ΠΡΟΣ ΑΛΚΙΜΑΧΟΝ.
ΠΕΡΙ ΤΟΥ ΜΗ ΕΚΔΟΥΝΑΙ ΑΡΠΑΛΟΝ, εἰ γνήσιος.
εἰ μέντοι ἔνιοι ψευδεπίγραφοί εἰσι λόγοι ἀηδεῖς καὶ φορτικαὶ καὶ ἄγροικοι κατασκευαί, ὡς ἐν τῇ κατʼ Ἀριστογείτονος βʹ, καὶ ἐν τῇ ἀπολογίᾳ τῶν δώρων, καὶ ἐν τῷ μὴ ἐκδοῦναι Ἅρπαλον, καὶ ἐν τῷ κατὰ Νεαίρας, καὶ ἐν τῷ περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν, ἐν ἄλλοις τε συχνοῖς, οὓς ὁ Δημοσθένης οὐκ ἔγραψεν, ἐν ἑτέρᾳ δηλοῦταί μοι πραγματείᾳ.
ΚΑΤΑ ΔΗΜΑΔΟΥ.
ἄγειν· —Δημοσθένης δὲ τὸ ἄγειν ἐν τῷ κατὰ Τιμοκράτους τὸ τίμημα λέγει ἢ τὴν ποσότητα τῆς ὁλκῆς, φάσκων· καὶ τὸν ἀκινάκην τὸν Μαρδονίου, ὃς ἦγε τριακοσίους δαρεικούς. κατὰ Δημάδου· ἦγε δὲ πέντε μνᾶς.
ΥΠΕΡ ΔΙΦΙΛΟΥ.
Διφίλῳ δημηγορικός, αἰτοῦντι δωρεάς· Διὰ τὸ μὴ ῥᾴδιον εἶναι. τοῦτον ἐπείσθην ὑπὸ Δημοσθένους γεγράφθαι τὸν λόγον, ὅτι τὰς δωρεὰς ἔγραψεν αὐτῷ Δημοσθένης, ὡς Δείναρχος ἐν τῷ κατὰ Δημοσθένους λόγῳ δεδήλωκε, καὶ ὅτι ἐπὶ τέλει τοῦ λόγου ὁ Δίφιλος Δημοσθένην παρακαλεῖ συνήγορον. ἀπίθανον δὲ οἶμαι εἶναι τὰς μὲν τιμὰς οὕτω γράφειν εὐνοοῦντα τῷ Διφίλῳ τὸν Δημοσθένην, λόγον δὲ παρὰ Δεινάρχου λαβόντα περιιδεῖν.
ΑΠΟΛΟΓΙΑ ΔΩΡΩΝ, εἰ γνήσιος ὁ λόγος.
εἰ δέ τις ἐρεῖ, ὅτι περὶ τῆς τῶν δώρων, ἣν ἐπʼ ἄρχοντος ἀπελογήσατο, περὶ τὴν Ἀλεξάνδρου τελευτήν, πολλῷ νεωτέρας ἔτι ποιήσει τὰς Ἀριστοτέλους τέχνας τῶν Δημοσθένους ἀγώνων. Δημοσθένη δὲ τὸν ῥήτορα καὶ τεκνοποιήσασθαι ἐξ ἑταίρας ἔχει λόγος. αὐτὸς γοῦν ἐν τῷ περὶ χρυσίου λόγῳ προαγήοχε τὰ τέκνα ἐπὶ τὸ δικαστήριον, ὡς διʼ ἐκείνων ἔλεον ἕξων, χωρὶς τῆς μητρός, καίτοι ἔθος ἐχόντων τῶν κρινομένων τὰς γυναῖκας ἐπάγεσθαι· ἀλλʼ αἰδοῖ τοῦτʼ ἐποίησε, φεύγων τὴν διαβολήν. εἴρηται μὲν οὖν περὶ αὐτοῦ καὶ ἄλλοις καὶ αὐτῷ Δημοσθένει πλεῖστα, ἦ μὴν τῶν χρημάτων ἃ ἐκ τῆς Ἀσίας ἤγαγεν Ἅρπαλος μὴ μεταλαβεῖν αὐτόν.
