὑπόλευκον, ὡς δισπιθαμιαῖον, ἄνω παραφυάδας ἔχον τρεῖς ἢ τέσσαρας ἁπαλάς, ἀφ᾿ ὧν ἄνθη ἔξωθεν μὲν βοτανώδη, ἀνοιχθέντα δὲ γαλακτίζοντα, καὶ μεταξὺ αὐτῶν κεφάλιον ὡς κάχρυ ἐντετμημένον, μετ᾿ ἄρτου ὡς μελάνθιον συνοπτώμενον. ῥίζα δὲ βολβοειδής, ἐσθιομένη ὠμή τε καὶ ἑφθὴ καὶ ὀπτή.
2.146 146 σμῖλαξ κηπαία, ἦς ὁ καρπὸς λόβια, ὑπʼ ἐνίων δὲ ἀσπάραγος καλεῖται. φύλλα ἔχει ὅμοια κισσῷ, μαλακώτερα δέ, καυλοὺς δὲ λεπτοὺς καὶ ἕλικας περιπλεκομένας τοῖς παρακειμένοις θαμνίοις, αὐξανομένας τε ἐφ᾿ ἱκανὸν ὥστε καὶ σκηνοποιεῖσθαι. καρπὸν δὲ φέρει ὅμοιον τήλιδι, μακρότερον δὲ καὶ ἐπισωματώτερον, ἐν ᾧ σπέρματα ὅμοια νεφροῖς, οὐκ ἰσόχροα, ἐκ μέρους δὲ ὑποπυρρίζοντα. λαχανεύεται δὲ εἰς βρῶσιν ὁ καρπὸς ἑψόμενος σὺν τῷ σπέρματι ὡς ἀσπάραγος, οὐρητικὸς ὢν καὶ δυσόνειρος.
2.147 147 Μηδικὴ ἔοικε μὲν ἄρτι φυομένη τριφύλλῳ τῇ ἐν χορτοκοπίοις, προάγουσα δὲ στενοφυλλοτέρα γίνεται, καυλοὺς ἀνιεῖσα τριφύλλῳ ὁμοίους, ἐφ᾿ οἷς τὸ σπέρμα προσπέφυκε φακοῦ τὸ μέγεθος, ἐπεστραμμένον ὡς κεράτιον, ὅπερ ξηρανθὲν μείγνυται ἡδύσματος χάριν τοῖς ἀρτυτοῖς ἁλσί, χλωρὸν δὲ καταπλασθὲν ὠφελεῖ τὰ ψύξεως δεόμενα. ὅλῃ δὲ τῇ πόᾳ χρῶνται οἱ κτηνοτρόφοι ἀντὶ ἀγρώστεως.
2.148 148 ἀφάκη θάμνος ἐστὶν ἐν ἀρούραις φυόμενος, φακοῦ ὑψηλότερος, λεπτόφυλλος, τὰ δὲ ἀπ᾿ αὐτοῦ θυλάκια μείζονα τῶν τοῦ φακοῦ, περιεκτικὰ σπερματίων τριῶν ἤ τεσσάρων μελάνων, μικροτέρων φακοῦ.
2.150 150 ἀμπελόπρασον κακοστομαχώτερον τοῦ πράσου, θερμαντικώτερον δὲ καὶ οὐρητικώτερον, καταμηνίων ἀγωγόν. θηριοδήκτοις δὲ βιβρωσκόμενον ἁρμόζει.
2.151 151 κρόμυον· δριμύτερον τὸ μακρὸν τοῦ στρογγύλου καὶ τὸ ξανθὸν τοῦ λευκοῦ καὶ τὸ ξηρὸν τοῦ χλωροῦ καὶ τὸ ὠμὸν τοῦ ὀπτοῦ καὶ ταριχηροῦ. ἔστι δὲ ἅπαντα δηκτικὰ καὶ πνευματωτικά, ὀρέξεως ἐκκλητικά, λεπτυντικά, διψώδη, ἀσώδη, ἀποκαθαρτικά, εὐκοίλια, ἀναστομωτικὰ ἐκκρίσεων τῶν τε ἄλλων καὶ αἱμορροίδων, ἀντὶ βαλάνου δὲ προστίθεται λεπισθέντα καὶ εἰς ἔλαιον ἐμβληθέντα. ὁ δὲ χυλὸς ἐγχριόμενος σὺν μέλιτι βοηθεῖ ἀμβλυωπίαις, ἀργέμοις, νεφελίοις καὶ ἀρχομένοις ὑποχεῖσθαι καὶ συναγχικοῖς διαχρισθείς· κινεῖ καὶ καταμήνια, ἔγχυτός τε διὰ ῥινὸς καθαρτικὸς κεφαλῆς, κυνοδήκτοις τε κατάπλασμα μεθ᾿ ἁλὸς καὶ πηγάνου καὶ μέλιτος.
2.152 152 σκόρδου τὸ μέν ἐστιν ἥμερον καὶ κηπευτόν, καὶ τοῦτο ἐν Αἰγύπτῳ μονοκέφαλον καὶ λευκόν. καλοῦσι δὲ τὰς ἐν αὐτῷ ῥᾶγας ἄγλιθας. ἔστι δὲ καὶ ἄλλο ἄγριον, ἀφιόσκορδον καλούμενον.
2.153 153 σκορδόπρασον φύεται ὡς πράσον μέγα μετέχον τῆς τοῦ πράσου καὶ σκόρδου ποιότητος, ὅθεν καὶ τὴν δύναμιν μικτὴν ἔχει, ποιοῦν ὅσα καὶ τὸ πράσον καὶ τὸ σκόρδον, ἀνειμένως μέντοι. λαχανεύεται δὲ εἰς βρῶσιν ὡς τὸ πράσον ἑψόμενον καὶ ἀπογλυκαινόμενον.
2.154 154 σἰνηπι ἢ νᾶπυ· ἐκλέγου τὸ μὴ κατάξηρον καὶ απυρόν, ἁδρὸν δὲ καὶ θλασθὲν ἔνδοθεν χλωρὸν καὶ οἱονεὶ ἔγχυλον, γλαυκόν· πρόσφατον γὰρ καὶ ἀκμαῖον τὸ τοιοῦτον. δύναται δὲ θερμαίνειν, λεπτύνειν, ἐπισπᾶσθαι, ἀποφλεγματίζειν διαμασηθέν. μιγεὶς δὲ ὁ χυλὸς αὐτοῦ ὑδρομέλιτι ἢ οἰνομέλιτι πρὸς ἀντιάδας καὶ τὰς χρονίους τραχύτητας τῆς ἀρτηρίας καὶ τυλώδεις ἀναγαργαριζόμενος ἁρμόζει.
2.155 155 κάρδαμον δοκεῖ κάλλιστον εἶναι τὸ ἐν Βαβυλῶνι. παντὸς δὲ τὸ σπέρμα θερμαντικόν, δριμύ, κακοστόμαχον, κοιλίαν ταράσσον καὶ ἕλμινθας ἐκτινάσσον, σπλῆνα μειοῦν, ἔμβρυα φθεῖρον καὶ ἔμμηνα κινοῦν, συνουσίαν παρορμῶν· ἔοικε δὲ σινάπει καὶ εὐζώμῳ, ἀποσμήχει λέπρας, λειχῆνας.
2.156 156 θλάσπι βοτάνιόν ἐστι στενὸν τοῖς φύλλοις, ὡς δακτύλου τὸ μῆκος, πεπτωκόσιν ἐπὶ γῆς, ἀκροσχιδέσιν, ὑπολιπάροις· καυλὸν δὲ ἀνίησι λεπτόν, δισπίθαμον, ἀποφυάδας ὀλίγας ἔχοντα, καὶ περὶ ὅλον αὐτὸν καρπὸς ὑπόπλατυς ἐξ ἄκρου, ἐν ᾧ σπερμάτιον ἐμφερὲς καρδάμῳ, δισκοειδές, οἱονεὶ ἐντεθλασμένον, ἐξ οὗ καὶ τὸ ὄνομα ἔσχηκεν, ἄνθος δὲ ὑπόλευκον· ἐν ὁδοῖς καὶ ἐπὶ θριγκῶν καὶ τειχῶν φύεται.
2.157 157 δράβη πόα πήχεως τὸ ὕψος, ῥάβδους ἔχουσα λεπτάς· παῤ ἑκάτερα δὲ τὰ φύλλα ὥσπερ λεπιδίου, ἁπαλώτερα δὲ καὶ λευκότερα, ἐπ᾿ ἄκρου δὲ σκιάδιον καθάπερ ἀκτῆς, ἔχον ἄνθη λευκά.
2.158 158 ἐρύσιμον· φύεται μὲν περὶ τὰς πόλεις καὶ οἰκόπεδα καὶ ἐν κήποις· φύλλα δὲ ὅμοια εὐζώμῳ ἀγρίῳ ἔχει, καυλία ἱμαντώδη, ἄνθη μηλίζοντα· ἐπ᾿ ἄκρων δὲ λοβοὶ κερατοειδεῖς, ἰσχνοί, ὡς τήλιδος, ἐν οἷς σπερμάτια μικρά, καρδάμῳ παραπλήσια, πυρώδη κατὰ τὴν γεῦσιν, ποιοῦντα πρὸς θώρακος ῥευματισμόν, ἐμπύους, βῆχας, ἴκτερον, ἰσχιάδα ἐκλειχόμενα σὺν μέλιτι· πένεται καὶ πρὸς τὰ θανάσιμα φάρμακα. καταπλασσόμενον δὲ μεθ᾿ ὕδατος ἢ μέλιτος ὠφελεῖ καρκινώματα κρυπτά, σκληρίας, παρωτίδας, διδύμων καὶ μαστῶν φλεγμονάς, λεπτύνει τε καθ᾿ ὅλου καὶ θερμαίνει. ἐπιεικέστερον δὲ γίνεται εἰς τὰ ἐκλείγματα, ἀποβραχὲν ὕδατι καὶ φωχθὲν ἢ ἐνδεθὲν εἰς ὀθόνιον καὶ ὀπτηθὲν στέατος περιπλασθέντος.
2.159 159 πέπερι δένδρον ἱστορεῖται φυόμενον ἐν Ἰνδίᾳ, καρπὸν δὲ ἀνίησι κατ᾿ ἀρχὰς μὲν προμήκη καθάπερ λοβούς, ὅπερ ἐστὶ τὸ μακρὸν πέπερι, ἔχον τὸ ἐντὸς κέγχρῳ παραπλήσιον, τὸ μέλλον ἔσεσθαι τέλειον πέπερι, ὅπερ κατὰ τοὺς οἰκείους ἀναπλούμενον χρόνους βότρυας ἀνίησι, κόκκους φέροντας οἷον ἐρρυσωμένους, τοὺς δὲ καὶ ὀμφακώδεις, οἵτινές εἰσι τὸ λευκὸν πέπερι, εὐτεθοῦν μάλιστα εἰς τὰ ὀρθαλμικὰ καὶ ἀντιδότους καὶ θηριακὰς δυνάμεις.
2.160 160 ζιγγίβερι ἴδιόν ἐστι φυτόν, γεννώμενον ἐν τῇ Τρωγλοδυτικῇ καὶ Ἀραβίᾳ πλεῖστον, οὗ χρῶνται τῇ χλόῃ εἰς πολλά, καθάπερ ἡμεῖς τῷ πηγάνῳ, ἕψοντες εἰς προποτισμοὺς καὶ εἰς ἑψήματα μίσγοντες. ἔστι δὲ ῥιζία μικρά, ὥσπερ κυπέρου, ὑπόλευκα, πεπερίζοντα τῇ γεύσει καὶ εὐώδη· ἐκλέγου δὲ τὰ ἀτερηδόνιστα. ὑπ᾿ ἐνίων μέντοι γε ταριχεύεται διὰ τὸ εὔσηπτον καὶ διακομίζεται ἐν κεραμίοις εἰς Ἰταλίαν, εὐχρηστοῦν εἰς βρῶσιν· λαμβάνεται δὲ μετὰ ταρίχου.
2.161 161 ὑ δροπέπερι· φύεται μὲν μάλιστα παρὰ στασίμοις ὕδασιν ἢ ἐπιεικέσι ῥείθροις, καυλὸν δὲ ἀνίησι γονατώδη, περὶ δν μασχάλαι, καὶ φύλλα ἡδυόσμῳ ἐοικότα, μείζονα δὲ καὶ λευκότερα καὶ τρυφερώτερα, δριμέα ἐν τῇ γεύσει ὥσπερ τὸ πέπερι, οὐ μὴν ἀρωματίζει. καρπὸν δ᾿ ἔχει ἐπὶ κλωναρίων μικρῶν, ἐκφυόμενον παρὰ τὰ φύλλα, συνεχῆ καὶ βοτρυώδη, δριμὺν καὶ αὐτόν. ῥίζαν δ᾿ ἔχει μικράν, ἄχρηστον.
2.162 162 πταρμικὴ θαμνίον ἐστί, κλῶνας ἔχον μικρούς, πολλούς, περιφερεῖς, ὁμοίους ἁβροτόνῳ, περὶ οὓς φύλλα ἐπιμήκη, ἐοικότα τοῖς τῆς ἐλαίας, πολλά· ἐπ᾿ ἄκρῳ δὲ ὥσπερ ἀνθεμίδος κεφάλιον μικρόν, περιφερές, δριμὺ κατὰ τὴν ὀσμήν, ἐρεθιστικὸν πταρμοῦ, ὅθεν καὶ ὠνόμασται.
2.163 163 στρούθιον, ᾧ οἱ ἐριοπλύται χρῶνται πρὸς κάθαρσιν τῶν ἐρίων, γνώριμόν ἐστιν, οὗ ἡ ῥίζα δριμεῖα καὶ οὐρητική, βοηθοῦσα ἡπατικοῖς, βηξίν, ἀρθοπνοίαις, ἰκτέρῳ σὺν μέλιτι κοχλιαρίου πλῆθος λαμβανομένη, κοιλίαν τε ὑπάγει. σὺν δὲ πάνακι καὶ καππάρεως ῥίζῃ λημφθὲν λίθους θρύπτει καὶ ἐξουρεῖν ποιεῖ καὶ σπλῆνα ἐσκιρρωμένον τήκει, προστεθὲν δὲ ἔμμηνα ἄγει καὶ ἔμβρυα φθείρει ἐνεργῶς, σὺν ἀλφίτῳ δὲ καὶ ὄξει καταπλασθὲν λέπρας αἴρει· διαφορεῖ καὶ τὰ φύματα σὺν ἀλεύρῳ κριθίνῳ καὶ οἴνῳ ἑψηθέν. μείγνυται δὲ καὶ κολλυρίοις ὀξυδερκέσι καὶ μαλάγμασι· κινεῖ δὲ καὶ πταρμούς, καὶ εἰς τὰς ῥῖνας δὲ ἐγχεόμενον λεῖον μετὰ μέλιτος καθαίρει διὰ στόματος.
2.164 164 κυκλάμινος· φύλλα ἔχει ὅμοια κισσῷ, ποικίλα δὲ κάτωθεν καὶ ἄνωθεν κηλῖσιν ὑπολεύκοις, καυλὸν δὲ τετραδάκτυλον, γυμνόν, ἐφ οὖ ἄνθη ῥοδοειδῆ, πορφυρίζοντα, ῥίζαν μέλαιναν, γογγυλίδι παραπλησίαν, ὑπόπλατυν, ἥτις ποθεῖσα μεθ᾿ ὑδρομέλιτος ἄγει φλέγμα καὶ ὕδωρ κάτω, καὶ ἔμμηνα δὲ κινεῖ πινομένη καὶ προστιθεμένη. φασὶ δὲ ὅτι, κἂν ὑπερβῇ τὴν ῥίζαν ἐγκύμων γυνή, ἐξαμβλώσκειν αὐτήν· ἔστι δὲ καὶ ὠκυτόκιον περιαπτομένη. πίνεται δὲ πρὸς τὰ θανάσιμα μετ᾿ οἴνου, καὶ μάλιστα πρὸς λαγωὸν θαλάσσιον, καὶ ἑρπετῶν ἐστιν ἀντιφάρμακον καταπλασσομένη, μεθύσκει τε οἴνῳ μειχθεῖσα.
2.165 165 κυκλάμινος ἑτέρα, ἣν ἔνιοι κισσάνθεμον καλοῦσι, φύλλα ἔχει κισσῷ ἐοικότα, ἐλάσσονα δέ, καυλοὺς παχεῖς, γονατώδεις, περιελισσομένους τοῖς παρακειμένοις δένδρεσιν ἑλικοειδῶς, ἄνθη λευκά, εὐώδη. καρπὸς δὲ ὡς ῥᾶγες σταφυλῆς, ὅμοιος κισσῷ, μαλακός, δριμὺς ἐν τῇ γεύσει ἡρέμα καὶ γλίσχρος, ῥίζα ἄχρηστος. φύεται δὲ ἐν τραχέσι χωρίοις.
2.166 166 δρακόντιον· φύλλα ἔχει κισσοειδῆ, μεγάλα, σπίλους ἔχοντα λευκούς, καυλὸν δὲ ὀρθόν, δίπηχυν, ποικίλον, ὀφιοειδῆ, διαπόρφυρον τοῖς σπίλοις, βακτηρίας τὸ πάχος· καρπὸς δὲ ἐπ᾿ ἄκρου βοτρυοειδής, χρώματι τὸ μὲν πρῶτον χλοώδης, πεπανθεὶς δὲ κροκίζων, ἐπιδάκνων τὴν γεῦσιν, ῥίζα ποσῶς στρογγύλη, βολβοειδής, ὁμοία ἄρῳ, φλοιὸν ἔχουσα λεπτόν. φύεται ἐν συσκίοις τόποις περὶ φραγμοὺς καὶ αἱμασιάς. δύναμιν δὲ ἔχει ὁ καρπὸς χυλισθεὶς καὶ ἐγχυματισθεὶς μετ᾿ ἐλαίου εἰς τὸ οὖς ὠταλγίαν παύειν, εἰς δὲ τὰς ῥῖνας ἐντιθέμενος ἐν ἐρίῳ πώλυπας δαπανᾶν, καταχριόμενος δὲ στέλλειν καὶ καρκινώματα.
2.167 167 ἄρον τὸ καλούμενον παρὰ Σύροις λοῦφα. φύλλα ἀνίησιν ἅμοια τοῖς τοῦ δρακοντίου, μικρότερα δὲ καὶ ἀσπίλωτα, καυλὸν σπιθαμιαῖον, ὑποπόρφυρον, ὑπεροειδῆ, ἐφ᾿ οὗ ὁ καρπὸς κροκίζων· ῥίζα λευκὴ πρὸς τὴν τοῦ δρακοντίου, ἥτις καὶ ἐσθίεται ἑψομένη ἧττον οὖσα δριμεῖα. ταριχεύεται δὲ τὰ φύλλα εἰς βρῶσιν, καὶ καθ᾿ ἑαυτὰ ξηρανθέντα ἑψόμενα ἐσθίεται.
2.168 168 ἀρίσαρόν ἐστι βοτάνιον μικρόν, ῥίζαν ἔχον ὡς ἐλαίας· ἔστι δὲ δριμυτέρα τοῦ ἄρου, ὅθεν νομὰς ἵστησι καταπλασσομένη, κολλύριά τε πρὸς σύριγγας ἐνεργῆ ἐξ αὐτῆς γίνεται. φθείρει δὲ καὶ αἰδοῖον παντὸς ζῴου ἐντεθεῖσα ἡ ῥίζα.
2.169 169 ἀσφόδελος· φυτὸν τοῖς πλείστοις γνώριμον, φύλλον ἔχον πράσῳ μεγάλῳ ἐοικός, καυλὸν δὲ λεῖον, ἔχοντα ἐπ ἄκρου ἄνθος, καλούμενον ἀνθερικόν. ῥίζαι δὲ ὕπεισιν ἐπιμήκεις, στρογγύλαι, βαλάνοις ὅμοιαι, δριμεῖαι τὴν γεῦσιν, καὶ τὴν δύναμιν θερμαντικαί. κινοῦσι δὲ καὶ οὔρησιν καὶ ἔμμηνα ποθεῖσαι, ἰῶνται καὶ πλευρᾶς ἀλγήματα καὶ βῆχας καὶ σπάσματα καὶ δήγματα δραχμῆς μιᾶς τὸ πλῆθος τῆς ῥίζης ἐν οἴνῳ πινομένης.
2.170 170 βολβὸς ἐδώδιμος· εὐστόμαχος ὁ πυρρός, ἀπὸ Λιβύης κομιζόμενος, ὁ δὲ πικρὸς ναὶ σκιλλώδης εὐστομαχώτερος, πεπτικός. πάντες δὲ δριμεῖς καὶ θερμαντικοί, συνουσίαν παρορμῶντες, τραχύνοντες γλῶσσαν καὶ παρίσθμια, πολύτροφοι καὶ σαρκοποιητικοί, ἐμπνευματοῦντες· ποιοῦσι δὲ καταπλασσόμενοι πρὸς στρέμματα καὶ θλάσματα καὶ σκόλοπας καὶ πρὸς τὰς τῶν ἄρθρων ἀδύνας καὶ ποδάγρας σὺν μέλιτι καὶ καθ᾿ ἑαυτούς, καὶ τὰ ἐπὶ τῶν ὑδρωπικῶν οἰδήματα καὶ κυνόδηκτα ὁμοίως σὺν μέλιτι· ἐπέχουσι δὲ καὶ ἱδρῶτας.
2.171 171 σκίλλα δύναμιν ἔχει δριμεῖαν, πυρωτικήν· πολύχρηστος δὲ γίνεται ὀπτηθεῖσα. σταιτὶ δὲ ἢ πηλῷ περιπλάττεται καὶ δίδοται εἰς κλίβανον ἄνθραξιν ἐγκρύβεται, μέχρι ἂν ὀπτηθῇ ἱκανῶς τὸ περικείμενον σταῖς, οὗ περιαιρεθέντος, εἰ μὴ τακερκὰ γέγονεν, ἕτερον σταῖς ἢ πηλὸν περιπλάσαντες τὰ αὐτὰ ποιήσομεν· ἡ γὰρ μὴ οὕτως ὀπτηθεῖσα βλαβερὰ τὴν δόσιν, πρὸς τὰ ἐντοσθίδια μάλιστα προθφερομένη. ὀπτᾶται δὲ καὶ ἐν χύτρᾳ πεπωμασμένῃ καὶ καθιεμένη εἰς κλίβανον· λαμβάνεται δὲ αὐτῆς τὸ μεσαίτατον τῶν ἔξωθεν περιαιρουμένων.
2.172 172 παγκράτιον· οἱ δὲ καὶ τοῦτο σκίλλαν ὀνομάζουσι. ῥίζα ἐστὶ βολβῷ μεγάλῳ ὁμοία, ὑπόπυρρος, πικρὰ καὶ πυρώδης τὴν γεῦσιν, φύλλα κρίνῳ ὅμοια, μακρότερα δέ. ἔχει δὲ δύναμιν τὴν αὐτὴν τῇ σκίλλη καὶ σκευασίαν καὶ δόσιν, ποιοῦσαν ἐπὶ τῶν αὐτῶν παθῶν· ἐπιεικεστέρα μέντοι τῆς σκίλλης ἡ ταύτης δύναμις· ὅθεν καὶ χυλιζομένη μειγνυμένη τε ὀροβίνῳ ἀλεύρῳ καὶ ἀναπλασσομένη εἰς ἀρτίσκους δίδοται σὺν ὑδρομέλιτι σπληνικοῖς καὶ ὑδρωπικοῖς ὠφελίμως.
2.173 173 κάππαρις· οἱ δὲ κυνόσβατον, οἱ δὲ καπρίαν, οἱ δὲ κόρακος μῆλον, οἱ δὲ ὀφιόσκορδον, οἱ δὲ ὀφιοστάφυλον, οἱ δὲ θαλλίαν, οἱ δὲ πετραίαν, οἱ δὲ ῥλόφυτον, οἱ δὲ ἰωνίτην, ἔνιοι δὲ ἀείχλωρον, οἱ δὲ ἱππομανές, οἱ δὲ τριχομανὲς καλοῦσι· θάμνος ἐστὶν ἀκανθώδης, ἐπὶ γῆς γυροειδῶς ἐστρωμένος, ἀκάνθας ἀγκιστροειδεῖς ἔχων ὡς βάτος, φύλλα δὲ στρογγύλα, κυδωνίᾳ ὅμοια, καρπὸν δὲ οἶον ἐλαίας, δς ἀνοιχθεὶς λευκὸν προίεται ἄνθος, οὗ πεσόντος εὑρίσκεταί τι οἷον βάλανος ἐπίμηκες, ὅπερ ἀνοιχθὲν ἔχει κόκκους ὥσπερ ῥόας μικρούς, ἐρυθρούς, ῥίζας ξυλώδεις καὶ μεγάλας, πλείστας.
2.174 174 λεπίδιον, δ ἔνιοι γιγγίδιον καλοῦσι, γνώριμον βοτάνιον, ταριχευόμενον εἰς ἁλμαίας μετὰ γάλακτος. δύναμις δὲ ἐστι τῶν φύλλων δριμεῖα, ἑλκωτική, ὅθεν ἰσχιαδικῶν ἐστιν ἐπίπλασμα ἀμυκτικώτατον, λεῖον σὺν ἑλενίου ῥίζῃ ἐπιτιθέμενον πρὸς τέταρτον ὥρας, καὶ ἐπὶ σπληνικῶν ὁμοίως· ἀφίστησι δὲ καὶ λέπρας. ἡ δὲ ῥίζα δοκεῖ ὀδόντων ἀλγήματα παραιτεῖσθαι περιαπτομένη τῷ τραχήλῳ.
2.175 175 βατράχιον· οἱ δὲ σέλινον ἄγριον καλοῦσι. τούτου πλείονά ἐστιν εἴδη, δύναμις δὲ μία, δριμεῖα καὶ ἄγαν ἑλκωτικήἔχει δὲ τὸ μὲν αὐτῶν φύλλα ὅμοια κορίῳ, πλατύτερα δὲ καὶ ὑπόλευκα καὶ λιπαρά, ἄνθος μήλινον, ἐνίοτε δὲ πορφυροῦν, καυλὸν δ᾿ οὐ παχύν, ὕψος δὲ ὅσον πήχεως, ῥίζαν μικράν, λευκήν, πικράν, ἔχουσαν ἀποφύσεις ὡς ἐλλεβόρου· φύεται δὲ παρὰ ῥείθροις. ἔστι δὲ καὶ ἕτερον εἶδος χνοωδέστερον καὶ μακροκαυλότερον, ἐντομάς ἔχον πλείους τῶν φύλλων, πλεῖστον ἐν Σαρδονίᾳ γεννώμενον, δριμύτατον, δ δὴ καὶ σέλινον ἄγριον καλοῦσι· καὶ τρίτον σφόδρα μικρὸν καὶ δύσοσμον, τὸ ἄνθος χρυσῷ ὅμοιον· καὶ τέταρτον ἐοικὸς τούτῳ, ἄνθη γαλακτίζον.
2.176 176 ἀνεμώνη, οἱ δὲ ἀργεμώνιον, οἱ δὲ ἠρέμιον καλοῦσι. δισσή, ἡ μὲν ἀγρία ἡ δὲ ἥμερος. καὶ τῆς ἡμέρου ἡ μέν τις φοινίκεα φέρει τὰ ἄνθη ἡ δὲ ὑπόλευκα, γαλακτίζοντα ἢ πορφυρᾶ. φύλλα δὲ κοριοειδῆ, λεπ\τοσχιδέστερα τὰ πρὸς τῇ γῇ, καυλία χνοώδη, λεπτά, ὑπὲρ ὧν τὰ ἄνθη ὥσπερ μήκωνος, καὶ μέσα κεφάλια μέλανα ἢ κυανίζοντα· ῥίζα κατὰ μέγεθος ἐλαίας ἢ μείζων, οἱονεὶ γόνασι διειλημμένη. ἡ δὲ ἀγρία κατὰ πάντα μείζων τῆς ἡμέρου καὶ τοῖς φύλλοις πλατυτέρα καὶ σκληροτέρα, καὶ τὴν κεφαλὴν ἐπιμηκεστέραν ἔχει, ἄνθος φοινικοῦν, ῥιζία λεπτὰ καὶ πλείω. ἡ δέ τις ἔχει φύλλα μέλανα, δριμυτέρα οὖσα.
2.177 177 ἀργεμώνη· ὅλον μέν ἐστιν ὅμοιον ἀγρίᾳ μήκωνι, τὸ δὲ φύλλον ἀνεμώνῃ ἔχει ὅμοιον, ἐσχισμένον, ἄνθος φοινικοῦν, κεφαλὴν δὲ ἐοικυῖαν μήκωνι ῥοιάδι, ἐπιμηκεστέραν δὲ καὶ πλατεῖαν κατὰ τὰ ἄνωθεν μέρη, ῥίζαν στρογγύλην· ὀπὸν δὲ ἀνίησι κροκίζοντα, δριμύν.
2.178 178 ἀναγαλλίς, οἱ δὲ κιχόριον καλοῦσι· διττόν ἐστιν εῖδος αὐτῆς, διαφέρον ἄνθει· ἡ μὲν γὰρ κυάνεον ἔχουσα τὸ ἄνθος θήλεια λέγεται ἡ δὲ τὸ φοινικοῦν ἄρρην. θαμνία δέ ἐστι κεχυμένα ἐπὶ γῆς, φυλλάρια ἔχοντα ἐπὶ τετραγώνων καυλῶν μικρά, ὑποστρόγγυλα, πρὸς τὰ τῆς ἑλξίνης, καρπὸν δὲ περιφερῆ.
2.179 179 κισσὸς πολλὰς ἔχει διαφορὰς τὰς κατ᾿ εἶδος, τὰς δὲ γενικωτάτας τρεῖς· λέγεται γὰρ ὁ μέν τις λευκὸς ὁ δὲ μέλας ὁ δὲ ἕλιξ. καὶ ὁ μὲν λευκὸς λευκὸν φέρει καρπόν, ὁ δὲ μέλας μέλανα ἢ κροκίζοντα, δν δὴ ἔνιοι Διονύσιον καλοῦσιν, ὁ δὲ ἕλιξ ἄκαρπός τέ ἐστι καὶ λεπτὰ ἔχει τὰ κλήματα καὶ τὰ φύλλα λεπτά, γωνιοειδῆ, εὔρυθμα.
2.180 180 χελιδόνιον μέγα· οἱ δὲ ὀθόνναν καλοῦσιν, οἱ δὲ κρίνον. καυλὸν ἔχει πηχυαῖον ἢ καὶ μείζονα, ἰσχνόν, ἔχοντα παραφυάδας φύλλων μεστάς, ὁμοίων βατραχίῳ, τρυφερώτερα μέντοι τὰ τοῦ χελιδονίου καὶ ὑπόγλαυκα τὴν χρόαν, καὶ παῤ ἕκαστον φύλλον ἄνθος ὥσπερ τοῦ λευκοίου· χυλὸς δὲ κροκώδης, δριμύς, δηκτικὸς ποσῶς καὶ ὑπόπικρος καὶ δυσώδης· ῥίζα ἄνωθεν μέν ἐστι μία, κάτωθεν δὲ πλείονες. καρπὸς δ᾿ ὥσπερ τῆς κερατίτιδος μήκωνος λεπτός, μακρὸς ὡς κῶνος, ἐν ᾧ σπερμάτια μείζονα μήκωνος.
2.181 181 χελιδόνιον τὸ μικρόν· οἱ δὲ πυρὸν ἄγριον καλοῦσι. βοτάνιόν ἐστιν ἐκ μόσχων ἀπηρτημένον, ἄκαυλον, φύλλοις κισσοειδέσι, περιφεστέροις δὲ μᾶλλον καὶ μικροτέροις καὶ τρυφερωτέροις καὶ ὑπολιπαρωτέροις περιεχόμενον. ῥίζας δὲ ἔχει ἐκ τοῦ αὐτοῦ μικράς, πολλάς, ὥσπερ πυροὺς συσσεσωρευμένους· τρεῖς δὲ ἢ τέσσαρές εἰσιν αὐτῶν μακραὶ πεφυκυῖαι. φύεται δὲ παῤ ὕδασι καὶ τέλμασιν.
2.182 182 ὀθόννα· οἱ μέν φασι τοῦ μεγάλου χελιδονίου χυλὸν εἶναι, οἱ δὲ γλαυκίου, οἱ δὲ τῆς κερατίτιδος μήκωνος τῶν ἀνθῶν χυλόν, ἔνιοι δὲ μεῖγμα ἀναγαλλίδος τῆς κυανέας καὶ ὑοσκυάμου καὶ μήκωνος χυλῶν, οἱ δὲ βοτάνης Τρωγλοδυτικῆς τινος, ἥτις ὀθόννα καλεῖται, εἶναι χυλόν, γεννᾶσθαι δ᾿ αὐτὴν καὶ ἐν τῇ κατ᾿ Αἴγυπτον Ἀραβίᾳ. ἔχει δὲ τὰ φύλλα εὐζώμῳ ἐμφερῆ, πολύτρητα ὥσπερ σητόκοπα, ψαφαρά, ὀλιγόχυλα· ἄνθος δὲ φέρει κρόκινον, πλατύχυλλον, ὅθεν ἔδοξαν ἀνεμώνης αὐτό τινες εἶδος εἶναι.
2.183 183 μυὸς ὦτα· οἱ δὲ μυὸς ὠτίδα καλοῦσιν. ἀνίησι καυλοὺς ἀπὸ μιᾶς ῥίζης πλείονας ὑπερύθρους, κάτωθεν κοίλους, φύλλα δὲ στενὰ καὶ ἐπιμήκη, δάχιν ἐπηρμένην ἔχοντα, μελανίζοντα, ἀνὰ δύο πεφυκότα ἐκ διαστημάτων, εἰς ὀξὺ ἀπολήγοντα, ἐκφύεταί τε λεπτὰ καυλία ἐκ τῶν μασχαλῶν, ἐφ᾿ ὧν ἀνθύλλια κυανίζοντα, μικρά, ὡς τὰ τῆς ἀναγαλλίδος· ῥίζα δὲ δακτύλου τὸ πάχος, ἔχουσα πολλὰς ἀποβλαστήσεις. καθ᾿ ὅλου δ᾿ ἐστὶν ὁμοία ἡ πόα τῷ σκολοπενδρίῳ, λειοτέρα δὲ καὶ ἐλάσσων. ταύτης ἡ ῥίζα καταπλασθεῖσα αἰγιλώπια ἰᾶται· ἔνιοι δὲ καὶ τὴν ἑλξίνην μυὸς ὠτίδα καλοῦσιν.
2.184 184 ἰσάτις, ᾗ οἱ βαφεῖς χρῶνται· φύλλον ἔχει ἀρνογλώσσῳ ἐμφερές, λιπαρώτερον δὲ καὶ μελάντερον, καυλὸν δὲ ὑπὲρ πῆχυν.
2.185 185 ἰσάτις ἀγρία, παραπλήσιος οὖσα οἱ βαφεῖς χρῶνται, φύλλα ἔχει μείζονα πρὸς τὰ τῆς θρίδακος, καυλούς τε πολλούς, λεπτούς, πολυσχιδεῖς, ὑπερύθρους, ἔχοντας ἐξ ἄκρου ὥσπερ θυλάκια γλωττοειδῆ πολλὰ ἀποκρεμάμενα, ἐν οἷς τὸ σπέρμα, ἄνθος δὲ μήλινον, λεπτόν.
2.186 186 τηλεφώνιον, οἱ δὲ ἀείζῳον ἄγριον, οἱ δὲ ἀνδράχνην ἀγρίαν, οἱ δὲ βρύον. τοῦτο καὶ τοῖς φύλλοις καὶ τῷ καυλῷ ἔοικεν ἀνδράχνῃ, μασχάλας ἔχον δύο παῤ ἕκαστον γόνυ τῶν φύλλων ἐκφυομένας, ἀφ᾿ ὧν κλωνία ἓξ ἢ ἑπτά, ἀπὸ τῆς ῥίζης πλήρη φύλλων παχέων καὶ σαρκωδῶν καὶ γλίσχρων, ἄνθη λευκά. φύεται δὲ ἐν ἀμπελῶσι καὶ τόποις ἐργασίμοις.
3.preface Ἐν μὲν τοῖς πρὸ τούτου βιβλίοις, φίλτατε Ἄρειε, παρεδώκαμεν περὶ ἀρωμάτων καὶ ἐλαίων καὶ μύρων καὶ δένδρων καὶ τῶν ἀπʼ αὐτῶν καρπῶν τε καὶ δακρύων, ἔτι τε ζῴων καὶ σιτηρῶν καὶ λαχάνων καὶ τῶν δριμύτητα κεκτημένων βοτανῶν· ἐν δὲ τούτῳ τρίτῳ ὑπάρχοντι περὶ ῥιζῶν καὶ χυλισμάτων καὶ βοτανῶν καὶ σπερμάτων συμφύλων τε καὶ φαρμακωδῶν ἐπελευσόμεθα.
3.1 1 ἀγαρικόν· ῥίζα φέρεται σιλφίῳ ἐμφερής, οὐ πυκνὴ τὴν ἐπιφάνειαν ὥσπερ τὸ σίλφιον, ἀραιὰ δέ ἐστιν ὅλη. ἐστι δὲ αὐτοῦ τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ, ὧν διαφέρει τὸ θῆλυ ἔχον κτηδόνας εὐθείας ἐντός, τὸ δὲ ἄρρεν περιφερές τέ ἐστι καὶ πανταχόθεν συμφυές· γεύσει δὲ ἀμφότερα ὁμοια, κατʼ ἀρχὰς μὲν γλυκάζοντα, εἶτα ἐξ ἀναδόσεως ἔμπικρα.
3.2 2 ῥᾶ· οἱ δὲ ῥῆον καλοῦσι. γεννᾶται ἐν τοῖς ὑπὲρ Βόσπορον τόποις, ὅθεν καὶ κομίζεται. ῥίζα μέλαινα, κενταυρείῳ τῷ μεγάλῳ ἐοικυῖα, μικροτέρα μέντοι καὶ ἐνερευθεστέρα, ἄνοσμος, χαύνη, ὑπάκουφος. ἐστι δὲ αὐτοῦ κράτιστον τὸ ἀτερηδόνιστον ἔγγλισχρόν τε κατὰ τὴν γεῦσιν μετʼ ἀνειμένης στύψεως διαμασηθέν τε ἔνωχρον καὶ κροκίζον ποσῶς τῳ χρώματι.
3.3 3 γεντιανή· δοκεῖ μὲν ὑπὸ πρώτου εὑρῆσθαι Γέντιδος, τοῦ Ἰλλυριῶν βασιλέως, ἀφʼ οὖ καὶ τὴν προσωνυμίαν ἔσχηκεν· ἧς φύλλα τὰ μὲν πρὸς τῇ ῥίζῃ καρύᾳ ἢ ἀρνογλώσσῳ ὅμοια, ὑπέρυθρα, τὰ δʼ ἐν μέσῳ τῳ καυλῷ καὶ μάλιστα τὰ κατʼ ἄκρον ἐπεσχισμένα μικρῶς. καυλὸς δὲ κενός, λεῖος, πάχος δακτύλου, τὸ δὲ ὕψος δίπηχυς, γόνασι διειλημμένος, ἐκ διαστημάτων μειζόνων περικείμενος τὰ φύλλα· καρπὸν δὲ ἔχει ἐν κάλυξι πλατύν, κοῦφον, ἀχυρώδη, πρὸς τὸν τοῦ σφονδυλίου, ῥίζαν μακράν, ὁμοίαν ἀριστολοχείᾳ τῇ μακρᾷ , παχεῖαν, πικράν. γεννᾶται δὲ ἐν ὑψηλοτάταις ἀκρωρείαις καὶ συσκίοις τόποις καὶ ἐνύδροις.
3.4 4 ἀριστολοχεία· ὠνόμασται μὲν ἀπὸ τοῦ δοκεῖν ἄριστα βοηθεῖν ταῖς λοχοῖς. ἐστι δὲ ἡ μέν τις στρογγύλη, θήλεια καλουμένη· φύλλα δὲ ἔχει κισσοειδῆ, εὐώδη μετὰ δριμύτητος, ὑποστρόγγυλα, ἁπαλὰ περὶ πολλοῖς βλαστοῖς ἐκ μιᾶς ῥίζης, τὰ δὲ κλήματα ἐπιμήκη, ἄνθη λευκά, οἱονεὶ πιλίσκους, τὸ δʼ ἐν αὐτοῖς ἐρυθρόν, δυσῶδες.
3.5 5 γλυκύρριζα· οἱ δὲ Ποντικὴν ῥίζαν, οἱ δὲ γεντιανήν, οἱ δὲ Σκύθιον, οἱ δὲ ἄδιψον, οἱ δὲ σύμφυτον καλοῦσι· γεννᾶται πλείστη ἐν Καππαδοκίᾳ καὶ Πόντῳ. ἐστι δὲ θαμνίσκος ῥάβδους ἔχων διπήχεις, περὶ αἷς τὰ φύλλα πυκνά, ἐοικότα σχίνῳ, λιπαρά καὶ κολλώδη ἁψαμένῳ· τὸ δὲ ἄνθος ὑακίνθῳ ὅμοιον, καρπὸς δὲ πλατάνου σφαιρίων μέγεθος, τραχύτερος, λοβοὺς ἔχων ὡς φακοῦ, πυρρούς, μικρούς· ῥίζαι μακραί, πυξοειδεῖς ὡς γεντιανῆς, ὑπόστρυφνοι, γλυκεῖαι, χυλιζόμεναι ὥσπερ τὸ λύκιον.
3.6 6 κενταύρειον τὸ μέγα· οἱ δὲ νάρκην, οἱ δὲ γεντιανὴν καλοῦσι. φύλλα ἔχει καρύᾳ βασιλικῇ ἐοικότα, προμήκη, χρώματι χλωρά ὡς κράμβης· τὸ δὲ περιφερὲς αὐτῶν ἐντέτμηται ὥσπερ πρίων· καυλὸν δὲ ἔχει ὡς λάπαθον, | δίπηχυν ἢ καὶ τρίπηχυν, παραφυάδας ἀπὸ τῆς ῥίζης ἔχοντα πολλάς, ἐφʼ ὧν κεφαλαὶ ὅμοιαι μήκωνι, ὑπομήκεις ἐν τῳ περιφερεῖ, ἄνθος κυανίζον· καρπὸς δὲ ὅμοιος κνήκῳ, ἐγκείμενος ὥσπερ ἐν ἐριώδεσι τοῖς ἄνθεσι, ῥίζα παχεῖα, στερεά, βαρεῖα, περὶ πήχεις δύο, μεστὴ χυλοῦ, δριμεῖα μετὰ ποσῆς στύψεως καὶ γλυκύτητος, ὑπέρυθρος· ὁμοίως δὲ καὶ ὁ χυλὸς ἐρυθρός.
3.7 7 κενταύρειον τὸ λεπτὸν ἢ μικρόν, ὅ τινες | λιμνήσιον καλοῦσιν, ἐπειδὴ ἐνίκμους φιλεῖ τόπους. ἡ πόα ὑπερικῷ καὶ ὀριγάνῳ παραπλήσιος, καυλὸν ἔχουσα ὑπὲρ σπιθαμήν, γεγωνιωμένον· ἄνθη ἐν τῷ φοινικῷ ὑποπόρφυρα πρὸς τὰ τῆς λυχνίδος, φύλλα μικρά, ὑπομήκη, ὥσπερ πηγάνου, καρπὸς πυροῖς ὅμοιος, ῥίζα μικρά. ἄχρηστος, γευομένῳ δὲ ἐμποιεῖ πικρίαν.
3.8 8 χαμαιλέων λευκός, ὃν ἔνιοι ἰξίαν καλοῦσι διὰ τὸ ἔν τισι τόποις ἰξὸν εὑρίσκεσθαι πρὸς ταῖς ῥίζαις αὐτοῦ, ᾧ καὶ ἀντὶ μαστίχης αὐτῷ αἱ γυναῖκες χρῶνται. ἔχει φύλλα ὅμοια σιλλύβῳ ἢ σκολύμῳ, τραχύτερα μέντοι καὶ ὀξύτερα καὶ ἰσχυρότερα τοῦ μέλανος· καυλὸν δʼ οὐκ ἔχει, ἀλλὰ ἀφίησιν ἐκ τοῦ μέσου ἄκανθαν ὁμοίαν ἐχίνῳ θαλασσίῳ ἢ κινάρᾳ, ἄνθη δὲ πορφυροειδῆ, ὥσπερ τρίχας ἐκπαππουμένας, καρπὸν δὲ κνήκῳ παραπλήσιον, ῥίζαν ἐν μὲν τοῖς εὐγείοις γεωλόφοις παχεῖαν, ἐν δὲ τοῖς ὀρεινοῖς ἰσχνο|τέραν, λευκὴν διὰ βάθους, ὑπαρωματίζουσαν, βαρύοσμον, γλυκεῖαν, ἥτις ποθεῖσα ἄγει ἕλμιν πλατεῖαν.
3.9 9 ὁ δὲ μέλας, ὃν ἔνιοι οὐλοφόνον ἢ ἰξίαν ἢ κυνό ζολον ἡ κυνό μαφον ἡ ὠκιμοειδὲς ἐκάλεσαν, καὶ αὐτὸς τοῖς φύλλοις σκολύμῳ ἔσικεν, ἐλάττονα μέντοι καὶ λεπτότερα καὶ διέρυθρα ἔχει ταῦτα· καυλὸν δὲ ἀνίησι δακτύλου τὸ πάχος, σπιθαμιαῖον, ὑπέρυθρον, ἐφʼ οὖ σκιάδιον καὶ ἄνθη ἀκανθώδη, λεπτά, ὁακινθοειδῆ, ποικίλα. ῥίζα δὲ παχεία, μέλαινα, πυκνή, ἐνίοτε καὶ βεβρωμένη, σχισθεῖσα δὲ ὑπόξανθος, διαμασηθεῖσα δηκτική. φύεται δʼ ἐν πεδίοις ξηροῖς καὶ βουνώδεσι τόποις καὶ παραθαλασσίοις.
3.10 10 κροκοδείλεον· ὅμοιόν ἐστι τῳ μέλανι χαμαιλέοντι. φύεται δὲ ἐν τόποις δρυμώδεσι, ῥίζαν ἔχον μακράν, ἐλαφράν, ὑπόπαχυν, ὀσμὴν δριμεῖαν, ὁμοίαν καρδάμῳ.
3.11 11 δίψακος· τῶν ἀκανθωδῶν ἐστι καὶ αὕτη. καυλὸν δὲ ἔχει ὑψηλόν, ἀκανθώδη, καὶ φύλλα | περιειληφότα τὸν καυλόν, ἐμφερῆ θρίδακι, δύο καθʼ ἕκαστον γόνυ, προμήκη, ἀκανθώδη καὶ αὐτά, ὥσπερ τινὰς πομφόλυγας ἐπὶ μέσης τῆς ῥάχεως ἔσωθέν τε καὶ ἔξωθεν ἔχοντα ἀκανθώδεις, κοιλάδας δὲ περὶ τὰ συναφῆ τῶν φύλλων, ὥστε ὕδατα ἀπὸ τῶν ὄμβρων καὶ τῶν δρόσων συλλέγειν, ὅθεν καὶ τὸ ὄνομα εἵλκυσεν· ἐπʼ ἄκρου δὲ τοῦ καυλοῦ καθʼ ἑκάστην ἀπόφυσιν κεφαλή μία ἐοικυῖα ἔχίνῳ, ὑπομήκης, ἀκανθώδης, ξηρανθεῖσα δὲ λευκὴ φαίνεται· ἔχει δὲ καὶ σκωλήκια κατά μέσην τὴν ἐντεριώνην διαιρεθεῖσα ἡ κεφαλή.
