eul_wid: vky-aj
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Scholia on Demosthenes: Philippic 3 by Demosthenes Scholia

Three successive proems are found at the start of the Third Philippic, and the notes follow the turn to the argument from advantage, naming figure after figure. Place-names draw small histories: Porthmus, the port of Eretria; Naupactus, where the Heraclidae built their ships; Echinus, named after one of the Sown Men. One scholiast adds that the same corruption has ruined the affairs of the Romans, and near the end comes the bronze pillar on which the punishment of traitors was published, with a note on Euphraeus.

Part of Scholia on Demosthenes

ΚΑΤΑ ΦΙΛΙΠΠΟΥ Γ

πολλῶν, ὦ ἄνδρες τοπικὴν καταδρομὴν ἔχει Φιλίππου τὸ προοίμιον· σχῆμα τοῦ ἐκ πλαγιασμοῦ τέμνοντος τὸν λόγον.

τὸ προοίμιον ἐκ τοῦ κατηγορουμένου· καταδρομὴν γὰρ ἔχει Φιλίππου καὶ ἔχει καὶ ἐπιτίμησιν, ἔστι δὲ καὶ τόπος εὐνοίας.

πρότασις.

ὀλίγου δεῖν παρὰ μικρὸν καὶ σχεδὸν εἰπεῖν· οὐδὲ γὰρ ἀεὶ περὶ Φιλίππου ἐκκλησιάζουσιν, ἀλλὰ καὶ περὶ ἄλλων πραγμάτων. διὸ ἐκόλασεν αὐτό.

καὶ πάντων κατασκευή.

φησάντων ἀντὶ τοῦ ψηφισαμένων.

τῆς ὕβρεως οὐκ εἶπεν «ἀδικίας» ἢ «πλεονεξίας», ἀλλʼ «ὕβρεως», ὃ παρʼ Ἀθηναίοις οὐδὲ τοῖς δούλοις ἀνεκτόν.

προειμένα προδεδομένα.

εἰ καὶ λέγειν δεύτερον προοίμιον ἐκ τοῦ ἐναντίου· τὸ δὲ σχῆμα ὡς ἐν ὑποθέσει.

πρότασις.

πολλὰ μὲν οὖν ἴσως αἰτία τῆς προτάσεως.

κατασκευή.

ὧν τινὲς τῶν προδοτῶν οἱ ἀναισχυντότεροι.

ἕτεροι δὲ τοὺς κατηγόρους Διοπείθους αἰνίττεται.

αἱ δὲ τοιαῦται συμπέρασμα τοῦ προοιμίου.

ἀξιῶ δʼ ὑμᾶς εἰσβολὴ ἐντεῦθεν ἐπὶ τὸ συμφέρον· τὸ δὲ σχῆμα προδιόρθωσις.

τρίτον προοίμιον, μᾶλλον δὲ εἰσβολὴ τῶν ἀγώνων καὶ προθεραπεία.

ἀξιῶ ἄξιον νομίζω.

ἐξεληλάκατε τὴν παρρησίαν δηλονότι.

εἰ μὲν οὖν καὶ νῦν ἐντεῦθεν τὸ συμπέρασμα. ἄλλοι δὲ εἰσβολὴν τῶν ἀγώνων ἀπὸ τοῦ «εἰ μὲν οὖν».

εἰ μὲν οὖν ἅπαντες εἰσβολὴ τῶν ἀγώνων.

ἀρχὴ τοῦ συμφέροντος.

ἀτόπως πονηρῶς καὶ κακῶς τὴν γνώμην.

ἔνιοι τῶν ἀκροατῶν.

εἰ δέ τις ταύτην ἀντιπῖπτον λύει· ἀπαρίθμησις τὸ σχῆμα.

προρρήσεως ἐκ προαγορεύσεως φανερᾶς.

ἐκ τοῦ προειπεῖν.

σκευωρούμενον κατὰ μικρὸν ὑφαντοποιούμενον.

εἰ μὴ τὸ κατὰ συστροφὴν σχῆμα.

σημείωσαι, ἐκ παρονομασίας· δριμεῖα λέξις.

