eul_wid: rna-aa

Ἰξευτικόν ἢ Περὶ Κυνηγεσίας
Ixeuticon or-Hunting, Paraphrase

Dionysius of Alexandria Ixeuticon or Hunting, Paraphrase PDF

t 1 [10] ΠΑΡΑΦΡΑΣΙΣ ΤΩΝ ΤΟΥ ΔΙΟΝΥΣΙΟΥ ΙΞΕΥΤΙΚΩΝ ΛΟΓΟΣ Α Ἐπειδή σοι τῆς γῆς ἁπάσης ἔχοντι καὶ τοῦ πελάγους τοὺς οἴακας σοφῷ τε εἶναι καὶ φιλομαθεῖ δέδωκεν εὖ ποιῶν ὁ Θεός, καὶ τοῖς πολλοῖς ἐθέλεις ἅπερ οἶσθα προσθεῖναι πάνθ’ ὅσα περὶ πτηνῶν τῷ ποιητῇ Διονυσίῳ συγγέγραπται, φέρε δὴ καὶ ταύτην σοι τὴν ὑπουργίαν ἐκπληρώσωμεν, ὡς ἂν τῶν ὀρνίθων εἰδείης τούς τε ὑγρᾶς τροφῆς ἔρωτι ποταμοῖς ἢ λίμναις ἢ καὶ τῇ θαλάσσῃ χαίροντας καὶ τοὺς τοῖς ὄρεσιν ἢ τοῖς πεδίοις ἐφιπταμένους, ὀνομάζειν τε ἔχοις ἕκαστον, ἤθη καὶ τέχνας καὶ ἰσχὺν καὶ πόθους αὐτῶν καὶ τοὺς τῆς ἄγρας τρόπους ἐξεπιστάμενος.
1 1 [5] τερπνὴ δέ τις καὶ οὐκ ἄχαρις θέα ταχὺν ὄρνιν ἰδεῖν αἱρεθέντα βρόχου δεσμοῖς ἢ δένδρου μέν τινος ἐφιζήσαντα κλάδῳ, καλάμῳ δέ, ὃν ἰξῷ τις ἐπαλείψας θηρατὴς ἀνατείνει, συγκολλώμενόν τε καὶ καθελκόμενον, ἢ πρὸς θάμνους μέν τινας ὑπὲρ διαναπαύσεως ἀφικόμενον, τοῖς δὲ πολυτρήτοις κόλποις ἐνσχεθέντα τῶν λίνων, ὥστε ὀλέθριον καὶ τελευταίαν αὐτῷ γενέσθαι τὴν διανάπαυσιν. καὶ μὴν κἀκεῖνο σοφὸν καὶ χαρίεν τὸ ἐπιτήδευμα· τῆς ὥρας ἤδη τῆς χειμερινῆς ἐπελθούσης, δένδρον τι κλάδοις τε καὶ φύλλοις ἀλλοτρίοις ἐπικαλύψαντες καί τινας μεταξὺ τῶν κλάδων ῥάβδους ἐνθέντες ἐπιχρισθείσας ἰξῷ κατὰ τῶν πεδίων ἱστῶσι, κλωβοὺς ἀπαρτήσαντες· τοῖσδε ὄρνεις ἔνεισιν, οἳ πρὸς τὴν ἄγραν τοῖς θηραταῖς ἀναγκαῖοι· τοὺς γὰρ λοιποὺς ταῖς ᾠδαῖς ἀναπείθουσι πλησιάσαντας τοῖς κλάδοις ἐπικαθῆσθαι τοῖς νόθοις· τοῖσδε ἅμα τῷ ξυνιζῆσαι καὶ τὸ τεθηρᾶσθαι συμβαίνει. καὶ μὴν καὶ πάγαις ἔστιν ἰδεῖν τῶν πτηνῶν πλεῖστα θηρώμενα, τιθέναι δ’ αὐτὰς τροφήν τινα ἐμβαλόντες ὑπὸ τὰς θάμνους εἰώθασι· καὶ καθ’ ἑτέρους ἁλίσκονται τρόπους· γνώσῃ δ’ ἕκαστον, εἴπερ ἵλεως ἀκούοις, ἐν τάξει. γένη μὲν δὴ πλεῖστα πτηνῶν τὸν ὑγρὸν ἀέρα διίπταται. Πάντων δὲ χρὴ προκρίνειν τοὺς ἀετούς, ἐπεὶ μηδὲν ὑπὲρ γρυπῶν σαφὲς ἔστιν εἰπεῖν, οὕς φασιν ἐν τοῖς τῶν πλουσίων Ἀριμασπῶν ἕλεσι τρεφομένους χρυσὸν ἐκ τῆς γῆς ἀγείρειν ὀρύσσοντας· τοὺς Ἀριμάσπας δὲ τούτους οὐχὶ δύο τοὺς ὀφθαλμούς, ἀλλ’ ἕνα ἕκαστον ἔχειν φασίν.
1 3 [35] Τῶν ἀετῶν δὲ τὸ γένος καὶ τὴν ἰσχὺν ἐπιστάμεθα, καὶ ὅσον τῶν λοιπῶν ὑπερτεροῦσιν ὀρνέων, ὡς καὶ τοῖς τοῦ Διὸς σκήπτροις ἀγχοῦ τῶν κεραυνῶν ἐπικαθῆσθαι πιστεύεσθαι. ἵπτανταί γε μὴν ὑπὲρ τὸν ἀέρα καὶ πρὸς αὐτὸν τὸν αἰθέρα εὐκόλως, καὶ ὀξὺ δεδόρκασι μέχρι τῆς γῆς, ἢ τάχα καὶ δι’ αὐτῆς, ὡς μηδὲ τὰ μικρὰ ζῳΰφια λανθάνειν αὐτοὺς τροφῆς χρῄζοντας, κἂν εἰ θάμνοις ἐπικαλύπτοιντο. ἀρνῶν δὲ καὶ νεβρῶν καὶ τῶν ταχυτάτων λαγωῶν σαρξὶν ἥδονται, καὶ νεκρὸν οὐκ ἂν φάγοιεν, εἰ μὴ παρ’ αὐτῶν τι ζῷον ἀποκτανθείη ληφθέν. ἐς δὲ τὸ τῶν νόσων ἄκος τὰς χελώνας ἐσθίουσι, καὶ ὅσα γε εἰς ποτόν, ἀπόχρη τὸ τῶν θηρωμένων αἷμα ζῴων αὐτοῖς, ὥστε οὐκ ἂν ὕδωρ πίοιεν. καὶ τὰς ἄκρας οἰκοῦσι τὰς ἐν τοῖς ὄρεσι περιφανεῖς τε καὶ ὑψηλάς, εἴτε ἀναπαύλης δέοιντο μετὰ θήραν, εἴτε τοῖς τέκνοις οἰκοδομεῖν βούλοιντο καλιάς, ὥστε ὀλιγάκις ἐπὶ τὰ πεδία φέρεσθαι τῶν πετρῶν ἀφιπτάμενοι, τὰ πολλὰ δὲ αὐτὸν ἐγγύθεν βλέπειν τὸν οὐρανόν. ἢν δὲ ἀποτεκεῖν δέῃ, κομίσαντές τινα λίθον ταῖς κοίλαις ἐντιθέασι καλιαῖς, ἵνα ἐν καιρῷ τίκτωσι, καὶ μὴ τὸ τικτόμενον πρὸ τῆς ὥρας ἀτέλεστον ὠθοῖτο ὑπ’ ἰσχύος. οὐ μὴν ἔστι τι σαφὲς περὶ τοῦ λίθου τούτου γιγνώσκειν, ἀλλ’ οἱ μὲν αὐτὸν ἀπὸ τῶν Καυκασίων ὀρῶν, οἱ δὲ ἀπὸ τῆς τοῦ ὠκεανοῦ φασιν ὄχθης κομίζεσθαι, λευκὸν ὑπερφυῶς ὄντα καὶ μεστὸν ἔνδοθεν πνεύματος, ὡς καὶ ἦχον ἀποτελεῖν, εἰ κινοῖτο. τικτούσῃ δ’ εἴ τις αὐτὸν γυναικὶ περιάψειεν, ὀλισθαίνειν διακωλύσει τὸ βρέφος. κἂν ἐν λέβητι παφλάζοντος ὕδατος ἐπιψαύσῃ, τὴν τοῦ πυρὸς νικήσει πάντως ἰσχύν. καὶ γνησιότητος δὲ τῶν τέκνων μέλει σφόδρα αὐτοῖς, καὶ πρὸς ἀνίσχοντα τὸν ἥλιον ἐναντίᾳ πτήσει κρίνουσι τὰ τεχθέντα, καὶ τὸ νικηθὲν ὑπὸ τῆς αὐγῆς ἢ καταμῦσαν οὐκ ἂν γνήσιον νομισθείη, νόθον δέ, καὶ τῆς καλιᾶς ἐξελαύνεται, καὶ τῶν ἄλλων ὀρνίθων οἶκτος αὐτῷ τροφὴν χορηγεῖ, ὡς τοὺς παῖδας τρέφειν τοὺς ὀρφανοὺς τοῖς αὑτῶν περιττοῖς οἱ γειτνιῶντες εἰώθασι, τήν τε τῆς πενίας ἀνάγκην ἰώμενοι καὶ τὴν χρείαν· οὐ μὴν ἡ τοιάδε τροφὴ τοὺς νεοττούς ποτε ἤγαγεν εἰς τὴν τῶν πατέρων ἀλκήν. Τὰς ἅρπας δὲ οὐδὲ ἰδεῖν συνεχῶς τοῖς ἀνθρώποις ἔστιν· τὰς τραχυτάτας γὰρ οἰκοῦσι πέτρας καὶ τοῖς νεοττοῖς ἐπὶ ταῖς ὑψηλαῖς φάραγξι ποιοῦσι τὰς καλιάς, τοῖς κρημνοῖς ἀντὶ πρέμνων ἢ κλάδων ἐπικαθήμεναι.
1 4 [5] φιλοῦσι δὲ τὰ τέκνα ὑπερφυῶς, καὶ εἰ λαθών τις ἄγροικος ἅρπης νεοττὸν ὑποκλέψειεν, ὑπερόψεται μὲν θρηνοῦσα τροφῆς, οὐκ ἀποπτήσεται δέ που τῆς καλιᾶς, ὀδυρμῶν δὲ πάντα ἐμπλήσει, καὶ γυναῖκά τις ἂν εἴποι θρηνεῖν, καὶ δακρύων ἐπιρροῇ τὰς παρειὰς αὑτῆς ἐπικλύσει. πτερῶν δὲ αὐταῖς εἰσιν αἵ τε παρειαὶ καὶ ὁ ἀνθερεὼν μεστός, ὥστε τι γένειον μέχρι τῆς δηρῆς ἐπιδεικνύναι. καὶ τοῦτο ταῖς ἅρπαις ἴδιον σημεῖόν ἐστι· μόναι δὴ ὀρνίθων λίθοις τρέφονται καὶ τοῖς τῶν πάλαι τεθνηκότων θηρίων ὀστέοις, εἰ μὲν καταπιεῖν δύναιντο, ἡδέως ἅμα τὸ προστυχὸν παραπέμπουσαι, τὰ μείζονα δὲ τοῖς ποσὶ συλλαμβάνουσαί τε καὶ ἀνιπτάμεναι καὶ κατὰ τῶν πετρῶν ἀφιεῖσαι πολλάκις, ὥστε συντριβέντα ἐσθίειν. ἀρρωστεῖν δὲ αὐτὰς ὁ μέλας βρωθεὶς ἀποκωλύει κισσός. Οἱ γῦπες δὲ μίγνυνται μὲν ἐπεμβάντες ἀλλήλοις, μάτην δέ, καὶ οὐκ ἄν ποτε συνουσιάζοντες οὕτω παιδοποιήσαιεν, ἀλλ’ ἡνίκα ἂν σχοῖεν πρὸς τὸν τῶν ᾠῶν τόκον ἐπιτηδείως, κατὰ τὰ θηρία τὰς τίγρεις τὴν αἰδῶ πρὸς τὸν ζέφυρον ἀποστρέψαντες ὑπὸ τῇ πνοῇ γαμοῦνται, καί φασιν ἐντεῦθεν αὐτοῖς ταχείας εἶναι τὰς κατὰ τὴν ὀσμὴν ἀντιλήψεις, εἰ καὶ πόρρω που τελευτήσειέ τι τῶν ζῴων.
1 5 [5] καὶ ἀκόρεστοι δὲ τροφῆς ὑπὲρ τοὺς λοιποὺς πάντας ὄρνεις εἰσίν, ὡς καὶ πολεμεῖν ὑπὲρ αὐτῆς πρὸς ἀλλήλους, καὶ τὸν ἰσχύϊ κρείσσονα τοὺς ἄλλους ἀποδιώκειν, τὴν μὲν τῶν πτερύγων προβαλλόμενον ἅτε ἀσπίδα, τῇ δὲ τοὺς λοιποὺς ἀπελαύνοντα· οἱ δέ, ἢν κορεσθεὶς οὗτος ἀποχωρήσειε, κοινῇ ταῖς τροφαῖς ἐφορμῶσι, μέχρις ἄν τις αὐτῶν τοὺς ἀσθενεστέρους αὖθις ἀποδιώξῃ. ῥᾳδίως δὲ οὐδεὶς ἂν εὕροι γυπῶν καλιάς· γίνονται γὰρ ἐν τόποις, εἰς οὓς ἐλθεῖν ἐστιν ἀμηχανώτατον. τῇ δὲ τῶν τεθνηκότων ὑπερχαίροντες δυσοδμίᾳ, τοσοῦτον ἀπεχθάνονται πρὸς τὰ μύρα, ὥστε οὐδ’ ἂν κτήνους ἅψαιντο τεθνεῶτος, εἴ τις αὐτοῦ τὰς σάρκας ἐπαλείψειε μύρῳ. Ἱεράκων δὲ γένη πλείω καὶ ταχεῖς μὲν ἄλλοι πρὸς θήραν, περιστεραῖς μάλιστα καὶ φάσσαις ὀλέθριοι· οἱ δὲ τὰς ὄρνεις τὰς ἐλάσσους αἱροῦσιν, ἕτεροι δὲ ἀργότατοι καὶ πρὸς τὰς πτήσεις ὀκνώδεις, ὥστε τρέφεσθαι παρ’ ἑτέρων ἐθέλειν καὶ ὀψὲ τοῦ καιροῦ πρὸς ἄγραν ὁρμᾶν καὶ βατράχοις ἐπιτίθεσθαι μόνοις.
