ΥΠΕΡ ΜΕΓΑΛΟΠΟΛΙΤΩΝ
ἀμφότεροί μοι δοκοῦσιν ἁμαρτάνειν, ὦ ἄνδρες Ἀθηναῖοι Ἀθηναῖοι συνεμάχησαν Λακεδαιμονίοις ἐν Μαντινείᾳ· κτισθείσης δὲ Μεγάλης πόλεως μετὰ τοῦτον τὸν πόλεμον ὑπὸ Ἀρκάδων συμμαχούντων τότε Θηβαίοις, ὥστε ὁρμητήριον εἶναι κατὰ τῆς Λακωνικῆς, Λακεδαιμόνιοι, τῆς ἐπικηρυκείας αὐτοῖς ὑπαρχούσης πρὸς Ἀθηναίους, στρατεύουσιν ἐπὶ Μεγάλην πόλιν. Ἀρκάδες δέ, ἀσχολουμένων Θηβαίων ἐπὶ τὸν Φωκικὸν πόλεμον, καταφεύγουσιν ἐπʼ Ἀθηναίους ἀξιοῦντες συμμαχεῖν· ἥκουσι δὲ καὶ παρὰ Λακεδαιμονίων πρέσβεις ἀξιοῦντες μᾶλλον αὐτοῖς ὡς συμμάχοις προστίθεσθαι καὶ βουλεύονται. χαλεπὸς τοίνυν ὁ λόγος τῷ ῥήτορι. τό τε γὰρ συνειπεῖν τοῖς πρὸ βραχέος πολεμήσασι καὶ τὸ ἐναντιωθῆναι τοῖς οὖσι συμμάχοις Λακεδαιμονίοις οὐκ ἔστι τῶν εὐχερῶν· βαρὺ γὰρ οἷον τοὺς μὲν συμμάχους ἀπελαύνειν, τοὺς δὲ πολεμίους προσίεσθαι. χωρὶς γὰρ τοῦ τὸ πρᾶγμα ὑπάρχειν ἄτοπον καὶ διαβολὴν φέρει μεγίστην τῇ πόλει, ἔτι καὶ ἐπικίνδυνον διχόθεν εἶναι δοκεῖ, ἔκ τε τοῦ σῴζειν τοὺς τῶν πολεμίων Θηβαίων συμμάχους καὶ ἐκ τοῦ προσκρούειν Λακεδαιμονίοις συμμάχοις οὖσιν, ὧν μετὰ μικρὸν χρῄζουσιν εἰς τὸν ὑπὲρ Ὠρωποῦ πρὸς Θηβαίους πόλεμον. ἀλλʼ ὅμως ἐξεύρηκε θεωρήματα καθʼ ἃ καὶ Λακεδαιμονίοις οὐ δοκεῖ προσκρούειν καὶ Ἀρκάδας προσάγεται καὶ Θηβαίους οὐκ αὔξει, σῴζων τὴν αὐτῶν συμμαχίαν· καὶ γὰρ καὶ τοῦτο ἕν τι τῶν δυσμεταχειρίστων ἐστί, τὸ δοκεῖν συναύξειν τοὺς Θηβαίων συμμάχους. πῶς οὖν ἕκαστον τούτων πεποίηκε; καθαιρεῖ Λακεδαιμονίους, καθαιρεῖ καὶ Θηβαίους, τοὺς μὲν μὴ συγχωρῶν αὐξάνεσθαι, Θηβαίων δὲ τὴν συμμαχίαν καθιστὰς εἰς τὴν πόλιν. ἵνα δὲ μὴ δοκῇ χαρίζεσθαι τοῖς Ἀρκάσιν, οὐδὲν δείκνυται τῷ λόγῳ χαριζόμενος Μεγαλοπολίταις, οὐδὲ τὸ ἐκείνων συμφέρον μίσει ζητεῖ τῷ πρὸς Λακεδαιμονίους· οὐδὲ κατηγορεῖ πάλιν Σπαρτιατῶν, ἀλλʼ ὡς προκειμένων ἀλλοτρίων προσώπων τῶν τε Λακεδαιμονίων καὶ τῶν Ἀρκάδων τῆς πόλεως, ἀμελήσας τοῦ ὑπὲρ ἀμφοῖν τοῖν αἰτούντοιν τὴν συμμαχίαν δοκεῖν ποιεῖσθαι τοὺς λόγους, τὸ τῇ πόλει συμφέρον καὶ λυσιτελὲς ἐπισκέπτεται τῇ αὐτῇ μεταχειρίσει χρώμενος. εἶπε γὰρ τοιαῦτα κἀν τῷ πέμπτῳ τῶν Φιλιππικῶν κἀν τῷ ὑπὲρ τῶν ἐν Χερρονήσῳ, θηρώμενος ἀεὶ τὸ κοινῇ συμφέρον, οὐχὶ δὲ τὸ ἰδίᾳ ἑκάστου διʼ ὃν ὁ λόγος σκοπούμενος.
Πρῶτον τοίνυν ἐστὶ κεφάλαιον ἐν τούτῳ τῷ λόγῳ τὸ συμφέρον, λαμβάνον τὰς κατασκευὰς ἐκ τοῦ δυνατοῦ. φησὶ γὰρ συμφέρον εἶναι τῇ πόλει Λακεδαιμονίους καὶ Θηβαίους ἀσθενεῖς ὑπάρχειν· νῦν δὲ καιρὸν εἶναι τούτου, κατοικισθείσης μὲν τῆς Βοιωτίας, μὴ συγχωρηθέντων δὲ ἰσχυρῶν γενέσθαι τῶν Λακεδαιμονίων. οὕτω τὰς κατασκευὰς τοῦ συμφέροντος ἀπὸ τοῦ δυνατοῦ κεκόμικεν. ἀλλὰ τὸ μὲν περὶ τοῦ κατοικισμοῦ τῆς Βοιωτίας ἐνθάδε μὲν προὔθηκε καὶ συνέπλεξε διὰ τὴν πιθανότητα, προσρίψας ἀθρόως αὐτὸ πρὸς τὴν λυποῦσαν αὐτοὺς ἔννοιαν, ὅτι «ἀλλʼ αὐξηθήσονται Θηβαῖοι σωθέντων τῶν Ἀρκάδων», καταλιπὼν δὲ αὐτὸ ἐν προτάσει καὶ τὴν ἀπόδειξιν εἰς καιρὸν ταμιευσάμενος ὡς μετὰ μικρὸν ἀποδείξων, ὅταν πρὸς αὐτὴν τὴν ἀντίθεσιν ἀγωνίζηται, τὸ κατὰ Λακεδαιμονίους ἀποδείκνυσι μόνον, ὡς οὐ συμφέρει συγχωρεῖσθαι γενέσθαι μεγάλους. κατασκευάζει δὲ τοῦτο τῷ ἐξισάζοντι κατὰ ἀντιστροφήν. ἐπειδὴ γὰρ ἡ ἔννοια ἦν «ἀλλʼ ἰσχυροὶ γενήσονται Θηβαῖοι», τοῦτο δὲ οὐ συμφέρει, ἐπήγαγεν ἀπὸ τοῦ ἐξισάζοντος τὸ ἀντίστροφον «οὐδὲ γὰρ Λακεδαιμονίους αὐξηθῆναι συμφέρει». τὸ δὲ σχῆμα τὸ κατὰ ἀναίρεσιν παραπλήσιον τῷ κατʼ ἀρχὰς ἐν τῷ πρὸς Λεπτίνην μετὰ τὴν πρώτην περίοδον· οὐ γὰρ ἐκεῖνο ἄλλου γένους ἔστιν εἰπεῖν. ταῦτα