eul_wid: nys-aa

Περὶ τῶν ζῴων τῶν δηλητηριωδῶν
On Animals That Emit Venom, Including the Rabid Dog

Pseudo-Dioscorides On Animals That Emit Venom, Including the Rabid Dog PDF

t [ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΡΙΔΟΥ] ΠΕΡΙ ΙΟΒΟΛΩΝ, ΕΝ Ωι ΚΑΙ ΠΕΡΙ ΛΥΣΣΟΝΤΟΣ ΚΥΝΟΣ. ΤΟ ΠΡΟΟΙΜΙΟ Ν .
Pr (t) [70] Τὸν μὲν περὶ τῶν ἰοβόλων ζώων καὶ θανασίμων φαρμάκων λόγον προτιθέμεθα διελθεῖν εἰς συμπλήρωσιν τοῦ θεραπευτικοῦ τρόπου Καὶ γὰρ οὐδενὸς τῶν ἄλλων ἧσσον ἀναγκαῖόν ἐστι τοῖς ἰατρεύουσιν· ἐπειδήπερ καὶ κινδύνων καὶ περιωδυνιῶν καὶ ἀλγηδόνων καὶ πλείστων ἄλλων κακῶν ἀπαλλάσσεσθαι τοὺς ἀνθρώπους συμβαίνει διὰ τῶν ἐν αὐτῷ παραδιδομένων. Κατὰ δὲ τῶν ἀνωτάτω μερίζεται διχῆ, καθάπερ ἐν ἀρχῇ προαναπεφώνηται· καὶ ὁ μὲν περὶ τῶν ἰοβόλων προςαγορεύεται θηριακός· ὁ δὲ περὶ τῶν θανασίμων ἀλεξιφάρμακος, ὃν τάξαντες δὴ προδείξομεν τὰ εἰωθότα παρακολουθεῖν· τά τε δυνάμενα βοηθεῖν πρὸς ἕκαστον αὐτῶν. Δεῖ δὲ πάντα πρόχειρα τὸν τεχνίτην ἔχειν, διὰ τὸ κατεπείγειν πολλάκις τὴν χρείαν· ὀλίγα μὲν γὰρ καὶ τῶν ἰοβόλων καὶ τῶν θανασίμων σχολαίους καὶ ἐξ ἀναβολῆς φέρει τοὺς κινδύνους, τὰ πολλὰ δὲ εὐθέως· καὶ οἱ δι’ ἔμφυτον πονηρίαν ἐπιβουλεύοντες ἑτέροις ἀνυπέρθετον τὸ κακὸν ἀπεργάζεσθαι βούλονται· καὶ οἱ διὰ μοχθηρὰν συνείδησιν ἢ χαλεπὴν περίστασιν ἑκουσίως προςενεγκάμενοι θανάσιμα, εἶτα φωραθέντες ἢ μετανοήσαντες, ὀξυτάτης δέονται βοηθείας· καὶ πολέμιοι δὲ τόξα χρίοντες καὶ βέλη, καὶ φρέατα καὶ πηγὰς δηλητηρίοις διαφθείροντες φαρμάκοις, ἀνυπέρθετον μηχανῶνται τοῖς ἐναντίοις τὸν θάνατον. Ἐφ’ ὧν δὲ οὐκ εὐθὺς, ἀλλ’ ἐςύστερον ἀπαντᾷν τὸ κακὸν πέφυκεν, εἰ μὴ παραχρῆμα προληφθείη τοῖς βοηθήμασιν, ἀνόνητος ἡ εἰςαῦθις ἐπικουρία, τῆς φθοροποιοῦ δυνάμεως καταδραξαμένης τῶν σωμάτων. Διόπερ, οὐχ ὅπως ἔτυχε καὶ τὴν ἐν τούτοις ποιητέον ἐντρέχειαν, ἵνα, ὅπερ ἐν τοῖς ἄλλοις, τοῦτο καὶ ἐνταῦθα ἡ τέχνη παρέχῃ τοῖς ἀνθρώποις τὴν σωτηρίαν. Παρὰ μὲν οὖν τοῖς ἀρχαίοις τοῦ θεραπευτικοῦ μέρους ὑπελαμβάνετο οὗτος ὁ τρόπος· οἱ δὲ νεώτεροι αὐτὸν ἐχώρισαν, προφυλακὴν καὶ προφυλακτικὸν ὀνομάζοντες· τοῦ δὲ ὑγιεινοῦ καὶ τοῦ θεραπευτικοῦ μέσον τάξαντες, μικρᾷ καὶ παντάπασιν ἐπιπολαίῳ πλανηθέντες πιθανότητι. Φασὶ γὰρ γίνεσθαι τρεῖς καταστάσεις τοῖς ἀνθρωπίνοις σώμασι· μίαν μὲν, καθ’ ἣν ὑγιαίνουσι· ἑτέραν δὲ, καθ’ ἣν νοσοῦσι· τρίτην δὲ μέσην ἑκατέρων, καθ’ ἣν δοκοῦσι μὲν ὑγιαίνειν, εὐεμπτώτως δὲ εἰς τὰ πάθη καὶ τοὺς κινδύνους ἔχουσι, διά τινα φθοροποιὸν ἐγκειμένην τοῖς σώμασι δύναμιν· ὡς ἐπὶ τῶν ὑπὸ κυνὸς λυσσῶντος δεδηγμένων θεωρεῖται, καὶ μήπω περιπεπτωκότων ὑδροφόβῳ· καὶ τῶν κανθαρίδας εἰληφότων, μήπω δὲ περιωδυνομένων ἢ δυςουρούντων. Ἀναλόγως οὖν ταύταις ταῖς τρισὶ καταστάσεσιν εἰς τρία διῃρῆσθαι (φασὶ) τὴν τέχνην· εἴς τε τὸ ὑγιεινὸν, ὃ δὴ τηρητικόν ἐστι τῆς ὑγείας, καὶ εἰς τὸ προφυλακτικὸν, ὅπερ κωλυτικόν ἐστι τῆς εἰς τὰς νόσους ἐμπτώσεως, καὶ εἰς θεραπευτικὸν, δι’ οὗ λύεται τὰ πάθη. Ῥητέον δὲ πρὸς αὐτούς· πρῶτον μὲν, ὅτι κατὰ τὴν ἐπιβολὴν ταύτην οὐχὶ τρεῖς καταστάσεις περὶ τὸ σῶμα, ἀλλὰ τέσσαρες εἶναι λέγονται· ὡς γάρ εἰσί τινες, οἱ μήπω μὲν νοσοῦντες, ἐπιτηδείως δὲ πρὸς τοῦτο διακείμενοι διὰ τὴν ἐπικειμένην αἰτίαν, οὕτως εἰσί τινες, οἱ μηκέτι νοσοῦντες, μήπω δὲ τὴν ὑγείαν εἰληφότες· ὅπερ ἰδεῖν ἐστιν ἐπὶ τῶν ὑπογυίως ἀπηλλαγμένων τῆς νόσου, ἀναλήψεως δὲ καὶ ῥώσεως δεομένων· ἀλλ’ ὅνπερ τρόπον ἡ ἐπιμέλεια τοῦ θεραπευτικοῦ μέρους τῆς τέχνης ἐστὶ, τὸν αὐτὸν τρόπον καὶ τὸ προφυλακτικὸν ὑπὸ τούτῳ τετάχθαι προςήκει· βοηθήμασι γὰρ χρώμεθα καὶ τοῖς σφοδροτάτοις ἐν τῇ προφυλακῇ, κατασχάσματι βαθυτέρῳ, καὶ καύσεσι, καὶ περικοπῇ, καὶ δηκτικοῖς ἐπιθέμασι, καὶ προποτισμοῖς, καὶ ἄλλοις πλείοσιν· ἀλλά γε οὕτως εἰσί τινες ἀγνώμονες, ὡς μηδὲ βοηθήματα καλεῖν τὰ προφυλακτικά· οὐ ῥᾴδιον εἰπεῖν καθ’ ὅν τινα λόγον· καὶ τὸ ὄνομα μὲν γὰρ προφυλακὴ, καὶ ὁ τῆς ἐνεργείας δὲ τρόπος τοῦτο αὐτὸ πάντως βοήθημα ἀποδείκνυσι· πῶς δὲ οὐχ ὑποτάσσουσι τῇ διαιρέσει καὶ τοὺς ἐν ταῖς λοιμικαῖς περιστάσεσιν, οὔπω μὲν ἑαλωκότας πάθει, διακειμένους δὲ πρὸς τοῦτο ἐπιτηδείως πως διὰ τὴν ἐκ τοῦ περιέχοντος ἀφορμήν; Εἴποι δ’ ἄν τις, καὶ τὴν τῶν ὑγιεινῶν παραγγελιῶν ἀγωγὴν οὐδὲν ἕτερον ἢ προφυλακτικὸν ὑπάρχειν· δυςπαθῆ γὰρ τὰ σώματα καὶ στερεὰ παρασκευάζειν πειρώμεθα, χάριν τοῦ δυςάλωτα γενέσθαι ταῖς νόσοις· τὸ δὲ κυριώτατον ῥητέον ἐστὶ, τὰ μέρη τῆς ἰατρικῆς οὐχὶ ταῖς καταστάσεσι τοῦ σώματος δεῖν διῃρῆσθαι, ἀλλὰ φυσιολογεῖν διὰ τὸ σημειωτικὸν ἰδίᾳ ἕκαστον τῶν ἄλλων, ὡς ἐν τοῖς οἰκείοις τόποις ὑποδείκνυμεν.
Pr (50) [95] Πρὸς τούτους μὲν οὖν οὐ πλείονα ῥητέον. Ἐκεῖνο δὲ μᾶλλον παρασημειωτέον, ὅτι καλεῖται μὲν ἀναιτιολόγητα τὰ ἀπὸ τῶν ἰοβόλων ζώων καὶ τὰ ἀπὸ τῶν θανασίμων συμβαίνοντα φαρμάκων. Διὰ τοῦτό γε καὶ παρατηρητικῆς τυγχάνει ἀναλογητικῆς τε τέχνης προςπεσούσης ἀπόρημα, καθ’ ἣν δὴ ὁ λόγος πεπίστευται· οὐδὲ γὰρ ἐν τῷ καθάπαξ τοῦτο ἦν ἀληθές· ἀλλ’ ἀεὶ τὸ παρέλκον καὶ μηδεμίαν χρείαν ἐπί τινα τῶν ἔργων παρεχόμενον, δυστόχαστον, καὶ τελέως ἀναιτιολόγητον ὑπάρχει κατὰ τὰς ἰδιότητας· τοῦτο δὲ ἐπὶ τῶν θανασίμων φαρμάκων καὶ τῶν ἰοβόλων ζώων εἰωθὸς ἀποβαίνειν. Τὸ μέντοι εὔχρηστον εἰς τὰ ἔργα καὶ τὸ παρέχον τὰς τοῦ θεραπεύειν ἀφορμὰς, οὔτ’ ἀκατάληπτόν ἐστιν, οὐτ’ ἀναιτιολόγητον· καὶ μᾶλλόν τις ὁρμώμενος ἀπ’ αὐτοῦ, πίστιν καὶ παῤῥησίαν ἔχειν διεβεβαιώσατο περὶ τῆς καταλήψεως τῶν ἀδήλων· διαφέρουσι γὰρ ταῖς αἰσθήσεσιν ἀπὸ τῶν ἰδίων, διὰ τὴν σμικρότητα, καταλήψεως δὲ ἐναργοῦς ἐξ ἀλλήλων τυγχάνουσιν· ἱκανῶς δὲ ἐφώδευσε τοὺς τρόπους Διοκλῆς ἐν τῷ πρὸς Πλείσταρχον ὑπομνήματι, γράφων ταῦτα κατὰ λέξιν. Γνοίη δ’ ἄν τις τοῦτο καὶ ἐπ’ ἄλλων οὐκ ὀλίγων καὶ ἐπὶ τῶν ἐχιδνῶν καὶ σκορπίων καὶ ἑτέρων τοιούτων, ἀτενίσας δὲ ὡς ἄδηλα καὶ μικρὰ τὸ γένος ὄντα, μεγάλων αἴτια κινδύνων καὶ πόνων γίνεται· ὧν οὐδὲ ἰδεῖν ἔνια ῥᾴδιον παρά τινα σμικρότητα καὶ ἰσχὺν ἀπολειπομένην αὐτοῖς ἀπὸ τῶν ἄλλων θηρίων· ὁπηλίκον γάρ τι νομίζειν τὸ μέγεθος, ὅσον ἀπὸ τῆς πληγῆς, τοῦ σκορπίου καὶ τῶν ἄλλων τῶν τοιούτων τῇ σαρκὶ λυμαινομένων; ὧν τὰ μέν ἐστι ποιοῦντα πόνον ἰσχυρὸν, τὰ δὲ σήποντα, τὰ δὲ κτείνοντα συντόμως· ἢ τὸ διὰ τοῦ φαλαγγίου δήγματος ἐνιέμενον καὶ ὅλον τὸ σῶμα διαπονούμενον; οὐδὲ γὰρ ἂν διαγνῶναι τὸ μέγεθος αὐτῶν δύναιτό τις, διὰ τὸ παντάπασιν εἶναι μικρόν.
