eul_wid: vky-ay
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Scholia on Demosthenes: Against Timocrates by Demosthenes Scholia

Mausolus of Caria's designs on Chios, Rhodes and Cos, and the Naucratite ship seized by the envoys Androtion, Glaucetes and Melanopus, give the background to Against Timocrates in these notes. They separate the conjecture over why Timocrates proposed his law from the legal case against it, and follow the argument point by point through its clauses on sureties and imprisonment. Towards the end they take up the comparison between corrupting the laws and corrupting the coinage.

Part of Scholia on Demosthenes

ΚΑΤΑ ΤΙΜΟΚΡΑΤΟΥΣ

Ἡ ὑπόθεσις τοῦ λόγου αὕτη· Μαύσωλος, τῆς Καρίας σατράπης ὑπήκοος ὢν τῷ βασιλεῖ τῶν Περσῶν, βουλόμενος αὐτὸν πρὸς πλείονα εὔνοιαν ἑλκύσαι ἐπεχείρησε καταδουλώσασθαι αὐτῷ τὰς τρεῖς ταύτας νήσους, Χίον καὶ Ῥόδον καὶ Κῶν· εἶτα μαθόντες οἱ Ἀθηναῖοι ἔπεμψαν πρέσβεις ἐγκαλοῦντες αὐτῷ· ἦσαν δὲ οἱ πεμφθέντες Ἀνδροτίων Γλαυκέτης Μελάνωπος. οὗτοι περιτυχόντες ἐν τῷ πλῷ Ναυκρατιτικῷ πλοίῳ ἥρπασαν τὰ χρήματα.

ὑποθέσεις εἰσὶ τοῦ λόγου δύο, μία μὲν ὅτι διὰ τοὺς πρέσβεις γέγραπται, ἑτέρα δὲ ὅτι ὑπεναντίος τοῖς νόμοις καὶ ἐπιζήμιος καὶ ἄδικος, ὥστε εἰ ἠδύνατο ἐκφυγεῖν ὁ Τιμοκράτης τὴν αἰτίαν τοῦ μὴ διὰ τοὺς πρέσβεις γεγραφέναι, ἀλλʼ οὖν γε τὸ μὴ πονηρὸν εἶναι οὐ διαφεύξεται. καὶ ἡ μὲν ὑπόθεσις τῆς αἰτίας διʼ ἣν ἔθηκε τὸν νόμον στοχαστική· ζητεῖται γὰρ εἰ διὰ τούτους ἔθηκεν ἢ οὔ· ἡ δὲ κατὰ τὸν νόμον πραγματική· καθόλου γὰρ πᾶσα κατηγορία ῥητοῦ πραγματικὴν ἀπεργάζεται στάσιν. Ἔστιν τοίνυν τοῦ λόγου τούτου κεφάλαια τέτταρα· ἓν μὲν τὸ νόμιμον, δεύτερον δὲ τὸ δίκαιον, τρίτον δὲ τὸ συμφέρον, ὅτι ἐπιζήμιος, τέταρτον τὸ δυνατόν, ὅτι καὶ ἀδυνάτους ἐπιτάττει πράξεις. ἀπὸ τῶν κεφαλαίων τοίνυν τῶν προειρημένων ἔστιν ἰδεῖν, ὅτι ἡ κρινομένη ὑπόθεσις ἐστὶν αὕτη ἡ ἐν τοῖς κεφαλαίοις. τὴν γὰρ κατὰ τῶν πρέσβεων ὑπόθεσιν ἐν τῇ καταστάσει καὶ παρεκβάσει τέθεικε, διαβολῆς ἕνεκα δηλονότι. ἐπειδὴ γὰρ ὁ νόμος δοκεῖ φιλανθρωπότατος εἶναι σφόδρα τῶν δεσμῶν ἀφιείς, τούτου ἕνεκεν ἀντέθηκε πλεῖστα μὲν καὶ ἄλλα, μάλιστα δὲ τὰ δύο ταῦτα, τήν τε ὑπόθεσιν τὴν κατὰ τοὺς πρέσβεις, ἵνα τῇ ὑπονοίᾳ ταύτῃ τὸν ἀκροατὴν ἐν ὑποψίᾳ δοὺς κατὰ τοῦ ἀντιδίκου ἐμπλήσῃ ὡς διʼ αἰσχροκερδίαν τεθεικότος ὑπὲρ ῥητόρων καὶ πολιτευομένων, ἁρπάσαι τὰ κοινὰ προαιρουμένων· καὶ τὸ ἀσύμφορον ἐν ᾧ ὅτι «ἀποστερῆσαι τὴν πόλιν ἁπάντων τῶν ὀφλημάτων βούλεται»· καὶ τὸ ἄδικον ἐν ᾧ ὅτι «ἀναξίοις δεσμώταις τὴν χάριν δίδωσιν». πρὸς δὲ τὸ δυνατόν, ὅτι «εἰ καὶ ἐβουλόμεθα, οὐκ ἦν δυνατόν· ἀναιροῦνται γὰρ τῆς πολιτείας οἱ κανόνες». μὴ ἀγνοῶμεν ὅτι τὸ μὲν νόμιμον κεφάλαιον ἐντελέστατα εἴργασται, τὸ δὲ δίκαιον καὶ τὸ συμφέρον καὶ τὸ δυνατὸν ἀλλήλοις συμπλέκεται. καὶ τὸ μὲν συμφέρον ἐν τούτοις ἐστὶ τὸ προηγμένον, κατασκευάζεται δὲ διά τε τοῦ ἀδίκου καὶ τοῦ ἀδυνάτου· πᾶν γὰρ ἄδικον καὶ ἀσύμφορον. τῷ δʼ αὐτῷ καὶ περὶ τοῦ ἀδυνάτου βιάζεται χρῆσθαι λόγῳ· ὃ γὰρ ἀδύνατον, φησί, τοῦτο δὲ καὶ ἀσύμφορον· καὶ ἐπειδὴ Τιμοκράτης πολύς ἐστι τῇ φιλανθρωπίᾳ τοῦ νόμου χρώμενος, αὕτη δὲ ἐπὶ τὸ δίκαιον ἀναφέροιτο ἄν, διὰ τοῦτο καὶ Δημοσθένης πανταχοῦ τῷ ἀσυμφόρῳ κέχρηται, δεικνὺς ἐπιβλαβῆ καὶ ἐπιζήμιον τυγχάνοντα τῇ πόλει τὸν νόμον.

τοῦ μὲν ἀγῶνος, ὦ ἄνδρες ᾐτιάσαντο τοῦ προοιμίου τινὲς τὴν ἀμέλειαν τὴν περὶ τὴν ἀνταπόδοσιν τοῦ συνδέσμου. φασὶ γὰρ προκεῖσθαι τὸν «μέν», μὴ ἀποδεδόσθαι δὲ τὸν ἀντακολουθοῦντα σύνδεσμον τοῦτον τὸν «δέ». ἡ δὲ πλάνη αὕτη γεγένηται διὰ τὸ ἀνεπίστημον τῶν προτάσεων καὶ διὰ τὸ μετὰ τὴν πρότασιν τοῦ προοιμίου παρεμβεβλῆσθαι διὰ μέσου πρὸς αὔξησιν τῆς ἀτοπίας καὶ ὕστερον ἐπενεχθῆναι τὸν ἀνταποδιδόμενον σύνδεσμον.

τίς δὲ ἡ πρότασις τοῦ προοιμίου; «αὐτὸς ἑαυτῷ γέγονεν αἴτιος τῆς παρούσης κατηγορίας». ἡ δὲ κατασκευὴ τῆς προτάσεως· «χρημάτων γὰρ ἀποστερῆσαι τὴν πόλιν βουλόμενος, ἵνα αὐτὸς ἀργύριον λάβῃ, ταῦτα γράφειν ἐτόλμησε». ταύτης δὲ τὸ μέρος τῆς κατασκευῆς πρὸς τῷ τέλει τοῦ προοιμίου κεῖται «ὥστε οὗτος μὲν ἔχει παρʼ ἐκείνων ἀργύριον», εἶθʼ ἡ ἀνταπόδοσις «ἐμοὶ δὲ ἐν χιλίαις ὑπὲρ ὑμῶν ὁ κίνδυνος». οὐκοῦν ἡ μὲν πρότασις αὕτη· «αὐτὸς αὑτῷ τοῦ παρόντος ἀγῶνος Τιμοκράτης αἴτιος», εἶτα ἡ κατασκευὴ «χρημάτων γὰρ ἀποστερῆσαι τὴν πόλιν βουλόμενος»· ἡ δὲ τῆς κατασκευῆς αἰτία πορρωτάτω κειμένη τὴν ἀσάφειαν ἐποίησεν «ἵνʼ ἀργύριον λάβῃ, τοῦτον τὸν νόμον εἰσήνεγκε.» τὰς δὲ διὰ μέσου, ὅσαι ποιοῦσι τὴν αὔξησιν, «οὔτʼ ἐπιτήδειον οὔτε δίκαιον»· εἶτʼ ἐπειδήπερ ἐφοβήθη, τῶν αὐξητικῶν προτάσεων τούτων μὴ νῦν ἀπαιτηθῇ τὴν ἀπόδειξιν πραγματικωτέραν οὖσαν ἐν τῇ ὑποθέσει, ὑποσχέσεσι τοῦτο παραμυθησάμενος καὶ ἑτέραν αὔξησιν πάλιν ἐπενεγκὼν ὅτι «τὴν ὑμετέραν ψῆφον, ἣν ὀμωμοκότες φέρετε, λύει καὶ ποιεῖ τοῦ μηδενὸς ἀξίαν»· καὶ τὸ ἐκ ταύτης πάλιν ἀντιπῖπτον λύσας «οὐχ ἵνα τὴν πόλιν ὠφελήσῃ» — οὐ γὰρ ἦν ὑπερθέσθαι τὰς ἀποδείξεις τοῦδε τοῦ ἀντιπίπτοντος — ἐπάγει πάλιν ἑτέραν λύσιν παρὰ τὴν κατʼ ἀρχὰς κατασκευὴν ἀκόλουθον τῇ τοῦ προοιμίου προτάσει «αὐτὸς ἑαυτῷ τοῦ παρόντος ἀγῶνος αἴτιος Τιμοκράτης, ἀποστερῆσαι βουληθεὶς ὑμᾶς καὶ ἑτέρων χρημάτων, ἃ πολὺν χρόνον ἐξεκαρπώσαντο ἤδη τινές, τουτέστιν οἱ πρέσβεις». εἶθʼ ἡ αἰτία τελευταία «ὥστε οὗτος μὲν ἔχει ἀργύριον παρʼ ἐκείνων» συμφώνως ἔχουσα πρὸς τὴν πρότασιν, ὡς αὐτὸς ἑαυτῷ τοῦ παρόντος ἀγῶνος αἴτιος ἂν εἴη· ἀργύριον γὰρ λαβὼν νόμον εἰσήνεγκε. διὰ τί δὲ τελευταίαν τὴν αἰτίαν ἔθηκε τῆς αἰσχροκερδείας καὶ οὐ συνῆψεν αὐτὴν τῇ προτάσει εὐθύς; ὅτι ἀπίθανος ἦν ἄνευ τῆς αὐξήσεως τῆς «παρὰ πάντας τοὺς νόμους». οὐδεὶς γὰρ ἂν ἐπίστευσεν ἁπλῶς εἰληφέναι τὸν νομοθέτην ἀργύριον· ῥηθείσης δὲ τῆς εἰς τὴν πόλιν βλάβης, ῥᾳδίως ἔμελλεν ὁ ἀκροατὴς πιστεύειν μὴ προῖκα ταῦτα γεγράφθαι τῷ νομοθέτῃ. οὕτω φαίνεται διὰ μακροῦ τὸν σύνδεσμον ἀνταποδούς.

καὶ ἔστι μὲν ὡς ἀληθῶς περισκελεστέρα ἡ τάξις τῶν νοημάτων καὶ πρὸς τὴν Θουκυδίδειον ἀπαγγελίαν ἔχει τὴν ἅμιλλαν· σῴζει μέντοι γε τὴν ἀκολουθίαν ἔντεχνον καὶ σὺν ἐπιστήμῃ τὸ προοίμιον. εἰ δὲ εὐκρινῆ τὸν λόγον ἐποίησεν ἐκτιθέμενος τὰς αἰτίας, ὕπτιος ἂν αὐτῷ ὁ λόγος καὶ ἱστορικὸς ἐγένετο ἢ καὶ ἐξαγώνιος, ἀλλʼ οὐ προοιμιακός. δεῖ γὰρ ἄγαν συνεστράφθαι καὶ ὥσπερ ἐν πνεύματι κύκλον τινὰ τὸ προοίμιον εἶναι. ἠναγκάσθη τοίνυν δουλεῦσαι μᾶλλον τῇ τοῦ προοιμίου τέχνῃ ἢ τῇ τῶν πραγμάτων εὐκρινείᾳ, ἡγούμενος τὴν μὲν εὐκρίνειαν τῶν αἰτιῶν καὶ τῶν ἐγκλημάτων ἀκώλυτον ἔσεσθαι αὐτῷ θᾶττον εἰς τὸν ἀγῶνα, τὴν δὲ τοῦ προοιμίου τέχνην εἰ διαφθείρειεν, μὴ ἂν ἔτι σωθήσεσθαι.

εἴληπται δὲ τὸ ἐννόημα τοῦ προοιμίου ἐκ διαβολῆς τοῦ προσώπου κατασκευαζομένης διὰ τῆς ἐπιφορᾶς τοῦ νόμου, λεχθησομένης ἐν τοῖς κεφαλαίοις ὅτι «παράνομος καὶ ἀσύμφορος καὶ ἄδικος». τὸ δὲ ὡς «αἴτιός ἐστιν αὐτὸς ἑαυτῷ Τιμοκράτης» παροξυντικὰς μέν, ἀπαριθμητικὰς δὲ τὰς αἰτίας ἔχει. πρῶτον μὲν ὅτι «χρημάτων διττῶν ἀποστερῆσαι βούλεται τὴν πόλιν», τοῦτο μὲν ὧν ὀφείλουσιν οἱ δεσμῶται, τοῦτο δὲ ὧν χρεωστοῦσιν οἱ πρέσβεις. δεύτερον δὲ ὅτι «παράνομον καὶ ἄδικον». τρίτον δὲ «ἵνα λάβῃ ἀργύριον». ἀλλʼ ἐπειδὴ τὴν εὐκρίνειαν ταύτην καὶ ἀπαρίθμησιν τῶν αἰτιῶν εἰ ἐποιεῖτο ἐκτιθέμενος τὰς αἰτίας, ὕπτιος ἂν αὐτῷ ὁ λόγος καὶ ἱστορικὸς ἐγένετο ἢ καὶ ἐξαγώνιος, οὐ προοιμιακὸς — δεῖ γὰρ ἄγαν συνεστράφθαι καὶ ὥσπερ ἐν πνεύματι κύκλον τινὰ τὸ προοίμιον εἶναι —, ἠναγκάσθη δουλεῦσαι μᾶλλον τῇ τοῦ προοιμίου τέχνῃ ἢ τῇ τῶν πραγμάτων εὐκρινείᾳ. δωροδοκίαν δὲ ἐπικαλῶν οὐ πρὸς ἀπόδειξιν τῆς παρανομίας αὐτὴν ἔλαβεν, ἀλλὰ τὴν δωροδοκίαν ἐκ τῆς παρανομίας συνέστησεν, ἵνα μὴ τὸ πάρεργον χαλεπώτερον τοῦ ἔργου γένηται· ᾔδει γὰρ ὅτι δειχθείσης διὰ τῶν ἀγώνων τῆς παρανομίας τὰ τῆς δωροδοκίας αὐτόθεν καὶ ἄνευ μακρᾶς ἀποδείξεως πιστευθήσεται. ἐπειδὴ δὲ κατεκρίθη μὲν Ἀνδροτίων ὀφείλειν τὰ χρήματα, ἔδει δὲ αὐτὸν ἢ ἐκτῖσαι ἢ μέλλοντα πρὸς τὴν ἔκτισιν περιπεσεῖν τῷ δεσμῷ, διὰ τοῦτο ἐπήγαγεν εἰπὼν ὅτι «ἄκυρα ποιεῖ τῶν προστιμημάτων τὰ δικαστήρια», τουτέστιν οὐκ ἐᾷ κυρίαν γενέσθαι τὴν ψῆφον τὴν τοῦ δεσμοῦ.

ἐπειδὴ τὰ προοίμια χαίρουσιν ἀεὶ τοῖς συνδέσμοις, τὸ ἐναντίον δὲ οἱ ἐπίλογοι, διὰ τοῦτο προσέθηκε τὸν «μὲν» ἕνεκεν μόνης προοιμιακῆς ἐννοίας· περιττοῦ δὲ ὄντος τούτου ἄλλον τάξαι σύνδεσμον περιττὸν ἦν.

πρότασις.

αἴτιός ἐστιν οἱ μὲν ἄλλοι πάντες οἱ φεύγοντες αἰτιῶνται τὸν κατήγορον ὡς αἴτιον ὄντα τοῦ ἀγῶνος, τοῦ δὲ ἀγῶνος τοῦ παρόντος οὐκ ἔστιν αἴτιος ὁ κατήγορος, ἀλλʼ ὁ φεύγων.

πλὴν αὐτὸς αὑτῷ δέδωκε γὰρ τοιαύτην καθʼ ἑαυτοῦ πρόφασιν, πονηρὸν νόμον εἰσφέρων. ἕως δὲ τούτου ἡ πρότασις τοῦ προοιμίου, εἶτα κατασκευὴ τῆς προτάσεως «χρημάτων γὰρ οὐκ ὀλίγων» καὶ ἑξῆς. ἵνα μή τις εἴπῃ «τί οὖν, εἰ ὀλίγον καὶ οὐ μέγα τῇ πόλει τὸ βλάβος;» φησὶν «οὐκ ὀλίγων», ἵνα μὴ εὐκαταφρόνητα δόξῃ εἶναι.

διὰ τὸ πονηρὸν νόμον εἰσενηνοχέναι.

χρημάτων γὰρ ἡ κατασκευὴ τῆς προτάσεως.

ἐξ αὐτοῦ δὲ νοεῖται καὶ τὸ συμπέρασμα ἐν τῇ ἐπαγωγῇ.

οὔτʼ ἐπιτήδειον ἀντὶ τοῦ «οὐ συμφέροντα». διὰ δὲ τοῦ «οὔτε δίκαιον» αἰνίττεται τὰ τρία κεφάλαια, τό τε νόμιμον καὶ τὸ συμφέρον καὶ τὸ δίκαιον.

τάχα δὴ καθʼ ἕκαστον σημαίνει τὸ «τάχα» καὶ τὸ «μετὰ μικρὸν» καὶ τὸ «ταχέως».

τὸ «τάχα» ἀντὶ τοῦ «ταχέως».

καὶ προχειρότατον οἷον ἐν ἑτοίμῳ. συγκρούει γὰρ οὕτως τοὺς δικαστὰς διʼ ὧν λέγει «ὑμῶν τὴν ψῆφον λύει». «ὃν γὰρ ὑμεῖς δεσμεύετε, διὰ νόμου τοῦτον ἀφίησι.» «πρόχειρον» δὲ ἵνα μὴ δόξῃ κακούργως πεποιηκέναι, ἀλλʼ ὡς γνώριμον ἅπασι λέγοιτο.

οὐχ ἵνα κοινῇ τι τὴν πόλιν ὠφελήσῃ ἵνα μὴ ἀντιπέσῃ αὐτῷ «τί οὖν, εἰ ὠφελεῖ τὸ κοινόν;» ἀναιρεῖ αὐτὸ λέγων ὅτι «οὐ τούτου χάριν, ἀλλὰ τοῦδε».

τὸ σχῆμα ἐξ ἀναιρέσεως καὶ καταθέσεως.

ἀλλʼ ἵνα τὸν πολὺν χρόνον ἀσαφὲς μέν, σημαίνει δὲ ὅτι περὶ τῆς διπλασίας καὶ τῆς ἐκκαρπώσεως τῶν χρημάτων αἰτιᾶται τοὺς πρέσβεις. τὸ μὲν γὰρ κεφάλαιον ἀπέδοσαν, τὴν δὲ ἐκκάρπωσιν τῶν χρημάτων ἣν ἔσχον εἰς ὅλον ἔτος ὀφείλουσιν. ἀλλʼ ἀναληπτέον τὸν λόγον.

τοσούτῳ δεύτερον προοίμιον.

ῥᾷον τὸ «ῥᾷον» ἀντὶ τοῦ «ἀσφαλές».

ἐν χιλίαις ὑπὲρ ὑμῶν ἔσθʼ ὁ κίνδυνος ὅτι «λέγων ὑπὲρ ὑμῶν, ἐὰν ἡττηθῶ, ζημιοῦμαι».

φησὶ γὰρ ὅτι «ἐὰν ἡττηθῶ, ὡς συκοφάντης παρέχω τὰς χιλίας». ὁ δὲ Τιμοκράτης, εἰ καὶ ἐζημιώθη, οὐ πάνυ τι ἐφρόντιζεν, εὐπορῶν δοῦναι ἐξ ὧν ἔλαβε παρὰ τῶν περὶ τὸν Ἀνδροτίωνα ὑπὲρ ὧν λέγει. ὁ δὲ Διόδωρος, ἂν ἡττηθῇ, οὐκ ἔχει τὴν πόλιν παρέχουσαν ὑπὲρ αὐτοῦ, ὑπὲρ ἧς καὶ αὐτὸς ποιεῖται τὸν λόγον.

εἰώθασι μὲν οὖν οἱ πολλοὶ τὸ μὲν πρότερον προοίμιον διαβολὴν ἔχει τοῦ προσώπου αὐξανομένην διὰ τῆς ἀτοπίας τοῦ νόμου καὶ τῆς ὑποσχέσεως· τὸ δὲ νῦν προοίμιον αὐτοῦ τοῦ πράγματος αὔξησιν παρέχει καὶ διαβολὴν αὐτοῦ τοῦ νόμου καὶ ἐγκώμιον τῆς χρείας τῶν νόμων τῶν κειμένων ἐπὶ τοῖς δεσμοῖς. καὶ εἴργασται κατὰ αὔξησιν συγκριτικῶς. αἵρεσιν γὰρ περιέχει, πότερον βούλονται τὸν Τιμοκράτους νόμον ἢ τοὺς πάλαι κειμένους.

εἰώθασι ... πολλοὶ τὸ δεύτερον προοίμιον προσοχὴν ἐργάζεται· αὔξει γὰρ τὴν ὑπόθεσιν, καταλύεσθαι φάσκων ὑπὸ τοῦ Τιμοκράτους τὴν πολιτείαν· εἰ γὰρ οἱ τὰ πάντα σῴζοντες νόμοι διʼ ἑνὸς τούτου μόνου λυθήσονται, πῶς οὐ προσήκει τοῦτον μὲν ἀφανίζειν, τοὺς δὲ τῆς σωτηρίας αἰτίους φυλάττειν; τινὲς μὲν ἐβουλήθησαν τὸ δεύτερον προοίμιον ἔχειν διὰ τοῦ ἑξῆς προοιμίου συμπέρασμα· οἱ δʼ ἔφασαν αὐτὸ ἔχειν χωρὶς τοῦ ἑξῆς ἐν ἑαυτῷ συμπεπλεγμένον τὸ συμπέρασμα.

εἰώθασι ... πολλοὶ δεύτερον προοίμιον.

εἴπερ τοῦτο τινὶ τοῦτο εἰς τὸν Ἰσοκράτην αἰνίττεται, ἐπειδὴ κἀκεῖνος οὕτως ἐλογίσατο ἐν τῷ προοιμίῳ τῷ περὶ τῆς εἰρήνης. εἶτα, ἐπειδὴ διδάσκαλος ἦν αὐτοῦ, προσέθηκεν ὅτι «προσηκόντως εἴρηται ἐκείνῳ».

τῶν γὰρ ὄντων ἀγαθῶν κατασκευὴ τοῦ προοιμίου· κατασκευάζει γὰρ πῶς σπουδῆς ἄξιά ἐστι τὰ παρʼ αὐτοῦ νῦν λεγόμενα καὶ δεῖ προσέχειν αὐτῷ τοὺς δικαστάς.

αἰτιώτερον καλῶς τὸ συγκριτικόν· εἰσὶ γὰρ καὶ ἄλλαι δύο αἰτίαι τοῦ τὴν δημοκρατίαν καὶ τὴν ἐλευθερίαν φυλάττεσθαι, οἷον τὸ καλῶς βουλεύεσθαι, τὸ προκινδυνεύειν τῆς πατρίδος, πλέον δὲ τούτων οἱ νόμοι σῳζόμενοι.

τὸ μὲν οὖν πρᾶγμα τοῦ τρίτου προοιμίου ἀρχὴ ἢ ἀρχὴ τῆς προοιμιακῆς ἐννοίας. διὸ καὶ αἰτίας ἐστὶν ἀπόδοσις. διαφέρει δὲ τοῦ προοιμίου τῷ τὸ μὲν ἐκ κατασκευῆς καὶ προτάσεως καὶ συμπεράσματος, τὴν δὲ προοιμιακὴν ἔννοιαν μόνον διηγεῖσθαι τὴν αἰτίαν διʼ ἣν ἦλθεν ἐπὶ τὸ πρᾶγμα· καὶ τὸ μὲν προοίμιον συνεστραμμένον καὶ ὀλίγον, ἡ δὲ ἁπλουστέρα καὶ διὰ πλειόνων, οὐ πάντοτε δὲ οὐδὲ τὸ προοίμιον ἔχει κατασκευὴν καὶ συμπέρασμα, ἀλλʼ ὡς ἀπαιτεῖ ἡ χρεία, οὕτω ποιητέον. ἰστέον δὲ ὅτι ἐν τούτῳ τῷ λόγῳ τρισὶ προοιμίοις κέχρηται· τῷ μὲν ἀπὸ τοῦ φεύγοντος, τῷ δὲ ἀπὸ τοῦ πράγματος, τῷ δὲ ἀπὸ τοῦ κατηγόρου. μετὰ δὲ ταῦτα προκατασκευαῖς κέχρηται δυσί· καὶ ἡ μὲν πρώτη ἐστὶν αὕτη· «ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, προσέκρουσα ἀνθρώπῳ πονηρῷ καὶ φιλαπεχθήμονι», ἡ δὲ δευτέρα ἄρχεται οὕτως· «τοῦ δὲ πράγματος οὐκέτʼ ὄντος ἀμφισβητησίμου». διπλῇ δὲ προκατασκευῇ κέχρηται, ἐπειδὴ καὶ ἡ ἐπείσακτος ὑπόθεσις δίχα διῄρηται· καὶ ἡ μέν ἐστι κοινὴ κατὰ τῶν πρέσβεων, ἡ δὲ ἰδία κατὰ Ἀνδροτίωνος. διὰ τοῦτο καὶ ἡ προκατασκευὴ δίχα διῄρηται, καὶ τὸ μέν τι αὐτῆς ἐστι κατὰ Ἀνδροτίωνος διὰ τὴν μέλλουσαν βλασφημίαν ὡς δεινὰ πεπονθότι συγγνώμην νέμειν, εἰ προαχθείη κατὰ Ἀνδροτίωνος λέγειν τι τῶν ἀτοπωτέρων διὰ τὰ κατʼ αὐτοῦ σκευωρηθέντα ἐγκλήματα, τὸ δέ ἐστι κατὰ τῶν πρέσβεων. ῥητορικώτατα δὲ κέχρηται ταῖς προκατασκευαῖς, ἵνα φαίνηται διὰ τούτων συνάπτων τῇ κρινομένῃ ὑποθέσει τάς τε διαβολὰς Ἀνδροτίωνος καὶ τὴν κατὰ τῶν πρέσβεων κατηγορίαν. ἔμελλε γὰρ ὁ ἀκροατὴς θαυμάζειν «τί δήποτε νόμου κατηγορίαν ἀπαγγειλάμενος, πρέσβεων ἐνθάδε μέμνηται καὶ Ἀνδροτίωνα βλασφημεῖ;» ἵνα δὲ τῇ τοῦ νόμου ὑποθέσει οἰκειώσῃ τὴν τῶν πρέσβεων, διὰ τῆς δευτέρας προκατασκευῆς τὸν ἀκροατὴν διατίθησι μὴ νομίζειν ἀλλοτρίαν εἶναι τοῦ παρόντος ἀγῶνος τὴν κατὰ τοὺς πρέσβεις ὑπόθεσιν. ἔστι δὲ μετὰ τὰς προκατασκευὰς καὶ προκαταστατικόν, ἐν ᾧ προσεπαγγέλλεται καὶ τὴν κατάστασιν ἐρεῖν. ἔχεται δὲ ἤδη τῆς καταστάσεως. ποῖον οὖν ἐστι τὸ προκαταστατικόν; «ἐξ ἀρχῆς οὖν τὰ πραχθέντα δίειμι πρὸς ὑμᾶς.» προλέγει γὰρ καὶ προαναφωνεῖ τὴν περιοχὴν ὅλην, ἥτις ἐστὶ τῆς καταστάσεως ἀρχή. ἀρχὴ δὲ τῆς καταστάσεως ἐνθένδε· «ψήφισμα εἶπεν ἐν ὑμῖν Ἀριστοφῶν ἑλέσθαι ζητητάς». διὰ δὲ τῆς καταστάσεως οἰκειοῖ τὴν ἐπεισαχθεῖσαν ὑπόθεσιν τῇ τοῦ νόμου κατηγορίᾳ. καὶ διατίθησι διὰ τῆς καταστάσεως τὸν ἀκροατὴν καὶ προκατασκευάζει διʼ ὑπονοίας ἔχειν τὸν γεγραφότα τὸν νόμον ὡς ὑπὲρ Ἀνδροτίωνος καὶ Γλαυκέτου καὶ Μελανώπου γεγραφότος. ἔχει δέ τι καὶ ἐγκατάσκευον ἡ κατάστασις ἐν τοῖς τέλεσιν· ἵνα γὰρ μὴ ἀπίθανος γένηται διηγούμενος ὅτι τῶν πρέσβεων ἕνεκα τὸν νόμον ἔθηκεν, ἐπήγαγε καὶ ἀπόδειξιν εὐθὺς εἰπὼν «μαρτυρεῖ δὲ ὅτι ταῦθʼ οὕτως ἔχει τοὔργον αὐτό».

ἀρχὴ τοῦ τρίτου προοιμίου ἢ τῆς προοιμιακῆς ἐννοίας.

τρίτον προοίμιον.

τὸ ... πρᾶγμα Ἰσοκρατικὴ ἡ ἔννοια καὶ ἀπὸ τοῦ Ἀρχιδάμου μετῆκται, καὶ ἀφελέστερον εἴρηται τῆς παρʼ Ἰσοκράτει κειμένης. ἐκεῖ μὲν γὰρ ὁ λέγων καὶ ἐγγὺς ἀλαζονεύεται· ἐνταῦθα δὲ ὁ λέγων κολάζει τὸ πρᾶγμα τῇ προσθήκῃ τῇ «ὥς γε ἐμαυτὸν πείθω». ὁ γὰρ οὐκ ἐφʼ ἑαυτὸν μόνον ἄγων τὴν κρίσιν καὶ ἐνδοιάζων ἔτι καὶ μετὰ τοσαύτης ἐπιεικείας καὶ μετριότητος ἀπήλλακται τοῦ δοκεῖν φορτικὸς εἶναι τοῖς ἀκούουσιν· ὁ δὲ ἀνέδην μαρτυρίᾳ τῶν πάντων περὶ ἑαυτοῦ καταχρώμενος ἄνευ τῆς ἐκ τοῦ λόγου κολάσεως οὐκ ἐκφεύγει τὸ μὴ δοκεῖν εἶναι τοῖς ἀκούουσι φορτικός. οὐ μὴν ἀλλʼ ἔχοι τις ἂν εἰπεῖν καὶ ὑπὲρ Ἰσοκράτους αἰτίας εὐλόγους, ὅτι βασιλέως παῖς ὁ λέγων καὶ βασιλεὺς μετὰ μικρὸν ἐσόμενος εἰς πόλεμον παροξύνων καὶ εἰκότως φρυάττεται. τρισὶ δὲ προοιμίοις ἐν τούτῳ τῷ λόγῳ κέχρηται· τῷ μὲν ἀπὸ τοῦ φεύγοντος, τῷ δὲ ἀπὸ τοῦ πράγματος, τῷ δὲ ἀπὸ τοῦ κατηγόρου.

ὡς ἐν κεφαλαίῳ ὡς ἐν συντόμῳ.

ὥς γʼ ἐμαυτὸν πείθω ἠθικὸς ὁμοῦ καὶ ἐπεικὴς ὁ λόγος. οὐ γὰρ μόνον οὗτος ἐφʼ αὑτὸν ἄγει τὴν κρίσιν, ἀλλὰ καὶ ἐνδοιάζων ἀπήλλακται τοῦ δοκεῖν εἶναι φορτικός.

ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, προσέκρουσα ἀνθρώπῳ παραδιήγησις· παραδιηγεῖται γὰρ διὰ ποίαν αἰτίαν ἦλθεν ἐπὶ τοῦτον τὸν ἀγῶνα.

ἐγὼ ... ἀνθρώπῳ ἀρχὴ τῆς προκατασκευῆς διατιθεῖσα τοὺς ἀκούοντας συμπάσχειν αὐτῷ πεπονθότι δεινὰ καὶ συγγνώμην, εἰ λέγοι τι κατʼ Ἀνδροτίωνος ἀμυνόμενος, νέμουσα. — «προσέκρουσα» δὲ «περιέπεσον καὶ ἤχθρευσα καὶ συνέρραξα». — ἐπειδὴ δὲ ἀντέπιπτε «τί οὖν, εἰ πολεμεῖ σοι κακῶς πεπονθώς;» ὁ δέ φησι «καὶ ἡ πόλις μετʼ ἐμοῦ προσέκρουσεν» ἀντὶ τοῦ «εἰς μάχην καὶ μῖσος ἦλθε διὰ τὴν πονηρίαν», «κἀγὼ οὐ διʼ ἐμαυτόν, ἀλλʼ ἡ φύσις αὐτοῦ κινεῖ τὴν ἔχθραν πρὸς ἅπαντας».

πρώτη προκατασκευή.

τὸν δὴ εἰς τὰ τοιαῦτα καταστήσαντά με πρόσκειται τὸ «ἀδίκως», ἵνα μὴ λέγῃ τις «ἀλλʼ εἰ εὐλόγως ἐπέθετό σοι;» διὸ καί φησιν ὅτι «ὅσον μὲν ἧκεν εἰς ἐκεῖνον ἀπωλόμην, ἐσώθη δὲ διʼ ὑμᾶς· διὸ καὶ ἀμύνομαι αὐτὸν δικαίως ἐν καιρῷ». πληρώσας δὲ τὴν πρώτην κατασκευὴν ἐπισυνάπτει καὶ τὴν δευτέραν, διʼ ἧς τῇ κρινομένῃ ὑποθέσει ἡ ἐπιοῦσα συνάπτεται· κρίνεται μὲν γὰρ ἡ τοῦ νόμου καὶ προηγεῖται, ἐπεισάγεται δὲ ἡ τῶν πρέσβεως. διπλῆ οὖν ἡ προκατασκευὴ ἅτε δὴ καὶ διπλῆς οὔσης τῆς ὑποθέσεως. εἶτα ἐπάγει τι προκαταστατικόν, ἐν ᾧ ἐπαγγέλλεται θήσειν τὴν κατάστασιν.

χρήματα πολλὰς τῆς θεοῦ καὶ τῶν ἐπωνύμων ἡ γὰρ πόλις ἐλάμβανε τὸ διπλοῦν, ἡ δὲ Ἀθηνᾶ τὸ δέκατον, οἱ δὲ ἐπώνυμοι τὸ πεντηκοστόν — ἐπώνυμοι δὲ ἐκαλοῦντό τινες ἀνδριάντες ἡρώων, ἐξ ὧν ἐκαλοῦντο καὶ αἱ δέκα φυλαὶ ἐπʼ ὀνόματι τούτων — εἰς ἰδίας τινὰς θυσίας. τὰ δὲ ὀνόματα τῶν ἡρώων ταῦτα, Ἀθηναίων ὄντων ἐκτὸς Αἴαντος τοῦ Σαλαμινίου· Πανδίων Ἐρεχθεὺς Κέκροψ Αἰγεὺς Οἰνεὺς Λέων Αἴας Ἀκάμας Ἀντίοχος Ἱπποθόων.