δὲ πάντα μάχην ἔχει πρὸς τὴν ἀπὸ Θηβαίων ἀντίθεσιν· τὸ γὰρ Ὀρχομενοῦ καὶ Θεσπιῶν καὶ Πλαταιῶν οἰκισθεισῶν ἀσθενεῖς γεγενῆσθαι Θηβαίους τῆς ἀντιθέσεως ἔστι λύσις· οὐ γὰρ ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι πλοκὴν ἔχει τὸ κεφάλαιον οὐ τὴν τυχοῦσαν, ἀλλὰ πάσης δεινότητος ἀνάπλεων. διὰ γὰρ τῶν αὐτῶν καὶ καθαιρεῖ τὴν Θηβαίων δύναμιν καὶ τὸ μὴ αὐξηθῆναι Λακεδαιμονίους συνίστησιν. ἀλλὰ νὴ Δία ταῦτα μὲν οὕτως ἔχειν φήσομεν· δεινὸν γὰρ ἦν πρὸς οὓς ἐν Μαντινείᾳ παρεταττόμεθα ἀπὸ τοῦ συμφέροντος ταύτην ἔλαβε τὴν ἀντίθεσιν, τὸ αἰσχρὸν καὶ τὸ ἄτοπον δεικνῦσαν· ἐκ τούτων γὰρ ἐπιχειρεῖται, καὶ ἔστιν ἡ ἀντίθεσις διμερής. ἓν μὲν γὰρ αὐτῆς μέρος ἐνδείκνυται τὸ αἰσχρὸν ὅσον ἔσται, εἰ τούτοις βοηθήσουσιν οἷς ἐπολέμουν· τὸ δὲ ἕτερον μέρος τὸ ἄτοπον, εἰ Λακεδαιμονίοις πολεμήσουσιν, οἷς μικρῷ πρότερον συνεμάχοντο. ταύτης τὸ μὲν πρότερον μέρος ἔλυσε κατὰ συνδρομὴν μέν, ὡς καὶ αὐτὸς ὁμολογεῖ τὸ αἰσχρόν, κατὰ μετάληψιν δέ, εἰ μηδὲν ἀδικούντων πολεμίων, ἀλλὰ ποιεῖν τὰ δίκαια βουλομένων, τούτων εἶναι τὸ αἰσχρόν. ἐσιώπησε δὲ τὸ ἑπόμενον τούτῳ διὰ τὸ ἀκόλουθον εἶναι καὶ προφανές. τοῦτο δὲ ἦν «εἰ δὲ ἀδικοῦσι Λακεδαιμόνιοι, οὐκ ἂν αἰσχρὸν εἴη τὸ γιγνόμενον». τοῦτο μὲν οὖν πρὸς τὸ πρότερον μέρος· μεταβὰς δὲ ἐπὶ τὸ ἕτερον μέρος λύει αὐτὸ τῷ δικαίῳ καὶ τῷ συμφέροντι· δικαίῳ μέν, ὅτι «ἀδικοῦσι Λακεδαιμόνιοι» καὶ καθʼ ὑπόθεσιν, «εἰ καὶ μόνον ἠδίκουν, ἄτοπον μὲν ἂν ἦν καὶ τότε, ὅμως δʼ ἔδει συγχωρεῖν», καὶ ἄλλῳ δικαίῳ· «εἰ δὲ στρατεύονται ἐπὶ Μεσσήνην, ἀνάγκη βοηθεῖν Μεσσηνίοις διὰ τοὺς ὅρκους οὓς ἐποιησάμεθα». μετὰ ταῦτα τῷ συμφέροντι «οὐδὲ αὐξηθῆναι τῇ πόλει συμφέρει Λακεδαιμονίους». εἶτα ἀπὸ τοῦ πρέποντος· «τίς ἔσται