1 6 [10] καὶ τοῖς ἀνθρώποις δ’ ἄλλοι κοινωνοῦσι τῆς θήρας, δεσμοῖς τ’ ἐχόμενοι καὶ τὰ θηρώμενα τῶν ὀρνέων φοβοῦντες· κορυδοῖς δ’ εἰσὶν οὗτοι καὶ χελιδόσι πολέμιοι, καὶ ταύτῃ γε αὐτοὺς συγγενεῖς ἄν τις εἴποι Τηρέως. καὶ ἀμβλυώττουσιν ὑπὲρ πᾶν ἕτερον γένος ὀρνέων, ὡς καὶ θεραπείαν τοῦ πάθους ἐπίστασθαι· γάλα δ’ ἔστι θριδακίνης ἀγρίας, ἣν ἀποτέμνειν τοῖς ἱέραξιν ἔθος ὑπὲρ ἰάσεως. Τῶν ἰκτίνων δ’ οὐδὲν ἄν τις ἀναιδέστερον εἴποι· ὁρμῶσι γὰρ καὶ ἐπ’ αὐτὰς πολλάκις τῶν ἀνθρώπων τὰς χεῖρας, καὶ διαφθείρουσι τῶν κατοικιδίων ὀρνίθων τοὺς νεοττοὺς καὶ λυποῦσι μάλιστα τὰς γυναῖκας.
1 7 [5] τίνουσι μέντοι τὴν προσήκουσαν δίκην, τοὺς πόδας ἐν ῥητῷ τινι τοῦ ἔτους καιρῷ σφόδρα ἀθλίως ἀλγοῦντες. φασὶ δ’ αὐτοὺς μηδὲ τῇ ῥοιᾷ ποτε ἐπικαθῆσθαι τῶν δένδρων, μηδὲ ὁρᾶν ἐθέλειν αὐτό. καὶ ἄπιστος μέν, κρατεῖ δὲ λόγος περὶ αὐτῶν, ὅτι γαμετήν τις ἀποβαλὼν ἀνὴρ θυγατέρα τ’ ἐξ αὐτῆς ἔχων, ὄνομα Σίδην, εἶδεν εἰς τὴν κόρην αἰσχρῶς, ὥστε τοῦ πατρὸς τὴν μίξιν ἐκείνην ἐκκλίνουσαν τῷ τῆς μητρὸς ἑαυτὴν ἐπισφάξαι τάφῳ· εἶτα τῶν θεῶν, φασί, τὸ πάθος ἐλεησάντων, ἀνῆκεν ἐκ τοῦ αἵματος 〈τῆς ῥοιᾶσ〉 τὸ δένδρον ἡ γῆ· τὸν δὲ πατέρα γεγονότα ἴκτινον φεύγειν ἄποθεν τὰς τῆς συμφορᾶς ὑπομνήσεις, καὶ οὐκ ἐθέλειν ἐπικαθῆσθαι τῷ δένδρῳ. Οἱ δὲ ὄρνεις οἱ μέμνονες γένος μὲν τῶν μελαντάτων Αἰθιόπων εἰσί, τὴν δὲ Αἰθιοπίαν ἀπολιπόντες, ὡς πρὸς γονὴν αὐτοῖς δι’ ὑπερβολὴν θέρμης ἀχρεῖον, καὶ οὐδὲ θέλοντες ἐν αὐτῇ ποιεῖν καλιάς· τὰ γὰρ ᾠὰ πάντως εὐθὺς ὁ ἥλιος καταφλέγει· πρὸς τὸν βορρᾶν καὶ τὴν Θρᾴκην ὁρμῶσιν· εἰς δὲ τὸν Ἑλλήσποντον ἀφικόμενοι καὶ τὴν Τροίαν, ἐπὶ τοῦ τάφου τοῦ Μέμνονος ἀγωνίζονται πρὸς ἀλλήλους, καὶ τὸν ἀπὸ τῶν πτερύγων ἦχον ἀσπίδων ἄν τις ἀπεικάσειε κτύπῳ.
1 8 [15] εἶτα τῆς μάχης λήξαντες περὶ τὸν ῥόον τοῦ Αἰσήπου ἀπολούονται κονίζονταί τε ἐπὶ τῆς ψάμμου περιστρεφόμενοι, καὶ τῷ τάφῳ τοῦ Μέμνονος ἐφιζήσαντες ταῖς ἡλιακαῖς ξηραίνουσιν ἀκτῖσι τὰς πτέρυγας, τήν τε ἐν αὐταῖς κόνιν ἐπὶ τῷ τοῦ Μέμνονος σπείρουσι τάφῳ, δεικνύντες, οἶμαι, κἀντεῦθεν, ὡς ἐξ ἀνδρῶν μεταβληθέντες εἰς ὄρνεις οὔτε τῆς βασιλικῆς τιμῆς, οὔτε τῆς πολεμικῆς ὀλιγωροῦσι μελέτης. Ὑπὲρ δὲ τῶν κοράκων ἡμῖν ταῦτα ἰστέον, ὡς ἐκ πάντων ὀρνέων μόνοι τοῖς παισὶ ποτὸν οὐ χορηγοῦσι, ῥηγνυμένου τοῦ ἀνθερεῶνος εὐθὺς μετὰ τὴν μίξιν αὐτοῖς.
1 9 [10] τιμωρίαν τοῦτο παλαιᾶς τινές φασιν ἁμαρτάδος· ὕδωρ γὰρ ἐνεγκεῖν κελευσθείς, ἡνίκα ἐν Τρίκκῃ τὸν Ἀσκληπιὸν ἔτικτε Κορωνίς, τοῦ κελευσθέντος ὑπεριδὼν ἐλαγνεύετο 〈ὁ Κόραξ〉, καὶ διὰ τοῦτο μῆνις Ἀπόλλωνος εἰς ὄρνιν τ’ αὐτὸν μέλανα τρέπει καὶ δίχα ποτοῦ ποιεῖ τὰς ῥῖνας αὐξάνεσθαι, κἀντεῦθεν εἶναι τοῖς νεοττοῖς λυπηρότατον. καινόν γε μὴν καὶ τοῦτο ἐπὶ τῶν κοράκων ἐστίν· οὐ μίγνυνται πρίν τινα ταῖς θηλείαις ᾠδὴν ὥσπερ γαμήλιον παρακρῶξαι· αἱ δὲ πεισθεῖσαι οὕτω συνουσιάζουσι. Ταῖς κορώναις δὲ οὐ κατὰ τὰ λοιπὰ πάντα πτηνὰ τῶν ᾠῶν ῥαγέντων ἔμπροσθεν ἐπὶ τὸ στόμα, ἀλλ’ ἐξόπισθεν, πρῶτον προβάλλοντες τὰ σκέλη προΐασιν οἱ νεοττοί.
1 11 [5] Τῶν ἐλάφων οἱ πέρδικες ἐρῶσιν ὑπερφυῶς, συννέμεσθαί τ’ αὐτοῖς καὶ οὐδὲ ἀποφοιτᾶν που βούλονται, παρομαρτοῦσί τε καὶ συνθέουσι καὶ τοῖς νώτοις ἐπικαθήμενοι διαξαίνουσι τὰς τρίχας αὐτῶν, ὡς καὶ ἁλίσκεσθαι προσιόντες ἀσμένως, ἢν εἰκόνα ἐλάφου δείξειεν ἀγρευτής. ὑπὲρ ἀφροδισίων δὲ ἀγωνίζονται πρὸς ἀλλήλους, καὶ πρὸς μὲν τὰς μίξεις αὐτοὺς παροτρύνει τὸ ἔαρ· νεμόμενοι δ’ ἐν ταῖς ὕλαις ἀγεληδόν, εἰ φανείῃ θήλεια, διίστανται καὶ πολεμοῦσιν ἀλλήλοις, καὶ γίνεται τοῦ κεκρατηκότος ἡ θήλεια· ὁ δὲ ἀναβοᾷ καὶ γέγηθεν, ὥσπερ χρυσὸν ἢ κόρην ἤ τι γέρας ἕτερον ἐκ πολέμου λαβὼν ἀριστεύς. ἀλλ’ οὐδὲ θάλπειν τὰ ᾠὰ ταῖς θηλείαις ἐπιτρέπουσι καὶ ὑποκλέπτουσι δ’ αὐτὰ πρὸς τὴν μίξιν σπεύδοντες· καίτοι κἀκεῖναι πολλάκις, ὡς ἀσελγεῖς, ὀλιγωροῦσι παιδοτροφίας. καὶ δολερὸν τὸ γένος ἐστίν, ὡς καὶ τοὺς νεοττοὺς γινώσκειν, ὅπως ἄνδρα χρὴ προσιόντα ἐξαπατᾶν, φύλλοις ἢ βώλοις ἤ τινι τῶν προστυχόντων καλυψαμένους· ὃ καὶ τοῖς ἁλιεῦσι ποιοῦσιν οἱ πολύποδες, αἷς ἂν προσερείσωνται πέτραις ἀφομοιούμενοι. Πλέον δέ, ἤπερ φιλοῦσι τὰς ἐλάφους οἱ πέρδικες, μισοῦσι τοὺς ὄνους οἱ αἴγινθοι, κἂν ἐπὶ φυτοῦ καλιᾶς οὔσης αἰγίνθου τρέφωνται νεοττοί, τῷ δένδρῳ πλησιάσας ὄνος ἀναιρεῖ πάντως αὐτούς, καὶ ὀγκησάμενος τὴν κύουσαν αἴγινθον ἀμβλῶσαι ποιεῖ.
1 13 [5] Ὁ κόκκυξ δέ, ὁ πρῶτος τῶν λοιπῶν πτηνῶν ἡμῖν τὸ ἔαρ ἀγγέλλων, αὐτὸς μὲν καλιὰν οὐ ποιεῖ, τὰ δὲ τῶν ἑτέρων ὀρνίθων ᾠὰ κατεσθίει καὶ ἐν ἀλλοτρίᾳ τεκὼν ἀφίσταται καλιᾷ, καὶ θάλπει μὲν ἕτερος δι’ ἄγνοιαν τὰ τεχθέντα, μέχρις ἂν τὰ τῶν ᾠῶν ἴδῃ προκύψαντα, τῆς δὲ ἀπάτης αἰσθόμενος ἀπολείπει τ’ αὐτὰ καὶ ἑτέραν ποιεῖται καλιάν· ὁ δὲ κόκκυξ ἐλθὼν τροφὴν τότε τοῖς ἑαυτοῦ δίδωσι νεοττοῖς. Τοῖς δρυοκόλαψι δὲ καινόν τι παρὰ τῶν θεῶν δέδοται δῶρον· εἰ καλιάν τις αὐτῶν ἐπιφράξειε λίθοις ἢ ξύλοις, πόαν τινὰ πρὸς τοῦτο ἐγνωσμένην αὐτοῖς ἀνελόμενοι καὶ τῷ τῆς καλιᾶς προσαγαγόντες στόματι ἀνοίγουσί τ’ αὐτὴν καὶ πάντας ἀποκινοῦσι τοὺς σφῆνας.
1 14 καὶ τὰς κλεῖς δὲ τῶν θυρῶν εὐμαρῶς ὁ τὴν πόαν ἐκείνην ἐπιστάμενος διαλύ〈σ〉ει. Τοὺς αἰγιθάλλους οἱ ποιμένες μισοῦσιν ὅτι τῶν αἰγῶν, ἃς ἂν τεκούσας ἴδοιεν, ταῖς θηλαῖς ὑπερχαίρουσι, τό τε γάλα αὐτῶν, ὡς ἔριφοι, προσιόντες ἐξέλκουσι, καὶ πρὸς τὸν τόκον αὐτὰς εἰς τὸν ἑξῆς βλάπτουσι χρόνον.
1 16 [5] Αἵ γε μὴν γλαῦκες ἐπὶ τῶν προβάτων δρῶσαι ταὐτὸν οὐδεμίαν φέρουσι βλάβην. ἀλλ’ ἐκεῖνο ἰστέον περὶ αὐτῶν, ὅτι τοὺς μύρμηκας ἀποκωλύειν τῶν ἰδίων βουλόμεναι νεοττῶν ἐν τῇ καλιᾷ καρδίαν ἔχουσι νυκτερίδος, ὡς τῶν μυρμήκων ἀπολείπειν καὶ τοὺς ἑαυτῶν φωλεοὺς αἱρουμένων, εἰ νυκτερίδος τις ἐπ’ αὐτοῖς θείη καρδίαν. Ἴκτερός τις ὄρνις ἀπὸ τῆς χροιᾶς ὀνομάζεται, ὃν εἰ τῷ πάθει τούτῳ τις ἀνὴρ ἐχόμενος ἴδοι, φεύξεται πᾶσαν αὐτίκα τὴν νόσον.
1 18 [10] Τὰ δὲ τῆς κίσσης πρὸς τὰς τῶν φωνῶν μιμήσεις πῶς ἄν τις εἴποι πλεονεκτήματα καὶ πόσα ἂν εἶναι ζῷα δόξειε φθεγγομένη; μηκᾶσθαι ἔριφόν ποτε κίσσης ἀκούων ᾠήθην, καὶ ὡς τῆς μητρὸς χωρισθέντα περὶ τὸ δένδρον ἐζήτουν, ἐφ’ οὗ καθῆστο κίσσα βοῶσα· μυκηθμὸς εὐθύς, καὶ μόσχον ᾤμην· εἶτα ὡς πρόβατον ἐβληχᾶτο, καὶ τὸν τοῦ ποιμένος τέλος ἐμιμήσατο συριγμόν, ᾧ μετὰ τὴν νομὴν ἐπὶ ποτὸν ἄγει τὰ πρόβατα, ὥστε ὀψέ ποτε ἐπὶ τῶν κλάδων ἰδὼν μεθαλλομένην αὐτήν, ἀπεθαύμασα πηλίκα μέχρι καὶ τῶν ὀρνέων ἐστὶ τὰ θεῖα δωρήματα. Τοῖς ψιττακοῖς δέ, οὓς οὐκ ἐν ξυλίνοις κλωβοῖς, ἀλλ’ ἐν σιδηροῖς φρουρεῖν ἀναγκαῖον, μέχρι καὶ τῆς ἡμετέρας γλώσσης ὡδήγησε τὰς μιμήσεις ἡ φύσις.
1 20 [5] Καὶ ταῖς ἀηδόσι θαυμαστήν τινα ᾠδῆς δέδωκεν ἁρμονίαν, αἳ καὶ τοὺς νεοττοὺς ᾠδαῖς μᾶλλον ἢ τροφαῖς ἄλλως ἐκτρέφουσι, γνησίους μὲν τοὺς εὐφθόγγους ἡγούμεναι καὶ θεραπείας ἀξιοῦσαι παντοίας, ἀποκτιννῦσαι δὲ τοὺς ἀφθόγγους, ὡς οὐκ ἀξίαν γενεὰν τῶν Ἀττικῶν ἀηδόνων· ὃ δὴ καὶ τῆς ἐλευθερίας αὐταῖς ἔρωτα τοσοῦτον ἐντίθησιν, ὡς, εἰ ληφθεῖεν, μήτε ᾄδειν ἐθέλειν καὶ τὴν γλῶσσαν ἀποτέμνειν εὐθύς. Συνήθεις μάλιστα καὶ ὁμωρόφιοι τοῖς ἀνθρώποις αἱ χελιδόνες εἰσίν, εἰς μὲν ὄρνιθας ἀμειφθεῖσαι, ἡνίκα ἦν ἀνὴρ ὁ Θρᾷξ ἔτι Τηρεύς· ὡς δὲ μεταβαλόντα κἀκεῖνον εἶδον εἰς ὄρνιν, τὰ πτηνὰ φυγοῦσαι πρὸς τὰς τῶν ἀνθρωπίνων ἦλθον οἰκήσεις.