ὁ γὰρ οἷς περίοδος κατʼ εὐθεῖαν.

τίσιν οὖν ὑμεῖς ἀντὶ τοῦ «διὰ τίνων»· εἰ μὴ διὰ τούτων φησὶ τῶν ἀναγκαίων ἡγεῖσθαι κινδυνεύειν.

εἶτα τὸν δριμεῖα λέξις.

ἀλλʼ ἀφʼ ἧς ἡμέρας ἀνέμνησεν αὐτοὺς λυπηροῦ διηγήματος.

τετυφῶσθαι μεμηνέναι, ἀπὸ Τυφωέως τοῦ ἀντάραντος πόλεμον πρὸς τοὺς θεούς· μανίας γὰρ τοῦτο σημεῖον· ὅθεν καὶ τετυφωμένον ἄνθρωπον καλοῦμεν τὸν ἀλαζόνα καὶ μεῖζον ἢ προσῆκε φρονοῦντα. τινὲς δὲ τὸ «τετυφῶσθαι» ἀπὸ τοῦ τύφειν, ὅ ἐστι σκοτοῦσθαι τοὺς ὀφθαλμοὺς ἀπὸ καπνοῦ· σκοτοῦται δὲ καὶ ὁ ἀνούστατος τὴν διάνοιαν.

ἐξηχεῖσθαι καὶ μαίνεσθαι.

μᾶλλον δὲ ἡ ἐπιδιόρθωσις· οὐδὲ γὰρ οἱ νῦν Ἀθηναῖοι ἐποίησαν ἃ ἐπιφέρει.

πλεονάζειν πλεονεκτικῶς περιφέρεσθαι.

ἐπιπολάζει ἀντὶ τοῦ «πλεονάζει τοῖς ἀδικήμασιν», ἀπὸ μεταφορᾶς τοῦ πλεονάζοντος ὕδατος, ὅταν ὑπεραίρηται καὶ ὑπερεκχῆται πλέον τοῦ μέτρου.

τὰς πόλεις ὧν ἦρχέ ποτε Ἀχιλλεὺς καὶ Φιλοκτήτης, Πρωτεσίλαος, Ποδαλείριος.

καὶ οὐ γράφει μὲν ταῦτα ὅρα τὴν τῶν σχημάτων ποικιλίαν.

ἀλλʼ ἐφʼ Ἑλλήσποντον τὸ σχῆμα ἐπιτροχασμός.

διορωρύγμεθα κατεσκάμμεθα, λελῃστεύμεθα.

Ἡράκλεις ἐπίφθεγμα θαυμαστικόν· τὸ δὲ «Ἥρακλες» κλητικῆς πτώσεως.

καίτοι τί τῆς πνεῦμα.

εἰς Πορθμὸν Πορθμὸς ἐπίνειον τῆς Ἐρετρίας· ὁμωνύμως δὲ ἐκλήθη τῷ πελάγει τῷ μεταξὺ αὐτοῦ καὶ Ἀθηνῶν.

Ναύπακτον Ναύπακτος ἐκλήθη ἀπὸ τοῦ τοὺς Ἡρακλείδας μέλλοντας κατελθεῖν ἐπὶ τὴν Πελοπόννησον ἐκεῖ πήξασθαι καὶ κατασκευάσαι τὰς ναῦς.

Ἐχῖνον Ἐχῖνος δὲ πόλις, Θηβαίων μὲν ἄποικος, πλησίον δὲ Θετταλίας, ἀπὸ Ἐχίνου ἑνὸς τῶν Σπαρτῶν.

λελύμανται τοῦτο καὶ τὰ Ῥωμαίων ἐλυμήνατο πράγματα· καὶ εἰ μὴ παύσεται, οἴχοιτʼ ἂν πάντῃ καὶ διαφθαρείη, μᾶλλον δʼ ἤδη διέφθαρται.

ἐκπέπραται ἐπίτασιν τὴν «ἐκ» πρόθεσιν ἔχει, ἀντὶ τοῦ «σφόδρα καὶ πάνυ πέπραται».