πρεπωδεστέρα ἀρχὴ τῆς βοηθείας; πότερον ἡ παροῦσα νῦν ἢ ὅταν εἰς τὴν Μεσσήνην ἐμβάλωσι; τότε μὲν γὰρ δόξομεν διʼ εὐλάβειαν καὶ φόβον ποιεῖν, νῦν δὲ διὰ τὸ δίκαιον.» καὶ ἅμα δέδωκέ σοι θεώρημα καινὸν ἐν τούτῳ τῷ λόγῳ, μὴ μόνον προηγούμενα συμπλέκειν κεφάλαια, δίκαιον καὶ συμφέρον ἢ δυνατὸν καὶ δίκαιον ἢ συμφέρον καὶ δυνατόν, ἀλλὰ καὶ τὰ δευτερεύοντα, ὥσπερ καὶ ἐπὶ τῆς λύσεως πεποίηκε ταύτης· καὶ γὰρ καὶ τῷ δικαίῳ καὶ τῷ συμφέροντι λέλυκε. διὰ τοῦτο δὲ τὴν προσθήκην τοῦ δευτέρου μέρους ἔλαβεν ἡ ἀντίθεσις, ἐπειδήπερ τὸ μὲν πρότερον δύσλυτον ἦν τὸ κατὰ τὴν αἰσχύνην, ὅταν βοηθῶσιν οἷς ἐπολέμουν· τὸ δὲ δεύτερον μέρος ἀφορμὴν παρεῖχε διαβολῆς τοῦ προσώπου Λακεδαιμονίων. ἐδεήθη οὖν τῆς προσθήκης, ἵνα διʼ αὐτῆς δοκῇ πρὸς πᾶσαν μάχεσθαι τὴν ἀντίθεσιν τοῦ συμφέροντος «ἀλλὰ οὐ λυσιτελεῖ ἄλλῳ μᾶλλον προσθέσθαι ἢ Λακεδαιμονίοις, ἵνα καὶ αὐτοὶ συνδιασώσωσιν Ὠρωπὸν τῇ πόλει»· εἶτα προσέθηκε τῇ ἀντιθέσει, ἵνʼ εὐπορήσῃ λύσεων. εἰ δʼ ἐχθροὺς Λακεδαιμονίους ποιησόμεθα, οὐχ ἕξομεν τοὺς ἡμῖν συμμαχήσοντας διμερὴς καὶ αὕτη ἡ ἀντίθεσις. τὸ μὲν γὰρ ἓν μέρος «τὸν Ὠρωπὸν δεῖ ἡμᾶς κομίσασθαι», τὸ δὲ ἕτερον «εἰ δὲ τοὺς συνανασώσαντας ἐχθροὺς ποιησόμεθα, τίνας ἕξομεν συμμάχους;» τὸ τοίνυν πρότερον μέρος ἔλυσε κατὰ συνδρομήν, τὸ δὲ ὅτι «Λακεδαιμονίους ἐχθροὺς ἕξομεν, εἰ τοὺς Ἀρκάδας προσησόμεθα» μεταληπτικῶς· «οὐ τοῦτον τὸν τρόπον ὑμῖν συνεβούλευσα οὐδὲ ταῦτα ὑμῖν προὔλεγον, ἀλλʼ οἱ βουλόμενοι λαθεῖν, ἀξιοῦντες βοηθεῖν Λακεδαιμονίοις καὶ διωθήσασθαι Πελοποννησίους ἥκοντας παρʼ ἡμᾶς, λοιπὸν ἐπὶ Θηβαίους ἧκον, ὅτι μὴ προσεδέξασθε αὐτούς». ἡ δὲ λύσις ἀπὸ τοῦ δικαίου. εἶτα ἑτέρα λύσις, ὅτι «οὐδʼ ἂν αὐτοῖς ὑμεῖς ἐβοηθήσατε, εἰ προὔλεγον ὑμῖν ὅτι σωθέντες ἀδικήσουσι». καὶ τρίτη λύσις, ὅτι «εἰ καὶ ἀνιῶνται Λακεδαιμόνιοι, δίκαιοι χάριν εἰσὶ γιγνώσκειν μᾶλλον ἐφʼ οἷς εὖ ἔπαθον ἢ νῦν χαλεπαίνειν ὅτι κωλύονται ἀδικεῖν».