3.12 12 ἄκανθα λευκή· φύεται ἐν ὄρεσι καὶ ὑλώδεσι τόποις φύλλα ἔχουσα χαμαιλέοντι ἐμφερῆ λευκῷ, στενώτερα δὲ καὶ λευκότερα, ὑποδασέα καὶ ἀκανθώδη, καυλὸν ὑπὲρ δύο πήχεις, δακτύλου τοῦ μεγάλου ἢ καὶ μεῖζον πάχος, ὑπόλευκον, κενόν· ἐπʼ ἄκρου δὲ αὐτοῦ κεφαλὴ πρόσεστιν ἀκανθώδης, ἐχίνῳ θαλασσίῳ ἐμφερής, πλὴν ἐλάσσων καὶ ὑπομήκης, ἄνθη πορφυρᾶ, ἐν οἷς τὸ σπέρμα ὡς κνῆκος, στρογγυλώτερον δέ.
3.13 13 ἄκανθα Ἀραβική· ἐοικυίας φύσεως δοκεῖ τῇ λευκῇ ἀκάνθῃ εἶναι στύφουσα, καὶ πρὸς ῥοῦν γυναικεῖον καὶ πρὸς ἀναγωγὴν αἵματος καὶ πρὸς τοὺς ἄλλους ῥευματισμοὺς ἡ ῥίζα παραπλησίως εὐθετεῖ.
3.14 14 σκόλυμος· φύλλα ἔχει μεταξὺ χαμαιλέοντος καὶ τῆς λευκῆς ἀκάνθης λεγομένης, μελάντερα δὲ καὶ παχύτερα· καυλὸν δὲ ἀνίησι μακρόν, περίπλεον φύλλων, ἐφʼ οὖ κεφαλὴ ἀκανθώδης· ῥίζα δὲ ὕπεστι μέλαινα, παχεῖα, ἦς καὶ ἡ δύναμις. ποιεῖ δὲ πρὸς τούς ἔχοντας τὰς μασχάλας καὶ τὸ λοιπὸν σῶμα δυσῶδες ἑψηθεῖσα ἐν οἴνῳ καὶ πινομένη ἄγει δὲ οὖρα πολλὰ καὶ δυσώδη. ἡ δὲ πόα ἀρτιφυὴς οὖσα λαχανεύεται ἑφθὴ ὥσπερ ἀσπάραγος.
3.15 15 ποτίρριον· οἱ δὲ φρύνιον, Ἴωνες δὲ νευράδα, οἱ δὲ ἀκιδωτὸν καλοῦσι. θάμνος ἐστὶ μέγας, κλῶνας ἔχων μακρούς, μαλακούς, ἱμαντώδεις, λεπτούς, ἐμφερεῖς τραγακάνθῃ, φύλλα μικρά, περιφερῆ — ὅλος δὲ ὁ θάμνος περίκειται πολύν χνοῦν ἐριώδη· ἐστι δὲ ἀκανθώδης — ἄνθη μικρά, χλωρά, καρπὸν δὲ γευομένῳ εὐώδη καὶ δριμύν, ἄχρηστον. φύεται δʼ ἐν ἀμμώδεσι καὶ γεωλόφοις χωρίοις.
3.16 16 ἀκάνθιον· ἐμφερῆ τὰ φύλλα ἔχει τῇ λευκῇ ἀκάνθῃ· ἐπʼ ἄκρῳ δὲ ἔχει ἀκανθώδεις ἐξοχάς, καθʼ ἃς ἀραχνοειδής ἐστι χνοῦς, οὖ συλλεγομένου ὑφήν τινα βομβυκοειδῆ γίνεσθαί.
3.17 17 ἄκανθος· οἱ δὲ μελάμφυλλον, οἱ δὲ παιδέρωτα καλοῦσι. φύεται ἐν παραδείσοις καὶ ἐν πετρώδεσι καὶ ἐνύδροις χωρίοις. ἔχει δὲ φύλλα πολλῷ πλατύτερα καὶ μακρότερα θρίδακος, ἐσχισμένα ὡς τὰ τοῦ εὐζώμου, λιπαρά, λεῖα, μέλανα, καυλὸν δὲ δίπηχυν, λεῖον, πάχος δακτύλου, ἐκ διαστημάτων πρὸς τῇ κορυφῇ φυλλαρίοις περιειλημμένον καί τισιν | οἱονεὶ κιτταρίοις ὑπομήκεσιν, ὑακινθώδεσιν, ἐξ ὧν τὸ ἄνθος λευκόν· σπέρμα ὑπομηκες, μήλινον, θυρσοειδὴς δὲ ἡ κεφαλή.
3.18 18 ἀνωνίς· οἱ δὲ ὀνωνίδα καλοῦσι. κλῶνες σπιθαμιαῖοι καὶ μείζονες, θαμνοειδεῖς, πολυγόνατοι, μασχάλας ἔχοντες πολλάς, κεφάλια περιφερῆ, φυλλάρια λεπτά, μικρά, πρὸς τὰ τοῦ πηγάνου ἢ λωτοῦ τοῦ ἐν χορτοκοπίοις, ὑποδασέα, εὐώδη ἁλμεύεται δὲ πρὸ τοῦ ἀκανθοφορῆσαι καὶ ἐστιν ἡδίστη. ἔχουσι δὲ οἱ κλάδοι ἀκάνθας ὀξείας, σκολοποειδεῖς, στερεάς, ῥίζαν δὲ θερμαν|τικήν, λευκήν. ἦς ὁ φλοιὸς πινόμενος σὺν οἴνῳ οὖρα ἄγει καὶ λίθους θρύπτει, ἐσχάρας περιρρήσσει. ἀφεψηθεῖσα δὲ ἐν ὀξυκράτῳ καὶ διακλυζομένη πόνον ὀδόντων πραΰνει.
3.19 19 λευκάκανθα· οἱ δὲ πολυγόνατον, οἱ δὲ ἰσχιάδα, οἱ δὲ φύλλον, οἱ δὲ λάδανον καλοῦσι. ῥίζαν ἔχει ὁμοίαν κυπέρῳ, πικράν ἰσχυρῶς, ἥτις διαμασηθεῖσα ὀδονταλγίας πραυνει· τοῦ δὲ ἀποζέματος αὐτῆς σύν οἴνῳ κύαθοι τρεῖς ποθέντες βοηθοῦσι πλευριτικοῖς χρονίοις καὶ ἰσχιαδικοῖς, ῥήγμασι, σπωμένοις· καὶ τὸ χύλισμα δὲ τῆς ῥίζης τά αὐτὰ ποιεῖ πινόμενον.
3.20 20 τραγάκανθα· ῥίζα ἐστὶ πλατεῖα καὶ ξυλώδης, φαινομένη δὲ καὶ ὑπὲρ γῆς, ἀφʼ ἦς κλάδοι ταπεινοί, ἰσχυροί. χεόμενοι δὲ ἐπὶ πολύ, καὶ ἐπʼ αὐτῶν φυλλάρια λεπτά, πολλά, μεταξὺ ἀκάνθας ἔχοντα ἐγκρυπτομένας τοῖς φύλλοις, λευκάς, ἰσχυράς, ὀρθάς. ἐστι δὲ ἡ τραγάκανθα δάκρυον τῆς ῥίζης ἀποτμηθείσης ἐπισυνιστάμενον, ἦς διαφέρει ἡ διαυγής καὶ λεία καὶ ἰσχνὴ καὶ καθαρά καὶ ὑπόγλυκυς.
3.21 21 ἡρύγγη· οἱ δὲ κάρυον, οἱ δὲ ἠρύγγιον καλοῦσι. τῶν ἀκανθωδῶν ἐστιν, ἧς ἐν ἀρχῇ τὰ φύλλα λαχανεύεται εἰς ἁλμαίας συντιθέμενα· ἔστι δὲ πλατέα, τραχέα τοῖς πέριξ, ἀρωματίζοντα τῇ γεύσει, αὐξόμενα δὲ ἀκανθοῦται κατὰ πλείονας ἐξοχὰς καυλῶν, ἐφ᾿ ὧν κατὰ τὰ ἄκρα κεφάλιά ἐστι σφαιροειδῆ, ἀκάνθας περικείμενα ὥσπερ ἀστὴρ κύκλῳ ὀξυτάτας, σκληράς, ὧν τὸ χρῶμα χλμωρὸν ἢ λευκόν, ἐνίοτε δὲ καὶ κυανοῦν εὑρίσκεται.
3.22 22 ἀλόη· φύλλον ἔχει σκίλλη παραπλήσιον, λιπαρόν, ὑπόπλατυ, παχὺ ἐν τῷ περιφερεῖ. εἰς τοὐπίσω κλώμενον· παῤ ἑκάτερα δὲ τὰ φύλλα ἔχει ἐκ πλαγίων ἀκάνθια ἀραιῶς ἐξέχοντα, κολοβά. καυλὸν δὲ ἀνίησιν ἀνθερίκῷ ὅμοιον, ἄνθος δὲ λευκὸν καὶ καρπὸν ἀσφοδέλῳ ἐοικότα· βαρύοσμος δὲ ὅλη καὶ ἀπογευονένῳ πικροτάτη. ἐστι δὲ μονόρριζος ὥσπερ πάσσαλον ἔχουσα τὴν ῥίζαν. γίνεται δὲ ἐν τῇ Ἰνδίᾳ πλείστη, ἐξ ἧς καὶ τὸ ὄπισμα
3.23 23 ἀψίνθιον· γνώριμος ἡ πόα. ἐστι δὲ αὐτοῦ βέλτιον τὸ ἐν Πόντῳ καὶ Καππαδοκίᾳ γεννώμενον ἐν ὄρει τῳ καλουμένῳ Ταύρῳ.
3.24 24 ἁβρότονον· οἱ δὲ Ἡράκλειον, οἱ δὲ γλυκύν ἀγκῶνα καλοῦσιν. ἐστιν αὐτοῦ τὸ μὲν θῆλυ θάμνος δενδροειδής, ὑπόλευκος, φύλλοις λεπτοσχιδέσιν ὥσπερ σερίφου περὶ τὰ κλωνία πλήρης, ἄνθος δὲ ἐπʼ ἄκρον | κορυμβοειδὲς ἔχων, χρυσοειδές, τῆς θερείας γινόμενον, εὐῶδες μετὰ ποσοῦ βάρους, πικρὸν τὴν γεῦσιν· δοκεῖ δὲ τὸ Σικελιωτικὸν εἶναι τοιοῦτο. τὸ δʼ ἕτερον, ὃ ἄρρεν καλεῖται, κληματῶδες, λεπτόκαρπον ὡς ἀψίνθιον.
3.25 25 ὔσσωπος· πόα γνώριμος, δισσή· ἡ μὲν γάρ τίς ἐστιν ὀρεινὴ ἡ δὲ κηπευτή· ἀρίστη δὲ ἡ ἐν Κιλικίᾳ γεννωμένη. δύναμιν δὲ ἔχει θερμαντικήν· ἀφεψηθεῖσα δὲ μετὰ σύκων καὶ ὔδατοε καὶ μέλιτος καὶ πηγάνου καὶ πινομένη ἀρήγει περιπνευμονικοῖς, ἀσθματικοῖς, βηχὶ χρονίᾳ, κατάρρῳ, ὀρθοπνοίᾳ· κτείνει δὲ καὶ ἑλμεις, σὺς μέλιτι δὲ ἐκλειχθεῖσα τὸ αὐτὸ ποιεῖ. ἄγει δὲ καὶ πάχος κατὰ κοιλίαν τὸ ἀφέψημα αὐτῆς σὺν ὀξυμέλιτι
3.26 26 στοιχάς· γεννᾶται μὲν ἐν ταῖς κατὰ Γαλατίαν νήσοις κατʼ ἀντικρὺς Μασσαλίας, καλουμέναις Στοιχάσιν ὅθεν καὶ τὴν ὀνομασίαν ἔσχεν· πόα δέ ἐστι λεπτόκαρπος, ὁμοίαν ἔχουσα θύμῳ κόμην, μακροφυλλοτέρα μέντοι καὶ δριμεῖα τῇ γεύσει, ὑπόπικρος ποσῶς.
3.27 27 ὀρίγανος Ἡρακλεωτική· οἱ δὲ κονίλην καλοῦσι. φύλλον ἔχει ἐμφερὲς ὑσσώπῳ, σκιάδιον δὲ οὐ τροχοειδές, ἀλλʼ ὥσπερδιηρημένον καὶ ἐπʼ ἄκρων τῶν ῥάβδων τὸ σπέρμα οὐ πυκνόν.
3.28 28 ἡ δὲ ὀνῖτις καλουμένη λευκοτέρα τοῖς φύλλοις ἐστὶ καὶ μᾶλλον ἐοικυῖα ὑσσώπῳ, καὶ τὸ σπέρμα ὥσπερ κυρύμβους συνεχεῖς ἐπικειμένους ἔχει.
3.29 29 ἡ δὲ ἀγριορίγανος, ἣν πάνακες ἢ Ἡρακλείαν ἢ κονίλην καλοῦσιν, ὧν ἐστι καὶ Νίκανδρος ὁ Κολοφώνιος (Th. 626 sq.)· ἔχει τὰ μὲν φύλλα ὀριγάνῳ ὅμοια, ῥαβδία δὲ σπιθαμιαῖα, λεπτά, ἐφ᾿ ὧν σκιάδια ὅμοια ἀνήθῳ· ἄνθη δὲ λευκά, ῥίζα λεπτή, ἄχρηστος.
3.30 30 τραγορίγανος· θαμνίσκος ἐστὶν ἑρπύλλῳ ἀγρίῳ ἐοικὼς τὰ φύλλα καὶ τὰ κλωνία· ἤδη μέντοι εὑρίσκεταί τις κατὰ τόπους εὐερνεστέρα καὶ πλατύφυλλος, κολλώδης ἱκανῶς· ἡ δέ τις λεπτόκαρφος καὶ λεπτόφυλλος, ἣν καὶ πράσιον ἔνιοι καλοῦσιν. ἀρίστη δὲ ἡ Κιλίκιος καὶ ἡ ἐν Κῷ καὶ ἡ ἐν Πίῳ καὶ Σμύρνη καὶ Κρήτη.
3.31 31 γλήχων· πόα γνώριμος, θερμαντική, λεπτυντική, πεπτική. ποθεῖσα δὲ ἔμμηνα καὶ δεύτερα καὶ ἔμβρυα ἄγει· ἀνάγει δὲ καὶ τὰ ἐκ πνεύμονος μεθʼ ἁλὸς καὶ μέλιτος ποθεῖσα καὶ σπωμένοις βοηθεῖ, ναυσίας τε καὶ δηγμούς στομάχου μετʼ ὀξυκράτου ποθεῖσα παραμυθεῖται· ἄγει δὲ καὶ κατὰ κοιλίαν μέλανα, βοηθεῖ καὶ θηριοδήκτοις μετʼ οἴνου πινομένη, λειποθυμοῦντάς τε ἀνακτᾶται σύν ὄξει ταῖς ῥισὶ προσαγομένη.
3.32 32 δίκταμνον, ὃ καλοῦσί τινες γλήχωνα ἀγρίαν, οἱ δὲ βαίτιον. πόα ἐστὶ Κρητική, δριμεῖα λίαν, ὁμοία γλήχωνι, μείζω δὲ καὶ γναφαλοειδῆ τὰ φύλλα ἔχει καὶ ἐριώδη τινὰ ἐπίφυσιν· οὔτε δὲ ἄνθος οὔτε καρπὸν φέρει.
3.33 33 ἐλελίσφακον· οἱ δὲ ἐλαφοβόσκον, οἱ δὲ σφάγνον. θάμνος ἐστὶν ἐπιμήκης, πολύκλωνος, ῥάβδους τετραγώνους καὶ ὑπολεύκους ἔχων, φύλλα δὲ μηλέᾳ κυδωνίᾳ ἐοικότα, ἐπιμηκέστερα δὲ καὶ μικρότερα καὶ τραχέα λεληθότως ὥσπερ τὰ ἀνάτριπτα τῶν ἱματίων, δασέα, ὑπόλευκα, σφοδρῶς εὐώδη, ἔμβρωμα· καπτὸν δὲ ἐπʼ ἄκρων τῶν καυλῶν ὥσπερ ὁρμίνου ἀγρίου ἔχει. φύεται δὲ ἐν τραχέσι χωρίοις |.
3.34 34 ἡδύοσμον, οἱ δὲ μίνθην· γνώριμον βοτάνιον, δύναμιν ἔχον θερμαντικήν, στυπτικήν, ξηραντικήν· ὅθεν αἷμα ἵστησι πινόμενος ὁ χυλὸς αὐτοῦ μετʼ ὄξους καὶ ἕλμινθας κτείνει στρογγύλας, ἀφροδίσιά τε ἐρεθίζει καὶ λυγμούς καὶ ἐμέτους καὶ χολέραν παύει δύο ἢ τρία κλωνία σὺν ῥοᾶς ὀξείας κυλῷ ποθέντα· διαφορεῖ δὲ καὶ ἀποστήματα μετʼ ἀλφίτου καταπλασθὲν καὶ κεφαλαλγίαν παρηγορεῖ ἐπιτεθὲν τῷ μετώπῳ μαστῶν τε περίτασιν καὶ σπάργησιν πραύνει.
3.35 35 καλαμίνθη· μὲν τις ὀρεινοτέρα ἐστίν, ἔχει δὲ φύλλα ὅμοια ὠκίμῳ, ὑπόλευκα, κλωνία δὲ καὶ κάρφη γεγωνιωμένα, ἄνθος πορφυροῦν. ἡ δέ τις γλήχωνι ἔοικε, μείζων δέ, ὅθεν ἀγρίαν τινὲς αὐτὴν γλήχωνα ἀνομάζουσι, διότι καὶ τῇ ὀσμῇ παρέοικε· ταύτην Ῥωμαῖοι νεπέταν καλοῦσιν. ἡ δὲ τρίτη ἔοικεν ἡδυόσμῳ ἀγρίῳ, ἐπιμηκεστέρα τοῖς φύλλοις, καυλῷ καὶ κλάδῳ μείζων τῶν προειρημένων καὶ ἧττον ἐνεργής.
3.36 36 θύμος· γινώσκεται ὑπὸ πάντων|. θαμνίσκιον φρυγανοειδές, φυλλαρίοις στενοῖς καὶ πολλοῖς περιειλημμένον, ἔχον ἐπʼ ἄκρου κεφάλια ἄνθους περίπλεα s, πορφυρίζοντα. μάλιστα δὲ φύεται ἐν πετρώδεσι καὶ λεπτογείοις τόποις.
3.37 37 θύμβρα· καὶ αὐτὴ γνώριμος, γεννωμένη ἐν λεπτογείοις καὶ τραχέσι τόποις, ὁμοία θύμῳ, ἐλάσσων μέντοι καὶ ἁπαλωτέρα, φέρουσα στάχυν ἄνθους μεστόν, ἔγχλωρον.
3.38 38 ἔρπυλλος· ὁ μέν τίς ἐστι κηπευτός, σαμψουχίζων τῇ ὀσμῇ, καὶ στεφανωματικός· ὠνόμασται δὲ ἀπὸ τοῦ ἕρπειν τε καὶ ὅ τι ἂν αὐτοῦ μέρος θίγῃ τῆς γῆς, ῥιζοβολεῖν. ἔχει δὲ φύλλα καὶ κλωνία ὀριγάνῳ ἐμφερῆ, πλὴν λευκότερα· ἀπὸ δὲ αἱμασιῶν καθιέμενος εὐαυξέστερος γίνεται. ὁ δέ τίς ἐστιν ἄγριος, ὃς καὶ ζυγὶς καλεῖται, οὐχ ἕρπων, ἀλλʼ ἀρθός, κλωνία ἀνιεὶς λεπτά|, φρυγανώδη, φύλλων περίπλεα ὁμοίων πηγάνῳ, ὑπόστενα δέ ἐστι καὶ ἐπιμηκέστερα καὶ σκληρότερα ταῦτα , ἄνθη γευομένῳ δριμέα, ὀσμὴ ἡδεῖα, ῥίζα ἄχρηστος.
3.39 39 σάμψουχον κράτιστον τὸ Κυζικηνὸν καὶ Κύπριον, δευτερεύει δὲ τούτου τὸ Αἰγύπτιον καλεῖται δὲ ὑπὸ Κυζικηνῶν καὶ τῶν ἐν Σικελίᾳ ἀμάρακον. πόα δέ ἐστι πολύκλωνος, ἕρπουσα ἐπὶ γῆς, φύλλα δασέα καὶ περιφερῆ ἔχουσα, ὅμοια τοῖς τῆς λεπτοφύλλου καλαμίνθης, σφόδρα εὐώδης καὶ θερμαντική, πλεκομένη καὶ εἰς στεφάνους. ἁρμόζει δὲ τὸ ἀφέψημα αὐτῆς πινόμενον ἐπὶ ἀρχομένων ὑδρωπικῶν καὶ δυσουρούντων καὶ στροφουμένων.
3.40 40 μελίλωτος· κράτιστος ὁ ἐν Ἀττικῇ καὶ Κυζίκῳ καὶ Χαλκηδόνι γεννώμενος, κροκίζων καὶ εὐώδης· φύεται δὲ καὶ ἐν Καμπανίᾳ περὶ Νῶλαν τηλίζων καὶ ἄτονος κατὰ τὴν εὐωδίαν. δίαν.
3.41 41 σισύμβριον οἱ δὲ ἕρπυλλον ἄγρι ον μέγ αν καλοῦσιν· ἐν χέρσοις φύεται, ἐοικὸς ἡδυόσμῳ, πλατυφυλλότερον δὲ καὶ εὐωδέστερον, στεφανωματικόν.
3.42 42 μᾶρον ἢ ὑσόβρυον· πόα γνώριμος, φρυγανώδης, ὁμοία τῷ ἄνθει ὀριγάνῳ· τὰ μέντοι φύλλα τούτου λευκότερα πολλῷ καὶ τὸ ἄνθος εὐωδέστερον.
3.43 43 ἄκινος ἢ ἄκονος· πόα ἐστὶ λεπτόκαρφος, στεφανωματική, παραπλήσιος ὠκίμῳ, δασυτέρα δὲ καὶ εὐώδης· παῤ ἐνίοις δὲ καὶ κηπεύεται.
3.44 44 βάκχαρις· βοτάνη ἐστὶν εὐώδης, στεφανωματική, ἦς τὰ φύλλα τραχέα, μέγεθος ἔχοντα μεταξύ ἴου καὶ φλόμου· καυλὸς δὲ γωνιώδης, πήχεως τὸ ὕψος, ὑπότραχυς, ἔχων παραφυάδας, ἄνθη δὲ ἐμπόφρυρα, ὑπόλευκα | εὐώδη, ῥίζαι δὲ ὅμοιαι ταῖς τοῦ μέλανος ἐλλεβόρου, ἐοικυῖαι τῇ ὀσμῇ κινναμώμῳ. φιλεῖ δὲ τραχέα χωρία καὶ ἄνικμα.
3.45 45 πήγανον· τὸ ὄρειον καὶ ἄγριον τοῦ ἡμέρου δριμύτερον καὶ ἄθετον πρὸς βρῶσιν, τοῦ δὲ κηπευτοῦ ἐδωδιμώτερον τὸ παρὰ ταῖς συκαῖς φυόμενον.
3.46 46 καλοῦσί τινες πήγανον ἄγριον καὶ τὸ ἐν Καππαδοκίᾳ καὶ ἐν τῇ κατʼ Ἀσίαν Γαλατίᾳ λεγόμενον μῶλυ. ἐστι δὲ θάμνος ἀπὸ μιᾶς ῤίζης πολλὰς ἀναφέρων ῥάβδους, ἔχων φύλλα μακρότερα πολλῷ τοῦ ἄλλου πηγάνου καὶ τρυφερώτερα, βαρύοσμα, ἄνθος λευκὸν ἐπ᾿ ἄκρου τε κεφάλια ὀλίγῳ μείζονα τοῦ ἡμέρου πηγάνου, ἐκ τριῶν μάλιστα μερῶν συγκείμενα, ἐν οῖς σπέρμα ὑπόκιρρον, τρίγωνον, πικρὸν κανῶς πρὸς τὴν γεῦσιν, οὖ καὶ ἡ χρῆσις.
3.47 47 μῶ λυ· τὰ μὲν φύλλα ἔχει ἀγρώστει ὄμοια, πλατύτερα δέ, ἐπὶ γῆν κλώμενα , ἄνθη δὲ λευκοῖοις παραπλήσια, γαλακτόχροα, ἧσσονα δὲ πρὸς τὰ τοῦ ἴου, καυλὸν δὲ λεπτόν, πήχεων τεσσάρων· ἐπʼ ἄκρου δὲ ἔπεστιν ὡσεὶ σκορδοειδές τι· ῥίζα δὲ μικρά, βολβοειδής.
3.48 48 πάνκες Ἡράκλειον, ἐξ οὖ ὁ ὀποπάναξ συλλέγεται, πλεῖστον γεννᾶται ἐν τῇ Βοιωτίᾳ καὶ ἐν Ψωφίδι τῆς Ἀρκαδίας, ὥστε καὶ ἐπίτηδες κηπεύεσθαι διὰ τὴν ἐκ τοῦ ὀποῦ πρόσοδον. φύλλα δὲ ἔχει τραχέα, χαμαιπετῆ, χλωρὰ σφόδρα, πρὸς τὰ τῆς συκῆς, ἐν τῷ περιφερεῖ ἐπεσχισμένα πενταμερῶς· καυλὸν δὲ ὥσπερ νάρθηκος, ὑψηλότατον, ἔχοντα χνοῦν λεπτόν, λευκὸν καὶ φύλλα περὶ αὐτὸν μικρότατα· σκιάδιον δʼ ἐπʼ ἄκρου ὡς ἀνήθου, ἄνθος δὲ μήλινον, σπέρμα εὐῶδες καὶ πυρωτικόν, ῥίζας πλείονας ἐκ μιᾶς ἀρχῆς, λευκάς, βαρυόσμους, παχύν ἐχούσας τὸν φλοιόν, ὑπόπικρον ἐν τῇ γεύσει.
3.49 49 πάνακες Ἀσκληπίον· ἀνίησιν ἀπὸ γῆς καυλὸν λεπτόν, πηχυαῖον, γόνασι διειλημμένον, περὶ ὃν τὰ φύλλα ὅμοια μαράθῳ, μείζονα δὲ καὶ δασύτερα, εὐώδη, καὶ ἐπʼ ἄκρου σκιάδιον, ἐφʼ οὖ τὰ ἄνθη χρυσοειδῆ, δριμέα, εὐώδη· ῥίζα δὲ μικρά, λεπτή.
3.50 50 πάνακες Χειρώνιον· φύεται μάλιστα ἐν τῷ Πηλίῳ ὄρει. φύλλα δὲ ἔχει ἀμαράκῳ ἐμφερῆ, ἄνθη χρυσοειδῆ, ῥίζαν λεπτὴν καὶ οὐ βαθεῖαν, γευομένῳ δὲ δριμεῖαν.
3.51 51 λιγυστικόν· φύεται μὲν πλεῖστον ἐν Λιγυρίᾳ, ὅθεν καὶ τὴν ὀνομασίαν ἔσχηκεν, ἐν τῳ καλουμένῳ Ἀπεννίνῳ· ὄρος δέ ἐστιν ὁμοροῦν ταῖς Ἀλπεσι. πάνακες δὲ αὐτὲ καλοῦσιν οἱ ἐπιχώριοι οὐκ ἀλόγως, ἐπεὶ ἡ ῥίζα [καὶ ὁ καυλὸς] ἔοικε τῇ τοῦ Ἡρακλεωτικοῦ πάνακος καὶ ἡ δύναμις ὁμοία καθέστηκε. φύεται δὲ ἐν τοῖς ὑψηλοτάτοις καὶ τραχυτέροις καὶ συσκίοις ὄρεσι, μάλιστα δὲ παρὰ τοῖς ῥύαξι.
3.52 52 σταφυλῖνος ἄγριος· οἱ δὲ κέρας καλοῦσι. φύλλα μὲν ἔχει ὅμοια γιγγιδίῳ, πλατύτερα δὲ καὶ ὑπόπικρα, καυλὸν δὲ ὄρθιον, τραχύν, σκιάδιον ἔχοντα ἀνήθῳ παραπλήσιον, ἐφʼ οὖ ἄνθη λευκά, ἐν μέσῳ δὲ μικρόν τι προρφυροειδὲς οἱονεὶ κροκύδιον· ῥίζα δὲ δακτύλου πάχος σπιθαμιαία, εὐώδης, ἐδωδίμη ἑφθή.
3.53 53 σέσελι· τὸ μὲν Μασσαλιωτικὸν φύλλα ἔχει μαράθῳ ἐοικότα, παχύτερα δὲ καὶ τὸν καυλὸν εὐερνέστερον ἔχει, σκιάδιον δὲ ἀνήθῳ ὅμοιον, ἐφʼ οὗ ὁ καρπὸς ὑπομήκης, γεγωνιωμένος, δριμύς, βιβρωσκόμενος ἡδέως, ῥίζα μακρά, εὐώδης.
3.54 54 τόρδιλον· ἔνιοι δὲ καὶ τοῦτο σέσελι Κγητικὸν καλοῦσι. φύεται ἐν τῳ κατὰ Κιλικίαν Ἀμανῷ. ἔστι δὲ βοτάνιον φρυγανῶδες, ἔχον σπερμάτιον περιφερές, διπλοῦν, ὅμοιον ἀσπιδισκίοις, ὑπόδριμυ, ἀρωματίζον, πινόμενον πρὸς δυσουρίαν καὶ ἐμμήνων ἀγωγήν. ὁ δὲ χυλὸς τοῦ καυλοῦ καὶ τοῦ σπέρματος ἔτι χλωροῦ ὄντος ὅσον τριώβολον ποθεὶς σὺν γλυκεῖ ἡμέρας δέκα νεφριτικούς ὑγιάζει. ἡ δὲ ῥίζα πρακτική, ἀνάγουσα καὶ τὰ ἐκ θώρακος ἐκλειχομένη μετὰ μέλιτος.
3.55 55 σίνων· σπερμάτιόν ἐστιν ἐν Συρίᾳ γεννώμενον, παρεοικὸς σελίνῳ, ἐπίμηκες, μέλαν, πυρωτικόν, πινόμενον πρὸς σπλῆνας καὶ δυσουρίας καὶ ἐμμήνων ἐποχήν. χρῶνται δὲ αὐτῷ οἱ ἐπιχώριοι ἀρτύματι μετὰ κολοκύνθης ἑφθῆς σὺν ὄξει λαμβάνοντες.
3.56 56 ἄνσσον· τὴν μὲν καθόλου δύναμιν ἔχει θερμαντικήν, ξηραντικήν, εὔπνουν, ἀνώδυνον, διαφορητικήν, οὐρητικήν, ἱδρωτικήν, διαλυτικήν, ἄδιψον πινόμενον. ἁρμόζει δὲ πρός τε τὰ ἰοβόλα τῶν ζῴων καὶ πρὸς ἐμπνευματώσεις, κοιλίαν τε ἵστησι καὶ λευκὸν ῥοῦν καὶ γάλα κατασπᾷ καὶ συνουσίαν παρορμᾷ. ὑποθυμιώμενον δὲ ταῖς ῥισὶ κεφαλαλγίαν παύει· καὶ τὰς ῥήξεις δὲ τῶν ὤτων σὺν ῥοδίνῳ λεῖον ἐνσταζόμενον ἰᾶται. ἐστι δὲ αὐτοῦ κρεῖσσον τὸ νέον καὶ ἁδρὸν καὶ μὴ πιτυρῶδες, εὔτονον τῇ ὀσμῇ. πρωτεύει δὲ τὸ Κρητικόν, ἐπεται δὲ τὸ Αἰγύπτιον.
3.57 57 καρώ· σπερμάτιόν ἐστι γνώριμον, οὐρητικόν, εὔστομον, θερμαντικόν, εὐστόμαχον, πεπτικόν, μειγνύμενον | ταῖς ἀντιδότοις καὶ ὀξυπόροις χρησίμως, ἀναλογοῦν ἀνήσσῳ. ἡ δὲ ῥίζα ἑφθὴ ἐδώδιμος ὥσπερ σταφυλῖνος.
3.58 58 ἀνήθου ξηροῦ τῆς κόμης καὶ τοῦ καρποῦ τὸ ἀφέψημα πινόμενον γάλα κατασπᾷ, στρόφους τε καὶ ἐμπνευματώσεις παύει, κοιλίαν τε καὶ τοὺς ἐπιπολαίους ἐμέτους ἵστησιν, οὖρά τε κινεῖ καὶ λυγμοὺς παρηγορεῖ, ἀμβλύνει τε τὰς ὄψεις καὶ γονὴν σβέννυσι συνεχῶς πινόμενον. χρήσιμον δὲ τὸ ἀφέψημα αὐτοῦ καὶ γυναιξὶν ὑστερικαῖς εἰς ἐγκάθισμα· τὸ δὲ σπέρμα καὲν καὶ καταπλασθὲν κονδυλώματα αἴρει.
3.59 59 κύμινον τὸ ἥμερον· εὐστόμαχον, καὶ τούτου μᾶλλον τὸ Αἰθιοπικόν, ὅπερ Ἱπποκράτης (V 490 L) βασιλικὸν ἐκάλεσεν. δευτερεύει δὲ τὸ Αίγύπτιον, εἶτα τὸ λοιπόν. φύεται δὲ ἐν Γαλατίᾳ καὶ Σπανίᾳ καὶ ἐν Κιλικίᾳ καὶ ἐν ἄλλοις πλείστοις τόποις.
3.60 60 κύμινον ἄγριον· φύεται μὲν πλεῖστον καὶ ἐνεργέστερον ἐν Καρχηδόνι τῆς Σπανίας, καυλίον σπιθαμιαῖον, λεπτὸν ἔχον, φυλλάρια τέσσαρα ἢ πέντε λεπτά, οἱονεὶ πεπρισμένα τὴν κατάσχισιν ὡς γιγγίδιον· κεφάλια δὲ ἐπ’ ἄκρου πέντε ἢ ἓξ στρογγύλα, μαλακὰ ἔχει, ἐν οἷς ὁ καρπὸς ἀχυρώδης, γευομένῳ δὲ δριμύτερος τοῦ ἡμέρου φύεται ἐν γεωλόφοις.
3.61 61 ἐστι δὲ καὶ ἕτερον γένος ἀγρίου κυμίνου, ἐμφερὲς τῷ ἡμέρῳ· ἐξ ἑκάστου δὲ ἄνθους ἀφίησι κεράτια μετέωρα, ἐν οἷς ἐστι σπέρμα ὅμοιον μελανθίῳ.
3.62 62 ἄμι· ἔνιοι καὶ τοῦτο Αἰθιοπικόν, οἱ δὲ βασιλικὸν κύμινον καλοῦσιν, ἔνιοι δὲ ἑτέρας φύσεως τὸ Αἰθιοπικὸν κύμινον ἔλεξαν εἶναι καὶ ἑτέρας τὸ ἄμι. γνώριμον δὲ τὸ σπερμάτιον, μικρότερον πολλῷ τοῦ κυμίνου, ὀριγανίζον τῇ γεύσει. ἐκλέγου δὲ τὸ καθαρὸν καὶ μὴ πιτυρῶδες.
3.63 63 κόριον· ψυκτικὴν ἔχει δύναμιν, ὅθεν καταπλασσόμενον μετὰ ἄρτου ἢ ἀλφίτου ἐρυσιπέλατα καὶ ἔρπητας ἰᾶται, σὺν μέλιτι δὲ καὶ σταφίδι ἐπινυκτίδας καὶ διδύμων φλεγμονὰς καὶ ἴνθρακας θεραπεύει, μετὰ ἐρεγμοῦ δὲ χοιράδας καὶ φύματα διαλύει. τὸ δὲ σπέρμα ὀλίγον μὲν μετὰ γλυκέος ποθὲν ἕλμινθας ἐκβάλλει καὶ σπέρματός ἐστι γεννητικόν, πλεῖον δὲ ληφθὲν κινεῖ τὴν διάνοιαν ἐπικινδύνως, ὅθεν δεῖ φυλάσσεσθαι τὴν πλείονα καὶ συνεχῆ πόσιν αὐτοῦ. ὁ δὲ χυλὸς σὺν ψιμυθίῳ ἡ λιθαργύρῳ καὶ ὄξει καὶ ῥοδίνῳ καταχριόμενος ὠφελεῖ τὰς κατὰ τὴν ἐπιφάνειαν φλεγμονάς τὰς πυρώδεις.
3.64 64 σέλινον κηπαῖον· ἁρμόζει ἡ πόα πρὸς ἃ καὶ τὸ κόριον καὶ πρὸς ἀφθαλμῶν φλεγμονὰς μετʼ ἄρτου ἢ πάλης ἀλφίτου καταπλασσόμενον καὶ καῦσον στομάχου παρηγορεῖ μασιούς τε χονδριῶντας ἀνίησι, κινεῖ τε οὗρα ὠμόν τε καὶ ἐφθὸν βρωθέν· καὶ τὸ ἀφέψημα δὲ αὐτοῦ καὶ τῶν ῥιζῶν πινόμενον ἀντιπάσχει θανασίμοις φαρμάκοις καὶ ἐμέτους κινεῖ κοιλίαν τε ἐπέχει.
3.65 65 ὀρεοσέλινον· καυλός ἐστι σπιθαμιαῖος ἐκ ῥίζης λεπτῆς, περὶ δὲ αὐτὸν κλωνάρια καὶ κεφάλια κωνείῳ παρεμφέρῆ, λεπτότερα δὲ ἱκανῶς, ἐφ᾿ ὧν ὁ καρπὸς ἐπιμήκης, δριμύς, εὐώδης, ἐοικὼς κυμίνῳ. φύεται δὲ ἐν πέτραις καὶ ὀρεινοῖς τόποις.
3.66 66 πετροσέλινον· φύεται ἐν Μακεδονίᾳ ἐν ἀποκρήμνοις τόποις. σπέρμα δὲ ἐοικὸς ἄμει, εὐωδέστερον δὲ καὶ δριμύτερον καὶ ἀρωματίζον, οὐρητικόν, ἐμμήνων ἀγωγόν, ἁρμόζον καὶ πρὸς στομάχου καὶ κόλου ἐμπνευματώσεις καὶ στρόφους, πρός τε πλευρᾶς πόνους καὶ νεφρῶν καὶ κύστεως ἐν ποτῷ λαμμβανόμενον· μείγνυται δὲ καὶ οὐρητικαῖς καὶ ἀντιδότοις.
3.67 67 ἱπποσέλινον· οἱ δὲ ἀγρίολον, οἱ δὲ ἀγριοσέλινον, οἱ δὲ σμύρνιον καλοῦσι, Ῥωμαῖοι δὲ ὀλέσαθρον, ἑτέρου τοῦ κυρίως λεγομένου σμυρνίου ὑπάρχοντος, ὡς αὐτίκα ἱστορήσομεν. ἔστι δὲ μεῖζον καὶ λευκότερον τοῦ κηπευτοῦ σελίνου, καυλὸς δὲ κοῖλος, ὑψηλός, τρυφερός, οἱονεὶ γραμμὰς ἔχων, φύλλα πλατύτερα, ὑποφοινισσόμενα, ἐν οἷς ἐστιν ὡς λιβανωτίδος κόμη μεστὴ ἄνθους, κατὰ κορύμβους πρὶν ἐξανθῆσαι συνεστῶσα· σπέρμα δὲ μέλαν, ἐπίμηκες, ναστόν, δριμύ, ἀρωματίζον, ῥίζα λευκή, εὐώδης, εὔστομος, οὐ παχεῖα.
3.68 68 σμύρνιον, ὅπερ ἐν Κιλικίᾳ πετροσέλινον καλοῦσι, γεννώμενον πλεῖστον ἐν τῷ λεγομένῳ Ἀμανῷ ὄρει. καὶ τοῦτο καυλὸν μὲν ἔχει ὅμοιον σελίνῳ, παραφυάδας ἔχοντα πολλάς, φύλλα δὲ πλατύτερα—τὰ δὲ πρὸς τὴν γῆν καὶ ὑποπερικλᾶται—| ὑπολίπαρα καὶ ῥωμαλέα καὶ εὐώδη σὺν δριμύτητι, φαρμακώδη τε καὶ ὑπομηλίζοντα τῇ χρόᾳ σκιάδιον δὲ ἐπὶ τῷ καυλῷ ἀνηθοειδές, σπέρμα στρογγύλον, ὅμοιον τῷ τῆς κράμβης. μέλαν, δριμὺ γευομένῳ, ὄζον σμύρνης, ἓν ἀνθ᾿ ἑνὸς ποιοῦν· ἡ δὲ ῥίζα δριμεῖα, εὐώδης, ἀπαλή, πολύχυλος, δάκνουσα τὴν φάρυγγα, φλοιὸν ἔχουσα ἔξωθεν μὲν μέλανα, ἔνδοθεν δὲ χλωρὸν ἢ ὑπόλευκον. φύεται δὲ ἐν πετρώδεσι τίποις καὶ γεωλόφοις.
3.69 69 ἐλαφοβόσκον· καυλός ἐστι λιβανωτίδι ἢ μαράθῳ ἐμφερής, γεγονατωμένος, φύλλα διδάκτυλα τὸ πλάτος, ἱκανῶς ἐπιμήκη ὡς τερμίνθου, περικεκλασμένα, τραχέα ποσῶς. ἔχει δὲ παραφυάδας ἱκανὰς ὁ καυλός, σκιάδια ἐχούσας ὅμοια ἀνήθῳ, ἄνθη ὑπομήλινα, καὶ τὸ σπέρμα ἀνήθῳ ἐμφερές ῥίζα ὡς τριδάκτυλος τὸ μῆκος, πάχος δακτύλου, λευκή, γλυκεῖα, ἐδώδιμος· καὶ ὁ καυλὸς δὲ λαχανεύεται ἀρτιφυὴς ὤν.
3.70 70 μάραθον· τούτου ἐσθιομένη ἡ πόα δύναται γάλα κατασπᾶν, καὶ τὸ σπέρμα δὲ πινόμενον ἢ συνεψόμενον πτισάνῃ. τὸ δὲ ἀφέψημα τῆς κόμης ποθὲν νεφριτικοῖς καὶ τοῖς περὶ κύστιν πάθεσιν ἁρμόζει διουρητικὸν ὑπάρχον, ἑρπετοδήκτοις δὲ δίδοται σὺν οἴνῳ καὶ καταμήνια ἄγει, ἐν πυρετοῖς τε ναυσίαν καὶ καῦσον στομάχου παραιτεῖται μετὰ ψυχροῦ ὕδατος πινόμενον. αἱ δὲ ῥίζαι λεῖαι σὺν μέλιτι καταπλασθεῖσαι κυνοδήκτους θεραπεύουσιν.
3.71 71 πομάραθον· μάραθόν ἐστιν ἄγριον μέγα· φέρει δὲ τὸ σπέρμα κάχρυῖ ὅμοιον, ῥίζα δὲ ὕπεστιν εὐώδης, ἥτις πινομένη στραγγουρίαν ἰᾶται καὶ ἔμμηνα ἄγει προστιθεμένη. τὸ δὲ σπέρμα καὶ ἡ ῥίζα κοιλίαν ἵστησι πινόμενα, θηριοδήκτοις τε βοηθεῖ καὶ λίθους θρύπτει καὶ ἴκτερον ἀποκαθαίρει. τῶν δὲ φύλλων τὸ ἀφέψημα πινόμενον γάλα ἄγει καὶ τὰς ἐκ τοκετῶν γυναῖκας ἀποκαθαίρει.
3.72 72 δαῦκος· ὁ μέν τις καλεῖται Κρητικός, μαράθῳ ὅμοια ἔχων τὰ φύλλα, μικρότερα δὲ καὶ λεπτότερα, καυλὸν δὲ σπιθαμιαῖον, σκιάδιον ὅμοιον κοριάνδρῳ, ἄνθη λευκά· ἐν δὲ τούτοις ὁ καρπὸς λευκός, δασύς, δριμὺς ἐν τῷ διαμασᾶσθαι, εὐώδης· ῥίζα δακτύλου τὸ πάχος, τὸ δὲ μῆκος σπιθαμῆς. γεννᾶται δὲ ἐν πετρώδεσι τόποις καὶ εὐηλίοις. ὁ δέ τις αὐτοῦ ἐστι σελίνῳ ἀγρίῳ παραπλήσιος, ἀρωματώδης καὶ εὐώδης, δριμὺς καὶ πυρώδης γευομένῳ· διαφέρει δὲ ὁ Κρητικός.
3.73a 73 RV: δελφίνιον· οἱ δὲ διάχυτος, οἱ δὲ διάχυσις, οἱ δὲ παράλυσις, οἱ δὲ κάμμαρος, οἱ δὲ ὑάκινθος, οἱ δὲ ὕφαιμον, οἱ δὲ ἄρας, οἱ δὲ δελφινιάς, οἱ δὲ Νήρειον, οἱ δὲ Νηρειάδιον, οἱ δὲ σώσανδρον, οἱ δὲ Κρόνιον, Ῥωμαῖοι βουκίνους μίνορ. κλῶνας ἀνίησι δισπιθαμιαίους ἢ καὶ μείζονας ἀπὸ μιᾶς ῥίζης, περὶ οὓς φυλλάρια ἐπεσχισμένα, λεπτά, ἐπιμήκη, δελφινοειδῆ, ὅθεν καὶ ὠνόμασται· ἄνθος δὲ ὅμοιον λευκοΐῳ, ἐμπόρφυρον, σπέρμα ἐν λοβοῖς κέγχρῳ ἐμφερές.
3.73b 73 πύρεθρος· πόα καυλὸν ἀνιεῖσα καὶ φύλλα ὥσπερ δαῦκος ἄγριος ἢ μάραθον· σκιάδιον δὲ ὡς ἀνήθου τροχοειδές· ῥίζα δὲ δακτύλου μεγάλου τὸ πάχος, μακρά, γευσαμένῳ πυρωτικωτάτη, φλέγματος ἐπισπαστική· διὸ καὶ ὀδονταλγίαις βοηθεῖ μετ᾿ ὄξους ἑψηθεῖσα καὶ διακλυζομένη· ἄγει δὲ καὶ φλέγμα διαμασηθεῖσα, συγχριομένη δὲ μετ᾿ ἐλαίου ἱδρῶτας κινεῖ, ποιοῦσα πρὸς τὰ χρόνια ῥίγη· καὶ πρὸς ἐψυγμένα δὲ ἢ παρειμένα μέρη τοῦ σώματος ἄκρως ἁρμόζει.
3.74 74 λιβανωτίς· δισσή· ἡ μέν τις κάρπιμος, ὑπ᾿ ἐνίων δὲ ζέα ἢ καμψάνεμα καλουμένη, ἧς ὁ καρπὸς κάχρυ καλεῖται. φύλλα δὲ ἔχει μαράθῳ ὅμοια, πλατύτερα δὲ καὶ παχύτερα, τροχοειδῶς ἐπὶ γῆς ἐστρωμένα, εὐώδη· καυλὸν δὲ ὅσον πήχεως ἢ καὶ μείζονα, μασχάλας ἔχοντα πολλὰς καὶ ἐπ᾿ ἄκρῳ σκιάδια, ἐφ᾿ ὧν καρπὸς πολύς, λευκός, ἐοικὼς σφονδυλίῳ, περιφερής, γωνίας ἔχων, δριμύς, ῥητινίζων, ἐν τῷ διαμασᾶσθαι ἐπικαίων τὴν γεῦσιν· ῥίζα δὲ λευκή, εὐμεγέθης, ὅζουσα λιβάνου.
