eul_wid: mbm-aa

Ἀποσπάσματα
Geographical Measurements of Islands

Geographical Works Anonymous Geographical Measurements of Islands PDF

T ΑΠΟΣΠΑΣΜΑΤΑ. Τῶν δ’ εὐμεγεθῶν νήσων Σαρδὼ μὲν τὴν περίμετρον ἔχει σταδίων ͵ δυμʹ, μιλίων φ[ϙβʹ], Κύρνος δὲ, ἣν Κορσικὴν οἱ ἐπιχώριοι καλοῦσι, τὰ κύκλῳ ἔχει σταδίων ͵ δυμʹ.
1 [10] Τῆς δὲ Κρήτης τὰ κύκλῳ ἐστὶ σταδίων ͵ δτʹ. Ἡ δὲ Κύπρος σταδίων ͵ γ. Τῶν δὲ Βρεττανικῶν νήσων ἡ μεγίστη καλουμένη Ἀλβίων τὴν περίμετρον ἔχει σταδίων τρισμυρίων ἐννακισχιλίων, ἡ δὲ Ἰέρνη ἀναλόγως ταύτης μείζων * . Ἡ δὲ Πελοπόννησος σταδίων ἐστὶ τετρακισχιλίων πεντακοσίων. Ῥόδου δὲ ἡ περίμετρος σταδίων ωκεʹ, Κῶ δὲ νήσου σταδίων ωʹ. Χίος δὲ σταδίων ͵ αχʹ. Λέσβου δὲ τὰ κύκλῳ ͵ αρπʹ. Ἡ δὲ Σαμία νῆσος σταδίων ωʹ. Μῆκος τῆς ὅλης γῆς ἀπὸ ἀνατολῶν εἰς δυσμάς φασι σταδίους ὀκτακισμυρίους.
2 [5] Τῆς δ’ ὅλης γῆς τὸ μέγιστον ἐχούσης κύκλῳ εἰς μυριάδας σταδίων κεʹ, τὴν σύμπασαν αὐτῆς ἐπιφάνειαν λογιζόμενοι, τίθεμεν εἰς [μυριάδων] μυριάδας διακοσίας· ὧν τὸ τῆς ἡμετέρας οἰκουμένης ὡς τέταρτόν ἐστι τούτου. Μῆκος δὲ τοῦ παντὸς χύματος ἀφ’ Ἡρακλείων στηλῶν ἕως τῆς πρὸς ἀνατολαῖς Συρίας οὐ πολὺ λείπει τρισμυρίων σταδίων. Νάξος νῆσος * .
3 [5] —Ἡ Μαραθὼν τῆς Ἀττικῆς σταδίους τριακοσίους ἀπέχουσα τῆς πόλεως. Ἔστι δὲ ὁ Ἑλλήσποντος πορθμὸς, φερόμενος ἀπὸ τῆς Προποντίδος ἐπὶ τὸ Αἰγαῖον πέλαγος, ἔχων τὸ πλάτος σταδίων ζʹ, ὃν ἔζευξε Ξέρξης. Ἔστι δὲ ἡ Σικελία νῆσος σταδίων τετρακισχιλίων ὀκτακοσίων ἔχουσα τὴν περίμετρον, μιλίων χμεʹ.