1 21 [5] ἀλλ’ οὐδὲ τοῦ βορρᾶ, οὐδὲ ἄλλων τῶν ἐκ Θρᾴκης ἀνέμων στέργουσι τὴν πνοήν, καὶ τὰς καλιὰς ἐκ τῶν τοιούτων πνευμάτων οἰκοδομοῦσιν ἀπεστραμμένας. τοὺς νεοττοὺς δὲ τρέφουσιν οὕτως ἐν τάξει, ὥστε, εἰ δεξάμενός τις τροφὴν μεταβαίη τὸν τόπον, οὐκ ἂν δοῖεν αὖθις, πρὶν ἀναδράμοι. εἴ γε μήν τις αὐτῶν τὰ τέκνα ἀποτυφλώσειε, τὴν χελιδονίαν βοτάνην κατατεμοῦσαι τῷ στόματι καὶ τὸν ἐξ αὐτῆς χυλὸν ἐπιβαλοῦσαι τοῖς ὄμμασι τῆς πηρώσεως ἀπωθοῦνται τὴν βλάβην. Πολυβορώτατον ὄρνεον ἡ σελευκὶς καὶ μετὰ πλείστης εὐχῆς ἀφικνούμενον τοῖς ἀγροίκοις, ἢν τοὺς καρποὺς ἀκρίδων ἔδηται πλῆθος· ὅτι τὰς μὲν φαγοῦσαι, τὰς δὲ καὶ διὰ μόνης σκιᾶς ἀναιροῦσαι, ἐκκρίνουσι δὲ ἃς ἂν καταφάγωσι ῥᾳδίως αὐτίκα, καὶ πορθουμένοις ἀνδράσι ξενικὴν ἄν τις εἴποι συμμαχίαν ἐληλυθέναι.
1 22 [5] ἀλλ’ εἰ τῆς χάριτός τις τὰς ὄρνεις ἀποστερήσειε, διαφθείρουσιν αὗται τὸν σωθέντα καρπόν· κἂν ἀποκτείνῃ τις σελευκίδα φρενοβλαβής, οὐκέτ’ ἄν, ὑπ’ ἀκρίδων τῶν καρπῶν κειρομένων, εἰς τὴν χώραν ἐκείνην ἔλθοιεν βοηθοί. Αἱ δὲ ταῖς φαρμακίσι γυναιξὶ προσφιλεῖς ἴυγγες τροφῆς ὧδε μεταλαμβάνουσι· τὰς μακρὰς γλώσσας, ὥσπερ οἱ ἁλιεῖς ὁρμιάν, ἐκτείνασαι καὶ εἰς ἀτραπόν τινα ἐμβαλοῦσαι μυρμήκων, ὡς ἐπὶ βρῶσιν σπεύδοντας ὑποδέχονται ἀκριβῶς, εἶτα τὴν γλῶσσαν κατὰ μικρὸν ἕλκουσαι τοὺς ἁλόντας ἐσθίουσι.
1 23 συνεχῶς δὲ τοὺς τραχήλους κινοῦσιν, ὡς οἱ τῶν ἀνδρῶν διαδεχόμενοί τε καὶ θηλυδρίαι βακχεύειν ἐπὶ τῆς τελετῆς τῆς Ῥέας εἰώθασιν. Σωφρονοῦσιν ὑπὲρ πᾶν ὄρνεον αἱ τρυγόνες, καὶ γάμον στέργουσιν ἕνα· καὶ τελευτησάσης τῆς ὁμόζυγος οὐκ ἄν ποτε ὁ περιὼν ἑτέρᾳ μιχθείη.
1 25 [5] Ταῖς περιστεραῖς δὲ γάμος εἷς ἀπόχρη· μιχθεῖεν δ’ ἂν ἄλλῃ τῆς προτέρας τελευτησάσης, καὶ συνουσίας δ’ ἀρχὴν ποιοῦνται τὸ φίλημα· καὶ πρεσβυτέρα μὲν οὐκ ἂν πρὸ τῆς τῶν χειλῶν ἐμβολῆς ἀνάσχοιτο μίξεως· αἱ δὲ νέαι πολλάκις πρὸς τὴν συνουσίαν καὶ δίχα τῶν φιλημάτων ὁρμῶσιν. εἰ δὲ μὴ παρεῖεν θήλειαι, παρὰ τὸν κοινὸν τῶν ὀρνέων νόμον ἐπιβαίνουσιν ἀλλήλοις οἱ ἄρρενες καὶ ᾠὰ τίκτουσιν, οὐδὲν πρὸς νεοττῶν γονὴν ἐπιτήδεια. Καὶ τὰς κατοικιδίους δὲ ὄρνεις ἴσμεν ἀλεκτρυόνων χωρὶς καὶ ἐν ταῖς τῶν γυναικῶν χερσὶ θερμαινομένας ἀποτίκτειν ᾠά· πρὸς εὐτοκίαν δὲ αὐταῖς, ἢν ὠδίνωνται, χρήσιμον ἐκ τῆς γῆς τῷ στόματι κάρφος λαβεῖν καὶ ἐπιτιθέναι τοῖς νώτοις.
1 26 [5] ὑπὲρ πάντα δὲ τὰ πτηνὰ τοὺς ἀλεκτρυόνας ἴσμεν πολλαῖς χαίροντας μάχαις καὶ συνουσίαις. φωτὶ δὲ μάλιστα χαίρουσι καὶ προαγγέλλουσι τὴν ἡμέραν ὡς ἡλίῳ κεχαρισμένοι, καὶ τὰς τῶν γαμετῶν ὠδῖνας παρηγοροῦσι τῇ κοινωνίᾳ τῶν πόνων, ὥστε ἠρεμαῖόν τι καὶ λεπτὸν προσᾴδειν εἰς παραμυθίαν αὐταῖς. Πρὸ δὲ τῶν λοιπῶν πάντων ὀρνίθων, ἔτι χειμῶνος ὄντος, ὁ κόσσυφος ἀποτίκτει, καὶ χαίρει μύρτοις καὶ δάφναις καὶ κυπαρίσσων ἄλσεσι καὶ ταῖς εὐθαλέσι λεύκαις, πεύκαις τε καὶ πλατάνοις καὶ ταῖς διπλόθριξι πίτυσι, καὶ κισσοῖς.
1 27 [5] δύο δ’ ἔστι γένη κοσσύφων· καὶ οἱ μὲν πάντῃ μέλανες, οἱ δὲ κηρῷ τὰ χείλη προσεοικότες, καὶ τῶν ἑτέρων μᾶλλον πρὸς τὰς ᾠδὰς ἐπιτήδειοι. Τὸ κάλλος δὲ ὁ ταὼς τὸ οἰκεῖον τεθαύμακε, καὶ εἰ καλόν τις αὐτὸν ὀνομάσειεν, εὐθὺς τῶν πτερῶν τὰ ἄνθη μεμιγμένα χρυσῷ ὥσπερ τινὰ λειμῶνα δείκνυσιν ἀναστήσας, περιάγων εἰς κύκλον αὐτὰ διατεταγμένοις ὄμμασι· τὰ δὴ κατὰ τῆς οὐρᾶς λάμπουσιν ὥσπερ ἀστέρες αὐτῷ.
1 28 [5] καὶ εἰ προσιδών τις ἐπαινέσειεν ἐπὶ τῷ κάλλει, καὶ διὰ τῆς φωνῆς αὐτίκα φιλοτιμήσεται· σκώψαντος δέ τινος τὴν οὐρὰν κατακρύψει μισῶν ὥσπερ τὸν φιλολοίδορον. φρουρὸς οὗτος ἦν τῆς Ἰοῦς, ἡνίκα Ἥρα κατ’ αὐτῆς ἐχαλέπαινεν· Ἑρμῆς δ’ ἀνεῖλεν αὐτόν, καὶ τελευτήσαντος ἀνῆκεν ὄρνιν ἡ γῆ τῶν ὀφθαλμῶν ἔχοντα τὰ σημεῖα τῶν πρόσθεν. Ἔστι τι καὶ πορφυρίων ἀπὸ τῆς χροιᾶς καλούμενον ὄρνεον· ἐρυθρὸν αὐτῷ τὸ ῥάμφος ἐστί, καὶ κατὰ τῆς κεφαλῆς ὥσπερ τινὰ πῖλον ἔχει, ὁποίους οἱ τοξόται Πέρσαι φοροῦσιν· τοῖς κατοικιδίοις ὀρνέοις ἴσος εἰς μέγεθος, πλὴν ὅτι χρῆται σκέλεσι μακροτέροις.
1 29 [5] οὗτος οὐκ ἄν ποτε εἰς μίξιν ἔλθοι παρόντος ἢ ὁρῶντος ἀνδρός· φύσει δὲ σώφρων ἐστί, καὶ εἰ ζηλευτής 〈τισ〉 εἴη, ἀνιᾶται, ὡς μηδὲ ὁρᾶν ἄνδρα θέλει τῇ ἑαυτοῦ γαμετῇ συνιόντα· εἰ δὲ μοιχείας αἴσθοιτο, ἀθυμεῖ τοσοῦτον, ὡς διαφθείρεσθαι. Οἱ δὲ ὄρτυγες, ἢν τὰς νομὰς τὰς προτέρας ἀπολιμπάνωσι, συνίπτανταί τ’ ἀλλήλοις καὶ μιᾷ τὴν θάλασσαν ὁρμῇ παραμείβουσι πτηνῶν ὄντες ὀξύτατοι καὶ δειλοὶ τοσοῦτον, ὥστε φρίττειν τοῦ πελάγους τὴν ὄψιν καὶ τὰ βλέφαρα ἐπιμύειν καὶ τοῖς ἱστίοις πολλάκις τῶν νεῶν περιρρήγνυσθαι καὶ τοῦτον παρὰ τῶν ναυτῶν θηρᾶσθαι τὸν τρόπον.
1 30 [5] ὡς δ’ ἂν εἰδεῖεν, πότερον διεληλύθασιν ἢ οὔπω τὸ πέλαγος, πείρας αὐτοῖς τοιόσδε τρόπος ἐξηύρηται. τρεῖς ἕκαστος λίθους βραχεῖς ἐπὶ τοῦ στόματος φέρει καθ’ ἕνα τε ἀφίησιν ἀκροώμενος πότερον ἢ εἰς ὕδωρ ἐμπέπτωκε καὶ δεῖ πτήσεως μακροτέρας, ἢ κατὰ τῆς γῆς ἐνήνεκται καὶ καιρὸς ἥκει διαναπαύσεως. Μεθίστανται δὲ ὀρνέων γένη πολλά, ὥστε αὐτῶν τά τε τῆς ἐκδημίας καὶ τὰ τῆς ὁδοιπορίας μέτρα γιγνώσκεσθαι πλὴν μόνων τῶν πελαργῶν, ὑπὲρ ὧν οὐκ ἄν τις ἀκριβῶς εἰδὼς εἴποι, πόθεν ἥκουσιν, ἢ ποῦ πάλιν ἐπανίασιν· οἱ μὲν γὰρ ἐκ Λυκίας αὐτούς, οἱ δὲ ἔρχεσθαι ἐξ Αἰθιοπίας φασίν, ὅθεν τὸ μυρίον ὕδωρ τοῦ Νείλου τοὺς ἐν Αἰγύπτῳ καρποὺς ποιεῖ πλατυνόμενον.
1 31 [45] θαυμαστοὶ δὲ καὶ ἀγχίνοοί εἰσιν, ἤν τε φυλάξασθαι βλάβην, ἤν τε ἐκτῖσαι δέῃ χάριν εὐεργεσίας. καίτοι περὶ αὐτῶν καὶ τοιόνδε ἀκήκοα· λίθῳ τις σκέλος ἔκλασε πελαργοῦ· ὁ δ’ ἀπὸ τῆς αὑτοῦ πλάγιος ἔπεσε καλιᾶς, εἶτα γυναῖκες ἀσθενοῦντά τ’ αὐτὸν καὶ σκάζοντα θεασάμεναι ἰάσαντο λαβοῦσαι· καὶ βαδίζων ἤδη νικηθέντος τοῦ πάθους σὺν τοῖς λοιποῖς ἀπέπτη, καὶ πάλιν ἐπιόντος ἔαρος εἰς τὴν αὐτὴν ὥρμησεν οἰκίαν, ὡς γνωσθῆναι μὲν ἀπὸ τῶν τῆς χωλείας σημείων, ἧσαι δὲ τὰς γυναῖκας, ὅτι παρ’ αὐτὰς ἧκεν ἀσμένως. τοῖς μακροῖς δὲ χείλεσιν ἐπικύψας ἐκεῖνος λίθον τῶν τιμίων περικαλλέστατον πρὸς τοῖς ποσὶν ἤμεσε τῶν γυναικῶν· αἱ δ’ ἔγνωσαν, ὡς εἰς χάριτος ἀμοιβὴν καὶ ἀνδρῶν πολλάκις εἰσὶν οἱ πελαργοὶ προθυμότεροι. ἐν Ἰταλίᾳ δέ τι λέγεται συμβῆναι τοιοῦτον· νεοττούς τινων πελαργῶν ὄφις ἀπὸ τῆς γῆς κατήσθιεν ἀνερπύζων καὶ πάλιν εἰς τὸ δεύτερον ἔτος τὸν ἕτερον τοῖς αὐτοῖς διέφθειρε τόκον. οἱ δὲ στειλάμενοι πρὸς τὴν ξένην καὶ τὸ τρίτον ἥκοντες καινόν τινα ὄρνιν καὶ οὐκ ὀφθέντα πρότερον ἐπηγάγοντο, βραχύτερον μὲν αὐτῶν, ῥάμφος δὲ ἀπὸ τῆς κεφαλῆς ὀξὺ καὶ μέγιστον ὥς τι προβαλλόμενον ξίφος. πῶς ἄρα τῶν νεοττῶν αὑτῶν τὴν δυσποτμίαν ἀγγείλαντες, τίσι δὲ πρὸς τὴν ἐπικουρίαν ἐλθεῖν πείσαντες ἐπαγγελίαις ἢ λόγοις; εἰ μὴ ἄρα τις ἄγνωστα ἡμῖν πρὸς ἀλλήλους φθέγγεσθαι λέγοι τούς τε ὄρνεις καὶ τὰ θηρία. ὁ δέ, τέκνων μὲν οὐκ ὄντων ἔτι τοῖς πελαργοῖς, ἐπὶ τὰς αὐτὰς νομὰς ᾔει τοῖς κεκληκόσιν· νεοττευσάντων δέ, τοὺς μὲν ἀφίπτασθαι πόρρω καὶ τροφὰς κομίζειν ἔδει τοῖς τε νεοττοῖς καὶ τῷ φύλακι, τὸν δ’ ἐπὶ τῆς καλιᾶς μένειν ἐπιόντα τὸν ὄφιν. καὶ μικρὸν ὕστερον ἐκ τοῦ φωλεοῦ προσελθὼν ἀνεσόβει τοὺς νεοττούς, ὧν ὁ σύμμαχος προσειστήκει, καὶ παίει δὴ τῷ ῥάμφει τὸν ὄφιν· ὁ δ’ οὐχ ὑπείξας, ἀλλὰ καὶ τὸν ὁλκὸν ἀναστήσας πρός τε τὴν οὐρὰν ἐρεισάμενος ἀντετάττετο καί, πληγὴν πάλιν δεξάμενος, εἶτα ἀντιταχθεὶς ταῖς σπείραις περιβαλεῖν τὸν ὄρνιν ἠπείγετο, μάτην πλείστοις χρώμενος ἑλιγμοῖς· ὁ γὰρ ὄρνις ὑπέφευγε ῥᾳδίως τοῖς πτεροῖς κουφιζόμενος· καὶ τοὺς νεοττοὺς ὁ μὲν ἀνελεῖν ἔσπευδεν, ὁ δὲ σῶσαι, μέχρι πρὸς τὸ τῶν τραυμάτων πλῆθος ὁ ὄφις ἀπειπὼν διεφθάρη, δακών γε μὴν τὸν ὄρνιν ἐν τῇ συμπλοκῇ καὶ τὸν ἰὸν αὐτῷ τῶν ὀδόντων ἐγχέας, ὡς καὶ τὰ πτερὰ πάντα αὐτῷ διαρρεῦσαι. τοῦ καιροῦ δὲ τῆς ἀναστροφῆς ἥκοντος οἱ μὲν λοιποὶ πάντες ἀφίπταντο πελαργοί· οἷς δὲ τῆς πρὸς τὸν σεσωκότα τοὺς νεοττοὺς ἔμελεν ἀμοιβῆς, σὺν αὐτοῖς ἔμενον τοῖς νεοττοῖς, μέχρις ἐκείνῳ νέα περιφυῆναι πτερὰ καὶ συναπελθεῖν ὑπῆρξεν αὐτοῖς.
