ΚΑΤΑ ΜΕΙΔΙΟΥ
Ὅρος κατὰ σύλληψιν.
τὴν μὲν ἀσέλγειαν, ὦ ἄνδρες δικασταί τὸ προοίμιον ἐξ ὑπολήψεως ἐκ τοῦ κατηγόρου κατʼ αὐτοῦ τοῦ τὸ ἔγκλημα ἔχοντος. ἔνθα φησὶν Ἑρμογένης ὅτι «περὶ αὐτῶν ὑπολήψεις ἢ χρησταὶ συνίστανται ἢ πονηραί. κατηγοροῦντες μὲν οὖν τὰς φύσει παρούσας φαύλας βεβαιώσομεν, τὰς δὲ χρηστὰς διαλύσομεν». ἐνταῦθα οὖν ὁ ῥήτωρ τὰς φαύλας βεβαιοῖ, τῶν δὲ χρηστῶν οὐ μέμνηται.
τὴν ... δικασταί ὡς ὁμολογούμενον δὲ παρὰ πάντων θεὶς ἀφῆκε τὴν κατασκευὴν ἀναγκαίως. οὐ γὰρ ἀμφίβολον. παθητικὸν δὲ τὸ προοίμιον ἀλγοῦντος ἐπὶ τῇ τοῦ Μειδίου ὕβρει. ζητήσειε δʼ ἄν τις, ὅπως δημοσίᾳ κρίνων αὐτὸν ὕβρεως ἐμνημόνευσε. καὶ ῥητέον ὅτι βούλεται πᾶσαν ὕβριν δημοσίαν ἐπιδεῖξαι καὶ μάλιστα τὴν Μειδίου. εἰ γὰρ καθʼ ἕνα πάντας ὑβρίζει, ἐκ δὲ τῶν καθʼ ἕνα πόλις, δῆλον ὅτι δημοσίᾳ ἀδικεῖ. καταφορικῇ δὲ κέχρηται τῇ προτάσει διὰ τὴν ποιότητα τοῦ Μειδίου. πλούσιος γὰρ καὶ μεγαλόφρων· οἱ δὲ τοιοῦτοι μείζους εἰσὶ τῶν πολλῶν καὶ ὡς τυραννικοὶ διαβέβληνται. διὸ δὴ καὶ εἶπεν ὅτι πάντας ὑβρίζει, τὸ τῶν τυράννων ἴδιον αὐτοῦ κατηγορῶν. εἰσφέροντες δέ τινες ἡμῖν καινὸν ὄνομα λέγουσιν ὅτι «τὴν ἀσέλγειαν» ἐνταῦθα ἔλαβεν ἐπὶ τῆς αἰσχρουργίας. φαμὲν δὲ καὶ ἡμεῖς ὅτι ἀσελγὴς λέγεται ὁ μὴ μετέχων μήτε δικαιοσύνης μήτε ἀρετῆς· Σέλγη γάρ ἐστι μία πόλις τῆς Παμφυλίας, ἐν ᾗ πάντες δίκαιοι ἦσαν καὶ ἀρετῆς ἀνάμεστοι· ἀσελγὴς οὖν ὁ μὴ μετέχων τῆς Σέλγης.
ἐγὼ δʼ, ὅπερ ἂν ἐντεῦθεν τὸ πρῶτον μέρος τοῦ δευτέρου μέρους τῆς προτάσεως. ἐπειδὴ δὲ διαβάλλων εἰς δεινότητα αὐτὸν ὁ Μειδίας ἔλεγεν «οὐδὲν πέπονθε δεινόν, ἀλλὰ τῇ τέχνῃ θαρρῶν ἐπαίρει τὰ πράγματα καὶ τὰ μικρὰ μεγάλα ποιεῖ», διὰ τοῦτο ἐπιείκειαν καὶ μετριότητα ὑποκρίνεται λέγων «ὃ καὶ ὑμῶν ἕκαστος ἐποίησεν ἂν ὑβρισθείς, τοῦτο κἀγὼ νῦν ἐποίησα ὁ νομιζόμενος ῥήτωρ».
τοῦτο καὶ αὐτὸς ἐποίησα ἐκεῖνον μὲν τυραννικόν, ἑαυτὸν δὲ ὡς ἕνα τῶν πολλῶν ἄξιον ἐπιδεικνύμενος.
καὶ προὐβαλόμην ἀδικεῖν τουτονὶ περὶ τὴν ἑορτήν ἀντὶ τοῦ «εἰσήγαγον». ἔδειξε δὲ ἐκ τούτου, τίνος κρίνει τὸν Μειδίαν. οὐ γὰρ εἶπεν «ἀσεβεῖν», ἀλλʼ «ἀδικεῖν περὶ τὴν ἑορτήν», καὶ τοῦτο δημόσιον. προβολὴ γάρ ἐστιν ὄνομα δίκης κατὰ τῶν περὶ τὴν ἑορτὴν ἀδικούντων.
οὐ μόνον πληγάς ἐντεῦθέν ἐστιν ἡ κατασκευὴ τοῦ πρώτου μέρους τῆς προτάσεως. διὰ μὲν γὰρ τοῦ λέγειν «τοῖς Διονυσίοις» συνάπτει τὸ δημόσιον. καὶ τὸ «βίαια δὲ παθὼν παρὰ πᾶσαν τὴν χορηγίαν» οὕτως ἔχει. συνῆπται γὰρ πάλιν ἀμφότερα, καὶ τὸ ἴδιον καὶ τὸ δημόσιον. δόξειε δʼ ἂν ὡς ἔλαττον προτιθέναι τὸ τῶν πληγῶν. ἔχει δὲ οὐχ οὕτως, ἀλλὰ διὰ τῆς τοιαύτης συνθέσεως ἀντιπῖπτον ὑποτέμνεται καὶ προλύει τὸ συγγνωμονικὸν ὅτι «διʼ ὀργὴν ἔπληξα». εἰ γὰρ καὶ ἄλλα πολλὰ καὶ βίαια καὶ πρὸ τῆς ἑορτῆς πεποίηκε, πρόδηλον ὅτι οὐ διʼ ὀργήν, ἀλλʼ ἐκ προνοίας.
ἐπειδὴ δὲ καλῶς ἐντεῦθεν τὸ δεύτερον τοῦ δευτέρου μέρους τῆς προτάσεως. σχεδὸν δὲ ὥσπερ ἀσύστατον καὶ μονομερῆ τὸν λόγον ἀπεργάζεται. εἰ γὰρ φθάνει προκατεγνωσμένος ὑπὸ παντὸς τοῦ δήμου, πρόδηλον ὅτι οὐδεμίαν ἔχει ἀπολογίαν. δεῖ δὲ τὸν κατήγορον, κἂν μὴ οὕτως ἔχῃ τὰ πράγματα, πειρᾶσθαι μονομερῆ τὸν λόγον ποιεῖν, ἵνα οἱ δικασταὶ ὡς ἐφʼ ὁμολογουμένοις καταψηφίσωνται.
ὁ δῆμος ἅπας κἀνταῦθα πάλιν ἀντίθεσιν προλέλυκεν. φησὶ γὰρ ὁ Μειδίας ὅτι «χορευταὶ καὶ ξένοι καὶ τοιοῦτοί τινες κατεχειροτόνησαν». ὁ δὲ προλαβών φησιν ὅτι «ὁ δῆμος ἅπας», καὶ δείκνυσιν οὐ μόνον τὸν δῆμον, ἀλλὰ καὶ τοὺς δικαστὰς αὐτοῦ κατεγνωκότας. εἰ γὰρ μέρος οἱ δικασταὶ τοῦ δήμου, πρόδηλον ὅτι κἀκεῖνοι συγκατέγνωσαν.
καὶ σφόδρα ἵνα δόξῃ κατεγνωκέναι ὁ δῆμος, «καὶ σφόδρα» μετʼ ἐπιτάσεως εἶπε, καὶ ὅτι «οὐ δεινότητι τῇ ἐμῇ παραχθεὶς» «ἐφʼ οἷς ἠδικημένῳ μοι».
ὥστε πάντα ποιοῦντος τούτου σφόδρα βιαίως οὐ μόνον δικαστὰς καὶ δῆμον, ἀλλὰ καὶ αὐτὸν ἑαυτοῦ κατεγνωκότα πεποίηκεν. εἰ γὰρ καὶ ἱκέτευεν, πρόδηλον ὅτι κατέγνωκεν ἑαυτοῦ. τὸ γὰρ ἱκετεύειν τῶν ἑαλωκότων.
καί τινων ἄλλων ὑπὲρ αὐτοῦ προδιαβάλλει τοὺς μάρτυρας τοῦ Μειδίου ὡς καὶ αὐτοὺς συγκατεγνωκότας. προϊὼν γάρ φησι «Εὐκτήμων ὁ κονιορτὸς καὶ τοιαύτη τίς ἐστι περὶ αὐτὸν μαρτύρων συνεστῶσα ἑταιρία. πῶς δύνανται τἀληθῆ μαρτυρεῖν οἱ μετʼ αὐτοῦ συνικετεύοντες;»
οὐκ ἐπείσθη ἐπαινεῖ τὸν δῆμον ὡς πάντων καταφρονήσαντα ἕνεκα τῶν δικαίων· ὑφορᾶται δὲ τοὺς δικαστὰς μὴ χρήμασι πεισθέντες καταχαρίσωνται τὸν ἀγῶνα τῷ Μειδίᾳ. μὴ λέγων οὖν φανερῶς θεραπεύει τὸ λυποῦν· «εἰ οὐδὲ ὁ δῆμος προσήκατο τὰς ὑποσχέσεις οὐδʼ εἰς τὸν πλοῦτον ἀπέβλεψεν οὐδὲ ταῖς φανεραῖς ὑποσχέσεσιν ἡττήθη, πόσῳ μᾶλλον ὑμεῖς ὀφείλετε κρύφα γεγενημέναις;» τίνες δὲ ἦσαν αἱ πρὸς τὸν δῆμον ὑποσχέσεις; «ἡμεῖς εἰσοίσομεν, χορηγήσομεν, τριηραρχήσομεν». ὅτι δὲ ψευδεῖς αἱ ὑποσχέσεις, προϊών φησιν «ἐμὲ οἴεσθε ὑμῖν εἰσοίσειν, ὑμᾶς δὲ νεμεῖσθαι;»
ἀλλὰ μιᾷ γνώμῃ οὐδεὶς διεσφάλη τοῦ πρέποντος, οὐδεὶς ἠγνόησε τὸ εἰκός· τότε πρῶτον ὁ πᾶς δῆμος μιᾶς ἐγένετο γνώμης, ἵνʼ ἕκαστος καταψηφίσηται τοῦ Μειδίου φοβούμενος ἢ αἰσχυνόμενος τἀναντία τοῖς ἄλλοις γνῶναι.
πολλοί μοι προσιόντες ἀπίθανον ἔδοξε τὸ νόημα, ὅτι καὶ οἱ δικασταὶ παρωξύνοντο εἰς τὴν κατηγορίαν, εἰ μὴ προλαβὼν εὐθὺς ἐν ἀρχῇ πάντας ἦν δείξας ὑβρισμένους.
ὡς μὲν ἐμοὶ δοκεῖ ἐντεῦθεν ἡ κατασκευὴ τοῦ δευτέρου μέρους τῆς προτάσεως. τὸ ἀπίθανον δὲ τῆς προτάσεως ὅρκῳ διέλυσε. καὶ ἵνα μή τισιν ἐπίορκος δόξῃ, τὸ στοχαστικὸν προσέθηκεν.
ὃν ἐπὶ τῶν ἄλλων τεθέανται ἀντικρὺς διὰ τούτων αἰνίττεται τὸν τύραννον. εἰ γὰρ ἐν δημοκρατίᾳ ζῶν οὐκ ἔστιν καθεκτός, τί ἄλλο ἢ τύραννος ὁ τοιοῦτος; προσθεὶς δὲ τὸ ἰδιωτικὸν τῷ καθʼ ἑαυτὸν ὅτι δεινὰ πέπονθεν, ἐπήγαγε τὸ δημόσιον ὅτι «καὶ ὑπὲρ τῶν ἄλλων ἠβούλεσθε δίκην λαβεῖν».
οὕτω δὲ τούτων ἐχόντων οὐ δεύτερον τοῦτο προοίμιον, ὥς τινες ᾠήθησαν, ἀλλὰ συμπέρασμα τῶν κειμένων ἐν τῷ πρώτῳ μέρει τοῦ προοιμίου.
τοίνυν ἐντεῦθέν ἐστι τὸ συμπέρασμα τοῦ προοιμίου, ἐν ᾧ ἐστι καὶ ἡ προσοχή. ἔχει δὲ κατασκευῆς δύναμιν τὸ τελευταῖον μέρος τοῦ προοιμίου. δύο γάρ εἰσιν ἐν τῷ λόγῳ προκατασκευαί, μία μὲν ὥστε μὴ ἰδιωτικὸν νομισθῆναι τὸν ἀγῶνα, ἣν διὰ τῆς ἀναγνώσεως τῶν νόμων κατεσκεύασεν, ἑτέρα δὲ ὥστε μὴ πεισθέντας τοὺς δικαστὰς προδοῦναι τὸν ἀγῶνα. τούτων γὰρ ὁπότερον ἂν συμβῇ, οἴχεται τὰ τῆς κατηγορίας τῷ ῥήτορι, καὶ διὰ τοῦτο μακρότερον δοκεῖ γεγενῆσθαι τὸ προοίμιον, ὥστε τὴν ἐπιθυμίαν τὴν κατὰ τὰ χρήματα τῶν δικαστῶν ἐξελεῖν.
ὅσα μὲν οὖν τουτέστιν «ἐπείσθην ὑμῖν, καὶ κατηγορῶν πάντα δείξω τετηρημένα· οὐ προὔδωκα τὴν κατηγορίαν διʼ ὑμᾶς οὐδὲ χρήμασιν ἐπείσθην· μὴ τοίνυν μηδʼ ὑμεῖς». καὶ τὸ μὲν ἀκόλουθον τοῦτο ἦν, ὁ δὲ ἀπεσιώπησεν ὑπὲρ τοῦ μὴ προδήλως ἐξελέγχειν τοὺς δικαστάς. φιλονεικοτέρους γὰρ ἂν αὐτοὺς κατέστησεν.
ἐπειδή τις εἰσάγει μετὰ γὰρ τὸ ἀποκληρωθῆναι τὸ δικαστήριον ἐδίδοντο τοῖς θεσμοθέταις αἱ γραφαί, κἀκεῖνο ἠρώτων λοιπὸν «βούλει κατηγορεῖν ἢ μάρτυρας ἔχεις εἰς τὰς ἀποδείξεις ἑτοίμους;» καὶ εἰ συνέφησεν, οὕτως ἤδη λοιπὸν εἰσήγετο. τοῦτό ἐστι τὸ «ἐπειδή τις εἰσάγει». ἄρχοντες δὲ ἦσαν οἱ ἐν ἑκάστῳ δικαστηρίῳ τὰς κρίσεις εἰσάγοντες.
ἐπειδὴ ... εἰσάγει εἰσαγωγὴ γάρ ἐστιν Ἀθήνησιν ἀρχὴ τῶν τὰ ἐγκλήματα εἰσαγόντων.
πολλὰ μέν, ὦ ἄνδρες πόρρωθεν ἀποτρέπει τοῦ λήμματος τοὺς δικαστάς. «εἰ γὰρ ἐγὼ πολλὰ λαμβάνων οὐκ ἐδεξάμην, πῶς ὑμεῖς ὀλίγα;» πρόδηλον γὰρ ὅτι ἑνὶ μὲν διδοὺς καὶ αὐτῷ τῷ πεπονθότι πολλὰ ἠδύνατο δοῦναι, τοῖς δὲ δικασταῖς πολλοῖς οὖσιν οὐκ ἠδύνατο πολλὰ ὑποσχέσθαι. «κἀμοὶ μὲν ἐξῆν λαβεῖν, ὑμῖν δὲ ὑπισχνεῖται μόνον· κἀγὼ μὲν ὁ πεπονθὼς διʼ ὑμᾶς οὐκ ἔλαβον, ὑμεῖς δὲ οἱ μηδέν τι πεπονθότες κατʼ ἐμοῦ λήψεσθε;»
πολλὰς δὲ δεήσεις οὐ πρὸς τὰς δεήσεις, ἀλλὰ πρὸς τὰς ἀπειλὰς κυρίως τὸ «ὑπομείνας». σῴζεται δὲ κατὰ φύσιν ἡ τάξις. πρῶτον γάρ τις ἱκετεύει, εἶτα μὴ τυχὼν χρῆται ταῖς ἀπειλαῖς.
ἃ δʼ ἐν ὑμῖν μετὰ ταῦτά ἐστιν ὑπόλοιπα τὸ λοιπὸν ἀπεσιώπησε, μὴ βουλόμενος φανερῶς τοῖς δικασταῖς ἐγκαλέσαι, καὶ διὰ τοῦτο τὰ ἑξῆς ἀκαταλλήλως ἀπήγγειλεν, ἵνα μηδεὶς ἀπαιτήσῃ τὸ ἀκόλουθον. τὴν γὰρ τάξιν ἐνήλλαξε καί φησιν «ὅσῳ πλείοσιν ἠνώχληκεν». ἔθος δὲ ἔχει ὁ ῥήτωρ ὀχλήσεις καλεῖν τὰς γινομένας τοῖς δικασταῖς ἀξιώσεις. ἔστιν οὖν ἀπηρτημένος ὁ λόγος. ἠκολούθησε γὰρ οὕτως ἂν ὁ νοῦς· «ὅσῳ δὲ πλείοσιν οὗτος ἠνώχλησε, τοσούτῳ προσδοκῶ λήψεσθαι τὴν ψῆφον». οἱ γὰρ ἀναισχυντοῦντες ἐν ταῖς παρακλήσεσιν οὐχ ἡδέως αὐτὰς ποιοῦνται τοῖς ὑπομένουσιν. ἐπέτεινε δὲ καὶ ἐμήκυνε τὸ προοίμιον ὁ ῥήτωρ ἐπισυνάγων τὰ νοήματα, διὰ τὸ θυμικὸν περιγράφειν αὐτὸς οὐκ ἰσχύσας, ἵνα τῇ ῥύμῃ τοῦ πάθους ἀκολουθήσας ὁ λόγος ἀπορήσῃ ποίαν τελευτὴν ποιήσεται.
ὅσῳ πλείοσιν σχῆμα τὸ παρὰ τοῖς ῥήτορσιν ὑποστατικὸν λεγόμενόν ἐστι τοῦτο. καλεῖται δὲ οὕτως ἀπὸ τοῦ ὑφιστᾶν τὴν ποσότητα τὴν εἰς τόδε τὸ πρᾶγμα.
οὐ γὰρ ἂν καταγνοίην πληρώσας τὴν κατασκευὴν ἐν τῷ προοιμίῳ διπλοῦν ἐπήγαγε συμπέρασμα, τὸ μὲν εἰς τὴν πρώτην πρότασιν ὅτι «πάντας ὑβρίζει Μειδίας καὶ οὐ χρὴ συγχωρῆσαι ὥστε καὶ τὸ λοιπὸν ἀδεῶς ὑβρίζειν», τὸ δὲ εἰς τὴν προκατασκευὴν ὅτι «μὴ ἐναντία ποιήσητε χρήματα λαβόντες οἷς πρότερον ἠξιοῦτε». καὶ ἐτελεύτησεν αὐτῷ τὸ συμπέρασμα εἰς τελικὸν κεφάλαιον τὸ συμφέρον. διὰ τοῦτο γάρ φαμεν συγγένειαν ἔχειν τὰ προοίμια πρὸς τοὺς ἐπιλόγους, διότι συμπληροῦνται κἀκεῖνοι τοῖς τελικοῖς κεφαλαίοις.
εἰ μὲν οὖν, ὦ ἄνδρες τὸ μὲν πρῶτον προοίμιον τοῦ πραγματικοῦ πλεῖστον μετέχον ἔλαττον εἶχε τὸ παθητικόν· ἐν δὲ τούτῳ πλέον βούλεται κινῆσαι τὸ πάθος, ἵνα πανταχόθεν τὸν δικαστὴν χειρώσηται.
εἰς τελικὸν δὲ κεφάλαιον κατέληξε τὸ συμπέρασμα τῆς πρώτης προτάσεως.
προοίμιον δεύτερον.
εἰ ... ἄνδρες ἐντεῦθεν τὸ δεύτερον προοίμιον. ἔστι δὲ καὶ ἡ πρότασις αὐτοῦ διμερής, καὶ τίκτεται ἐντεῦθεν ἡμῖν ἀπορία ὅτι «πῶς ἐνταῦθα λέγει, “εἰ ἦν παραπρεσβείας ὁ ἀγών, οὐκ ἂν ἐδεόμην”, καὶ πῶς ἐν τῷ κατʼ Αἰσχίνου, παραπρεσβείας ὑπάρχοντος τοῦ ἀγῶνος, δεῖται;» καί φαμεν ὅτι αὐτὸς ἐπιλύεται λέγων ὅτι «δέομαι ὑμῶν μετʼ εὐνοίας ἀκοῦσαι». φοβηθεὶς δὲ μὴ σοφίζεσθαι δόξῃ, κατηγορῶν μὲν ἱκετεύων δὲ ὡς οἱ φεύγοντες, ἐθεράπευσε τὸ λυποῦν ἐκ τῆς τοῦ προοιμίου προτάσεως· «εἰ μὲν ἐπʼ ἄλλοις ἔκρινον, οὐκ ἂν ἐδεήθην», καὶ εἶπε δημοσίων ἀδικημάτων ὀνόματα, «παρανόμων καὶ παραπρεσβείας», ἐξισάζων τὴν ὕβριν τοῖς δημοσίοις ἀδικήμασι. βούλεται οὖν καὶ ὡς κατήγορος κατατρέχειν καὶ ἐλεεῖσθαι ὡς φεύγων καὶ ἅμα δεῖξαι ὡς καὶ αὐτὸς ὁ ἀγὼν ὁμολογουμένως ἐστὶ δημόσιος.
νομίζων τῷ μὲν κατηγόρῳ ἐντεῦθεν ἡ κατασκευὴ τοῦ πρώτου μέρους. θέλων δὲ σῴζειν τὸ ἀξίωμα δεικνύει ὡς οὐδέποτʼ ἂν ἐδεήθην κατηγορῶν, εἰ μὴ νῦν ἐν τῷ τῶν φευγόντων σχήματι καθειστήκειν. τὸ γὰρ τυπτηθέντα μὴ λαβεῖν δίκην ἔοικε τῷ ἡττᾶσθαι. ζητήσειε δʼ ἄν τις, πῶς ἐν τῷ κατʼ Αἰσχίνου καίτοι κατηγορῶν φησι «δεήσομαι πάντων ὑμῶν». ῥητέον οὖν ὅτι διαφοραὶ δεήσεών εἰσιν. ἐκεῖ μὲν γὰρ καὶ δέησις σεμνὴ καὶ φρόνημα ἔχουσα, ἐνταῦθα δὲ ταπεινότητα ἔχει ἡ δέησις. φησὶ γὰρ «δέομαι δὲ ὑμῶν καὶ ἱκετεύω» καὶ ὥσπερ ἡττημένος τὸν ἀγῶνα οὕτω πυνθάνεται.
καὶ διὰ τοῦτο τῆς φυλῆς ἀνθʼ ἑαυτοῦ τὴν φυλὴν ὠνόμασεν, ἐπισείων αὐτῷ πολεμίους πολλοὺς καὶ ὁλόκληρον τὴν φυλήν. καλῶς δὲ καὶ τὸ «ἀδίκως». οὐ γὰρ ἁπλῶς εἶπεν «ἀφῃρέθη ἡ φυλή», ἀλλʼ «ἀδίκως». ὁ πολέμιος ἔχει τὸ δίκαιον.
εἰ γὰρ οἷόν τε ἐντεῦθεν ἡ κατασκευὴ τοῦ δευτέρου μέρους. συνῆψε, φησί, Μειδίας τῇ κακίᾳ τὰ ἄμικτα, κατήγορον ἀποφήνας τὸν φεύγοντα.
ἔστι τις συμφορά τῇ παραθέσει τῶν ἄλλων ἐστὶ συμφορά. εἰ οἱ κρινόμενοι, φησίν, ἐν συμφοραῖς ὄντες ἱκετεύουσι, κἀγὼ ὁ ὑβρισμένος, εἰ μὴ λάβοιμι δίκας, ἐν συμφορᾷ ἔσομαι. εἰκότως ἄρα δεήσομαι.
δέομαι οὖν ὑμῶν διῳκήσατο ἱκανῶς τὸ δεῖν ἱκετεύειν. ἐντεῦθεν δὲ τὸ συμπέρασμα τοῦ δευτέρου προοιμίου, ὅπερ προοίμιον εἴληπται αὐτῷ ἐκ συστάσεως τοῦ οἰκείου προσώπου ἐν διορισμῷ. διορίζει γὰρ ὅτι ἐν ποίοις ἐγκλήμασι δεῖ δεῖσθαι τὸν κατήγορον καὶ ἐν ποίοις οὐ δεῖ.
ἔπειτʼ ἐὰν ἐπιδείξω εἰς τελικὸν κεφάλαιον τὸ συμφέρον κατέληξε τὸ συμπέρασμα τῆς προκατασκευῆς.
ὕβρισμαι μὲν ἐγὼ ἐκ τεττάρων ὅρων βιάζεται δημόσιον δεικνύναι τὸ γεγονός· πρώτου μέν, ὅτι «πᾶσα ὕβρις καὶ ἐν ὁποίῳ δήποτε καιρῷ δημόσιόν ἐστι». καὶ τοῦτο δείκνυσιν ἑνὶ μὲν διὰ τοῦ εἰπεῖν «τὰς μὲν γραφὰς ἔδωκε παντὶ τῷ βουλομένῳ, τὸ δὲ τίμημα ἐποίησε ὅλον δημόσιον». δευτέρου δέ, ὅτι «πάντα τὰ ἐν τῇ ἑορτῇ γιγνόμενα, κἂν εἰς ἰδιώτην ᾖ, δημόσιά ἐστι»· τρίτου, «τὰ εἰς χορηγὸν γιγνόμενα καὶ πολλῷ πλέον»· τετάρτου, ὅτι «οὐ διʼ ἐμὲ μόνον, ἀλλὰ καὶ διὰ πάντας τοὺς ἄλλους ὅσους ὕβρισεν ἄξιός ἐστιν ὡς ὑβριστὴς καὶ τυραννικὸς δημοσίᾳ κολασθῆναι». πρῶτον οὖν ἀποδείκνυσιν ὅτι «πᾶσα ὕβρις δημόσιόν ἐστι» καί φησιν.
εἴ τις οὖν ὑμῶν ἐντεῦθεν ἡ προκατασκευή, ἔνθα τίθησι τοὺς δύο νόμους δεικνύων ὅτι «δημόσιόν ἐστι τὸ ἀδίκημα». ἕτεροι δέ φασιν ὅτι τοῦτο δοκεῖ μὲν συνηρτῆσθαι τῷ προοιμίῳ, τὸ δὲ ἀληθὲς ὥσπερ προοίμιόν ἐστι τῆς κατασκευῆς τῆς μελλούσης. ἐντεῦθεν γὰρ προβιβάζει περὶ τοῦ χρῆναι τὰ ἐν τῇ ἑορτῇ πάντα δημόσια νομίζειν καὶ οὐ τῶν ἰδίων τινὸς ἕνεκα γίνεσθαι, τουτέστιν ὅτι «πᾶσα ὕβρις δημόσιόν ἐστιν».
εἰ ... ὑμῶν ἐντεῦθεν καθαρῶς εἰς αὐτὴν τὴν προκατασκευὴν εἰσβέβληκεν, ἥτις ἐστὶν ὁ δεύτερος ὅρος, ὅτι «πάντα τὰ ἐν τῇ ἑορτῇ γινόμενα δημόσιά ἐστιν».
τρίτον προοίμιον
ἐνθυμηθεὶς νῦν καὶ τοῦτο τοῦ πρώτου ὅρου καὶ ὥσπερ κοινοῦ τοῦ πράγματος. πάντα γὰρ ταῦτα τοῦ δημοσίαν εἶναι πᾶσαν ὕβριν κατασκευαστικά ἐστιν.
ἀναγνώσεται καὶ ἀναγινώσκει τοὺς νόμους διʼ ὧν τοῦτο κατασκευάζεται.
τὸν νόμον ὁ νόμος κατασκευάζει τὸν ὅρον τοῦ πάντα τὰ ἐν τῇ ἑορτῇ γινόμενα δημόσια εἶναι.
Νόμος· τοὺς πρυτάνεις ποιεῖν ἐφοβήθη, μὴ λέγων ἃ πέπονθεν ὑπόνοιάν τινα ἐμβάλῃ τοῖς ἀκούουσιν, ὅθεν ἀνέγνω πρὸ τῆς διηγήσεως τοὺς νόμους, ὅπερ ἔφαμεν, κατορθῶν. ἐδεδοίκει γάρ, μὴ ἰδιωτικὸς ὁ ἀγὼν γένηται ἐκ τῆς καταστάσεως ἰδιωτικὰ πράγματα ἐχούσης, καὶ διὰ τοῦτο, πρὶν εἰπεῖν ἃ πέπονθε, προὔλαβε τὸν δικαστὴν τῇ ἀναγνώσει τῶν νόμων, ἵνα, κἂν ὕβρεις λέγῃ κἂν πληγὰς καὶ τὰ τοιαῦτα, ὡς δημοσίων ἀκούωσιν, ἀποδειχθέντος τοῦ πάντα τὰ ἐν ἑορτῇ γιγνόμενα δημόσια εἶναι. ἔστι δὲ ὁ πρῶτος νόμος τοιοῦτος, ὅτι «μετὰ τὴν ἑορτὴν ἐγίγνετο ἐκκλησία ἐν Διονύσου καὶ ἐξητάζετο ὁ ἄρχων περὶ ὧν διῴκηκε καὶ περὶ ὧν ἠδίκησέ τις καὶ παρενόμησεν.»
ὁ μὲν νόμος οὗτός ἐστιν ἐκ τούτου τοῦ νόμου συλλογίσασθαι βούλεται περὶ τῶν κατὰ τὴν ἑορτήν.
πόθεν οὖν; ὅτι ἡ προβολὴ δημόσιον ἐκ τῶν ἑξῆς δείκνυσιν.
ἐν Διονύσου μετὰ τὰ Πάνδια ἐν Διονύσου μὲν ἐν τῷ θεάτρῳ. συνῆπτο γὰρ τῷ θεάτρῳ τὸ τέμενος. Πάνδια δὲ οἱ μὲν Διὸς ἑορτὴν ἐνόμισαν, οἱ δὲ Πανδῖαν τὴν Σελήνην νομίζουσιν ἴσως ἀπὸ τοῦ πάντοτε ἰέναι. τὸν μὲν γὰρ Ἥλιον ἐν ἡμέρᾳ μόνῃ θεωρεῖν ἔξεστι, τὴν δὲ Σελήνην καὶ ἡμέρας καὶ νύκτωρ. ἦγον οὖν καὶ τῆς Σελήνης ἑορτὴν μετὰ τὰ Διονύσια, ἐπειδὴ Διονύσου ἀδελφὴ ἡ Σελήνη, εἴπερ τὸν Διόνυσον καὶ Ἀπόλλωνα καὶ Ἥλιον καλοῦσιν, ἔνιοι δὲ καὶ παῖδα Σελήνης τὸν Διόνυσον.
Πάντια καὶ Πανδῖα ἡ Σελήνη, ὅτι πάντοτέ ἐστι καὶ λάμπει ἔν τε νυκτὶ καὶ ἡμέρᾳ. Διόνυσον δὲ λέγει τὸν Ἥλιον ἤτοι τὸν Ἀπόλλωνα.
ὅτι Πανδῖα ἡ Σελήνη ἴσως διὰ τὸ πάντοτε διεῖναι. ὁ μὲν γὰρ Ἥλιος ἐν ἡμέρᾳ μόνῃ θεωρεῖται, ἡ δὲ Σελήνη καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτί.
Πάνδειαν τὴν Σελήνην τινές, καὶ ἴσως ἀπὸ τοῦ πάντοτε διεῖναι. τὸν μὲν γὰρ Ἥλιον ἐν ἡμέρᾳ μόνον θεωρεῖν ἔξεστι, τὴν δὲ Σελήνην καὶ ἐν ἡμέρᾳ καὶ νύκτωρ.
χρηματίσωσιν οἱ πρόεδροι πρόεδροι οἱ πεμπόμενοι ἐν τῇ βουλῇ παρὰ τῆς πρυτανευούσης φυλῆς. οὗτοι δὲ πάλιν ἐπέμποντο παρὰ τῆς βουλῆς εἰς τὸν δῆμον καὶ προκαθεζόμενοι ἐν τῷ θεάτρῳ ἠρώτων τὸν δῆμον εἰ δοκεῖ αὐτοῖς ἐπισκέψασθαι περὶ τῶν κατὰ τὴν ἑορτήν.
περὶ ὧν διῴκηκεν ὁ ἄρχων ἐδίδου γὰρ λόγον, εἰ τὸ ἄγαλμα ἀλώβητον ἔσωσεν, εἰ τῶν ἄλλων μηδέν τι ἐνέλιπε χρηματίζων.
καὶ περὶ ὧν ἄν τις προθεὶς ἄρχοντας καὶ προέδρους συνῆψε καὶ τὰς ὕβρεις τὰς ἐν τῇ ἑορτῇ. δῆλον γὰρ ὅτι ἐν τῷ ἑνὶ νόμῳ οὐ τὸ μὲν δημόσιον, τὸ δὲ ἰδιωτικόν, ὥστε ἐκ τούτου συλλογίζεται τὸ καὶ τὰς ὕβρεις δημοσίας εἶναι, εἴπερ καὶ περὶ τὸν ἄρχοντα δημοσίας.
καλῶς, ὦ ἄνδρες συναγωνίζεται τῷ νόμῳ διὰ τῶν ἐπαίνων συστῆσαι βουλόμενος. καὶ περὶ τῶν τοὺς ὑπερημέρους εἰσπραττόντων ὥσπερ κἀπὶ τῶν ἰδιωτῶν, εἰ γένοιντό τινες ὑπερήμεροι, δίδωσι τὴν ἀσφάλειαν ὁ νόμος.
βούλομαι τοίνυν δεύτερον ἀναγινώσκει νόμον ἀντιπῖπτον ὑποτεμνόμενος. ἐπειδὴ γὰρ ἀπέδειξεν ὅτι «πάντα τὰ περὶ τὴν ἑορτὴν δημόσιά ἐστιν», ἀντέπιπτεν αὐτῷ «ἀλλʼ οὐ τά γε περὶ τοὺς ἰδιώτας γιγνόμενα, ἀλλʼ εἴ τις ἢ χορηγὸν εἵρξειεν ἢ αὐλητὴν ἀπελάσειεν ἢ κωμῳδὸν ἢ τὸν δῆμον τῆς θέας κωλύσειεν». βουλόμενος ἀποδεῖξαι καὶ τὰ περὶ τοὺς ἰδιώτας ἐν τῇ ἑορτῇ δημόσια ὄντα τὸν δεύτερον ἀναγινώσκει νόμον.
ἐνθυμεῖσθε συνέλαβε τὸ νόημα τὸ ἐν τῷ προτέρῳ νόμῳ, ἵνα δείξῃ κοινωνίαν τῷ προτέρῳ πρὸς τὸν δεύτερον· τοῦ νόμου δὲ τοῦ δευτέρου ὄντος τοιούτου, ὅτι μηδὲ τοὺς ὑπερημέρους ἀπαιτεῖσθαι ἐν τῇ ἑορτῇ οὓς ἀπαιτεῖν καὶ χειρὶ μᾶλλον ἐκέλευεν ὁ νόμος, ἀγωνίζεται ἐκ τοῦ ἐλάττονος, λέγων ὅτι «εἰ τοὺς ὑπερημέρους ὁ νόμος κελεύει μὴ ἀπαιτεῖσθαι ἐν τῇ ἑορτῇ χειρί, πόσῳ γε μᾶλλον κελεύει μὴ τοὺς ἀναιτίους βιάζεσθαι;» ἔστι γὰρ ὅλον ἀπὸ τοῦ ἐλάττονος τὸ ἐπιχείρημα ἔκ τε προσώπου καὶ πράγματος εἰλημμένον, προσώπου μὲν χορηγὸς πρὸς ὑπερήμερον, πράγματος δὲ ὕβρεως καὶ χρημάτων.
οὐ γὰρ ὅπως τὸ μὲν μὴ κείμενον ἐν τῷ νόμῳ συνήγαγεν ὡς ὁμολογούμενον, τὸ δὲ γεγραμμένον ὡς παρακολούθημα ἔλαβε· τὸ μὲν γὰρ περὶ τοῦ σώματος οὐ γέγραπται, περὶ δὲ τῶν ὑπερημέρων μόνον. ὁ δὲ ἐκεῖνο μὲν ὡς ὁμολογούμενον ἔλαβεν, ὅτι «οὐ τοῦτο μόνον ἔδοξεν ἡμῖν δεινὸν τὸ μὴ ὑβρίζεσθαί τινα εἰς τὸ σῶμα», περὶ δὲ τῶν ὑπερημέρων ὡς προσθήκην «ἀλλʼ ἤδη καὶ ταῦτα ἐκωλύσατε ὅσα καὶ κατὰ δίκην γίνεται».
ἀλλὰ καὶ τὰ δίκῃ τῶν νενικηκότων ἐν τῇ κρίσει δηλονότι, ταῦτα γίνεται τῶν ἡττηθέντων ἐν καιρῷ τῆς ἑορτῆς. συνήγαγε δὲ ἐξ ἀποδείξεως τοῦ προτέρου νόμου ὅτι καὶ τὰ περὶ τοὺς ἰδιώτας δημόσιά ἐστιν.
ὑμεῖς μὲν τοίνυν μέλλων ἀναγινώσκειν τὸν νόμον ὑπέσχετο δεῖξαι τήν τε τῶν ἄλλων εὐλάβειαν καὶ τὸ Μειδίου θράσος. ὅπερ οὖν ὑπέσχετο νῦν ἀποδείκνυσιν.
βούλομαι δὲ ἕκαστον προκατασκευαστικὸν μὲν τὸ νόημα, εἰσβολὴ δὲ εἰς τὴν προβολήν.
ἐπειδὴ γὰρ οὐ καθεστηκότος πληρώσας δὲ τὴν προκατασκευήν, ἐν ᾗ πάντα τὰ γινόμενα περὶ τὴν ἑορτὴν κἂν εἰς ἰδιώτην δημόσια ἀπέδειξε, μεταβαίνει λοιπὸν ἐπʼ αὐτὴν τὴν κατάστασιν· οὐκέτι γὰρ ὡς ἰδιωτικῶν ἀκούσονται τῶν πραγμάτων. κέχρηται οὖν προοιμίῳ καταστατικῷ, τὸ δὲ αὐτὸ καὶ ἐπαγγελίαν τινὲς καλοῦσιν. ὃ σύνοψιν ποιεῖται τῶν λεχθησομένων ἐν τῇ καταστάσει. τὸ γὰρ τοιοῦτον καὶ εὐκρινῆ ποιεῖ τὸν λόγον καὶ προσέχειν τὸν ἀκροατήν.