3.75 75 λιβανωτίς, ἣν Ῥωμαῖοι ῤουσμαρῖνον καλοῦσιν, ἧ καὶ οἱ στεφανοπλίκοι χρῶνται· ῥάβδοι εἰσὶ λεπταί, περὶ ἃς τὰ φύλλα λεπτά, πυκνά, ἐπιμήκη καὶ , ἰσχνά, ἔνδοθεν λευκά, ἐκ δὲ τῶν ἐκτὸς χλωρά, βαρύοσμα.
3.76 76 σφονδύλιον· φύλλα μὲν ἔχει κατὰ ποσὸν ἐοικότα πλατάνῳ πρὸς τὰ τοῦ πανάκους, καυλοὺς δὲ πηχυαίους ἢ καὶ μείζονας, ἐοικότας μαράθῳ, σπέρμα δὲ ἐπ᾿ ἄκρῳ ὅμοιον σεσέλει, διπλοῦν, πλατύτερον δὲ καὶ λευκότερον καὶ ἀχυρωδέστερον, βαρύοσμον, ἄνθη λευκά, ῥίζαν λευκήν, ὁμοίαν ῥαφάνῳ· φύεται δὲ ἐν ἐλώδεσι καὶ ἐφύδροις χωρίοις.
3.77 77 νάρθηκος χλωροῦ ἡ ἐντεριώνη πινομένη αἱμοπτυϊκοὺς καὶ κοιλιακοὺς ὠφελεῖ καὶ ἐχιοδήκτοις δίδοται σὺν οἴνῳ καὶ τὰς ἐκ ῥινῶν αἱμορραγίας ἐπέχει λεία ἐντεθεῖσα. τὸ δὲ σπέρμα στροφουμένους πινόμενον ὠφελεῖ καὶ ἱδρῶτας κινεῖ συγχριόμενον μετ᾿ ἐλαίου οἱ δὲ καυλοὶ βρωθέντες κεφαλαλγεῖς εἰσι. ταριχεύεται δὲ καὶ εἰς τὰς ἁλμεύσεις.
3.78 78 πευκέκδανον· καυλὸν ἀνίησιν ἰσχνόν, μαράθῳ ὅμοιον κόμην δὲ ἔχει περὶ τὴν ῥίζαν ἱκανὴν καὶ πυκνήν, ἄνθος μήλινον, ῥίζαν μέλαιναν, βαρύοσμον, ἁδράν, μεστὴν ὀποῦ. φύεται δὲ ἐν ὄρεσι συσκίοις.
3.79 79 μελάνθιον· θαμνίσκος ἐστὶ λεπτόκαρφος, δισπίθαμος ἢ καὶ μείζων, φύλλα ἔχων μικρὰ ὥσπερ ἠριγέροντος, λεπτότερα δὲ πολλῷ καὶ κεφάλιον ἔχων ἐπ᾿ ἄκρου λεπτόν, μικρόν, ὡς μήκωνος, ἐπίμηκες, ἔχον κατὰ τὰ ἐντὸς διαφράγματα, ἐν οἷς καὶ τὸ σπέρμα μέλαν, δριμύ, εὐῶδες, καταπασσόμενον εἰς ἄρτους.
3.80 80 σίλφιον· γεννᾶται ἐν τοῖς κατὰ Συρίαν καὶ Ἀρμενίαν καὶ Μηδίαν τόποις καὶ Αιβύην, οὗ ὁ καυλὸς μάσπετον καλεῖται, ἐμφερήὴς νάρθηκι· φύλλα δὲ ἔχει σελίνῳ ὅμοια, σπέρμα πλατύ, φυλλῶδες, ὃ καλεῖται μαγύδαρις.
3.81 81 σαγαπηνόν· ὀπός ἐστι πόας ναρθηκοειδοῦς, γεννωμένης ἐν Μηδίᾳ. διαφέρει δὲ αὐτοῦ τὸ διαυγές, ἔξωθεν μὲν κιρρόν, ἐκ δὲ τῶν ἐντὸς λευκόν, ὄζον μεταξὺ ὀποῦ σιλφίου καὶ χαλβάνης, δριμὺ ἐν τῇ γεύσει.
3.82 82 εὐφόρβιον· δένδρον ἐστὶ ναρθηκοειδὲς Λιβυκόν, γεννώμενον ἐν τῇ κατὰ Μαυρουσιάδα Αὐτολολίᾳ, ὀποῦ μεστὸν δριμυτάτου, ὃν δεδοικότες οἱ τῇδε ἄνθρωποι συλλέγουσι διὰ τὸ ἐπιτεταμένον τῆς πυρώσεως· κοιλίας γοῦν προβατείας πεπλυμένας περιδήσαντες τῷ δένδρῳ μακρόθεν ἀκοντίοις διαιροῦσι τὸν καυλόν· εὐθέως δὲ ὡς ἐκ τινος ἀγγείου πολὺς ἀποχεῖται ὀπὸς εἰς τὰς κοιλίας, καὶ ἀπορραίνεται δὲ εἰς τὴν γῆν ἐξακοντιζόμενος.
3.83 83 χαλβάνη· ὀπός ἐστι νάρθηκος ἐν Συρίᾳ γεννωμένου, ὃν ἔνιοι μέτωπον καλοῦσιν. ἐστι δὲ αὐτῆς ἀρίστη ἡ λιβανοειδής, χονδρώδης, καθαρά, λιπαρά, ἄξυλος, ἔχουσα δέ τι τοῦ σπέρματος καὶ τοῦ νάρθηκος μεμειγμένον, ὀσμῇ βαρεῖα, οὔτ᾿ ἄγαν ὑγρὰ οὔτε κατάξηρος. δολοῦσι δὲ αὐτὴν μειγνύντες ῥητίνην καὶ ἐρεγμὸν καὶ ἀμμωνιακόν.
3.84 84 ἀμμωνιακόν· καὶ τοῦτο ὀπός ἐστι νάρθηκος γεννωμένου ἐν τῇ κατὰ Κυρήνην Λιβύῃ· καλεῖται δὲ αὐτοῦ ὅλος ὁ θάμνος σὺν τῇ ῥίζῃ ἀγασυλλίς. ἐγκριτέον δὲ αὐτοῦ τὸ εὔχρουν καὶ ἄλιθον καὶ ἄξυλον καὶ λιβανωτίζον τοῖς χόνδροις καὶ καθαρὸν καὶ πυκνόν, μηδεμίαν ἔχον ῥυπαρίαν, καστορίζον τῇ ὀσμῇ, πικρὸν δὲ τῇ γεύσει. καλεῖται δὲ τὸ τοιοῦτο θραῦσμα, τὸ δὲ γεῶδες ἢ λιθῶδες φύραμα· γεννᾶται δὲ ἐν Λιβύῃ τῇ κατ᾿ Ἄμμωνα, χυλὸς δένδρου ναρθηκοειδοῦς ὤν.
3.85 85 σαρκοκόλλα· ἔστι δάκρυον δένδρου γεννωμένου ἐν τῇ Περσίδι, ἐοικὸς λιβανωτῷ λεπτῷ, ὑπόκιρρον, ἔμπικρον τῇ γεύσει.
3.86 86 γλαύκιον· χυλός ἐστι βοτάνης κατὰ Ἱεράπολιν τῆς Συρίας γεννωμένης. ἔοικε δὲ αὐτῆς τὰ φύλλα τοῖς τῆς κερατίτιδος μήκωνος, λιπαρώτερα δὲ καὶ χαμαίζηλα, βαρύοσμα, πικρὰ ἐν τῇ γεύσει· χυλὸν δὲ ἔχει πολὺν κροκίζοντα. ταύτης τὰ φύλλα βαλόντες οἱ ἐπιχώριοι εἰς χύτραν θερμαίνουσιν ἐν κλιβάνοις ἡμιψυγέσιν ἄχρι μαρασμοῦ, εἶτα ἐκκόψαντες ἐκθλίβουσι τὸν χυλόν.
3.88 88 ἡ δὲ ἰχθυοκόλλα λεγομένη κοιλία ἐστὶν ἰχθύος κητῴου. διαφέρει δὲ ἡ ἐν Πόντῳ γεννωμένη, οὖσα λευκή, ὑπόπαχυς, οὐ ψωρώδης, τάχιστα τηχομένη.
3.89 89 ἰξός· ἔστι καλὸς ὁ λεῖος, πρασίζων τῷ χρώματι κατὰ τὸ ἐντός, ἐκτὸς δὲ ὑπόξανθος, μηδὲν ἔχων τραχὺ ἢ πιτυρῶδες. συνάγεται δὲ ἔκ τινος καρποῦ περιφεροῦς, γεννωμένου ἐν ἰξίᾳ τῇ ἐχούσῃ τὰ φύλλα ὅμοια πύξῳ. κόπτεται δὲ ὁ καρπός, εἶτα πλύνεται, εἶτα ἕψεται ἐν ὕδατι· ἔνιοι δὲ μασώμενοι αὐτὸν ἐργάζονται. γίνεται δὲ καὶ ἐκ μηλέας καὶ ἀπίου καὶ ἐξ ἄλλων δένδρων· εὑρίσκεται δὲ καὶ πρὸς ῥίζαις θάμνων τινῶν.
3.90 90 ἀπαρίνη· οἱ δὲ ἀμπελόκαρπον, οἱ δὲ ὀμφαλόκαρπον καλοῦσιν, οἱ δὲ φιλάνθρωπον. κλῶνες πολλοί, μακροί, τετράγωνοι, τραχεῖς· φύλλα δὲ ἐκ διαστήματος περικείμενα κυκλοτερῶς ὥσπερ τὰ τοῦ ἐρυθροδάνου, ἄνθη λευκά, σπέρμα σκληρόν, στρογγύλον, ὑπόκοιλον ἐκ μέσου ὡς ὀμφαλός· προσέχεται δὲ καὶ ἱματίοις ἡ πόα. χρῶνται δ᾿ αὐτῇ καὶ οἱ ποιμένες ἀντὶ ἠθμοῦ ἐπὶ τοῦ γάλακτος πρὸς ἔκληψιν τῶν ἐν αὐτῷ τριχῶν.
3.91 91 ἄλυσσον· φρυγάνιόν ἐστιν ὑπότραχυ, μονόκαυλον, φύλλα ἔχον στρογγύλα, παῤ οἷς ὁ καρπὸς ὡς ἀσπιδίσκια διπλᾶ, ἐν οἷς τὸ σπέρμα ὑπόπλατυ φύεται ἐν ὀρεινοῖς καὶ τραχέσι χωρίοις.
3.92 92 ἀσκληπιάς· κλωνία ἀνίησι μακρά, ἐφ᾿ ὧν τὰ φύλλα μακρά κισσῷ ὅμοια, ῥίζας πολλάς, λεπτάς, εὐώδεις, ἄνθος βαρύοσμον, θπέρμα ὡς πελεκίνου φύεται ἐν ὄρεσι.
3.93 93 ἀτρακτυλίς· οἱ δὲ κνῆκον ἄγριον καλοῦσιν. ἄκανθά ἐστιν ἐοικυῖα κνήκῳ, μικρότερα δὲ πολλῷ φύλλα ἔχουσα ἐπ᾿ ἄκρῳ τῷ ῥαβδίῳ· τὸ δὲ πλεῖον γυμνόν, ᾧ καὶ αἱ γυναῖκες χρῶνται ἀντὶ ἀτράκτου· ἔχει δὲ καὶ κόμην ἐπ᾿ ἄκρου ἀκανθώδη, ἄνθος ὠχρόν· ῥίζα δὲ λεπτή, ἄχρηστος.
3.94 94 πολύκνημον· θαμνίον ἐστὶ φρυγανῶδες, ἔχον φύλλα ὀριγάνῳ ἐμφερῆ, τὸν δὲ καυλὸν πολυγόνατον ὥσπερ γλήχων· οὐκ ἔχει μέντοι σκιάδιον, μικρὰ δὲ ἐπ᾿ ἄκρῳ κορύμβια δριμύ τι μετ᾿ εὐωδίας ἀποπνέοντα.
3.95 95 κλινοπόδιον· οἱ δὲ κλεόνικον, οἱ δὲ ὠκιμοειδές, οἱ δὲ Ζωπύριον καλοῦσι. θαμνίον ἐστὶ καὶ τοῦτο φρυγανῶδες, δισπίθαμον, φυόμενον ἐν πέτραις, ἔχον φύλλα ἑρπύλλῳ παραπλήσια καὶ ἄνθη ὅμοια κλίνης ποσὶν ἐκ διαστημάτων, ἐμφερῆ πρασίῳ.
3.96 96 λεοντοπέταλον· οἱ δὲ λεοντοπόδιον, οἱ δὲ παρδάλιον, οἱ δὲ θορύβηθρον, οἱ δὲ λεύκηθρον καλοῦσι. καυλὸν ἀνίησιν ὅσον σπιθαμῆς, ἔχοντα μασχάλας πλείστας, ἐφ᾿ ὧν ἄκρων λοβοὶ ὅμοιοι ἐρεβίνθοις· ἐν δὲ τούτοις δύο ἢ τρία σπερμάτια· φύλλα δὲ ὅμοια κράμβῃ, ῥίζα μέλαινα ὥσπερ γογγύλης, ἔχουσα ἐξοχὰς καθάπερ κονδύλους τινάς φύεται ἐν ἀρούραις καὶ ἐν τῷ σίτῳ.
3.97 97 Τεύριον· πόα ῥαβδοειδής, παρεοικυῖα χαμαίδρυῖ, λεπτόφυλλος, ἔχουσα ἐρεβίνθῳ πέταλον ὅμοιον. φύεται δὲ πλείστη ἐν Κιλικίᾳ τῇ κατὰ τὴν Σελεντίδα καὶ Κητίδα καλουμένην.
3.98 98 χαμαίρωψ ἢ χαμαίδρυς ἢ λινόδρυς· οἱ δὲ καὶ ταύτην Τεύκριον καλοῦσι διὰ τὸ σῴζειν ἐμφέρειαν ποσὴν πρὸς Τεύκριον φύεται ἐν τραχέσι καὶ πετρώδεσι χωρίοις. ἔστι δὲ θαμνίσκος σπιθαμιαῖος φύλλα ἔχων μικρά, τῷ σχήματι καὶ τῇ σχίσει δρυῒ ὅμοια, πικρά, ἄνθος ὑποπόρφυρον, μικρόν· συλλέγειν δὲ αὐτὴν δεῖ ἐγκύμονα τοῦ καρποῦ.
3.99 99 λευκάς· ἡ ὀρεινὴ πλατυφυλλοτέρα τῆς ἡμέρου ἐστὶ καὶ δριμυτέρα, δριμύτερον καὶ πικρότερον ἔχουσα τὸν καρπὸν καὶ ἀστομώτερον· δραστικωτέρα μέντοι τυγχάνει τῆς ἡμέρου.
3.100 100 λυχνὶς στεφανωματική· ἄνθος ἐστὶ παρόμοιον λευκοΐῳ, ἐμπόρφυρον, πλεκόμενον εἰς τὰ στεφάνια, ἧς τὸ σπέρμα βοηθεῖ ποθὲν σὺν οἴνῳ σκορπιοπλήκτοις.
3.101 101 λυχνὶς ἀγρία· ὁμοία τῇ ἡμέρῳ κατὰ πάντα· τὸ δὲ σπέρμα αὐτῆς δραχμῶν δυεῖν πλῆθος ποθὲν ἄγει κατὰ κοιλίαν. φασὶ δὲ καὶ τοὺς σκορπίους ναρκώδεις καὶ ἀπράκτους γίνεσθαι παρατεθείσης. αὐτοῖς τῆς πόας.
3.102 102 κρίνον, οὗ τὸ ἄνθος στεφανωματικόν ἐστι, καλούλυχνὶς μενον ὑπ᾿ ἐνίων λείριον, ἀφ᾿ οὗ καὶ τὸ χρίσμα κατασκευάζεται, ὅ τινες λείρινον, οἱ δὲ σούσινον καλοῦσι, μαλακτικὸν ὂν νεύρων καὶ ἰδίως τῶν περὶ μήτραν σκληριῶν.
3.103 103 βαλλντή· οἱ δὲ μελαμπράσιον καλοῦσι. καυλούὺς ἀνίησι τετραγώνους, μέλανας, ὑποδάσεις, ἐκ μιᾶς ῥίζης πλείονας· φύλλα δὲ πρασίῳ ὅμοια, μείζονα δὲ καὶ στρογγυλώτερα καὶ μέλανα καὶ δασέα ἐκ διαστημάτων τοῦ καυλοῦ, παραπλήσια μελισσοφύλλῳ, δυσώδη, ὅθεν καὶ τοῦτό τινες μελισσόφυλλον ἐκάλεσαν· καὶ τὰ ἄνθη δὲ περίκειται τοῖς καυλοῖς τροχοειδῶς|.
3.104 104 μελισσόφυλλον, ὃ ἔνιοι μελίτταιναν καλοῦσι διὰ τὸ ἥδεσθαι τῇ πόᾳ τὰς μελίσσας. ἔοικε ταύτης τὰ φύλλα καὶ τὰ καυλία τῇ προειρημένῃ βαλλωτῇ, μείζονα δὲ ταῦτα καὶ λεπτότερα, οὐχ οὕτω δασέα, ὄζοντα δὲ κιτρομήλων.
3.105 105 πράσιον, οἱ δὲ φιλοφαρές· θάμνος ἐστιν ἀπὸ μιᾶς ῥίζης πολύκλαδος, ὑπόδασυς, λευκός, τετράγωνος τοῖς ῥαβδίοις· φύλλον δὲ τῷ μεγάλῳ δακτύλῳ ἴσον, ὑποστρόγγυλον, δασύ, ἔρρυσον, πικρὸν τῇ γεύσει· ἐκ διαστημάτων δὲ ἐπὶ τῶν καυλῶν τὸ σπέρμα καὶ τὰ ἄνθη, οἱονεὶ σφόνδυλοι, τραχέα φύεται περὶ τὰ οἰκόπεδα καὶ ἐρείπια.
3.106 106 στάχυς· θάμνος ἐμφερὴς πρασίῳ, ὑπομηκέστερα δὲ καὶ πλεῖστα φυλλάρια ἔχων ὑποδάσεα, σκληρά, εὐώδη, λευκά· ῥαβδία δὲ πλείονα ἀπὸ τῆς αὐτῆς ῥίζης, λευκότερα τῶν τοῦ πρασίου· φύεται ἐν ὀρεινοῖς καὶ τραχέσι τόποις.
3.107 107 φυλλῖτις· φύλλα ἀνίησιν ὅμοια λαπάθῳ ἐπιμηκέστερα δὲ καὶ εὐθαλέστερα, ἓξ ἢ ἑπτά, ὀρθά, λεῖα ἐκ τῶν ἐντός, ἐκ δὲ τῶν ὄπισθεν καθάπερ σκώληκας ἔχοντα λεπτούς, ἐπηρτημένους· φύεται ἐν παλισκίοις καὶ παραδείσοις, γευσαμένῳ στρυφνή· οὔτε δὲ ἄνθος οὔτε καυλὸν οὔτε καρπὸν φέρει.
3.108 108 φαλάγγιον· οἱ δὲ φαλαγγῖτιν, οἱ δὲ καὶ ταύτην λευκάκανθον καλοῦσι. κλῶνές εἰσι δύο ἡ τρεῖς ἢ πλείονες, διέχοντες ἀπ᾿ ἀλλήλων, ἄνθη λευκά, παραπλήσια κρίνῳ, ἐντομὰς πολλὰς ἔχοντα· σπέρμα δὲ πλατύ, μέλαν, ὥσπερ φακοῦ ἥμισυ, ἰσχνότερον μέντοι πολλῷ, ῥιζίον μικρόν, λεπτόν, χλωρὸν ἅμα τῷ ἑλκυσθῆναι ἐκ τῆς γῆς· ὕστερον γὰρ συνέλκεται· φύεται ἐν γεωλόφοις.
3.109 109 τρίφυλλον· οἱ δὲ μινυανθές, οἱ δὲ ἀσφάλτιον, οἱ δὲ κνήκιον, οἱ δὲ ὀξύφυλλον | καλοῦσι. θάμνος ἐστὶ πήχεως ἢ μείζων, ῥάβδους ἔχων λεπτάς, μελαίνας, σχοινώδεις, παραφυάδας πολλὰς ἐχούσας, ἐφ᾿ ὧν φύλλα ὅμοια λωτῷ τῷ δένδρῳ, τρία καθ᾿ ἑκάστην βλάστησιν· ὀσμὴ δὲ αὐτῶν ἄρτι μὲν φυομένων πηγάνου, αὐξηθέντων δὲ ἀσφάλτου· ἄνθος δὲ ἀνίησι πορφυροῦν, σπέρμα δὲ ὑπόπλατυ, ὑπόδασυ, ἐκ τοῦ ἑτέρου πέρατος ὥσπερ κεραίαν ἔχον· ῥίζα λεπτή, μακρά, στερεά.
3.110 110 πόλιον· τὸ μέν ἐστιν ὀρεινόν, ὃ καὶ τεύθριον καλεῖται, οὗ καὶ ἡ χρῆσις. θαμνίον δέ ἐστι λευκόν, λεπτόφυλλον, σπιθαμιαῖον, καρποῦ πλῆρες, ἔχον κεφάλιον ἐπ' ἄκρου κορυμβοειδές, μικρόν, ὡς πολιὰν τρίχα, βαρύοσμον μετὰ ποσῆς εὐωδίας. τὸ δὲ ἕτερον θαμνωδέστερον, οὐχ οὕτως εὔτονον τῇ ὀσμῇ καὶ ἀδρανέστερον κατὰ δύναμιν.
3.111 111 σκόρδιον· φύεται ἐν ὀρεινοῖς τόποις καὶ ἑλώδεσι, φύλλα ἔχον ἐοικότα χαμαίδρυϊ, μείζονα δὲ καὶ οὐχ οὕτως ἐντετμημένα τὴν περιφέρειαν, ποσῶς τῇ ὀσμῇ σκορδίζοντα, στυπτικὰ δὲ καὶ ἔμπικρα κατὰ τὴν γεῦσιν· καυλία δὲ τετράγωνα, ἐφ᾿ ὧν ἄνθος ὕπέρυθρον.
3.112 112 βήχιον· οἱ δὲ πίθιον, οἱ δὲ πήχιον, οἱ δὲ πετρώνιον καλοῦσι. φύλλα ἔχει ὅμοια κισσῷ, μείζονα δέ, ἓξ ἢ ἑπτὰ ἀπὸ τῆς αὐτῆς ῥίζης, ἐκ μὲν τῶν πρὸς τὰ κάτω ἔκλευκα, ἐκ δὲ τῶν πρὸς τὰ ἄνω χλωρά, γωνίας πλείους ἔχοντα, καυλὸν σπιθαμιαῖον, ἄνθος ὠχρὸν κατὰ τὸ ἔαρ· ὀξέως δ᾿ ἀποβάλλει τό τε ἄνθος καὶ τὸ καυλίον, ὅθεν τινὲς ὑπέλαβον ἄκαυλον καὶ ἀνανθῆ ὑπάρχειν τὴν πόαν· ῥίζα λεπτή, ἄχρηστος· φύεται περὶ λιβάδας καὶ ἐνύδρους τόπους.
3.113 113 ἀρτεμισία· φύεται μὲν ὡς τὸ πολὺ ἐν παραθαλασσίοις τόποις. | πόα θαμνοειδής, παρόμοιος ἀψινθίῳ, μείζω δὲ καὶ λιπαρώτερα φύλλα ἔχουσα. καὶ ἡ μέν τίς ἐστιν αὐτῆς εὐερνής, πλατύτερα ἔχουσα τὰ φύλλα καὶ τὰς ῥάβδους, ἡ δὲ λεπτοτέρα, ἄνθη μικρά, λεπτά, λευκά, βαρύοσμα· θέρους δὲ ἀνθεῖ, ἐνιοι δὲ τὸ ἐν μεσογείοις λεπτοκαρφότερον βοτάνιον, ἁπλοῦν τῳ καυλῷ, σφόδρα μικρόν, ἄνθους περίπλεον τὴν χρόαν κηροειδοῦς λεπτοῦ, καλοῦσιν ἀρτεμισίαν· ἔστι δὲ εὐωδεστέρα τῆς πρὸ αὐτῆς.
3.114 114 ἀμβροσία, ἣν ἔνιοι βότρυν, οἱ δὲ ἀρτεμισίαν καλοῦσι. θαμνίσκος ἐστὶ πολύκλαδος, ὡς τρισπίθαμος τὸ ὕψος, φύλλα ἔχων περὶ τὴν ἐκβολὴν τοῦ καυλοῦ μικρά ὡς πηγάνου, τὰ δὲ ῥαβδία περίπλεα σπερματίων ἐοικότων βοτρυδίοις μηδέπω ἀνθοῦσι, τῇ ὀσμῇ οἰνώδης. ἡ δὲ ῥίζα λεπτή, δισπίθαμος. καταπλέκεται δὲ ἐν Καππαδοκίᾳ στεφάνοις.
3.115 115 βότρυς· πόα ἐστὶν ὅλη μηλίνη, θαμνοειδής, διακεχυμένη, πολλὰς ἔχουσα μασχάλας· τὸ δὲ σπέρμα ὅλοις τοῖς κλωνίοις περιπέφυκε, φύλλα κιχορίῳ ἐμφερῆ καὶ τὸ σύμπαν εὐῶδες ἱκανῶς· διὸ καὶ ἱματίοις συντίθεται. φύεται δὲ μάλιστα περὶ χαράδρας καὶ χειμάρρους.
3.116 116 γεράνιον· τὸ μὲν φύλλον ὅμοιον ἀνεμώνῃ, ἐσχισμένον, μακρότερον δέ· ῥίζαν δὲ ἔχει στρογγύλην, γλυκεῖαν, ἐσθιομένην, ἥτις ποθεῖσα σὺν οἴνῳ ὅσον δραχμῆς μιᾶς πλῆθος ὑστέρας ἐμπνευματώσεις λύει.
3.117 117 γναφαλλίου, οὖ τοῖς φύλλοις ἀντὶ γναφάλλου χρῶνται, λευκοῖς οὖσι καὶ μαλακοῖς, ποιεῖ σὺν οἴνῳ αὐστηρῷ ποτιζόμενα τὰ φύλλα πρὸς δυσεντερίαν.
3.118 118 τύφη· φύλλον ἀνίησι κυπερίδι ὅμοιον, καυλὸν δὲ λεῖον, ὁμαλόν, ἐπ ἄκρῳ περικείμενον ἄνθος πυκνόν, ἐκπαππούμενον, ὃ καλοῦσιν ἔνιοι ἀνθήλην.
3.119 119 κιρκαία· οἱ δὲ διρκαίαν καλοῦσι. τὰ μὲν φύλλα ἔχει στρύχνῳ κηπαίῳ ὅμοια, παραφυάδας δὲ πολλάς, ἄνθη μέλανα, μικρά, πολλά, καρπὸν κεγχροειδῆ ἔν τισιν οἱονεὶ κερατίοις, ῥίζας σπιθαμιαίας τρεῖς ἢ τέσσαρας λευκάς, εὐώδεις, θερμαντικάς· μάλιστα ἐν πετρώδεσι φύεται τόποις καὶ εὐπνοίοις εὐηλίοις.
3.120 120 οἰνάνθη· τὰ μὲν φύλλα ἔχει ὥσπερ σταφυλῖνος, ἄνθη δὲ λευκά, καυλὸν παχύν, σπιθαμιαῖον· καρπὸν δὲ ὥσπερ ἀνδρα|φάξυος, ῥίζαν μεγάλην, κεφαλὰς ἔχουσαν πλείονας, στρογγύλας· φύεται ἐν πέτραις.
3.121 121 κόνυζα· ἡ μέν τις μικρά καλεῖται εὐωδεστέρα οὔσα, ἡ δὲ μείζων, ὑπερέχουσα τῷ θάμνῳ καὶ τοῖς φύλλοις, πλατυτέρα καὶ βαρύοσμος ἀμφότεραι δὲ ἐοίκασι τοῖς φύλλοις ἐλαίᾳ, Εστι δὲ δασέα ταῦτα καὶ λιπαρά· ὕψος δὲ τοῦ καυλοῦ ἡ μὲν μείζων δύο πήχεων ἔχει, ἡ δὲ ἐλάττων ποδός, ἄνθος ψαφαρόν, μήλινον, ὑπόπικρον, ἐκπαππούμενον, ῥίζαι ἄχρηστοι.
3.122 122 ἡμεροκαλλές, οἱ δὲ ἡμεροκατάλλακτον· φύλλα ἔχει καὶ καυλὸν ὅμοια κρίνῳ, χλωρὰ δὲ ὥσπερ πράσα· ἄνθη δὲ ἐπʼ αὐτῷ τρία ἢ τέσσαρα, τὴν σχίσιν τῳ κρίνῳ ἐοικότα, ὅταν ἄρξηται χάσκειν, τὴν δὲ χρόαν ἰσχυρῶς ὠχράν, ῥίζαν ὁμοίαν βολβῷ, εὐμεγέθη, ἥτις λεία ποθεῖσα καὶ σύν μέλιτι ἐν ἐρίῳ προστεθείσα πεσσός ἐστιν ὑδραγωγὸς καὶ αἱμαγωγός. τὰ δὲ φύλλα λεῖα καταπλασσόμενα φλεγμονάς μαστῶν τάς ἐκ τοκετῶν καὶ ὁφθαλμῶν πραύνει· καταπλάσσεται δὲ ἡ ῥίζα ὡφελίμως καὶ τὰ φύλλα ἐπὶ τῶν πυρικαύτων.
3.123 123 λευκόϊον γνώριμον. ἐστι δʼ αὐτοῦ διαφορὰ ἐν τῷ ἄνθει· ἢ γὰρ λευκὸν ἡ μήλινον πορφυροῦν εὑρίσκεται. εὔχρηστον δὲ πρὸς τὴν ἐν ἰατρικῇ χρῆσιν τὸ μήλινον, οὗ τὰ ἄνθη ξηρά ἀποζεσθέντα εἰς ἐγκαθίσματα ποιεῖ πρὸς τάς περὶ ὑστέραν φλεγμονάς καὶ ἀγωγάς ἐμμήνων· ἀναληφθέντα δὲ κηρωτῇ ῥαγάδας τὰς ἐν δακτυλίῳ θεραπεύει, σύν μέλιτι δὲ Αφιας. ὁ δὲ καρπὸς αὐτοῦ ποθεὶς ἐν οἴνῳ δραχμῶν δυεῖν πλῆθος ἢ προστεθεῖς σύν μέλιτι ἔμμηνα καὶ ἔμβρυα ἄγει. αἱ δὲ ῥίζαι καταπλασθεῖσαι σύν ὄξει στέλλουσι σπλῆνα καὶ ποδαγρικούς ὠφελοῦσιν.
3.124 124 κραταιόγονον· φύλλα ἔχει ὅμοια τοῖς τοῦ πυροῦ — πλείονες δὲ ἀπὸ μιᾶς ῥίζης φύονται βλαστοὶ γονατώδεις — καρπὸν δὲ ὅμοιον κέγχρῳ. φύεται δὲ ἐν συσκίοις καὶ φραγμώσςαιν ὡς ἐπὶ πολὺ τόποις, ἰσχυρῶς δριμύ.
3.125 125 φύλλον· φύεται ἐν πέτραις· τὸ μὲν θηλυγόνον λεγόμενον ὥσπερ βρύον, ἔχον χλωρότερον ἐλαίας τὸ φύλλον, καυλὸν δὲ λεπτόν, βραχύν, ῥίζαν λεπτήν, ἄνθος λευκόν, καρπὸν μικρὸν ὥσπερ μήκωνος. τὸ δὲ ἀρρενογόνον τὰ μὲν ἄλλα ὅμοιον τῷ προειρημένῳ, καρπῷ δὲ διαφέρει· ἔχει γὰρ ὅμοιόν τι ἄρτι ἐξηνθηκυΐᾳ ἐλαίᾳ, βοτρυῶδες.
3.126 126 ὄρχις· οἱ δὲ κυνὸς ὄρχιν καλοῦσι. φύλλα ἔχει κατὰ γῆς ἐστρωμένα περὶ τὸν καυλὸν καὶ τὸν πυθμένα, ἐλαίᾳ μαλακῇ ὅμοια, στενώτερα δὲ καὶ μακρότερα, καυλὸν σπιθαμῆς τὸ μῆκος, ἐφʼ ᾧ ἄνθη πορφυροειδῆ, ῥίζαν βολβοειδῆ, ἐπιμήκη, διπλῆν, στενήν, ὡς ἐλαίαν, τὴν μὲν ἄνω, τὴν δὲ κατωτέρω, καὶ τὴν μὲν πλήρη, τὴν δὲ μαλακὴν καὶ ῥυσήν. ἐσθίεται δὲ ἡ ῥίζα ὡς βολβὸς ἑφθή.
3.127 127 ὄρχις ἕτερος, ὃν σεραπιάδα ἔνιοι καλοῦσιν ὡς καὶ Ἀνδρέας διὰ τὸ πολύχρηστον τῆς ῥίζης. φύλλα ἔχει ἐοικότα πράσῳ, ἐπιμήκη, πλατύτερα δὲ καὶ λιπαρά, καυλὸν σπιθαμῆς, ἄνθη δὲ ὑποπόρφυρα. ῥίζα δὲ ὕπεστιν ὀρχιδίοις ὁμοία, ἥτις δύναμιν ἔχει καταπλασσομένη οἰδημάτων διασκεδαστικὴν καὶ ἑλκῶν ἀνακαθαρτικὴν καὶ ἕρπητος ἐφεκτικήν· ἀνασκευάζει δὲ καὶ σύριγγας καὶ τὰ φ. λεγμαίνοντα παρηγορεῖ καταπλασσομένη. ξηρὰ δὲ νομάς ἵστησι καὶ σηπεδόνας καὶ τὰ ἐν στόματι κακοήθη ἰᾶται· ἵστησι δὲ καὶ κοιλίαν ἐν οἴνῳ ποθεῖσα. ἱστορεῖται δὲ καὶ περὶ ταύτης, ὅσα καὶ περὶ τῆς τοῦ κυνὸς ὄρχεως.
3.128 128 σατύριον· οἱ δὲ τρίφυλλον καλοῦσιν, ἐπειδὴ ὡς τὸ πολύ φύλλα τρία φέρει ὡς ἐπὶ τὴν γῆν κεκλασμένα, λαπάθῳ ἢ κρίνῳ ὅμοια, ἐλάττονα μέντοι καὶ ἐνερευθῆ, καυλὸν δὲ ψιλόν, μαλακόν, ὡς πήχεως, ἄνθος κρινοειδές, λευκόν, ῥίζαν δὲ βολβοειδῆ, ὅσον μῆλον, πυρράν, τὰ δὲ ἐντὸς λευκὴν ὥσπερ ᾠόν, γευομένῳ γλυκεῖαν | καὶ εὔστομον.
3.129 129 ὅρμινον· πόα ἐστὶν ἐμφερὴς πρασίῳ τοῖς φύλλοις, καυλὸς δὲ τετράγωνος, ἡμιπηχυαῖιος, περὶ ὅν ἐξοχαὶ ὅμοιαι λοβοῖς, ὡς ἐπὶ τὴν ῥίζαν νενευκυῖαι, ἐν αἷς σπέρμα διάφορον· ἐπὶ μὲν γάρ τοῦ ἀγρίου στρογγύλον εὑρίσκεται καὶ φαιόν, ἐπὶ δὲ τοῦ ἑτέρου ἐπίμηκες καὶ μέλαν, σὗπερ καὶ ἡ χρῆσις.
3.130 130 ἡ δύσαρον τὸ ὑπὸ τῶν μυρεψῶν καλούμενον πελεκῖνος· θάμνος ἐστὶ φυλλάρια ἔχων ἐρεβίνθῳ ὅμοια, λοβούς δὲ κερατίοις ἐοικότας, ἐν οἷς τὸ σπέρμα πυρρόν, ὅμοιον πελέκει ἀμφιστόμῳ, ὅθεν καὶ ὠνόμασται, πικρὸν γευσαμένῳ, εὐστόμαχον ποθέν· μείγνυται δὲ καὶ ἀντιδότοις. σύν μέλιτι δὲ προστεθὲν πρὸ τῆς μείξεως ἀτόκιον εἶναι δοκεῖ. φύεται δὲ ἐν κριθαῖς καὶ πυροῖς.
3.131 131 ὄνοσμα· οἱ δὲ ὀσμάδα, οἱ δὲ φλονῖτιν, οἱ δὲ ὄνωνιν καλοῦσι. τὰ μὲν φύλλα ἔχει ὅμοια τοῖς τῆς ἀγχούσης, προμήκη, μαλακά, ὡς τετραδάκτυλα τὸ μῆκος, τὸ δὲ πλάτος δακτύλου, ἐπὶ γῆς κατεστρωμένα ἐμφερέστατα τοῖς τῆς ἀγχούσης. ἐστι δὲ ἄκαυλος καὶ ἄκαρπος καὶ ἀνανθής· ῥιζίον δὲ ὑπόμηκες ὕπεστιν, ἀσθενές, λεπτόν, ἐνερευθὲς ἡσυχῆ. φύεται ἐν τραχέσι τόποις.
3.132 132 νυμφαία· φύεται ἐν ἕλεσι καὶ ὕδασι στασίμοις. φύλλα δὲ ἔχει ὅμοια κιβωρίῳ, μικρότερα δὲ καὶ ἐπιμηκέστερα, ποσῶς ὑπερέχοντα τοῦ ὕδατος, τὰ δὲ καὶ ἐν αὐτῷ τῳ ὕδατι, πλείονα ἐκ τῆς αὐτῆς ῥίζῃς, ἄνθος δὲ λευκόν, ὅμοιον κρίνῳ, ἔχον κροκῶδες τὸ μέσον· ὅταν δὲ ἀπανθήσῃ, στρογγύλον, μήλῳ παραπλήσιον τῇ περιφερείᾳ γίνεται ἤ μήκωνος κεφαλῇ, μέλαν, ἐν ᾧ καρπὸς πλατύς, πυκνός, γευομένῳ γλίσχρος· ὁ δὲ καυλὸς λεῖος, οὐ παχύς, μέλας, ὅμοιος τῳ τοῦ κιβωρίου, ῥίζα μέλαινα, τραχεῖα, ὁοπαλοειδής, ἥτις τέμνεται φθινοπώρῳ.
3.133 133 ἀνδρόσακες· γεννᾶται μὲν ἐν Συρίᾳ ἐν παραλίοις τόποις. πόα δʼ ἐστὶ λευκή, λεπτόκαρφος, πικρά, ἄφυλλος, θυλάκιον ἐπὶ τῆς κεφαλῆς ἔχουσα περιεκτικὸν σπέρματος.
3.134 134 ἄσπληνος· οἱ δὲ σκολοπένδριον, οἱ δὲ ἡμιόνιον, οἱ δὲ σπληνιον, οἱ δὲ πτέρυγα καλοῦσι. φύλλα ἔχει σκολοπένδρῳ τῷ θηρίῳ ὅμοια, πλείονα ἀπὸ μιᾶς ῥίζχς, φυόμενα ἐν πέτραις καὶ τοίχοις τοῖς ἀπὸ τῶν κοχλάκων παλισκίοις, ἄκαυλα, ἀνανθῆ, ἄκαρπα, ἐντετμημένα ὡς τὰ τοῦ πολυποδίου, κάτωθεν ὑπόξανθα καὶ δασέα, ἄνωθεν δὲ χλωρά.
3.135 135 ἡμιονῖτις, οἱ δὲ σπλήνιον· φύλλον ἀνίησιν ὅμοιον δρακοντίῳ, μηνοειδές, ῥίζαια δὲ ὕπεισι πολλαί, λεπταί· οὔτε δὲ καυλὸν οὔτε καρπὸν οὔτε ἄνθος φέρει. φύεται δὲ ἐν πετρώδεσι τόποις. γευσαμένῳ δὲ ἡ πόα στυπτική, σὺν ὄξει δὲ ποθεῖσα τήκει σπλῆνα.
3.136 136 ἀνθυλλίς· δισσή. ἡ μὲν γάρ τις φακῷ παραπλήσια φύλλα ἔχει καὶ κλωνία σπιθαμῆς τὸ ὕψος, ὀρθὰ δὲ καὶ τὰ φύλλα μαλακά· ῥίζα δὲ λεπτή, μικρά. φύεται ἐν ὑφάμμοις τόποις καὶ εὐηλίοις, γευομένῳ ὕφαλμος. ἡ δʼ ἕτέρα χαμαιπίτυῖ τὰ φύλλα καὶ τὰ κλωνία ἔοικε, δασύτερα μέντοι καὶ βραχύτερα· τὸ δʼ ἄνθος πορφυροῦν, βαρύοσμον ἰσχυρῶς, ῥίζα ὥσπερ κιχορίου.
3.137 137 ἀνθεμίς· οἱ δὲ λευκάνθεμον, οἱ δὲ ἠράνθεμον, ἐπεὶ ἔαρος ἀνθεῖ, οἱ δὲ χαμαίμηλον διὰ τὴν πρὸς τὰ μῆλα ὁμοιότητα τῆς ὀσμῆς, οἱ δὲ μηλάνθεμον, οἱ δὲ χρυσοκαλλίαν, οἱ δὲ καλλίαν καλοῦσι. ταύτης εἴδη τρία, ἄνθεσι μόνον διαφέροντα· κλῶνες σπιθαμιαῖοι, θαμνοειδεῖς, μασχάλας ἔχοντες πολλάς, φυλλάρια μικρά, λεπτά, κεφάλια περιφερῆ, ἔνδοθεν μὲν λευκὸν καὶ χρυσίζον ἀνθύλλιον ἔχοντα, ἔωθεν δὲ περίκειται κυκλοτερῶς λευκὰ ἢ μήλινα ἢ πορφυρᾶ φυλλάρια κατὰ μέγεθος πηγάνου. φύεται δὲ ἐν τόποις τραχέσι καὶ παρά τὰς ὁδούς, συλλέγεται δὲ ἔαρος.
3.138 138 παρθένιιον· οἱ δὲ ἀμάρακον, οἱ δὲ λευκάνθεμον καὶ τοῦτο καλοῦσι. φύλλα ἔχει κορίῳ ὅμοια, ἄνθη δὲ κύκλῳ λευκά, τὸ δὲ μέσον μήλινον, ὀσμῇ ὑπόβρωμον, τῇ δὲ γεύσει πικρίζον.
3.139 139 βούφθαλμον, οἱ δὲ κάχλαν καλοῦσι. καυλὸν ἀναφέρει τρυφερόν, φύλλα δὲ μαράθῳ ὅμοια, ἄνθη μήλινα, μείζονα τῆς ἀνθεμίδος, ὀφθαλμοειδῆ, ὅθεν καὶ ὠνόμασται. φύεται περὶ τάς πόλεις.
3.140 140 γλυκυσίδη· οἱ δὲ πεντόροβον, οἱ δὲ δαίους δακτύλους, τὴν δὲ ῥίζαν παιωνίαν καλοῦσιν, ἄλλοι δὲ ἀγλαοφώτιδα. καυλὸς φύεται δισπίθαμος, παραφυάδας ἔχων πολλάς· φύλλα δὲ ἔχει ἡ μὲν ἄρρην βασιλικῇ καρύᾳ ὅμοια, ἡ δὲ θήλεια ἐπέσχισται τὰ φύλλα ὥσπερ σμύρνιον· λοβούς δέ τινας ἀνίησιν ἐπʼ ἄκρου τοῦ καυλοῦ ἀμυγδάλοις ὁμοίους, ὧν ἀνοιχθέντων εὑρίσκονται ἐρυθροὶ κόκκοι πολλοί, μικροί, ἐμφερεῖς τοῖς τῆς ῥοᾶς, ἐν μέσῳ δὲ μέλανες, ἐμπόρφυροι, πέντε ἢ ἕξ.
3.141 141 λιθόσπερμον· οἱ δὲ ἀετώνυχον, οἱ δὲ ἐξώνυχον, οἱ δὲ σιὸς πυρόν, οἱ δὲ Ἡρακλείαν διὰ τὴν περὶ τὸ σπέρμα ἰσχύν καλοῦσι. φύλλα ἔχει ὅμοια ἐλαίας, μακρότερα δὲ καὶ πλατύτερα καὶ μαλκώτερα καὶ τά περὶ τὸν πυθμένα ἐπὶ γῆς κείμενα, κλωνία δὲ ὀρθά, λεπτά, πάχος ὀξυσχοίνου, στερεά, ξυλώδη, ἐπὶ δὲ τῶν ἄχρων αὐτῶν δίχηλος ἔχφυσις καυλοειδής, ἔχουσα φύλλα μικρά, παρʼ οἷς σπέρμα λιθῶδες, στρογγύλον, γύλον, λευκόν, ὀρόβῳ μικρῷ ἴσον· φύεται ἐν τραχέσι τόποις καὶ ὑψηλοῖς.
3.142 142 φαληρίς· καυλία ἀνίησιν ἐκ ῥιζῶν λεπτῶν καὶ ἀχρήλιθόσπερμον· στων πολλά, διπάλαιστα, γονατώδη, καλαμοειδῆ, ἐοικότα τοῖς τῆς ζέας, ἰσχνότερα μέντοι καὶ γλυκέα τῇ γεύσει· καὶ τὰ φύλλα δὲ ὅμοια τοῖς τῆς ζέας, σπέρμα δὲ ἔπεστι μέγεθος κέγχρου, λευκόν, ὑπόμηκες.
3.143 143 ἐρυθρόδανον ἐρευθέδανον, ἔνιοι δὲ τεύθριον καλοῦσι. ῥίζα ἐστὶν ἐρυθρά, βαφική· ἡ μέν τις ἀγρία, ἠ δὲ σπαρτή, ὡς ἐν Ραβέννῃ τῆς Ιταλίας μεταξύ ἐλῶν ὠφελίμως σπείρεται διὰ τὸ γίνεσθαι ἐκ τούτου πλείστην πρόσοδον. εἰσὶ δὲ αὐτοῦ οἱ καυλοὶ τετράγωνοι, μακροί, τραχεῖς, ὅμοιοι τοῖς τῆς ἀπαρίνης κατά πάντα, μείζονες δὲ καὶ ῥωμαλεώτεροι, ἔχοντες ἐκ διαστημάτων τά φύλλα καθ᾿ ἕκαστον γόνυ ὥσπερ ἀστέρας ἐν κύκλῳ περικείμενα, καρπὸν στρογγύλον, τά πρῶτα χλωρόν,
3.144 144 λογχῖτις· φύλλα ἔχει πράσῳ καρτῷ ὅμοια, πλατύτερα δὲ καὶ ὑπέρυθρα, πλεῖστα πρὸς τῇ ῥίῃ, περικλώμενα ὡς ἐπὶ τὴν γῆν· ἔχει δὲ καὶ περὶ τὸν καυλὸν ὀλίγα, ἐφ᾿ οὖ ἄνθη ὅμοια πιλίσκοις, τῳ τύπῳ δὲ κωμικοῖς προσωπείοις κεχηνόσι, μέλανα, λευκὸν δέ τι ἐξ αὐτῶν ἐξέχει ἀπὸ τοῦ χάσματος πρὸς τῳ κάτω χείλει ὥσπερ γλωσσάριον· τὸ σπέρμα δὲ ὅμοιον λόγχῃ, τρίγωνον, ἐν περικαρπίοις, ὅθεν καὶ τῆς ἐπωνυμίας ἠξιώθη, ῥίζα ὁμοία δαύκῳ. φύεται ἐν τραχέσι καὶ ἀνίκμοις τόποις.
