eul_wid: vky-ad
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Scholia on Demosthenes: Olynthiac 3 by Demosthenes Scholia

The plan of the Third Olynthiac is set out in three parts: whether the force should move to Macedonia or stay to help Olynthus, whether the laws on the festival fund should be repealed, and an attack on the present leaders of the people. Against the word barbarian, one note objects that Philip was a Greek of Argive descent from Heracles, who enrolled the young Alexander in a tribe at Argos. Near the end come Chares' mercenaries and the city's old place at the head of Greece.

Part of Scholia on Demosthenes

ΟΛΥΝΘΙΑΚΟΣ Γ

οὐχὶ ταὐτὰ παρίσταταί μοι ἐξ ἐπιτιμήσεως τὸ προοίμιον.

τὸ προοίμιον προσοχὴν διὰ τοῦ παροξυσμοῦ ἀπεργάζεται.

ὡς τῶν πραγμάτων χαλεπῶν ὄντων ἐξ ἐπιτιμήσεως εἴληπται τὸ προοίμιον ἢ ἐκ τοῦ παραδόξου — παράδοξον γὰρ γίνεται ὅταν τοῖς λόγοις οὐ συντρέχῃ τὰ πράγματα — ἢ ἀπὸ συγκρίσεως — συγκρίνων γὰρ δείκνυσι τοὺς λόγους ἐναντίως ἔχοντας τοῖς πράγμασιν.

οὐχὶ ... μοι παθητικὸν τὸ προοίμιον καὶ μεστὸν ἀξιώματος· ἐν ᾧ γὰρ ἐπηρμένον τὸν δῆμον καὶ φρονοῦντα τῇ νίκῃ συστέλλει καὶ πρὸς φόβον καθίστησιν, ἀφʼ ἑτέρου πάθους εἰς ἕτερον ἄγει τὸν ἀκροατήν· ἐν ᾧ δὲ ἀλλάττει τὴν γνώμην τῶν Ἀθηναίων, τὸ τοῦ Περικλέους ἀξίωμα διὰ τῶν ἔργων δείκνυσιν.

καὶ γὰρ ἐκεῖνος ἀθυμοῦντα μὲν τὸν δῆμον ἱκανὸς ἦν ἀναγαγεῖν καὶ μεστὸν ἐλπίδων ἀποφῆναι, θαρροῦντα δὲ αὖθις εἰς φόβον περιαγαγεῖν.

κεφάλαια τοῦ λόγου· τὸ συμφέρον, τὸ δυνατὸν καὶ ὀλίγον ἀπὸ τοῦ δικαίου, συμβουλεύοντος αὐτοῦ ὅτι δεῖ ἅπαξ βοηθήσαντας τοῖς Ὀλυνθίοις ἐμμένειν τούτῳ καὶ μὴ καθυφεῖναι τὰ δεδογμένα.

τριμερὴς ὁ λόγος. τὸ μὲν γὰρ πρῶτον ἐστὶ καὶ τὸ δοκοῦν μάλιστα συνέχειν καὶ περὶ οὗ πρόκειται νῦν ἡ σκέψις, ὃ καὶ προηγούμενον κέκληται, εἰ χρὴ μεταστῆναι τὴν δύναμιν εἰς Μακεδονίαν ἢ κατὰ χώραν ἐᾶσαι μένειν τοῖς Ὀλυνθίοις βοηθήσουσαν· τὸ δὲ δεύτερον, εἰ χρὴ λῦσαι τοὺς νόμους τοὺς θεωρικούς· τὸ δὲ τρίτον, ἐπιλογικὸν ὄν, καταδρομὴν ἔχει τῆς πολιτείας τῶν νῦν δημαγωγούντων. τούτων δὲ τῶν μερῶν ἕκαστον ὑποπέπτωκεν οἰκείῳ κεφαλαίῳ. τὸ μὲν γὰρ πρότερον τοῦ συμφέροντος εἶναι δοκεῖ, τὸ δὲ δεύτερόν ἐστι τοῦ νομίμου, εἴληπται δὲ ἐκ κατασκευῆς τοῦ δυνατοῦ — καὶ γὰρ κεφάλαιον κεφαλαίῳ ἀποδείκνυται —, τὸ δὲ τρίτον ἐστὶ τοῦ δικαίου, λέγω δὲ τὸ τῆς καταδρομῆς τῶν νῦν πολιτευομένων καὶ τῆς εὐφημίας τῶν ἐπὶ τῶν προγόνων πολιτευσαμένων. πᾶσα γὰρ συμβουλὴ περὶ ποιότητος προσώπων γινομένη, ἔπαινον ἢ ψόγον δηλοῦσα, εἰς τὸ δίκαιον ἔχει τὴν ἀναφοράν. καὶ τὸ μὲν συμφέρον δίχα τέτμηται, εἴς τε τὸ ἀναγκαῖον — ἐλεύσεται γὰρ Φίλιππος εἰς τὴν Ἀττικὴν διαφθαρέντων τῶν Ὀλυνθῶν — καὶ εἰς τὸ ἄδοξον — πάντες γὰρ ἴσασιν Ἕλληνες ὅτι τοῖς Ὀλυνθίοις ἐπηγγειλάμεθα βοηθήσειν, εἰ πολεμήσαιεν πρὸς Φίλιππον — καὶ τὸ ψεῦδος φανῆναι τῶν ἀδόξων.

ζητήσειε δʼ ἄν τις· «τί δήποτε κωλύων μεθιστάναι τὴν δύναμιν, οὐδεμίαν πεποίηται περὶ αὐτοῦ μνήμην οὐδὲ φαῦλον δεικνύει τὸ μετάγειν εἰς Μακεδονίαν τοὺς στρατιώτας;» ῥητέον οὖν ὅτι πλείους εἰσὶ τρόποι καθʼ οὓς ἀντιλέγειν ἔξεστιν. ἢ γὰρ πρὸς αὐτοὺς τοὺς λογισμοὺς μαχόμεθα τῶν ἀντιλεγόντων, δεικνύντες αὐτοὺς σαθροὺς ὄντας, ἢ ἑτέραν εἰσηγούμεθα γνώμην, διὰ τῆς ἡμετέρας τὴν ἐκείνων ἀνατρέποντες, ἢ τὸ συμφέρον τὸ μὲν ἐκείνων ἐλέγχομεν, αὐτοὶ δὲ συμβουλὴν ἑτέραν εἰσηγούμεθα. ἐνταῦθα τοίνυν ὁ ῥήτωρ φρονήματι χρώμενος τῆς μὲν ἐκείνων γνώμης οὐδεμίαν πεποίηται μνήμην, τὴν δὲ αὑτῷ δοκοῦσαν εἰσηγεῖται καὶ ταύτην ἐργάζεται.

προοίμιον ἐκ τοῦ ἀναγκαίου. λαμβάνεται δὲ ἐξ ὑπολήψεως τῶν πραγμάτων φαύλων ὄντων.

εἰς τὰ πράγματʼ εἰς τοῦτο κακίας ἐλθόντα.

τοὺς μὲν γὰρ λόγους κατασκευὴ τοῦ προοιμίου.

τιμωρήσασθαι Φίλιππον τουτέστιν εἰς Μακεδονίαν μεταβιβάζειν τὴν δύναμιν.

εἰς τοῦτο προήκοντα οὐκ εἶπεν «οὕτως ἔχοντα», ἀλλʼ «οὕτω προήκοντα», διὰ τῆς ἐν τῇ λέξει προτάσεως τὸν χρόνον δεικνὺς τὸν αἴτιον τῶν κακῶν.

εἰς ... προήκοντα εἰς τοῦτο δηλονότι κακίας προσελθόντες· εὐφήμως δὲ ἐσιώπησε.

ὥστε ὅπως μὴ πεισόμεθα μεγάλῳ θάρσει μέγαν φόβον ἀντέθηκε, σφόδρα τεχνικῶς ποιῶν. τὰ γὰρ μεγάλα πάθη μείζοσι πάθεσι λύειν προσήκει.

οὐδὲν οὖν ἄλλο μοι δοκοῦσιν ὥσπερ αἰνιττόμενος· ἀλλὰ νῦν μὲν οὐκ ἔχω Φιλιππισμὸν αὐτοῖς ὀνειδίζειν.

τὸ δὲ ἑξῆς οὕτω· «οὐδὲν οὖν ἄλλο μοι δοκοῦσιν οἱ τὰ τοιαῦτα λέγοντες ῥήτορες ἢ ἁμαρτάνειν». εἶτα ἐν τῷ μέσῳ κατασκευάζει, πῶς; «τὴν ὑπόθεσιν ὑμῖν παριστάντες καὶ συμβουλεύοντες, περὶ ἧς καὶ ὑμεῖς ἐβουλεύεσθε»· βουλεύονται δὲ νῦν «περὶ τοῦ τιμωρήσασθαι Φίλιππον», ἀλλʼ «οὐχὶ τὴν οὖσαν» καὶ ἀληθῆ «ὑπόθεσιν» — κατὰ κοινοῦ τὸ «παριστάντες ὑμῖν» —, ἥτις ἐστὶ τὸ βουλεύσασθαι, ὅπως ἂν πρῶτον σώσωμεν τοὺς Ὀλυνθίους. ἔστι δὲ ὥσπερ συμπέρασμα τοῦ προοιμίου διὰ πλειόνων.

συμπέρασμα διὰ πλειόνων.

ἢ τὴν ὑπόθεσιν περὶ ἧς βουλεύεσθε σφόδρα βιαίως τὸν δῆμον κοινωνὸν τῆς ἑαυτοῦ γνώμης ἐποίησεν, ὑπὲρ ὧν αὐτὸς μέλλει συμβουλεύειν, περὶ τούτων εἰσεληλυθέναι φήσας βουλευσόμενον τὸν δῆμον.

τὸ τιμωρήσασθαι Φίλιππον.

ὑπερβατὸν καθʼ ὑπέρθεσιν.

τὴν οὖσαν τὸ σῶσαι τοὺς Ὀλυνθίους.

ἐγὼ δὲ ὅτι μέν ποτε ἔτι τὴν αὐτὴν ἔννοιαν ἐξεργάζεται. δηλοῖ δὲ τοὺς καιροὺς ἐν οἷς Ἀμφίπολιν εἶχον καὶ Ποτίδαιαν καὶ τὰ ἐπὶ Θρᾴκης.

ἐξῆν τῇ πόλει λύσις τοῦ ἀντιπίπτοντος.

τὰ αὑτῆς δέον εἰπεῖν «καὶ Ὀλυνθίους σῶσαι».

τιμωρήσασθαι οὐχ ὡς τιμωρησαμένων αὐτῶν τότε τὸν Φίλιππον, ἀλλʼ ὡς ἐξουσίαν ἐχόντων, εἴπερ ἠβουλήθησαν.

ἐπʼ ἐμοῦ γὰρ ὑπερβατὸν καθʼ ὑπέρθεσιν.