Pr (100) [155] Ὅτι μὲν οὖν πρὸς τὰς διαθέσεις ταῦτά ἐστιν, ὡμολόγηται παρὰ πάντων· ὅτι δὲ καὶ ἀκριβῶς κατείληπται, τῷ τὴν δύναμιν αὐτῶν γενέσθαι τινὰ φθοροποιὸν, ἥτις καταμιγνυμένη τοῖς σώμασιν αἰτία τῶν συμβαινόντων κακῶν γίνεσθαι συγκεχώρηται, καὶ τοῦτο πεπίστευται. Καὶ οὐδεὶς ἂν οὕτως εὑρεθείη φιλόνεικος, ὡς ἄλλοθεν φῆσαι τὰς ὀχλήσεις καὶ οὐχὶ δι’ ὕλης φθοροποιοῦ καθαπτομένης τῶν σωμάτων μόνων ἀπὸ μέρους συμπίπτειν. Τοῦτο δὲ ἦν τὸ πρὸς τὰ ἔργα τῆς τέχνης χρησιμεύοντα, κατὰ πᾶν ἔργον, τὸ ἔργον τοῦτο ποιούμενον ὑπαγορεύειν, ὥςτε ἡμᾶς μηδὲ βλάπτεσθαί τι κατὰ πάντα ὑπὸ τῆς κατὰ τὴν ἰδιότητα ἀκαταληψίας· τῆς κοινῆς αἰτίας καὶ τότε ἐνδείκνυσθαι δυναμένης, βεβαίως κατειλημμένης. Διὸ καὶ ὁ Ἐρασίστρατος, ἐπισκώπτων τὴν αὐθάδειαν τῶν ἐμπειρικῶν, αἰτίαν τοῖς ἀναιτιολογήτοις ἀνέθηκεν· οὐ συγχωρῶν αὐτοῖς, τὴν αἰτίαν τὴν ἐπαναβεβηκυῖαν καὶ καθολικὴν ἄληπτον ἐπὶ τῇ νόσῳ ὑπάρχειν· τῇ τε περὶ αἰτιῶν γραφῇ ταύτην διαλαμπρύνων· τῷ τε μὴ λέγειν, ἐπὶ τίνων ἀρκούμεθα τῇ τετριμμένῃ θεραπείᾳ, οἷον ἐπὶ τῶν θηριοδήκτων καὶ θανασίμων, ἢ ἐπὶ τῶν λοιπῶν ἀρκεσθησόμεθα τῇ παρατηρήσει, τῆς τῶν αἰτιῶν προςλήψεως χωριζόμενοι τελέως· πρῶτον μὲν κατὰ γένος οὐκ ἀκατάληπτά εἰσιν· ὅτι μὲν γὰρ δύναμις ὑπάρχει φθαρτικὴ καὶ τῶν ὑποκειμένων ἀλλοιωτικὴ, καὶ τούτων κατὰ γένος, οὐ μὴν κατ’ εἶδος ὑπογράφει θεραπείαν, δι’ ἧς ταῦτα ἀμβλυντέον καὶ κατεργαστέον. Ὅτι δέ φησιν· ἦλθέ τις ἐφ’ ὕδωρ γλυκὺ καὶ πότιμον, καὶ πρὸ τῆς παρατηρήσεως ἐπ’ ἔμετον, διάτασιν τοῦ πεπληγότος ἢ δεδηγμένου μέρους ἀποθηλασμὸν, σικύας προςβολὴν, ἐκτομὴν καυτηρίων, φαρμάκων τὸ αὐτὸ δυναμένων ἐπίθεσιν, τὸ τελευταῖον ἀποκοπὴν τοῦ μέρους, ἀνελογίσατο, τῶν πεφυκότων φαρμάκων εἰς τὴν ἐπιφάνειαν φέρεσθαί τινα, τῇ ἐνιεμένῃ εἰς τὰ κατὰ βάθος ἐναντιοῦσθαι φθορᾷ. Ταῦτα μὲν οὖν, δι’ ὧν εἴρηκεν Ἐρασίστρατος, πάντα εἴρηκε καλῶς καὶ τοῖς ἔργοις ἀκολούθως. Θαυμάζειν δέ ἐστιν ἐπὶ τῶν Μεθοδικῶν, οἵτινες οὐ συγχωροῦσιν, αἰτίαν εἶναι τὴν φθοροποιὸν ἐνιεμένην δύναμιν, τῶν ἀπ’ αὐτῆς γινομένων ὀχληρῶν, ἀλλὰ τρόπον μόνον, ἀνοήτως οὕτω τῷ ὀνόματι προςέχουσι· φθοροποιὸς γὰρ καὶ παρ’ αὐτοῖς ἄντικρυς ἡ ἐνιεμένη δύναμις προςαγορεύεται· τὸ δὲ φθοροποιὸν εἶναί τι, αἰτίας, οὐκ ἄλλου τινὸς ἔργον ἐστίν. Φασὶ δὲ τὸ μὲν ὄνομα τὸ μάρσιππος καὶ τὸ ἀνακαλύπτειν τοῖς λοιποῖς πᾶσι παραπλήσιον ὑπάρχειν, ἐφ’ ὧν μέρη τινὰ τῶν λέξεων οὐχ ὅτι κατὰ δύναμιν, ἀλλὰ κατὰ ψιλὴν περιείληπται τὴν ἐκφοράν· ἔν τε γὰρ τῷ μάρσιππος καὶ τῷ ἀνακαλύπτειν, ὡς τὰς κυρίας καὶ προηγουμένας οὐκ ἔχει σημασίας, οὕτω καὶ ἐν τῷ φθοροποιεῖν παρελκόντως καὶ οὐ κατὰ δύναμιν ἐντέτακται. Μεταβαίνουσι δὲ ἐνταῦθα ἐπὶ τὰς τῶν αἰτίων διαφορὰς, καὶ λέγουσιν, ὅτι τῶν αἰτίων τινὰ μέν ἐστι τὰ προκατάρξαντα, ἃ ποιήσαντα πάθος χωρίζεται· οἷον κόπος καὶ ψύξις, ἔγκαυσις, καὶ τὰ παραπλήσια· τὰ δὲ συνεκτικὰ, διὰ τὸ ποιεῖν τὸ πάθος καὶ παραμένειν, τουτέστιν, ὧν μὲν παρόντων τὰ ἀποτελέσματα πάρεστιν, αὐξανομένων δὲ αὔξεται, καὶ μειουμένων μειοῦται, καὶ παυσαμένων παύεται· καὶ αὐτοτελῆ δύναται εἶναι καθ’ ἑαυτὰ παραγινόμενα τῶν ἀποτελεσμάτων.
Pr (150) [205] Καὶ τοιαῦται μὲν τῶν αἰτίων αἱ δοκιμώταται διαφοραί· τὸ δὲ φθοροποιὸν οὐδεμιᾷ τούτων ὑποτάσσεσθαι πέφυκε· προκαταρκτικὸν μὲν γὰρ οὔκ ἐστιν, ἐπειδήπερ τὸ πάθος αὐτὸ παραμένει καὶ τοῦ σώματος οὐ χωρίζεται· συνεκτικὸν δ’ οὐκ ἂν λέγοιτο· πλεῖστον μὲν γὰρ τοῦτο πάρεστι, καθάπερ ὑπὸ λυσσῶντος κυνὸς δεδηγμένον γίνεται. Εἰ δὲ μὴ προκαταρκτικὸν γίνεται, μηδὲ συνεκτικὸν, οὐδὲ αὐτοτελὲς, οὐδὲ συναίτιον ἂν εἴη. Εἰ δὲ ἐκ μηδεμιᾶς διαφορᾶς τῶν αἰτίων ἄγειν δυνησόμεθα τὸ φθοροποιὸν, συγχωροῦμεν αὐτὸ μηδὲ αἴτιον ὑπάρχειν. Τοιούτων δὲ λεγομένων καὶ ὄντων, τὸ μέν τινα τῶν ὀνομάτων ἐν αὐτοῖς μὴ ἔχειν μέρη σημαντικὰ τῶν πραγμάτων, ἀλλὰ κατὰ ψιλὴν τὴν ἐκφορὰν πεποιημένα, συγχωρητέον. Ὅτι δὲ μὴ πάντα ὑποληπτέον τοιαῦτα ὑπάρχειν, ἀλλὰ παντελῶς ὀλίγα· οὐδὲ τὸ ποιεῖν ἐν τῷ φθοροποιῷ παραπλησίως τοῖς παραλειφθεῖσιν ἐξενήνεγκται· κυριωτάτην δὲ ἔχει τὴν σημείωσιν· ὡς γὰρ τὸ τῆς φθορᾶς ὄνομα τῆς ἐπὶ τὸ χεῖρον μεταβολῆς σημαντικόν ἐστιν, οὕτω καὶ τὸ ποιεῖν παραληπτέον, μηδὲν ἐν τῷ φθορὰν ἔχειν δηλοῦν· τούτου δ’ οὗ περ ἐξακούουσι πάντες, τελέως ἄσημον γίνεται τοὔνομα, καὶ παραπλήσιον τῷ παιδὶ ἔχειν, δίψος. Εἰ διδόασιν, ἀπὸ τῆς φθορᾶς ὑγιεῖ γίνεσθαι τὴν νόσον, συγχωροῦσι δηλονότι καὶ ἐπὶ τοῦ ποιεῖν, εἰ μή τι φθορᾶς ἀπεργαστικόν ἐστι· πᾶν δὲ τὸ ποιοῦν καὶ ἀπεργαζόμενόν τι καθ’ ἕκαστον αἴτιον δείκνυται τῶν ὑποκειμένων ἐν τοῖς σώμασιν, ἐπί τε τῶν ἐνιεμένων καὶ θανασίμων φαρμάκων· ἀλλὰ καὶ ὑποπίπτειν τί φασι ταῖς τῶν αἰτίων διαφοραῖς· πεπλάνηνται δὲ κἀνταῦθα, διαίρεσιν ἀκριβῆ οὐκ εἰληφότες· λέγεται δὲ καὶ παρὰ τοῖς δογματικοῖς αἴτιον ὑπάρχειν καὶ αὐτὸ κατὰ μέν τι παρασκευαστικὸν, κατὰ δέ τι συνεκτικόν· ὡς βουβώνων ἕλκος καὶ βουβώνων πυρετὸς, καὶ τὸ συνεφιστάμενον τῷ ἀποτελεσματικῷ, χωριζόμενόν τε ὡς πτῶμα κατάγματος· καὶ καθόλου δὲ, ὅταν τι κατὰ τὴν ἑαυτοῦ φύσιν αἴτιον ὑπάρχῃ, μὴ περιέχηται δὲ ἔν τινι διαιρέσει, μοχθηρὸν μὲν, οὐχὶ δὲ καὶ αἴτιον τῆς τῶν ὁμογενῶν περιγέγραπται φύσεως. Ὅτι δὲ τὸ φθοροποιόν ἐστιν αἴτιον, ἐλέγχεται μὲν καὶ ἀπὸ τοῦ ὀνόματος· δείκνυται δὲ ἐναργέστερον ἐπὶ τῶν συμβαινόντων. Τί γὰρ αἴτιον ὑπέλαβον εἶναι μετὰ τὴν ἐκ τοῦ δακέτου πληγὴν, ἢ τὴν ἐπιγινομένην ὑπὸ τοῦ ζώου δύναμιν, καὶ τὸν εἰς τὰ σώματα βαλλόμενον ἰόν; μήτε ψύξιν, μήτε ἔγκαυσιν, μήτε ἐκκοπὴν, μήτε ἀπεψίαν, μήτε ἀλλό τι παραπλήσιον ἔχοντες αἰτιᾶσθαι. Ἐπεὶ δὲ καὶ ταῖς διαφοραῖς χαίρουσι τῶν αἰτίων, τὰ μὲν καλοῦντες συνεκτικὰ, τὰ δὲ προκαταρκτικὰ, λεκτέον αὐτοῖς, ὅτι καθ’ ἕτερον δὴ τούτων αἴτιόν ἐστι· τὸ προκαταρκτικὸν ῥηθήσεται δὲ ἀπὸ τοῦ προάγειν τοῦ ἀποτελέσματος καὶ τοῦ προϋπόστασιν λαμβάνειν τοῦ σώματος, συνεκτικὸν δὲ, ἐπειδὴ τῶν παθῶν παρόντων καὶ αὐτὸ πάρεστι, καὶ χωρισθέντος αὐτοῦ χωρίζεται καὶ τὰ συμβαίνοντα περὶ αὐτό.