3.145 145 λογχῖτις ἑτέρα τραχεῖα· φύλλα ἀνίησιν ὅμοια σκολοπενδρίῳ, τραχύτερα δὲ καὶ μείζονα καὶ μᾶλλον ἐσχισμένα.
3.146 146 ἀολθαία, ἣν ἔνιοι ἐβίσκον καλοῦσι, μολόχης ἐστὶν ἀγρίας εἶδος· ἔχει δὲ φύλλα περιφερῆ ὥσπερ κυκλάμινος, ἔγχνοα, ἄνθος ῥοδοειδές, καυλὸν δὲ πηχυαῖον, ῥίζαν δὲ γλίσχραν, λευκὴν ἕνδοθεν. ὠνόμασται δὲ ἀλθαία διὰ τὸ πολυαλθὲς καὶ πολύχρηστον αὐτῆς· ἑψηθεῖσα γὰρ ἐν μελικράτῳ ἢ οἴνῳ ἢ καθʼ ἑαυτὴν κοπεῖσα ποιεῖ πρὸς τραύματα, παρωτίδας, χοιράδας, ἀποστήματα, μαστούς φλεγμαίνοντας, φλεγμονὰς δακτυλίου, θλάσματα, ἐμφυσήματα, συντάσεις νεύρων διαφορεῖ γάρ καὶ ἐκπέσσει καὶ ῥήγνυσι καὶ ἀπουλοῖ.
3.147 147 ἀλκαίας· καὶ αὕτη εἶδός ἐστιν ἀγρίας μολόχης, ἔχουσα φύλλα ἐπεσχισμένα πρὸς τὰ τῆς ἱερᾶς βοτάνης, καυλούς τρεῖς ἤ τέσσαρας, φλοιὸν ἔχοντας καννάβει παραπλήσιον, ἄνθος μικρόν, ἐμφερὲς ῥόδῳ, ῥίζας λευκάς, πλαγίας, πέντε ἢ ἔξ, ὅσον πήχεως, αἴτινες ἐν οἴνῳ ἤ ὕδατι πινόμεναι δυσεντερίαν καὶ ῥήγματα ἰῶνται.
3.148 148 κάνναβις· φυτὸν εὔχρηστον τῳ βίῳ πρὸς τὰς τῶν εὐτονωτάτων σχοινίων πλοκάς. φύλλα δὲ φέρει παραπλήσια τῇ μελίᾳ, δυσώδη, καυλούς μακρούς, κενούς, καρπὸν στρογγύλον, ἐσθιόμενον, ὃς πλείων βρω| θεὶς σβέννυσι γονήν· χλωρὸς δὲ χυλισθεὶς ἁρμόζει πρὸς τὰς τῶν ὤτων ἀλγηδόνας ἐνσταζόμενος.
3.149 149 ἡ δὲ ἀγρία κάνναβις ῥαβδία φέρει ὄμοια τοῖς τῆς πτελέας, μελάντερα δὲ καὶ μικρότερα, τὸ ὕψος πήχεως· τὰ φύλλα ὅμοια τῇ ἡμέρᾳ, τραχύτερα δὲ καὶ μελάντερα, ἄνθη ὑπέρθυρα, λυχνίδι ἐμφερῆ, σπέρμα δὲ καὶ ῥίζα ὅμοια τῇ ἀλθαίᾳ.
3.150 150 ἀνάγυρος· οἱ δὲ ἀνάγυριν, οἱ δὲ ἄκοπον καλοῦσι. θάμνος ἐστὶ τοῖς φύλλοις καὶ ταῖς ῥάβδοις προσεμφερὴς ἄγνῳ, δενδρώδης, βαρύοσμος ἰσχυρῶς· ἄνθος κράμβη ἐοικός, καρπὸς ἐν κερατίοις μακροῖς, τὸ σχῆμα νεφρῶν, ποικίλος, στερεός· σκληρύνεται δὲ περὶ τὸν τῆς σταφυλῆς πεπασμόν.
3.151 151 κηπαία· ἐμφερής ἐστιν ἀνδράχνῃ, μελάντερα δὲ ἔχει τὰ φύλλα, ῥίζαν λεπτήν. βοηθεῖ δὲ τὰ φύλλα πινόμενα σύν οἴνῳ στραγγουριῶσι καὶ ψωριῶσι τὴν κύστιν μάλιστα δὴ ποιεῖ ἠ ῤίξα ἐν γλυκεῖ μετὰ ἀφεψήματος ῥιζῶν ἀσπαράγου τοῦ μυακάνθου καλουμένου πινομένη.
3.152 152 ἄλισμα· οἱ δὲ δαμασώνιον καλοῦσιν, οἱ δὲ λύρον. φύλλα μὲν ἔχει ἀρνογλώσσῳ ὅμοια, στενώτερα δὲ καὶ ἐπὶ γῆν κλώμενα· καυλὸς δὲ λεπτός, ἀπλοῦς, ὑπὲρ πῆχυν, ἔχων κεφάλιν θυρσοειδές, ἄνθη λευκά λεπτά, ὕπωχρα, ῥίζαι ὡς μέλανος ἐλλεβόρου λεπταί, εὐώδεις, δριμεῖαι, ὑπολίπαροι. ὑδρηλὰ φιλεῖ χωρία.
3.153 153 ῤνοβρυχίς· τὰ μὲν φύλλα ἔχει ὅμοια φακῷ, μικρή μακρότερα, καυλὸν σπιθαμιαῖον, ἄνθος φοινικοῦν, ῥίζαν μικράν· φύεται δὲ ἐν καθύγροις καὶ ἀργοῖς τόποις.
3.154 154 ὑπερικόν· οἱ δὲ ἀνδρόσαιμον, οἱ δὲ κόριον, οἱ δὲ χαμαίπιτυν διὰ τὸ τὴν περὶ τὸ σπέρμα ὀσμὴν ἐοικέναι ῥητίνη πιτυίνῃ. φύλλα ἔχει πηγάνῳ ὅμοια· θάμνος φρυγανοειδής, σπιθαμιαῖος, ὑπέρυθρος, ἄνθος ἔχων λευκοΐῳ ὅμοιον, λοβὸν δὲ ὑπόδασυν, προμήκη ἐν τῳ περιφερεῖ, μέγεθος κριθῆς, ἐν ᾧ σπέρμα μέλαν ῥητίνης ὄζον. φύεται δὲ ἐν ἐργασίμοις καὶ τραχέσι χωρίοις.
3.155 155 ἄσκυρον· οἱ δὲ ἀσκυροειδές, οἱ δὲ ἀνδρόσαιμον. καὶ τοῦτο εἶδός ἐστιν ὑπερικοῦ μεγέθει διαφέρον, κλωσὶ μεῖζον, φρυγανωδέστερον δὲ καὶ πεφοινιγμένον· ἄνθη δὲ μήλινα φέρει, καρπὸν ὅμοιον ὑπερικῷ, ὄζοντα ῥητίνης καὶ ἐν τῳ παρατριβῆναι οἱονεὶ αἱμάσσοντα τούς δακτύλους, ὡς διὰ τοῦτο ἀνδρόσαιμον καλεῖσθαι.
3.156 156 ἀνδρόσαιμον· οἱ δὲ Διονυσιάδα, οἱ δὲ καὶ τοῦτο ἄσκυρον καλοῦσι. διαφέρει δὲ τοῦ ὑπερικοῦ καὶ τοῦ ἀσκύρου θάμνος ὢν λεπτόκαρφος, φρυγανώδης, πεφοινιγμένος τὰ ῥαβδία· φύλλα τριπλασίονα πηγάνου, ἃ τριφθέντα οἰνώδη χυλὸν ἀνίησι, μασχάλας τε ἔχει πλείονας ἐπʼ ἄκρῳ τεταρσωμένας, περὶ ὡς ἀνθύλλια μικρά, μήλινα·
3.157 157 κόρις· οἱ δὲ καὶ τοῦτο ὑπερικὸν καλοῦσι. φύλλον ἔχει παραπλήσιον τῳ τῆς ἐρείκης, μικρότερον δὲ καὶ λιπαρώτερον καὶ ἐρυθρόν· θάμνος δὲ σπιθαμιαῖος, εὔστομος, δριμύς, εὐώδης.
3.158 158 χαμαίπιτυς, ἣν ἔνιοι ἐν πόντῳ ὁλόκυρον καλοῦσιν, ἐν δὲ Εὐβοίᾳ σιδηρῖτιν, Ἀθήνησι δὲ ἰωνιάν. πόα ἕρπουσα ἐπὶ γῆς, ὑπόκυρτος· φύλλα δὲ ἔχει ὅμσια ἀειζῴῳ τῳ μικρῷ, λεπτότερα δὲ καὶ λιπαρώτερα καὶ δασέα, πυκνὰ περὶ τούς κλάδους, ὀσμὴν| ἔχοντα πίτυος, ἄνθη δὲ λεπτά, μήλινα, ῥίζαν δὲ ὡς κιχόριον.
4.preface Ἐν τοῖς πρὸ τούτου βιβλίοις τρισί, φίλτατε Ἀρειε, παραδόντεσ περὶ ἀρωμάτων καὶ ἐλαίων καὶ μύρων καὶ δένδρων καὶ ζῲων καὶ σιτηρῶν καὶ λαχάνων καὶ ῥιζῶν καὶ χυλισμάτων καὶ βοτανῶν καὶ σπερμάτων, ἐν τούτῳ τετάρτῳ ὄντι περὶ τῶν λειπομένων βοτανῶν τε καὶ ῥιζῶν διαλεξόμεθα.
4.1 1 κέστρον τὸ καλούμενον ψυχρότροφον, ἐπειδὴ ἐν τοῖς ψυχροτάτοις εὑρίσκεται τόποις, ὅ ῥωμαῖοι βεττονίκην ἢ ῥουσμαρίναν καλοῦσι. πόα ἐστὶ καυλὸν ἔχουσα λεπτόν, πήχεως τὸ ὕψος ἢ καὶ μείζονα, τετράγωνον, φύλλα μακρά, ]αλακά, ὅμοια δρυΐ, τὴν περιφέρειαν ἐσχισμένα, εὐώδη, μείζονα δὲ τὰ πρὸς τῇ δίζῃ· ἐπ᾿ ἄκρῳ δὲ τῳ καυλῷ ἔνεστι τὸ σπέρμα ἐσταχυωμένον ὥσπερ θύμβρας. ταύτης τὰ φύλλα χρή συλλεγόμενα ξηραίνειν, ὦν ἐστι καὶ ἡ πλείων χρῆσις.
4.2 2 βρεττανική· πόα ἐστὶν ἔχουσα φύλλα ὅμοια λαπάθῳ ἀγρίῳ, μελάντερα δὲ καὶ δασύτερα, στύφοντα ἐν τῇ γεύσει· καυλὸν δὲ ἀνίησιν οὖ μέγαν, ῥίζαν λεπτὴν καὶ βραχεῖαν. χυλίζεται δὲ αὐτῆς τὰ φύλλα καὶ ἐν ἡλίῳ ἢ πυρὶ συστρέφεται.
4.3 3 Λυσιμάχειος· καυλοὺς ἀνίησι πηχυαίους ἡ καὶ μείζονας, λεπτούς, θαμνώδεις, ὧν παρὰ τὰ γόνατα φύλλων λεπτῶν ἐκφύσεις. παραπλησίων τοῖς τῆς ἰτέας, στυφόντων ἐν τῇ γεύσει· ἄνθος πορφυροῦν ἢ χρυσοειδές· φύεται ἐν τόποις ἑλώιγεύσει· καὶ παρὰ τὰ ὕδατα.
4.4 4 πολύγονον ἄρρεν· οἰ δὲ καρκίνωθρον, οἱ δὲ τευθαλλίδα, οἱ δὲ κλῆμα, οἱ δὲ μυρτοπέταλον, οἱ δὲ πολύκαρπον καλοῦσι. πόα ἐστὶ κλῶνας ἔχουσα λεπτούς, τρυφερούς, πολλούς, γόνασι περιειλημμένους, ἕρποντας ἐπὶ γῆς ὥσπερ ἡ ἄγρωστις, φύλλα δὲ πηγάνῳ ὅμοια, ἐπιμηκέστερα δὲ s καὶ μαλακώτερα· ἔχει δὲ καρπὸν παῤ ἕκαστον φύλλον, ὅθεν καὶ ἄρρεν καλεῖται, ἄνθος δὲ λευκὸν ἢ φοινικοῦν.
4.5 5 πολύγονον θῆλυ· θαμνίον ἐστὶ μονόκλωνον, τρυφερόν, καλαμοειδές, γόνατα συνεχῆ ἔχον ἐγκείμενα ἀλλήλοις ὥσπερ σάλπιγγος, καὶ περὶ τοῖς γόνασι κύκλῳ ἐξοχάς πίτυος φυλλαρίοις ἐοικυίας· ῥίζα ἀχρεία. φύεται παρὰ τοῖς ὕδασι.
4.6 6 πολυγόνατον· φύεται ἐν ὄρεσι. θάμνος μείζων πήχεως, φύλλα ἔχων ὅμοια δάφνῃ. πλατύτερα δὲ καὶ λειότερα, γευσαμένῳ ὅμοιόν τι μήλῳ κυδωνίῳ ἢ ῥοᾷ μετὰ στύψεως προσβάλλει· καθ᾿ ἑκάστην δὲ ἔκφυσιν τῶν φύλλων ἄνθη λευκά, τῷ πλήθει ὑπερέχοντα τοῦ ἀριθμοῦ τῶν φύλλων ἀπὸ τῆς ῥίζης ἡνωμένα· ῥίζαν δὲ λευκήν, μαλακήν, μακράν, πολυγόνατον, δασεῖαν, βαρύοσμον, πάχος ἔχουσαν δακτύλου, ποιοῦσαν πρὸς τραύματα καταπλασσομένην} αἴρει δὲ καὶ σπίλους τούς ἐν προσώπῳ.
4.7 7 κληματίς· ατίς· οἱ δὲ δαφνοειδές, οἱ δὲ μυρσινοειδές, οἱ δὲ πολυγονοειδὲς καλοῦσι. φύεται ἐπὶ γῆς, κλήματα δὲ ἔχει μακρά, ὡς ὁλοσχοίνου τὸ πάχος, πέταλον δὲ μικρόν, δάφνῃ ἐμφερὲς τῷ τε σχήματι καὶ τῇ χρόᾳ, μικρότερον δὲ πολλῷ.
4.8 8 Πολεμώνιον· οἱ δὲ Φιλεταίριον, Καππάδοκες δὲ χιλιοδύναμον καλοῦσι. κλωνία ἔχει λεπτά, τεταρσωμένα, φύλλα ὀλίγῳ μείζονα πηγάνου, ἐπιμηκέστερα δὲ πρὸς τὰ τοῦ πολυγόνου | ἢ τῆς καλαμίνθης· ἐπ᾿ ἄκρων δὲ αὐτῶν ὥσπερ κόρυμβοι, ἐν οἷς τὸ σπέρμα μέλαν, ῥίζα παχεῖα, ὑπόλευκος, ἐμφερὴς στρουθίῳ· φύεται ἐν ὀρεινοῖς καὶ τραχέσι τόποις.
4.9 9 σύμφυτον πετραῖον· φύεται ἐν πέτραις. κλωνία δὲ ἔχει ἐμφερῆ ὀριγάνῳ, λεπτόφυλλα, κεφάλια δὲ ὡς θύμου. τὸ δ᾿ ὅλον ἐστὶ ξυλῶδες καὶ εὐῶδες, γλυκύ τε πρὸς τὴν γεῦσιν καὶ πτυέλου προκλητικόν· ῥίζαν δὲ ἔχει μακράν, ὑπόπυρρον, ὅσον δακτύλου τὸ πάχος.
4.10 10 σύμφυτον ἄλλο, οἱ δὲ πηκτὴν καλοῦσιν· ἀνίησι καυλὸν δασύν, δίπηχυν ἡ καὶ μείζονα, γωνιώδη, κενὸν ὥσπερ σόγχου, περὶ ὃν οὐκ ἐκ μεγάλων διαστημάτων φύλλα δασέα, στενά, ὑπομήκη πρὸς τὰ τοῦ βουγλώσσου· ἔχει δὲ καὶ παρὰ τὰς γωνίας ὁ καυλὸς ἐξοχάς τινας παρατεταμένας φύλλων προστύπων ἀφʼ ἑκάστης μασχάλης· ἄνθη δὲ ἔπεστι μήλινα καὶ καρπὸς περὶ τὸν καυλὸν ὥσπερ φλόμου.
4.11 11 ὁλόστεον· πόα ἐστὶ μικρά ὑπὲρ γῆς ὡς τριῶν δακτύλων ἢ τεσσάρων· φύλλα δὲ ἔχει καὶ κλήματα κορωνόποδι παραπλήσια ἢ ἀγρώστει, στυπτικά, ῥίζαν δὲ σφόδρα λεπτὴν ὡς τρίχα, λευκήν, οἰνώδη, μῆκος δὲ δακτύλων τεσσάρων· φύεται ἐν γεωλόφοις.
4.12 12 στοιβῆς ὁ καρπὸς καὶ τὰ φύλλα στύφει, ὅθεν δυσεντεριῶσι τὸ ἀφέψημα αὐτῶν ἐνίεται· ἐγκλύζεται δὲ καὶ εἰς ὧτα πυορροοῦντα. καταπλασθέντα δὲ τά φύλλα ὠφελεῖ σύγχυσιν ὀφθαλμῶν τὴν ἐκ πληγῆς καὶ αἱμορραγίας ἴσχει.
4.13 13 κλύμενον· καυλὸν ἀνίησι τετράγωνον, ὅμοιον τῷ τοῦ κυάμου, φύλλα δὲ πρὸς τὰ τοῦ ἀρνογλώσσου, θυλάκια δὲ ἐπὶ τοῦ καυλοῦ εἰς ἄλληλα νεύοντα, ἐοικότα ἴριδι καὶ πολύποδος πλεκτάναις· ἄριστον δὲ τὸ ὀρεινόν. χυλίζεται δὲ ὅλον σὺν τῇ ῥίζῃ.
4.14 14 περικλύμενον· οἱ δὲ σπληνίον, οἱ δὲ καὶ τοῦτο κλύμενον καλοῦσι. θαμνίσκος ἐστὶν ἀπλοῦς, ἔχων ἐκ διαστήματος φυλλάρια περιειληφότα αὐτόν, ὑπόλευκα, κισσοειδῆ καὶ παρὰ τὰ φύλλα ἐκβλαστήσεις, ἐφʼ ὧν καρὸς κισσῷ παραπλήσιος, οἱονεὶ ἐπικείμενος τῷ φύλλῳ, σκληρὸς καὶ δυσαπόσπαστος, ῥίζα παχεῖα φύεται ἐν ἀρούραις καὶ φραγμοῖς, περιελίττεταί τε τοῖς πλησιάζουσι θάμνοις.
4.15 15 τρίβολος· ὁ μὲν χερσαῖος ἀνδράχνη τὰ φύλλα ἔοικε, λεπτότερα δέ, καὶ τὰ κλήματα μακρά, κατά γῆς ἐστρωμένα, καὶ πρὸς αὐτοῖς ἄκανθαι στρυφναί, σκληραί· φύεται παρὰ ποταμοῖς καὶ οἰκοπέδοις. ἐστι δέ τις καὶ ἔνυδρος ἐν ποταμοῖς φυόμενος, ὑπερέχων τὴν κόμην, τὴν δὲ ἄκανθαν κρύπτων· φύλλα πλατέα, μόσχον ἔχοντα μακρόν, καυλὸς δὲ ἐξ ἄκρου παχύτερος, μᾶλλον τοῦ ἐν βάθει· πρόσεστι δὲ καὶ τριχώδη τινὰ ἀποπεφυκότα, σταχυοειδῆ καρπὸς σκληρὸς ὡς καὶ θἀτέρου.
4.16 16 λειμώνιον· οἱ δὲ νευροειδές. τὰ μὲν φύλλα ἔχει ὅμοια τεύτλῳ, λεπτότερα δὲ καὶ μικρότερα, δέκα ἤ πλείω, καυλὸν δὲ λεπτόν, ὄρθιον ὥσπερ κρίνου, γέμοντα καρποῦ ἐρυθροῦ, στύφοντος πρὸς τὴν γεῦσιν. δύναται δὲ ὁ καρπὸς λεῖος σὺν οἴνῳ ποθεὶς ὀξυβάφου πλῆθος δυσεντερικούς | καὶ κοιλιακοὺς ὠφελεῖν, ῥοῦν τε ἐρυθρὸν ἵστησι. φύεται δὲ ἐν λειμῶσι καὶ ἑλώδεσι τόποις.
4.17 17 λαγώπουν· δύναμιν ἔχει στατικὴν κοιλίας πινόμενον μετʼ οἴνου, ἐπὶ δὲ πυρεσσόντων μεθʼ ὕδατος· περιάπτεται δὲ καὶ πρὸς φλεγμονὴν βουβώνων. φύεται δὲ ἐν πρασιαῖς.
4.18 18 μήδιον· φύεται ἐν παλισκίοις τόποις καὶ πετρώδεσι. φύλλα δὲ σέριδι ὅμοια, καυλὸς τρίπηχυς, ἄνθη πορφυροειδῆ, μεγάλα καὶ περιφερῆ, καρπὸς μικρός, ἐοικὼς κνήκῳ, ῥίζα σπιθαμιαία, βακτηρίας ἔχουσα πάχος, στρυφνὴ γευομένῳ, ἥτις ξηρὰ λεία ἐκλειχθεῖσα σὺν μέλιτι ἐφʼ ἱκανὰς ἡμέρας ῥοῦν τὸν ἐρυθρὸν ἵστησι. τὸ δὲ σπέρμα σὺν οἴνῳ ποθὲν ἔμμηνα ἄγει.
4.19 19 ἐπιμήδιον· καυλός ἐστιν οὐ μέγας, κισσῷ παραπλήσια φύλλα ἔχων, ὅσον δέκα ἢ δώδεκα· οὔτε δὲ καρπὸν οὔτε ἄνθος φέρει· ῥίζαι λεπταί, μέλαιναι, βαρύοσμοι, γευσαμένῳ μωραί· φύεται ἐν τόποις ὑδρηλοῖς.
4.20 20 ξιφίον· οἱ δὲ φασγάνιον, οἱ δὲ μαχαιρίωνα καλοῦσι διὰ τὸ τοῦ φύλλου σχῆμα· ἔοικε γὰρ ἴριδι, ἔλαττον ὂν καὶ στενώτερον, ἄποξυ ὡς μαχαίριον, ἰνῶδες· καυλὸν δὲ ἀνίησι πηχυαῖον, ἐφʼ οὗ ἄνθη πορφυρᾶ, στοιχηδὸν ἀπʼ ἀλλήλων διεστῶτα, καρπὸν δὲ στρογγύλον, ῥίζας δύο, τὴν μίαν τῆς ἑτέρας ἐπικαθημένην, ὥσπερ βολβία μικρά· τούτων ἡ μὲν κάτω ἰσχνή ἐστιν |, ἡ δὲ ἄνωθεν ἁδροτέρα· φύεται μάλιστα ἐν ἀρούραις.
4.21 21 σπαργάνιον· φύλλα ἔχει ἐοικότα ξιφίῳ, στενώτερα δὲ καὶ ἐγκλινέστερα καὶ ἐπιμηκέστερα, ἐπ᾿ ἄκρου δὲ τοῦ καυλοῦ ὡσεὶ σφαιρία, ἐν οἷς ὁ καρπός. δίδοται δὲ ἡ ῥίζα καὶ ὁ καρπὸς σὺν οἴνῳ θηριοδήκτοις.
4.22 22 ξυρίς· οἱ δὲ ξιρίδα, οἱ δὲ ἶριν ἀγρίαν, Ῥωμαῖοι δὲ γλαδίολον καλοῦσι. τὸ μὲν φύλλον ἔχει ἴριδι ὅμοιον, πλατύτερον δὲ καὶ ἐξ ἄκρου ὀξύ, καυλὸν δὲ ἐκ μέσων τῶν φύλλων πηχυαῖον, ἱκανῶς παχύν, ἐφ᾿ οὗ λοβοὶ τρίγωνοι, καὶ ἐπ᾿ αὐτῶν ἄνθος πορφυροῦν, τὸ δ᾿ ἐν μέσῳ φοινικοῦν· καρπὸς δὲ ἐν θυλακίοις σικύοις ὁμοίοις στρογγύλος, μέλας, δριμύς, ῥίζα δὲ πολυγόνατος, μακρά, πυρρά, ποιοῦσα πρὸς τὰ ἐν κεφαλῇ τραύματα καὶ κατάγματα.
4.23 23 ἄγχουσα· ἣν ἔνιοι κάλυκα, οἱ δὲ ὀνοκλείαν καλοῦσι.
4.24 24 ἄγχουσα ἑτέρα, ἣν ἔνιοι Ἀλκιβιάδειον ἢ ὀνοχειλὲς ἐκάλεσαν. αὕτη διαφέρει τῆς πρώτης τῳ μικρότερα ἔχειν τὰ φύλλα, τραχέα δὲ ὁμοίως, καὶ τὰ κλωνία λεπτά, ἐφ᾿ ὧν ἄνθος πορφυροειδές, ὑποφοινικοῦν, ῥίζας δὲ ἐρυθράς, εὐμήκεις, περὶ τὸν πυραμητὸν ἐχούσας τι αἱματῶδες· φύεται ἐν ἀμμώδεσι τόποις.
4.25 25 ἐστι δὲ καὶ ἄλλη, ἐμφερὴς ταύτῃ, ἐλάττων δέ, καρπὸν ἔχουσα φοινικοῦν ὃν ἐάν τις μασησάμενος ἐμπτύσῃ εἰς στόμα ἑρπετοῦ, ἀποκτείνει. ἡ δὲ ῥίζα μετὰ ὑσσώπου καὶ καρδάμου ποθεῖσα ὀξυβάφου πλῆθος πλατεῖαν ἕλμιν ἐκτινάσσει.
4.26 26 λυκαψός· οἱ δὲ καὶ ταύτην ἄγχουσαν ἐκάλεσαν. τὰ μὲν φύλλα ἔχει ὅμοια θρίδακι, μακρότερα δὲ καὶ παχύτερα καἱ τραχέα πλατύτερα , πεπτωκότα περὶ τὴν τῆς ῥίζης κεφαλήν· καυλὸν δὲ ἀνίησι μακρόν, τραχύν, ὀρθόν, παραφυάδας ἔχοντα πολλάς, πηχυαίας, τραχείας καὶ αὐτάς, ἄνθη μικρά πορφυρᾶ· ῥίζα δὲ ἐρυθρά, στυπτική· φύεται ἐν πεδίοις.
4.27 27 ἔχιον· οἱ δὲ Δωρίδα, ἔνιοι καὶ ταύτην Ἀλκιβιάδειον καλοῦσι. τὰ μὲν φύλλα ἔχει | προμήκη, τραχέα, ὑπόλεπτα, πρὸς τὰ τῆς ἀγχούσης, ἥττονα δὲ καὶ λιπαρά, ἀκάνθια λεπτὰ ἐπικείμενα, ἃ καὶ δασύνει τὰ φύλλα· καυλία δὲ λεπτά, πολλά, ἑκατέρωθεν φυλλάρια ἔχοντα λεπτά, τεταρσωμένα, ἐλάττονα δὲ πρὸς λόγον τὰ ἐπ᾿ ἄκρου τοῦ καυλοῦ, τὰ δ᾿ ἄνθη παρὰ τὰ φύλλα πορφυροειδῆ, ἐν οἷς ἐστιν ὁ καρπὸς ἔχεως κεφαλῇ ὅμοιος· ῥίζα δὲ λεπτοτέρα δακτύλου, ὑπομέλαινα, ἥτις οὐ μόνον τοῖς δηχθεῖσιν ὑπὸ ἑρπετῶν βοηθεῖ ποθεῖσα μετ᾿ οἴνου ἀλλὰ καὶ τοὺς προπιόντας ἀδήκτους τηρεῖ, ὁμοίως δὲ καὶ τὰ φύλλα καὶ ὁ καρπός· παύει δὲ καὶ ὀσφύος ἄλγημα καὶ γάλα κατασπᾷ μετ᾿ οἴνου ἢ ῥοφήματος ληφθεῖσα.
4.28 28 ὠκιμοειδές· οἱ δὲ καὶ ταύτην ἔχιον καλοῦσιν ἢ Φιλεταίριον. φύλλα μὲν ἔχει ὠκίμῳ ὅμοια, κλῶνας δὲ σπιθαμιαίους, δασεῖς, λοβούς δὲ παραπλησίους ὑοσκυάμῳ, πλήρεις σπέρματος μέλανος, ἐοικότος μελανθίῳ.
4.29 29 ἄγρωστις· γινώσκεται· κλημάτια γονατώδη, ἔρποντα ἐπὶ γῆς καὶ ἀπὸ τῶν κλάδων προϊέμενα ῥίζας γονατώδεις, γλυκείας, φύλλα ὀξέα, σκληρά, πλατέα ὡς καλάμου μικροῦ, τρέφοντα βόας καὶ κτήνη.
4.30 30 καλαμάγρωστις· μείζων ἐστὶ κατὰ πάντα τῆς ἀγρώστεως. ἐστι δὲ κτηνῶν βρωθεῖσα ἀναιρετική, καὶ μάλιστα ἡ ἐν Βαβυλῶνι παρὰ ταῖς ὁδοῖς φυομένη|.
4.31 31 ἡ δὲ ἐν τῷ Παρνασσῷ ἄγρωστις γεννωμένη πολυκλαδωτέρα ἐστί· φύλλα δὲ κισσῷ ὅμοια φέρει, ἄνθος λευκὸν καὶ εὐῶδες, καρπὸν μικρόν, οὐκ ἄχρηστον, ῥίζας πέντε ἡ ἕξ, δακτύλου τὸ πάχος, λευκάς, μαλακάς, γλυκείας ἰσχυρῶς, ὧν ὁ χυλὸς ἑψηθεὶς σὺν οἴνῳ καὶ μέλιτι συμμέτρῳ καὶ σμύρνης ἡμίσει μέρει, πεπέρεως δὲ καὶ λιβανωτοῦ τῷ τρίτῳ φάρμακόν ἐστι πρὸς ὀφθαλμοὺς ἄριστον· ἀποτίθεται δὲ ἐν χαλκῇ πυξίδι. τὸ δὲ ἀφέψημα τῶν ῥιζῶν ποιεῖ πρὸς ἃ καὶ αὐτή· τὸ δὲ σπέρμα ταύτης ἰσχυρῶς οὐρητικὸν καὶ ἐμέτων καὶ κοιλίας ῥεούσης στατικόν.
4.32 32 ἡ δὲ ἐν Κιλικίᾳ γεννωμένη, ἣν κίνναν ἐπιχωρίως καλοῦσιν, ὑγρὰ βρωθεῖσα πολλάκις πίμπρησι τοὺς βόας.
4.33 33 σιδηρῖτις, οἱ δὲ Ἡρακλείαν· πόα ἐστὶ φύλλα ἔχουσα ὅμοια πρασίῳ, ἐπιμηκέστερα δὲ πρὸς τὰ τοῦ ἐλελισφάκου ἢ δρυός, μικρότερα μέντοι καὶ τραχέα. καυλούς δὲ ἀνίησι τετραγώνους, σπιθαμιαίους ἢ καὶ μείζονας, οὐκ ἀηδεῖς ἐν τῇ γεύσει καὶ ποσῶς ὑποστύφοντας, ἐφ᾿ οἷς ἐκ διαστημάτων σφόνδυλοι περιφερεῖς ὥσπερ πρασίου, καὶ ἐν αὐτοῖς σπέρμα μέλαν· φύεται ἐν ὑποπέτροις χωρίοις.
4.34 34 ἄλλη σιδηρῖτις· κλῶνας ἔχει διπήχεις, λεπτούς, φύλλα δὲ ἐπὶ μόσχων μακρῶν, ὅμοια τοῖς τῆς πτερίδος, ἀκροσχιδῆ, πολλὰ ἑκατέρωθεν, ἐκ δὲ τῶν ἀνωτέρω μασχαλῶν ἀποφύσεις λεπτάς, μακράς, ἐπ᾿ ἄκρου σφαιροειδῆ κεφαλὴν ἐχούσας τραχεῖαν, ἐν ᾗ σπέρμα ὅμοιον τεύτλῳ, στρογγυλώτερον δὲ καὶ σκληρότερον.
4.35 35 ἔτι καὶ ἑτέρα λέγεται εἶναι σιδηρῖτις, ἣν καὶ αὐτὴν Ἡρακλείαν Κρατεύας καλεῖ, φυομένην ἐν τοίχοις καὶ ἀμπε|λῶσιν, ἔχουσαν φύλλα μικρά, πολλὰ ἀπὸ μιᾶς ῥίζης, ὅμοια κοριάνδρῳ περὶ καυλίοις σπιθαμιαίοις, λείοις, τρυφεροῖς, ὑπολεύκοις, ἐνερευθέσιν, ἄνθη δὲ φοινικᾶ, μικρά, γευομένῳ πικρά, γλίσχρα.
4.36 36 καλοῦσί τινες καὶ τὴν Ἀχίλλειον σιδηρῖτιν. φέρει δὲ ῥαβδία σπιθαμιαῖα ἢ καὶ μείζω, ἀτρακτοειδῆ, καὶ περὶ αὐτοῖς φυλλάρια λεπτά, ἐντομὰς πυκνὰς ἐκ πλαγίων ἔχοντα, προσεμφερῆ κορίῳ, ὑπόπικρα, γλίσχρα, πολύοσμα, οὐκ ἀηδῆ, φαρμακώδη δὲ τὴν ὀσμήν, σκιάδιον ἐπ᾿ ἄκρου περιφερές, ἄνθη λευκά, εἶτα χρυσίζοντα φύεται ἐν εὐγείοις τόποις.
4.37 37 βάτος, ἣν γινώσκομεν· στύφει, ξηραίνει, τρίχας βάπτει τὸ ἀφέψημα τῶν ἀκρεμόνων αὐτῆς, κοιλίαν τε ἴστησι. πινόμενον καὶ ῥοῦν ἐπέχει γυναικεῖον καὶ πρηστῆρος δήγματι εὐθετεῖ· κρατύνει δὲ καὶ οὖλα καὶ ἄφθας ὑγιάζει διαμασωμένων τῶν φύλλων, καὶ ἕρπητας ἐπέχει καὶ ἀχῶρας τούς ἐν κεφαλῇ θεραπεύει καὶ ὀφθαλμῶν προπτώσεις καὶ κονδυλώματα καὶ αἱμορροΐδας καταπλασσόμενα τὰ φύλλα, καὶ ἐπὶ στομαχικῶν δὲ καὶ καρδιακῶν λεῖα ἐπιτιθέμενα ἁρμόζει. ὁ δὲ χυλὸς αὐτῆς ἐκθλιβέντων τῶν καυλῶν καὶ τῶν φύλλων συστραφεὶς ἐν ἡλίῳ βέλτιον ποιήσει πάντα. τοῦ δὲ καρποῦ αὑτῆς πεπείρου μὲν τελείως ὁ χυλὸς εἰς τὰς στοματικάς ἁρμόζει, ἵστησι δὲ καὶ κοιλίαν ἐσθιόμενος ὁ μέσως πέπειρος· καὶ τὸ ἄνθος δὲ αὐτῆς ποθὲν σὺν οἴνῳ κοιλίαν ἐφίστησιν.
4.38 38 βάτος Ἰδαία· ἐκλήθη μὲν διὰ τὸ πολλὴν ἐν τῇ Ἴδῃ γεννᾶσθαι. ἐστι δὲ ἁπαλωτέρα πολλῷ τῆς πρὸ αὐτῆς, ἀκάνθας μικράς ἔχουσα· εὑρίσκεται δὲ καὶ χωρὶς ἀκάνθης.
4.39 39 ἑλξίνη |· οἱ δὲ ἀμερσίνην, οἱ δὲ κισσάμπελον καλοῦσι. φύλλα ἔχει ὅμοια κισσῷ, ἐλάττονα δέ, καὶ κλωνία μακρά, περιπλεκόμενα ὅπου ἂν τύχῃ. φύεται δὲ ἐν φραγμοῖς καὶ ἀμπελῶσι καὶ σίτῳ.
4.40 40 ἐλατίνη· τὰ μὲν φύλλα ἔχει ὅμοια τῇ ἑλξίνη, μικρότερα δὲ καὶ στρογγυλώτερα, δασέα, κλῶνας δὲ λεπτούς, σπιθαμιαίους, πέντε ἢ ἓξ ἀπὸ τῆς αὐτῆς ῥίζης, φύλλων πλήρεις στρυφνῶν ἐν τῇ γεύσει· φύεται ἐν σίτοις καὶ ἐργασίμοις τόποις.
4.41 41 Εὐπατόριος· πόα ἐστὶ φρυγανώδης, ῥάβδον ἀναφέρουσα μίαν, ἀρθήν, ξυλώδη, λεπτήν, μέλαιναν, ἔνδασυν, πήχεως ἢ καὶ μείζονα· φύλλα δὲ ἐκ διαστήματος, ἐσχισμένα μάλιστά που εἰς πέντε μοίρας ἢ καὶ πλείους, τοῖς τῆς πεντεφύλλου ἢ καννάβεως μᾶλλον ἐοικότα, καὶ αὐτὰ δὲ ὑπομέλανα, πριονοειδῶς ἐξ ἄκρων ἐντετμημένα·
4.42 42 πεντέφθλλον· οἱ δὲ πενταπετές οἱ δὲ πεντάτομον, οἱ δὲ πενταδάκτυλον, οἱ δὲ ψευδοσέλινον, οἱ δὲ καλλιπέταλον|, οἱ δὲ ξυλόλωτον, οἱ δὲ ξυλοπέταλον καλοῦσι. κλῶνας φέρει καρφοειδεῖς, λεπτούς, σπιθαμιαίους, ἐφ᾿ ὧν ὁ καρπός· φύλλα δὲ ἔχει ἐοικότα ἡδυόσμῳ, πέντε καθ᾿ ἕκαστον μόσχον, σπανίως δέ που πλείονα, κύκλωθεν ἐσχισμένα πριονοειδῶς, ἄνθος δὲ ὠχρόλευκον. φύεται δὲ ἐν ἐφύδροις τόποις καὶ παρʼ ὀχετοῖς. ῥίζαν δὲ ἔχει ὑπέρυθρον, ἐπιμήκη, παχυτέραν ἐλλεβόρου μέλανος· ἐστι δὲ πολύχρηστος.
4.43 43 φοῖνιξ· οἱ δὲ ῥοῦν, οἱ δὲ ἀγχύνωπα καλοῦσι. τὰ μὲν φύλλα ἔχει ὅμοια κριθῇ, βραχύτερα δὲ καὶ στενώτερα, στάχυν δὲ ἐμφερῆ τῇ αἴρᾳ, κλῶνας δὲ ἑξαδακτύλους κύκλῳ τῆς ῥίζης καὶ στάχυς ἑπτὰ ἢ ὀκτώ. φύεται δὲ ἐν ταῖς ἀρούραις καὶ ἐπὶ τῶν στεγῶν τῶν νεοκαταχρίστων.
4.44 44 Ἰδαία ῥίζα· φύλλα ἔχει ὀξυμυρρίνῃ ἐοικότα, παῤ αὐτὰ δὲ ὡς ἕλικες μακραὶ πεφύκασιν, ἐξ ὧν τὸ ἄνθος.
4.45 45 Ῥοδία ῥίζα· γεννᾶται ἐν Μακεδονίᾳ ἐοικυῖα κόστῳ, κουφοτέρα δὲ καὶ ἀνώμαλος, ῥόδων ἐν τῇ διατρίψει ἀποφορὰν ποιοῦσα.
4.46 46 ἵππουρις· οἱ δὲ ἀναβάσιον, οἱ δὲ ἕφεδρον καλοῦσι.
4.47 47 ἔστι δὲ καὶ ἑτέρα ἵππουρις, κόμας βραχυτέρας καὶ λευκοτέρας καὶ μαλακωτέρας ἔχουσα, ἥτις καὶ αὐτὴ λεία σὺν ὄξει τραύματα ἰᾶται.
4.48 48 κόκκος βαφική· θάμνος ἐστὶ φρυγανώδης, ᾧ πρόσκεινται οἱονεὶ φακοί, οἵτινες ἐκλεγόμενοι συντίθενται. ἀρίστη δέ ἐστιν ἡ Γαλατικὴ καὶ Ἀρμενιακή, ἔπειτα ἡ Ἀσιανὴ καὶ Κιλίκιος, ἐσχάτη δὲ πασῶν ἡ Σπάνη.
4.49 49 τρὰγιον· φύεται μὲν ἐν Κρήτη μόνῃ. ἔχει δὲ τὰ μὲν φύλλα σχίνῳ ὅμοια καὶ τὰς ῥάβδους καὶ τὸν καρπόν, μικρότερα δὲ πάντα φέρει δὲ καὶ ὀπὸν κόμμει παραπλήσιον.
4.50 50 τράγιον ἄλλο· ἔχει μὲν φύλλα ὅμοια σκολοπενδρίῳ, ῥίζαν δὲ λευκήν, λεπτήν, παραπλήσιον ῥαφάνῳ ἀγρίᾳ, ἥτις βοηθεῖ δυσεντερικοῖς ὠμή τε καὶ ἑφθὴ ἐσθιομένη. προσβάλλει δὲ κατὰ τὸ φθινόπωρον τὰ φύλλα τράγου ὀσμήν, ὅθεν καὶ ὠνόμασται τράγιον.
4.51 51 τράγος· οἱ δὲ σκορπίον, οἱ δὲ τάργανον. φύεται παρά θαλάττῃ μάλιστα· θαμνίσκος ὑπὲρ γῆς οὐ μέγας, σπιθαμῆς ἢ καὶ μείζων, φύλλα δὲ οὐκ ἔχει· ἐπὶ δὲ τῶν κλάδων πρόσκεινται οἱονεὶ ῥᾶγες μικραί, πυρραί, κατά μέγεθος πυροῦ, ὀξεῖαι ἑπ᾿ ἄκρου, πολλαὶ λίαν, γευσαμένῳ στυπτικαί.
4.52 52 σχοίνου ἑλείας τὸ μέν τι καλεῖται ὀξύσχοινος, ἄποφυς ἐπ᾿ ἄκρῳ. δισσὸν δὲ καὶ ταύτης εἶδος· ἡ μὲν γὰρ ἄκαρπος, ἡ δὲ καρπὸν μέλανα ἔχει, περιφερῆ, παχύτεροι δὲ ταύτης οἱ κάλαμοι καὶ σαρκωδέστεροι. ἐστι δὲ καὶ τρίτη πολλῷ σαρκωδεστέρα καὶ παχυτέρα τοῖν δυεῖν ὁλόσχοινος λεγομένη· ἔχει δὲ καὶ αὕτη καρπὸν ἐπ᾿ ἄκρου ὅμοιον τῇ πρὸ αὐτῆς.
4.53 53 λειχὴν ὁ ἐπὶ τῶν πετρῶν· βρύον ἐστὶ προσεχόμενον ταῖς ἐνδρόσοις πέτραις. τοῦτο καταπλασθὲν αἱμορραγίαν ἵστησι καὶ φλεγμονὰς παραιτεῖται καὶ λειχῆνας θεραπεύει· ὠφελεῖ καὶ ἰκτερικούς μετὰ μέλιτος διαχριομένου στόματος καὶ γλώσσης καὶ ῥευματισμούς παραιτεῖται.
4.54 54 παρωνυχία· φύεται ἐν πέτραις. θαμνίσκιον ὅμοιον πέπλῳ, τῳ μήκει ἔλαττον, τοῖς δὲ φύλλοις μεῖζον, ὅπερ καταπλασθὲν ὅλον παρωνυχίας καὶ κηρία θεραπεύει.
4.55 55 χρυσοκόμη οἱ δὲ χρυσῖτιν. ῥαβδίον σπιθαμιαῖον, ἔχον κόμην κορυμβοειδῆ, ὁμοίαν ὑσσώπῳ, ῥίζαν δασεῖαν, λεπτήν, ὡς ἐλλεβόρου μέλανος, γευσαμένῳ οὐκ ἀπηνῆ, κυπάρισσον ὑποκυοῦσαν, ἐν τῷ γλυκεῖ ὑπαυστηρόν· φύεται ἐν παλισκίοις τόποις καὶ πετρώδεσι.
4.56 56 χρυσόγονον· οἱ δὲ ἴασπιν, οἱ δὲ λίνον καλοῦσι. φύλλα μὲν ἔχει ὅμοια δρυΐ — ὁ δὲ θάμνος ἐστὶ πυκνός — ἄνθος δὲ παραπλήσιον φλόμῳ τῷ στεφανωματικῷ, ῥίζαν δὲ ὁμοίαν γογγυλίδι, ἔνδοθεν ἰσχυρῶς ἐρυθράν, ἔξωθεν δὲ μέλαιναν, ἥτις βοηθεῖ σύν ὄξει λεανθεῖσα καὶ ἐπιτεθεῖσα μυγαλῆς δήγμασιν.
4.57 57 ἑλίχρυσον ἢ χρυσάνθεμον, οἱ δὲ ἀμάραντον, ᾧ καὶ τὰ εἴδωλα στεφανοῦσι. ῥαβδίον ὀρθόν, λευκόν, φύλλα στενὰ ἐκ διαστημάτων ἔχον πρὸς τὰ τοῦ ἁβροτόνου, κόμην κυκλοτερῆ, σκιάδια χρυσοφανῆ, περιφερῆ ὥσπερ κορύμβους ξηρούς, ῥίζαν λεπτήν. φύεται | δὲ ἐν τραχέσι καὶ χαραδρώδεσι τόποις.
4.58 58 ἀγήρατον· θάμνος φρυγανώδης, δισπίθαμος, ταπεινός, ἀπλοῦς, ἐμφερὴς μάλιστα ὀριγάνῳ, σκιάδιον ἔχων, ἐφ᾿ οὖ ἄνθος πομφολυγῶδες, χρυσοειδές, ἔλαττον δ᾿ ἑλιχρύσου. ὠνόμασται δὲ ἀγήρατον διὰ τὸ πρὸς τὸ πολὺ τὸ ἄνθος ὁμοειδὲς φυλάττεσθαι.
4.59 59 περιστέριον· φύεται ἐν τοῖς ἐφύδροις τόποις, δοκεῖ δὲ ὠνομάσθαι ἐκ τοῦ τὰς περιστερὰς ἡδέως ἐνδιατρίβειν αὐτῇ. πόα δ᾿ ἐστὶ σπιθαμῆς ἔχουσα τὸ ὕψος ἢ καὶ μεῖζον, πέταλα ἐντετμημένα, ὑπόλευκα, ἐκπεφυκότα ἐκ τοῦ καυλοῦ· μονόκλαδος δʼ ὡς τὸ πολὺ καὶ μονόρριζος εὑρίσκεται.