1 32 [5] Ἀκήκοα δέ, ὡς παρὰ τοῖς Ἰνδοῖς ὄρνις εἴη γονέων ἄτερ καὶ μίξεως χωρὶς ὑφιστάμενος, φοῖνιξ ὄνομα, καὶ βιοῦν φασιν ἐπὶ πλεῖστον καὶ μετὰ πάσης ἀφοβίας αὐτόν, ὡς οὔτε τόξοις, οὔτε λίθοις, οὔτε καλάμοις ἢ πάγαις τῶν ἀνδρῶν τι κατ’ αὐτοῦ ποιεῖν πειρωμένων. ὁ δὲ θάνατος αὐτῷ τὴν ἀρχὴν ποιεῖ τῆς ζωῆς· ἢν γάρ ποτε γηράσας πρὸς τὰς πτήσεις ἑαυτὸν ἴδοι νωθέστερον ἢ τὰς αὐγὰς τῶν ὀμμάτων ἐλασσουμένας, ἐφ’ ὑψηλῆς πέτρας κάρφη συλλέξας πυράν τινα τῆς τελευτῆς ἢ καλιὰν συντίθησι τῆς ζωῆς, ἥν, ἐν μέσῳ καθημένου τοῦ φοίνικος, ἡ τῶν ἡλιακῶν ἀκτίνων καταφλέγει θερμότης· οὕτω δὲ διαφθαρέντος αὐτοῦ νέος ἐκ τῆς τέφρας αὖθις ἕτερος γίγνεται φοῖνιξ καὶ τοῖς πατρῴοις ἔθεσι χρῆται, ὥστε ὑπὸ τῆς ἡλιακῆς μόνης αὐγῆς, πατρός τε καὶ μητρὸς χωρίς, τὸν ὄρνιν γίγνεσθαι τοῦτον. ΛΟΓΟΣ Β Λεκτέον δὲ καὶ περὶ τῶν ἀμφιβίων ὀρνέων, ὅσα τῇ θαλάσσῃ χαίρουσι καὶ ταῖς ἀκταῖς ἐφιζάνουσι καὶ πρὸς τοῖς αἰγιαλοῖς ποιοῦνται τὰς καλιάς, ὧν ἐστι γένη πλείω τε καὶ ποικίλα· οὐ γὰρ ἐλάττους τρέφει τῆς γῆς ὄρνεις ἡ θάλασσα.
2 1 [5] οὐ μὴν μία φύσις τούτοις τε καὶ τοῖς χερσαίοις ἐστίν· ἀλλὰ τοῖς μὲν ἐπὶ ταῖς σαρξὶν ἀραιότερα κεῖται πτερὰ καὶ πρὸς τὴν ταχεῖαν χρήσιμα πτῆσιν· πυκνὰ δὲ καὶ οὐδαμῶς πεφυκότα βρέχεσθαι περισκέπει τοὺς ἀμφιβίους, ὥστε νήχεσθαι αὐτοῖς ἀδιαβρόχοις ἐξεῖναι. καὶ πόρους ἔχουσιν ἐπὶ τῶν στομάτων πλατεῖς, δι’ ὧν τὸν ληφθέντα ἰχθὺν παραπέμπουσιν εἰς τὴν γαστέρα εὐκόλως. ἀλλὰ καὶ στεγανοὶ τοῖς πλείστοις πόδες εἰσίν, οἷς ἐπὶ τῶν ὑδάτων οἷα κώπαις χρῶνται νηχόμενοι. Καὶ φύσις μὲν αὐτοῖς ἥδε κοινή, δυνάμει δ’ ὑπερβάλλουσι τοὺς λοιποὺς πάντας οἱ ἁλιαίετοι, τὸ μὲν εἶδος τοῖς χερσαίοις ἀετοῖς ἐοικότες, βορᾷ δὲ χρώμενοι θαλαττίᾳ, καὶ τοὺς ἰχθῦς μάλιστα θηρῶντες ἐκείνους, οἳ πλεῖν δοκοῦσιν ἐπ’ ἄκρων τῶν ὑδάτων νηχόμενοι, ὥστε καὶ μέρος αὐτοῖς ἐκφανὲς εἶναι τοῦ σώματος.
2 2 [10] οὐ μὴν ἀεὶ χρηστὸν αὐτοῖς τὸ τῆς ἄγρας τέλος ἐστί. τοῖς γὰρ μείζοσι πολλάκις ἰχθύσι τὰς καμπύλας τῶν ὀνύχων ἐπιβάλλοντες ἀκμάς, πρὸς μὲν τὸν ἀέρα αὐτοὺς οὐκ ἰσχύουσιν ὡς βαρεῖς ἀνασπάσαι, καθελκόμενοι δ’ αὐτοὶ διαφθείρονται θᾶττον ἢ διαφθείρουσι, πρὸς τὸν τῆς θαλάττης πυθμένα τῆς ὀδύνης τοὺς ἰχθῦς ἐπειγούσης τῶν δ’ οὐκ ἰσχυόντων διαπαρέντας ἅπαξ ὑπεκλῦσαι τοὺς ὄνυχας. τούτους φασὶ νόθους παῖδας ἀετῶν εἶναι χερσαίων καὶ τῶν πατρῴων καλιῶν διὰ τοῦτο ἐξεληλάσθαι, εἶτα ὑπό τισι τραφέντας ἄλλοις ὀρνέοις, τὰς ἐπὶ τῆς γῆς ἐκκλίνειν διατριβὰς καὶ τοῖς πελάγεσιν ὑπερχαίρειν. οἱ ἁλιεῖς δ’ αὐτοὺς ὡς εὐκτήν τινα καὶ αἴσιον ὄψιν ἀσπάζονται. Ὄρνις δέ τις ἄλλος ἔστιν, βραχὺς μὲν ὡς οἱ τῶν λάρων ἐλάσσονες, ἰσχυρὸς δὲ καὶ τὴν χροιὰν λευκὸς καὶ τοῖς τὰς φάσσας ἀναιροῦσιν ἱέραξι προσόμοιος, ὃς ὀνομάζεται καταράκτης· τῶν νηχομένων γάρ τινας τηρήσας ἰχθύων—ὁρᾷ δὲ καὶ μέχρι τοῦ τῆς θαλάσσης βυθοῦ— πρὸς ὕψος ἑαυτὸν αἴρει καὶ τὰ πτερὰ πάντα συστείλας εἰς τὸν πόντον, οἷα πίπτων ἵεται, διατεμὼν τὸν ἀέρα— παντὸς ἂν εἴποι τις βέλους ὀξύτερον—καὶ καταδύεται μέχρις ὀργυιᾶς ἢ καὶ πλέον· ἔσθ’ ὅτε συλλαβών τε τὸν ἰχθὺν ἀνασπᾷ καὶ ἱπτάμενος ἔτι πάλλοντα κατεσθίει.
2 3 [40] τοῖς σκοπέλοις δὲ καὶ τοῖς αἰγιαλοῖς ἐφιζάνει καὶ ταῖς χοιράσι πέτραις, αἳ μικρὸν ὑπερκύπτουσι τῆς θαλάσσης, καὶ πρὸς ποτὸν οὐ κατὰ τοὺς λοιποὺς ὄρνεις χρῆται ποταμοῖς ἢ πηγαῖς, ἀλλ’ ὕδατι θαλασσίῳ· καὶ βρύα ἐπὶ τῶν πετρῶν τοῖς ᾠοῖς ὑποστρώννυσιν, οὔτε θάλπων καὶ τοῖς ἀνέμοις αὐτὰ διὰ παντὸς ἐπιτρέπων. καί τι καὶ ἐπὶ τοῖς ᾠοῖς τοιόνδε δρῶσιν οἱ καταράκται· οἱ μὲν ἄρσενες ἀναλαβόντες οἷς ἔνεστιν ἄρσενα, αἱ θήλειαι δ’ ὁμοίως τὰ θήλεα, καὶ τοῖς ποσὶν ἐπισφίγξαντες πρὸς τὸν ἀέρα ἀνίπτανται καὶ κατὰ τοῦ πελάγους φέρεσθαι ἀφιᾶσιν, εἶτα πρὸς τὸ ὕδωρ ἑπόμενοι θᾶττον ἐξαρπάζουσι τοῦ πελάγους αὐτά, συνεχῶς τοῦτο ἔν τισι ποιοῦντες ἡμέραις· οὕτω θ’ ἡ φορὰ θερμήνασα τῶν ᾠῶν προφέρει τοὺς νεοττούς. οἱ δὲ τὸ φῶς ἰδόντες εὐθὺς ἐπὶ τῶν καλιῶν οὐκ ἀνέχονται διατρίβειν, ἀλλὰ τῇ τῶν τεκόντων ἕπεσθαι πτήσει φιλονεικοῦσιν· εἶτα οἱ γονεῖς ὑπολαβόντες αὐτοὺς πάλιν εἰς τὸν βυθὸν ἀφιᾶσι, καὶ πάλιν ἁρπάζουσιν ἠπειγμένως ἐλαφρίζοντες τὸν πόνον αὐτοῖς· οὕτω γὰρ ἂν θᾶττον τῆς πατρῴας θήρας τὸν τρόπον ἐκδιδαχθεῖεν, καί τις ἂν αὐτοὺς εἰκάσειε παισὶν ἐπὶ γεωργίαν ἑπομένοις γεγηρακότι πατρί, ὧν ὁ μὲν ἐπιθεὶς βουσὶν ἄροτρον ἀνατέμνει τὴν γῆν, ὁ δ’ ἡγεῖται σῖτον ἐπὶ σπόρον ἐκχέων· ἐργαζομένοις δ’ ὁ πατὴρ ἐφέστηκε διδάσκων ἅμα καὶ γεγηθώς. οἱ καταράκται δὲ νέοι μὲν ὄντες ἔτι τοὺς βραχεῖς ἁρπάζουσι τῶν ἰχθύων καὶ οὐδὲ τῶν ἀκτῶν ἵπτασθαι πόρρω θαρροῦσιν, αὐξηθέντες δὲ τοῖς μείζοσιν ἐφοπλίζονται. καὶ τῶν ἀμφιβίων πάντων κάκιον τελευτῶσιν ὀρνέων· ὑπὸ γήρως γὰρ αὐτοῖς τῆς ὄψεως ἀμβλυνθείσης ἡγοῦνται μὲν ἐπὶ τὸ πέλαγος φέρεσθαι τῆς ἄγρας ἐφιέμενοι τῆς συνήθους, πέτραις δὲ καὶ κρημνοῖς περιρρηγνύμενοι διαφθείρονται. Καὶ οἱ τροχίλοι δὲ τῶν ἀμφιβίων ὀρνέων εἰσί, καὶ πρὸς τοῖς αἰγιαλοῖς τρέχουσιν οὕτω πολλάκις, ὡς ὀξύτερον αὐτῶν τῆς πτήσεως εἶναι τὸν δρόμον· ἔχουσι γοῦν καὶ τὴν προσηγορίαν ἐντεῦθεν.
2 4 [10] τοῖς μεγάλοις δ’ οὐκ ἐπιχειροῦσιν ἰχθύσιν, ἀλλ’ ἀπόχρη θήρα καρκινάδος αὐτοῖς ἢ συλλαβεῖν ἄλλο τι τῶν ὁπόσα πρὸς τοὺς αἰγιαλοὺς ἐκφέρει τὰ κύματα. νέμονται δ’ οἱ ἄρσενες μετ’ ἀλλήλων καὶ χωρὶς πάλιν αἱ θήλειαι, καὶ τοῦ ἔαρος ἐπιστάντος ἐπειγόμεναι πρὸς συνουσίαν αἱ θήλειαι πρότεραι τοῖς ἄρρεσιν ἐφορμῶσι καὶ μικρόν τι παρ’ αὐτοῖς οἷον ᾄδουσι τετριγυῖαι· οὕτω τε ἐκκαλοῦνται πρὸς μίξιν καὶ τῇ προτροπῇ μόλις ἐνδόντες οἱ ἄρρενες μίγνυνται, μέχρις ἂν πέντε πεποιηκέναι ᾠὰ διὰ τῆς μίξεως οἰηθῶσι, καὶ πρὸς τὰς αὑτῶν πάλιν ἕκαστοι χωροῦσι νομάς, τῶν ἀρρένων μὲν οὐδὲ μικρὸν ἔτι λόγον τῆς τῶν παίδων ἐκτροφῆς ποιουμένων οὐδὲ τῆς μίξεως μνήμην, τῶν θηλειῶν δ’ ἐπὶ τοῖς νεοττοῖς καμνουσῶν καὶ πρὸς ἀλλήλας τὴν σπουδὴν νεμομένων· αἱ μὲν γὰρ τὰ ᾠὰ θάλπουσαι μένουσιν ἐν ταῖς καλιαῖς, αἱ δὲ τροφὴν συγκομίζουσι ταῖς θαλπούσαις, καὶ δρῶσι τοῦτο ἀμοιβαδὸν τὰ ᾠὰ τῇ τῶν πτερῶν θερμαίνουσαι παραψαύσει· εἶτα ἐπὶ τὸν αἰγιαλὸν τοὺς νεοττοὺς ἄγουσιν αὐξηθέντας, ἐν ᾧ τοῖς ἄρρεσι νέμεσθαι φίλον, καὶ μερισθέντες οὕτως ἕπονται τοῖς τε ἄρρεσι καὶ ταῖς θηλείαις οἱ παῖδες, ὥστε ἐοικέναι προβάτοις ὑπὸ τῶν ποιμένων μετὰ τὰς ἐν ταῖς νομαῖς συμμίξεις χωριζομένοις. Οἱ λάροι τοῖς ἀνθρώποις εἰσὶ προσφιλέστατοι καὶ πλησίον αὐτῶν οἰκοῦσιν ὡς συνηθέστατοι· καὶ εἰ θεάσαιντο σαγήνην ἁλιέας ἐξέλκοντας, ὡς κοινωνοὶ τῆς ἄγρας πλησιάζουσι ταῖς ἀκάτοις καὶ περὶ τὰ δίκτυα κεκραγότες μοῖραν ἀπαιτοῦσι τῆς θήρας, καὶ παρέχουσιν οἱ γριπεῖς κατὰ τῆς θαλάττης ῥιπτοῦντες τῶν ἰχθύων τινάς, οἱ δὲ τούς τε ῥιπτουμένους ἐπιδραμόντες ἐσθίουσι, καὶ εἴ τινες διεκφύγοιεν ἄλλοι τῶν λίνων, ἐκδέχονται, καὶ μάλα ἑτοίμως, αὐτούς, ὥστε εἶναι δόξαν, ὅτι ποτὲ γεγονότες ἄνδρες καὶ πρῶτοι θήραν τὴν θαλασσίαν εὑράμενοι, καὶ θεῶν βουλήσει μεταβληθέντες εἰς ὄρνεις τῆς παλαιᾶς ἔτι μέμνηνται ἐπιστήμης οὐ πόρρω τῶν πόλεων καὶ τῶν λιμένων ἱπτάμενοι.