Pr (200) [245] Περὶ τούτων μὲν οὖν οὐ πλείω ῥητέον. Θετέον δὲ, δύναμιν ἔσωθεν φθοροποιὸν ἐναργεστάτην εἶναι αἰτίαν, καὶ τὸν προηγούμενον σκοπὸν τοῦτον ποιητέον· καὶ πρὸ μὲν τῆς κατασκήψεως τῶν παθῶν ποικίλως διαγωνιστέον, μέχρι τοῦ παντελῶς αὐτὴν ἀποσκευασθῆναι τῶν σωμάτων· τοῦτο μὲν, ὑπεξαιρουμένην, δι’ ὧν εἰςήει μερῶν· τοῦτο δὲ, κρατουμένην περὶ ἑνὶ, καὶ μάλιστα οὐ κυρίῳ τόπῳ, πρὶν εἰς τὸ βάθος ἀπελθεῖν καὶ σπλάγχνων ἅψασθαι· τοῦτο δὲ ἀποπλυνομένην ἢ ἐπικιρνωμένην, ἐπειδὰν φθάσῃ χωρεῖν διὰ τῶν σωμάτων· ὅτε μὲν οὖν ὑπέρζεσις αὐτοῖς, κομιδὴ ἐπὶ τῶν θανασίμων φαρμάκων δι’ ἐμέτων γίνεται· ἐπὶ δὲ τῶν ἰοβόλων διὰ τοῦ κατασχασμοῦ, καὶ σικυῶν προςβολῆς, ἐκμυζήσεως καὶ περισαρκισμοῦ, ὅτε δὲ δι’ ἀκρωτηριασμοῦ· ἡ δὲ κατοχὴ καὶ διακράτησις διὰ κλύσιων καὶ διὰ δριμέων ἐπιθέσεως φαρμάκων· ταῦτα δὴ κρατεῖν ὁμοῦ καὶ ἀποπλύνειν δύναται τὸν ἰόν. Ἡ σβέσις δὲ καὶ ἡ ὑποκράτησις δι’ ἀκρατοποσίας ἀκράτου τε καὶ γλυκέως, ἢ καὶ ἐκ τῶν ἐναντίων δριμυφαγίας· ἐπὶ τέλει δὲ συνεργεῖ τούτοις καὶ κάθαρσις κοιλίας καὶ ἱδρωτοποιΐα, καί τινα ἄλλα κοινῶς, καθὼς κατὰ μέρος ἐπιδείξομεν. Δεῖ δὲ οὐ μόνον τὴν φθοροποιὸν ὕλην ποιεῖσθαι σκοπὸν, ἀλλὰ καὶ τὸ μέγεθος αὐτῆς καὶ τὸν χρόνον· καὶ γὰρ παρὰ ταῦτα πλείστην ὅσην διαφορὰν τὰ βοηθήματα λαμβάνει· παρὰ μὲν τὸ μέγεθος, ἐπειδήπερ τῶν δηλητηρίων καὶ τῶν ἰοβόλων, τὰ μὲν διεγερτικὰ κινδύνων γίνεται, τὰ δὲ σηπεδόνων βαθυτέρων ἢ ἐπιπολαιοτέρων, τὰ δὲ περιωδυνιῶν σφοδροτέρων ἢ ἀμυδροτέρων, τὰ δὲ ἄλλων δυςεργημάτων, ἧσσον ἢ μᾶλλον ὀχλούντων· δεῖ δὲ πρὸς τὰ κίνδυνον ἔχοντα διὰ τῶν ἀγωνιστικωτέρων ἀγωνίζεσθαι βοηθημάτων, πρὸς δὲ τὰ ἥσσονα χαλεπὰ διὰ τῶν ἐπιεικεστέρων· ἄτοπον γὰρ, ἐπὶ τῶν μειζόνων μικροτέροις, ἂν οὕτω τύχῃ, χρώμενον βοηθήμασι, κινδύνῳ τὸν θεραπευόμενον περιβάλλειν, ἐπὶ δὲ τῶν μικροτέρων δι’ ἀποτόμου τῆς βοηθείας μάτην αἰκίσασθαι τὸ σῶμα. Πρόχειρος δὲ καὶ ὁ ἀπὸ τῶν χρόνων ἐστὶν ὁρισμός· ὁ μὲν γὰρ ὀξέως καὶ παραχρῆμα καὶ τὰς ὀχλήσεις καὶ τοὺς κινδύνους ἐπιφέρει· ὁ δὲ ἐξ ἀναβολῆς καὶ χρόνου πλείονος ἢ ἐλάττονος. Προςήκει τοίνυν, τοῖς μὲν ὀξέσι κατεσπευσμένως βοηθεῖν καὶ διὰ πολλῶν ὁμοῦ, τοῖς δὲ σχολαιοτέρως. Ταυτὶ μὲν οὖν, ὡς ἐν τεχνολογίᾳ, μετρίως ὥρισται· προάγωμεν δὲ ἑξῆς, ὡς ἐπὶ καταμέρος. [Σημεῖα κυνὸς λυσσῶντος καὶ τῶν ὑπ’ αὐτοῦ δεδηγμένων.
1 [30] ] Τὸν περὶ τῶν λυσσοδήκτων λόγον προετάξαμεν τῶν ἄλλων, ἐπεὶ καὶ τὸ ζῶον πολύ τε καὶ σύνηθές ἐστι, καὶ συνεχῶς ἁλίσκεται τῇ λύσσῃ ὁ κύων καὶ ἀπόλλυται, καὶ δυςφύλακτον καθέστηκε· καὶ ὁ ἀπ’ αὐτοῦ κίνδυνος ἀπαραίτητός ἐστιν, εἰ μὴ πολλοῖς χρήσαιτο τοῖς βοηθήμασι. Λυσσᾷ δὲ ὁ κύων ὡς τὸ πολὺ μὲν ἐν τοῖς σφοδροτάτοις καύμασιν, ἐνίοτε δὲ ἐν τοῖς ἐφισταμένοις κρύεσι· λυσσήσας δὲ ἀποτρέπεται καὶ βρῶσιν καὶ πόσιν· καὶ φλέγμα πολὺ ἀφρῶδες ἐκ τοῦ στόματος καὶ τῶν ῥινῶν προβάλλει· καὶ πονηρὸν βλέπει καὶ στυγνότερον τοῦ συνήθους· ἐφορμᾷ δὲ χωρὶς ὑλακῆς πᾶσιν ὁμοίως καὶ θηρίοις καὶ ἀνθρώποις, πᾶσί τι συνήθεσι καὶ ἀγνώστοις, δάκνων. Καὶ παραχρῆμα μὲν οὐδὲν ὀχληρὸν ἐπιφέρει, πλὴν ὅσον ὀδύνην, τὴν ἐκ τοῦ τραύματος· ὕστερον δὲ ἐμποιεῖ πάθος τὸ καλούμενον ὑδροφοβικόν· συμπίπτει δὲ μετὰ σπασμῶν καὶ ἐρυθημάτων ὅλου τοῦ σώματος, μάλιστα δὲ ὅλου τοῦ προςώπου, καὶ μετὰ ἐφιδρώσεως καὶ ἀπορίας· καὶ τινὲς μὲν φεύγουσι τὴν αὐγὴν, τινὲς δὲ τρύχονται συνεχῶς· ἔνιοι δὲ ὑλακτοῦσιν, ὥςπερ κύνες, καὶ δάκνουσιν ἐπιόντας· καὶ δάκνοντες αἴτιοι τοῦ αὑτῶν πάθους κατέστησαν. Τῶν δὲ ἐμπεσόντων εἰς τὸ πάθος μηδένα ἴσμεν περισωθέντα, εἰ μὴ καθ’ ἱστορίαν παρειλήφαμεν περιγενέσθαι ἕνα καὶ δεύτερον· καὶ γὰρ Εὔδημος περιγεγενῆσθαί τινά φησι· καὶ Θεμίσωνα οἱ μὲν λέγουσι τῷ πάθει δηχθέντα περιπεσεῖν, καὶ σωθῆναι· οἱ δὲ, φίλῳ ὑδροφοβιῶντι προςκαρτερήσαντα προθύμως καὶ συμπαθῶς, εἰς τὴν ὁμοίαν ἐμπεσεῖν διάθεσιν, καὶ πολλὰ κακοπαθήσαντα σωθῆναι. Τὸ μὲν οὖν πάθος ἐστὶν ἀργαλέον· πρὸ δὲ τῆς πείρας αὐτοῦ πολλοὺς καὶ αὐτοὶ περιεσώσαμεν, καὶ ὑπ’, ἄλλων ἰατρῶν σωθέντας ἔγνωμεν. [Θεραπεία τοπικὴ τῶν ὑπὸ λυσσῶντος κυνὸς δηγμάτων.