ὑπερβατὸν τὸ σχῆμα.

ἱκανὸν αὔταρκες, ὡσεὶ ἔλεγε «κἂν τοῦτο δυνηθῆτε ποιῆσαι, καλῶς ὑμῖν ἔχει πρὸς τὴν παροῦσαν δύναμιν».

προλαβεῖν ὥσπερ ἐπὶ δρομέων εἶπεν ἐπειγομένων διὰ τάχους προαρπάσαι τὸ ἆθλον κείμενον ἐν μέσῳ, ἵνα ἄθλον μὲν νοήσωμεν τὴν Ὄλυνθον, δρομέας δὲ Φίλιππόν τε καὶ Ἀθηναίους.

προλαβεῖν ὡς ἐπὶ δρομέων εἶπε τὴν λέξιν.

τὴν πρώτην τὴν ἀρχὴν δηλονότι· ἀρχὴν γὰρ καλεῖ τὸ σῶσαι τοὺς Ὀλυνθίους, τέλος δὲ τὸ τιμωρήσασθαι Φίλιππον.

ἐὰν γὰρ τοῦτο βεβαίως τὸ μὲν λέγειν ὡς οὐκ ἔσωσαν Ὀλυνθίους ἀναίσχυντον, καθεῖλε δὲ αὐτὸ φήσας ὅτι «οὐ βεβαίως», ὥστε ἀνάγκη μένειν κατὰ χώραν τὴν δύναμιν.

καὶ περὶ τοῦ τίνα τρόπον καὶ ἐν τῷ τρόπῳ τῆς τιμωρίας ἁμαρτάνοντας δείκνυσι τοὺς ῥήτορας· φησὶ γὰρ «τότε ἐξέσται τὸν τρόπον σκοπεῖν». αἰνίττεται δὲ ὅτι κατὰ θάλατταν ἐπελθεῖν χρὴ τῷ Φιλίππῳ καὶ κλεῖσαι τὰ ἐμπόρια, ὅπερ αὐτὸς ὕστερον ἐν τῷ τετάρτῳ συνεβούλευσεν.

πρὶν δὲ τὴν ἀρχὴν ἀκόλουθον τῇ ἐξ ἀρχῆς προτάσει τὸ συμπέρασμα· τότε γὰρ τοὺς ῥήτορας μεμφόμενος ὅτι ἕτερα ἀνθʼ ἑτέρων συμβουλεύουσι, νῦν φησι μάταιον εἶναι περὶ τοῦ τέλους σκοπεῖν, ἀρχὴν μὲν τὴν τῶν συμμάχων σωτηρίαν, τέλος δὲ τὴν Φιλίππου καταστροφὴν εἶναι διδάσκων. τὸ δὲ συμπέρασμα γνωμικὸν ὂν σεμνὴν τὴν βάσιν τοῦ προοιμίου πεποίηκε. δεῖ γὰρ ἐν μὲν ταῖς ἀρχαῖς τῶν προοιμίων τὰ γνωμικὰ φυλάττεσθαι — καὶ γὰρ ἄγονον καὶ ἀρχαιότροπον τὸν λόγον δεικνύει —, τῷ δὲ ἐπὶ τέλει γνωμικῷ ἐπισφραγίζεσθαι τοὺς ἐν μέρει λογισμοὺς τῇ καθόλου προσθήκῃ.

λόγον λόγον ἐνταῦθα τὴν συμβουλὴν καλεῖ.

ὁ μὲν οὖν παρὼν καιρὸς δεύτερον προοίμιον.

δεύτερον προοίμιον ἀκατάσκευον ἐκ τοῦ ἀναγκαίου. λαμβάνεται δὲ ἐξ ὑπολήψεως τῶν πραγμάτων φαύλων ὄντων.

ἀκατάσκευον τὸ δεύτερον προοίμιον εἶπεν ἵνα ὡς ὁμολογούμενον λάβῃ τὸ ὅτι πολλῆς φροντίδος δεῖται τὰ πράγματα.

ὁ ... καιρὸς δεύτερον προοίμιον· ἐκθέμενος δὲ ἐν τῷ πρώτῳ προοιμίῳ σπερματικῶς τὴν ἑαυτοῦ γνώμην, ὅτι δεῖ τοὺς στρατιώτας κατὰ χώραν μένειν, καὶ τὸ προηγούμενον τοῦ λόγου μέρος αὐτῷ κατανείμας, ἐν τῷ δευτέρῳ πάλιν τὰ λειπόμενα δύο μέρη περιείληφεν.

πολλῆς φροντίδος φοβεῖ αὐτοὺς πάλιν λεληθότως, ἵνα μὴ ὡς ἔτυχεν ἐπὶ Μακεδόνας χωρήσωσι. διαφέρει δὲ τοῦ πρώτου προοιμίου τὸ δεύτερον, εἰ καὶ φοβεῖ αὐτοὺς ἐν ἑκατέρῳ, ὅτι ἐν μὲν τῷ πρώτῳ ἐξ ἐπιτιμήσεως ἤρξατο τῶν ῥητόρων, ἐνταῦθα δὲ μόνως φοβεῖ.

ἀλλʼ ἐκεῖνʼ ἀπορῶ ὅτι τὴν λύσιν τῶν κακῶν εἰδὼς ὀκνεῖ ἀποφήνασθαι. τὸ δὲ «τίνα τρόπον» φανερῶς ἢ ἐξ ἀπάτης, μετὰ παρρησίας ἢ ὑφειμένως.

ἀλλʼ ... ἀπορῶ τὸ δεύτερον μέρος ἐκ τοῦ περὶ τῶν θεωρικῶν ἐκίνησε. δείκνυσι δὲ ὅτι τὴν λύσιν τῶν κακῶν εἰδὼς ὀκνεῖ ἀποφήνασθαι. τὸ δὲ «ἀπορῶ τίνα τρόπον» πολλὰς ἔχει σημασίας· πότερον φανερῶς ἢ τοὐναντίον ἐξ ἀπάτης; πότερον μετὰ παρρησίας ἢ ὑφειμένως; οὐκ εἶπε δὲ «ἀπορῶ τί δεῖ λέγειν», ἀλλὰ «πῶς δυνήσομαι κολάσεως ἐκτὸς πεῖσαι». ἰστέον δὲ ὅτι ἀκατασκεύαστον εἶπε τὸ προοίμιον, ἵνα ὡς ὁμολογούμενον λάβοι τὸ ὅτι πολλῆς φροντίδος δεῖται τὰ πράγματα.

πέπεισμαι γὰρ τουτέστιν, ἐξ ὧν αὐτός τε συμβουλεύω καὶ ἐξ ὧν ἕτεροι λέγουσι· δίδωσι γὰρ καὶ τῶν ἄλλων ῥητόρων ἐνίοις λέγειν ποτὲ τὰ χρήσιμα, ἵνα μὴ πάντα εἰς ἑαυτὸν ἀνάγων φορτικὸς εἶναι δοκῇ.

τὸ σχῆμα προδιόρθωσις.

μὴ συνιέναι σημείωσαι ὅτι διενήνοχε σύνεσις φρονήσεως, ὅτι ἡ μὲν φρόνησις ἕξις ἐστὶ γεννητικὴ τῶν οἴκοθεν λογισμῶν, ἡ δὲ σύνεσις ἕξις δεκτικὴ τῶν ἔξωθεν λογισμῶν.

ἀξιῶ δὲ ὑμᾶς σημείωσαι δὲ ὡς ἐν τῇ ἀξιώσει κέχρηται τῇ προδιορθώσει.

ἀξιῶ δὲ ὑμᾶς τὸ σχῆμα προδιορθώσεως.

ἀξιῶ δὲ ὑμᾶς ἀντὶ τοῦ ἄξιον νομίζω· σπανίως γὰρ εὑρίσκεται παρὰ τοῖς Ἀττικοῖς τὸ «ἀξιῶ» ἀντὶ τοῦ παρακαλῶ.

ἄξιον νομίζω.

ὁρᾶτε γὰρ προσεμβολὴ τοῦ συμφέροντος κεφαλαίου.

ὁρᾶτε γὰρ ἐντεῦθεν αὐτῷ τὸ τρίτον μέρος γεννᾶται τὸ τῆς ἐπιτιμήσεως τῶν νῦν πολιτευομένων.

ἐνίους τοὺς προδότας.

ἀναγκαῖον δʼ ὑπολαμβάνω μετελήλυθεν ἐνταῦθα ἐπʼ αὐτὰ τὰ κεφάλαια. καὶ ἔστιν αὐτῶν τὸ συμφέρον ἐξεταζόμενον καὶ τὸ προηγούμενον μέρος, πότερον χρὴ μένειν ἐν Ὀλύνθῳ τὴν δύναμιν ἢ μετάγειν εἰς τὴν Μακεδονίαν.

μέμνησθε διηγηματικὸν κεφάλαιον τοῦ συμφέροντος.

διηγηματικὸν τὸ σχῆμα τοῦ συμφέροντος κεφαλαίου.

μέμνησθε ἐντεῦθεν οἱ ἀγῶνες· τὸ δὲ κεφάλαιον διηγηματικὸν τοῦ συμφέροντος.

μέμνησθε ὦ ἄνδρες Ἀθηναῖοι πεῖσαι βουλόμενος τοὺς Ἀθηναίους ἐᾶσαι μένειν κατὰ χώραν τὴν δύναμιν παραδειγματικῇ πίστει κέχρηται· πιθανωτέρα δέ ἐστι πασῶν τῶν πίστεων ἡ τοιαύτη. διὸ καὶ Ἰσοκράτης μὲν πιθανώτερος εἶναι δοκεῖ περιττεύων τοῖς παραδείγμασι, Δημοσθένης δὲ βίαιος ὑπείληπται, νῦν μὲν τοῖς ἐνθυμήμασι, νῦν δὲ παραδείγμασιν, αὖθις δὲ ἐντέχνῳ πίστει χρώμενος.

τοῦτό τινες ἁμαρτάνοντες ὑπενόησαν εἶναι διήγησιν, ἀγνοήσαντες ὡς ἐν συμβουλευτικῷ λόγῳ διηγεῖσθαι οὐκ ἔξεστι.

τρίτον ἢ τέταρτον ἔτος πρὸ τριῶν ἢ τεσσάρων ἐτῶν.

Ἡραῖον τεῖχος πολίχνιον Θρᾳκικόν.

μαιμακτηριών κατʼ ἔμφασιν μείζονα τῆς σπουδῆς κεῖται τὸ ὄνομα τοῦ μηνός· θέλει γὰρ εἰπεῖν ὅτι καὶ χειμῶνος ὄντος τὰς ναῦς καθέλκειν ἐψηφίσασθε· καὶ γὰρ χειμερινὸς ὁ μήν.