Πληρωθέντος τοῦ συμφέροντος μετέβη ἐπὶ τὸ δίκαιον ὡς ἀντικείμενον αὐτῷ. διόπερ καὶ ἐξ ἀντιθέσεως αὐτὸ λαμβάνει, καὶ ἔστι τριμερές· τὸ μὲν γὰρ πρὸς τὴν πόλιν, τὸ δὲ πρὸς Λακεδαιμονίους, τὸ δὲ πρὸς Ἀρκάδας. πρώτη τοίνυν ἀντέπεσεν ἀντίθεσις ἀπὸ τοῦ δικαίου κατηγοροῦσα τῆς ποιότητος τῆς πόλεως· «ἀλλʼ ἄπιστος εἶναι δόξει ἡ πόλις νῦν μὲν Λακεδαιμονίοις, αὖθις δὲ Ἀρκάσι προστιθεμένη»· ὁμοία δʼ ἐστὶν αὕτη τῇ πρώτῃ τεθείσῃ ἀντιθέσει, ἀλλʼ ἐκεῖ μὲν τὸ αἰσχρὸν ἐξητάζετο, ὅπερ ἐστὶ τοῦ συμφέροντος, ἐνταῦθα δέ ἐστι τὸ δίκαιον· ὥστε αἱ αὐταὶ ἔννοιαι τῶν ἀντιθέσεων, ἀλλά γε οὐκ ἐπὶ τῶν ὁμοίων ἐλήφθησαν, ἐπεὶ ἄλλη μέν ἐστι τοῦ συμφέροντος, ἡ δὲ τοῦ δικαίου· παρὰ γὰρ τὴν τοιαύτην μεταχείρισιν καὶ ὁ λόγος τὴν δύναμιν μεταλαμβάνει. ἔλυσε δὲ κατὰ ἀνατροπήν — ἐγγὺς δὲ ἡ ἀνατροπὴ τῆς μεταλήψεως —, εἶτα ἐκ παραδείγματος, ὅτι «καὶ Θηβαίους καὶ Εὐβοέας καὶ Λακεδαιμονίους ἔσωσεν ἡ πόλις» καὶ νῦν ἐστιν Ἀρκάδας τὸν αὐτὸν τρόπον διασῴζουσα. ἄλλην ἀντίθεσιν ἀπὸ τοῦ δευτέρου μέρους τοῦ δικαίου κεκίνηκεν, ὅπερ ἐστὶ πρὸς Λακεδαιμονίους· «ἀλλʼ ἐπαγγέλλονται Λακεδαιμόνιοι τὰ δίκαια σώσειν ἅπασιν, Ἠλείοις μὲν τὴν Τριφυλίαν παρὰ Ἀρκάδων, Φλειασίοις δὲ τὸ Τρικάρανον ὑπὸ Ἀργείων ἐχόμενον, ἡμῖν δὲ τὸν Ὠρωπὸν ὑπὸ Θηβαίων κρατούμενον». καὶ αὕτη συγγένειαν ἔχει πρὸς τὴν περὶ Ὠρωποῦ κινηθεῖσαν ἀντίθεσιν· ἀλλʼ ἐκείνη μὲν ἀπὸ τοῦ συμφέροντος εἴληπται, ἡ δʼ ἀπὸ τοῦ δικαίου. καὶ λύει ταύτην τῷ συμφέροντι μὲν ὅτι «ἴδιόν τι διοικούμενοι κέρδος ταῦτα Λακεδαιμόνιοι πράττουσιν, ἵνα ὡς ἐπὶ Μεσσήνην ἔλθωσιν»· ἔχεται δʼ οὖν ὅμως καὶ τοῦ δικαίου τοῦτο. εἰ γὰρ ἡ γνώμη ἄδικος καὶ τὸ πρᾶγμα ἄδικον, οὐκ ἂν ἔχοιεν μέμφεσθαι τοῖς μὴ βοηθοῦσιν αὐτοῖς. εἶτα πάλιν τῷ δικαίῳ, ὅτι ἐν ὑποσχέσει καὶ ἀπάτῃ ταῦτα παρὰ Λακεδαιμονίων λέγεται, ἕως ἂν τὴν Μεσσήνην καταδουλώσωνται. ἄχρις οὖν τούτων τὸ ἓν μέρος τῆς ἀντιθέσεως λέλυκε· τὸ δὲ κατὰ τὸν Ὠρωπὸν δεύτερον μέρος ἔστιν οὕτως, ὅτι «δίκαιοι μέν εἰσι καὶ ὑπὲρ Ὠρωποῦ βοηθεῖν Λακεδαιμόνιοι· εἰ δὲ μὴ βοηθοῖεν, ἕτεροι βοηθήσουσιν, ὅσοι τῶν δικαίων φροντίζουσιν»· εἶτα καθʼ ὑπόθεσιν, ὅτι «αἱρετώτερον Ὠρωπὸν ἀπολέσθαι, εἰ δέοι, μᾶλλον ἢ ὑπὸ Λακεδαιμονίοις γενέσθαι τὴν Πελοπόννησον». τρίτη ἀντίθεσις ἀπὸ τοῦ δικαίου εἰλημμένη ἐκ τῆς τῶν Ἀρκάδων ποιότητος. τοῦτο δʼ ἦν τὸ τρίτον τοῦ δικαίου μέρος «ἀλλὰ πολλὰ ἡμᾶς ἠδίκησαν Ἀρκάδες χάριτι τῇ πρὸς Θηβαίους». ταύτην ἔλυσε τῷ συμφέροντι, πρῶτον μὲν ἀπὸ τοῦ ἀτόπου, εἰπὼν ἄτοπον εἶναι μνησικακεῖν, εἶτα ἐκ περιτροπῆς ἀγωνιστικώτερον, ὅτι «εἰ τότε ὑμᾶς κακῶς ἐποίουν, νῦν οἱ πάλιν αὐτοὺς ἀπελαύνειν προῃρημένοι κακῶς ποιεῖν ὑμᾶς ἐπιχειροῦσι· καὶ ὅσῳ σπουδαῖοι περὶ ἐκείνους ἐγένοντο, τοσούτῳ δίκαιοι μέμψιν ἐκδέχεσθαι οἱ τῇ πόλει μὴ συγχωρήσαντες αὐτοὺς καταδέξασθαι, ὅτε ἐφʼ ἡμᾶς ἧκον προτέρους», εἶτα ὅτι «καὶ ἀναγκασθησόμεθα, εἰ ἔλθοιεν ἐπὶ Μεσσήνην Λακεδαιμόνιοι, γενέσθαι Θηβαίων σύμμαχοι, ὥστε αἱρετώτερον τοὺς συμμάχους Θηβαίων σῴζειν ἢ αὐτῶν δεῖσθαι Θηβαίων», εἶτα τῶν ἀδικημάτων τῶν Λακεδαιμονίων ὑπομεμνῆσθαι κατασκευάζων τὸ μὴ συμφέρειν ἐᾶσαι Λακεδαιμονίους ἰσχυροὺς καταστῆναι θέλει δηλῶσαι. πεπληρωμένου τοίνυν τοῦ μέρους τοῦ δικαίου, ἀπὸ τοῦ δυνατοῦ λοιπὸν ἀντέπεσεν ἀντίθεσις, ἐπὶ μὲν τὸ συμφέρον ἀναφέρεσθαι δυναμένη, τὰς δὲ κατασκευὰς