ΚΑΤΑ ΦΙΛΙΠΠΟΥ Β
ὅταν ἐπιτιμητικὸν τὸ προοίμιον τῆς τῶν Ἀθηναίων ῥαθυμίας· ἔχει δὲ καὶ προσοχήν.
τὸ προοίμιον ἀκατάσκευον διὰ τὸ ὁμολογεῖσθαι ὅτι λέγεται κατὰ ἀδικοῦντος. τὸ δὲ συμπέρασμα ἕως τοῦ «χαλεπώτερον εἶναι». τὸ δὲ «αἴτιον δὲ τούτων» αἰτία τοῦ συμπεράσματος καὶ ἐπέκτασις.
πράττει πλεονεκτεῖ καὶ ἀδικεῖ.
λόγους καὶ δικαίους καὶ φιλανθρώπους δικαίους μέν — κατὰ γὰρ Φιλίππου λέγετε ἀδικοῦντος —, φιλανθρώπους δέ, ὅτι ἐλεεῖτε τὸ γένος τὸ Ἑλληνικόν.
αἴτιον δὲ κατασκευὴ τῆς προτάσεως. τούτων δὲ λέγει τὸ αἴτιον τὸ δυστυχῶς ἔχειν τὰ πράγματα· πρὸς γὰρ τὸ ἄνω ἐστί.
κατασκευή.
ζητοῦντας οὐ λέγει τοὺς ἀδικεῖν βουλομένους, ἀλλὰ τοὺς περιγενέσθαι ζητουμένους.
ἡμεῖς ἤγουν οἱ ῥήτορες. ὡς παρρησίαν δὲ πολλὴν ἔχειν καὶ καλὴν καὶ ἐπαινουμένην τῷ ἀρίστῳ δόξαν, πρὸς ἅπαντας οὐ θαυμαστὸν εἰσενέγκαι καὶ ἑαυτόν· ἤτοι ἵνα τοὺς προδότας ἐλέγξειεν· οἶδε γὰρ ἑαυτὸν παρὰ πᾶσί τοτε εὔνουν εἶναι σφόδρα τῇ πατρίδι.
ἔπειθʼ ὑμεῖς οἱ καθήμενοι εἰ γὰρ ἀποδεικνύντων ἡμῶν τὴν ἀδικίαν Φιλίππου οὐδὲν πράττεται, ἀποροῦμεν λοιπὸν τί συμβουλεύσομεν.
συμβαίνει δὴ τὸ συμπέρασμα.
εἰκός «εἰκός» ἐστι τὸ πίστεως ἐχόμενον, «ἐοικὸς» δὲ τὸ ἐμφερές.
εἰ μὲν οὖν τινὲς ἐνόμισαν τοῦτο δεύτερον προοίμιον. οὐκ ἔστι δέ — τῆς γὰρ αὐτῆς ἐννοίας ἐστὶ τοῦ πρώτου προοιμίου —, ἀλλὰ μᾶλλον συμπέρασμα τῆς προτάσεως.
τῶν αὐτῶν προοίμιον.
πρῶτον ἐντεῦθεν τὸ κεφάλαιον ἀπὸ τοῦ συμφέροντος, καὶ τοῦ δικαίου καὶ τοῦ δυνατοῦ μεμιγμένον.
συμφέρον.
ἵνʼ ἐὰν μὲν ἐγὼ δοκῶ ἐν αἱρέσει αὐτοῖς δίδωσι τὸν πόλεμον, ἐκφυγὼν τὸ ἀποφήνασθαι διὰ τὸ ἄδηλον αὐτοῦ, ἵνα κἂν πταίσῃ ὁ δῆμος αὐτὸν ψηφισάμενος μὴ αἰτιάσηται.
καθʼ ὑμῶν σημείωσαι τὴν σύνταξιν. πολλάκις ἀντὶ τῆς «ὑπὲρ» ἐκλαμβάνεται. καὶ γὰρ ὁ θεολόγος ἐν τῷ πρώτῳ τῶν στηλιτευτικῶν· «κατὰ γὰρ τῶν ἀγωνιζομένων οἱ στέφανοι» ἀντὶ τοῦ «ὑπὲρ τῶν ἀγωνιζομένων».
γλίχονται ἄγαν ἐπιθυμοῦσι, διὰ τὸ κοσμεῖσθαι τοὺς λόγους αὐτῶν ἐκ τῆς ὑποθέσεως.
διὸ κἀγὼ παραλείψω τῇ μὲν ἀληθείᾳ διὰ τὸ μὴ οἰκείως ἔχειν τῇ συμβουλῇ τῶν προγόνων παρεκτείνειν τὰ ἐγκώμια, λέγει δὲ ὅτι «κἀγὼ εἷς εἰμι τῶν ἡττηθέντων τοῖς πράγμασι».
τοὺς μὲν συστρατεύσαντας τοὺς Θηβαίους.
τοὺς δʼ οὐκ ἐναντιωθέντας τοὺς Ἀργείους.