2 [45] ] Τῆς θεραπείας ἡ μέν ἐστι κοινή· καὶ χρηστέον αὐτῇ ἐπὶ πάντων τῶν ὑπό τινος ἰοβόλου ζώου δεδηγμένων· ἡ δέ τις ἰδία τῶν λυσσοδήκτων, τοῖς μὲν γὰρ ἄκρως ὠφελεῖν εἰθισμένη, τοῖς δὲ ἀπὸ πολλοῦ δηχθεῖσιν, ἀνάρμοστος· καὶ πρῶτόν τε αὐτὴν ἐκθέμενοι, μετὰ τοῦτο καὶ τὴν κοινὴν ἐκτροχάσομεν. Δεῖ τοίνυν καρκίνους ποταμίους ἐπὶ κληματίδος λευκῆς ἀμπέλου καῦσαι, καὶ τὴν τέφραν αὐτῶν λειοτριβήσαντα ἔχειν ἀποκειμένην· ὁμοίως δὲ καὶ ῥίζαν γεντιανῆς ἀποθέσθαι κεκομμένην καὶ σεσησμένην. Ὁπότε δέ τις δηχθείη ὑπὸ λυσσῶντος κυνὸς, εἰς οἴνου ἀκράτου κυάθους δʹ ἐμβάλλειν δύο μὲν κοχλιάρια τῆς τῶν καρκίνων τέφρας, ἓν δὲ κοχλιάριον τῆς γεντιανῆς, καὶ ἐγκυκήσαντας ὡς ἐν ἀλφίτῳ δεδευμένῳ, πίνειν ἀπὸ τῆς αʹ ἡμέρας, μέχρι τεσσάρων ἡμερῶν· ἀπαρχῆς μὲν οὖν διδόμενον τὸ φάρμακον τοῦτον προςφερέσθω τὸν τρόπον· εἰ δὲ ἡμέραι παρεληλύθασι δύο ἢ τρεῖς ἀπὸ τῆς δήξεως, ἐγχειροῦντας τῇ θεραπείᾳ, τριπλάσιον δεῖ διδόναι, ὅσον ἐξαρχῆς εἰρήκαμεν. Τὸ μὲν ἄριστον ἐπὶ τῶν λυσσοδήκτων βοήθημα, ὃ δὴ καὶ μόνον ἐνίοις ἤρκεσε, τοῦτό ἐστι, καὶ χρηστέον αὐτῷ μετὰ πεποιθήσεως· ἕνεκα δὲ τοῦ καὶ δι’ ἄλλων ἠσφαλίσθαι πρὸς ἄφυκτον δοκοῦντα κίνδυνον, οὐδὲν τὸ κωλύον ἐστὶ καὶ τοῖς λοιποῖς χρήσασθαι· αἱρετώτερον δὲ διακενῆς, ἂν οὕτω τύχῃ, τῶν βοηθημάτων τὸ ἀπάνθρωπον ὑπομεῖναι, ἢ διὰ τὴν ὀλιγωρίαν κινδύνῳ περιπεσεῖν. Οὐχ οὕτω δ’ εὐλαβητέον τὰ μεγάλα τραύματα ἐπὶ τῶν λυσσοδήκτων, ὡς τὰ μικρὰ καὶ ταῖς ἀμυχαῖς ἐμφερῆ· διὰ γὰρ τῶν μειζόνων ἄθρουν καὶ πολὺ αἷμα προχεόμενον δύναταί τε καὶ τοῦ ἰοῦ συναποκλύζειν, διὰ δὲ τῶν μικροτέρων οὐδαμῶς· καὶ ἐκ μὲν τῶν μειζόνων τὰς ἀφισταμένας σάρκας αὐτόθεν ἀφαιρετέον καὶ τὰ χείλη περιγλυπτέον διὰ τῆς ἀκμῆς· ἀνατεθείσης δὲ τῆς σαρκὸς ἀγκίστρῳ ἢ μυδίῳ, τὴν ἐκτομὴν ἀποτελεστέον· ἐπὶ ἀμφοτέρων δὲ τὰ ἐν κύκλῳ βαθυτέραις ἀμυχαῖς κατασχαστέον, ὅπως ἡ τοῦ αἵματος πλείων γενομένη κένωσις ἐναντιωθήσεται τῇ τοῦ ἰοῦ διὰ τὸ σῶμα διαδόσει. Πολλὴν δὲ καὶ ἡ σικύα κολληθεῖσα μετὰ πολλῆς φλογὸς παράσχοι ὠφέλειαν, ὥςτε λύσαι τοῦ ἰοῦ τὴν δύναμιν. Ἡ δὲ καῦσις ἀνυσιμώτατον ἐπὶ τῶν ἰοβόλων ἐστὶ βοήθημα. Τὸ γὰρ πῦρ, πάσης δυνάμεως εὐτονώτερον ὑπάρχον, ὁμοῦ μὲν κρατεῖ καὶ κωλύει φέρεσθαι τὸν ἰὸν ἐσωτέρω, ὁμοῦ δὲ τὸ κρατηθὲν αὐτοῦ μέρος τῆς ἐφεξῆς θεραπείας καταβολὴν οὐ τὴν τυχοῦσαν ἐργάζεται, παραμενούσης τῆς ἑλκώσεως ἐπιπλέον. Τὴν μὲν γὰρ ἔκπτωσιν τῆς ἐσχάρας μάλιστα ἐκ τούτου φροντιστέον, ὅπως μὴ τάχιον τὰ μέρη συγκλεισθείη. Ἀλλ’, εἰ δυνατόν ἐστι, πολὺ τῆς προθεσμίας τὰς ἑλκώσεις τηρητέον, καὶ ἐπιφλεγμαινούσας καὶ ἐπιῤῥυπαινομένας· παρέξει δὲ αὐταῖς τὸ τοιοῦτον τάριχος ἐπιτιθέμενος, καὶ σκόροδον ἄγριον λελειοτριβημένον, κρόμμυά τε ὡςαύτως· ὀπὸς μὲν οὖν μάλιστα ὁ κυρηναϊκὸς ἢ ὁ καλούμενος μηδικὸς ἢ παρθικός· κόκκοι δὲ πυρῶν ἐπιτιθέσθωσαν καὶ μεμασσημένοι καὶ ἀμάσσητοι· διαφυρώμενοι μὲν γὰρ ἀπὸ τῆς ἐμβροχῆς ἀνευρύνουσι τὰ τραύματα.
2 (50) [60] Τινὲς δὲ οἴονται, τοὺς μεμασσημένους ἀντιπαθές τι ἔχειν ἀπὸ τῆς τῶν μεμασσηκότων νηστείας· οὐ μὴν τοῦτο βέβαιόν ἐστι· ἀλλὰ εὐκαίρως αὐτοῖς χρηστέον. Εἰ δὲ, ὅπερ γίνεται πολλάκις, καὶ οὐλαὶ συνερχόμεναι φθάνουσι πρὸ τῶν ἡμερῶν, διὰ χειρὸς ἀναξαίνειν προςήκει, περισαρκίζοντας καὶ τέμνοντας, ἢ καὶ ἐπικαίοντας πάλιν, ἐὰν οὕτω τύχῃ· παρελθούσης δὲ τῆς προκειμένης προθεσμίας, ἀφετέον μὲν ἀπουλωθῆναι τοῖς ἕλκεσιν· ἐμπλάστρῳ δὲ τῇ διὰ τῶν ἁλῶν ὅλον τὸν τόπον καταληπτέον· μετὰ ὀλίγας δὲ ἡμέρας σιναπιστέον. [Περὶ διαίτης τῶν ὑπὸ κυνὸς λυσσῶντος δηχθέντων.
3 [55] ] Ἡ μὲν οὖν τοπικὴ θεραπεία τῶν λυσσοδήκτων τοιαύτη τίς ἐστι. Δεῖ δὲ καὶ τὴν δίαιταν αὐτῶν ἐστοχάσθαι τῆς πρὸς τὸν ἰὸν ἐναντιώσεως, ἵνα ὁμοῦ μὲν ἀμβλύνῃ καὶ σβεννύῃ τὴν δύναμιν, ὁμοῦ δὲ κωλύῃ τὴν εἰς βάθος φοράν· καταλαμβανόμενα γὰρ ἀντιπίπτει τῇ παρειςδύσει τῆς φθοροποιοῦ δυνάμεως· δύναται δὲ τούτων ἑκάτερον παρέχειν τοῦτο, οἴνου ἀκράτου ζωροτέρου πόσις καὶ γλυκέος καὶ γάλακτος· οἱ γὰρ ταῦτα πάντα λαμβάνοντες πρὸς τὴν ἐπιμέλειαν, ἐνίστανταί τι ἰῷ, ὅτι πᾶσαν αὐτοῦ τὴν δριμύτητα ἐκκναίει· ὡςαύτως δὲ καὶ σκορόδων καὶ πράσων καὶ κρομμύων ἐδωδή· καὶ ταῦτα γὰρ τὸ ὅλον δυςμετάβλητα καὶ δυςεξίτηλα· παραμένουσι γὰρ αὐτῶν αἱ ποιότητες ἐπὶ πλείους ἡμέρας, ὁπόταν οὐ νικᾶται οὐδὲ τρέπεται ὑπὸ τῆς φθοροποιοῦ δυνάμεως· ἐκ δὲ τῶν ἐναντίων κρατεῖν αὐτῆς πέφυκεν· εἰς τοῦτο δὲ καὶ τῶν ἀντιδότων ἐστὶ χρεία, καὶ τῆς θηριακῆς, καὶ τῆς Εὐπατωρίου λεγομένης, καὶ τῆς Μιθριδατείου, καὶ πάσης ἄλλης, ἥτις ἐκ πλειόνων ἀρωμάτων εἴληφε τὴν σύστασιν· δυςμετάβλητα γὰρ τῇ συστάσει πάντα τὰ ἀρώματα ταῖς δυνάμεσι καὶ ταῖς οὐσίαις· διὸ περικρατεῖται τοῖς σώμασι. Τοιοῦτος μὲν οὖν καὶ ὁ τῆς διαίτης τρόπος. Δεῖ δὲ γινώσκειν, ὅτι ἡ τοῦ ὑδροφοβικοῦ πάθους ἐγκατάσκηψις οὐδὲ ὡρισμένην ἔχει προθεσμίαν· ὡς ἐπιτοπλεῖστον γὰρ ἕως τεσσαρακοστῆς ἡμέρας εἰωθὸς, τοῖς ἀμεληθεῖσι καὶ δι’ ἑξαμήνου ἐνίοις ἀπήντησε, καὶ δι’ ἐνιαυτοῦ· καὶ ταῦτα ἡμῖν ἑώραται· ἱστοροῦσι δέ τινες μετὰ ἑπταετίαν ἐνίοις ἐνδιδόναι τῷ πάθει· καὶ κατὰ μὲν τὰς ἀρχὰς τῶν λυσσοδήκτων ἡ θεραπεία τοιαύτη ἐστίν· ἐὰν δὲ ὁπωςδηποτοῦν ἐν ταῖς πρώταις ἡμέραις μὴ προληφθῇ τὰ προειρημένα βοηθήματα, τὸ μὲν περισαρκίζειν καὶ καίειν παραλειπτέον· οὐ γὰρ ἱκανῶς εἰς τὸ βάθος παρεληλυθὸς μετάγειν δύναται· οὐδεμία γὰρ ὄνησις τῆς ἐπιβολῆς, ἀλλὰ διακενῆς τὰ σώματα ταῖς ὀδύναις ὑποβληθήσεται. Τρόπος δὲ τῆς θεραπείας ἕτερος ἀγέσθω, κάθαρσις, ἡ καὶ μέγα ὄφελος ἐμπαρέχειν δυναμένη, συμμεταποιεῖ γὰρ τὴν ἕξιν κινοῦσα· ἥ τε διὰ τῆς κολοκυνθίδος ἱερὰ δόσις· καὶ δὴ καὶ τὸ γάλα τὸ σχιστὸν ὁμοῦ κάθαρσιν καὶ ἐπικράσεις παρέχειν δυνάμενον· αἵ τε δριμυφαγίαι καὶ ἡ τοῦ ἀκράτου πόσις παραλαμβανέσθωσαν καθημέραν, ἀμβλύνειν δυνάμεναι τὸν ἰόν· καὶ πρὸς τούτοις ἱδρωτοποιΐα καὶ πρὸ τροφῆς καὶ μετὰ τροφήν· δρωπακισμός τε καὶ σιναπισμὸς κατὰ μέρος ἐφ’ ὅλου τοῦ σώματος· πάντων δὲ ἀνυσιμώτατον αὐτῶν ὁ ἐλλεβορισμὸς ἐγνώσθη, καὶ χρηστέον τεθαῤῥηκότως τῷ βοηθήματι, οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ καὶ πλειστάκις πρὸ τῆς τεσσαρακοστῆς ἢ καὶ μετὰ ταῦτα· τοςαύτην γὰρ τὴν ἰσχὺν προςφέρεται τὸ βοήθημα, ὥςτε τῶν ἤδη συνῃσθημένων τοῦ ὑδροφόβου, περισωθῆναί τινας λαβόντας ἐλλέβορον εὐθὺς ἐν τῷ πρώτῳ καταπειρασμῷ τοῦ συμπτώματος· τοὺς γὰρ ἤδη κατεσχημένους, οὐδὲ αὐτός τι περιποιῆσαι δύναται. Τὴν μὲν οὖν τῶν λυσσοδήκτων ἐπιμέλειαν πρώτην ἐξεθέμεθα, δι’ ὃν ἔμπροσθεν εἰρήκαμεν ἐπιλογισμόν· μεταβαίνοντες δ’ ἐπὶ τὰ λοιπὰ τῶν ἰοβόλων, πρῶτον μὲν τὰς σημειώσεις αὐτῶν ὑπὸ μίαν ἐκθησόμεθα πρόφασιν· μετὰ δὲ τοῦτο, κοινὴν τὴν θεραπείαν, πᾶσιν ἁρμόσαι δυναμένην· ὑποδραμόντες δὲ ἑξῆς ὑποδείξομεν, εἴ τινα κατ’ ἰδιότητα ἐνίους προςωφελεῖν πέφυκεν· ὁμοίως καὶ τὰ τελείως ἀβοήθητα παρασημειωσόμεθα.