ἐπειδὴ ... καθεστηκότος ἐντεῦθεν ἡ ἀρχὴ τοῦ πρώτου μέρους τῆς προβολῆς. φασὶ γάρ τινες τοῦτο μὴ εἶναι διήγησιν διὰ τὸ προειδέναι τὸν δῆμον τὰ γεγενημένα καὶ διὰ τὸ ἐν ὅρῳ μὴ χρῆναι διηγεῖσθαι, ἀλλὰ προβάλλεσθαι· ῥητέον οὖν ὅτι οὐ πάντες ᾔδεσαν τὰ γεγενημένα, ὥσπερ ἐν τοῖς ἐπιλόγοις φησὶν ὡς «οὐ παρῆν ὁ δῆμος, ἀλλὰ χορευταὶ καὶ ξένοι καὶ τοιοῦτοί τινες ἦσαν», ὥστε ἀναγκαῖον ἦν διηγήσασθαι. καὶ οὐ διηγήσασθαι βούλεται μόνον, ἀλλὰ καὶ αὐξῆσαι τὴν ἑαυτοῦ φιλοτιμίαν ἐν τῇ καταστάσει. πρὸς τούτοις ὅτι ἐν ὅρῳ ταὐτόν ἐστι προβολὴ καὶ κατάστασις. ἤδη δὲ καὶ ὅρου δύναμιν ἡ κατάστασις ἔχει· προβαλλόμεθα γὰρ ἐφʼ οἷς πεπόνθαμεν, λέγοντες δὲ ταῦτα τὴν διήγησιν πληροῦμεν. ὅταν δὲ πρὸς τὸ ἡμῖν χρήσιμον διηγώμεθα, ὅρον περαίνομεν. ἡμῶν γὰρ διὰ τῆς καταστάσεως εἰσαγόντων ὡς δημόσιον, εὐθὺς ὁ ἀντίδικος ὑπολαμβάνων ὡς ἰδιωτικὸν ὁρίζεται. οὐκοῦν ὅρου δύναμιν ἔχει ἡ κατάστασις, ἀλλʼ ἐκεῖ μὲν συνεστραμμένως καὶ διʼ ὀλίγων ὁριζόμεθα ἀγωνιστικῶς, ἐν δὲ τῇ καταστάσει πλατέως καὶ ἧττον ἀγωνιστικῶς. διὰ τί δὲ ὁρικὴν δύναμιν ἔχουσα προβολὴ κέκληται; ὅτι ἐπάναγκες ἦν δύο ἀνθορισμοὺς ἐμπίπτειν, εἴπερ ὅρος τις ἡ κατάστασις ἐκαλεῖτο. ἡμῶν γὰρ ὁριζομένων ἐν τῇ καταστάσει πλατέως ὁ ἀνθοριζόμενος πρὸς ἐκεῖνον δύο ἐποίει ἀνθορισμούς. ἵνʼ οὖν μὴ δύο ἀνθορισμοὺς ὀνομάζωμεν, τὸν μὲν πλατὺν ὅρον προβολὴν ἐκαλέσαμεν ἐν καταστάσει κείμενον, τὸν δὲ στενὸν μετὰ τὴν προβολήν, τὸν μὲν παρὰ τοῦ φεύγοντος ὅρον, τὸν δὲ παρὰ τοῦ διώκοντος ἀνθορισμόν. ἔτι πρὸς τούτοις ἐπειδὴ πολλὰ καὶ ψευδῆ καὶ αἰσχρὰ καὶ ἐπηρείας καὶ χλευασμοὺς ἐβούλετο κατειπεῖν τοῦ Μειδίου, ταῦτα δὲ ἐν μὲν τοῖς ἀγῶσι λέγειν οὐκ ἐξῆν διὰ τὸ μικρὰ εἶναι καὶ τοὺς ἐλέγχους ἀπαιτεῖσθαι, ἐν δὲ τῇ καταστάσει τὰς μὲν ἀποδείξεις ἧττον ἔμελλε προσάγειν, λέγων δὲ διαβάλλειν καὶ παροξύνειν τοὺς δικαστὰς ἐν τῷ πλήθει τῶν ἐγκλημάτων, διὰ τοῦτο καταστάσει ἐχρήσατο καὶ τοῖς φανεροῖς καὶ μεγάλοις τὰ μικρὰ καὶ ἀσθενῆ συνέπλεξεν, ἵνα διʼ ἐκείνων καὶ ταῦτα αὐξήσῃ τε ὁμοῦ καὶ πιστὰ καταστήσῃ. μικτὴν δὲ ἔφαμεν εἶναι τὴν κατάστασιν ἔκ τε δημοσίων καὶ ἰδιωτικῶν πραγμάτων, ἔτι δὲ καὶ αὐξήσεως, καὶ τὸ μὲν πλεῖστον αὐτῆς ἐστι πραγματικόν, τὸ δὲ παθητικόν, τὸ δὲ καταφορικόν, καὶ τὸ σύμπαν ὅλος ὁ λόγος τοιαύτην ἔχει τὴν μῖξιν· πραγματικὸν μὲν ἐν οἷς περί τε τῶν εἰς ἑαυτὸν γεγενημένων καὶ τοῦ δημόσιον εἶναι τὸ ἔγκλημα διαλαμβάνει, παθητικὸν δὲ ἐν οἷς αὔξει τὴν ὕβριν, καταφορικὸν δὲ ἐν οἷς εἰς τὸ πρόσωπον ἀποτείνεται τοῦ Μειδίου. ἀπὸ τοῦ δημοσίου δὲ τὴν ἀρχὴν ἐποιήσατο χορηγὸν ὀνομάσας.
τῇ Πανδιονίδι φυλῇ δέκατον μέρος ἡ φυλὴ τῆς πόλεως.
τρίτον ἔτος τουτὶ ἢ ὡς τριῶν ἐτῶν ἑξῆς οὐ παρασχούσης τῆς φυλῆς τὸν λειτουργόν, ἵνα γένηται πλείων αὔξησις ἢ «πρὸ τριῶν τούτων ἐτῶν», ὡς καὶ ἐν Φιλιππικοῖς «Φίλιππος ἐν Θρᾴκῃ τρίτον ἢ τέταρτον ἔτος». οὐ γὰρ δυνατὸν ἐφεξῆς λαβεῖν τὸν χρόνον. τὴν φιλοτιμίαν δὲ ηὔξησεν, ὅτι «διὰ τριῶν ἐτῶν μόνος αὐτὸς ἐκ τῆς φυλῆς ἐπέδωκεν».
παρούσης δὲ τῆς ἐκκλησίας πάντα δημόσια τὰ ὀνόματα, ἐκκλησία, ἄρχων, ἐπικλήρωσις αὐλητῶν εἰς τὴν ἑορτήν. οὐκοῦν ἐκ τούτων ὡς περὶ δημοσίων τῶν καθʼ ἑαυτὸν ἤδη προσδιαλέγεται.
λόγων καὶ λοιδορίας γινομένης ἐκ τῶν ἐναντίων ἡ αὔξησις. ἔστι γὰρ μέγιστος τόπος αὐξήσεως τὸ τὴν προϋπάρχουσαν ἢ εὐπορίαν ἢ ταλαιπωρίαν ἢ πολεμίων ἰσχὺν αὔξειν, ἵνα μεγίστη φανῇ τῷ λῦσαι τὰς τοιαύτας ἀπορίας καὶ κρατῆσαι τῆς δυνάμεως τῶν ἐναντίων.
καὶ κατηγοροῦντος «οὐκοῦν στάσις καὶ θόρυβος ἦν, ἐγὼ δὲ τὸν θόρυβον ἔλυσα διὰ τῆς ὑποσχέσεως».
παρελθὼν ὑπεσχόμην ἐγὼ πόλεμος ἦν τῶν ἐπιμελητῶν κατὰ τοῦ ἄρχοντος. ὁ ἄρχων τοῖς ἐπιμεληταῖς ἐπῆγε τὴν μέμψιν. ἐπιεικῶς δὲ τὸ «ὑπεσχόμην» εἴρηκε διὰ τὸ ἐπαχθὲν «πρῶτος αἱρεῖσθαι τὸν αὐλητὴν ἔλαχον». διὰ γὰρ τούτου τὴν πρὸς αὐτὸν εὐμένειαν ἔδειξεν, ἵνα πιστὸν καταστήσῃ ὅτι διὰ Μειδίαν ἡττήθη τὸν ἀγῶνα, οὐ διὰ τὴν τύχην.
καὶ τὸ συμβὰν ἀπὸ τῆς τύχης ἡ τύχη τῇ γνώμῃ συνέδραμε, δέδωκε τὴν ψῆφον ἀποδεξαμένη τὸν τρόπον.
καὶ θόρυβον καὶ κρότον τοιοῦτον εἰς αὐτὸν ηὔξησεν, ἵνα μὴ Μειδίας διʼ ὀργὴν δόξῃ ταῦτα πεποιηκέναι, ἀλλὰ φθονήσας ἐπὶ τοῖς ἐπαίνοις τοῖς εἰς τὸν ἐχθρὸν γινομένοις. ταχέως δὲ τὸν «κρότον» ἐπενεγκὼν ἔδειξε ποῖον εἴρηκε θόρυβον. τὸ δὲ «ὡς ἂν ἐπαινοῦντες» ἐπισφραγιζόμενος λέγει.
Μειδίας δὲ οὑτοσὶ ἠναντιοῦτο, φησί, καὶ τῇ τύχῃ καὶ τῇ πόλει. ἡ μὲν γὰρ ἐδωρεῖτο τὸν κλῆρον, ὑμεῖς δὲ ἐθαυμάσατε, Μειδίας δὲ ἐδυσφόρει καὶ ἀηδίζετο.
ὡς ἔοικε ὡς φαίνεται, φησίν, ἀφʼ ὧν πεποίηκεν.
ἐπηρεάζων μοι συνεχῶς οὐκοῦν ἐκ προνοίας καὶ οὐ διʼ ὀργὴν πεποίηκε· τὸ δὲ «καὶ μικρὰ καὶ μείζω» ἀντὶ τοῦ «ἰδιωτικὰ καὶ δημόσια».
ὅσα μὲν οὖν τοὺς χορευτὰς ἔθος ἦν τοὺς τῷ Διονύσῳ χορεύοντας μὴ στρατεύεσθαι τοῦτον τὸν χρόνον. ὁ τοίνυν Μειδίας ἠνάγκαζεν αὐτοὺς ἐξιέναι καὶ οὐκ εἴα τῆς στρατείας ἀφίεσθαι. εἰσῆκται δὲ κατὰ παράλειψιν, ἐπειδήπερ οὐκ ἔχει πολλὴν τὴν ἰσχύν. τετραχῆ δὲ διεῖλε τὰ ἐγκλήματα, καὶ πρῶτον μὲν τὰ σαθρότερα προέταξεν, εἶτα τὰ ἰσχυρότερα καὶ τρίτον τὰ σαθρὰ πάλιν καὶ τέταρτον τὰ ἰσχυρά. δεῖ γάρ, εἰ μὲν πλείω εἴη τὰ ἰσχυρὰ καὶ ἓν σαθρόν, μέσον τιθέναι τὸ σαθρόν· εἰ δὲ ἴσα εἶεν τά τε ἰσχυρὰ καὶ τὰ σαθρά, ἄρχεσθαι μὲν ἀπὸ τῶν σαθροτέρων, τελευτᾶν δὲ εἰς τὰ ἰσχυρότερα. ἔστιν οὖν καὶ νῦν τὰ πρῶτα σαθρά. τί γὰρ μέγα ἔγκλημα, εἰ τοὺς χορευτὰς ἐκώλυσεν ἀφεθῆναι καὶ ταῦτα ἵππαρχος ὤν, καὶ εἰ τῶν Διονυσίων ἐπιμελητὴς ἐβούλετο καταστῆναι;
οὐ γὰρ ἀγνοῶ τοῦτο γνοὺς ὅτι μικρῶν ἐμνημόνευσε, πρῶτον μὲν τῷ κατὰ παράλειψιν σχήματι κέχρηται, ἔπειτα καὶ ἰσχὺν αὐτοῖς διὰ τῶν ἑξῆς προσέθηκεν εἰπὼν ὅτι «πάσχων ἐγὼ ὁμοίως ἐπὶ τούτοις ἠγανάκτουν ὥσπερ ἐπὶ τοῖς δεινοτάτοις».
καὶ οὐδʼ ἂν ἐπεχείρησα μεταβέβηκεν ἐπʼ αὐτὸ τὸ ἰσχυρότατον τὸ κατὰ τὴν ἐσθῆτα, καὶ πρὸ τῆς εἰσαγωγῆς αὐξήσει κέχρηται, προσεχέστερον τὸν δικαστὴν ποιῶν. ἄπιστα γάρ, φησίν, ἔδοξε τὰ λεχθησόμενα, εἰ μὴ τότε παραχρῆμα ἠλέγχθη.
τὴν γὰρ ἐσθῆτα τὴν ἱερὰν τὸ ἰδιωτικὸν δημόσιον ἐποίησε τῇ προσθήκῃ τῆς ἱερᾶς. ἐντεῦθεν δὲ ἡ τῆς προβολῆς αὔξησις. ποιεῖ δὲ αὐτὴν ἱερὰν ἀπὸ τοῦ τόπου καὶ τοῦ καιροῦ καὶ τοῦ φοροῦντος· τὸ δὲ «τέως ἂν χρησθῇ» ἢ φορεῖται ἢ τρίβεται.
ἱερὰν γὰρ ἔγωγε τὸ ἀντιπῖπτον ἔλυσεν «ἱερὰν λέγεις ἣν φορεῖς σύ; μὴ γὰρ ἱερεὺς εἶ;» ὁ δὲ ἀπὸ τῆς πανηγύρεως καὶ τοῦ καιροῦ τὸ ἱερὰν εἶναι κατεσκεύασεν. εἶτα ἐπειδὴ σοφισματώδης ὁ λόγος, προσέθηκε τοὺς στεφάνους ὥσπερ συμμαχίᾳ χρώμενος. μᾶλλον γὰρ τὸ κατὰ τοὺς στεφάνους ὥσπερ δημόσιον, ἐπειδὴ καὶ ὁ χορὸς ὁ ᾄδων αὐτοὺς περιέκειτο.
νύκτωρ ἐλθὼν ἀρκέσθητι ταῖς ἡμέραις εἰς ἐπιβουλήν, ὦ Μειδία, σπένδου τῷ πολέμῳ τὴν νύκτα, καθʼ ἣν καὶ οἱ τῇ φύσει πολέμιοι ἡσυχίαν ἀσπάζονται. πολλὴν ἔχει καὶ τοῖς πολεμίοις ἡ νὺξ τὴν τιμήν. ἀνακωχὴν δίδωσιν αὐτῇ καὶ ὁ δοκῶν δυσμενέστατος, σὺ δέ μοι ποιεῖς ἐν ἑορτῇ νυκτομαχίαν παράλογον.
οὐ μέντοι πᾶσάν γε τοῦτο εἶπεν, ἵνα κακίσῃ μὲν τὴν γνώμην, ἐπαινέσῃ δὲ τὴν τύχην τὴν ἐμποδίσασαν. τάχα δὲ τὸν χρυσοχόον ὁ Διόνυσος ἐξανέστηκεν ἵνα ληφθῇ.
«πάντας γε οὔ» φησι Μένανδρος, ἵνʼ ᾖ περὶ τῶν στεφάνων.
οὐκ ἀπέχρησε δὲ αὐτῷ τοῦτο πάλιν ἀπὸ τοῦ ἰσχυροτέρου μετῆλθεν ἐπὶ τὸ σαθρότερον, τό τε διαφθεῖραι τὸν χοροδιδάσκαλον καὶ τὸν ἄρχοντα καὶ τὸ στασιάσαι πρὸς αὐτὸν τοὺς χορηγοὺς καὶ τὰς ἄλλας ἐπηρείας. ταῦτα γὰρ καὶ μικρὰ πρὸς κρίσιν καὶ ἄλλως ἀνέλπιστα. τούτων γὰρ ὁ Μειδίας ὁμολογήσει οὐδέν.
καὶ εἰ μὴ Τηλεφάνης ἵνα μὴ ὑποπτεύσῃ τις ὅτι «μισθὸν προσδοκῶν πλείονα δέξασθαι Τηλεφάνης μάτην τὸν διδάσκαλον διαβέβληκε», τούτου χάριν ἐπαινεῖ τὸν τρόπον, βέλτιστον αὐτὸν ἀποκαλῶν καὶ εὔνουν περὶ αὐτόν, καὶ ἵνα λύσῃ τὸ ἀντιπῖπτον ὅτι «διὰ φιλονεικίαν ὁ αὐλητὴς ἐξέβαλε τὸν χοροδιδάσκαλον, ἵνα μόνος δόξῃ εὐδοκιμεῖν». οὕτω γοῦν καὶ τὸν χορὸν αὐτὸς ἐδίδαξεν ἀπελάσας τὸν ἄνθρωπον. φησὶν οὖν ὁ ῥήτωρ ὅτι «καὶ βέλτιστος ἦν Τηλεφάνης καὶ εὔνους περὶ ἐμέ». οὐκ ἂν οὖν διὰ τὴν ἰδίαν φιλονεικίαν ἐπιβουλεύειν ἠθέλησεν, εἴπερ ᾔδει μὴ διεφθάρθαι τὸν ἄνθρωπον.
οὐδʼ ἂν ἠγωνισάμεθα καλῶς οὐκ ἐπὶ τοῦ χοροῦ μόνον εἶπεν «ἠγωνίσατο», ἀλλὰ πληθυντικῶς καὶ ἑαυτὸν καὶ πᾶσαν περιέλαβε τὴν φυλήν.
ὥστε τὸν ἐστεφανωμένον ὁ γὰρ τὰ πλεῖστα διοικῶν τῆς ἑορτῆς ὁ ἄρχων ἦν, ὥστε καὶ πολλὰ βλάπτειν ἠδύνατο, εἴπερ διαφθαρεὶς κατασκευάζειν ἠβουλήθη.
τοὺς χορηγοὺς συνῆγεν ἐπʼ ἐμέ ἀντὶ τοῦ «ἄκοντας αὐτοὺς ἠρέθιζεν, οὐ βουλομένους παρώξυνεν, ἵνα μὴ δοκοῖεν διὰ τὸ βούλεσθαι νικᾶν προσφιλονεικεῖν αὐτῷ». τὸ δὲ ἐξ ἀνάγκης συμβαῖνον τοῦτο εἰς τὸν Μειδίαν ἀνήνεγκεν. οἱ γὰρ ἄλλοι χορηγοὶ φιλονεικοῦντες περὶ τῆς νίκης στασιάζουσι πρὸς ἀλλήλους. φησὶν οὖν ὅτι «Μειδίας αὐτοὺς ἀνέπεισεν ὥστε μοι πολεμεῖν». εἶτα ἡ κατασκευή.
βοῶν, ἀπειλῶν εἰ γὰρ ἐκείνων πρός με διαμαχομένων οὗτος ἐβόα καὶ ἠπείλει μοι, πρόδηλος ἦν αὐτὸς ἐνάγων τοὺς χορηγούς.
ὀμνύουσι τουτέστιν ἐδίδασκεν οὕτως ὀμνύειν ὥστε σοφίσασθαι τὸν ὅρκον, ἵνα μου κατασπουδάσαιεν.
τὰ παρασκήνια φράττων τουτέστιν «ἀποφράττων τὰς ἐπὶ τῆς σκηνῆς εἰσόδους», ἵνα ὁ χορὸς ἀναγκάζηται περιιέναι διὰ τῆς ἔξωθεν εἰσόδου καὶ οὕτω βραδύνοντος ἐκείνου συμβαίνῃ καταγελᾶσθαι τὸν Δημοσθένην. τὸ δὲ «προσηλῶν» ἢ «τοὺς ἥλους ἐντιθείς», ἵνα ἀσφαλῶς αἱ θύραι ἐκκλείωνται καὶ μὴ ἐξῇ κατὰ καιρὸν εἰσελθεῖν, ἀφʼ οὗ τὸ γελᾶσθαι καὶ αἰτιαθῆναι συμβέβηκεν, ἢ ὅτι τοὺς ἥλους κατακρούων καὶ τύπτων ἐξακούεσθαι τὸν χορὸν ᾄδοντα οὐ συνεχώρει.
ἰδιώτης ὢν τὰ δημόσια καίτοι Διονυσίων ἦν ἐπιμελητής. ἀλλʼ ἐπειδὴ αὑτὸν προὐβάλλετο εἰς τὴν χειροτονίαν, διὰ τοῦτο ἰδιώτην φησὶν αὐτὸν εἶναι.
καὶ τούτων ὅσα γε ἄτοπον ἡγεῖται τῶν μικρῶν τούτων μάρτυρας παρέχεσθαι. διὰ τοῦτο οὖν ὡς αὐτοῦ τοῦ δήμου θεασαμένου καὶ μαρτυροῦντος ἐπήγαγεν «ὑμεῖς ἐστέ μοι μάρτυρες».
προσδιαφθείρας ἀπὸ τοῦ σαθροῦ πάλιν ἐπʼ αὐτὸ τὸ κύριον καὶ τελευταῖον ἐχώρησε, τουτέστι τὰς πληγάς, διότι καὶ μείζονά εἰσι τῶν ἑτέρων καὶ ἄλλως ὁμολογεῖται παρὰ τοῦ φεύγοντος.
τῶν ἀγωνιστῶν ἀνδρῶν ἐκ πάσης ἡλικίας ἠγωνίζοντο χοροὶ τῷ Διονύσῳ, διότι καὶ πᾶν σχῆμα αὐτῷ περιτιθέασι· καὶ γὰρ παῖδα καὶ πρεσβύτην καὶ ἄνδρα γράφουσιν αὐτόν. ἀλλαχοῦ οὖν εἶπε «χορηγοῦντα παισὶ Διονύσια». διὸ Δημοσθένης ἀνδρῶν ἠγωνίσατο, ὡς προϊών φησιν, «ἐγὼ δὲ αὐληταῖς ἀνδράσιν».
ἐμοῦ μὲν ὕβρισε τὸ σῶμα οὐκ εἶπε «πληγὰς ἔδωκέ μοι καὶ κονδύλους», ἵνα μὴ ταπεινότητα ἑαυτοῦ κατηγορήσῃ.
ταῦτά ἐστιν ἐπειδὴ δεῖ μητέρα τῶν ἀγώνων εἶναι τὴν κατάστασιν, μέλλει δὲ προϊὼν καὶ περὶ τοῦ φόνου λέγειν τοῦ κατὰ Ἀρίσταρχον καὶ περὶ λιποταξίου καὶ περὶ ὧν εἰς ἄλλους πολλοὺς πεποίηκε, διὰ τοῦτο προλέγει καὶ περὶ τούτων ἐν τῇ καταστάσει.
ὑμεῖς ἐστε κληρονόμοι τρόπον τινὰ διάδοχοι.
λέγε μοι τὴν τοῦ χρυσοχόου ἕως γὰρ ἦν καὶ τῶν λεγομένων ἐν τῇ καταστάσει παρέχειν μαρτυρίαν, ἵνα μὴ δοκοῖεν ψιλὰς ἁπλῶς ἀφηγήσεις ποιεῖσθαι. συνεπέρανε δὲ τὴν κατάστασιν.
πολλὰ μὲν τοίνυν, ὦ ἄνδρες ἐθρασύνατο θαρσήσας ἐπὶ τῇ μαρτυρίᾳ τοῦ χρυσοχόου. συναρπάζει δὲ διὰ ταύτης τοὺς δικαστὰς ὡς καὶ περὶ τῶν ἄλλων ἀληθῆ κατηγορῶν.
αὐτοὶ γὰρ οἱ πεπονθότες ἀντέπιπτε, διὸ ὑποτέμνεται, «ὅλην περιῄεις τὴν πόλιν, Δημόσθενες; πολυπραγμονῶν διετέλεις, τίς ἄρα παρὰ Μειδίου τι πέπονθεν;» οὐκ ἔστι ταῦτα. πόθεν; οἴκοι καθήμενος εἶχον τὴν γνῶσιν· ὡς πρὸς κοινὸν ἀπήντων πατέρα σύμπαντες, κατάλογον ὧν ἔπαθον ὑπὸ Μειδίου τῶν ἀδικημάτων ποιούμενοι.
βούλομαι δὲ πρὸ τούτων μέλλων εἰς τοὺς ἀγῶνας εἰσβάλλειν προοιμίῳ κέχρηται βουλόμενος προσεχεστέρους ποιῆσαι τοὺς ἀκούοντας.
ἔστι δὲ πρῶτον μὲν πρότασις.
ἐξ ὧν ἰδίᾳ αὐτὸς τοὺς συνόντας αὐτῷ καὶ φίλους μισοῦντας αὐτὸν πεποίηκεν, εἴπερ πρὸς τὸν ἐχθρὸν ἀπήγγελλον, ἅπερ αὐτοῖς ἐν ἀπορρήτῳ Μειδίας διελέγετο.
ὡς εἴπερ ἀληθῶς ὑποφορά. ὅρος παραγραφικός.
ὡς ... ἀληθῶς ἀρνούμενον ἐν τοῖς φανεροῖς ποιεῖ τὸν Μειδίαν, διαβάλλων αὐτὸν εἰς ἀναίδειαν. πῶς δὲ ἀρνούμενον εἰσάγει αὐτόν; ἴσως δὲ καὶ τὸ ἴδιον τοῦ ὅρου φυλάττων, ἐπειδὴ ἐν ὅρῳ τὰ μὲν ἀρνούμεθα τὸ δὲ ὁμολογοῦμεν. ἐν τούτῳ γὰρ τὰ μάλιστα ὅρος τοῦ στοχασμοῦ διαφέρει καὶ κοινωνεῖ, τῇ μὲν ἀρνήσει κοινωνῶν, τῷ δὲ μὴ πάντα ἀρνεῖσθαι διαφέρων.
δίκας ἰδίας μοι ὅτι ἔβλαψε καὶ ὕβρισε, δημοσίᾳ δὲ οὐκ ἠδίκησεν.
δίκας ... μοι αὕτη ἐστὶ ἡ γενικὴ ἀντίθεσις παραγραφικοῦ δύναμιν ἔχουσα, ὅτι «οὐ χρὴ ἐπὶ τοῖς ἰδίᾳ γινομένοις δημοσίᾳ κρίνεσθαι». καθόλου γὰρ ποιεῖται τὴν ἀντίθεσιν μὴ λέγων τὸ ὄνομα τοῦ παθόντος. ἡ δὲ λύσις καὶ αὐτὴ μεταληπτικὴ ἀπὸ τοῦ τρόπου.
καὶ τίμημα ἐπάγειν ἐπὶ γὰρ τοῖς ἰδιωτικοῖς ἐκ τῶν νόμων ὥριστο τὸ τίμημα, ἐπὶ δὲ τοῖς δημοσίοις ὁ κατήγορος ἐτιμᾶτο.
ἐγὼ δὲ ἓν μὲν ἐκείνου ἀντιπρότασις. λύσις ἡ καὶ ἀνθυποφορά.
ἐγὼ ... ἐκείνου μεταληπτικῆς οὔσης τῆς ἀντιθέσεως ὅτι «ἰδίᾳ χρὴ καὶ οὐ δημοσίᾳ κρίνειν» μεταληπτικῶς ἔλυσε ταύτην εἰπών «εἰ μὴ τοῦτον κατηγόρησα τὸν τρόπον, πάλιν τἀναντία ἔλεγεν, ὅτι δημοσίᾳ κρίνειν ἐχρῆν τὰ ἴδια». ἐὰν γὰρ τρόπον ἀντὶ τρόπου ὑποβάλῃ, μεταληπτικὴ γίνεται ἡ λύσις. ὥστε οὐκ ἀκριβὲς τὸ τοῦ Μητροφάνους ὅτι «πᾶσα μετάληψις ἀντιλήψει λύεται». ἐφάνη γὰρ καὶ μεταληπτικὸν μεταληπτικῷ λυόμενον.
ὅ τε γὰρ χορὸς ἦν τῆς πόλεως αὐτὸν τὸν ἐχθρὸν πεποίηκεν ὁμολογοῦντα δημόσιον εἶναι τὸ ἀδίκημα, καὶ διʼ ὧν περιτίθησι τῷ χορῷ τοὺς λογισμούς, διὰ τοῦτο καὶ λύει τὴν ἀντίθεσιν καὶ τὸν ἐχθρὸν καθʼ ἑαυτοῦ δείκνυσιν ἀγωνιζόμενον.
μὴ δὴ τοῦτο λέγειν ἐν τούτῳ φησὶ Μητροφάνης τὸ κατὰ σύλληψιν δηλοῦσθαι, ἐν ᾧ φαίνεται συγχωρῶν ὁ ῥήτωρ ὅτι «καὶ δίκας ἰδιωτικὰς δίδωσιν ὁ νόμος». οὐ μὴν οὕτως ἔχει· μηδέπω γὰρ τῆς δίκης τεθείσης, τουτέστιν αὐτοῦ τοῦ ὅρου τεθέντος, μηδὲ ἀνθορισαμένου ἰδιωτικῶς τοῦ ῥήτορος, πῶς οἷόν τε κατὰ σύλληψιν εἰσάγεσθαι; ἢ πῶς συναγωγή ἐστι τοῦ ὅρου καὶ τοῦ ἀνθορισμοῦ; ἔστιν οὖν λύσις μᾶλλον τῆς γενικῆς ἀντιθέσεως «δίδωσιν ὁ νόμος καὶ ἰδίᾳ δικάζεσθαι». ὁ δὲ κατὰ συγχώρησιν ὁμολογῶν καὶ αὐτὸς εἶναι καὶ δίκας ἰδιωτικάς «ἃ μέντοι κατηγόρηκα ἐγὼ καὶ ἃ τετόλμηκε Μειδίας ταῦτα περὶ τὴν ἑορτήν ἐστιν ἀδικήματα· πῶς οὖν ἰδίᾳ κρίνεσθαι βούλεται δημοσίᾳ πλημμελήσας;»
εἰ δʼ ἐγὼ τὴν ἐπὶ τῶν ἰδίων δικῶν πλεονεξίαν ὁ μὲν ἰδιωτικὸν λαγχάνων αὐτὸς ἐλάμβανε παρὰ τοῦ φεύγοντος τὸ ἐκ τῶν νόμων τίμημα. «παρεώρακα δὲ μόνος τὴν ἐμαυτοῦ δίκην διδόντα».
χάριν, οὐ βλάβην προετίμησα πρὸ ἐμαυτοῦ τὴν πόλιν καὶ ταύτῃ παρεχώρησα τὸ ἐκ τοῦ τιμήματος ὄφελος· βούλεται γὰρ αὐτὸν δημευθῆναι.
οἶδα τοίνυν ὁρικὸν τὸ κεφάλαιον.
οἶδα τοίνυν οὗτός ἐστιν ὁ κύριος ὅρος εἰδικῶς ἐπηγμένος· διὸ καὶ ὀνόματι προήγαγε, καὶ «πολλῷ — φησί — χρήσεται τῷ λόγῳ», ἀληθῆ λέγων. ἐπʼ οὐδενὶ γὰρ ἑτέρῳ ὡς ἐπὶ τούτῳ καταφεύξεται ὁ Μειδίας τῷ ἰδιωτικὸν ἀποφῆναι τὸν ἀγῶνα. μία δέ ἐστιν ἡ ἀντίθεσις εἰς τρία κῶλα μερισθεῖσα.
οἶδα τοίνυν φασὶ δέ τινες τρεῖς εἶναι ἀντιθέσεις, μίαν μὲν «μή με Δημοσθένει παραδῶτε», ἑτέραν δὲ «μηδὲ διὰ Δημοσθένην με ἀνέλητε», τρίτην δὲ «ὅτι τούτῳ πολεμῶ, διὰ τοῦτό με ἀναιρήσετε;» καὶ τοῦτό φασι γνώριμον ἐκ τοῦ πρὸς ἕκαστον τούτων πορίζεσθαι καὶ τὰς λύσεις παρὰ τοῦ ῥήτορος. οὐ μὴν οὕτως ἔχει· μία γάρ ἐστιν ἀντίθεσις εἰς τρία κῶλα μερισθεῖσα· καὶ τοῦτο δῆλον μάλιστα μὲν καὶ ἐκ τῶν λύσεων — πᾶσαι γὰρ πρὸς ἓν νόημα τὴν ἀναφορὰν ἔχουσιν, ὅτι «οὐ Δημοσθένης μόνος ἐστὶν ὁ ὑβρισθείς, ἀλλὰ καὶ ὁ χορηγός» —, ἔπειτα δὲ καὶ ἀπʼ αὐτῶν τῶν κώλων τῶν ἐν τῇ ἀντιθέσει. καὶ γὰρ ἐν τούτοις ἓν ἔστι νόημα διὰ πάντων, ὅτι «ἰδιώτης ἐστὶν ὁ ὑβρισθείς». καὶ τὰ μὲν δύο πρόδηλον ἔχει τὴν συγγένειαν, «μή με Δημοσθένει παραδῶτε, μηδὲ διὰ Δημοσθένην με ἀνέλητε». τὸ γὰρ μὴ παραδοῦναι τῷ ἐχθρῷ ταὐτόν ἐστι τῷ μὴ ἀνελεῖν. τὸ δὲ τρίτον ἔχει μὲν καὶ αὐτὸ συγγένειαν πρὸς τὰ πρότερα ἐν ᾧ φησι «διὰ τοῦτό με ἀναιρήσετε;» — ταὐτόν ἐστι γὰρ τῷ «μηδὲ διὰ Δημοσθένην με ἀνέλητε» —, διαφέρει δὲ τῷ εἰπεῖν «ὅτι τούτῳ πολεμῶ». δείκνυσι γὰρ ἐκ τούτων ἰδιωτικὴν τὴν ἔχθραν, ὅτι «πρὸς ἕνα μοι ἔστιν ὁ πόλεμος πρὸς Δημοσθένην. αὐτὸς δὲ ὑβρισθεὶς οὐκ ὀφείλει κοινῆς τῆς πόλεως λέγειν τὸ ἀδίκημα». καὶ ἔστιν ἐν τῷ ὅρῳ τούτῳ τὸ μὲν ὁμολογούμενον τὸ δὲ ἀρνούμενον. ὅτι μὲν γὰρ ὕβρισε Δημοσθένην ὁμολογεῖ, ὅτι δὲ δημόσιον τὸ γεγονὸς ἀρνεῖται, ὡς εἶναι τὸ μὲν παρὰ τοῦ φεύγοντος ὅρον ἐκ τῶν λειπόντων, τὸ δὲ παρὰ τοῦ διώκοντος ἐκ τῶν πεπραγμένων. ὁ μὲν γάρ φησιν «οὐκ ἄρχοντα ὕβρισα, οὐ παρὰ τὴν πόλιν ἐξήμαρτον, ἀλλʼ εἰς Δημοσθένην» καὶ σιωπᾷ τὸν χορηγὸν τὴν ἱερομηνίαν τὸ θέατρον. ὁ δὲ πρὸς τοῖς ὑπὸ Μειδίου ὁμολογουμένοις καὶ αὐτὰ προστιθεὶς δημόσιον ποιεῖ τὸ ἔγκλημα. διὰ τί οὖν μιᾶς οὔσης τῆς ἀντιθέσεως εἰς τρία μέρη πεποίηκεν αὐτήν; ὅτι ἐθάρρει τῷ πλήθει τῶν λύσεων καὶ ἵνα μὴ δόξῃ περὶ ἓν μέρος πολλῇ χρῆσθαι τῇ περιουσίᾳ, διὰ τοῦτο ἐμέρισεν, ὥστε λανθάνειν τὴν ἰσχὺν τῆς ἀντιθέσεως. ἔνθα γὰρ πολλὰς ἔχει λύσεις, ἐκεῖ καὶ τὴν μίαν ἀντίθεσιν πολλὰς ποιεῖ, ὥστε τὴν εὐπορίαν ἐπιδείξασθαι τῶν λύσεων.
μή με πρῶτον κῶλον.
μηδὲ διὰ δεύτερον κῶλον.
ὅτι τούτῳ τρίτον κῶλον.
βουλόμενος φθόνον τινὰ Μειδίας ἰδιωτικὸν ποιῆσαι τὸν ἀγῶνα βουλόμενος χρῆται τῇ ἀντιθέσει· ὁ δὲ ῥήτωρ φησίν «ἵνα μοι φθόνον κινήσῃ», καὶ πεποίηκεν ὁμολογοῦντα τὸν ἐχθρὸν ὅτι ἀδικεῖ, φοβούμενον δὲ μὴ παραδοθῇ τῇ ἀντιδίκῳ. καὶ γὰρ ἄξιον φθόνου τὸ ἐκ δικαστηρίου παραλαβεῖν τὸν ἐχθρὸν ὥστε χρήσασθαι ὅ τι βούλεται. δείξας δὲ ὅτι οὐκ αὐτῷ παραδώσουσιν, ἀλλὰ τοῖς νόμοις, μεταβαίνει ἐπὶ τὸ ἕτερον μέρος τὸ ὅτι «οὐ Δημοσθένης ἐστὶν ὁ ὑβρισθείς», καί φησιν «ἔχει δʼ οὐχ οὕτω ταῦτα».
ἀλλὰ μὴν πρός γε τὸ τοιοῦτο ὁ ὅρος τοῦ φεύγοντος «ὕβρισται Δημοσθένης», ὁ ἀνθορισμὸς τοῦ διώκοντος «οὐκ ὄντα μόνον Δημοσθένην, ἀλλὰ καὶ χορηγόν», ὅτι οὐ μόνον ὑβριστής, ἀλλὰ καὶ ἀσεβὴς ὁ Μειδίας. ἐστὶ γὰρ τοῦτο ὅρος διπλοῦς κατὰ σύλληψιν.
οὐ γὰρ εἰς Δημοσθένην ὄντα μὲ ἠσέλγαινεν, ἀλλὰ καὶ εἰς χορηγὸν ὑμέτερον μὴ ἔχων δεῖξαι ὅτι ἄρχων ἐστίν, ἐκ τῆς τοῦ ὁμοίου παραθέσεως συνίστησι διὰ συλλογισμοῦ.
οὐ ... ὑμέτερον ὁ θεσμοθέτης, ὅταν ἔχῃ τὸν στέφανον τῆς πόλεως, ἔστιν ὄνομα ἄρχων. ὁμοίως δὲ διεξιὼν τὰ ὁμολογούμενα τὸ ἀμφισβητούμενον συνίστησι διὰ συλλογισμοῦ.
ἴστε δήπου σημείωσαι, παράδειγμα.
καὶ οὐ μόνον συλλογισμός.
καὶ οὐ μόνον περὶ τούτων οὕτω ταῦτα ἔχει ἐκ γὰρ τῶν κατὰ μέρος τὸ καθόλου συνίστησιν.
οἷς ἂν ἡ πόλις ἔχει γάρ τινα καὶ ὁ χορηγὸς ἄδειαν, οἷον ἀφιέναι τῆς στρατείας τὸν χορὸν καὶ εἰσάγειν ὅτε βούλοιτο. εἶτα καταλιπὼν τὸ λέγειν τὰ ἴδια τοῦ θεσμοθέτου καὶ τοῦ ἄρχοντος, ὅπερ ἦν αὐτοῖς κοινὸν πρὸς τὸν χορηγὸν τοῦτο εἶπε «στεφανηφορίαν καὶ τιμήν». ὅρα δὲ ὅτι οὐ φανερῶς εἶπεν «ἀρχήν»· εἶχε γὰρ καὶ ὁ χορηγός τινα ἄδειαν ἐπὶ τῶν χορηγίων καὶ τῆς πανηγύρεως.
οὕτω τοίνυν καὶ ἐμὲ κατασκευὴ τῆς ἀσεβείας ἀπὸ τοῦ χρόνου.
εἰ μὲν ἐν ἄλλαις τισὶν ἡμέραις τοῦτό ἐστι συλλογισμὸς εἰδικῶς εἰσηγμένος. ἐπειδὴ γὰρ ὁ πρότερος καθόλου ὢν ἀγνωστότερος ἦν τοῖς ἀκούουσι καὶ βιαιότερος, διὰ τοῦτο ἐπήγαγε τὸν εἰδικόν, συνάπτων αὐτὸν τῷ καθόλου καὶ πιθανώτερον ποιῶν τὸν συλλογισμόν.
εἰ δὲ χορηγὸν ὄντα ὑμέτερον κατασκευὴ τοῦ ἀνθορισμοῦ ἐκ τῶν ἀπʼ ἀρχῆς ἄχρι τέλους.