2 5 [25] πλείω δ’ ἔστι γένη τῶν λάρων· καὶ οἱ μὲν αὐτῶν λευκοί τ’ εἰσὶ καὶ ὡς αἱ περιστεραὶ βραχεῖς· οἱ δὲ τούτων μέν εἰσι μείζους καὶ ἰσχυρότεροι, πυκνοτάτοις δὲ πτεροῖς περισκέπονται, καί τινες ἔτι καὶ τούτων εὐμεγεθέστεροι. λευκὰ δ’ ἐστὶ καὶ τούτοις πτερὰ πλὴν ὅσον ἐπὶ ταῖς ἀκροτάταις πτέρυξι καὶ τοῖς τραχήλοις μελαίνονται. καὶ τούτους ἅπαντες οἱ λοιποὶ λάροι νομῆς τε καὶ ἕδρας χαρίζονται καὶ ὡς βασιλεῦσιν ὑπείκουσι, καὶ γηράσκουσι δ’ αὐτοῖς κυανὰ γίγνεται τὰ πτερά, καὶ κατὰ τῶν πετρῶν, ἐν αἷς μάλιστα ὕδωρ τῆς γῆς πότιμον ἀπορρεῖ, νεοττεύουσιν, ὥστε τοὺς παῖδας θαλασσίᾳ μὲν τροφῇ, γλυκεῖ δ’ ὕδατι χρῆσθαι, μέχρις ἂν αὐξηθέντες ἰσχύσωσιν ἀφίπτασθαι τῶν καλιῶν· τότε δὴ καὶ τροφῇ καὶ ποτῷ χρήσονται θαλασσίῳ. πρὸς δὲ νήξεως τάχος οὐκ ἂν ὄρνις ἕτερος ἐρίσειε λάρῳ. Αἱ δ’ αἴθυιαι τροφῆς μὲν ἀεὶ πλείστης ὀρέγονται καὶ οὐκ ἄν ποτε λιμώττουσαι κορεσθεῖεν, τοὺς δ’ ἐσθιομένους ἰχθύας εὐθὺ διὰ τῆς ἕδρας ἐκκρίνουσιν, ὡς καὶ ζῶντας ἀποπέμπειν ἔσθ’ ὅτε.
2 6 [5] καὶ μόναι τῶν ἀμφιβίων ὀρνίθων κατὰ ταὐτὸν θηρῶσί τε καὶ ἵπτανται καὶ ἐσθίουσι, καὶ μάλιστα τοὺς γόγγρους καὶ τὰς ἐγχέλεις καὶ τοὺς ἄλλους δ’ ἰχθύας, οἷς ὀλισθηρὸν σῶμά ἐστιν. ἀλλὰ καὶ μένουσιν ἐπὶ πλεῖστον ὑποβρύχιοι καταδύσασαι, καὶ τοὺς ἰχθύας διώκουσιν ὡς δελφῖνες ἢ κύνες. καὶ οὐκ ἐν τοῖς πελάγεσι μόνον, ἀλλὰ καὶ ἐν ταῖς λίμναις εἰσί, μάλιστα εἰ ταραχή τις ὑπ’ ἀνέμων ἔχοι τὴν θάλασσαν· τότε γὰρ οὐκ ἐθέλουσιν ἐνδιατρίβειν αὐτῇ. καὶ μόνας ταύτας ἐκ πάντων φασὶ τῶν πτηνῶν μήτε ἀφιέναι φωνήν, μήτε ἀκούειν δύνασθαι. Καὶ τοὺς πελεκίνους, οἷς εἰσιν οἱ τράχηλοι μήκιστοι, τροφῆς ἔχει πόθος οὐ μείων, ἀλλ’ οὐ παντὶ κατὰ τὰς αἰθυίας τῷ σώματι καταδύνουσιν, ὡς οἱ κυβιστῶντες δὲ τοὺς μὲν τραχήλους συνεχῶς καθιᾶσιν, οἷς ἐστι μῆκος ὀργυιᾶς, τὰ νῶτα δ’ ὑπὲρ τῆς θαλάσσης δεικνύουσι καὶ τοὺς ἀπαντῶντας κατεσθίουσι πάντας ἰχθύας, μεγίστῳ χάσματι προσδεξάμενοι.
2 7 [5] καί τις κόλπος αὐτοῖς ἐξήρτηται πρὸ τῶν στέρνων, εἰς ὃν ἅπασαν τὴν τροφὴν ἐπειγόμενοι τέως ἐμβάλλουσιν οὔτε τῶν κτενῶν οὔτε τῶν σκληρῶν μυῶν ἀπεχόμενοι, σὺν δ’ αὐτοῖς τοῖς σκέπεσι τέως τὸ προστυχὸν παραπέμποντες, εἶτα ἀνεμούμενοι πάλιν ἅπαντα τεθνεῶτα, καὶ οὕτω τὰς μὲν σάρκας ἐσθίοντες, τὰ δ’ ὄστρακα πόρρω ῥιπτοῦντες· μεμυκότα γὰρ ἐν τῷ ζῆν, μετὰ τὴν τελευτὴν ἀνοίγνυται καὶ διίσταται. Τῶν ἀλκυόνων δ’ οὐκ ἂν εἴποι τις εἰς φωνὴν ὄρνεις ἡδίους, οὐδὲ τοῖς θεοῖς τοῖς θαλαττίοις προσφιλεστέρας, οἳ καὶ γαλήνην αὐταῖς τὰ κύματα παύοντες καὶ ἄπνοιαν παντελῆ παρὰ τὸν καιρὸν χαρίζονται τῶν ὠδίνων, ἐν ἡμέραις ἐφεξῆς ἑπτὰ τικτούσαις τε καὶ ἐκτρεφούσαις τοὺς νεοττούς.
2 8 [20] Νηρεΐδων δὲ εἶναι τοῦτο δῶρον ἐπὶ φιλανδρίᾳ πιστεύεται, ὅτι τὸν αὑτῆς ἄνδρα Κήϋκα ἐν τῷ πελάγει διαφθαρέντα θρηνοῦσά ποτε ἀσχέτως ἡ Ἀλκυὼν μετεβλήθη μὲν εἰς ὄρνεον, τοῦ δὲ πάθους οὐκ ἐπιλέλησται. φιλοῦσι δ’ οὕτω τὴν θάλασσαν, ὡς παρ’ αὐτοῖς τοῖς κύμασι τιθέναι τὰς καλιὰς καὶ τὰ μὲν στέρνα βρέχειν, τὴν οὐρὰν δ’ ἐπιτιθέναι τῇ χέρσῳ. ἀλλ’ οὐδὲ κάρφη τῆς γῆς κατὰ τοὺς λοιποὺς ὄρνεις, βρύα δὲ καὶ ἀμπελίδας καὶ βόστρυχας καὶ ὠτακίδας καὶ βοτάνας ἑτέρας ἐκ τοῦ πελάγους συλλέξασαι ποιοῦνται τὰς καλιάς. καὶ εἰ τὸν ἄρρενα τελευτῆσαι συμβαίη, βορᾶς ἀπεχόμεναι καὶ πότου παντὸς ἐπὶ πολὺ θρηνοῦσι καὶ διαφθείρονται, καὶ τὰς ᾠδὰς δ’ εἰ καταπαύειν μέλλοιεν, κῆϋξ συνεχῶς ἐπειποῦσαι σιγῶσι. κήϋκος δὲ φωνῆς μήτ’ ἐγὼ μήτ’ ἄλλος ἀκούσαι τις· φροντίδας γὰρ καὶ τελευτὰς σημαίνει καὶ δυστυχήματα· διόπερ αὐτοὺς ἐν νυκτὶ νέμεσθαι καὶ περὶ τὰ μέρη τῶν λιμνῶν καὶ τῶν ποταμῶν διάγειν τὰ ἐρημότατα πεποίηκεν ὁ Ζεύς, ὡς ἂν μὴ τοῖς ἀνδράσι διενοχλοῖεν. Φίλτατοι δ’ εἰσὶν οἱ ἐρῳδιοὶ τοῖς ἀνθρώποις καὶ προσημαίνουσιν εὐδίαν τε καὶ χειμῶνα, μάλιστα πρὸς ἐκεῖνο τὸ μέρος, ὅθεν ἂν μέλλῃ σφοδρότατος ἄνεμος πνεῖν, ἐπὶ τοῖς στήθεσι τὰς κεφαλὰς κατακλίνοντες.
2 9 [25] ναύτης γοῦν οὐκ ἄν ποτε ἑκὼν ἐρῳδιὸν ἀποκτείνειεν, ἐπειδὴ πιστεύονται τοῖς ἁλιεῦσιν ἐν τῇ θαλάττῃ σημαίνειν, ὁπόσα τοῖς θηραταῖς ἐπὶ τῆς γῆς οἱ ἱέρακες. φασὶ δ’ αὐτούς, καὶ ἡνίκα μία τροφὴ πᾶσιν ἦν τοῖς ὀρνέοις, πρώτους βορὰν ἐκ τῶν ὑδάτων εὑρεῖν, καὶ παρ’ αὐτῶν τοὺς λοιποὺς πάντας ἐκδιδαχθῆναι· ἐπὶ δὲ τῇ τέχνῃ μεγαλαυχήσαντας καὶ οὐδ’ αὐτὸν εἰπόντας ὑπὲρ νήξεως ἐρίζειν δύνασθαί σφισι τὸν Ποσειδῶνα τὴν ἐπιστήμην ἀποβαλεῖν τοῦ θεοῦ μηνίσαντος· ὃ καὶ τῷ Θαμύρᾳ φασὶ μέγα ἐπὶ ταῖς ᾠδαῖς φρονοῦντι πεποιηκέναι τὰς Μούσας. ἐντεῦθεν οὖν οἱ μὲν λοιποὶ πάντες ὄρνεις ἐς τὸ ὕδωρ δύναντες θηρεύουσι τοὺς ἰχθύας, οἱ δ’ ἐρῳδιοὶ τοῦ νήχεσθαι στερηθέντες ἐπὶ τοῖς αἰγιαλοῖς ἑστῶτες ἀγρεύουσι, σοφόν τι μηχανώμενοι καὶ χαρίεν πρὸς τὴν τῶν ἰχθύων ἀπάτην· ἵστανται γὰρ τῶν ἡλιακῶν ἀκτίνων ἀπεναντίον, ὡς μὴ τὴν σκιὰν αὐτῶν τοὺς ἰχθύας ὁρῶντας ἐκκλίνειν. καὶ ἔστιν αὐτῶν γένη μυρία· οἱ μὲν γὰρ βραχεῖς τ’ εἰσὶ καὶ λευκοί, ἄλλοι δὲ ποικίλοι καὶ μείζονες, μέσοι δ’ ἕτεροι, καὶ τοῖς μὲν οὐκ ἔστιν ἐπὶ τῆς κεφαλῆς πλόκαμος, ἄλλοις δ’ ὥσπερ τις βόστρυχος ἀπῃώρηται. καὶ ζῶντες ἅπαντες ἐκ θαλάσσης ἐπὶ τῆς γῆς ποιοῦνται τὰς καλιάς. Οἱ δ’ ἱμαντόποδες λεπτοῖς μὲν σκέλεσι χρῶνται καὶ ἔχουσι τὴν προσηγορίαν ἐκ τούτου.
2 10 καινὸν δ’ ἐπ’ αὐτῶν ἐστιν, ὅτι τὴν κάτωθεν γένυν ἔχοντες πεπηγυῖαν μόνην κινοῦσι τὴν ἄνωθεν. Κέπφον δ’ ἕτερον ὄρνεον ἐκ τῆς κουφότητος οἱ ἁλιεῖς ὀνομάζουσιν· τὸ γὰρ ὕδωρ ἄκρον τοῖς ποσὶν ἐπιτρέχει καὶ σημαίνει τοῖς ἁλιεῦσιν ἐπιτυχίαν.
2 11 [5] διατρίβουσι δὲ ἔνθα ἀμείνους τῶν ἰχθύων ὦσιν ἀγέλαι, καὶ μάλιστα τοῖς θύννοις ἕπονται, ὅτι τοὺς βραχυτέρους οὗτοι κατατέμνοντες τοῖς ὀδοῦσιν ἰχθύας σάρκας τινάς, αἷς οἱ κέπφοι τρέφονται, καταλιμπάνουσιν ἐν τοῖς ὕδασι. καὶ μὴν καὶ δελφῖσιν ἀκολουθοῦσι τροφὴν τὸ αἷμα ποιούμενοι τῶν ἰχθύων, οὓς ἂν ἀποκτείνωσιν οἱ δελφῖνες. καὶ αὐτὴν δὲ τὴν τῆς θαλάσσης ἄχνην ἐσθίουσι, καὶ οὐκ ἄν τις τοὺς κέπφους ἀργοῦντας ἢ καθεύδοντας, οὔτ’ ἐπὶ τῆς γῆς ῥᾳδίως, οὔτ’ ἐπὶ τῆς θαλάσσης θεάσαιτο, ἀλλ’ ἢ θηρῶσιν ἢ πέτανται. καὶ τὰς βροντὰς δὲ οὕτω δεδίασιν, ὥστε, εἰ βροντῆς ἀκούσαιεν, ἐκ τοῦ ἀέρος πίπτειν εἰς θάλασσαν, εἴτε παρ’ αὐτῆς εἴτε παρὰ τοῦ ἀέρος τίκτονται· καὶ γὰρ ἡ γῆ τινας καρποὺς ἐπὶ ταῖς βρονταῖς ἀνίησιν αὐτομάτους. Ἐλαφὶς δ’ ὄρνις ἐστὶ τὰ πτερὰ πάντα ἐπὶ τοῖς νώτοις ἐλάφων ἔχων ἐοικότα θριξί, καὶ τρέφεται κατὰ τὰς χερσαίους ἴυγγας, τὴν γλῶσσαν μηκίστην οὖσαν ὥσπερ ὁρμιὰν εἰς τὸ ὕδωρ ἐπὶ πολὺ καθιεῖσα, οὕτω τε κατὰ μικρὸν ἐπὶ τὸν λαιμὸν ἀνέλκουσα τὸν ἰχθὺν τὸν ἀπατηθέντα καὶ ἐπιψαύσαντα.