4 [10] [Περὶ φαλαγγίων.] Τοῖς μὲν ὑπὸ φαλαγγίων δεδηγμένοις αὐτὸς μὲν ὁ τόπος ἐνερευθής ἐστι καὶ ὅμοιος κεντήμασιν, οὔτε διῳδηκὼς, οὔτε περίθερμος, ἀλλὰ μετρίως μὲν ὑπέρυθρος, ἐκ δὲ τῶν ἐναντίων κατεψυγμένος· παρακολουθεῖ δὲ τρόμος δι’ ὅλου τοῦ σώματος, καὶ ἐντάσεις περὶ τοὺς βουβῶνας καὶ τὰς ἰγνύας, προςεοικυῖαι σπασμῷ· περὶ τὴν ὀσφὺν ἄλγημα, καὶ συνεχὴς πρὸς οὔρησιν ἐρεθισμός· δυςκολία πολλὴ περὶ τὴν ἔκκρισιν τοῦ περιττώματος· ὁμοίως δὲ τούτοις καὶ ἱδρὼς ψυχρὸς καθ’ ὅλην τὴν ἐπιφάνειαν ἐκκρίνεται· τά τε ὄμματα δακρύει καὶ ποσῶς ἀμαυροῦται. [Περὶ σκολοπένδρας.
5 [5] ] Τοῖς δὲ ὑπὸ τῆς καλουμένης σκολοπένδρας ἢ ὀφιοκτένης δεδηγμένοις, ὁ μὲν ἐν κύκλῳ τόπος τοῦ δήγματος πελιοῦται καὶ περισήπεται· καί ποτε τρυγώδης, κατὰ τὸ σπάνιον καὶ ἐνερευθὴς φαίνεται· ἑλκοῦται δὲ, ἀπ’ αὐτοῦ τοῦ δήγματος λαμβάνων τὴν ἀρχὴν, ἕλκωσίν τινα ἐπίπονον καὶ δυςαλθῆ· πρὸς δὲ τούτοις περὶ ὅλον τὸ σῶμα συναίσθησις γίνεται κνησμώδης. [Περὶ σκορπίου.
6 [10] ] Τοῖς δὲ ὑπὸ σκορπίου πληγεῖσιν ὁ μὲν τόπος εὐθέως ἄρχεται φλεγμαίνειν, σκληρὸς καὶ ἐνερευθὴς καὶ περιτενὴς σὺν ὀδύνῃ γινόμενος· καὶ ἐναλλὰξ, ὁτὲ μὲν γὰρ πύρωσις, αὖθις δὲ ψύξις ἐπιλαμβάνεται· καὶ πόνος ἐξαπίνης, καί ποτε μὲν ῥαΐζει, ποτὲ δὲ ἐπιτείνεται· παρέπεται δ’ αὐτοῖς ἱδρὼς καὶ φρικώδης αἴσθησις, καὶ τρόμος καὶ περίψυξις ἀκρωτηρίων, καὶ βουβώνων ἔπαρσις, φυσήματα διὰ τῆς ἕδρας· ὀρθοτριχία τε καὶ δύςχροια ἐπαλγὴς περὶ τὴν ἐπιφάνειαν τῆς αἰσθήσεως, καθάπερ ἀπὸ βελόνης κεντημάτων ὀδυνωμένης. [Περὶ τρυγόνος θαλασσίου.
7 [5] ] Τοῖς δὲ ὑπὸ τρυγόνος θαλασσίου δηχθεῖσι παραυτίκα μὲν περιωδυνίαι συμβαίνουσι δυςκατέργαστοι, σπασμοί τε συνεχεῖς, καὶ πόνος, καὶ ἀτονία, καὶ διανοίας διαφορά· μετὰ δὲ τοῦτο ἀφωνία καὶ σκοτασμὸς ὀφθαλμῶν· αὐτὸς δὲ ὁ πληγεὶς τόπος πέλιος γίνεται καὶ μέλας τὰ κύκλῳ, καὶ τὰ πλησίον αὐτοῦ μέρη καὶ πρὸς τὴν ἁφὴν ἀναισθητεῖ· ἐπὰν δέ τις αὐτὸν ἀποψήσῃ, ἰχὼρ ἐξ αὐτοῦ μέλας, παχὺς, δυςώδης ἐκκρίνεται. [Περὶ μυγαλῆς.
8 [10] ] Τοῖς δὲ ὑπὸ μυγαλῆς δηχθεῖσι, κύκλῳ μὲν περὶ τὸν τόπον τοῦ δήγματος γίνεται φλεγμονὴ, φλυκτὶς δὲ ἐπανίσταται μέλαινα, μεστὴ ἰχῶρος ὑδατώδους· καὶ τὰ πλησίον πάντα πελιοῦται· ῥαγείσης τε τῆς φλυκταίνης, νομὴ παραλαμβάνει παραπλησία τῇ ἀπὸ τῶν ἑρπυστικῶν· σὺν τούτοις δὲ παρέπεται καὶ στρόφος περὶ τὰ ἔντερα, καὶ δυςουρία, καὶ ψυχρᾶς νοτίδος περίχυσις. [Περὶ ἐχίδνης,] Τοῖς δὲ ὑπὸ ἐχίδνης δηχθεῖσιν οἰδεῖ καὶ ἐφ’ ἱκανὸν τὸ σῶμα ξηραίνεται, τὴν χροιὰν δὲ ὑπόλευκον ἔχει· ἰχὼρ δὲ ἀπὸ τοῦ τραύματος προχεῖται, τὸ μὲν πρῶτον ὑπολίπαρος, μετὰ ταῦτα δὲ αἱματώδης· φλυκταινῶν τε ἐπανάστασις, καθάπερ ἐπὶ τῶν πυρικαύστων, ἕπεται· καὶ νομὴ περιλαμβάνει, προχωροῦσα ἐπὶ τὰ παρακείμενα πάντα πλησίον, οὐ μόνον ἐπιπόλαιος, ἀλλὰ καὶ διὰ βάθους· αἰμάσσεται δὲ αὐτοῖς καὶ τὰ οὖλα· καὶ περὶ τὸ ἧπαρ συνίσταται φλεγμονή· στρόφοι τε καὶ χολώδεις ἐπισυμβαίνουσιν ἔμετοι· προςγίνεται δὲ αὐτοῖς καὶ τρόμος καὶ κάρος καὶ δυςουρία καὶ ψυχρὰ περιΐδρωσις.
10 [5] [Περὶ σκυτάλης καὶ ἀμφισβαίνης.] Παραπλήσια δὲ συμβαίνει καὶ τοῖς ὑπὸ τῆς προςαγορευομένης σκυτάλης ἢ ἀμφιςβαίνης δηχθεῖσι· βοηθεῖ δὲ σχεδὸν ἤδη τὰ πάντα· διόπερ ἰδίας ἀναγραφῆς οὔτε τετύχηκεν, οὔτε ἠξιώθη τὸ εἶδος τοῦτο. [Περὶ δρυΐνου.
11 ] Τοῖς δὲ ὑπὸ δρυΐνου δηχθεῖσιν ἰσχυραὶ περιωδυνίαι ἐμπίπτουσι καὶ φλυκταινώδεις ἐν τῷ οἰκείῳ μέρει, ὅπου δὲ καὶ ὑδατώδους ἰχῶρος ἔκχυσις· ἐπακολουθεῖ δὲ καὶ καρδιωγμὸς καὶ στρόφος. [Περὶ αἱμόῤῥου.
12 [5] ] Τοῖς δὲ ὑπὸ αἱμόῤῥου δηχθεῖσιν ἰσχυραὶ περιωδυνίαι ἐμπίπτουσιν· βραχέα δὲ παντελῶς καὶ στενὰ παρέχουσι τὰ ἀραιώματα ὑπὸ συνεχείας τῶν ἀλγημάτων· ἐκ δὲ τοῦ δήγματος αἵματος ἔκκρισις γίνεται πολλή· κἂν οὐλὴ καθ’ ὅλου τοῦ σώματος ὑπάρχῃ, ῥήγνυται καὶ αἱμοῤῥοεῖ· τὰ δὲ διαχωρήματα αἱματώδη ἐκκρίνεται, καὶ τὸ ἀποῤῥούμενον αὐτοῖς αἷμά ἐστι τεθρομβωμένον· βήσσοντές τε ἀπὸ πνεύμονος αἷμα ἀνάγουσι, καὶ τελευτῶσιν ἐξαιματοῦντες ἀβοηθήτως. [Περὶ διψάδος.
13 [5] ] Τοῖς δὲ δηχθεῖσιν ὑπὸ διψάδος ἄστεκτος ὁ καῦσος γίνεται καὶ δίψος ἐπιτεταμένον ἰσχυρῶς, ὥςτε ἀπλήρωτόν τε καὶ ἀδιάλειπτον εἶναι, καὶ τὸ ποτὸν χανδὸν ἕλκειν· εἰς τὸ αὐτὸ δὲ καθίστανται τῷ μηδὲ τὴν ἀρχὴν εἰληφότι τὸ ποτόν· παραπλησία τε τοῦ ὅλου συγκρίματος ἕξις παρακολουθεῖ τῇ τῶν ὑδρωπικῶν διὰ τὴν συνεχῆ τοῦ πόματος εἰςφοράν· ὅθεν πρηστήρ τε καὶ καῦσος προςαγορέυεται ἡ διψάς. [Περὶ ὕδρου.
14 [5] ] Τοῖς δὲ ὑπὸ ὕδρου δηχθεῖσι τὸ ἕλκος πλατύνεται καὶ μέγα γίνεται, πελιούμενον ἰχώρ τε ἐξ αὐτοῦ μέλας καὶ πολὺς καὶ δυςώδης, οἷος ἀπὸ νομῆς, ἐκκρίνεται. [Περὶ κέγχρου·] Τοῖς δὲ ὑπὸ κέγχρου δηχθεῖσι τὸ μὲν δῆγμα ὅμοιον τοῖς ἀπὸ τῆς ἐχίδνης, σηπεδὼν δὲ παρακολουθεῖ· καὶ περιῤῥέουσι σάρκες ἐξοιδήσασαι πρότερον, ὡς ἐπὶ ὕδρωπος· ληθαργώδεις τε γίνονται καὶ καταφορᾶς αἴτιοι.