ἅμα γὰρ τῷ Δημοσθένει καὶ ὁ χορηγὸς ὑβρίζετο τοῦτό ἐστι τὸ κατὰ σύλληψιν νόημα. μετὰ γὰρ τὸν ἀνθορισμόν, ὃν ἐβεβαίωσε τῷ συλλογισμῷ, ἀναγκαῖον ἦν ἐπάγειν τὸ κατὰ σύλληψιν, ὥστε συλλαβεῖν αὐτοῦ καὶ τὸν ὅρον καὶ τὸν ἀνθορισμόν.
χρὴ δὲ ὅταν μὲν ἐντεῦθεν ἡ τοῦ νομοθέτου διάνοια, ἵνα καὶ ἐξ αὐτῆς βεβαιώσῃ τὸν συλλογισμόν.
γνώμη νομοθέτου βεβαιοῦσα τὸν συλλογισμὸν καὶ αὐτή.
χρὴ ... μὲν ἐντεῦθεν εἰσέβαλεν εἰς τὴν τοῦ νομοθέτου διάνοιαν, ἵνʼ ἐξ ἐκείνης βεβαιώσῃ τὸν συλλογισμόν. διαφέρει δὲ νόμου διάνοια νομοθέτου διανοίας, ὅτι ἐν μὲν τῇ τοῦ νόμου διανοίᾳ τὸν νόμον αὐτὸν ὡς ἀσαφῆ πρὸς τὸ ἡμῖν συμφέρον ἐξηγούμεθα, τὴν δὲ τοῦ νομοθέτου διάνοιαν ἔξωθεν ἐξετάζομεν, ὅτι γνοὺς οὕτως ἐνομοθέτησεν οὐκ ὄντων ἀσαφῶν τῶν νόμων.
καὶ ἄλλως δίκαια καὶ χωρὶς τοῦ ὀμόσαι δηλονότι.
ἦν ὁ τῆς βλάβης ἑτέρα κατασκευή, ὡς «ἐστὶ δημόσια τὰ ἐν ταῖς ἑορταῖς ἀδικήματα», ἀπὸ τῆς γνώμης τῶν νομοθετῶν. ἐπεὶ διὰ τί νόμον ἕτερον τὸν τῆς προβολῆς εἰς χάριν τοῦ Διονύσου πρεσβεύοντες τὴν πανήγυριν ἔθεντο, εἰ ἐξήρκουν οἱ πρότεροι; σεμνύνει δὲ τῷ ῥήματι τὸν νόμον ἱερὸν κεκληκώς. βούλεται οὖν ἐκ τῆς τοῦ νομοθέτου διανοίας δημόσιον ἀποδεῖξαι τὸ γεγονὸς καί φησιν ὅτι «διὰ τοῦτο τὸν περὶ τῶν Διονυσίων νόμον ἔθηκεν ὄντων περὶ τῆς βλάβης νόμων καὶ τῆς αἰκίας καὶ τῆς ὕβρεως», πρόδηλον ὅτι μείζονος τιμωρίας ἀξιῶν τοὺς περὶ τὴν ἑορτὴν πλημμελοῦντας, καὶ εἶπε τοὺς νόμους τούτους καθʼ οὓς ἀξιοῖ Μειδίας κρίνεσθαι, τοὺς περὶ βλάβης καὶ τῶν ἄλλων. εἰ γὰρ τούτων ὑπαρχόντων ὕστερον ὁ περὶ τῶν Διονυσίων ἐτέθη, πρόδηλον ὅτι οὐ κατὰ τοὺς παλαιούς, ἀλλὰ κατὰ τοὺς ὕστερον ὀφείλει κρίνεσθαι.
εἰ τοίνυν ἀπέχρη ἐπαναφορὰ τὸ σχῆμα, ὅταν ὁλόκληρος λέξις ἐπʼ ἀμφοῖν τοῖν κώλοιν κατʼ ἀρχὰς γένηται, καὶ ἔστιν ἐπιμελείας καὶ κάλλους.
εἴ τις οὖν κἀκείνοις ὁμοίως τοῖς περὶ τῆς αἰκίας λέγει καὶ τῆς ὕβρεως.
καὶ τούτῳ τῷ μετʼ ἐκείνους τεθέντι τῷ περὶ τῶν Διονυσίων λέγει, ἵνʼ ἔκ τε τῶν ἰδιωτικῶν νόμων καὶ τοῦ περὶ τὴν ἑορτὴν τὸ κατὰ σύλληψιν βεβαιώσῃ.
ἀπήγγελλε τοίνυν τίς μοι ἐστὶ παραδειγματικὴ μέν πως ἡ ἀντίθεσις, εἰσῆκται δὲ καὶ κατὰ συγγνώμην ὑπὸ τοῦ ῥήτορος πρὸς τὸ ἑαυτοῦ συμφέρον, ἵνα δειχθῇ ἐπὶ δεήσεις καταφεύγων ὡς ὄντως ἠδικηκώς. ἐπεὶ ὅ γε Μειδίας οὐχὶ συγγνώμην αἰτεῖ, ἀλλὰ τῷ ὅρῳ συνάπτει φάσκων ὅτι «οὕτως ἰδιωτικόν ἐστι τὸ γεγονός· πρόεδροι γὰρ καὶ θεσμοθέται πληγέντες οὐκ ἐπεξῆλθον, ἀλλὰ ἰδίᾳ διελύσαντο», ὡς εἴ τις αὐτὴν τὴν ὁρικὴν συνῆψεν, οὕτως ἂν αὐτὴν ὁλόκληρον γίνεσθαι. καὶ γὰρ καὶ πρόεδροι καὶ θεσμοθέται πληγέντες ἰδίαν δίκην ἔλαχον. ὁ δὲ Δημοσθένης εἰδὼς τὴν ἰσχὺν τῆς ἀντιθέσεως ἰδίᾳ μὲν τὴν ὁρικήν, ἰδίᾳ δὲ τὴν παραδειγματικὴν εἰσήγαγεν, ἥντινα μετέστησεν εἰς συγγνώμην. δεῖ γὰρ ἐκ τῶν λύσεων κανονίζειν τὰς ἀντιθέσεις.
ἀντίθεσις συγγνωμονική.
συγγνωμονικόν.
καὶ λέγειν τούτους ὑποφορά.
ὃς ἔναγχος ἐπλήγη οἱ θεσμοθέται τῶν τε ἄλλων ἐπεμελοῦντο καὶ δὴ καὶ τῆς εὐκοσμίας, καὶ νύκτωρ περιιόντες ἐσκόπουν μή τινες ἁρπαγαὶ γίγνωνται. τότε οὖν εὑρών τινας νεωτέρους ἁρπάζοντας τὴν αὐλητρίδα, ἐβουλήθη ἀφελέσθαι καὶ οὕτως ὑπʼ αὐτῶν ἐπλήγη.
ἔτι τοίνυν ὁρᾷς ὅπως συγγνωμονικὴν ἐποίησε τὴν ἀντίθεσιν λέγων ὅτι «οὐκ ἄξιός ἐστι συγγνώμης». εἶτα κέχρηται ἀντεξετάσει διπλῇ, τίνα μὲν Μειδίᾳ πέπρακται καὶ τοῖς ἄλλοις ὑβρισταῖς, τίνα δὲ αὑτῷ καὶ τοῖς ὑβρισθεῖσιν.
ἔτι τοίνυν ὁρᾷς ὅπως συγγνωμονικὴν ἐποίησε τὴν ἀντίθεσιν λέγων ὅτι «οὐκ ἄξιός ἐστι συγγνώμης»· καὶ δίδωσιν αὐτοῖς τῆς συγγνώμης τὰς προφάσεις, Μειδίας δὲ τούτων οὐδεμίαν ἔχει τὴν πρόφασιν. τί οὖν; ἀντεξετάζει τὰ πραχθέντα αὐτῷ τε καὶ τῷ θεσμοθέτῃ καὶ μέμφεται, διότι μὴ ἐπεξῆλθε τοῖς ὑβρισταῖς. ποιεῖται δὲ τὴν λύσιν ἐκ διαφορᾶς· συγκρίνει γὰρ καὶ τὰς πληγὰς καὶ τοὺς πλήξαντας. δίδωσι δὲ τῷ κατὰ τὸν θεσμοθέτην ἀπολογίας πλείονας διὰ τὸ τοῦ προσώπου σεμνόν. τρία γὰρ πάθη κατασχόντα τὴν ψυχὴν καὶ βιασάμενα τὴν διάνοιαν ἐργάζεται καὶ τὴν παραίτησιν.
εἰ μὲν τοίνυν ἐκείνων αὐτὸν τὸν Μειδίαν πεποίηκε κατηγοροῦντα τοῦ προέδρου καὶ τοῦ θεσμοθέτου, ὅτι τοῖς ὑβρίσασιν οὐκ ἐπεξῆλθον.
καὶ νῦν ἀποδεδωκὼς ὑμῖν κυρίως «ἀποδεδωκώς»· αὐτοῖς γὰρ ὠφείλετο· ἀποδίδωσι δὲ τὸ ἀλλότριόν τις.
ποία γὰρ πρόφασις ἑτέρα συγγνωμονικὴ ἀντίθεσις ὅτι «διʼ ὀργὴν ἐποίησα». καὶ δείξας ὅτι οὐ διʼ ὀργήν, ἀλλʼ ἐκ προνοίας ἐπεβούλευσεν, ἐπάγει καὶ τὰς κατασκευὰς ἀπὸ τοῦ «ἀλλὰ μήν».
ποία ... πρόφασις μεταβέβηκεν ἐφʼ ἑτέραν συγγνωμονικὴν ἀντίθεσιν ὅτι «οὐ διʼ ὀργήν, ἀλλʼ ἐκ προνοίας». ἐπάγει λοιπὸν τὰς κατασκευὰς ὅτι τοῖς ἑκουσίοις πλημμελήμασιν οὐδεμίαν χρὴ συγγνώμην ἀπονέμειν.
ὀργὴ νὴ Δία ὁρισμοὶ δεικνύντες τί μὲν ὀργή, τί δὲ ὕβρις, ὡς τὸ μὲν ἐκ τοῦ παραχρῆμα, τὸ δὲ ἐκ μελέτης συμβαίνει.
σημείωσαι, συγγνωμονικὴ ἀντίθεσις.
ἀλλὰ μὴν ὁπηνίκα ἐντεῦθεν ἡ ἀρχὴ τῆς κατασκευῆς — οὐδὲ γὰρ ἀρνεῖται Μειδίας ἃ πεποίηκεν — ὅτι οὐ διʼ ὀργήν, ἀλλʼ ἐξ ἐπιβουλῆς.
ἀλλὰ μὴν ὁπηνίκα κατασκευὴ ὅτι τοῖς ἑκουσίως πλημμελοῦσιν οὐδεμίαν χρὴ συγγνώμην ἀπονέμειν· τῆς γὰρ συγγνωμονικῆς ἀντιθέσεώς ἐστιν ἡ λύσις.
τοὺς νόμους ἤδη δεῖ σκοπεῖν ὅτι τὰ ἑκούσια μειζόνως κολάζουσιν.
πρῶτον μὲν τοίνυν καθʼ οὓς βούλεται Μειδίας ἀγωνίζεσθαι, κατʼ αὐτοὺς δείκνυσιν αὐτὸν μεγάλης τιμωρίας ἄξιον, ἵνα, κἂν ἰδιωτικὸς ὁ ἀγὼν ἀποδειχθῇ, μὴ μικρὸν μηδὲ φαῦλον ὑποστῇ τὸ τίμημα.
ἔπειθʼ οἱ φονικοί περὶ φόνου διαφορᾶς.
ἔπειθʼ ... φονικοί καὶ τούτους τοὺς νόμους ἀκολούθως παρέλαβεν. ἐπειδὴ γὰρ πληγὰς εἴληφεν, ἐκ δὲ τῶν πληγῶν καὶ τὰ τραύματα παρακολουθεῖ, ἐκ δὲ τῶν τραυμάτων φόνοι, διὰ τοῦτο κἀκείνοις τοῖς νόμοις ὑπεύθυνον αὐτὸν ἀποδείκνυσι, δοκῶν μὲν ὡς εἰς παράδειγμα αὐτοὺς λαμβάνειν, τῇ δὲ ἀληθείᾳ κἀκείνοις ἔνοχον αὐτὸν ποιῶν.
αἰδέσεως οἷον ἀξιώσεως. εἰ γὰρ δεηθείη τινὸς τῶν συγγενῶν τοῦ ἀνῃρημένου, εἶτα ἐκεῖνος ἐπιτρέποι, καταλύεται ὁ φόνον ἀκούσιον δράσας.
οὐ μόνον δʼ ἐπὶ τούτων ὅτι τὴν συγγνωμονικὴν ἀντίθεσιν λύει πρόδηλον καὶ ἐκ τούτων. φησὶ γὰρ ὅτι «ὁ ἐκ προαιρέσεως ποιήσας μεγάλης τιμωρίας ἐστὶν ἄξιος». τὸ γὰρ «ἐκ προαιρέσεως» προσθεὶς μεγάλας τὰς τιμωρίας ἐποίησεν, ἵνα, κἂν δόξῃ τοιοῦτος ὁ ἀγὼν εἶναι, μείζους παράσχῃ τὰς δίκας τῶν ἄλλων. πῶς; ἢ διʼ ἄγνοιαν ἢ διʼ ὀργὴν ἢ διʼ ἔρωτα, ὡς εἴρηκεν ἐν τοῖς ἄνω.
ἀλλὰ καὶ παράδειγμα.
οὐκέτʼ ἐποίησεν ὁ νόμος ἔλαβεν εἰς ἀπόδειξιν πάλιν οἰκεῖον παράδειγμα. ἐπειδὴ ἐξούλης ἔχει δίκην πρὸς αὐτόν, βούλεται δεῖξαι νῦν, ὅτι καὶ ὑπὲρ ἐκείνης δημοσίαν δίκην ὀφείλει ὑποσχεῖν. ἐξούλης δὲ ἦν, ὅτε ἐκινδύνευεν ἐκπεσεῖν κτήματός τινος ἢ χωρίου ἢ οἰκίας διὰ τὸ μὴ ἐκτετικέναι τὴν καταδίκην κατὰ χρόνον τὸν ὡρισμένον, καὶ ἐγίγνετο δημόσιον τὸ τίμημα. ἐπειδὴ γὰρ καὶ οἱ διαιτηταὶ νόμιμοί τινες ἦσαν δικασταί, τούτων δὲ παρήκουεν ὡς μὴ κατὰ προθεσμίαν ἀποδιδοὺς τὸ κατεγνωσμένον, δημοσίαν ἐδίδου τὴν δίκην. ἐξούλης ὄνομα δίκης κατὰ τῶν μὴ στερξάντων οἷς ὥρισαν οἱ δικάζοντες. ὁ δὲ νοῦς τοιοῦτος· «ἐάν τις ἰδιωτικὴν νικήσῃ δίκην, λαμβάνει τὸν ἡττηθέντα ὑπεύθυνον. εἶτα ἂν μὴ εἴσω τῆς προθεσμίας ἐκτισθῇ ὃ κατεδικάσθη, ἀλλὰ γένηται ὑπερήμερος, ἔξεστι γράψασθαι καὶ ἐπιλαβέσθαι αὐτοῦ τῶν χρημάτων, ἕως οὗ πληρώσῃ τὸ ὁρισθέν. εἰ δὲ κωλύοι τὸν ἁπτόμενον καὶ ἀπελαύνοι, γράφεται αὐτὸν κατὰ τὴν ἐξούλην καὶ γίγνεται μετὰ τοῦ ἰδιωτικοῦ καὶ δημόσιον τὸ πρᾶγμα λοιπόν, ὅτι ἠπείθησε τοῖς δικασταῖς καὶ τοῖς νόμοις».
τί δήποτε ἐὰν μὲν ἑκὼν παρʼ ἑκόντος ἐπειδὴ ἠδύνατο λέγειν ὁ Μειδίας ὅτι «ὁ χρυσοχόος ἔδωκέ μοι τοὺς στεφάνους», διὰ τοῦτό φησιν ὅτι «εἰ μὲν παρʼ ἑκόντος ἔλαβες, ἀκίνδυνον, εἰ δὲ βίᾳ παρʼ ἄκοντος, τοῖς διπλασίοις ὑπεύθυνος καθέστηκας».
καὶ τὸν μὲν πεισθέντα ἰδίας πρὸς τὸν θεσμοθέτην καὶ τὸν πρόεδρον ἀποτείνεται.
τὸν βιασθέντα περὶ αὑτοῦ νῦν αἰνίττεται.
διόπερ καὶ τῆς ὕβρεως αὐτῆς ὅπερ ἄνω διʼ αἰνιγμάτων ἀπεδείκνυε, τοῦτο νῦν σαφῶς ἔθηκεν, ὅτι «πᾶσα ὕβρις δημόσιόν ἐστιν ἀδίκημα». εἰ γὰρ πᾶσιν ἔξεστι κατηγορεῖν τοῦ ὑβριστοῦ, πρόδηλον ὅτι κοινὸν ἁπάντων τὸ ἔγκλημα. καὶ πεποίηκε τὴν ὕβριν ἴσον τοῖς φόνοις καὶ πάσαις ἱεροσυλίαις καὶ ταῖς προδοσίαις καὶ τοῖς τοιούτοις, ἐφʼ ὧν ἔξεστι παντὶ τῷ βουλομένῳ κατηγορεῖν.
τὸ δὲ τίμημα ἐποίησεν ὅλον δημόσιον πῶς ἀνωτέρω προειπὼν «εἰ δʼ ἐγὼ τὴν ἐπὶ τῶν ἰδίων δικῶν πλεονεξίαν ἀφεὶς» νῦν φησιν ὅτι «ἐποίησε τὸ τίμημα ὅλον δημόσιον»; ἐναντίον γὰρ τὸ λέγειν ὅτι «ἐξῆν ὕβρεώς μοι δικαζομένῳ χρήματα λαμβάνειν» τῷ νῦν φάσκειν ὅτι «τὸ τίμημα τῶν ὕβρεων δημόσιόν ἐστιν». ῥητέον οὖν ὅτι εἰ μὲν αὐτὸς ὁ παθὼν κατηγόρει τῆς ὕβρεως, αὐτὸς ἐλάμβανε καὶ τὸ τίμημα τὸ ἐκ τῶν νόμων, εἰ δὲ ἕτερος ἦν ὁ κατηγορήσας, δημόσιον ἐγίγνετο τὸ τῆς καταδίκης. ἀκολούθως οὖν εἶπεν ὅτι «τὸ τίμημα ἐποίησεν ὅλον δημόσιον» διὰ τὸ προειπεῖν ὅτι «τὰς γραφὰς ἔδωκεν ἅπαντι τῷ βουλομένῳ».
χρήματα δʼ οὐ προσῆκεν οὐ περὶ αὐτοῦ λέγει τοῦ παθόντος, ἀλλὰ τῶν ἔξωθεν κατηγορούντων.
καὶ τοσαύτῃ γε ἐχρήσατο ὑπερβολῇ καὶ διὰ τούτου τοῦ νόμου δείκνυσιν οὐκ ἄξιον συγγνώμης Μειδίαν, εἴπερ καὶ τοῖς ὑβρίζουσι τοὺς δούλους θάνατός ἐστιν ἡ ζημία.
ὥστε κἂν εἰς δοῦλον ὑβρίζῃ τις τῇ ὁμωνυμίᾳ σοφίζεται. ὕβρις μὲν γὰρ καὶ ἡ τῶν πληγῶν, ὕβρις δὲ καὶ ἡ αἰσχρὰ συνουσία περὶ ἧς ὁ νομοθέτης λέγει. οὕτω γὰρ εἴρηκεν Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου οὐδὲ κατὰ τῶν οἰκετῶν τὰς αἰσχρὰς γίνεσθαι μίξεις. τὸ γοῦν ὄνομα τῆς ὕβρεως ἐπʼ ἀμφοτέρων λεγόμενον ἄδειαν τῷ ῥήτορι τοῦ χρῆσθαι τῷ σοφίσματι δέδωκεν.
οὐ γὰρ ὅστις ὁ πάσχων μὴ τοῦτο σκόπει, φησίν, εἰ Δημοσθένης ἐστὶν ὁ ὑβρισθείς, ἀλλʼ εἰ τὸ ὑβρίζειν παρὰ τοὺς νόμους μεμελέτηται.
οὐ γὰρ ἔστιν, οὐκ ἔστι ἐπειδὴ γλίσχρως ἐδόκει ποιεῖν καὶ περὶ τῶν δούλων ἀγωνιζόμενος, καθόλου τὸ τῆς ὕβρεως ηὔξησεν ὡς ἀφόρητον, κἂν εἰς δοῦλον γίγνηται.
οὐδὲν γὰρ οἷον ἀκούειν αὐτοῦ τοῦ νόμου οὐδὲν γὰρ ἄλλο τοιοῦτον ἡδὺ ὡς τὸ ἀκούειν τοῦ νόμου καὶ οὐδὲν τοιοῦτον εἰπεῖν ἡμεῖς ὃ αὐτὸς ὁ νόμος βοᾷ τε καὶ δείκνυσιν.
εἰς τὴν ἡλιαίαν εἰς τὸ δικαστήριον.
ἀκούετε, ὦ ἄνδρες Ἀθηναῖοι «οὐκ ἠκούσατε, ἀλλὰ καὶ νῦν βοῶντος ἀκούετε τοῦ νόμου, φησίν, οὐκ ἀνθρώπου τινός· οὐ γάρ ἐστιν ἡ τῶν δούλων πρὸς τοὺς ἐλευθέρους ἡ φύσις, ἀλλʼ ἡ τύχη τὸ διαλλάττον.» ἐκαινοτόμησεν. ὅσῳ δʼ ἂν μᾶλλον ἐπαινέσῃ τὸν περὶ τῶν δούλων νόμον, τοσούτῳ χαλεπώτερα δείξει τὰ Μειδίᾳ κατʼ αὐτοῦ τολμηθέντα.
τί οὖν πρὸς θεῶν ἐπὶ γένος ἀνήμερον ἀνήνεγκε τὴν κρίσιν τοῦ νόμου. εἰ γὰρ καὶ τῆς βαρβάρων ὠμότητος κρείττων ὁ νόμος, ὥστε κἀκείνους ἐπαινέσαι τὴν φιλανθρωπίαν τοῦ γράμματος, ποῖόν τινα χρὴ νομίζειν εἶναι Μειδίαν τὸν καταφρονήσαντα τοῦ νόμου;
παρʼ ὧν τὰ ἀνδράποδα πάλαι γὰρ οὐκ ἐξῆν Ἕλληνα εἶναι δοῦλον, ἀλλὰ βαρβάροις ἐκέχρηντο.
ὅτι εἰσὶν Ἕλληνές τινες ἄνθρωποι οὕτω τοῦ πλασθέντος προσώπου δοκοῦσιν οἱ λόγοι.
καὶ φύσει τῆς πρὸς ἡμᾶς ἔχθρας ἐστὶ μὲν τοῦτο κοινόν, αὐξήσεως δὲ ἕνεκα εἴληπται. διτταὶ δέ εἰσιν αἱ ἔχθραι, ἡ μὲν ἐκ φύσεως, ἡ δὲ ἐκ προαιρέσεως. καὶ γὰρ καὶ φιλίαι εἰσὶ διτταί, ἡ μὲν φύσει πρὸς τοὺς συγγενεῖς, ἡ δὲ ἐκ τοῦ παρατυχόντος συμβαίνουσα.
ἀλλὰ νόμον δημοσίᾳ τοῦτόν φησιν, «ὃν μετὰ χεῖρας ἔχω. οὐ χαρίζομαι τοῖς λόγοις, ἀναγινώσκω τὰς συλλαβάς, ἔχω πλησίον τὸν ἔλεγχον, αὐτὸν ἥκω κομίζων τὸν νόμον, οὐκ ἐφθόνησα ὑμῖν τῆς γνώσεως.»
καὶ πολλοὺς ἤδη παραβάντας ἵνα μή τις ὑπολάβῃ ὡς φιλάνθρωπος μὲν ὁ νόμος, παραβαίνεται δὲ καὶ καταφρονεῖται, εἶπεν ὡς θανάτῳ τις ἤδη παραβὰς τοῦτον κεκόλασται.
καὶ συνεῖεν οἱ βάρβαροι ἀνοητότεροι γὰρ καὶ ἧττον τῶν Ἑλλήνων νοῆσαι δυνάμενοι.
οὐκ ἂν οἴεσθε ἐπειδὴ γὰρ φυσικὸς πόλεμός ἐστι τοῖς βαρβάροις πρὸς τοὺς Ἕλληνας, καὶ διὰ τοῦτο οὐ θαρροῦντες ἐπιμίγνυνται τοῖς Ἕλλησι, διὰ τοῦτό φησιν ὅτι «παρʼ ὑμῖν μόνοις οὐκ ἂν φοβηθεῖεν καταλῦσαι, μαθόντες ὑμῶν τὴν φιλανθρωπίαν».
προξένους προστάτας, φροντιστάς.
τὸν τοίνυν μὴ παρὰ τοῖς Ἕλλησι μόνον συμπεράσματι κέχρηται τοῦ νοήματος, μᾶλλον δὲ καὶ ὅλης τῆς συγγνωμονικῆς ἀντιθέσεως, δεικνὺς ὅτι οὐδεμιᾶς φιλανθρωπίας ἄξιος ὁ Μειδίας.
εἰ μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, χορηγὸς ὢν ἐντεῦθεν εἰσέβαλεν εἰς τὸ πρός τι, βουλόμενος αὐξῆσαι τὸ ἔγκλημα, καὶ γέγονεν ἀκόλουθος ἡ εἰσαγωγὴ τοῦ κεφαλαίου. «εἰ γὰρ ὁ τοὺς δούλους ὑβρίζων οὐκ ἄξιος συγγνώμης, πόσῳ μᾶλλον ὁ τὸν χορηγὸν τυπτήσας;» ἔχει μὲν οὖν αὔξησιν τὸ πρός τι τοῦ ἐγκλήματος, «οὐ μὴν ἀπήλλακται τῶν ἀγώνων». ἀποδεικτικῶς γὰρ αὐτῷ χωροῦσιν αἱ αὐξήσεις. τεττάρων δὲ ὄντων τῶν τόπων τοῦ πρός τι, ἀπὸ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος καὶ τοῦ ἐναντίου καὶ τοῦ ἴσου, τοῖς πᾶσι κέχρηται, καὶ πρῶτόν γε ἔθηκε τὸν ἀπὸ τοῦ μείζονος.
ἐντεῦθεν εἰσέβαλεν εἰς τὸ πρός τι, βουλόμενος αὐξῆσαι τὸ ἔγκλημα, καὶ γέγονεν ἀκόλουθος ἡ εἰσαγωγὴ τοῦ κεφαλαίου. ηὔξησε δὲ τὸ κεφάλαιον ἐκ τῶν τεσσάρων τόπων τοῦ πρός τι, τοῦ μείζονος τοῦ ἐλάττονος τοῦ ἐναντίου καὶ τοῦ ἴσου.
πρῶτος τόπος τοῦ πρός τι ἀπὸ τοῦ μείζονος.
νῦν δέ μοι δοκεῖ τοῦτό τινες μὴ νοήσαντες ὅτι αὐξήσεως εἴληπται ἕνεκεν, περὶ ἀσεβείας εἶναι τὴν κρίσιν ἀπεφήναντο. εἶτα προσέθηκε τὴν ἀπόδειξιν τοῦ ἄξιον αὐτὸν εἶναι καὶ ἀσεβείας κρίνεσθαι. φανερῶς μὲν γὰρ αὐτοῦ ἀσεβείας κατηγορεῖν ὀκνεῖ διὰ τὴν σαθρότητα τῶν πραγμάτων, πειρᾶται δὲ διὰ τῆς ἔξωθεν βίας καὶ τοῦτο κατασκευάζειν. τίς οὖν ἡ κατασκευὴ τῆς ἀσεβείας; «κατὰ μαντείας τοὺς χοροὺς συγκροτοῦμεν καὶ στεφανηφοροῦμεν καὶ κνισῶμεν τὰς ἀγυιάς. οὐκοῦν ὁ τύπτων τοὺς ἐστεφανωμένους κατὰ τὰς μαντείας εἰς τὰς μαντείας ἀσεβεῖ». ὅθεν καὶ δῆλον ὡς οὐκ ἔστιν ἀσεβείας ἡ κρίσις· οὐ γὰρ τὸν Διόνυσον εἶναί φησι τὸν ἀσεβηθέντα, ἀλλὰ τὰς μαντείας. κνισᾶν μέντοι τὰς ἀγυιὰς τὸ θύειν τοῖς Ἑρμαῖς. ἀγυιὰς γὰρ τοὺς Ἑρμᾶς ἐκάλουν κατὰ στέρησιν διὰ τὸ μὴ χεῖρας ἔχειν μηδὲ πόδας. γυῖα δὲ τὰ μέλη, ἐξ οὗ καὶ Ὅμηρος «γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν».
καὶ ὕμνους οὓς τῷ θεῷ ποιεῖτε ἀνιεροῦτε αὐτοὺς τῷ θεῷ ἢ εἰς τὸ ὑμνεῖν αὐτοὺς παρασκευάζετε.
κατὰ τὰς μαντείας ὁ τύπτων τοὺς κατὰ τὰς μαντείας ἐστεφανωμένους εἰς τὰς μαντείας ἀσεβεῖ.
κνισᾶν ἀγυιὰς κνίσης καὶ θυμάτων πληροῦν τὰς ὁδούς, οἱ δὲ ἀγυιάς φασι τοὺς Ἑρμᾶς.
ἀνάγνωθι δέ μοι πρῶτος τόπος ἀπὸ τοῦ μείζονος.
τί οὖν ἐκ τούτων ὑμᾶς ἐνθυμεῖσθαι δεῖ ἐπειδὴ ἀνέγνω μαντείας ἐν αἷς ἐγέγραπτο ὅτι «ἔδει θύειν Ἡρακλεῖ ἀλεξικάκῳ καὶ κνισᾶν τὰς ἀγυιάς», ἐδόκει δὲ ταῦτα ἀπηρτῆσθαι πρὸς τὴν παροῦσαν κρίσιν· διὰ τοῦτο εἶπεν ὅτι «μὴ πᾶσι τοῖς γεγραμμένοις ἐν ταῖς μαντείαις προσέχετε, ἀλλʼ ἐνθυμεῖσθε τὸ προσγεγραμμένον ἐν πάσαις», τουτέστι τὸ χοροὺς ἱστάναι καὶ στεφανηφορεῖν· ταῦτα γάρ ἐστιν οἰκεῖα πρὸς τὴν παροῦσαν ἐξέτασιν.
τοῖς ἐφʼ ἑκάστης μαντείας προφαινομένοις τοῖς γὰρ ἄρτι φοιτήσασι καὶ ἐπιφανεῖσι θεοῖς εἰ δεῖ θύειν ἐμαντεύοντο καὶ μετὰ τὸ δηλοῦν εἰ δεῖ θύειν ἢ μὴ προσετίθεσαν πάντως τὸ ἱστάναι χορούς.
τὴν δὲ τῶν ἐπινικίων ἀντιπῖπτον ἔλυσεν ὅτι «οὐ διὰ τὰς μαντείας, ἀλλὰ διὰ τὴν νίκην τὴν ἰδίαν περιέκειτο τὸν στέφανον». ὁ δέ φησιν ὅτι «ὁ μὲν νικήσας ὑπὲρ αὑτοῦ στεφανοῦται, ὁ δὲ πρὸ τοῦ ἀγῶνος ἐστεφανωμένος κατὰ τὰς μαντείας ἐστεφάνωται».
ἐν αὐτῷ τῷ ἀγῶνι πρῶτος τόπος ἀπὸ τοῦ πρός τι.
καὶ μὴν ἴστε γε τοῦτο δεύτερος τόπος ἀπὸ τοῦ ἐλάττονος.
δεύτερος ἀπὸ τοῦ ἐλάττονος κατασκευάζει τὴν κατὰ Μειδίου.
καὶ ... τοῦτο ἐπλήρωσε τὸν ἀπὸ τοῦ μείζονος τόπον, ἐγγὺς ἀσεβείας ἀποδείξας τὸ ὑπὸ τοῦ Μειδίου πραχθέν, καὶ ἐπάγει τὸν ἀπὸ τοῦ ἐλάττονος, ἔκ τε τῶν ξένων καὶ τῶν ἀτίμων αὐτὸν ἐργαζόμενος. «ὅπου γὰρ οὔτε ξένον οὔτε ἄτιμον ἔξεστι ὑβρίζειν ἐν τῇ ἑορτῇ, πῶς οὐ πολλῷ πλέον φείδεσθαι προσήκει τῶν ἐπιτίμων καὶ ἀστῶν;» τέθεικε δὲ τὸ κατὰ τοὺς ξένους παράδειγμα, ὅπερ ἐστὶν ἀντὶ νομικοῦ. δύο γάρ εἰσι νόμοι περὶ οὓς στρέφεται, μὴ ἐξεῖναι ξένον ἀγωνίζεσθαι, καὶ ἕτερος νόμος, ἂν χορηγὸς ἀγωνιζόμενον τὸν ξένον καλέσῃ πρὸς ἄρχοντα ἐπὶ τῷ δοκιμάσαντα εἰ ξένος ἐστὶν ἐκβαλεῖν, διδόναι δραχμὰς πεντήκοντα, ἐὰν δὲ κελεύσῃ αὐτὸν ἀπελθόντα εἰς τὸ πλῆθος καθέζεσθαι ὡς ξένον, χιλίας διδόναι.
οὐκ ἐδώκατε ἁπλῶς ἔξεστι μὲν γάρ, ἀλλʼ οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχε οὐδὲ πανταχῆ οὐδὲ ἐν τῷ θεάτρῳ, ἀλλʼ ἔξω καθέζεσθαι, οἷον οὐ βιαίως ἀποσπάσειν μὲν ἀπὸ τοῦ χοροῦ, θεωρεῖν δὲ καὶ μετὰ τῶν ἄλλων καθέζεσθαι ἀναγκάσει.
προσκαλέσαντι πρόσκλησις τὸ προσκαλεῖσθαι εἰς τὸ δικαστήριον.
ὅπως μὴ τὸν ἐστεφανωμένον τὴν χρείαν τοῦ παραδείγματος ἔδειξεν· καθόλου γὰρ εἰπὼν «τὸν ἐστεφανωμένον» καὶ τὸ καθʼ ἑαυτὸν συνήνεγκεν.
εἶτα τὸν μὲν χορευτὴν κατὰ τὸν νόμον τὸν εἴργοντα ξένον ἀγωνίζεσθαι.
οὐδʼ ὁ προσκαλέσας κατὰ τὸν νόμον καὶ μὴν ὁ νόμος προσκαλεῖν ἴσως ἐκώλυσε· λέγει οὖν τὸν ἕτερον νόμον τὸν κελεύοντα ξένον μὴ ἀγωνίζεσθαι. κακούργως δὲ εἶπεν. οὐ γὰρ ἀπείρητο πανταχῆ, ἀλλʼ εἰσελθόντα ἅπαξ εἰς τὸ θέατρον οὐκέτι ἐχρῆν προσκαλέσασθαι, ἔξω δὲ ἐξῆν. παρὰ τὸν τόπον οὖν καὶ τὸν καιρὸν ὁ σοφισμὸς ἐπάγεται.
τὸν δὲ χορηγὸν ἀνταπέδωκε τῷ παραδείγματι ἀκόλουθον αὔξησιν ταῖς προσθήκαις, ὅτι «οἱ μὲν νόμοι καὶ δοκιμάζεσθαι μόνον τὸν ξένον οὕτως ἐκώλυσαν, οὗτος δὲ οὐ τὸν ξένον χορευτήν, τὸν δὲ χορηγὸν συνέκοψε φανερῶς παρόντων καὶ ξένων καὶ πολιτῶν».
τῶν ἀεὶ κυρίων τῶν λαχόντων δικάζειν. αὐτοὶ γάρ εἰσι τοῦ τιμωρήσασθαι κύριοι.
φέρε δὴ πρὸς θεῶν ἕτερον παράδειγμα ἀπὸ τοῦ ἐλάττονος τοῦ κατὰ τοὺς ἀτίμους, πολλῷ ἔλαττον ὂν τοῦ κατὰ τοὺς ξένους.
παραιτήσομαι ἀντὶ τοῦ ἱκετεύσω.
παραιτήσομαι δʼ ὑμᾶς ἐπειδὴ μέλλει καταλέγειν ἀτίμους γεγονότας πολίτας ἀπαιτούσης τῆς χρείας, προθεραπεύει τὸ ἄτοπον, ἵνα μὴ δοκῇ ἐπεμβαίνειν.
οὐ γὰρ ὀνειδίσαι μὰ τοὺς θεοὺς ἐπειδὴ ἀναγκαῖον ἦν μνημονεῦσαι τῶν πταισμάτων, διὰ τοῦτο ὅρκῳ προέλαβε τοὺς ἀκούοντας, ἵνα μὴ ὀνειδίζειν αὐτὸν ὑποπτεύσωσιν.
Σαννίων ἐστὶ δήπου τις ὁ τοὺς τραγικοὺς χοροὺς διδάσκων δῆλον ὅτι μετὰ τοῦ ῥυθμοῦ καὶ τοῦ προσήκοντος μέλους ᾄδειν διδάσκων. «τραγικοὺς» δέ, ἐπειδὴ ἴσως καὶ κωμικοί εἰσιν.
οὗτος ἀστρατείας ἑάλω ἄτιμος γέγονεν ἐλεγχθεὶς ὡς δέον στρατεύεσθαι μὴ στρατευόμενος.
καὶ κέχρηται συμφορᾷ ἐπιεικῶς ἐπὶ τὴν τύχην ἄγει τὸ κατηγόρημα, τὸν τρόπον ἐλευθερῶν.
φιλονεικῶν χορηγὸς οἷον φιλόνεικος εἰς τὸ νικᾶν καὶ ἡττᾶσθαι μὴ ἀνεχόμενος. νέμει γὰρ καὶ τῷ μισθωσαμένῳ συγγνώμην.
ἠγανάκτουν οἱ ἀντιχορηγοὶ λέγοντες «οἱ νόμοι παραβαίνονται, λέλυται τῆς πολιτείας ὁ θεσμός, οἱ ἄτιμοι λοιπὸν πολιτεύονται».
ὤκνησαν, εἴασαν, οὐδεὶς ἥψατο πολλὰ ὀνόματα κατὰ τοῦ αὐτοῦ, ὥστε δηλῶσαι τὴν ἡμερότητα.
τις ἂν ὑμῶν ἴδοι τὸ συγκεχωρηκὸς οὕτως ἕκαστος αἰδοῖ τῆς ἑορτῆς πολὺ τὸ συγχωροῦν εἶχε κατὰ τὴν γνώμην.
τοσοῦτον ἀπέχει τοῦ χορηγόν τινος ἅψασθαι οὕτως ἡ γραφή. καὶ γὰρ ἤρτηται τοῦ ἄνω «οὐδεὶς ἐχθρῶν ἐκώλυσε», πόσῳ γε μὴν χορηγόν τις;
ἄλλος ἐστὶν Ἀριστείδης κεφάλαιον καὶ τοῦτο ἀπὸ τοῦ πρός τι.
ἄλλος ... Ἀριστείδης καὶ τοῦτο ἀπὸ τοῦ ἐλάττονος. ἔνθα γὰρ εὐποροῦμεν πλειόνων παραδειγμάτων, οὐ παραιτητέον ἐκ τῶν αὐτῶν τόπων πολλάκις λαμβάνειν.
ἠτυχηκώς τι καὶ οὗτος τοιοῦτον ἀστρατείας ἑαλωκώς. πάλιν δὲ ἐνέμεινε τῷ σκοπῷ «ἠτυχηκὼς» εἰπών, οὐκ «ἠδικηκώς».
καὶ ἥττων χορευτὴς δυσκίνητος γὰρ διὰ τὸ γῆρας ἐγένετο.