τοῦ δὲ πράγματος οὐκέτʼ ὄντος ἀμφισβητησίμου ἐνταῦθά ἐστιν ἡ προδιήγησις· οἰκονομεῖ γὰρ τὴν μέλλουσαν διήγησιν γίγνεσθαι αὐτοῦ τοῦ πράγματος.

τοῦ ... ἀμφισβητησίμου τουτέστι τοῦ λαβεῖν τὴν πόλιν τὰ χρήματα. διπλῆ δὲ ἡ ὑπόθεσις, καὶ ἡ μέν ἐστι πρὸς τὰ μέλλοντα λέγεσθαι εἰς διαβολὴν κατὰ Ἀνδροτίωνος, ἡ δὲ πρὸς αὐτὴν τὴν ἐπεισαχθεῖσαν ὑπόθεσιν, ἥτις δίχα διῄρηται, καὶ ἡ μέν ἐστι κοινὴ κατὰ τῶν πρέσβεων, ἡ δὲ ἰδία κατʼ Ἀνδροτίωνος. διὰ τοῦτο καὶ ἡ προκατασκευὴ δίχα διῄρηται, καὶ τὸ μέν τι αὐτῆς ἐστι κατʼ Ἀνδροτίωνος διὰ τὴν μέλλουσαν βλασφημίαν, τὸ δὲ κατὰ τῶν πρέσβεων.

δευτέρα προκατασκευή.

δικαστηρίοιν δυοῖν ἐν τοῖς μεγάλοις καὶ ἐσπουδασμένοις πράγμασι συνήρχοντο ἐκ δύο δικαστηρίων πληροῦντες ἀριθμὸν χιλίων καὶ ἑνός. διὰ τοῦτο δὲ ὁ εἷς προσετίθετο ἀεὶ τοῖς δικασταῖς, ἵνα μὴ ἴσων γενομένων τῶν ψήφων ἐξ ἴσης ἀπέλθωσιν οἱ δικαζόμενοι, ἀλλʼ ἐκεῖνος δόξῃ νικᾶν, ᾧ ἂν ὁ εἷς προστεθῇ.

ἐξ ἀρχῆς οὖν ἐν βραχέσι ἔννοια προκαταρκτική· προλέγει δὲ καὶ προαναφωνεῖ τὴν περιοχὴν ὅλην, ἥτις ἐστὶ τῆς καταστάσεως ἀρχή.

προκαταστατικόν.

κατάστασις.

ψήφισμα εἶπεν ἐν ὑμῖν ἐνταῦθα εἰσβάλλει εἰς αὐτὴν τὴν διήγησιν.

ἀρχὴ τῆς καταστάσεως.

ζητοῦσι δέ τινες, πῶς ἐνταῦθα πραγματικῆς οὔσης τῆς στάσεως ἔστι διήγησις· ἀεὶ γὰρ ἡ πραγματικὴ περὶ μελλόντων ἔχει τὴν σκέψιν, ἡ δὲ διήγησις γεγονότων ἐστὶν ἀφήγησις. λέγομεν ὅτι ἐν τῇ συμβουλῇ πραγματικῆς οὔσης τῆς στάσεως εἰκότως ἐκλείπει ἡ διήγησις — οἶδε γὰρ ὁ ἀκροατὴς περὶ τίνος συνῆλθον —, ἐν δὲ τῷ δικανικῷ λόγῳ ἀγνοοῦσιν οἱ δικασταὶ τὸ πρᾶγμα. οὐκοῦν οὐδὲν ἄτοπον καὶ ἐνταῦθα, δικανικοῦ ὄντος τοῦ λόγου, τάξαι διήγησιν.

ἔχει δέ τι ἐγκατάσκευον ἡ κατάστασις ἐν τοῖς τέλεσιν. ἵνα γὰρ μὴ ἀπίθανος γένηται διηγούμενος, ὅτι τῶν πρέσβεων ἕνεκα τὸν νόμον ἔθηκεν, ἐπήγαγε καὶ ἀπόδειξιν εὐθὺς εἰπὼν «μαρτυρεῖ ὅτι ταῦθʼ οὕτως ἔχει τοὔργον αὐτό». οὐ δεῖ γάρ, φασίν, ἁπλῆν τὴν διήγησιν εἶναι καὶ καθαρὰν ἀποδείξεων, ἐὰν μὴ προσδέχηται αὐτὴν ὁ ἀκροατὴς ἢ προσδέχηται μέν, μὴ πιστεύῃ δέ.

ἑλέσθαι ζητητάς ἄρχοντας τοὺς ζητοῦντας καὶ ἀνερευνῶντας τίς ὀφείλει τῇ πόλει χρήματα ἢ τοῖς ἱεροῖς.

Ἀρχέβιον καὶ Λυσιθείδην οὗτοι γὰρ τριήραρχοι ἦσαν. τούτους δὲ ἐμήνυσε τὰ χρήματα ἔχειν, ἀποκρυπτόμενος δηλῶσαι τὴν ἔχθραν τὴν πρὸς τοὺς πρέσβεις.

Ναυκρατιτικά ἀπὸ τῆς Ναυκράτεως τῆς κατʼ Αἴγυπτον, ἥτις καὶ νῦν οὕτω καλεῖται.

προὐχειροτόνησεν διεσκέψατο.

ἔλαβεν ἀντὶ τοῦ «ἐσύλησε». διαφέρει δὲ ἡ τριήρης τοῦ πλοίου τῷ τὴν μὲν εἶναι πολεμίαν, τὸ δὲ φορτηγὸν καὶ ἐμπορικόν.

ἀπεχειροτονήσατε ἀντὶ τοῦ «κατεψηφίσασθε».

τοὺς νόμους ἀνέγνω τοὺς κελεύοντας τὰ τῶν πολεμίων χρήματα τῆς πόλεως εἶναι.

ἀναπηδήσας Ἀνδροτίων διαβάλλει τὸν τρόπον ὡς τυραννικώτερον· τὸ γὰρ «ἠγανάκτουν καὶ ἐβόων» τὴν αὐτὴν ποιεῖ ὑπόνοιαν.

διαδικασίαν ἐπίκρισιν.

ἐστὶν ὄνομα δίκης περὶ ἀμφισβητουμένου τινὸς πράγματος.

διαδικασία δέ ἐστιν ὄνομα δίκης περὶ χρημάτων ἢ περὶ κτημάτων.

ἀπέφυγεν φεύγειν, εὐθύνεσθαι. ἀποφεύγειν, ἀπευθύνεσθαι.

ἀνάγκη δὲ πρῶτον ἐξέτασις τοῦ νομίμου τελεία ἐντεῦθεν. κατὰ δύο γὰρ τρόπους, κατά τε τὸ πρόσωπον καὶ τὸν νόμον, ἡ τελεία ἐξέτασις γίνεται. ἐξετάζει οὖν καὶ τὸν θέντα καὶ τὸν τεθέντα νόμον.

ἀνάγκη δὲ πρῶτον ὑπομνῆσαι χρόνους τὸ νόμιμον κεφάλαιον, περὶ χρόνου νομοθεσίας.

τοὺς χρόνους τὸ παρανόμως καὶ οὐχ ὡς κελεύουσιν οἱ νόμοι.

ἦν μὲν γὰρ σκιροφοριὼν τὸν δὲ καιρὸν ὅτι ἐστὶν ἐν πανηγύρει.

μαρτυρεῖ δʼ ἀπόδειξις.

τῶν μὲν γὰρ χρημάτων διὰ τούτων ἐμφανίζει, ὅτι ἐκτέτισται μὲν τὰ ἁπλᾶ τῶν χρημάτων, ἐκτέτισται δὲ οὐκ ἐν ἐκείνοις τοῖς χρόνοις.

βούλομαι δὴ μικρὰ ὥσπερ πρὸ τῆς καταστάσεως εἰώθαμεν τοῖς ἀκούουσι προλέγειν ἐννόημα σημαῖνον τὴν δύναμιν τῆς καταστάσεως, οὕτω καὶ πρὸ τῶν ἀγώνων, ὥσπερ καὶ τὰ προοίμια πρὸ πάσης τῆς ὑποθέσεως.

τὸ δὲ προαγωνιστικὸν τοῦτʼ ἐννόημα διπλοῦν ἐστιν, ἐπειδήπερ διπλοῦν τὸ νόμιμον. καὶ τὸ μὲν σημαντικόν ἐστι τοῦ περὶ τὸ πρόσωπον νομίμου, τὸ δὲ τῆς κατηγορίας τοῦ νόμου. εἰς δύο γὰρ διαιρεῖται τὸ νόμιμον, εἴς τε πρόσωπον καὶ εἰς πρᾶγμα. τοῦ μὲν οὖν περὶ τὸ πρόσωπον προεκκειμένη ἔννοια· τὸ γὰρ «καθʼ οὕς εἰσιν αἱ τοιαίδε γραφαὶ» σημαντικόν ἐστι τῆς κατὰ τοῦ προσώπου κατηγορίας. ἡ δὲ δευτέρα ἔννοια προαναφωνεῖ τὴν τοῦ νόμου κατηγορίαν καὶ τὸ δεύτερον τοῦ νομίμου μέρος. τί γάρ φησι; «περὶ αὐτοῦ τοῦ νόμου λέγειν ὃν γέγραμμαι». τοῦτο δέ ἐστιν ὅτι «πορεύσομαι μετὰ τὴν τοῦ προσώπου κατηγορίαν ἐπὶ τοὺς ἐλέγχους τοῦ νόμου»· ἀρχὴ δὲ τοῦ κατὰ τοῦ προσώπου νομίμου «ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐν τοῖς οὖσι νόμοις ἡμῖν κυρίοις διωρισμένα ἀκριβῶς καὶ σαφῶς πάνθʼ ὅσα δεῖ ποιεῖν». ἐν δὲ τούτῳ παντὶ τῷ νομίμῳ τὸ πρόσωπον καὶ τὴν κακοτεχνίαν διαβάλλει τὴν τοῦ Τιμοκράτους, καὶ ὅπως ἐπιβουλεύσας τὸν νόμον τέθεικε διὰ τοὺς πρέσβεις.

προαγωνιστικὴ ἔννοια περὶ τοῦ προσώπου.

πληρώσας δὲ τοῦτο τὸ μέρος προοιμιάζεται πάλιν περὶ τοῦ κατὰ τὸ πρᾶγμα νομίμου «ὅτι μὲν τοίνυν οὐδὲν ὧν προσήκει καὶ κελεύουσιν οἱ νόμοι πεποίηκεν, εἰς τὰ προειρημένα ἄν τις σκοπῶν γνοίη». τοῦτο γὰρ προοιμιακή τίς ἐστιν ἔννοια ἐπιφραγιζομένη μὲν τὰ προειρημένα, προκαταρκτικὴ δὲ τῶν ἑξῆς. δεῖ γὰρ τὰς ἐν μέσῳ τῶν λόγων προοιμιακὰς ἐννοίας συμπεράσματα μὲν περιέχειν τῶν προειρημένων κεφαλαίων καὶ μερῶν, προκαταρκτικὰς δὲ τῶν μελλόντων ῥηθήσεσθαι.

εἶτα μέλλων ἅπτεσθαι τοῦ δευτέρου μέρους προαναγινώσκει νόμον τὸν ἐπιτρέποντα αὐτῷ κατηγορεῖν τῶν ὑπεναντίων τοῖς πάλαι κειμένοις τιθεμένων νόμων. ἄρχεται δὲ καθαρῶς αὐτῆς τῆς τοῦ νόμου κατηγορίας ἐνθένδε· «ἵνα δὲ εἰδῆτε παρʼ οἵους νόμους οἷον οὗτος εἰσήνεγκεν, ἀναγνώσεται πρῶτον μὲν ὑμῖν τοῦτον τὸν νόμον», ἀπʼ αὐτῆς τῆς ἀναγνώσεως τοῦ Τιμοκράτους νόμου τῆς κατηγορίας ἀρχόμενος. ἐνδιέτριψε δὲ τῇ κατασκευῇ καὶ ταῖς ἀποδείξεσι τοῦ νόμου τοῦ κελεύοντος ἐξεῖναι κατηγορεῖν τῶν ὑπεναντίον εἰσφερόντων νόμον, ἐπειδὴ τεθάρρηκε τούτῳ τῷ μέρει καὶ προσποιεῖται λαμπρῶς ἰσχύειν· ἐμποιεῖ γὰρ διὰ τῆς διατριβῆς ταύτης τοῖς ἀκούουσιν ἔννοιαν, ὅτι οὐκ ἂν πλείονα λόγον ἐποιήσατο μὴ ἔχων ἰσχυρὰν τὴν ἀπόδειξιν τὸν Τιμοκράτους νόμον ὑπεναντίον τοῖς κειμένοις εἶναι· πολλὰ δʼ ἀνύειν αἱ τοιαῦται προκαταστάσεις δύνανται. κἂν γὰρ ἀσθενέστεραι τυγχάνωσιν αἱ ἀποδείξεις, οἰήσεται ὁ ἀκροατὴς διὰ τὴν οἰκείαν ἀσθένειαν μὴ συνεῖναι μόνον, ἐὰν ἐξηπατημένος ταῖς ἐπαγγελίαις τυγχάνῃ. ἔστιν οὖν πραγματικώτατον τοῦτο τὸ μέρος πολλὴν ἔχον δεινότητα· καὶ γὰρ καθολικώτερον αὐτὸ προήγαγεν· τοῦτο δέ ἐστι τοῦ μερικοῦ καὶ ἰδικοῦ πιθανώτερον. καὶ αὔξει διʼ αὐτοῦ τὰ ἐκ τῆς ὑπεναντιότητος τῶν νόμων ἀδικήματα, ἵνα τὸν ἀκροατὴν ταῖς ἐπαγγελίαις τῶν ἀποδειχθησομένων ἐκπλήξῃ καὶ ὑπαγάγηται τοὺς ἀκούοντας τοῖς ἐπαίνοις καὶ ταῖς τιμαῖς ταῖς παρὰ Σόλωνος.

περὶ αὐτοῦ δευτέρα ἔννοια τῆς κατηγορίας τοῦ νόμου.

ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι πληρώσας τὴν διήγησιν εἰσβάλλει ἐντεῦθεν ἐπὶ τὸ νόμιμον κεφάλαιον, καὶ τούτου πρῶτον ἐπὶ τὸ παράνομον· ἑξῆς δὲ αὐτοῦ τάττει τὸ ἐναντίον τοῖς νόμοις.

ἀρχὴ τοῦ κατὰ προσώπου νομίμου.

πρῶτον μὲν ἁπάντων χρόνος αʹ. περὶ χρόνου νομοθεσίας. βʹ. ἔκθεσις αὐτοῦ ἔμπροσθεν τῶν ἐπωνύμων. γʹ. ἔκθεσις αὐτοῦ τοῖς πᾶσιν ὥστε εἶναι κοινόν. δʹ. λύσις τῶν ἐναντίων νόμων.

ἀλλὰ προστάττει, πρῶτον μὲν ἐκθεῖναι τὰ περιστατικὰ θέλει ἐνταῦθα εἰπεῖν, τὸ πρόσωπον, τὸν τρόπον, τὸν τόπον, τὸν χρόνον. χρόνον «τὴν τρίτην ἐκκλησίαν»· πρόσωπον «τοὺς περὶ Ἀνδροτίωνα»· τόπον «πρόσθεν τῶν ἐπωνύμων»· τρόπον δὲ ὅτι «τοιῶσδε δεῖ ταῦτα ποιεῖν».

πρόσθε τῶν ἐπωνύμων ἐπώνυμοι, ἥρωες τῶν φυλῶν ἐπώνυμοι· Ἐρεχθεὺς Πανδίονος, Πανδίων Ἐριχθονίου, Ἀκάμας Θησέως, Αἴας Τελαμῶνος, Αἰγεὺς Αἰγικόρεω, Κέκροψ αὐτόχθων, Ἱπποθῶν Ποσειδῶνος καὶ ἑτέρας μιᾶς· δέκα γὰρ φυλαὶ ἦσαν.

ὡς παρὰ πάντας τοὺς νόμους ἐνομοθέτει τοῦ προσώπου αὕτη ἡ ἐξέτασις.

ἐπιχειροτονία ἐπιχειροτονία ἐστὶν ἡ διάσκεψις, ὅ τι δεῖ ποιεῖν περὶ τῶν νόμων. «ἐν τῇ πρώτῃ δὲ πρυτανείᾳ» ὅ ἐστιν ἐν τῷ πρώτῳ μηνί.

πρυτανείας πρυτανεία, χρόνος.

τῇ ἑνδεκάτῃ κατὰ μῆνα τρεῖς ἐκκλησίας ἐποιοῦντο βουλευόμενοι περὶ τῶν ἐν τῇ πόλει πραγμάτων, πλὴν εἰ μὴ ἄρα ἀνάγκη τις κατέλαβε πολέμου, ὥστε καὶ περὶ ἐκείνου ἄλλην ἐκκλησίαν ποιῆσαι πλέον τῶν ὡρισμένων. καὶ ἐγίνετο ἡ πρώτη ἑνδεκάτῃ τοῦ μηνός, ἡ δὲ δευτέρα περὶ τὴν εἰκάδα, ἡ δὲ τρίτη περὶ τὴν τριακοστήν.

ἐπιχειροτονίαν ψῆφον, βουλήν.

περὶ τῶν βουλευτικῶν περὶ τῆς βουλῆς τῶν πεντακοσίων, ὅτι «δεῖ λαμβάνειν αὐτὴν στέφανον, ἐὰν ποιήσηται τὰς τριήρεις». δεύτερον περὶ τῶν δημοσίων πραγμάτων.

ἐννέα ἄρχουσιν ἄρχοντες ἐννέα ἐλέγοντο οἱ ἓξ θεσμοθέται, οἵτινες εἰσῆγον τὰς τῶν παρανόμων γραφάς, εἶτα εἷς βασιλεὺς περὶ οὗ ἔγνωμεν ἐν τῷ κατʼ Ἀνδροτίωνος, τί ἦν αὐτῷ ἔργον, εἶτα ὁ πολέμαρχος, ὅστις ἐπεμελεῖτο τοῦ τρέφεσθαι ἐκ τοῦ δημοσίου τοὺς παῖδας τῶν ἀποθανόντων γενναίως ἐν τῷ πολέμῳ, εἶτα ὁ ἄρχων ὁ ἐνιαύσιος, ὅστις ἐπεμελεῖτο τῶν χηρῶν καὶ τῶν ὀρφανῶν καὶ ἄλλων τινῶν.

τοὺς πρυτάνεις τοὺς πεντήκοντα οὓς εἴπαμεν ἀεὶ προβαλλομένους ὑπὲρ τῆς ἰδίας φυλῆς καὶ πρυτανεύοντας τὸ μέρος αὐτῶν τοῦ ἐνιαυτοῦ.

ἀποχειροτονηθέντων ἀντὶ τοῦ «ἀποδοκιμασθέντων».

τοὺς δὲ προέδρους τοὺς δέκα τοὺς πρωτεύοντας τῶν πεντακοσίων. τὸ δὲ «οἳ ἂν τυγχάνωσιν» εἶπε διὰ τὸ ἄδηλον τοῦ κλήρου.

ἐν ταύτῃ τῇ ἐκκλησίᾳ ὅ ἐστιν ἐν τῇ τρίτῃ.

πρὸ τῆς τρίτης ἐκκλησίας λέγει.

χρηματίζειν ὅ ἐστιν ὑποβάλλειν· ἔγνωμεν γὰρ ὅτι οἱ μὲν πρυτάνεις συνῆγον τὴν ἐκκλησίαν, οἱ δὲ πρόεδροι ὑπέβαλλον περὶ τίνος συνῆλθον.

ἱερὰ ἀντὶ τὰ ἱερά, τὰς θυσίας.

τῶν ὀμωμοκότων ἡλιαστικὸν ὅρκον ἀντὶ τοῦ «τῶν ἤδη ὀμοσάντων τὸν ὅρκον τῶν Ἡλιαστῶν», ὡσανεὶ ἔλεγεν «ἵνα ὦσιν ἀπὸ δικαστῶν ἤδη γενομένων». ἰστέον δὲ ὡς ὅτι ἡ Ἡλιαία λέγεται αὐτὸς ὁ τόπος τοῦ μεγάλου δικαστηρίου καὶ τὸ ἄθροισμα αὐτὸ τῶν ἐκεῖσε δικαζόντων. Ἡλιαία δὲ ἐκλήθη ὁ τόπος παρὰ τὸ ἐκεῖσε ἁλίζεσθαι καὶ συναθροίζεσθαι τὸ πλῆθος τῶν δικαστῶν. τὸ γὰρ α εἰς η μεταβέβληται ὡς καὶ πολλαχοῦ. τινες λέγουσιν ἐκ τοῦ ὕπαιθρον εἶναι τὸν τόπον καὶ τὸν ἥλιον ἐκεῖ ἔνδον προσβάλλειν.

κατὰ τὰ γεγραμμένα κατὰ τοὺς νόμους ἤδη τοὺς κειμένους. τὸ δὲ «χιλίας δραχμάς», ἄξιον ζητῆσαι, διὰ τί οὕτως ἀνώμαλον ἔταξαν οἱ νόμοι τὴν ζημίαν κατά τε τῶν πρυτάνεων καὶ τῶν προέδρων. λέγομεν ὅτι βαρύτερόν ἐστιν ὅλως τὸ μὴ συνάξαι τὸν δῆμον εἰς ἐκκλησίαν τοῦ μὴ ὑποβάλλειν· διὸ ἐπὶ τῶν πρυτάνεων τῶν μὴ συναγόντων τὸ πλέον ἔταξαν.

ἔνδειξις κατηγορία.

εἰς λεύκωμα οἷον ὥσπερ ἐν πυξίῳ. τὸ δὲ «ἕως ἡ ἐκκλησία γένηται», ὅ ἐστιν ἡ τρίτη. τὸ δὲ «αἱρεῖσθαι»· κατὰ κοινοῦ τὸ κελεύειν, ὅ ἐστι χειροτονεῖν. τὸ δὲ «τοὺς συναπολογησομένους»· τοὺς μέλλοντας ἀγωνίζεσθαι ὑπὲρ τῶν μελλόντων λύεσθαι· εἰκὸς γὰρ ὅτι βελτίους ἦσαν τοῦ εἰσαγομένου καὶ χηρείᾳ τῶν λεγόντων ὑπὲρ αὐτῶν ἐνομίζοντο εἶναι φαῦλοι.

ἑκατομβαιῶνος οὗτος γὰρ ἦν ὁ πρῶτος μήν, ὅτε καὶ ἡ πρώτη πρυτανεία ἐγίνετο τῇ ἑνδεκάτῃ, ὅ ἐστι τῇ πρώτῃ ἐκκλησίᾳ· προευτρέπιζον γὰρ ἐκ τῆς πρώτης ἐκκλησίας τοὺς μέλλοντας ἀπολογεῖσθαι ὕστερον ὑπὲρ τῶν ἀποδοκιμαζομένων νόμων ἐν αὐτῇ τῇ πρώτῃ ἐκκλησίᾳ· καὶ μαθόντες ἐν ταύτῃ τῇ πρώτῃ, πόσοι ἀπεδοκιμάσθησαν νόμοι, πρὸς αὐτοὺς ἐχειροτόνουν καὶ τοὺς ἀπολογουμένους. πέντε δὲ ἄνδρας καθʼ ἕκαστον νόμον ἐχειροτόνουν.

Ἀπριλλίου.

εἰσοιστέος ἀντὶ τοῦ εἰσενεκτέος.

ἐν δὲ τῷ μεταξὺ λέγει τῆς πρώτης ἐκκλησίας καὶ τῆς τρίτης.

ἀφειμένης τῆς βουλῆς ἀντὶ τοῦ «ὅτε πάντες ἐν τῇ ἑορτῇ ἀφειμένοι ἦσαν καὶ οὐδεὶς συνήρχετο εἰς ἐκκλησίαν τῆς βουλῆς».

τὸ νικῆσαν ἐμφαντικῶς κατʼ εἰρωνείαν.

συνταξάμενοι ἀντὶ τοῦ «φρατριάσαντες καθʼ ὑμῶν».

καὶ οὐδὲν ἐκ ταὐτομάτου οἷον οὐχ ὡς ἔτυχεν, ἀλλὰ μετὰ πολλῆς κακουργίας.

λαβὲ τὸ ψήφισμα τὸ ψήφισμα λέγει, ὅπερ ἔγραψεν ὁ Ἐπικράτης, φίλος ὢν τοῦ Τιμοκράτους, λέγων «ἐπειδὴ ἐγγύς ἐστι τὰ Παναθήναια, συναχθῶμεν ἐπὶ τῷ σκέψασθαι περὶ αὐτῶν»· ὡς δὲ συνήχθησαν, τότε εἰσήγαγεν ὁ Τιμοκράτης τὸν νόμον, ἵνα μὴ γνωσθῇ τὸ πρᾶγμα. εἰ γὰρ καὶ τὰ δύο ἐποίησεν ὁ Τιμοκράτης, ὕποπτος ἂν ἐγίνετο. τὸ «λαβὲ» Ἀττικῶς ὀξύνεται.

ἐπὶ τῆς Πανδιονίδος δεῖ ὑποστίξαι εἰς τὸ «πρώτης», ἵνα τὸ «ἑνδεκάτῃ» καθʼ ἑαυτὸ νοήσωμεν, ἵνα ᾖ ὁ νοῦς οὗτος· «ἐπὶ τῆς Πανδιονίδος πρώτης πρυτανείας τῇ ἑνδεκάτῃ αὐτῆς», ὅ ἐστιν ἑνδεκάτῃ αὐτοῦ τοῦ μηνός. εἰ δὲ μή, οὐδὲ ἐνταῦθα καλῶς προσέθηκε τὴν φυλὴν Πανδιονίδα, ἐπειδὴ ἔτυχε τότε αὐτὴν κληρωθῆναι πρώτην πρυτανεῦσαι. ἀνωτέρω δὲ ἐπειδὴ τὴν ἐπιχειροτονίαν τῶν νόμων ἀνεγίνωσκεν, εἰκότως οὐχ ὥρισε ποίας πρυτανευούσης πρώτης, ἐπειδὴ ἄδηλον ἦν, ὡς εἴπαμεν, ποία κληροῦται ἀεὶ κατὰ τὸν πρῶτον μῆνα πρώτη πρυτανεῦσαι.

κατὰ πολλὴν ἡσυχίαν ὃ εἶπεν ἄνω «ἀφειμένης τῆς βουλῆς» ἐν τῇ πανηγύρει.

ἢ τὸν ἐν τοῖς νόμοις οἱ μὲν γὰρ νόμοι ἐκέλευον ἀναμεῖναι τὴν τρίτην ἐκκλησίαν· τὸ δὲ ψήφισμα τὸ Ἐπικράτους τῇ δωδεκάτῃ τοῦ μηνὸς ἐκέλευε ποιεῖν ἐκκλησίαν.

εἰδότα τοὺς νόμους ἵνα μὴ πάλιν καταφύγῃ εἰς ἄγνοιαν, ὡσανεὶ ἔλεγε πρὸς τὸ γινώσκειν αὐτὸν τοὺς νόμους.

αὐτὴν δὲ μὴ τετυχηκέναι αὐτὴν τὴν πόλιν. τὸ δὲ «ἀλλʼ ἐν αὐτῇ τῇ ἱερομηνίᾳ». ὅρα δὲ τὴν δριμύτητα τοῦ ῥήτορος, πῶς τὸ κατὰ τὸν χρόνον ἁπλοῦν ἔγκλημα δοκοῦν εἰς διπλοῦν περιέστησε, δεικνὺς ὅτι «οὐ μόνον παρέβη τὸν χρόνον τὸν ὡρισμένον, ἀλλὰ καὶ ἱερομηνίας οὔσης ἐνομοθέτησεν», ἵνα ἐξ ἀμφοτέρων ἀδικῶν Τιμοκράτης φαίνηται, καὶ ὑπὲρ ὧν οὐκ ἐποίησεν, ὅ ἐστι μὴ φυλάττων τὸν χρόνον τῆς τρίτης ἐκκλησίας, καὶ ὑπὲρ ὧν ἐποίησεν, ἐν Κρονίοις τολμήσας.

ἀνάγνωθί μοι λαβὼν τουτονὶ πρῶτον τὸν νόμον ἐζήτησαν «διὰ τί τὸν Τιμοκράτους νόμον οὐ πρῶτον ἀνέγνω, εἶτα τοὺς παλαιούς;» φαμὲν ὅτι φιλάνθρωπος δοκεῖ εἶναι, διὰ τοῦτο προαναγινώσκει τοὺς ἀρχαίους νόμους, ἵνα ὕστερον ἡ διαβολὴ χώραν ἔχῃ. ἐξετάσας δὲ τὸ κατὰ τὸ πρόσωπον νόμιμον καὶ τὸ κατὰ τὸν νόμον ἐξετάζει.

γράφεσθαι ἀντὶ τοῦ «κατηγορεῖσθαι».

τῶν δὲ νόμων τῶν κειμένων περὶ ἀντινομίας.

διαχειροτονίαν διάκρισιν ἐν πλήθει.

ἠκούσατε μὲν τοῦ νόμου περὶ θέσεως νόμου.

ὅρα ὅπως τὴν ἀτοπίαν τὴν ἐκ τῶν ἐναντιωμάτων προδιαβάλλει, καὶ τὸ κῦρος δὲ τῶν πραγμάτων καὶ τὴν ἅπασαν ἐξουσίαν ἄγων ἐπὶ τὸν δικάζοντα ἐμπίπλησιν αὐτὸν φρονήματος. καὶ ἔστιν ὥσπερ προκατασκευὴ σύμπασα τοῦ τόπου ἡ ἐργασία. εἶτα ὑπάγει τὸ κατὰ τὸν Τιμοκράτην τοῖς καθόλου εἰπὼν «ταῦτα πάντα Τιμοκράτης οὑτοσὶ καλῶς καὶ δικαίως κείμενα ἐξήλειψεν». εἶτα ἀθρόα τὰ ἐγκλήματα αὐτοῦ κατὰ ἀπαρίθμησιν καὶ ἄρνησιν εἰσήγαγε. χάριεν δὲ τὸ κατὰ ἀναίρεσιν σχῆμα τοῦ λόγου· «οὐ παραναγνούς, οὐ λύσας, οὐ δοὺς αἵρεσιν, οὐκ ἄλλο ποιήσας τῶν προσηκόντων οὐδέν».

πολλῶν δὲ καλῶν κειμένων νόμων δεῖ μὴ μόνον τιθέναι τὰ ῥήματα τῶν νόμων, ἀλλὰ καὶ ἐγκωμιάζειν πρὸς σύστασιν μείζονα.

μετʼ εὐσεβείας πρῶτον τὸ περὶ τῆς εὐορκίας τῶν δικαστῶν παρείληφεν, ἵνα οἰκεῖον ἀποφήνῃ τῶν δικαζόντων τὸν νόμον καὶ οὕτως ὡς περὶ οἰκείου πείσῃ συναγωνίζεσθαι· τοῖς γὰρ οἰκείοις ἅπαντες συμπράττειν πεφύκαμεν.

οὔτʼ ἀμφοτέροις εἰ γὰρ ψηφιζόμενοι τὸν νόμον ἐν τῷ ἑτέρῳ δοκεῖτε ἐπιορκεῖν μὴ κἀκείνῳ ψηφιζόμενοι, εἴ γε καὶ οἱ δύο νόμοι κύριοί εἰσιν.

ἡ γνῶσις συμβαίνει ἀντὶ τοῦ «ἡ κρίσις», ὅ ἐστι «συμβαίνει τὴν κρίσιν ὑμῶν παραβαίνειν τὸν ἕνα νόμον καὶ ταῦτα ὄντα κύριον».

ὃ κἀγὼ νυνὶ ὅρα πῶς ἀξιοπίστως εἰς μίαν τῶν φυλακῶν ἑαυτὸν ἔταξεν ὁ ῥήτωρ.

ἀπαλλάξῃ παραπείσῃ, μεταποιήσῃ.

διαφθείρας μεταποιήσας.

ἐφʼ ἑκάστην ἀπαντᾷ καλῶς εἶπε τὸ «ἀπαντᾷ» ὡς ἐπὶ ἐμποδίσματός τινος καὶ προβόλου. διὸ καὶ ἐμμένων τῇ τροπῇ ἐπήγαγε καὶ τὸ «βαδίζειν».

ὅσον ἦν ἐπὶ τούτῳ ἐπειδὴ κατὰ τὸ ἀληθὲς οὐκ ἠφάνισεν οὐδὲ ἐξήλειψε, προσέθηκε τὸ «ὅσον ἧκεν εἰς τοῦτον».

οὐ παραναγνοὺς οὐ παραθεὶς τὸν νόμον τὸν ἑαυτοῦ τοῖς ἄλλοις νόμοις οἷς ἔμελλεν ἐναντιοῦσθαι, ὅπερ ποιοῦσιν οἱ εἰσφέροντες καινὸν νόμον· διὸ καὶ ἐπάγει «οὐ λύσας».

τὸ κατʼ ἀναίρεσιν σχῆμα.

οὐ παραναγνούς, οὐ λύσας, οὐ δοὺς αἵρεσιν «οὐ παραναγνοὺς τοῦτον ἐκείνῳ, οὐ λύσας τὸν ἐναντίον, οὐ δοὺς αἵρεσιν, πότερον τοῦτον ἢ ἐκεῖνον βούλεσθε.» χάριεν δὲ τὸ κατὰ ἀναίρεσιν σχῆμα τοῦ λόγου «οὐ παραναγνούς, οὐ λύσας» καὶ ἑξῆς. ἔστι δὲ τὸ εἶδος τοῦτο τοῦ σφοδροτέρου καὶ ἐπιφορικωτέρου μᾶλλον. ἀθρόα δὲ τὰ ἐγκλήματα εἰσήγαγε, πυκνῇ χρησάμενος τῇ κατὰ ἄρνησιν ἀπαριθμήσει καὶ μακροτέρᾳ.

ὡς μὲν οὖν ἔνοχος τῇ γραφῇ ἐντεῦθεν πάλιν προοιμιάζεται σαφῶς περὶ αὐτοῦ τοῦ νομίμου, καθʼ ὃ μέρος ἀποδείξει τὸν νόμον ἐναντίον τοῖς πάλαι κειμένοις. ἀεὶ δὲ κατὰ μέσον τὸν λόγον αἱ προοιμιακαὶ ἔννοιαι συμπεράσματα μὲν περιέχουσι τῶν προειρημένων καὶ μνήμην, ἐπαγγελίαν δὲ τῶν ἑξῆς, ὥσπερ καὶ ἡ παροῦσα διάνοια φαίνεται, εὐκρίνειαν δὲ καὶ σαφήνειαν παρέχουσι τοῖς κεφαλαίοις.

ἵνα δὲ εἰδῆτε ἀπʼ αὐτῆς τῆς ἀναγνώσεως τοῦ Τιμοκράτους νόμου τῆς κατηγορίας ἀρχόμενος ἐνδιέτριψε τῇ κατασκευῇ καὶ ταῖς ἀποδείξεσι τοῦ νόμου τοῦ κελεύοντος ἐξεῖναι κατηγορεῖν τῶν ὑπεναντίον εἰσφερόντων νόμον, ἐπειδὴ τεθάρρηκε τούτῳ τῷ μέρει καὶ προσποιεῖται λαμπρῶς ἰσχύειν. ἐμποιεῖ γὰρ διὰ τῆς διατριβῆς ταύτης τοῖς ἀκούουσιν ἔννοιαν, ὅτι οὐκ ἂν πλείονα λόγον ἐποιήσατο μὴ ἔχων ἰσχυρὰν τὴν ἀπόδειξιν τὸν Τιμοκράτους νόμον ὑπεναντίον τοῖς κειμένοις εἶναι.

ἀρχὴ τῆς τοῦ νόμου κατηγορίας.

εἰδῆτε ὅταν ἐπὶ τοῦ «γινώσκειν» λαμβάνηται, καὶ διὰ τῆς διφθόγγου γράφεται ἡ πρώτη συλλαβὴ καὶ παροξύνεται· ὅταν δὲ ἐπὶ τοῦ «θεάσασθαι», διὰ τοῦ ι γράφεται καὶ προπαροξύνεται.