4.60 60 ἱερὰ βοτάνη, οἱ δὲ περιστερεῶνα ἐκάλεσαν· ῥάβδους ἀνίησι πηχυαίους ἢ καὶ μείζονας, γωνιοειδεῖς, γονατώδεις, περὶ ἃς τὰ φύλλα ἐκ διαστημάτων ἐοικότα δρυί, πλὴν στενώτερα καὶ ἧττον ἐντετμημένα δὲ τὰ κύκλῳ, ὑπόγλαυκα, ῥίζαν δὲ ὑπομήκη, λεπτήν.
4.61 61 ἀστράγαλος· θάμνος μικρὸς ἐπὶ γῆς φυόμενος, φύλλοις καὶ κλωνίοις ὅμοιος ἐρεβίνθῳ, ἄνθη πορφυρᾶ, μικρά· ῥίζα δ᾿ ὕπεστι στρογγύλη ὥσπερ ῥάφανος εὐμεγέθης, παραφυάδας ἔχουσα στερεάς, μελαίνας, σκληροτάτας ὡς κέρατα ἀντεμπεπλεγμένας ἀλλήλαις, γευσαμένῳ στυπτικάς· φύεται ἐν εὐηνέμοις καὶ συσκίοις καὶ χιονιζομένοις τόποις, πολλὴ δʼ ἐν Φενεῷ τῆς Ἀρκαδίας.
4.62 62 ὑάκινθος· φύλλα ἔχει ὅμοια βολβῷ, καυλὸν σπιθαμιαῖον, λεῖον, λεπτότερον μικροῦ δακτύλου, χλωρόν, κόμην ἐπικειμένην κυρτήν, ἄνθους πλήρη πορφυροειδοῦς, ῥίζαν καὶ αὐτὴν ἐμφερῆ βολβῷ, ἥτις σὺν οἴνῳ καταπλασθεῖσα λευκῷ ἐπὶ παίδων ἀνήβους τηρεῖν πεπίστευται· ἵστησι δὲ καὶ κοιλίαν καὶ οὖρα ἄγει ποθεῖσα καὶ φαλαγγιοδήκτους ὠφελεῖ. ὁ δὲ καρπὸς στυπτικώτερος ὤν καὶ αὐτὸς κοιλιακούς ὠφελεῖ, ἴκτερόν τε ἀποκαθαίρει σὺν οἴνῳ πινόμενος.
4.63 63 μήκων ῥοιάς· ὠνόμασται διὰ τὸ ταχέως τὸ ἄνθος ἀποβάλλειν· φύεται δὲ ἐν ἀρούραις ἦρος, ὅτε· καὶ συλλέγεται. ἔοικε δὲ τὰ φύλλα ὀριγάνῳ ἢ εὐζώμῳ ἢ κιχορίῳ ἢ θύμῳ, ὑπεσχισμένα, μακρότερα δὲ καὶ τραχύτερα |· καυλὸν δὲ ἔχει σχοινώδη, ὄρθιον, τραχύν, ὡς πήχεως, ἄνθος φοινικοῦν, ἐνίοτε δὲ λευκόν, ὅμοιον τῷ τῆς ἀγρίας ἀνεμώνης· κεφαλὴ δὲ προμήκης, ἧττον μέντοι τῆς ἀνεμώνης, καρπὸς πυρρός, ῥίζα ἐπιμήκης, ὑπόλευκος, δακτύλου ἔχουσα μικροῦ πάχος, πικρά.
4.64 64 μήκων· ἡ μέν τίς ἐστιν ἥμερος καὶ κηπευτή, ἧς τὸ σπέρμα ἀρτοποιεῖται εἰς τὴν ἐν ὑγιείᾳ χρῆσιν· καὶ σὺν μέλιτι δὲ ἀντὶ σησάμης αὐτῷ χρῶνται· καλεῖται δὲ θυλακῖτις, ἐπίμηκες ἔχουσα τὸ κεφάλιον καὶ τὸ σπέρμα λευκόν. ἡ δέ τις ἀγρία, ἐγκαθημένην ἔχουσα τὴν κωδύαν, σπέρμα μέλαν, ἣ δὴ καὶ πιθῖτις ὀνομάζεται, ὐπ᾿ ἐνίων δὲ ῥοιὰς καὶ αὐτὴ διὰ τὸ ῥεῖν ἐξ αὐτῆς τὸν ἀπόν. τρίτη δὲ ἀγριωτέρα καὶ μικροτέρα καὶ φαρμακωδεστέρα τούτων, ἔχουσα τὴν κωδύαν ἐπιμήκη.
4.65 65 μήκων κερατῖτις, ἣν ἔνιοι παράλιον καλοῦσιν, οἱ δὲ ἀγρίαν μήκωνα· φύλλα ἔχει λευκά, δασέα, ὅμοια φλόμῳ, πεπρισμένα τὴν περιφέρειαν ὥσπερ τῆς ἀγρίας μήκωνος καὶ τὸν καυλὸν ὅμοιον, ἄνθος ὠχρόν· καρπὸν δὲ μικρόν, καμπύλον ὥσπερ κέρας, ὅμοιον τῳ τῆς τήλιδος, ὅθεν καὶ ἐπωνόμασται· σπέρμα δὲ μικρόν, μέλαν, ὅμοιον τῷ τῆς μήκωνος, ῥίζαν ἐξ ἐπιπολῆς φυομένην, μέλαιναν, παχεῖαν· φύεται ἐν παραθαλασσίοις τόποις καὶ τραχέσι.
4.66 66 μήκων ἀφρώδης, ὑπὸ δέ τινων Ἡρακλεία κληθεῖσα, καυλίον ἔχει σπιθαμιαῖον καὶ τὸ φύλλον σφόδρα μικρόν, στρουθίῳ ἐοικὸς καὶ καρπὸν παῤ αὐτῷ λευκόν — καὶ τὸ ὅλον δὲ βοτάνιον λευκόν ἐστι καὶ ἀφρῶδες — ῥίζαν δὲ λεπτήν, ἐπιπόλαιον. ταύτης ὁ καρπὸς συλλέγεται, ὅταν τελείως ἁδρυνθῇ θέρους, καὶ ξηρανθεὶς ἀποτίθεται.
4.67 67 ὑπήκοον· φύεται μὲν ἐν τῷ σίτῳ καὶ ταῖς ἀρούραις, φύλλον ἔχον πηγάνῳ ὅμοιον, κλῶνας μικρούς.
4.68 68 ὑοσκύαμος, οἱ δὲ ἀδάμαντα καλοῦσι· θάμνος ἐστὶ καυλοὺς ἀνιεὶς παχεῖς, φύλλα πλατέα, ἐπιμήκη, ἐσχισμένα, μέλανα, δασέα· παρὰ δὲ τὸν καυλὸν ἐφεξῆς πεφύκασιν ὥσπερ ῥοᾶς κύτινοι πεφραγμένοι ἀσπιδίσκῃ, μεστοὶ σπέρματος ὥσπερ μήκωνος. ἐστι δὲ αὐτοῦ διαφορὰ τρισσή· ὁ μὲν γὰρ ἄνθη ὑποπόρφυρα φέρει, φύλλα μίλακι ὅμοια, σπέρμα μέλαν καὶ τούς κυτίνους σκληροὺς καὶ ἀκανθώδεις, ὁ δέ τις ἄνθη μηλινοειδῆ, φύλλα καὶ λοβοὺς ἁπαλώτερα, σπέρμα δὲ ὑπόξανθον ὥσπερ ἐρύσιμον.
4.69 69 ψύλλιον· οἱ δὲ κυνοκέφαλον, Σικελοὶ δὲ κρυστάλλιον, οἱ δὲ κυνόμυιαν καλοῦσι· φύλλον ἔχει κορωνόποδι ὅμοιον, δασύ, κλῶνας δὲ σπιθαμιαίους· καὶ τὸ ὅλον δὲ βοτάνιον χορτῶδες. ἄρχεται δὲ αὐτοῦ ἡ κόμη ἀπὸ μέσου τοῦ καυλοῦ, κεφάλια δύο ἢ τρία ἐπʼ ἄκρου συνεστραμμένα, ἐν οἷς σπέρμα ψύλλοις ἐοικός, μέλαν, σκληρόν· φύεται ἐν ἀρούραις.
4.70 70 στρύχνον κηπαῖον· ἐδώδιμόν ἐστι. θαμνίσκος οὐ μέγας, μασχάλας ἔχων πολλάς, φύλλα μέλανα, ὠκίμου μείζονα καὶ πλατύτερα, καρπὸς περιφερής, χλωρὸς ἢ μέλας· ἔγκιρρος δὲ γίνεται μετὰ τὸ πεπανθῆναι· ἀβλαβὴς δὲ ἡ βοτάνη πρὸς γεῦσιν.
4.71 71 ἔστι δὲ καὶ ἕτερον στρύχνον, ὃ ἰδίως ἁλικάκκαβον καλοῦσι, φύλλοις ὅμοιον τῷ προειρημένῳ, πλατύτερον μέντοι· οἱ καυλοὶ δὲ αὐτοῦ μετὰ τὸ αὐξηθῆναι χαμαικλινεῖς γίνονται. καρπὸν δʼ ἔχει ἐν θυλακίοις περιφερέσιν, ὁμοίοις φύσαις, πυρρόν, περιφερῆ, λεῖον, ὡς ῥᾶγα σταφυλῆς, ᾧ καὶ οἱ στεφανοπλόκοι χρῶνται καταπλέκοντες τοῖς στεφάνοις.
4.72 72 στρύχνον ὑπνωτικόν, οἱ δὲ ἁλικάκκαβον, οἱ δὲ κακκαλίαν καλοῦσι· θάμνος ἐστὶ κλάδους ἔχων πολλούς, πυκνούς, στελεχώδεις, δυσθραύστους, φύλλων πλήρεις λιπαρῶν, ἐμφερῶν μηλέᾳ κυδωνίᾳ, ἄνθος ἐρυθρόν, εὐμέγεθες, καρπὸν ἐν λοβοῖς κροκίζοντα, ῥίζαν φλοιὸν ἔχουσαν ὑπέρυθρον, εὐμεγέθη· φύεται ἐν πετρώδεσι τόποις.
4.73 73 στρύχνον μανικόν, ὃ ἔνιοι πέρσειον, οἱ δὲ περισσόν, οἱ δὲ ἄνυδρον, οἱ δὲ πεντόδρυον, οἱ δὲ ἔνορυ, οἱ δὲ θρύον, οἱ δὲ ἀρθόγυιον ἐκάλεσαν· τούτου τὸ μὲν φύλλον ἐστὶν εὐζώμῳ παραπλήσιον, μεῖζον δὲ πρὸς τὸ τῆς ἀκάνθης μᾶλλον, ἥτις καὶ παιδέρως καλεῖται· καυλοὺς δὲ ἀνίησιν ἀπὸ τῆς α'ττῆς ῥίζης ὑπερφυεῖς, δέκα ἢ δώδεκα, ὕψος ὀργυιᾶς ἔχοντας, κεφαλὴν ἐπικειμένην ὥσπερ ἐλαίαν, δασυτέραν δὲ ὥσπερ πλατάνου σφαῖραν,
4.74 74 δορύκνιον, ὃ Κρατεύας ἁλικάκκαβον ἢ καλλέαν καλεῖ. θάμνος ὅμοιος ἐλαίᾳ ἀρτιφυεῖ, κλῶνας ἔχων ἐλάσσονας πήχεως, φύλλα δὲ τῷ χρώματι ἐλαίᾳ παραπλήσια, μικρότερα δὲ καὶ στενότερα καὶ τραχέα ἰσχυρῶς, ἄνθος λευκόν· ἐπʼ ἄκρου δὲ ἔχει πυκνὰ θυλάκια ὥσπερ ἐρεβίνθου, ἐν οἷς σπερμάτια στρογγύλα, πέντε ἢ ἕξ, ὅσον ὄροβοι μικροί, λεῖα, ἰσχυρὰ καὶ ποικίλα, ῥίζαν πάχος δακτύλου, μῆκος δὲ πήχεως φύεται ἐν πέτραις οὐ πόρρω θαλάσσης.
4.75 75 μανδραγόρας· οἱ δὲ ἀντίμιμον, οἱ δὲ βομβόχυλον, οἱ δὲ Κιρκαίαν , οἱ δὲ Διρκαίαν καλοῦσιν, ἐπειδὴ δοκεῖ ἡ ῥίζα φίλτρων εἶναι ποιητική. ἐστι δʼ αὐτοῦ ὁ μέν τις θῆλυς, | ὁ μέλας, θριδακίας καλούμενος, φύλλα ἔχων στενότερα καὶ μικρότερα θρίδακος, βρωμώδη καὶ βαρέα κατὰ τὴν ὀσμήν, κεχυμένα δὲ ἐπὶ γῆς, καὶ παῤ αὐτὰ μῆλα οὔοις ἐμφερῆ, ὠχρά, εὐώδη, ἐν οἷς καρπὸς ὥσπερ ἀπίου· ῥίζαι εὐμεγέθεις, δύο ἢ τρεῖς, ἀντεμπεπλεγμέναι ἀλλήλαις, μέλαιναι κατὰ τὴν ἐπιφάνειαν, ἔνδοθεν δὲ λευκαὶ καὶ παχύφλοιοι· καυλὸν δὲ οὐ φέρει.
4.76 76 ἀκόνιτον, οἱ δὲ παρδαλιαγχές, οἱ δὲ κάμμαρον, οἱ δὲ θηλυφόνον, οἱ δὲ κυνοκτόνον, οἱ δὲ μυοκτόνον· φύλλα ἔχει τρία ἢ τέσσαρα, ὅμοια κυκλαμίνῳ σικύῳ, μικρότερα δέ, ὑποτραχέα· καυλὸς δὲ σπιθαμῆς, ῥίζα ὁμοία σκορπίου οὐρᾷ, στίλβουσα ἀλαβαστροειδῶς.
4.77 77 ἀκόνιτον ἕτερον, ὃ ἔνιοι λυκοκτόνον καλοῦσι· γεννᾶται μὲν πλεῖστον ἐν Ἰταλίᾳ ἐν τοῖς καλουμένοις Οὐηστίνοις ὄρεσι διαφέρον τοῦ πρὸ αὐτοῦ. φύλλα δὲ ἔχει ὅμοια πλατάνῳ, μᾶλλον δὲ ἐπεσχισμένα καὶ μικρότερα πολλῷ καὶ μελάντερα, καυλὸν δὲ καθάπερ πτέριδος μόσχον, ψιλόν, ὕψος πήχεως ἢ καὶ μείζω· καρπὸν δὲ ἐν λοβοῖς ἐπιμήκεσι ποσῶς, ῥίζας ὥσπερ πλεκτάνας καρίδων μελαίνας, αἷς χρῶνται πρὸς τὰς τῶν λύκων θήρας ἐντιθέντες κρέασιν ὠμοῖς· βρωθεῖσαι γάρ ὑπὸ τῶν λύκων ἀναιροῦσιν αὐτούς.
4.78 78 κώνειον· καυλὸν ἀνίησι γονατώδη ὡς μάραθον, μέγαν, φύλλα δὲ νάρθηκι ἐμφερῆ, στενότερα δὲ καὶ βαρύοσμα· ἐπʼ ἄκρῳ δὲ ἀποφύσεις καὶ σκιάδια ἀνθῶν ὑπολεύκων, σπέρμα ἐμφερὲς ἀνήσσῳ, λευκότερον δέ, ῥίζα κοίλη καὶ οὐ βαθεῖα.
4.79 79 σμῖλαξ· οἱ δὲ σμῖλον, οἱ δὲ τιθύμαλλον, Ῥωμαῖοι δὲ τάξον καλοῦσι· δένδρον ἐστὶν ἐλάτη παραπλήσιον φύλλοις καὶ μεγέθει, ἐν Ἰταλίᾳ καὶ ἐν Ναρβωνίᾳ τῇ κατὰ τὴν Σπανίαν φυόμενον. τοῦ δʼ ἐν Ἰταλίᾳ γεννωμένου τὸν καρπὸν ὀρνύφια ἐσθίοντα πνίγεται, ἄνθρωποι δὲ προσενεγκάμενοι διαρροίαις περιπίπτουσι. τὸ δʼ ἐν τῇ Ναρβωνίᾳ τοσαύτης μετέχει δυνάμεως, ὡς καὶ ἐκ τῆς σκιᾶς τοὺς ὑποκαθίσαντας ἡ κοιμηθέντας βλάπτεσθαι, πολλάκις δὲ καὶ θνήσκειν. ἱστορεῖται δὲ περὶ αὐτῆς χάριν τοῦ προφυλάσσεσθαι.
4.80 80 ἀπόκυνον, οἱ δὲ κύναγχον, οἱ δὲ παρδαλιαγχές, οἱ δὲ κυνόμορον, οἱ δὲ κυνοκράμβην καλοῦσιν· ἔρνος ἐστὶ ῥάβδους ἔχον μακράς, λυγώδεις, δυσθραύστους, φύλλα κισσῷ ὅμοια, μαλακώτερα δὲ καὶ ὀξύτερα κατʼ ἄκρον, βαρύοσμα, ὑπόγλισχρα, ὀποῦ μεστὰ μηλίνου· καρπὸς δὲ ὡς λοβὸς κυάμου, περὶ δακτύλου τὸ μῆκος, θυλακώδης, ἐν ᾧ σπερμάτια μικρά, σκληρά, μέλανα.
4.81 81 ν ήριον· οἱ δὲ ῥοδόδενδρον, οἱ δὲ ῥοδοδάφνην καλοῦσι. γνώριμος θάμνος, ἀμυγδαλῆς μακρότερα καὶ παχύτερα καὶ τραχύτερα τὰ φύλλα ἔχων, τὸ δὲ ἄνθος ῥοδοειδές, καρπὸν ὡς κέρας, ἀνεῳγμένον πλήρη ἐριώδους φύσεως, ὁμοίας τοῖς ἀκανθίνοις πάπποις· ῥίζα δὲ ἄποξυς καὶ μακρά, γευσαμένῳ ἁλμυρά· φύεται ἐν παραδείσοις καὶ παραθαλασσίοις τόποις καὶ παραποταμίοις .
4.82 82 μυκήτων διαφορὰ δισσή· ἢ γὰρ βρώσιμοί εἰσιν ἢ φθαρτικοί. παρὰ πολλὰς δὲ αἰτίας γίνονται τοιοῦτοι· ἢ γὰρ ἥλοις κατιωμένοις ἢ ῥάκεσι σεσηπόσιν ἢ ἑρπετῶν φωλεοῖς παραφύονται ἢ δένδρεσιν ἰδίως βλαπτικοῖς. ἔχουσι δὲ καὶ γλινώδη οἱ τοιοῦτοι ἐπίπαγον, κατατεθέντες δὲ μετὰ τὸ ἀφαιρεθῆναι ταχέως διαφθείρονται σηπόμενοι· οἱ δὲ μὴ τοιοῦτοι, ζωμοποιοὶ ἡδεῖς. πλεονασθέντες μέντοι καὶ οὗτοι βλάπτουσι δυσπεπτούμενοι, πνίγοντες ἢ χολέραν ἐπάγοντες.
4.83 83 Κολχικόν· οἱ δὲ βολβὸν ἄγριον, οἱ δὲ ἐφήμερον καλοῦσι. λήγοντος τοῦ φθινοπώρου ἀνίησιν ἄνθος λευκόν, ὅμοιον κρόκου ἄνθει, ὕστερον δὲ τὰ φύλλα φέρει βολβῷ παραπλήσια, λιπαρώτερα δέ , καυλὸν σπιθαμιαῖον, καρπὸν ἔχοντα πυρρόν, ῥίζαν φλοιὸν ἔχουσαν ἔγκιρρον ἐν τῳ μέλανι, ἥτις λεπιζομένη λευκὴ καὶ ἁπαλὴ καὶ γλυκεῖα καὶ ὀποῦ μεστὴ εὑρίσκεται· ἔχει δὲ ὁ βολβὸς διάφυσιν μέσην, καθʼ ἣν τὸ ἄνθος ἀφίησι.
4.84 84 ἐφήμερον· ἄλλοι δὲ ἶριν ἀγρίαν. τὰ φύλλα καὶ τὸν καυλὸν ὅμοια ἔχει κρίνῳ, λεπτότερα δέ, ἄνθη λευκά, μικρά, καρπὸν δὲ μαλακόν. ῥίζα δὲ ὕπεστι δακτύλου τὸ πάχος μία, μακρά, στυπτική, εὐώδης φύεται ἐν δρυμοῖς καὶ παλισκίοις τόποις .
4.85 85 ἑλξίνη· οἱ δὲ παρθένιον, οἱ δὲ περδίκιον, οἱ δὲ σιδηρῖτιν, οἱ δὲ Ἡρακλείαν, οἱ δὲ ὑγιεινὴν ἀγρίαν, οἱ δὲ κλύβατιν, οἱ δὲ πολυώνυμον καλοῦσι· φύεται περὶ θριγκοῖς καὶ τοίχοις. καυλία δέ ἐστι λεπτά, ὑπέρυθρα, φύλλα ὅμοια λινοζώστει, δασέα· περὶ δὲ τοὺς καυλοὺς οἱονεὶ σπερμάτια τραχέα, ἀντιλαμβανόμενα τῶν ἱματίων.
4.86 86 ἀ ἀλσίνη· οἱ δὲ μυὸς ὦτα ἀπὸ τοῦ ὅμοια ἔχειν φύλλα μυὸς ὠτίοις, ἀλσίνη δὲ διὰ τὸ σκιεροὺς καὶ ἀλσώδεις φιλεῖν τόπους. πόα ὁμοία ἑλξίνῃ, ταπεινοτέρα δὲ καὶ μικροφυλλοτέρα καὶ οὐ δασεῖα, διατριφθεῖσά τε σικύων ὄζει.
4.87 87 φακὸς ὁ ἐπὶ τῶν τελμάτων, εὑρισκόμενος ἐπὶ τῶν στασίμων ὑδάτων, βρύον ὂν ὅμοιον φακῷ, ψῦχον τῇ δυνάμει, πάσαις φλεγμοναῖς καὶ ἐρυσιπέλασι καὶ ποδάγραις ἁρμόζει καταπλασσόμενος καθʼ ἑαυτόν τε καὶ σὺν ἀλφίτῳ. παρακολλᾷ δὲ καὶ ἐντεροκήλας τὰς ἐπὶ παίδων.
4.88 88 ἀείζῳον μέγα· ὠνόμασται διὰ τὸ ἀειθαλὲς τῶν φύλλων, οἱ δὲ βούφθαλμον, οἱ δὲ ζῳόφθαλμον, οἱ δὲ στέργηθρον, οἱ δὲ ἀμβροσίαν καλοῦσιν. ἀνίησι καυλοὺς πηχυαίους ἢ καὶ μείζονας, πάχος δακτύλου μεγάλου, λιπαρούς, εὐθαλεῖς, ἐντομὰς ἔχοντας ὥσπερ τοῦ χαρακίου τιθυμάλλου· φύλλα δὲ λιπαρά, μέγεθος δακτύλου μεγάλου, γλωττοειδῆ κατὰ τὸ ἄκρον καὶ τὰ μὲν κατωτέρω τῶν φύλλων ὑπτιούμενα, τὰ δὲ κατὰ τὴν κεφαλὴν προσεσταλμένα ἐπ ἄλληλα, κύκλον ὀφθαλμοειδῆ περιγράφοντα. φύεται δὲ ἐν τόποις ὀρεινοῖς καὶ ἐν ὀστράκοις· ἔνιοι φυτεύουσιν αὐτὸ ἐπὶ τῶν οἰκημάτων.
4.89 89 ἀείζῳον τὸ μικρόν· φύεται ἐν τοίχοις καὶ πέτραις καὶ θριγκοῖς καὶ τάφοις ὑποσκίοις. καυλία ἀπὸ μιᾶς ῥίζης πολλά, περίπλεα φυλλαρίων περιφερῶν, λιπαρῶν, μικρῶν, ὀξέων ἐπʼ ἄκρου· ἀνίησι δὲ καὶ καυλὸν ἐν μέσῳ περὶ σπιθαμὴν τὸ μέγεθος, ἔχοντα σκιάδιον καὶ ἄνθη χλωρὰ καὶ λεπτά.
4.90 90 δοκεῖ δὲ τρίτον εἶναι εἶδος ἀειζῴου, ὃ ἔνιοι ἀνδράχνην ἀγρίαν, οἱ δὲ Τηλέφιον ἐκάλεσαν, Ῥωμαῖοι δὲ ἰλλεκέβραν. ἔχει δὲ αὕτη πλατύτερα τὰ φυλλάρια πρὸς τὰ τῆς ἀνδράχνης καὶ δασέα· φύεται ἐν πέτραις.
4.91 91 κοτυληδών· οἱ δὲ σκυτάλιον, ἄλλοι δὲ κυμβάλιον. φύλλον ἔχει ὥσπερ ὀξύβαφον περιφερές, λεληθότως κοῖλον, καυλίον δὲ βραχύ, ἐφʼ οὗ σπέρμα, ῥίζαν ὡς ἐλαίαν στρογγύλην.
4.92 92 ἔστι δὲ καὶ ἕτερον εἶδὸς κοτυληδόνος, πλατύτερα ἔχον καὶ λιπαρὰ τὰ φύλλα, ὡς γλωττάρια, πυκνὰ περὶ τῇ ῥίζῃ, οἱονεὶ ὀφθαλμὸν ἐν μέσῳ περιγράφοντα ὥσπερ τὸ μεῖζον ἀείζῳον, τῇ γεύσει στύφοντα, καυλίον λεπτὸν καὶ ἐπʼ αὐτοῦ ἄνθη καὶ σπερμάτια ὄμοια ὑπερικῷ, ῥίζαν μείζονα. ποιεῖ δὲ πρὸς ἃ καὶ τὸ ἀείζῳον.
4.93 93 ἀκαλήφη· οἱ δὲ κνίδην. δισσὸν εἶδος ταύτης· ἡ μὲν γάρ ἐστιν ἀγριωτέρα, τραχυτέρα καὶ πλατυτέρα καὶ μελαντέρα τοῖς φύλλοις, καρπὸν δὲ ὅμοιον λινοσπέρμῳ ἔχει, πλὴν ἐλάττονα. ἡ δʼ ἑτέρα λεπτόσπερμός τε καὶ οὐχ ὁμοίως τραχεῖα. ἀμφοτέρων δὲ τὰ φύλλα καταπλασσόμενα μεθʼ ἀλῶν κυνόδηκτα ἰᾶται καὶ γαγγραινικὰ καὶ κακοήθη καὶ καρκινώδη καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν καὶ στρέμματα, φύματα, παρωτίδας, φύκοτυληδὼν γεθλα, ἀποστήματα· σπληνικοῖς δὲ μετὰ κηρωτῆς ἐπιτίθεται· ποιεῖ καὶ πρὸς τὰς ἐκ μυκτήρων αἱμορραγίας τὰ φύλλα σὺν τῷ χυλῷ λεῖα ἐντιθέμενα· κινεῖ δὲ καὶ ἔμμηνα λεῖα μετὰ σμύρνης προστεθέντα καὶ ὑστέρας προπτώσεις ἀποκαθίστησι προσαπτόμενα νεαρὰ τὰ φύλλα.
4.94 94 γαλήοψις· οἱ δὲ γάληψις, οἱ δὲ γαλεόβδολον καλοῦσιν. ὅλον τὸ θαμνίον σὺν τῷ καυλῷ καὶ τοῖς φύλλοις ἐμφερές ἐστι κνίδῃ, λειότερα δὲ τὰ φύλλα καὶ ἱκανῶς δυσώδη ἐν τῇ διατρίψει, ἄνθη λεπτά, πορφυρᾶ φύεται ἐν φραγμοῖς καὶ περὶ τὰς ὁδοὺς καὶ τὰ οἰκόπεδα πανταχοῦ.
4.95 95 γάλιον· οἱ δὲ γαλαίριον, οἱ δὲ γαλάτιον· ὠνόμασται ἀπὸ τοῦ γάλα πηγνύειν ἀντὶ πυτίας αὐτό. τὸ δὲ κλωνίον καὶ τὸ φύλλον ἔχει ἐμφερέστατον ἀπαρίνῃ, ὀρθὸν δέ, καὶ ἐπʼ ἄκρου ἄνθος μήλινον, λεπτόν, πυκνόν, πολύοσμον· οὗ τὸ ἄνθος πρὸς τὰ πυρίκαυτα καταπλάττεται καὶ αἱμορραγίαις ἁρμόζει· μείγνυται καὶ κηρωτῇ ῥοδίνῃ ἡλιαζόμενον, ἄχρις ἂν λευκὸν γένηται, καὶ ἔστι τὸ τοιοῦτον ἄκοπον. ἡ δὲ ῥίζα πρὸς συνουσίαν παρορμᾷ. φύεται δὲ ἐν ἑλώδεσι τόποις.
4.96 96 ἡριγέρων· καυλίον ἐστὶ πηχυαῖον, ὑπέρυθρον ἡσυχῆ, ἔχον φυλλάρια ἀκροσχιδῆ ὥσπερ εὔζωμον, παρὰ πολὺ δὲ ἐλάττονα· ἄνθη μηλίζοντα, ταχέως σχιζόμενα καὶ ἐξανθοῦντα εἰς τοὺς λεγομένους πάππους· ὅθεν καὶ ἠριγέρων ὠνομάσθη διὰ τὸ τοῦ ἦρος τὰ ἄνθη τριχοειδῶς πολιοῦσθαι· ῥίζα ἄχρηστος. φύεται μάλιστα ἐπὶ θριγκῶν καὶ περὶ τὰς πόλεις.
4.97 97 θαλίητρον· φύλλα παραπλήσια κορίῳ ἔχει, λιπαρώτερα δέ, καυλίον πηγανίου πάχος, ἐφ᾿ οὗ τὰ φύλλα, ἅπερ καταπλασθέντα λεῖατὰ χρόνια τῶν ἑλκῶν ἀπουλοῖ· φύεται μάλιστα ἐν πεδίοις.
4.98 98 βρύον θαλάσσιον· φύεται ἐπὶ λίθων καὶ ὀστράκων παρὰ θαλάττῃ. θριδακῶδες, ἰσχνόν, ἄκαυλον, ἱκανῶς στυπτικόν, ποιοῦν πρὸς φλεγμονὰς καὶ ποδάγρας τὰς ψύξεως δεομένας.
4.99 99 φῦκος θαλάσσιον· γίνεται τὸ μέν τι αὐτοῦ πλατὺ τὸ δὲ ὑπόμηκες καὶ | ὑποφοινικίζον, τὸ δὲ οὖλον, φυόμενον δὲ ἐν Κρήτῃ πρὸς τῇ γῇ, εὐανθὲς σφόδρα καὶ ἄσηπτον.
4.100 100 ποταμογείτων· φύλλον ἐστὶν ὅμοιον τεύτλῳ, δασύ, ὑπερκύπτον ὀλίγον τοῦ ὕδατος. ψύχει δὲ καὶ στύφει, ἁρμόζον κνησμοῖς καὶ νεμομένοις καὶ παλαιοῖς ἕλκεσιν· ὠνόμασται δὲ διὰ τὸ ἐν τέλμασι καὶ ἐνύδροις τόποις φύεσθαι.
4.101 101 στρατιώτης ὁ ἐπὶ τῶν ὑδάτων φυόμενος· ὠνόμασται καὶ οὗτος διὰ τὸ ἐπινήχεσθαι τοῖς ὕδασι χωρὶς ῥίζης καὶ ζῆν. φύλλον δὲ ἔχει ἀειζῴῳ ὅμοιον, μεῖζον μέντοι καὶ ψυκτικὴν ἔχον δύναμιν, ἐφιστάνον τὰς ἐκ νεφρῶν αἱμορραγίας πινόμενον· τραύματά τε ἀφλέγμαντα τηρεῖ καὶ ἐρυσιπέλατα καὶ οἰδήματα σὺν ὄξει καταπλασσόμενον ἰᾶται.
4.102 102 στρατιώτης ὁ χιλιόφυλλος· ἔστι θαμνίσκος μικρός, σπιθαμιαῖος ἢ καὶ μείζων, ἔχων τὰ φύλλα ὅμοια νεοττοῦ πτερῷ· εἰσὶ δὲ αἱ ἐκφύσεις τῶν φύλλων σφόδρα βραχεῖαι, ἐσχισμέναι, ἔοικε δὲ μάλιστα τὰ φύλλα τῇ βραχύτητι κυμίνῳ ἀγρίῳ, καὶ ἔτι βραχύτερα, καὶ τὸ σκιάδιον δέ· πυκνότερον δὲ τοῦτο καὶ ἁδρότερον· ἔχει γὰρ ἐπʼ ἄκρου καρφία μικρά, ἐφʼ ὧν τὰ σκιάδιά ἐστιν ἀνήθου τρόπον, ἄνθη μικρά, λευκά. φύεται δὲ μάλιστα ἐν τόποις ἀργοῖς, ὑποτραχέσι καὶ μάλιστα περὶ τὰς ὁδούς.
4.103 103 φλόμος· τὴν μὲν ἀνωτάτω διαφοράν ἔχει διττήν· ἡ μὲν γάρ τίς ἐστιν αὐτῆς λευκὴ ἡ δὲ μέλαινα, καὶ τῆς λευκῆς ἡ μὲν θήλεια ἡ δὲ ἄρρην. τῆς μὲν οὖν θηλείας τὰ φύλλα παραπλήσιά ἐστι κράμβῃ, δασύτερα δὲ πολλῷ καὶ πλατύτερα καὶ λευκά, καυλὸς πήχεως ἢ καὶ μείζων, λευκός, ὑπόδασυς, ἄνθη λευκά, ὕπωχρα, σπέρμα μέλαν· ῥίζα δὲ μακρά, στρυφνή, πάχος ἔχουσα δακτύλου. φύεται δὲ ἐν πεδίοις. καὶ ἡ ἑτέρα, ἄρρην δὲ καλουμένη, λευκόφυλλος, ὑπομήκης δὲ καὶ στενοτέρα τοῖς φύλλοις καὶ τῷ καυλῷ λεπτοτέρα.
4.104 104 Αἰθιοπίς· καὶ αὕτη παραπλήσια φύλλα ἔχει φλόμῳ, δασέα δὲ λίαν καὶ πυκνά, κύκλῳ περὶ τὸν πυθμένα τῆς ῥίζης, καυλὸν τετράγωνον, τραχὺν καὶ παχύν, ἐοικότα μελιτταίνῃ ἀρκτίῳ, μασχάλας ἀνιέντα πολλάς· καρπὸν δὲ περὶ μέγεθος ὀρόβου, σύνδυο ἐν ἐνὶ ἀγγείῳ, ῥίζας ἀπὸ τοῦ αὐτοῦ πυθμένος πολλάς, μακράς, παχείας, γευομένῳ κολλώδεις· γίνονται δὲ ξηραινόμεναι μέλαιναι καὶ σκληραί, κέρασιν ἐοικυῖαι. πλείστη δὲ γεννᾶται κατὰ τὴν Μεσσηνίαν καὶ τὴν Ἴδην.
4.105 105 ἄρκτιον, οἱ δὲ ἀρκτοῦρον. φλόμῳ καὶ αὕτη ἔχει τὰ φύλλα ἐοικότα, δασύτερα δὲ καὶ στρογγυλώτερα, ῥίζαν ἁπαλήν, λευκήν, γλυκεῖαν· καυλὸν δὲ μακρόν, μαλακόν, καρπὸν κυμίνῳ μικρῷ ὅμοιον.
4.106 106 ἄρκιον, οἱ δὲ προσωπίδα, οἱ δὲ προσώπιον καλοῦσιν· ὅμοια τὰ φύλλα ἔχει τοῖς τῆς κολοκύνθης, μείζονα μέντοι καὶ σκληρότερα καὶ μελάντερα, δασέα· ἄκαυλος δὲ ἡ πόα, ῥίζα μεγάλη καὶ λευκή, ἥτις βοηθεῖ ποθεῖσα δραχμῆς μιᾶς πλῆθος μετὰ στροβίλων αἱμοπτυικοῖς καὶ ἐμπυικοῖς· παύει καὶ τὰ ἐκ τῶν λυγισμῶν περὶ τὰ ἄρθρα ἀλγήματα καταπλασσομένη λεία· καὶ τὰ φύλλα δὲ ὠφελίμως ἐπὶ τῶν παλαιῶν ἑλκῶν καταπλάττεται.
4.107 107 πετασῖτις· μόσχος ἐστὶ πήχεως μείζων, δακτύλου μεγάλου πάχος, ἐφʼ οὖ φύλλον πετασῶδες, μέγα, προσκείμενον ὥσπερ μύκης, ποιοῦν πρὸς τὰ κακοήθη καὶ φαγεδαινικὰ ἕλκη λεῖον καταπλασσόμενον.
4.108 108 ἐπιπακτίς, οἱ δὲ ἐλλεβορίνην, θαμνίσκος μικρός, φυλλάρια ἐλάχιστα ἔχων.
4.109 109 καπνὸς ὁ ἐν ταῖς κριθαῖς φυόμενος· βοτάνιόν ἐστι θαμνοειδές, κορίῳ ἐοικός, τρυφερὸν πάνυ, τὰ δὲ φύλλα λευκότερα καὶ τεφροειδῆ, πολλὰ πανταχόθεν, ἄνθος πορφυροῦν.
4.110 110 λωτὸς ὁ ἐν τοῖς παραδείσοις φυόμενος, ὃν ἔνιοι τρίφυλλον καλοῦσι, χυλισθεὶς καὶ μιγεὶς μέλιτι ἄργεμα καὶ νεφέλια καὶ λευκώματα καὶ τὰ ἐπισκοτοῦντα ταῖς κόραις ἀποκαθαίρει.
4.111 111 λωτὸς ἄγριος· φύεται μὲν πλεῖστος ἐν Λιβύῃ, καυλὸν φέρων δίπηχυν ἢ καὶ μείζονα, μασχάλας ἔχοντα πολλάς, φύλλα ὅμοια λωτῷ τριφύλλῳ τῷ ἐν χορτοκοπίοις γεννωμένῳ, σπέρμα ἐοικὸς τήλιδι, μικρότερον δὲ πολλῷ, φαρμακῶδες ἐν τῇ γεύσει. δύναμιν δὲ ἔχει θερμαντικήν, ἠπίως στυπτικήν, ἀποκαθαρτικὴν σπίλων τῶν ἐπὶ τοῦ προσώπου καὶ ἐφηλίδων σὺν μέλιτι καταχριόμενος, πινόμενος δὲ καθʼ ἑαυτὸν λεῖος ἢ καὶ μετὰ μολόχης σπέρματος σὺν οἴνῳ ἢ γλυκεῖ τοῖς περὶ κύστιν ἀλγήμασι βοηθεῖ.
4.112 112 κύτισος· θάμνος ἐστὶ λευκὸς ὅλος, ῥάβδους ἀνιεὶς πήχεως ἢ καὶ μείζονας, περὶ ἃς τὰ φύλλα ὅμοια τήλιδι ἢ λωτῷ τῷ τριφύλλῳ, μικρότερα δὲ καὶ ῥάχιν ἔχοντα μέσην, ἔν τε τῷ διατριβῆναι τοῖς δακτύλοις ὄζοντα ζωμοῦ, ἐν δὲ τῇ γεύσει ὅμοια ἐρεβίνθοις χλωροῖς.
4.113 113 λωτὸς ὁ ἐν Αἰγύπτῳ γεννώμενος ἐν τῷ ὕδατι τῶν πεδίων ἐπικλυσθέντων· καυλός ἐστι τῷ τοῦ κυάμου ἐμφερής. ἔχων ἄνθος λευκόν, ἐοικὸς κρίνῳ, ὅ φασι κατὰ τὰς ἀνατολὰς τοῦ ἡλίου ἀναπλοῦσθαι, δύνοντος δὲ μύειν καὶ ὅλην τὴν κωδύαν ἐν τῷ ὕδατι κρύπτεσθαι πάλιν τε πρὸς τὴν ἀνατολὴν τοῦ ἡλίου ὑπερκύπτειν. ἔοικε δʼ ἡ κωδύα μήκωνι μεγίστῃ, ἐν ᾗ καρπὸς ὡς κέγχρος, ὃν ξηράναντες οἱ ἐν Αἰγύπτῳ ἀλοῦσι πρὸς ἀρτοποιίαν· ῥίζα ὁμοία μήλῳ κυδωνίῳ, ἥτις καὶ αὐτὴ ἐσθίεται ἑφθή τε καὶ ὠμή· ἀναλογεῖ δὲ ἑψηθεῖσα τῇ ποιότητι λεκίθῳ ᾠοῦ.
4.114 114 μυριόφυλλον· καυλίσκος ἐστὶ τρυφερός, μονοφυής, μονόρριζος, περὶ ὃν φύλλα πολλά, λεῖα, μαράθῳ ὅμοια, ὅθεν καὶ ὠνόμασται· ὁ δὲ καυλός ἐστιν ὑπόκιρρος, διάκοιλος, ὡς ἐπίτηδες διερρινημένος· φύεται ἐν ἑλώδεσι χωρίοις.
4.115 115 μυρρίς, οἱ δὲ μύρραν καλοῦσι· τῷ καυλῷ καὶ τοῖς φύλλοις ἔοικε κωνείῳ, ῥίζαν δὲ ἔχει ὑπομήκη, ἁπαλήν, περιφερῆ, εὐώδη, ἡδεῖαν βρωθῆναι. ἥτις πινομένη σὺν οἴνῳ φαλαγγιοδήκτοις βοηθεῖ, καθαίρει δὲ ἔμμηνα καὶ λοχεῖα, καθεψηθεῖσα δὲ ἐν ῥοφήμασιν ὠφελίμως φθισικοῖς δίδοται. ἱστοροῦσι δὲ ἔνιοι πινομένην αὐτὴν καθʼ ἡμέραν δὶς ἢ τρὶς σὺν οἴνῳ ἐν λοιμικαῖς καταστάσεσι βοηθεῖν πρὸς τὸ ἄνοσον διαμένειν.
4.116 116 μύαγρον, οἱ δὲ μελάμπυρον· πόα φρυγα|νώδης, δίπηχυς, φύλλα ἔχουσα ἐμφερῆ τοῖς τοῦ ἐρυθροδάνου, σπέρμα τήλιδι ἐοικός, λιπαρόν, ᾧ χρῶνται κόπτοντες ὑποπεφωγμένον καὶ περιπλάττοντες ῥάβδοις καὶ ἀντὶ λύχνου χρώθμενοι.
4.117 117 ὀνάγρα, οἱ δὲ ὀνοθήραν, οἱ δὲ ὀνοῦριν· θάμνος ἐστὶ δενδροειδής, εὐμεγέθης, φύλλα ἔχων ἀμυγδαλῇ παραπλήσια, πλατύτερα δὲ καὶ ἐμφερῆ τοῖς τοῦ κρίνου, ἄνθη ῥοδοειδῆ, μεγάλα, ῥίζαν δὲ μακράν, λευκήν, ἥτις ξηρανθεῖσα οἴνου ὀσμὴν ἀποδίδωσι φύεται ἐν ὀρεινοῖς τόποις.
4.118 118 κρίσσιον· ἁπαλὸν καυλίον ἐστίν, ὡς δίπηχυ, τρίγωνον τὸ κάτωθεν ἀκάνθιά τε ἐκ διαστήματος ἐπʼ αὐτῷ μαλακά· τὰ δὲ φύλλα βουγλώσσῳ ἐμφερῆ, δασέα μετρίως καὶ μικρότερα, ὑπόλευκα, ἀκανθώδη τοῖς πέρασι· τὸ δὲ ἀνωτάτω τοῦ καυλοῦ περιφερές, δασύ, καὶ ἐπʼ αὐτοῦ κεφάλια ἀκροπόρφυρα, ἐκπαππούμενα.
4.119 119 ἀ στὴρ Ἀττικός, οἱ δὲ βουβώνιον καλοῦσι· ῥαβδίον ξυλῶδες, ἐπʼ ἄκρου ἔχον ἄνθος μήλινον ὥσπερ ἀνθεμίδος, κεφάλιον περισχιδές, ἔχει δὲ φυλλάρια ἀστέρι ὅμοια τὰ δὲ περὶ τὸν καυλὸν φύλλα ὑπομήκη καὶ δασέα.
4.120 120 ἰσόπυρον· πυρον· οἱ δὲ φασήλιον καλοῦσιν ἀπὸ τοῦ ἐοικέναι φασήλῳ τῷ κατʼ ἄκρον τὸ πέταλον ἕλικα φέρειν· ἔπεισι δὲ κεφαλαὶ ἐπὶ τοῦ καυλοῦ ἄκρου λεπταί, σπερματίων πλήρεις, παραπλησίων μελανθίῳ τὴν γεῦσιν, τὸ δὲ φύλλον ἀνήσσῳ.
4.121 121 ἴον· φύλλον ἔχει μικρότερον κισσοῦ καὶ λεπτότερον, μελάντερον δὲ καὶ οὐκ ἀφόμοιον, καυλίον μέσον ἀπὸ τῆς ῥίζης, ἐφʼ οὗ ἀνθύλλιον σφόδρα εὐῶδες, πορφυροῦν· φύεται ἐν παλισκίοις καὶ τραχέσι τόποις.
4.122 122 κακκαλία, οἱ δὲ λεαντικήν φύλλα φέρει λευκά, εὐμε γέθη· καυλὸς δὲ ἐξ αὐτῶν μέσος, ὀρθός, λευκός, ἄνθος ἔχων ἐοικὸς βρυωνίᾳ ἐν ὄρεσι φύεται.
4.123 123 βούνιον, οἱ δὲ ἄκτιον καλοῦσι· καυλὸν ἀνίησι τετράγωνον, εὐμήκη, πάχος δακτυλιαῖον· φύλλα δὲ ὅμοια σελίνῳ, λεπτότερα δὲ πολλῷ πρὸς τὰ τοῦ κορίου, ἄνθος δὲ ὡς ἀνήθου, σπέρμα εὐῶδες, ὑοσκυάμου μικρότερον.
4.124 124 ψευδοβούνιον· θάμνος ἐστὶ παλαιστιαῖος, φυόμενος ἐν Κρήτῃ, ἔχων φύλλα βουνίῳ ὅμοια.
4.125 125 χαμαίκισσος· φύλλα ὅμοια ἔχει πυροῖς, μακρότερα δὲ καὶ λεπτότερα, πολλά, κλωνία σπιθαμιαῖα, περίπλεα φύλλων ἀπὸ τῆς γῆς, πέντε ἢ ἕξ, ἄνθη λευκοΐοις ὅμοια, μικρότερα δὲ καὶ πικρὰ πρὸς τὴν γεῦσιν ἰσχυρῶς, ῥίζα λευκή, λεπτή, ἀχρηστος· φύεται ἐν ἐργασίμοις χωρίοις.
4.126 126 χαμαιπεύκη ποιεῖ πρὸς ὀσφύος ἄλγημα λεία σὺν ὕδατι πινομένη.
4.127 127 βούγλωσσον· ἔοικε φλόμῳ· φύλλον χαμαιπετὲς τραχύ τε καὶ μελάντερον καὶ μικρότερον, ὅμοιον βοὸς γλώσσῃ, ὅπερ καθιέμενον εἰς τὸν οἶνον εὐφρόσυνον δοκεῖ εἶναι.
4.128 128 φύτευμα· φύλλα ὅμοια ἔχει στρουθίῳ, μικρότερα δέ, καρπὸν πολύν, τετρημένον, ῥίζαν μικράν, λεπτήν, ἐπιπόλαιον, ἣν ἀναγράφουσί τινες εὐθετεῖν πρὸς φίλτρον.
