ΕΥΒΟΪΚΑ.
Ἀθήναιος : Ἀρχέμαχος δʼ ἐν τῇ τρίτῃ Εὐβοϊκῶν «Βοιωτῶν — φησὶ — τῶν τὴν Ἀρναίαν κατοικισάντων οἱ μὴ ἀπάραντες εἰς τὴν Βοιωτίαν, ἀλλʼ ἐμφιλοχωρήσαντες παρέδωκαν ἑαυτοὺς τοῖς Θετταλοῖς δουλεύειν καθʼ ὁμολογίας, ἐφʼ ᾧ οὔτε ἐξάξουσιν αὐτοὺς ἐκ τῆς χώρας, οὔτε ἀποκτενοῦσιν· αὐτοὶ δὲ, τὴν χώραν αὐτοῖς ἐργαζόμενοι, τὰς συντάξεις ἀποδώσουσιν. Οὗτοι οὖν, οἱ κατὰ τὰς ὁμολογίας καταμείναντες καὶ παραδόντες ἑαυτοὺς, ἐκλήθησαν τότε μὲν μενέσται, νῦν δὲ πενέσται. Καὶ πολλοὶ τῶν κυρίων ἑαυτῶν εἰσιν εὐπορώτεροι.»
Κλήμης ὁ Ἀλεξανδρεύς : Εὐθυμένης δὲ ἐν τοῖς Χρονικοῖς συνακμάσαντα Ὅμηρον Ἡσιόδῳ ἐπὶ Ἀκάστου ἐν Χίῳ γενέσθαι περὶ τὸ διακοσιοστὸν ἔτος ὕστερον τῆς Ἰλίου ἁλώσεως — φησί. Ταύτης δέ ἐστι τῆς δόξης καὶ Ἀρχέμαχος ἐν Εὐβοϊκῶν τρίτῳ.
Οὐαλέριος Ἁρποκρατίων : Κοτύλαιον ὄρος· Αἰσχίνης ἐν τῷ Κατὰ Κτησιφῶντος. Ἔοικε τὸ ὄρος τῆς Εὐβοίας εἶναι· Ἀρχέμαχος γοῦν ἐν γʹ Εὐβοϊκῶν φησί· «Κότυλος μὲν οὖν φαίνεται κατασχεῖν τὸ νῦν ἀπʼ ἐκείνου Κοτύλαιον καλούμενον.»
Στέφανος ὁ Βυζάντιος Κοτύλαιον, ὄρος Εὐβοίας, ἀνακείμενον Ἀρτέμιδι, ὡς Ἀντίμαχος ἐν Ἀρτέμιδος βʹ.
Οὐαλέριος Ἁρποκρατίων : Ἁλόννησος, νησύδριον ἐν τῷ Αἰγαίῳ πελάγει. Αἰσχίνης ἐν τῷ Κατὰ Κτησιφῶντος, ὡς καὶ Ἀρχέλαος ἐν δʹ Εὐβοϊκῶν. Μνημονεύει δὲ τῆς ἀμφισβητήσεως τῆς Περὶ Ἁλοννήσου καὶ Θεόπομπος ἐν δʹ καὶ Ἀναξιμένης ἐν δʹ Φιλιππικῶν.
ΜΕΤΩΝΥΜΙΑΙ.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Πάντων ἀρχαιοτάτους εἶναι Αἰγυπτίους Ἀρχέμαχος ἐν ταῖς Μετωνυμίαις.
Πλούταρχος : Οὐ γὰρ ἄλλον εἶναι Σάραπιν ἢ τὸν Πλούτωνά φασι, καὶ Ἶσιν τὴν Περσέφασσαν, ὡς Ἀρχέμαχος εἴρηκεν ὁ Εὐβοεὺς, καὶ ὁ Ποντικὸς Ἡρακλείδης, τὸ χρηστήριον ἐν Κανώβῳ Πλούτωνος ἡγούμενος εἶναι.
Στράβων : Ἀρχέμαχος δʹ ὁ Εὐβοεύς φησι τοὺς Κουρῆτας ἐν Χαλκίδι συνοικῆσαι· συνεχῶς δὲ περὶ τοῦ Ληλάντου πεδίου πολεμοῦντας, ἐπειδὴ οἱ πολέμιοι τῆς κόμης ἐδράττοντο τῆς ἔμπροσθεν, καὶ αὐτοὺς κατέσπων, ὄπισθεν κομῶντας γενέσθαι, τὰ δʼ ἔμπροσθεν κείρεσθαι· διὸ καὶ Κουρῆτας ἀπὸ τῆς κουρᾶς κληθῆναι· μετοικῆσαι δʼ εἰς τὴν Αἰτωλίαν, καὶ κατασχόντας τὰ περὶ Πλευρῶνα χωρία· τοὺς δὲ πέραν οἰκοῦντας τοῦ Ἀχελῴου, διὰ τὸ ἀκούρους φυλάττειν τὰς κεφαλὰς, Ἀκαρνᾶνας καλεῖσθαι.
Πινδαρικὴ ὑπόμνησις : Τὸ Ἰόνιον πέλαγος τὸ περὶ Σικελίαν τὸ ὄνομα ἔλαβεν, ὡς μὲν ἔνιοι, ἀπὸ Ἰοῦς· Θεόπομπος δὲ ἀπὸ Ἰονίου ἀνδρὸς Ἰλλυριοῦ, Ἀρχέμαχος δὲ ἀπὸ τῶν ἀπολλυμένων ἐν αὐτῷ Ἰαόνων.