περὶ δὲ τῶν ὠνουμένων «ὠνουμένων» λέγει ἐνταῦθα, οὐκ «ἀγοραζόντων», ἀλλὰ «μισθουμένων»· οὐδεὶς γὰρ τὰ τέλη τὰ δημόσια ἠγόραζεν.

ἐγγυωμένων καὶ ἐκλεγόντων ἰστέον ὅτι ἐγγυητὰς παρεῖχον οἱ τελῶναι ἐξ ἀρχῆς, ἵνα ἕως τῆς ἐνάτης πρυτανείας εἰ μὴ καταβάλοιεν, τὰ διπλᾶ ἀνάγκην ἔχοιεν ἢ οὗτοι ἢ ἐκεῖνοι καταβάλλειν. καὶ γὰρ καὶ πάντες οἱ χρεωστοῦντες τοῦτο ἐποίουν· ὡς εὐθὺς ὅσοι ἐχρεώστουν τῇ πόλει, ἀνάγκην εἶχον δοῦναι ἐγγυητάς, ὅτι πρὸ τῆς ἐνάτης πρυτανείας καταβαλοῦσι, καὶ ἔμενον ἄτιμοι, ἕως οὗ κατέβαλον. εἰ δὲ παρεγένετο ἡ ἐνάτη πρυτανεία καὶ μὴ κατέβαλον, τότε καὶ ἐδεσμοῦντο καὶ τὰ διπλᾶ κατέβαλλον καὶ ἐγγυητὰς οὐκέτι ἐξῆν αὐτοῖς παρασχεῖν περὶ τῶν διπλῶν. ἅπερ νῦν βούλεται λῦσαι ὁ Τιμοκράτης, λέγων μὴ ἐγγυητὰς παρέχειν ἐξ ἀρχῆς, ἀλλʼ ἐν τῇ ἐνάτῃ πρυτανείᾳ, ἵνα ἐν αὐτῷ τῷ μηνὶ ὅλῳ δυνηθῶσι καταβαλεῖν καὶ μὴ τὰ διπλᾶ, ἀλλὰ ἁπλᾶ. ἐὰν δέ, φησι, μὴ καταβάλλωσι μηδὲ ἐν τῇ ἐνάτῃ πρυτανείᾳ, τότε δεσμεῖσθαι.

ἐκλεγόντων ἐπιτεταγμένων τινῶν ἀπαιτεῖν αὐτοὺς τοὺς τελώνας.

ἀκηκόατε μὲν τοῦ νόμου ἐντεῦθεν ἄρχεται τοῦ νομίμου, προθεὶς τὸν Τιμοκράτους νόμον πρὸς ὃν ἀγωνίζεται. οὐκ ἀθρόως δὲ προβάλλει πάντα τὸν νόμον — ταραχῶδες γὰρ τὸ τοιοῦτον καὶ ἄτακτον —, ἀλλὰ δύο λόγους ἐξετάζειν πειρᾶται. εἰ δὲ πλείους αἱ προτάσεις ἐν τοῖς δύο λόγοις, οὐδὲν θαυμαστόν· ἔχονται γὰρ ἀλλήλων. καὶ τὰς μὲν διανοίας ὁλοκλήρους ἔλαβε πρὸς ἃς ἀγωνίσασθαι βούλεται, κατὰ μέρος δὲ κινήσει τὰς προτάσεις. νυνὶ δὲ τέθεικε τοῦ Τιμοκράτους μέρη δύο, διότι καὶ πρὸς ταῦτα μόνα ἐν τῷ νομίμῳ κεφαλαίῳ διαγωνίσασθαι βούλεται. κινεῖ δὲ τοὺς ἅπαντας ἐν τῷ νομίμῳ νόμους ἐννέα, ὧν εἷς μέν ἐστιν ὁ κρινόμενος, ὀκτὼ δὲ οἱ ἐναντίως ἔχοντες. τῶν δὲ δύο μερῶν ἓν μέν ἐστι τὸ «καὶ εἴ τινι τῶν ὀφειλόντων δεσμοῦ προστετίμηται ἢ τὸ λοιπὸν προστιμηθῇ», δεύτερον δὲ τὸ περὶ τῶν τελωνῶν. ἀλλὰ τὸ μὲν κατὰ τοὺς τελώνας καὶ διὰ βραχέων ἐν τῷ κεφαλαίῳ ἐξετάζει καὶ πρὸς ὀλίγον, τὸ δὲ προστιμήσεως τοῦ δεσμοῦ διαιρεῖ κεφάλαιον εἰς προτάσεις πλείονας καὶ ὅτι παρανομώτατον καὶ ὑπεναντίον τοῖς νόμοις ἐλέγχειν πειράσεται.

ἐντεῦθεν ἄρχεται τοῦ νομίμου.

Διοκλῆς εἶπεν ὄνομα νομοθέτου τινός.

πρὸ Εὐκλείδου Εὐκλείδης ἄρχων ἐγένετο παρʼ Ἀθηναίοις μετʼ ὀλίγον χρόνον τῶν τριάκοντα. ἄξιον δέ ἐστι ζητῆσαι «διὰ τί εἶπε τοὺς πρὸ Εὐκλείδου νόμους καὶ τοὺς μετʼ αὐτὸν ἄρχειν δεῖν καὶ κυρίους εἶναι;» λέγομεν «ἐπειδήπερ, ὡς εἴπαμεν, μετʼ ὀλίγον χρόνον τῶν τριάκοντα οὗτος ἐγένετο»· μεταξὺ δὲ αὐτοῦ καὶ τῶν τριάκοντα, ἐν ἐκείνῳ τῷ ὀλίγῳ χρόνῳ δημοκρατία ἦν παρὰ Ἀθηναίοις καὶ μετʼ αὐτὸν πάλιν διόλου. διὰ τοῦτο οὖν εἶπε τοὺς πρὸ αὐτοῦ καὶ μετʼ αὐτόν.

καλῶς ἐχόντων παρέχεται νόμον σεσοφισμένως πρὸς τὴν πρώτην πρότασιν· ἡ δὲ πρώτη πρότασις «εἴ τινι τῶν ὀφειλόντων δεσμοῦ προστετίμηται». ὁ δὲ ἀνεγνωσμένος νόμος προστάττει τοὺς νόμους κυρίους εἶναι ἀφʼ ἧς ἂν ἡμέρας τεθῶσιν. οὐκοῦν καὶ ὁ Τιμοκράτους νόμος κύριός ἐστιν, ἀπὸ τῆς τήμερον ἡμέρας δηλονότι. εἰ δὲ μέμνηται ὁ Τιμοκράτους νόμος τῶν πρὸ ἑαυτοῦ δεδεμένων, μέμνηται καὶ ὁ νῦν ἀναγινωσκόμενος καὶ ὁ παρὰ Δημοσθένους νόμος· ἀμφότεροι γὰρ οἱ νόμοι τῶν πρὸ ἑαυτῶν μέμνηνται, ὁ μὲν τῶν πρὸ ἑαυτοῦ δεθέντων, ὁ δὲ τῶν πρὸ ἑαυτοῦ πάλαι γραφέντων νόμων.

πλὴν εἴ τῳ χρόνος προσγέγραπται τοῦτο μέμφονταί τινες, ὅτι τὸν Τιμοκράτους νόμον μεμφόμενος αὐτὸ τοῦτο νῦν ἀποδέχεται τοῦ παλαιοῦ νόμου. λέγομεν ὅτι «ἀλλʼ ἐπὶ τοῦ μέλλοντος εἶπεν ὁ Δημοσθένης, ὁ δὲ Τιμοκράτης καὶ περὶ τοῦ παρελθόντος». καὶ ἐπαινεῖ τὴν αἰτίαν ὁ ῥήτωρ, διʼ ἥν τινες χρόνον προσγράφουσι τοῖς ἰδίοις νόμοις, τὴν ἀνάγκην προσθείς.

ἐπὶ τούτοις ὅ ἐστιν «ἐπὶ τοῖς πράγμασι τούτοις τοῖς λέγουσι περὶ τοῦ νομοθετεῖν».

λέγε ἄλλον νόμον σοφιστικῶς εἰσῆκται καὶ οὗτος ὁ νόμος. πῶς γὰρ ἂν ἐναντίος ὁ Τιμοκράτους φαίνοιτο νόμος τοῦ νῦν ἀναγινωσκομένου νόμου; εἰ μὲν γὰρ ἐκέλευε μηδένα καταβάλλειν τῶν ὀφειλόντων μηδέν, ἐναντίος ἂν ἦν προδήλως τῷ νῦν ἀναγινωσκομένῳ νόμῳ· εἰ δὲ καταναγκάζει τοὺς ὀφείλοντας διʼ ἐγγυητῶν ἀποτίνειν τὰ ὀφλήματα, δῆλός ἐστι συνῳδὰ προστάττων τούτῳ τῷ νόμῳ. πλέον δέ τι ἔχει ὁ δεύτερος νόμος τοῦ προτέρου· ἐπὶ μὲν γὰρ τοῦ προτέρου περὶ τοῦ χρόνου διελέγετο, αἰτιώμενος τὸν Τιμοκράτην ὅτι περὶ τῶν παρεληλυθότων νομοθετεῖ, ὁ δὲ δεύτερος αἰτιᾶται ὅτι καὶ ἐγγυητὰς καθιστάναι κελεύει· ὥστε ἑκάτερον τῶν νόμων περὶ διαφόρων προτάσεων ἐξητάσθαι, τὸ μὲν περὶ τοῦ χρόνου, τὸ δὲ περὶ τῆς τῶν ἐγγυητῶν καταστάσεως.

ἐπιτίμους τὸ ἐναντίον τοῦ ἀτίμου, ὅ ἐστιν ὁ ἐπίτιμος. κατὰ κοινοῦ δὲ τὸ «κελεύει ὁ νόμος».

περὶ ἀφέσεως τοῦ ὀφλήματος ἢ τάξεως ἄλλο καλεῖ ἄφεσιν καὶ ἄλλο καλεῖ τάξιν, ἄφεσιν μὲν οἷον ὅταν τι ὁ χρεωστῶν … προφασίζηται πενίαν καὶ βούληται παρακαλέσαι τὸν δῆμον μὴ περὶ παντελοῦς ἀπαλλαγῆς τοῦ χρέους, ἀλλὰ περὶ μέρους, ἵνα μέρος μὲν καταβάλῃ, τὸ δὲ ἄλλο μέρος συγχωρηθῇ. τοῖς οὖν περὶ τούτων, φησί, παρακαλοῦσι μὴ ἐξεῖναι τοὺς προέδρους τούτοις χρηματίζειν ἐκκλησίαν ἤγουν ὑποβάλλειν τῷ δήμῳ. τὰ δύο γὰρ σημαίνει ἡ λέξις, καὶ τὸ πράττειν καὶ τὸ ὑποβάλλειν.

ἑξακισχιλίων οὐ λέγει «δικαστῶν», ἀλλὰ «ἐκ τοῦ δήμου τινῶν μιμουμένων δικαστάς». διὸ καὶ ἐπάγει τὸ οἰκεῖον τῶν δικαστῶν, τὸ «κρύβδην».

οὐ προτεθέντος οὐ συναχθείσης ἐκκλησίας ὑπὸ τῶν περὶ τὸν Τιμοκράτην.

ἐν παραβύστῳ ἀντὶ τοῦ «λάθρα», ἀπὸ τῆς μεταφορᾶς τῶν παραπληρωμάτων τῶν ἐμβαλλομένων ἐν ταῖς οἰκοδομίαις ἔνδον καὶ κρύφα τοῦ φαινομένου. βῦσαι τὸ στόμα τῶν ῥητόρων.

τοὺς χρόνους ἀναμείναντα τὴν τρίτην ἐκκλησίαν.

γνώμῃ διαμαρτὼν ὅ ἐστιν «ἐκ λήθης τοῦτο ποιεῖν καὶ ἐκ τοῦ ἐκκρουσθῆναι».

ἐμβαλεῖν ἐμφαντικὴ ἡ λέξις ὡς ἐπὶ λῃστοῦ τινος βουλομένου λάθρα ἐμβαλεῖν τι καὶ φυγεῖν. παρενέβαλεν οὖν καὶ ὁ Τιμοκράτης τὸν αὑτοῦ νόμον τὸν μὴ ὄντα νόμον τοῖς οὖσι κυρίοις.

ἀλλὰ γὰρ αὐτίκα ἐρῶ ὑπερτίθεται εἰς ὕστερον εἰπεῖν, εἴτε ἄκων εἴτε ἑκὼν τοῦτο ἐποίησεν. τοῦτο γὰρ ὕστερον τοῦ νομίμου ὀφείλει τάξαι· νῦν γὰρ περὶ τοῦ ὅλως εἰ ἔννομός ἐστιν αὐτοῦ ὁ νόμος πρόκειται αὐτῷ δεῖξαι.

τὸν ἑξῆς νόμον ἰστέον ὅτι οὗτος ὁ νόμος οὐκ ἔστιν ἄλλος παρὰ τὸν προειρημένον, ἀλλὰ μέρος αὐτοῦ. βουλόμενος δὲ ὁ ῥήτωρ δεῖξαι τὸν Τιμοκράτην ὥσπερ πολλοὺς παραβεβηκότα νόμους, μερίζει τὸν ἕνα εἰς δύο, ὥσπερ καὶ ἐν ἄλλοις.

σοφιστικὸν κἀνταῦθα πάλιν τὸ ἐπιχείρημα· ὁ μὲν γὰρ νόμος ὁ τοῦ Τιμοκράτους κελεύει τοὺς ὀφείλοντας ἐγγυητὰς καθιστάναι, ἕως ἂν ἐκτίσωσιν· οὑτοσὶ δὲ προστάττει μηδὲν ἱκετεύειν περὶ ἀφέσεως ἐγκλημάτων.

ἡ δὲ ἐργασία παρὰ τὴν διάνοιαν τοῦ νομοθέτου γέγονεν. ὅταν μὲν γὰρ ἀμφίβολος καὶ ἀσαφὴς ᾖ καθʼ ὁμωνυμίαν ἢ κατὰ τὸ ἐλλεῖπον ἢ κατὰ τὸ ἀπροσδιόριστον, τὸ τηνικαῦτα ἐξετάζει τὴν διάνοιαν τοῦ νόμου· ὅταν δὲ ὁ μὲν νόμος σαφὴς τυγχάνῃ, παράδοξος δὲ ἄλλως ἢ διὰ φιλανθρωπίαν οὐκ ἐν δέοντι δοκοῦσαν γίνεσθαι ἢ διʼ ὠμότητα ὑπερβάλλουσαν, τηνικαῦτα τεχνικῶς ἐξετάζει τὴν διάνοιαν τοῦ γεγραφότος· ὅπερ ἐνταῦθα Δημοσθένης ποιῶν φαίνεται. ἐπειδὴ γὰρ ἐδόκει παντελῶς ἀπάνθρωπον εἶναι τὸ μὴ ἐξεῖναι ἱκετεύειν, λέγει τὴν αἰτίαν διʼ ἣν ἀπεῖπεν.

ἔργον ἀντὶ τοῦ «δυσχερές».

ἔργον «δυσχερὲς» παρὰ τὸ τοὺς ἐν ἔργῳ ἀεὶ ὄντας μοχθεῖν.

ᾔδει τὴν φιλανθρωπίαν ἐπειδήπερ ἔχει ὁ νόμος μή τινα ἱκετεύειν, ἵνα μὴ ὁ νόμος δοκῇ εἶναι ἀπάνθρωπος, διὰ πλειόνων κατασκευάζει ὡς διὰ τὴν βλάβην ἀνεῖλε τὴν ἄκραν φιλανθρωπίαν.

ἀλλʼ ὅλως ἀπεῖπεν σημείωσαι, ἐπὶ καλῷ.

οἱ νόμοι μὲν καλῶς ἐπὶ μὲν τοῦ Τιμοκράτους ἐπίταγμα εἶπεν, ὅπερ ἦν τυράννου, ἐπὶ δὲ τῶν νόμων τὸ κουφότερον πρόσταγμα, ἵνα ἐκεῖνος ὡς τύραννος εἶναι δοκῇ, δίχα τινῶν ἰδιωτῶν, τοῦ μὲν κατηγοροῦντος, τοῦ δὲ φεύγοντος.

εἰ τοίνυν ἱκετεύειν δοκεῖ ἄτοπον εἶναι τὸ συναγόμενον· εἰ γὰρ ἅπαντες οἱ νόμοι προστάττουσιν, ὡς αὐτός φησι, πῶς ἄτοπον ἂν εἴη νόμον ἐπίταγμα ἔχοντα εἰσφέρειν; λύεται δὲ οὕτως. περὶ οὗ φησι μὴ ἐξεῖναι ἱκετεύειν, περὶ τούτου μηδὲ δεῖν νομοθετεῖν, εἴπερ οἱ νόμοι πρόσταγμα ἔχουσιν. οὐ τοίνυν αἰτιᾶται τὸν Τιμοκράτους νόμον ὡς ἔχοντα πρόσταγμα· πάντων γὰρ νόμων τὸ προστάττειν ἐστίν· ἀλλʼ ὅτι περὶ τούτων νενομοθέτηκε περὶ ὧν ἱκετεύειν οὐκ ἔξεστιν.

ὅσων δίκη δίκην καλεῖ τὴν περὶ ἐγκλημάτων, οἷον περὶ μοιχείας. εὔθυνα δὲ ἀπολογία ὧν τις δημοσίᾳ πιστευθεὶς διῴκησεν, οἷον πρεσβείαν ἢ ἱερωσύνην. περὶ δὲ τοῦ τόνου τῆς εὐθύνης ἤδη εἴπαμεν ὅτι προπαροξύνεται.

εἰ μὲν περὶ τῶν αὐτῶν ἔμελλε χρηματίζειν ὅ τε δῆμος ὧν ἐχρημάτισε καὶ τὸ δικαστήριον, ἄτοπον ἂν εἴη· εἰ δὲ τὸ μὲν δικαστήριον ἐχρημάτισε περὶ τοῦ πότερον ἠδίκησεν ὁ δεῖνα ἢ οὔ, ὁ δὲ δῆμος χρηματίζει περὶ ἐγγυητῶν τοῦ προστιμήματος, δῆλον ὅτι περὶ διαφόρων οἱ χρηματισμοὶ καὶ τὸ σόφισμα ὁ ῥήτωρ ἐκ τούτων εἴληφε.

ἐώντων ἀντὶ τοῦ «ἐάτωσαν». Ἀττικὴ δὲ ἡ φράσις.

ὁ δὲ ἔγραψε τοῖς προέδροις οἱ γὰρ πρόεδροι ἐν τῷ δήμῳ εἰσῆγον, οἱ δὲ ἄρχοντες οἱ θεσμοθέται ἐν τῷ δικαστηρίῳ.

τὰς δίκας καὶ τὰς διαίτας ἰστέον ὅτι ἐνταῦθα καταχρηστικῶς καλεῖ τὰς δίκας τὰς κριθείσας ἐν τῷ δικαστηρίῳ εἴτε δημοσίας εἴτε ἰδιωτικάς, διαίτας δὲ τὰς παρὰ τοῖς διαιτηταῖς πέρας λαβούσας.

πῶς οὐ βούλεται κυρίας εἶναι τὰς δίκας, ὅς γε εἴσπραξιν ἐπιτάττει τοῖς ὀφείλουσιν ἐκ δικαστηρίου; εἰ μὲν γὰρ τελέως τὸν δεσμὸν ἀφῃρεῖτο, δίκαια ἐγκαλεῖν ὁ Δημοσθένης ἔδοξεν ἄν· εἰ δὲ πρὸς μὲν χρόνον ἀνίησι, μετὰ ταῦτα δὲ δεῖσθαι προστάττει, δῆλός ἐστι σύμφωνα μᾶλλον ἢ ἐναντία νομοθετῶν.

ὁπόσα δʼ ἐπὶ τῶν τριάκοντα δοκεῖ οὗτος ὁ νόμος μέρος εἶναι τοῦ προκειμένου· εἰ γὰρ ὁ μὲν πρότερος ἔχει τὰς δίκας καὶ τὰς διαίτας ἐν δημοκρατουμένῃ τῇ πόλει κυρίας εἶναι, οὑτοσὶ δὲ περιέχει τὰ ἐπὶ τῶν τριάκοντα πραχθέντα πάντα ἄκυρα εἶναι, πῶς οὐ πρόδηλός ἐστι μέρος ὑπάρχων τοῦ προκειμένου; ὅμως δὲ ὡς ἕκτον αὐτὸν ἐξήτασε νόμον. λέγει δὲ ἐναντίον εἶναι τούτῳ τὸν Τιμοκράτους· ὁ μὲν γὰρ ἀναιρεῖ τὰ ἐπὶ τῶν τριάκοντα, φησίν, ὁ δὲ τὰ ἐπὶ τῆς δημοκρατίας. ἔστι δὲ καὶ τοῦτο σόφισμα. πῶς γὰρ φαίνεται ὁ Τιμοκράτους νόμος ἀναιρῶν τὰ ἐπὶ τῆς δημοκρατίας, ὅς γε καὶ βεβαιοῖ τὰ γνωσθέντα ὑπὸ τῶν δικαστηρίων;

ἐπίσχες πρὸς τὸν γραμματέα λέγει, οἷον ὅτι «ἐπίσχες τὴν ἀνάγνωσιν». οὔτε γὰρ χρεία ἐστὶ τὸν πάντα ἀναγνῶναι νόμον, ἀλλὰ τὰ συμβαλλόμενα αὐτοῦ πρὸς τὸν νῦν ἀγῶνα. εἰσὶ δὲ αὗται προσποιήσεις ῥητορικαί. καὶ γὰρ πολλάκις καὶ μηδὲν ἔτι ἔχοντος τοῦ νόμου προσποιεῖται κωλύειν τὸν γραμματέα, ἵνα δόξῃ χαρίζεσθαι τοῖς δικασταῖς, φεύγων τὸ μῆκος τοῦ λόγου.

πότερον τὰ δικαστήρια κατʼ ἐρώτησιν λαμβάνει ὧδε τὸ σχῆμα τὸ διλήμματον.

μηδένα νόμον ἕβδομος οὗτος νόμος. ἐκδέχεται δὲ ὁ ῥήτωρ τὴν διάνοιαν τοῦ νόμου πρὸς τὸ αὐτῷ συμφέρον. ὁ μὲν γὰρ νόμος βούλεται σημαίνειν διὰ τοῦ «κατὰ πάντων τῶν πολιτῶν» τὸ συμφέρον πάσῃ τῇ πόλει, ὁ δὲ ποσότητα ἀντὶ ποιότητος μεταλαμβάνει, τουτέστιν ἀριθμῷ κατὰ πάντων. ἐὰν τοῦτο ἀληθὲς ᾖ ὅ φησι Δημοσθένης, οὔτε νόμοι τεθήσονται ἰδίᾳ περὶ τῶν δεσμωτῶν οὔτε περὶ κλοπῆς ἢ ἱεροσυλίας ἤ τινος ἄλλου τῶν ἐγκλημάτων. ὁ δὲ Τιμοκράτης διὰ τοῦτο προσέθηκε «πλὴν περὶ τῶν τελωνῶν», ἐπειδὴ ἀναγκαῖόν ἐστι τοὺς τελώνας καταβάλλειν, διότι οὐκ ἴδια καταβάλλουσιν, ἀλλὰ λαβόντες δημόσια.

χεῖρον τὸ «χεῖρον» ἐνταῦθα οὐ λέγει κακόν, ἀλλὰ ἔλαττον.

πλὴν περὶ τῶν τελωνῶν ὁ μὲν Τιμοκράτης πάλιν καὶ ἐν τούτῳ καλῶς γράφων ἔλεγε περὶ τούτων μὴ ἐγγυητὰς εἶναι, ἀλλʼ εὐθὺς ἀπαιτεῖσθαι, ἐπειδὴ τέλη ἀπῄτουν καὶ ἅπερ ἐλάμβανον παρεῖχον, οἱ δὲ ἄλλοι οὐκέτι ὁμοίως. ὁ δὲ ῥήτωρ πάλιν ὡς κατήγορος σοφίζεται.

πλὴν ... τελωνῶν σοφίζεται διὰ τοῦ δεσμοῦ καὶ λέγει, «κακῶς τοὺς τελώνας ἐχώρισεν ὡς μεγάλα ἀδικοῦντας, καίτοι ἄλλους ἀφίησι τοῦ δεσμοῦ μείζονα πλημμελήσαντας». οὐχ οὕτω δὲ εἶχε. Τιμοκράτης γὰρ εἴρηκε τοὺς περὶ ὀφλημάτων δεδεμένους μετʼ ἐγγυητῶν λελύσθαι· ὁ δὲ σοφίζεται τῷ δεσμῷ καὶ τῇ ὁμωνυμίᾳ λέγων πάντας λύεσθαι τοὺς δεσμωθέντας ἁπλῶς. ἐπειδήπερ γὰρ τοὺς τελώνας ἀναγκαῖον ἦν καταβάλλειν ἢ δεδέσθαι τὸν ἐνιαυτὸν καθʼ ὃν ἐμισθώσαντο τὰ τέλη, διὰ τοῦτο προσέθηκε «πλὴν περὶ τῶν τελωνῶν». ἀναγκαῖον γάρ ἐστι τοὺς τελώνας καταβάλλειν, διότι οὐκ ἴδια καταβάλλουσιν, ἀλλὰ λαβόντες δημόσια, τοὺς δὲ ἐκ προστιμημάτων τυγχάνειν ἀνέσεως· ἔμελλον γὰρ καταβάλλειν οὐχ ἃ εἰλήφασιν, ἀλλʼ ἅπερ ἐκ τῶν ἰδίων ὤφειλον.

ἢ οἱ τοὺς γονέας κακοῦντες τοῦτο καὶ πρὸς αὐτὸν καὶ πρὸς Ἀνδροτίωνα λέγει, ὅτι «καθαρὰς μὲν ἔχω ἀεὶ τὰς χεῖρας»· κατασκευάζει δὲ τοῦτο καὶ διὰ τοῦ ἐναντίου. εἰ γὰρ κατατρέχει τῶν μὴ καθαρὰς ἐχόντων τὰς χεῖρας, δῆλός ἐστι παρεσκευασμένος καθαρὰς ἔχειν τὰς χεῖρας ἀεί, ὥστε μὴ εἶναι εἰκὸς τὸν οὕτως ἔχοντα γνώμης τὸν πατέρα κτεῖναι. πρὸς Ἀνδροτίωνα δὲ ὅτι «τὸν πατέρα ἐκάκωσε περιιδὼν αὐτὸν ἐν τῷ δεσμωτηρίῳ πολλὰς πενταετηρίδας».

ἢ οἱ μὴ καθαρὰς τὰς χεῖρας ἔχοντες οἷον οἱ φονεῖς.

ἢ ... ἔχοντες οἱ ἀνδροφόνοι οἷς οὐκ ἐξῆν εἰσιέναι εἰς τὰ ἱερά.

οἷς ἅπασιν σοφίζεται κἀνταῦθα. οὐ γὰρ τοὺς προδιδόντας κελεύει λύεσθαι ὁ Τιμοκράτους νόμος οὐδὲ τοὺς ἀνδροφόνους οὐδὲ τοὺς κακώσαντας τοὺς γονέας ἀλλὰ τοὺς ἐπʼ ὀφλήμασι δεδεμένους. τὸ δὲ σόφισμα διὰ τὴν ὁμωνυμίαν· ὁ γὰρ δεσμὸς κατὰ πάντων ἐστίν. οὐ μήν, ἐπειδήπερ λύει πρὸς χρόνον τοῖς ὀφείλουσι τοὺς δεσμούς, ἤδη καὶ πάντα δεσμώτην λύει.

ἐξωσθήσομαι ἀντὶ τοῦ «ἔξω τοῦ καιροῦ γενήσομαι» τοῦ ὕδατος καταναλωθέντος.

σιωπήσομαι ἀντὶ τοῦ «οὐκέτι μου ἐν τούτῳ χρεία ἐστὶ τοῦ κατηγόρου». ἔνθα γὰρ αὐτὸς ἑαυτοῦ Τιμοκράτης κατηγορεῖ καὶ τὴν ἐμὴν τάξιν ἀναπληροῖ.

εἰσαγγελίαν εἰσαγγελία· ἐμφανισμός, μήνυσις.

εἰσαγγελία ἐστὶν ὄνομα δίκης κατὰ τῶν καταλυόντων τὴν δημοκρατίαν καθʼ οἷον δήποτε τρόπον.

λέγε αὐτοῖς αὐτὸ τοῦτο πάλιν ἐπειδὴ αὐτό ἐστι τὸ ἰσχυρόν, πολλάκις αὐτὸ λέγει τὸ «δεδέσθω ἕως ἂν ἐκτίσῃ».

δοκοῦσιν ἐναντίοι πως ἀλλήλοις οἱ νόμοι. τάχα δὲ οὔκ εἰσιν ἐναντίοι· κελεύει μὲν γὰρ ὁ πρότερος δεδέσθαι ἕως ἂν ἐκτίσωσι, καὶ ὁ δεύτερος κελεύει ὁμοίως δεδέσθαι, ἀλλʼ ὁ μὲν διηνεκῶς δεδέσθαι κελεύει, ὁ δὲ δεδέσθαι μὲν καὶ αὐτὸς οὐδὲν ἧττον προστάττει, μέχρι δέ τινος διαπιστεύειν αὐτοὺς ἄνεσιν βούλεται.

δοκοῦσι μὲν οὖν ἐναντίοι πως ἀλλήλοις ὡς ἀληθῶς οἱ νόμοι. τάχα δὲ οὔκ εἰσιν ἐναντίοι τῷ σκοπουμένῳ τὰ πράγματα· κελεύει γὰρ ὁ πρότερος δεδέσθαι ἕως ἂν ἐκτίσωσι, κελεύει δὲ καὶ ὁ δεύτερος ὁμοίως δεδέσθαι, ὕστερον δὲ οὐκ ἀνίησι καὶ ἔστι παρηλλαγμένος, προσδιόρθωσιν ἐλαχίστην ἔχων τοῦ προτέρου. ὁ μὲν γὰρ διηνεκῶς δεδέσθαι κελεύει· ὁ δὲ δεδέσθαι μὲν καὶ αὐτὸς οὐδὲν ἧττον προστάττει, μέχρι δέ τινος χρόνου διʼ οὗ μνηστεύειν αὐτοῖς ἄνεσιν βούλεται, καὶ τοῦτον ὑπʼ ἐγγυηταῖς αὐτοῖς εἶναι τὸν χρόνον. ὥστε οὐκ ἂν εἴη ἐναντίος· ἐναντίον γὰρ τὸ ἀναιρετικὸν τοῦ ἑτέρου. εἰ δὲ οὐκ ἀναιρεῖ τὸν περὶ τῶν δεσμῶν πάλαι κείμενον νόμον, τῷ καὶ αὐτὸς προστάττειν δεσμὸν οὐκ ἂν εἴη ἐναντίος.

κατηγορεῖ Τιμοκράτης Τιμοκράτους ὡσανεὶ ἔλεγε «Τιμοκράτης Τιμοκράτους κατηγορεῖ ἀντιθεὶς τῷ νόμῳ τὸν νόμον»· καὶ περιττὸς ὁ κατήγορος.

καίτοι τίνος ἂν ὑμῖν ἀποσχέσθαι ἐντεῦθεν ἄρχεται τῶν ἐπιλογικῶν τοῦ νόμου· ἐλήφθησαν δὲ ἀπὸ γνώμης. ἐπειδὴ γὰρ μετὰ τὸν ἔλεγχον ἐζήτει μαθεῖν ὁ ἀκροατὴς τὴν αἰτίαν, διʼ ἣν προήχθη τοιοῦτον γράψαι νόμον, φοβηθεὶς μὴ ἐπὶ τὸ συμφέρον τρέψεται, συνῆψε τὸ αἰσχρὸν τὸ ἀπὸ τῆς μισθαρνίας, ἵνα τὸν ἀκροατὴν αὐτῷ δύσνουν κατασκευάσας παρασκευάσῃ μηδὲ τοὺς ὑπὲρ τοῦ συμφέροντος εὐνοϊκῶς δέξασθαι λόγους.

καίτοι ... ἀποσχέσθαι ἐντεῦθεν ἄρχεται τῶν ἐπιλογικῶν τοῦ νόμου· ἀγωνιστικώτερον δὲ προήχθησαν καὶ ἐλήφθησαν ἀπὸ γνώμης· ἔχουσι δὲ ἀναφορὰν πρὸς τὸ προοίμιον. καὶ γὰρ ἐν τῷ πρώτῳ προοιμίῳ φησὶν αὐτὸν διʼ ἀργύριον προαχθῆναι νομοθετῆσαι, καὶ ἐν τοῖς ἐπιλόγοις τούτοις διαβάλλει τὴν γνώμην ὁμοίως ὡς ἐπʼ ἀργυρίῳ γεγραφότος τὸν νόμον. τῶν δὲ τόπων τῶν ἐν τοῖς ἐπιλόγοις ὁ μὲν ἀπὸ τοῦ ἀκολούθου κατασκευάζεται, ὅτι «ἀκόλουθόν ἐστι τὸν τὰ τοιαῦτα νενομοθετηκότα καὶ πολλῷ τολμῆσαι δεινότερα». ὁ δὲ δεύτερος «ὥσπερ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι» ἀπὸ τοῦ ὁμοίου. ὅμοιον γάρ ἐστι τοὺς κακουργοῦντας ἐπʼ αὐτοφώρῳ λαβεῖν καὶ Τιμοκράτην ἐπʼ αὐτοφώρῳ γράφοντα αὑτῷ τἀναντία.

πρῶτος τόπος ἀπὸ τοῦ ἀκολούθου. ἀρχὴ τῶν ἐπιλόγων τοῦ νομίμου· ἀγωνιστικώτερον δὲ προήχθησαν καὶ ἐλήφθησαν ἀπὸ γνώμης.

ὅστις ἐναντία ὃ θέλει εἰπεῖν, τοιοῦτόν ἐστιν· «εἰ διὰ κέρδος» φησίν «ᾑρετίσατο ἐναντία ἑαυτῷ θεῖναι, τῶν νόμων κελευόντων μὴ δεῖν ἄλλοις ἐναντία γράφειν, τί ἂν προσεδοκᾶτε αὐτὸν ποιεῖν, εἰ μηδὲ ἐκωλύετο ὑπὸ τῶν νόμων τὰ ἐναντία γράφειν;»

τοῖς ἄλλοις ἀντὶ τοῦ «τοῖς ἤδη νομοθετήσασιν».

ὥσπερ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι ἀπὸ τοῦ ὁμοίου· ὅμοιον γάρ ἐστι τοὺς κακουργοῦντας ἐπʼ αὐτοφώρῳ λαβεῖν καὶ Τιμοκράτην ἐπʼ αὐτοφώρῳ γράφοντα αὑτῷ τἀναντία· προοιμιάζεται δὲ λοιπὸν περὶ τοῦ συμφέροντος ἐντεῦθεν.

δεύτερος τόπος ἀπὸ τοῦ ὁμοίου.

τοὺς ὁμολογοῦντας οὐ διὰ τῆς φωνῆς, ἀλλʼ ἐξ αὐτῶν τῶν πραγμάτων.

θάτερον ἕτερον τιθεὶς ἐναντίον τῷ προτέρῳ νόμῳ τῷ αὑτοῦ.

ὅτι μὲν τοίνυν καὶ παρὰ τούτους προοιμιάζεται λοιπὸν περὶ τοῦ δευτέρου κεφαλαίου, τουτέστι τοῦ συμφέροντος. ἐντεῦθεν παρὰ τοὺς προειρημένους λέγει τοὺς περὶ τοῦ προσώπου, παρὰ τούτους δὲ τοὺς νόμους τοὺς περὶ τοῦ πράγματος. ὅπερ δὲ λέγομεν πολλάκις δεῖν τὰς ἐν μέσοις τοῖς λόγοις εἰρημένας προοιμιακὰς ἐννοίας ποιεῖν συμπεράσματα καὶ προκαταρκτικὰς ἐννοίας, τοῦτο φυλάσσουσα καὶ ἡ παροῦσα φαίνεται τάξις. εἶτα ἐξαιρέσεσιν αἰτιῶν κέχρηται λέγων ὅτι «οὐ τολμήσει λέγειν ὡς οὐκ ἐναντίος, οὐδὲ ἄπειρος καὶ ἰδιώτης οὐδὲ συγγνώμης ἄξιος». ἄρχεται δὲ τῆς ἐξαιρέσεως «θαυμάζω δὲ αὐτοῦ». ἀεὶ δὲ αἱ ἐξαιρέσεις τοῦ νομίμου κεφαλαίου τυγχάνουσιν.