4.129 129 ὑπόγλωσσον· θαμνίσκος ἐστὶ μυρσίνῃ ἀγρίᾳ καὶ λεπτῇ ἔχων τὰ φύλλα ὅμοια, κόμην δὲ ἀκανθώδη καὶ ἐπʼ ἄκρου, οἱονεὶ γλωττίδας, παραφύσεις μικρὰς παρὰ τοῖς φύλλοις.
4.130 130 ἀντίρρινον· οἱ δὲ ἀνάρρινον, οἱ δὲ καὶ ταύτην λυχνίδα ἀγρίαν ἐκάλεσαν· πόα ἐστὶν ἐμφερὴς ἀναγαλλίδι φύλλοις καὶ καυλίῳ· τὰ δὲ ἄνθη λευκοίῳ ὅμοια, μικρότερα δὲ καὶ πορφυρᾶ, διὸ καὶ ἀγρία λυχνὶς ἐκλήθη καρπὸν δὲ φέρει ὅμοιον μόσχου ῥισίν.
4.131 131 κατανάγκη ἡ μέν τις ἔχει φύλλα μικρά ὡς κορωνόποδος, ῥίζαν λεπτὴν ὡς σχοίνου, κεφαλὰς δὲ ὡς ὀρόβου ἓξ ἢ ἑπτά, ἐν αἷς καρπὸς ὅμοιος ὀρόβῳ· κάμπτεται δὲ ξηραινόμενον εἰς τὴν γῆν καὶ ἰκτίνου ὄνυξιν ὁμοιοῦται νεκροῦ· τὸ δὲ ἕτερον μήλου δὲ μέγεθος μικροῦ, ῥίζαν δὲ μικρὰν ὅσον ἐλαίαν, φύλλα σχήματι καὶ χρόᾳ ἐοικότα ἐλαίᾳ, μαλακώτερα δέ, καρπὸν μικρόν, τετρημένον κατὰ πολλὰ μέρη, ὡς ἐρέβινθον, φοινικοῦν. ἀμφοτέρας ἱστοροῦσί τινες εἰς φίλτρα ἁρμόζειν, χρῆσθαι δὲ αὐταῖς τὰς Θεσσαλάς γυναῖκας|.
4.132 132 τριπόλιον· φύεται ἐν παραθαλασσίοις τόποις, οὓς ἐπικλύζει ἡ θάλασσα καὶ ὑποχωρεῖ· οὔτε δὲ ἐν ξηρῷ οὔτε ἐν θαλάσσῃ. φύλλα δὲ ἔχει ἰσάτει παραπλήσια, παχύτερα δέ, καυλὸν σπιθαμιαῖον ἄνωθεν ἐσχισμένον. ταύτης ἱστορεῖται τὸ ἄνθος τρὶς τῆς ἡμέρας μεταβάλλειν τὸ χρῶμα, πρωῒ μὲν λευκόν, κατὰ δὲ μεσημβρίαν πορφυρίζον, ὀψὲ δὲ φοινικοῦν ῥίζα λευκή, εὐώδης, θερμαντικὴ γευομένῳ, ἥτις πινομένη ἐν οἴνῳ δραχμῶν δυεῖν πλῆθος κατὰ κοιλίαν ὕδωρ ἄγει καὶ οὖρα· τέμνεται δὲ καὶ εἰς ἀλεξιφάρμακα.
4.133 133 κῆμος· διδάκτυλόν ἐστι βοτάνιον, ἔχον φυλλάρια στενά, ἰσχυρά, ὡς τεττάρων δακτύλων ἢ καὶ τριῶν τὸ μῆκος, δασέα, ἐριωδέστερα τὰ πρὸς τῇ ῥίζῃ καὶ ὑπόλευκα· ἐπʼ ἄκρων δὲ τῶν καυλίων κεφάλια ὡς τετρημένα, ἐν οἷς ὁ καρπὸς δυσθεώρητος διὰ τὸν περικεχυμένον χνοῦν, ῥίζα μικρά. φασὶ δʼ αὐτὴν εὐχρηστεῖν εἰς φίλτρα.
4.134 134 ἀδίαντον· οἱ δὲ πολύτριχον· φυλλάρια ἔχει ὅμοια κοριάνδρῳ, ἐπεσχισμένα ἐπʼ ἄκρου, τὰ δὲ ῥαβδία, ἐφʼ ὧν ἐκπέφυκε, μέλανα ἰσχυρῶς, λεπτά, σπιθαμιαῖα· οὔτε δὲ καυλίον οὔτε ἄνθος οὔτε καρπὸν φέρει· ῥίζα ἄχρηστος.
4.135 135 τριχομανές, οἱ δὲ καὶ τοῦτο ἀδίαντον καλοῦσι· κατὰ τούς αὐτοὺς φύεται τόπους. ὅμοιον πτέριδι, μικρὸν λίαν, στοιχηδὸν ἐξ ἑκατέρου τὰ φύλλα ἔχον λεπτά, φακοειδῆ, ἐναντία ἀλλήλοις ἐπὶ ῥαβδίων λεπτῶν καὶ στρυφνῶν, παραστιλβ όντ ων ὑπομελάνων.
4.136 136 ξάνθιον· οἱ δὲ φάσγανον, οἱ δὲ ἀντιθέσιον, οἱ δὲ χάσκανον, οἱ δὲ χοιραδόλεθρον, οἱ δὲ καὶ ταύτην ἀπαρίνην ἐκάλεσαν φύεται ἐν εὐγείοις τόποις καὶ λίμναις ἀνεξηραμμέναις. καυλὸν δὲ ἔχει πηχυαῖον, λιπαρόν, γωνιοειδῆ καὶ ἀπʼ αὐτοῦ μασχάλας πλείονας, ἀνδραφάξει δὲ τὰ φύλλα ἐμφερῆ, ἐντομάς ἔχοντα, καρδάμῳ δὲ τὴν ὀσμὴν παραπλήσιον· καρπὸν δὲ στρογγύλον, ὡς ἐλαίαν μεγάλην, ἀκανθώδη ὡς πλατάνου σφαῖραν, ἀντιλαμβανόμενον ἱματίων κατὰ τὴν ψαῦσιν.
4.137 137 αἰγίλωψ· βοτάνιόν ἐστι φύλλα ὅμοια ἔχον πυρῷ, μαλακώτερα δέ· ἐπʼ ἄκρας δὲ τῆς κεφαλῆς ὁ καρπός, ἔχων δύο ἢ τρία ἔλυτρα, ἐφʼ ὧν ἀθέρες οἱονεὶ τρίχες ἐκπεφύκασι. θεραπεύει δὲ ἡ πόα μετὰ ἀλεύρου καταπλασθεῖσα αἰγιλώπια καὶ σκληρίας διαφορεῖ· ἀποτίθεται δὲ ὁ χυλὸς αὐτῆς πρὸς τὰ αὐτά, μιγεὶς ἀλεύρῳ καὶ ξηρανθείς.
4.138 138 γλαύξ· κυτίσῳ ἢ φακῷ τὰ φυλλάρια ἔοικεν, ὧν τὰ κάτωθεν λευκότερα, τὰ ἄνωθὲν δὲ χλωρά· κλωνία δὲ ἐὶ ἐπὶ γῆς ἀφίησι πέντε ἢ ἓξ λεπτά, σπιθαμιαῖα ἀπὸ τῆς ῥίζης· ἄνθη λευκοίοις ὅμοια, μικρότερα δέ, πορφυρᾶ φύεται παρὰ θάλατταν.
4.139 139 πολύγαλον· καυλίον σπιθαμιαῖον ἔχον φύλλα φακοειδῆ, τῇ γεύσει ὑπόστρυφνον. ποθὲν δὲ καὶ τοῦτο γάλα δοκεῖ πλεῖον ποιεῖν.
4.140 140 ὄσιρις· φρυγάνιον μέλαν, λεπτόν, ῥαβδίον δύσθραυστον, καὶ περὶ αὐτὸ φυλλάρια ὥσπερ λίνου, μέλανα· σπερμάτια δὲ μέλανα κατ᾿ ἀρχάς, μεταβάλλοντα δὲ ὑπέρυθρα γίνεται. ταύτης τὸ ἀφέψημα πινόμενον ἰκτέρῳ βοηθεῖ· ποιεῖται δὲ καὶ σάρα ἐξ αὐτῆς.
4.141 141 ἐχῖνος· φύεται παρὰ ποταμοῖς καὶ κρήναις. φύλλα δὲ ἔχει ὠκίμῳ ὅμοια, μικρότερα δὲ καὶ ἐπεσχισμένα ἐκ τῶν ἄνωθεν μερῶν, κλωνία δὲ πέντε ἢ ἕξ, σπιθαμιαῖα, ἄνθη λευκά, καρπὸν δὲ μέλανα, μικρόν, στρυφνόν· ὀποῦ δὲ μεστός ἐστιν ὁ καυλός τε καὶ τὰ πέταλα.
4.142 142 μῖλαξ τραχεῖα· τὰ μὲν φύλλα ἔχει περικλυμένῳ ὅμοια καὶ κλήματα πολλά, λεπτά, ἀκανθώδη ὡς παλίουρος ἢ βάτος, ἐλίσσεταί τε περὶ τὰ δένδρα ἄνω καὶ κάτω νεμομένη καρπὸν δὲ ἔχει βοτρυοειδῆ, πεπανθέντα ἐρυθρόν, ὑποδάκνοντα ἠρέμα τῇ γεύσει, ῥίζαν σκληράν, παχεῖαν· φύεται ἐν τόποις ἑλώδεσι καὶ τραχέσι.
4.143 143 μῖλαξ λεία· ὅμοια κιττῷ τὰ φύλλα ἔχει. μαλακώτερα δὲ καὶ λεπτότερα, τὰ δὲ κλήματα ὥσπερ ἡ πρὸ αὐτῆς, ἀκάνθας οὐκ ἔχοντα, λεῖα, ἐλίσσεταί τε περὶ τὰ δένδρα ὥσπερ καὶ ἡ ἑτέρα καρπὸν δὲ ἔχει ὥσπερ θέρμον, μέλανα, μικρόν, ἐπάνω ἔχοντα ἄνθη πολλά, λευκὰ κατὰ πᾶσαν τὴν κάλυκα, περιφερῆ· καὶ σκηναὶ θέρους διʼ αὐτῆς γίνονται· φυλλορροεῖ δὲ τῷ φθινοπώρῳ.
4.144 144 μυρσίνη ἀγρία οἱ δὲ ὀξυμυρσίνην, οἱ δὲ μυρτάκανθον, οἱ δὲ ἄκαιρον, οἱ δὲ κίνην, οἱ δὲ λειχήνην, οἱ δὲ χαμαιμυρσίνην, Βοιωτοὶ δὲ γοργυνθίαν καλοῦσι· τὸ μὲν φύλλον μυρρίνῃ ὅμοιον ἔχει, πλατύτερον δέ, λογχοειδές, ὀξὺ ἐπʼ ἄκρου, τὸν δὲ καρπὸν στρογγύλον, ἐν μέσῳ τῷ πετάλῳ προσφυῆ, ἐρυθρὸν ἐν τῳ πεπαίνεσθαι, ἔχοντα τὸ ἐντὸς ὀστῶδεσ· κλωνία λυγοειδῆ, πολλὰ ἐκ τῆς αὐτῆς ῥίζης, δύσθραυστα, ὅσον πήχεως, φύλλων μεστά, ῥίζαν παραπλησίαν ἀγρώστει, γευομένῳ στρυφνήν, ὑπόπικρον· φύεται ἐν τραχέσι καὶ κρημνώδεσι τόποις.
4.145 145 δάφνη Ἀλεξάνδρεια· οἱ δὲ δαίαν, οἱ δὲ Δανάην, οἱ δὲ ὑπόγλωττον, οἱ δὲ ζαλείαν, οἱ δὲ στέφανον καλοῦσι. φύλλα ἔχει ὀξυμυρσίνη ὅμοια, μείζονα δὲ καὶ μαλακώτερα καὶ λευκότερα, καρπὸν δὲ ἐν μέσοις τοῖς φύλλοις ἐρυθρόν, ἐρεβίνθων τὸ μέγεθος, κλῶνας ἀπὸ γῆς σπιθαμιαίους ἢ καὶ μείζονας, ῥίζαν παραπλησίαν τῇ ὀξυμυρσίνῃ, μείζονα δὲ καὶ εὐώδη καὶ μαλακωτέραν φύεται ἐν τόποις ὀρεινοῖς.
4.146 146 δαφνοειδές· οἱ δὲ εὐπέταλον, οἱ δὲ χαμαιδάφνην, οἱ δὲ εὔ πεπλον καλοῦσι. θαμνίσκος ἐστὶ πήχεως τὸ ὕψος, ἔχων κλάδους πολλούς καὶ ἱμαντώδεις πρὸς τῳ ἄνωθεν ἡμίσει φυλλοφόρους — φλοιὸς δὲ περὶ τὰς ῥάβδους γλίσχρος ἰσχυρῶς — φύλλα δάφνῃ ἐοικότα, μαλακώτερα δὲ καὶ ἰσχνότερα, οὐκ εὔκλαστα, δάκνοντα καὶ πυροῦντα τὸ στόμα καὶ τὴν φάρυγγα, ἄνθη λευκά, καρπὸν δὲ μέλανα, ὅταν πεπανθῇ· ῥίζα ἀχρεῖος. φύεται ἐν ὀρεινοῖς τόποις.
4.147 147 χαμαιδάφνη· οἱ δὲ καὶ ταύτην Ἀλεξάνδρειαν καλοῦσι. ῥάβδους ἀνίησι πηχυαίας, μονοκλώνους, λεπτάς καὶ λείας· καὶ ταύτης δὲ τὰ φύλλα ὅμοια δάφνῃ, λεπτότερα δὲ πολλῷ καὶ χλωρότερα· καρπὸν δὲ περιφερῆ, ἐρυθρόν, τοῖς φύλλοις ἐπιπεφυκότα. ταύτης τὰ φύλλα λεῖα καταπλασθέντα κεφαλαλγίαν καὶ καῦσον στομάχου παραιτεῖται, ποθέντα δὲ μετʼ οἴνου στρόφους.
4.147 147 RV: χαμαιδάφνη· οἱ δὲ καὶ ταύτην Ἀλεξάνδρειαν ἐκάλεσαν, οἱ δὲ δαφνῖτις, οἱ δὲ ὑδραγωγός, Ῥωμαῖοι λαυρίωλαμ, οἱ δὲ λακτικλαγω, Γάλλοι οὐσουβέμ.
4.148 148 ἐλλέβορος λευκός· φύλλα μὲν ὄμοια ἔχει τοῖς τοῦ ἀρνογλώσσου ἡ τεύτλου ἀγρίου, βραχύτερα δὲ καὶ μελάντερα καὶ ἐρυθρὰ τὴν χρόαν· καυλὸν δὲ ἔχει παλαιστιαῖον, κοῖλον, περιφλοιζόμενον, ὅταν ἄρξηται ξηραίνεσθαι· ῥίζαι δὲ ὕπεισι πολλαί, λεπταί, ἀπὸ κεφαλίου μικροῦ καὶ ἐπιμήκους ὡσπερεὶ κρομύου, συμπεφυκυῖαι· φύεται ἐν ὀρεινοῖς τόποις.
4.149 149 σησαμοειδὲς τὸ μέγα, ὃ ἐν Ἀντικύρᾳ ἐλλέβορον καλοῦσι διὰ τὸ μείγνυσθαι ἐν ταῖς καθάρσεσι τῷ λευκῷ ἐλλεβλόρῳ. ἔοικεν ἡ πόα ἠριγέροντι ἢ πηγάνῳ· φύλλα μακρά, ἄνθος λευκόν, ῥίζα ἰσχνή, ἄπρακτος, σπέρμα ὅμοιον σησάμῳ, πικρὸν ἐν τῇ γεύσει, ὃ καθαίρει ἄνω φλέγμα καὶ χολήν ὅσον τοῖς τρισὶ δακτύλοις λημφθὲν λεῖον μετὰ ἐλλεβόρου λευκοῦ τριῶν ἡμιωβολίων σὺν μελικράτῳ.
4.150 150 σίκυς ἄγριος, ὃν φέρομβρόν τινες καλοῦσι, τῷ καρπῷ μόνον διαφέρει | τοῦ ἡμέρου, ἐλάσσονα πολλῷ καὶ βαλάνοις ἐπιμήκεσιν ἐοικότα ἔχων, τὰ δὲ φύλλα καὶ τὰ κλήματα τῷ ἡμέρῳ ὅμοια, ῥίζαν λευκήν, μεγάλην. φύεται ἐν οἰκοπέδοις καὶ ἀμμώδεσι τόποις· ὅλος δὲ ὁ θάμνος πικρός.
4.152 152 σταφὶς ἀγρία· φύλλα μὲν ἔχει ὥσπερ ἀμπέλου ἀγρίας ἐπεσχισμένα, καυλία ὀρθά, μέλανα· τὸ δὲ ἄνθος φέρει ἰσάτει ὅμοιον, τὸν δὲ καρπὸν ἐν θυλακίοις χλωροῖς ὥσπερ ἐρεβίνθου, τρίγωνον, τραχύν, ὑπόκιρρον ἐν τῳ μέλανι, τὰ δὲ ἔνδον λευκόν, γευσαμένῳ | δριμύν.
4.153 153 θαψία· ὠνόμασται μὲν ἀπὸ τοῦ δοκεῖν πρῶτον εὑρῆσθαι ἐν θάψῳ τῇ ὁμωνύμῳ νήσῳ, τὴν δὲ ὅλην φύσιν ἔοικε νάρθηκι, ἰσχνότερος δὲ ὁ καυλός, καὶ τὰ φύλλα μαράθῳ ἐμφερῆ· ἐπ᾿ ἄκρου δὲ σκιάδια καθʼ ἑκάστην ἀπόφυσιν ἀνήθῳ ὄμοια, ἐφʼ ὧν ἄνθος μήλινον, σπέρμα ὑπόπλατυ τῷ τοῦ νάρθηκος ἐμφερές, ἔλαττον μέντοι, ῥίζα λευκή, μεγάλη, παχύφλοιος, δριμεῖα, ἥτις ὀπίζεται περιορυχθεῖσα καὶ ἐγκοπτομένη τὸν φλοιὸν ἢ κοιλανθεῖσα θολοειδῶς καὶ πωμαζομένη πρὸς τὸ καθαρὸν μένειν τὸν ὀπόν· τῇ δʼ ὑστεραίᾳ δεῖ ἐπιόντας ἀναιρεῖσθαι τὸν ἐπισυρρέοντα.
4.154 154 σπαρτίον· θάμνος ἐστὶ φέρων ῥάβδους μακράς, ἀφύλλους, στερεάς, δυσθραύστους, αἷς τὰς ἀμπέλους δεσμεύουσι· φέρει δὲ λοβούς ὥσπερ φασήλου, ἐν οἷς σπερμάτια φακοειδῆ, ἄνθος μήλινον ὥσπερ λευκοΐου.
4.155 155 σίλλυβον· ἄκανθά ἐστι πλατεῖα, φύλλα ἔχουσα χαμαιλέοντι τῷ λευκῷ παραπλήσια, ἥτις ἀρτιφυὴς ἐσθίεται ἑφθὴ σὺν ἐλαίῳ καὶ ἁλαί. τῆς δὲ ῥίζης ὁ ὀπὸς ὅσον ὁλκὴ δραχμῆς μιᾶς ποθεὶς σὺν μελικράτῳ ἐμέτους κινεῖ.
4.156 156 βολβὸς ὁ καλούμενος ἐμετικὸς ἔχει τὰ φύλλα ἱμαντωδέστερα καὶ πολλῷ μακρότερα τοῦ ἐδωδίμου, ῥίζαν ἐοικυῖαν' βολβῷ, περὶ ἦν φλοιὸς μέλας.
4.157 157 βάλανος μυρεψική· καρπός ἐστι δένδρου μυρίκη ἐοικότος, ὅμοιος τῳ λεγομένῳ Ποντικῷ καρύᾳ, οὖ τὸ ἐντὸς θλιβόμενον ὥσπερ τὰ πικρὰ ἀμύγδαλα ἐξίησιν ὑγρόν, ᾧ εἰς τὰ πολυτελῆ μύρα ἀντὶ ἐλαίου χρῶνται. γεννᾶται δὲ ἐν Αἰθιοπίᾳ καὶ Αἰγόπτῳ καὶ Ἀραβίᾳ καὶ ἐν τῇ κατὰ Ἰουδαίαν Πέτρᾳ. διαφέρει δὲ αὐτῆς ἡ νέα καὶ πλήρης καὶ λευκὴ καὶ εὐλέπιστος, ἥτις μετʼ ὀξυκράτου ποθεῖσα λεία ὅσον ὁλκὴ δραχμῆς μιᾶς
4.158 158 νάρκισσος· ἔνιοι καὶ τοῦτον ὥσπερ τὸ κρίνον λείριον ἐκάλεσαν. τὰ μὲν φύλλα πράσῳ ἔοικε, λεπτὰ δὲ καὶ μικρότερα παρὰ πολύ, καυλὸν κενόν, ἄφυλλον, μείζονα σπιθαμῆς, ἐφʼ οὗ ἄνθος λευκόν, ἔσωθεν δὲ κροκῶδες ἐπʼ ἐνίων δὲ πορφυροειδές· ῥίζα δὲ λευκή, στρογγύλη, βολβοειδής, καρπὸς ὡς ἐν ὑμένι, μέλας, προμήκης. φύεται κάλλιστος ἐν ὀρεινοῖς τόποις , εὐώδης· ὁ δὲ λοιπὸς πρασίζει καὶ βοτανώδη τὴν ἀποφορὰν ἔχει.
4.159 159 ἱπποφαές, οἱ δὲ ἱππόφαος, γνάπτουσι τὰ ἱμάτια. φύεται μὲν ἐν παραθαλασσίοις καὶ ἀμμώδεσι τόποις, θάμνος δέ ἐστι φρυγανώδης, πυκνός, ἀμφιλαφής, φύλλα ἔχων μακρὰ πρὸς τὰ τῆς ἐλαίας, στενότερα δὲ καὶ μαλακώτερα, καὶ μεταξὺ ἀκάνθας ξηράς, ὑπολεύκους, γωνιοειδεῖς, ἀπʼ ἀλλήλων διεστώσας·῝ ἄνθη κορύμβοις ἐοικότα κιττοῦ, ὡς βοτρύδια προσκείμενα ἀλλήλοις, πλὴν μικρότερα καὶ μαλακά, μετὰ τοῦ λευκοῦ φοινίσσοντα ἐκ μέρους· ῥίζα παχεῖα καὶ μαλακή, ἀποῦ μεστή, γευσαμένῳ πικρά, ὀπιζομένη ὥσπερ ἡ θαψία.
4.160 160 ἱππόφαιστον· φύεται μὲν ἐν τοῖς αὐτοῖς τόποις, ἐν οἷς καὶ τὸ ἱπποφαές, καὶ αὐτὸ γναφικῆς ἀκάνθης εἶδος ὑπάρχον. ἐστι δὲ χαμαιπετές, κεφάλια μόνον ἔχον χαῦνα καὶ φυλλάρια μικρά, — οὔτε δὲ ἄνθος οὔτε καυλὸν φέρει — ῥίζαν παχεῖαν, μαλακήν.
4.161 161 κίκι· οἱ δὲ σήσαμον ἄγριον, οἱ δὲ σέσελι Κύπριον, οἱ δὲ κρότωνα διὰ τὴν ὡς πρὸς τὸ ζῷον τοῦ σπέρματος ἐμφέρειαν· δένδρον ἐστὶ συκῆς μικρᾶς μέγεθος ἔχον, φύλλα δὲ ὅμοια πλατάνῳ, μείζονα δὲ καὶ λειότερα καὶ μελάντερα, τὰ δὴ στελέχη καὶ τὰς κράδας κοῖλα καλάμου τρόπον, καρπὸν δὲ ἐν βότρυσι τραχέσι, λεπισθέντα ὅμοιον κρότωνι τῳ ζῴῳ, ἐξ οὗ καὶ ἀποθλίβεται τὸ λεγόμενον κίκινον ἔλαιον, ἄβρωτον μέν, ἄλλως δὲ χρήσιμον εἰς λύχνους καὶ ἐμπλάστρους |.
4.162 162 ἐλλέβορος μέλας, οἱ δὲ Μελαμπόδιον, οἱ δὲ ἔκτομον, οἱ δὲ πολύρριζον καλοῦσι· Μελαμπόδιον δέ, ἐπειδὴ δοκεῖ Μελάμπους τις αἰπόλος τὰς Προίτου θυγατέρας μανείσας αὐτῷ καθῆραι καὶ θεραπεῦσαι. ἔχει δὲ τὰ φύλλα χλωρά, πλατάνῳ προσεμφερῆ, ἐλάττονα δὲ πρὸς τὰ τοῦ σφονδυλίου καὶ πολυσχιέστερα καὶ μελάντερα καὶ ὑποτραχέα· καυλὸς βραχύς, ἄνθη δὲ λευκά, ἐμπόρφυρα, τῷ δὲ σχήματι βοτρυοειδῆ, καὶ ἐν αὐτῷ καρπὸς κνήκῳ παραπλήσιος, ὃν καὶ αὐτὸν καλοῦσιν οἱ ἐν Ἀντικύρᾳ σησαμοειδές, χρώμενοι πρὸς τὰς καθάρσεις αὐτῷ· ῥίζαι δὲ μέλαιναι, λεπταί, οἱονεὶ ἀπό τινος κεφαλίου κρομυώδους ἠρτημέναι, ὧν καὶ ἡ χρῆσις· φύεται ἐν τραχέσι καὶ γεωλόφοις καὶ καταξήροις τόποις.
4.163 163 σησαμοειδὲς τὸ μικρόν· καυλία ἐστὶ σπιθαμιαῖα, ἔχοντα φύλλα κορωνόποδι ὅμοια, δασύτερα μέντοι καὶ μικρότερα ἐπʼ ἄκρου δὲ τῶν καυλίων κεφάλια ἀνθέων ὑποπορφύρων, ὧν τὸ μέσον λευκόν, ἐν οἷς σπέρμα σησάμῳ ἐοικός, πικρόν, κιρρόν· ῥίζα λεπτή.
4.164 164 τιθυμάλλου εἴδη ἑπτά, ὧν ὁ μὲν ἄρρην χαρακίας καλεῖται, ὑπὸ δέ τινων κομήτης ἡ ἀμυγδαλίτης ἢ κωβιὸς ὀνομάζεται· ὁ δέ τις θῆλυς ἢ μυρσινίτης, ὃν καὶ καρυιΐτην καλοῦσιν· ὁ δὲ παράλιος, ὃν ἔνιοι τιθυμαλλίδα ἐκάλεσαν ὁ δέ τις ἡλιοσκόπιος, ὁ δὲ κυπαρισσίας, ὁ δὲ δενδρώδης, ὁ δὲ πλατύφυλλος.
4.165 165 πιτύουσα· οἱ δὲ κλῆμα, οἱ δὲ κραμβίον, οἱ δὲ παράλιον, οἱ δὲ Κανωπικὸν καλοῦσιν. εἴδει οὐ δοκεῖ διαφέρειν τοῦ κυπαρισσίου τιθυμάλλου, ὅθεν καὶ εἶδος αὐτοῦ καταριθμεῖται· ἀνίησι δὲ καυλὸν πήχεως μείζονα, πολυγόνατον, φυλλαρίοις ἀξέσι καὶ λεπτοῖς κατειλημμένον, ἐμφερέσι τοῖς τῆς πίτυος, ἄνθη μικρά, ὡσεὶ πορφυρᾶ· καρπὸν δὲ πλατύν ὡς φακόν, ῥίζαν λευκήν, παχεῖαν, ἀποῦ μεστήν εὑρίσκεται δὲ κατὰ τόπους σφόδρα εὐμεγέθης ὁ θάμνος.
4.166 166 λαθυρίς· καταριθμοῦνταί τινες καὶ ταύτην ἐν τοῖς τιθυμάλλοις. καυλὸν δὲ ἀνίησι πήχεως τὸ ὕψος, κενόν, πάχος δακτύλου, ἐπʼ ἄκρου δὲ αὐτοῦ μασχάλαι· φύλλα δὲ τὰ μὲν ἐπὶ τοῦ καυλοῦ ἐπιμήκη, ὅμοια τοῖς τῆς ἀμυγδαλῆς, πλατύτερα δὲ καὶ λειότερα, τὰ δὲ ἐπʼ ἄκρων τῶν κλωνίων μικρότερα ὥσπερ τῆς ἐπιμήκους ἀριστολοχείας ἢ κισσοῦ.
4.167 167 πέπλος· οἱ δὲ συκῆν, οἱ δὲ μήκωνα ἀφρώδη καλοῦσι. θαμνίσκος ἐστὶν ὀποῦ λευκοῦ μεστός, ἔχων φύλλον μικρόν, ὅμοιον πηγάνῳ, πλατύτερον δέ· ἡ δὲ σύμπασα κόμη ὡς σπιθαμῆς, περιφερής, ἐκκεχυμένη ἐπὶ γῆς, καὶ ὑπὸ τοῖς φύλλοις καρπὸς μικρός, στρογγύλος, ἥττων τῆς λευκῆς μήκωνος. πολύκαρπος δὲ ἡ πόα, ῥίζαν ἔχουσα μίαν ἄχρηστον, ἀφʼ ἦς ὅλος ὁ θάμνος πέφυκε. γεννᾶται δὲ ἐν κήποις καὶ ἀμπελῶσι. συνάγεται δὲ ἐν πυραμητῷ ξηραινόμενος ἐν σκιᾷ καὶ συνεχῶς στρεφόμενος· κοπεὶς δὲ ὁ καρπὸς καὶ ἀποβραχεὶς ἀποτίθεται.
4.168 168 πεπλίς· οἱ δὲ ἀνδράχνην ἀγρίαν, Ἱπποκράτης (VII 184 L.) δὲ πέπλιον καλεῖ· φύεται μάλιστα ἐν παραθαλασσίοις τόποις θάμνος ἀμφιλαφής, ὀποῦ μεστὸς λευκοῦ, φύλλα ἔχων ὅμοια τῇ κηπαίᾳ ἀνδράχνῃ, περιφερῆ δὲ καὶ ἐκ τῶν κάτωθεν ἐνερευθῆ καὶ ὁ καρπὸς δὲ στρογγύλος, ὑποκάτω τῶν φύλλων ὥσπερ τοῦ πέπλου, πυρώδης τῇ γεύσει, ῥίζα λεπτή, μία, ἄχρηστος. συλλέγεται δὲ καὶ ἀποτίθεται καὶ δίδοται ὥσπερ ὁ πέπλος καὶ ταριχεύεται.
4.169 169 χαμαισύκη, οἱ δὲ συκῆν· κλῶνας ἀνίησι τετραδακτύλους, ἐπὶ γῆς ἐρριμμένους περιφερῶς, ἀποῦ μεστούς, φύλλα φακοειδῆ, τῷ πέπλῳ ὅμοια, μικρά, λεπτά, πρὸς τῇ γῇ· καρπὸς δὲ ὑπὸ τοῖς φύλλοις στρογγύλος, ὡς πέπλου· οὔτε δὲ ἄνθος οὔτε καυλὸν ἔχει, ῥίζαν δὲ λεπτήν, αχρξστον.
4.170 170 σκαμμωνία· κλῶνας ἀνίησι πολλοὺς ἀπὸ μιᾶς ῥίζης, τριπήχεις, λιπαρούς, ἐμφαίνοντάς τι δασύτητος, καὶ τὰ φύλλα δὲ δασέα, ὅμοια ἑλξίνῃ ἢ κισσῷ, μαλακώτερα μέντοι καὶ τριγωνοειδῆ, ἄνθη λευκά, περιφερῆ, κοῖλα ὡς κάλαθοι. βαρύοσμα· ῥίζα δὲ εὐμήκης, παχεῖα ὅσον βραχίων, λευκή, βαρύοσμος, ὀποῦ μεστή. συλλέγεται δὲ ὁ ὀπὸς τῆς κεφαλῆς ἀπὸ τῆς ῥίζης ἀφαιρουμένης καὶ θολοειδῶς ἐκρομβιζομένης εἰς κοιλότητα· συρρεῖ γὰρ εἰς αὐτὴν ὁ ὀπὸς καὶ οὕτως ἀναλαμβάνεται εἰς μύακας.
4.171 171 χαμελαία· οἱ δὲ πυρὸς ἄχνην ἢ ἄκνηστον ἢ κόκκον Κνίδιον· κλῶνας μὲν ἔχει σπιθαμιαίους, ὁ δὲ θάμνος φρυγανώδης, φύλλα ἐλαίᾳ παραπλήσια, λεπτότερα δὲ καὶ πικρά, πυκνά, δάκνοντα τὴν γεῦσιν καὶ τὴν ἀρτηρίαν χαράττοντα.
4.172 172 θυμελαία ἢ χαμελαία· οἱ δὲ πυρὸς ἄχνην ἢ κνῆστρον ἢ κνέωρον καλοῦσιν· ἐκ ταύτης ὁ Κνίδιος κόκκος, καρπὸς ὢν αὐτῆς, συλλέγεται, ὃν Εὐβοεῖς μὲν ἀπόλινον καλοῦσιν, οἱ δὲ λίνον διὰ τὸ εἶναι τῷ σπαρτῷ λίνῳ τὸν θάμνον τῇ φύσει παρόμοιον. ῥάβδους δὲ ἀνίησι πολλὰς καὶ καλάς, ὅσον διπήχεις· τὰ δὲ φύλλα χαμελαίᾳ ὅμοια, πλὴν στενότερα καὶ λιπαρώτερα, ὑπόγλισχρα ἐν τῳ διαμασᾶσθαι καὶ κολλώδη, ἄνθη λευκά, καὶ μεταξὺ αὐτῶν ὁ καρπός, ὡς μύρτων, μικρός, στρογγυλώτερος, ἐν ἀρχῇ μὲν χλωρός, αὖθις δὲ ἐρυθρός.
4.173 173 ἀκτῆ· δισσή· ἡ μὲν γάρ τίς ἐστι δενδρώδης, κλάδους καλαμοειδεῖς ἔχουσα, στρογγύλους, ὑπολεύκους, εὐμήκεις· τὰ δὲ φύλλα τρία ἢ τέσσαρα ἐκ διαστημάτων περὶ τὴν ῥάβδον, καρύᾳ βασιλικῇ ὅμοια, βαρύοσμα δὲ καὶ μικρότερα, ἐπʼ ἄκρων δὲ τῶν κλάδων σκιάδια περιφερῆ, ἔχοντα ἄνθη λευκά, καρπὸν δὲ ἐοικότα τερεβίνθῳ, ἐν τῷ μέλανι ὑποπόρφυρον, βοτρυώδη, πολύχυλον, οἰνώδη.
4.174 174 πυκνόκομον· φύλλα ἔχει ὅμοια εὐζώμῳ τραχέα δὲ καὶ δριμέα καὶ παχύτερα, καυλὸν τετράγωνον ἄνθος δὲ τῳ τοῦ ὠκίμου ἐμφερές, καρπὸν δὲ ὡς πράσου, ῥίζαν μέλαιναν, στρογγύλην, ὠχράν, ὡς μικρὸν μῆλον, γεῶδες ὄζουσαν· φύεται ἐν πετρώδεσι τόποις.
4.175 175 ἄπιος· οἱ δὲ ἰσχάδα, οἱ δὲ χαμαιβάλανον, οἱ δὲ ῥάφανον ἀγρίαν, οἱ δὲ λινόζωστιν καλοῦσι. κλωνία δύο ἢ τρία ἀπὸ γῆς σχοινώδη, λεπτά, ἐρυθρά, μικρὸν ὑπὲρ τῆς γῆς αἴροντα· φύλλα πηγάνῳ ἐοικότα, ἐπιμηκέστερα δέ , χλωρά· καρπὸς μικρός, ῥίζα ἀσφοδέλῳ παραπλησία, στρογγυλωτέρα δὲ καὶ πρὸς τὸ τοῦ ἀπίου σχῆμα, μεστὴ ἀποῦ, φλοιὸν ἔχουσα ἔξωθεν μέλανα, ἔνδοθεν δὲ λευκή.
4.176 176 κολόκυνθα ἀγρία· οἱ δὲ σικύαν πικράν, οἱ δὲ κολοκυνθίδα καλοῦσι. κλημάτια ἀνίησι καὶ φύλλα ἐστρωμένα ἐπὶ γῆς, ὅμοια τοῖς τοῦ ἡμέρου σικύου, ἐπεσχισμένα· καρπὸν δὲ περιφερῆ, ὅμοιον σφαίρᾳ μέσῃ, πικρὸν ἰσχυρῶς, ὃν δεῖ συλλέγειν ἀρχόμενον μεταβάλλειν ἐπὶ τὸ ὠχρότερον.
4.177 177 ἐπίθυμον· ἄνθος ἐστὶ θύμου τοῦ σκληροτέρου καὶ θύμβρᾳ ἐοικότος· ἐστι δὲ κεφάλια λεπτά, κοῦφα, οὐραχοὺς ἔχοντα ὡς τρίχας.
4.178 178 ἄλυπον· φρυγανώδης ἐστὶ πόα, ὑπέρυθρος, λεπτόκαρφος καὶ λεπτόφυλλος, ἄνθος μαλακόν, κοῦφον· ῥίζα ὡς τεύτλου, μεστὴ ἀποῦ δριμέος, σπέρμα ὡς ἐπιθύμου. γεννᾶται δὲ ἐν τόποις παραθαλασσίοις, μάλιστα τοῖς τῆς Λιβύης τόποις καὶ ἐν ἄλλοις δὲ χωρίοις πλεῖστον.
4.179 179 ἔμπετρον· οἱ δὲ φακοειδές. ἐν ὀρεινοῖς καὶ παραλίοις πέτραις φύεται, ἁλυκὸν ὄν ἐν τῇ γεύσει, τὸ δὲ προσγειότερον πικρότερον. διδόμενον δὲ ἐν ζωμῷ ἢ ὑδρομέλιτι καθαίρει φλέγμα καὶ χολὴν καὶ ὑδατώδη.|
4.180 180 κληματίς· κλῆμα ἀνίησιν ὑπέρυθρον λυγῶδες, φύλλον δριμὺ λίαν γευομένῳ καὶ ἑλκωτικόν. περιελίττεται δὲ τοῖς δένδρεσιν ὡς μῖλαξ.
4.181 181 ἄμπελος ἀγρία· κλήματα ἀνίησι μακρὰ ὡς ἀμπέλου οἰνοφόρου, ξυλώδη, τραχέα, φλοιορραγοῦντα, φύλλα δὲ ὅμοια στρύχνῳ κηπαίῳ, πλατύτερα δὲ καὶ μικρότερα, ἄνθος ὡς τρίχας, βρυῶδες, καρπὸν δὲ βοτρυδίοις μικροῖς ὅμοιον, πεπαινόμενον ἐρυθρόν περιφερὲς δέ ἐστι τὸ σχῆμα τῶν κόκκων.
4.182 182 ἄμπελος λευκή· οἱ δὲ βρυωνίαν, οἱ δὲ ὀφιοστάφυλον, οἱ δὲ χελιδόνιον, οἱ δὲ μάδον ἢ μήλωθρον ἢ ψίλωθρον ἢ ἀρχέζωστιν ἢ ἄγρωστιν ἢ κέδρωστιν καλοῦσι. ταύτης τὰ κλήματα καὶ τὰ φύλλα καὶ αἱ ἕλικες ὅμοια τῇ ἡμέρῳ ἀμπέλῳ, δασύτερα δὲ πάντα· καὶ ἐμπλέκεται τοῖς παρακειμένοις θάμνοις ἐλλαμβανομένη ταῖς ἕλιξι· καρπὸν δὲ ἔχει βοτρυώδη, πυρρόν, ᾧ ψιλοῦται τὰ δέρματα. ταύτης οἱ ἀσπάραγοι κατά τὴν πρώτην ἐκβλάστησιν ἑφθοὶ ἐσθίονται, οὔρησιν καὶ κοιλίαν κινοῦντες.
4.183 183 ἄμπελος μέλαινα, ἣν ἰδίως βρυωνίαν ὀνομάζουσί τινες, οἱ δὲ Χειρώνιον ἄμπελον· φύλλα ἐστὶ κισσῷ ὅμοια, μᾶλλον δὲ πρὸς τὶ τῆς μίλακος, καὶ οἱ καυλοὶ δέ · μείζονα δὲ ταῦτα. ἐλλαμβάνεται δὲ καὶ αὕτη τῶν δένδρων ταῖς ἔλιξι· καρπὸς δὲ βοτρυώδης, χλωρὸς κατʼ ἀρχήν, πεπανθεὶς δὲ μέλας γίνεται· ῥίζα μέλαινα ἔξωθεν, ἔνδοδεν δὲ πυξοειδής.
4.184 184 πτέρις, ἣν ἔνιοι βλῆχρον, οἱ δὲ πολύρριζον καλοῦσι· φύλλα ἐστιν ἄκαυλα καὶ ἀνανθῆ καὶ ἄκαρπα ἐξ ἑνὸς μόσχου, περὶ πῆχυν τὸ μέγεθος, ἐντετμημένα καὶ ἀνηπλωμένα ὡς πτέρυξ, ὑποδυσώδη· ῥίζαν δὲ ἔχει ἐπιπόλαιον, μέλαιναν, ὑπομήκη, ἐκφύσεις ἔχουσαν πολλάς, ὑποστύφουσαν ἐν τῇ γεύσει. φύεται δὲ ἐν ὀρεινοῖς καὶ ἐν πετρώδεσι τόποις.
4.185 185 θηλυπτερίς· οἱ δὲ νυμφαίαν πτέριν ὀνομάζουσι. τὰ μὲν φύλλα πτέριδι ὅμοια, οὐ μονόμοσχα δὲ ὡς τὰ ἐκείνης, ἀλλὰ πολλὰς ἔχοντα ἀποφύσεις καὶ ὑψηλοτέρας· ῥίζαι δʼ ὕπεισι πλάγιαι, μακραί, πλείους ὑπόξανθοι ἐν τῷ μέλανι, τινὲς δʼ ῤυθραί.
4.186 186 πολυπόδιον· φύεται ἐν πέτραις βρύα ἐχούσαις καὶ ἐν τοῖς γερανδρύοις πρέμνοις ἐπὶ τῶν βρύων, σπιθαμῆς ἔχον ὕψος, ὅμοιον πτέριδι, ὐπόδασυ, ἐντετμημένον, οὐ μὴν οὕτως γε λεπτοσχιδῶς. ῥίζα δʼ ὕπεστι δασεῖα, πλεκτάνας ὥσπερ πολύπους ἔχουσα, πάχος μικροῦ δακτύλου, ξυσθεῖσα δὲ ἔνδοθεν χλωρά, στρυφνὴ κατὰ τὴν γεῦσιν καὶ ὑπόγλυκυς δύναμιν ἔχουσα καθαρτικήν. δίδοται δὲ συγκαθεψομένη ὄρνιθι ἢ ἰχθύσιν τεύτλῳ ἢ μολόχῃ. ξηρὰ δὲ ἐπιπασσομένη μελικράτῳ ἄγει φλέγμα καὶ χολήν. ποιεῖ καὶ πρὸς στρέμματα ἡ ῥίζα λεία καταπλασθεῖσα καὶ πρὸς ῥαγάδας τὰς ἐν μεσοδακτύλοις.
4.187 187 δρυοπτερίς· φύεται κατὰ τὰ βρυώδη μέρη τῶν παλαιῶν δρυῶν, ὁμοία πτέριδι, ἐλάττων δὲ πολλῷ καὶ τῇ σχίσει λεπτή · ῥίζας δʼ ἔχει κατʼ ἐπιπλοκὴν δασείας, στρυφνάς κατά τὴν γεῦσιν ἐν τῳ γλυκεῖ.
4.188 188 κνῆκος· φύλλα ἔχει ἐπιμήκη, ἐντετμημένα, τραχέα, ἀκανθώδη, καυλούς διπήχεις, ἐφʼ ὧν κεφάλια κατὰ μέγεθος ἐλαίας, ἄνθος κρόκῳ ὅμοιον, σπέρμα λευκὸν καὶ πυρρόν, ἐπίμηκες, γεγωνιωμένον. τούτου τῳ ἄνθει χρῶνται εἰς τὰ προσοψήματα.
4.189 189 λινόζωστις· οἱ δὲ παρθένιον, οἱ δὲ Ἑρμοῦ βοτάνιον καλοῦσιν. ἔχει τὸ φύλλον ὅμοιον ὠκίμῳ πρὸς τὸ τῆς ἑλξίνης, ἔλαττον δέ, κλωνία διγόνατα, μασχάλας πολλάς, πυκνὰς ἔχοντα· τὸν δὲ καρπὸν ἡ μὲν θήλεια βοτρυοειδῆ καὶ πολὺν ἡ δὲ ἄρρην πρὸς τοῖς πετάλοις μικρόν, στρογγύλον, ὥσπερ ὀρχίδια κατὰ δύο προσκείμενα· ὅλος δὲ ὁ θαμνίσκος σπιθαμιαῖος ἢ καὶ μείζων.
4.190 190 ἡλιοτρόπιον τὸ μέγα, ὃ ἔνιοι σκορπίουρον ἀπὸ τοῦ περὶ τὸ ἄνθος σχήματος ἐκάλεσαν, ἡλιοτρόπιον δὲ ἐκ τοῦ συμπεριτρέπεσθαι τὰ φύλλα τῇ τοῦ ἡλίου κλίσει· ἔχει τὰ φύλλα ὠκίμῳ παραπλήσια, δασύτερα δὲ καὶ μελάντερα, κλωνία ἀπὸ τῆς ῥίζης τρία ἢ τέσσαρα καὶ ἐκ τούτων μασχάλας πλείους· ἐπʼ ἄκρων δὲ ἄνθος λευκόν, ὑποπόρφυρον, ἐπικαμπὲς καθάπερ σκορπίου οὐρά· ῥίζα δὲ λεπτή, ἄχρηστος. φύεται δὲ ἐν τραχέσι τόποις.
4.191 191 ἡλιοτρόπιον τὸ μικρόν φύεται ἐν τόποις τελματώδεσι καὶ παρά λίμναις, ἔχον φύλλα παραπλήσια τῳ προειρημένῳ στρογγυλώτερα δέ, καρπὸν στρογγύλον, ἀποκρεμάμενον ὡς ἀκροχορδόνας.
4.192 192 σκορπιοειδές· βοτάνιον φύλλα ἔχον ὀλίγα καὶ σπέρματα οὐραῖς σκορπίου ἐμφερῆ. βοηθεῖ δὲ καταπλασσόμενα σκορπιοπλήκτοις.
5.preface Ἀποδόντες ἐν τοῖς προγραφεῖσι τέτταρσι βιβλίοις, φίλτατε Ἄρειε, τὸν περὶ ἀρωμάτων καὶ ἐλαίων καὶ μύρων καὶ δένδρων, καὶ τῶν ἐξ αὐτῶν καρπῶν τε καὶ δακρύων, ἔτι τε ζῴων καὶ μέλιτος καὶ γάλακτος καὶ στεάτων καὶ τῶν καλουμένων σιτηρῶν καὶ λαχάνων, καὶ τὸν σύμπαντα περὶ ῥιζῶν καὶ βοτανῶν καὶ χυλισμάτων καὶ σπερμάτων λόγον, ἐν τούτῳ τελευταίῳ ὑπάρχοντι τῆς ὅλης πραγματείας διαλεξόμεθα περὶ οἴνων καὶ τῶν καλουμένων μεταλλικῶν,άρξάμενοι ἀπὸ τῆς περὶ ἀμπέλου παραδόσεως.