ἦν δέ ποθʼ ἡγεμὼν τῆς φυλῆς κορυφαῖος τὸν χοροδιδάσκαλον λέγει. οἱ γὰρ χορευταὶ ἐξ ἁπάσης ἐπελέγοντο τῆς φυλῆς, τῶν δὲ χορευτῶν μόνων ἦν χοροδιδάσκαλος. τινὲς δὲ λέγουσιν ὅτι ὁ μὲν ἄλλος χορὸς διάφορος ὢν ἐξ ἄλλων φυλῶν συνελέγετο, ὁ μέντοι ἡγεμὼν ὁ κορυφαῖος καὶ μείζων ἀπὸ τῆς οἰκείας ἦν φυλῆς.
οὐδεὶς πώποτʼ εἶδεν εἰ γὰρ ἦν ἀπελαθεὶς ὁ διδάσκαλος τοῦ χοροῦ, πρόδηλον ὅτι τὸ πλεονέκτημα ἐγίνετο τοῦ ἀντιχορηγοῦ· διελύετο γὰρ ὁ τοῦ φιλονεικοῦντος χορός.
διὰ γὰρ τὸ δεῖν αὐτὸν ἐπιλαβόμενον ἐκέλευε γὰρ ὁ νόμος τοὺς ξένους προσκαλεῖν πρὸς τὸν ἄρχοντα, τοὺς δὲ ἀτίμους ἐπιλαμβάνεσθαι τῆς χειρὸς καὶ ἐξάγειν ἐκ τῆς θυμέλης.
ὥσπερ ἂν εἰ ξένον τις ἐξαγαγεῖν ἐβούλετο οὐ γὰρ ἐξῆν ἄλλως τὸν ξένον ἐξάγειν, ἀλλὰ προσκαλεσάμενον πρὸς τὸν ἄρχοντα.
αὐτόχειρ ὀφθῆναι ὅρα ὅπως τὸ τῶν ἀνδροφόνων ὄνομα ἔθηκεν ἐπὶ τῶν ὑβριστῶν, ἐγγὺς ποιῶν τὸ πλημμέλημα παρὰ ταῦτα, εἰ ἐκβάλλει τοῦ χοροῦ τὸν διδάσκαλον.
τῶν ἀνηλωκότων πολλάκις δοκεῖ μὲν καθόλου λέγειν περὶ τῶν χορηγῶν, μάλιστα δὲ αὑτόν· σημαίνει ὅτι πάντα τὰ ὄντα εἰς τὴν χορηγίαν ἀνάλωσεν.
καὶ προορᾶσθαι τὰς ὑμετέρας βουλήσεις ὅτι «κἂν ᾖ νόμιμον, οὐ ποιεῖτε διʼ εὐσέβειαν». ἐβούλετο γὰρ ὁ δῆμος μηδένα θόρυβον γίνεσθαι κατὰ τὴν ἑορτήν· διὰ τοῦτο γὰρ κἂν παρανόμως τις ἠγωνίζετο, οὐ συνεχώρουν αὐτὸν ἐξάγεσθαι, ἀλλὰ τότε μὲν ἀγωνίζεσθαι, μετὰ ταῦτα δὲ κρίνεσθαι προσέταττον.
πολλῶν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι τρίτος τόπος ἀπὸ τοῦ ἐναντίου.
πολλῶν ... Ἀθηναῖοι πληρώσας καὶ τὸν ἀπὸ τοῦ ἐλάττονος τόπον μετῆλθεν ἐπὶ τὸν τοῦ ἐναντίου. οὗτος δέ ἐστι τοιοῦτος· «Ἰφικράτης καὶ Χαβρίας ἐχθροὶ γινόμενοί τισιν, ὁ μὲν Διοκλεῖ ὁ δὲ Φιλοστράτῳ, τοιοῦτον οὐδὲν ἐποίησαν, οὐκ ἐσθῆτας ἠφάνισαν, οὐ στεφάνους διέφθειραν, οὐκ ἄλλο οὐδέν, Μειδίας δὲ τἀναντία τούτων ἐποίησεν, ὥστε τἀναντία ἐκείνοις πράξει. εἰ τοίνυν ἐκεῖνοι θαυμαστοὶ τῆς ἐπιεικείας, μισητέος ἄρα τῆς θρασύτητος οὗτος.» ἰστέον δὲ ὅτι τὸν ἀπὸ τοῦ μείζονος τόπον ἔθηκε πρῶτον, ἐπειδὴ νεωστὶ ἐπέπαυτο δεικνὺς οὐκ ἄξιον εἶναι συγγνώμης τὸν Μειδίαν καὶ ἀναγκαῖον ἦν τῷ μείζονι χρήσασθαι πρὸς τὸ μέλλον κινῆσαι τοὺς ἀκούοντας εἰς ὀργήν, δεύτερον δὲ τὸν ἀπὸ τοῦ ἐλάττονος — ἕπονται γὰρ ἀλλήλοις οἱ τόποι, καὶ ὁπότερος ἂν αὐτῶν ῥηθῇ πρότερος, ἀνάγκη τὸν ἄλλον δεύτερον ἕπεσθαι —, τρίτον δὲ τὸν ἀπὸ τοῦ ἐναντίου παραλιπὼν τὸν ἀπὸ τοῦ ἴσου, διότι ὁ μὲν ἀπὸ τοῦ ἐναντίου σφοδρότητα ἐκίνει τοῖς ἀκούουσιν ὥσπερ οἱ πρότεροι, ὁ δὲ ἀπὸ τοῦ ἴσου ἠθικήν τινα ἔχων ἐπιτίμησιν ἀμβλύτερος ἦν· τοῦτο δὲ πόρρω σφοδρότητος. εἰκότως οὖν ἔθηκεν αὐτὸν πλησίον τῆς πηλικότητος, ἵνα τὴν ἀμβλύτητα τοῦ τόπου διὰ τῆς αὐξήσεως τῆς κατὰ πηλικότητα μᾶλλον ὀρθώσῃ ἢ καὶ συσκιάσῃ τὸ ἠθικὸν αὐτοῦ διὰ τῶν πραγματικῶν τόπων, τοῦ πρός τι καὶ τῆς πηλικότητος.
Τισίαν τὸν Ἰφικράτους ἀδελφὸν ἰδοὺ γὰρ καὶ τῆς τύχης παρασχούσης τὴν πρόφασιν — ἠδύνατο γὰρ διὰ τὸν ἀδελφὸν ἐπηρεάσαι — οὐκ ἐτόλμησεν.
φρονῶν δʼ ἐφʼ ἑαυτῷ τηλικοῦτον πρῶτος γὰρ Ἰφικράτης τιμῶν ἔτυχεν ὧν Ἁρμόδιος καὶ Ἀριστογείτων. Κόνωνος μὲν γὰρ πρώτου χαλκοῦς ἀνδριὰς ἔστη, ἀλλὰ τούτῳ μόνῳ ἐτιμήθη· Ἰφικράτης δὲ καὶ τὰς ἄλλας δωρεὰς τὰς ἐκείνοις ψηφισθείσας ἔλαβεν, ὥστε καί τινα τῶν ἀφʼ Ἁρμοδίου δικάσασθαι τῷ Ἰφικράτει περὶ τῶν δωρεῶν ὡς ἀναξίως λαβόντι. καὶ ἔστι Λυσίου λόγος εἰς Ἰφικράτην ἀναφερόμενος, ἔχων τὴν ἐπιγραφὴν «περὶ τῶν ἑαυτοῦ δωρεῶν», ἐν ᾧ σκωφθεὶς εἰς δυσγένειαν παρὰ τοῦ κατηγόρου φησὶν ὅτι «τὸ μὲν ἐμὸν γένος ἀπʼ ἐμοῦ τὴν ἀρχὴν τοῦ γνωρίζεσθαι λαμβάνει, τὸ δὲ σὸν μέχρι σοῦ τὴν δόξαν ἔστησεν». ἦν γὰρ ὁ Ἰφικράτης ἐκ σκυτέων γεγονώς, ηὐδοκίμησε δὲ διὰ ταύτην τὴν πρόφασιν. στρατιώτης ὢν καὶ ναυμαχῶν ἐπήδησεν ἀπὸ τῆς αὑτοῦ νεὼς εἰς πολεμίαν τριήρη καὶ τὸν στρατηγὸν τῶν πολεμίων ἐναγκαλισάμενος μετῆλθεν αὖθις ἔχων αὐτὸν εἰς τὴν οἰκείαν τριήρη, καὶ διὰ τοῦτο τῆς ἀριστείας ἐπαινεθεὶς στρατηγὸς ἐχειροτονήθη καὶ παρὰ πάντας τοὺς στρατηγοὺς τοὺς τότε μείζω τὴν πόλιν ὠφείλησεν.
οὐκ ἐβάδιζεν ἐπὶ τὰς τῶν χρυσοχόων οἰκίας δύο πεποίηκεν ἐν ταὐτῷ· καὶ κατὰ ἀναίρεσιν εἰσήγαγεν ὅπερ οἰκεῖον τοῖς ἀπὸ τοῦ ἐναντίου ἐπιχειρήμασι, καὶ ταῦτα εἶπεν ἐκεῖνον μὴ πεποιηκέναι, ἅπερ αὐτὸς ὑπὸ Μειδίου πέπονθε.
τοῦτο γὰρ ἴδιον Δημοσθένους, τὸ πολλάκις τὰ αὐτὰ λέγοντα φεύγειν τὸ προσκορὲς διὰ τῆς ἐξαλλαγῆς τῶν μεθόδων καὶ τῶν σχημάτων.
ἠνείχετο τὴν καρτερίαν δηλοῖ, ὅτι καὶ ἀνιώμενος ὑπέφερεν.
πάλιν Φιλόστρατον δεύτερον παράδειγμα ἀπὸ τοῦ ἐναντίου.
καὶ γὰρ Χαβρίας γενόμενός τισιν ἐχθρὸς οὐδὲν ὧν Μειδίας ἐποίησεν.
τὴν περὶ Ὠρωποῦ κρίσιν ὁ Χαβρίας ἔπειθε Θηβαίοις βοηθῆσαι Ἀθηναίους, ὅτε ἐκινδύνευον, εἶτα σωθέντες ἀπέσπασαν τὸν Ὠρωπόν, χωρίον ἐν τοῖς ὁρίοις κείμενον· ὑπωπτεύθη οὖν ὁ στρατηγὸς ὡς συνειδὼς καὶ προδοσίας ἐκρίθη. τὸ δὲ «θανάτου» ἢ τὸ «περὶ» κοινῶς, ἵνα ᾖ «τὴν περὶ θανάτου», ἢ ἐλλειπῶς, «ὅτε ἐκρίνετο τὴν περὶ Ὠρωποῦ κρίσιν», ἵνʼ ᾖ «θανάτου πικρότερον γενόμενον»· ἵνα μή τις ὑπολάβῃ ὅτι ἡ πραότης τοῦ γραψαμένου καταφρονεῖν παρεσκεύασεν.
καὶ πάντων τῶν κατηγόρων πικρότατον τῶν μὲν γὰρ ἄλλων εἰς χρήματα τιμωμένων τῷ Χαβρίᾳ μόνος ἐκεῖνος θανάτου ἐτιμήσατο.
Ἡράκλεις ἐν τοῖς ἄγαν κακοῖς ἐπεκαλοῦντο τὸν θεὸν ὡς ἀλεξίκακον.
εἰ γὰρ ἑκάστῳ τῶν χορηγούντων πληρώσας καὶ τὸν ἀπὸ τοῦ ἐναντίου τόπον ἐπιλογικῇ ἐκβάσει ἐχρήσατο τελικὸν ἐχούσῃ κεφάλαιον ὅτι «οὐδεὶς ἐθελήσει χορηγὸς ἑκὼν καταστῆναι μέλλων τοιαῦτα πάσχειν ὑπὸ τῶν ἐχθρῶν». σύνηθες δὲ αὐτῷ πληρώσαντι κεφάλαιον ἐπιλογίζεσθαι.
ὅστις ἑκὼν ἂν μίαν δραχμὴν ἐπειδὴ κατʼ ἀνάγκην καθίσταντο χορηγοί, διὰ τοῦτο εἶπε «τοὺς ἐκ προαιρέσεως φιλοτιμεῖσθαι βουλομένους ἀπείρξετε».
ἐγὼ τοίνυν ἐντεῦθεν ἐπὶ τὸν τοῦ ἴσου μεταβαίνειν βούλεται τόπον καὶ κέχρηται προεπαγγελίᾳ. σύνηθες γὰρ καὶ τοῦτο τῷ Δημοσθένει.
καίτοι πᾶσιν ὑμῖν ἐντεῦθεν εἰς τὸν ἀπὸ τοῦ ἴσου τόπον μεταβῆναι βούλεται.
ἐχρῆν γὰρ αὐτὸν τέταρτος τόπος ἀπὸ τοῦ ἴσου.
ἐμοὶ δέ, ὃς εἴτε τις, ὦ ἄνδρες Ἀθηναῖοι τοῦτό ἐστιν ἠθικόν· ἐπαινεῖ γὰρ αὑτοῦ τὴν φιλοτιμίαν· καὶ ἵνα μὲν αὐξήσῃ τὸ ἀνάλωμα, μανίαν αὑτοῦ κατηγόρησεν, ἐκ τοῦ καθόλου πιστωσάμενος ὅτι πάντα τὰ ὑπὲρ δύναμιν μανία ἐστίν. ἵνα δὲ μὴ ἀλογίας ὄντως φανῇ τὸ ἀνάλωμα, προσέθηκεν «εἴτε καὶ φιλοτιμία», δεικνὺς ὅτι «διὰ φιλοτιμίαν μικροῦ τὰ τῶν μαινομένων ἔπραξα».
ὥστε μηδὲ τῶν ἱερῶν ἱματίων ταύταις ταῖς προσθήκαις τὸ ἰδιωτικὸν εἰς τὸ δημόσιον μεθίστησιν.
εἰ τοίνυν τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι πληρώσας ἅπαν τὸ πρός τι μετῆλθεν ἐπὶ τὴν πηλικότητα, ἥτις περιέχει μὲν αὔξησιν καὶ αὐτὴ τοῦ πραχθέντος, διαφόρως δὲ ἢ κατὰ τὸ πρός τι· ἐν ἐκείνῳ μὲν γὰρ τὸ δημόσιον ηὔξησεν, οἷον τὸ κατὰ τὸν χορηγόν, ἐν ταύτῃ δὲ τὸ ἰδιωτικὸν τὸ κατὰ τὰς πληγάς. καὶ τὸ μὲν πρός τι τῶν ἐν αὐτῷ τῷ θεάτρῳ καὶ τῇ πανηγύρει πραχθέντων ἔχει τὴν ἐξέτασιν, ἡ δὲ πηλικότης καθόλου περὶ ὕβρεως ποιεῖται τὸν λόγον, ὅτι δεινὸν ἡ ὕβρις, ὥστε ἐκεῖ μὲν τὸ ἰδιωτικόν, ἐνταῦθα δὲ τὸ γενικὸν ἐξετάζεσθαι. καὶ ἐν μὲν τῷ πρός τι παντὶ προσάγει τὴν αὔξησιν, ἐν δὲ τῇ πηλικότητί τινα καὶ ἐλάττωσιν. αὔξει μὲν γὰρ τὴν Μειδίου θρασύτητα, καθαιρεῖ δὲ τὴν ἑαυτοῦ γνώμην ὡς ἔλαττον τοῦ προσήκοντος ἐπὶ τοῖς γινομένοις παροξυνθεῖσαν. ἴδιον δὲ μάλιστα πηλικότητος μὴ μόνον αὔξειν, ἀλλά τινα καὶ μειοῦν. κἀκεῖ μὲν ὡρισμένους τόπους ἐγύμνασεν, ἐνταῦθα δὲ ἁπλῶς ἀορίστως τὰ ἐμπίπτοντα παραλαμβάνει πρὸς αὔξησιν. ἔτι πρὸς τούτοις ἐν παντὶ τῷ λόγῳ πρῶτον μὲν τάττει τὰ δημόσια, δεύτερον δὲ τὰ ἰδιωτικά, ἵνα διὰ τῆς ἐκείνων προλήψεως καὶ ταῦτα ὡς δημόσια φαίνηται. καὶ νῦν οὖν εἰκότως δευτέραν ἔταξε τὴν πηλικότητα τοῦ πρός τι· καὶ γὰρ τὸ ἰδιωτικὸν ἐν αὐτῇ περιείληφεν· ἐξ ἀντιθέσεως δὲ ἐπήγαγε τὴν πηλικότητα· τοῦτο δὲ ἐν ὅρῳ γίγνεται μόνῳ. ἐν γὰρ ταῖς στάσεσιν ἡ πηλικότης ἐπιλογικὴν ἔχει τὴν χώραν· αὔξησιν γὰρ ἔχει· τῶν δὲ ἐπιλόγων ἡ αὔξησις. ἐν ὅρῳ δὲ κεφαλαίου δύναμιν ἔχει διὰ τὴν φύσιν τοῦ ὅρου· ἐν γὰρ τοῖς ὅροις, ἐν οἷς μάλιστα ὁμολογεῖται τὸ πεπραγμένον, περὶ αὔξησίν ἐστιν ἡ πᾶσα ζήτησις τῶν κεφαλαίων, τοῦ μὲν κατηγόρου τὸ μεῖζον ἐπάγοντος, τοῦ δὲ φεύγοντος ἐπὶ τὸ ἔλαττον ἀποκλίναντος· ὥστε οὐδὲν κωλύει καὶ τὴν πηλικότητα αὔξησιν ἔχουσαν κεφαλαίου ἔχειν τὴν ἐργασίαν, τοῦ μὲν αὔξοντος ἐν αὐτοῖς, τοῦ δὲ μειοῦντος. παρὰ δὲ τῶν δικαστῶν εἴληφε τὴν ἀντίθεσιν εἰκότως. ἔστι γὰρ περὶ τιμήματος ὁ λόγος· τὸ δὲ τιμᾶσθαι τοῦ τε κατηγόρου καὶ τῶν δικαστῶν ἐστιν. συνήθως δὲ κἀνταῦθα τὴν δύναμιν τῆς ἀντιθέσεως ἐνήλλαξεν. οὕτω γὰρ ἂν ὁ Μειδίας προήγαγεν· «ἀλλʼ οὐδὲν πέπονθας δεινόν, Δημόσθενες· οὔτε γὰρ σκέλος ἐπηρώθης οὔτε χεῖρας συνετρίβης οὔτʼ ἄλλο τηλικοῦτον οὐδέν. πῶς οὖν αὔξεις τὸ πρᾶγμα καὶ θανάτου τιμᾷς;» ἴδωμεν οὖν καὶ ταύτην τὴν ἀντίθεσιν· «οὐδὲ γὰρ τοῦτʼ ἔστιν εἰπεῖν, ὡς ἐγὼ τῷ λόγῳ τὸ πρᾶγμα νῦν αἴρω». τοιαύτη ἦν ἡ ἀντίθεσις τοῦ Μειδίου, ἐλαττοῦσα τὸ γινόμενον, ὡς ἄρα ἱκανὸς τὰ μικρὰ ἐγεῖραι τῷ λόγῳ· δεινὸν γὰρ οὐδὲν ἐκ τούτων συμβέβηκεν. ἀλλʼ οὗτος τὴν πρώτην εἰσαγωγὴν τῆς ἀντιθέσεως παρὰ τῶν δικαστῶν ἔλαβεν, ἵνα δείξῃ τὸν μὲν Μειδίαν οὐκ ἔχοντα λοιπὸν ὅ τι ἀπολογήσεται, τοὺς δὲ δικαστὰς ἀμφιβάλλοντας περὶ τοῦ τιμήματος. δῆλον οὖν ἐκ τούτων ὅτι πηλικότης ἐστὶν ἡ ἐξεταζομένη· περὶ γὰρ ποσότητος τοῦ τιμήματός ἐστιν ἡ ζήτησις.
ἐνταῦθα ἡ πηλικότης, ἥτις περιέχει μὲν αὔξησιν τοῦ πραχθέντος, διαφόρως δὲ ἢ κατὰ τὸ πρός τι. ἐξ ἀντιθέσεως δὲ εἰσήχθη, ἥτις ἐν ὅρῳ γίνεται μόνῳ· ἐν γὰρ ταῖς ἄλλαις στάσεσιν ἡ πηλικότης ἐπιλογικὴν ἔχει χώραν· αὔξησιν γὰρ ἔχει τῶν ἐπιλόγων· ἐν ὅρῳ δὲ κεφαλαίου δύναμιν ἔχει διὰ τὴν στενότητα τῶν ἐν τῷ ὅρῳ κεφαλαίων.
σημείωσαι, ἡ πηλικότης.
οὐ γάρ ἐστι δίκαιον οὐδέν, φησί, γέγονε δεινὸν οὐδὲ φόνος ἢ πήρωσις διὰ τὴν ἐμὴν ἐπιείκειαν, οὐ διὰ τὴν Μειδίου. ὁ μὲν γὰρ πάντα τὰ εἰς αὐτὸν ἥκοντα πεποίηκεν, ἐγὼ δὲ μὴ βουληθεὶς ἀμύνασθαι παρέσχον ἀφορμὴν τοῦ μηδὲν ἀνήκεστον γενέσθαι.
ἀντίθεσις.
ἀλλὰ τὸν μὲν σημείωσαι, τῆς πηλικότητος ἀντίθεσις καὶ ταύτης λύσις.
οὐδὲ γὰρ αὖ τοῦτʼ ἔστιν εἰπεῖν αὕτη ἦν ἡ ἐξ ἀρχῆς τοῦ Μειδίου ἀντίθεσις· «τῷ λόγῳ τὰ πράγματα φοβερὰ ποιεῖς οὐδενὸς δεινοῦ γεγονότος». ὁ δὲ ἐν ἀρχῇ μὲν ἐφοβήθη θεῖναι, προλαβὼν δὲ ταῖς λύσεσι καὶ ταῖς κατασκευαῖς τὸν ἀκροατὴν ὅτι «διὰ τὴν ἐπιείκειαν τὴν ἐμὴν οὐδὲν γέγονε δεινόν», τότε ἔθηκε φανερῶς ὅτι «οὐκ ὠφελεῖται Μειδίας ταῦτα προβαλλόμενος», δεδειγμένου τοῖς δικασταῖς ὅτι οὐ διʼ ἐκεῖνον, ἀλλὰ διʼ αὐτὸν οὐδὲν ἀνήκεστον γέγονεν.
ἐπίκρισις τὸ σχῆμα.
ἀλλʼ ἴσασιν ἅπαντες πρώτας τίθησι τὰς παραδειγματικὰς πίστεις
πιθανωτέρας οὔσας τοῖς ἀκούουσιν. οὐ μὴν ἐπὶ τούτων ἔστιν εἰπεῖν ἀπὸ τοῦ μείζονος ἢ ἀπὸ τοῦ ἐλάττονος, ὥσπερ ἐν τῷ πρός τι· οὐδὲν γὰρ τοιοῦτον ἐν αὐταῖς καταφαίνεται.
ἰσχυρός τις ἦν, μέλας ἐκ πολλῶν σημείων ἐπιφέρει τὴν μνήμην, ἔχει δὲ καὶ τῆς ὕβρεως ἔμφασιν. ὁ παγκρατιαστὴς ὁ γεγυμνασμένος ἐν τῷ τύπτεσθαι, φησί, καὶ φέρειν πληγὰς ἐπιστάμενος οὐκ ἤνεγκε τυπτηθείς· ἡ γὰρ ὕβρις τὴν ὀργήν, οὐχ ὁ πόνος ἐκίνησεν. ἀμφιβόλου δὲ ὄντος τοῦ ῥηθέντος εἴη ἂν ὁ μὲν Εὔθυνος ὁ λυπήσας, ὁ δὲ ἀποκτείνας ὁ Σώφιλος.
ἐν συνουσίᾳ τινὶ καὶ διατριβῇ τετραπλῆ ἐστιν ἡ τῆς πηλικότητος ἐργασία· καθαιρεῖ τὰ τῶν ἄλλων ὅτι «μικρὰ παθόντες μεγάλως ἠμύναντο», καὶ αὔξει τὰ καθʼ ἑαυτὸν ὅτι «μεγάλα παθὼν οὐδʼ ὅλως ἠμυνάμην», καὶ πάλιν αὔξει μὲν τὴν Μειδίου θρασύτητα, καθαιρεῖ δὲ τὴν ἑαυτοῦ γνώμην ὡς ἔλαττον τοῦ δέοντος παροξυνθεῖσαν.
ἐξ ὧν ἐπιείκειαν ἑαυτῷ μαρτυρεῖ. καὶ πρῶτον μὲν τὰ τῶν παθόντων ἐλαττοῖ. Σώφιλος καὶ Εὐαίων ἰδίᾳ τυπτηθέντες, καὶ φίλων ἐναντίον καὶ ἐν δείπνῳ καὶ ἔνθα μὴ βαδίζειν ἐξῆν αὐτοῖς, ὅμως οὕτως ὠργίσθησαν, ὥστε καὶ ἀποκτεῖναι τοὺς ὑβρίσαντας. ἐγὼ δὲ ἐν θεάτρῳ πάντων ἐναντίον τῶν Ἑλλήνων, καὶ οὗ πολλὴ ἦν ἀνάγκη βαδίζειν, ἐτυπτόμην, ἀλλʼ ὅμως οὐκ ἠμυνάμην. οὐκοῦν ἐν τούτοις ηὔξησεν ἃ πέπονθεν αὐτός.
ἴσασιν Εὐαίωνα πολλοὶ μέμφονται τοῦτο ὡς ἀσαφῶς ἀπηγγελμένον. ἄδηλον γὰρ τίς ὁ τυπτήσας ἢ τίς ὁ φονευθεὶς καὶ πότερον Βοιωτὸς ἦν ὁ ἀποκτείνας ἢ Εὐαίων. αἴτιον δὲ τῆς ἀσαφείας τὸ ὁμοιόσχημον τῆς ἀπαγγελίας. πάντα γὰρ τὰ ὀνόματα κατὰ πτῶσιν αἰτιατικὴν προήγαγεν.
οὐδὲ τὸ τύπτεσθαι τοῖς ἐλευθέροις ἔδειξεν ὅτι τοῦ καθόλου καὶ γενικοῦ αὔξησιν ποιεῖται, συνεμφαίνει δὲ οὐδὲν ἧττον ἐν τῷ καθόλου τὸ καθʼ αὑτόν. καὶ τὸ «ἐφʼ ὕβρει» δὲ καλῶς προσέθηκεν.
πολλὰ γὰρ ποιήσειεν ὁ τύπτων διατυπώσει κέχρηται. ἴδιον δὲ μάλιστα τῆς πηλικότητος ἡ διατύπωσις, ἐπειδὴ ὑπʼ ὄψιν ἄγουσα τὰ πράγματα πλείω ποιεῖ τὴν αὔξησιν. ἔχει δὲ συγγένειαν πλείστην πρός τε ἔκφρασιν καὶ διήγησιν. ἐν ἅπασι γὰρ τούτοις ἔκθεσίς ἐστι πραγμάτων γεγονότων, ἀλλὰ τὸ μὲν διήγημα ἁπλῆν καὶ ἀκατάσκευον ἔχει τὴν ἔκθεσιν, ἡ δὲ διατύπωσις τὸ πᾶν ἐν αὐξήσει καὶ ἐναργείᾳ κεῖται. καὶ αὖ τὸ μὲν διήγημα κατʼ ἀκολουθίαν πρόεισι τοῖς συνδέσμοις ἑνούμενον, ἡ δὲ διατύπωσις κομματική ἐστι καὶ ἀπόλυτος διʼ ἐξαλλαγῆς σχημάτων προϊοῦσα.
ὅταν ὡς ὑβρίζων ταῦτα δὲ διὰ τοὺς πατέρας καὶ διὰ τοὺς διδασκάλους, οἵτινες οὐ διʼ ἔχθραν, ἀλλʼ ἐπὶ νουθεσίᾳ τύπτουσιν.
σημείωσαι, ἐπαναφορά.
ὅταν κονδύλοις ἃ πέπονθεν αὐτός, ταῦτα ἐν τῷ καθόλου προάγει φεύγων τὸ φανερῶς ἑαυτὸν ὑβρίζειν. οὕτω καὶ ἐν τῷ περὶ στεφάνου «εἰ μὲν ἴστε τοιοῦτον» διὰ τῆς ἐμφάσεως μόνης ἀπελύσατο τὰς βλασφημίας.
ὅταν ἐπὶ κόρρης τῆς κεφαλῆς, τουτέστιν ἐπὶ κόρσης, ὥσπερ μυρρίνη καὶ μυρσίνη.
ταῦτα ἐξίστησιν ἀνθρώπους ἔξω ἑαυτῶν γενέσθαι καὶ μανῆναι ποιεῖ, καὶ τὸ αἴτιον ποῖον; ἀήθεις ὄντας· ταράττει γὰρ τὸ ἀπροσδόκητον καὶ οὐκ εἰθισμένον.
ὅσῳ πλείονα ὀργὴν ἐμοὶ προσῆκε τοῦτό ἐστιν, ἐν ᾧ τὴν ἑαυτοῦ γνώμην ἐλαττοῖ μετὰ τῶν παθόντων, αὔξει δὲ τὰ καθʼ ἑαυτόν.
ὁ μέν γε ὑπὸ γνωρίμου τῇ διαφορᾷ προσάγει τὴν αὔξησιν.
καὶ τούτου μεθύοντος ὑπέθετο γὰρ εἶναι συμπόσιον.
οἷ μηδὲ βαδίζειν ἐξῆν αὐτῷ τοῦτο διʼ ἑαυτὸν καὶ τὴν ἀνάγκην τῆς λειτουργίας ἔφησεν, ὅτι «ὁ μὲν εἰ ὑπώπτευέ τινα ἔσεσθαι ἀηδίαν ἑαυτῷ, ἐδύνατο καὶ φυλάττεσθαι καὶ μὴ ἀπελθεῖν εἰς τὸ δεῖπνον, ἐμοὶ δὲ τοῦτο οὐκ ἐξῆν μέλλοντι χορηγεῖν».
καὶ ἐμαυτὸν μέν γε, ὦ ἄνδρες Ἀθηναῖοι, σωφρόνως, μᾶλλον δὲ εὐτυχῶς εἰ μὲν γὰρ δεινὰ παθὼν ἐσωφρόνησε καὶ οὐκ ἐξήχθη, θαύματος ἄξιος· εἰ δὲ λέγων πάνδεινα πάσχειν οὐκ ὠργίσθαι φησίν, ἀπίθανον τὸ τοιοῦτον· διὸ προσέθηκε «μᾶλλον δὲ εὐτυχῶς», ἵνα μὴ γνώμης μόνον, ἀλλὰ καὶ εὐτυχίας φανῇ τὸ ἐπισχεῖν τὴν ὀργήν. ἢ αὐξῆσαι βουλόμενος ἐπὶ πλέον τὴν διόρθωσιν ἔθηκεν. τὰ μὲν γὰρ μικρὰ καὶ διὰ τῶν λογισμῶν διαφεύγομεν, ὅσα δὲ ὑπερβαίνει φύσιν ἀνθρωπίνην, τύχῃ δεξιᾷ κατορθοῦμεν.
καὶ τῶν δικασάντων τότε πολλοί νέμει τῷ πεφονευκότι συγγνώμην, ἵνα μὴ δοκοίη αὐτὸς διὰ τὸ πεπονθέναι λέγειν.
μιᾷ μόνον ἁλῶναι ψήφῳ περιττῇ δηλονότι, οἷον, εἰ τύχοι, τριάκοντα ἐκομίζοντο κατʼ αὐτοῦ καὶ τοσαῦται ὑπὲρ αὐτοῦ. οὐκοῦν αἱ καταγιγνώσκουσαι ὑπὸ τῶν ἑτέρων ἐξωθοῦντο· εἰ δὲ μία λείποι ταῖς τριάκοντα ταῖς ἀπογινωσκούσαις, ἡλίσκετο ὥστε μικρὰν διδόναι τιμωρίαν.
οὔτε κλαύσαντα ἔμελλε γὰρ δακρύων ὀλίγου τὴν σωτηρίαν ὠνήσασθαι καὶ ἀπῆλθεν ἂν ἔχων τὴν νίκην μετὰ τὴν δέησιν.
θῶμεν τοίνυν οὑτωσί ἐξετάζει τὴν διάνοιαν τῶν κολασάντων.
καταγνόντας καταψηφισαμένους.
ἀλλʼ ὅτι τοῦτον τὸν τρόπον ὥστε δεῖν μὲν ἀμύνασθαι, ὁ δὲ τρόπος τῆς ὑπερβολῆς μεμπτός.
καὶ ταύτην τὴν ὑπερβολὴν οἱ ἀνέντες δικασταὶ τὸν ὑβριστὴν ἄξιον εἶναι καὶ ταύτης τῆς μεγάλης ἀγανακτήσεως ἐνόμισαν. σῶμα γὰρ ἐλεύθερον προπηλακίσας καὶ θανάτου τυχεῖν δίκαιος ἦν. ἔοικε δὲ ταῦτα τῆς κατὰ τὴν πηλικότητα εἶναι αὐξήσεως.
τί οὖν; ἐμοὶ τῷ τοσαύτῃ κεχρημένῳ ἐπανῆλθεν ἐπὶ τὸ ἐξ ἀρχῆς ἐν τῇ ἀντιθέσει κείμενον ὅτι «οὐδὲν γέγονε δεινόν· τί οὖν ἐμοὶ θανάτου τιμᾶσθε;» καὶ συμπεραίνει τὴν πηλικότητα «διὰ τὴν ἐμὴν πρόνοιαν οὐδὲν γέγονε δεινόν· οὐκοῦν παρʼ ὑμῶν ὀφείλω κομίσασθαι τὴν ἄμυναν».
καὶ παράδειγμά γε πᾶσι γενέσθαι συνήθως πάλιν τῇ ἐπιλογικῇ ἐκβάσει ἐχρήσατο.
τοῦτο γὰρ εἴωθε ποιεῖν, ἐπειδὰν κεφάλαιον πληρώσας ἐφʼ ἕτερον μέλλῃ καταβαίνειν.
οἶμαι τοίνυν τινὰς ὑμῶν πληρώσας πάντα τὰ κεφάλαια τὰ περὶ τὸ κρινόμενον πρᾶγμα εἰσβάλλει λοιπὸν εἰς τὴν παρέκβασιν. παρέκβασις δέ ἐστι λόγος ἐξαγώνιος μέν, συναγωνιζόμενος δὲ πρὸς τὸν ἀγῶνα.
βούλεται οὖν διηγήσασθαι τὴν ἔχθραν τὴν ἀρχαίαν, ἥτις κατάστασις μὲν ἦν τοῦ ἀγῶνος, ἐπειδὴ δὲ ἰδιωτικὸν ἐποίει τὸν ἀγῶνα, διὰ τοῦτο ἐν ἀρχῇ μὲν παρῃτήσατο θεῖναι, νῦν δὲ εἰσάγει λοιπὸν ὅτε ἀποδέδεικται δημόσιος ὢν ὁ ἀγών. ὥσπερ γὰρ καθʼ ἕκαστον κεφάλαιον πρῶτον εἰσήγαγε τὸ δημόσιον, οὕτω καὶ τῆς πάσης ἔχθρας καὶ τῶν εἰς αὑτὸν ἀδικημάτων πρῶτον μὲν ἐπήγαγεν ἅπερ ἔπαθε κατὰ τὴν ἑορτήν, δεύτερα δὲ τὰ κατὰ τοὺς ἄλλους χρόνους, ἵνα τὰ μὲν δημόσια τάξιν ἔχῃ προηγουμένου, τὰ δὲ ἰδιωτικὰ τοῦ ἑπομένου. ζητήσειε δʼ ἄν τις, εἰ τὰ τοιαῦτα ἐξαγώνια ὄντα μετὰ τῶν ἀγώνων τάττειν προσήκει ἢ ἐπιλογικὰ δεῖ καλεῖν αὐτά. ῥητέον οὖν ὅτι μέσην τινὰ φύσιν ἔχει τῶν τε ἀγώνων καὶ τῶν ἐπιλόγων. ᾗ μὲν γὰρ περὶ αὐτὸ τὸ πρᾶγμα τὸ κρινόμενον οὐχ ἵσταται, πλησιάζει τοῖς ἐπιλόγοις· ᾗ δὲ χωρεῖ διʼ ἀποδείξεως καὶ ἀδικημάτων ἑτέρων μνήμην ἔχει κατὰ τοῦ φεύγοντος, ἐπεγράφετο τοῖς ἀγῶσι· τὰ γὰρ τοιαῦτα συναγωνίζεται ἡμῖν πρὸς πίστιν τοῦ γιγνομένου ἐγκλήματος. οἱ δὲ ἐπίλογοι αὔξησιν μόνον ἔχουσι τοῦ προκειμένου πράγματος. διὸ καὶ μέσης φύσεως οὖσα ἡ παρέκβασις μέσην καὶ τάξιν τοῦ ῥήτορος εἴληφε· κεῖται γὰρ μεταξὺ τῶν ἀγώνων καὶ τῶν ἐπιλόγων· κέχρηται δὲ τῇ παρεκβάσει διὰ δύο προφάσεις, πρῶτον μὲν ἵνα δείξῃ καὶ τὰ περὶ τὴν ἑορτὴν πάντα κατὰ ἐπιβουλὴν γεγενημένα καὶ οὐ διʼ ὀργήν, ὡς Μειδίας φησίν — εἰ γὰρ παλαιὸς ἦν ἐχθρός, πρόδηλον ὅτι διὰ τὴν ἔχθραν ἑκὼν ἐπεβούλευε —, δεύτερον δὲ ἵνα μᾶλλον εἰς ὀργὴν παροξύνῃ τοὺς ἀκούοντας. εἰ γὰρ καὶ ἐπὶ τοῖς νῦν ἀδικήμασι δικαίως ἂν ὀργισθεῖεν, πόσῳ μᾶλλον εἰ καὶ ἕτερα φαίνοιτο πρότερον; σφόδρα δὲ τεχνικῶς τὴν ἀνάγκην τοῦ διηγήματος ἀπὸ τῶν δικαστῶν ἔλαβε, πρῶτον μὲν ὑπὲρ αὐτοῦ τοῦ πράγματος, ἵνʼ, εἰ φαίνοιτο ἰδιωτικά τινα διηγούμενος, μὴ αὐτὸς ἑκὼν δόξῃ λέγειν, ἀλλʼ ὑπὸ τῶν δικαστῶν ἀναγκασθείς· ἔπειτα διὰ τὸ μῆκος τῆς παρεκβάσεως, ἵνʼ, εἴ τις ὄχλος ἐγγίνοιτο τῶν λεγομένων, ἑαυτοῖς ἐγκαλῶσι τοῖς ἀναγκάσασιν, ἀλλὰ μὴ τῷ ῥήτορι. ἠθικῶς δὲ οὐ διαβεβαιοῦται, ἀλλὰ στοχάζεται αὐτῶν τῆς γνώμης διὰ τοῦ «οἶμαι». καὶ τὸ «ποθεῖν ἀκοῦσαι» χαρίεν, ἵνα καὶ ὡς χαριζόμενος αὐτοῖς δόξῃ ποιεῖσθαι τὴν παρέκβασιν ἤτοι τὴν διήγησιν, ἣν καὶ παραδιήγησιν λέγομεν.
σημείωσαι, παρέκβασις.
οὕτως ἀσελγῶς καὶ βιαίως καὶ τὴν κατασκευὴν τοῖς δικασταῖς περιέθηκεν, ἵνʼ εὐλόγως φαίνωνται τῆς ἀκροάσεως τῶν ἐξαγωνίων ἐπιθυμοῦντες.
ὃ αὐτῷ προωφείλετο οὐ γὰρ ἐμάνη τοσοῦτον Μειδίας, εἰ μὴ προηδίκητο μείζονα. ἔχει δὲ καὶ ψυχαγωγίαν ὁ χρόνος· ἐν βραχεῖ γὰρ δηλώσειν αὐτοῖς ἐπαγγέλλεται.
ἵνʼ εἰδῆτε ὅτι καὶ τούτων ὀφείλων δίκην οὕτως ἔδειξε τὴν χρείαν τοῦ διηγήματος.