2 12 [5] καὶ πρὸς ταύτην μοι δοκοῦσιν ἰδόντες πρῶτον οἱ ἁλιεῖς τῶν μακρῶν καλάμων ἀπαρτῆσαι τρίχας ἱππείας. Τοῖς κολύμβοις δ’ ἐστὶν ἀεὶ τὸ νήχεσθαι φίλον, καὶ οὐδ’ ἂν ὕπνου χάριν ἢ τροφῆς ἐπὶ τὴν γῆν ἔλθοιεν, οὐδὲ χειμὼν αὐτοὺς ἢ νὺξ τοῦτο συναναγκάζει, ἀλλ’ ἐπὶ τῶν κυμάτων εἰσί, τὸ κρύος μὴ δεδοικότες, καὶ νήχονται τῶν ἀνέμων ἀπεναντίον, ὡς ἂν μὴ τῇ σφοδρότητι βιασθέντες ἐπὶ τὴν γῆν ποτε καὶ παρὰ γνώμην ἐξενεχθεῖεν.
2 14 [5] Ταὐτὸν δὲ καὶ οἱ θρᾷκες ὀνομαζόμενοι καὶ οἱ δυτῖνοι ποιοῦσιν ὄρνεις ἐπὶ τὴν γῆν μόνον ὡς πιστοτέραν, ἡνίκα ἂν τίκτωσιν, ἐξιόντες. Ἡ δὲ κιρρὶς ἀξίαν τῶν ἀσεβημάτων δίδωσι δίκην, ὅτι τοῦ Μίνωος ἐρασθεῖσα καὶ τὸν πορφυροῦν τοῦ πατρὸς πλόκαμον ἐκτεμοῦσα τὴν πατρίδα εἵλετο προδοῦναι τῷ Μίνωϊ· ὁ δὲ τὴν προδοσίαν καὶ μετὰ τὴν νίκην μεμψάμενος, ἀπέδησέ τ’ αὐτὴν νεὼς καὶ κατὰ τῆς θαλάττης εἴασε φέρεσθαι.
2 15 καὶ μεταβέβληται μὲν οὕτως εἰς ὄρνεον αὕτη, μισεῖται δὲ παρὰ πάντων ὀρνέων, κἂν ἁλιαίετος αὐτὴν θεάσηται πλανωμένην εὐθὺς ἐπιθέμενος διαφθείρει. Εἷς τῶν ἀμφιβίων ὀρνίθων ἐστὶ καὶ ὁ θεόκρονος, ὃς ἐξ ἀετῶν εἶναι νόθος καὶ ἱεράκων πιστεύεται.
2 16 [15] τὴν γονὴν δ’ αὐτοῦ τοιάνδε παλαιός τις εἶναι βούλεται λόγος· ἔστι τι γένος οὕτω μάχλον ἱέρακος, ὡς ἐν ταῖς ἐαριναῖς ὥραις πᾶσαν ἀποτίθεσθαι τὴν ἰσχὺν καὶ παρὰ τῶν βραχυτάτων στρουθῶν καταδάκνεσθαι· τοῦ θέρους δ’ ἐπελθόντος καὶ τὸν ἀέρα τοῦ σειρίου φλέγοντος, ἀναλαμβάνει τὴν δύναμιν καὶ τοὺς μὲν στρουθοὺς κρίζων φοβεῖ καὶ συλλαμβάνων ἐσθίει καὶ δοκεῖ πως αὐτοῖς τὰς ὕβρεις ἐγκαλεῖν τὰς προτέρας. εἰ δ’ ἀετοῦ θηλείας ἀκούσειε, προσίπταται αὐτῇ καὶ μίγνυται πολλάκις ἐξαπατήσας· ἣ δ’ ὑπὸ τοῦ χείρονος ὄρνιθος εἰς τὸ κύειν ἐλθοῦσα οὔτε θάλπειν ἀξιοῖ τὰ τεχθέντα ᾠὰ καί, ὡς ἂν λάθοι, πόρρω που τῶν ἀετῶν ἵπταται τῶν ἀρρένων· εἰ γὰρ αἴσθοιντο, διαφθείρουσιν ἐξελαύνοντες ἐπὶ τῇ μοιχείᾳ πάντως αὐτήν. τῶν ᾠῶν δ’ ὑπὸ ταῖς ἡλιακαῖς θερμαινομένων ἀκτῖσι, οἱ νεοττοὶ προκύψαντες τοῖς ἀμφιβίοις εἰσὶν ἰχθύσιν ὀλέθριοι. Καὶ γύγης ὄρνις ἐστίν, ἀναβοᾶν ἀεὶ 〈εἰωθὼσ〉 καὶ ᾄδειν τούτῳ δοκῶν καὶ τὴν προσηγορίαν ἔχων ἐντεῦθεν, ὃς τοὺς ὄρνεις ἐν νυκτὶ κατεσθίει τοὺς ἀμφιβίους.
2 17 [5] τὴν ἐκείνου γλῶσσαν εἴ τις ἀποτέμοι χαλκῷ καὶ φαγεῖν δοίη τῷ μήπω λαλοῦντι παιδίῳ πάντως αὐτοῦ ταχέως λύσει τὴν σιωπήν. Σοφὰ δὲ πλεῖστά ἐστι τῶν μέγιστον κλαγγανόντων γεράνων βουλεύματα, καὶ τοῦτο ἰστέον περὶ αὐτῶν· συλλεχθείσας ἁπάσας, ὅταν μέλλωσιν ἀπολιμπάνειν τὴν Θρᾴκην, ἁγνίζει μία καὶ ἀνακράζει, οὕτω τε ἀφίπτανται πᾶσαι, τῆς μιᾶς μενούσης, ἥπερ αὐτὰς ἥγνισεν ἀθροισθείσας· τὰς πρεσβυτέρας δ’ ἐν τῇ πτήσει τάττουσι πρώτας, ὡς ἂν μὴ κάμνοιεν ἀκολουθεῖν ταῖς νέαις ἀναγκαζόμεναι.
2 18 [5] καὶ κραυγὴν ἀφιᾶσιν ὑπὲρ τοῦ μὴ ἀπ’ ἀλλήλων χωρίζεσθαι, καὶ εἴ τινος καμνούσης αἴσθοιντο, δύο τὴν κεκμηκυῖαν ἑκατέρωθεν ταῖς πτέρυξι λαβοῦσαι ὑποκουφίζουσιν ἢ καὶ ἐπὶ τῶν νώτων φέρουσι τὸν τῆς ὁδοιπορίας παραμυθούμεναι πόνον· κατὰ τάξιν δ’ ὡς ἀνδρῶν ἐπὶ πόλεμον ὡρμημένων ἵπτανται στῖφος, καὶ ἄλλοτε ἀθροισθεῖσαι καὶ ἀποτείνασαι πάλιν εἰς μῆκος λίθους φέρουσι τοῖς ποσίν, οὓς ἐξεώσασαι γινώσκουσιν, εἴτ’ ἐπὶ τῆς γῆς εἴτ’ ἐπὶ τῆς θαλάσσης αὐταῖς ἡ πτῆσις ἀνύεται. καὶ χαίρουσι ταῖς εὐδίαις· κἂν χειμῶνος αἴσθοιντο, τῇ γῇ προσορμίζονται μέχρι σταθερᾶς πάλιν εὐδίας, καὶ νυκτὸς ἐπιλαβούσης ἐπὶ τοὺς ποταμοὺς σπεύδουσι καθέζονταί τ’ ἐν μέσοις τοῖς ἐκείνων γηλόφοις, οὓς ὥσπερ τινὰς νήσους παραρρεῖ τὸ ὕδωρ περισχιζόμενον. καὶ ποιοῦσι τοῦτο φόβῳ τῶν ἐπιβουλευόντων θηρίων, ὡς ἢ διελθεῖν τὸ ὕδωρ οὐκ ἰσχυόντων ἤ τινα ποιούντων ἦχον, ὃς ἐξαναστήσει τε καὶ εἰς φυγὴν τρέψει πάντως αὐτάς. καθεύδουσί τ’ ἐφ’ ἑνὸς σκέλους ἑστῶσαι καὶ τὰς κεφαλὰς ταῖς πτέρυξι ἐπικαλύπτουσιν. φύλακες δ’ εἰσὶν αὐταῖς πάντως καὶ ἡγεμόνες οἱ περινοστοῦντες· καὶ εἴτ’ ἀνδρὸς αἴσθοιντο προσιόντος εἴτε θηρίου, προβοῶσι μέγα καὶ τὴν ἔφοδον σημαίνουσιν, ὡς ἂν φθάσαιεν ἀποδρᾶσαι. Καὶ οἱ χῆνες δ’ ὁμοίως ἔχουσι τῆς τε πτήσεως ἡγεμόνας καὶ τοῦ ὕπνου φρουροὺς ἀναβοῶντας ἀεί· καὶ γὰρ ἀτερπεστάτῃ φωνῇ χρώμενοι σφόδρα ὀλιγάκις σιγῶσιν, ὡς καὶ λίθους ἐντιθέναι τοῖς στόμασιν, ὅταν δέῃ σιγῆς, ὡς οὐχ ἑτέρως καρτεροῦντες αὐτήν· καὶ ποιοῦσι τοῦτο φόβῳ τῶν ἀετῶν, ἡνίκα ἂν τὸ ὄρος δέῃ διαπτῆναι τὸν Ταῦρον.
2 19 [5] καὶ ταῦτα μέν εἰσι συνετώτατοι, πρὸς δὲ τὰς νομὰς ἄφρονες· τῶν τόπων γάρ, εἰ καὶ καλλίστης ἐν αὐτοῖς νομῆς τύχοιεν, ῥᾷστα ἐπιλανθάνονται καὶ διὰ τοῦτό εἰσιν ἐν πλάναις ἀεί, καί τι κέρδος αὐτοῖς ἐκ τῆς τοιαύτης πλάνης ἐστίν· οὐ γὰρ ἁλίσκονται ῥᾳδίως παρὰ τῶν τηρεῖν τὰς τῶν ὀρνέων διατριβὰς καὶ ῥίπτειν ἐπὶ τούτῳ σπέρματα εἰωθότων, ὡς διὰ τὴν λήθην ἐπὶ τοὺς αὐτοὺς τόπους οὐκ ἀφικνούμενοι. Οἱ κύκνοι δ’ ἐπὶ τοῖς λειμῶσι καὶ ταῖς ἀκταῖς τρέφονται καὶ ταῖς λίμναις, καὶ ἀντηχοῦσιν αὐτοῖς ᾄδουσιν οἵ τε σκόπελοι καὶ αἱ φάραγγες, καὶ μουσικωτάτους πάντων τούτους ἴσμεν ὀρνίθων καὶ ἱεροὺς καλοῦμεν Ἀπόλλωνος.
2 20 [25] ᾄδουσι δ’ οὐχὶ θρηνῶδες ὥσπερ αἱ ἀλκυόνες, ἀλλ’ ἡδύ τε καὶ μελιχρὸν καὶ οἷον αὐλοῖς ἢ κιθάραις χρώμενοι. καὶ εὐσθενεῖς δ’ εἰσὶ καὶ πρὸς τὰ ὕψη πολλάκις ἱπτάμενοι πρὸς τοὺς ἀετοὺς μάχονται, εἴτ’ αὐτοῖς ἐπιχειροῖεν, εἴτε τοῖς νεοσσοῖς· οὐ μὴν ἄρχονται μάχης, ἀλλὰ τὴν εἰρήνην στέργουσι μέχρις ἂν ᾄδειν ἐξῇ· τοῦτο γὰρ καὶ τροφῆς ἡγοῦνται γλυκύτερον. ᾄδουσι δὲ καὶ πρὶν ἀνασχεῖν ἥλιον, ὡς ἐν ἐρημίᾳ τότε μᾶλλον ἐξάκουστα βοησάμενοι, καὶ ἐπὶ ταῖς τοῦ πελάγους ἀκταῖς, εἰ μὴ χειμὼν εἴη καὶ ὁ τῶν κυμάτων κτύπος ᾄδειν αὐτοὺς ἀποτρέποι ὡς τῶν ᾀσμάτων τῶν ἰδίων οὐκ ἐπαΐσοντας. καὶ τῆς ᾠδῆς, κἂν ἐπὶ τελευτὴν αὐτοὺς τὸ γῆρας ἄγῃ, μεμνήσονται· ἣ δ’ ἥττων μέν ἐστιν ἤπερ νεάζουσιν, ὡς οὔτε ἀνατείνειν τὸν τράχηλον οὔτε πλατύνειν τὰ πτερὰ δυναμένων αὐτῶν, τῷ ζεφύρῳ δὲ πρὸς τὸ εὐμελὲς χρῶνται, νωθρῶν μὲν ἤδη τῶν σκελῶν, τῶν μελῶν δ’ αὐτοῖς ὄντων ἀσθενεστέρων. καὶ πρός τινα ὁ τελευτᾶν μέλλων τόπον ἀποχωρεῖ, ἔνθα αὐτοῦ μηδεὶς ἕτερος ὄρνις ᾄδοντος ἀκούσεται, κύκνος δ’ ἄλλος οὐκ ἐνοχλεῖ τῷ ᾄδοντι, καί, εἰ πλησίον ὢν τύχοι, τὴν αὐτὴν εἰδὼς καὶ αὑτῷ συμβήσεσθαι τελευτήν. ΛΟΓΟΣ Γ Τῶν δ’ ἑξῆς ἀκούσας γνώσῃ, κράτιστε βασιλεῦ, ὡς οὐ μόνης τῆς γῆς καὶ τῆς θαλάσσης κατατολμῶσιν οἱ ἄνθρωποι, ἀλλὰ καὶ πρὸς αὐτὸν ἤδη τείνονται τὸν ἀέρα, τοῖς πολυπλανέσιν ἐπιχειροῦντες ὀρνέοις.