15 Ἐρασίστρατος δέ φησιν, αὐτούς πεπονθέναι τὸ ἧπαρ καὶ τὴν κύστιν καὶ τὸ κῶλον· ἀνατμηθέντων γὰρ αὐτῶν διεφθαρμένα πως εὑρίσκεται ταῦτα τὰ μέρη. [Περὶ κεράστου.
16 [5] ] Τοῖς δὲ ὑπὸ κεράστου δηχθεῖσιν ὁ μὲν τόπος ἐπαίρεται μετὰ σκληρίας καὶ φλυκταινώσεως· ῥεῖ δὲ ἀπὸ τοῦ δήγματος ἰχὼρ, ποτὲ μὲν μέλας, ποτὲ δὲ ὕπωχρος· κιῤῥοειδὴς δὲ γίνεται περὶ σύγκριμα τὸ ὅλον· καὶ τὸ μὲν αἰδοῖον τείνεται· ἡ δὲ διάνοια ἐξίσταται, ὀφθαλμῶν τε ἀμαύρωσις ἐπιγίνεται· τέλος δὲ ἀπόλλυται σπώμενος τετάνῳ. [Περὶ ἀσπίδος.
17 [10] ] Τοῖς δὲ ὑπὸ ἀσπίδος δηχθεῖσι τὸ μὲν δῆγμα ὅμοιον τοῖς ὑπὸ βελόνης κεντήμασι μικρὸν παντελῶς φαίνεται χωρὶς τῆς ἐπάρσεως· καὶ αἱμάτιον δὲ οὐ πολὺ, ἀλλὰ βραχὺ καὶ μέλαν ἀποστάζει· ταχεῖα δὲ ἀμαύρωσις ὀμμάτων καταλαμβάνεται, πόνος τε ὅλου τοῦ σώματος πολυειδὴς, παντάπασιν ἐλαφρὸς, καὶ οὐκ ἄτερ ἡδονῆς παρακολουθεῖ· διὸ καλῶς ὁ Νίκανδρος πεφώνηκε — — καμάτου δ’ ἄτερ ὄλλυται ἀνήρ. Χρόαν ἀτρόπιος καὶ χλωρανθὴς, καρδιωγμὸς ὀλίγος· μέτωπον δὲ συνεχῶς ἀνασπᾶται· βλέφαρα κινοῦται μετ’ ἀναισθησίας, ὁμοίως ὕπνῳ· κἂν τούτοις θάνατος συναίρει, μηδὲ τρίτον ἡμέρας διαλιπών. [Περὶ βασιλίσκου.
18 [5] ] Ἐρασίστρατος ἐν τῷ καλουμένῳ περὶ δυνάμεων καὶ θανασίμων, περὶ τοῦ καλουμένου βασιλίσκου ῥητῶς οὕτω φησίν· ὅταν δὲ ὁ βασιλίσκος δάκῃ, πληγὴ ὑπόχρυσος γίνεται. Τὰ μὲν οὖν ἐν τοῖς πλείστοις τῶν ἰοβόλων παρακολουθοῦντα σημεῖα τοιαῦτά ἐστι· μεταβαίνοντες δ’ ἐπὶ τὴν θεραπείαν, πρῶτον τὰ κοινὰ τῆς θεραπείας, ὡς δυνατὸν, παραδώσομεν. [Τίς κοινὴ τῶν ἰοβόλων θεραπεία.
19 [45] ] Πρὸς πᾶσαν πληγὴν ἰοβόλου ἁρμόζει ἡ διὰ τοῦ στόματος ἐκμύζησις· δεῖ δὲ μὴ ἄσιτον εἶναι τὸν ἐκμυζῶντα, ἀλλὰ καὶ εἰληφέναι τροφὴν καὶ διακλύζεσθαι οἴνῳ· ἔπειτα δὲ καὶ βραχύ τι ἐν τῷ στόματι ἐλαίου κατέχων, οὕτω τὴν ἐκμύζησιν ἐπιτελείτω· καὶ αὐτὸς δὲ ὁ τόπος σπόγγῳ πυριάσθω, ἔπειτα δὲ ἐγκατασχαζέσθω· βαθυτέρας δὲ ἐμβάλλειν τὰς ἀμυχὰς προςήκει, ὅπως τὴν ὕλην ἐκ βάθους ἀναλαμβάνῃ· καὶ περισαρκισμὸς δὲ καὶ ἐκτομὴ πλουσιώτερον κατασχασμοῦ βοηθοῦσιν· ἴδια γὰρ ἐπ’ αὐτῶν τὰ χρησιμεύοντα γίνεται· ἓν μὲν, ὅτι αἴρεται ὁ ἰὸς ἐκ τοῦ τόπου· δεύτερον δὲ, ὅτι τῷ αἵματι συνεκκρίνεται πολλῷ καὶ ἀθρόῳ τὸ φθάσαν ἔσω παρελθεῖν· εἰ δὲ ὁ τόπος τὸν περισαρκισμὸν οὐ προςδέχοιτο, σικύας χρὴ προςβάλλειν μετὰ φλογὸς πλείονος· περὶ δὲ καύσεως ἐπὶ τῶν λυσσοδήκτων προειρήκαμεν· εἰ δ’ εὐφυῶς ἔχει πρὸς ἀποκοπὴν τὸ μέρος τὸ δεδηγμένον, μάλιστα ἐπὶ πάντων θηρίων ἀνενδοιάστως τὸν ἀκρωτηριασμὸν ποιητέον, ὡς ἀσπίδος καὶ κεράστου καὶ τῶν ὁμοίων. Ὡς ἐπιτηδειότερα δὲ τῶν προειρημένων βοηθημάτων ἄξιά ἐστιν τὰ ἐπιθέματα· ἐπιτιθέσθω δὲ τέφρα κληματίνη ἢ συκίνη, μετὰ κονίας στακτῆς πεφυραμένη, γάρου δριμέος, ταρίχου· πράσα τε καὶ κρόμμυα καὶ σκόροδα, ποτὲ μὲν ὡς ἐκλειοτριβηθέντα καταπλάσσεται, ποτὲ δὲ καέντα προςβάλλεται τοῖς δήγμασι· καὶ οἱ τῶν ὀρνίθων νεοσσοὶ διασχισθέντες καὶ θερμότατοι περιπτυσσόμενοι τῷ πεπληγότι τόπῳ· τινὲς μὲν ὡς ἀντιπαθέσιν αὐτοῖς ἐχρήσαντο· πρόχειρον δὲ ἔχει τὸν λόγον· φύσει γὰρ αἱ ὄρνιθές εἰσι θερμαὶ, διὸ καὶ ἐπίσημον τὸν ἰὸν καταπιοῦσαι τρύχουσι· καὶ τὰ ξηρότατα δαπανῶσι τῶν σπερμάτων· ἐνίοτε καὶ ψάμμους καὶ λίθους διαλύουσιν ἐμφαρυγξάμεναι· τοιγαροῦν πρὸς τὴν τοῦ ζώου θερμασίαν τὸ πνεῦμα, τὸ ἐκ τοῦ δεδηγμένου μέρους ὁρμὴν λαμβάνον, συνεξάγει τὸν ἰόν. Ἔγνωμεν δὲ ἐπὶ τῆς Αἰγύπτου τοιοῦτόν τι γινόμενον· ὁπόταν οἱ Αἰγύπτιοι θερίσωσι τὸν στάχυν, χύτραν ἔχουσι κατεσκευασμένην πίσσης καὶ σφήκωμα προςηρτημένον τῇ χύτρᾳ· τότε γὰρ μάλιστα δεδίασι τὰ θηρία, καὶ διὰ τὴν ὥραν καὶ τὸ λανθάνειν αὐτὰ κείμενα κατὰ τῶν ὀπῶν τῶν ἐν ταῖς ἀρούραις, ἐπισκοτούμενα ὁμοῦ καὶ ὑπὸ τῆς δασύτητος τῶν χωρῶν· πολλὰ δὲ κατὰ τὰ πεδία χαλεπώτερα τῶν ἰοβόλων ζώων ἡ Αἴγυπτος φέρει· ἐπειδὰν οὖν δηχθῇ τις πόδα ἢ ἄλλο τι μέρος, ταχέως οἱ παρατυχόντες τὸ σφήκωμα βάλλουσιν εἰς τὴν χύτραν τῆς πίσσης, καὶ περιειλοῦσιν ἅπαξ ἢ δὶς περὶ τὸν πῆχυν ἢ τὴν κνήμην, μικρὸν ἐπάνω τοῦ δήγματος, καὶ περισφίγγουσι δύο παρεστῶτες ἰσχυρῶς, καὶ ἐντέμνοντες τὸν τόπον διὰ τῆς περιθέσεως τοῦ βρόχου, ἐπιχέουσι τὴν πίσσαν· ὅταν δὲ αὐταρκῶς ἔχειν δοκῇ, τὸν βρόχον ἀφαιροῦσι, καὶ καταπλάσσουσι κρομμύοις, καὶ δι’ ἄλλων τῶν προειρημένων. Καὶ τούτων δὲ χωρὶς ὑγρὰ πίσσα μετὰ ἁλῶν λείων θερμοτέρων καταπλασσομένων σπουδαίως βοηθεῖ, αὐτὴ καινοποιηθεῖσα συνεχέστερον· ὡςαύτως ἁρμόζει καὶ κέδρος, τά τε σπυρίθια τῶν αἰγῶν ἐν οἴνῳ καθεψόμενα· ἀρήγει δὲ αὐτοῖς καὶ κατάντλησις δι’ ὄξους θερμοῦ, καὶ καλαμίνθη ἑψομένη δι’ οὔρου καὶ θαλάσσης ἢ ὀξάλμης.
