ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΩΝ ΕΝΔΕΚΑ ΤΗΣ ΑΡΤΕΜΙΔΩΡΟΥ ΤΟΥ ΕΦΕΣΙΟΥ ΓΕΩΓΡΑΦΙΑΣ ΒΙΒΛΙΩΝ ΕΠΙΤΟΜΗ.
ΕΥΡΩΠΗ. ΒΙΒΛ. Α.
Στέφανος ὁ Βυζάντιος : Λίγυρες, ἔθνος προσεχὲς τοῖς Τυρρηνοῖς· Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ἕνδεκα· ἀπὸ Λιγύρου ποταμοῦ.
Δερτών, πόλις Λιγύρων. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ιαʹ· «Τὴν καλουμένην Δερτῶνα πόλιν.» Τὸ ἐθνικὸν Δερτώνιος, ὡς Ἀντρώνιος.
Μαστραμέλη, πόλις καὶ λίμνη τῆς Κελτικῆς. Ἀρτεμίδωρος ἐν τῇ Ἐπιτομῇ τῶν ἕνδεκα.
Μαρκιανὸς ὁ Ἡρακλεώτης : Τῆς γὰρ Ναρβωνησίας τὸν περίπλουν ἐν τῇ ἐπιτομῇ τῆς Ἀρτεμιδώρου γεωγραφίας ἤτοι περίπλου σαφῶς διεξήλθομεν, εἰ καὶ ὁ προειρημένος Ἀρτεμίδωρος τὴν διαίρεσιν τῶν ἐν τῇ Κελτογαλατίᾳ ὡς καὶ τῶν ἐν τῇ Ἰβηρίᾳ ἐπαρχιῶν οὐκ ἐποιήσατο.
Στέφανος ὁ Βυζάντιος : Νάρβων, ἐμπόριον καὶ πόλις Κελτική. Μαρκιανὸς δὲ Ναρβωνησίαν αὐτήν φησιν.
ΒΙΒΛ. Βʹ. Γʹ.
Μαλάκη, πόλις Ἰβηρίας. Μαρκιανὸς ἐν βʹ τῶν Ἐπιτομῶν Ἀρτεμιδώρου.
Μαρκιανὸς ὁ Ἡρακλεώτης : Οἱ δὲ κατὰ Γάδειρα τὴν νῆσον — τὰς Ἡρακλείους στήλας εἶναί φασιν —, ὥσπερ καὶ Ἀρτεμίδωρος ὁ γεωγράφος.
Σολκοί, πόλις ἐν Σαρδοῖ, ὡς Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ· «ἀπὸ δὲ Καράλεως ἐπὶ Σολκούς.»
ΒΙΒΛ. Δʹ.
Τέγεστρα, οὐδετέρως, πόλις Ἰλλυρίας πρὸς τῇ Ἀκυληίᾳ, ἀπὸ Τεγέστρου. Ἀρτεμίδωρος δʼ ἐν Ἐπιτομῇ τῶν ἕνδεκα Τέργεστρον αὐτὴν καὶ κώμην οἶδεν· «Ἀπὸ Τεργέστρου κώμης καὶ τοῦ μυχοῦ ἐπὶ τὸν Ἀδρίαν στάδιοι ͵εκεʹ.»
Φλάνων, πόλις καὶ λιμὴν περὶ τὴν Ἄψυρτον νῆσον. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ιαʹ· «Μετὰ δὲ τὴν Ἄλωον λιμήν ἐστι Φλάνων καὶ πόλις Φλάνων, καὶ πᾶς ὁ κόλπος οὗτος Φλανωνικὸς καλεῖται.»