μαιμακτηριών ὠνομάσθη δὲ ἀπὸ τῆς μαιμάξεως τῆς περὶ τὴν ἄμπελον· μαιμάξαντες γάρ, ὅ ἐστιν ὁρμήσαντες, ἐτρύγησαν ἄμπελον καὶ οἶνον ἐποίησαν.

μαιμακτηριών χειμέριος οὗτος ὁ μήν· ἐξ οὗ δείκνυσιν ὅτι καίτοι χειμῶνος ὄντος πλεῖν ἐψηφίσασθε· τοσαύτῃ προθυμίᾳ πρὸς τὴν βοήθειαν ἐκέχρησθε.

Αὔγουστος.

Ὀκτόβριος.

μέχρι πέντε καὶ τετταράκοντα ἐτῶν ὡς παράδοξον τοῦτο εἶπεν, ἵνα ἐμφήνῃ αὐτῶν τὴν πολλὴν σπουδήν, ὅτι νόμου κελεύοντος παρʼ Ἀθηναίοις μέχρι τετταράκοντα ἐτῶν στρατεύεσθαι ἀρξαμένους ἀπὸ ὀκτωκαίδεκα, καὶ μέχρι μέντοι τῶν εἴκοσι παῖδας ὄντας τέως περιπολεῖν τὰ περὶ τὴν πόλιν φρούρια, εἰς ὑπερορίους δὲ πολέμους ἀπὸ εἴκοσιν, αὐτοὶ τότε βουλόμενοι πολλὴν σπουδὴν ἐνδείξασθαι, καὶ οὓς οὐκ ἐκέλευσεν ὁ νόμος στρατεύεσθαι, πολεμεῖν ἐψηφίσαντο.

ἑκατομβαιών Ἀπρίλλιος.

Σεπτέμβριος.

μεταγειτνιών Μάιος.

Ὀκτόβριος.

βοηδρομιών Ἰούνιος.

Νοέμβριος.

τούτου τοῦ μηνὸς Ἀττικὴ ἡ σύνταξις ἀντὶ δοτικῆς.

μετὰ τὰ μυστήρια τὰ Κόρης καὶ Δήμητρος.

ἢ μετὰ τὴν ἑορτὴν τῶν Ἐλευσινίων.

κενὰς πολιτικῆς βοηθείας.

κενὰς Ἀθηναίων ἐπιβατῶν.

κενὰς Ἀθηναίων, ὅ ἐστι ξένους ἀντὶ Ἀθηναίων ἐχούσας.

Φίλιππος ἀσθενῶν ἐπικινδύνως ἀσθενῆσαί φασι Φίλιππον ὅτε τὴν Μεθώνην ἐπολιόρκει, Ἀστέρος τινὸς στρατιώτου Μεθωναίου ἀπὸ τοῦ τείχους ἐπιγράψαντος τῷ δόρατι «Ἀστὴρ Φιλίππῳ θανάσιμον πέμπει βέλος», εἶτα πέμψαντος καὶ κατὰ τύχην τινὰ ἐπιτυχόντος κατὰ τοῦ ὀφθαλμοῦ. λέγεται δὲ ὅτι καὶ ὁ Φίλιππος ἀντέγραψε πρὸς αὐτὸν καὶ ἀντηκόντισεν, ὅμως οὐκ ἐπέτυχεν αὐτός, «Ἀστέρα Φίλιππος ἢν λάβῃ κρεμήσεται».

Φίλιππος ἀσθενῶν τὴν αἰτίαν λέγει διʼ ἣν ἐρραθύμησαν, ἐξ ἀρχῆς σπουδάσαντες.

τὸν ἀπόστολον ἀπόστολος πᾶσα πεμπομένη δύναμις εἴτε τοξοτῶν εἴτε ὁπλιτῶν εἴτε ἱππέων, ἐξαιρέτως δʼ ἐκάλουν τὴν ναυτικὴν δύναμιν ἀπόστολον οἱ Ἀθηναῖοι.

ἀπόστολον ἤγουν στόλον· ἀπόστολον γὰρ ἐκάλουν οἱ Ἀθηναῖοι καὶ πᾶσαν τὴν παρʼ αὐτῶν πεμπομένην δύναμιν τοξοτῶν ὁπλιτῶν ἱππέων τῶν ἄλλων, ἐξαιρέτως δὲ τὴν ναυτικὴν δύναμιν.

ἦν δʼ οὗτος ὁ καιρὸς αὐτός ἀντὶ τοῦ «ἦν δὲ τότε εὔκαιρον ἐπιθέσθαι τῷ Φιλίππῳ, ὅτε ἠρρώστει».

ἦν ... αὐτός ἀκούσαντες, φησί, νοσεῖν τὸν Φίλιππον ἐξελίπετε τὴν βοήθειαν. καὶ τότε μάλιστα ἐπιτήδειος καιρὸς βοηθεῖν ἐκείνοις ἦν ἐν ᾧ κακῶς διέκειτο Φίλιππος.

εἰ γὰρ τότε ἐκεῖσε ἐβοηθήσαμεν ἐπηγγείλατο μὲν εἰς ὕστερον παρρησίᾳ χρήσασθαι, οὐδὲν δὲ ἧττον καὶ νῦν ἐπιτιμᾷ, σκώπτων εἰς κουφότητα καὶ ῥαθυμίαν τὸν δῆμον. οὐ μὴν ἀλλὰ κέκρυπται τὰ τῆς ἐπιτιμήσεως σφόδρα τεχνικῶς. ὅταν μὲν γὰρ πείθειν τι βουλώμεθα τοὺς ἀκούοντας κἂν ἐπιτιμᾶν ἔχωμεν, ἐγκεκρύφθαι δεῖ τὴν παρρησίαν, ἵνα μὴ χαλεπήναντες φιλονεικότεροι γένωνται· ὅταν δὲ τοῦτο μόνον βουλώμεθα ποιεῖν διὰ τὸ σωφρονίζειν ἐπιτιμῶντες, τότε φανερώτερον τῇ παρρησίᾳ προσήκει κεχρῆσθαι.

οὐκ ἂν ἄλλως ἔχοι τὴν αἰτίαν ὥσπερ βούλεται ἡμῖν εἰπεῖν, διὰ τί ἐχρήσατο τῷ διηγήματι τούτῳ. πῶς γὰρ δυνατὸν μεταποιηθῆναι τὰ ἤδη γενόμενα; καὶ γὰρ καὶ οἱ φιλόσοφοί φασιν ὡς ὅτι πάντα δύναται τὸ θεῖον ποιεῖν χωρὶς ἑνός, τοῦ ἄλλως ποιῆσαι τὰ ἤδη γενόμενα.

τί δὴ χρησόμεθα, ὦ ἄνδρες Ἀθηναῖοι ἐρώτησιν προθεὶς οὐκ ἐπήνεγκε τὴν ἀπόκρισιν «βοηθήσωμεν», εἶθʼ οὕτω τὰ ἑξῆς «εἰ γὰρ μὴ βοηθήσετε παντὶ σθένει», ὁ δὲ τὴν ἀπόκρισιν ἐξελὼν ἐνέφηνεν αὐτὸ διὰ τοῦ δευτέρου «εἰ γὰρ μὴ βοηθήσετε». ἐκ τούτου δείκνυται τίς ἦν ἡ ἀπόκρισις, ὅτι δεῖ βοηθῆσαι.

παντὶ σθένει παντοίᾳ βοηθείᾳ, οἷον ναυτικῇ ὁπλιτικῇ καὶ διὰ τῶν ἄλλων.

παντὶ σθένει ναυτικῇ καὶ ὁπλιτικῇ δυνάμει.

ἐθάρρει ἢ σχῆμά ἐστι κατὰ ἀντίπτωσιν ἀντὶ τοῦ «ἐθάρρει τούτοις», ἢ λείπει τῷ νοήματι τὸ «ἀδικεῖν», οἷον «οὐκ ἐθάρρει τούτους ἀδικεῖν»· καὶ τὸ ἑξῆς δὲ αὐτοῦ οὕτω δεῖ λαβεῖν.

πόλιν τὴν Ὄλυνθον.

ἐφορμεῖν τοῖς ἑαυτοῦ καιροῖς καλῶς ἐχρήσατο τῇ λέξει· ἐγγὺς γὰρ οὔσης τῆς Μακεδονίας ἐπιτηρεῖν ὥσπερ ἔμελλεν αὐτοῦ τὰ ἀτυχήματα, πότε ἀτυχήσει, ἵνα τότε αὐτῷ εὐκαίρως ἐπίθηται.

διηλλαγμένην φίλην γενομένην.

ἐκπολεμῶσαι ἐχθροὺς καταστῆσαι.

τοὺς ἀνθρώπους τοὺς Ὀλυνθίους.

ἐθρύλουν ἀντὶ ηὔχοντο.

ὁπωσδήποτε τυχηρῶς.

οἷον τυχηρῶς· ἢ τῆς τύχης ἐνεργούσης ἡμῖν.

τί οὖν ὑπόλοιπον ὑπερβατὸν καθʼ ὑπέρθεσιν.

χωρὶς γὰρ τῆς περιστάσης καὶ ἐκ τῆς ἀδοξίας καὶ ἐκ τοῦ κινδύνου τὸ συμφέρον συνέστησεν, ἵνʼ οἱ μὲν σώφρονες καὶ γενναῖοι τὴν αἰσχύνην δείσαντες, οἱ δὲ πολλοὶ καὶ δημόται τὸν φόβον τὸν ἐκ τοῦ μέλλοντος κινδύνου, βοηθήσωσι τοῖς Ὀλυνθίοις.

οὐδὲ τὸν φόβον ὦ Ἀθηναῖοι ἐνταῦθα τὸ μέρος τοῦ συμφέροντος τὸ ἀναγκαῖον, πληρωθέντος ἤδη τοῦ χρησίμου.

οὐδὲ ... Ἀθηναῖοι τὸ μέρος τοῦ συμφέροντος ἀνέκοψεν ἐνταῦθα τὸ ἀναγκαῖον, πληρωθέντος τοῦ χρησίμου.

ἐχόντων μὲν ὡς ἔχουσιν ἤγουν ἐχθρῶς.

ἀντὶ τοῦ ἐχθρῶν ἡμῖν.

πρὸς ταῦτα ἐπικλῖναι μετὰ γὰρ τὴν Ὄλυνθον ἐπʼ Ἀθήνας τραπῆναι ἀνάγκη.

ἀλλʼ ὅτι μὲν δὴ δεῖ βοηθεῖν ἀνθυποφορά.

τὸ δυνατὸν κεφάλαιον.