ἔσται δὲ περὶ αὐτῶν βραχὺς ὁ λόγος φιλανθρωπότερος ὤφθη τῶν δικαστῶν, εἴπερ ὑπισχνεῖται διʼ ὀλίγων δηλώσειν ἅπερ ἐκεῖνοι διὰ πολλῶν ἤλπιζον.
ἡνίκα τὰς δίκας ἔλαχον πληρώσας τὸ προοίμιον εἰσέβαλεν εἰς αὐτὰ τὰ διηγήματα καί φησιν «ἡνίκα τὰς δίκας ἔλαχον». πολλὴν δὲ ἐν τούτοις αὑτοῦ μὲν ἐπιείκειαν, Μειδίου δὲ τὴν ὠμότητα δείκνυσιν, εἴπερ αὐτὸς μὲν διὰ χρηστότητα καὶ τῶν πατρῴων ἐκινδύνευε στερηθῆναι, Μειδίας δὲ παρὰ τὸν καιρὸν τῆς δίκης ἐπέθετο τῷ δυστυχοῦντι.
μειρακύλλιον ὢν κομιδῇ τὸ «κομιδῇ» προσκείμενον ἔμφασιν δίδωσιν, ὡς οὐδεμιᾶς ἔχθρας λαβὴν παρέχειν ἠδύνατο οὐδὲ ἀδικίας ὁ τοιαύτην ἄγων τὴν ἡλικίαν. καθεῖλε δὲ τὴν ἡλικίαν αὑτοῦ διὰ τὸ χρήσιμον, ἵνα λύσῃ τὸ ἀντιπῖπτον «τί οὖν, εἰ παρέσχες τὴν πρόφασιν τῆς ἔχθρας θρασὺς ὤν;» ὁ δὲ ἀπίθανον ἔδειξε τὸ τοιοῦτο τῷ ὑποκοριστικῶς τὴν ἡλικίαν ἐλαττῶσαι, ὅτι μειρακύλλιον ἦν κομιδῇ, τῶν δὲ τοιούτων οὐκ ἔστι τὸ θρασύνεσθαι πρὸς τοὺς πρεσβυτέρους.
καὶ τοῦτον οὐδʼ εἰ γέγονε εἰδὼς τὸ ἀφελὲς καὶ ἀπερίεργον διὰ τῆς ἡλικίας ἔδειξε. «πῶς θρασὺς ὁ τοιοῦτος;»
ὡς μηδὲ νῦν ὤφελον ἡ γὰρ πεῖρα τὴν βλάβην προὐξένησεν. ὀργῆς δὲ καὶ βαρύτητος ἔμφασις.
τότε μοι μελλουσῶν εἰσιέναι τῶν δικῶν καὶ τοῦτο δὲ ἀφελῶς· τὴν γὰρ δίκην ὡς πρόσωπον ἐποίησεν, «εἰσιέναι» εἰπών. τὴν ἐκ προνοίας δὲ αὐτῶν ἐπιβουλὴν ἔδειξεν· «ἐπετήρησαν γὰρ ὅτε ἔμελλον δικάζεσθαι πρὸς τοὺς ἐπιτρόπους, ἵνα μὲ καὶ τῆς ὁδοῦ τῆς εἰς τὸ δικαστήριον ἐκκρούσωσιν».
εἰς ἡμέραν ὡς περὶ τετάρτην πρὸ τεττάρων ἢ πέντε ἡμερῶν. δηλοῖ δὲ τὴν πονηρίαν Μειδίου, εἴ γε τὸν ἄλλον χρόνον ἀφεὶς τότε αὐτῷ μᾶλλον ἐπέθετο, ἵνα στερηθῇ τῶν πατρῴων. διὰ δὲ τῆς «εἰσεπήδησαν» λέξεως τὴν βίαν αὐτῶν καὶ τὴν θρασύτητα ἔδειξεν.
καὶ ἦν ὁ ἀντιδιδοὺς Θρασύλοχος νόμος ἦν παρʼ Ἀθηναίοις, εἴ τις προβληθεὶς τύχοι εἰς τριηραρχίαν ἀπέρχεσθαι, εἰ δὲ μὴ βούλοιτο ἐκεῖνος, λαμβάνειν μὲν τὴν τοῦ νομιζομένου οὐσίαν, διδόναι δὲ τὴν ἑαυτοῦ καὶ οὕτω τριηραρχεῖν. τοῦτο Θρασύλοχος ἠξίου Δημοσθένη τότε ποιεῖν, εἰ μὴ βούλοιτο ὑποδέξασθαι τὴν τριηραρχίαν, ἀντιδοῦναι τὴν οὐσίαν τῷ Θρασυλόχῳ καὶ λαβεῖν αὐτὸν τὴν ἐκείνου.
τὰ δʼ ἔργα πάντʼ ἦν ἵνα μή τις εἴποι «πῶς οὖν ὑπὸ τοῦ ἀδελφοῦ παθὼν Μειδίου κατηγορεῖς;»
καὶ πρῶτον μὲν κατέσχισαν τὰς θύρας ἅλωσιν ὑπογράφει τῷ λόγῳ. εἰκὸς μὲν γὰρ ἦν ἀνοῖξαί τινας θύρας ἐφʼ ᾧ τε γνῶναι τὰ ἐνόντα, εἰ ἄξιά ἐστι τῆς ἀντιδόσεως. ὁ δὲ «κατέσχισαν» εἶπεν ὡς καὶ «εἰσεπήδησαν».
ὡς αὐτῶν ἤδη γινομένας κατὰ τὴν ἀντίδοσιν τὸ γὰρ τὰ ἀλλότρια οἰκεῖα νομίζειν, τοῦτο παράνομον, καὶ τὸ κατασχίζειν τὰς θύρας, πρὶν καταδέξασθαι τὴν ἀντίδοσιν τὸν Δημοσθένην, καὶ τοῦτο ἄτοπον.
καὶ παιδὸς οὔσης κόρης τὸ μὲν «παιδὸς» τὸ ἁπαλὸν τῆς ἡλικίας, «κόρης» δὲ οἷον παρθένου καὶ ἀντιβλέπειν διὰ τὴν αἰδῶ μὴ τολμώσης.
ἐφθέγγοντο αἰσχρὰ τῇ συνήθει τέχνῃ καὶ νῦν τὰς ὕβρεις ἀπεσιώπησεν, ἵνα μὴ αὑτοῦ ὑβρίζειν δοκῇ τὸ γένος.
οὐ γὰρ ἔγωγε προαχθείην ἂν εἰπεῖν εἴωθεν ὁ Δημοσθένης ἐν τοῖς αἰσχροῖς σωφρονεῖν κατὰ τὸν λόγον, ἵνα μήτε αὐτὸς ἑαυτὸν ὑβρίζῃ μήτε φαίνηται τοῖς αὐτοῖς μὴ αἰδούμενος.
τὰς δίκας ὡς αὐτῶν οὔσας ἠφίεσαν τοῦ ἴσως, εἰ γένοιντο κύριοι τῆς οὐσίας, ἐλευθερώσειν τῶν δικῶν τοὺς ἐπιτρόπους ὑπισχνούμενοι, εὔνους αὐτούς σφισι κατασκευάζουσι. κἀνταῦθα δὲ τὴν αὐτῶν παρανομίαν ἔδειξεν, εἴ γε διελύοντο πρὸς τοὺς ἐπιτρόπους ὡς ἐπὶ ἰδίοις τοῖς πράγμασιν.
ἔρημος ὢν βοηθείας δηλονότι καὶ φίλων. οὔπω γὰρ ἥρμοττέ μου τῇ ἡλικίᾳ πρὸς ἄλλους συνάπτεσθαι.
οὐχ ὅσα ἐδυνήθην ἀνακομίσασθαι ἀνακομίσασθαι ἀντὶ τοῦ «ἀναλαβεῖν καὶ ἀπολαβεῖν ἀφʼ ὧν ἔσχον ἐκεῖνοι παρὰ τοῦ πατρός». ὁ δὲ νοῦς τοιοῦτος· «κἀγὼ τοιαῦτα πάσχων καὶ προσδοκῶν ἀπολαβεῖν παρὰ τῶν ἐπιτρόπων, ὅσα ὁ πατήρ μου κατέλιπεν, ἀλλʼ οὐχ ὅσα ἐδεξάμην ὀλίγα ὄντα μετὰ δίκην, ἔδωκα αὐτοῖς ὡς πολλὰ ληψόμενος. εἰ γὰρ προῄδειν ὡς οὐ πάντα ἀπολήψομαι, παρεχώρησα ἂν τῶν ὀλίγων καὶ τῆς οὐσίας.» τὸ βαρὺ δὲ αὐτῶν καὶ τὸ ἐπαχθὲς ἐνέφηνεν. οὐ γὰρ εἶπεν «ὑπέστην τὴν λειτουργίαν», ἀλλὰ «δίδωμι τούτοις, ὠνοῦμαι τῶν χρημάτων τὰς ὕβρεις, τὴν ἐπιβουλὴν ἐπριάμην τῇ δόσει». τὴν τέχνην δὲ καὶ τὴν πανουργίαν τῶν περὶ τὸν Μειδίαν ἔδειξεν. τριῶν γὰρ συντελῶν ἐπὶ τὴν λειτουργίαν αἱρουμένων καὶ πρὸς εἴκοσι μνᾶς συντελούντων, ὁ Θρασύλοχος τρίτος αἱρεθεὶς ἀπῄτησε παρʼ ἐμοῦ τὰς εἴκοσι, ὥστε συνέβη αὐτῷ μήτε ἀναλῶσαι μηδὲν μήτε ἀντιδοῦναι τὴν οὐσίαν, ἀλλʼ ὁλόκληρον γενέσθαι Δημοσθένους τὰ ἀνάλωμα.
ὅσου τὴν τριηραρχίαν ὅσου μεμισθωκότες τάλαντον εἰσεπράττοντο παρὰ τῶν συντελῶν οἱ τριηράρχαι, καὶ τοῦτο λαμβάνων ὁ βουλόμενος αὐτὸς ἐτριηράρχει τὸν ἐνιαυτόν, μηδὲν ἐνοχλῶν ἔτι τοῖς συντελοῦσιν. ἦν δὲ τὸ τῆς τριηραρχίας λειτούργημα οὐκ ἐνιαύσιον, ἀλλὰ διὰ βίου, καὶ διὰ τοῦτο οἱ πλουσιώτατοι ἀεὶ ἐτριηράρχουν. πολλοὶ δὲ τῶν τριηραρχῶν οἴκοι μένοντες ἄλλους ἀνθʼ ἑαυτῶν ἐξέπεμπον καὶ λαμβάνοντές τινες τὴν δαπάνην ἀνεδέχοντο τὴν λειτουργίαν. ὁρᾶτε οὖν τὴν ἐπήρειαν; ἐτρύφα Μειδίας, Δημοσθένους τελοῦντος, τριηραρχεῖν νομιζόμενος. «ἐπίβηθι τῆς νεώς», ἐβόων, «ἰδοὺ παρέχω τὰ χρήματα». ὁ δὲ «μικρὸν ἐπίσχες», ἔφη, «ζητῶ γὰρ ἔτι τὸν μισθωσόμενον».
δίκην δὲ τούτων λαχὼν ὕστερον τῆς κακηγορίας ἐφʼ οἷς εἶπε κακῶς τὴν μητέρα κἀμὲ καὶ τὴν ἀδελφήν.
εἷλον ἐρήμην ὄνομα δίκης.
οὐ γὰρ ἀπήντα οὐκοῦν κατὰ τῶν μὴ ἐθελόντων ὑπακούειν, ἀλλὰ φυγοδικούντων λέγεται. ἐκέλευε γὰρ ὁ νόμος τοὺς ἐμπρόθεσμον δίκην ἔχοντας, εἶτα μὴ ἀπαντῶντας εἰς τὴν κυρίαν ἐρήμην ἁλίσκεσθαι. ἦν δὲ κατὰ τῶν τοιούτων ἐκ τῶν νόμων ὡρισμένον τὸ τίμημα χίλιαι δραχμαί.
οὐδενὸς ἡψάμην πανταχῆ κηρύττει τὴν ἐπιείκειαν, ἵνα μὴ δοκῇ αὐτὸς δεδωκέναι τῇ ἔχθρᾳ τὰ σπέρματα. ἰδοὺ γοῦν τοῦ νόμου διδόντος, εἴ τις ἐκπροθεσμίσειε καὶ μὴ καταβάλοι τὰς δίκας, ἐξεῖναι ἅπτεσθαι αὐτοῦ τῶν κτημάτων, οὐδὲν τοιοῦτον ἐποίησα.
ἀλλὰ λαχὼν ἐξούλης οὐ γὰρ ἀποδιδόντος αὐτοῦ τὴν ἐξούλης ἐπήγαγον, αἰτιώμενος ὡς οὐ στέργει τὴν ψῆφον. ἐξούλης δὲ δίκη τις ἦν ἢ περὶ χωρίου ἢ περὶ οὐσίας, ἧς ἔδει ἐκβληθῆναι τὸν ὀφλόντα τὰς χιλίας. ἔδει δὲ ἄξιον εἶναι τὸ κτῆμα τῶν χιλίων δραχμῶν. ἦν δὲ διπλῆ τις ἡ τιμωρία τῆς ἐξούλης. καὶ γὰρ τὰς χιλίας ἐκομίζετο ἐξ ἀρχῆς ὁ νενικηκὼς καὶ ἔξωθεν προσετίμα τὸ δικαστήριον τῷ ἡττωμένῳ, διότι τῶν νόμων καὶ τῶν διαιτητῶν παρήκουσε καὶ τὸ δικασθὲν ὅτι οὐκ ἐξέτισε. τὸ δὲ ὕστερον ὑπὸ τῶν δικαστῶν προστιμηθὲν τοῦτο ἐγίγνετο δημόσιον.
κἀγὼ μὲν οὕτως εὐλαβῶς πληρώσας ἐν τῇ πηλικότητι τοὺς ἀγῶνας ἥκει λοιπὸν ἐπὶ τὴν παρέκβασιν, ἥτις καὶ ἐμπίπτων κέκληται, διʼ ἧς τά τε παλαιὰ ἀδικήματα τοῦ Μειδίου περὶ τὸν Δημοσθένην καὶ τὰ μετὰ τὴν χορηγίαν συνάπτει, δεικνὺς ὅτι διʼ ἔχθραν καὶ ἐξ ἐπιβουλῆς πολεμῶν ταῦτα πεποίηκεν. τί δὲ ἐν τῇ παρεκβάσει; πρῶτον μὲν τὰ κατὰ τὸν Στράτωνα ὅτι «κἀκεῖνον ἠτίμωσε κἀμοὶ τὴν καταδίκην οὐκ ἐξέτισεν»· ἔνθα καὶ ἐλέου ἐκβολὴν ἐποιήσατο, καιρὸν ἐπιτήδειον νομίσας αὐξῆσαι μὲν τὰς συμφορὰς τοῦ Στράτωνος καὶ εἰς ἔλεον διὰ τούτων ἀγαγεῖν τοὺς δικάζοντας, φθόνον δὲ καὶ μῖσος κινῆσαι τῷ Μειδίᾳ. βεβαιοῖ δὲ καὶ τὴν δίκην ἑαυτῷ τὴν περὶ τῆς ἐξούλης. εἶτα ἐπὶ τὰ λοιπὰ δύο μετῆλθε, τὸ μὲν πρότερον ὅτι λιποταξίου γραφὴν κατεσκεύασε κατὰ Δημοσθένους, τὸ δεύτερον δὲ περὶ τῆς ἐφʼ αἵματι γραφῆς. πεποίηται δὲ τὴν ἀπολογίαν τούτου τοῦ μέρους κατὰ στοχασμὸν τὸν προκατασκευαζόμενον οὐ διὰ πάντων τῶν κεφαλαίων, ἀλλʼ ὥστε τὸ σχῆμα σῴζεσθαι τὸ στοχαστικόν· προκατασκευαζόμενος δὲ δοκεῖ, ὅτι καὶ τὸν Ἀρίσταρχον ἀπολύειν πειρᾶται τῆς αἰτίας.
κἀγὼ ... εὐλαβῶς καίτοι ἐκέλευον οἱ νόμοι τῶν ἐνεχύρων λαμβάνεσθαι. πῶς οὖν οὐ κατὰ τοὺς νόμους ἐποίησα μηδενὸς ἁψάμενος; ὅτι οὐκ ἐξῆν τῷ λαχόντι ἐξούλης οὐκέτι καθʼ ἑαυτὸν ἐπιλαμβάνεσθαι πρὶν ἢ διαγνῶναι τὸ δικαστήριον.
ἀλλὰ καὶ εἰς τοὺς φυλέτας ἀναμιμνήσκει αὐτοὺς μεταξὺ τοῦ κοινοῦ ἀδικήματος, ἵνα μὴ εἰς λήθην ἐμπέσωσι τῶν ἰδίων ἀκούοντες. οἱ γὰρ φυλέται τοῦ κοινοῦ τυγχάνουσι γνώρισμα.
κάλει μοι τούτων τοὺς μάρτυρας ὅτι ὕβρισε κἀμὲ καὶ τὴν μητέρα καὶ τὴν ἀδελφήν, ὅτι θύρας κατέσχισαν, ὅτι τὰς εἴκοσι μνᾶς ἔλαβον αὐτοὶ μηδὲν ἀναλώσαντες.
οἷα ἀκηκόατε δηλονότι τὰ ἐν τῷ θεάτρῳ γενόμενα.
ὃ τοίνυν πεποίηκε σαθρόν ἐστιν ὅλον τὸ περὶ τὸν Στράτωνα μέρος τῷ Δημοσθένει καὶ μικροῦ μονομερές. κατεγνώσθη γὰρ Στράτων ὡς κακῶς διαιτήσας καὶ κινδυνεύει καὶ ἡ δίαιτα διʼ αὐτὸ ἄκυρος γενέσθαι. καὶ ὅλως ἔοικε τοῖς ἀσυστάτοις κατὰ τὸ προειλημμένον. πειρᾶται οὖν ὁ ῥήτωρ καὶ ὑπὲρ τοῦ Στράτωνος ἀπολογεῖσθαι καὶ κυρίαν ἀποφαίνειν τὴν δίαιταν, καὶ ἵνα μὴ χρήσηται διαβολαῖς κατὰ τοῦ Στράτωνος ὁ Μειδίας, ἅπερ ἂν ἐκεῖνος κατηγορῶν εἶπε, ταῦτα προλαβὼν αὐτὸς συνίστησι.
ταύτης λέγω ἧς εἷλον αὐτὸν οὐκοῦν ἥττηται ὁ Μειδίας καὶ ἑάλω. πῶς οὖν ἄκυρα βιάζεται ποιεῖν τὰ κατεγνωσμένα;
ἄνθρωπος πένης μέν τις προσυνίστησι τὸ πρόσωπον ἀναγκαίως, ἵνα μὴ λάβωσι χώραν αἱ τοῦ Μειδίου διαβολαί. «πένης» δὲ εἶπεν· οὐ γὰρ χρὴ τὰ πρόδηλα ἀρνεῖσθαι.
καὶ ἀπράγμων συνῆψε τῷ πράγματι τὴν ἀπραγμοσύνην, ἵνα τὴν ἐναντίαν δόξαν ἀφέληται.
ἄλλως δʼ οὐ πονηρός τὴν μὲν τύχην πονηρὸς οἱονεὶ δυστυχής, τὸν δὲ τρόπον οὐ πονηρός. ἐπῄνεσε δὲ τὰ μὲν κατὰ θέσιν, τὰ δὲ ἐξ ἀναιρέσεως ὡς φεύγων τὸ προσκορές.
ἀλλὰ καὶ πάνυ χρηστός τὸν ἀφελῆ νοῦν καὶ τὸν ἁπλοῦν νῦν ἐπαινεῖν ἔοικεν, ἵνα δείξῃ καταγοητευθέντα τὸν Στράτωνα παρὰ τοῦ Μειδίου.
ὅπερ τὸν ταλαίπωρον οὐκ ὀρθῶς ἑτέραν πρόφασιν τοῦ Μειδίου λέγοντος ὅτι «διὰ τὴν πονηρίαν κατεγνώσθη», ἑτέραν ὁ ῥήτωρ προβάλλεται· «τί συγχεῖς», φησίν, «ὦ Μειδία, τὰ πράγματα, τὴν ἐπιείκειαν συμφορᾶς ἀπεργασάμενος πρόξενον;» τὸ δὲ «ἀπολώλεκεν» ἐπὶ τῆς ἀτιμίας φιλεῖ λέγειν ὁ ῥήτωρ, ὅτι περ ἐγγὺς θανάτου καθέστηκεν.
ἐπειδή ποθʼ ἧκεν ἡ κυρία ἵνα μὴ ἄφνω συμβᾶσα συγγνώμην ποιήσῃ τῷ Μειδίᾳ, ὡς ἄρα εἰκότως ἠγνόησεν.
ὑπωμοσίαι καὶ παραγραφαὶ ὑπωμοσίαι ὅρκοι ἀναβολὴν τῆς δίκης ποριζόμενοι, ἐάν τις προφασίζηται ἢ νόσον ἢ θάνατον οἰκείων ἢ ὅλως τῆς τύχης ἐπήρειαν. καὶ ἡ παραγραφὴ δὲ ἄλλη ἀναβολῆς πρόφασις ἢ τρόπον ἢ πρόσωπον παραγραφομένη ἢ χρόνον.
ἔδει τὸν μέλλοντα κατηγορεῖν, εἰ πάντα ἕτοιμα ἔχοι τὰ πρὸς τὸν ἀγῶνα, ἐρωτᾶσθαι· εἰ δὲ συνέφησεν ἐκεῖνος, ὅρκον ἀπῃτεῖτο λοιπὸν ὑπὲρ τοῦ ἐπεξελθεῖν. εἰ μὲν οὖν ἦν ὀμόσας, εἰσήγετο· εἰ δὲ ᾔτησέ τινα χρόνον ὑπὲρ τοῦ ἐπισκέψασθαι, ἔμενεν ἡ γραφή. ἐκαλεῖτο δὲ τὸ τοιοῦτον ὑπωμοσία. διεξεληλύθει οὖν, φησίν, ἡ ὑπωμοσία, τουτέστιν οὐκ ἦν ἐν μετεώρῳ τὰ τῆς κατηγορίας· ὠμωμόκει γάρ· ἀλλὰ καὶ αἱ παραγραφαὶ διεξεληλύθεσαν. πολλάκις γὰρ οἱ ἀντίδικοι παρεγράφοντο «οὐ πρὸς διαιτητήν με κρίνεσθαι δεῖ, ἀλλὰ πρὸς ἄρχοντα ἢ θεσμοθέτην, οὐ σὲ δεῖ κατηγορεῖν, ἀλλʼ ἕτερον, οὐ νῦν, ἀλλʼ αὖθις» καὶ τὰ τοιαῦτα. ταῦτα οὖν διεξεληλύθει, τουτέστιν εἴ τινας εἶχε παραγραφὰς ὁ Μειδίας, πεπληρώκει καὶ ὡμολόγητο σαφῶς ὅτι χρὴ πρὸς διαιτητὴν δικάσασθαι. ταῦτα δὲ ὁ ῥήτωρ φησὶ βουλόμενος δεῖξαι ὅτι Μειδίᾳ οὐδεμία ἦν πρόφασις τοῦ μὴ ἀπαντῆσαι, διʼ ὧν συνίστησιν ὅτι δικαίως αὐτοῦ κατεδιῄτησεν ὁ Στράτων.
ἐπισχεῖν ἐδεῖτό μου οὐχ ὁ Μειδίας — οὐ γὰρ παρῆν —, ἀλλʼ ὁ Στράτων, δηλονότι λέγων «ἴσως ἥξει μετὰ μικρόν, μὴ σπεῦδε, μὴ ἀθύμει». ἵνα λύσῃ τὴν ἐναντίαν δόξαν, ἣν ὑπέσπειρεν ὁ Μειδίας περὶ τοῦ Στράτωνος, ὡς ἔστιν ἐχθρὸς αὐτοῦ, δείκνυσι καὶ ὑπὲρ Μειδίου πράττοντα τὸν Στράτωνα. «βραδύνοντος γὰρ αὐτοῦ παρεκάλει με τέως ἐπισχεῖν, ἐπαγγελλόμενος ὅτι ἴσως ἐλεύσεται».
ἔπειτα εἰς τὴν ὑστεραίαν ἀναβαλέσθαι ἤδη με καὶ τὴν προθεσμίαν ἠξίου παραβαίνειν ὁ Στράτων φάσκων «οὐδὲν ἐκ μιᾶς ἡμέρας γενήσεται βλάβος, αὔριον ἀκουσόμεθα.»
ὡς οὔτʼ ἐγὼ συνεχώρουν πολιορκούμενον εἰσάγει πανταχόθεν τὸν Στράτωνα Δημοσθένης ἀπειθοῦντος Μειδίου. πρόδηλον οὖν ὅτι ἄκων κατεδιῄτησεν.
τῆς δὲ ὥρας ἐγίγνετο ὀψὲ τουτέστιν ἡ δικάσιμος ὥρα τῶν διαιτητῶν παρεληλύθει.
κατεδιῄτησε μετὰ δυσχερείας ἀναγνωστέον. οὐ γὰρ ἔχων ὅ τι ποιήσῃ καὶ ποῖ τράπηται καὶ ἄκων κατεδιῄτησε.
ἤδη δʼ ἑσπέρας οὔσης καὶ σκότους οὐχ ἁπλῶς ἑσπέρας, ἀλλὰ καὶ νυκτὸς ἀρξαμένης· διὰ τοῦτο γὰρ τὸ σκότος ἐπήνεγκε. κακοήθειαν δὲ κατηγορεῖ τοῦ Μειδίου. «τοιαύτην γὰρ ὥραν ἀπήντησεν ἐν ᾗ ἐδόκει ἀπαντᾶν καὶ μὴ ἀπαντᾶν, ἀπαντᾶν μέν, ἵνʼ ἔχῃ τοῦ διαιτητοῦ κατηγορεῖν ὅτι ἀπαντήσαντος ἐρήμην κατεδιῄτησε, μὴ ἀπαντᾶν δέ, ἵνα μὴ καταλαβὼν ἐμὲ προδήλως ἡττηθῇ.»
πρὸς τὸ τῶν ἀρχόντων οἴκημα ὅπου συλλέγονται οἱ ἄρχοντες, ἵνα, εἴ τις δέοιτο αὐτῶν, εὑρίσκωνται· ἔδει γὰρ τὴν διαιτηθεῖσαν δίκην ὑπογραφῆναι παρὰ τῶν ἀρχόντων. ἐκεῖ μὲν οὖν κατέλαβε τὸν διαιτητὴν ἤδη ἀναχωροῦντα. οὐκοῦν εἰ σκότους ὄντος τότε ἀνεχώρει, πρόδηλον ὅτι βραδέως κατεδιῄτησεν.
ὡς ἐγὼ τῶν παραγενομένων τινὸς τὴν σεμνότητα καὶ τὴν σωφροσύνην τὴν ἑαυτοῦ δείκνυσιν, ὅτι σκότους ὄντος οὐ παρῆν, ἀλλʼ οἴκοι διέτριβεν.
οἷός τʼ ἦν πείθειν αὐτὸν ἐπειρᾶτο καὶ ἐπεχείρει πείθειν αὐτοὺς κοινῇ μεταθεῖναι τὴν ψῆφον τὴν καταδικάσασαν καὶ ποιῆσαι αὐτὴν ἀποψήφισιν· τοῦτο γὰρ ἔστι τὸ μεταγράφειν τὴν ὑπογραφὴν τῆς διαιτήσεως.
ὡς δʼ ἐδυσχέραινον οὗτοι πολλὴν δικαιοσύνην τοῖς ἄρχουσιν ἐμαρτύρησεν, ὅτι ἐχαλέπαινον θέλοντος χρήμασιν αὐτοὺς τοῦ Μειδίου διαφθείρειν. «εἶτα οἱ μὲν ὀλίγοι πολλὰ χρήματα λαμβάνοντες οὐ προήκαντο· ὑμεῖς δὲ τοσοῦτοι τὸ πλῆθος ὄντες ὀλίγα λήψεσθε;» τοῦτο γὰρ βούλεται κατασκευάζειν.
καὶ οὐδετέρους ἔπειθεν οὔτε τὸν ἄρχοντα οὔτε τὸν Στράτωνα. ἔπαινον ποιεῖται τῆς γνώμης αὐτῶν, ὅτι οὐδὲ αὐτῆς ἠνείχοντο τῆς ἀκοῆς. ἀξίωμα δὲ περιέθηκεν ἴσον καὶ τὴν αὐτὴν δικαιοσύνην τῷ τε Στράτωνι καὶ τοῖς θεσμοθέταις.
ἀπειλήσας καὶ διαλοιδορηθεὶς ἀντὶ τοῦ «οὐδὲν εἶδος λοιδορίας ἀφείς». ὁ δὲ τοῖς ἄρχουσι τῆς πόλεως ἀπειλῶν καὶ λοιδορούμενος ἐφʼ οἷς θάνατος ὥρισται, πῶς ἂν ἐφείσατο τοῦ χορηγοῦ;
ἀπελθὼν τί ποιεῖ; θαυμάζει τὴν εὕρεσιν, ἐκπλήττεται τὴν ἐπίνοιαν· διὸ καὶ λέγει «θεάσασθαι τὴν κακοήθειαν», ἵνα καὶ ὑμεῖς θαυμάσητε.
τὴν μὲν δίαιταν ἀντιλαχὼν οὐκ ὤμοσεν ἔθος ἦν τοὺς καταδικασθέντας ἐρήμην, εἰ νομίζοιεν ἀδικεῖσθαι, ἀντιλαχεῖν πρὸς τοὺς ἄρχοντας, οἷον αἰτιάσασθαι τὴν κρίσιν καὶ φάσκειν ὡς αὖθις θέλουσι κρίνεσθαι. οἱ δὲ τοῦτο ποιοῦντες καὶ ὤμνυσαν, ἦ μὴν ἐπεξιέναι ταῖς ἀληθείαις. ἀντέλαχε μὲν οὖν ὁ Μειδίας καὶ ᾐτιάσατο, οὐ μὴν ὤμοσεν, ὑπόνοιαν ἐντεῦθεν παρέχων τῷ Στράτωνι ὡς οὐκ ἐπεξέρχεται. δέον γὰρ ὀμόσαι, εἴπερ ἐβούλετο ἐπεξελθεῖν, οὐκ ὤμοσεν, ἵνα νομίζων Στράτων, ὅτι ἐν μετεώρῳ ἐστὶ τὰ τῆς δίκης, μὴ παρασκευάσηται πρὸς αὐτήν· διὸ καὶ λέγει «κυρίαν εἴασε γενέσθαι τὴν ψῆφον» καὶ «ἀνώμοτος ἀπηνέχθη» φησί, δηλονότι παρὰ τοῖς ἄρχουσιν.
ἀλλʼ εἴασε καθʼ ἑαυτοῦ κυρίαν γενέσθαι σοφίζεται ἐνταῦθα. μὴ ὀμόσας γάρ, φησίν, ἐποίησε καθʼ ἑαυτοῦ κυρίαν τὴν δίαιταν. καίτοι φήσειεν ἂν ὁ Μειδίας ὅτι μὴ ὀμόσας μὲν ἐν μετεώρῳ τὴν δίαιταν εἴασε, καταγνωσθέντος δὲ αὐτοῦ παρὰ τῆς βουλῆς λέλυται καὶ τὰ τῆς διαίτης. ὁ δέ φησιν ὅτι «ἐκεῖνος οὐ θελήσας ὀμόσαι ἐν τούτῳ συνωμολόγησε καλῶς κεκρίσθαι τὴν δίαιταν».
φυλάξας τὴν τελευταίαν ἡμέραν ἔδει τοὺς τὰ κοινὰ διοικοῦντας εὐθύνας διδόναι τῶν πεπραγμένων. ἔθος δὲ ἦν ἐν ἡμέραις ῥηταῖς εἴς τινα τόπον συλλέγεσθαι τοὺς διαιτητάς, ἵνα ὁ βουλόμενος κατηγορεῖν αὐτῶν ὡς ἢ πρὸς χάριν ἢ διʼ ἔχθραν δικασάντων ἢ διὰ κέρδος ἑτοίμως ὑπακούσωσι καὶ ἀποκρίνωνται. ἐξιόντος δὲ τοῦ ἐνιαυτοῦ πρῶτον ἀπὸ τῶν διαιτητῶν ἤρχοντο· μικρότερα γὰρ ἦν τὰ ὑπʼ αὐτῶν διοικούμενα· ἦσαν γὰρ οἱ διαιτηταὶ μδʹ καθʼ ἑκάστην φυλήν. οὗτοι δὲ ἐν τῷ Σκιροφοριῶνι τὰς εὐθύνας ἐδίδοσαν, ὃς ἦν ἑνδέκατος μὴν παρʼ Ἀθηναίοις. Μειδίας οὖν κακούργως ἐφύλαξε τὴν τελευταίαν ἡμέραν τὴν τοῦ Σκιροφοριῶνος, ἥν τινες ἔνην καὶ νέαν, τινὲς δὲ νουμηνίαν ὀνομάζουσι, καὶ τότε ἧκεν. καὶ διὰ τοῦτο ἔνιοι τῶν διαιτητῶν οὐκ ἀπήντων ἐπὶ τὰς εὐθύνας, νομίζοντες ἐκβεβηκέναι τὸν μῆνα, ὅπερ ἔπαθε καὶ ὁ Στράτων. διὰ τοῦτο γὰρ αὐτὸν προλαβὼν ἀφελῆ καὶ ἀπράγμονα ἔφησεν, ἵνα ἀκόλουθον δόξῃ τὸ μὴ περιεργάζεσθαι τὸν τοιοῦτον μηδὲ ἀκριβῶς εἰδέναι πότε μὲν ἔνη καὶ νέα, πότε δὲ νουμηνία. οὐκοῦν διʼ ἀφέλειαν καὶ ἀπραγμοσύνην ἐδυστύχησεν.
πείσας τὸν πρυτανεύοντα δοῦναι ψῆφον ἵνα μὴ δόξῃ πάσης κατηγορεῖν τῆς βουλῆς, εἰς ἕνα, τὸν πρύτανιν, ἀνήγαγε τὴν μέμψιν. τί οὖν, εἰ κἀκεῖνος δικαίως ἐποίησεν; ὁ δὲ «πείσας» εἰπὼν δωροδοκίαν ᾐνίξατο. τὸ δὲ κατὰ τὸν πρύτανιν τοιοῦτον ἦν. ψῆφον ἐδίδου τοῖς βουλευταῖς λέγων «ὁ δεῖνα τῶν διαιτητῶν οὐκ ἀπήντησε καίτοι κατήγορον ἔχων· τί οὖν ὑμῖν δοκεῖ περὶ αὐτοῦ;» καὶ οὕτως οἱ βουλευταὶ κατεψηφίζοντο. εἰσὶ δὲ ἄρχοντες τῆς βουλῆς οἱ πρυτάνεις.
κλητῆρα οὐδʼ ὅντινʼ ἐπιγραψάμενος ὁ γὰρ διδοὺς τὴν γραφὴν προσέγραφεν ὅτι «κατηγορῶ τοῦδε καὶ προσκαλοῦμαι αὐτὸν διὰ τοῦ δεῖνος εἰς τὸ βουλευτήριον.» ἵνʼ οὖν μὴ ὁ Στράτων κατηγορήσῃ τοῦ κλητῆρος ὡς μὴ σημήναντος, διὰ τοῦτο οὐ προσέγραψε κλήτορα, βουλόμενος ἀπαράσκευον καὶ ἀφύλακτον λαβεῖν τὸν Στράτωνα.
καὶ νῦν εἷς Ἀθηναίων παθητικῶς ἅμα καὶ πικρῶς εἶπε· παθητικῶς μέν, ἵνα οἱ Ἀθηναῖοι τὸν Ἀθηναῖον ἐλεήσωσι, πικρῶς δέ, ὅτι ὁ Ἀθηναῖος ὑπὸ τοῦ βαρβάρου καὶ ὑποβολιμαίου Μειδίου ἠτίμωται.
καὶ καθάπαξ ἄτιμος γέγονεν ἀσαφὲς τὸ «καθάπαξ», ἔστι δὲ τοιοῦτο. τῶν ἀτιμουμένων οἱ μὲν τὸ τρίτον μέρος τοῦ σώματος ἠτιμοῦντο, οἱ δὲ τὰ δύο, οἱ δὲ ὁλόκληρον, οἳ οὐδενὸς μετεῖχον τῶν κοινῶν. τοῦτο οὖν ἐστι τὸ «καθάπαξ» ἀντὶ τοῦ «ὁλοκλήρως».
καὶ οὔτε λαχεῖν ἀδικηθέντα φθόνον αὐτῷ κινεῖ καὶ ὥσπερ τινὰ τύραννον διὰ τῶν ὀνομάτων δείκνυσιν.
οὔθʼ ὅλως τὴν αὐτὴν ὁδὸν βαδίζειν ἂν ἴδῃς κατὰ τὴν ἀγορὰν Μειδίαν, φεῦγε· οὐδὲ γὰρ οὐδὲ τὴν θέαν ἕξεις ἀζήμιον.
δεῖ δὴ τοῦτο τὸ πρᾶγμα ἐπεξεργάζεται μειζόνως, ἵνʼ αὐξήσας τοῦ Μειδίου τὴν ἀπόνοιαν εἰς ἔλεον ἀγάγῃ τοῦ Στράτωνος.
μεγάλην νὴ Δίʼ ὦφλε δίκην προσώπου πλάσις ὡς ὑπὲρ Μειδίου διαλεγομένου.
ἀλλὰ χιλίων ἡ δίκη μόνον ἦν δραχμῶν ψεύδη· πεντακοσίων γὰρ ἦν ἡ καταδίκη ἡ πολλή.
συνέβη δʼ ὑπερημέρῳ γενομένῳ ἵνα ἀδικήσῃ, ἀπέκρυψε τὴν κυρίαν, καὶ διὰ τοῦτο προέλαθεν ὑπερήμερος γενόμενος.
συνέβη ... γενομένῳ τοῦτο δὲ τὸ νόημα οὐκ ἀληθὲς εἶπε, διὸ καὶ τοῦτο τὸ μέρος ὠβέλισται παρὰ τῶν κριτικῶν καὶ ὡς ἀδιόρθωτον παραλέλειπται.
ἀλλʼ αὐθημερὸν μὲν ᾔσθετο εἰπὼν ὅτι λαθεῖν ληφθῇ ἐπήνεγκε τὴν λύσιν ὅτι «αὐθημερὸν ᾔσθετο ὅτι ἐνέστηκεν ἡ κυρία».
ἀλλὰ τὴν μὴ οὖσαν ἀντιλαχεῖν εἰ μὴ ἠβούλετο, φησίν, ἐκτῖσαι τὰς χιλίας, ὤφειλε πρὸς ἐμὲ τὴν μὴ οὖσαν ἀντιλαχεῖν, τουτέστιν ἀνάδικον μὲν ποιῆσαι τὴν δίαιταν, πρὸς ἐμὲ δὲ τὸν κύριον τοῦ πράγματος δικάσασθαι. ἐκαλεῖτο δὲ «μὴ οὖσα δίκη» ἡ ἀνάδικος ἢ ὅτι πρότερον δοκοῦσα εἶναι καὶ κεκυρῶσθαι ὕστερον εἰς τὸ μὴ εἶναι περιίστατο. ἔστιν οὖν «μὴ οὖσα» ὄνομα δίκης, ἐν οἷς τις ἐξ ὑπαρχῆς ἐθέλει δικάσασθαι, τὴν ἐνεχθεῖσαν κατʼ αὐτοῦ πρότερον ψῆφον ἀναιρῶν.
μὴ οὖσα ἡ ἀνάδικος.
ἀλλʼ ἵνα μὴ Μειδίας τὴν ὑπερηφανίαν σημαίνει τούτου.