Ἀψυρτίδες, νῆσοι πρὸς τῷ Ἀδρίᾳ, ἀπὸ Ἀψύρτου παιδὸς Αἰήτου ἐν μιᾷ δολοφονηθέντος ὑπὸ τῆς ἀδελφῆς Μηδείας. Οἱ νησιῶται Ἀψυρτεῖς καὶ Ἄψυρτοι. — Ἔστι καὶ τόπος ἐν τῷ Εὐξείνῳ πόντῳ Ἄψαρος, Ἄψυρτος πρότερον λεγόμενος. — Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ καὶ πόλιν καὶ νῆσον Ἄψυρτον ἱστορεῖ.
ΒΙΒΛ. Εʹ ϛʹ.
Κώθων, νῆσος οὐ πόρρω Κυθήρων. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ἕνδεκα. Τὸ ἐθνικὸν Κωθώνιος, ὡς Σιδώνιος.
Λῶς, νῆσος περὶ Θετταλίαν, ὡς Κῶς. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ἕνδεκα. Λῷος ὁ νησιώτης.
Ἀσταί, ἔθνος Θρᾴκης. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ἕνδεκα.
Φίλιπποι, πόλις Μακεδονίας, οἱ πρότερον Κρηνίδες. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ἕνδεκα· «Καὶ πόλις Φίλιπποι τὸ παλαιὸν Κρηνίδες. Τοῖς δὲ Κρηνίταις πολεμουμένοις ὑπὸ Θρᾳκῶν βοηθήσας ὁ Φίλιππος Φιλίππους ὠνόμασεν.» Ἔνθεν ἦν Ἄδραστος ὁ περιπατητικὸς φιλόσοφος, Ἀριστοτέλους μαθητής.
ΛΙΒΥΗ.ΒΙΒΛ. Ζʹ.
Ξοῦχις, πόλις Λιβύης. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ἕνδεκα. Τὸ ἐθνικὸν Ξουχίτης.
Λαοδαμάντεια, νῆσος ἐν Λιβύῃ. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ἕνδεκα. Ἐκαλεῖτο δὲ καὶ Λαομεδόντεια, ἴσως ἀπὸ Λαομέδοντος τοῦ Τρωός. Τὸ ἐθνικὸν ἀμφότερον Λαομεδοντίτης καὶ Λαοδαμαντίτης.
ΑΣΙΑ.ΒΙΒΛ. Θʹ.
Δῶρος, πόλις Φοινίκης. Ἑκαταῖος Ἀσίᾳ· «Μετὰ δὲ ἡ πάλαι Δῶρος· νῦν δὲ Δῶρα καλεῖται.» ... Καὶ Ἀρτεμίδωρος Δῶρα τὴν πόλιν οἶδεν ἐν Ἐπιτομῇ τῶν ιαʹ· «Συνεχῶς δʼ ἐστὶ Στράτωνος πύργος, εἶτα ἔνι Δῶρα, ἐπὶ χερσονησοειδοῦς τόπου κείμενον πολισμάτιον, ἀρχομένου τοῦ ὄρους τοῦ Καρμήλου.» Καὶ ἐν θʹ Γεωγραφουμένων τὸ αὐτό.
ΒΙΒΛ. Ιʹ.
Πάλτος, πόλις Συρίας. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ.
Κρύα, πόλις Λυκίας. Ἀρτεμίδωρος ἐν Ἐπιτομῆς πρώτῳ. τὸ ἐθνικὸν Κρυεύς· «Εἰσὶ δὲ καὶ νῆσοι Κρυέων, Κάρυσις καὶ Ἄλινα.»
Θεμισώνιον, χωρίον Φρυγίας. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ.
ΒΙΒΛ. ΙΑʹ.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Περὶ τῆς Κασπίας θαλάσσης ἱστορεῖ Ἀρτεμίδωρος ἐν τῇ Ἐπιτομῇ τῶν Γεωγραφουμένων. Ἔστι δὲ πλησίον τοῦ ὠκεανοῦ· ᾗ παράκειται ἔθνος ὠνομασμένον Κάσπιον, ὅμορον δὲ Πέρσαις.