ἀλλʼ ... βοηθεῖν ἐνταῦθα τὸ προηγούμενον κεφάλαιον πεπλήρωκε, τουτέστι τὸ συμφέρον, εἰς δὲ τὸ δυνατὸν μεταβέβηκεν ὃ παρεμπίπτοντος ἔχει χώραν· δεικνύντος γὰρ αὐτοῦ τὸ συμφέρον, ὅτι βοηθεῖν δεῖ τοῖς Ὀλυνθίοις, ἀντέπεσε «καὶ πῶς δυνησόμεθα χρήματα μὴ ἔχοντες;» καὶ γέγονεν ἡ εἴσοδος τοῦ δυνατοῦ ἀντίθεσις πρὸς τὸ συμφέρον· ἐὰν γὰρ ἀποδειχθῇ ὅτι καὶ χρημάτων εὐποροῦμεν, κατεσκεύασε τὸ συμφέρον ὅτι δεῖ βοηθεῖν τοῖς συμμάχοις.

μὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι ἐπειδὴ τοῦ ἀκροατοῦ προσδοκῶντος περὶ πολέμου ἀκούειν, αὐτὸς περὶ νομοθετῶν μέλλει λέγειν, διὰ τοῦτο τῇ προθεραπείᾳ χρῆται. νομοθέτας δὲ λέγει τοὺς κρίνοντας τοὺς νόμους καὶ τιθέντας νόμον καινόν.

μὴ ... Ἀθηναῖοι ἐπειδὴ τοῦ ἀκροατοῦ προσδοκῶντος ἀκούειν περὶ πολέμων, αὐτὸς περὶ νομοθετῶν μέλλει λέγειν, διὰ τοῦτο προθεραπεύει τοὺς πολλούς. οἱ γὰρ συνετοὶ οὐχ ἡγήσονται αὐτὸ παράδοξον, ἀλλὰ καὶ πάνυ ἀναγκαῖον. τολμηρὸν δὲ τὸ κελεύειν καθιστάναι νομοθέτας ὡς λελυμένης τῆς δημοκρατίας ἢ μελλούσης ὀλιγαρχίας γενέσθαι· διὰ τοῦτο τῇ προδιορθώσει κέχρηται, διὰ τὸ δοκοῦν ἄτοπον τῆς εἰσηγήσεως. τὸ οὖν μέλλον ῥηθῆναι παρὰ τοῦ δήμου ὅτι «σὺ κελεύεις νομοθέτας καθίστασθαι; οὐ γὰρ ἔχομεν νόμον;» ἀνακόπτει λέγων «ἐν δὲ τούτοις μὴ θῆσθε νόμον μηδένα, ἀλλὰ τοὺς εἰς τὸ παρὸν βλάπτοντας ὑμᾶς λύσατε».

νομοθέτας καθίστατε νομοθέτης ἐλέγετο παρʼ αὐτοῖς καὶ ὁ νόμον καινὸν εἰσφέρων καὶ πάλιν ὁ κρίνων τοὺς νόμους, μή πως ἐναντίοι τινὲς ἀλλήλοις ἔλαθον ὄντες. τοῦτο δὲ ἔργον ἦν τῶν θεσμοθετῶν.

λέγω δὲ οὐκ εἶπε «γράφω», ἀλλὰ «λέγω» διὰ τὸ ἀκινδυνότερον.

τῶν θεωρικῶν εἰ μὲν τὰ θεωρικὰ τῇ θεωρίᾳ ἐδίδοσαν, οἰστὸν ἂν ἦν· νῦν δὲ τὰ τῶν στρατιωτῶν τοῖς θεωροῦσι νέμουσιν. ἑνὸς δὲ ὄντος νόμου, πῶς πολλοὺς αὐτοὺς λέγει; φαμὲν οὖν διοικήσεις πολλὰς καὶ ψηφίσματα γεγενῆσθαι περὶ τῶν χρημάτων. διʼ ὃ καὶ πολλοὺς νόμους λέγει, ἵνα λυθῶσιν ἐν τοῖς νομοθέταις ἢ ἵνα μὴ δόξῃ μόνῳ τῷ Εὐβούλῳ ἐναντιοῦσθαι ὡς ἐχθρός.

οἱ δὲ τοὺς ἀτακτοῦντας τίνι διαφέρουσιν οἱ ἀτακτοῦντες τῶν λειποτακτούντων καὶ τῶν ἀστρατεύτων; ἀστράτευτος μέν ἐστιν ὁ μηδέποτε ἐγγραφεὶς εἰς τὸν κατάλογον τῶν στρατιωτῶν· ἄτακτος δὲ ὁ ἐγγραφεὶς μέν, μὴ ἐξιὼν δὲ εἰς τὰς ἐπιβαλλούσας αὐτῷ στρατείας· λειποτάκτης δὲ ὁ παρὰ τὴν μάχην καὶ τὸ στρατόπεδον τὴν τάξιν καὶ τοὺς συνασπιστὰς ἀπολιπών. νόμοι δὲ ἦσαν κελεύοντες ἀφίεσθαί τινας τῆς στρατείας, ὥστε πομπεύειν εἰς τὰ Διονύσια. κατὰ χάριν οὖν τὴν ἑαυτῶν οἱ χορηγοὶ τοὺς νεωτάτους καὶ τοὺς ἐκ τοῦ καταλόγου μάλιστα ἐπελέγοντο. ὁ δὲ Δημοσθένης τοὺς μὲν ἐκ τοῦ καταλόγου στρατεύεσθαι ἔφη, ἐκ δὲ τῆς ἀχρήστου ἡλικίας γίνεσθαι τοὺς χορευτάς.

ἐπειδὰν δὲ ταῦτα λύσητε βούλεται ψήφισμα λαβεῖν παρὰ τοῦ δήμου τὸ παρέχον τὴν ἄδειαν τοῦ κατηγορεῖν τοῦ νόμου.

τηνικαῦτα τὸν γράψοντα σοφίσματι κέχρηται καὶ συναρπάζει τὸν δῆμον. τῶν γὰρ πλουσίων μόνον τοῦτο συμφέρον ἡγουμένων, τὸ λυθῆναι τὰ θεωρικά, αὐτὸς «πάντας» προσέθηκεν ὡς καὶ τοῦ δήμου τοῦτο σπουδάζοντος.

ἄλλως τε καὶ τούτου μόνου ἀντιπῖπτον λύει, ἵνα μή τις εἴπῃ ὅτι «πῶς αὐτὸς ὀκνεῖς ὁ φιλόπολις τὸν ὑπὲρ τῆς πόλεως θάνατον, ὡς Κόδρος ὁ βασιλεὺς Ἀθηναίων καὶ τοῦ Λεὼ θυγατέρες;» ἐπάγει ὅτι εἰ κἀκεῖνοι ἔπιπτον ὑπὲρ τῆς πατρίδος, ἀλλʼ εἶχον παραμυθίαν τοῦ θανάτου τὸ χρησιμεύειν τοῖς πράγμασιν· ἐγὼ δέ, ἐὰν ἀποθάνω νῦν, οὐ μόνον οὐκ ὠφελήσω, ἀλλὰ καὶ βλάψω τοῖς πράγμασι μᾶλλον φοβερώτερον καταστήσας τὸ βῆμα τοῖς βουλομένοις παρρησιάζεσθαι.

καὶ λύειν γε ἐντεῦθεν ἐκ τοῦ δικαίου ἐπιχειρεῖ.

οἵπερ καὶ τεθείκασι βούλεται κατήγορον αὐτὸν ἑαυτοῦ ποιῆσαι τὸν Εὔβουλον.

πρὶν δὲ ταῦτα εὐτρεπίσαι ἀντιπῖπτον ἔλυσε «ἀλλὰ σὺ λύεις τὸν νόμον μηδὲν εὐλαβηθείς». ἀπήντησεν οὖν διλημμάτως· εἰ μὲν οὐ δώσω δίκην λύσας τοὺς νόμους, τυραννικὸν τὸ τοιοῦτον· εἰ δὲ ἀνάγκη κινδυνεύειν, πῶς οὐκ ἀνόητος ἔσομαι εἰς πρόδηλον κακὸν ἐμαυτὸν ἐμβάλλων;

οὐ μὴν οὐδʼ ἐκεῖνο ὑμᾶς ἀντιπῖπτον ἐπανορθοῦται «μηδὲν φοβηθῇς, ὦ Δημόσθενες, τὸν νόμον λύσας· ψήφισμα γὰρ ποιοῦμεν ὥστε λυθῆναι». τί οὖν, φησίν, ἂν ψηφίσησθε μέν, μηδὲν δὲ πράξητε τῶν ἐφεξῆς, οἷον ἐὰν μὴ συνέλθητε ὥστε λῦσαι ἢ συνελθόντες μὴ λύσητε, τί τὸ κέρδος τοῦ ψηφίσματος;

εἰ γὰρ αὐτάρκη καθʼ ὑπόθεσιν τὸ σχῆμα.

οὔτʼ ἂν ὑμεῖς πολλὰ ψηφιζόμενοι ἀσαφὲς τὸ χωρίον· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· οὐκ ἂν ἐδεήθητε πολλῶν ψηφισμάτων καὶ ἐπράξατʼ ἂν ἐξ αὐτῶν ἢ μικρὰ ἢ οὐδέν. ἐξήρκει γὰρ ἓν ψήφισμα καταγωνίσασθαι τὸν Φίλιππον.

ἀλλʼ οὐχ οὕτω ταῦτʼ ἔχει ἐπίκρισις.

τὸ γὰρ πράττειν τοῦ λέγειν γνώμη ἐνθυμηματική.

τὸ ... λέγειν τόπον Ἀριστοτελικὸν διὰ τῆς γνώμης ἐγύμνασεν. ἔστι δὲ ὁ τόπος· τὸ αἴτιόν τινι τοῦ εἶναι πρῶτόν ἐστιν· αἴτια δὲ τὰ ἔργα τῶν λόγων· πρότερα ἄρα ἐστί. καὶ πάλιν οὗ ἕνεκά τι πράττεται, τοῦτο κρεῖττόν ἐστιν.

τοῦτʼ οὖν δεῖ προσεῖναι τουτέστι τὸ λυθῆναι τὸν νόμον καὶ γενέσθαι τὰ θεωρικὰ στρατιωτικά.

ὀξύτατοι ἐκ τούτου ἔστι μαθεῖν ὅτι, εἰ καὶ βάναυσοί τινες ἦσαν τὴν τέχνην καὶ κάπηλοι καὶ ἄλλοι τοιοῦτοι ἀκροαταὶ παρὰ τοῖς Ἀθηναίοις καὶ δικασταί, ἀλλʼ οὖν γε Ἀθηναῖοι ὄντες καὶ σοφοὶ τὴν φύσιν ἐνόουν τὰ παρὰ τῶν ῥητόρων λεγόμενα.

πρᾶξαι δὲ δυνήσεσθε οὐκ εἶπε «πολεμήσετε» φεύγων τὸ λυπεῖν διὰ τῆς δυσχερείας τοῦ ὀνόματος.

τίνα γὰρ χρόνον ἢ τίνα καιρὸν ἀνακεφαλαίωσις κατὰ ἀναποδισμόν· τὸ δὲ «χρόνον» ἢ «καιρὸν» ἐκ παραλλήλου τὸ αὐτό. ἢ χρόνον μὲν λέγει πάντα ὃν πολεμοῦσι Φιλίππῳ, καιρὸν δὲ τὸν νῦν εἰς ὃν πολεμοῦσιν αὐτῷ διὰ τοὺς Ὀλυνθίους.

τίνα ... καιρὸν καὶ τοῦτο τοῦ δυνατοῦ μέρους ἐστί. πᾶσα γὰρ περὶ καιρὸν καὶ χρόνον ἐξέτασις εἰς τὸ δυνατὸν ἔχει τὴν ἀναφοράν.

οὐχ ἅπαντα μὲν ἀνακεφαλαίωσις ἡ κατὰ ἀναποδισμόν.

οὐκ ἐχθρός; σφοδρὰ καὶ κατʼ ἔννοιαν καὶ κατὰ σχῆμα τὰ κῶλα ἢ μᾶλλον τὰ κόμματα.

οὐ βάρβαρος; ὑβρίσαι τοῦτον βουλόμενος καλεῖ αὐτὸν βάρβαρον. ἐπεὶ εἴ τις τὸ ἀληθὲς σκοπήσει, εὑρήσει αὐτὸν Ἕλληνα Ἀργεῖον καὶ ἀπὸ Ἡρακλέους τὸ γένος καταγόμενον, ὡς πάντες οἱ ἱστορικοὶ μαρτυροῦσιν· ἀμέλει καὶ τὸν υἱὸν αὑτοῦ Ἀλέξανδρον μικρὸν κομιδῇ ὄντα ἀναγαγὼν εἰς τὸ Ἄργος μιᾷ φυλῇ τῶν ἐν τῷ Ἄργει ἐνέγραψεν.

πάντων μᾶλλον ἤπερ ἑαυτοῦ.

καὶ νῦν οὐ λέγει τις εἰς ἑαυτὸν ἀποτείνεται ὁ ῥήτωρ.

ἀνθυποφορὰ ἣν λύει ὅρῳ.

ἀγαθῇ τύχῃ ἡδομένου ὥσπερ καὶ συνευχομένου αὐτοῖς τὰ κάλλιστα τὸ ῥῆμα, ἵνα δείξῃ ὅτι οὐ διαφωνεῖται τοῖς ἄλλοις ῥήτορσιν.

ἀλλʼ οὐχ ἡδέα ταῦτα κατὰ ἐρώτησιν. οὐχ ἡδέα, φησί, τὰ παρʼ ἐμοῦ λεγόμενα, ὅτι συμβουλεύω τὰ θεωρικὰ γενέσθαι στρατιωτικά; ἀλλʼ οὐκ ἐγώ, φησιν, αἴτιος τούτων, ἀλλʼ ἡ φύσις τῶν πραγμάτων, ὅτι οὐ δύναμαι εἰσαγαγεῖν καὶ τὰ ἡδέα καὶ τὰ ὠφέλιμα.

ἀλλʼ ... ταῦτα ἀνθυποφορὰ ἣν λύει ὁ ῥήτωρ.

πλὴν εἰ δέον εὔξασθαι εἴπερ δέον εὔξασθαι οὐκ εὔχομαι· εἰ μὴ ἄρα ἐν τούτῳ ἀδικῶ, ὅτι οὐκ εὔχομαι γενέσθαι ὑμῖν τὰ ἡδέα καὶ τὰ ὠφέλιμα.

πλὴν ... εὔξασθαι πλὴν εἰ μὴ ἄρα, φησίν, ἐν τούτῳ ἀδικῶ, ἐν ᾧ οὐκ εὔχομαι καὶ ἑκάτερα ὑμῖν προσγενέσθαι, καὶ τὰ ἡδέα καὶ τὰ ὠφέλιμα.

εὔξασθαι μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι τί ζητεῖται, φησί, παρὰ τοῦ συμβούλου; εὐχήν, ὡς ἔοικεν, ἀπαιτεῖται τοῦτο. οὐ γὰρ μόνον ῥᾴδιόν ἐστι τοῦτο, ἀλλὰ καὶ ἡδύ. εὔχεται γάρ τις ὅ τι καὶ βούλεται. τὸ δὲ «δέον» προσέθηκε συντρέχων ταῖς γνώμαις τῶν φιλοσόφων — εἰσὶ γὰρ αὐτῶν οἵ φασι μὴ δεῖν εὔχεσθαι περὶ τῶν ἐφʼ ἡμῖν — ἢ καὶ ἴσως ἀνωφελὲς τὸ τῆς εὐχῆς ἡγούμενος.

ἑλέσθαι δὲ ὅταν ὅτε δὲ χρεία βουλεύεσθαι, οὐκέτι ἃ βούλεταί τις σκοπεῖ καὶ αἱρεῖται ὥσπερ ἐν τῷ εὔχεσθαι, ἀλλʼ ὡς ἀπαιτεῖ τὰ πράγματα.

περὶ πραγμάτων ἀντίθεσις.

εἰ δέ τις ἡμῖν ἔχει τὰ θεωρικὰ οὐκ ἔστιν ἀντίθεσις, ἀλλὰ νόημα ἀποκλεῖον τῆς ἀναβολῆς τὸν δῆμον· ἵνα γὰρ μὴ μέλλοντας πόρους ἐπιζητῶσιν ἐπειγόντων τῶν πραγμάτων, διὰ τοῦτο εἶπεν ὅτι «θαυμάζω εἴ τις εὐπορῆσαι τῶν ἀπόντων πρὸς ἃ δεῖ δυνήσεται». οἱ γὰρ μέλλοντες πόροι οὐδὲν ποιοῦσι πρὸς τὰ παρόντα· αἱ γὰρ νῦν πράξεις οὐ μέλλοντας πόρους ἀπαιτοῦσιν.

ἂν τὰ παρόντα ἀναλώσῃ σημείωσαι, παρίσωσις κατὰ τὸ τέλος.

τὰ δὲ πράγματα πολλάκις καλῶς ὁ προσδιορισμός· ἔστι γὰρ ἐνίοτε καὶ οὕτως ἡμῖν ἐκβαίνειν τὰ πράγματα, ὡς καὶ νομίζομεν εἶναι.

καὶ μισθὸν ἕξετε μείζονα χρημάτων αὐτοῖς εὐπορίαν ὑποτίθεται· ὁ γὰρ μισθὸς καθημερινὴ δόσις ἐστὶ χρημάτων, τὰ δὲ θεωρικὰ ταῖς ἱερομηνίαις ἐλάμβανον.

οὔ τοι σωφρόνων οὐδὲ γενναίων συνετῶν· τὸ δὲ «γενναίων» οὐκ ἰσχυρῶν λέγει, ἀλλʼ ἐλευθέρων καὶ εὐγενῶν.

οὔ ... γενναίων «σωφρόνων» ἀντὶ τοῦ συνετῶν, «γενναίων» δὲ εὐγενῶν, ἐλευθέρων, οὐχὶ ἰσχυρῶν.

οὔ ... γενναίων τραχεῖα μὲν ἡ ἔννοια, ἐν δὲ τῷ καθόλου λεχθεῖσα λειοτέρως πως γίνεται. μελετᾷ δὲ τὸ δυνατὸν κεφάλαιον· λέγει γὰρ ὅτι οὐ δίκαιόν ἐστιν ἐπὶ μὲν Ἕλληνας στρατεύεσθαι, ἐπὶ δὲ Φίλιππον βάρβαρον ὄντα μή, καὶ ὅτι δίκαιόν ἐστιν ἐμμένειν οἷς ἐψηφισάμεθα, τουτέστι τὸ βοηθεῖν τοῖς Ὀλυνθίοις.

οὐδʼ ἐπὶ μὲν Κορινθίους ἀπὸ κοινοῦ τὸ «οὐδαμῶς σωφρόνων ἐστὶν οὐδὲ γενναίων» ἐπὶ μὲν Κορινθίους καὶ Μεγαρέας, ὅ ἐστιν Ἕλληνας ὄντας, στρατεύεσθαι, ἐπὶ δὲ Φίλιππον βάρβαρον ὄντα μή. αἱ δὲ αἰτίαι αἱ κατὰ Μεγαρέων καὶ Κορινθίων αὗται. οἱ Μεγαρεῖς τὴν ὀργάδα παρέτεμνον, οἱ δὲ Κορίνθιοι συνεμάχουν τοῖς Μεγαρεῦσι, καὶ διὰ τοῦτο εἰς πόλεμον Ἀθηναίοις κατέστησαν. ὀργὰς δὲ ἐκαλεῖτο ἡ χώρα ἢ διὰ τὰ ὄργια τῶν θεῶν ἢ διὰ τὸ ἀργὴν εἶναι καὶ ὀργᾶν ἐν αὐτῇ.

οὐδʼ ... Κορινθίους Ἕλληνας ὄντας.

οὐδʼ ... Κορινθίους παράδειγμα πρόσφορον εἰσήγαγεν αὐτοῖς. πολέμων γὰρ μέμνηται καὶ κατορθωμάτων αὐτοῖς ἄνευ καμάτων καὶ πόνων, ἵνα ταὐτὰ νομίσωσι καὶ ἐπὶ τοῦ παρόντος. Κορίνθιοι λελυπημένοι κατʼ Ἀθηναίων, καλοῦντες πάντας Ἕλληνας εἰς τὰ Ἴσθμια — κοινὴ γὰρ ἦν ἡ πανήγυρις — τοὺς Ἀθηναίους παρῆκαν. οὗτοι ὡς θεοσεβεῖς ὄντες ἔπεμψαν τὴν θυσίαν μετὰ ὁπλιτῶν, ἵνʼ, εἰ δέξωνται αὐτήν, ὑπόσπονδοι ὑποστρέψωσιν· οὐ γὰρ ἐπὶ πόλεμον ἐξεληλύθεισαν. ὃ δὴ καὶ γεγένηται· ἑωρακότες γὰρ τὴν παρασκευὴν οἱ Κορίνθιοι ἐδέξαντο. ἄνευ οὖν πόνων συνέβη κατορθῶσαι αὐτοὺς τοῦτο τὸ πρᾶγμα.

Μεγαρέας τὴν ἱερὰν γῆν ὡς ὀργάδα καὶ ἄνετον ἐγεώργουν οἱ Μεγαρεῖς. πάλιν ὡς εὐσεβεῖς οἱ Ἀθηναῖοι ἐξελθόντες ἔπαυσαν αὐτοὺς μόνῃ τῇ θέᾳ νικήσαντες.

οὐχ ἵνʼ ἀπέχθωμαι ἐπιδιόρθωσις.