ΜΕΤʼ ΕΛΑΤΕΙΑΣ ΑΛΩΣΙΝ.
ΠΡΟΣ ΚΡΙΤΙΑΝ, περὶ τοῦ ἐνεπισκήμματος, εἰ γνήσιος.
ἐνεπίσκημμα καὶ ἐνεπισκήψασθαι· Δημοσθένης ἐν τῷ κατὰ Τιμοθέου. ὁπότε δημευθείη τινὸς ἡ οὐσία, ἐξῆν προσελθόντι τῷ φάσκοντι δανειστῇ γεγονέναι τούτου τοῦ ἀνδρὸς λέγειν ὅτι ἐνοφείλεται αὐτῷ χρέος ἐν τῇ οὐσίᾳ. ἔστι δὲ καὶ λόγος τις ἐπιγραφόμενος «Δημοσθένους πρὸς Κριτίαν περὶ τοῦ ἐνεπισκήμματος», ὃν Καλλίμαχος μὲν ἀναγράφει ὡς γνήσιον, Διονύσιος δὲ ὁ Ἁλικαρνασεὺς ὡς ψευδεπίγραφον.
ΚΑΤΑ ΜΕΔΟΝΤΟΣ.
Δημοσθένης δὲ ἐν τῷ κατὰ Μέδοντος καὶ κατὰ τῶν μὴ προσηκόντως τῇ ἐπικλήρῳ συνοικούντων γίνεσθαι τὰς εἰσαγγελίας λέγει.
Δημοσθένους δʼ ἐν τῷ κατὰ Μέδοντος περί τινος παρθένου λέγοντος οὕτως· οὐ δεκατεῦσαι ταύτην οὐδὲ μυῆσαι, Δίδυμος ὁ γραμματικὸς περὶ τούτου βιβλίον γράψας φησὶν ὅτι τὸ δεκατεῦσαι Λυσίας ἐν τῷ περὶ τῆς Φρυνίχου θυγατρὸς ἀρκτεῦσαι εἴρηκεν. —— ἴσως δὲ τὸ ἀρκτεῦσαι δεκατεῦσαι εἴρηκεν ὁ ῥήτωρ, ἐπειδὴ αἱ δεκετίδες ἤρκτευον.
ΜΕΣΣΗΝΙΑΚΟΣ.
ΠΑΥΣΑΝΙΟΥ ΕΓΚΩΜΙΟΝ, εἰ γνήσιον.
πανηγυρικοὺς μὲν οὖν λόγους οὐκ ἔχομεν αὐτοῦ παρασχέσθαι· πάντας γὰρ ἔγωγε τοὺς ἀναφερομένους εἰς αὐτὸν ἀλλοτρίους εἶναι πείθομαι καὶ οὐδὲ κατὰ μικρὸν ἔχοντας τὸν ἐκείνου χαρακτῆρα· —ὧν ἐστιν ὅ τε φορτικὸς καὶ κενὸς καὶ παιδαριώδης ἐπιτάφιος καὶ τὸ τοῦ σοφιστικοῦ λήρου μεστὸν ἐγκώμιον εἰς Παυσανίαν.
ΠΡΟΣ ΠΟΛΥΕΥΚΤΟΝ.
δικάσιμον· Δημοσθένης πρὸς Πολύευκτον παραγραφῇ.
ΥΠΕΡ ΤΩΝ ΡΗΤΟΡΩΝ.
ἅμα· δοτικῇ. Δημοσθένης ἐπὶ τοῦ εὐθέως καὶ παραχρῆμα ἔταξε. καὶ ἐν τῷ ὑπὲρ τῶν ῥητόρων λόγῳ εἰπών· οὐ γὰρ ὁ θάνατος τοῖς εὖ φρονοῦσιν οἰκτρός· τοῦτο γὰρ ἅμα τῷ γενέσθαι πάντων κατέγνωσται.