ἀλλὰ νὴ Δία ἀντίθεσις ἐκ τοῦ δικαίου, ἥτις δυσχερὴς οὖσα εὐφυῶς ἐλύθη παρὰ τοῦ ῥήτορος. ἦν γὰρ αὕτη ὅτι «δικαιότερον αἰτοῦντας Θηβαίους ἤπερ Ἀθηναίους προείλετο· ἐκεῖνοι γὰρ τῶν ἀδίκων, οὗτοι δὲ ὑπὲρ τῶν ἄλλων Ἑλλήνων φροντίζουσιν». λύει οὖν ἐκ τοῦ ὁμοίου, ὅτι εἰ διὰ τοῦτο προκρίνει τοὺς Θηβαίους, πῶς τοῖς Λακεδαιμονίοις ἀφίστασθαι κελεύει τοῦ ἰδίου χωρίου; καίτοι οὕτως ἂν ἐκ τοῦ ὁμοίου ἔδοξε τοῦ δικαίου κατὰ τὸ ἀληθὲς φροντίζειν.
νῦν εἰπεῖν κατὰ συστροφὴν ποιητικόν.
ὁ γὰρ Μεσσήνην μετὰ τὰ Λευκτρικὰ Θηβαῖοι τοὺς Μεσσηνίους τοὺς τῶν Λακεδαιμονίων συμμάχους ἀπέσπασαν, ὅπως ἔχοιεν εἰς τὸν κατʼ αὐτῶν πόλεμον. καὶ ὁ Φίλιππος οὖν συναιρόμενος τοῖς Θηβαίοις τοὺς Λακεδαιμονίους κελεύει ἀποστῆναι τῶν Μεσσηνίων καίπερ ὄντος ἰδίου τοῖς Λακεδαιμονίοις τοῦ κτήματος. τὸ δὲ «καλῶς» συντρέχει ἵνα γελοιότερον λύσῃ τὸ δοκοῦν ἰσχυρὸν τυγχάνειν.
Ὀρχομενὸν οἱ Ὀρχομένιοι καὶ οἱ Κορώνειαν οἰκοῦντες σῳζομένων τῶν Φωκέων ἐλεύθεροι καθʼ ἑαυτοὺς ἦσαν. ἀπολωλότων Φωκέων δέδωκε τοῖς Θηβαίοις ὁ Φίλιππος τὴν Κορώνειαν καὶ τὸν Ὀρχομενὸν οὐ κατὰ τὸ δίκαιον.
τῶν Θετταλῶν ἱππέων ἄγαν γὰρ οἱ μὲν Θετταλοὶ ἱππόται εἰσὶν ἄριστοι, οἱ δὲ Θηβαῖοι ὁπλῖται γενναιότατοι. παρὰ γνώμην οὖν, φησί, διὰ τὴν ἀνάγκην πεποίηκε ταῦτα.
πρὸς τοὺς Θηβαίους αὐτὸν ὑπόπτως οὐκοῦν ἔχθραν καὶ ὑποψίαν ἔχει κατʼ αὐτῶν ὡς βιασθεὶς ὑπʼ αὐτῶν.
Ἐλάτειαν τὴν κατὰ Θηβαίων. λέγουσιν οὖν τινες ὅτι καὶ τὴν Ἐλάτειαν τειχιεῖ Φίλιππος πρὸς τὸν κατὰ Θηβαίων πόλεμον.
Ἐλάτεια μεταξὺ Θηβαίων καὶ τῆς Φωκέων κτήσεως κεῖται. ἔχει δὲ ἐπιτηδείως πρὸς τὴν ἐπιβουλήν.
ἃ καὶ πρὸς Μεσσηνίους κατὰ πρεσβείαν ἐξελθὼν πρὸς Ἀργείους ὁ Δημοσθένης συνεβούλευσεν· οὐ πεισθέντες αὐτῷ ἐβλάβησαν τὰ μέγιστα. βούλεται οὖν εἰπεῖν τὴν δημηγορίαν αὑτοῦ, ἵνα πείσῃ τοὺς Ἀθηναίους διʼ ὧν ἤδη τὰ συμφέροντα συνεβούλευσεν, οἷς Ἀργεῖοι πεισθέντες προὐδόθησαν.
Νίκαιαν καὶ Μαγνησίαν ἐδίδου ταῦτα μὲν ἦν αὐτῶν, εἶχε δὲ αὐτὰ ἀποσπάσας, εἶτα ἔδωκε πρὸς τὸ ἀπατῆσαι αὐτούς, ἵνα δόξῃ φίλος εἶναι.
οὐδὲν μὴ δεινὸν πάθητε οὐκ ἔστι τὸ τῶν δύο ἀρνήσεων ἐνταῦθα μίαν συγκατάθεσιν ποιοῦν ὥσπερ ἀλλαχοῦ, ἀλλὰ ἰδίωμα Ἀττικὸν τὸ εἶναι πολλὰς ἀρνήσεις ἐφεξῆς.
οὐδένα γὰρ βουλοίμην ὥστε φείδομαι καὶ τῶν προδοτῶν διὰ τὴν πόλιν.