ἀλλὰ δικαίου πολίτου ἐντεῦθεν μεταβέβηκεν ἐπὶ τὸ τρίτον τοῦ λόγου μέρος, ἐπιλογικὸν μὲν εἶναι δοκοῦν, ἔχον δὲ καταδρομὴν τοῦ τε νόμου τῶν θεωρικῶν καὶ τοῦ θέντος αὐτόν. πέπτωκε δὲ ἀκολούθως τοῦτο τὸ μέρος. εἰ γὰρ διὰ τὰ χρήματα διέφθαρται τὰ πράγματα τῆς πόλεως, αἴτιος δὲ τούτων ὁ νόμος, ἄξιον ἦν καταδραμεῖν αὐτοῦ τε καὶ τοῦ θέντος αὐτόν. ἡ δὲ καταδρομὴ γέγονε κατὰ ἀντεξέτασιν τῶν νῦν πολιτευομένων καὶ τῶν ἐπὶ τῶν προγόνων. κἀκείνοις μὲν ἑαυτὸν ἀπείκασε, τούτων δὲ καθήψατο, καὶ διχόθεν ἑαυτὸν συνέστησεν, ἐξ ὧν καὶ τούτους οὐ μιμεῖται καὶ τοὺς παλαιοὺς ἐζήλωκε τῷ ἔθει καὶ τῷ τρόπῳ τῆς πολιτείας, οὐ τοῖς κατορθώμασιν.

ἀκούω, ὥσπερ ἴσως καὶ ὑμεῖς ἐπὶ μὲν αὐτῶν τέθεικε τὸ «ἴσως», ἐπὶ δὲ ἑαυτοῦ τὸ «ἀκούω», ὡς ἀκριβεστέρου αὐτῶν καὶ πλέον περιεργαζομένου τὰ τῶν προγόνων, οἷα δὴ καὶ τὰ ἐκείνων ζηλοῦντος. τινὲς δὲ ἐξηγοῦνται τὸ «ἴσως» πρὸς τὴν ἀκοήν, ὅτι καί τινες ἦσαν ἴσως μὴ μόνον ἀκοῇ εἰδότες τὰ τῶν προγόνων, ἀλλὰ καὶ τῇ θέᾳ διὰ τὸ μακρόβιον ἑαυτῶν.

οἱ παριόντες οἱ δημηγοροῦντες.

ἐκεῖνον τὸ «ἐκεῖνον» ὡς θαυμάζων προσέθηκε.

τὸν Περικλέα διὰ τί τὸν Περικλέα δεύτερον τέθεικε πρεσβύτερον ὄντα τοῦ τε Νικίου καὶ τοῦ Δημοσθένους; ὅτι τοὺς ἄκρους κατʼ ἀρετὴν ἐν ἄκροις ἔταξε, τοὺς δὲ μέσους ἐν μέσῳ. διὰ τί δὲ μὴ καὶ Θεμιστοκλέους καὶ Μιλτιάδου ἐμνήσθη; ἐπειδὴ ἐκεῖνοι μὲν κατὰ βαρβάρων εὐδοκίμησαν, οὗτοι δὲ κατὰ τὴν πολιτείαν.

διερωτῶντες ἀντὶ τοῦ «διόλου ἐρωτῶντες».

ῥήτορες φιλιππισμὸν ἔοικε τοῦ Εὐβούλου κατηγορεῖν.

προπέποται ἀντὶ τοῦ «τῷ λόγῳ τῶν ἡδέων ἀντιδεδώρηται τῶν πόλεων ἡ ἀπώλεια», ἀπὸ μεταφορᾶς τοῦ προπίνειν ἐν τοῖς συμποσίοις, ὅταν τις χάριν ὁμολογῶν τινι δεξιωσάμενος αὐτὸν τῷ πόματι μετὰ τοῦ ποτοῦ χαρίσηται αὐτῷ καὶ τὸ ποτήριον ἀργυροῦν ὂν ἢ χρυσοῦν.

καίτοι σκέψασθε εἰς ταύτην τὴν ἀντεξέτασιν ἐχώρησεν, ἣν διεῖλεν εἰς τρία· πῶς μὲν ἐπολιτεύοντο πρὸς τοὺς Ἕλληνας, πῶς δὲ πρὸς τὴν πόλιν, πῶς δὲ τὰ καθʼ ἑαυτοὺς ἰδίᾳ.

οἷς οὐκ ἐχαρίζονθʼ «τί οὖν; τοὺς προγόνους ἐμίσουν οὗτοι καὶ οὐκ ἐφίλουν;» ἐπάγει εὐθὺς ὅτι ἐφίλουν, ἀλλʼ οὐχ ὡς οὗτοι οἱ προδόται· οὗτοι γὰρ φιλοῦσι τῷ δοκεῖν καὶ χαρίζονται ἐπὶ τῷ ἀπολέσαι τὰ πράγματα.

πέντε μὲν πῶς τετταράκοντα καὶ πέντε νῦν εἰπὼν ἐν ἑτέρῳ λόγῳ τρία καὶ ἑβδομήκοντα ἄρξαι τῶν Ἑλλήνων φησί; δεῖ γὰρ εἶναι ἐγγὺς τὸν ἀριθμόν, οἷον ὁ παῖς οὗτος οὐδαμῶς ἄν τις εἴποι ὅτι τριῶν ἐτῶν ἐστιν ἢ εἴκοσιν, ἀλλὰ τριῶν ἢ τεσσάρων ἢ πέντε· ἐγγὺς γὰρ ὁ ἀριθμός. λέγομεν οὖν ὅτι προσέθηκεν ἐνταῦθα τὸ «ἑκόντων»· τὰ γὰρ ἄλλα ὀκτὼ καὶ εἴκοσιν ἔτη ἀκόντων αὐτῶν ἦρξαν διὰ τὸ ἐπαχθῶς φέρεσθαι τοῖς Ἕλλησι τοὺς Ἀθηναίους.

τῶν Ἑλλήνων μνημονεύει τούτων Θουκυδίδης ἐν τῇ δευτέρᾳ ἱστορίᾳ.

ὑπήκουε δʼ ὁ ταύτην καὶ μέντοι καὶ φόρους ἤνεγκεν αὐτοῖς Περδίκκας ὁ ἀδελφὸς Φιλίππου, θεῖος Ἀμύντου τοῦ πατρὸς Φιλίππου, ὥς φησι Διόδωρος· Ἀλεξάνδρου γὰρ τοῦ Φιλέλληνος τοῦ γενομένου ἐπὶ τῶν Μηδικῶν δύο παῖδες, Περδίκκας καὶ Φίλιππος. ἐπολέμησαν οὖν πρὸς αὐτὸν οἱ Ἀθηναῖοι.

ὑπήκουε δʼ ὁ ταύτην οἱ μὲν Περδίκκαν εἶναί φασι τὸν ἐνεγκόντα τοὺς φόρους Ἀθηναίοις, οἱ δὲ Φίλιππόν τινα τῶν Φιλίππου προγόνων.

ταύτην τὴν χώραν τὴν Μακεδονίαν φησίν.

βασιλεὺς Περδίκκας ὁ πατὴρ Ἀμύντου τοῦ πατρὸς Φιλίππου.

μόνοι δὲ ἀνθρώπων ὅτι οἱ μὲν τοῖς ἄλλοις φθονοῦντες καθαιροῦσιν αὐτῶν τὴν δόξαν διὰ τοῦ λοιδορεῖν, τὴν δὲ ἐκείνων εὔκλειαν οὐδεὶς ἀφανίσαι δεδύνηται.

κρείττω διὰ τὸ ὑπερβάλλον τῶν πράξεων· οἱ γὰρ φθονοῦντες ἢ τοῖς ἴσοις φθονοῦσιν ἢ τοῖς μικρῷ μείζοσιν, οὐ μὴν τοῖς πάνυ ὑπερβάλλουσιν.

ὁποῖοι ὅ ἐστι, πῶς διέκειντο κοινῶς πάντα πράττοντες εἰς τὰ δημόσια αὐτῶν. εἶτα καὶ ἐχρήσατο, πῶς ἕκαστος ἰδίᾳ ἐβίου.

ἀναθημάτων ταῦτα πάντα ἐποίησαν καὶ ἀνέθεσαν ἀπὸ τῶν λαφύρων τῶν Περσικῶν, τὸν δίφρον τὸν ἀργυρόποδα τὸν Ξέρξου καὶ τὸν ἀκινάκην τὸν Μαρδονίου· καὶ τὰ προπύλαια τῆς ἀκροπόλεως κατεσκεύασαν καὶ τὴν χαλκῆν Ἀθηνᾶν καὶ τὴν ἐκ χρυσοῦ καὶ ἐλέφαντος.

ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων οὐ περὶ τῶν οἰκοδομημάτων λέγει, ἀλλὰ τῶν ἀναθημάτων· καὶ γὰρ τούτων εἰσὶν ἴσως ὑπερβολαί· ἀλλʼ αὔξει τὰ ἀναθήματα διὰ τὰς πράξεις ἐξ ὧν ἀνετέθησαν· ὁ γὰρ Ξέρξου δίφρος καὶ ὁ ἀκινάκης Μαρδονίου, ὁ μὲν ἐκ Σαλαμῖνος ὁ δὲ ἐκ Πλαταιῶν ἀνετέθησαν, τούτων δὲ τῶν κατορθωμάτων οὐδεὶς ἐξεῦρεν ὑπερβολήν.

οἰκίαν εἴ τις ἔδειξε τὸ εὐτελὲς τῶν οἰκιῶν καὶ τὸ ἀφανὲς εἰπὼν «εἴ τις οἶδεν», ὡς μὴ πολλοῖς γνωριζομένων διὰ τὸ ταπεινόν.

ἐκ δὲ τοῦ τὰ μὲν Ἑλληνικὰ τῆς λέξεως τὸ σχῆμα ζεῦγμα.

πῶς ὑμῖν ὑπὸ τῶν χρηστῶν εἰρωνεία τὸ σχῆμα. τῆς δὲ εἰρωνείας ἡ μὲν εὐθὺς ἐπαγόμενον ἔχει τὸν ἔλεγχον διὰ τοῦ λόγου, ὥστε δείκνυσθαι ὅτι εἰρωνεία ἐστίν, ὅπερ ἔστι νῦν παρὰ τῷ Δημοσθένει, ἡ δὲ διὰ τῶν πραγμάτων, ὅπερ ἔστι παρὰ τῷ Πλάτωνι. εἰρωνευσάμενος γὰρ ὅτι «οὐδὲν οἶδα καὶ παρὰ σοῦ δέομαι μαθεῖν», ἐπάγει μετʼ οὐ πολὺ τὸν διὰ τῶν πραγμάτων ἔλεγχον, διʼ οὗ δείκνυσιν ὅτι ἐξ ἀρχῆς εἰρωνεία ἦν.

ἐμπερίβολον τὸ χωρίον διὰ τὸν πλαγιασμόν.

ἀλλʼ ὅσης ἅπαντες ὁρᾶτε ἀντεξετάζει τὴν πολιτείαν τὴν περὶ τὸν Εὔβουλον ὁμοίως ἀπὸ τῶν τριῶν, τῶν τε Ἑλληνικῶν καὶ τῶν ἰδίων καὶ τῶν πολιτικῶν.