Ὅτε καὶ τὸν περὶ τῶν προβάτων λόγον ὁ Δημοσθένης, ὡς τοῖς λύκοις τοὺς κύνας ἐξέδωκε, διηγησάμενος αὑτὸν μὲν εἴκασε καὶ τοὺς σὺν αὑτῷ κυσὶν ὑπὲρ τοῦ δήμου μαχομένοις, Ἀλέξανδρον δὲ τὸν Μακεδόνα μονόλυκον προσηγόρευσεν. Ἔτι δʼ ὥσπερ ἔφη τοὺς ἐμπόρους ὁρῶμεν, ὅταν ἐν τρυβλίῳ δεῖγμα περιφέρωσι, διʼ ὀλίγων πυρῶν τοὺς πολλοὺς πιπράσκοντας, οὕτως ἐν ἡμῖν λανθάνετε πάντας αὑτοὺς συνεκδιδόντες. Ταῦτα μὲν οὖν Ἀριστόβουλος ὁ Κασσανδρεὺς ἱστόρηκε.
ΥΠΕΡ ΣΑΤΥΡΟΥ ΕΠΙΤΡΟΠΙΚΟΣ, εἰ γνήσιος.
καὶ τὸν ὑπὲρ Σατύρου δὲ λόγον τῆς ἐπιτροπῆς πρὸς Χαρίδημον οἱ μὲν πρὸς τὴν κρίσιν ἔχοντες τὸ ἀσφαλὲς Δημοσθένους λέγουσιν εἶναι, ὁ δὲ Καλλίμαχος, οὐδʼ ἱκανὸς ὢν κρίνειν, Δεινάρχου νομίζει.
ΠΕΡΙ ΧΡΥΣΙΟΥ.
ΑΠΑΡΑΣΗΜΑ.
ὑπὲρ ὄνου σκιᾶς. λέγουσιν ὅτι Δημοσθένης ὁ ῥήτωρ ἀπολογούμενος ὑπέρ τινος κινδυνεύοντος οὐκ ἀνεχομένων τῶν δικαστῶν εἶπεν· Ἀκούσατε, ὦ ἄνδρες, διηγήματος τερπνοῦ. νεανίσκος ποτὲ Ἀθήνηθεν εἰς Δελφοὺς ὄνον ἐμισθώσατο. μεσημβρίας δὲ καταλαβούσης καταλύσας τὸν γόμον ὑπέδυ τὴν σκιὰν τοῦ ὄνου. ἐκβαλλόμενος δὲ ὑπὸ τοῦ ὀνηλάτου, μὴ καὶ τὴν σκιὰν μεμισθῶσθαι λέγοντος, εἰσῆλθον εἰς δικαστήριον ἀμφότεροι. εἰπὼν δὲ ταῦτα ὁ Δημοσθένης κατέβαινεν ἐκ τοῦ βήματος. ἀξιούντων δὲ τῶν δικαστῶν τὸ τέλος τῆς δίκης μαθεῖν εἶπεν ἀναβὰς πάλιν ἐπὶ τοῦ βήματος· Ὑπὲρ μὲν ὄνου σκιᾶς ἀκούειν, ὦ ἄνδρες, ἐπιθυμεῖτε, ἀνθρώπου δὲ κινδυνεύοντος ὑπὲρ ψυχῆς οὐδὲ φωνῆς ἀνέχεσθε; οὕτω καθαψάμενος τῶν κριτῶν τὸν κατηγορούμενον περιέσωσε. τάττεται τοίνυν ἡ παροιμία ἐπὶ τῶν ὑπὲρ μηδενὸς χρησίμου φιλοτιμουμένων.