ἀπὸ τοῦ δυνατοῦ λαμβάνουσα, «ἀλλʼ ἰσχυροὺς ποιήσομεν τοὺς Θηβαίους». αὕτη ἐξισάζει ἡ ἀντίθεσις· δύναται γὰρ καὶ παρὰ Δημοσθένους προτείνεσθαι «ἀλλʼ ἰσχυροὺς ποιήσομεν τοὺς Λακεδαιμονίους». διὰ τοῦτο τοιγαροῦν οὐκ ἔθηκε μὲν τὴν ἀντίθεσιν ἐξισάζουσαν, τέθεικε δὲ τὴν λύσιν εἰπών· «ἔστι γάρ, ἔστι Θηβαίους ταπεινοὺς ποιεῖν ἄνευ τοῦ Λακεδαιμονίους ἰσχυροὺς καθιστάναι», τουτέστιν ἔξεστιν οὐδετέρους αὐτῶν αὐξῆσαι. καὶ ὃ τέθεικεν ἀρχόμενος τοῦ λόγου κεφάλαιον, τοῦτο … ἐντελεστάτως δὲ γυμνάζει. πρὸς τοῦτο ἀντέπεσεν ἐκ τῆς ἐργασίας «τί οὖν, ἐὰν μὴ συγχωρῶσιν ἡμῖν Θηβαῖοι κατοικίζειν Θεσπιὰς καὶ Πλαταιὰς καὶ Ὀρχομενὸν καὶ Κορώνειαν;» τοῦτο τὸ ἀντιπῖπτον λύων ἐπήγαγεν ὅτι «κἂν μὴ βούλωνται τὰ δίκαια ποιεῖν Θηβαῖοι, ἀλλʼ οὖν γε αἰσχυνόμενοι συγχωρήσουσιν». εἶτα συμβουλεύει λογοποιεῖν καὶ διαδιδόναι φήμην εἰς τοὺς Ἕλληνας, ὅτι κατοικίσουσι τὰς ἐν Βοιωτίᾳ πόλεις, ἵνα μὴ Λακεδαιμόνιοι Μεγαλοπολίταις ἐπιβουλεύωσιν· ἐὰν γὰρ ὁρῶσι Θηβαῖοι τοῖς ἀδικουμένοις ἅπασιν ἡμᾶς ἀεὶ βοηθοῦντας, οὐδὲν ἀντεροῦσι κατοικιζομένων τῶν πόλεων. λέγουσι τοίνυν οἱ μάλιστα δοκοῦντες δίκαια λέγειν ὡς δεῖ τὰς στήλας καθελεῖν ἄλλην ἔθηκεν ἀντίθεσιν ἀπὸ τοῦ δικαίου, μάλα θαυμαστῶς ῥητορεύσας, ὡς ἀγαπῶντος τοῦ ἀκροατοῦ, εἰ μόνον ἀποσταῖεν τῆς τῶν Θηβαίων συμμαχίας, καὶ καταδεχομένου βοηθεῖν, εἰ τὰς στήλας ἀνέλοιεν. καὶ ἡ λύσις δὲ ἔτι θαυμασιωτέρα· γινώσκων γὰρ ὅπως ἔχουσι γνώμης Ἀρκάδες προσποιεῖται ἀγνοεῖν, ἵνα μὴ δοκῇ συναγορεύειν. καὶ ἀξιόπιστος ἡ προσποίησις· «τί γάρ;» φησιν, «ἐὰν μὴ καθέλωσι, δῆλοί εἰσι τὰ μὴ δίκαια θέλοντες», ἵνα περὶ τούτων καταγενομένου τοῦ ἀκροατοῦ Δημοσθένης κρατήσῃ τὸ βούλευμα· οὐδὲ γὰρ ἂν ἄλλως ἐτόλμησαν Ἀρκάδες αἰτῆσαι τὴν