19 (50) [95] Εἰσὶ δὲ καὶ ἔμπλαστροι δριμύταται καὶ θερμόταται, καὶ δυνάμεναι τὸν ἰὸν ἐπισπᾶσθαι καὶ διακρατεῖν καὶ διαφορεῖν· ὡς δι’ ἁλῶν ἢ νίτρου καὶ σινάπεως ἢ κάγχρυος προςφερόμεναι· ὥςπερ ἑξῆς ῥητέον. Οὐκ ἀλόγως δὲ ὁ Ἐρασίστρατος ἐπιμέμφεται τοῖς ἀγνώστους δυνάμεις πρὸς τὴν χρείαν ἀναγεγραφόσιν, ὡς χολὴν ἐλέφαντος καὶ κροκοδείλου, καὶ αἷμα χελώνης καὶ ὠὰ, καὶ τὰ παραπλήσια· δοκοῦσι μὲν γάρ τινα πεποιῆσθαι παράδοσιν ὠφελούντων· ἐξηπατήκασι δὲ αὐτὰ μόνα τοὺς ἐντυγχάνοντας· ὅθεν τὰ μὲν τοιαῦτα παραιτητέον, μήτε ῥᾳδίως εὑρεθῆναι δυνάμενα, εἰ μὴ ὑπ’ ἐξουσίας βασιλικῆς· μήτε διὰ τῆς πλείστης τηρήσεως οἵαν εἰς τὸ πιστευθῆναι τὴν πεῖραν παρεσχημένα· τὰ δὲ κοινωφελῆ καὶ εὐπόριστα ὑποδεικτέον, τὰ καὶ εἰς πάντα καὶ ἐν πᾶσι τοῖς θηριοδήκτοις δυνάμενα τὴν χρῆσιν παρέχειν. Σέρις τοίνυν καὶ ἐρείκη καὶ ἀστράγαλος πινόμενα μετ’ ὄξους, πᾶσι τοῖς θηριοδήκτοις βοηθεῖ· ὡςαύτως καὶ ἄσφαλτος καὶ πλατάνου χλωρὰ σφαιρία, καθεψηθέντα ἐν κράματι, καὶ παλιούρου ἀφέψημα· καὶ ῥίζα ἀριστολοχίας καὶ ἠρύγκης· καὶ δαφνίδες ἑφθαὶ κατεσθιόμεναι, καὶ πέπερι δαψιλέστερον τρωγόμενον, καὶ πήγανον, καὶ ἄνηθον, καὶ κυκλάμινον· πράσων τε ἡ κόμη ἰδίᾳ σὺν ἄρτῳ, ἢ σκόροδα, ἢ κρόμμυα, καὶ τάριχος δριμύτατος· καὶ ὀριγάνου ἀφέψημα σὺν οἴνῳ πινόμενον· καὶ μαράθρου καὶ γλήχωνος καὶ καλαμίνθης καὶ πράσων χυλὸς σὺν μέλιτι καταῤῥοφούμενος· ταῦτα μὲν ἐκ τῶν φυομένων· ἀπὸ ζώων δὲ λαμβάνεταί τινα ὠφελίμως, ἐγκέφαλοι μὲν ἀλεκτρυόνων ἐσθιόμενοι, πιτύα δὲ λαγωοῦ σὺν οἴνῳ πινομένη, καὶ καστορίου 𐅻 βʹ τὸν αὐτὸν τρόπον· λέγεται δὲ καὶ, ὅτι χελώνης θαλασσίας οἱ ὄρχεις λαμβανόμενοι βοηθοῦσιν· ἔτι δὲ καὶ ἡ γαλῆ σκελετευθεῖσα τῶν βεβοημένων εὑρίσκεται· πρότερον δὲ πάντη σχισθεῖσα, τῶν ἐντὸς ἐκκριθέντων, σκελετεύεται, καὶ ἀπ’ αὐτῆς δίδραχμον σὺν οἴνῳ πίνεται. Τοςαῦτα δὴ καὶ τὰ ἁπλᾶ τῶν προςφερομένων. Ἁρμόζει δὲ τοῖς θηριοδήκτοις καὶ κάθαρσις διὰ κοιλίας, καὶ ἱδρωτοποιΐα, καὶ οὔρων πολλῶν ἔκκρισις· σκευαστὰ δὲ ποτήματα παραδέδοται καινοτέρως ὑπισχνούμενα βοηθεῖν, ὡς ὀπίου καὶ σμύρνης ἀνὰ ὀβολὸς, καὶ πεπέρεως 𐅻 βʹ. ταῦτα δὲ δεῖ μέλιτι ἀναλαμβάνειν, καὶ διδόναι κυάμου μέγεθος αἰγυπτίου μετ’ οἴνου· ὁμοίως πηγάνου ἀγρίου σπέρματος, μελανθίου, κυμίνου αἰθιοπικοῦ, χαλβάνης, ἀριστολοχίας, ταῦτα πάντα λεανθέντα καὶ φυραθέντα χυλῷ εὐζώμου, ἀναπλάσσονται τροχίσκοι δραχμιαῖοι· διδόναι δὲ ἐξ αὐτῶν μετὰ οἴνου ἡμικοτύλιον. Ταῦτα μὲν περὶ τῶν κοινῇ βοηθούντων· τὰ δὲ ἴδια πρὸς ἕκαστον τῶν ἰοβόλων ἑξῆς εἴποιμεν. [Περὶ θεραπείας τῶν ὑπὸ σφηκῶν καὶ μελισσῶν δεδηγμένων.
20 [5] ] Ἐν τῇ σημειώσει περὶ σφηκῶν καὶ μελισσῶν οὐδὲν διηρθρώσαμεν· εὔδηλα γὰρ πᾶσιν ἦν, καὶ παράσημον ἔχει ἐξαίρετον, οὐδ’ ὁτιοῦν φυλασσόμενον· ἐν δὲ τῇ θαραπείᾳ καὶ τούτων οὐκ ἄτοπον μνημονεῦσαι. Πρὸς οὖν τὰς πληγὰς σφηκῶν καὶ μελισσῶν ἁρμόζει μαλάχη καταπλασσομένη, καὶ κρίθινον ἄλευρον σὺν ὄξει, καὶ συκῆς ὀπὸς ἐνσταζόμενος τοῖς δήγμασι, καὶ πυρία δι’ ἅλμης ἢ θαλάσσης. [Περὶ τῶν ὑπὸ φαλαγγίων δεδηγμένων.
21 [15] ] Τοῖς δὲ ὑπὸ φαλαγγίων δεδηγμένων ταῦτα ἐπιτιθέναι δεῖ· τέφραν συκίνην σὺν ἁλσὶ λείοις μετ’ οἴνου πεφυραμένην, ἢ ῥίζαν ἀγρίας ῥόας λελειοτριβημένην, ἢ ἀριστολοχίαν, σὺν κριθίνῳ ἀλεύρῳ καὶ ὄξει δεδευμένην· καταντλεῖν δὲ θαλάσσῃ τὰ ἕλκη, ἢ μελισσοφύλλου ἀφεψήματι, ταύτης δὲ τὰ φύλλα ἐπιπλάσσειν· λουτρὰ δὲ παραλαμβάνειν συνεχέστερον καὶ προποτισμοῖς χρηστέον διὰ τούτων τῶν φαρμάκων, ἀβροτόνου τὸ σπέρμα, ἄνισον, ἀριστολοχία, ἐρέβινθος ἄγριος, κύμινον αἰθιοπικὸν, κεδρίδες λεῖαι, πλατάνου φλοιὸς, καὶ τὸ σπέρμα τῆς τριφύλλου πόας· τούτων δὲ ἑκάστου διδόναι κατ’ ἰδίαν 𐅻 βʹ, μετ’ οἴνου κοτύλης αʹ. Δίδοται δὲ καὶ μυρίκης ὁ καρπὸς ὡςαύτως καὶ χαμαιπίτυος καὶ τῶν χλωρῶν τῆς κυπαρίσσου σφαιρίων τὸ ἀφέψημα κιρνάμενον μετ’ οἴνου. Φασὶ δέ τινες καὶ καρκῖνον ποτάμιον χυλισθέντα μετὰ γάλακτος, καὶ προςλαβόντα σελίνου σπέρμα, παραχρῆμα τῶν ὀχληρῶν ἀπαλλάσσειν. [Περὶ τῶν ὑπὸ σκολοπένδρας δεδηγμένων.
22 [5] ] Τοῖς δὲ ὑπὸ σκολοπένδρας δεδηγμένοις κατὰ μὲν τὴν πληγὴν ἐπιθέσθαι δεῖ λελειοτριβημένον μετ’ ὄξους ἅλας, ἢ πήγανον ἄγριον· καταντλεῖν δὲ ὀξάλμῃ τὸν τόπον, πότημα δὲ προςφέρειν ἀριστολοχίαν μετ’ οἴνου, ἢ ἕρπυλλον, ἢ καλαμίνθην, ἢ πήγανον ἄγριον. [Περὶ σκορπίου πληγῆς.
23 [20] ] Τοῖς δὲ ὑπὸ σκορπίου πληγεῖσι παραχρῆμα μὲν ἀκριβῶς βοηθεῖ συκῆς ὀπὸς εἰς τὰ τραύματα ἐνσταχθείς· αὐτός τε ὁ πλήξας σκορπίος λειοτριβηθεὶς καὶ ἐπιτεθεὶς τῷ πληχθέντι τόπῳ, τῆς ἰδίας πληγῆς γίνεται βοηθὸς κατά τινα ἀντιπάθειαν, ὡς ἔοικε· μετὰ δὲ τοῦτο ἁρμόζει λεῖος ἐπιτιθέμενος ὁ σκορπίος σὺν ἅλατι καὶ λινοσπέρμῳ καὶ τῇ ἀλθαίᾳ βοτάνῃ· βοηθεῖ δὲ καὶ θεῖον ἄπυρον ἀναληφθὲν ῥητίνῃ τερμινθίνῃ, καὶ ὡς ἔμπλαστρον ἐπιῤῥιφέν· ὁμοίως δὲ καὶ χαλβάνη πλατυνθεῖσα σπληνίου τύπῳ, καὶ καλαμίνθη λεία καταπλασσομένη, καὶ ὠμήλυσις ἐν οἴνῳ σκευασθεῖσα, ἐν ἀφεψήματι πηγάνου· βοηθεῖ δὲ τὸ σπέρμα τῆς τριφύλλου πόας λεαινόμενον καὶ ἐπιῤῥιπτούμενον. Τοπικὰ μὲν οὖν ταῦτα. Μετὰ δὲ τούτων καὶ ποτήμασι χρηστέον ὡς ἀνυσιμωτάτοις· ἔστι δὲ ἀριστολοχίας δίδραχμον, μάλιστα τοῦ φλοιοῦ, σὺν οἴνῳ, γεντιανὴ κεκομμένη, καὶ γλήχων καθεψημένη, καὶ δαφνίδες ἀριθμῷ βραχεῖ λειοτριβούμεναι, καὶ καλαμίνθη μετὰ ὀξυκράτου· δεῖ δὲ αὐτὴν ἐπιπολὺ ἑψῆσαι ἐν τῷ ὀξυκράτῳ· καὶ κύπειρος μετ’ οἴνου ἢ πηγάνου ὡςαύτως· καὶ συκῆς ὀπὸς, καὶ σίλφιον, εἰ παρείη· μὴ παρόντος δὲ, τῷ παρθικῷ χρηστέον ὀπῷ· ποιεῖ δὲ καὶ ὁ τοῦ τριφύλλου καρπὸς πινόμενος καὶ τὸ τοῦ ὠκίμου σπέρμα· τούτοις δὲ πᾶσιν ἀντιπαρατάσσεται λουτροῦ συνεχὴς χρῆσις μετὰ πολλῆς ἱδρώσεως καὶ οἰνοποσία μετὰ κράματος. [Περὶ τῶν ὑπὸ τρυγόνος θαλασσίας πεπληγμένων.
24 ] Τοῖς δὲ ὑπὸ τρυγόνος θαλασσίας πληγεῖσιν ἁρμόζει πάντα τὸν αὐτὸν τρόπον, ὅσον μικρὸν ὕστερον ἐπὶ τῶν ἐχιοδήκτων ἐροῦμεν. [Περὶ δράκοντος καὶ σκορπίου τῶν ἐκ θαλάσσης.
25 [5] ] Γίνονται δὲ ἰδίως πληγαὶ καὶ ὑπὸ δράκοντος καὶ σκορπίων τῶν ἐκ θαλάσσης· καὶ περιωδυνίας χαλεπὰς φέρουσι, σπανίως δέ ποτε καὶ νομάς· ἁρμόζει δὲ πρὸς τὰς πληγὰς αὐτῶν ποτισμὸς ἀψινθίου ἢ ἐλελισφάκου, ἢ θείου σὺν ὄξει τετριμμένου· καὶ αὐτοὶ δὲ ἀναπτυχθέντες καὶ ἐπιτεθέντες τοῖς τραύμασι τὰς ἰδίας ἰῶνται πληγάς. [Περὶ τῶν ὑπὸ μυγαλῆς δεδηγμένων.