ἄλλου γένους ἁψώμεθα τὸν αὐτὸν ἡγούμενοι σοφιστήν· «δεινὸν τὴν χώραν ἄσπορον εἶναι τὴν τοὺς σπαρτοὺς τεκοῦσαν.» ἀλλʼ οὐχ οὕτως ὁ Δημοσθένης, οὗ τὴν γνώμην οὗτος ἐπὶ τὸ χεῖρον μετέθηκε· γράφει δὲ δεινὸν μηλόβοτον γενέσθαι τὴν Ἀττικήν, ἣ πρώτη τοῖς ἄλλοις ἐξήνεγκε τὸν ἥμερον καρπόν.
ἀλλὰ γὰρ ὁ Δημοσθένης, φησί, μετενέγκας τοὺς λόγους ἐπὶ τὸν Ἀλέξανδρον οὕτω δεδήλωκε· τὴν μὲν πόλιν ἐξώρυξεν ἐκ τῶν θεμελίων, ὥστε μηδὲ ἐπὶ ταῖς ἑστίαις καταλιπεῖν τὴν τέφραν, παῖδας δὲ καὶ γυναῖκας τῶν ἡγησαμένων τῆς Ἑλλάδος ἐπὶ τὰς σκηνὰς τῶν βαρβάρων διένειμε.
Οὕτω Δημοσθένης φησὶν ὡς τῶν ἀγαθῶν ἀνδρῶν ὥσπερ εἱμαρμένον εἴη φαύλους ἀποβαίνειν τοὺς υἱεῖς. οὐδὲ δίδωσι χώραν τῇ βλασφημίᾳ, ὡς ἄρα τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν ὥσπερ εἱμαρμένον εἴη τοὺς υἱεῖς φαύλους ἀποβαίνειν.
ἄξιον. οἱ ῥήτορες ἐπὶ τοῦ εὐλόγου καὶ δικαίου ἐκλαμβάνουσι. Δημοσθένης· διὰ γὰρ τοῦτο μάλιστα ἄξιόν ἐστι σιωπᾷν, ὅτʼ οὔτʼ ἐστὶν ὁ καταπλήσσων οὔθʼ ὁ κολάσων ἡμᾶς.
ὁ μὲν Δημοσθένης ἦθος ἐμφῆναι βουλόμενος τί φησι; πάνυ τοίνυν προσῆκον ἂν εἴη τοιοῦτον περὶ πλείστου ποιεῖσθαι ὑμᾶς καὶ ἄνδρα εὐεργέτην δικαίως ὀνομάζειν.
ἄντικρυς ἀντὶ τοῦ φανερῶς. Δημοσθένης· καὶ ἄντικρυς ἦν τοῖς ὁμοφύλοις ἐχθρός. παρὰ Δημοσθένει δὲ ἐν τῷ κατὰ Ἀριστοκράτους ἀντὶ τοῦ φανερῶς.
Δημοσθένης· καὶ εἰς τὴν βουλὴν τοὺς πεντακοσίους ἀπαντήσας, ἀντὶ τοῦ ἀφικόμενος.
ἀπέχω καὶ τὸ ἀπολαβὼν ἔχω, συντασσόμενον αἰτιατικῇ. —ὡς Δημοσθένης· Θηβαῖοι μὲν ἀπέχουσι τὰ οἰκεῖα, Φωκεῖς δὲ ἅπαντα ἀπολωλέκασι.
ἐνοχλῶ: δοτικῇ. Δημοσθένης· οὐκ ἂν ἠνώχλει νῦν ἡμῖν ὁ Φίλιππος τότε σωθείς. ὁ αὐτὸς καὶ πρὸς αἰτιατικήν· μηδέ γε ἐγκαλεῖν ἀξιοῦτε μηδέν, ἐμὲ δὲ ἐνοχλεῖτε.
κατάγω τὸ εἰς τὸν λιμένα ναῦν ἐνορμίζω, ὡς καὶ Δημοσθένης. καὶ ἐπὶ Θετταλίαν τὰς ναῦς κατάγοντες ἐνέτυχον Ἀνδροκλεῖ.
καὶ Δημοσθένης δὲ κωφὸν καὶ φαλακρόν που λέγει, ὡς τοῦτον ὄντως ἔγραψεν ὁ Λύσιππος ἐκεῖνος.