ὅτι ... τούτους τοὺς περὶ τοῦ πράγματος δηλονότι. εἶτα ἐξαιρέσεσιν αἰτιῶν κέχρηται λέγων ὅτι «οὐ τολμήσει λέγειν ὡς οὐκ ἐναντίος, οὐδὲ ἄπειρος καὶ ἰδιώτης οὐδέ τι συγγνώμης ἄξιος». πρέποι δʼ ἂν ἡ ἐξαίρεσις τῷ καταφορικῷ λόγῳ καὶ τῷ τόπῳ τῆς γνώμης καὶ τῆς βουλήσεως. ἄρχεται δὲ τῆς ἐξαιρέσεως ἀπὸ τοῦ «θαυμάζω δὲ αὐτοῦ». ἀεὶ δὲ αἱ ἐξαιρέσεις τοῦ νομίμου μόνου κεφαλαίου τυγχάνουσι. κέχρηται δὲ ταύταις, ἵνα ἀπαγάγῃ αὐτοὺς τῆς περὶ τὸ συμφέρον ἐννοίας. διόπερ αὔξων ἀπὸ τῆς πηλικότητος τὸ ἀδίκημα φησίν· «οὐκ ἦν ἄπειρος νόμων, οὐκ ἦν ἰδιώτης ὁ Τιμοκράτης», οὐχ ἱκανοῦ ὄντος αὐτῷ οὐδὲ τοῦ συμφέροντος πρὸς ἀπολογίαν τῷ τολμήσαντι ὑπεναντίον γράψαι τοῖς νόμοις, οὐδʼ εἰ μυρία κατείποι συμφέροντα.

καὶ παρὰ τούτους ἡ ἀνακεφαλαίωσις ἐν μέσῳ λαμβάνεται.

προοιμιάζεται περὶ τοῦ δευτέρου κεφαλαίου τοῦ συμφέροντος.

θαυμάζω δʼ αὐτοῦ ἐξαίρεσις αἰτιῶν.

οὐδὲ ὑπὲρ συγγενῶν χαριεντισμὸς πάλιν.

ἐπιτήδειον νόμον ὑμῖν οὐδὲ συμφέροντʼ ἐκ παραλλήλου τὸ αὐτό.

οἶμαι δὴ πάντας ὑμᾶς ἄρχεται μὲν τοῦ συμφέροντος ἐντεῦθεν, τίθησι δὲ τὰ ἐπιχειρήματα ἐξ ὧν τοὺς τόπους τοῦ συμφέροντος λήψεται. ἔστι δὲ τὰ ἀνωτάτω τρία· ἓν μὲν ὅτι «δεῖ τὸν νόμον εἶναι ἁπλοῦν καὶ μίαν ἔχειν διάνοιαν»· τοῦτο δέ ἐστιν ἀπὸ τοῦ ἀσαφοῦς. δεύτερον δὲ ὅτι «δεῖ τὸν νόμον δυνατὰς ἔχειν τὰς πράξεις»· τοῦτο δὲ τὸ δυνατὸν καὶ τὸ ῥᾴδιον ἅμα ἐστί. τρίτον δὲ ὅτι «δεῖ τὸν νόμον μηδενὶ τῶν ἀδικούντων διδόναι συγγνώμην»· τοῦτο δέ ἐστιν ἤδη τὸ δίκαιον, ὅπερ ἰδίᾳ εἰσάξει μετὰ τὸ συμφέρον, συντελοῦν δὲ τὴν κατασκευὴν τοῦ συμφέροντος.

διὰ τί οὖν τὸ προηγούμενον Τιμοκράτους, τοῦτʼ ἔστι τὸ δίκαιον, οὕτω συνέπλεξε, μᾶλλον δὲ προσέρριψε τῷ συμφέροντι; μάλιστα μὲν ἵνα κατασκευαστικὸν τὸ ἄδικον τοῦ ἀσυμφόρου γένηται, ὡς βούλεται Δημοσθένης· ἔπειθʼ ἵνα προειπὼν κλέψῃ τοῦ δικαίου τὴν εἴσοδον καὶ μὴ ἀναγκασθῇ τὰ ἰσχυρὰ τοῦ ἀντιδίκου ἐκ προσοχῆς εἰσάγων καὶ κατὰ τὸ ἀφανὲς παραστῆσαι αὐτὰ δὶς τοῖς ἀκούουσι· χρὴ γὰρ τὰ ἡμέτερα μὲν ἐκ τοῦ προφανοῦς, τὰ δὲ ἰσχυρὰ τῶν ἀντιδίκων κατὰ τὸ λεληθός· ἄτεχνον γὰρ ὑπὲρ ἐκείνων ποιεῖν ἃ ποιοῦντες ἐκεῖνοι λυποῦσι. ταῦτα μὲν οὖν περὶ τῶν ἐμπιπτόντων ἐν τῷ λόγῳ κεφαλαίων. περὶ δὲ τῆς διαιρέσεως ἤδη λεκτέον. τὸ μὲν οὖν πρότερον ἐπιχείρημα τοῦ συμφέροντος ἔχει μάχην πρὸς αὐτὴν τὴν ἀμφίβολον διάνοιαν τοῦ νόμου, ἔχει δὲ καὶ τὸ δυνατὸν καὶ δίκαιον μάχην πρὸς τὴν ἀντίθεσιν· ἡ γὰρ ἀντίθεσις «ἀλλὰ δεῖ φιλανθρώπους εἶναι τοὺς νόμους»· ἡ δὲ λύσις «εἰ δυνατὸν φιλανθρωπεύεσθαι καὶ συγχωροῦσιν αἱ τῆς πόλεως χρεῖαι». προείληφε μέντοι τῇ θέσει τὸ δυνατὸν τὴν ἀντίθεσιν· ἐπῆκται δὲ τῆς ἀνθυποφορᾶς τὸ δίκαιον, ὡς ὕστερον δείξομεν, «εἰ δίκαιον τοῖς μεγάλα τὴν πόλιν ἀδικοῦσι μεταδιδόναι φιλανθρωπίας».

οἶμαι ... ὑμᾶς ἐπειδὴ δὲ διαφόρως ἐξηγοῦνται τὸν νόμον αὐτός τε καὶ Τιμοκράτης καὶ δύναται φέρειν ὁ Τιμοκράτης πρὸς ἕκαστον τῶν προτεινομένων ὑπὸ τοῦ ῥήτορος, ἀπὸ τοῦ λείποντος λύων κατὰ τὸ ἑπόμενον ἐκ διανοίας περὶ τούτου διαλέγεται, λέγων μὴ μίαν εἶναι διάνοιαν τοῦ νόμου, ἀλλὰ πολλὰς καὶ διαφόρους καὶ τοῦτο εἶναι τῶν ἀσυμφόρων. λέγει δὲ ταῦτα αἰνιττόμενος ὅτι «πολλὰ μὲν ἐλλιπῶς εἴρηται», ἀντιθήσει δὲ πρὸς τὰ κατʼ ἔλλειψιν ὁ Τιμοκράτης λέγων ὅτι «ὡς ὁμολογούμενα παρῆκα προλαμβάνων», φησί, «διαφόρους εἶναι τὰς διανοίας, ὥστε ταύτῃ τυγχάνειν ἀσύμφορον». λείπεται δὲ τὸ σκοπεῖν, τίσι μὲν τεθάρρηκε κεφαλαίοις Δημοσθένης, τίσι δὲ Τιμοκράτης. οὐκοῦν δῆλόν ἐστιν ὅτι Δημοσθένης μὲν τῷ νομίμῳ καὶ τῷ συμφέροντι, Τιμοκράτης δὲ τῇ φιλανθρωπίᾳ, ἀνάγεται δὲ εἰς τὸ δίκαιον ἡ φιλανθρωπία. ὅταν μὲν ὁ Δημοσθένης θαρρῇ τοῖς νόμοις, ἀνάγκην ἕξει ἀποκρίνασθαι Τιμοκράτης ὅτι «ἀκόλουθα τοῖς νόμοις γέγραφα»· ἔστι γὰρ λέγων «οὐδὲ δήσω Ἀθηναίων οὐδένα». ὅταν δὲ τὸ συμφέρον προτείνῃ Δημοσθένης, πάλιν δεικνὺς οἷα ἡ πόλις βλαβήσεται, τότε ἐρεῖ ὁ Τιμοκράτης ἐξ ἀνάγκης ἀποκρινόμενος ὅτι «μᾶλλον τότε ἀποτίσουσιν· εὐπορήσουσι γὰρ καὶ καταναγκάσουσιν οἱ ἐγγυηταὶ καὶ συνευπορήσουσι», καὶ ἄνω δὲ καὶ κάτω θρυλήσει τὸ δίκαιον, ὅτι «φιλάνθρωπον ἔθηκα νόμον, εἰ περὶ τῶν ἀδυνάτων ἔθηκα, βοηθοῦντα τοῖς πένησιν». ἓν μέντοι γινώσκομεν τοῦ Τιμοκράτους νόμου, τὸ πρῶτον μέρος. παύσας δὲ τὴν ἀνάγνωσιν μάχεται πρὸς τὸ ῥητόν. ἔστι δὲ τὸ «καὶ εἴ τινι τῶν ὀφειλόντων δεσμοῦ προστετίμηται κατὰ νόμον ἢ κατὰ ψήφισμα ἢ τὸ λοιπὸν προστιμηθῇ». ὅτε μὲν οὖν ἐχρῆν ἀγωνίζεσθαι πρὸς τὸ νόμιμον, ἐκεῖ τὸν νόμον πρὸς τοὺς νόμους ἀντεξήτασεν· ὅτε δʼ ἔδει τὸν νόμον ἐξετασθῆναι εἰ συμφέρων ἐστί, τότε αὐτὸν ἐφʼ ἑαυτοῦ μόνον ἀναγινώσκει τὸν νόμον. οὕτως οὐ πᾶσα μάχη πρός τι ῥητὸν νόμιμον ποιεῖ ζήτημα, ὅπερ διωρίσατο Μητροφάνης καὶ Ἑρμογένης, εἴπερ κἀνθάδε μάχη μὲν πρὸς τὸ ῥητόν ἐστι, ὑπὲρ δὲ τοῦ συμφέροντος αἱ ἀποδείξεις. αἰτιᾶται τοίνυν τὸ καὶ περὶ τῶν παρεληλυθότων καὶ περὶ τῶν μελλόντων διειλέχθαι τὸν νομοθέτην σοφιζόμενος. ὁ μὲν γὰρ Τιμοκράτης παραχωρῶν τοῖς δικαστηρίοις κρίνειν περὶ τῶν ἀμφισβητημάτων καὶ καταγινώσκειν δεσμὸν ὕστερον περὶ τοῦ δεσμοῦ διαλέγεται, ὁ δὲ Δημοσθένης κυριώτερον αὐτὸν ἀξιοῦν λέγει τῶν δικαστηρίων γίγνεσθαι. ἐπειδὴ δὲ συμβαίνει δεθῆναι καὶ τοὺς μηδέπω κεκριμένους, ἀπαχθέντας δὲ πρὸς τοὺς ἕνδεκα ἢ διὰ προδοσίαν ἢ διʼ ἄλλο τι τῶν μεγίστων ἀδικημάτων, διὰ τοῦτο ἀπὸ τῆς ὁμωνυμίας τοῦ δεσμοῦ τὸ σόφισμα ἔλαβεν «ἀλλὰ λέξει ὁ Τιμοκράτης ἀφεῖσθαι τοῦ δεσμοῦ», δηλονότι τοὺς μετὰ κρίσιν δεθέντας· ὁ δὲ Δημοσθένης λαμβάνει τὸν πρὸ τῆς κρίσεως. ἵνα οὖν τὴν χώραν τοῦ σοφίσματος φαίνηται παρὰ τοῦ νόμου λαμβάνων, τοῦ νόμου τὴν ἀσάφειαν ᾐτιάσατο. καὶ ἔστιν ὁ τόπος τοῦ ἐπιχειρήματος ἐκ τῆς ἀσαφείας κατὰ τὸ ἀπροσδιόριστον ὅτι «οὐ δίκαια νενομοθέτηκε περὶ τῶν παρεληλυθότων καὶ τῶν μελλόντων». τούτῳ δὲ οὐκ ἂν ἠδυνήθη χρήσασθαι τῷ τόπῳ μὴ πρότερον αἰτιασάμενος τοῦ γράμματος τὴν ἀσάφειαν.

σημείωσαι, τοῦ θεολόγου.

ἁπλῶς τὸ «ἁπλῶς» ἀντὶ τοῦ «σαφῶς καὶ μὴ πανούργως».

ἔπειτα εἶναι δυνατὰς τὰς πράξεις περὶ νόμου.

εἰ γὰρ δημοτικόν τις αὕτη ἰσχυρὰ ἀντίθεσις τοῦ Τιμοκράτους. ἐπειδὴ οὖν ἰσχύει ἐν αὐτῇ, ὡς ἐν ἀντιπίπτοντος μέρει αὐτὸ λέγει ἐπὶ τὸ ἔλαττον ἄγων, ὅτι «τοῖς μέλλουσι κρίνεσθαι, ἀλλʼ οὐ τοῖς ἤδη κριθεῖσιν, ὁ νόμος ὁ παλαιὸς δίδωσι τὴν φιλανθρωπίαν». ἔπειτα δὲ καὶ μεταληπτικόν· καὶ γὰρ λέγει «οὐ πάντῃ ἀναιρῶ τὴν πραότητα». ἐπεὶ ἔδοξεν ἂν εἶναι τραχύς τις, ἔδει λέγειν οὕτως· «ἀλλʼ οὐχὶ ὡς σὺ λέγεις», ἀλλʼ ἡ μετάληψις αὕτη τὸ μὲν πρῶτον ἐκβάλλει, τὸ δὲ δεύτερον εἰσάγει. τῶν δὲ δύο νόμων ἐναντίων ὄντων δεῖ ἕνα πάντως εἶναι παράνομον καὶ δεῖ ἐκβάλλειν αὐτόν.

ἀπὸ τῆς πρώτης συλλαβῆς ὑπερβολικῶς εἴρηται. οὐ γὰρ εἶπε τὰ ῥήματα ἢ τὴν διάνοιαν μόνον, ἀλλὰ καὶ καθʼ ἑκάστην συλλαβήν.

ἐπὶ τῆς Πανδιονίδος πρώτης καὶ τὰ ἑξῆς εἶτα ἐπάγει· «ἐπίσχες· αὐτίκα γάρ». τὸ μὲν οὖν ἐπιχείρημα, ὅτι «ἀσύμφορος ὁ νόμος», ἡ δὲ αἰτία, ὅτι «ἀσαφής». οἱ δὲ εἰς τὸ ἐπιχείρημα τοῦτο «πῶς ἐστιν ἀσαφής» εἰσὶ τόποι δέκα, ὧν πρῶτός ἐστιν οὗτος· μάχεται δὲ πρὸς τὸ ῥητόν· ἔστι δὲ «καὶ εἴ τινι τῶν ὀφειλόντων δεσμοῦ προστετίμηται κατὰ νόμον ἢ κατὰ ψήφισμα». αἰτιᾶται τοίνυν τὸ καὶ περὶ τῶν παρεληλυθότων καὶ περὶ τῶν μελλόντων διειλέχθαι τὸν νομοθέτην, κἀνταῦθα σοφιζόμενος. ὁ μὲν γὰρ Τιμοκράτης παραχωρῶν τοῖς δικαστηρίοις κρίνειν περὶ τῶν ἀμφισβητημάτων καὶ καταγινώσκειν δεσμὸν ὕστερον περὶ τοῦ δεσμοῦ διαλέγεται, ὁ δὲ Δημοσθένης τὸν Τιμοκράτην κυριώτερον αὐτὸν ἀξιοῦν λέγει τῶν δικαστηρίων γίνεσθαι. ὁ δὲ τόπος ὁ περὶ τῶν ἀνομοίων· τὰ αὐτὰ γέγραφε κατὰ τὸ ἀπροσδιόριστον. δεῖ γὰρ ἕτερα περὶ ἑκατέρου· φησὶ γὰρ αὐτὸν χρῆναι νομοθετῆσαι περὶ τῶν μηδέπω κεκριμένων, ἀλλὰ μὴ περὶ τῶν τέλος εἰληφότων. τί γάρ φησι; «πῶς γὰρ οὐ δεινὸν τῶν αὐτῶν ἠξιωκέναι δικαίων τοὺς ἐξεληλεγμένους καὶ τοὺς μηδʼ εἰ κρίσεως ἐργάσονταί τι;» εἰ μὲν οὖν ἐνομοθέτει Τιμοκράτης ἐγγυητὰς διδόναι τοὺς μηδέπω μὲν κεκριμένους, ὡς ἐλεγχθέντας δέ, ὀρθῶς ὁ ῥήτωρ αἰτιάσεται· εἰ δὲ περὶ τῶν ἐξεληλεγμένων καὶ ἐξελεγχθησομένων, τί φαίνεται ἀδικῶν Τιμοκράτης; ἀλλʼ ἐπειδήπερ συμβαίνει δεθῆναι καὶ τοὺς μηδέπω κεκριμένους, ἀπαχθέντας δὲ πρὸς τοὺς ἕνδεκα ἢ διὰ προδοσίαν ἢ διʼ ἄλλο τι τῶν μεγίστων ἀδικημάτων, διὰ τοῦτο ἀπὸ τῆς ὁμωνυμίας τοῦ δεσμοῦ τὸ σόφισμα ἔλαβεν. ἔστιν οὖν ὁ τόπος τοῦ ἐπιχειρήματος ἐκ τῆς ἀσαφείας κατὰ τὸ ἀπροσδιόριστον ἀπὸ τοῦ τρόπου εἰλημμένος, ὅτι «οὐκ ἔδει τὰ αὐτὰ περὶ τῶν παρεληλυθότων καὶ τῶν μελλόντων νομοθετεῖν».

Μυρρινούσιος δεῖ ὑποστίξαι ἐν τῷ «Μυρρινούσιος», ἵνα τὸ «Τιμοκράτης εἶπεν» ἀπόλυτον καθʼ ἑαυτὸ λάβωμεν.

περὶ μὲν δὴ μελλόντων κατὰ συγχώρησιν δέδωκε τοῦτο τεχνικῶς, ἵνα διὰ τούτων δείξῃ τὸ περὶ τῶν παρελθόντων νομοθετεῖν ὡς ἄτοπον. τοῦτο καὶ ἐν τῷ κατʼ Ἀριστοκράτους πεποίηκε· συγχωρήσας γὰρ τῷ Χαριδήμῳ πολίτην εἶναι, ἐκ τούτου πλέον αὐτὸν ἔβλαψεν.

ὥσπερ ἂν εἴ τις ἐάσας τῇ εἰς ἄτοπον ἀπαγωγῇ καθʼ ὑπόθεσιν, ὅτι «ἀπέραντον ἔσται τὸ κακόν».

καὶ μὴν κἀκεῖθεν δεύτερος οὗτος τόπος ἐστὶ κατὰ ἀντεξέτασιν, ἐν ᾧ ἀντεξετάζει τὴν δημοκρατίαν πρὸς τὴν ὀλιγαρχίαν. καὶ ὁ μὲν πρότερος τόπος ἀποδεικτικός, ὁ δὲ δεύτερος παροξυντικός.

δεύτερος τόπος τοῦ πρώτου ἐπιχειρήματος κατὰ ἀντεξέτασιν, ἐν ᾧ ἀντεξετάζει τὴν δημοκρατίαν πρὸς τὴν ὀλιγαρχίαν· ἔστι δὲ παροξυντικός.

καὶ οὐ τοῦτο μόνον καὶ οὗτος ὁ τόπος ἀπὸ τοῦ τρόπου· ἀλλʼ οἱ μὲν δύο πρότεροι τόποι περὶ μίαν ῥῆσιν ἠσχόληνται τοῦ νόμου τὴν λέγουσαν «καὶ εἴ τινι δεσμοῦ προστετίμηται»· αἰτιᾶται γὰρ ἐν ἐκείνοις ὅτι περὶ τῶν παρεληλυθότων νομοθετεῖ· ὁ δὲ τρίτος, ὅτι περὶ τῶν μελλόντων. καὶ οὗτος δὲ ἀπὸ τρόπου συγκρουστικῶς· τί γάρ φησι; «ἐχρῆν νομοθετῆσαι μηδὲ δεσμοῦ προτιμᾶν, ἀλλʼ ἐγγυητὰς καθιστάναι»· ὁ δὲ συγκρούσας τοὺς δικαστὰς τοῖς ἑαλωκόσιν, αὐτὸς ἐνδείκνυται ὅτι τούτων ἐστὶν ἰσχυρότερος· οὓς γὰρ ἐκεῖνοι δέουσιν, οὗτος ἀφίησι.

τρίτος τόπος.

καίτοι χρῆν αὐτὸν σχῆμα «ἐχρῆν αὐτὸν νομοθετῆσαι μὴ προστιμᾶν δεσμοῦ τοῖς καθιστᾶσιν ἐγγυητάς, καὶ μὴ μετὰ τὴν προστίμησιν καὶ κατάγνωσιν τῶν δικαστῶν τηνικαῦτα κελεῦσαι διὰ τοῦ νόμου ποιεῖν τὴν διεγγύησιν μετὰ τὸν δεσμόν».

εἰ τὸ δεδέσθαι δεινὸν ἐπειδὴ οὐδὲν ἐδόκει ἄτοπον καταστήσαντι ἐγγυητὰς τοῦ δεσμοῦ ἀφεῖσθαι, ἐπάγει τι συγκρουστικόν, βουλόμενος αὐτὸν συγκροῦσαι τῷ δήμῳ. τὸ δὲ «μηδενὶ προστιμᾶν» ἐχρῆν αὐτόν, φησί, γράφειν μηδὲ ὅλως τινὰ δεσμεῖσθαι, ἐὰν παράσχῃ ἐγγυητάς.

μὴ προλαβόντα κατὰ κοινοῦ πάλιν τὸ «ἐχρῆν». τὴν δὲ πρόθεσιν δεῖ ὑπερβιβάσαι πρὸς τὸ «κατεγνωκότας», ἵνα ᾖ οὕτως· «οὐδὲ ἐχρῆν αὐτὸν λαβόντα ἡμᾶς ἤδη προκατεγνωκότας τινὸς τὸν δεσμὸν τότε λέγειν ὡς δεῖ καταστῆναι ἐγγυητάς».

καὶ τὰς τῶν ὀμωμοκότων οὐκ εἶπε «δικαστάς»· ἰσχυρότερος γὰρ ὁ δῆμος τῶν δικαζόντων. ἀλλʼ ἵνα μὴ φαίνηται ἐρωτῶν, εἰ δεῖ τὸν δῆμον ἰσχυρότερον εἶναι τῶν νόμων, οἵπερ εἰσὶν οἱ δικάζοντες, τῷ ἀπὸ τῆς ποιότητος μᾶλλον ἐχρήσατο. ὀμωμοκότας γὰρ εἶπε τοὺς δικαστάς, ἀνωμότους δὲ τὸν δῆμον, ἵνα καὶ τὸ ἄλογον Τιμοκράτους ὀφθῇ. δικασταὶ μὲν γὰρ καὶ ἐψηφίσαντο ὀμόσαντες τὸν δεσμόν, ὁ δὲ διὰ τοῦ δήμου τῇ ἐγγυήσει λύει τὸν δεσμόν.

καὶ ... ὀμωμοκότων οὐκ εἶπε «δικαστὰς καὶ δῆμον»· ἰσχυρότερον γὰρ ὁ δῆμος τῶν δικαζόντων. ἀλλʼ ἵνα μὴ φαίνηται τὸν δῆμον ποιῶν ἀσθενέστερον τῶν δικαζόντων, ὅπερ ἄτοπον, τοὺς ὀμωμοκότας ἀντεξήτασε τοῖς ἀνωμότοις· ἐνταῦθα γὰρ τὸ ἄτοπον· οἱ μὲν γὰρ ὀμωμοκότες εἰσὶν οἱ δικασταί, ὁ δὲ δῆμός ἐστιν ἀνώμοτος.

«τοῖς ἀνωμότοις» δὲ λέγει τοῖς νῦν δικασταῖς. καὶ διὰ τί αὐτοὺς καλεῖ ἀνωμότους; καθὸ εἰσιόντες οἱ δικασταὶ περὶ ἐκείνου τοῦ πράγματος ὤμνυσαν, περὶ οὗ ἡ κρίσις ἦν, οὐ μέντοι περὶ τῶν ἤδη κριθέντων. τοῦτο οὖν θέλει εἰπεῖν, ὅτι «παρακελεύεται ὑμᾶς λῦσαι τὰ πρώην γενόμενα, περὶ ὧν οὔτε εἰσήλθετε οὔτε γινώσκετε, ἄλλων ὀμοσάντων περὶ ἐκείνων δικαστῶν».

ὥστʼ εἴπερ ὑμῶν ἄλλος τόπος ἀπὸ τῆς ἑκάστου διαθέσεως, ἧς ἕκαστος ἡμῶν ἔχει περὶ ἑαυτοῦ. ἕκαστος γὰρ βούλεται τὴν οἰκείαν γνώμην κυρίαν εἶναι. ὁ δὲ τόπος οὗτος παροξυντικός, τοῦ πρὸ αὐτοῦ ὄντος συγκρουστικοῦ κατὰ ἀντεξέτασιν.

οὐ τοίνυν ἀπέχρησεν καὶ οὗτος δὲ ἀπὸ τοῦ ἐλλείποντος· κέχρηται δὲ τούτῳ τῷ τρόπῳ εἰς τὰ προειρημένα μέρη τούτου τοῦ νόμου ἑτέρως. ἐκεῖνοι μὲν γὰρ ἦσαν πρὸς τὰ γεγραμμένα, οὗτος δὲ ἀπὸ τῶν παρειμένων καὶ ἐλλειπόντων περὶ τὸ αὐτὸ μέρος τοῦ νόμου· ὅθεν καὶ τὴν προειρημένην ῥῆσιν ἅπασαν ἥνωσεν ἐξ ἀρχῆς πάλιν λαβών. τί γάρ φησιν; «ἐνθυμεῖσθε ἀπὸ τοῦ δικαστηρίου καὶ τῆς καταγνώσεως οἷ διεπήδησεν.» οὐκοῦν τὸ κατʼ ἔλλειψιν αἰτιᾶται τοῦ νόμου. ἔδει γὰρ τὸν ἡττηθέντα παραδοθῆναι τοῖς ἕνδεκα, ἕως ἂν ἐγγυητῶν εὐπορήσῃ. ἀλλʼ ἐπειδὴ ἠδύνατο πρὸς τοῦτο λέγειν ὁ Τιμοκράτης ὅτι «ὡς ὁμολογούμενον τοῦτο παρῆκα», διὰ τοῦτο προλαβὼν διέβαλε τοῦ νόμου τὴν ἀσάφειαν εἰπὼν ὅτι «τοῖς μὲν ἔξεστι ταυτί, τοῖς δὲ ταυτὶ περὶ αὐτοῦ γινώσκειν».

πέμπτος ἀπὸ τοῦ ἐλλείποντος.

ἀλλʼ οὐδὲ ἃ δίκαια ὡρίσατο Δημοσθενικῆς βίας τὸ νόημα, τὸ περιτρέπειν τοῦ ἀντιδίκου τὸ ἰσχυρὸν εἰς τοὐναντίον. ὁ γὰρ Τιμοκράτης ὡς φιλάνθρωπον εἰσάγων τὸν νόμον εἶπε τὴν ἄφεσιν τοῦ δεσμοῦ, «εἰ καταστήσειεν ἐγγυητάς»· ὁ δὲ ῥήτωρ βιαίως ἀνατρέπει τοῦτο λέγων ὅτι «τῇ ἀληθείᾳ οὐδὲ ἐγγυητὰς βούλεται παρασχεθῆναι, ἀλλὰ ἀπατῆσαι ὑμᾶς».

τοῖς ἕνδεκα «ἕνδεκα» λέγει ἀντὶ τῶν δεσμοφυλάκων. ἐξέκλεψεν οὖν, φησί, τὸν δεσμὸν τῷ μὴ δεδέσθαι παρὰ τοῖς ἕνδεκα καὶ φυλάττεσθαι, ἕως ἂν ἐγγυητὰς παράσχῃ ἐν τῷ δήμῳ, ἵνα ἐν τοσούτῳ δυνηθῇ φυγεῖν.

μετὰ ταῦτα καθιστάναι τοὺς ἐγγυητὰς ἐκ μεταλήψεως οὗτος ὁ τόπος. μετέλαβε γὰρ ὄνομα ἀντὶ ὀνόματος· «δέον γὰρ αὐτόν» φησίν «εἰπεῖν τὸ τίμημα καὶ τὸ γινόμενον, ὁ δὲ τὸ ἀργύριον ὃ ὦφλε» φησίν «εἶπε.» καὶ τοῦτο ἀναφέροιτο ἂν ἐπὶ τὴν αὐτὴν ἀσάφειαν.

ἕκτος τόπος ἀπὸ μεταλήψεως. ἀντὶ γὰρ τιμήματος ἀργύριον ὃ ὦφλεν εἶπεν, ὄνομα ἀντὶ ὀνόματος μεταλαβών. «ἦ μὴν ἐκτίσειν τὸ ἀργύριον ὃ ὦφλεν.»

ἐνταυθοῖ ὅτι «ἐνταῦθα» καὶ «ἐνταυθοῖ» λέγεται, οὐ μὴν «ἐνταυθί».

ἀντὶ μὲν τοῦ τιμήματος τίμημα καλεῖ αὐτὸ τὸ προστιμηθὲν αὐτῷ ἐκ τοῦ χρόνου τῆς ἐνάτης πρυτανείας, ὥστε καταβαλεῖν διπλᾶ, ἀργύριον δὲ αὐτὸ τὸ κεφάλαιον καὶ τὸ ἀρχαῖον.

τὸ γεγραμμένον αὐτὸ τὸ ἀρχαῖον.

μετὰ ταῦτα τοίνυν ἕβδομος οὗτος τόπος ἐστίν. ὅτι δὲ ἐφʼ ἕτερον μέρος μεταβαίνει τοῦ νόμου δῆλον. τὸ μὲν γὰρ ἐν τῇ τῶν ῥημάτων μεταθέσει εἴη ἂν τοῦ προεξητασμένου· τὸ δὲ κατὰ τοὺς προέδρους καὶ τὴν ἐπιχειροτονίαν αὐτῶν εἴη ἂν τοῦ ἑβδόμου. στρέφεται δὲ περὶ μίαν λέξιν, διότι εἶπεν ὁ Τιμοκράτης καθιστάναι τοὺς ἐγγυητὰς ὅταν βούληται. ἴσως δὲ δύναται τὸ «ὅταν βούληται ἕκαστος» τῷ ἀπαλλαγῆναι τῶν δεινῶν.

ἕβδομος τόπος ἐφʼ ἕτερον μέρος μεταβαίνων τοῦ νόμου. καὶ οὗτος δὲ ἐπὶ τὴν ἀσάφειαν ἀναφέρεται.

φαύλους ἀνθρώπους εὐτελεῖς κατὰ τὴν τύχην.

οὓς ἀντὶ τοῦ «οὕστινας ἐγγυητάς».

ἐὰν ἀποχειροτονήσητε ἀντὶ τοῦ «ἀποδοκιμάσητε καὶ μὴ δέξησθε αὐτοὺς» ἢ «μὴ ὄντας ἱκανοὺς εἰς τὸ ἐγγυήσασθαι ἀπαλλάξητε».

τῷ δὲ καταστήσαντι ὄγδοος τόπος οὗτος ἐστί. πάλιν ἐνταῦθα ἐπέμεινεν ἐπὶ τοῦ κακουργήματος. ἔστι δὲ οὗτος ὁμοίως ἀπὸ τῆς αὐτῆς μεταλήψεως, ὅτι ὄνομα ἀντʼ ὀνομάτων ἔγραψεν.

ὄγδοος τόπος ἀπὸ ταύτης μεταλήψεως.

ἐὰν δὲ μὴ καταβάλῃ ἀποτείνεται μὲν ἀπὸ τούτου πρὸς τὴν μέλλουσαν ἀντίθεσιν. τοῦ γὰρ Τιμοκράτους μέλλοντος προβάλλεσθαι τὴν φιλανθρωπίαν καὶ τὸ ἀδείας τινὸς τυγχάνειν τοὺς ὀφείλοντας, αὐτὸς προαναιρεῖ τοῦτο, ἀντιθεὶς τὸ νενομοθετῆσθαι δεσμὸν παρὰ τοῦ αὐτοῦ περὶ τῶν αὐτῶν. ἀλλʼ ἐπειδὴ τοῦτο δοκεῖ τὴν ὑποψίαν ἀναιρεῖν τὴν κατὰ Τιμοκράτους κελεύοντος δεῖσθαι τοὺς ὀφείλοντας ἐὰν μὴ ἐκτίσωσιν, οὕτως δῆλός ἐστιν οὐ χαριζόμενος τοῖς ὀφείλουσιν. ἔνατον εἴληφε τόπον ἀπὸ τοῦ περιουσίας τόπου· τὸν γὰρ μὴ δεθέντα τὴν ἀρχὴν μηδὲ ὄντα ἐν δεσμοῖς τίς, φησίν, ἐγγυήσεται; καὶ ἔστι μὲν ὁ τόπος ἀπὸ μάχης, ὅτι «ἐναντία νενομοθέτηκεν οἷς προβάλλεται ἐκ τοῦ περιουσίας, εἰ ὅλως μὴ ὑπόκειται ὁ δεθησόμενος». δέδωκε δὲ αὐτῷ τὴν ἀφορμὴν τοῦ σοφίσματος ὁ μικρῷ πρόσθεν ἐξητασμένος τόπος ἀπὸ τῆς ἐλλείψεως. ἔχων οὖν ἀπὸ τούτου τοῦ τόπου τὸ «μὴ εἰρῆσθαι δεῖν αὐτὸν δεδέσθαι», εἰκότως ὡς μὴ κατὰ ὑποκειμένου δείκνυσι τηνάλλως γεγραφότα τὸν Τιμοκράτην ῥήματα· διαλέγεται γὰρ περὶ δεσμοῦ οὐχ ὑποκειμένων τῶν δεθησομένων.

ἔνατος τόπος ἐκ περιουσίας.

οὐ γὰρ ὅλως πειρᾶται λῦσαι αὐτοῦ τὴν δόξαν ἣν ἔχειν νομίζεται παρὰ τοῖς πολίταις ὡς φιλάνθρωπον εἰσάγων νόμον. ἔστι δὲ ὥσπερ λύσις ἀντιπίπτοντος. ἵνα μή τις εἴπῃ «ἰδοὺ οὖν, καὶ αὐτὸς κελεύει εἶναι δεσμόν», ἐπάγει ὅτι «τῷ ὀνόματι μόνον καταλιμπάνει ὑμῖν τὴν τιμωρίαν τοῦ δεσμοῦ, τῷ λέγειν ὡς δεῖ δεσμεῖσθαι, τῇ δὲ ἀληθείᾳ καὶ τῷ ἔργῳ ἀφαιρεῖται παρέχων καιρὸν φυγῆς τοῖς μὴ βουλομένοις καταβαλεῖν, ὡς εἶπεν ἄνω· “ἀλλʼ ὁ τὸν καιρὸν ἐκκλέψας”.» κατὰ κοινοῦ δὲ τὸ «ᾤετο δεῖν».

καὶ παρʼ ἀκόντων ἀντὶ τοῦ «καὶ ἡμῶν μὴ βουλομένων ἔδωκεν ἄφεσιν τοῦ δεσμοῦ».