3 1 [5] θηραταῖς μὲν δὴ καὶ ἁλιεῦσι πλείων ἀπαντᾷ πολλάκις φόβος ἢ τέρψις, εἴτε τοὺς ἀνέμους σκοποίη τις ἐν τῷ πελάγει διαρρηγνύντας τὰ σκάφη, εἴτε τῶν κητῶν τὴν ἰσχύν, ἀφ’ ἧς τάχιστα διαφθείρονται, εἴτε τοὺς ἐν τοῖς ὄρεσι φωλεοὺς τῶν θηρίων, ἀφ’ ὧν τοῖς κυνηγέταις ἐπιτίθενται πολλάκις οὐ προοφθέντες ὡς μήτ’ ἀντισχεῖν δύνασθαι, μήτ’ ἐκκλῖναι, καίτοι πολεμοῦντες θηρίοις προσβάλλονται πολλάκις καὶ διαφθείρονται καὶ ἀπὸ τῶν κρημνῶν ἐν ταῖς δυσχωρίαις ἄσωστα ἀποπίπτουσιν. τοῖς ἰξευταῖς δ’ οὐδεὶς ἀπὸ τῶν ὀρνίθων ἢ τῆς τοιαύτης κίνδυνος θήρας ὡς οὔτε πρὸς τοὺς τῶν ὀρῶν λόφους ἀναγκαίως ἰοῦσιν, οὔτε πρὸς τὰς χαράδρας· ἐπὶ γὰρ τῶν πεδίων καὶ τῶν ἀλσῶν καὶ τῶν λειμώνων αὐτοῖς ἀπόχρη πλανᾶσθαι τερπομένοις καὶ φωνῆς ἀκούειν τῶν ᾀδόντων ἡδείας, οὐ ξίφεσι χρωμένοις, οὐ ῥοπάλοις ἢ δόρασιν, οὐ δίκτυα καὶ κύνας ἐπαγομένοις, ἀλλ’ ἰξὸν καὶ καλάμους, δι’ ὧν αὐτοῖς ἡ πρὸς τὸν ἀέρα τῆς θήρας ἐστὶν ὁδός, καὶ λεπτὰ λίνα καὶ κύρτους φέρειν ὑπὸ μάλης ἐλαφροτάτους, ἔστι δ’ ὅτε καὶ φυτόν, ἀλλοτρίους αὐτῷ περιθέντες κλάδους, ἐπικομίζονται καὶ χειροήθεις ὄρνιθας ἐπὶ τῇ κοινωνίᾳ τῆς ἄγρας. εἶναι δ’ αὐτοὺς ταχεῖς προσήκει καὶ εὔχειρας καὶ ὁρᾶν ὀξὺ καὶ πρὸς τὰς ἐπινοίας 〈...〉 πεφυκέναι τε, ὡς καὶ ὀρνίθων, εἰ δέοι, μιμεῖσθαι φθογγήν, ἵνα καὶ μεθαλλομένους ἐν τοῖς πρέμνοις ὁρῶντες ἕπωνται. δεῖ γοῦν πρὸς τὴν χρείαν τὰ ἔργα διαιρεῖσθαι τῆς ἄγρας, ἰξῷ χρωμένοις ἢ θριξὶν ἱππείαις ἢ λίνοις ἢ πάγαις ἢ καὶ πηκτίσιν, ἢ τροφῇ δελεάζουσιν ἢ τὸν σύμφυλον ὄρνιν ἐπιδεικνύουσιν. Καὶ ἰξῷ μὲν αἱροῦνται κορύδαλοι καὶ οἱ ταχεῖς ἀστραγαλῖνοι οἵ τε ἀμπελίωνες οἱ κουφότατοι καὶ οἱ ἀσθενεῖς βουδῦται οἵ τε βαρῖται καὶ αἱ σῶδες καὶ σπίνοι καὶ τρυγόνες καὶ ἀστέρες, οἷς ἐρυθρός τε κύκλος ἐστίν, ὥσπερ ἀστήρ, ἐπὶ τῇ κεφαλῇ.
3 2 [10] καὶ οὗτοι μὲν ἅμα τοῖς ἄλλοις στρουθοῖς τοῖς κατὰ τὸν βορρᾶν ἐπιδημοῦσι τοῦ ἀέρος ἰξῷ θηρῶνται, τοῖς καλάμοις ἐπικαθίσαντες. Ἄλλοι δέ τινες στρουθοὶ καὶ ἐν τῇ θαλάμῃ δι’ ἐπινοίας τοιαύτης ἀγρεύονται· μυρρίνης συνδήσαντες δύο κλάδους ἀλλήλοις εἰς τὸ κάτω συγκάμπτουσιν, ἐκ δὲ τῆς ἑτέρου λεπτῆς μηρίνθου βρόχον ἐξάψαντες ἄγουσι διὰ τοῦ ἑτέρου κλάδου τὴν μήρινθον μικρῷ τε ἐπισφίγγουσι πασσάλῳ στερρῷ· ἕδρας δ’ οὗτος τοῖς στρουθοῖς παρέχεται χρείαν· καὶ εἰ χρῄζοντες ὕπνου καθίσαιεν, ὀλισθαίνει μὲν ἐκ τῆς ὀπῆς τοῦ κλάδου ῥᾳδίως ὁ πάσσαλος, περιστραφεὶς δ’ ὁ βρόχος τοῖς ποσὶ τοῦ στρουθίου συμπλέκεται.
3 4 [5] Οἱ δὲ σπίνοι καὶ αἱ τρυγόνες ὑπὸ δένδρῳ θηρῶνται, εἰ σύμφυλον ὄρνιν ἐπὶ τοῖς τοῦ δένδρου στελέχεσιν ἴδοιεν καθεζόμενον. οὐκ ἀεὶ δὲ χρηστέον ταύτῃ τῇ ἄγρᾳ, ἀλλ’ ἐν νιφετοῖς καὶ χειμῶνι, γυμνῶν ἤδη τῶν φυτῶν ὄντων καὶ ἐκβαλόντων τὰ φύλλα· τότε γὰρ ἕδρας τε καὶ σκέπης χρῄζοντες οἱ στρουθοὶ τοῖς νόθοις τε καὶ σεσοφισμένοις τούτοις κλάδοις ὡς ἀληθέσι προσίπτανται θεαμάτων δ’ ἥδιστον στρουθοὺς ὁρᾶν ἰξῷ πεπεδημένους καὶ καταπίπτοντας. Καὶ μὴν κἀκεῖνό ἐστι χαριέστατον, ἐὰν ἐπάγηταί τις ἱέρακα, περὶ πρέμνον φυτοῦ κατατιθῇ τε καὶ οἱ στρουθοὶ δείσαντες πειρώμενοί τε λαθεῖν ὑπὸ τοῖς φύλλοις κρύπτωνται, λοξὰ πρὸς τὸν ἱέρακα βλέποντες καὶ ὑπὸ τοῦ φόβου πεπεδημένοι, ὡς οἱ λῃστήν τινα ἐξαπίνης ὀφθέντα ἀγωνιῶντες ὁδῖται, καὶ μετὰ τὴν φρικτὴν θέαν οὔτε ἀναδραμεῖν οὔτε προβῆναι θαρροῦντες· τοσοῦτος ἔχει φόβος καὶ τοὺς στρουθοὺς εἰς τὸν ἱέρακα βλέποντας.
3 5 [10] ὁ δ’ ἀγρευτὴς πρὸς τὸν ἐπιδειχθέντα φόβον συντεταραγμένους αὐτοὺς ἀπὸ τοῦ δένδρου κατὰ σχολὴν καθελκύσει. Ἀλλὰ καὶ τοῖς πλεκτοῖς τινες ἐπὶ τῶν δασειῶν ἀρουρῶν ὕπνου χρῄζοντες περιπίπτουσι λίνοις, ὅταν ἡλίου δυέντος ὁ νυκτερινὸς ἐπίῃ καιρός.
3 7 [5] Οἱ πέρδικες θηρῶνται λίνοις τε καὶ πηκτίσιν ἢ φωνῇ πέρδικος ἢ παροξυνθέντες εἰς μάχην ἢ ἐλάφου δορᾷ· τὸ γὰρ ζῷον τοῦτο φιλοῦντες ὑπερφυῶς ἐξαπατῶνται, εἴ τις ἀνὴρ δέρμα περιθέμενος ἐλάφου καὶ ἐπιθεὶς τῷ μετώπῳ κέρατα προσίοι λανθάνων αὐτοῖς, καὶ ἀληθῶς εἶναι ἔλαφον οἰηθέντες περιέπουσί τ’ αὐτὸν καὶ πλησιάζοντι χαίρουσι καὶ οὐδ’ ἀφίστασθαι βούλονται ὥς τινα συνήθη καὶ ὁμήλικον νέον μετὰ μακρὰν ἀποδημίαν θεώμενοι. τοῦ δ’ ἔρωτος αὐτοῖς ὁ καρπὸς βρόχοις τε περιπεσεῖν ἢ τοῖς τὰς πυκνὰς μολυβδαίνας ἔχουσι λίνοις καὶ τότε ἀντ’ ἐλάφου τόν τ’ ἀγρευτὴν καὶ τὴν ἀπάτην ἰδεῖν. Ὃν δ’ ἐπὶ τοῖς ἐλάφοις ἔχουσιν οἱ πέρδικες ἔρωτα, τοῦτον ἐπὶ τοῖς ἵπποις αἱ ὠτίδες, καί τις ἐκ τούτου κατ’ αὐτῶν ἐπινενόηται τρόπος· λίνα τις ποταμοῦ πλησίον ἢ λίμνης ἐπιτηδείῳ στήσας χωρίῳ καὶ μικράν τινα ἐν μέσοις αὐτοῖς καταλιπὼν δίοδον, ὥσθ’ ἕνα δύνασθαι ἱππέα διεξελθεῖν, ταῖς ὠτίσιν ἐπιδεικνύει τὸν ἵππον· αἱ δ’ ἕπονται προθύμως αὐτῷ, τὰ πτερὰ πάντα ἁπλώσασαι, μέχρις ἂν ὁ μὲν δι’ ἐκείνου τοῦ στενοῦ διεκδράμῃ χωρίου, αἱ δ’ ὠτίδες πᾶσαι περιπλακῶσι τοῖς λίνοις.
3 9 [10] Οἱ δ’ ὄρτυγες ἐν νυκτὶ ταῖς νεφέλαις θηρῶνται παλαιοτέρων ἄλλων ἀνακραζόντων ὀρτύγων· τῇ φωνῇ γὰρ ἐπιδραμόντες περιπίπτουσι ταῖς σαγήναις. ἔνι δέ τις αὐτῶν ἄγρα τοιάδε καὶ μεθ’ ἡμέραν· ἐπὶ τῆς γῆς λίνον τις ἁπλώσας τό θ’ ἱμάτιον ὑπὲρ τὴν κεφαλὴν ἀνατείνας τὸ ἑαυτοῦ καὶ καλάμοις ἑκατέρωθεν ἀνέχων κινεῖ αὐτό, κατὰ μικρὸν προβαίνων· αὐτοῖς δ’ ἔπεισι δέος καὶ πρὸς τὴν σκιὰν τῆς ἐντεῦθεν τε κἀκεῖθεν ἐπινευούσης ἐσθῆτος, μέχρις ἂν ἐκείνην φεύγοντες περιπέσωσι ταῖς τῶν λίνων ἁψῖσιν. Καὶ τοὺς ἀτταγῆνας κατὰ τοῦτόν τις αἱρήσει τὸν τρόπον· τῷ τάχει γὰρ τῶν ποδῶν πλέον ἢ τῇ πτήσει θαρροῦντας αὐτοὺς ὡς λαγωοὺς 〈ὁ〉 θηρατὴς ἐπαγόμενος κύνας θηρεύσει.
3 11 [5] Αἱ δὲ γέρανοι καθ’ ἑτέρους ἁλίσκονται τρόπους, καὶ εἰ κολοκύνθης ξηρᾶς τὸν τράχηλον ἐκτεμών τις καὶ κοίλην ποιήσας αὐτὴν ἰξῷ τε ἔνδοθεν καταχρίσας ἐμβάλλοι κάνθαρον· ὁ μὲν ἔνδοθεν διεξελθεῖν ἐθέλων ἠχήσει, τῷ κτύπῳ δ’ ἡ γέρανος προσδραμοῦσα τήν τε κεφαλὴν καθεῖσα καὶ ἑλοῦσα τὸν κάνθαρον καὶ αὐτῆς τῆς κολοκύνθης τὸ κύτος συναρπάσει περὶ τῷ μετώπῳ καὶ τοῖς ὀφθαλμοῖς κείμενον καὶ ἐπὶ τοῖς πτεροῖς κολληθέν, ὡς μήθ’ ὁρᾶν, μήτε προβαίνειν δύνασθαι, ἀτρεμεῖν δὲ καὶ ἑστάναι, μέχρις ἂν αὐτὴν ταῖς χερσὶ συλλάβηται πλησιάσας. καὶ κρομμύου δὲ φύλλον, εἰ μὴ παρείη κάνθαρος, ἐμβάλλειν ἀπόχρη τῷ τῆς κολοκύνθης κοιλώματι. καὶ παγίσι δ’ αἱρεῖται ῥᾳδίως εἰ ταμών τις κάλαμον καὶ ἐπὶ ταῖς δυσὶ τρήσας ἀρχαῖς ἐνθείη κάρφη λεπτά, διπλᾶς αὐτοῖς ποιήσας γλωχῖνας, δι’ ὧν κυκλώσει τὸν βρόχον, λίθον κάτωθεν τρητὸν ἀπαρτήσας καὶ κατὰ μέσον τοῦ καλάμου λεπτήν τινα περόνην σιδηρᾶν ἐμβαλὼν κύαμόν τε ἐπιπήξας αὐτῇ, πρὸς ὃν ἡ γέρανος βλέπουσα τῷ βρόχῳ τὴν κεφαλὴν ἐμβάλλει, καὶ τοῦ μὲν κυάμου δράξεται, ἀνανεῦσαι δὲ βουληθεῖσα, περὶ τῷ τραχήλῳ ταθέντα ἀνασπάσει τὸν βρόχον, εἶτα αἰσθομένη τοῦ δόλου ἀναπτῆναι μὲν πειράσεται πολλάκις, πρὸς δὲ τὸ ἄχθος τοῦ λίθου καθελκυσθήσεται, μέχρις ἂν αὐτῆς ὁ θηρατὴς ἐπιλάβηται. Φάσσας δ’ ἑλεῖν ἐστι δυσμηχανώτατον· τῶν θηρατῶν γὰρ αἰσθόμεναι τάχιστα ἀποφεύγουσιν, ἀλλὰ καὶ αὐταὶ νικῶνται δόλῳ· θεασάμενος γὰρ ὁ θηρατὴς ἐπὶ δένδρου καθημένας αὐτάς, ἁπλοῖ κατὰ τοῦ ἐδάφους τὸ δίκτυον λεπτὸν ἐπιβάλλων ἄχυρον, ὥστε κρύπτειν αὐτό, φάσσας θ’ ἑτέρας ἐφίστησι τῶν πάλαι ᾑρημένων, τυφλώσας καὶ τοὺς πόδας αὐτῶν λεπταῖς ἀποδήσας σπάρταις, δι’ ὧν αὐτὰς κινῶν συναναγκάσει τινάσσεσθαι.