λυμαίνομαι· αἰτιατικῇ. πρώτῳ Φιλιππικῶν· ἔστι τοίνυν πρᾶγμα καὶ ἄλλο, ὃ λυμαίνεται τὴν πόλιν, ὑπὸ βλασφημίας ἀδίκου καὶ λόγων οὐ προσηκόντων διαβεβλημένον.
μέμφομαι· αἰτιατικῇ. τρίτῳ Ὀλυνθιακῷ· ——ὑποκατιὼν δὲ πρὸς δοτικήν· οὐ λέγεις κακῶς τοὺς τετελευτηκότας τῶν εὐεργετῶν, τῷ δεῖνι μεμφόμενος.
καὶ παρὰ Δημοσθένει· μετέχοντες τὴν αὐτὴν δόξαν τοῖς Λακεδαιμονίοις.
καὶ ὁ Δημοσθένης· τὸν δῆμον, ὅτι ὅμοιός ἐστι τοῖς ἐν τοῖς πλοίοις ναυτιῶσιν. ὥσπερ γὰρ οἱ ἐν τῷ πλοίῳ ὄντες ὑπὸ τοῦ σάλου καὶ τῶν κυμάτων ταρασσόμενοι ναυτιῶσι καὶ ἀηδῶς ἀφορῶσι πρὸς τὴν θάλασσαν, οὕτω καὶ ὁ δῆμος ναυτιᾷ καὶ ἰλιγγιᾷ ἀφορῶν πρὸς τὰ πράγματα.
καὶ τοῖς συναντῶσιν ἐρωτώμενοι ἐπὶ δεῖπνον ἔφασκον κληθῆναι.
ὑπερέχειν—αἰτιατικῇ δέ, ὡς Δημοσθένης· ὑπερεῖχε δʼ ἐκείνους τῇ ῥώμῃ μὲν οὐδαμῶς.
λανθάνει δέ πως τὴν ἀκοὴν ἐμπίπτων μέσον τοῦ πεζοῦ στίχος, ὡς καὶ παρὰ Δημοσθένει εὑρίσκεται, ὡς ἐν τῷ· καὶ μή με Καλλισθένης ἐν κενοῖς πλανᾷ. καὶ αὖθις· ἤνεγκεν ᾠδὴν Ἀφαρεὺς ἐνόπλιον. καὶ ἀλλαχοῦ· τίς οὗτος ὃς κυκᾷ πᾶν λοιδορίαις;
Δημοσθένους. Ἄξιον τούτους ἐπαινεῖν τῶν ἀνθρώπων, οἳ μηδεμίαν ὠφέλειαν προαιροῦνται τοῦ δικαίου. Χρήματα μὲν γὰρ ἔστι κτήσασθαι, δόξαν δὲ χρημάτων οὐ ῥᾴδιον πρίασθαι.
Δημοσθένους. Οὐδὲν ἂν εἴη τοῖς ἐλευθέροις μεῖζον ἀτύχημα τοῦ στέρεσθαι τῆς παρρησίας.
Δημοσθένους. Διαβολὴ καιρῷ μὲν ἰσχυρὰν ἀπεργάζεται τοῖς ἀκούουσι τὴν ὑπόληψιν, χρόνῳ δὲ πάντων ἀσθενεστέρα γίνεται.
Ἐκ τῶν Ἀριστοτέλους Χρειῶν. Δημοσθένης ὁ ῥήτωρ ἔφη πόλεως εἶναι τὴν ψυχὴν τοὺς νόμους· ὥσπερ γὰρ τὸ σῶμα στερηθὲν ψυχῆς πίπτει, οὕτω καὶ πόλις μὴ ὄντων νόμων καταλύεται.
Δημοσθένους. Δημοσθένης εἶπε· πάντων ἐστὶ δυσχερέστατον τὸ πολλοῖς ἀρέσκειν.