ὃ δὲ πολλῶν ὄντων δέκατος οὗτος τόπος ἐστὶν εἰς τὸ ἐπιχείρημα τῆς ἀσαφείας. ἔστι δὲ ἀπὸ τοῦ ἐλλείποντος καὶ οὗτος. ἐλλείπει γὰρ τῷ νόμῳ τὸ μὴ διειλέχθαι περὶ τῶν μὴ καθιστάντων τοὺς ἐγγυητάς. σεσόφισται δὲ καὶ οὗτος. εἰ γὰρ μὴ καταστήσει τοὺς ἐγγυητάς, δηλονότι μένει δεδεμένος. ὁ δὲ τὸ κατὰ ἔλλειψιν λαβὼν πρὸς τὸ ἑαυτοῦ συμφέρον κατεσκεύασεν ἀποδεικνὺς ὅτι «οὐ δεθήσεται τὴν ἀρχὴν οὐδείς· οὐκοῦν οὐδὲ καταστήσει τοὺς ἐγγυητάς»· εἶθʼ ὃ παραλέλειπτο ἐν τοῖς ἔμπροσθεν ἀπὸ τῶν προέδρων, τοῦτο ἐνταῦθα ἐξήτασεν, ὅτι «τοῖς μὲν προέδροις ἀνάγκην ἐπέθηκεν εἰσαγαγεῖν τοὺς ἐγγυητὰς εἰς τὸν δῆμον, τοῖς δὲ ὀφείλουσιν οὐδεμίαν ἀνάγκην προσάγει».

δέκατος τόπος.

τοῦ δὲ μὴ καταστήσαντος οὐκ ἔνι δήπουθεν πῶς γὰρ ὁ μὴ καταστήσας ἐγγυητὰς μέλλει ἔχειν ἐγγυητάς; οὐκοῦν, φησί, κατὰ τοῦ μὴ καταστήσαντος ἐγγυητὰς οὐδὲν ἔγραψε.

καθίζουσιν τὸ «καθίζουσιν» ἀντὶ τοῦ «καθίστανται».

καίτοι πῶς ἂν ἀσυμφορώτερος ἐντεῦθεν ὁ ἐπίλογος ἄρχεται. ἐπιλογίζεται δὲ ἀνακεφαλαιούμενος τῶν ῥηθέντων ἐπιχειρημάτων τὴν δύναμιν.

συμπεραίνει τὸ συμφέρον κεφάλαιον. δεύτερον δὲ ὥσπερ ἀνακεφαλαιοῦται τὰ εἰρημένα. εἰ δέ τις ζητήσοι «διὰ τί ἐν μέσῳ τῷ λόγῳ ἀνακεφαλαίωσιν ἔταξεν;» — ἴδιον γάρ ἐστι τῶν ἐπιλόγων τὸ ἀνακεφαλαιοῦσθαι — λέγομεν ὅτι «αὕτη λέγεται ἀνακεφαλαίωσις μερικὴ ἑνὸς ἑκάστου κεφαλαίου, οὐ τελέως αὐτοῦ τοῦ λόγου καὶ τῶν ἀγώνων».

καίτοι ... ἀσυμφορώτερος πληρώσας τοὺς δέκα τόπους ἐπιλογίζεται τὸ πρῶτον ἐπιχείρημα. ἐπιλογίζεται δὲ ἀνακεφαλαιούμενος τῶν δέκα τόπων τὴν δύναμιν.

ὅτι τοίνυν ὅλην συγχεῖ ἔτι τοῦ συμφέροντός εἰσιν οἱ λόγοι.

ὅτι ... συγχεῖ πληρώσας τὸν ἐπίλογον μεταβαίνει πάλιν ἐπʼ ἄλλην ἐξέτασιν τοῦ συμφέροντος, ἐντεῦθεν ἀποδεικνὺς ἀδύνατον τὸ προστεταγμένον ὑπὸ τοῦ νόμου. οὐ μὴν ἀγνοητέον ὅτι τὸ δυνατὸν ἐπὶ τὸ συμφέρον ἔχει τὴν ἀναφοράν. ὁπόσοις δὲ κέχρηται τόποις ἐπὶ τοῦ κατὰ τὸ δυνατὸν ἐπιχειρήματος πάλιν, ἐπισκεψόμεθα. ἔστι τοίνυν ὁ πρῶτος τόπος ἀπὸ τρόπου κατὰ τὸ ἔνδοξον «τίνι τρόπῳ καὶ τίνι κανόνι τῆς πολιτείας χρώμενοι τὰ πολλὰ καὶ καλὰ καὶ μεγάλα κατεργάζονται τρόπαια καὶ κατὰ γῆν στρατεύονται καὶ κατὰ θάλατταν ναυμαχοῦσι». τῷ γράφειν ψηφίσματα, φησί, νόμους περὶ εἰσφορῶν, περὶ τριηραρχιῶν, τῷ τοὺς μὴ πειθομένους τοῖς νόμοις μηδὲ τοῖς ψηφίσμασι κολάζεσθαι πληρουμένων τῶν δικαστηρίων καὶ δεσμὸν καταγινωσκόντων τῶν ἀκοσμούντων. εἰ δὲ οὗτος τῶν δεσμῶν ἀνίησιν, ἀνατρέπει τὸν τρόπον τῆς πολιτείας. ἀνατρέπων δὲ τὸν τρόπον καὶ τοὺς κανόνας διαφθείρει τὴν δόξαν τῆς πόλεως.

ἐπίλογος τοῦ πρώτου ἐπιχειρήματος, ἀνακεφαλαιούμενος τῶν δέκα τόπων τὴν δύναμιν. πληρώσας δὲ τὸν ἐπίλογον μεταβαίνει ἐπʼ ἄλλην ἐξέτασιν τοῦ συμφέροντος. οὐκ ἀγνοητέον δὲ ὅτι τοῦτο τὸ δεύτερον ἐπιχείρημα τοῦ δυνατοῦ ἐπὶ τὸ συμφέρον ἔχει τὴν ἀναφοράν. τρία γάρ ἐστι τὰ ἐπιχειρήματα, ἓν μὲν τὸ τῆς ἀσαφείας, δεύτερον τὸ τοῦ δυνατοῦ, τρίτον τὸ τοῦ δικαίου, διʼ ὧν τὸ συμφέρον.

δεύτερον ἐπιχείρημα τὸ κατὰ τὸ δυνατόν.

φιλοτιμίας τὴν δόξαν λέγει.

ἴστε γὰρ δήπου πρῶτος τόπος τοῦ δευτέρου ἐπιχειρήματος κατὰ τὸ ἔνδοξον.

ἀλλὰ μὴ τὸ προσῆκον ποιῇ παραχρῆμα καταβάλλων τὰ χρήματα.

ἐροῦμεν νὴ Δία τοῖς Ἕλλησιν ἡ χάρις μετὰ θυμοῦ μεμιγμένη. τοιοῦτος γάρ ἐστιν ὁ ῥήτωρ. διαλύει τὰς ἐξ ἀπάτης διαβολὰς καὶ διαφυγὰς τῷ μὴ δυνήσεσθαί τι ποιῆσαι τῶν δεόντων. ἐνάτην δὲ πρυτανείαν τὸν ἔνατον μῆνα λέγει.

ἔτι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι τόπος δεύτερος οὗτος τοῦ δυνατοῦ ἀπὸ τῆς χρείας περὶ τὰ ἱερὰ καὶ τὰ δημόσια. ἀναφέροιτο δʼ ἂν ἐπὶ τὸ ἀναγκαῖον, ὅτι «ἀνάγκη δεσμεύειν τοὺς ὀφείλοντας ἱερὰ καὶ ὅσια χρήματα, ἵνα θύηται τὰ ἱερὰ καὶ μεταλαμβάνωσιν οἱ δικάζοντες καὶ ἐκκλησιάζοντες καὶ βουλεύοντες τῶν τεταγμένων μισθῶν ὑπὸ τῶν νόμων». καὶ ἔστιν ὁ μὲν πρότερος τόπος τοῦ ἐνδόξου, εἶτα ἀπὸ τοῦ ἀναγκαίου.

δεύτερος τόπος ἀπὸ τῆς χρείας τῆς περὶ τὰ ἱερά. ἀναφέροιτο δʼ ἂν ἐπὶ τὸ ἀναγκαῖον.

οὐ γὰρ ὄντων ἱκανῶν τῶν ἐκ τῶν τελῶν χρημάτων τῇ διοικήσει «τῇ διοικήσει» μὲν οὖν λέγει τῇ δαπάνῃ καὶ τοῖς ἀναλώμασι. «προσκαταβλήματα» δέ, τοῦτʼ ἔστι τὰ ὀφείλοντα προσκαταβληθῆναι εἰς ἀναπλήρωσιν τῶν ἀναλωμάτων· ἀπὸ μὲν γὰρ τῶν τελῶν τῶν ἀπὸ τῶν λιμένων καὶ τῆς ἀγορᾶς ἀνηλίσκετο εἰς τὰ ἱερὰ καὶ εἰς τὸ δικαστικὸν καὶ εἰς τὸ βουλευτικὸν καὶ ἱππέας καὶ τὰ τοιαῦτα. ἐπεὶ δὲ οὐκ ἐπήρκει ταῦτα τὰ χρήματα, πολλάκις προσετίθετο καὶ ἔξωθεν ἕτερα παρά τινων ὀφειλόντων ἃ ἐκάλουν προσκαταβλήματα.

οὐ ... διοικήσει κυρίως μὲν τέλη ἐπὶ τῶν λιμένων λέγεται, καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν προσόδων τῆς χώρας.

τὰ προσκαταβλήματα οἷον αὐτὰ τὰ προστιμήματα τοῖς χρεωστοῦσι καὶ μὴ βουλομένοις καταβάλλειν.

μέχρι τῆς ἐνάτης πρυτανείας ἕως γὰρ τῆς ἐνάτης πρυτανείας, ὡς ἤδη ἔγνωμεν, κατέβαλλον τὰ διπλᾶ. διὸ καὶ προσκαταβλήματα λέγεται διὰ τὸ καταβάλλειν.

ὀκτὼ ἀντὶ τοῦ πρυτανείας.

οὐ δικάσει τὰ δικαστήρια οὐ μόνον οἱ δικασταὶ ἐλάμβανον μισθόν, ἀλλὰ καὶ ἡ βουλὴ καὶ ὁ δῆμος, ἐξ ὧν ἐπιφέρει «ἀλλὰ ἀμισθὶ ταῦτα ποιήσομεν».

ἀλλὰ νὴ Δίʼ ἀμισθὶ οὐκ ἔστι τοῦτο ἀντίθεσις, ἀλλὰ νόημα ἐν ἀντιθέσεως σχήματι κείμενον, ἵνα χλευαστικῶς διαλεχθῇ πρὸς τὸν Τιμοκράτην, ἵνα παροξύνῃ τοὺς ἀκούοντας εἰ μέλλοιεν δικάζειν ἄμισθοι.

ἀλλὰ ... ἀμισθὶ ἀντιπῖπτον «ἀλλά, εἰ καὶ μὴ χρήματα ἔσται, τὰ δικαστήρια ποιήσομεν καὶ χωρὶς μισθοῦ». ἔστι δὲ οὐ τῇ φύσει ἀντιπῖπτον· οὐ γὰρ ἄν τις εἴποι καθʼ ἑαυτῶν τῶν δικαστῶν, ἀλλʼ ὡς τοῦ Τιμοκράτους τοῦτο ἀπαιτοῦντος· καὶ ἔστι συγκριτικόν· τῷ γὰρ «νὴ Δία» πανταχοῦ ὁ ῥήτωρ ἐπὶ διασυρμῷ χρῆται, οἷον «ἀλλὰ νὴ Δία τὰ πατρῷα καὶ παππῷα».

χρῆν γὰρ τοῦτό γέ σε οὐκ ἔστιν ἕτερος τόπος οὗτος, ἀλλὰ τοῦ αὐτοῦ κατασκευαστικὸς ἀπὸ τρόπου. «τί δʼ ἂν ἔδει σε προσθεῖναι τῷ σαυτοῦ νόμῳ, Τιμόκρατες; τὰς ἀπαιτήσεις πάσας κατὰ τοὺς ὑπάρχοντας περὶ ἑκάστου γίνεσθαι νόμους, καὶ εἰ γέγραπται ἔν τινι ψηφίσματι ἢ νόμῳ εἶναί τινα εἴσπραξιν κατὰ τῶν δεινῶν, ταύτην εἶναι κυρίαν, καθὼς ὀφείλει εἶναι κυρία.» λέγει δὲ ταῦτα διὰ τὸ γραφῆναι ἐν τῷ ψηφίσματι Εὐκτήμονος γενέσθαι μὲν διαδικασίαν τοῖς πρέσβεσι πρὸς τοὺς τριηράρχους, τοὺς δὲ ἡττηθέντας, εἴ τις μὴ ἀποδιδοίη, εἰσπράττεσθαι κατὰ τοὺς νόμους τοὺς τελωνικούς.

νῦν δὲ κύκλῳ φεύγων ἀντὶ τοῦ «πανταχόθεν».

τοὺς τελωνικοὺς ἐπειδὴ δεσμὸν ἠπείλει ὁ τῶν τελωνικῶν νόμος.

ἱππέας καὶ γὰρ καὶ οἱ ἱππεῖς μισθὸν ἐλάμβανον καὶ ἐν εἰρήνῃ ὑπὲρ τοῦ τρέφειν τοὺς ἵππους.

οὐ τοίνυν μόνον τὰ δικαστήρια πόρρωθεν ἤδη λύων τὴν ἀντίθεσιν ταῦτα εἴρηκεν. «εἰ γάρ φησι Τιμοκράτης φιλάνθρωπον εἶναι τὸν νόμον, σκοπείτω ὅτι φιλάνθρωπον τοῖς ἀστρατεύτοις, τοῖς πατραλοίαις, τοῖς κακούργοις ἐποίησε, βλαβερὸν δὲ τοῖς ἱεροῖς, τῷ δήμῳ, ταῖς ἐκκλησίαις.» ἔστι δὲ οὗτος ὁ τόπος ἀπὸ τοῦ ἀδόξου ἤτοι ἀπὸ τοῦ αἰσχροῦ· ὡς γὰρ βούλει λέγε.

τρίτος τόπος ἀθροίζων τὰ προειρημένα καὶ συνάπτων τὰ μέλλοντα. ἔστι δὲ ὁ τόπος ἀπὸ τοῦ ἀδόξου.

ἀλλὰ καὶ τοῖς ἀδικοῦσι οὐχ ὅτι ὑπὲρ τούτων τέθεικεν, ἀλλʼ ἀπὸ τοῦ δεσμοῦ καὶ τοῦ καταδικάζεσθαι πολλάκις χρήματα τούτους ἠδυνήθη σοφίσασθαι. διὸ καὶ ἐπάγει τοῦτο, ἐπειδὴ σοφισμοῦ πλῆρες ἐδόκει εἶναι τὸ ῥῆμα.

λεγόντων γὰρ τῶν νόμων σημείωσαι, περὶ κλοπῆς.

λεγόντων ... νόμων σφάλλει ὡς τοῦ νομίμου εἶναι· οὐκ ἔστι δέ, ἀλλὰ λέγει ὅτι «Σόλων τὸ καὶ τὸ λέγει ὡς τὸ συμφέρον βλέπων, ὁ δὲ οὐ μιμεῖται αὐτόν, ἀλλʼ ἀσυμφόρως γέγραφε τὸν νόμον». ἀπολογίαν δὲ ποιεῖται καὶ ὑπὲρ αὐτοῦ τοῦ Διοδώρου, ὅτι, διʼ ὧν βούλεται ἰσχυροὺς εἶναι τοὺς κατὰ πατραλοιῶν νόμους, δῆλός ἐστι παρεσκευασμένος τοὺς γονέας τιμᾶν· ὥστε μάτην αὐτὸν σεσυκοφαντῆσθαι ὑπὸ Ἀνδροτίωνος ὡς τὸν πατέρα ἀνῃρηκότα.

καὶ γὰρ εἰ φορτικώτερον σημείωσαι, ὁμολογία τοῦ τολμήματος.

ἵνα ἐν Ἅιδου τοῖς ἀσεβέσι οἷον τοῖς περὶ τὸν Τάνταλον καὶ τὸν Τιτυὸν καὶ τὸν Ἰξίονα. ἐπειδὴ οὖν ᾔσθετο ὡς ὅτι τὰ τοιαῦτα τολμηρὰ ποιητικῆς μᾶλλόν ἐστιν, ἀλλʼ οὐ ῥητορικῆς, ὥσπερ συγγνώμην ᾔτησεν εἰπὼν «καὶ γὰρ εἰ φορτικώτερον», ὅ ἐστιν «ἀνόητον», ὥς φησιν Ἀθανάσιος.

ἵνα ... ἀσεβέσι ὀφείλει, φησί, μάλιστα διὰ τοῦτο ἀποθανεῖν, ἵνα ἐκεῖ θεὶς τοῦτον τὸν νόμον τοὺς κακούργους τιμωρίας λύσῃ, ἡμᾶς δὲ ἐάτω ζῆν ὡς πολιτευόμεθα. ἐπειδὴ δὲ φορτικὸν δοκεῖ λέγειν τὸ ἐν Ἅιδου κολάζεσθαί τινας, διὰ τοῦτο «ἐκόλασεν» εἰπών, εἰ δοκεῖ εἶναι φορτικόν, ἔξω τοῦ πολιτικοῦ καὶ οἱονεὶ ποιητικὸν δοκεῖ πως.

ποδοκάκκῃ βασανιστήριόν τί ἐστιν ὄργανον, εἰς ὃ στρεβλοῦταί τις δεσμούμενος τοὺς πόδας καὶ τὰς χεῖρας. τοῦτο καλεῖται καὶ ποδοστράβη.

περὶ τοῦ τιμήματος ὅ ἐστι «περὶ τῆς τιμωρίας».

ἐὰν δʼ ἁλῷ εἴποι ἄν τις «πῶς λέγει “ἐὰν ἁλῷ”, καίτοι προειπὼν ὅτι “εἰσαγόντων αὐτὸν εἰς τὴν Ἡλιαίαν”, πῶς δὲ ἐδύναντο αὐτὸν εἰσαγαγεῖν, μὴ κατασχεθέντος αὐτοῦ;» λέγομεν ὅτι τὸ «ἐὰν ἁλῷ» ἐνταῦθα λέγει οὐκ «ἂν κατασχεθῇ», ἀλλʼ «ἐὰν ἁλῷ διὰ τῆς κρίσεως ποιήσας ἐφʼ ᾧπερ συνελήφθη». τὸ δὲ «παθεῖν ἢ ἀποτῖσαι» ἀντὶ τοῦ «παθεῖν εἰς τὸ σῶμα, ἀποτῖσαι δὲ χρήματα».

ὅμοιός γε, ὦ ἄνδρες Ἀθηναῖοι, Σόλων ὁ νομοθέτης τοῦ αὐτοῦ τόπου τοῦ ἀδόξου καὶ τοῦτο κατὰ ἀντεξέτασιν ἐκ διαφορᾶς Τιμοκράτους καὶ Σόλωνος. ἄχρι μὲν οὖν τούτων ἐπλήρωσε τῶν δύο ἐπιχειρημάτων τοὺς τόπους, τοῦ τε ἀσαφοῦς καὶ τοῦ ἀδυνάτου.

ὅμοιός ... νομοθέτης κατὰ ἀντεξέτασιν ἐκ διαφορᾶς Τιμοκράτους καὶ Σόλωνος, ἵνα ἐκ τῆς δόξης τοῦ προσώπου δείξῃ αὐτὸν πλέον παρανομώτατον. ἀντίθεσιν δὲ οὐδεμίαν ἐνταῦθα πρὸς τὸ συμφέρον ἔθηκεν· οὐ γὰρ ἐλυσιτέλει αὐτῷ παραθραῦσαι τοῦ οἰκείου κεφαλαίου τὴν ἰσχύν. ὅταν δὲ ἐκ τῆς ποιότητος τοῦ Τιμοκράτους λογίζηται, τότε κινήσει τὴν ἀντίθεσιν λέγων ὡς «ἄτοπον ἔγραψας, ὅπως μηδεὶς Ἀθηναίων δεθήσεται καὶ αὐτὸς πείσεταί τι κακόν».

βελτίους ποιεῖ οὐκ εἶπε «κολάζει», καίτοι ἐν τοῖς προειρημένοις περὶ κολάσεως διεξερχόμενος, ἀλλὰ «βελτίους ποιεῖ», σωφρονισμὸν εἰπὼν τὴν κόλασιν· ὥστε τὴν Τιμοκράτους δοκοῦσαν φιλανθρωπίαν βλαβερὰν εἶναι, τὴν δὲ Σόλωνος τιμωρίαν οὐ κόλασιν, ἀλλʼ ὠφέλειαν.

τὰ μὲν ἄλλα ἐῶ τὸ σχῆμα ἀποκοπή.

οἳ καὶ ζῶντας ἀναγκάζουσι περὶ παίδων.

βούλομαι τοίνυν ἀνακεφαλαίωσις πάλιν τελείως τῶν δύο κεφαλαίων, τοῦ τε νομίμου καὶ τοῦ συμφέροντος.

εἰ δέ τις ζητήσει «τίνος ἕνεκα τὸ δίκαιον παρέλιπεν;» ἐροῦμεν «οὐ παρῆκεν, ἀλλʼ ἐπειδὴ πάνυ ἦν ἰσχυρόν, φανερῶς μὲν αὐτὸ οὐ τίθησι, κατασπείρει δὲ αὐτὸ πανταχοῦ».

βούλομαι τοίνυν ἐπιλογίζεται πρῶτον ἐξ ἀνακεφαλαιώσεως καὶ ἀναμνήσεως τῶν προειρημένων κατὰ ἀπαρίθμησιν, πρῶτον καὶ δεύτερον καὶ τρίτον λέγων. ἐν δὲ τούτοις διεῖλε τὸ περὶ τὸ πρόσωπον νόμιμον καὶ τὸ περὶ τὸ πρᾶγμα, τοῦ δὲ συμφέροντος τὰ δύο ἐπιχειρήματα καὶ τοὺς τόπους εἰπεῖν παρῃτήσατο. εἶτα μετὰ τὴν ἀνακεφαλαίωσιν ἄλλο εἶδος συγγνώμης ὑφείλετο. «ἐπιβουλεύων γὰρ» φησί «καὶ οὐ γνώμης διαμαρτάνων ἔγραψεν.» ἐπὶ τούτοις τίθησι λοιπὸν τὴν ἀπὸ τοῦ δικαίου ἀντίθεσιν, προδήλως μὲν οὐ τιθείς· οὐδὲ γὰρ γυμνῶς ἂν συνέφερε· πόθεν οὖν ἡ ἀρχὴ τῆς ἀντιθέσεως; «θαυμάζω δʼ, ὦ ἄνδρες δικασταί, τῆς ἀναιδείας αὐτοῦ». θαύμασον δὲ τὴν μεταχείρισιν, ὅτι πρὸ τῆς θέσεως ἡ λύσις καὶ συμπέπλεκται τῇ ἀντιθέσει τὸ ἐναντίωμα. τί γάρ φησιν; «ὁ μετὰ Ἀνδροτίωνος ἀπανθρωποτάτως ἂν χρησάμενος τοῖς πολίταις, ὁ μηδένα ἔλεον περὶ αὐτοὺς ἐπιδειξάμενος, οὗτος τοὺς κλέπτας καὶ τοὺς τὰ ἱερὰ χρήματα κατέχοντας φιλανθρωπεύεσθαι λέγει.» καὶ ἔτι ἑτέρωθί που τοῦ λόγου παρέδειξε τὴν ἀντίθεσιν. τί γάρ φησι; «καὶ οὕτω πρὸς τὸ πλῆθος προσενήνεκται.» οὐκοῦν τὸ μὲν νόμιμον προηγούμενόν ἐστι κεφάλαιον καὶ τὸ συμφέρον ὁμοίως προηγούμενον τῷ Δημοσθένει, τὸ δὲ δίκαιον εἰσῆκται κατὰ τὸ Τιμοκράτει ἑπόμενον ἀντιπροτεινόμενον παρὰ τοῦ ἀντιδίκου. ὃ δὲ προηγούμενόν ἐστι τῷ Δημοσθένει κεφάλαιον, Τιμοκράτει ἑπόμενον πάλιν, τό τε νόμιμον καὶ τὸ συμφέρον. θαυμαστῆς δὲ οὔσης τῆς κατὰ τὴν ἀντίθεσιν μεθόδου, ἔτι θαυμασιωτέρα ἡ κατὰ τὴν λύσιν μέθοδος. ἄρχεται δὲ ἀπὸ συγκρίσεως κατὰ ἀντεξέτασιν. «τίνες οὖν μᾶλλον ἀδικοῦσιν τὴν πόλιν καὶ τίνες δικαιότεροι καταβάλλειν εἰσίν, οἱ διὰ πενίαν κλέψαντες ἢ οἱ πρέσβεις αἱρεθέντες καὶ πλούσιοι ὄντες, εἶτα ὑφελόμενοι;» καὶ τοῦτο δὲ δεῖ εἰδέναι, ὅτι φοβούμενος τὴν ἀπὸ τοῦ δικαίου ἐφομαρτοῦσαν ἀπανθρωπίαν — πικροῦ γὰρ τὸ διορίζεσθαι τοὺς ἀδικοῦντας δίκην διδόναι — οὐκ ἀπὸ τοῦ οἰκείου προσώπου τὸ κεφάλαιον τοῦτο ἐργάζεται, ἀλλὰ παρὰ πᾶν τὸ κεφάλαιον ἄνω καὶ κάτω τὸν Σόλωνα θρυλεῖ καὶ ὅτι πικρῶς κατὰ τῶν ἀδικούντων νομοθετεῖ· ἀξιόπιστος γὰρ ὁ Σόλων.

ἐπίλογος τοῦ συμφέροντος ἐξ ἀνακεφαλαιώσεως καὶ ἀναμνήσεως τῶν προειρημένων κατὰ ἀπαρίθμησιν.

πρῶτον μὲν παρὰ τοὺς νόμους τοῦτό ἐστι τὸ τοῦ νομίμου τοῦ προσώπου· τὸ δὲ δεύτερον τοῦ νόμου αὐτοῦ.

τρίτον δὲ ἰστέον ὅτι οὐ λέγει ἐνταῦθα περὶ τοῦ τρίτου κεφαλαίου, ὅ ἐστι τοῦ δικαίου, ἀλλὰ περὶ τοῦ συμφέροντος. τρίτον δὲ αὐτὸς ἐκάλεσεν ἐνταῦθα τὸ συμφέρον, οὐ πρὸς τὴν τάξιν τῶν κεφαλαίων, ἀλλὰ πρὸς τὴν διαίρεσιν. τὸ γὰρ νόμιμον κεφάλαιον εἰς δύο διεῖλεν, εἴς τε τὸ παράνομον καὶ τὸ ἐναντίον τοῖς νόμοις. οὐκοῦν ὡς πρὸς τὰ δύο μέρη τοῦτο εἶπε τρίτον· ἐπεὶ πρὸς αὐτὴν τὴν φύσιν τοῦ νομίμου κεφαλαίου πάλιν δεύτερον λέγει τὸ συμφέρον.

πανταχόθεν μὲν τοίνυν ἄλλο εἶδος ἐπιλόγου ἀπὸ τῆς γνώμης τοῦ τεθεικότος τὸν νόμον ἐργάζεται, ἵνα τὰ τῆς συγγνώμης ἀφέληται.

οὐδὲ γὰρ οὐδʼ ἄκων εἰ μὲν ἐκ προνοίας τέθεικεν, εἰ κατὰ ἄγνοιάν τι καλὸν ἀπὸ τύχης γράψαι· ἐπειδὴ δὲ ἐκ μελέτης, οὐδὲν ἔχει καλῶς. τὸ γὰρ «οὐδὲ ἄκων» ἀναίρεσις μὲν συγγνώμης, λύσις δὲ λάθρα τοῦ δικαίου, οὗ ἔχει προφέρειν Τιμοκράτης. οὐ φανερῶς δὲ αὐτὸ τίθησιν, ἐπειδὴ ἴσχυε ταύτῃ.

θαυμάζω δὲ ἐντεῦθεν ἡ ἀπὸ τοῦ δικαίου ἀντίθεσις. ὅρα δὲ ὅτι πρὸ τῆς θέσεως ἡ λύσις, καὶ συμπέπλεκται τῇ ἀντιθέσει τὸ ἐναντίωμα.

ἐντεῦθεν τὸ δίκαιον κεφάλαιον, ὅπερ καταγίνεται καθαρῶς εἰς τὴν καταδρομὴν τῶν περὶ τὸν Ἀνδροτίωνα, ἣν ἔφησεν ὁ Μένανδρος δευτέραν ὑπόθεσιν.

ἀντίθεσις ἀπὸ τοῦ δικαίου.

δικαίως δʼ ἂν ἐμοῖ δοκεῖ ὅτι αἱ λύσεις τῆς ἀντιθέσεως τὸ δίκαιον κεφάλαιον ἔχουσιν. οὐκοῦν φανερὰ γέγονεν ἡ διαίρεσις καὶ μάλα τηλαυγής, ὅτι τὸ μὲν ἀσύμφορον αὐτῶν κατεσκεύασται διʼ ἐπιχειρημάτων δύο, τοῦ τε ἀσαφοῦς καὶ τοῦ ἀδυνάτου· μετὰ ταῦτα δὲ τέθειται ἡ ἀπὸ τοῦ δικαίου ἀντίθεσις «μᾶλλον δίκαιον φιλανθρωπεύεσθαι τοὺς ἐνδεεῖς τῶν πολιτῶν». εἶτα ἐπῆκται τὸ δίκαιον πρὸς λύσιν τῆς ἀντιθέσεως, ὃ κεῖται ὡς κεφάλαιον προηγούμενον. οὐκοῦν τὸ μὲν νόμιμον προηγούμενον κεφάλαιον καὶ τὸ συμφέρον, τὸ δὲ δίκαιον εἰσῆκται κατὰ τὸ ἑπόμενον πρὸς λύσιν τῆς ἀντιθέσεως.

εἰ μέν τις ἐντεῦθεν ἡ κατὰ τὴν λύσιν μέθοδος. καὶ ἔστι πρῶτος τόπος οὗτος συγκριτικῶς ληφθεὶς ἀπὸ τοῦ μείζονος.

εἰ μέν τις ἀγορανόμος ἢ ἀστυνόμος ἀπὸ συγκρίσεως ἄρχεται κατὰ ἀντεξέτασιν «τίνες μᾶλλον ἀδικοῦσι τὴν πόλιν, ἀστυνόμοι καὶ δικασταὶ κατὰ δήμους γιγνόμενοι, διὰ πενίαν δὲ καὶ ἀπαιδευσίαν καὶ ἀπειρίαν δόξαντες ἐν ταῖς εὐθύναις κεκλοφέναι, ἢ πρέσβεις αἱρεθέντες ὑπὸ τοῦ δήμου πλούσιοι, ὑφῃρημένοι ἱερὰ καὶ ὅσια χρήματα καὶ πολὺν χρόνον ἐκκεκαρπωμένοι;» ἄξιον δὲ ζητῆσαι τοῦ τόπου τὸ δοκοῦν ὑφορμεῖν. φησὶ γὰρ τοὺς μὲν πρέσβεις βοηθεῖσθαι τῷ νόμῳ, τοὺς δὲ ἀστυνόμους καὶ δικαστὰς κατὰ δήμους γενομένους μὴ βοηθεῖσθαι. καίτοι γε, εἰ ὁ νόμος τὸν δεσμὸν ἀφίησιν, ὁμοίως τοῖς πᾶσιν ἀφίησι. πῶς οὖν οἷόν τε τοῖς μὲν βοηθεῖν, τοῖς δὲ οὐ βοηθεῖν αὐτόν; εἰ μή τις λέγοι ὅτι οὐκ ἀφαιρεῖ τὴν δεκαπλασίαν τῶν ἀστυνόμων. ἀλλὰ καὶ τοῦτο σαθρόν. ποῦ τοίνυν τὸ σόφισμα; ὅτι οὐ περὶ τοῦ δεσμοῦ διαλέγεται, ἀλλὰ περὶ τοῦ «πότεροι δικαιότεροί εἰσιν ἐκτιννύναι, οἱ πρέσβεις ἃ ὑφῄρηνται ἢ οἱ ἀστυνόμοι καὶ οἱ ἀγορανόμοι τὴν δεκαπλασίαν διότι ἔκλεψαν». οὐ περὶ τοῦ νόμου γὰρ διαλέγεται, ἀλλʼ αὐτὸ καθʼ ἑαυτὸ ἐξετάζει μόνον τὸ δίκαιον, «τίνες δικαιότεροι καταβάλλειν εἰσίν, οἱ διὰ πενίαν κλέψαντες ἢ οἱ πρέσβεις αἱρεθέντες καὶ πλούσιοι ὄντες, εἶτα ὑφελόμενοι». ὃ δὲ ἄγαμαι τῆς μεθόδου, τοῦτο προσθήσω. φοβούμενος γὰρ τὴν ἀπὸ τοῦ δικαίου ἐφομαρτοῦσαν ἀπανθρωπίαν — πικροῦ γὰρ τὸ διορίζεσθαι τοὺς ἀδικοῦντας δίκην διδόναι — οὐκ ἀπὸ τοῦ οἰκείου προσώπου τὸ κεφάλαιον λέγει, ἀλλʼ ἄνω καὶ κάτω Σόλωνα θρυλεῖ· τοῦτον γὰρ ἀφʼ ἑαυτοῦ τοῦτο νομοθετοῦντα πᾶς ἄν τις ὠμὸν ὑπέλαβεν εἶναι. διόπερ ἀπὸ τῆς ποιότητος τοῦ Σόλωνος ἐργάζεται· ἀξιόπιστος γάρ ἐστιν ὁ Σόλων καὶ ἐπισημότερος. ἔστι δʼ ἀγορανόμος ὁ ἐπόπτης τῶν ὠνίων τῆς ἀγορᾶς, ἀστυνόμος δὲ ὁ ἐπὶ τοῦ εἶναι καθαρίαν τὴν πόλιν ἀσχολούμενος, ὁ παρʼ ἡμῖν πατήρ.

ἀγορανόμος ὁ τῆς ἀγορᾶς τῶν ὠνίων ἐπιμελούμενος, ὅν τινες καλοῦσι λογιστὴν ἢ ἔφορον, ἀστυνόμος δὲ ὁ τῶν δημοσίων ἐπιμελούμενος καὶ τοῦ καθαρὰν εἶναι τὴν πόλιν, ὃν καλοῦσί τινες πατέρα τῆς πόλεως.

ἢ δικαστὴς κατὰ δήμους γενόμενος ἐγίγνοντο γὰρ κατὰ δήμους, οἷον ἐν τοῖς Παιανιεῦσι καὶ ἐν ἄλλοις δήμοις, δικασταί. «ὤφειλες οὖν πρὸ τούτου, εἴπερ ᾤου δεῖν εἶναι φιλάνθρωπος, καὶ ἐπὶ τούτων θεῖναι τὸν νόμον.» ταῦτα δὲ πάντα λέγει ἀναιρῶν τὸ ἰσχυρὸν τοῦ ἐναντίου καὶ τὸ δίκαιον, ἵνα δείξῃ αὐτὸν οὐ διὰ φιλανθρωπίαν νομοθετήσαντα, ἀλλὰ διὰ τούτους.

χρόνον πολύν οὐχ ἁπλῶς τοῦτο λέγει, ἀλλὰ βούλεται σημᾶναι τὴν ἐνάτην πρυτανείαν, ἵνα δείξῃ αὐτοὺς διὰ τούτου χρεωστοῦντας τὰ διπλᾶ.

καίτοι γʼ ὁ Σόλων δεύτερος τόπος οὗτος ἀπὸ τοῦ ἐλάττονος. ὁρᾷς γὰρ ὅτι περὶ ἐλαττόνων κλεμμάτων ὁ Σόλων μεγίστας τιμωρίας ὥρισεν.

δεύτερος τόπος ἀπὸ τοῦ ἐλάττονος.