ζῆλος ἀντὶ τοῦ «μακαρίζεται» φησὶν «ὁ προδότης». ἐπὶ γὰρ τοῦ φθόνου ζηλοτυπία λέγεται.

γέλως ἀντὶ τοῦ γελᾶται ὡσπερεὶ μωρός, ἂν ὁμολογήσῃ ὅτι ἔλαβέ τι παρὰ τῶν πολεμίων.

ἄν τις τούτοις ἐπιτιμᾷ μισεῖται παρʼ ἡμῖν ὁ ἐπιτιμῶν τῷ προδότῃ ὡς κωλύων τὸν γέλωτα.

ἄτιμος ἄτιμον ἐνταῦθα λέγει οὐ τὸν μὴ μετέχοντα τιμῆς, ἀλλὰ τὸν ἀτιμώρητον, ἵνα, ἐάν τις αὐτὸν φονεύσῃ, μηδεμία τιμωρία γένηται ὑπὲρ αὐτοῦ τελευτήσαντος κατὰ τοῦ φονεύσαντος αὐτόν.

τί τὸ ἀξίωμα ἀντὶ τοῦ «διὰ τί ταῦτα ἠξίουν ποιεῖν;»

ὑπὲρ ὧν ἂν ὑπέρ τινων πραγμάτων δικάζεσθαι παρέχονται φόνου δίκας ἐὰν φονεύσῃ· ἔστι γάρ τινα πράγματα ἔνθα ὁ ποιήσας οὐ τιμωρεῖται.

εὐαγές εὐσεβές· ἄγος γὰρ ἐκ τοῦ ἐναντίου τὸ ἀκάθαρτον.

ἄτιμος ἀτιμώρητος.

δωροδοκοῦντας ἐπὶ τῶν δεχομένων δῶρα λέγεται ἡ λέξις, οὐκέτι μέντοι καὶ ἐπὶ τῶν παρεχόντων· ἔστι γὰρ δωροδόκος οἱονεὶ δωροδόχος τις ὤν.

στηλίτας στηλίτας ἐποίουν τοὺς δωροδοκοῦντας, ἀντὶ τοῦ «ἐνέγραφον αὐτοὺς ἐν ταῖς στήλαις». τοῦτο δέ ἐστιν· ἐποίουν δημοσίας αὐτῶν τὰς τιμωρίας διὰ τῶν γραμμάτων ὧν ἔγραφον ἐν ταῖς στήλαις.

εἰς στήλην χαλκῆν.

πρὸς τὰ τοιαῦτʼ πρὸς τὸ τιμωρεῖσθαι αὐτούς.

τὴν ὡραίαν αὐτὴν κατὰ τὸν καιρὸν τοῦ θέρους.

ἀρχαίως οὐ παλαιῶς, ἀλλʼ ἀφελῶς καὶ χωρὶς πανουργίας.

πολιτικῶς δικαίως, μὴ χρήμασιν ὠνούμενοι τὰ πράγματα.

ἐκτραχηλισθῆναι ἐκ τραχήλων ἐκπεσεῖν, τῶν ἐλπίδων ἐκπεσεῖν.

ἐκ πλείστου πόρρωθεν.

ὧν τῶν προδοτῶν.

ἀπαλλαγέντος ἀπελαθέντος.

οὕτω δʼ ἀθλίως διέκειντο σημείωσαι, ὑπόστασις.

διασκευασάμενοι τὴν σκευὴν ἀναλαβόντες.

ἄρχουσι καὶ τυραννοῦσι ... Εὐφραῖον ἀντὶ τοῦ «τῶν τότε σῳζόντων ἑαυτοὺς καὶ τὸν Εὐφραῖον».

τοὺς μὲν μερισμὸς καὶ ὑπομερισμὸς τὸ σχῆμα.

οἱ δʼ οὐδὲν οἱ μὴ πρὸς χάριν λέγοντες.

τεθνάναι γὰρ κατὰ κῶλον ἐπαναφορά.

καλὴν κατʼ εἰρωνείαν.

εἰρωνείας.