Λακεδαιμονίων μὲν ἀπολωλότων Φοιβίδας στρατηγὸς Λακεδαιμονίων κατέσχε τὴν Καδμείαν· ἐξέωσαν δὲ αὐτὸν οἱ Θηβαῖοι· ὁ δὲ παρώξυνε τοὺς Λακεδαιμονίους στρατεύεσθαι ἐπὶ Θηβαίους· ἐστράτευσαν καὶ ἡγεῖτο αὐτῶν Κλεόμβροτος εἷς τῶν βασιλέων, Θηβαίων δὲ Ἐπαμινώνδας. καὶ ἐγένετο μάχη ἐν Λεύκτροις ἐπὶ Κηφισῷ· ἐν ᾗ ἔπεσον χίλιοι Σπαρτιατῶν καὶ Κλεόμβροτος καὶ τῶν ἐκ περιοικίδος πολὺς ἀριθμός. ἀπέστησαν αὐτῶν οἱ σύμμαχοι καὶ ἐταπεινώθησαν οἱ Λακεδαιμόνιοι.

ἀπολωλότων ἐν Λεύκτροις.

ἀσχόλων ὄντων διὰ τὸν Φωκικὸν πόλεμον.

ἀπεστερήμεθα χώρας οἰκείας τῆς Ἀμφιπόλεως λέγει· αὐτῶν γὰρ κτῆμα ἦν.

ἀνηλώκαμεν εἰς αὐτὴν Ἀμφίπολιν.

οὓς δʼ ἐν τῷ πολέμῳ πρὸ τοῦ Φιλίππου Τιμόθεος ἔξω τυγχάνων ἐν τῇ Θρᾴκῃ ἐκτήσατο χωρία, ἅπερ νῦν εἴληφε Φίλιππος, Πύδναν καὶ Ποτίδαιαν καὶ τὰς ἄλλας. ἄγαν γὰρ εὐτυχὴς ὁ Τιμόθεος ἦν, ὥστε προσιέναι τὰς πόλεις αὐτῷ καὶ τοὺς ζωγράφους κοιμώμενον γράφειν αὐτὸν καὶ Τύχας αὐτῷ τὰς πόλεις προσφερούσας.

οὓς ... πολέμῳ κατὰ τὸν συμμαχικὸν πόλεμον ἀπέστησαν αὐτῶν Χῖοι καὶ Ῥόδιοι καὶ Βυζάντιοι καὶ ἕτεροί τινες. πολεμοῦντες οὖν πρὸς αὐτοὺς τοὺς μὲν ἀνεκτήσαντο τοὺς δὲ οὐκ ἠδυνήθησαν, εἶτα εἰρήνην ἐποιήσαντο ὥστε πάντας αὐτονόμους ἐᾶσαι τοὺς συμμάχους. τοῦτο οὖν φησίν, ὅτι καὶ οὓς προσηγαγόμεθα τῷ πολέμῳ, καὶ τούτους διὰ τὴν εἰρήνην ἀπολωλέκαμεν. τοῦ δὲ τοιαύτην γενέσθαι τὴν εἰρήνην αἴτιος Εὔβουλος οὕτω διοικῶν τὰ πράγματα.

συμμάχους τοὺς Πυδναίους λέγει.

τηλικοῦτον φοβήσας αὐτοὺς διὰ τοῦ εἰπεῖν «τηλικοῦτον» πάλιν ἐπάγει τὴν θεραπείαν διὰ τοῦ εἰπεῖν ὅτι «ἡμεῖς αὐτὸν ἠσκήσαμεν». εἰ δὲ αὐτοὶ ἤσκησαν, οὐκοῦν καὶ καθελεῖν δυνήσονται.

ἢ φρασάτω τις τὸ σχῆμα πρόκλησις.

ἀλλʼ ὦ τᾶν ἀνθυποφορὰν λύει διὰ τὸ τὰ πολιτεύματα Εὐβούλου διεξιέναι.

ταῦτα τὰ ἐκ τῆς πόλεως.

ἐπάλξεις ταῦτα ἦν τὰ Εὐβούλου πολιτεύματα, τὸ ποιῆσαι τὰς ἐπάλξεις λευκοχρίστους.

λήρους ἢ «λήρους» λέγει τοὺς κρουνοὺς ἀπὸ τοῦ λίαν ῥεῖν, ὥσπερ καὶ Ἀριστοφάνης κρουνοχυτρολήραιον, ἢ «λήρους» καθολικῶς εὐτελῆ τινα ἐκ τοῦ λήρου, τοῦ φλυάρου καὶ περιττοῦ.

λήρους οἱ μέν φασι τοὺς κρουνοὺς λέγειν παρὰ τὸ λίαν ῥεῖν, οἱ δὲ τὰ λήρου ἄξια πράγματα· ἐκεῖθεν γὰρ καὶ ὁ Ἀριστοφάνης παρὰ τὸ ληρεῖν ἐποίησε τὴν σύνθεσιν, θέλων τινὰ ὑβρίσαι ἐν τῷ «κρουνοχυτρολήραιον».

λήρους ταῦτα δὲ ἐπειδήπερ Εὔβουλος πεποίηκε, τούτου χάριν διασύρει.

ὧν οἱ μὲν ἐκ πτωχῶν αἰνίττεται τοὺς περὶ τὸν Δημάδην, Εὔβουλον Φρύνωνα Φιλοκράτην καὶ εἴ τινες ἕτεροι.

οἱ δʼ ἐξ ἀδόξων οἱ περὶ Δημάδην· υἱὸς γὰρ ἦν αὐτοῦ.

τῶν δημοσίων οἰκοδομημάτων οὐ τῶν ὑπὸ Περικλέους τε κἀκείνων τῶν ἀνδρῶν γεγονότων, ἀλλʼ ὧν οὗτοι τῇ πόλει κατεσκεύασαν κρηνῶν καὶ λήρων. ἴσως δὲ «τῶν ἀναθημάτων» λέγει. ἐν δὲ τῷ λέγειν τοῦτο παροξύνει αὐτοὺς κατὰ τῶν ῥητόρων· φύσει γὰρ φθονερὸν τὸ τῶν ἀνθρώπων γένος.

τί δὴ τὸ πάντων αἴτιον αἰτίας παράθεσις διʼ οὗ προτρέπεται ποιεῖν αὐτοὺς τὰ δέοντα· διὰ γὰρ τοῦ λέγειν, ὅτι διὰ τοῦ ἐξιέναι ηὐτύχουν, εἰς ζῆλον αὐτοὺς τούτων καθίστησιν.

ὑμεῖς δʼ ἐμφαντικὸν τὸ «ὑμεῖς», ὡς ἂν εἰ ἔλεγεν· «οἱ αὐτόχθονες ὑμεῖς καὶ πάλαι τῆς Ἑλλάδος ἡγεμόνες νῦν δοῦλοι τῶν ῥητόρων γεγένησθε».

ἐκνενευρισμένοι ἐκνενευρισμένοι, τῶν νεύρων ἀφῃρημένοι· νεῦρα δὲ καὶ δύναμιν τῆς πόλεως τοὺς συμμάχους καλεῖ. ἐπειδὴ τραχεῖα ἦν ἡ μεταφορά, ἐπήγαγε τὸ «περιῃρημένοι». ἀπὸ μεταφορᾶς μέρους σώματος εἶπεν τὴν λέξιν, ἐμμένων τῇ τροπῇ τοῦ «ἐκνενευρισμένοι».

ἢ βοΐδια τοῦτο εἰς Χάρητα. διαβὰς γὰρ εἰς τὴν Ἀσίαν πρὸς Ἀρτάβαζον, τοῖς ξενικοῖς στρατεύμασι πορθήσας Λάμψακον καὶ Σίγειον, ἔπεμψεν Ἀθηναίοις βοῦς ἃς διείλοντο κατὰ φυλάς.

ἢ βοΐδια γράφεται καὶ Βοηδρόμια. καὶ γάρ φασιν, ὅτε ἔπεμψε τὴν λείαν ὁ Χάρης, Βοηδρόμια ἦν. τὸ δὲ «βοΐδια» ὑποκοριστικόν ἐστιν ἐν συναιρέσει Ἀττικῷ ἔθει.

καὶ τὸ πάντων ἀνανδρότατον γράφεται καὶ ἀνδρειότατον, ἵνʼ ᾖ κατὰ εἰρωνείαν· ὅ τινες ἀγνοήσαντες τὴν νῦν φερομένην γραφὴν ἐποίησαν. τὸ δὲ «προσοφείλετε χάριν» εἶπεν, ἐπειδή φασιν ὅτι ἐστεφάνωσαν ἐπὶ τῇ λείᾳ τὸν Χάρητα.

καθείρξαντες οἷον συγκλείσαντες καὶ μὴ ἐῶντες πολεμεῖν· εἶπε δὲ ὡς ἐπὶ δεσμουμένων θηρίων τὴν λέξιν· διὸ ἐπάγει τὸ «καὶ τιθασεύουσι» καὶ τὸ «χειροήθεις»· ταῦτα γὰρ πάντα ἐπὶ θηρίων εἰώθασι ποιεῖν, ἡμεροῦντες αὐτά. καὶ τὸ «ἐπάγουσι» δὲ ὡς ἐπὶ θηρίων εἶπεν· εἰώθαμεν γὰρ καὶ τὰ θηρία οὕτως ἐξημεροῦν διὰ τοῦ τὴν χεῖρα τοῖς σώμασιν αὐτῶν ἐπάγειν, οἱονεὶ κολακεύοντες αὐτὰ διὰ τοῦ χειροτριβεῖν.

καθείρξαντες ἐκ μεταφορᾶς τῶν ἀλόγων ζῴων· διὸ καὶ τὸ «τιθασεύουσι» καὶ τὸ «χειροήθεις» ἐπήγαγεν.

ταῦτα μὰ τὴν Δήμητρα ἐπίλογοι.

ταῦτα ... Δήμητρα ἐντεῦθεν οἱ ἐπίλογοι· προκατασκευαστικῶς δὲ ὁ ῥήτωρ τὸν κίνδυνον βουλόμενος φυγεῖν τοῦτό φησιν.

ταῦτα ... Δήμητρα τί κατὰ τῆς Δήμητρος ὤμοσε; εἰ δὲ ᾔσθετο αὐτοὺς ὀργίλους γενομένους διὰ τὸ πολλὰ αὐτοῖς ἐπιτιμῆσαι, τὴν Δήμητρα ἀποκαλεῖται ἡμέρους αὐτοὺς ἀπεργάσασθαι, τὴν καὶ τῶν ἡμέρων σιτίων αἰτίαν γενομένην αὐτοῖς.