5.1 1 ἀμπέλου οἰνοφόρου τὰ φύλλα καὶ αἱ ἕλικες λεῖα καταπλασσόμενα κεφαλαλγίας πραύνουσι, καὶ φλεγμονὴν στομάχου καὶ καῦσον σὺν ἀλφίτῳ καὶ καθʼ ἑαυτὰ ἐπιτιθέμενα τὰ φύλλα, στυπτικὰ καὶ ψυκτικὰ ὄντα· καὶ ὁ ἐξ αὐτῶν δὲ χυλὸς ποθεὶς ὠφελεῖ δυσεντερικοὺς καὶ αἱμοπτοικοὺς καὶ στομαχικοὺς καὶ κισσώσας, καὶ ἀποβραχεῖσαι δὲ αἱ ἕλικες ἐν ὕδατι καὶ ποθεῖσαι τὰ αὐτὰ ποιοῦσι.
5.2 2 ἄμπελος ἀγρία διττή· ἡ μὲν γάρ τις αὐτῆς οὐ περκάζει τὴν σταφυλήν, ἄχρι δʼ ἀνθήσεως ἄγει τὴν λεγομένην οἰνάνθην, ἡ δέ τις καὶ τελεσφορεῖ, μικρόρραξ οὔσα καὶ μέλαινα καὶ στυπτική.
5.3 3 σταφυλή᾿ ἡ μὲν πρόσφατος πᾶσα ἐκταράσσει τὴν κοιλίαν καὶ ἐμπευματοῖ τὸν στόμαχον, ἡ δʼ ἐπὶ χρόνον τινὰ κρεμασθεῖσα ἐπʼ ὀλίγον μετέχει τούτων διὰ τὸ πολὺ τῆς ἰκμάδος ἀνεξηράνθαι, εὐστόμαχός τέ ἐστι καὶ ῥρέξεως ἀνακλητικὴ καὶ ἐπιτήδειος πρὸς τοὺς ἀσθενοῦντας. αἱ δʼ ἐκ τῶν στεμφύλων καὶ τῶν βίκων εὔστομοι, εὐστόμαχοι, κοιλίας ἐφεκτικαί, κύστεως δὲ καὶ κεφαλῆς ἅπτονται· ἁρμόζουσι δὲ καὶ ἐπὶ αἱμοπτοικῶν. ὅμοιαι δέ εἰσι καὶ αἱ εἰς τὸ γλεῦκος ἐμβαλλόμεναι, αἱ δʼ ἐκ τοῦ ἐψήματος καὶ γλυκέος κακοστομαχώτεραι.
5.4 4 ο ἰνάνθη καλεῖται ὁ τῆς ἀγρίας ἀμπέλου καρπός, ὁπότε ἀνθεῖ, ἀποτίθεσθαι δὲ δεῖ εἰς ἀκώνητον ἀγγεῖον ὀστράκινον συλλέγοντας καὶ ξηραίνοντας ἐπ ὀθονίῳ ἐν σκιᾷ· καλλίστη δὲ γίνεται ἐν Συρίᾳ καὶ Κιλικίᾳ καὶ Φοινίκῃ.
5.5 5 ὀμφάκιον· ἔστι μὲν χυλὸς ὄμφακος ψιθίας σταφυλῆς μήπω περκαζούσης ἢ Ἀμινναίας. δεῖ δὲ πρὸ κυνὸς ἐκθλίβοντας τὸν χυλὸν ἡλιάζειν ἐν χαλκώματι ἐρυθρῷ ἐσκεπασμένῳ ὀθονίῳ, μέχρι οὗ συστραφῇ ὅλον, ἀεὶ τὸ περιπηγνύμενον μίσγοντας τῷ ὑγρῷ, νύκτωρ δὲ αἴρειν αὐτὸ ἀπὸ τοῦ ὑπαιθρίου· κωλύουσι γὰρ αἱ δρόσοι τὴν σύστασιν αὐτοῦ. ἐκλέγου δὲ τὸ ξανθὸν καὶ εὔθρυπτον, στῦφον ἱκανῶς καὶ δάκνον τὴν γλῶσσαν. ἔνιοι δὲ ἕψοντες τὸν χυλὸν συστρέφουσιν.
5.6 6 οἶνοι· οἱ μὲν παλαιοὶ βλαπτικοὶ νεύρων καὶ τῶν λοιπῶν αἰσθητηρίων, πρὸς δὲ γεῦσιν ἡδίονες, ὅθεν ἐπὶ τῶν ἀσθενές τι μέρος ἐχόντων παραιτητέοι, ἐπὶ μέντοι τῆς ἐν ὑγιείᾳ χρήσεως ὀλίγος τε καὶ ὑδαρὴς λαμβάνεται ἀβλαβῶς. ὁ δὲ νέος ἐμπνευματωτικός, δύσπεπτος, δυσόνειρος, οὐρητικός. ὁ δὲ μέσος τῇ ἡλικίᾳ ἐκπέφευγε τὰ ἀμφοτέρων ἐλαττώματα, ὅθεν ἐγκριτέος ἐστὶν ἐν τῇ τε ὑγιείας καὶ ἀσθενείας χρήσει.
5.7 7 ὁ δὲ καλούμενος μελιτίτης οἶνος δίδοται μὲν ἐν χρονίοις πυρετοῖς τοῖς ἀσθενῆ τὸν στόμαχον ἔχουσιν· ὑπομαλάττει γάρ τὴν κοιλίαν, οὖρα κινεῖ, στόμαχον ἀποκαθαίρει, ἁρμόζει καὶ ἀρθριτικοῖς καὶ νεφριτικοῖς καὶ τοῖς ἀσθενῆ τὴν κεφαλὴν ἔχουσι· χρήσιμος δὲ καὶ γυναιξὶν ὑδροποτούσαις· εὐώδης γάρ ἐστι καὶ θρεπτικός.
5.8 8 οἰνόμελι δὲ διαφέρει τὸ ἐκ παλαιοῦ οἴνου καὶ αὐστηροῦ καὶ μέλιτος καλοῦ γινόμενον· ἧττον γὰρ πνευματοῖ καὶ ταχέως παρίσταται τὸ τοιοῦτον. ἔστι δὲ τὸ μὲν παλαιὸν θρεπτικόν, τὸ δὲ μέσον εὐκοίλιον, οὐρητικόν· βλάπτει δὲ ἐπὶ τροφῇ λημφθέν, πινόμενον δὲ ἐν ἀρχῇ πλήσμιον, μετὰ ταῦτα δὲ κινεῖ ὄρεξιν.
5.9 9 μελίκρατον δὲ τὴν αὐτὴν τῷ οἰνομέλιτι δύναμιν κέκτηται. χρώμεθα δὲ τῷ μὴ ἀφηψημένῳ ἐφʼ ὧν κοιλίαν μαλάξαι βουλόμεθα ἢ ἔμετον κινῆσαι, ὡς ἐπὶ τῶν θανάσιμον πεπωκότων, διδόντες αὐτὸ μετʼ ἐλαίου, τῷ δὲ ἀφηψημένῳ ἐπὶ τῶν μικροσφύκτων καὶ ἀσθενῶν καὶ βησσόντων καὶ περιπνευμονικῶν καὶ διαφορουμένων. τὸ δὲ σκευαστὸν καὶ ἀπόθετον, ὃ ἰδίως ἔνιοι ὑδρόμελι καλοῦσι, μέσον μὲν τῇ ἡλικίᾳ ὑπάρχον, ἀναλογεῖ τῷ δευτερίᾳ καὶ ἀδυνάμῳ οἴνῳ, ὅσον ἐπὶ τῷ τὰς δυνάμεις ἀνακτᾶσθαι, ὅθεν ἐπὶ τῶν φλεγμαινόντων τι μέρος ἐστὶν εὔθετον μᾶλλον τοῦ δευτερία.
5.10 10 ὕδωρ τὴν μὲν καθόλου ἐπίκρισιν δυσχερῆ ἔχει διά τε τὰς τῶν τόπων ἰδιότητας καὶ ἰδιοσυγκρισίας καὶ τούς ἀέρας καὶ ἄλλα οὐκ ὀλίγα, ὡς δὲ ἐπὶ τὸ πολὺ ἄριστόν ἐστι τὸ καθαρὸν καὶ γλυκύ, ἀμέτοχον δὲ ἡσδηποτοῦν ποιότητος, κἂν τοῖς ὑποχονδρίοις μηδὲ ἐλάχιστον χρόνον ἐπιμένον, ἔτι δὲ ἀλύπως εὐοδοῦν καὶ μὴ πνευματοῦν μηδὲ διαφθειρόμενον.
5.11 11 θαλάττιον ὕδωρ δριμύ, θερμαντικόν, κακοστόμαχον, κοιλίας ταρακτικόν, ἄγον φλέγμα. θερμὸν δὲ καταντλούμενον ἐπισπᾶται καὶ διαφορεῖ, ἁρμόζον τοῖς περὶ νεῦρα πάθεσι καὶ χιμέτλοις πρὸ τοῦ ἑλκωθῆναι, ὠμηλύσεσί τε ἐπιτηδείως μείγνυται, καὶ ἐμπλάστροις καὶ μαλάγμασι διαφορητικοῖς εὔθετον, καὶ πρὸς κενώματα ἐνιέμενον χλιερόν, καὶ πρὸς στρόφους θερμόν, ψώρας τε καὶ κνησμῶν καὶ λειχήνων καὶ κονίδων καὶ
5.12 12 θαλασσόμελι δοκεῖ καθαίρειν ἀνδρικῶς. σκευάζεται δὲ μέλιτος καὶ ὕδατος ὀμβρίου καὶ θαλάσσης ἴσων διυλισθέντων καὶ ἡλιασθέντων ἐν ἀγγείῳ πεπισσωμένῳ ἐν τοῖς ὑπὸ κύνα καύμασιν. οἱ δὲ δύο μέρη θαλάσσης ἀφηψημένης καὶ ἓν μέλιτος μείξαντες καταγγίζουσι· μετριώτερον δὲ γίνεται καὶ ἐπιεικέστερον τὸ τοιοῦτον τῆς θαλάσσης.
5.13 13 ὄξος ψύχει καὶ στύφει, εὐστόμαχόν τέ ἐστι καὶ εὐόρεκλιτος τον, στατικόν τε αἱμορραγίας πάσης πινόμενόν τε καὶ ἐγκαθιζόμενον, ζόμενον, καὶ ἐπὶ ῥευμάτων κοιλίας συνεψόμενον ταῖς τροφαῖς ἁρμόζει, ἔναιμόν τέ ἐστι καὶ ἀφλέγμαντον σὺν ἐρίοις οἰσυπηροῖς ἢ σπόγγοις ἐπιτιθέμενον. στέλλει καὶ ὑστέραν καὶ ἕδραν προπεπτωκυῖαν καὶ οὖλα ἀφεστῶτα καὶ αἱμορροοῦντα· ποιεῖ καὶ πρὸς νομάς, ἐρυσιπέλατα, ἕρπητας, λέπρας, λειχῆνας, πτερύγια σύν τινι τῶν ἐπιτηδείων μειγνύμενον, φαγεδαινικά τε ἕλκη
5.14 14 ὀ ξύμελι σκευάζεται οὕτω· λαβὼν ὄξους κοτύλας πέντε καὶ ἁλὸς θαλασσίου μνᾶν μίαν, μέλιτος μνᾶς δέκα, ὕδατος κοτύλας δέκα, μείξας ἕψησον, ἄχρις οὗ ἂν δεκάκις ἀναβράσῃ, καὶ ψύξας κατάγγισον.
5.15 15 ὀξάλμη ὠφελεῖ καταντλουμένη νομάς, σηπεδόνας, κυνόδηκτα καὶ τὰ ἀπὸ τῶν ἰοβόλων δήγματα. στέλλει δὲ καὶ τὰς ἐπὶ τῶν λιθοτομηθέντων αἱμορραγίας, εὐθέως μετὰ τὴν χειρουργίαν θερμὴ ἐγκλυζομένη, καὶ ἐγκαθιζομένη καὶ ἕδραν προπεπτωκυῖαν, ἐγκλύζεταί τε ἐπὶ τῶν μετὰ νομῆς δυσεντερικῶν· δεῖ δὲ ἐπεγχυματίζειν γάλακτι. καταρροφουμένη δὲ καὶ ἀναγαργαριζομένη βδέλλας κενοῖ· σμήχει δὲ καὶ πίτυρα καὶ ἀχῶρας.
5.16 16 θυμοξάλμῃ ἐχρῶντο οἱ ἀρχαῖοι ἐπὶ τῶν ἀσθενῆ τὸν στόμαχον ἐχόντων, κατὰ τρεῖς ἢ τέσσαρας κυάθους πρὸς ὕδωρ θερμὸν κεραννύντες καὶ διδόντες, καὶ ἐπὶ ἀρθριτικῶν καὶ πνευματουμένων· ἄγει δὲ παχέα καὶ μέλανα. σκευάζεται δὲ οὕτω· θύμου λείου ῤξύβαφον, ἁλῶν ἴσον, ἀλφίτου, πηγάνου , γλήχωνος, ἑκάστου ἀλίγον, βαλὼν εἰς ἄγγος ἐπίχει ὕδατος κοτύλας ὄξους ἡμικοτύλιον, περιθείς τε ὀθόνιον ἐξαιθρίαζε.
5.17 17 τὸ δὲ σκιλλητικὸν ν ὄξος σκευάζεται τὸν τρόπον τοῦτον καθάρας λευκὴν σκίλλαν καὶ κατατεμών καὶ διείρας λίνῳ, ὥστε μὴ θιγγάνειν τούς τόμους ἀλλήλων, ξηράνας ἐν σκιᾷ ἐπὶ ἡμέρας τεσσαράκοντα, λαβὼν μνᾶν μίαν ἐξ αὐτῆς κάθες εἰς ξέστας ἄξους καλοῦ ιβ΄ καὶ ἔα ἐν ἡλίῳ ἡμέρας ἐξήκοντα βρέχεσθαι, πωμάσας ἐπιμελῶς τὸ ἀγγεῖον· μετὰ δὲ ταῦτα ἀνελόμενος τὴν σκίλλαν καὶ ἐκπιέσας, αὐτὴν μὲν ῥῖψον, τὸ δὲ ὄξος ὑλίσας κατάγγιζε καὶ ἀποτίθεσο.
5.18 18 ὁ δὲ ἀπὸ τῆς σκίλλης ρἶνος γίνεται οὕτω· κατατεμών, ὡς εἴρηκα, τὴν σκίλλαν ξήρανον ἐν ἡλίῳ, ἔπειτα κόψον αὐτῆς μνᾶν μίαν καὶ διασήσας λεπτῷ κοσκίνῳ ἔνδησον ὀθονίῳ ἀραιῷ καὶ κάθες εἰς γλεύκους καλοῦ καὶ προσφάτου ξέστας εἴκοσι, τρίμηνόν τε ἔα βραχῆναι· μετὰ δὲ ταῦτα μετεράσας τὸν οἶνον εἰς ἕτερον ἀγγεῖον ἀπόθου περισφηκώσας ἐπιμελῶς.
5.19 19 οἱ δὲ διὰ θαλάττης οἶνοι ποικίλως σκευάζονται· οἱ μὲν γὰρ εὐθέως μετὰ τὸ τρυγηθῆναι τὴν σταφυλὴν μειγνύουσι θάλασσαν, οἱ δὲ προθειλοπεδεύουσι καὶ οὕτω πατοῦσι μειγνύντες θάλασσαν, οἱ δὲ σταφιδώσαντες τὴν σταφυλὴν βρέχουσιν ἐν πίθοις μετὰ θαλάσσης καὶ οὕτω πατοῦντες ἐκθλίβουσι· γίνεται δὲ ὁ τοιοῦτος γλυκύς.
5.20 20 ὁ μὲν οὖν κυδωνί ίτης, ὃν ἔνιοι μηλίτην καλοῦσι, σκευάζεται οὕτως· μήλων κυδωνίων ἐξελὼν τὸ σπέρμα καὶ τεμὼν ὡς γογγυλίδα, εἰς μετρητὴν γλεύκους χάλασον μνᾶς ιβ΄ πρὸς ἡμέρας λ΄ εἶτα διυλίσας ἀπόθου. σκευάζεται δὲ καὶ ἄλλως· δεῖ ἐκθλίψαντας μετὰ τὸ κόψαι τὰ κυδώνια τοῦ χυλοῦ μεῖξαι τοῖς ιβ΄ ξέσταις ξέστην ἕνα μέλιτος καὶ ἀποτίθεσθαι. ἐστι δὲ στυπτικός, εὐστόμαχος, δυσεντερίαις ἁρμόζων, ἡπατικοῖς, νεφριτικοῖς, δυσουροῦσιν.
5.21 21 καὶ μηλόμελι δέ, ὃ καὶ κυδωνόμελι ὀνομάζεται, σκευάζεται μήλων κυδωνίων ἐξαιρεθέντων τὰ σπέρματα καὶ ἐμβληθέντων εἰς μέλι ὡς ὅτι πλεῖστον, ὥστε ἐνεσφηνῶσθαι. γίνεται δᾶ προσηνὲς μετʼ ἐνιαυτόν, οἰνομέλιτι ἐοικός, ἁρμόζον πρὸς ἃ καὶ ἡ πρὸ αὐτοῦ σκευασία.
5.22 22 ὑδρόμηλον δὲ σκευάζεται μειγνυμένου τοῦ ἐκ τῶν κυδωνίων μήλων μέλιτος μετρητοῦ ἑνὸς πρὸς δύο μετρητὰς ἀφηψημένου ὕδατος καὶ ἡλιαζομένου ἐν τοῖς ὑπὸ κύνα. δύναμις δὲ καὶ τούτου ἡ αὐτή.
5.23 23 ὀ μφακόμελι δὲ σκευάζεται τὸν τρόπον τοῦτον· λαβὼν ὄμφακας μήπω περκαζούσας ἡλίαζε ἐπὶ ἡμέρας τρεῖς, καὶ μετὰ ταῦτα ἐκθλίψας βάλε πρὸς τρία μέρη τοῦ χυλοῦ μέλιτος καλλίστου ἀπηφρισμένου μέρος ἕν, καὶ ἡλίαζε καταγγίσας εἰς κεράμους.
5.24 24 ἀπίτης σκευάζεται ὁμοίως ὥσπερ καὶ ὁ κυδωνίτης, μὴ λίαν δὲ ἔστωσαν οἱ ἄπιοι πέπειροι. καὶ ὁ τῶν κερατίων δὲ καὶ ὁ τῶν μεσπίλων καὶ οὔων ὁμοίως σκευάζεται. πάντες δέ εἰσι στυπτικοί, στρυφνοί, εὐστόμαχοι, ῥεύματα ἔνδον ἐπέχοντες.
5.25 25 ρἰνάνθινος δὲ σκευάζεται οὕτως· λαβὼν τῆς ἀγρίας ἀμπέλου τὸ ἄνθος βρυούσης ξηρὸν μνᾶς δύο κάθες εἰς μετρητὴν γλεύκους πρὸς ἡμέρας λ΄, εἶτα διυλίσας ἀπόθου. ποιεῖ δὲ πρὸς ἀτονίαν στομάχου, ἀνορεξίαν, κοιλιακούς, δυσεντερικούς.
5.26 26 ῥοίτης δὲ οἶνος σκευάζεται οὕτως· ῥόας ἀπυρήνους λαβών ὡρίμους καὶ ἀποθλίψας τὸν χυλὸν τῶν κόκκων ἀπόθου, ἢ ἑψήσας εἰς τὸ τρίτον οὕτως ἀποτίθεσο.
5.27 27 ῥοδίτης δὲ οὕτω σκευάζεται· ῥόδων ξηρῶν ἐπετείων κεκομμένων μνᾶν μίαν ἐνδήσας εἰς ὀθόνιον κάθες εἰς γλεύκους ξέστας εἴκοσι καὶ περισφήκου μετὰ δὲ τρεῖς μῆνας διυλίσας μετάγγιζε καὶ ἀποτίθεσο.
5.28 28 μυρτίτην δὲ δεῖ σκευάζοντα μύρτα μέλανα παρακμάζοντα λαβόντα κόπτειν καὶ ἐκθλίβειν τὸν χυλὸν διʼ ῤργάνου καὶ καταγγίζειν· οἱ δὲ καὶ ἀφέψουσιν εἰς τὸ τρίτον. ἔνιοι δὲ καὶ προθειλοπεδεύουσιν ἐν ἡλίῳ καὶ ξηράναντες μίσγουσι τῇ χοίνικι κοπείσῃ τρεῖς κοτύλας ὕδατος καὶ οἴνου αὐστηροῦ παλαιοῦ τὸ αὐτό, οὕτω τε ἐκθλίβουσι καὶ ἀποτίθενται.
5.29 29 μυρσινίης δὲ σκευάζεται οὕτω· δεῖ λαβόντας τῶν μελαίνων μυρσινῶν τούς ἀκρεμόνας καὶ τὰ φύλλα σὺν τοῖς μύρτοις κόπτειν καὶ βάλλειν εἰς τούς τρεῖς τοῦ γλεύκους χοεῖς, τῆς μυρσίνης κεκομμένης μνᾶς δέκα καὶ ἕψειν, ἄχρι οὗ ἂν δύο χοεῖς ἀπολειφθῶσι, καὶ διυλίσαντας ἀποτίθεσθαι.
5.30 30 καὶ ὁ σχίνινος δὲ ἐοικότως τῷ μυρσινίτῃ σκευάζεται, καὶ ὁ τερμίνθινος ὁμοίως· ἔγκαρποι γὰρ καὶ τούτων οἱ ἀκρεμόνες λαμβάνονται.
5.31 31 φοινικίτης· λαβὼν φοίνικας τούς χυδαίους πεπείρους βάλε εἰς πιθάκνην τετρημένην πρὸς τῷ πυθμένι καὶ ἐνεσφηκωμένην καλάμῳ πεπισσωμένῳ· τὸ δὲ τρῆμα λίνῳ βεβύσθω· ἐπίχει δὲ ταῖς δέκα χοίνιξιν ὕδατος χοεῖς γ΄, εἰ δὲ μὴ λίαν αὐτὸ γλυκὺ θέλοις εἶναι, πέντε χοεῖς ἐπίχει· ἔα δὲ ἐπὶ ἡμέρας δέκα.
5.32 32 καὶ ὁ τροχίτης δέ, ὅν ἔνιοι συκίτην καλοῦσιν, ἐν Κύπρῳ σκευάζεται ὁμοίως τῷ φοινικίτῃ, διαφέρει δὲ ὅτι ἐπὶ τούτου ἔνιοι ἀντὶ τοῦ ὕδατος στεμφύλων ἀπόβρεγμα νεοθλίπτων τὸ ἴσον μέτρον βάλλουσιν· ἰσχάδες δὲ λαμβάνονται αἱ χελιδόνιοι καλούμεναι ἢ Φοινίκιαι -μέλαιναι δέ εἰσι — καὶ ἀποβρέχονται, ὡς προείρηται· μετὰ δὲ ἡμέρας δέκα ἐκλαμβάνεται τὸ ὑγρόν, καὶ ἐκ δευτέρου τε καὶ τρίτου ἐπιχεῖται τοῦ ἐκ τῶν στεμφύλων ἀποβρέγματος τὸ αὐτὸ μέτρον.
5.33 33 σκευάζεται καὶ ὁ ἐκ τῶν συκομόρμων ὡσαύτως. ὄξος δὲ γίνεται δριμὺ διὰ τὸ μὴ ἐξισχύειν τὴν δύναμιν αὐτῶν φυλάσσειν τὴν γλυκύτητα τοῦ ῥυέντος.
5.34 34 ὁ δὲ ῥητινίτης κατὰ τὰ ἔθνη σκευάζεται ποικίλως · πλεονάζει δὲ ὁ ἐν Γαλατίᾳ διὰ τὸ ἀποξύνεσθαι τὸν οἶνον ἀπεπάντου μενούσης τῆς σταφυλῆς διὰ τὰ ψύχη, εἰ μὴ παραπλακείη πευκίνῃ ῥητίνῃ . κόπτεται δὲ σὺν τῷ φλοιῷ ἡ ῥητίνη, καὶ τῷ κεραμίῳ μείγνυται ἡμικοτύλιον· καὶ οἱ μὲν ἀπηθοῦσι μετὰ τὸ ἀποζέσαι, χωρίζοντες τὴν ῥητίνην, οἱ δὲ ἐῶσι· παλαιωθέντες δὲ γίνονται ἡδεῖς.
5.35 35 στροβιλίτης δὲ σκευάζεται ἐναποβρεχομένων τῷ γλεύκει στροβίλων προσφάτων τετρυγημένων καὶ τεθλασμένων· ποιεῖ δὲ τὰ αὐτὰ τῷ ῥητινίτῃ. ἐὰν δὲ γλυκεῖ ἐναποβρέξας τις τοὺς στροβίλους ἑψήσῃ, ἁρμόζει καὶ φθινώδεσιν ἱκανῶς πινόμενος.
5.36 36 ὁ δὲ κέδρινος ἢ ἀρκεύθινος ἢ κυπαρίσσινος ἢ δάφνινος ἢ πιτύινος ἢ ἐλάτινος σκευάζεται ὁμοίως· χρὴ γὰρ τὰ ξύλα νεότμητα σχίζοντας, ὅτε τὸν καρπὸν ἐκδίδωσι, τιθέναι πρὸς ἥλιον ἢ ἐν βαλανείῳ ἢ πρὸς πυρί, ὥστε συνιδρῶσαι, καὶ μίσγειν τῷ χοεῖ τοῦ οἴνου μνᾶν μίαν, καταστήσαντάς τε ἐᾶν δύο μῆνας, εἶτα μεταγγίζειν καὶ ἡλιάσαντας ἀποτίθεσθαι. πληροῦν δὲ δεῖ τὰ ἀγγεῖα ἐπὶ τῶν σκευαστῶν οἴνων· ἀποξύνει γάρ τὰ ἀπόκενα.
5.37 37 κεδρίτης δὲ γίνεται οὕτω· κεδρίαν πλύναντες ὕδατι γλυκεῖ διακλύζουσιν ἕκαστον κεράμιον κυάθῳ ἐνί, καὶ οὕτως πληροῦσι γλεύκους.
5.38 38 ο ἶνος πισσίτης σκευάζεται διὰ πίσσης ὑγρᾶς καὶ γλεύκους· δεῖ δὲ τὴν πίσσαν πλύνειν πρῶτον μὲν θαλάσσῃ ἢ ἅλμῃ ἐφʼ ἱκανόν, μέχρι ἄν λευκανθῆ, καὶ ἡ θάλασσα καθαρὰ ἀπορρέῃ, ἔπειτα ὕδατι γλυκεῖ, καὶ τοῖς ὀκτὼ χοεῦσι μίσγειν οὐγγίας β΄ πίσσης καὶ ἐᾶν, μετὰ δὲ τὸ ἀναζέσαι καὶ καταστῆναι μεταγγίζειν.
5.39 39 ἀψινθίτης δὲ ποικίλως σκευάζεται· οἱ μὲν γὰρ τοῖς μη΄ ξέσταις τῷ Ἰταλικῷ κεραμίῳ γλεύκους μείξαντες ἀψινθίου Ποντικοῦ λίτραν μίαν ἕψουσι, μέχρι τὸ τρίτον ἀπολειφθῇ· ἔπειτα προσεπιχέαντες γλεύκους ξέστας ἐνενήκοντα καὶ ἀψινθίου ἡμίλιτρον καὶ ἐπιμελῶς μείξαντες καταγγίζουσι, κατασταθέντα δὲ διυλίσαντες ἀποτιθέασιν. οἱ δὲ μνᾶν ἀψινθίου τῷ μετρητῇ τοῦ γλεύκους ἐμβρέχουσιν ἐπὶ μῆνας τρεῖς· οἱ δὲ μνᾶν ἀψινθίου εἰς τὸ κεράμιον καθιᾶσι, κόψαντες καὶ ἐνδήσαντες εἰς ὀθόνιον ἀραιὸν ἐπὶ μῆνας δύο.
5.40 40 ὑσσωπίτης δὲ ὁ ἐκ τοῦ Κιλικίου ὑσσώπου κάλλιστός ἐστι, σκευάζεται δὲ ὁμοίως τῷ ἀψινθίτῃ· δεῖ δὲ τῷ κεραμίῳ τοῦ γλεύκους λίτραν μίαν τοῦ ὑσσώπου κεκομμένων τῶν φύλλων προσδιδόναι, ἐνειλοῦντας εἰς ὀθόνιον ἀραιόν· συγκαθίενται δὲ λιθάρια, ἵνα τῷ πυθμένι προσκαθίσῃ ὁ ἔνδεσμος. μετάγγιζε δὲ μεθʼ ἡμέρας μ΄ διυλίζων.
5.41 41 καὶ ὁ χαμαιδρυίτης ὁμοίως τῷ ὑσσωπίτῃ σκευάζεται, θερμαντικὸς ὢν καὶ διαλυτικός, ἁρμόζων σπασμοῖς, ἰκτέροις, ὑστερῶν πνευματώσεσι, βραδυπεψίαις, ὕδρωπι ἀρχομένῳ. ἀμείνων δὲ παλαιούμενος γίνεται.
5.42 42 σκευάζεται καὶ ὁ στοιχαδίτης ὁμοίως. δεῖ δὲ τοῖς q΄ χοεῦσι μνᾶν μίαν στοιχάδος προσδιδόναι. διαλύει δὲ πάχη καὶ πνευματώσεις καὶ πόνους πλευρᾶς καὶ νεύρων καὶ καταψύξεις· δίδοται καὶ ἐπιλημπτικοῖς ὠφελίμως μετὰ πυρέθρου καὶ σαγαπηνοῦ.
5.43 43 γίνεται καὶ ὄξος διὰ στοιχάδος πρὸς τὰ προειρημένα, ἐναποβρεχομένης ὄξει τῆς πόας, ὡς προείρηται. ποιεῖ δὲ πρὸς τὰ αὐτά.
5.44 44 γίνεται δὲ καὶ ἐκ κέστρου τοῦ ψυχροτρόφου οἶνος. δεῖ δὲ λαμβάνειν τὴν πόαν σπέρματος πλήρη πεπείρου σὺν τοῖς κλάδοις καὶ μνᾶν μίαν βάλλειν εἰς οἴνου χοεῖς β΄, ἐᾶν τε ἑπτὰ μῆνας καὶ οὕτω μεταγγίζειν.
5.45 45 τραγοριγανίτης· τραγοριγάνου δ΄ εἰς γλεύκους ξέστας δ΄ ἐν ὀθονίῳ χάλα πρὸς μῆνας τρεῖς καὶ μετάγγιζε· ἁρμόζει στρόφοις, σπάσμασι, ῥήγμασι, πόνοις πλευροῦ, πνευμάτων διαδρομαῖς, δυσπεψίαις.
5.46 46 οἶνος διὰ βουνίου· βουνίου δραχμάς β΄ κόψας κάθες εἰς κοτύλας δ΄ γλεύκους, καὶ τὰ ἄλλα ὁμοίως ποίει ἁρμόζει δὲ στομαχικοῖς, κεκοπωμένοις δι᾿ ὁπλομαχίαν ἢ ἱππασίαν πολλήν.
5.47 47 δικταμνίτης· δικτάμνου δ΄ εἰς κοτύλας γλεύκους η΄ ἀπόβρεχε ὁμοίως. ποεῖ δὲ ἀσωμένοις στόμαχον, ἄγει καὶ ἔμμηνα καὶ λόχια.
5.48 48 ὁ διὰ πρασίου· πρασίου τοῦ ἀκμαίου φύλλων κόψας χοίνικας β΄ κάθες εἰς μετρητὴν γλεύκους, καὶ τὰ ἄλλα ὁμοίως ποίει· ἁρμόζει τοῖς περὶ θώρακα καὶ πρὸς ὅσα καὶ τὸ πράσιον.
5.49 49 θυμίτης· θύμου κεκομμένου καὶ σεσησμένου ρ΄ ἐνδήσας εἰς ὀθόνιον κάθες εἰς γλεύκους κεράμιον.
5.50 50 θυμβρίτης ὁμοίως σκευάζεται καὶ πρὸς τὰ αὐτὰ ποιεῖ, πρὸς ἃ καὶ ὁ θυμίτης.
5.51 51 οἶνος ὀριγανίτης διʼ ὀριγάνου Ἡρακλεωτικῆς σκευάζεται ὁμοίως τῷ θυμίτῃ, ποιῶν πρὸς τὰ αὐτά.
5.52 52 οἶνος καλαμινθίτης, γληχωνίτης, ἀβροτονίτης ὁμοίως σκευάζονται τῷ διὰ θύμου, ποιοῦσι δὲ στομαχικοῖς καὶ ἀνορεκτοῦσι καὶ πρὸς ἔκτερον· οὐρητικοὶ γάρ εἰσιν.
5.53 53 οἶνος κονυζίτης ὁμοίως σκευάζεται· ἔστι δὲ πάντων μᾶλλον θηριακός.
5.54 54 οἶνος ἀρωματίτης οὕτως σκευάζεται· φοίνικος, ἀσπαλάθου, καλάμου, νάρδου Κελτικῆς, ἑκάστου χοίνικα λειώσας φύρασον γλυκεῖ, καὶ ποιήσας εὐμεγέθεις μάζας βάλε εἰς γλεύκους αὐστηροῦ ξέστας εἴκοσι καὶ ἔασον ἡμέρας μ΄, σφηκώσας τὸ ἀγγεῖον, εἶτα διυλίσας ἀποτίθεσο. ἢ καλάμου ὁλκὰς 𝔮΄, φοῦ δραχμὰς ἑπτά, κόστου δραχμάς β´, νάρδου Συριακῆς δραχμάς 𝔮´, κασσίας δραχμὰς η´, κρόκου δραχμὰς δ´, ἀμώμου δραχμάς ε´, ἀσάρου δραχμὰς δ´, λειώσας καὶ ἐν ὀθονίῳ δήσας χάλασον εἰς πετρητὴν γλεύκους, καὶ μετὰ τὸ ἀποζέσαι τὸν οἶνον μετάγγιζε.
5.55 55 σκευάζεται δὲ οἶνος πρὸς κατάρρους, βῆχας, ὠμότητας, ἐμπνευματώσεις, πλάδον στομάχου· σμύρνης ⋖ β´, πεπέρεως λευκοῦ ⋖ α´, ἴρεως ⋖ 𝔮´, ἀνήθου ⋖ γ΄, ὁλόκοπα ἐνδήσας εἰς ὀθόνιον κάθες εἰς ξέστας ἓξ οἴνου. μετὰ δὲ τὴν τρίτην διυλίσας ἀποτίθεσο εἰς λάγυνον καὶ πότιζε μετά περίπατον, διδοὺς ἄκρατον, κύαθον ἕνα.
5.56 56 ὁ δὲ νεκταρίτης σκευάζεται σκευάζεται ἐκ τοῦ Ἑλενίου, ὃ ἔνιοι Μηδικήν, οἱ δὲ σύμφυτον, οἱ δὲ Ἰδαῖον φλόμον, οἱ δὲ Ὀρέστιον, οἱ δὲ νεκτάριον καλοῦσιν· Ἑλενίου ῥίζης ξηρᾶς ⋖ ν΄ ἐνδήσας εἰς ὀθόνιον κάθες εἰς χοεῖς ἓξ γλεύκους, καὶ μετὰ τρεῖς μῆνας ἀπόχει. ποιεῖ δὲ πρὸς στόμαχον, θώρακα· ἄγει δὲ καὶ οὖρα.
5.57 57 ὁ δὲ διὰ Συριακῆς νάρδου καὶ Κελτικῆς καὶ μαλαβάθρου σκευάζεται οὕτως· ἑκάστου τούτων ἡμιμναῖον λαβὼν εἰς δίχουν γλεύκους κάθες, καὶ μετά μῆνας δύο διύλιζε· δίδου δὲ κύαθον ἕνα πρὸς τρεῖς ὕδατος νεφριτικοῖς, ἰκτερικοῖς, ἡπατικοῖς, δυσουροῦσιν, ἀχροοῦσι, στομαχικοῖς. οἱ δὲ ἀκόρου Γο β´, Κελτικῆς νάρδου Γο γ´ ἐν κεραμίῳ γλεύκους σκευάζουσιν.
5.58 58 ἀσαρίτης· ἀσάρου ⋖γ´ κάθες εἰς γλεύκους κοτύλας δώδεκα ὁμοίως. ἐστι δὲ οὐρητικός, ὑδρωπικοῖς ἁρμόζων, ἰκτερικοῖς, ἡπατικοῖς, ἰσχιαδικοῖς.
5.59 59 ὁ διὰ τῆς ἀγρίας νάρδου· ἀγρίας νάρδου τῆς ῥίζης προσφάτου λείας σεσησμένης κάθες ⋖ η´ εἰς χοῦν γλεύκους ὁμοίως πρὸς μῆνας δύο· χρήσιμος ἡπατικοῖς, δυσουροῦσι, στομαχικοῖς, πνευματουμένοις.
5.60 60 δαυκίτης· δαύκου τῆς ῥίζης ὁλοκόπου δραχμὰς ξ´ εἰς γλεύκους κεράμιον κάθες ὁμοίως καὶ μετάγγιζε. ποιεῖ δὲ πρὸς πόνους θώρακος, ὑποχονδρίων, ὑστέρας· ἄγει ἔμμνα, ἐρυγὰς κινεῖ καὶ οὖρα· ἁρμόζει βηχί. σπάσμασι, ῥήγμασιν.
5.61 61 ἐλελισφακίτης ὁμοίως· ἐλελισφάκου ⋖ ο´ εἰς γλεύκους ἀμφορέα, ὅ ἐστι κεράμιον, κάθες. ποιεῖ δὲ πρὸς νεφρῶν πόνους καὶ κύστεως καὶ πλευρῶν, αἵματος ἀναγωγάς, βηχί, ῥήγμασι, σπάσμασι, θλάσμασιν, ἐμμήνοις ἐστεγνωμένοις.
5.62 62 πανακίτης· πάνακος ⋖ ι´ εἰς χοέα γλεύκους καθεὶς ὁμοίως μετάγγιζε. ποιεῖ σπάσμασι, ῥήγμασι, θλάσμασιν, ὀρθοπνοίαις, λεπτυντικὸς πάχους σπληνός. ποιεῖ δὲ καὶ πρὸς στρόφους, ἰσχιάδας, βραδυπεψίας, καταμήνια ἄγει καὶ ἔμβρυα, ὑδρωπικοῖς τε καὶ θηριοδήκτοις ἁρμόζει.
5.63 63 ἀκορίτης δὲ καὶ ὁ ἀπὸ γλυκυρρίζης σκευάζεται ὁμοίως· δεῖ γὰρ ἑκάστου ⋖ π´ εἰς χοεῖς 𝔮´ πρὸς μῆνας γ´ ἀποβρέχοντα μεταγγίζειν. ποιοῦσι δὲ πρὸς πλευράν καὶ θώρακα, κινοῦντες καὶ οὔρησιν.
5.64 64 σελινίτης· σελίνου σπέρματος ὡρίμου νέου σεσησμένου ⋖ ο΄ ἐνδήσας εἰς ὀθόνιον βάλε εἰς κεράμιον γλεύκους ὁμοίως. ποιεῖ δὲ ὄρεξιν, καὶ στομαχικοῖς δὲ ἁρμόζει καὶ δυσουροῦσιν· ἐστι δὲ καὶ εὔπνους.
5.65 65 καὶ μαραθίτης δὲ καὶ ἀνήθινος καὶ πετροσελινίτης ὁμοίως σκευάζονται, πρὸς τὰ αὐτὰ ποιοῦντες.
5.66 66 σκεύαζεται καὶ δι᾿ ἁλὸς ἄνθους οἶνος , καθαρτικώτερος τοῦ διὰ θαλάττης. κακοῖ δὲ φάρυγγα, νεφρούς, κύστιν, στόμαχον, ὅθεν οὔτε πρὸς ὑγίειαν οὔτε πάθεσι χρήσιμος ὁ τοιοῦτος.
5.67 67 γίνεται δὲ καὶ φθόριος ἐμβρύων οἶνος· φυτευομέναις γὰρ ταῖς ἀμπέλοις συμφυτεύεται ἐλλέβορος ἢ σίκυος ἄγριος ἢ σκαμμωνία, ὧν ἀναλαμβάνει ἡ σταφυλὴ τὴν δύναμιν· καὶ ὁ ἐξ αὐτῆς οἶνος γίνεται φθόριος. δίδοται δὲ προεμημεκυίαις νήστεσι κυάθου πλῆθος κεκραμένος.
5.68 68 θυμελαίτης· τῶν κλωνίσκων σὺν τοῖς φύλλοις καὶ τῷ καρπῷ ⋖ λ´ βάλε εἰς γλεύκους χοεῖς τρεῖς καὶ σκεύαζε ἕψων κούφως, ἄχρι ἂν δύο ἀπολειφθῶσι χοεῖς, καὶ διυλίσας ἀποτίθεσο. καθαίρει ὑδατώδη καὶ σπλῆνας τήκει.
5.69 69 χαμελαίτης· ἐπειδὰν ἀνθῇ ὁ θάμνος, μετὰ τῶν φύλλων κόψας καὶ σήσας βάλε ⋖ ιβ´ εἰς γλεύκους χοῦν, καὶ μετὰ μῆνας δύο μετάγγιζε. ποιεῖ δὲ ὑδεριῶσιν, ἡπατικοῖς, κεκοπωμένοις καὶ ταῖς ἐκ τοκετοῦ δυσκαθάρτοις.
5.70 70 χαμαιπιτύινος ὁμοίως σκευάζεται καὶ πρὸς τὰ αὐτὰ ἁρμόζει, διουρητικὸς ὤν.
5.71 71 μανδραγορίτης· τοῦ φλοιοῦ τῆς ῥίζης κατατεμὼν ἔνειρον εἰς λίνον ἡμιμναῖον καὶ κάθες εἰς μετρητὴν γλεύκους πρὸς μῆνας τρεῖς, εἶτα μετάγγιζε. ἡ μέση πόσις ἡμικοτύλιον· πίνεται δὲ γλυκέος προσδιδομένου τὸ διπλάσιον. φφασὶ δὲ κοιμίζειν καὶ καροῦν ὅλον τρίκλινον κοτύλην αὐτοῦ καταμειχθεῖσαν χοεῖ· μετὰ ξέστου δὲ οἴνου κύαθος εἷς ποθεὶς ἀναιρεῖ. ἔστι δὲ ἡ σύμμετρος χρῆσις ἀνώδυνος, ῥευμάτων παχυντική· καὶ ὀσφραινόμενος δὲ καὶ ἐγκλυζόμενος τὸ αὐτὸ ποιεῖ.
5.72 72 ἐλλεβορίτης· εἰς χοέα γλεύκους τεθαλασσωμένου μέλανος ἐλλεβόρου δραχμὰς δέκα δύο βάλε λείου ἐν ὀθονίῳ ἀραιῷ· μετάχει δέ, ὅταν ἀναζέσῃ. ἢ εἰς ἀθαλάσσου χοῦν ⋖ ιε´ ἢ ⋖ ιδ´ ὁλοσχερῶς συνθλάσας βάλε, καὶ μεθ᾿ ἡμέρας τινὰς διυλίσας χρῶ· πότιζε δὲ κύαθον ἕνα πρὸς κοιλίας λύσιν μεθ᾿ ὕδατος ἐκ βαλανείου, ἐμημεκόσιν ἀπὸ δείπνου.
5.73 73 σκαμμωνίτης· σκαμμωνίας τῆς ῥίζης ⋖ ιε´ ὀρωρυγμένης ἐν πυραμητῷ ἐμβάλλονται εἰς γλεύκους χοέα λεῖαι ἐν ὀθονίῳ ἐπὶ ἠμέρας τριάκοντα. καθαίρει δὲ κοιλίαν, ἄγων χολὴν καὶ φλέγμα.
5.74 74 καδμεία ἀρίστη μέν ἐστιν ἡ Κυπρία, ἐπικαλουμένη δὲ βοτρυῖτις, πυκνή, βαρεῖα μέσως καὶ μᾶλλον ἐπὶ τὸ κουφότερον ῥέπουσα, ἔχουσα τὴν ἐπιφάνειαν βοτρυώδη, χρώματι σποδοειδής, θλασθεῖσα δὲ ἔνδοθεν ἔντεφρος καὶ ἰώδης. ἐχομένη δ᾿ ἐστὶν ἡ ἔξωθεν μὲν κυανίζουσα, ἔνδοθεν δὲ λευκοτέρα, διαφύσεις ἔχουσα ἐμφερῶς ὀνυχίτῃ λίθῳ· τοιαῦται δέ εἰσιν αἱ ἐκ τῶν παλαιῶν μετάλλων ὀρυσσόμεναι. ἐστι δέ τις καὶ πλακωτὴ λεγομένη, ὡσπερεὶ ζώνας ἔχουσα τὰς διαφύσεις, ὅθεν καὶ ζωνῖτιν αὐτὴν ἐκάλεσαν. καλεῖταί τις καὶ ὀστρακῖτις, ἰσχνὴ καὶ ὡς ἐπὶ τὸ πολὺ μέλαινα, γεώδει δὲ ἢ ὀστρακώδει κεχρημένη ἐπιφανείᾳ· φαύλη δὲ ἡ λευκή.
5.75 75 πομφόλυξ σποδίου εἰδικῶς διαφέρει· γενικὴν γάρ οὐκ ἔχει παραλλαγήν. τὸ μὲν γὰρ ὑπομελανίζει καὶ βαρύτερόν ἐστι, κατὰ τὸ πλεῖστον δὲ ἔμπλεον καρφῶν καὶ τριχῶν καὶ γῆς, ὡσὰν ἀπόψημά τι καὶ σύρμα τῶν ἐν τοῖς χαλκουργείοις ἐδάφων καὶ καμίνων, ἡ δὲ πομφόλυξ λιπαρὰ ὑπάρχει καὶ λευκή, ἔτι δὲ κουφοτάτη, ὡς δύνασθαι ἐπιποτᾶσθαι τῷ ἀέρι. καὶ ταύτης δὲ δύο ἐστὶν εἴδη· τὸ μὲν ἀερίζον καὶ ὑποπίμελον, τὸ δὲ λίαν λευκὸν καὶ ἄκραν ἔχον κουφότητα.
5.76 76 ὁ δὲ κεκαυμένος χαλκός ἐστι καλὸς ὁ ἐρυθρὸς καὶ ἐν τῇ τρίψει κινναβαρίζων, ὁ δὲ μέλας πλεῖον ἢ δεῖ κέκαυται. σκευάζεται δʼ ἐκ τῶν ναυτίλων ἥλων συντιθεμένων ἐν ὠμῇ κύθρᾳ, ὑποπασσομένου θείου μετὰ ἁλῶν ἴσων καὶ ἐπιπασσομένου ἐναλλάξ· πωμασθεῖσα δὲ ἡ κύθρα καὶ περιπλασθεῖσα πηλῷ κεραμεικῷ δίδοται εἰς κάμινον, ἄχρι ἂν οὗ τελείως ὀπτηθῇ.
5.77 77 χαλκοῦ δὲ ἄνθος, ὅ τινες τῶν παλαιῶν ἥλων ψῆγμα ἐκάλεσαν, ἄριστόν ἐστι τὸ εὔθρυπτον καὶ κατάπυρρον ἐν τῷ λεαίνεσθαι, κεγχροειδές τε τῷ ῥυθμῷ καὶ βαρὺ καὶ μέσως στίλβον, ἔτι δὲ ῥινημάτων χαλκοῦ ἀμέτοχον, οἷς δολοῦται· ἀπελέγχεται δὲ πλατυνομένων αὐτῶν ταῖς τῶν ὀδόντων ἐπερείσεσι.