καίτοι ... Σόλων ἄλλη ἀναίρεις τῆς φιλανθρωπίας. «ἰδοὺ γὰρ ὁ Σόλων φιλανθρωπότερος αὐτοῦ ὢν κολάζει τοὺς ἀδικοῦντας· οὗτος δὲ ἀφίησιν, ὡς ἐπιδείξομεν.» ἔστι δὲ ὁ τόπος οὗτος τῆς ἀπὸ τοῦ ἐλάττονος συγκρίσεως, τοῦ πρὸ τούτου ὄντος ἀπὸ τοῦ μείζονος. οἰκεῖος δὲ τῶν τόπων ἑκάτερος. ἐπειδὴ γὰρ περὶ ἀνδρῶν πρέσβεων κεκλοφότων ποιεῖται τὸν λόγον, ἀναγκαίως καὶ τοῖς παραδείγμασιν οἰκείοις κέχρηται. ὁρᾷς γὰρ ἐνταῦθα ὅτι περὶ τῶν ἐλαττόνων κλεμμάτων μεγίστας τιμωρίας ὁ Σόλων ὥρισε.

εἰ μέν τις μεθʼ ἡμέραν περὶ κλοπῆς.

«μεθʼ ἡμέραν» λέγει ἀντὶ τοῦ «ἐν ἡμέρᾳ».

νύκτωρ ἐν νυκτὶ μείζονα τὴν τιμωρίαν ἔδειξεν, ἐπειδήπερ μεῖζόν ἐστι τὸ ἔγκλημα τῆς νυκτός. ἐν γὰρ ἡμέρᾳ δύναταί τις καὶ βοηθοὺς καλέσαι ἑαυτῷ, ἐν δὲ νυκτὶ οὐκέτι.

ὧν αἱ ἀπαγωγαί εἰσιν ἀντὶ τοῦ «καθʼ ὧν αἱ ἀπαγωγαί εἰσιν», ἵνα δηλώσῃ τῶν ὑπὲρ τῶν πεντήκοντα δραχμῶν. οἱ γὰρ κλέπτοντες ἥττονα τῶν πεντήκοντα δραχμῶν ἥττονα ἔπασχον.

ἐκ Λυκείου ἢ ἐξ Ἀκαδημείας ἢ ἐκ Κυνοσάργους τρία ταῦτα γυμνάσια παρὰ τοῖς Ἀθηναίοις. ἦν δὲ καὶ ἱερὰ ἐπὶ μὲν τοῦ Λυκείου λυκοκτόνου Ἀπόλλωνος, ἐπὶ δὲ τοῦ Κυνοσάργους τοῦ Ἡρακλέους, ἐπὶ δὲ τῆς Ἀκαδημείας αὐτοῦ τοῦ Ἀκαδήμου τοῦ ἥρωος, ἐξ οὗ καὶ ὁ τόπος ἐκλήθη. ἐκλήθησαν δὲ οὕτως διὰ τοιαύτας αἰτίας. ἡ μὲν Ἀκαδήμεια ἀπὸ ἥρωός τινος Ἀκαδήμου κτίσαντος τὸν τόπον, ἔνθα καὶ διατριβὴν εἶχεν ὁ Πλάτων. ὁ δὲ τόνος τῆς εὐθείας τῆς Ἀκαδημείας προπαροξύνεται, ἐπειδὴ καὶ ἡ εὐθεῖα τοῦ Ἀκαδήμου ἐξ οὗ ἐκλήθη προπαροξύνεται. τὸ δὲ Κυνόσαργες ἀπὸ τοῦ ποτε θυόντων τῷ Ἡρακλεῖ κύνα λευκὸν ἁρπάξαι τὰ μηρία τοῦ ἱερείου καὶ ἀποθέσθαι αὐτὰ εἰς τὸν τόπον τοῦτον, ἔνθα ἐστὶ τὸ γυμνάσιον. ἡ δὲ εὐθεῖα «τὸ Κυνόσαργες» καὶ αὐτὴ προπαροξύνεται· ἡ σύνθεσις γὰρ πάλιν ἀνέπεμψε τὸν τόνον. τὸ δὲ Λύκειον λυκοκτόνου Ἀπόλλωνος, ἢ ὅτι νόμιος ὁ θεὸς νομίζεται ἀπὸ τοῦ θητεῦσαι Ἀδμήτῳ καὶ ἀνάγκη ἦν ἀνελεῖν ὡς νόμιον τοὺς λύκους τοὺς ἐχθροὺς ὄντας ταῖς ποίμναις, ἢ ὅτι λύκων ποτὲ ἐπελθόντων τῇ πόλει τῇ τῶν Ἀθηναίων καὶ πολλοὺς τῶν Ἀθηναίων ἀναιρούντων ἔχρησεν ὁ θεὸς θύειν μάλιστα ἐν τῷ τόπῳ, καὶ λοιπὸν ἐκ τῆς ὀσμῆς ἀπώλλυντο οἱ λύκοι καὶ ἐκ τούτου χάριν ὁμολογοῦντες οἱ Ἀθηναῖοι τῷ Ἀπόλλωνι ἱερὸν ἐκεῖσε αὐτοῦ κατεστήσαντο, καλέσαντες αὐτὸ λυκοκτόνου Ἀπόλλωνος.

καὶ οὐκ ἀπέχρησεν ὑπὲρ τῶν μελλόντων τρίτος οὗτος τόπος ἀπὸ τοῦ τρόπου κατὰ τὸ ἐναντίον. ὁρᾷς γὰρ ὅτι περὶ τρόπου διαλέγεται, ὅπως ἐχρῆν αὐτὸν νενομοθετηκέναι.

τρίτου τόπου ἀπὸ τρόπου τὸ ἐναντίον.

καίτοι, ὦ Τιμόκρατες τέταρτος τόπος οὗτος ἀπὸ τοῦ ἴσου κατὰ τὴν ἀξίαν· ἐνταῦθα γὰρ περὶ ἰσότητος καὶ τῆς κατʼ ἀξίαν ἑκάστου τιμωρίας ποιεῖται τὸν λόγον.

καίτοι, ὦ Τιμόκρατες πέμπτου τόπου ἀπὸ τοῦ ἴσου καὶ κατὰ τὴν ἀξίαν.

τοῖς λείπουσι τὰς τάξεις ὅτι «λιποτάκτης» οὐ λέγεται.

οὐ γὰρ δὴ ἐρεῖ γε ἀντιπίπτοντος λύσις. ἔλεγον γὰρ πολλάκις ὅτι «οὐχ οὕτω δεῖ κολάζειν σφοδρῶς, ἀλλʼ ἠπιώτερον». λύει δὲ αὐτό, οὐ πάντως δὲ τοῦτο ἔφασκεν, ἀλλʼ ὡς αὐτὸς βούλεται οὕτως εἰσάγει. σημείωσαι δέ, ἐν τῷ «τοῖς λιποῦσι τὰς τάξεις» φασὶν οἱ παλαιοὶ ὅτι «λιποτάκτης» συνθέτως οὐ λέγεται· ἦ γὰρ ἂν ἔλεγεν οὕτως.

διαφέρει δὲ τὸ «διαφέρει» ἀντὶ τοῦ «ὑπερβάλλει»· καίτοι γε οὔτε ἔκλεψαν οὔτε ἱεροσύλησαν. ἀλλὰ ὁρικῶς τοῦτο ποιεῖ· αὐτὸς γὰρ τοῦτο φάσκει «ἱεροσυλίαν», τὸ μὴ δοῦναι τὰ χρήματα τῆς θεοῦ.

διαφέρει δὲ τὸ «διαφέρει», «ὑπερβάλλει»· δεινότερον γὰρ ἀποφαίνει. τινὲς καὶ ἐπὶ τῆς διαφορᾶς τὸ «διαλλάττειν». καίτοι γε οὔτε ἔκλεψαν οὔτε ἱεροσύλησαν. ἀλλὰ ὁριστικῶς τοῦτο ποιεῖται· αὐτὸς γὰρ τοῦτο φάσκει «ἱεροσυλίαν», τὸ μὴ δοῦναι τὰ χρήματα τῆς θεοῦ. τὸ μὲν γὰρ ἀπὸ τῆς ἀρχῆς, τὸ δὲ ἀπὸ τοῦ τέλους γίνεται. ὁ μὲν οὖν ἐκ τοῦ ἱεροῦ ἀπὸ τοῦ τέλους ποιεῖ, ὁ δὲ μὴ ἀφεὶς ὅλως ἀπὸ τῆς ἀρχῆς.

οἶμαι δέ, νὴ τὸν Δία ἄλλος τόπος πρῶτος ἀπὸ τοῦ μείζονος· ᾧ καὶ τόπος ἕτερος ἐπηκολούθησεν ἀπὸ τοῦ ἐλάττονος. ἀντακολουθοῦσι γὰρ ἀλλήλοις οἱ τόποι· τοῦ δὲ λέγοντος κρίνειν ἐστὶ περὶ τῆς τάξεως.

ἄλλος πρῶτος τόπος ἀπὸ τοῦ μείζονος.

οὐκ ἀπὸ ταὐτομάτου εἴποι ἄν τις «οὐκοῦν οὐκ ἄξιοι ἐγκλήματος οἱ περὶ τὸν Ἀνδροτίωνα, εἴ γε οὐχ οὗτοι αἴτιοι, ἀλλʼ ἡ θεός». λέγομεν ὅτι τοῦ τοιούτου πρῶτος ἡμῖν Ὅμηρος μάρτυς γεγένηται, εἶτα Πλάτων, διδάσκοντες ἡμᾶς ὅτι, ἐπειδὰν ὁρῶσιν οἱ θεοί τινα πονηρόν, ἐμβάλλουσιν αὐτῷ τοιαύτην τινὰ ἐπιθυμίαν πρὸς τὸ διʼ αὐτῆς δοῦναι τὴν τιμωρίαν ὑπὲρ ὧν ποιῶν ἐλάνθανεν· ὥσπερ τὸν Πάνδαρον ἐπίορκον ὄντα ἀνέπεισεν ἡ Ἀθηνᾶ παρασπονδῆσαι, ὅθεν καὶ κατὰ τῆς γλώττης τέτρωται.

ἀκρωτήρια ἀκρωτήρια τῆς Νίκης, τῶν πτερῶν τὰ ἄκρα ἢ αὐτὰς τὰς πτέρυγας· Νίκην δὲ τὴν Ἀθηνᾶν ὠνόμαζον οἱ παλαιοί.

ἀκρωτήρια λέγει οἱονεὶ τὰ πτερά· οὕτω γὰρ γράφεται ἡ Νίκη. τινὲς δὲ ἐξηγοῦνται, Νίκης Ἀθηνᾶς εἶναι ἄγαλμα ἐν τῇ ἀκροπόλει. ταύτης δὲ τὰς πτέρυγας χρυσᾶς οὔσας ἐπεχείρησάν τινες κακοῦργοι ἀφελέσθαι, καὶ ἀπώλοντο αὐτοὶ ὑφʼ ἑαυτῶν οἱ κακοῦργοι· στασιάζοντες πρὸς αὑτούς, τίς πλέον λάβοι ἀπὸ τῆς κλοπῆς, ἐμβαλούσης αὐτοῖς τοῦτο τῆς Ἀθηνᾶς, ἤλεγξαν ἑαυτούς. ἄλλοι δέ φασιν, ἕκαστος τῶν κακούργων ἐφιλονείκει τὸ πλέον λαβεῖν· οἱ μὲν γὰρ αὐτῶν ἔλεγον αὑτοῖς προσήκειν τὸ πλέον λαβεῖν, ὅτι αὐτοὶ τοὺς ἑτέρους ἐβάσταξαν πρὸς τῷ εἰσελθεῖν ἐν τῷ ἱερῷ, οἱ δὲ ἔλεγον «ἀλλʼ ἡμεῖς εἰσελθόντες πλείονι κινδύνῳ ἐξηταζόμεθα· ἡμᾶς γὰρ δέος ἦν ἔνδον ὄντας μᾶλλον ἁλῶναι ἤπερ ὑμᾶς τοὺς ἔξω».

βούλομαι δʼ ὑμῖν οὗτος ὁ τόπος ἀπὸ τοῦ ἐλάττονος· καὶ οἱ μὲν πρῶτοι τέσσαρες τόποι κατὰ Τιμοκράτους εἰσὶ τοῦ νομοθέτου, ὁ δὲ μετʼ αὐτοὺς ἑξῆς πάλιν ἀπὸ τοῦ μείζονος κατὰ Ἀνδροτίωνος, οὗτος δὲ ὁ νῦν ῥηθεὶς ἀπὸ τοῦ ἐλάττονος κατὰ Τιμοκράτους. καὶ ὁ μὲν κατὰ Ἀνδροτίωνος ὅτι «μέγιστα τετόλμηκεν», ὁ δὲ κατὰ Τιμοκράτους ὅτι «πικρότατα μὲν κατὰ τῶν τελωνῶν γέγραφε, κατὰ δὲ τῶν μέγιστα ἠδικηκότων τιμωρίαν οὐ γέγραφε».

τόπος ἑπόμενος τῷ πρὸ αὐτοῦ ἀπὸ τοῦ ἐλάττονος. ἰστέον δὲ ὅτι οἱ πρῶτοι τέσσαρες τόποι κατὰ Τιμοκράτους εἰσὶ τοῦ νομοθέτου, ὁ δὲ ἑξῆς ἀπὸ τοῦ μείζονος κατʼ Ἀνδροτίωνος. οὗτος δὲ ὁ ἀπὸ τοῦ ἐλάττονος κατὰ Τιμοκράτους ὅτι «πικρότατα μὲν κατὰ τῶν τελωνῶν γέγραφε, κατὰ δὲ τῶν τὰ μέγιστα ἠδικηκότων τιμωρίαν οὐ γέγραφεν.»

βούλομαι δʼ ὑμῖν ὡς ἐν προοιμίῳ ἐπεσημήνατο αὐτὸν ἐμβαλεῖν εἰς τοῦτο. αἱ αὐξήσεις δὲ ὁμοίως ἐκ τοῦ αὐτοῦ. προσποιεῖται δὲ ἀποσχεδιάζειν, ἵνα μὴ δόξῃ ἐσκεμμένως αὐτὰ λέγειν. «παραλιπόντι» δὲ ἡ βελτίων γραφή· «ὃ παραλέλειπταί μοι», ὅπως ἂν δόξῃ διὰ τὸ μέγεθος λέγειν καὶ μὴ παραλιμπάνειν τηλικοῦτο πρᾶγμα.

βούλομαι δʼ ὑμῖν πάλιν αἱ προσποιήσεις αὗται ῥητορικαί εἰσιν, προσποιεῖσθαι ἐν τῷ μεταξὺ αὐτοσχεδιάζειν, ἵνα φύγῃ τὴν τῆς πανουργίας ὑποψίαν.

δεσμὸς ὃν γὰρ πεποίηκε τοσοῦτον, ὅσον ἐμίσθωσεν καὶ ἐζημιοῦντο καὶ οὐ κατέβαλλον.

καίτοι εἰ μὲν ἐλάττω ἀντιπῖπτον ὡς ἐν ὑποθέσει, «ἀλλʼ ἧττον ἀδικοῦσιν· οὐκοῦν καὶ μαίνεσθαι ὁμολογήσεις».

ἄξιον τοίνυν ἔστι καὶ οὗτος ὁ τόπος ὁμοίως κατʼ Ἀνδροτίωνος, ἀναμιμνήσκων ὧν ἐτόλμα τὰς εἰσπράξεις ποιούμενος.

ἄξιον τοίνυν τρίτος οὗτος τόπος ἀπὸ τοῦ ἐναντίου. ὅτι γὰρ οὐ τὰ αὐτὰ φρονοῦσι τῷ δήμῳ οἱ ῥήτορες, ἀλλὰ τἀναντία, συνίστησι· μάχεται δὲ πρὸς τὰς δύο ἀντιθέσεις διὰ τούτου μάλιστα τοῦ τόπου, τῇ τε ἀπὸ τοῦ δικαίου καὶ τοῦ συμφέροντος. ἐπειδὰν γὰρ τούτῳ κέχρηται Τιμοκράτης τῷ λόγῳ φάσκων ὑπὲρ τῶν ἀδυνάτων καὶ πολλῶν γεγραφέναι, προκαταλαμβάνει τοῖς ἐπαίνοις τὸν ἀκροατὴν καὶ θαυμάζει τὴν καρτερίαν καὶ τὴν μεγαλοφροσύνην αὐτῶν, ὅτι οὐκ ἄχθονται ἐπὶ τοῖς κατʼ αὐτῶν ὡρισμένοις κολαστηρίοις, μόνον οὐκ ἐνάγων τὸν ἀκροατὴν φιλοτιμούμενον ἐπὶ τῇ μεγαλοφροσύνῃ· καὶ ἐπάνεισι πρὸς Τιμοκράτην, συνεθίζων πάλιν τὸν ἀκροατὴν ὅτι «οὐχ ὑπὲρ τῶν πολλῶν ὁ νόμος, ἀλλʼ ὑπὲρ τῶν πρέσβεων». ἔστι δὲ καὶ οὗτος ὁ τόπος κατὰ Ἀνδροτίωνος. εἶτα ἐπάγει λέγων καὶ «προπηλακίζουσιν ὑμᾶς ἰδίᾳ τοῖς λόγοις», ταῦτα αἰνιττόμενος πρὸς Ἀνδροτίωνα καὶ ἀναμιμνήσκων ὧν ἐτόλμα τὰς εἰσπράξεις ποιούμενος. τὸ δὲ διχόθεν μισθοφορῆσαι σημαίνει «ἐάν τις λαχὼν δικάζειν ὑπὲρ δύο δικαστηρίων μισθοφορήσῃ». ἔστι γὰρ ὅτε λαχών τις δικάζειν ἀφικνεῖται πρὸς τὸν τὸν μισθὸν διανέμοντα καὶ παρὰ μὲν τοῦ δεῖνος λαμβάνει ὡς εἰς τὴν ἡλιαίαν κεκληρωμένος, παρὰ δὲ τοῦ δεῖνος ὡς εἰς τὸ τρίγωνον.

τρίτος τόπος ἀπὸ τοῦ ἐναντίου κατʼ Ἀνδροτίωνος. ὅτι γὰρ οὐ ταὐτὰ τῷ δήμῳ φρονοῦσιν οἱ ῥήτορες συνίστησι· μάχεται δὲ πρὸς τὰς δύο ἀντιθέσεις διὰ τούτου μάλιστα τοῦ τόπου, τῇ τε ἀπὸ τοῦ δικαίου καὶ τοῦ συμφέροντος.

ἐάν τις ἢ διχόθεν μισθοφορῇ ἐκ δύο τεχνῶν ἢ ἐκ δύο δικαστηρίων· συνέβαινε γὰρ δύο γίνεσθαι ἐν τῇ αὐτῇ ἡμέρᾳ. ἵνα οὖν μὴ ᾖ ὥσπερ ἐργασία, κωλύει τοῦτο. δύο τέχνας μετιέναι πάλιν κωλύει διὰ τὸ μηδεμίαν κατορθοῦν ἐν τῷ τὴν γνώμην μερίζεσθαι.

ἐκκλησιάζει ἀντὶ τοῦ «εἰσέρχεταί τις τῶν πενήτων, ἄτιμος ἐν τῇ ἐκκλησίᾳ γενόμενος, λαβεῖν βουλόμενος χρήματα ὡς ἐκκλησιάζων».

ὅπως δʼ οὗτοι ἀντὶ τοῦ «οἱ ῥήτορες οἱ περὶ τὸν Τιμοκράτην». ὅρα δὲ πῶς ἐνταῦθα δηλοῖ, ὅτι ἰδιώτης ἐστὶν ὁ Διόδωρος, διότι τῶν ῥητόρων ἐνταῦθα κατατρέχει· οὐ γὰρ ἂν ὁ Δημοσθένης ταῦτα ἔλεγεν.

προπηλακίζουσιν ὑμᾶς ἰδίᾳ τοῖς λόγοις αἰνίττεται πρὸς Ἀνδροτίωνα καὶ ἀναμιμνήσκει ὧν ἐτόλμα εἰσπράξεις ποιούμενος.

ἀλλὰ νὴ Δίʼ κατʼ ἐρώτησιν· ἔστι δὲ ἀνθυποφορὰ ἐκ τοῦ ἀπρεποῦς.

ἀλλὰ νὴ Δίʼ αἰσχρὸν ἴσως τόπος τέταρτος ἀπὸ τοῦ ἴσου, τὴν μὲν γένεσιν ἔχων ἀπὸ τοῦ αἰσχροῦ καὶ τοῦ ἀδόξου, κατασκευαζόμενος δὲ τῷ ἴσῳ. ὅμοιον γὰρ καὶ ἴσον ἐστὶ δεθῆναι καὶ τοῦτον καὶ τὸν αὐτοῦ πατέρα προσεκτέον δὲ πανταχοῦ τῷ κεφαλαίῳ τῷ δικαίῳ, ὅτι κατὰ τῶν πρέσβεων προενήνεκται, ἵνα μὴ δοκῇ προσκρούειν πρὸς ἅπαντας λέγων δεῖν πικροὺς τίθεσθαι τοὺς νόμους κατὰ τῶν ὀφειλόντων. οὐ μόνον δὲ τὸ κατὰ Ἀνδροτίωνος, ἀλλὰ καὶ τὸ κατὰ Γλαυκέτην καὶ Μελάνωπον τοῦ αὐτοῦ ἂν εἴη τόπου. κατασκευάζει γὰρ διὰ τούτων ὅτι «ἀξιοῖ τῶν δεσμῶν ἀνθʼ ὧν τετολμήκασιν». εἶτα ἐπειδήπερ ἀντέπιπτεν ἀπὸ τῆς τῶν προσώπων ποιότητος ὥσπερ ἀνθυποφορά τις, ἐπάγει λύσεις ἰσχυροτέρας, ὅτι «πολλοὶ πολλάκις ἐδέθησαν τούτων οὐ χείρονες».

τέταρτος τόπος ἀπὸ τοῦ ἴσου, τὴν μὲν γένεσιν ἔχων ἀπὸ τοῦ αἰσχροῦ καὶ ἀδόξου, κατασκευαζόμενος δὲ τῷ ἴσῳ. ὅμοιον γάρ ἐστι δεθῆναι καὶ τοῦτον ὡς τὸν αὐτοῦ πατέρα.

πολλὰς πεντετηρίδας οὐχ ἁπλῶς τοῦτο εἶπεν, ἀλλʼ ἐπειδὴ κατὰ πέντε ἔτη ἤγετο τὰ Παναθήναια, τότε δὲ ἐξῆν ἀφεῖσθαι τοῦ δεσμοῦ τοὺς δεσμώτας διὰ τὴν πανήγυριν, ὡς ἔγνωμεν ἐν τῷ κατὰ Ἀνδροτίωνος. δέον δὲ εἰπεῖν «πεντετηρίδα» εἶπε πληθυντικῶς, ἐπὶ τὸ ἐπαχθέστερον φέρων τὸν λόγον.

τὰ ἐν τῇ ἡλικίᾳ οἷον τὰ ἐν τῇ νεότητι, ἵνα πάλιν σκώψῃ αὐτὸν εἰς κιναιδίαν.

οὐδʼ εἰ πάνυ πολλὰ ἔχω περὶ κλοπῆς λέγειν τῷ κατὰ παράλειψιν σχήματι κέχρηται· ὅπου γὰρ εἰπεῖν οὐδὲν ἔχομεν, δεῖ μόνον αἰνίττεσθαι.

καὶ συνέδρου γενομένου σύνεδροι λέγονται οἱ συνεδρεύοντες ἀντὶ τῆς πόλεως ἐν ἄλλαις πόλεσι καὶ αὐτῆς τὰ δίκαια λέγοντες· αὐτὸς οὖν σύνεδρος γενόμενος προδέδωκε τὰ δίκαια, χρήματα λαβών. ἓν δὲ τούτων ἡ προδοσία.

ἀπέτισε ὑπερβὰς τὴν προθεσμίαν.

εἰς Αἴγυπτον περὶ τῆς οὐσίας φιλονεικήσας, ὅτι ἀπέστη βασιλέως Αἴγυπτος. λέγει δὲ ὅτι ἐπρέσβευσεν οὐκ ἐφʼ οἷς ἐπέμφθη.

οὐχ οὗτός ἐστιν ὁ πρῶτον μὲν εἰς Δεκέλειαν ἔοικεν οὗτος αἰχμάλωτος ὑπὸ τῶν ἐν Δεκελείᾳ Πελοποννησίων γεγενῆσθαι· εἰ γὰρ ἦν αὐτομολήσας, οὐκ ἂν ἔζησεν ὑπʼ Ἀθηναίων ὕστερον ἐπανελθών. ὁ δὲ ῥήτωρ πάλιν ὡς κατήγορος τὸ ἐκ τύχης συμβὰν εἰς τὴν προαίρεσιν αὐτοῦ ἀνάγει.

οὐχ ... Δεκέλειαν δεῖ νοῆσαι τοῦτον πάνυ γεραίτατον, εἴ γε λέγει αὐτὸν γεγενῆσθαι ἐν τῷ τέλει τοῦ Πελοποννησιακοῦ πολέμου καὶ νῦν ζῆν ἐν τοῖς Φιλιππικοῖς χρόνοις.

οὐχ ... Δεκέλειαν ἔοικεν οὗτος αἰχμάλωτος εἰλῆφθαι ὑπὸ τῶν ἐν Δεκελείᾳ· εἰ γὰρ ἦν αὐτόμολος, οὐκ ἂν ἔζησεν ὑπὸ Ἀθηναίων. τὸ δὲ ἐκ τύχης συμβὰν εἰς προαίρεσιν ἐνάγει. ἁρμοστὴς δὲ νῦν ὁ τῆς φρουρᾶς τῶν ἐν Δεκελείᾳ ἡγούμενος. Δεκέλεια δὲ χωρίον τῆς Ἀττικῆς, ὅπερ ἐτείχισαν οἱ Λακεδαιμόνιοι κατὰ τῆς πόλεως. πολλοὶ οὖν ηὐτομόλουν, ὅσοι ἦσαν τῆς ἐκείνων γνώμης. γέροντα δὲ αὐτὸν πάνυ λέγουσι· περὶ γὰρ τὸ τέλος τοῦ Πελοποννησιακοῦ πολέμου γέγονε τοῦτο. εἷς οὖν αὐτὸς ἦν τῶν αὐτομολησάντων ἐκεῖ.

παίδων καὶ γυναικῶν ἰστέον ὅτι βουλόμενος βιαιότερον ποιῆσαι τὸν λόγον τοῦτο εἶπεν· ὡμολογημένον γάρ ἐστιν ὅτι καὶ τὰ τῶν παίδων καὶ τὰ τῶν γυναικῶν αὐτῶν ἦν πάλιν· ἀλλʼ ἵνα τὴν ἁρπαγὴν αὐτοῦ δηλώσῃ, τοῦτο εἶπε. δεῖ δὲ λαβεῖν κατὰ πάντων τούτων κοινὸν τὸ «οὗτός ἐστιν».

τῷ ἁρμοστῇ κατατιθεὶς «ἁρμοστῇ» τῷ ἄρχοντι τῶν Λακεδαιμονίων. ἡ δὲ Δεκέλεια χωρίον ἦν τῆς Ἀττικῆς, ὅπερ ἐτείχισαν οἱ Λακεδαιμόνιοι κατὰ τῆς πόλεως. πολλοὶ οὖν ηὐτομόλουν, ὅσοι ἦσαν τῆς ἐκείνων γνώμης. γέροντα δὲ αὐτὸν πάνυ λέγει· περὶ γὰρ τὸ τέλος τοῦ Πελοποννησιακοῦ πολέμου τοῦτο γέγονε. ἁρμοστὴς δὲ λέγεται παρὰ τὸ ἁρμόττειν τὰ ἤθη τῶν ὑποκειμένων πόλεων πρὸς τὴν πολιτείαν τῶν Λακεδαιμονίων.

τῷ ... κατατιθεὶς τῷ Λακωνικῷ ἄρχοντι τῷ ὄντι ἐκεῖσε. ὅτι οἱ ἐν τῇ Δεκελείᾳ ἁρμοσταὶ συνεχώρουν τοὺς αὐτῶν στρατιώτας λαμβάνειν ὧν κλέπτουσι παρὰ τῶν Ἀθηναίων τὰ ἐννέα μέρη καὶ αὐτοῖς καταβάλλειν μόνον τὸ δέκατον, ὅ ἐστι τῇ πόλει τῶν Λακεδαιμονίων, ἵνα διὰ τούτων καὶ πολλοὺς παροξύνωσι καὶ προθύμως δῃοῦν καὶ συλᾶν τὰ τῶν Ἀθηναίων.

τούτων ἀκριβῶς ἀντὶ τοῦ «ὑπὲρ ὧν ἐσύλα ἐξ ὑμῶν».

οὐ ψευδόμενος.

ἀποστερῶν τὰς ἀπὸ τῶν ὑμετέρων πολεμίων τῶν Αἰγυπτίων ὧν καὶ τὰ χρήματα ἦν· εἶπε γὰρ ἄνω «ἀπεψηφίσασθε μὴ φίλον εἶναι».

τόν τε δίφρον ἐπὶ τούτου ἐκαθέζετο ὁ Ξέρξης ἐν τῷ Αἰγιάλεῳ ὄρει τῆς Ἀττικῆς θεωρῶν τὴν ἐν Σαλαμῖνι ναυμαχίαν.

ἀκινάκην ὄνομα ξίφους Περσικοῦ.

δαρεικούς ὄνομα νομίσματος παρὰ τοῖς Πέρσαις.

ἀλλὰ τἄλλα οὐ βίαιος πληρώσας τοὺς κατὰ τῶν προσώπων τόπους ἐπάγει ἐννόημα ὡς ἂν εἴποι τις ἐπιλογικόν.

ἐννόημα ἐπιλογικόν.

ἐγὼ μὲν γὰρ πάλιν ἐνταῦθα εἰπὼν τὸν «μὲν» οὐκ ἐπήγαγε τὸν «δὲ» διὰ τὸ ὡμολογημένον εἶναι ὅπερ ἔμελλεν ἐπιφέρειν. ἔμελλε γὰρ ἐπάγειν «νομίζω δὲ καὶ ὑμῖν τοῦτο συνδοκεῖν». τὸ «ἐγὼ μὲν γὰρ οἶμαι οὐδέν» πρὸς τὸ ἄνω ἐστὶ πρὸς τὸ «τί κωλύσει ἅπαντας εἶναι πονηρούς;»

οὐδὲ γὰρ οἱ τῆς ξενίας πολλοὶ γὰρ ἔσθʼ ὅτε ξένοι ὄντες ἐνεγράφοντο αὑτοὺς ὡς πολίτας παρὰ γνώμην τῶν Ἀθηναίων, καὶ ἦν γραφὴ ξενίας.

εἴ τις ἥλω παρὰ τοῖς Ἀθηναίοις ὑποκρινόμενος εἶναι πολίτης μὴ ὢν Ἀθηναῖος κατὰ τὸ ἀληθὲς καὶ τὰ αὐτὰ ποιῶν τοῖς πολίταις, πρὸ μὲν κρίσεως ᾤκει τὸ δεσμωτήριον, ἁλοὺς δὲ ἐν τῇ κρίσει ὕστερον ἐπωλεῖτο.

ξενίας δώρων, ξενίας μαρτυρίας.

ἕως ἂν τῶν ψευδομαρτυριῶν εἰώθασι γὰρ καὶ μάρτυρας παρέχειν οἱ κατήγοροι· πολλάκις δὲ καὶ κατʼ ἔχθραν τοῦτο ποιοῦσι καὶ συκοφάντας παρέχουσιν.

καίτοι λύσις ἀντιπίπτοντος.

καίτοι τῶν ἐκ Πειραιῶς τῶν βουλομένων δημοκρατεῖσθαι τὴν πόλιν. οἱ γὰρ δημοτικοὶ κατέλαβον τὸν Πειραιᾶ, τῶν τριάκοντα κατασχόντων τὴν πόλιν. ἡ δὲ Φυλὴ τόπος τῆς Ἀττικῆς οὕτω καλούμενος.

καίτοι ... Πειραιῶς ὅ ἐστι τῶν δημοτικῶν τῶν φυγόντων τὴν πόλιν ἐπὶ τῶν τριάκοντα καὶ καταλαβόντων Φυλήν.

ἔπειτα τόν τε Ἀγύρριον καὶ Φιλέψιον ὁ Ἀριστοφάνης ὡς ἐχθροὺς αὑτοῦ σκώπτει ἐν τῷ Πλούτῳ.

Καλλίστρατος οὗτός ἐστιν ὁ ῥήτωρ, οὗ ζηλωτὴς ἐγένετο ὁ Δημοσθένης, περὶ οὗ ἔφη ἐρωτηθεὶς ὁ Δημοσθένης «τίς ἀμείνων ῥήτωρ, σὺ ἢ Καλλίστρατος;» «ἐγὼ μὲν γραφόμενος, Καλλίστρατος δὲ ἀκουόμενος;» ἦν γὰρ ἐπιδεικτικὸς σφόδρα ὁ Καλλίστρατος. ὅθεν καὶ ἀκούσας αὐτοῦ ἐπιδεικνυμένου ὁ Δημοσθένης εἰς ἐπιθυμίαν ἦλθε λόγων, ὡς εἰρήκαμεν ἐν τῷ βίῳ αὐτοῦ.

καὶ οἱ ταμίαι οἱ μὲν φασὶν ὅτι ἔκλεψαν ἀπὸ τῶν χρημάτων αὐτοί, οἱ δʼ ὅτι τὰ χρήματα τῆς πόλεως κείμενα ἐν τῷ ὀπισθοδόμῳ, ὥστε τισὶ δανεῖσαι τραπεζίταις τοὺς ταμίας. ἀπορησάντων οὖν τῶν τραπεζιτῶν εἰς ἀπορίαν ἐλθόντες οἱ ταμίαι ἐνέπρησαν τὸν τόπον, ἵνα τῷ πυρὶ τὴν ἀπώλειαν λογίσωνται. καὶ οὗτοι οὖν ἐδεσμεύθησαν, ἕως ὅτε ἐκρίθησαν, καὶ οἱ τῶν ἄλλων θεῶν. καὶ οὗτοι γὰρ οἱ ταμίαι συνεσχέθησαν, μή ποτε αὐτοὶ ἐνέπρησαν. ἦν δὲ ὁ ὀπισθόδομος τὸ ὄπισθεν τῆς θεοῦ, ὅπου ἦν καὶ τὰ χρήματα.

καὶ οἱ ταμίαι ἰστέον ὅτι χρήματα καὶ τῶν ἄλλων ἱερῶν τῶν θεῶν καὶ τῆς Ἀθηνᾶς ἔκειτο ἔν τινι οἰκήματι ὀπίσω τῆς ἀκροπόλεως τῷ καλουμένῳ ὀπισθοδόμῳ, καὶ ἦσάν τινες τεταγμένοι ταμίαι ἐπὶ τῇ φυλακῇ τούτων. ποτὲ οὖν πολλῶν χρημάτων ἀνενεχθέντων ἐκεῖσε ἔδοξε τοῖς ταμίαις, ὥστε λάθρα τῆς πόλεως δανεῖσαι ταῦτα τοῖς τραπεζίταις, ἵνʼ αὐτοὶ κερδάνωσιν ἐκ τούτου. ὡς δὲ τοῦτο ἐποίησαν, ἔτυχεν ὕστερον ἀνατραπῆναι τὰς τραπέζας. ἔδοξεν οὖν αὐτοῖς ἐμπρῆσαι τὸν ὀπισθόδομον, ἵνα δόξῃ τὰ χρήματα ὑπὸ τοῦ πυρὸς ἀναλωθῆναι καὶ μὴ ὑπʼ αὐτῶν.

καὶ οἱ περὶ τὸν σῖτον ἀδικεῖν οἷον ὥσπερ οἱ παρὰ Λεύκωνος. εἶχον ἀτέλειαν οἱ σιτηγοῦντες Ἀθήναζε. ἀπήρχοντο πολλάκις ἀλλαχοῦ καὶ ἐπώλουν αὐτόν. καὶ οὗτοι οὖν δίκας ἐδίδοσαν. νόμος γὰρ ἦν ἀπείργων μὴ ἀλλαχοῦ σιτηγεῖν εἰ μὴ εἰς Ἀθήνας.

καὶ ... ἀδικεῖν ἐξηγοῦνται περὶ ἐμπόρων τινῶν Ἀθηναίων, ὅτι ἥλωσαν σιτηγοῦντες εἰς ἄλλον λιμένα παρὰ τὸν τῶν Ἀθηναίων νόμον. νόμος δὲ ἦν παρὰ Ἀθηναίοις τιμωρεῖσθαι τὸν Ἀθηναῖον ναύκληρον σιτηγοῦντα ἀλλαχοῦ, ἐπειδὴ λεπτόγεως ἦν ἡ Ἀττική.