ταῦτα ... Δήμητρα ὡς ἐπιπλήξας θεραπεύει πάλιν, διὰ τὸ τραχὺ δὲ τὴν Δήμητρα ὄμνυσι, τυγχάνουσαν θεὸν ἥμερον, πρὸς τὸ ἡμέρους αὐτοὺς ποιῆσαι. ὥσπερ γὰρ ἐκείνη διὰ τῶν καρπῶν ἡμέρους τοὺς ἀνθρώπους ἐποίησεν, οὕτως καὶ αὐτὸς διὰ τοῦ ὅρκου βούλεται ἡμεροῦν αὐτῶν τὴν ἀγριότητα τὴν γενομένην ἐκ τῆς ἐπιτιμήσεως.

ἀλλʼ ἔγωγε ὅτι καὶ νῦν ἐπειδὴ τὸ ἐν τῇ συνηθείᾳ κακῶς λεγόμενον, οὐ χρῆται τὸ «ἔτι καὶ νῦν», ἀλλʼ «ὅτι καὶ νῦν» ἀντὶ τούτου κέχρηται. διὰ δὲ τοῦ λέγειν ὅτι «θαυμάζω ὑμᾶς ὅτι κἂν γοῦν νῦν δεδώκατέ μοι παρρησίαν» προτρέπει αὐτοὺς τοῦτο ποιεῖν.

καὶ ταῖς περιουσίαις τουτέστι τοῖς θεωρικοῖς· «ἀφορμαῖς» δὲ ταῖς προφάσεσι. διὰ δὲ τοῦ «ἴσως» εἰπεῖν ὡς ἐν ἐπανορθώσει τὸν δισταγμὸν τὸν πρὸς σφᾶς ὑπέφηνεν.

προφάσεσι.

ἴσως ἄν, ἴσως τεχνικὸς ὁ διπλασιασμός. οὔτε γὰρ φανερῶς ἀπεφήνατο — ἀλαζονικὸν γὰρ τοῦτο καὶ ἐπισφαλές — οὔτε μόνῳ τῷ «ἴσως» ἠρκέσθη, ἀλλὰ διπλασιασμῷ κέχρηται πρὸς βεβαίωσιν καὶ ἀκρίβειαν· οὐδεὶς γὰρ συμβούλου πείθεται διστάζοντος. τινὲς δὲ χαριέντως αὐτὸ ἀναγινώσκοντες ἐξηγοῦνται οὕτως, τὸ δεύτερον «ἴσως» ὡς ἐπανορθωτικὸν λαμβάνοντες τοῦ προτέρου, ὡς ἂν εἰ ἔλεγεν ἐπιτιμῶν ἑαυτῷ εἰπόντι «ἴσως»· μᾶλλον γὰρ ἀκριβῶς «τέλειόν τι καὶ μέγα κτήσαισθε».

ἃ τοῖς ἀσθενοῦσιν οἰκείως τῇ παραβολῇ ἐχρήσατο δεικνὺς ὅτι νοσοῦσιν ἄνοιαν.

οὐκοῦν σὺ μισθοφορὰν λέγεις; ἀνθυποφορὰ τὸ σχῆμα· οἷον «ἵνʼ ὡς δοῦλοι λάβωμεν μισθὸν καὶ οὕτως πολεμῶμεν»· τοῦτο γὰρ ᾐνίξατο ἐν τοῖς ἄνω, ὅτι δεῖ λαβεῖν τὰ θεωρικὰ εἰς μισθὸν πολέμου. εἶτα ἐπειδὴ ἐδόκει ἐφύβριστον εἶναι τὸ ὄνομα τῆς μισθοφορᾶς, μεταβάλλει καὶ «σύνταξιν» αὐτὴν καλεῖ· τῷ δὲ ἔργῳ καὶ τῷ ἀληθεῖ τὴν αὐτὴν καλεῖ καὶ σύνταξιν καὶ μισθοφοράν. καὶ γὰρ καὶ ἐν τῇ συντάξει μισθός ἐστιν ὁ παρεχόμενος, ὡσανεὶ ἔλεγε· «μισθοφορὰν καλῶ οὐχ ἣν ὑμεῖς νομίζετε, παρεχομένην τοῖς δούλοις, ἀλλὰ τὴν παρεχομένην τοῖς ἐλευθέροις ὑπὲρ τοῦ λαμβάνειν καὶ ποιεῖν τὰ δέοντα». τὸ δὲ «ἁπάντων» ἀντὶ τοῦ ὑπὲρ ἁπάντων τῶν πραγμάτων καὶ ἐν πολέμῳ καὶ ἐν εἰρήνῃ. βούλεται γάρ, ἐπειδὴ ὁρᾷ αὐτοὺς μὴ βουλομένους λῦσαι τὰ θεωρικά, λαμβάνειν αὐτὰ ἐν εἰρήνῃ καὶ ἐν πολέμῳ ἀρκεῖσθαι καὶ μὴ ζητεῖν πλείονα ἐν πολέμῳ. «κοινῶν» δέ φησι τῶν δημοσίων.

οὐκοῦν ... λέγεις; ἀνθυποφορά, ἥτις μέση τυγχάνει ἀντιπίπτοντος καὶ ἀντιθέσεως, μεῖζον μὲν ἀντιπίπτοντος ἧττον δὲ ἀντιθέσεως. ἀλλὰ λέξει τις· «μισθοφορεῖν ἡμῖν συμβουλεύεις;» τοῦτο δʼ ἦν Ἀθηναίοις εὐδοξοῦσιν ἐπαχθές τε καὶ βαρύτερον.

οὐκοῦν ... λέγεις; ἐπειδὴ ἡ μισθοφορὰ παρὰ τοῖς Ἀθηναίοις ἐφύβριστος — οἰκετῶν γάρ —, ἐχρήσατο τῇ ἀνθυποφορᾷ ταύτῃ διʼ ἧς λύει καὶ ἀποκρύπτει τὸ ἀπρεπές. ἐπειδὴ δὲ οἶδεν ὅτι οὐκ ἂν πείσειεν αὐτοὺς ἀποστῆναι τῶν θεωρικῶν, βούλεται αὐτοὺς τούτοις μόνοις ἀρκεῖσθαι καὶ μή, ἐὰν δικάζωσιν ἢ συμβουλεύωσιν ἢ ἐκστρατεύωνται, λαμβάνειν μισθόν.

ἀνθυποφορά.

ἔξεστιν ἄγειν ἡσυχίαν πάνυ καλῶς τὴν ἡσυχίαν προέταξε· ῥαθύμους γὰρ προσφθέγγεται. εἶτα ἵνα μὴ μεμνημένος τοῦ ὀνόματος τοῦ πολέμου ἐπαχθὴς ὀφθῇ, οὐκ ὠνόμασεν, ἀλλʼ εἶπεν «οἷον καὶ τὰ νῦν ὑπάρχει».

συμβαίνει τι τοιοῦτον ἀποστροφὴ τὸ σχῆμα.

τὰ νῦν ἀντὶ τοῦ «πόλεμον». ὅρα δὲ πῶς τὸ ὄνομα τοῦ πολέμου ἀποκρύπτεται, ἀηδὲς ὂν νῦν τοῖς Ἀθηναίοις.

ἀπὸ τῶν αὐτῶν τούτων τουτέστιν, ἵνα μὴ πρὸς τοῖς θεωρικοῖς λαμβάνῃ μισθὸν στρατιωτικόν.

ὥσπερ ἐστὶ δίκαιον καὶ γὰρ οὐ παράνομον τὸ ὑπὲρ τῆς ἐνεγκαμένης τοὺς πολίτας ἀγωνίζεσθαι.

ἔστι τις ἔξω τῆς ἡλικίας ἡμῶν; καὶ τίς ἐστιν ἔξω τῆς καθολικῆς, οἷον νέων ἀνδρῶν γερόντων, εἰ μὴ ἄρα οἱ τελευτήσαντες; λέγομεν οὖν ὅτι ἡλικίαν ἐκάλουν ἐξαιρέτως τὴν τῶν δυναμένων πονεῖν. ὁ τοίνυν ταύτης ὢν ἔξω τῆς ἡλικίας γέρων ἂν ὑπάρχοι.

ἀτάκτως νῦν λαμβάνων ἀντὶ τοῦ «μὴ στρατευόμενος».

οὔτʼ ἀφελὼν τῶν θεωρικῶν δηλονότι.

πλὴν μικρῶν ἐπειδὴ συνεβούλευσεν αὐτοῖς μὴ λαμβάνειν μηδὲ στρατιωτικὸν μηδὲ συμβουλευτικὸν μηδὲ δικαστικόν, ἀλλʼ ἀρκεῖσθαι τοῖς θεωρικοῖς. διὰ δὲ τοῦ εἰπεῖν «μικρῶν» εὐχερεῖς τοῦ καταφρονεῖν αὐτοὺς τούτου κατασκευάζει.

ἀπορεῖν «ἀπορεῖν» καλεῖ τὸ λαμβάνειν τοὺς δύο ὀβολούς, ἐξὸν πλουτεῖν ἀπὸ τοῦ πολέμου.

τοῦ δεῖνος οἷον οἱ τοῦ Χάρητος.

οὐχὶ μέμφομαι διὰ τί τοῦτο εἶπεν; ἐπειδὴ διεβάλλετο τὸ ξενικὸν ἄνω· ξενικῷ γὰρ ἐκέχρητο ὁ Χάρης. ὡσανεὶ εἰ ἔλεγεν· «ἐπαινῶ τὸν Χάρητα πονοῦντα ἀεὶ καὶ μετὰ ξένων, ἀλλʼ οὖν γε προκρίνω τοὺς ἐκ τῆς πόλεως στρατιώτας».

παραχωρεῖν δυσμετρικὸς ὁ λόγος πρὸς τοὺς ἀκροατάς, ἵνα μή πως καταφρονήσωσι τῆς αὐτοῦ συμβουλῆς· καὶ διὰ τοῦτο φησὶν ὡς «οἱ πατέρες ὑμῶν μετὰ πολλῶν ἱδρώτων κτησάμενοι ὑμῖν κατέλιπον».

τῆς τάξεως ἡ ἀρετὴ τῆς τάξεως τὸ ἡγεμονεύειν τῆς Ἑλλάδος καὶ τὸ διʼ ἑαυτῶν εἰς τοὺς πολέμους ἐξιέναι.

τῆς τάξεως «τάξιν ἀρετῆς» καλεῖ τὸ ἡγεμονεύειν τῆς Ἑλλάδος, ἄλλοι δέ φασι τὸ διʼ ἑαυτῶν εἰς τοὺς πολέμους ἐξιέναι.

σχεδὸν εἴρηκα ἵνα μή τινες καταγνῶσιν αὐτοῦ ὡς παραλείψαντός τινας συμβουλίας ἢ ῥαθυμήσωσιν ὡς ἅπαντʼ ἀκούσαντες, προσέθηκε τὸ «σχεδόν».

συνοίσειν πάλιν καὶ ἐνταῦθα διὰ τοῦ αὐτοῖς τὴν αἵρεσιν ἀποδιδόναι τὴν περὶ τῶν θεωρικῶν κρίσιν ἀποφεύγει.