ἀτίμητον ἀγωνίσηται ἄλλη ἀπολογία ὑπὲρ τοῦ Στράτωνος, ὅτι οὐκ αὐτὸς ὥρισε τὴν καταδίκην, ἀλλʼ ὁ νόμος εἶχεν αὐτήν. ἀτίμητον γὰρ καλοῦσιν, ἣν οὐχ ὁ δικαστὴς τιμᾷ, ἀλλʼ ἐγγέγραπται τοῖς νόμοις.
καὶ εἰ μὲν ἠδίκηκεν ἵνα μὴ εἴποι ὅτι τῆς ἐπιβουλῆς φανερᾶς οὔσης ἀπαντᾶν οὐκ ἠβουλήθη.
καὶ τοῦτʼ ἐχαρίσασθε αὐτῷ φαίνεται γὰρ αὐτὸς τὸ πᾶν συσκευάσας.
τὴν καταδίκην ἐκτέτικεν εἰκότως οὐκ ἐδίδου λέγων ὅτι συνεχωρήθη αὐτὰ ὑπὸ τοῦ Στράτωνος. ὁ δὲ ῥήτωρ βούλεται ἀτιμῶσαι τὸν διαιτητήν, οὐχ ὅτι κακῶς ἔκρινεν, ἀλλʼ ὅτι κρινόμενος οὐκ ἀπήντησεν. οὐδὲν οὖν κωλύει κυρίαν εἶναι τὴν δίαιταν καὶ αὐτὸς ἐπίτιμος ἔμεινεν.
οὐδὲ χαλκοῦν ὀβολόν.
ἀλλὰ δίκην ἐξούλης ὑπομένει τοῦ Μειδίου μηδὲ τὴν καταδίκην κυρίαν λέγοντος ὁ ῥήτωρ ὑφαρπάζων φησίν «ἔτι βούλεται περὶ ἐξούλης δικάσασθαι».
οὐκοῦν ὁ μὲν ἠτίμωται καὶ παραπόλωλεν ἐπειδὴ τοῖς ἀπολωλόσιν οὐχ οἷόν τε μετεῖναι τῶν ἐν τῷ βίῳ καλῶν, οἱ δὲ ἄτιμοι τῆς τῶν κοινῶν ἀπολαύσεως οὐ μετεῖχον, διὰ τοῦτο εἶπε «παραπόλωλε», τουτέστι παρέοικε τοῖς ἀπολωλόσιν, ἢ ἀντὶ τοῦ «εὐθὺς ἀπέθανε ζηλωτόν γε μηδὲν ἔχων τῶν ζώντων».
κάλει μοι τούτων τοὺς μάρτυρας τῶν εἰρημένων ἁπάντων, ὅτι ᾔδει τὴν κυρίαν καὶ ὅτι τὰς πεντήκοντα δραχμὰς ἐδίδου τοῖς ἄρχουσιν.
καταβραβευθέντα οὐδαμοῦ ἀλλαχοῦ εὕρηται παρὰ τῷ Δημοσθένει.
καὶ τὸν τῶν διαιτητῶν ἀνάγνωθι νόμον ὅτι μένειν ἄχρι τῆς ἑσπέρας ὀφείλει ὁ διαιτητής, μὴ φανέντος δὲ τοῦ φεύγοντος καταδικάζειν ἣν ὁ νόμος βούλεται καταδίκην. τοὺς μὲν οὖν μάρτυρας ἀπαιτεῖ τοῦ καὶ εἰδέναι τὴν κυρίαν τὸν Μειδίαν καὶ τοῦ παρακαλεῖν τοὺς ἄρχοντας λαβεῖν τὰς πεντήκοντα δραχμὰς καὶ τοὺς ὅρκους αὐτὸν ἀπαιτῆσαι πρὸς τοὺς ἄρχοντας καὶ τῶν τοιούτων, τὸν δὲ νόμον ἀναγινώσκει τῶν διαιτητῶν, ἵνα δείξῃ τοῖς δικάζουσιν, ὅτι τὸ ἐκ τῶν νόμων τίμημα κατεδίκασεν ὁ Στράτων καὶ ὅτι κατὰ τοὺς νόμους ἐποίησεν ἐρήμην αὐτοῦ καταψηφισάμενος.
κάλει δὲ καὶ τὸν Στράτωνα φιλάνθρωπος ὁ Δημοσθένης καὶ τοῖς ἀτυχοῦσιν, ἐπειδὰν εὕρῃ καιρόν, πειρᾶται βοηθεῖν, ὡς καὶ ὑπὲρ Τιμάρχου πολλοὺς ἐποιήσατο λόγους ἐν τῷ κατʼ Αἰσχίνου καὶ νῦν ὑπὲρ Στράτωνος, ἐπειδὴ καὶ δοκοῦσιν ἀμφότεροι διʼ αὐτὸν ταύταις περιπεπτωκέναι ταῖς συμφοραῖς. ὅτε οὖν ἱκανῶς ἀπελογήσατο, βούλεται καὶ οἶκτον αὐτῷ κινῆσαι παρὰ τοῖς δικασταῖς. ἴσως γὰρ οἱ δικασταὶ καὶ ὅτι οὐδὲν ἀδικεῖ πεισθέντες καὶ πρὸς τὸ πάθος ἐλεήσαντες ἀποδώσουσιν αὐτῷ τὴν ἐπιτιμίαν. ἐν ταὐτῷ δὲ κίνησιν καὶ ὀργὴν κατὰ τοῦ Μειδίου ποιεῖ. τί οὖν ἐποίησε; βούλεται εἰσάγειν ὡς ἐπὶ σκηνῆς τὸ πρόσωπον τοῦ παθόντος. αἱ γὰρ ὄψεις τῶν δυστυχῶν ἐξεκαλοῦντο μᾶλλον ἢ οἱ τῶν ῥητόρων λόγοι. ὑπέμνησε δὲ διὰ τοῦ ὀνόματος τὴν συμφοράν.
τὸν τὰ τοιαῦτα πεπονθότα οἷα ἠκούσατε. προδιατέθεικε δὲ ταῖς αὐξήσεσι τὸν ἀκροατήν, ἵνα μᾶλλον γένηται περιπαθὴς ὡς δεινοῦ πράγματος μέλλων γίγνεσθαι θεατής.
ἑστάναι γὰρ ἐξέσται δήπουθεν αὐτῷ ἀντιπῖπτον ἔλυσε· κελεύει οὖν τὸν Στράτωνα εἰς δικαστήριον παρεῖναι καὶ μετέχειν ὧν οἱ νόμοι κεκωλύκασιν. φησὶν οὖν «σιγάτω μὲν διὰ τὸν νόμον, τῆς στάσεως δὲ αὐτῷ μετέχειν ἔξεστιν». οὐ γὰρ δὴ καὶ τούτου Μειδίας αὐτὸν ἀφαιρήσεται. οὐκοῦν ὥσπερ ἄφωνον πρόσωπον ἐπὶ σκηνῆς βούλεται τὸ σχῆμα τὸν ἄνθρωπον μόνον δεικνύναι τοῦ πάθους· δῆλον γὰρ ὅτι ὠφεληθήσεται τὰ μέγιστα. τίς μὲν γὰρ συγγενὴς θεασάμενος οὐκ ἐλεήσει τὸν συγγενῆ; τίς δὲ πολίτης τὸν πολίτην; τίς δὲ πρεσβύτης τὸν πρεσβύτην; τίς δὲ δημότης τὸν συνεκκλησιάσαντα; ὠβέλισται δὲ καὶ ταῦτα· οὐδὲ ἐπιβῆναι γὰρ τοῖς τοιούτοις ἐφεῖται.
πένης μὲν ἴσως ἐστὶν ὑποκριτοῦ χρείαν ἔσχεν ἄφωνον πρόσωπον μιμούμενος. τοιαύτην δὲ τύχην αὐτοῦ κατηγόρησεν, ἧς καὶ οἱ δικασταὶ κοινωνοῦσιν. δῆλον γὰρ ὅτι οἱ πένητες τὸν πένητα ἐλεήσουσιν.
οὐ πονηρὸς δέ γε συμμίγνυσι τῷ πάθει τὴν ἀπολογίαν· εἰ γὰρ χρηστὸς ὢν δεινὰ πέπονθεν, οἴκτου καὶ συγγνώμης ἄξιος.
πολίτης ὢν ἐπειδὴ Μειδίας ὑποβολιμαῖος καὶ βάρβαρος, τοὺς πολίτας ἐκκαλεῖται τὸν πολίτην ἐλεεῖν.
ἐστρατευμένος ἁπάσας οὐκοῦν τὴν ἐπιβάλλουσαν πένησι λειτουργίαν ἐπλήρωσε· λειτουργία δὲ πένητος ἡ διὰ τοῦ σώματος εἰσφορά.
περὶ στρατείας.
ἁπάσας τὰς ἐν ἡλικίᾳ στρατείας πρεσβύτης ὢν τοῖς πονηροῖς ταὐτὰ πέπονθε καὶ παρὰ τοιαύτην ἡλικίαν, ἐν ᾗ καὶ τοὺς ὄντως ἀδικοῦντας αἰδεῖσθαι πεφύκαμεν. εἶτα καὶ εἰς τὰς στρατείας ἐπῄνεσε τὸν Στράτωνα, διότι μέλλει μετʼ ὀλίγον καὶ εἰς δειλίαν καὶ εἰς ἀστρατείαν σκώπτειν τὸν Μειδίαν.
καὶ δεινὸν οὐδὲν εἰργασμένος ἐν τῇ καθόλου ἀναιρέσει καὶ τὸ παρὸν ἔδειξεν, ὅτι οὐδὲ περὶ τὴν δίαιταν οὐδὲν δεινὸν ἐποίησεν.
ἕστηκε νυνὶ σιωπῇ τοῦτο τοῖς δυστυχοῦσιν εἰς ἔλεον.
καὶ οὐδʼ εἰ δίκαια ἢ ἄδικα πέπονθε δοκεῖ μὲν ἀμφιβόλως εἰρηκέναι διότι κατέγνωσται, τὸ δὲ ἀληθὲς αἰνίττεται ὡς, εἴπερ ἐξῆν αὐτῷ ἀπολογήσασθαι, ἔδειξεν ἂν ἑαυτὸν ἀδίκως κατεγνωσμένον. καὶ οὐδεμίαν μὲν ἀπολογίαν ἀπολέλοιπεν ὑπὲρ τοῦ Στράτωνος, ὡς πολλῷ ἐξευρεῖν ὁ Στράτων ἂν ἠδυνήθη δοθείσης ἀδείας αὐτῷ τοῦ λέγειν. ὅμως δέ, ἐπειδήπερ οἶδεν ὅτι οὐ δυνατόν ἐστιν αὐτῷ φθέγξασθαι, θαρρεῖ καὶ τὰς ὑπερβολὰς τῶν δικαίων αὐτῷ δίδωσιν.
καὶ ταῦτα πέπονθεν ὑπὸ Μειδίου τίνος; τοῦ ὑποβολιμαίου, τοῦ ἀστρατεύτου.
καὶ τοῦ Μειδίου πλούτου φθόνον αὐτῷ συνάγει διὰ τῆς ὑπομνήσεως τοῦ πλούτου· μισοῦσι γὰρ τοὺς τοιούτους οἱ δημόται διὰ τὴν πενίαν.
παρὰ σημείωσαι, ἡ «παρὰ» ἀντὶ τῆς «διά».
καὶ τὸ τῶν πολλῶν εἷς εἶναι συγκρούει πρὸς τοὺς δικαστὰς τὸν Μειδίαν καὶ εἰς φόβον αὐτοὺς καθίστησιν. «εἰ γὰρ Στράτων διὰ τὴν πενίαν ἠτιμώθη καὶ ὑμεῖς πένητες, καὶ εἰς ὑμᾶς ὁρμήσει. καὶ ταῦτα πέπονθε διὰ τὸ εἶναι τῶν πολλῶν εἷς, ἐλεύσεται δὲ καὶ ἐφʼ ὑμᾶς τὸ δεινόν.» διʼ ὧν τυραννίδα αὐτοῖς αἰνίττεται τὴν Μειδίου.
καὶ εἰ μὲν παραβὰς τοὺς νόμους μισθὸν δικαιοσύνης ἀτιμίαν ἐκομίσατο. καὶ οἱ μὲν ἄλλοι παραβαίνοντες τοὺς νόμους κολάζονται, Στράτων δὲ πεισθεὶς τοῖς νόμοις ἠτιμώθη.
καὶ τηλικαύτῃ συμφορᾷ περιπέπτωκεν ὑπὸ τούτου Μειδίας οὖν ἐστιν ὁ ἀτιμώσας. οὐκοῦν ἐὰν εἰς τὴν ἀρχαίαν τύχην αὐτὸν ἐπαναγάγητε, οὐ τὴν ψῆφον τῆς βουλῆς ἀκυρώσετε, ἀλλʼ ἑνὸς ἀνδρὸς Μειδίου τὴν βουλὴν ἀνατρέψετε.
εἶθʼ ὑμεῖς τὸν οὕτως ὠμόν ἱκανὸν ἔλεον συνάξας τῷ Στράτωνι βούλεται καὶ τὸν Μειδίου ἔλεον ἐκβαλεῖν. αἰτιῶνται δέ τινες τὸν ῥήτορα, ὅτι δεύτερον ἐχρήσατο τῇ τοῦ ἐλέου ἐκβολῇ. κέχρηται γὰρ αὐτῇ καὶ πρὸς τοῖς ἐπιλόγοις, ἐν οἷς σύγκρισιν ἔχει τοῦ Μειδίου πρὸς αὐτὸν Δημοσθένην. τὰ γὰρ ἐκείνου παιδία τῇ ἑαυτοῦ ἀπαιδίᾳ ἀντιτίθησι καὶ τὰ ἐκείνου δάκρυα οἷς αὐτὸς πέπονθε. νυνὶ δὲ οὐ πρὸς ἑαυτὸν ποιεῖται τὴν σύγκρισιν, ἀλλὰ πρὸς Στράτωνα καὶ τὰ ἐκείνου παιδία. οὐδὲν οὖν κωλύει καὶ δεύτερον χρῆσθαι τῇ τοῦ ἐλέου ἐκβολῇ, ἐπειδὰν μέλλῃ τις ἐπὶ διαφόρων αὐτῇ προσώπων κεχρῆσθαι.
ἐλέου ἐκβολή.
ὧν αὐτὸς ἠδικῆσθαί φησι μόνον· οὐ γὰρ ἠδίκητό γε δοκεῖ μὲν καταδεδικάσθαι χιλίων δραχμῶν, τῷ δὲ μηδὲν ἐκτῖσαι φαίνεται μηδὲν ἠδικημένος.
καὶ μήτε ἑορτῆς ἐν τῷ καθόλου ἐκφέρων παραλαμβάνει καὶ τὸ καθʼ αὑτόν.
τὸ γὰρ χρημάτων πολλῶν πάλιν ἐνταῦθα τὸν τύραννον ὑποβάλλει· τίνα γὰρ μᾶλλον εἰκὸς γενήσεσθαι τύραννον ἢ τὸν ἔχοντα χρήματα πολλά, θρασὺν δὲ ὄντα καὶ βδελυρόν;
ἐλεῆσαι νὴ Δία δοκεῖ νῦν ὥσπερ ἀνδρικῶς ἐπὶ τοῦ Στράτωνος ἀντεξετάζειν τὸν ἔλεον.
ὁρῶν τὰ τοῦδε οὐκ ἐλεηθέντα πρόδηλον ὅτι οὐ πρὸς ἑαυτὸν νῦν τὴν τοῦ ἐλέου ποιεῖται ἐκβολήν, ἀλλὰ πρὸς Στράτωνα καὶ τὰ τούτου παιδία.
χωρὶς τῶν ἄλλων κακῶν ὁ νοῦς οὗτος· ἡ συμφορὰ τοῦ Στράτωνος — τουτέστιν ἡ ἀτιμία — χωρὶς τῶν ἄλλων κακῶν — λέγει δὲ τῆς πενίας — ἀπορίαν ἐπιδέχεται. οὐ γάρ ἐστιν ἐξ ὀφλήματος ἄτιμος, ἵνα δανεισάμενοι ἢ μισθώσαντες αὑτοὺς καταθῶσι τὸ χρέος καὶ ποιήσωσιν ἐπίτιμον.
οὐ γάρ ἐστιν ὄφλημα εἰ μὲν ἐξῆν χρήματα καταθέντα ἀπαλλάξαι τῆς ἀτιμίας τὸν ἄνθρωπον, οὐκ ἂν ὤκνησε καταβαλεῖν. μετήνεγκε δὲ τὸν λόγον ἐπὶ τοὺς παῖδας τοῦ Στράτωνος, ἵνα μᾶλλον ἐλεεινότερον φανῇ, ὅτι καίτοι πένητος παῖδες ὄντες οὐκ ἐφείσαντο καταβαλεῖν. οὐκοῦν ἐπειδὴ οὐχ οἷόν τε χρήματα δόντα ἐπαναγαγεῖν εἰς τὴν ἀρχαίαν τύχην τὸν ἄνθρωπον, ὑμέτερον λοιπὸν ἐλεήσαντας ἀφεῖναι.
καὶ διʼ ἃ ταῦτα ποιεῖ χρήματα ἀφαιρεθῆναι τὸ μὲν ῥητὸν ἀσαφές, ἔστι δὲ τοιοῦτον. ἐὰν Μειδίαν ἀπολύσητε τοιαῦτα πράξαντα, τίς πώποτε ἄλλος ἀφαιρεθήσεται χρημάτων ὑφʼ ὑμῶν διʼ ἃ πλημμελεῖ; πάντες γὰρ οἱ πλούσιοι τοῖς χρήμασιν ἐπαιρόμενοι πλημμελοῦσιν. εἰ γὰρ Μειδίαν τὸν ὑπερβαλλόμενον πάντας οὐκ ἀφαιρήσεσθε τῶν χρημάτων, τίνος ἄλλου ἀδικοῦντος ἀφαιρήσεσθε χρήματα διʼ ἃ καὶ θρασύνεται;
οὐδεὶς γάρ ἐστι δίκαιος καθόλου τὴν γνώμην εἰσενεγκὼν δείκνυσιν, ὅτι οὐ διὰ τὴν ἔχθραν τὴν πρὸς Μειδίαν κωλύει τὸν ἔλεον, ἀλλὰ διʼ αὐτὸ τὸ δίκαιον.
ἐγὼ γὰρ οἶμαι πάντας ἀνθρώπους σημείωσαι, οἱ ἐπίλογοι τοῦ κατὰ τὸν Στράτωνα διηγήματος.
ἐγὼ ... ἀνθρώπους οὗτοί εἰσιν οἱ ἐπίλογοι τοῦ κατὰ τὸν Στράτωνα διηγήματος, ἐν οἷς ἐκβάλλει τὸν ἔλεον τοῦ Μειδίου· τηλικούτου γὰρ ὄντος τοῦ διηγήματος εὗρε καιρὸν καὶ τῇ τοῦ ἐλέου ἐκβολῇ χρήσασθαι. καθόλου γὰρ ἐν παντὶ παθητικῷ ζητήματι, καὶ μάλιστα ἐὰν ἴσον ᾖ τὸ κρινόμενον καὶ τὸ πρόσωπον τὸ φεῦγον, χρηστέον τῇ τοῦ ἐλέου ἐκβολῇ. οὐ δεῖ δὲ θαυμάζειν εἰ τοῖς αὐτοῖς ῥήμασι καὶ ἐν τῇ ἄλλῃ τοῦ ἐλέου ἐκβολῇ ἐχρήσατο. σύνηθες γὰρ τοῦτο ποιεῖν τοῖς παλαιοῖς, καὶ αὐτὸς δὲ πεποίηκεν αὐτὸ καὶ ἐν τοῖς Φιλιππικοῖς καὶ ἐν τῷ κατὰ Τιμοκράτους, καὶ Ἰσοκράτης ὁμοίως ἔν τε τῷ Παναθηναϊκῷ καὶ ἐν τῷ περὶ ἀντιδόσεως.
ἔρανον παρὰ πάνθʼ ὅσα πράττουσιν οὐ τοῦτον μόνον ὃν συλλέγουσι καὶ ὧν πληρωταὶ γίγνονταί τινες, ἀλλὰ καὶ ἄλλων.
οἷον ἐγώ τις οὑτοσὶ μέτριος χαρακτῆρα βίου σώφρονος καὶ ὀρθοτάτου ἑαυτὸν ὑποτίθεται, Μειδίαν δὲ τοὐναντίον.
ἡγοῦμαι μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι μέλλων ἐφʼ ἕτερα μέρη μεταβαίνειν τῆς παρεκβάσεως, λέγω δὲ τό τε λειποτάξιον καὶ τὴν ἐφʼ αἵματι γραφήν, προοιμίῳ κέχρηται αὔξησιν περιέχοντι τῶν τε λεχθέντων καὶ τῶν ῥηθησομένων.
ἡγοῦμαι ... Ἀθηναῖοι μέλλων ἐφʼ ἕτερα μέρη μεταβαίνειν τῆς παρεκβάσεως προοιμίῳ κέχρηται συνήθως, ὅπερ αὔξησιν ἔχει τῶν τε ἤδη λεχθέντων καὶ τῶν ῥηθησομένων. καὶ γὰρ ἐπὶ τοῖς φθάσασιν ἄξιος μεγίστης ὀργῆς καὶ τὰ μέλλοντα λέγεσθαι χαλεπώτερα τῶν λεχθέντων. ἔστι δὲ ταῦτα τό τε λειποτάξιον καὶ ἡ ἐφʼ αἵματι γραφή. πέπρακται δὲ ταῦτα μετὰ τὴν ὕβριν τὴν ἐν τοῖς Διονυσίοις· οὐκοῦν συνῆψε τῇ παρεκβάσει τὰ πεντεκαίδεκα ὅλοις ἔτεσιν ἀφεστῶτα. τὰ μὲν γὰρ κατὰ Στράτωνα παιδὸς ὄντος τοῦ ῥήτορος πέπρακται, τὰ δὲ μετὰ τὴν ἑορτὴν δύο καὶ τριάκοντα ὄντος ἐτῶν. δέδωκε δὲ ἡμῖν ἐν τούτοις καθολικὸν θεώρημα, συνάπτειν τὰ ὁμοιογενῆ, κἂν τοῖς χρόνοις διεστήκῃ· ὄντων γὰρ ἐξαγωνίων καὶ τούτων κἀκείνων καὶ πάντων τῶν ἐν τῇ παρεκβάσει κειμένων, πάντα συνάγων εἰς ἓν χωρίον ἔταξε.
τοσαύτην ἀφθονίαν οὗτος πεποίηκε σφόδρα τεχνικὸν καὶ βίαιον τὸ ἐπʼ ἐγκλήμασιν ἀπολογούμενον περιτρέπειν ταῦτα εἰς κατηγορίαν. ἔστι δὲ τὸ ἔγκλημα τὸ λυποῦν αὐτὸν ἡ φήμη τοῦ φόνου. δοκεῖ γὰρ Ἀρίσταρχος παρὰ τοῦ Δημοσθένους ἀναπεισθεὶς ἀνῃρηκέναι τὸν Νικόδημον· ἦν γὰρ οὗτος τῶν περὶ τὸν Εὔβουλον ἐσπουδακότων. εἰκὸς δὲ ἦν τοὺς συναγωνιζομένους τοῖς ἐχθροῖς περικόπτειν τὸν ῥήτορα. δεδοικὼς οὖν τὴν φήμην οὔτε φανερῶς ἀπελογήσατο μηδενὸς κατηγοροῦντος — εὔηθες γάρ — οὔτε μὴν εἴασεν ἁπλῶς· οὐ γὰρ ἀνδρὸς πολιτικοῦ περιορᾶν ἑαυτὸν ἀδοξοῦντα. τί οὖν πεποίηκεν; εὗρε τὸν παρόντα καιρόν, ἐν ᾧ σχηματίζεται καὶ τῆς κατηγορίας ἀποτρίψασθαι τὴν φήμην, καὶ παρατίθησι τῷ Μειδίᾳ τὴν αἰτίαν. εἰκὸς γὰρ τὸν ἐν πολλοῖς ἐπιβουλεύοντα καὶ ἄνωθεν ὄντα δυσμενῆ καὶ τοιαύτας ἤδη φήμας κατὰ τοῦ ἐχθροῦ κατασκευάζειν. λοιπὸν οὖν ἐν τῷ ἀπολογεῖσθαι κατηγορεῖ. τοῦτο γὰρ ἴδιον τῆς Δημοσθένους δεινότητος καὶ τὰς ἀπολογίας εἰς κατηγορίας περιτρέπειν καὶ αὖθις κατηγοροῦντα μηδὲν ἧττον ἀπολογεῖσθαι.
ὅτι μὲν δὴ λιποταξίου γραφὴν δευτέρα κατηγορία κατὰ Δημοσθένους ὑπὸ Μειδίου.
ὅτι ... γραφὴν προκαλύμματι κέχρηται τοῦ φόνου τοῖς κατʼ Εὐκτήμονα πράγμασιν, ἵνα μὴ δόξῃ ἐσπουδασμένως πρὸς ἐκεῖνο χωρεῖν, καὶ εἴληφε πρᾶγμα ὁμολογούμενον, ἵνα καὶ ἐπὶ τῶν ἀμφισβητουμένων ἀξιόπιστος δόξῃ. διὸ καὶ ἐν παραλείψεως εἴδει τὴν εἰσαγωγὴν πεποίηται. ὅτι μὲν οὖν Εὐκτήμων ἐγράψατο Δημοσθένην λειποταξίου, τοῦτο εὔδηλον, ἀλλʼ ὅμως οὐκ ἀξιόπιστον τὸ τοιοῦτο λέγειν περὶ ἐχθροῦ.
καὶ τὸν τοῦτο ποιήσοντα ἐμισθώσατο συνήθειαν κατασκευάζει τῷ Μειδίᾳ τοῦ διαφθείρειν, ἵνʼ ἐπειδὰν μέλλῃ λέγειν ὅτι χρήματα ἐδίδου τοῖς τοῦ τετελευτηκότος οἰκείοις, μηδεὶς ἀπιστήσῃ, προειδὼς ὅτι τοιοῦτος ὁ Μειδίας καὶ αὐτὸς τοῦτο εἶπεν, ὅτι καὶ τοῖς ἄρχουσι πεντήκοντα ἐδίδου.
καὶ λίαν εὐχερῆ, τὸν κονιορτὸν ἀντιπῖπτον ἔλυσεν ὅτι «πότʼ ἂν εἵλετο Εὐκτήμων ψευδῆ γραφὴν ἐνστήσασθαι προδήλου πᾶσιν ὄντος ὅτι τοῖς ἡττηθεῖσιν ἀτιμία πρόσκειται, εἰ μὴ ἦν λίαν εὐχερής;» καὶ ὁ κονιορτὸς διὰ τοῦτο κέκληται, οἱονεὶ ὁ ῥᾳδίως πειθόμενος· οὕτω γὰρ καὶ ἡ κόνις εὐκόλως ὑπὸ τοῦ ἀνέμου ῥιπίζεται.
καὶ γὰρ οὔτʼ ἀνεκρίνετο οὐκ ἐτόλμησε προσελθὼν ὑπὸ τῶν ἀρχόντων ἀνακριθῆναι δηλονότι κατεγνωκὼς ἑαυτοῦ. διὸ καὶ εἰκότως προσέθηκεν «ὁ συκοφάντης». ὑφʼ ἓν ἀναγνωστέον «ἀνεκρίνετο»· ἔστι γὰρ ἀνάκρισις τὸ τοιοῦτον. ὅτε τις ἀπωθεῖται γραφήν, ἀνακρίνεται πρὸ τοῦ δικαστηρίου παρὰ τοῖς ἄρχουσι εἰ ἐπέξεισιν, εἰ μάρτυρας ἔχει, εἰ χρῄζει τοῦ παρεῖναί τινα, ἵνα πάντων εὐτρεπισθέντων εἰσέλθῃ εἰς τὸ δικαστήριον. ὁ δὲ μὴ ἀπαντῶν ἐπὶ τὴν ἀνάκρισιν ἐγίγνετο ἄτιμος.
πλὴν ἵνʼ ἐκκέοιτο προτεθείη καὶ πᾶσι βλέποιτο.
πρὸ τῶν ἐπωνύμων ἐπώνυμοι οἱ ἐκ τῶν φυλῶν τὰς ἐπωνυμίας ἔχοντες.
ὅτι Μειδίου μισθωσαμένου ἵνα μὲν πολλὴν εὐχέρειαν καὶ ἄνοιαν δείξῃ τοῦ Εὐκτήμονος, φησὶν ὅτι ἡδέως ἂν καὶ προσέγραψε τῇ γραφῇ ὅτι «Μειδίας ἐμισθώσατο». ἵνα δὲ φύγῃ τὸ ἀπίθανον τοῦ νοήματος, προσέθηκεν εἰπὼν «εἴ πως ἐνῆν»· πρόδηλον γὰρ ὅτι οὐδὲ ὁ πάντων εὐηθέστατος τοῦτʼ ἂν ἐποίησεν.
ἐφʼ ᾗ γὰρ κἀκεῖνος ἠτίμωκεν αὑτὸν ἐφʼ ᾗ δίκῃ. καίτοι εἰ μήτε ἐκρίθη μήτε εἰσῆλθεν εἰς τὸ δικαστήριον, φαίνεται μηδὲ ἁψάμενος τοῦ πράγματος. οὐκοῦν οὐκ ἠτιμοῦτο μηδὲ τὴν ἀρχὴν εἰσελθών. ὁ δὲ σοφιστικῶς συνήγαγεν· «ὁ μὴ ἐλέγξας ἐν δικαστηρίοις ἀτιμοῦται· οὗτος δὲ μὴ ἐπεξελθὼν ἑαυτοῦ κατέγνω· κυριώτερα δὲ ἅ τις αὐτὸς περὶ ἑαυτοῦ βεβαιοῖ τῆς ἔξωθεν καὶ παρʼ ἄλλων καταγνώσεως· αὐτὸς γὰρ ἑαυτὸν ἠτίμωκεν.» καὶ τοῦτο λέγει οὐχ ὅτι «τῆς παρρησίας καὶ τῶν κοινῶν ἀπεστέρητο Εὐκτήμων», ἀλλʼ ὅτι «κατὰ τὴν ἐκείνου ψῆφον περὶ αὑτοῦ πάντων ἐστέρηται». κατέγνω γὰρ ἀτιμίαν ἑαυτοῦ μὴ ἐπεξελθών. καὶ ἔστι τοῦτο παραπλήσιον τῷ προοιμίῳ τῷ κατʼ Ἀνδροτίωνος· «ὅπερ Εὐκτήμων, ὦ Ἀθηναῖοι, παθὼν κακῶς ὑπὸ Ἀνδροτίωνος»· καὶ ἐκεῖ φαίνεται μᾶλλον παθὼν ὁ Ἀνδροτίων ἢ ποιήσας. εἰ γὰρ κατηγορήσας τοῦ ψηφίσματος τοῦ Εὐκτήμονος ἡττήθη, πρόδηλον ὅτι κατέβαλε τὰς χιλίας, ἀλλʼ ὅμως φησίν· «ὅπερ Εὐκτήμων ἔπαθε κακῶς», τὴν προαίρεσιν λέγων τοῦ Ἀνδροτίωνος ὅτι «ὅσον ἐπʼ ἐκείνῳ κακῶς ἐποίησεν, εἴπερ ἐνίκησε τὴν γραφήν».
οὐδεμιᾶς ἔγωγʼ ἔτι προσδέομαι δίκης ὥσπερ ἀντιπῖπτον ἔλυσε «τί οὖν οὐ κατηγορεῖς τοῦ Εὐκτήμονος, εἴπερ ψεῦδος ἐγράφετο;» ὁ δέ φησιν ὅτι «οὐ δέομαι γὰρ ἔτι δίκης ἀτιμωθέντος ἐκείνου». καὶ ἄτιμον καλεῖ τὸν μὴ ἐπίτιμον, πρὸς τὴν γνώμην ἀφορῶν τοῦ Εὐκτήμονος.
ἀλλʼ ἱκανὴν ἔχω μὴ λαβὼν εἰληφέναι φησίν. ἀρκεῖ γὰρ αὐτῷ πρὸς τιμωρίαν Εὐκτήμων ἑαυτοῦ κατηγορῶν.
ἀλλʼ ὃ καὶ δεινόν, ὦ ἄνδρες τοῦτο ἦν ἐφʼ οὗ παρεῖχεν ἐκ πολλοῦ τὴν σπουδὴν καὶ διὸ τοῖς προκαλύμμασιν ἐχρήσατο· ἐντεῦθεν λοιπὸν ἐρρωμένως αὐτοῦ πεποίηται τὴν εἰσαγωγήν· «δεινὸν καὶ οὐκ ἀδίκημα μόνον, ἀλλὰ καὶ ἀσέβημα.» καὶ ἀσέβειαν ὀνειδίζει τῷ Μειδίᾳ τῷ κατασκευάσαι τὴν φήμην. οὐκοῦν εἰ ἀσεβὴς ὁ περὶ τοιούτων ψευδόμενος, πολλῷ μᾶλλον ὁ κοινωνήσας. πῶς οὖν ὁ ἀσέβειαν ἑτέροις ἐγκαλῶν αὐτὸς ἀνεδέξατο τὸ ἔγκλημα;
τῷ γὰρ ἀθλίῳ καὶ ταλαιπώρῳ εἰσβάλλει λοιπὸν εἰς τὰ κατὰ τὸν Ἀρίσταρχον τὸν ἑταῖρον αὐτοῦ καὶ μαθητήν. ἦν δὲ τὸ πρᾶγμα τοιοῦτον. Νικόδημός τις ἀπὸ δήμου Ἀφιδναῖος ἐκκοπεὶς τοὺς ὀφθαλμοὺς εὑρέθη νεκρός, Εὐβούλου τοῦ πολιτευομένου ὢν εἰς τὰ μάλιστα φίλος. ἐπεὶ οὖν ἐπολέμει τῷ ῥήτορι καὶ οὗτος ἐκείνῳ ἐκ πολιτείας, ὑπωπτεύθη ὡς πείσας νέον ὄντα τὸν Ἀρίσταρχον ἐπιθέσθαι τῷ Νικοδήμῳ καὶ διαφθεῖραι. φοβηθεὶς μὲν δὴ τὴν ὑπόνοιαν ὁ Ἀρίσταρχος ἔφυγε. διεβάλλετο δὲ ὁ ῥήτωρ ὑπέρ τε ἑαυτοῦ καὶ τοῦ Ἀριστάρχου, καὶ ἔστι τόπος προκατασκευαζομένου στοχασμοῦ. ἐλευθεροῖ γὰρ ὁ ῥήτωρ πρότερον τὸν Ἀρίσταρχον, ᾧ αἰτίαν ἔχει συνειδέναι. ὀδύρεται δὲ τῆς τύχης τὸν Ἀρίσταρχον, ὅτι τοιαύτην εἶχε φήμην. τὸ δὲ ἀληθὲς τὸ καθʼ ἑαυτὸν ἀποκρούεται· ἵνα μὲν γὰρ μὴ αὐτὸς ὑποπτεύηται, τῷ Ἀριστάρχῳ τὸ ἔγκλημα περιτίθησιν· αἱρετώτερον γὰρ ἕτερον δοκεῖν ἢ αὐτὸν πεποιηκέναι. ἵνα δὲ μηδὲ ἐκεῖνος ὡμολογημένως δόξῃ πεπραχέναι, παραθραύει κἀκείνου τὴν φήμην. καὶ ἔοικε τοῦτο, ὡς εἴρηται, τοῖς προκατασκευαζομένοις στοχασμοῖς. ὅσῳ γὰρ ἂν ἀμβλύνηται τὰ κατʼ Ἀρίσταρχον, τοσούτῳ πορρωτέρω αὐτὸς τῆς αἰτίας καταστήσεται.
καὶ χαλεπῆς συμβάσης αἰτίας ἡ συνέχεια τῶν λέξεων τὸν οἶκτον ἐργάζεται· καὶ γὰρ ἄθλιον καὶ ταλαίπωρον ὀνομάζει. καὶ τὸ «κακῆς καὶ χαλεπῆς» φευκτὴν ἀποφαίνει τῇ αὐξήσει τόλμαν. χαρίεν δὲ καὶ τὸ «συμβάσης» εἰπεῖν, ἀλλὰ μὴ «πραχθείσης». τὸ γὰρ «συμβάσης» ὡς δυστυχήματος ἔμφασιν ἔχει· συμβαίνειν γὰρ λέγομεν τὰ παρὰ τῆς τύχης. σοφώτατα δὲ καὶ τὸ «αἰτίας» ἐπήνεγκεν, ἵνα ψιλὴν συκοφαντίαν ἀποδείξῃ τὸ κατηγόρημα. ὁρᾷς διʼ ὅσων καὶ οἵων ἀπωθεῖται τὴν ὑπόνοιαν. σκοπεῖν ἄξιον τὴν ὑπερβολὴν τῆς φρονήσεως. οὔτε γὰρ φανερῶς ὡς κατήγορος λέγει — φίλος γὰρ ἦν — οὔτε ὡς ἀπολογούμενος — ὕποπτον γάρ —, ἀλλὰ μέσως ἀμφοῖν ἐχώρησεν. ἡ δὲ αἰτία ἄδηλος, εἰ ἀληθής ἐστιν ἢ ψευδής. δύναται δὲ ταῦτα καὶ εἰς αὐτὸν ἁρμόττειν τὸν Δημοσθένην· διπλοῦς γὰρ ὁ ῥήτωρ.
τὸ μὲν πρῶτον, ὦ ἄνδρες Ἀθηναῖοι τρίτη κατηγορία, ἣν λύει ὁ Δημοσθένης κατὰ στοχασμὸν προκατασκευαζόμενον, οὐχ ὁλοκλήρως μέντοι διὰ πάντων τῶν κεφαλαίων, ἀλλʼ ὥστε μόνον τὸ σχῆμα σῴζεσθαι τὸ στοχαστικόν. προκατασκευαζόμενος μὲν οὖν δοκεῖ, διότι καὶ αὐτὸν τὸν Ἀρίσταρχον ἀπολύειν πειρᾶται τῆς αἰτίας. ἔχει δέ τινα στοχαστικὰ κεφάλαια οἷον χρῶμα «διὰ τί ἂν ἠβουλήθη φόνου ἔγκλημά σοι ἐπάγειν;» ὁ δέ φησιν· «ἵνα μὴ δῷ τὴν ἐπὶ τῇ ὕβρει δίκην». πιθανὴ δὲ ἀπολογία ὅτι «καὶ οὐκ ᾐσχύνθη θεοὺς ἢ ὁσίαν ἢ ἀνθρώπους ἐκείνους οὓς ἔπειθε κατηγορεῖν ἐπὶ τῷ φόνῳ»· ὁ «δὲ» ἐκ περιτροπῆς· τοῦτο γάρ ἐστι τὸ δεινόν, τούτων οὐδὲν ἐννοῆσαι.
τὸ ... Ἀθηναῖοι οὐκοῦν Μειδίας ἐστὶν ὁ τὴν πρώτην φήμην καταχέας ἐν τῇ πόλει. δεῖ δὲ μὴ πιστεύειν τοῖς παρὰ τῶν ἐχθρῶν λεγομένοις.
καὶ οὔτε θεοὺς οὔθʼ ὁσίαν τοῦτο ἀπολογία δόξειεν εἶναι «καὶ οὐκ ἂν ἐφοβήθη τοὺς θεοὺς ἢ τὴν ὁσίαν τηλικαῦτά σου καταψευδόμενος». ὁ «δὲ» ἐκ περιτροπῆς· τοῦτο γάρ ἐστιν ἐφʼ ᾧ καὶ μισήσειεν ἄν τις αὐτὸν ὅτι οὐδὲν τούτων ἐφοβήθη. τὰς γὰρ πιθανὰς ἀπολογίας προλύειν εἰώθαμεν.
