eul_wid: ewo-aa
ἈπόσπασμαOn the River Maeander
Timolaus of Cyzicus On the River Maeander PDF
| t1 | ΦΡΥΓΙΑΚΑ. E LIBRO PRIMO. |
| 1 | Plutarch. De fluv. c. 9: Μαίανδρος ποταμὸς τῆς Ἀσίας· ἐκαλεῖτο δὲ πρότερον Ἀναβαίνων· μόνος γὰρ ἐκ πάντων τῶν ποταμῶν ἀπὸ τῶν ἰδίων ἀρχόμενος πηγῶν εἰς ἑαυτὸν παλινδρομεῖ. Προσηγορεύθη δὲ Μαίαν δρος ἀπὸ Μαιάνδρου, τοῦ Κερκάφου καὶ Ἀναξιβίας παιδὸς, ὃς πρὸς Πεσσινουντίους πόλεμον ἔχων ηὔξατο τῇ Μητρὶ τῶν θεῶν, ἐὰν ἐγκρατὴς γένηται τῆς νίκης, θύσειν τὸν πρῶτον αὐτῷ συγχαρέντα ταῖς ἀνδραγαθίαις, τρόπαια φέρων. Ὑποστρέψαντι δὲ τῷ προειρημένῳ πρῶτος συνεχάρη συναντήσας ὁ παῖς Ἀρχέλαος, μετὰ τῆς μητρὸς καὶ τῆς ἀδελφῆς· ὁ δὲ τῆς προειρημένης δεισιδαιμονίας ἀναμνησθεὶς, κατ’ ἀνάγκην βωμοῖς κατήγαγε τοὺς προσήκοντας. Ἀθυμήσας δ’ ἐπὶ τοῖς πραχθεῖσιν ἔρριψεν ἑαυτὸν εἰς ποταμὸν Ἀναβαίνοντα, ὃς ἀπ’ αὐτοῦ Μαίανδρος προσηγορεύθη· καθὼς ἱστορεῖ Τιμόλαος ἐν αʹ Φρυγιακῶ ν . Μέμνηται δὲ τούτων καὶ Ἀγαθοκλῆς ὁ Σάμιος ἐν τῇ Πεσσινουν τίων πολιτεί ᾳ . |