3 12 [10] τοῦ κτύπου δ’ ἀκούσασαι προστρέχουσιν αἱ λοιπαὶ τήν τε νομὴν καὶ τὰ δένδρα ἀπολιποῦσαι· εἶτα ἐκεῖνος ὑπό τινι καλύβῃ κρυπτόμενος σφόδρα πολλῇ ἰσχύϊ τὴν τῶν λίνων μήρινθον ἐπιτείνει καὶ πάντας ὁμοῦ τοὺς στάλικας ἀναστήσας αἱρεῖ τὰς φάσσας τοῖς τοῦ λίνου κόλποις ἐμπεπτωκυίας. τοιούτοις δὲ καὶ τὰς περιστερὰς ἐπισπάστροις αἱροῦσιν, ἀλλὰ καὶ εὐκολώτερον αὐτὰς θηράσει τις βρόχῳ. Τοὺς κοσσύφους δὲ καὶ τὰς εὐφώνους ἔστιν ἀηδόνας ἑλεῖν ἐν τοῖς συνεχέσι θάμνοις στήσαντα πάγην, ἧς δύο μὲν κυκλοτερεῖς εἰσιν ἄντυγες, ὑπὸ τοῖς στρεπτοῖς τοῦ λίνου κόλποις κρυπτόμεναι καὶ ταῖς ὑποχαῖς ἐοικυῖαι ταῖς θαλασσίαις· νεῦρα δὲ βοὸς ἐπιτείνονται, μηκίστης ἐν τῷ μέσῳ ῥάβδου κειμένης· ἀπαρτῶσι δ’ αὐτῆς μήρινθόν τε καὶ ὕσπληγα, καί τι καὶ δέλεαρ ἐντιθέασιν, οἷον ψάμμης ἢ γῆς ἔντερον, ᾧ δελεασθὲν τὸ ὄρνεον ἐπιψαύει τῆς πάγης καὶ ἐνσχεθήσεται, περιστραφέντων ἐκείνων, ὁπόσα τ’ ὦσιν ἐπὶ τῇ θήρᾳ συντεταγμένα.
3 13 [5] κατὰ τοῦ κοσσύφου δὲ καὶ τοιοῦτόν τι τοῖς μειρακίοις ἐπινενόηται· παρὰ τὸν τοῦ χειμῶνος καιρόν, ὅτε τροφῆς μάλιστα τὸ ὄρνεον ἀπορεῖ, βόθρον ὀρύξαντες ἐλαίας ἐμβάλλουσι κόκκον ἢ δάφνης, καὶ παριστῶσί τι κεράμου κλάσμα μικρόν· εἶτ’ ἐπ’ ἐκείνῳ πάσσαλον τιθέασιν εἰς τὸν βόθρον ὁρῶντα καὶ τῷ πασσάλῳ κεράμου τρύφος ἕτερον ἀντερείδουσιν κάρφη τε ἐπὶ τοῦ βόθρου τείνουσιν δύο, οἷς καὶ ὕσπληξ καὶ ἄλλο ὄστρακον ἐπικείσεται. πλησιάσει δὲ πάντως ὁ κόσσυφος ὁ τροφῆς ὀρεγόμενος καὶ ἐν τῷ βόθρῳ, πεσόντος ἐξαπίνης τοῦ ὀστράκου, κατακλεισθήσεται. κατὰ τοῦτον δὲ αἱροῦνται τὸν τρόπον καὶ αἱ κίχλαι καὶ αἱ πυρρίαι. Ὁ δ’ αἴγινθος θηρᾶται κλωβῷ, ἐν ᾧ πάλαι θηραθεὶς ἕτερος ἐπὶ τὸ βοᾶν κατακλείεται, θυρῶν οὐσῶν ἑκατέρωθεν δύο· καὶ δέλεάρ ἐστι κάρυον ἢ σκώληξ ἤ τι τοιοῦτον, ᾧ τὸ ὄρνεον ὑπὸ τῆς φωνῆς προστραπὲν ἐφορμήσει.
3 14 [5] ἀλλ’ ὕσπληξ καὶ ταύτας περιστρέφει τὰς θύρας, ὥστ’ εἰσελθόντα τὸν αἴγινθον οὐκέτ’ ἔχειν ἐκπτῆναι. Χαραδριὸν δ’ οὐκ ἄν τις ἕλοι ῥᾳδίως, εἰ μὴ πλησίον ὕδατος θείη τὸ λίνον· ὁ μὲν γὰρ τοῦ ποτοῦ χρῄζων προσίπταται, ὁ δ’ ἀγρευτὴς τέως ἐν καλύβῃ λανθάνων καὶ ἐπιτείνων νεύρῳ τὸ δίκτυον πίνοντα καλύψει τὸν χαραδριόν.
3 16 [5] Θηρῶνται δὲ καὶ αἱ τρυγόνες, δίψης αὐτὰς ἀγούσης ἐπὶ πηγήν, ἧς πλησίον ὁ θηρατὴς κάλαμον ἵστησι πτερὰ κατ’ ἄκρου προσδήσας, ὧν ἡ κίνησις φοβεῖ τε καὶ διώκει πλεῖστον αὐτάς· ἀλλ’ ἑτέραν τῶν πρότερον εἰλημμένων κατατίθεται πλησίον τρυγόνα, ἣν θεασάμεναι καὶ προσπτᾶσαι περικαθέζονται, οὕτω τ’ ἐφελκυσθέντος αἱροῦνται τοῦ λίνου. Γλαυκὶ δ’ αἱ κορυδαλλίδες ἀγρεύονται, ἣν ὁ θηρατὴς κατά τινος χαλκῆς στήσας ἁψῖδος τινάσσει, σπάρτα συνεχῶς ἐπιτείνων καὶ περιθεὶς κύκλῳ ῥαβδία προχρισθέντα ἰξῷ.
3 17 [5] τὴν γλαῦκα γὰρ [τὸ νυκτερινὸν ὄρνεον] σπεύδουσαι αἱ κορυδαλλίδες ἑλεῖν τῷ τ’ ἰξῷ καὶ ταῖς ῥάβδοις ἁλίσκονται. Ἐπὶ δὲ τοὺς ὀξυβόας κολοιοὺς τοιαύτη τις ἄγρα παρασκευάζεται· ῥάβδον ἐπὶ τῇ γῇ δεῖ πῆξαι μακράν, ἐκ μηρίνθου τ’ αὐτῇ προσάψαι βρόχον, μέσον θ’ ὕσπληγα, τοὺς ἑκατέρωθεν λύγους τῇ περιστροφῇ καλύπτοντα· ἐπ’ ἄκρου δ’ αὐτῆς κείσεται καρπὸς ἐλαίας κατευθὺ τεταμένου τοῦ βρόχου, κἂν ἐπιψαύσωσιν οἱ κολοιοί, ἡ μὲν ὕσπληξ κατολισθαίνει, ἐνειλιχθεῖσα δ’ ἡ ῥάβδος ὀρθοῦται καὶ τὸν βρόχον οὕτως ἐφέλκεται, ὥστε τῶν κολοιῶν τοὺς τραχήλους κατὰ τοὺς τῶν ἀπαγχομένων ἀποληφθῆναι.
3 18 [5] καὶ τὰς κίσσας δὲ κατὰ τὸν αὐτὸν τρόπον αἱροῦσιν οἱ ἰξευταί. Καὶ ἄλλος κολοιῶν θήρας τρόπος ἐστίν· ἐλαίου τις ἄγγος ἐμπλήσας τίθησιν, ὥστε τοὺς κολοιοὺς ὁρᾶν εἰς αὐτό· οἱ δὲ τὰς μορφὰς ὁρῶντες ἐν τῷ ἄγγει τὰς ἑαυτῶν, κολοιοὺς ἑτέρους νομίζουσι, καὶ εἰς τὸ ἔλαιον καταπτάντες ἐμπηδῶσιν εὐθύς, εἶθ’ οὕτω καὶ τὰ πτερὰ καὶ τὰ μέλη πάντα βαρύνονται, τῷ ἐλαίῳ βραχέντες ὥστε ἀποπτῆναι μὴ δύνασθαι, καὶ κατὰ τοῦτον εὐθὺς αἱρεῖσθαι τὸν τρόπον.
3 20 [5] Αἰγίθαλλον δ’ εἴ τις ἀγρεῦσαι βούλοιτο, θηλὴν αἰγὸς πάντοθεν ἰξῷ καταχρίει· ὁ δὲ τὸ γάλα τῆς αἰγὸς πιεῖν ἐπειγόμενος ὑπερίπταται μὲν τὰ θριγκία, πρὸς δὲ τὴν μάνδραν ἐλθὼν τὸ ῥάμφος ἐπὶ τὸν τῆς αἰγὸς ἐρείδει μαζόν, καὶ τοῦ ἰξοῦ μέχρι τῶν ταρσῶν αὐτοῦ διαχυθέντος ἁλίσκεται. Πρὸς δὲ τὴν τοῦ πορφυρίωνος ἄγραν οὔτε ἰξοῦ τις, οὔτε λίνων δεήσεται, ἀλλὰ μόνον που καθήμενον ἐπιτηρήσας αὐτόν, ὀρχούμενος κατὰ μικρὸν πλησιάζοι· τῷ δ’ οὕτως ἐστὶν ἡ τῆς ὀρχήσεως ὄψις ἡδεῖα, ὥστ’ οὐκ ἀποπτήσεται καίπερ ὁρῶν προσιόντα τὸν ἄνδρα, κινήσει δὲ καὶ αὐτὸς ὀρχούμενος τὰ μέλη τὰ ἑαυτοῦ, μέχρις ἂν ἁλῷ γενόμενος ὑπὸ ταῖς χερσὶν τοῦ τὴν ὄρχησιν ἑλομένου διὰ τὴν ἄγραν.
3 21 [5] καὶ τοὺς 〈σ〉κῶπας δὲ ὀρχούμενοί τε καὶ σκώπτοντες αἱροῦσιν οἱ θηραταί. Τοὺς δ’ ἐναλίους ὄρνιθας ἀγκίστροις αἱροῦσιν ἰχθύδια περιθέντες αὐτοῖς, ἀλλὰ καὶ σανίσιν εἰκόνας ἐπιγράψαντες ἰχθύων θηρῶσι τοὺς καταράκτας· σὺν ὁρμῇ γὰρ ὡς ἐπί τινα καταπτάντες ἰχθὺν περιρρήγνυνται ταῖς σανίσι καὶ διαφθείρονται.
3 22 [5] καὶ βρόχοις δ’ ἄλλους καὶ οὐκ ὀλίγους λίνοις τε καὶ πάγαις αἱροῦσι νηχομένους ἢ καὶ πρός τινας ἐξιόντας ἄκρας, ἐν αἷς τὰ πτερὰ ψύχειν ἢ καθεύδειν ἢ μετὰ κόρον εἰώθασιν αἱ ὄρνεις διαναπαύεσθαι. Καὶ παγίσι μὲν καὶ βρόχοις αἱ νῆσσαι θηρῶνται καὶ οἱ λινουργοὶ καὶ οἱ κεγχρῖται καὶ ἄλλα γένη χηνῶν καὶ οἱ ταχεῖς φελλίναι καὶ αἱ φαλαρίδες καὶ πλεῖστα ἕτερα τῶν ἀμφιβίων ὀρνίθων, ἀπατηθέντα τροφῇ· πρὸς γὰρ τοῖς τῶν λιμνῶν ἢ τῶν ποταμῶν χείλεσι κριθὰς κατασπείρουσιν ἢ ὀλύρας ἢ κέγχρον.
3 24 [10] Κατὰ δὲ τῶν χηνῶν καὶ ἄλλο τι μεμηχάνηται· ξύλινόν τις χῆνα ποιήσας σχοίνῳ τ’ ἐπιδήσας αὐτὸν κατὰ μόνον τῆς λίμνης ἀφίησι, καὶ περὶ τοῦτον συνίασιν οἱ χῆνες τύπτουσί τ’ αὐτόν, ὡς ἀλλότριον τῆς αὑτῶν ἀγέλης διώκοντες· ὁ θηρατὴς δ’ ἐν καλύβῃ κρυπτόμενος καὶ λεπτήν τινα κατέχων μήρινθον, ἐπὶ τὴν γῆν ἕλκει τὸν ξύλινον χῆνα· οἱ δὲ φεύγειν αὐτὸν οἰηθέντες ἀκολουθοῦσι, κἂν εἴσω γένωνται τῶν λίνων διώκοντες· τότε τοὺς κάμακας ἐπισπασάμενος ὁ θηρῶν καὶ τὸ δίκτυον ἀναστήσας, κοινῇ πάντας περικαλύπτει τοὺς χῆνας περὶ τὸν ξύλινον νηχομένους. Ἀλλ’ οὐδ’ οἱ καλούμενοι θρᾷκες ὄρνεις, οὐδ’ οἱ δυτῖνοι καὶ οἱ κολύμβοι τοὺς θηρατὰς διαφεύγουσι, κἂν πανημέριον νήχωνται, δόλῳ δὲ κἀκείνους ἀγρεύουσιν.
3 25 [15] ὅταν ἀκίνητον ᾖ διὰ γαλήνην τὸ πέλαγος, εἰς ἄκωπον σκάφος ἐμβάντες πρὸς μικρὸν πλέουσιν, ὡς ἂν μὴ τῆς εἰρεσίας τοὺς ὄρνεις ὁ κτύπος ἀποδιώξειεν, εἶθ’ εἷς μὲν ἐπὶ τῆς πρύμνης ἕστηκε λίνον ἐπιφερόμενος, ἕτερος δ’ ἐπὶ τῆς πρῴρας τῷ πηδαλίῳ κατὰ μικρὸν προάγων τὸ σκάφος καὶ λύχνον ἐν κεράμῳ φέρων οἷον ἐπιδείκνυσιν, ὅταν πλησιάσῃ τοῖς ὄρνισιν· οἱ δ’ οὐ λύχνον, ἀλλ’ ἀστέρα δοκοῦντες ὁρᾶν προσιοῦσαν δέχονται τὴν πορθμίδα, γενομένης δ’ ἐγγὺς κρύπτει μὲν ἐν τῷ κοίλῳ τῆς νεὼς τὴν λαμπάδα ὁ θηρευτής, ἵνα μὴ γνωσθῇ τοῖς ὀρνέοις ὁ δόλος· τὸ δὲ μακρὸν αὐτοῖς ἐπιρρίπτει λίνον ἁπλώσας καὶ πολλοὺς καλύψας ἐξέλκει. Τοσαῦτά μοι, κράτιστε βασιλεῦ, περὶ τοῦ βίου καὶ τῆς ἄγρας τῶν ὀρνίθων ἔστιν εἰπεῖν· Διονύσιος δ’ αὐτὰ παρὰ τοῦ τῆς Λητοῦς Ἀπόλλωνος διδαχθῆναί φησιν.