συμμαχίαν μὴ προῃρημένοι λαμπρῶς ἀποστῆναι Θηβαίων. ἀνέλθωμεν δʼ οὖν ἐπὶ τὸν λόγον τὸν ἐξ ἀρχῆς· «ἀλλʼ εἰ προῄρηνται γενέσθαι μεθʼ ἡμῶν ὦ ἄνδρες, δίκαιοι καθελεῖν τὰς στήλας εἰσὶν ἐν αἷς ἔχουσιν ἀναγράπτους τὰς πρὸς Θηβαίους συνθήκας». προσέθηκε δὲ τὸ κατὰ τὰς στήλας τὴν ἀντίθεσιν ἑαυτῷ ποριζόμενος· φησὶ γὰρ μὴ ὑπάρχειν στήλας. εἶτα ἠθικῶς, ὡς ἤδη καταδεξαμένου τοῦ ἀκροατοῦ τὸν λόγον καὶ περὶ τοῦτον λοιπὸν ἔχοντος, ὥστε βεβαίως αὐτῶν γενέσθαι συμμάχους Ἀρκάδας, ἀξιοπίστως καὶ ἠθικῶς διαλέγεται, ἵνα δοκῇ τὸ συμφέρον ὄντως τὸ τῆς πόλεως ζητεῖν. ἐπαμφοτερίζει δὲ τῇ γνώμῃ καὶ ἐνδοιαστικῶς διαλέγεται ὡς ἀγνοῶν δῆθεν τὴν Ἀρκάδων γνώμην καὶ ταῦτα μὴ ἀγνοῶν. τί γὰρ φησίν; «εἰ μὲν τὰ δίκαια ἐθελήσειαν ποιεῖν Λακεδαιμόνιοι καὶ εἰρήνην ἄγειν, μὴ ποιώμεθα πόλεμον· εἰ δὲ Ἀρκάδες τὰς στήλας μὴ ἀνέλοιντο, δῆλοί εἰσιν ἀδικοῦντες». εἶτα κέχρηται ἀντιστρόφῳ τινὶ νοήματι, ἀντίθεσιν αὐτὸ ποιήσας ἐπιλογικήν, «ἀλλὰ φοβεροὶ Λακεδαιμόνιοι ἔσονται τοὺς Ἀρκάδας προσειληφότες». τάχα δὲ καὶ ἐξεπίτηδες πάλιν ἔθηκε μετὰ τὸν λόγον τὸν περὶ τῶν στηλῶν, ἵνα αὐτὴ ἑαυτὴν λύουσα φαίνηται. τίς γὰρ ἂν ἔτι οἰηθείη Θηβαίους ἰσχυροὺς γενήσεσθαι τῶν στηλῶν καθῃρημένων καὶ ἀπηλλαγμένων Ἀρκάδων τῆς ἐκείνων συμμαχίας; ὡς τὴν μὲν προτέραν λύσιν ἐκ τοῦ ἐξισάζοντος εἶναι, ταύτην δὲ ἀπὸ τοῦ δυνατοῦ κατὰ φύσιν μᾶλλον ἢ λογισμόν, ὃ πολλῷ πιθανωτέραν πεποίηκε τὴν λύσιν. εἶτα λοιπὸν ταῖς ἐκβάσεσι κέχρηται, ὅτι συμφέρει προσδέξασθαι, ἵνα μὴ διʼ αὑτῶν Μεγαλοπολῖται σωθέντες προσχωρήσωσι Θηβαίοις καὶ ἵνα, εἰ σωθεῖεν ἐκ τοῦ Φωκικοῦ πολέμου Θηβαῖοι, ἀσθενέστεροι ὦσι, τῆς συμμαχίας αὐτῶν προσκεχωρηκυίας τῇ πόλει. σύμμαχοι σημείωσαι, σύμμαχοί εἰσιν οἱ ἑαυτοῖς βοηθοῦντες.