ΠΕΡΙ ΤΗΣ ΑΘΗΝΗΣΙ ΑΚΡΟΠΟΛΕΩΣ.
Οὐαλέριος Ἁρποκρατίων Προπύλαια ταῦτα. —Περὶ δὲ τῶν Προπυλαίων τῆς ἀκροπόλεως, ὡς ἐπὶ Εὐθυμένους ἄρχοντος οἰκοδομεῖν ἤρξαντο Ἀθηναῖοι, Μνησικλέους ἀρχιτεκτοῦντος, ἄλλοι τε ἱστορήκασι καὶ Φιλόχορος ἐν τῇ δʹ. Ἡλιόδωρος δʼ ἐν αʹ Περὶ τῆς Ἀθήνησιν ἀκροπόλεως μεθʼ ἕτερα καὶ ταῦτά φησιν· «Ἐν ἔτεσι μὲν εʹ παντελῶς ἐξεποιήθη, τάλαντα δὲ ἀνηλώθη δισχίλια ιβʹ· εʹ δὲ πύλας ἐποίησαν, διʼ ὧν εἰς τὴν ἀκρόπολιν εἰσίασιν.»
Οὐαλέριος Ἁρποκρατίων : Νίκη Ἀθηνᾶ. Λυκοῦργος ἐν τῷ Περὶ τῆς ἱερείας. Ὅτι δὲ Νίκης Ἀθηνᾶς ξόανον ἄπτερον, ἔχον μὲν ἐν τῇ δεξιᾷ ῥόαν, ἐν δὲ τῇ εὐωνύμῳ κράνος, ἐτιμᾶτο παρʼ Ἀθηναίοις, δεδήλωκεν Ἡλιόδωρος ἐν τῷ αʹ Περὶ ἀκροπόλεως.
Ἀθήναιος : Ἡλιόδωρος δʼ ὁ περιηγητὴς ἐν πρώτῳ Περὶ ἀκροπόλεως· «Τῆς τῶν πυρῶν — φησιν — ἑψήσεως ἐπινοηθείσης οἱ μὲν παλαιοὶ πύανον, οἱ δὲ νῦν ὁλόπυρον προσαγορεύουσιν.»
Οὐαλέριος Ἁρποκρατίων : Θέτταλος· Λυσίας Κατὰ Νικίδου. Εἷς τῶν Κίμωνος παίδων Θέτταλος ἐκαλεῖτο, ὥς φησιν Ἡλιόδωρος ἐν τῷ Περὶ ἀκροπόλεως.
Ἀθήναιος : Ἀριστοφάνης δʼ ὁ κωμῳδιοποιὸς — ὅν φησιν Ἡλιόδωρος ὁ Ἀθηναῖος ἐν τοῖς Περὶ ἀκροπόλεως, πεντεκαίδεκα δʼ ἐστὶ ταῦτα βιβλία, Ναυκρατίτην εἶναι γένος — κτλ.
Ἀθήναιος : Ἡλιόδωρος δέ φησι τὸν Ἐπιφανῆ Ἀντίοχον, ὃν διὰ τὰς πράξεις Πολύβιος Ἐπιμανῆ καλεῖ, τὴν κρήνην τὴν ἐν Ἀντιοχείᾳ κεράσαι οἴνῳ· καθάπερ καὶ τὸν Φρύγα Μίδαν φησὶ Θεόπομπος, ὅτε ἑλεῖν τὸν Σειληνὸν ὑπὸ μέθης ἠθέλησεν.
ΠΕΡΙ ΤΩΝ ΑΘΗΝΗΣΙ ΤΡΙΠΟΔΩΝ.
Οὐαλέριος Ἁρποκρατίων : Ὀνήτωρ. Ἰσοκράτης ἐν τῷ Περὶ τῆς ἀντιδόσεως. Πρὸς τοῦτον ἂν εἶεν οἱ γεγραμμένοι Δημοσθένους Περὶ τῆς ἐξούλης λόγοι. Ὅτι δὲ τῶν χορηγησάντων ἦν, Ἡλιόδωρος Περὶ τῶν Ἀθήνησι τριπόδων.