26 [15] ] Τοῖς δὲ ὑπὸ μυγαλῆς δηχθεῖσι βοηθεῖ χαλβάνης σπληνίον ἐπιτεθὲν κατὰ τοῦ δήγματος, ὡς φάρμακον μετ’ ὄξους λελειοτριβημένον, καὶ κρίθινον ἄλευρον μετ’ ὀξυμέλιτος ἐπιπλασθέν· καὶ ἡ αὐτὴ δὲ ἡ δακοῦσα μυγαλῆ ἀναπτυσσομένη καὶ ἐπιτιθεμένη τῆς ἰδίας πληγῆς ἀντιφάρμακόν ἐστι, καὶ γλυκείας ῥοιᾶς ἑφθὰ καταπλασθέντα κοκκία· καὶ πράσα ἑφθὰ καταπλασθέντα καὶ σκόροδα συντετριμμένα καὶ ἡ διὰ τῆς θερμῆς ἅλμης κατάντλησις. Τοπικὰ μὲν ταῦτα· ποτιζόμενον δὲ ἀρήγει ἀβρότονον καθεψηθὲν, εἶτα δι’ οἴνου προςφερόμενον· ἕρπυλλος δὲ καὶ χαλβάνη καὶ εὔζωμον διεθέντα οἴνῳ, καὶ κυπαρίσσου τὰ ἁπαλὰ σφαιρία μετ’ ὄξους, καὶ κυκλάμινον μετ’ ὀξυμέλιτος, καὶ πύρεθρον σὺν οἴνῳ, καὶ χαμαιλέοντος τῆς βοτάνης ἡ ῥίζα. Τινὲς δὲ ἀναγράφουσιν, ὅτι καὶ αὐτὴ λειοτριβηθεῖσα ἡ μυγαλῆ πρὸς τὸ ἴδιον πλῆγμα ποτίζεται· τὴν δὲ ἱστορίαν ταύτην ἐν ἄλλοις κειμένην εὑρόντες, παρασημειώσεως μόνον ἠξιώσαμεν· ἔνιοι δέ φασι μὴ ἄλλως ἑλκοῦσθαι τὸν δηχθέντα, εἰ μὴ ἔγκυος ἡ μυγαλῆ τυγχάνει· τότε οὖν φασὶ βοηθεῖν. [Περὶ τῶν ὑπὸ ἐχίδνης δεδηγμένων.
27 [30] ] Τοῖς δὲ ὑπὸ ἐχίδνης δηχθεῖσι βοηθοῦσι τῶν αἰγῶν αἱ σπύραθοι μετ’ οἴνου ἀνατεθεῖσαι σπουδαίως· καὶ δάφνη ὡςαύτως, καὶ ἀβρότονον καὶ χαλβάνη ἀντὶ σπληνίου ἐπιῤῥιπτούμενα, καὶ ὀρίγανος χλωρὰ ἀνεθεῖσα, καὶ τῶν ὀρνίθων οἱ νεοσσοὶ ἀναπτυχθέντες καὶ παραχρῆμα προςτιθέμενοι· ὀροβινόν τε ἄλευρον μετ’ οἴνου πεφυραμένον· καὶ ῥαφάνου φλοιὸς ἰσχυρῶς κοπεὶς, ὥςτε λειότατος γίνεσθαι, καὶ σκίλλα ὀπτὴ καὶ χαμαίμηλον λελειωμένα, καὶ ὠμήλυσις δι’ ὀξυμέλιτος ἐσκευασμένη, προκατηντλημένου θερμοῦ. Ταῦτα μὲν τοπικῶς ἐπιτιθέμενα· ὠφελεῖ δὲ τοὺς ἐχιοδήκτους καὶ βάτος μετ’ οἴνου· ἔνιοι δὲ ἄγχουσαν τὴν λεπτόφυλλον βοηθεῖν ἀφηγοῦνται· πίνεται δὲ καὶ λαγωοῦ τῆς πιτύας ὅσον τριώβολον ἐν οἴνῳ, καὶ πράσου χύλισμα ὅσον ἡμικοτύλιον ἐν ἀκράτῳ· καὶ μελισσοφύλλου τῶν φύλλων ὁ χυλὸς, καὶ πήγανον ἄγριον· ταῦτα δὲ ἐν οἴνῳ δεῖ ποτίζειν· καὶ αὐτὴ ἡ οἰνοποσία συνεχῶς παραλαμβανομένη, σκόροδά τε ἐσθιόμενα καὶ κρόμμυα, καὶ πράσα ἁπαλὰ, καὶ τάριχος δριμύτατος καὶ πολυτελέστατος· καὶ τὰ μὲν ἁπλᾶ ταῦτα. Καὶ αὐτὸ δὲ τὸ φάρμακον εὐδοκιμοῦν ἐπὶ τῶν ἐχιοδήκτων, ὅπερ ἐστὶ σμύρνης, καστορίου, πεπέρεως, σανδαράχης ἀνὰ 𐅻 αʹ, ἀνήθου σπέρματος ὀξύβαφον τὸ ἥμισυ· ταῦτα λέαινε ἐν γλυκεῖ κρητικῷ, ἢ ἑτέρῳ τινὶ τῶν σπουδαίων. Ἐρασίστρατος δὲ ἐν τῷ περὶ δυνάμεων ἀνεγράψατο, καὶ ἄλλα τινὰ πλείονα βοηθεῖν δυνάμενα τοῖς ἐχιοδήκτοις· τὰ δοκιμώτατα δὲ τοιαῦτα· τοὺς τῶν ὀρνίθων ἐγκεφάλους σὺν οἴνῳ πινομένους, καὶ κράμβης ἡμέρου τοῦ σπέρματος ὀξύβαφον λεῖον πινόμενον μετ’ οἴνου· ἀγαθὸν δὲ καὶ τὸν δάκτυλον καταβάπτειν εἰς πίσσαν ὑγράν, ἔπειτα εἰς οἶνον ἀποκλύζοντα πίνειν· τοιαῦτα μὲν πρὸς τοὺς ἐχιοδήκτους. [Περὶ τῶν ὑπ’ ἀμφιςβαίνης δεδηγμένων.
28 ] Περὶ ἀμφιςβαίνης τοπικῶς ἐπεμνήσθημεν, ὅτι πῶς ταῖς πρὸς τὰς ἐχίδνας ἀναγεγραμμέναις βοηθείαις πέφυκε βοηθεῖσθαι ὁ ἐξ αὐτῆς πληγείς. [Περὶ τῶν ὑπὸ δρυΐνου δεδηγμένων.
29 [15] ] Τοῖς δὲ ὑπὸ δρυΐνου πληγεῖσιν ἁρμόζει ἀριστολοχία σὺν οἴνῳ πινομένη, καὶ ἡ τρίφυλλος πόα, ῥίζα δὲ ἀσφοδέλου παραπλησίως λαμβανομένη, καὶ δρυὸς πάσης ὁ καρπὸς πινόμενος· καὶ τῆς πρίνου αἱ ῥίζαι κοπτόμεναι καὶ καταπλασσόμεναι τοπικῶς παρηγοροῦσιν. [Περὶ τῶν ὑφ’ αἱμόῤῥου καὶ διψάδος δεδηγμένων] Αἱμόῤῥου καὶ διψάδος πρὸς τοῖς πλείστοις τῶν προγενομένων ἀπηγορεύθησαν, ὡς ἀβοήθητοι αἱ δήξεις· διὸ καὶ τῶν κατ’ ἰδιότητα πρὸς τὸ θηρίον τὴν διψάδα ὠφελούντων ἀποροῦσι· δεῖ μὲν οὖν ἀποπειρᾶσθαι τῶν κοινῶν βοηθημάτων· παραχρῆμα δὲ τοὺς κατασχασμοὺς παραλαμβάνειν, τήν τε καῦσιν ποιεῖν, καὶ εἰ ὁ τόπος ἐγχωροίη, τὸν ἀκρωτηριασμόν· ἐφεξῆς δὲ τὰς τῶν δριμέων καταπλασμάτων ἐπιθέσεις, ὑπὲρ ὧν εἰρήκαμεν πολλάκις· χρησιμέυειν οἶδα καὶ δριμυφαγίας, μάλιστα τὰς ἀπὸ τῶν ταριχηρῶν· ἀκρατοποσία τε καὶ λουτρὸν ὠφελεῖ· ταῦτα συνεχῶς ἐκ μικρῶν διαστημάτων πλεονάκις παραληπτέον, πρὶν κατασκήψῃ τὸ τῶν νοσημάτων εἶδος· ἐκείνων δὲ ἅπαξ ἐπιφανέντων, οὐδοτιοῦν παρὰ τῆς τῶν ἰατρῶν ἐπικουρίας ὄφελος γίνεται· ἐπὶ δὲ τοῦ αἱμόῤῥου τὰ αὐτά· καὶ πρὸς τούτοις τὰ ἐν τῷ κοινῷ τῶν βοηθημάτων· οἷον τοὺς κατασχασμοὺς καὶ τὰς καύσεις καὶ δριμυφαγίας, καὶ ἀκρατοποσίας, καὶ ὅσα ὡρίσαμεν ἐπὶ διψάδος· ἔτι δὲ καὶ ἀμπέλου φύλλα ἑφθὰ σὺν μέλιτι λελειωμένα.
31 [5] [Περὶ τῶν ὑφ’ ὕδρου δηχθέντων.] Τοῖς ὑφ’ ὕδρου δηχθεῖσιν ἁρμόζει ὀρίγανος λεία φυραθεῖσα ὕδατι, κονία τε ἐνεθεῖσα ἐλαίῳ, ἢ ἀριστολοχίας φλοιὸς ἢ ῥίζα λειοτριβηθεῖσα, καὶ κρίθινον ἄλευρον σὺν ὕδατι μετὰ μέλιτος συντετηκός· ποτίζεται δὲ καὶ ἀριστολοχίας δίδραχμον ἐν κράματι ὀξυκράτου κυάθοις δυσίν· ἢ πρασίου χυλὸς, ἢ ἀφέψημα ὁποτέρου σὺν οἴνῳ· πρόςφατόν τε κηρίον προςφερόμενον μετ’ ὄξους. [Περὶ τῶν ὑπὸ κεγχριδίου δηχθέντων.
32 [5] ] Τοῖς δὲ ὑπὸ κεγχριδίου δηχθεῖσι θριδακίνης ὁ καρπὸς μετὰ λινοσπέρμου καταπλασσόμενος βοηθεῖ, καὶ θύμβρα, καὶ ἄγριον πήγανον, καὶ ἕρπυλλος σὺν ἀσφοδέλῳ λελειωμένος· ποτιζόμενα δὲ παραχρῆμα, κενταυρίου τῆς ῥίζης 𐅻 βʹ σὺν οἴνου κυάθοις γʹ, ἢ ἀριστολοχίας ῥίζα ὡςαύτως· καρδαμόν τε καὶ γεντιανὴ παραπλησίως. [Περὶ τῶν ὑπὸ κεράστου δηχθέντων.
33 [5] ] Τοῖς δὲ ὑπὸ κεράστου δηχθεῖσι καὶ ἀσπίδος συντόμως ὁ ἀκρωτηριασμὸς ἐπαμύνει· διόπερ ἀνυπερθέτως ἀποκόπτειν δεῖ, ὅσον τὸ δηχθὲν μέρος, ἢ περισαρκίζειν τὰ δηχθέντα μέρη παραχρῆμα καὶ τὰ τούτοις πλησίον· εἶτα δὲ τὰ ὑπολειπόμενα τοῖς καυτηρίοις ἀνικμαστέον· καὶ γὰρ καὶ τούτοις ὁ ἰὸς οἷος ὁ τοῦ βασιλίσκου. [Περὶ τῶν ὑπ’ ἀσπίδος δηχθέντων.
34 [5] ] Τοῖς δὲ ὑπὸ ἀσπίδος δηχθεῖσιν, ὅσα καὶ τοῖς ὑπὸ κεράστου, ὡς προγέγραπται, προςενεκτέον βοηθήματα· ὃν τρόπον γὰρ βοὸς αἷμα ὀξύτατα πήγνυσι τὸ ἐν ταῖς ἀρτηρίαις αἷμα καὶ πνεῦμα, πρὸς τούτων καὶ ὁ ἰὸς, ὥςπερ καὶ ὁ τοῦ βασιλίσκου. [Περὶ τῶν ὑπὸ βασιλίσκου δηχθέντων.
35 [5] ] Τοῖς δὲ ὑπὸ βασιλίσκου δηχθεῖσιν, ὡς Ἐρασίστρατός φησι, βοηθεῖ καστορίου 𐅻 αʹ, πινομένη σὺν οἴνῳ· ὡςαύτως δὲ καὶ ὁ τῆς μήκωνος ὀπός. Τοιοῦτος μὲν ὁ θηριακὸς τρόπος.