ἀλλʼ οὐδὲ πρὸς οὓς ἔλεγε τοῦτο γὰρ ὥσπερ ἕτερον μέρος τῆς πιθανῆς ἀπολογίας «καὶ αὐτοὺς τοὺς ἀκούοντας οὐκ ἂν ᾐσχύνθη». ὁ δέ φησιν ὅτι «οὐδὲ τούτους». οὐκοῦν ἐκ τούτων καὶ ἀσεβῆ καὶ ἀναίσχυντον δείκνυσι τὸν Μειδίαν.
ὡς δέον, εἴ τις ὀργισθεὶς ὑπὸ τούτου χρώματος ἀπόδοσίς ἐστι τοῦτο. «καὶ διὰ ποίαν αἰτίαν εἵλετο τοιαῦτα περί του κατασκευάζειν;» ὅτι ἐφοβεῖτο, μὴ δίκην δῷ τῆς ὕβρεως, διὰ τοῦτο ἤθελέ με προαναρπάσαι.
καὶ ἐφʼ αἵματι φεύγειν ὡς φονέα κρίνεσθαι. τὸ δὲ «μηδαμῇ παρεθῆναι» ἀντὶ τοῦ «ζῆν συγχωρηθῆναι, ἀλλὰ πάσας ὑποστῆναι κατηγορίας». «καὶ μονονοὺ προσηλῶσθαι», τοῖς ἥλοις παραδίδοσθαι καὶ ἐσταυρῶσθαι, τουτέστι ἐντεῦθεν μὲν τῷ λειποταξίῳ, ἑτέρωθι δὲ τῇ τοῦ φόνου γραφῇ.
καίτοι ταῦθʼ ὅταν ἐξελεγχθῇ ποιῶν πάλιν ἐνταῦθα παθητικοῦ μέρους ἐμνημόνευσεν, ἵνʼ ἐκβάλῃ τοῦ Μειδίου τὸν ἔλεον.
ὕβριζέ με χορηγοῦντα εἴπομεν ὅτι τὸ κοινὸν παρεμβάλλει πανταχοῦ, ἵνα μὴ τῇ μνήμῃ τῶν ἰδίων ἐλαττώσῃ τὸ ἔγκλημα.
αὐτόχειρά μου γεγενῆσθαι «τοῖς ἔργοις, διʼ ὧν ἐποίει, τὸ αὐτοῦ μέρος πεφόνευμαι.» ἅπερ δὲ αὐτὸς ἐγκαλεῖται, ταῦτα τῷ Μειδίᾳ περιτρέπει, τουτέστι τὸ φόνους ποιεῖν καὶ ἀποκτιννύναι. καὶ ηὔξησε τὴν κατηγορίαν· αὐτὸς μὲν γὰρ αἰτίαν εἶχεν ὡς συνειδώς, τὸν δὲ Μειδίαν αὐτόχειρά φησι γεγενῆσθαι. «εἰ γὰρ ἓν ὧν με ἐπεβούλευσεν ἐποίησεν, ὡς αὐτόχειρ ἂν ἐνομίζετο. καὶ γὰρ ἐξ ὧν ἤλπιζέ με διαφθεῖραι ταῦτα κατεσκεύασεν».
εἰ δὲ ἐάν τις παρὰ πάντας τοὺς νόμους ὑβρισθεὶς πάλιν αἰτίαν ἀποδίδωσι, διʼ ἣν εἰκὸς ἦν κατασκευάζειν ταῦτα τὸν Μειδίαν. ἐπειδὴ γὰρ οὐκ ἀνεκτὰ τὰ πράγματα δοκεῖ λέγειν, διὰ τοῦτο συνεχῶς τὰς αἰτίας ἀποδίδωσιν.
προσκυνεῖν τοὺς ὑβρίζοντας οἱ γὰρ ἐκεῖ δυναστεύοντες, οἷς ἔξεστιν ὑβρίζειν ὅταν βούλωνται καὶ ὃν ἂν ἐθέλωσιν, ὑπὸ τῶν πασχόντων προσκυνοῦνται.
ὥσπερ ἐν τοῖς βαρβάροις μνημονεύσας τῶν βαρβάρων τὸν Μειδίαν ὠνείδισε· βούλεται γὰρ μὴ Ἀθηναῖον, ἀλλʼ ὑποβολιμαῖον εἶναι καὶ βάρβαρον. οὐκοῦν τίς ἔσται ὁ προσκυνούμενος; τυραννήσει ἄρα Μειδίας νῦν ἀποφυγών.
ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω βούλεται μάρτυρας παρασχέσθαι, ὅτι χρήματα Μειδίας ἐδίδου τοῖς τοῦ τετελευτηκότος οἰκείοις ὥστε κατηγορεῖν Δημοσθένους.
λαβὲ δή μοι καὶ τὸν περὶ τῶν δώρων νόμον ὁ μὲν νόμος οὗτός ἐστι, μὴ ἐξεῖναι δῶρα διδόναι μηδὲ λαμβάνειν ἐπὶ διαφθορᾷ. κέχρηται δὲ ἑκατέροις τοῖς μέρεσιν τὴν ἁρμόττουσαν χρείαν προσανάγων, καὶ πρῶτον μὲν τῷ μὴ διδόναι. καὶ τίς δὲ ἡ χρεία παρασχεῖν μάρτυρας, ὅτι Μειδίας ἐδίδου χρήματα τοῖς τοῦ τετελευτηκότος οἰκείοις; εἰκὸς δὲ τούτους τοὺς μάρτυρας χρήμασι πεισθέντας ὑπὸ τοῦ Δημοσθένους τὰ ψευδῆ μαρτυρεῖν. οὐκοῦν πρὸς ἀμφότερα χρήσιμος ἡ ἀνάγνωσις τοῦ νόμου, διότι θανάτου τῆς ζημίας ὡρισμένης κατὰ τῶν διαφθειρόντων, ὡς αὐτός φησιν, οὗτος ὅμως ἐδίδου χρήματα. ἀπωθεῖται δὲ τὴν ὑπόνοιαν τὴν καθʼ αὑτοῦ, τὸ δοκεῖν διεφθαρκέναι χρήμασι τοὺς μάρτυρας. ὁ γὰρ εἰδὼς τὴν κειμένην ζημίαν ἐπὶ τοῖς διαφθείρουσι πότʼ ἂν αὐτὸς διέφθειρεν; διὰ τοῦτο καὶ μετὰ τὴν μαρτυρίαν εὐθὺς ἀνέγνω τὸν νόμον, ἵνα μὴ συγχωρήσῃ τινὰ ταύτην κατʼ αὐτοῦ λαβεῖν τὴν ὑπόνοιαν.
εἰ μὲν γὰρ περὶ αὐτοῦ τοῦ φόνου νῦν ἡ κρίσις ἦν, τάχα ἂν ὤκνησε ψευδεῖς παρασχέσθαι μάρτυρας. ἐπειδὴ δὲ ὡς ἐν παρέργῳ περὶ τῆς φήμης ἀγωνίζεται, ἀκίνδυνον ἡγεῖται καὶ τὸ ψεύδεσθαι τοὺς μάρτυρας. ἵνα δὲ μὴ ὑποψία γένηται τῆς διαφθορᾶς, ἀνέγνω τὸν νόμον, καὶ ὅπερ αὐτὸς πεποίηκε κατηγορεῖ τοῦ Μειδίου, ἵνα μὴ μόνον ἀπώσηται τὴν ὑπόνοιαν, ἀλλὰ καὶ ἐπʼ αὐτῷ τούτῳ δίκην παρὰ τοῦ ἐχθροῦ κομίσηται, φανερᾶς γινομένης τῆς τιμωρίας ἣν ὥρισεν ὁ νόμος κατὰ τῶν διαφθειρόντων. καὶ τῷ μὲν πρώτῳ μέρει τοῦ νόμου, τουτέστι τοῦ μὴ διδόναι χρήματα, πρὸς τούτους κέχρηται, τῷ δὲ δευτέρῳ τοῦ μὴ λαβεῖν πρὸς τοὺς δικαστάς· φοβεῖται γάρ, μὴ χρήματα λαβόντες καταχαρίσωνται τὸν ἀγῶνα.
ἐν ὅσῳ δὲ τὸν νόμον ἀπὸ σχήματος ἤρξατο. βουλόμενος γὰρ αὐτοῖς διαλεχθῆναι περὶ τοῦ μὴ λαβεῖν, ἵνα μὴ δόξῃ κατὰ σπουδὴν ἐπὶ τοῦτο ἥκειν, πρόφασιν ἐξεῦρε τὴν ἀσχολίαν τὴν περὶ τοῦ νόμου ζήτησιν.
δεηθεὶς ὑμῶν ἁπάντων ἐπειδὴ προστάττειν οὐ δύναται τοῖς δικασταῖς, ἐπὶ δέησιν καταφεύγει. ἡγούμενος δὲ μικρὰν τὴν δέησιν πρὸς πειθώ, διὰ τοῦτο τὸν ὅρκον προσέθηκεν. «εἰ γὰρ ὀμωμόκατε ψηφιεῖσθαι κατὰ τοὺς νόμους, ὁ δὲ νόμος κωλύει χρήματα λαμβάνειν»· εὔκαιρος ὑπόμνησις πρὸ τῆς ἀναγνώσεως τοῦ νόμου.
περὶ πάντων ὧν ἂν ἀκούσητε διὰ τούτων τῶν ῥημάτων αὐτοὺς κωλύει χρήματα λαμβάνειν. ἃ γὰρ ἂν αὐτοὶ παθόντες ἠξίωσαν τοὺς δικαστὰς μὴ προδοῦναι τὸν ἀγῶνα, δῆλον ὅτι καὶ νῦν, ἂν οὕτω διατιθῶσιν ὡς αὐτοὶ πεπονθότες, οὐ λήψονται χρήματα.
ἐγὼ γὰρ ἐνηνοχὼς χαλεπῶς ἀναγκαῖος ὁ οἰκτισμὸς καὶ ἡ δείνωσις τῶν παθῶν· ἀξιοῖ γὰρ αὐτοὺς οὕτω διατεθῆναι ὡς αὐτοὺς πεπονθότας. πῶς δʼ ἂν γένοιντο περιπαθεῖς μὴ πολλῶν ἐλεεινῶν καὶ ὑπερβαλλόντων αὐτοῖς κακῶν ὑποδειχθέντων;
καὶ χρῷτο τῷ πλουτεῖν ἐπειδὴ τοῖς πλουσίοις ἐπίφθονον παραιτεῖσθαι τὴν δαπάνην.
καὶ γὰρ αἰτίαν ἐπήγαγέ μοι τὸ ἔγκλημα τὸ καθʼ ἑαυτοῦ μεγίστης κατηγορίας ἀφορμὴν κατὰ τοῦ Μειδίου πεποίηται.
ὡς τὸ πρᾶγμα αὐτὸ ἐδήλωσεν ἔφυγε γὰρ ὁ Ἀρίσταρχος οὐχ ὑπομείνας τὴν κρίσιν· οὐκοῦν ἐκεῖνος ἦν ὁ ποιήσας. ποτὲ μὲν γὰρ ἐκεῖνον εἶναί φησι τὸν ποιήσαντα· ἵνα δὲ μηδʼ ἐκεῖνος δοκῇ, ποτὲ καὶ ἀπʼ ἐκείνου τὴν αἰτίαν ὑποθραύει. μετʼ ὀλίγον γὰρ πάλιν ἀπολογεῖται ὑπὲρ τοῦ Ἀριστάρχου.
καὶ γραφὴν λειποταξίου με ἐγράψατο δειλὸς ὁ Δημοσθένης ἐδόκει, αὐτὸς δὲ τὴν δειλίαν εἰς τὴν παρακειμένην ἀρετὴν μεταβάλλει, τὸ αὑτὸν εὐλαβῆ εἶναι. λειποτακτεῖν δὲ ἔδοξεν ἐν τοῖς περὶ Εὔβοιαν.
τρεῖς αὐτὸς τάξεις λελοιπώς ἐρεῖ τὰς τρεῖς αὐτὸς μετʼ ὀλίγον, ὅτι ἵππαρχος χειροτονηθεὶς οὐ συνεξῆλθε τοῖς στρατιώταις, ὅτι τριήραρχος ὢν ἐξ Εὐβοίας οὐ παρέπεμπεν ἐκ Στύρων μόνος τῶν ἄλλων τριηράρχων.
καὶ τῶν ἐν Εὐβοίᾳ πραγμάτων ὅπου τὸ στράτευμα τῶν Ἀθηναίων.
ἃ Πλούταρχος ὁ τούτου ξένος αἰτίαν ἔσχεν ὁ Δημοσθένης ὡς αἴτιος τῆς Εὐβοέων ἀποστάσεως. αἰτοῦντος γὰρ Πλουτάρχου βοήθειαν ἀντεῖπεν ὁ Δημοσθένης, οἱ δὲ Ἀθηναῖοι οὐδὲν ἧττον ἀπέστειλαν. ὑποπτεύσαντες οὖν οἱ Εὐβοεῖς ἐπὶ καταδουλώσει τῆς νῆσον βεβοηθηκέναι καὶ οὐ διὰ τὴν ἐξ ἀρχῆς φιλίαν, ἀπέστησαν.
διὰ Πλουτάρχου γεγονός «ταύτην» φησίν «ἔλαβον τὴν ὑπόνοιαν, ὦ Δημόσθενες, διὰ τὸ σὲ κωλύειν βοηθεῖν.» ὁ δὲ Δημοσθένης, ὅτι «Πλούταρχός ἐστιν ὁ ἀποστήσας τὴν νῆσον, καὶ δῆλον ἐκ τοῦ τοὺς ὑμετέρους στρατιώτας αὐτὸν παραδοῦναι τοῖς μισθοφόροις τοῖς ἑαυτοῦ πρὸς τὸ ἐκτῖσαι τὸν μισθόν. οὐκοῦν εἰ Πλούταρχος ἀπέστησε, φίλος δὲ Μειδίας Πλουτάρχου, Μειδίας ἄρα αἴτιος τῆς ἀποστάσεως.»
καὶ τελευτῶν βουλεύειν μου λαχὼν σιωπᾷ τὸ ἔγκλημα ἐφʼ ᾧ αὐτοῦ κατηγόρει Μειδίας, ἵνα μὴ αὐτὸς ἀναμιμνήσκειν καθʼ ἑαυτοῦ δοκῇ.
οὐκ ὢν οὔτε τῶν ἐρημοτάτων ἐνταῦθα πάλιν φοβεῖ τοὺς Ἀθηναίους. μόνου γὰρ Δημοσθένους ἐστὶ τὸ διὰ τῶν ἐναντίων ἀνύειν τὸ σπουδαζόμενον, καὶ πρὸ μικροῦ μὲν ἱκέτευε, νῦν δὲ φοβεῖ. διὰ τοῦτο γὰρ καὶ Διονύσιος αὐτὸν Πρωτέα ἐκάλεσεν, ὅτι εἰς πολλὰ καὶ τὰ ἐναντία μορφοῖ τὸν λόγον, νῦν μὲν ἱκετεύων, νῦν δὲ οἰκτιζόμενος, μετʼ ὀλίγον προτρέπων, αὖθις φοβῶν. ὃ δὴ καὶ νῦν πεποίηκε· φοβεῖ γὰρ τοὺς Ἀθηναίους ἐπὶ τοῖς μέλλουσιν· «εἰ γὰρ ἐγὼ καίτοι φίλους ἔχειν δοκῶν καὶ μὴ ὢν παντάπασιν ἔρημος οὐ δύναμαι δίκην λαβεῖν, τί ποιήσετε ὑμεῖς οἱ ἄποροι καὶ ἔρημοι;»
οὐ μέτεστι τῶν ἴσων τοῖς πολλοῖς πρὸς τοὺς πλουσίους. προδήλως δὲ ἐνταῦθα μετάστασιν τῆς πολιτείας καὶ ὀλιγαρχίαν αἰνίττεται. εἰ γὰρ τῶν ἴσων οὐ μέτεστι τοῖς πένησι πρὸς τοὺς πλουσίους, τί ἄλλο ἢ τὰ τῆς δημοκρατίας οἴχεται;
σημείωσαι, κύκλος.
ἀλλὰ καὶ χρόνοι τούτοις τοῦ τὴν δίκην ὑποσχεῖν ὥσπερ ἀντιπῖπτον λύει ὅτι «κἂν ὑβρίσῃ τις ἡμᾶς, ἐξ αὐτῆς κατηγορήσομεν καὶ δίκην ληψόμεθα». ὁ δέ φησιν ὅτι «ἀναβολὰς καὶ ὑπερθέσεις εὑρίσκουσιν, ὡς ἂν συνήθεια γένηται τοῦ ἀδικήματος». λέγει δὲ τοῦτο διὰ τὴν ἐξούλην, ἐπειδὴ ἐκ νέας ἡλικίας ἔχων τὴν δίκην οὐδέπω εἰσελήλυθεν.
καὶ τἀδικήματα ἕωλα τὰ τούτων ὡς ὑμᾶς καὶ ψυχρὰ ἀφικνεῖται τροπικῇ λέξει ἐχρήσατο ἀπὸ τῶν ποτηρίων, ἃ ψυχρὰ γίνεται διὰ τὸ χρονίζειν.
πρόσφατος κρίνεται ἕτερον διʼ ἑτέρου κατασκευάζει. δοκεῖ μὲν γὰρ ἁπλῶς περὶ πλουσίων λέγειν καὶ πενήτων, τὸ δὲ ἀληθὲς δείκνυσιν ὅτι «εἰ τοῖς πλουσίοις ἔθος προσφάτως φέρειν τοὺς ἀδικήσαντας, δῆλον ὅτι καὶ Μειδίας ἔκρινεν ἄν με τοῦ φόνου τότε καὶ παραυτίκα. νῦν δὲ τῷ συνειδέναι μηδὲν ὤκνησε τὴν κατηγορίαν». τὸ δὲ «πρόσφατον» ἐστὶ μὲν τροπικόν, κέχρηται δὲ αὐτῷ καὶ ἐν τῷ κατὰ Ἀριστογείτονος.
καὶ μάρτυρές εἰσιν ἕτοιμοι πάλιν ὑπομιμνήσκει τῶν μαρτύρων μέλλων ἀναγινώσκειν τὸν νόμον, καὶ ἀντικατηγορεῖ τοῦ Μειδίου ταῦτα ἅπερ αὐτὸς πεποίηκεν, ὅτι μάρτυρας ἔχει παρεσκευασμένους.
πάντες καθʼ ἡμῶν εὐτρεπεῖς εἰ πάντες καθʼ ἡμῶν εἰσι, πρόδηλον ὅτι οἱ νῦν μαρτυροῦντες οὐκ ἂν ἠθέλησαν μαρτυρεῖν, εἰ μὴ διὰ τὴν ἀλήθειαν ἠναγκάζοντο.
ἐμοὶ δὲ οὐδὲ τἀληθῆ μαρτυρεῖν φαίνονται τῶν μαρτύρων Δημοσθένους οἱ μὲν εἰπόντες, οἱ δὲ ἀρνησάμενοι τὴν μαρτυρίαν, καὶ τοῦτο κατὰ τέχνην τοῦ ῥήτορος. ἵνα μὲν γὰρ μὴ δόξῃ διεφθαρκέναι, τινὰς ἐξ αὐτῶν καὶ ἀρνουμένους πεποίηκεν· ἵνα δὲ μᾶλλον πρόσθωνται τοῖς καταμαρτυρήσασι, μέμφεται τοὺς ἀρνησαμένους τὴν μαρτυρίαν, ὅτι διὰ τὸν φόβον τῶν πλουσίων οὐκ ἠθέλησαν οὐδὲ τἀληθῆ μαρτυρῆσαι.
ταῦτα μὲν οὖν ἃ εἴποι τις ἄν, οἶμαι, θρηνῶν ὑπέμνησε πάλιν τοῦ πάθους καὶ ᾠκτίσατο μέλλων ἀναγινώσκειν τὸν νόμον, ἵνα διὰ τούτων δυσωπήσῃ τοὺς ἀκούοντας πεισθῆναι τῷ νόμῳ.
οὕτω τοίνυν οὗτός ἐστιν ἀσεβὴς ἀναγνοὺς τὸν νόμον οὐκέτι μὲν ἐπεσημήνατο περὶ αὐτοῦ, νομίζων αὐτάρκη τὰ προρρηθέντα, μεταβαίνει δὲ ἐφʼ ἕτερον μέρος τὸ περὶ τοῦ φόνου. βούλεται γὰρ καὶ αὐτὸν τὸν ἀντίδικον μάρτυρα παρασχέσθαι τοῦ μηδὲν αὐτὸν πεπραχέναι τοιοῦτον οἷον ἐγκαλοῦσιν. καὶ διὰ τοῦτο βίαιον καλοῦσι τὸν ῥήτορα, οὐχ ὅτι βιαίως ἐνθυμεῖται, ἀλλʼ ὅτι τοὺς ἐχθροὺς ἀναγκάζει συναγωνίζεσθαι τοῖς ἑαυτοῦ λόγοις.
εἰ δὲ ἀληθὲς ἢ ψεῦδος ὁμοῦ πᾶσαν αὐτοῦ κακίαν κατηγόρησεν, ὅτι εὐχερής, ὅτι ἄπιστος, ὅτι δύστροπος.
ὥστʼ ἐπαιτιασάμενός με φόνου ἐνταῦθα ὡς μαρτύρων ἀπαίτησιν ἐκπεπλήρωκε. μαρτύρεται γὰρ καὶ θεοὺς καὶ δῆμον καὶ τὴν ἐξ Ἀρείου πάγου βουλὴν ὅτι «ἐπέτρεψέ μοι θύειν ταῖς Εὐμενίσι», τὸν δὲ ἀντίδικον ὅτι «οὐδαμοῦ ἐκώλυσέ με ταῦτα πράττοντα».
εἴασε μέν με εἰσιτήρια ἐκ μεταλήψεως ποιεῖ μαρτυροῦντα τὸν ἐχθρόν. οὐ γὰρ ἐξ ὧν πεποίηκεν, ἀλλʼ ἐξ ὧν οὐκ ἐκώλυσε δείκνυσιν αὑτὸν ἀφέμενον καὶ παρʼ ἐκείνου. καὶ ἔστι παραπλήσιον τῷ περὶ τοῦ στεφάνου οἷον «ἔστιν οὖν σὺ παρὼν τηλικαύτην πρᾶξιν». καὶ γὰρ ἐκεῖ συλλογίζεται τὸν Αἰσχίνην ἐξ ὧν ἐποίησεν. εἰσιτήρια δὲ ἐγίγνετο μελλούσης εἰσιέναι τῆς βουλῆς εἰς τὸ βουλευτήριον, ὥστε κατὰ γνώμην ἀπαντῆσαι τῶν πραγμάτων τὴν σκέψιν, καὶ ταύτην ἐκάλουν εἰσιτήρια.
εἴασε ... εἰσιτήρια ὅταν ἄρχηται βουλεύειν ἢ θύειν.
εἴασε δὲ ἀρχιθεωροῦντα φροντίζοντα τῶν θείων.
εἴασε ... ἀρχιθεωροῦντα δοκεῖ μὲν ταῦτα παρὰ Μειδίου λέγειν, τὸ δὲ ἀληθὲς μάρτυρας ποιεῖται τοὺς θεοὺς τὸ μηδὲν πεπραχέναι τοιοῦτον. πῶς γὰρ ἂν προσεδέξατο τὴν θυσίαν ὁ Ζεὺς ὁ βουλαῖος, ὁ Ζεὺς ὁ Νέμειος, εἰ τοιοῦτος ἦν Δημοσθένης; «ἀρχιθεωροῦντα» δὲ λέγει ἄρχοντα θεωρόν. θεωροὶ δὲ ἦσαν οἱ τὰς θυσίας ἔξω τοῖς θεοῖς ἀποφέροντες.
θεωρίαν φροντίδα θείαν.
περιεῖδε δὲ ταῖς σεμναῖς θεαῖς ἱεροποιὸν αἱρεθέντα μείζων ἔτι ἡ πίστις αὕτη τοῦ καθαρὸν εἶναι τὸν ῥήτορα, καὶ διὰ τοῦτο ἔοικε τελευταῖα φυλάξαι τὰ καίρια. «τί γάρ», φησίν «ἔθυσα ταῖς σεμναῖς θεαῖς· εἰ δὲ ἔφοροι καὶ τιμωροὶ τῶν φόνων αὗται, πῶς ἂν ἠνέγκαντο τὴν θυσίαν; ἀλλὰ καὶ ἡ ἐξ Ἀρείου πάγου βουλὴ εἵλετό με ἱεροποιόν, ἥτις μάλιστα τὰς φονικὰς δίκας ἀκριβῶς δικάζειν πεπίστευται.» καὶ οὐκ εἶπεν ὅτι «ἔλαχον ἱεροποιεῖν», ἀλλʼ «ᾑρέθην», ἵνα μὴ τῆς τύχης, ἀλλὰ γνώμης φανῇ τὸ ἔργον. ἱεροποιὸν δὲ καλοῦσι τὸν ἐποπτεύοντα τοὺς μάντεις, ὅτε θύουσι, μή πού τι κακουργῶσιν ἐν ταῖς θυσίαις. «τρίτον» δὲ «αὐτὸν» εἰπὼν τὸ ἀξίωμα ἑαυτοῦ δηλοῖ· διὸ καὶ ἔκρυψε τῶν ἄλλων τὰς προσηγορίας. τρεῖς δὲ ἴσως ἐπέστησαν, ἐπεὶ καὶ τρεῖς δοκοῦσιν εἶναι αἱ θεαί. ἡ ἐξ Ἀρείου δὲ πάγου βουλὴ τὸν ἱεροποιὸν ᾑρεῖτο. ἐπειδὴ γὰρ ἐν Ἀρείῳ πάγῳ τὰ τῶν ἱερῶν τῶν Εὐμενίδων ἐπετέτραπτο καὶ πλησίον ἵδρυτο τῆς βουλῆς. καὶ οἱ μέν φασιν ὅτι διὰ τὸν Ὀρέστην ἐκεῖ καθιδρύθη· βέλτιον δὲ λέγειν ὅτι διὰ τὰς φονικάς. ἐπειδὴ γὰρ ἐν Ἀρείῳ πάγῳ τὰ τῶν φόνων ἐγυμνάζετο, ἵνʼ, εἴ τι καὶ λανθάνειν μέλλοι τὴν βουλήν, αὗται συναγωνίζωνται πρὸς τὸν ἔλεγχον ἐγγὺς ἐφεστῶσαι.
ἐπειδὴ τοίνυν τοῦτο τὸ πρᾶγμα ἐπανῆλθεν ἐπὶ τὴν ἐξ ἀρχῆς ἀκολουθίαν· τὸ γὰρ κατὰ τὸν νόμον μέση τις ἦν παρεμβολὴ ληφθεῖσα διὰ τὸ χρήσιμον.
διʼ ἐμοῦ τὸν Ἀρίσταρχον «διὰ τὴν ἔχθραν τὴν πρὸς ἐμέ, προφάσει τιμῆς». καὶ ἵνα μὲν ἀφʼ ἑαυτοῦ τὴν αἰτίαν ἀπώσηται, «τὸν Ἀρίσταρχον» εἶπεν· ἵνα δὲ κἀκεῖνον ἐξέληται, τὸ «ἐσυκοφάντει» προσέθηκεν.
καὶ τὸν αὐτόχειρα ἔχοντες οὐκοῦν τίς μὲν αὐτόχειρ φανερῶς ἔδειξεν· ἵνα δὲ μὴ δόξῃ κατὰ φίλου λέγειν, τῷ ἐχθρῷ τοὺς λόγους περιέθηκεν.
μέλλετε καὶ ζητεῖτε καὶ τετύφωσθε πολλὴν εὐχέρειαν καὶ ἀλογίαν αὐτοῦ κατηγόρησε, πρῶτον οὖν ὅτι ὡς ἐφʼ ὡμολογημένοις παρώξυνε τὴν βουλὴν καὶ τὰ τοιαῦτα κατηγόρει τοῦ σεμνοτάτου τῶν συνεδρίων. τοῦτο δὲ πόσης θρασύτητος; ἐξ οὗ συνίστησιν ὅτι «πότʼ ἂν ἐφείσατο Δημοσθένους ὁ τῆς βουλῆς μὴ φεισάμενος».
ἐξεληλυθὼς τῇ προτεραίᾳ τὴν δυστροπίαν αὐτοῦ καὶ τὴν ἀπιστίαν δηλοῖ, ὅτι ᾧ πρὸ μιᾶς διελέγετο τούτου κατηγορεῖν οὐκ ὤκνει.
καὶ χρώμενος ὥσπερ ἂν ἄλλος τις τὴν ἀπόνοιαν δηλοῖ τοῦ Μειδίου, εἰ τοῖς Ἀρεοπαγίταις ἔλεγε «τετύφωσθε». καὶ ἐνταῦθα δὲ βούλεται τρέψαι τὴν κοινωνίαν τοῦ φόνου ἐπὶ τὸν Μειδίαν. «εἰ γὰρ ἐγὼ διὰ τὸ συνεῖναι αὐτῷ νομίζομαι συνειδέναι τῷ φόνῳ, πολλῷ πλέον ἂν ἔχοις αὐτὸς τὴν αἰτίαν ὁ πλείστην πρὸς αὐτὸν τὴν ἑταιρίαν ἀσπασάμενος.» εἶτα κατασκευὴ τῆς φιλίας. «πολλὰ γὰρ» φησίν «ἀεί μοι παρεῖχε πράγματα καὶ ὤχλει σφοδρῶς ὁ Ἀρίσταρχος, πρὶν ἐμπεσεῖν εἰς τὴν αἰτίαν τοῦ φόνου, δεόμενός μου διαλύσασθαι πρὸς αὐτὸν καὶ ἀποστῆναι τῆς κατὰ Μειδίου κατηγορίας.» βαθέως οὖν μεθίστησι τὴν φήμην ἐπὶ τὸν Μειδίαν· «εἰ γὰρ φίλων ἐστὶ τὸ κοινωνεῖν τοῖς τῶν φίλων ἁμαρτήμασιν, οὐδὲν ἧττον Μειδίας μετέχει τοῦ φόνου· ἐχρῆτο γὰρ αὐτῷ πρὸς φιλίαν ὥσπερ ἂν ἄλλος τις», καὶ ἀπεσιώπησε τὸ καθʼ ἑαυτὸν ὄνομα.
καὶ ὅτʼ εὐτύχει πλεῖστα παρεσχηκότος τὸ ἐξισάζον διαφορᾷ ἔλυσε· «τί οὖν; εἰ ἀμφοτέροις φίλος ἦν, οὐδὲν ἧττον καὶ αὐτός, ὦ Δημόσθενες, ὑπεύθυνος εἶ τῷ ἐγκλήματι.» ὁ δὲ δείκνυσιν ὅτι «μᾶλλον ἦν φίλος Μειδίου — ὡς ἴστε καὶ αὐτοί — ἢ Δημοσθένους· φιλικῶς γὰρ φαίνεται πρὸς αὐτὸν διακείμενος μᾶλλον ἢ πρὸς ἐμέ. καὶ οὐ χαλεπῶς παρέσχες τὰ πράγματα, ἀλλὰ καὶ ὑπὲρ πάντας τοὺς ἄλλους. οὐκοῦν οὐδένα τοιοῦτον εἶχε φίλον Μειδίας κατὰ τὴν πόλιν.» ἐν ταὐτῷ δὲ συναποδείκνυσιν, ὅτι καὶ κατέγνω ἑαυτοῦ Μειδίας· εἰ γὰρ ἠξίου διαλύεσθαι, πρόδηλον ὅτι ἐδεδοίκει τὴν κρίσιν.
εἰ μὲν οὖν εἰργάσθαι τι τούτων ἀμφίβολον τὸ πρᾶγμα καθίστησιν, ὅταν ὡς ἀπορῶν λέγῃ, πότερον ἐνόμιζεν αὐτὸν δεδρακέναι ἢ οὐ, «πεπιστευκὼς τοῖς τῶν αἰτιασαμένων λόγοις». πανταχόθεν οὖν ἠμαύρωσε τὴν φήμην· εἰ γὰρ ἀκοὴν μαρτυρεῖν οὐκ ἔξεστιν, οὗτος δʼ ἐξ ἀκοῆς κατηγόρει — τοῖς γὰρ λόγοις τῶν αἰτιωμένων ἐπίστευσεν, οὐ τῇ ὄψει τῶν θεασαμένων —, οὐκοῦν παντάπασιν ἕωλον τὸ ἔγκλημα.
μηκέτι τῆς λοιπῆς φιλίας κοινωνεῖν ὁμοῦ καὶ ἀπελογήσατο ὑπὲρ αὑτοῦ καὶ τῷ Μειδίᾳ τὸ ἔγκλημα περιέτρεψεν. αὐτὸς μὲν γὰρ τὸ ἀντιπῖπτον ἔλυσε «διὰ τί γὰρ οὐ κατηγόρεις τοῦ Ἀριστάρχου, εἴπερ μὴ συνῄδεις;» ὁ δέ φησιν ὅτι «τὴν ἁρμόττουσαν φίλῳ δίκην ἔλαβον· ἀπέστην γὰρ αὐτοῦ τῆς λοιπῆς φιλίας». τὸν δὲ Μειδίαν δείκνυσι νῦν μὲν ὡς ἐχθροῦ κατηγοροῦντα, νῦν δὲ ὡς φίλῳ συνόντα μετὰ τὴν φήμην.
τοῖς πεπονθόσι καὶ τοῖς ἐχθροῖς οὐκοῦν πρὸς τοῖς ἄλλοις καὶ φιλοπράγμων, ὅτι, ἃ μόνοις τοῖς ἠδικημένοις ἔξεστι, ταῦτα μηδὲν πεπονθὼς ἔπραττεν.
εἰ δὲ ἄλλων μὲν καὶ ὁμωρόφιος Ἀριστάρχῳ μετὰ τὴν φήμην οὐδὲν ἐκείνῳ πέπρακται δεινόν. εἰ δέδρακε δὲ τὸν φόνον, κοινωνεῖ τοῦ μύσους, ἐπειδήπερ αὐτῷ καὶ στέγης τῆς αὐτῆς ἐκοινώνησεν.
τῇ δʼ ὑστεραίᾳ πάλιν πᾶσαν αὐτοῦ παρείλετο πρόφασιν. ἵνα γὰρ μὴ εἴπῃ «συνῆν Ἀριστάρχῳ πρὶν ἢ γενέσθαι τὴν φήμην», προσέθηκεν ὅτι «πῶς, εἰ καὶ μετὰ τὴν κατηγορίαν, ἣν αὐτὸς κατηγόρησας;»
οὑτωσὶ καθιζόμενος δεικτικῷ τόπῳ κέχρηται σημαίνων ὅτι «ὥσπερ ὑμεῖς οἱ δικασταὶ πλησίον ἀλλήλων καθέζεσθε, οὕτω κἀκεῖνος συνεκαθέζετο Ἀριστάρχῳ». δείκνυσιν οὖν ὅτι τὴν ἐσθῆτα τῇ ἐσθῆτι συνῆπτεν.
τὴν δεξιὰν ἐμβαλὼν εἰς τὴν ἐκείνου δηλονότι, ὥστε τὴν χεῖρα ἠσπάζετο τὴν ἐργασαμένην τὸν φόνον, τρόπον τινὰ διὰ τοῦ σώματος τῇ ψυχῇ συναπτόμενος. οὐκοῦν ἄντικρυς ἐκοινώνησε τοῦ μιάσματος.
μετὰ τοὺς ἐν τῇ βουλῇ τούτους λόγους ὃν χθὲς ὡς ἀνδροφόνον ᾐτιάσατο, τούτῳ τῇ ὑστεραίᾳ συνῆν.
ὤμνυε μὲν κατʼ ἐξωλείας χρῶμα «διὰ τί ἂν ἐβουλήθη φόνου ἔγκλημά σοι ἐπάγειν;» ὁ δέ φησιν «ἵνα μὴ δῷ τὴν ἐπὶ τῇ ὕβρει δίκην».
καὶ οὐδὲν ἐφρόντιζεν ἐπιορκῶν πάντα ἀθρόως κατηγόρησεν, ἀναισχυντίαν ἐπιορκίαν ἀπιστίαν ἀσέβειαν.
ἠξίου δὲ καὶ πρὸς ἐμὲ αὑτῷ πληρώσας τὴν παρέκβασιν εἰσέβαλεν εἰς τοὺς καθολικοὺς ἐπιλόγους, οἵτινες μικρῷ πλείους εἰσὶ τῶν ἀγώνων.
ἠξίου ... αὑτῷ τὰ πολὺ διεστῶτα τοῖς χρόνοις συνῆψεν, ἵνα καὶ τὰ ἕτερα πιθανὰ παραστήσῃ. «παρακαλεῖ γὰρ» φησί «τὸν Ἀρίσταρχον, ὥστε διʼ αὐτὸν πρὸς ἐμὲ διαλύσασθαι.» τοῦτο δὲ Μειδίας μὲν ἴσως ἐποίησε, πρὶν ἢ γενέσθαι τὸ ἔγκλημα τοῦ φόνου. Δημοσθένης δὲ συνάγει τὸν χρόνον ὅτι καὶ μετὰ τὴν φήμην, ἵνα ποιήσῃ πιθανόν, ὅτι καὶ συνῆν καὶ ὡμίλει καὶ ἤτοι κοινωνεῖ τοῦ μύσους ἢ οὐδὲν Ἀριστάρχῳ πέπρακται δεινόν, καὶ εἰ Μειδίας καθαρός.
καὶ τούτων τοὺς παρόντας ὑμῖν καλῶ μάρτυρας ὅτι μὲν περὶ διαλύσεων Μειδίου Ἀριστάρχῳ μαρτυρήσουσιν, ὅμως δὲ ὁ ῥήτωρ ἐᾷ τὸ ἕτερον καὶ τὸ ἕτερον συναρπάζει.
καίτοι πῶς οὐ δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι τὸν ἐχθρὸν αὐτὸν δείκνυσι φανερῶς ἀπολύοντα τοῦ φόνου· «καὶ πάλιν λέγει μηδὲν εἰρηκέναι τοιοῦτον». οὐκοῦν διὰ τῆς ὕστερον ἀρνήσεως ἀνατρέπει τὰ φθάσαντα. καὶ οὐδὲ ὁμοίως ἑκάτερον ἐποίησεν· ὅτε μὲν γὰρ κατηγόρει, λόγοις ἐχρῆτο ψιλοῖς· ὅτε δὲ ἠρνεῖτο, καὶ τοὺς θεοὺς ἐπώμνυτο· πιστότεροι δὲ οἱ ὅρκοι τῶν ἁπλῶς λεγομένων.
τούτῳ δʼ ὁμωρόφιον γίγνεσθαι ἀφʼ ὧν ἐβόα καθαρὸν εἶναι τὸν ἄνθρωπον· οὐ γὰρ ἂν ἑκὼν ἐμολύνετο.
καὶ προδῶ τὴν ὑμετέραν μὴ προδόντες ὑμεῖς τὴν ὑμῶν αὐτῶν προδώσετε.
ἂν δʼ ἐπεξίω ἐπανήγαγεν ἐπὶ τὴν ἐξ ἀρχῆς αἰτίαν τὸν λόγον, «διʼ ἃ ταῦτα κατασκευάζει κατʼ ἐμοῦ. ᾔδη γάρ με βουλόμενον ἐπεξελθεῖν οἷς ὑβρίσθην.» δεῖ γὰρ ἐν ταῖς ἰσχυροτάταις πίστεσι καταλύειν τὰ κεφάλαια.
φόνου δʼ ἂν εἰκότως ἐμαυτῷ λαχεῖν τοῦτο παραπλήσιόν ἐστι τῷ ἐν προοιμίῳ «εἴπερ ὑβρισθέντα μηδεμιᾶς δίκης τυχεῖν ἐστί τις συμφορά».
κάλει μοι τούτων τοὺς μάρτυρας ὅτι ἐθεάσαντό τινες τὸν Μειδίαν καὶ πρὸ τῆς κατηγορίας καὶ μετὰ τὴν κατηγορίαν εἰσιόντα παρὰ τὸν Ἀρίσταρχον.