Τοῦ αὐτοῦ. Δημοσθένης δυοῖν ἔφησεν οὔσαιν ὁδοῖν, τῆς μὲν ἐπὶ τὸ βῆμα, τῆς δὲ εἰς ᾅδου, μᾶλλον ἂν ἑλέσθαι τὴν εἰς ᾅδου τὸν εὖ φρονοῦντα.
Δημοσθένους. Πόλεμος ἔνδοξος εἰρήνης αἰσχρᾶς αἱρετώτερος.
Δημοσθένους. Ὥσπερ οἶνος κιρνᾶται τοῖς τῶν πινόντων τρόποις, οὕτω καὶ φιλία τοῖς τῶν χρωμένων ἤθεσιν.
Δημοσθένης τὴν μὲν ῥίζαν τῆς παιδείας ἔφη εἶναι πικράν, τοὺς δὲ καρποὺς γλυκεῖς.
Δημοσθένους. Οἶμαι τὸ μέλλον ἅπασιν ἀνθρώποις ἄδηλον· καὶ μικροὶ καιροὶ μεγάλων πραγμάτων αἴτιοι γίνονται. διὸ δεῖ μετριάζειν ἐν ταῖς εὐπραξίαις καὶ προορωμένους τὸ μέλλον φαίνεσθαι.
Δημοσθένους. Δεῖ τὸν εὖ φρονοῦντα τὸν λογισμὸν ἀεὶ τῶν ἐπιθυμιῶν κρείττω πειρᾶσθαι ποιεῖν.
Δημοσθένους. Δίκαιόν ἐστιν ἐλεεῖν οὐ τοὺς ἀδίκους τῶν ἀνθρώπων, ἀλλὰ τοὺς παρὰ λόγον δυστυχοῦντας.
Δημοσθένους. Ὥσπερ σωματικὸν πάθος οὐ κρυπτόμενον οὐδὲ ἐπαινούμενον ὑγιάζεται, οὕτως οὐδὲ ψυχὴ κακῶς φρουρουμένη θεραπεύεται.
Δημοσθένους. Οὔτε σῖτον ἄριστον τὸν ἐκ τοῦ καλλίστου πεδίου κρίνομεν, ἀλλὰ τὸν εὔθετον πρὸς τὴν τροφήν, οὔτε ἄνδρα σπουδαῖον ἢ φίλον εὔνουν τὸν ἐξ ἐπιφανοῦς ὄντα γένους, ἀλλὰ τὸν ὑπάρχοντα τῷ τρόπῳ κρείττονα.
Δημοσθένους. Τοῦ πλείονος βίου καὶ φαυλοτέρου τὸν ἐλάσσω καὶ ἀμείνονα ὄντα παντὶ πάντως προαιρετέον.
λέγεται δὲ τὸν μὲν Πυθέαν εἰπεῖν, ὅτι καθάπερ οἰκίαν, εἰς ἣν ὄνειον εἰσφέρεται γάλα, κακόν τι πάντως ἔχειν νομίζομεν, οὕτω καὶ πόλιν ἀνάγκη νοσεῖν, εἰς ἣν Ἀθηναίων πρεσβεία παραγίνεται· τὸν δὲ Δημοσθένην στρέψαι τὸ παράδειγμα φήσαντα, καὶ τὸ γάλα τὸ ὄνειον ἐφʼ ὑγιείᾳ καὶ τοὺς Ἀθηναίους ἐπὶ σωτηρίᾳ παραγίνεσθαι τῶν νοσούντων.
αἷμα νίψαι· οὕτως ἔλεγον οἱ Ἀττικοὶ ἐπὶ τοῦ ἐκνίψαι φόνον, ὡς καὶ Δημοσθένης.
οὐκ ἀνασχήσομαι. τινὲς τοῦτο ὡς ἔκφυλον νομίζουσιν· ἐχρήσατο δὲ αὐτῷ καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. οὐ δεῖ οὖν μόνον λέγειν ἀνέξομαι.
ἀπορρηθὲν δὲ αὐτῷ Δημοσθένης εἶπε τὸ ἀπαγορευθέν.