διὰ τοὺς ἑαλωκότας ἐκεῖνοι μὲν ἐν αἰτιάσει ὄντες ἐδέθησαν, οὗτοι δὲ ἑαλωκότες οὐ σωθήσονται.

μὴ τοίνυν ἐάσητε ἄλλον τόπον ἐπάγει κατὰ τοῦ νομοθέτου ἐκ παραδείγματος. καὶ ὥσπερ ἐκ παραδειγμάτων τὴν ἀνθυποφορὰν ἔλυσε, τῶν παλαιῶν ἐκείνων ἀνδρῶν ποιησάμενος μνήμην, οὕτω κἀνταῦθα κατὰ τοῦ νομοθέτου ἐν τῷ αὐτῷ κεφαλαίῳ τῷ δικαίῳ κατηγορίαν ποιεῖται, τῇ μὲν τέχνῃ ἐπιλογικὴν τοῦ κεφαλαίου, τῇ δὲ ἀληθείᾳ καὶ αὐτὴν οὐδὲν ἧττον ἀγωνιστικήν.

ἐπιλογικὸς τόπος ἐκ παραδείγματος, οὐδὲν δὲ ἧττόν ἐστιν ἀγωνιστικός.

ἀλλὰ μνησθέντες ὅτι Εὔδημον συνάπτει τὸν κατὰ τοῦ νομοθέτου τόπον ἐκ παραδείγματος· καὶ ἔστιν ἐπιφορικώτερος ὁ λόγος μετὰ τὸ δίκαιον κεφάλαιον.

ἀντιτιμωμένου ἤδη ἔγνωμεν ὅτι ἐν τῷ λόγῳ τῆς τιμωρίας προσετίμα ὁ διώκων, εἶτα ἐξῆν τῷ φεύγοντι ἀντιτιμῆσαι αὐτῷ ὅτι «τοῦδέ εἰμι ἄξιος». λοιπὸν παρὰ τῷ δικαστῇ ἦν ἡ κρίσις τοῦ ἀνασχέσθαι ἢ οὔ.

ἐκεῖνο καθʼ ὑπόθεσιν ἔννοια· βούλεται γὰρ ἐκ τῶν ἤδη γεγονότων δίκας αὐτὸν εἰσπράξασθαι.

εἰ οὗτος εἷς ὢν ἐπρέσβευσεν ὁ Τιμοκράτης· εἰ γὰρ ἐνταῦθα τοιαῦτα δρᾶν ἐπεχείρησε, τί ἂν ἐποίησεν εἰ μόνος ἐπρέσβευσεν;

βούλομαι δʼ ὑμῖν παραδιήγησις.

οἱ ἐπίλογοι.

ἐπιλογικὸν παράδειγμα.

ὥστε ἄν τις βούληται εὖ γε τῆς ἀκριβείας.

ἐπισπασθέντος ἐφελκυσθέντος.

ἵνα δὲ καὶ περὶ ἐκείνου ἐπιλογισάμενος τὸ δίκαιον κεφάλαιον διὰ τῶν τόπων τῶν κατὰ τοῦ νομοθέτου καὶ προδιαβαλών, ἵνα μηδὲ ἀξιόπιστος γένηται τῇ ἀντιθέσει χρώμενος, ἐπάγει λοιπὸν τὴν ἀπὸ τοῦ νομίμου ἀντίθεσιν μετὰ τὴν διαβολήν, περὶ ἧς ἤδη καὶ προοιμιάζεται «ἵνα δὲ καὶ περὶ ἐκείνου εἴπω τοῦ νόμου» καὶ τὰ ἑξῆς. παρατηρητέον δὲ τὸ θεώρημα, ὅτι, ἂν εὐλαβῆται τινὰς ἀντιθέσεις ὡς ἰσχυράς, τότε τάττει μὲν αὐτὰς τελευταίας, ὡς παρὰ φαῦλον τὸ κατʼ αὐτὰς ποιούμενος, τῇ ἀμελείᾳ δὲ καὶ τῷ καιρῷ τῆς θέσεως ἐνδείκνυται δῆθεν αὐτῶν τὴν ἀσθένειαν. καὶ οὐ τοῦτο ποιεῖ μόνον, ἀλλὰ καὶ τῷ τῆς ἀπαγγελίας σχήματι τὴν ὀλιγωρίαν καὶ καταφρόνησιν αὐτῶν ὁμοίως ἐμφανῆ καθίστησιν. καθαιρεῖν γάρ πως εἴωθε καὶ τοῖς σχήμασιν. ὅρα δὲ ὅπως· «ἵνα δὲ καὶ περὶ ἐκείνου εἴπω τοῦ νόμου», ὡς παρέργου τινὸς μεμνημένος καὶ τὸ ἐκ περιουσίας ἐμφανίζων. ἔστι δὲ ἡ ἀντίθεσις ἀπὸ τοῦ νομίμου κεφαλαίου· ἣν εἰ μὲν ἔθηκεν ἐν τῷ νομίμῳ κεφαλαίῳ, καθεῖλεν ἂν τὸ οἰκεῖον νόμιμον καὶ ἰσχυρότερον τὸ Τιμοκράτους ἐποίησεν. ἐπεὶ δὲ τελευταίαν ἔθηκε καὶ μετὰ τοσαύτην διαβολὴν τοῦ νόμου, λέλυκεν αὐτῆς τὴν ἰσχύν. μάλιστα δὲ γέγονεν αὐτῆς μεγίστη λύσις τὰ ἐκ τῶν δεθέντων παραδείγματα, οἷς ἐχρήσατο ἐν τῷ δικαίῳ μετὰ τὴν ἀνθυποφοράν. εἰ γὰρ ἦν νόμος μὴ δεῖν, πῶς ἂν ἐδέθησαν οἱ τοσοῦτοι; οὕτω δὴ μεγάλα ἡμῖν συμβάλλονται οἱ καιροὶ τῶν ἀντιθέσεων, καὶ οὐ δεῖ πάντως ἐν τῷ νομίμῳ ἀπὸ τοῦ νόμου τιθέναι, εἰ μὴ χρεία καταναγκάζοι, ἐν ᾗ τὰς ἀπὸ τοῦ νομίμου ἐν τῷ νομίμῳ καὶ τὰς ἀπὸ τοῦ δικαίου ἐν τῷ δικαίῳ, καὶ ὅταν μὴ λυμαίνωνται, ἀλλʼ ὅπου μέλλει λυσιτελεῖν τῷ λέγοντι. οὕτως ὑπερβέβηκεν ὁ ῥήτωρ τῇ οἰκείᾳ φύσει τὴν τέχνην, οὐ τῇ τέχνῃ δουλεύων, ἀλλὰ τὸ οἰκεῖον συμφέρον τέλος ἡγούμενος.

ἵνα δὲ καὶ περὶ ἐκείνου ὡς παρέργου τινὸς ὄντος καὶ ἐκ παρέργου· καθαιρεῖ γὰρ καὶ τίθησι καὶ τῷ τῆς ἐπαγγελίας σχήματι. τὰ δʼ οὖν ἰσχυρὰ εἰ ἐτέθειτο ἐν τῷ νόμῳ κεφάλαια, πολλὴν αὐτῷ τὴν μάχην ἐποίει. ἐνταῦθα δὲ πολλὰς εὗρε τὰς λύσεις ἀπὸ τῶν ἐν τῷ δικαίῳ παραδειγμάτων· οὐ γὰρ ἐνεχώρει τοιούτου κειμένου νόμου τοῦ λέγοντος «οὐ δήσω τῶν Ἀθηναίων οὐδένα» τοσούτους δεθῆναι καὶ στρατηγοὺς καὶ ῥήτορας. ἔστι δὲ ἀπὸ τῆς τοῦ ῥητοῦ διανοίας.

οὐδὲ δήσω Ἀθηναίων οὐδένα τοῦτο προάγει ὁ Τιμοκράτης ὡς νόμον παλαιὸν συμφωνοῦντα ᾧ αὐτὸς ἔγραψε. ὁ δὲ Δημοσθένης λύει λέγων ὅτι «ὁ μὲν Τιμοκράτης λέγει αὐτὸν εἶναι νόμον, οὐκ ἔστι δὲ νόμος, ἀλλʼ ὅρκος τῶν βουλευτῶν». ὁ γὰρ νόμος, φησί, παραγγέλματα ἔχει καθολικά, οἷον τόδε μὲν ποιεῖν, τόδε δὲ μὴ ποιεῖν. τὸ δὲ «οὐ δήσω Ἀθηναίων οὐδένα» οὐκ ἔστιν ὥσπερ φωνὴ νόμου, ἀλλʼ ἀνθρώπου τινὸς ταῦτα λέγοντος. ἐζήτησαν δέ τινες «διὰ ποίαν αἰτίαν οὐκ ἔταξε ταύτην τὴν ἀντίθεσιν ἐν τῷ παρανόμῳ κεφαλαίῳ; ἐκεῖ γὰρ ὀφείλει ταχθῆναι.» λέγομεν ὅτι «ἐκεῖ εἰ ἐτέθη, ὑπὲρ τοῦ Τιμοκράτους ἂν ἐτίθετο· ἰσχυρὰ γὰρ ἦν ἀντίθεσις· ἐνταῦθα δὲ μετὰ τοὺς ἀγῶνας καὶ μετὰ τὰς ἀποδείξεις τοῦ δειχθῆναι βλαβερὸν τὸν νόμον τὸν Τιμοκράτους σαθροτέρα ἐγίνετο ἐν τοῖς ἐπιλόγοις ταττομένη, καὶ οὕτως οὔτε ἐδόκει αὐτὴν φεύγειν ὡς ἄπορον καὶ δύσλυτον καὶ πάλιν διὰ τῶν ἐπιλόγων εὐτελῆ αὐτὴν ἐπιδείκνυσι».

τὸ αὐτὸ τέλος τελοῦντας τῶν τριῶν ἐγγυητῶν ἐχόντων τὴν ἴσην οὐσίαν ἐκείνῳ ᾧπερ ἐγγυῶνται, ἵνα ἔσονται ἱκανοὶ τρεῖς ἐγγυήσασθαι αὐτόν.

τὸ ... τελοῦντας τὴν ἴσην ἔχοντας περιουσίαν, εἴ γε ἐν τῷ τελεῖν ὡς εἶχε περιουσίας ἕκαστος τὸ ἴσον ἐτέλει.

ἢ ἐγγυησάμενος ἔδει γὰρ τοὺς τελώνας παρέχειν ἐγγυητὰς τῶν μισθωμάτων.

ἢ ἐκλέγων ἕτερος μὲν ὁ μισθούμενος, ἕτεροι δὲ οἱ ἐκλέγοντες, οἷς ἐπίστευσεν ὁ τελώνης τὴν ἐκλογήν, ἔχων αὐτοὺς ὑποτεταγμένους.

οὐ γὰρ ἐρῶ ὅτι αὐτὸς Ἀνδροτίων λύει τὴν ἀντίθεσιν κατὰ ἔνστασιν εὐθὺς «οὐ γὰρ ἐρῶ ὅτι αὐτὸς Ἀνδροτίων ἦγε καὶ ἔδει τούτου τοῦ νόμου κειμένου», μάρτυρα αὐτὸν Ἀνδροτίωνα παρεχόμενος τοῦ μὴ τὴν ἀντίθεσιν ἰσχυρὰν εἶναι. ταὐτὸν γάρ ἐστιν εἰπεῖν πρὸς Ἀνδροτίωνα καὶ πρὸς τὸν νόμον. λύει δὲ καὶ κατὰ ἀντιπαράστασιν εὐθὺς μετὰ μικρὸν «οὗτος γάρ, ὦ ἄνδρες δικασταί, οὐκ ἐπὶ τοῖς κεκριμένοις κεῖται, ἀλλʼ ἐπὶ τοῖς ἀκρίτοις», εἶτα τῇ διανοίᾳ τοῦ νομοθέτου «ἵνα μὴ διὰ τὸ δεδέσθαι χεῖρον ἀναγκάζοιντο ἀγωνίζεσθαι ἢ καὶ παντάπασιν ἀπαράσκευοι εἶεν». μετὰ ταῦτα πάλιν λύει ἐν τῷ κατὰ μάχην ἐναντίῳ «οὔτε γάρ, ὦ ἄνδρες δικασταί, τιμᾶν ἐξῆν ὑμῖν ὅ τι χρὴ παθεῖν ἢ ἀποτῖσαι ... εἴπερ μὴ ἐξῆν ἄλλους ἢ τοὺς ἐπὶ προδοσίᾳ τῆς πόλεως ἁλισκομένους». εἶτα ἑτέρα ἔνστασις, ᾗ πάλιν κέχρηται μεταληπτικῇ· «ἔπειτα δʼ, ὦ ἄνδρες δικασταί, τοῦτο τὸ γράμμα αὐτὸ μὲν καθʼ αὑτὸ οὐκ ἔστι νόμος». δείκνυσι γὰρ οὐ τοῦ δικαστηρίου, ἀλλὰ τῆς βουλῆς ὄντα τὸν ὅρκον. καὶ θαυμάσαι ἄξιον τί δή ποτε φήσας τοῦ βουλευτικοῦ ὅρκου εἶναι τὸ «οὐδὲ δήσω Ἀθηναίων οὐδένα», τὸν μὲν ὅρκον τῶν βουλευτῶν οὐκ ἀναγινώσκει, τὸν δὲ τῶν ἡλιαστῶν ὅρκον παρέχεται, ὃν οἱ δικάζοντες ὤμνυον. ἔστι δὲ καὶ ἀπὸ τῶν λύσεων διαφόρως ἐχουσῶν ἄλλως ὑποπτεῦσαι τὸ προκείμενον. πῇ μὲν γὰρ λέγει τοῦτο γεγράφθαι περὶ τῶν μηδέπω ἠγωνισμένων, ἀλλʼ οὐ περὶ τῶν κεκριμένων, πῇ δὲ ὅτι τῆς βουλῆς ὅρκος ἐστίν. οὑτωσὶ ῥητορεύεσθαι τὸ χωρίον φαίνεται.

λύσις τῆς ἀντιθέσεως κατʼ ἀντιπαράστασιν.

οὗτος γάρ, ὦ ἄνδρες δικασταί κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν ἐνταῦθα λύει. ἰστέον δὲ ὅτι πρώτην ἔταξε τὴν ἀντιπαράστασιν, δευτέραν δὲ τὴν ἔνστασιν διὰ τὸ ἀναιδὲς μᾶλλον.

λύσις κατὰ ἔνστασιν τῆς ἀντιθέσεως.

ἵνα μὴ διὰ τὸ δεδέσθαι λύσις τῇ διανοίᾳ τοῦ νομοθέτου.

ἀπαράσκευοι μὴ ἔχοντες ἐν τῷ κατέχεσθαι συνήγορον.

οὔτε γάρ, ὦ ἄνδρες δικασταί λύει πάλιν ἐν τῷ κατὰ μάχην ἐναντίῳ.

ἔνδειξις ἡ ἔνδειξις δίκη ἐστὶ κατὰ τῶν ἀτίμων καὶ πολιτευομένων, ἡ δὲ ἀπαγωγὴ ἐπὶ τῶν κλεπτῶν.

ἔπειτα δʼ ἐνταῦθά ἐστιν ἡ ἔνστασις.

ἔτι ἔνστασις μεταληπτική. δείκνυσι γὰρ οὐ τοῦ δικαστηρίου, ἀλλὰ τῆς βουλῆς ὄντα τὸν ὅρκον.

αὐτὸ μὲν καθʼ ἑαυτὸ ὡσανεὶ ἔλεγεν «ἐκ αὐτῆς τῆς φωνῆς ἔξεστι στοχάσασθαι ὅτι οὐκ ἔστι νόμος».

ὅρκος ἡλιαστῶν ἰστέον ὅτι καὶ τὸν ὅρκον τοῦτον τῶν ἡλιαστῶν ἐν τοῖς ἐπιλόγοις τέθεικεν ὡς ἐπιλογικὸν μᾶλλον ὄντα, ἀλλʼ οὐ τῆς ὑποθέσεως αὐτῆς μέρος ὄντα καὶ τῶν ἀγώνων.

καὶ τὰ ψηφίσματα ἰστέον ὅτι ψηφίσματα ἐνταῦθα λέγει τὰ παλαιὰ τὰ νομισθέντα εἶναι καλά.

ἀποκοπὰς οὐδὲ νομοθετῆσαι περὶ τῶν ἰδιωτικῶν χρημάτων, ὥστε μὴ ἀπολαμβάνειν τοὺς ἰδιώτας τὰ χρέα ἅπερ ἐδάνεισαν· τοῦτο γὰρ τυραννίδος ἐστίν.

ἀναδασμὸν οἷον ἀναμερισμόν. τοῦτο γὰρ εἴωθε γίνεσθαι ἐν ταῖς ἀτακτούσαις δημοκρατίαις. οἱ γὰρ πένητες πολλάκις καθʼ ἑαυτοὺς γινόμενοι στασιάζουσι πρὸς τοὺς πλουσίους, λέγοντες ὡς οὐ δίκαιόν ἐστι τούτους μὲν ἔχειν γῆν πολλήν, αὐτοὺς δὲ μή, ἀλλὰ δίκαιον εἶναι καὶ αὐτοῖς ἐξ ἴσου μερίσασθαι τὴν γῆν καὶ οἰκίας.

οὐδὲ τοὺς μένοντας οὐδὲ τοὺς μένοντας, φησίν, ἐν τῇ πόλει καὶ μὴ ἡμαρτηκότας παρανόμως ἐκ τῆς πόλεως ἐκβαλῶ.

οὔτʼ ἄλλον οὐδένα ἠδύνατο γάρ τις μὴ ἁμαρτάνειν αὐτός, ἄλλον δὲ ὁρῶν ἀδικοῦντα περιορᾶν. ὅπερ ἐστὶν ἀληθέστερον ἀδικεῖν, ὥς φησιν ὁ Θουκυδίδης.

ὥστʼ ἄρχειν ὑπεύθυνον ὄντα νόμος ἦν δὶς τὸν αὐτὸν μὴ ἄρχειν ἐν τῷ αὐτῷ ἐνιαυτῷ μὴ δόντα εὐθύνας τῆς πρώτης ἀρχῆς, μηδὲ ἄρχειν τὴν αὐτὴν ἀρχὴν τὸν αὐτὸν διὰ τοιαύτην αἰτίαν, ἵνα μὴ οἱ βουλόμενοι κατηγορεῖν αὐτοῦ ἄρχοντος, προσδοκῶντες αὐτὸν πάλιν ἄρχειν τὴν αὐτὴν ἀρχήν, ἀναγκάζοιντο σιωπᾶν, πολλάκις ὄντες τῆς αὐτῆς ἀρχῆς ὑπηρέται οἱ δυνάμενοι αὐτοῦ κατηγορεῖν διὰ τὸ συνειδέναι οἷς ἔπραξεν.

τοῦ ἱερομνήμονος ἱερομνήμων ἐλέγετο ὁ πεμπόμενος σύνεδρος εἰς τοὺς Ἀμφικτύονας ὑπὲρ τῆς πόλεως.

κυαμεύονται δικάζουσι· κυάμοις γὰρ τὸ παλαιὸν ὥσπερ κλήροις ἐδήλουν τὴν γνώμην οἱ δικάζοντες.

κυαμεύονται κληροῦνται· κύαμον γὰρ ἐκάλουν τὸν κλῆρον αὐτὸν καὶ τὴν ψῆφον ἐκ τοῦ λαμβάνειν αὐτοὺς ἐπὶ τὸ ἄρχειν. ἦσαν δὲ αὗται ποτὲ μὲν τετρημέναι καὶ ἄτρητοι, ποτὲ δὲ μέλαιναι καὶ λευκαί. αἱ μὲν τετρημέναι καὶ μέλαιναι ἦσαν καταψηφιζόμεναι — φασὶ δέ τινες τῶν ἐξηγησαμένων, ὅτι ἀπὸ χοιρείων ὀστῶν αὗται ἐγίνοντο —, αἱ δὲ λευκαὶ καὶ ἄτρητοι ἦσαν αἱ σῴζουσαι.

καὶ κήρυκος καὶ πρεσβείας ἀντὶ τοῦ «τῶν οὕτως εὐτελῶν», εὐτελῶν δὲ πρὸς τοὺς ἄλλους ἄρχοντας τοὺς μεγάλους. ἰστέον δὲ ὅτι ἄλλος ἦν ὁ κῆρυξ τοῦ δήμου καὶ ἄλλος ὁ τοῦ πολέμου, ὁ προηγούμενος τῶν πρέσβεων πρὸς τὸ αὐτοὺς σπείσασθαι εἰρήνην πρὸς τοὺς πολεμίους, βαστάζων καὶ σύμβολον τὸ κηρύκιον.

οὔτʼ ἄλλος ἐμοὶ ἔστι γὰρ πολλάκις μὲν αὐτὸν μὴ λαμβάνειν τινὰ διὰ τὸν ὅρκον, ὑποβάλλειν δὲ ἢ ἄνδρα ἢ γυναῖκα λαμβάνειν ὑπὲρ αὐτοῦ ἢ διʼ ἄλλης τέχνης ἢ μηχανῆς.

ὡς μὲν οὖν ἔξεστιν παρασχόμενος τὸν ὅρκον καὶ ἀναγνοὺς καὶ πιστωσάμενος διὰ τῶν ἐγγράφων πίστεων ἐπιλογίζεται ἑξῆς. πρῶτον μὲν ἀπὸ τοῦ πράγματος· ἔστι γὰρ οὗτος κοινὸς τόπος κατὰ τῶν φαύλων νόμων ἐκ πηλικότητος. πληρώσας δὲ τὸν κατὰ τοῦ νόμου τόπον ἄρχεται τοῦ κατὰ τοῦ προσώπου τόπου. καὶ ἔστιν ἑκάτερος ἐπιφορικός, ὅ τε προειρημένος καὶ οὗτος ἐν ἐπιλόγοις. ὁ δὲ κατὰ τοῦ προσώπου τόπος ἐντεῦθεν ἄρχεται· «ὅτι τοίνυν καὶ τέχνῃ κακῶς ἐνεχείρησε ποιεῖν, ἄξιόν ἐστιν ἀκοῦσαι.» ὁ δὲ τόπος ἀπὸ τῆς γνώμης «τίνι διανοίᾳ καὶ γνώμῃ τὸν νόμον τέθεικεν;», ὃ ὑπόλοιπον συνάπτει τὴν παρέκβασιν λόγοις ἐπιφορικοῖς κατʼ Ἀνδροτίωνος κειμένοις. καὶ ἵνα μὴ ἀθρόως ἐπὶ τὴν καταφορὰν ταύτην ἔλθῃ μηδὲ ἀπαρτήσῃ τὸν κατὰ Ἀνδροτίωνος λόγον τῆς ὑποθέσεως, ἀλλʼ ἐκ προσαγωγῆς δυνατὸν προσιέναι δοκῇ, ὀλίγῳ πρότερον προῳκονόμησεν εἰπὼν «καίτοι ἀνερωτῶντός τινος αὐτὸν» καὶ τὰ ἑξῆς. καὶ μετὰ ταῦτα ἐπήγαγε τὴν παρέκβασιν· «καὶ πρῶτον μέν, ἐφʼ ᾧ μέγιστον φρονεῖ, τὴν τῶν χρημάτων εἴσπραξιν ἐξετάσωμεν αὐτοῦ».

πιστωσάμενος διὰ τῶν ἐγγράφων πίστεων ἐπιλογίζεται πρῶτον ἀπὸ τοῦ πράγματος.

πληρώσας τὸν κατὰ τοῦ νόμου τόπον ἄρχεται τοῦ κατὰ τοῦ προσώπου. καὶ ἔστιν ἑκάτερος ἐπιφορικός. ἔστι δὲ ὁ τόπος οὗτος ἀπὸ τῆς γνώμης «τίνι διανοίᾳ καὶ γνώμῃ τὸν νόμον τέθεικεν;»

ἐκφύοι ἐνέμεινε τῇ τροπῇ τοῦ σπέρματος, ὡσανεὶ ἔλεγε· «μὴ καταβάλωμεν» φησί «σπέρμα τοιοῦτον πονηρίας, εἰ καὶ μὴ μέλλει ἀναβλαστῆσαι πώποτε καὶ αὐξῆσαι».

ὅτι τοίνυν καὶ τέχνῃ κακῶς ἐνεχείρησε μετὰ τὴν τοῦ πράγματος καταφορὰν μεταβέβηκεν ἐπὶ τὴν τοῦ προσώπου· ὁ δὲ τόπος ἀπὸ τῆς γνώμης τοῦ γράψαντος, ὅτι «οὐχ ὡς ἔτυχεν ἐποίησεν ὑμᾶς κακῶς, ἀλλὰ μετὰ τέχνης καὶ σκεψάμενος εἰς τοῦτο».

εὗρεν οὖν τοῦθʼ νομίζεται γὰρ τὸ νομοθετεῖν ὑπὲρ τῆς πόλεως εἶναι· ὅμως εἰσὶ καὶ παρανόμων γραφαί· ἀλλʼ οὖν γε αὐτὸ καθʼ ἑαυτὸ τὸ νομοθετεῖν νομίζεται καλόν τι εἶναι.

πρόεδρος ὁ τὴν προεδρίαν ἔχων ἐν τῷ δήμῳ καὶ προσάγων αὐτῷ τὴν πεῦσιν.

ἐπεψήφισεν ἢ διάσκεψιν προσήγαγεν, ἢ ἐπεκύρωσε τὴν ψῆφον.

οὐ Τιμοκράτει χαρίσασθαι ἐκβολὴ τῶν συνηγόρων αὐτοῦ.

ἐφʼ ὑμᾶς ἀντὶ τοῦ «καθʼ ὑμῶν τοιαῦτα ἠθέλησε γράψαι παράνομα».

τετυφῶσθαι μαίνεσθαι, ἀπὸ τοῦ δαίμονος τοῦ Τυφῶνος τοῦ μανέντος κατὰ τῶν θεῶν.

σχολὴν ἄγοντα ἐσκέφθαι περὶ πάντων ἀντὶ τοῦ «σχολάσαντα καὶ ἀργήσαντα ἀπὸ τῶν ἄλλων πραγμάτων, ἵνα σκέψηται ταῦτα». ὅρα πῶς αὐτῷ φθόνον συνάγει διὰ τούτων.

τοῦ μέν, εἰ καλεῖ τοῦ Τιμοκράτους.

τοῦ δʼ, εἰ πάρεισι τοῦ Ἀνδροτίωνος.

συναπολογήσεται βούλεται δὲ ὥσπερ ἐκβολὴν ἐνταῦθα ποιήσασθαι συνηγόρων. διὰ τί δὲ οὐκ ἔστιν ἀκριβὴς ἐκβολὴ συνηγόρων, ἤδη εἴπαμεν ἐν τῷ κατὰ Ἀνδροτίωνος.

ὅμως δὲ καὶ περὶ τῶν ἐκείνῳ παρέκβασις πάλιν ἐπὶ τὰ πολιτεύματα Ἀνδροτίωνος.

καὶ πρῶτον μέν, ἐφʼ ᾧ μέγιστον φρονεῖ ἐπλήρωσε τὴν ἐπιφορὰν τὸν αὐτὸν τρόπον ὅνπερ καὶ ἐν τῷ κατʼ Ἀνδροτίωνος.

ἐζήτηται διὰ ποίαν αἰτίαν τὰ αὐτὰ μέλλει ἐπιφέρειν ἅπερ εἶπεν ἐν τῷ κατὰ Ἀνδροτίωνος. οἱ μὲν λέγουσιν «οὐχ οἱ αὐτοὶ ἦσαν δικασταί, καὶ οὐδὲν ἦν ἄτοπον διὰ τοὺς μὴ ἀκηκοότας ἐκεῖνα πάλιν τὰ αὐτὰ λέγειν ἐνταῦθα»· ἄλλοι δὲ λέγουσιν ὅτι «ἠθέλησεν ἐνδείξασθαι ὁ Διόδωρος, ὅτι ἰδιώτης ἐστὶ καὶ οὐκ ἠδυνήθη ἄλλως σκέψασθαι τὰ αὐτά». βέλτιον δὲ λέγειν μᾶλλον τὴν αἰτίαν, ἣν εἴπαμεν ἐν τοῖς Φιλιππικοῖς.

πομπεῖα τὰ σκεύη τῆς ἑορτῆς.

προσαγωγεῖ συνεργῷ, προξένῳ εἰς τὸ λαβεῖν ἢ κλέπτειν τὰ δημόσια ἢ περιποιεῖν αὑτῷ κέρδη.

προσαγωγεῖ ἀντὶ τοῦ «δηλάτορι», ἀπὸ τοῦ προσαγαγεῖν αὐτῷ καὶ ὑποβάλλειν τινὰς ἀπαιτῆσαι ἀδίκως. τὸ δὲ «ἀποδέκτας» ἀντὶ τοῦ «ὑποδεχομένους τὰ χρήματα».

ἀποδέκτας οἱ παλαιοὶ οὕτως ἐκάλουν ὑποδέκτας, τινὲς δὲ τοὺς ταμίας φασίν.

τὸν γὰρ ὑπὲρ τῆς πόλεως πράττοντά τι σημείωσαι, ὑψηλῶς εἴρηται καὶ γνωμικῶς.

οὔτε γὰρ ῥᾷον πολλοῖς ὑπεξαίρεσις τῶν αἰτιῶν.

καὶ μὴ τὸν χρόνον εἰ πολύς ἐστιν οἶδεν ὁ ῥήτωρ παλαιὰ πράγματα ἐγκαλῶν τὰ τῶν εἰσφορῶν καὶ ἃ προείρηκεν. ἐπειδὴ οὖν ἀνέκυπτεν αὐτῷ παραγραφικὸν ἀπὸ χρόνου, διὰ τοῦτο ἀναγκάζεται λῦσαι αὐτό.

οὔκουν τὸ «οὔκουν» παροξύνεται, ἐπεὶ πάλιν ἐπὶ ἀρνήσεώς ἐστιν.

φήσας δὲ ἀπορρεῖν τὰ φύλλα τῶν στεφάνων παίζει. χρυσῶν γὰρ ὄντων τῶν στεφάνων ὡς περὶ ἄνθους τοῦτο ἔλαβε. «σαπροὺς» δὲ παλαιούς, σαθρούς, σεσηπότας.

τὸν δημόσιον τὸν ἀπογραφόμενον τὰ δημόσια, ὥσπερ νῦν λέγομεν ταβουλάριον.

καὶ οὗ τὸ σῶμα ἡταιρηκότος ὁριστικῶς καὶ σοφιστικῶς τοῦτο ποιεῖ· εἰ γὰρ τὸ σῶμα κωλύεται, πολλῷ μᾶλλον τὸ ὄνομα.

ὁ δὲ παρακάθηται καὶ οὐ καταδύεται τοῖς πεπραγμένοις νῦν περὶ Ἀνδροτίωνος λέγει, ὅπερ εἶπεν ἐν τῷ κατʼ Ἀνδροτίωνος περὶ τοῦ Τιμοκράτους.

τοὺς ἐχθροὺς κρατοῦντες ἀντὶ τοῦ «τῶν ἐχθρῶν»· ἀρχαϊσμὸς δέ ἐστι.

ἀλλʼ Ἀνδροτίων ὑμῖν σχῆμα ἐπανάληψις, ἐπὶ προσώπου διαβολῆς.

χερνίβων καὶ κανῶν τῶν πρὸς τὴν θυσίαν ἁρμοζόντων· λέγει δὲ ταῦτα, ἐν οἷς νίπτονται οἱ σπένδοντες.

οἶδα δʼ ὅτι, ὡς μὲν οὐκ ἀσύμφορος πληρώσας τὴν ἐπιφορὰν τίθησι τὴν πολυθρύλητον ἐκείνην ἀντίθεσιν, διʼ ἣν ἀσύστατος ὁ λόγος ὑπείληπται. πρῶτον μὲν οὖν ἄξιον θαυμάσαι, ὅτι μέλλων τιθέναι τὴν ἀντίθεσιν ἀνεκεφαλαιώσατο τὴν μνήμην τῶν ἰσχυρῶν, τοῦ παρανόμου, τοῦ ἀσυμφόρου, τοῦ ἀδίκου, ἵνα δείξῃ ὅτι ταῦτα ἦν τὰ κρινόμενα καὶ περὶ τούτων ἡ ψῆφος, οὐχὶ δὲ τὸ κατὰ τοὺς πρέσβεις. διὰ τοῦτο δὲ καὶ τελευταίαν τὴν ἀντίθεσιν τέθεικεν, ἵνα καὶ τῷ τόπῳ ἐνδείξηται αὐτῆς τὸ ἐξαγώνιον. ὅτι δὲ ἐξαγώνιος ἡ ἀντίθεσις, αὐτὸς διαρρήδην ἡμᾶς ὁ ῥήτωρ ἐδίδαξεν εἰπὼν «ἀλλὰ μὴ περὶ τούτων οἰσόντων ἡμῶν τὴν ψῆφον», καὶ ἑτέρωθι δὲ λέγει «μὴ λέγε τὴν ἔκτισιν — οὐδὲν γὰρ ἐπικοινωνεῖ τῷ νόμῳ τῷδε —, ἀλλʼ ὡς ἐπιτήδειός ἐστι καὶ καλῶς ἔχων ὁ νόμος, τοῦτο δίδασκε· τοῦτο γάρ ἐστιν ὑπὲρ οὗ σὺ μὲν εἰσενεγκεῖν φῄς, ἐγὼ δὲ γέγραμμαι.» ὥστε πανταχόθεν ἐστὶ καταφανές, ὅτι διαβολῆς ἕνεκα τὴν κατὰ τῶν πρέσβεων ὑπόθεσιν εἴληφε.

οἶδα ... ἀσύμφορος μέλλων τιθέναι τὴν ἀντίθεσιν ἀνεκεφαλαιώσατο τὴν μνήμην τῶν ἰσχυρῶν, τοῦ παρανόμου, τοῦ ἀσυμφόρου, τοῦ ἀδίκου, ἵνα δείξῃ ὅτι ταῦτα ἦν τὰ κρινόμενα καὶ περὶ τούτων ἡ ψῆφος, οὐχὶ δὲ τὸ κατὰ τοὺς πρέσβεις. ἐπειδὴ δὲ κινοῦσι τὸν περὶ τῶν πρέσβεων λόγον, ὅτι ἐκτετίκασι τὰ χρήματα λέγοντες, ἐνδείκνυται ὅτι ἐκ περιουσίας τούτῳ χρῆται τῷ λόγῳ τῷ κατὰ τοὺς πρέσβεις. διὰ τοῦτο τελευταίαν καὶ τὴν ἀντίθεσιν τέθεικεν, ἵνα καὶ τῷ τόπῳ ἐνδείξηται αὐτῆς τὸ ἐξαγώνιον. καὶ ὅτι ἐξαγώνιος ἡ ἀντίθεσις, αὐτὸς ἐδίδαξεν ὁ ῥήτωρ εἰπὼν «ἀλλὰ μὴ περὶ τούτων οἰσόντων ὑμῶν τὴν ψῆφον», καὶ ἑτέρωθι «μὴ λέγε τὴν ἔκτισιν — οὐδὲν γὰρ ἐπικοινωνεῖ τῷ νόμῳ τῷδε —, ἀλλʼ ὡς ἐπιτήδειός ἐστι καὶ καλῶς ἔχων ὁ νόμος, τοῦτο δίδασκε». πανταχόθεν οὖν καταφανές, ὅτι διαβολῆς ἕνεκεν τὴν κατὰ τῶν πρέσβεων ὑπόθεσιν εἴληφεν. εἰ δὲ καὶ τῆς γραφῆς δοθείσης ἐν τῷ μεταξὺ φαίνονται καταβεβληκότες, οὐδὲν τοῦτο τῇ ὑποθέσει λυμαίνεται· διαβολῆς γὰρ ἕνεκα εἴληπται, ὥσπερ ἔφην. εἰ δὲ ἐκτετίκασι τὸ κεφάλαιον, καὶ δεῖ πρὸς τοῦτο διαγωνίζεσθαι, ὑπεύθυνοι καθεστήκασιν ἐπὶ τῇ διπλασιάσει. περίεργον δὲ ζητεῖν ἴσως, πότερον ὀφείλουσιν ἢ τελέως ἀπηλλαγμένοι φαίνονται τοῦ ὀφλήματος· οὐδὲ γὰρ διὰ τοῦτο ἡ κρίσις οὐδὲ διὰ τοῦτο γέγονεν ἡ γραφή. ἐπειδὴ δὲ ἀπέδειξεν ἐν τῷ δικαίῳ κεφαλαίῳ οὐχὶ τοὺς ἀδυνάτους δεθέντας, ἀλλὰ τοὺς μάλιστα στρατηγούς τε καὶ ῥήτορας καὶ δημαγωγούς, εἰκότως ἐθάρρησε προσθεῖναι τὴν κατασκευὴν τῇ ἀντιθέσει, ἵνα ὁ Τιμοκράτους λόγος ἐλέγχηται. εἰ γὰρ ὁ μὲν Τιμοκράτης φησὶν ὑπὲρ τῶν ἀδυνάτων εἶναι τὸν νόμον, φαίνονται δʼ οὐχ οἱ ἀδύνατοι δεθέντες πολλάκις, ἀλλʼ οἱ μάλιστα δυνατώτατοι, πῶς οὐκ ἂν γένοιτο αὐτὸς ὁ ἀκροατὴς ἀνταγωνιστὴς τούτῳ τῷ λόγῳ; οἶδε δὲ μετὰ τὰς λύσεις τὰς ἀντιθέσεις τιθέναι.