5.78 78 λεπὶς δὲ ἡ μὲν ἐκ τῶν Κυπρίων μετάλλων παχεῖα, καλουμένη δὲ ἡλῖτις, καλή· φαύλη δὲ ἡ ἐκ τοῦ λευκοῦ χαλκοῦ, λεπτὴ καὶ ἀσθενὴς ὑπάρχουσα, ἣν ἀποδοκιμάζομεν, ἐγκρίνοντες τὴν παχεῖαν καὶ ἔγκιρρον καὶ ὄξους ἐπιρραινομένου ἰουμένην. δύναμιν δὲ ἔχει στυπτικήν, σταλτικήν, λεπτυντικήν, σηπτικήν, νομῶν ἐφεκτικήν, ἀπουλωτικήν· πινομένη δὲ μετὰ μελικράτου ὕδωρ ἄγει.
5.79 79 ἰὸν δὲ τὸν ξυστὸν οὕτως σκευαστέον· εἰς πιθάκνην ἢ ἄλλο ὅμοιον ἀγγεῖον ἐγχέας δριμύτατον ὄξος ἐπικατάστρεψον χαλκοῦν ἀγγεῖον· καλὸν μέν, εἰ καμαροειδὲς εἴη , εἰ δὲ μή γε, ἰσόπεδον· ἔστω δὲ ἐσμηγμένον καὶ διαπνοὴν μηδεμίαν ἔχον· διὰ δὲ ἡμερῶν δέκα ἀναιρούμενος τὸ πῶμα ἀπόξυε τὸν ἐπιτρέχοντα ἰόν. ἢ λεπίδα ἀπὸ τοῦ αὐτοῦ ποιήσας χαλκοῦ ἐγκρέμασον εἰς τὸ αὐτὸ ἀγγεῖον, ἵνα μὴ ψαύσῃ τοῦ ὄξους, καὶ διὰ τῶν ἴσων ἡμερῶν ἀπόξυε.
5.80 80 ἰὸς δὲ σιδήρου στύφει, ῥοῦν τε γυναικεῖον προστεθεὶς ἴσχει, πινόμενός τε ἀσυλλημψίαν ποιεῖ, ἐπιχριόμενος δὲ σὺν ὄξει ἐρυσιπέλατα καὶ ἐξανθήματα ἐνεργῶς ἰᾶται, πρός τε παρωνυχίας καὶ πτερύγια καὶ τραχέα βλέφαρα εὔχρηστος καὶ κονδυλώματα, καὶ οὖλα κρατύνει, ποδαγρικούς τε ὠφελεῖ περιχριόμενος καὶ ἀλωπεκίας δασύνει.
5.81 81 σκευάζεται καὶ ὁ πεπλυμένος μόλυβδος τὸν τρόπον τοῦτον· βαλὼν εἰς μολυβῆν θυίαν ὕδωρ τρῖβε δοίδυκι μολυβῷ, ἕως ἂν μελανθῇ τὸ ὕδωρ καὶ γένηται ὑλῶδες, εἶτα διήθει αὐτὸ διʼ ὀθονίου προσεπιχέων τὸ ὕδωρ, ἵνα πᾶν τὸ διαχυθὲν ὑλισθῇ, καὶ ποίει τὸ αὐτὸ πάλιν, μέχρι οὗ ἄν σοι δόξῃ αὐτάρκως ἔχειν· εἶτα ἐάσας ὑποστῆναι τὸν πεπλυμένον μόλυβδον , ἀποχέας τε τὸ ὕδωρ καὶ ἄλλο ἐπιχέας πλῦνε ὡς τὴν καδμείαν, ἄχρι ἂν μηκέτι ἐφίστηται μελανία, εἶτα ἀναπλάσας τροχίσκους ἀποτίθεσο.
5.82 82 σκωρία δὲ μολύβδου ἐστὶν ἀρίστη ἡ ψιμυθιοφανής, πυκνὴ δὲ καὶ δύσθραυστος, μηδὲν ἔχουσα μολυβδῶδες, μηλινοειδὴς δὲ τῷ χρώματι καὶ ὑαλίζουσα.
5.83 83 καὶ ὁ μολυβδοειδὴς δὲ λίθος ἀνάλογον ἔχει τὴν δύναμιν τῇ σκωρίᾳ· πλύνεται δὲ ὁμοίως.
5.84 84 στίβι δὲ κράτιστόν ἐστι τὸ στίλβον καὶ λαμπυρίζον, ἐν τῇ θραύσει πλακῶδες, μηδὲν ἔχον γεῶδες ἢ ῥυπαρόν, εὐχερῶς τε θλώμενον. τοῦτο ἔνιοι πλατυόφθαλμον, οἱ δὲ λάρβασον ἐκάλεσαν.
5.85 85 μολύβδαινα δέ ἐστιν ἀρίστη ἡ λιθαργυροφανής, ξανθή, ὑποστίλβουσα καὶ κιρρὰ ἐν τῷ λειοτριβεῖσθαι, ἑψηθεῖσά τε ἐν ἐλαίῳ ἡπατοειδὴς τῷ χρώματι· ἡ δὲ ἀερίζουσα ἢ μολυβδόχρους φαύλη. γεννᾶται δὲ ἐξ ἀργύρου καὶ χρυσοῦ. ἐστι δέ τις καὶ ὀρυκτὴ κατὰ Σεβαστὴν καὶ Κώρυκον εὑρισκομένη, ἧς καὶ αὐτῆς ἐστι βελτίων ἡ μὴ σκωριοειδὴς μηδὲ λιθώδης, ξανθὴ δὲ καὶ στίλβουσα.
5.86 86 ἡ δὲ τοῦ ἀργύρου σκμωρία καλεῖται ἕλκυσμα.
5.87 87 λιθάργυρος· ἡ μέν τις ἐκ τῆς μολυβδίτιδος καλουμένης ἄμμου γεννᾶται, χωνευομένης ἄχρι τῆς τελείας ἐκπυρώσεως, ἡ δὲ ἐξ ἀργύρου ἡ δὲ ἐκ μολύβδου. διαφέρει δὲ ἡ Ἀττική, δευτερεύει δὲ ἡ Σπάνη, μεθʼ ἃς ἡ ἐν Δικαιαρχίᾳ καὶ Σικελίᾳ· πλείστη γὰρ ἐν τοῖς τόποις τούτοις γεννᾶται μολυβῶν ἐλασμάτων ἐκφλογουμένων.
5.88 88 ψιμύθιον δὲ γίνεται οὕτως· εἰς πιθάκνην πλατύστομον ἢ κεραμεᾶν γάστραν ἐγχέας δριμύτατον ὄξος ἀπέρεισαι μολυβδίνην πλίνθον ἐπὶ τὸ στόμα τοῦ κεραμίου, προυποκειμένου καλαμίνου ῥίπου, ἄνωθέν τε αὐτῆς ἐπίρριψον σκεπάσματα πρὸς τὸ μὴ διαπνεῖσθαι τὸ ὀξος· ὡς δʼ ἂν καταρρυεῖσα διαπέσῃ, τὸ μὲν ἐπαιωρούμενον καὶ καθαρὸν ὑγρὸν ἀπηθητέον, τὸ δὲ γλοιῶδες εἰς ἀγγεῖον ἐγχυτέον καὶ ξηραντέον ἐν ἡλίῳ.
5.89 89 χρυσοκόλλα δὲ διαφέρει ἡ Ἀρμενιακή, τῇ χρόᾳ κατακόρως πρασίζουσα· δευτερεύει δὲ ἡ Μακεδονιακή, εἶτα ἡ Κυπρία, καὶ ταύτης τὴν καθαράν προκριτέον, τὴν δὲ γῆς καὶ λίθων ἔμπλεων ἀποδοκιμαστέον.
5.90 90 Ἀρμένιον· προκριτέον τὸ λεῖον καὶ τὴν χροιάν κυάνεον ὁμαλόν τε ἄγαν καὶ ἄλιθον, εὐθρυβές, ἰσοπαχὲς τῇ χρυσοκόλλῃ, τὰ αὐτὰ ποιοῦν τῇ χρυσοκόλλῃ , περὶ τὴν εὐτονίαν μόνον λειπόμενον αὐτῆς.
5.91 91 κύανος γεννᾶται μὲν ἐν Κύπρῳ ἐκ τῶν χαλκουργικῶν μετάλλων, ὁ δὲ πλείων ἐκ τῆς αἰγιαλίτιδος ἄμμου, εὑρισκομένης κατά τινας σπηλαιώδεις ὑποσκαφὰς τῆς θαλάσσης, ἥτις καὶ διαφέρει. παραλημπτέον δὲ τὴν σφόδρα κατακορῆ, καυστέον δὲ ὡς χαλκῖτιν καὶ πλυτέον ὡς καδμείαν.
5.92 92 τοῦ δὲ λεγομένου Ἰνδικοῦ τὸ μὲν αὐτομάτως γίνεται, οἱονεὶ ἔκβρασμα ὂν τῶν Ἰνδικῶν καλάμων· τὸ δὲ βαφικόν ἐστιν ἐπανθισμὸς πορφύρας, ἐπαιωρούμενος τοῖς χαλκείοις, ὃν ἀποσύραντες ξηραίνουσιν οἱ τεχνῖται. ἄριστον δὲ ἡγητέον τὸ κυανοειδές τε καὶ ἔγχυλον, λεῖον.
5.93 93 ὦχραν δὲ λημπτέον τὴν κουφοτάτην καὶ μηλίνην διʼ ὅλου, κατακορῆ δὲ καὶ ἄλιθον καὶ εὔθρυπτον, Ἀττικὴν δὲ τῷ γένει. καυστέον δὲ καὶ πλυτέον καὶ ταύτην ὡς τὴν καδμείαν.
5.94 94 κιννάβαρι οἴονταί τινες τὸ αὐτὸ ὑπάρχειν τῷ καλουμένῳ μινίῳ πλανώμενοι· τὸ μὲν γὰρ μίνιον σκευάζεται ἐν Σπανίᾳ ἐκ λίθου τινὸς μεμειγμένου τῇ ἀργυρίτιδι ψάμμῳ, ὅστις ἄλλως μὲν οὐ γινώσκεται, ἐν δὲ τῇ χώνῃ μεταβάλλει εἰς εὐανθέστατον καὶ φλογωδέστατον χρῶμα. ἔχει δὲ τὴν ἀποφορὰν ἐν τοῖς μετάλλοις πνιγώδη· περιτίθενται γοῦν οἱ ἐπιχώριοι τοῖς προσώποις φύσας πρὸς τὸ βλέπειν μὲν μὴ σπᾶν δὲ τὸν ἀέρα.
5.95 95 καὶ ὑδράργυρος δὲ σκευάζεται ἀπὸ τοῦ μινίου λεγομένου, καταχρηστικῶς δὲ καὶ τούτου κινναβάρεως λεγομένου· θέντες γὰρ ἐπὶ λοπάδος κεραμεᾶς κόγχον σιδηροῦν ἔχοντα κιννάβαρι, περικαθάπτουσιν ἄμβικα περιαλείψαντες πηλῷ, εἶθ᾿ ὑποκαίουσιν ἄνθραξιν· ἡ γὰρ προσίζουσα τῷ ἄμβικι αἰθάλη ἀποψηχθεῖσα ὑδράργυρος γίνεται.
5.96 96 μίλτος Σινωπικὴ κρατίστη ἡ πυκνὴ καὶ βαρεῖα, ἡπατίζουσα, ἄλιθος, ὁμόχρους, πολύχυλος ἐν τῇ ἀνέσει. συλλέγεται δὲ ἐν τῇ Καππαδοκίᾳ ἐν σπηλαίοις τισί, διυλιζομένη τε φέρεται εἰς Σινώπην καὶ πιπράσκεται, ὅθεν καὶ τὴν προσωνυμίαν ἔσχηκεν.
5.97 97 ἡ δὲ Λημνία λεγομένη γῆ ἐστιν ἔκ τινος ὑπονόμου ἀντρώδους ἀναφερομένη καὶ μειγνυμένη αἵματι αἰγείῳ, ἣν οἱ ἐκεῖ ἄνθρωποι ἀναπλάσσοντες καὶ σφραγιζόμενοι εἰκόνι αἰγὸς σφραγῖδα καλοῦσιν.
5.98 98 χαλκανθὲν τῷ μὲν γένει ἓν καὶ τὸ αὐτὸ ὑπάρχει· ὑγρὸν γάρ ἐστι πεπηγός. εἰδικὰς δὲ ἔχει διαφοράς τρεῖς· τὸ μὲν γὰρ κατὰ σταλαγμὸν διηθουμένων ὑγρῶν εἴς τινας ὑπονόμους συνίσταται, ὅθεν καὶ σταλακτὸν τὸν καλεῖται ὑπὸ τῶν τὰ Κυπριακὰ μέταλλα ἐργαζομένων. τὸ δ᾿ ἀφθόνως ὑετιζόμενον ἐν σπηλαίοις, ἔπειτα μεταχεόμενον εἰς βόθρους τὴν πῆξιν λαμβάνει, ὃ δὴ καὶ πηκτὸν ἰδίως ὀνομάζεται.
5.99 99 χαλκῖτιν προκριτέον τὴν χαλκοειδῆ καὶ εὔθρυπτον, ἄλιθόν τε καὶ οὐ παλαιάν, ἔτι δὲ τὰς ἶνας ἐπιμήκεις τε καὶ ἀποστιλβούσας ἔχουσαν.
5.100 100 μίσυ παραλημπτέον τὸ Κύπριον, χρυσοφανές, σκληρὸν καὶ ἐν τῷ θλασθῆναι χρυσίζον καὶ ἀποστίλβον ἀστεροειδῶς. δύναμιν δὲ ἔχει καὶ καῦσιν τὴν αὐτὴν τῇ χαλκίτιδι, δίχα τῆς τοῦ ψωρικοῦ κατασκευῆς, ἐν τῷ μᾶλλόν τε καὶ ἧττον διαφέρον. τὸ δὲ Αἰγύπτιον πρὸς μὲν τὰ ἄλλα διαφέρει ἐμπρακτότερον ὄν, πρὸς δὲ τὰς ὀφθαλμικὰς δυνάμεις πολλῷ λείπεται τοῦ προειρημένου.
5.101 101 μελαντηρία ἡ μέν τις τῶν ὀρυγμάτων τοῖς στομίοις, ἀφ᾿ ὧν ἂν μεταλλευθῇ χαλκός, ἐπιπήσσεται ἁλμυρίδος τρόπον, ἡ δὲ ἐκ τῆς ἄνωθεν ἐπιφανείας τῶν προειρημένων τόπων, ἥτις καὶ γεώδης ἐστίν· εὑρίσκεται δέ τις καὶ ὀρυκτὴ ἐν Κιλικίᾳ καὶ ἐν ἄλλοις πολλοῖς τόποις. διαφέρει δὲ αὐτῶν ἡ θειόχρους, λεία, ὁμαλή, καθαρά, ἐν τῷ θιγεῖν ὕδατος μελαινομένη ταχέως. δύναμιν δὲ ἔχει καὶ καῦσιν τὴν αὐτὴν τῷ μίσυι.
5.102 102 τὸ δὲ σῶρι ἔνιοι ὑπέλαβον εἶναι μελαντηρίαν πλανώμενοι· ἴδιον γάρ ἐστι γένος, οὐκ ἀφόμοιον, βρωμωδέστερον δὲ τὸ σῶρι καὶ ναυτίας ποιητικόν. εὑρίσκεται δὲ ἐν Αίγύπτῳ καὶ ἐν ἄλλοις τόποις, ὡς ἐν Λιβύῃ καὶ Σπανίᾳ καὶ Κύπρῳ. προκριτέον δὲ τὸ Αίγύπτιον καὶ ἐν τῷ θραυσθῆναι μελάντερον φαινόμενον, κατατρήσεις τε πολλάς ἔχον καὶ ὑπολίπαρον, ἔτι δὲ στῦφον καὶ πρὸς τὴν κατάποσιν ἢ ὄσφρησιν βρωμῶδες καὶ ἀνατρεπτικὸν στομάχου.
5.103 103 τοῦ δὲ διφρυγοῦς τρία οἰητέον εἴδη· τὸ μὲν γὰρ μεταλλικόν ἐστιν, ὃ δὴ ἐν Κύπρῳ μόνῃ γίνεται. πηλῶδες γὰρ ὂν ἀναφέρεται ἐκ βυθοῦ σπηλαίου τινὸς τῶν ἐκεῖ, εἶτα ἀνενεχθὲν ξηραίνεται ἐν ἡλίῳ καὶ μετὰ ταῦτα φρυγάνοις κύκλῳ περιτιθεμένοις καίεται· ὅθεν καὶ διφρυγὲς ἐκλήθη διὰ τὸ ὑπὸ τοῦ ἡλίου καὶ τῶν φρυγὰνων ξηραίνεσθαί τε καὶ φρύγεσθαι.
5.104 104 ἀρσενικὸν κατὰ τὰ αὐτὰ γεννᾶται μέταλλα τῇ σανδαράκῃ. ἄριστον δὲ ἡγητέον τὸ πλακῶδες καὶ χρυσίζον τῇ χρόᾳ, τάς τε πλάκας λεπιζομένας ἔχον καὶ ὡς ἂν ἐπικειμένας ἀλλήλαις, ἔτι δὲ ἀμιγεῖς ἑτέρας φύσεως. τοιοῦτο δ᾿ ἐστὶ τὸ γεννώμενον ἐν Μυσίᾳ τῇ ἐν Ἑλλησπόντῳ. ἐστι δʼ αὐτοῦ εἴδη δύο· τὸ μὲν οἷον προείρηται, τὸ δὲ βωλῶδες, ὠχροειδὲς τῇ χρόᾳ, σανδαρακίζον, ἐκ Πόντου καὶ Καππαδοκίας φερόμενον· δευτερεύει δὲ τὸ τοιοῦτον.
5.105 105 σανδαράκην δὲ προκριτέον τὴν κατακορῆ, πυρράν, εὔθλαστον , εὐλέαντόν τε καὶ καθαράν, κινναβαρίζουσαν τὴν χρόαν, ἔτι δὲ θειώδη ἀποφοράν ἔχουσαν.
5.106 106 στυπτηρίας δὲ σχεδὸν πᾶν εἶδος ἐπὶ τῶν αὐτῶν ἐν τῇ Αἰγύπτῳ μετάλλων εὐρίσκεται· γεννᾶται δὲ καὶ ἐν ἄλλοις τόποις, ὡς ἐν Μήλῳ, ἐν Μακεδονίᾳ, ἐν Λιπάραις, Σαρδόνι. Ἱεραπόλει τῆς Φρυγίας, Λιβύῃ, Ἀρμενίᾳ, καὶ ἐν ἄλλοις δὲ τόποις πλείοσιν ὥσπερ ἡ μίλτος.
5.107 107 θεῖον δὲ ἄριστον ἡγητέον τὸ ἄπυρον καὶ λαμπυρίζον τῇ χρόᾳ, διαφανές τε καὶ ἄλιθον, τοῦ δὲ πεπυρωμένου τὸ χλωρόν τε καὶ εὐλιπές. γεννᾶται δὲ πλεῖστον ἐν Μήλῳ καὶ Λιπάραις.
5.108 108 κίσηριν δὲ προκριτέον τὴν κούφην ἄγαν καὶ πολύκενον, σχιστήν τε καὶ ἄλιθον, ἔτι δὲ ψαθυράν τε καὶ λευκήν.
5.109 109 τῶν δὲ ἁλῶν ἐνεργέστατον μέν ἐστι τὸ ὀρυκτόν. τούτου δὲ κοινῶς μὲν τὸ λευκὸν ἄλιθον καὶ διαφανές, πυκνόν τε καὶ ὁμαλὸν τῇ συγκρίσει· ἰδίως δὲ τὸ ἀμμωνιακὸν τῷ γένει, σχιστόν τε καὶ εὐθείας τὰς διαφύσεις ἔχον. τοῦ δὲ θαλασσίου τὸ πυκνὸν παραλημπτέον καὶ λευκὸν καὶ ὁμαλόν. κάλλιστον δὲ ἐν Κύπρῳ καὶ Σαλαμῖνι τῆς Κύπρου γίνεται καὶ ἐν Μεγάροις, εἶτα ἐν Σικελίᾳ καὶ Λιβύῃ, καὶ ἐν τοῖς προειρημένοις τὰ λιμναῖα προκριτέον· εὐτονώτατον δέ ἐστιν αὐτοῦ τὸ Φρύγιον, καλούμενον δὲ Τατταῖον.
5.4 4 πρὸς δὲ σκορπίων πληγὰς σὺν λινοσπέρμῳ, πρὸς δὲ ἔχεων δήγματα σὺν ὀριγάνῳ καὶ μέλιτι καὶ ὑσσώπῳ, πρὸς δὲ κεράστου μετὰ πίσσης ἢ κεδρίας ἢ μέλιτος, πρὸς δὲ σκολοπένδρης σὺν ὄξει καὶ μέλιτι καὶ πρὸς σφηκῶν πληγὰς καὶ τενθρηδόνων· πρὸς δὲ ψυδράκια τὰ ἐν κεφαλῇ καὶ θύμους τε καὶ φύματα στέατι μοσχείῳ ἀναλημφθέντες.
5.110 110 ἁλὸς ἄχνη ἐπίψημά ἐστιν ἁλὸς ἀφρῶδες, εὑρισκόμενον ἐπὶ τῶν πετριδίων, δύναμιν ἔχον τὴν αὐτὴν τοῖς ἁλσίν.
5.111 111 ἅλμη τὴν αὐτὴν ἔχει τοῖς ἁλσὶν ἐνέργειαν στυπτικήν, σμηκτικήν, λεπτυντικήν, δυσεντερικοῖς τέ ἐστι τοῖς καὶ νομὴν ἔχουσιν ἔγκλυσμα καὶ ἰσχιάδων χρονίων, πρός τε τὰς καταντλήσεις ἁρμόζει, ἐφ᾿ ὧν θάλαττά ἐστι χρησίμη.
5.112 112 ἄνθος δὲ ἁλὸς καταρρεῖ μὲν τῷ Νείλῳ ποταμῷ. ἐφίσταται δὲ λίμναις τισί. παραλημπτέον δὲ τὸ κροκίζον τῇ χρόᾳ, ὑποδυσῶδες ὥσπερ γάρος, ἐνίοτε δὲ καὶ δυσωδέστερον μᾶλλον, καὶ τῇ γεύσει δηκτικώτατον καὶ ὑπολίπαρον· τὸ δὲ ἔμμιλτον ἢ θρόμβους ἔχον φαῦλον ἡγητέον· ἔτι τὸ ἀκέραιον ἐλαίῳ συνανίεται μόνῳ, τὸ δὲ δεδολωμένον ἐκ μέρους καὶ ὕδατι.
5.113 113 νίτρον δὲ προκριτέον τὸ κοῦφον καὶ ῥοδωπὸν ἢ λευκὸν τὴν χρόαν, κατατετρημένον, οἱονεὶ σπογγῶδες· τοιοῦτον δέ ἐστι τὸ ἐκ τῶν Βρυγῶν.
5.114 114 τρύγα δὲ παραλημπτέον μάλιστα μὲν τὴν ἀπὸ οἴνου παλαιοῦ Ἰταλικοῦ, εἰ δὲ μή γε, καὶ ἀπὸ ἄλλου ὁμοίου· ἡ δὲ ἀπὸ ὄξους ἐπιτέταται τῇ δυνάμει.
5.115 115 ἄσβεστος δὲ γίνεται μὲν οὕτως· τῶν θαλαττίων κηρύκων τὰ ὄστρακα λαβὼν πυρὶ ἔγκρυψον ἢ εἰς κλίβανον διάπυρον καθεὶς ἄφες ἐννυκτερεῦσαι. τῇ δὲ ἐχομένῃ, ἐὰν μὲν λευκότατα γένηται, ἀνελοῦ· εἰ δὲ μή, πάλιν καῖε, ἄχρις ἂν ἱκανῶς λευκανθῆ. εἶτα ἀποβάψας αὐτὰ εἰς ψυχρὸν ὕδωρ ἔμβαλε εἰς χύτραν καινὴν καὶ σκεπάσας αὐτὰ ῥάκεσιν ἐπιμελῶς ἔασον ἐνταῦθα νύκτα μίαν. πρωὶ δὲ ἀνελόμενος ἀπειληφυῖαν τὸ παντελὲς τῆς κατεργασίας ἀποτίθεσο.
5.116 116 γύψος δύναμιν ἔχει στυπτικήν, ἐμπλαστικήν, αἱμορραγίας τε καὶ ἱδρώτων ἐφεκτικήν. ποθεῖσα δὲ κτείνει τῷ κατὰ πνιγμὸν τρόπῳ.
5.117 117 τέφρα κληματίνη δύναμιν ἔχει καυστικήν. σὺν ὀξυγγίῳ δὲ ἢ ἐλαίῳ καταπλασθεῖσα θλάσματά τε πλευρῶν καὶ ἄρθρων λυγίσματα καὶ συστροφὰς νεύρων ὠφελεῖ, σὺν νίτρῳ δὲ καὶ ὄξει σαρκώσεις ὀσχέου στέλλει. καταπλασθεῖσα δὲ σὺν ὄξει ἑρπετόδηκτα καὶ κυνόδηκτα ἰᾶται, ἐσχαρμωτικαῖς τε μείγνυται· καὶ πίνεται δὲ ἐξ αὐτῆς ἡ κονία πρὸς πτώματα καὶ μύκητας σὺν ἁλσὶ καὶ ὄξει.
5.118 118 τοῦ δὲ ἀλκυονίου πέντε γνωστέον εἴδη ὑπάρχειν· τὸ μὲν γὰρ πυκνόν τέ ἐστι καὶ τῷ ῥυθμῷ σπογγῶδες καὶ βαρύ, ἔτι δὲ βρωμῶδες καὶ ἰχθύος ὄζον, δ᾿ δὴ πλεῖστον ἐπὶ τῶν ἠιόνων εὑρίσκεται. τὸ δὲ ἐξῆς κατὰ μὲν τὸ σχῆμα πτερυγίῳ ὀφθαλμικῷ ἢ σπόγγῳ ἔοικε, κοῦφον δέ ἐστι καὶ πολύκενον καὶ φυκώδη ἀποφορὰν ἔχον.
5.119 119 ὁ δὲ προσαγορευόμενος ἀδάρκης γίνεται μὲν ἐν Γαλατίᾳ, ἔστι δὲ ὥσπερ ἐπίπαγός τις ὑφαλμυρίζων, καθ᾿ ὑγρῶν καὶ τελματωδῶν τόπων ἐν ξηρασίᾳ ἐπιγινόμενος καὶ περιπηγνύμενος καλαμίοις καὶ χορταρίοις. ἔοικε δὲ τὴν χρόαν ἄνθει Ἀσκίου λίθου, τῷ δὲ ὅλῳ τύπῳ ἀλκυονίῳ τῷ μαλακῷ καὶ πολυκένῳ, καὶ ἔστιν οἱονεὶ λιμναῖον ἀλκυόνιον.
5.120 120 τῶν δὲ σπόγγων τοὺς μὲν ἄρρενας ἐκάλεσάν τινες λεπτοτρήτους καὶ πυκνοὺς ὄντας, ὧν τοὺς σκληροτάτους τράγους ὠνόμασαν, τοὺς δὲ θήλεις οἳ ἐναντίως τοῖς προειρημένοις διάκεινται. καῦσιν δὲ ἔχουσι τὴν αὐτὴν τῷ ἀλκυονίῳ. δύναται δὲ ὁ καινός τε καὶ ἀλιπὴς τραυματικός τε εἶναι καὶ οἰδήματα στέλλειν καὶ τὰ νεότρωτα κολλᾶν σὺν ὕδατι ἢ ὀξυκράτῳ, σὺν μέλιτι δὲ ἑφθῷ καὶ παλαιοὺς κόλπους παρακολλᾶν· ὁ δὲ παλαιὸς ἄχρηστος.
5.121 121 τὸ δὲ κουράλιον, ὅπερ ἔνιοι λιθόδενδρον ἐκάλεσαν, δοκεῖ μὲν εἶναι φυτὸν ἐνάλιον, στερροποιεῖσθαι δέ, ὅταν ἐκ τοῦ βυθοῦ ἑλκυσθῇ τῆς ἁλὸς ἁπτόμενον τοῦ περικεχυμένου ἡμῖν ἀέρος. εὑρίσκεται δὲ πλεῖστον ἐν τῷ κατὰ Συρακούσας ἀκρωτηρίῳ τῷ καλουμένῳ Παχύνῳ.
5.122 122 καὶ τὸ καλούμενον δὲ ἀντιπαθὲς κουράλιον οἰητέον ὑπάρχειν, εἰδικὴν ἔχον διαφοράν. ἔστι δὲ τῇ μὲν χρόᾳ μέλαν, δενδρίζον δὲ καὶ αὐτὸ καὶ ὀζῶδες μᾶλλον.
5.123 123 λίθος Φρύγιος, ᾧ ἐν Φρυγίᾳ οἱ βαφεῖς χρῶνται. ὅθεν καὶ ὠνόμασται, γεννᾶται ἐν Καππαδοκίᾳ. ἄριστος δέ ἐστιν ὁ ὠχρὸς καὶ μέσως βαρύς, οὐκ ἰσότονος τῇ συγκρίσει τοῦ χρώματος, ἔχων δὲ διαφύσεις λευκὰς ὡς ἡ καδμεία.
5.2 καίεται δὲ οὕτως· βρέξας αὐτὸν ὡς ὅτι καλλίστῳ οἴνῳ διαπύροις 2 ἔγκρυψον ἄνθραξι καὶ ῥίπιζε συνεχῶς· ὅταν δὲ μεταβάλῃ τὴν χρόαν κιρρότερος γενόμενος, ἐξελὼν αὐτὸν σβέσον τῷ αὐτῷ οἴνῳ, καὶ πάλιν εἰς τοὺς ἄνθρακας ἀποθέμενος τὰ αὐτὰ ποίει· καῖε δ᾿ αὐτὸν καὶ ἐκ τρίτου, προσέχων μὴ θρυβῇ καὶ ἀπασβολωθῇ.
5.3 δύναμιν δὲ ἔχει ὠμός τε καὶ κεκαυμένος στυπτικὴν ἐνεργῶς, 3 ἔτι δὲ ἀνακαθαρτικὴν καὶ ἐσχαρωτικήν, κατακαυμάτων τε ἰατικὴν σὺν κηρωτῇ καὶ σηπτικὴν ποσῶς. πλύνεται δὲ ὡς ἡ καδμεία.
5.124 124 Ἄσσιον δὲ λίθον παραλημπτέον τὸν κισηροειδῆ τὴν χρόαν, χαῦνόν τε καὶ κοῦφον, ἔτι δὲ εὐθρυβῆ καὶ διαφύσεις μηλίνας ἔχοντα διὰ βάθους. τὸ δὲ ἄν θος αὐτοῦ ἐστιν ἡ ἐφιζάνουσα ἁλμυρὶς τῇ ἐπιφανείᾳ τῶν λίθων, τῇ μὲν συστάσει λεπτή, τῇ δὲ χρόᾳ τὸ μέν τι λευκόν ἐστι, τὸ δέ τι ἔοικε κισήρει, ἐπὶ τὸ μήλινον τετραμμένον, προσαγόμενόν τε τῇ γλώττῃ δάκνει ποσῶς.
5.125 125 πυρίτης λίθος εἰδός ἐστι λίθου, ἀφ᾿ οὗ ὁ χαλκὸς μεταλλεύεται. λημπτέον μέντοι τὸν χαλκοειδῆ εὐχερῶς τε σπινθῆρας ἀφιέντα. καυστέον δὲ τῷ τρόπῳ τούτῳ· μέλιτι δεύσας αὐτὸν ἔνθες εἰς ἀνθρακιὰν μαλακὴν καὶ ῥίπιζε συνεχῶς, ἕως ἂν τὴν χρόαν κιρρὸς γένηται. ἔνιοι δὲ εἰς πολλοὺς καὶ πεπυρωμένους ἄνθρακας ἀποτίθενται ἱκανῶς βεβρεγμένον τῷ
5.126 126 αἱματίτης δὲ λίθος ἄριστός ἐστιν ὁ εὐθρυβὴς μὲν ὡς ἐν ἑαυτῷ, σκληρὸς δὲ καὶ κατακορὴς ὁμαλῶς, ἀνεπίμικτος ῥυπαρίας τινὸς ἢ διαζωμάτων.
5.127 127 σχιστὸς δὲ λίθος γεννᾶται μὲν ἐν τῇ καθ᾿ ἐσπέραν Ἰβηρίᾳ, ἄριστος δὲ εἶναι δοκεῖ ὁ παρακροκίζων τῇ χρόᾳ, εὐθρυβής τε καὶ εὔσχιστος ὡς ἐν ἑαυτῷ· ἔοικε δὲ τῆς συνθέσεως ἕνεκεν καὶ ἀλληλουχίας τῶν κτηδόνων αὐτοῦ ἀμμωνιακῷ ἁλί.
5.128 128 τοῦ δὲ γαγάτου προκριτέον τὸν ταχέως ἐξαπτόμενον καὶ ἀσφαλτίζοντα ἐν τῇ ὀσμῇ· μέλας δὲ κοινῶς ὑπάρχει καὶ αὐχμηρός, ἔτι δὲ πλακώδης καὶ κοῦφος ἄγαν.
5.129 129 ὁ δὲ λεγόμενος Θρᾳκίας γεννᾶται μὲν κατὰ Σιντίαν ἐν ποταμῷ τῷ λεγομένῳ Πόντῳ. δύναται δὲ τὰ αὐτὰ τῷ γαγάτῃ. ἱστορεῖται δὲ ἐκκαίεσθαι μὲν αὐτὸν ὕδατι, σβέννυσθαι δὲ ὑπ᾿ ἐλαίου, ὅπερ καὶ ἐπὶ τῆς ἀσφάλτου γίνεται
5.130 130 τοῦ δὲ μαγνήτου λίθου ἄριστός ἐστιν ὁ τὸν σίδηρον εὐχερῶς ἕλκων καὶ τὴν χρόαν κυανίζων, πυκνός τε καὶ οὐκ ἄγαν βαρύς.
5.131 131 ὁ δὲ Ἀραβικὸς λεγόμενος λίθος ἔοικεν ἐλέφαντι ἀσπίλῳ.
5.133 133 ὁ δὲ μελιτίτης κατὰ πάντα ἔοικε τῷ γαλακτίτῃ, διαφέρων ἐν τῷ γλυκύτατον ἀνιέναι τὸν χυλόν. ποιεῖ δὲ πρὸς ἃ καὶ ὁ γαλακτίτης.
5.134 134 λίθος μόροχθος, δν ἔνιοι γαλαξίαν ἢ λευκογραφίδα ἐκάλεσαν, ἐν Αἰγύπτῳ γεννᾶται, ᾧ καὶ οἱ ὀθονιοποιοὶ πρὸς λεύκανσιν τῶν ὀθονίων χρῶνται, μαλακῷ καὶ εὐανέτῳ ὄντι.
5.135 135 λίθος ἀλαβαστρίτης ὁ καλούμενος ὄνυξ ἀναλημφθεὶς κεκαυμένος ῥητίνη ἢ πίσσῃ διαφορεῖ σκληρίας, στομάχου δὲ ἀλγήματα μετὰ κηρωτῆς παρηγορεῖ· στέλλει δὲ καὶ οὖλα.
5.136 136 λίθος ὁ καλούμενος θυίτης γεννᾶται μὲν ἐν τῇ Αἰθιοπίᾳ, ἔστι δὲ ὑπόχλωρος, ἰασπίζων, ἐν δὲ τῷ ἀνίεσθαι γαλακτώδης φαινόμενος, ἀναδάκνων σφοδρῶς.
5.137 137 ὁ δὲ Ἰουδαικὸς λίθος γεννᾶται μὲν ἐν τῇ Ἰουδαίᾳ, τῷ σχήματι βαλανοειδής, λευκός, εὔρυθμος ἱκανῶς, ἔχων γραμμὰς παραλλήλους ὡς ἀπὸ τόρνου, ἀνιέμενος δέ ἐστιν ἄποιος ἐν τῇ γεύσει.
5.138 138 λίθος ἀμίαν τος γεννᾶται μὲν ἐν Κύπρῳ, στυπτηρίᾳ σχιστῇ ἐοικώς, δν ἐργαζόμενοι οἱ τῆδε ἄνθρωποι ὑφάσματα ποιοῦσιν ἐξ αὐτοῦ, ὄντος ἱμαντώδους, πρὸς θέαν. ἐμβληθεὶς δὲ εἰς πῦρ φλογοῦται μέν, λαμπρότερος δὲ ἐξέρχεται μὴ κατακαιόμενος.
5.139 139 λίθος σάπφειρος δοκεῖ ὠφελεῖν σκορπιοπλήκτους πινόμενος· πίνεται δὲ καὶ πρὸς τὰς ἐντὸς ἑλκώσεις, καὶ τὰς ἐν ὀφθαλμοῖς ὑπεροχὸς καὶ σταφυλώματα καὶ φλυκταίνας στέλλει, καὶ τὰς ῥήξεις τῶν ὑμένων συνάγει.
5.140 140 λίθος Μεμφίτης εὑρίσκεται ἐν Αἰγύπτῳ κατὰ Μέμφιν, ἔχων ψήφων μέγεθος, λιπαρὸς καὶ ποικίλος. οὗτος ἱστορεῖται καταχρισθεὶς λεῖος ἐπὶ τῶν μελλόντων τέμνεσθαι καίεσθαι τόπων ἀκίνδυνον ἀναισθησίαν ἐπιφέρειν.
5.141 141 λίθος σεληνίτης, ὅν τινες ἀφροσέληνον ἐκάλεσαν διὰ τὸ εὑρίσκεσθαι αὐτὸν νυκτὸς ἐν τῇ τῆς σελήνης παραυξήσει, γεννᾶται ἐν Ἀραβίᾳ, λευκός, διαυγής, κοῦφος.
5.142 142 λίθος ἴασπις· ὁ μέν τίς ἐστι σμαραγδίζων, ὁ δὲ κρυσταλλοειδής, ἐοικώς φλέγματι, ὁ δὲ ἀερίζων, ὁ δὲ καπνίας ὡσπερεὶ κεκαπνισμένος, ὁ δέ τις καὶ διαφύσεις ἔχων διαλεύκους καὶ ἀποστιλβούσας, ἄστριος καλούμενος, ὁ δέ τις τερεβινθίζων λέγεται, καλλαίνῳ χρώματι προσεοικώς.
5.143 143 λίθος ὀφίτης· ὁ μέν τίς ἐστι στιβαρός, μέλας, ὁ δὲ σποδοειδὴς τὴν χρόαν καὶ κατεστιγμένος, ὁ δέ τις γραμμὰς ἔχων λευκάς.
5.144 144 λίθοι οἱ ἐν τοῖς σπόγγοις εὑρισκόμενοι σὺν οἴνῳ ποθέντες τοὺς ἐν κύστει λίθους θρύπτουσιν.
5.145 145 ἡ δὲ λιθοκόλλα, μεῖγμα οὖσα μαρμάρου ἢ λίθου Παρίου καὶ ταυροκόλλης, δύναται διὰ μηλωτίδος πεπυρωμένης τρίχας ἀνακολλᾶν τὰς ἐν ὀφθαλμοῖς.
5.146 146 λίθος ὀστρακίτης ὅμοιός ἐστιν ὀστράκῳ, εὔσχιστος καὶ πλακώδης, ᾧ χρῶνται ἀντὶ κισήρεως πρὸς τριχῶν ἄρσιν αἱ γυναῖκες. ἴσχει δὲ καὶ καταμήνια πινόμενος σὺν οἴνῳ δραχμῆς μιᾶς πλῆθος, δυεῖν δὲ βάρος ἐὰν πίνῃ τις ἐπὶ ἡμέρας δ΄ μετὰ τὴν ἄφεδρον, ἀσυλλημψίαν ποιεῖ. σὺν μέλιτι δὲ ἐπιτιθέμενος μαστοὺς φλεγμαίνοντας παρηγορεῖ καὶ νομὰς ἵστησιν.
5.147 147 σμύρις λίθος ἐστίν, ᾗ τὰς ψήφους οἱ λιθογλύφοι σμήχουσι, χρησίμη εἰς σηπτὰς καὶ καυστικάς, καὶ πρὸς οὔλων πλαδώντων καὶ ὀδόντων σμῆξιν.
5.148 148 ἄμμος ἡ παρὰ τοῖς αἰγιαλοῖς πυρωθεῖσα ὑπὸ τοῦ ἡλίου ἐξικμάζει τὰ ὑδερώδη σώματα περιχωννύμενα δίχα κεφαλῆς· φώγνυται δὲ καὶ εἰς τὰς ξηρὰς πυρίας ἀντὶ κέγχρου ἢ ἁλῶν.
5.149 149 ἀκόνης Ναξίας τὸ ἀπότριμμα τοῦ πρὸς αὐτὴν ἀκονηθέντος σιδήρου ἐπιχρισθὲν ἀλωπεκίας τριχοῖ καὶ μαστοὺς παρθένων κωλύει αὔξεσθαι. ποθὲν δὲ μετ᾿ ὄξους σπλῆνα τήκει καὶ ἐπιλημπτικοὺς ὠφελεῖ.
5.150 150 λίθος γεώδης στύφει, ξηραίνει, ἀποκαθαίρει τὰ ἐπισκοτοῦντα ταῖς κόραις τῶν ὀφθαλμῶν. καταχρισθεὶς δὲ μεθ᾿ ὕδατος μαστῶν καὶ ὄρχεων παύει φλεγμονάς.
5.151 151 γῆ δὲ πᾶσα ἡ πίπτουσα εἰς ἰατρικὴν χρῆσιν τὴν μὲν ἀνωτάτω δύναμιν ἔχει ψύχουσαν καὶ παρεμπλάσσουσαν, κατ᾿ εἶδος δὲ διαφέρει ἄλλης εἰς ἄλλα μετά τινος σκευασίας χρησιμευούσης.
5.152 152 τῆς μὲν οὖν Ἑρετριάδος γῆς ἡ μέν τίς ἐστι λευκὴ ἐπιτεταμένως ἡ δὲ σποδοειδής· ἀρίστη δὲ ὑπάρχει ἡ τῇ χρόᾳ σποδίζουσα καὶ μαλακὴ ἄγαν, πρός τε χαλκώματα ἑλκυσθεῖσα γραμμὴν ἰώδη ἀποφερομένη.
5.153 153 τῆς δὲ Σαμίας γῆς τὴν ἄγαν λευκὴν προκριτέον καὶ ἐλαφρὰν καὶ ἐν τῷ θιγεῖν τῇ γλώσση κρατουμένην ἐχεκόλλως, ἔτι δὲ εὔχυτον καὶ μαλακὴν καὶ εὐθρυβῆ, οἵα ἐστίν, ἥν τινες κολλούριον καλοῦσιν. ἔστι δὲ αὐτῆς δύο εἴδη· τό τε προειρημένον καὶ ὁ καλούμενος ἀστήρ, πλακώδης ὢν καὶ πυκνὸς ὡς ἀκόνη.
5.154 154 εὑρίσκεται δέ τις ἐν τῇ Σαμίᾳ γῇ λίθος, ᾧ οἱ χρυσοχόοι χρῶνται πρὸς τὸ λεαίνειν καὶ στιλβοῦν· διαφέρει δὲ ὁ λευκὸς καὶ στιβαρός.
5.155 155 καὶ τῆς Χίας δὲ τὴν λευκὴν καὶ ὑπότεφρον παραλημπτέον καὶ τῇ Σαμίᾳ ἐμφερῆ. πλακώδης δέ ἐστι καὶ λεπτή, τοῖς τε σχήμασι τῆς ἀναπλάσεως διαφέρουσα.
5.156 156 τῆς δὲ Κιμωλίας ἡ μέν ἐστι λευκὴ ἡ δὲ ἐμπόρφυρος καὶ λιπαρίαν τινὰ ἔμφυτον κεκτημένη, πρός τε τὴν ἁρὴν κατάψυχρος, ἣν ἀρίστην ἡγητέον.
5.157 157 ἡ δὲ λεγομένη πνιγῖτις γῆ τῇ μὲν χρόᾳ ἔοικέ πως τῇ Ἐρετριάδι, ἔστι δὲ ἁδρόβωλος καὶ ψυκτικὴ πρὸς τὰς τῶν χειρῶν ἐπιβολάς, τῇ δὲ γλώσση μάλιστα κολλᾶται ὡς ἐκκρέμασθαι.
5.158 158 ὄστρακα δὲ τὰ ἐξ ἰπνῶν τὰ λίαν κάτοπτα ἐσχαραωτικά, ὅθεν ἐπιχριόμενα σὺν ὄξει κνησμοὺς καὶ ἐξανθήματα ἰᾶται καὶ ποδαγρικοὺς ὠφελεῖ, ἀναλημφθέντα δὲ κηρωτῇ χοιράδας διαφορεῖ.
5.159 159 ἡ δὲ Μηλία τὴν μὲν χρόαν καὶ αὐτή ἐστιν ἐμφερὴς Ἐρετριάδι γῇ τῇ σποδοειδεῖ, ἔντραχυς δὲ καὶ παρατριβομένη τοῖς δακτύλοις ὡσεὶ ψιθυρισμόν τινα ἀποτελεῖ ὅμοιον ψωχομένῃ κισήρει· τῇ δὲ δυνάμει στυπτηριώδης ἐστίν, ἀνειμένως δὲ μᾶλλον, δ δὴ καὶ διὰ τῆς γεύσεως ἐμφαίνει· ἀναξηραίνει δὲ καὶ τὴν γλῶσσαν πραέως.
5.160 160 τῆς δὲ ἀμπελίτιδος γῆς, ἥν τινες φαρμακῖτιν καλοῦσι, γεννωμένης δὲ ἐν Σελευκείᾳ τῇ κατὰ Συρίαν, τὴν μέλαιναν προκριτέον καὶ πευκίνοις ἄνθραξι μακροῖς ἐμφερῆ, ὑποσχιδακώδη τε καὶ στίλβουσαν ποσῶς, ἔτι δὲ οὐ βραδέως τηκομένην, ὅταν λεανθείσῃ ἐπιχυθῇ ποσὸν ἔλαιον. τὴν δὲ λεπτὴν καὶ τεφρώδη καὶ ἄτηκτον φαύλην ἡγητέον.
5.161 161 ἀσβόλη, ἧ οἱ ζωγράφοι χρῶνται, λαμβάνεται μὲν ἐκ τῶν ὑελουργείων· διαφέρει γὰρ αὕτη.
5.162 162 μέλαν, ᾧ γράφομεν, σκευάζεται ἐκ λιγνύος συναγομένης ἐκ δᾳδίων· μείγνυνται δὲ πρὸς οὐγγίαν α΄ τοῦ κόμμεως οὐγγίαι γ΄ λιγνύος. σκευάζεται δὲ καὶ ἀπὸ τῆς ῥητίνης λιγνύος καὶ ἐκ τῆς προειρημένης ζωγραφικῆς ἀσβόλης· δεῖ δὲ τῆς μὲν ἀσβόλης μνᾶν μίαν λαμβάνειν, κόμμεως δὲ λίτραν μίαν ἡμίσειαν, ταυροκόλλης οὐγγίαν μίαν ἡμίσειαν, χαλκάνθου οὐγγίαν μίαν ἡμίσειαν.