ἐκ δὲ τῶν σκευῶν καὶ γαλεάγρα· τὸ δὲ ὄνομα ἐν τοῖς ἐπιγραφομένοις Δημοσθένους πρὸς Ἀριστογείτονα.
καὶ Δημοσθένης φησὶν ἐξελευθερικοὺς νόμους καὶ ἀπελευθερικοὺς νόμους.
κακολογεῖ, ὡς Δημοσθένης.
ὁλόσχοινος· ἡ σχοῖνος. καὶ Δημοσθένης καὶ οἱ ἄλλοι.
τάλαντον· πολλὰ μὲν σημαίνει· ἢ γὰρ τὸ μέγιστον χρυσίου καὶ ἀργυρίου μέρος· καθʼ ὃ σημαινόμενον Δημοσθένης φησὶ πεντηκονταταλαντία.
ποία· —ἡ σμήχουσα.
Ψυρία νησίδιόν ἐστιν ἀπέχον σταδίους νʹ τῆς Χίου. ——μέμνηται Δημοσθένης.
αἰτήσας τε γραμματεῖον ἔγραψεν, ὡς μὲν Δημήτριος ὁ Μάγνης φησί, τὸ ἐπὶ τῆς εἰκόνος αὐτοῦ ἐλεγεῖον ἐπιγεγραμμένον ὑπὸ τῶν Ἀθηναίων ὕστερον· Εἴπερ ἴσην ῥώμην γνώμῃ, Δημόσθενες, ἔσχες, οὔ ποτʼ ἂν Ἑλλήνων ἦρξεν Ἄρης Μακεδών.
Δημοσθένους. Δημοσθένης ἔλεγεν, ὡς πολλάκις ἐπιὸν αὐτῷ εὔξασθαι τοὺς πονηροὺς ἀπολέσθαι φοβοῖτο μὴ ἔρημον ἄρδην ἐκ τῆς εὐχῆς ποιήσῃ τὴν πόλιν.
Δημοσθένους. Δημοσθένης ὁ ῥήτωρ θεασάμενός τινα δημαγωγὸν ἀφυῆ μέγα βοῶντα ἔφη· Ἀλλʼ οὐ τὸ μέγα εὖ ἐστι, τὸ δὲ εὖ μέγα.
Δημοσθένους. Δημοσθένης πρὸς κλέπτην εἰπόντα· Οὐκ ᾔδειν ὅτι σόν ἐστιν, Ὅτι δέ, ἔφη, σὸν οὐκ ἔστιν ᾔδεις.
Δημοσθένους. Δημοσθένης λοιδορουμένου τινὸς αὐτῷ· Οὐ συγκαταβαίνω, εἶπεν, εἰς ἀγῶνα, ἐν ᾧ ὁ ἡττώμενος τοῦ νικῶντός ἐστι κρείττων.
Δημοσθένης λέγων ποτὲ ἐπʼ ἐκκλησίας καὶ Φωκίωνα ἰδὼν ἐρχόμενον εἶπεν· Ἡ τῶν ἐμῶν λόγων σφυρὰ καὶ κοπὶς ἔρχεται. Οὕτως οὐ τοσοῦτον ὁ λόγος, ὅσον ὁ τρόπος πείθειν δύναται.
καὶ κλέπτης δέ τις παρʼ Ἀττικοῖς Χαλκοῦς ἐκαλεῖτο, εἰς ὃν ἐγκρατῶς τοιχωρυχοῦντα καὶ κλέπτοντα ἔσκωψε Δημοσθένης τὸ Μὴ θαυμάζετε, ὦ Ἀθηναῖοι, Χαλκοῦς κλέπτας, εἰ τοὺς παρʼ ὑμῖν πλινθίνους οἴκους διορύττουσιν.
Δημοσθένης ἔφη τὸν κόλακα τοῦτο διαφέρειν τοῦ κόρακος, ὅτι ὁ μὲν ζῶντας, ὁ δὲ νεκροὺς ἐσθίει.