οὐχ ἕξει λέγειν· ἀκούω δʼ αὐτὸν ὁ Τιμοκράτης.

τινὲς βούλονται ἐντεῦθεν εἶναι τοὺς ἐπιλόγους, ἐπειδή, φασίν, ἐν τῷ πρὸ αὐτοῦ κώλῳ ἐπελογίσατο τὰ τρία κεφάλαια.

ἀκούω δʼ αὐτὸν λέγειν ὡς ἐκτέτεισται τὰ χρήματʼ εἰσῆκται ὡς ἐν διασυρμῷ. «ἀκούω δὲ λέγειν αὐτὸν ὡς ἐκτέτισται», οἱονεὶ παράδοξον λόγον καὶ ἄτοπον καὶ οὐδαμοῦ τοῖς ζητουμένοις ἀκόλουθον. διὸ καὶ περιτρέπει αὐτῷ τὸν λόγον. ὁμολογοῦντα γὰρ ἐποίησεν ὅτι διὰ τοὺς πρέσβεις ἔθηκε τὸν νόμον, ἐπαγαγὼν ὡς «ἔνοχός ἐστι τῇ παρανομίᾳ μὴ ἐπὶ πᾶσι γεγραφὼς τὸν νόμον, ἀλλʼ ὀλίγοις χαρισάμενος». ὅθεν ἐπισημαίνεται πρὸς τοὺς δικαστὰς ἀναμιμνήσκων τοὺς ὅρκους, καθʼ οὓς αὐτοὶ δικάζειν ὀμωμόκασι. λύει γάρ, φησί, τοὺς νόμους καὶ μετὰ τῶν νόμων τὰ δικαστήρια.

ἐκτέτισται τὰ χρήματα τινὲς λέγουσι ἐκ τούτου νομίζεσθαι τὸν λόγον ἀσύστατον. εἰ γὰρ ἐκτέτισται τὰ χρήματα καὶ ὁμολογεῖ καὶ ὁ Δημοσθένης ἐνταῦθα τοῦτο αὐτό, οὐκοῦν περιττῶς κατηγορεῖ. λέγομεν «πρῶτον μὲν καὶ αὐτὸς ὁ ῥήτωρ ἐπισημαίνεται τοῦτο, ὅτι οὐ περὶ τούτων ἐστὶν ὁ ἀγὼν νῦν, ἀλλὰ περὶ τοῦ εἴτε ἐννόμως ἐγράφη ὁ νόμος ὁ Τιμοκράτους εἴτε παρανόμως».

οὐδὲ καθʼ ἓν ἀντὶ τοῦ «οὐδὲ ὅλως».

εἰ μὲν γὰρ ὑπὲρ τούτων τὸ διλήμματον πάλιν σχῆμα.

καίτοι καὶ τοῦτʼ οὐκ ἀπορήσαιμι ὅρα δὲ πῶς τὴν λύσιν ἐκ τῶν τριῶν παρείληφεν, ἀπὸ τοῦ αἰτίου, ἀπὸ τοῦ συνέχοντος, ἀπὸ τοῦ κρινομένου.

καίτοι ... ἀπορήσαιμι ἐκ περιουσίας καὶ τῆς λεγομένης ἐκτίσεως ἐπιλαμβάνεται, κακούργως αὐτὴν καὶ παρανόμως γεγενῆσθαι φάσκων· αἰνίττεται δὲ ὡς αὐτὸ μὲν τὸ ἁπλοῦν καταβεβλήκασι, τὸ δὲ τῆς διπλασίας ἀπεστέρησαν.

οἶμαι τοίνυν αὐτὸν ἀντίθεσις ἀπὸ τοῦ συμφέροντος ἐπιλογική, μικτὴ ἀπὸ τῆς τοῦ λέγοντος ποιότητος καὶ τοῦ κεφαλαίου. τοῖς αὐτοῖς δὲ θεωρήμασιν χρῆται οἷς καὶ ἐπὶ τῆς πρὸ αὐτῆς ἀντιθέσεως.

τὸ ἀναίσχυντον αὐτοῦ δείκνυσιν.

οἶμαι ... αὐτὸν ἔστι μὲν ἀπὸ τοῦ συμφέροντος ἡ ἀντίθεσις, ἀπέρριψε δὲ αὐτὴν ἐνταῦθα, ἀπὸ τοῦ τόπου τοῦ οἰκείου κλέψας, καὶ οὐκ ἔθηκεν ἐν τῷ κεφαλαίῳ, ἵνα μὴ δεηθῇ πλείονος μάχης ἰσχυρὸν ποιήσας. ὡς δὲ ἐπιλογικῇ ἐχρήσατο, προτάξας αὐτῆς τὴν ὄντως ἐξαγώνιον τὴν περὶ τῶν πρέσβεων, ἵνα σαθρὰν ἐκ τῆς συμπλοκῆς ἀπεργάσηται. μαθὼν γὰρ ὁ ἀκροατὴς ὅτι «τῶν περὶ τὸν Ἀνδροτίωνα χάριν ἔθηκε τὸν νόμον», οὐκέτι αὐτὸν ὡς φιλάνθρωπον ἐπαινέσει, ἀλλὰ ψεῦδος ἡγήσεται τὸ «εἰ ἔγραψεν, ὅπως μηδεὶς δεθήσεται Ἀθηναίων». ἐφάνη γὰρ διὰ τοὺς πρέσβεις τὸν δεσμὸν ἀνελών. παρατήρει δὲ καὶ τὴν λέξιν ὅπως ἔχῃ «οἶμαι τοίνυν αὐτὸν οὐδʼ ἐκείνων ἀφέξεσθαι τῶν λόγων» ὡς χαλεποῦ καὶ ἀναισχύντου ὄντος τοῦ πράγματος.

καὶ ὅτι τοὺς νόμους ὡς πραοτάτους καὶ τοῦτο τὸ μέρος ἤδη φθάσας ὁ ῥήτωρ προδιῳκήσατο, ἀποδείξας οὐ πένητας, ἀλλὰ στρατηγοὺς καὶ δημαγωγοὺς καὶ ῥήτορας τοὺς ὑπομένοντας τὸν δεσμόν, ὥστε τούτοις τοῦ νόμου τὴν φιλανθρωπίαν ἐργάζεσθαι· φροντίζει γὰρ οὐ τῶν ἀδυνάτων, ἀλλὰ τῶν διὰ τὰς κατὰ τοῦ κοινοῦ βλάβας δεσμευομένων.

εἶτα ἐπάγει λύσεις οὐδὲν καινὸν ἐχούσας παρὰ τὰς προειρημένας ἔμπροσθεν· οὕτως οἶδε καὶ μετὰ τὰς λύσεις τὰς ἀντιθέσεις τιθέναι· αἱ δὲ λύσεις ἐκ διαφορᾶς κατὰ διαίρεσιν. δύο γὰρ εἴδη νόμων φησίν, ἓν μὲν καθʼ ὃ συμβάλλομεν ἀλλήλοις καὶ συναλλάττομεν, οὓς πράους εἶναι δεῖ, ἕτερον δὲ καθʼ ὃ πολιτευόμεθα, καθʼ ὃ δημαγωγοὶ μᾶλλον ἔνοχοι τοῖς δήμοις ἂν γένοιντο. οὐ γὰρ οἱ πένητες, ἀλλʼ οἱ δυνατοὶ πολιτεύονται. διὰ τοῦτο τοίνυν τῇ διαιρέσει κέχρηται, ἵνα σοφίσηται. οὐ γὰρ μόνοι οἱ πολιτευόμενοι περιπίπτουσι δεσμοῖς, ἀλλὰ καὶ ἕτεροι μὴ πολιτευόμενοι. θαρρεῖ δὲ τοῖς λόγοις, διότι ἀποδέδεικται, ὡς ἔφην ἐν τῷ κεφαλαίῳ τῷ δικαίῳ, τοὺς πολιτευομένους δεθέντας μᾶλλον ἢ τοὺς ἰδιώτας. ζητήσειε δʼ ἄν τις «διὰ τί τὸν ἐπίλογον τὸν ἀπὸ τοῦ συμφέροντος κατʼ ἀντίθεσιν εἰσήγαγε καὶ οὐ καταφορικῶς;» καὶ φήσομεν ὅτι «οὐ πάντη διαβέβληται ὁ Τιμοκράτους νόμος, ἀλλʼ ἔχει πρὸς αὐτὸν εὔνοιαν ὁ ἀκροώμενος· ἣν οὐκ ἔστιν ἄλλως λῦσαι τὸν διαβάλλοντα μὴ ἀγωνιστικοῖς χρώμενον λόγοις». διὰ ταῦτα τοῦ ἀγωνιστικοῦ εἴδους ἐδεήθη καὶ ἐν τοῖς ἐπιλόγοις μᾶλλον. φιλοῦσι γὰρ αἱ ὑπολήψεις τῶν ἀκροατῶν ἀγώνων δεῖσθαι, ἃς εἰ μέλλοιμεν ἐξαιρεῖν ἀντικειμένας ἡμῖν, καὶ ἐν προοιμίοις καὶ ἐπιλόγοις πάντως ἀγωνιούμεθα. ἔστι τοίνυν διμερὴς ἡ ἀντίθεσις καὶ τὸ μέν ἐστιν αὐτῆς ἐκ τῆς τοῦ προσώπου ποιότητος, τὸ δὲ ἐκ τοῦ νόμου. τὸ μὲν οὖν κατὰ τὸν νόμον ἤδη λέλυκε, τὸ δὲ κατὰ τὴν τοῦ προσώπου ποιότητα ἐντεῦθεν ἄρχεται· «καὶ λογίζεσθε πρὸς ὑμᾶς αὐτούς». εἶτα χρῆται ἐξαιρέσεσιν αἰτιῶν λέγων «οὔτε γὰρ συγγενὴς οὔτʼ ἀναγκαῖος ἦν σοι τούτων οὐδείς», καὶ ἐπάγει εὐθὺς τὴν ἐκβολὴν τοῦ ἐλέου, διʼ ὧν δείκνυσιν αὐτὸν πολλὰ καὶ δεινὰ διαθέντα τὸν δῆμον, ἡνίκα τὴν εἴσπραξιν ἐποιεῖτο μετὰ Ἀνδροτίωνος, ἵνα μηνσθέντες ὧν ἔπαθον μὴ μεταδῶσιν ἐλέου τῷ ἀσελγήναντι. τέλος δὲ ἐπιθεὶς τῇ τοῦ ἐλέου ἐκβολῇ καταφοράν τινα ποιεῖται τῆς τοῦ προσώπου ποιότητος.

ἔστι δὲ σοφισμός· οὐδὲν γὰρ ἐκώλυε καὶ δεσμώτας καὶ ἰδιώτας διά τινα πλημμελήματα δεθέντας τῆς τοῦ νόμου πραότητος ἀπολαῦσαι. θαρρεῖ δὲ τῷ λόγῳ διὰ τὸ ἐπὶ τῶν πολιτευομένων τῶν περὶ Θρασύβουλον ἀποφήνασθαι χώραν ἔχειν τὸν δεσμόν.

πράους καὶ μετρίους πρὸς τοὺς λόγους οὓς λέγει ὁ Τιμοκράτης.

δύο εἴδη ὅτι εἰς δύο μεμέρισται τὰ τῶν πόλεων, εἴς τε ἰδιωτικὰ καὶ δημόσια.

λύσις ἐκ διαφορᾶς κατὰ διαίρεσιν.

κεφάλαιον δʼ ὑμῖν ὃ μνημονεύσετʼ ἐρῶ ἐν βραχεῖ τὴν τοῦ νόμου ποιότητα διαβάλλει, κακίαν εἶναι μεγίστην τὴν τῶν δύο χρόνων συναγωγὴν ἰσχυριζόμενος, ὅπερ ἐστὶ καὶ ὁμολογούμενον καὶ εὔκολον εἰς μνήμην διὰ τὸ σύντομον. εἶτα ἔρχεται ἐπὶ τὴν τοῦ προσώπου ποιότητα, τὴν ἐξέτασιν ἐπάγων οὕτως.

εἰ δὲ μήθʼ οὗτος μήτʼ ἄλλος διμερής ἐστιν ἡ ἀντίθεσις, καὶ τὸ μὲν αὐτῆς τῆς τοῦ προσώπου ποιότητος, τὸ δὲ τῆς τοῦ νόμου ποιότητος. τὸ μὲν οὖν κατὰ τὸν νόμον ἤδη λέλυκεν, τὸ δὲ κατὰ τὴν τοῦ προσώπου ποιότητα ἐντεῦθεν ἄρχεται· «καὶ λογίζεσθε πρὸς ὑμᾶς αὐτοὺς» καὶ τὰ ἑξῆς. ὅτι δὲ καὶ πρὸς ἐκβολὴν ἐλέου ἡ ἀντίθεσις τίθεται, δείκνυται τὰ νῦν. ἐξαιρέσει γὰρ αἰτιῶν χρησάμενος ἐπήγαγεν εὐθὺς τὴν ἐκβολὴν τοῦ ἐλέου, διʼ ἣν δείκνυσιν αὐτὸν καὶ πολλὰ καὶ δεινὰ διαθέντα τὸν δῆμον, ἡνίκα τὴν εἴσπραξιν ἐποιήσατο μετʼ Ἀνδροτίωνος, ἵνα μνησθέντες ὧν ἔπαθον μὴ μεταδῶσιν ἐλέου τῷ μὴ ἐλεήσαντι. τέλος δʼ ἐπιθεὶς τῇ τοῦ ἐλέου ἐκβολῇ καταφοράν τινα ποιεῖται τῆς τοῦ προσώπου ποιότητος, διʼ ἧς οὐδὲν ἧττον ἐκβάλλει τὸν ἔλεον οὕτω λέγων «ὃ τοίνυν ἔμοιγε δοκεῖ μάλιστα».

τῶν συνηγορούντων αὐτῷ.

καὶ λογίσασθε πρὸς ὑμᾶς αὐτοὺς ὅπερ ἐλέγομεν πρὸ βραχέος, ὅτι πρὸς ἐκβολὴν ἐλεεινολογίας ἡ ἀντίθεσις τέθειται, τοῦτο νῦν δείκνυται. ἐξαιρέσει γὰρ αἰτιῶν χρησάμενος καὶ εἰπὼν «οὔτε γὰρ συγγενὴς οὔτʼ ἀναγκαῖος ἦν σοι τούτων οὐδείς» ἐπήγαγεν εὐθὺς τὴν ἐκβολὴν τοῦ ἐλέου, διʼ ὧν δείκνυσιν αὐτὸν πολλὰ καὶ δεινὰ διαθέντα τὸν δῆμον, ἡνίκα τὴν εἴσπραξιν ἐποιεῖτο μετὰ Ἀνδροτίωνος, ἵνα μηνσθέντες ὧν ἔπαθον μὴ μεταδῶσιν ἐλέου τῷ ἀσελγεῖ. τίς γὰρ ἂν ἐλεήσειε τὸν ἀσελγῶς καὶ ὠμῶς ἐν ταῖς εἰσφοραῖς τοῖς πολίταις χρησάμενον;

οἰκεῖος ἀντὶ τοῦ «φίλος».

οὔτε γὰρ τὰ τούτων τὰ τούτων, οὐ τὰ αὐτῶν ἔλαβον, φησί, καὶ οὐκ εὐθὺς ἀπῃτοῦντο, ἀλλὰ μετὰ χρόνον πλεῖστον, ὥσθʼ ἱκανὸν κέρδος αὐτοῖς ὑπάρξαι τὸν ἄνω χρόνον.

οὔτε ... τούτων τὰ χρήματα τῶν πολιτῶν, ἅπερ ὀφείλει ἡ πόλις διπλᾶ λαβεῖν ἀπὸ τῶν περὶ τὸν Ἀνδροτίωνα.

μόλις ἄκοντας εἰ γὰρ ἦσαν κἂν μετὰ τὸν χρόνον ἑτοίμως καὶ ἑκόντες αὐτὰ καταβαλόντες, εἶχον ἄν τινα συγγνώμην ἐπιεικείας. νῦν δὲ καὶ τρίτον ὑπʼ ἀναισχυντίας ἀνέμειναν δικαστήριον.

δεινὰ γὰρ ποιεῖν ἐστιν ὁρίζεται τῶν πραγμάτων τὰς φύσεις ἀκριβῶς, οὐκ ἐῶν σφάλλεσθαι τοὺς δικάζοντας, τί μὲν τὸ παθεῖν, τί δὲ τὸ ποιεῖν κακῶς προσήκει νομίζειν.

παροξύνειν μᾶλλον ἄν τινα μισεῖν ἀντὶ τοῦ «καταβάλλειν μετὰ τοσοῦτον χρόνον». προβάλλονται λέγοντες «δεινόν ἐστιν εἰ δεθήσονται».

οὔτʼ ἄλλως πρᾶος ἵνα μὴ δόξῃ διʼ ὑπερβολὴν ἡμερότητος καὶ τοὺς ἀδικοῦντας ἐλεεῖν, οἷα συμβαίνει πολλάκις, καὶ τοῦτο ἀναιρεῖ μετὰ τοῦ συγκροῦσαι, φάσκων «μὴ γὰρ νικᾷς φιλανθρωπίᾳ τὸν δῆμον;»

μὴ εἰς ἔλεον πάντων τῶν Ἀθηναίων ὑπάρχεις αὐτὸς ἑτοιμότερος; μόνος σὺ παρὰ τοὺς ἄλλους οἰκτεῖραι τούτους διέγνωκας;

ἀλλὰ θύρας ὑφαιρεῖν καὶ στρώμαθʼ ὑποσπᾶν διὰ τῆς διασκευῆς εἰς ὄψιν ἄγει τὴν χαλεπότητα. τὸ δὲ «ὑποσπᾶν» οὐ μόνον ἐστὶν ἀποσπᾶν, ἀλλὰ λαθραίως καὶ κακούργως λαμβάνειν, ὥστε μηδʼ ἐν τοῖς ἀπολωλόσι λογίζεσθαι.

καὶ διάκονον ᾗ τις ἐχρῆτο εὗρεν ὄνομα μόνον πρὸς ἄμφω συντελοῦν εἴς τε τὴν ὑπηρεσίαν τῶν χρειῶν καὶ εἰς τὴν τῆς μίξεως ὑπηρεσίαν πάνυ εὐπρεπῶς· Σινώπην δὲ καὶ Φανοστράτην αἰνίττεται ἀνθρώπους πόρνας.

καὶ ἴσως Σινώπην καὶ Φανοστράτην αἰνίττεται, ὡς εἶπεν ἐν τῷ ἄλλῳ λόγῳ φανερῶς, ἵνα ὡς ὁμοτέχνους αὐτὰς καλέσῃ τοῦ Ἀνδροτίωνος τοῦ πόρνου.

καὶ ... ἐχρῆτο τὴν πόρνην, ἀπὸ τοῦ διακονεῖν ταῖς ἡδοναῖς· ἵνα αἰνίττηται εἰς τὰς περὶ Σινώπην καὶ Φανοστράτην, ὧν ἐμνήσθη ἐν τῷ κατʼ Ἀνδροτίωνος.

πράττονται ἀντὶ τοῦ εἰσπράττονται.

τὸν λόγον ἐγγράψαι «τὸν λόγον» λέγει, οἷον αὐτὰς τὰς εὐθύνας περὶ ὧν ἔμελλεν ἀπαιτεῖσθαι, τί εἰσέπραξε καὶ ἐκ τίνος.

τὸν ... ἐγγράψαι τὸν τῆς εἰσπράξεως λέγει.

προῖκα γάρ, οὐδὲν ὠφελούμενος ὥσπερ κατασκευή ἐστι τοῦ προειρημένου «ὅτι ἔγραψε». «προῖκα γάρ,» φησί, «μηδὲν ὠφελούμενος, εἵλετο πολεμεῖν ὑμῖν καὶ μάχεσθαι πᾶσι τοῖς νόμοις καὶ τῷ ἑαυτοῦ τῷ προτέρῳ.»

ὃ τοίνυν ἔμοιγε δοκεῖ ἤδη τέλος ἐπιθεὶς τῇ τοῦ ἐλέου ἐκβολῇ καταφοράν τινα ποιεῖται τῆς τοῦ προσώπου ποιότητος διʼ ἧς οὐδὲν ἧττον ἐκβάλλει τὸν ἔλεον ἐνθένδε ἀρξάμενος «ὃ τοίνυν ἔμοιγε δοκεῖ». τί τοίνυν διὰ τούτων ἐργάζεται; μῖσος αὐτῷ κινεῖ καὶ ὑποψίας ἀτόπου τοὺς ἀκούοντας πίμπλησι, πονηρίας ὑπόνοιαν, αἰσχροκερδίαν καὶ ἄλλα τινά. πῇ μὲν γὰρ φθόνον δεῖ κινεῖν μετὰ τὴν ἐλέου ἐκβολήν, πῇ δὲ μῖσος, μῖσος μὲν ὡς ἐνθάδε, φθόνον δὲ ὡς ἐν τῷ κατὰ Μειδίου «καὶ διὰ τῆς ἀγορᾶς σοβεῖ, τρεῖς ἀκολούθους ἢ τέτταρας αὐτὸς ἔχων». ἔστι δʼ ὅτε παραλαμβάνονται οἱ δύο τόποι περὶ ἓν πρόσωπον. χρὴ δὲ τὸν μέλλοντα χρῆσθαι δοξαστικὸν εἶναι.

εἰς αἰσχροκερδίας κατάγνωσιν ἄγων κατὰ Τιμοκράτους, ἵνα καὶ διὰ τούτων ἀνέλῃ τὸν ἔλεον.

ταῦτα δʼ ἐστὶ τί; οἷον εἰς ἃ ἀνάλωσεν.

καίτοι ὅστις μέλλων αὔξει τῆς αἰσχροκερδίας τὸ πάθος, ὅπου καὶ καθʼ ἑαυτοῦ τυφλώττων ποιεῖ. τοῦ γὰρ νόμου παραπέμποντος ἐπʼ αὐτόν, εἰ τελευτήσειεν ὁ πατήρ, τὴν ἀτιμίαν, κέρδος ἡγεῖται τὸ μὴ παρέχειν τέως, δηλῶν ὡς τοῦ μὲν οὐδʼ ἡντινοῦν ποιεῖται φροντίδα, ὅλος δὲ τῆς φιλοχρηματίας καθέστηκε.

κληρονομήσειν τῆς ἀτιμίας νόμος γὰρ ἦν «εἴ τις ὀφείλων πρὸ τῆς ἐκτίσεως τελευτήσει, τοὺς παῖδας ἀποδιδόναι τὸ ὄφλημα, εἰ δὲ μή, καὶ αὐτοὺς ἀτίμους εἶναι ἕως ἂν ἀποδῶσιν».

καὶ τὸν μὲν πατέρα οὔτʼ ἐλεεῖς ἱκανῶς ἀπὸ τοῦ πατρὸς διαβέβληκε τὸν τρόπον. εἰ γὰρ οὐκ οἰκτείρει πατέρα, πῶς ἄν τις ὑπολάβοι διὰ φιλανθρωπίαν τὴν περὶ τοὺς ἄλλους γεγραφέναι τὸν νόμον; εἶθʼ ἵνα μή τις ὑπολάβοι, ὡς διʼ ἀπορίαν τοῦτο ποιεῖ, ταχέως ἐπάγει τοὺς ποικίλους τῶν κερδῶν τρόπους, «ἀπὸ τῶν εἰσφορῶν, ἀπὸ τῶν ψηφισμάτων, ἀπὸ τῶν νόμων ὧν γράφεις», φησί. καὶ πάλιν ἵνα μή τις ὑπολάβῃ, ὡς πολὺ τὸ ἀργύριόν ἐστι τοῦ ὀφλήματος καὶ οὐ δύναται ἐκτῖσαι, προστίθησι «διὰ μικρὸν ἀργύριον μὴ μετέχειν τῆς πόλεως», οἶκτον ὑπὲρ τοῦ πατρὸς κεκινηκώς.

ἑτέρους δʼ ἐλεῆσαί τινας φῄς; οὓς οὐ συνῆψεν ἡ φύσις, ἀλλʼ ἁπλῶς ἀλλοτρίους καὶ οὐ προσήκοντας· καὶ ἵνα μὴ νομίσῃ τις, ὡς ἄρα χαλεποῦ τοῦ πατρὸς τυχὼν τοιοῦτος ὤφθη περὶ αὐτόν, τὴν ἀδελφὴν προστίθησιν, ὑφʼ ἧς διὰ τὴν ἀσθένειαν τῆς φύσεως παθεῖν οὐδʼ ὁτιοῦν ἔμελλε κακόν. «πέπρακε γὰρ αὐτήν, οὐκ ἐκδέδωκεν». εἰκὸς δὲ τὴν ἀδελφήν, ἢ πεπεισμένην ἢ πόθῳ κατειλημμένην, ἑκοῦσαν ἀκολουθῆσαι τῷ ξένῳ· καὶ γὰρ ὑποφαίνει τινὰ τοιαύτην ὁ ῥήτωρ ὑπόνοιαν ἐν οἷς λέγει «βουληθέντι λαβεῖν αὐτήν».

ἀλλὰ νὴ Δία τὴν ἀδελφὴν οὐχ ἁπλῶς κατὰ ταῦτα πάντα διαβάλλει αὐτὸν ἐκ τοῦ ἔξωθεν βίου, μᾶλλον δὲ ὡς ἐπὶ τὸ πλεῖστον καὶ ἐν ὅλοις τοῖς λόγοις ἀεὶ τοῦτο ποιεῖ ὁ ῥήτωρ, ἀλλʼ ἐπειδὴ ἔγνω ὅτι τινὲς τῶν κρινομένων, εἰ καὶ ἁλίσκονται ἐν τῇ κρίσει, ἀλλʼ οὖν γε πολλάκις προβαλλόμενοι τὸν ἔξωθεν ἑαυτῶν βίον δύνανται σωθῆναι, εἰκότως ἐξεῦρεν ὁ ῥήτωρ τὸ καὶ τὸν ἄλλον αὐτοῦ βίον ἐν τοῖς ἐπιλόγοις διαβάλλειν, ἵνα μὴ εἰς τοῦτον καταφεύγωσιν.

οὐκ ἐκδέδωκεν ἀντὶ τοῦ «πρὸς γάμον οὐκ ἐκδέδωκεν ὡς ἐλευθέραν, ἀλλʼ ὡς δούλην πέπρακεν». εἶτα ἐπιφέρει, πῶς αὐτὴν ἐπώλησε καὶ τίνι.

καὶ νῦν ἐστιν ἐν Κερκύρᾳ ὥσπερ σχετλιάζοντος, διότι ἐπὶ ξένης ἐκδέδοται ἀστὴ οὖσα, τοῦ νόμου τοῦτο ἀπείργοντος· τὸ δὲ «ἐπʼ ἐξαγωγῇ» τὸ πραθῆναι ἔξω τῆς πόλεως.

οὖν τὴν μὲν ἀδελφὴν συναγωγὴ πάντων τῶν παραλειφθέντων εἰς τὴν τοῦ ἤθους διαβολήν.

καὶ μὴν ὅτι μὲν προσήκει σύγκρισις ἀπὸ τοῦ ἐλάττονος· ἔλαττον γὰρ ὁ κλέπτης καὶ λωποδύτης τοῦ πονηρὸν εἰσφέροντος νόμον ἀδικεῖ. ἕνα μὲν ἢ δύο συλᾷ, εἶτα τὴν ἑαυτοῦ δόξαν καταισχύνει μόνην ὁ κλέπτης· ὁ δὲ γράφων, φησί, τὸν φαῦλον νόμον καὶ πᾶσι λυμαίνεται καὶ τὴν αἰσχύνην εἰς ὅλην καταχεῖ τὴν πόλιν, ὅτι καὶ δόγμα πάντων εἶναι δοκεῖ κυρωθεὶς ὁ νόμος.

καὶ ... προσήκει πληρώσας τὴν καταφορὰν τῆς τοῦ προσώπου ποιότητος πάλιν καταχρῆται τόποις συγκριτικοῖς πρὸς τὴν αὔξησιν· πεφύκασι γὰρ αἱ συγκρίσεις αὔξειν ἅπαντα λόγον καὶ οὐκ ἐπιδεικτικὸν μόνον, ἀλλὰ καὶ δικανικὸν καὶ συμβουλευτικὸν καὶ πᾶσαν ἁπλῶς πολιτικὴν ὑπόθεσιν. ἡ δὲ σύγκρισις ἐνταῦθα ἀπὸ τοῦ ἐλάττονος· ἔλαττον γὰρ ὁ κλέπτης καὶ λωποδύτης τοῦ πονηρὸν εἰσφέροντος νόμον ἀδικεῖ.

πληρώσας τὴν ποιότητα πάλιν κέχρηται πρῶτον τόποις συγκριτικοῖς πρὸς τὴν αὔξησιν.

τῶν μὲν γὰρ κλεπτῶν ἀπὸ τοῦ ἐλάττονος.

γνοίη δʼ ἄν τις οὕτως μάλα δεύτερος οὗτος τόπος ἀπὸ τοῦ μείζονος. κατασκευάζει γὰρ ὅτι «τυράννων ἐζήλωσε γνώμην». ὥσπερ γὰρ ἐκεῖνοι λύουσι τοὺς δεσμώτας, ἵνα σχῶσι πρὸς τὴν ἐπιθυμίαν συμπράττοντας, τὸν αὐτὸν τρόπον καὶ οὗτος διʼ ὧν ἔλυσε τὸν δεσμὸν τὰ τῶν τυράννων μεμίμηται.

ἀπὸ τοῦ μείζονος.

οἱ καταλύοντες τὸν δῆμον οἱ βουλόμενοί, φησι, καταλῦσαι τὴν δημοκρατίαν τοὺς δεσμώτας λύουσιν, ἵνα ἔχωσιν αὐτοὺς πρὸς συμμαχίαν τοῦ καταλύειν τοὺς νόμους καὶ τὴν πολιτείαν ἐξ οὗπερ ἐδέθησαν.

καὶ μὴν εἰ αὐτίκα δὴ μάλα αὕτη λοιπὸν ἀπὸ τοῦ ἴσου ἡ σύγκρισις· διεσκεύασται δὲ διὰ πλειόνων διὰ τὸ πιθανόν.

αὕτη λοιπὸν ἀπὸ τοῦ ἴσου ἡ σύγκρισις. τρίτος δὲ οὗτος τόπος ἐστί· διεσκεύασται δὲ διὰ πλειόνων διὰ τὸ πιθανόν, ἵνα ἐπαγάγῃ «νῦν τοίνυν ἔχετε τοῦτον» μετὰ προσθήκης «οὐ γὰρ λάθρα τοῦτο πεποίηκεν, ἀλλὰ φανερῶς, καὶ οὐκ ἀνέῳξε μόνον, ἀλλὰ καὶ καθαιρεῖ καὶ τὰ δεσμωτήρια καὶ τὰ δικαστήρια».

δεῖ τοίνυν τέταρτος ἀπὸ τοῦ ἐναντίου κατὰ τὸ ἔνδοξον.

ὅτι πολλοὶ τῶν Ἑλλήνων λογισμὸς ἀπὸ τοῦ ἐνδόξου· σεμνὸν γὰρ τὸ ζηλοῦν ἡμῶν τὰ νόμιμα τοὺς πολλοὺς τῶν Ἑλλήνων. ὅταν τοίνυν φαύλους τινὲς εἰσφέρωσι νόμους, ἀναιροῦσι τὴν φιλανθρωπίαν τῆς πόλεως τὴν μίμησιν ἐκκόπτοντες.

ὅτι τοὺς νόμους ἅπαντες σημείωσαι, τί ἐστι νόμος.

καὶ μὴν εἰ Σόλωνα καὶ Δράκοντα ἰστέον ὅτι ὁ μὲν Σόλων ἐγένετο ἐπὶ τῶν χρόνων τῶν τυράννων ἐν ταῖς Ἀθήναις πρὸ τῶν Περσικῶν χρόνων, ὁ δὲ Δράκων πρὸ αὐτοῦ ἑπτὰ καὶ τεσσαράκοντα ἔτεσιν, ὥς φησιν ὁ Διόδωρος.

καὶ ... Δράκοντα ἐπιχείρημα ἀπὸ τοῦ ἐναντίου· εἰ γὰρ τοὺς τεθεικότας ἀρίστους νόμους σέβειν καλόν, μισεῖν ἀνάγκη τοὺς εἰσενεγκόντας ἐκ τῶν ἐναντίων τοὺς βλάπτοντας.

βούλομαι τοίνυν κἀκεῖνο πρὸς τῷ τέλει πάνυ συμφερόντως ὁπλίζει κατὰ τοῦ Τιμοκράτους τὸν Σόλωνα. ἐπειδὴ γὰρ αὐτὸς περὶ δεσμοῦ διαλεγόμενος ἐδόκει λυπεῖν, προσπεριλαμβάνει τὴν δόξαν τοῦ Σόλωνος εἰς βοήθειαν, πρὸς ἣν ἀντιτείνειν οὐ δυνήσονται, ἄνωθεν δημοτικὴν πιστεύοντες εἶναι.

λέγεται γὰρ τοῖς δικασταῖς περὶ νομίσματος.

φῆσαι ἀντὶ τοῦ «συνθέσθαι ὅτι καλῶς ἔχει ὁ νόμος ὁ περὶ τοῦ νομίσματος». κατὰ κοινοῦ δὲ πάλιν τὸ «λέγεται».

ἀργύριον μὲν ἀπὸ τοῦ ἥττονος τὸ ἐπιχείρημα.

δεῖν δὴ τοὺς δικαστὰς περὶ φθορᾶς νόμου.

νόμισμα, τοῦτο διαφθείρει ἀντὶ τοῦ «δεῖ κολάζειν ἐκεῖνον, εἴ τις διαφθείρει τὸ νόμισμα ἐκεῖνο, ὅπερ ἐστὶ τῆς πόλεως, ἀλλʼ οὐκ ἐκεῖνον τὸν διαφθείροντα τὸ τῶν ἰδιωτῶν». εἰσὶ γὰρ καὶ ἰδιωτικοὶ νόμοι, οἷον μὴ λαμβάνειν πολλοὺς τόκους, καὶ ἄλλοι τοιουτότροποι· ἀλλʼ οὐχ οὗτοι καταλύειν εἰσὶν ἱκανοὶ τὴν πόλιν, ἀλλʼ οἱ δημόσιοι.

ἢ μικρὰν ἢ μεγάλην «μικρὰν» μὲν ἐὰν καταλύωνται, «μεγάλην» δὲ ἐὰν σῴζωνται.

ὄφελος εἴη δηλονότι, ἐὰν μὴ σῴζωνται οἱ νόμοι.

διʼ οὗ νόμου ὃν ἔγραψεν ὁ Τιμοκράτης.

ὑπάρχουσιν αἱ τιμωρίαι οἷον τοῖς βουλομένοις ἐμμένειν αὐτῷ καὶ μὴ ποιοῦσιν, ὥσπερ οἱ παλαιοὶ νόμοι κελεύουσιν.