τίς οὖν ὑπερβολή; καὶ ἐκ τούτων ἔδειξε περὶ τίνων οἱ μάρτυρες αὐτῷ μεμαρτυρήκασιν ὅτι «ὁμοῦ καὶ κατηγόρει τοῦ Ἀριστάρχου καὶ πρὸς ἐμὲ ἠξίου διαλύειν», τοῦτο δέ ἐστι μετὰ τὴν κατηγορίαν.
τοῦτο μέντοι τοιοῦτον ἔθος πληρώσας τὴν παρέκβασιν ἐπιλογίζεται λοιπόν.
τοῦτο ... ἔθος ἔθος γὰρ αὐτῷ μὴ πρότερον ἐφʼ ἕτερον μεταβαίνειν, πρὶν ἢ τὸ πληρωθὲν ἐπιλογίσασθαι.
ὑμῖν δὲ τοῖς ἄλλοις παριδεῖν κοινὸν ἐργάζεται φόβον τοὺς δικαστὰς ἐπάγων εἰς ἀγανάκτησιν.
ἀλλὰ πᾶσιν ὁμοίως ὀργιστέον πάλιν εἰς τὸ δημόσιον ἀνάγει τὰ πραχθέντα καὶ κέχρηται τελικὰ κεφάλαια τῷ συμφέροντι. παρειλήφαμεν γὰρ ὅτι τοῖς τελικοῖς κεφαλαίοις οἱ ἐπίλογοι πληροῦνται.
οἱ βδελυροὶ καὶ χρήματʼ ἔχοντες καλῶς τὸ μιαρὸν τοῦ τρόπου προέταξε τοῦ πλούτου· οἶδε γὰρ ὡς αὐτὸς καθʼ ἑαυτὸν ὁ πλοῦτος οὐ διαβάλλεται.
ἐγὼ μὲν γὰρ ἴσως διεωσάμην ὅρα ὅπως καὶ τὸ φορτικὸν διέφυγε τὸ «ἴσως» εἰπὼν καὶ τὸ δεινὸν ἐπηύξησεν. εἰ γὰρ ῥήτωρ ὢν αὐτὸς οὐ πάντως ἀπωθεῖσθαι δύναται συκοφαντίαν, τί ποιήσουσιν οἱ μὴ ἔχοντες τὴν τέχνην; ἀποδείκνυσι δὲ ὅτι πεπλήρωται τὰ τῆς ἀπολογίας τῆς περὶ τοῦ φόνου. «διεωσάμην γάρ» φησί «ψευδῆ λόγον — τουτέστι τὸν περὶ τοῦ φόνου —, διεωσάμην δὲ καὶ συκοφαντίαν», τουτέστι τὴν τοῦ λειποταξίου.
οἱ δὲ πολλοὶ τί ποιήσετε δεδήλωκεν ὅτι ἐπὶ τὸ δημόσιον πάντα ἀνάγει.
δόντα λόγον καὶ ὑποσχόντα «καλεῖ σέ τις» φησίν «εἰς κρίσιν. μὴ διάφευγε τὸ δικαστήριον, ὕπεχε τὰς εὐθύνας. οὐ γὰρ ἄλλως φανείης ἂν ἀναμάρτητος. ἀλλʼ ἐρεῖς, μάτην ἐγκαλοῦμαι, συκοφάντης ἐστὶν ὁ κατήγορος. ἄφες τοῦτον γνωσθῆναι τῇ ψήφῳ. συγχεῖ» φησί «τὴν τάξιν τῆς πολιτείας ὁ Μειδίας.» πρὶν ἀπολογήσασθαι κατηγόρηκεν, πρὶν ἢ δίκας ὑποσχεῖν ἀπαιτεῖν βούλεται, καὶ ταῦτα τοὺς μηδὲν ἀδικοῦντας.
ὅσα μὲν τοίνυν πληρώσας τοὺς ἀγῶνας καὶ τὴν παρέκβασιν καὶ τοὺς ἐπιλόγους τῆς παρεκβάσεως, ἐντεῦθεν ἐπὶ τοὺς ἐπιλόγους τοῦ παντὸς λόγου κεχώρηκε. καὶ κέχρηται προοιμιακῇ ἐννοίᾳ ἅτε δὴ μέλλων εἰς ὁλόκληρον κεφάλαιον ἐμβαλεῖν, χωρεῖ δὲ εὐθὺς ἐπὶ τὴν ἀνακεφαλαίωσιν, ἐν ᾗ παραλαμβάνει τὸ κατὰ σύλληψιν. ἀρχὴ δὲ ἐκεῖθεν «οὐκ ἔστιν ἐφʼ ὅτῳ».
ὅσα ... τοίνυν συναγωγὴν γὰρ ποιεῖται τῶν τε ἰδίων καὶ τῶν κοινῶν, ὅπερ ἐστὶ κατὰ σύλληψιν εἶδος.
οὐκ ἔστʼ ἐφʼ ὅτῳ σημείωσαι, ἐντεῦθεν εἴληπται τὸ «οὐκ ἔστιν ἐφʼ ὅτῳ», οὐχὶ τῶν ἁπάντων.
ἐγὼ μόνος ἠδίκημαι ἐν τούτῳ τὸ ἰδιωτικόν.
ἀλλʼ ἐπὶ μὲν τοῖς εἰς τὸν χορὸν ἐν τούτῳ τὸ δημόσιον.
καὶ οὐκέτι λέγει τὸν χορηγόν, ἀλλὰ τὴν φυλήν. δεῖ γὰρ ὡς ἐν ἐπιλόγοις μείζους εἶναι τὰς αὐξήσεις.
ἐπὶ δʼ οἷς ἐμὲ ὕβρισεν ἐνδείκνυται τὸ ἀδίκημα καί φησιν ὅτι «πάντα ἠδίκησε, τὴν φυλήν, τοὺς νόμους, τὴν τύχην τῆς πόλεως, τὸ δαιμόνιον τῆς ὁσίας, καὶ αὐτὴν τὴν ὁσίαν τὴν ἐφʼ ὁλοκλήρου πόλεως». τὸ γὰρ ὅσιον τέμνεται τὸ μέν τι εἰς τὸ εὐσεβές, ὅπερ ἐστὶ περὶ θεούς, τὸ δὲ εἰς τὸ ὅσιον, τὸ δὲ εἰς ὁλόκληρον πόλιν, τὸ δὲ εἰς ἕκαστον τῶν ἀνθρώπων, τὸ δὲ εἰς τοὺς τελευτήσαντας. νῦν δὲ τὸ ὅσιον καὶ τὸ σεμνὸν οὐ τὸ ἀνθρώπινόν φησιν, ἀλλὰ τὸ θεῖον τὸ ἐφορῶν τὴν πανήγυριν.
ἐφʼ ἅπασι δὲ τούτοις ἀθροισμὸν ποιεῖται πάντων ἐξ ὧν δημόσιον τὸ ἀδίκημα.
οὐχ ὡς ὑπὲρ ἡμῶν ὄντος μόνον τοῦ λόγου ἀνακεφαλαίωσις τοῦ κατὰ σύλληψιν, ὅτι καὶ ὕβρις καὶ ἀσέβεια τὸ πραχθέν.
ἀλλʼ ὡς ἐν αὐτῷ τῷ νόμῳ δοκῶν πεπαῦσθαι τῶν τοιούτων πάλιν ἄρχεται· τοῦτο γὰρ ἴδιον Δημοσθένους, τὸ πολλὰς εὑρίσκειν μεθόδους, ὥστε τὰ ἰσχυρὰ λέγοντα συνεχῶς φεύγειν τὸ προσκορές.
καὶ τοὺς βοηθοῦντας μέλλων μετʼ ὀλίγον ἐκβάλλειν τοὺς συνηγόρους ἐντεῦθεν ἤδη προδιαβάλλει, συνεθίζων τοὺς δικαστὰς ταῖς κατʼ αὐτῶν βλασφημίαις.
καὶ τοὺς συνεξεταζομένους συνεξεταζομένους δὲ τοὺς ἅμα αὐτῷ φαινομένους καὶ συνδιατρίβοντας.
ἀλλὰ καὶ δοκιμαστὰς ἐπαινέτας εἶναι καὶ κρίνοντας καὶ κατὰ τὰ γινόμενα.
εἰ μὲν τοίνυν ἡ ποιότης ἡ ἐν ἐπιλόγοις κοινή. ἀποδείκνυσι γὰρ ὁποῖον ἑαυτὸν ὁ Μειδίας καὶ πρὸς τοὺς ἄλλους ἀπέδειξεν.
εἰ ... τοίνυν ἐντεῦθεν ἡ τῆς ποιότητος ἐξέτασις, ἥτις ἐστὶ κοινὴ ποιότης, ἐν οἷς ἐπίορκον ἄπιστον ὠμὸν δύστροπον ἐπέδειξεν· ἀλλʼ ἐκείνη μὲν ἡ ποιότης ἰδίαν ἐξέτασιν ἔχει «ποδαπὸς γέγονε Μειδίας περὶ τὸν Δημοσθένην»· νῦν δὲ τὴν καθολικὴν εἰσάγει ποιότητα «ποδαπὸς περὶ σύμπασαν τὴν πόλιν γέγονεν».
εἰ ... τοίνυν ἐντεῦθέν ἐστιν ἡ τῆς ποιότητος ἐξέτασις, ἥτις ἐστὶ καθόλου, «ποταπὸς ὁ βίος τοῦ Μειδίου». προεξήτασται μὲν ἤδη ἐκ τῆς ποιότητος, ἐν οἷς ἐπίορκον ἄπιστον ὠμὸν δύστροπον καὶ τὰ τοιαῦτα τὸν Μειδίαν ἀπέδειξεν. ἀλλʼ ἐκείνη μὲν ἡ ποιότης ἰδίαν εἶχεν ἐξέτασιν «ποταπὸς γέγονε Μειδίας περὶ αὐτὸν Δημοσθένην». καὶ γὰρ τὰ περὶ τὸν Στράτωνα πάντα ταῦτα εἰς Δημοσθένην εἶχε τὴν ἀναφοράν. νῦν δὲ τὴν καθολικὴν εἰσάγει ποιότητα «ποταπὸς περὶ πᾶσαν γεγένηται τὴν πόλιν Μειδίας». ἐπειδὴ γὰρ σῴζεταί τις ἢ διʼ ἔλεον τῶν δικαστῶν ἢ διʼ αὐτὸ τὸ πρᾶγμα ὃ μέλλει ὑφίστασθαι μέγα ὂν καὶ ὑπερβάλλον τὴν συνήθειαν ἢ διʼ ἀξίωμα καὶ σεμνότητα, ὥστε δοκεῖν αἰδοῦς ἄξιος εἶναι, ἢ διʼ ἐπιείκειαν καὶ μετριότητα ἣν ἐπεδείξατο περὶ τὸν ἄλλον βίον ἢ διʼ ἃ λελειτούργηκε φθάνων ἢ διʼ ἃ προσδοκᾶται λειτουργήσειν ἢ διὰ τοὺς συνηγοροῦντας ἢ καὶ διʼ ἄλλα πλείω, ταῦτα καθʼ ἕκαστον ἐν τοῖς ἐπιλόγοις ἐπεξέρχεται, πᾶσαν αὐτοῦ σωτηρίας ἀφορμὴν περικόπτων. πρῶτον οὖν τοῦτο ἐξετάζει, ποταπὸς περὶ τοὺς ἄλλους.
ἀτύχημʼ ἂν ἐμαυτοῦ ὅταν γὰρ ὁ περὶ τοὺς ἄλλους χρηστὸς ὢν φαῦλος περὶ ἡμᾶς μόνους φανῇ, δυστυχία σαφὴς τὸ γιγνόμενον.
νυνὶ δὲ τοσαῦτʼ ἐστὶ τἄλλα ἀγανακτεῖν ὑπὲρ τοῦ δήμου προσποιεῖται.
τί οὖν σὺ δεινότερον ἐν οἷς δοκεῖ φοβεῖσθαι, μὴ διαφύγῃ, ἐν τούτοις μᾶλλον παροξύνει τοὺς δικαστάς.
τίς γὰρ αὐτὸν ἀξιώσει συγγνώμης, διότι πικρότερα πεπόνθασιν οἱ ἄλλοι Μειδίου; ἀλλʼ οὐ μᾶλλον ὀργισθήσεσθε διότι κατὰ πολλῶν γέγονε τοιοῦτος.
τό τʼ ἐμὸν καὶ τὸ τούτου προστεθέν μέτρον ἐλάμβανον ἐν τοῖς δικαστηρίοις ὕδατος οἱ ῥήτορες, οὗ πεπαυμένου ἐν τῷ ῥεῖν ἐπαύοντο λέγοντες, ἴσως ἵνα μὴ φλυαρῶσιν, ἀλλὰ τῶν ἀναγκαίων ἔχωνται μόνων. λέγει οὖν ὅτι «τῷ λείποντί μου ὕδατι — πολὺ γὰρ ἐν τῷ λέγειν ἀνάλωται — εἰ προστεθείη αὖθις πᾶν τὸ μέτρον τό τʼ ἐμοὶ δοθὲν καὶ ὃ δέδοται τῷ Μειδίᾳ, οὐκ ἂν ἐξαρκέσειε διηγουμένῳ μοι πάντα αὐτοῦ τὰ πλημμελήματα».
ὡς ἐμαυτῷ γέγραμμαι σύνηθες τοῦτο ποιεῖν Δημοσθένει, ὅταν πλῆθος ἐνδείξασθαι βούληται. ὡς γὰρ μὴ δυνάμενος ἕκαστα μνημονεύειν, ἐκ γραμματείου τὴν ἀνάμνησιν ποιεῖται. ἔχει γὰρ ἐν ὑπομνήμασι συντόμως αὐτοῦ τὰ ἀδικήματα, ὡς καὶ ἐν ἀρχῇ εἶπεν ὅτι συνέλεξεν «ἀφʼ ὧν ὑμῖν ἀναγινώσκων ἐρῶ παντοδαπὰ κακουργήματα».
καὶ ὕβρεις πολλὰς τὴν γὰρ ἐξ Ἀρείου πάγου βουλὴν ὕβρισεν εἰπὼν «μέλλετε καὶ τετύφωσθε».
καὶ περὶ τοὺς οἰκείους κακουργήματα κακουργήματα λέγει τὰ κατὰ Κρατῖνον τὸν συνίππαρχον. τοὺς γὰρ συνάρχοντας ὥσπερ οἰκείους νενομίκαμεν. μικρὸν γὰρ ὕστερον ἐρεῖ, ὡς ἵππαρχος ὢν πολλὰς κατὰ τῶν ἱππέων ἐποιεῖτο διαβολὰς συνὼν αὐτοῖς.
καὶ τόπος οὐδείς ἐστι τόπον νῦν λέγει οὐ Κεραμεικὸν οὐδὲ ἀγοράν, ἀλλὰ κατὰ τοὺς διαλεκτικοὺς τὸ ἐπιχείρημα. οὐδὲν γάρ, φησίν, ἐπιχείρημα οὐδὲ ἀφορμή τις ἀδικίας ἐστὶν ἢ κακίας εἶδος, ὃ οὗτος παραλέλοιπεν.
τὸν ἀεὶ προστυχόντα αὐτῷ ἵνα μὴ ὡς ἀμυνόμενον τὸν ἠδικηκότα ποιῇ, ἀλλὰ τὸν ἀπαντῶντα ἁπλῶς βλάπτῃ.
καὶ παραλέλοιφʼ ἕτερα ἵνα μὴ δόξῃ ὡς φιλοπράγμων ἅπαντα περιεργάζεσθαι ἀκριβῶς, δείκνυσι πολλὰ παραλιπεῖν.
οὐδὲν ἄξιον θανάτου οἷον ἄξιον γερῶν καὶ τιμῆς τοσαύτης ὡς θανάτου τυχεῖν.
ἀλλʼ εἰ καὶ μὴ φυλὴν ὅλην καὶ βουλὴν καὶ ἔθνος διὰ τὸν χορὸν καὶ τὴν βουλὴν τὴν Ἀρεοπαγιτικήν· εἶπε γὰρ «τετύφωσθε» ὑβρίζων αὐτήν· «ἔθνος» δὲ νῦν τὸ τάγμα ἐμφαίνει τῶν ἱππέων. ἴσως δὲ φοβούμενος, μὴ ὡς ἱππάρχῳ βοηθήσουσι συστάντες οἱ ἱππεῖς, συγκρούειν πειρᾶται. ἅπερ δὲ ἐν τῷ γραμματείῳ ἀνέγνω, ταῦτα πάλιν κατὰ σχετλιασμὸν λέγει καὶ ἀναμιμνήσκει.
περὶ δὲ τῶν συστρατευσαμένων ἱππέων βούλεται τοὺς συνηγόρους αὐτοῦ παρελέσθαι, καὶ ἐπειδὴ δέδοικε τὸ τάγμα τῶν ἱππέων, μὴ ὡς ἱππάρχῳ βοηθήσουσι, δείκνυσι κἀκείνους ὑβρισμένους ὑπὸ Μειδίου. συστρατιώτην δὲ εἶπεν αὐτὸν καὶ οὐχ ἵππαρχον· ἐπειδὴ γὰρ καὶ οἱ ἵππαρχοι συστρατεύονται τοῖς ἱππεῦσιν, ἐκ τῆς κοινωνίας τῆς κατὰ τὴν στρατείαν αὐτὸν ὠνόμασε.
καὶ τὴν λοιδορίαν ἣν ἐλοιδορήθη Κρατίνῳ στρατηγὸς ἦν οὗτος τοῦ πεζοῦ. τοῦ δὲ Μειδίου κατηγοροῦντος τῶν ἱππέων ὁ Κρατῖνος ἅτε καὶ αὐτὸς ἵππαρχος ὢν ἀντέλεγε καὶ βοηθεῖν αὐτοῖς ἐπειρᾶτο· καὶ τοῦτον οὖν ὕβριζε.
καίτοι πότερʼ εἰσὶν ὄνειδος, ὦ Μειδία τοῦτο σύνηθες Δημοσθένει, ὅταν ἐξέληταί τινα κατηγορούμενον, ἀντιπεριτρέπειν τῶν κατηγόρων τὰ ἐγκλήματα.
οἱ διαβάντες ἐν τάξει ὅταν μὴ ἔχῃ στρατιώτας ἐκ τροπαίων ἐπαινεῖν, τὴν γνώμην αὐτῶν θαυμάζει καὶ τὴν εὐταξίαν, ὥσπερ ἐν τῷ περὶ τοῦ στεφάνου, μὴ ἔχων τοὺς ἐν Χαιρωνείᾳ σεμνύνειν ἐπὶ τοῖς κατορθώμασιν, ἀπὸ τῶν πρὸ τῆς μάχης αὐτοὺς ἐπῄνεσε, τῷ κόσμῳ ταῖς παρασκευαῖς τῇ προθυμίᾳ.
ἐπʼ ἀστράβης δὲ ὀχούμενος εἶδος καθέδρας, παρὰ τὸ μὴ στροβεῖσθαι μηδὲ στρέφεσθαι. ἔστι δὲ ἐπὶ πλεῖστον εἰς ὕψος ἀνῆκον, ὥστε τῶν καθεζομένων ἀνέχειν τὰ νῶτα. χρῶνται δὲ αὐτῷ μάλιστα αἱ γυναῖκες. σκώπτει δὲ διὰ τούτου εἰς μαλακίαν καὶ ἀσθένειαν τὸν Μειδίαν. εἶθʼ ἵνα μὴ ἀντιπέσῃ «τί οὖν, εἰ κακωθεὶς ἐχρήσατο ταύτῃ τῇ καθέδρᾳ;» προσέθηκεν «ἐξ ἀργυρᾶς». τὸ γὰρ ἠργυρῶσθαι τὴν καθέδραν δεῖγμα ἦν τοῦ ἐπιτηδεύοντος καὶ ἐντρυφῶντος τούτῳ τῷ εἴδει. τὸ δὲ καὶ «ἐξ Εὐβοίας», ὅτι μὴ εἰωθότων τῶν Ἀθήνησι τοιαύτας ἐργάζεσθαι αὐτὸς ἐξ Εὐβοίας ὠνήσατο. ἡ δὲ δημώδης «ἐξ Ἀργούρας» ἔχει ἀπὸ τόπου τῆς Εὐβοίας. ἀλλὰ τὰ ἑξῆς δηλοῖ ὅτι μαλακίαν αὐτῷ καὶ τρυφὴν ὀνειδίζει, «χλανίδας» λέγων καὶ ἱμάτια τρυφερὰ καὶ σκεύη ἐπιτήδεια πρὸς ἀνειμένον βίον.
«ἀστράβη» εἶδος καθέδρας.
Ἀργούρας παρὰ Μενάνδρῳ ἀργυρᾶς.
Ἄργουρα πόλις Εὐβοίας.
χλανίδας δὲ καὶ κυμβία καὶ κάδους «χλανίδας» μὲν τὰς Μιλησίας, «κυμβία» δὲ εἶδος ἐκπωμάτων, «κάδος» δὲ γυναικεῖον ἀγγεῖον ᾧ χρῶνται πρὸς τὰς ἀρύσεις τῶν ὑδάτων ἢ τὰς νῦν σίτλας.
«κυμβίον» δὲ εἶδος περικεφαλαίας ἢ εἶδος ἐκπώματος ἐπίμηκες καὶ στενὸν καὶ τῷ σχήματι παρόμοιον τῷ πλοίῳ ὃ καλεῖται κυμβίον. φέρων δὲ τὴν χρῆσιν τῆς λέξεως Ἡρωδιανὸς ἐν τῇ καθόλου φησί· «ῥυτὰ καὶ κυμβία καὶ φιάλας».
εἶδος περικεφαλαίας καὶ ποτηρίου.
οἱ πεντηκοστολόγοι τὰ μὲν πολεμικὰ σκεύη οὐκ ἐτελώνουν, ὅσα δὲ ἦν εἰρηνικὰ καὶ πρὸς τρυφὴν συντελοῦντα κατεῖχον.
ταῦτα γὰρ εἰς τοὺς ὁπλίτας ἡμᾶς ἐν καιρῷ τὸν οἰκεῖον εἰσήγαγεν ἔπαινον. οἱ γενναιότεροι γὰρ ἐν τοῖς ὁπλίταις τάττονται. οὐκοῦν οὐκ ἔστι λειποτάκτης ὁ Δημοσθένης, ἀλλὰ καὶ ἀνδρεῖος.
εἴ σε ἐπὶ τούτοις ἔσκωψεν Ἀρχετίων εἷς τῶν ἱππέων κωμικώτερος ὢν ἀπέσκωψεν εἰς ταύτην αὐτοῦ τὴν τρυφήν.
εἰ μὲν γὰρ ἐποίεις ταῦτα, ὦ Μειδία διλημμάτῳ κέχρηται οὗ τὸ μὲν πρῶτον μέρος ἀκολουθίαν ἔχει τὸ δὲ δεύτερον σεσόφισται.
«εἰ ταῦτα ἐποίεις, δικαίως κακῶς ἤκουες»· τοῦτο ἀκολούθως· τὸ δὲ ἑξῆς ἦν μὲν οὕτως εἰπεῖν «εἰ δὲ μὴ ἐποίεις, ἀδίκως ἤκουες». ὁ δὲ εἰς ἕτερον περιήγαγεν «εἰ δὲ μὴ ποιοῦντός σου ἕτεροι ἀκούοντες ἐπέχαιρον, ἄξιος ἦσθα διὰ τὸν ἄλλον βίον ταῦτα ἀκούειν». παρολκῇ γὰρ χρησάμενος τὴν ἀκολουθίαν ἐσοφίσατο.
καὶ τὸ δὴ σχετλιώτατον καὶ μέγιστον ὃ λέγων ἐπαύσατο, τοῦτο ὡς κοινὸν εἰσάγει. «τοσούτων» φησίν «ἀνθρώπων ἀθρόως κατηγορεῖς.» λέγει δὲ τῶν ἱππέων, ὅπερ μέχρι νῦν ἐξήταζε. τίς οὖν ἡ παραλλαγὴ τούτων; ὅτι ἐκεῖ μὲν ὀνομαστὶ τοὺς ἱππέας εἶπεν, ἐνταῦθα δὲ ἀορίστως πλῆθος ἀνθρώπων ὠνόμασεν.
τίς ὑμῶν ἐμοῖ τι σύνοιδεν τοιοῦτον ἅπερ ἔλεγεν ὁ Μειδίας, ταῦτα προλαβὼν αὐτὸς κατὰ ἀναίρεσιν εἰσήγαγεν, ὅτι οὐδέ ἐστιν αὐτῷ συνήθη ταῦτα, «ἐπεὶ διʼ ἔχθραν καταψευδομαρτυροῦμαι, τοιοῦτον γὰρ οὐδὲν ἴστε ὑμεῖς».
καταψεύδονταί μου καταψεύδομαι, γενικῇ.
οὐκ ἀκηκόασι δὲ νῦν μου δεινότητα ἔχει τὸ ἐπιχείρημα, εἴ γε μέμψονται τῷ κατηγόρῳ τινὲς ὡς οὐκ εἶπεν ἃ ἴσασιν αὐτοὶ τοῦ Μειδίου ἀδικήματα.
οὐδὲ πάνθʼ ὅσα ἠδίκηνται ἄλλο βαρύτερον, ὅτι φοβοῦνται δημοσιεῦσαι οἱ πεπονθότες ἃ Μειδίας ἐποίησεν. εἰ γὰρ ἐρεῖ ἕκαστος, πείσεταί τι δεινότερον ὁ φθεγγόμενος.
μηδὲν ἂν αὐτὸν ἐξ ἐπιδρομῆς παθεῖν ἐκ τοῦ εὐθέος εὐθέος εὐκόλως ἐπιδραμόντα· πραγματείας γὰρ δεῖ πολλῆς, ἵνα διαρρήξῃ τῆς δυναστείας τὸ τεῖχος· προβέβληνται γὰρ αὐτοῦ καὶ τειχίζουσιν αὐτόν.
μάτην γὰρ λοιδορήσεται δείκνυσιν ὁ Δημοσθένης, ὅτι τὰς παρὰ τῶν πλουσίων ὕβρεις μάλιστα χρὴ χαλεπὰς νομίζειν. ἐὰν γάρ, φησί, περιαιρεθῇ τὰ ὄντα κἂν ὑβρίζῃ, μάτην βοήσεται· τῶν γὰρ οἰκτρῶν καὶ τῶν ἀπερριμμένων, κἂν τὰ αἴσχιστα λέγωσι, καταφρονεῖν εἰώθαμεν.
νῦν δὲ οἶμαι τούτου προβέβληται κατʼ ὀλίγον αὐτοῦ περικόπτει τοὺς συνηγόρους, τοὺς μὲν ἱππέας τῷ τρόπῳ τῷ προειρημένῳ, τοὺς δʼ ἄλλους διὰ τοῦ κακίζειν. ἐπειδὴ γὰρ ἐγχωρεῖ τὸν Μειδίαν καὶ εἰς μαρτυρίαν τινὰς τούτων παραγαγεῖν, προδιαβάλλει τὴν ποιότητα αὐτῶν, «μισθοφόρους» καλῶν καὶ «ἑταιρίαν» τὸ κατʼ αὐτούς, ἵνα μὴ διὰ τούτων λάβῃ χώραν ἡ μαρτυρία. τίς γὰρ πιστεύσει τούτοις, οἳ κολακεύειν τὸν Μειδίαν εἰώθασι; κατὰ μικρὸν δὲ εἰς τυραννίδα ἀναφέρει τὸ πρᾶγμα· ὅπου γὰρ μισθοφόροι καὶ δορυφόροι, τὰ τῆς ὑπονοίας ἐγγύς.
Εὐκτήμων ὁ κονιορτός ὃν ἐμισθώσατο κατήγορον.
μαρτύρων συνεστῶσα ἑταιρία ἁμιλλῶνται πρὸς τοὺς κατηγόρους οἱ μάρτυρες· οἱ μὲν ποιοῦνται γραφήν, οἱ δὲ τὴν πίστιν σοφίζονται. διὰ τοῦτο γὰρ καὶ «συνεστῶσα» εἶπεν, ἵνα μάθῃς τοῦ συγκροτήματος τὴν μανίαν. «γράφου θαρσῶν, ὦ Τιμόκρατες,» βοῶσιν οἱ μάρτυρες, «κἂν δυσχεραίνῃς περὶ τὸν ἔλεγχον, ἐγὼ τῇ μαρτυρίᾳ τοὺς δικαστὰς ἀπατήσω.»
φανερῶς μὲν οὐκ ἐνοχλούντων ἐφοβοῦντο γὰρ ψευδομαρτυρίας ἁλῶναι φανερῶς ἀναισχυντοῦντες.
σιγῇ δὲ τὰ ψευδῆ ῥᾷστʼ ἐπινευόντων οἱ γὰρ ἔξωθεν σπουδάζοντες, ἐπειδὰν ὁ κατήγορος λέγῃ τὰ ἀδικήματα, λάθρα καὶ πόρρωθεν ἀνανεύουσι τοῖς δικασταῖς, ἐνδεικνύμενοι μηδὲν ἀληθὲς εἶναι τῶν λεγομένων. ῥᾷστον δὲ τὸ τοιοῦτον καὶ ἀκίνδυνον.
οὓς μὰ τοὺς θεοὺς «μισθοφόρους» εἰπὼν ἐφοβήθη, μὴ πρὸς τὸν μισθὸν ἀπίδωσιν οἱ δικασταὶ ὡς εἰωθότος τοῦ Μειδίου χρήματα διδόναι τοῖς συναγωνιζομένοις. ἵνα μὲν οὖν μὴ πρὸς τὸ κέρδος οἱ δικασταὶ χαυνωθῶσι, μεθʼ ὅρκου τὴν ἄρνησιν ἐποιήσατο μηδὲν ὠφελεῖσθαι παρʼ αὐτοῦ τοὺς σπουδάζοντας. καὶ ἄλλως προσπῖπτον ἀναιρεῖ· «ἴσως ἐπανορθοῖ τὸν βίον αὐτοῖς, παραμυθεῖται τὴν ἔνδειαν, διὸ καὶ αὐτοὶ σῴζουσιν ὡς εὐεργέτῃ τὴν εὔνοιαν ἐν ταῖς χρείαις διακονούμενοι.» ἐκβάλλει τοίνυν ὅρκῳ τὴν δόξαν.
ἀλλὰ δεινοί τινές εἰσιν ἕτερον αἴτιον εἰσάγει καὶ πάθος, «ἀλλὰ πεφύκασί τινες συνάπτειν ἑαυτοὺς τοῖς πλουσίοις καὶ κολακεύειν καὶ ὑπηρετεῖν εἰς ἃ βούλονται», ὃ δὴ καὶ «φθείρεσθαι» ὀνομάζει. φθορὰ γὰρ τὸ ταῖς τῶν ἄλλων ἕπεσθαι γνώμαις, ὅθεν ἐπάγει ὡς οὐκ ἀνεκτὰ ταῦτα τοῖς ἐλευθερίοις καὶ μετρίοις τὰ συγκροτήματα· ὑποπτεύεται γὰρ ταχέως. τὸ δὲ «συλλεχθέντες» λέγει ἰσχυρότερον ἀποφαίνων τὸ δικαστήριον. «εἰ γὰρ καὶ ἰδίᾳ ὑμῶν ἕκαστος ἡττᾶται τῶν πλουσίων, ἀλλʼ ὅταν εἰσίητε κρίνοντες κύριοι ὄντες τοῦ δικαστηρίου, κυριώτεροί ἐστε τοῦ διαφθεῖραι καὶ λῦσαι αὐτῶν τὴν δύναμιν.»
τί δὴ τὰ καὶ τὰ πεπονθὼς ἐνήλλαξε διὰ τῶν λέξεων τὴν δύναμιν τῆς ἀντιθέσεως. ὁ μὲν γὰρ Μειδίας ἐκείνως ἂν προήγαγεν· «οὐδεὶς παρʼ ἐμοῦ πέπονθε δεινὸν οὐδὲ κατηγορῆσαί τις ἐτόλμησεν». ὁ δὲ τῷ μὲν μηδένα κατηγορηκέναι συνέδραμε, τὴν δὲ αἰτίαν ἐνήλλαξε. θαυμάζειν γάρ φησι, διὰ τί πολλοὶ παθόντες οὐ κατηγόρησαν. καὶ πεποίηκεν οὐκ ἀντίθεσιν εἰσάγοντα μᾶλλον ἢ ὁμολογίαν καθʼ ἑαυτοῦ τῶν ἀδικημάτων. τεχνικώτατα δὲ πάνυ τὸν Μειδίαν λεληθότως ὁμολογοῦντα τὴν δυναστείαν ποιεῖ. ὅταν γὰρ ὀνειδίζῃ τῷ Δημοσθένει ὅτι «πολλοὺς καὶ ἄλλους ἠδίκησα καὶ κατὰ τοῦ δεῖνος καὶ τοῦ δεῖνος ἐχώρησα, καὶ οὐδεὶς ἔλαβε δίκην παρʼ ἐμοῦ, οὐδεὶς ἐτόλμησε καθίσαι κατʼ ἐμοῦ δικαστήριον, σὺ μόνος ὑπερβαίνεις τὴν τάξιν, μετὰ τῶν νόμων ὁπλίζῃ», τὴν δυναστείαν προβαλλόμενος, πῶς οὐ βεβαιοῖ σαφῶς τῆς τυραννίδος τοῖς οἰκείοις λόγοις τὴν μίμησιν;
ἀφίσταται τοῦ βοηθεῖν αὑτῷ οὐδείς, φησίν, οὐδὲ βοηθεῖν ἑαυτῷ λοιπὸν ἰσχύει τὸν Μειδίαν φοβούμενος. εἶτα συνάπτει πολλὰς προφάσεις, διʼ ἃς ἕκαστος τὴν ἡσυχίαν ἀσπάζεται, προσκρούειν αὐτῷ μὴ βουλόμενος.
καὶ γὰρ ἀσχολία καὶ ἀπραγμοσύνη «ἀσχολία» διὰ τὴν τύχην, «ἀπραγμοσύνη» διὰ τὸν τρόπον καὶ τὸ μὴ δύνασθαι λέγειν διὰ τὴν φύσιν. διʼ ὧν δὲ αἰτίαν ἀποδίδωσι τοῖς ἠδικημένοις ὅτι μὴ κατηγόρησαν, διὰ τούτων τὰ ἐναντία τῷ Μειδίᾳ περιάπτει, ὅτι φιλοπράγμων, ὅτι μηδενὶ σχολάζων ὡς κοινὸς ἐχθρὸς τῇ πολιτείᾳ. τὸν δὲ κατάλογον τῶν ἀδικημάτων αὐτοῦ εἰπὼν τέλος τύραννον ἀπέφηνεν.
ἐπειδήπερ εἴληπται ἐπειδὴ ὑπὸ χεῖρα γέγονε καὶ εἴσω τῶν δικτύων γεγένηται.
λέγεται τοίνυν ποτὲ ἐν τῇ πόλει ἐφʼ ἕτερον εἶδος μεταβέβηκε τῶν ἐπιλόγων, διʼ οὗ πειρᾶται δεικνύναι μὴ ὄντα αἰδοῦς ἄξιον τὸν Μειδίαν· αἰδοῦς γὰρ τυγχάνει τις ἢ διὰ λαμπρότητα γένους ἢ διὰ στρατείας καὶ πράξεις οἰκείας ἢ διὰ φιλοτιμίαν τῶν περὶ τὴν πόλιν· ἃ ὅτι οὐ προσῆν Μειδίᾳ, τὸν Ἀλκιβιάδην εἰσήγαγεν, οὐχ ἵνα συγκρίνῃ, ἀλλʼ ἵνα ἀντεξετάσῃ καὶ ἵνα δείξῃ πρὸς τούτοις ὅτι «εἰ τηλικοῦτος ὢν Ἀλκιβιάδης οὐκ ἔτυχεν αἰδοῦς, πῶς ἂν τύχοι Μειδίας;»
λέγεται ... πόλει μεταβέβηκεν ἐφʼ ἕτερον μέρος ἐπιλόγων, διʼ οὗ πειρᾶται δεικνύναι μὴ ὄντα αἰδοῦς ἄξιον τὸν Μειδίαν. ἐλέγετο γὰρ ἓν καὶ τοῦτο εἶναι τῶν δυναμένων ἀεὶ σῴζειν τοὺς ἀδικοῦντας. τῆς δὲ αἰδοῦς οὐχ ἓν εἶδος, ἀλλὰ τόποι πλείους· αἰδοῦς γὰρ τυγχάνει τις ἢ διὰ λαμπρότητα γένους ἢ διὰ στρατηγίας καὶ πράξεις οἰκείας ἢ διὰ φιλοτιμίας τῶν περὶ τὴν πόλιν. βουλόμενος οὖν εὐαφόρμως ἐξετάσαι μὴ προσόντα ταῦτα τῷ Μειδίᾳ, τὸν Ἀλκιβιάδην συνεισήγαγεν, οὐχ ἵνα συγκρίνῃ πρὸς αὐτὸν τὸν Μειδίαν, ἀλλʼ ἵνα ἐξετάσῃ τὰ Μειδίου ἀδικήματα, πρὸς δὲ τούτοις ἵνα δείξῃ κἀκεῖνο ὅτι «τηλικοῦτος ὢν Ἀλκιβιάδης οὐκ ἔτυχεν αἰδοῦς ἀδικήσας, πῶς οὖν αἰδεσθήσεσθε Μειδίαν ᾧ μηδὲν τούτων πρόσεστιν;»
καὶ οὐκ ἀπεικάσαι δήπου Μειδίαν θεραπεία διὰ τὸ τῶν προσώπων διάφορον. «παλαιὰν» δὲ «εὐδαιμονίαν» εἶπεν, ὅτε εἶχον τῆς Ἑλλάδος τὴν ἡγεμονίαν.
πρὸς πατρὸς μὲν Ἀλκμαιωνιδῶν πρόφασιν ἑαυτῷ δίδωσι καὶ τὸ ἀντεξετάσαι τὸ Μειδίου γένος.
τούτους δέ φασιν ἀπὸ τῶν τυράννων ἑτέρας προφάσεως οὔσης, διʼ ἣν ἐστασίασαν, ἄλλην εἶπεν ὁ ῥήτωρ. ὁ δὲ Μεγακλῆς τῆς μιᾶς στάσεως, ὁ δὲ Ἱπποκράτης ὁ Πεισιστράτου πατὴρ τῆς ἑτέρας. ἐπῆραν δὲ οἱ στασιάζοντες, οἵ τε Παράλιοι καὶ οἱ Ὑπεράκριοι. νικησάντων δὲ τῶν Ἱπποκράτους καὶ Πεισιστράτου καὶ τυράννου καταστάντος τοῦ Πεισιστράτου, φοβηθεὶς οὖν ὁ Μεγακλῆς συνῆψε τὴν θυγατέρα τῷ Πεισιστράτῳ. χρωμένου δὲ αὐτῇ παρὰ φύσιν ἐκείνου προέμενος ὁ Μεγακλῆς τὴν θυγατέρα ἀφείλκυσε καὶ ᾤχετο αὐτὸς εἰς Δελφούς. τότε δὲ ἐμπρησθέντος τοῦ νεὼ τοῦ Ἀπόλλωνος ἐκήρυξαν οἱ Δελφοὶ τὸν βουλόμενον μισθώσασθαι πρὸς κατασκευὴν τοῦ νεώ. ὁ Μεγακλῆς οὖν ἐδέξατο καὶ λαβὼν δέκα τάλαντα τρία μὲν ἀνάλωσεν εἰς τὴν κατασκευήν, ἐκ δὲ τῶν ἑπτὰ δύναμίν τινα συνήθροισε, καὶ πείσας Λακεδαιμονίους βοηθεῖν ἐπὶ τὰς Ἀθήνας Πεισίστρατον μὲν οὐκέτι ζῶντα κατέλαβεν, Ἱππίαν δὲ τὸν ἐκείνου παῖδα τυραννοῦντα ἐξέβαλεν.
ἐκπεσεῖν στασιάσαντας φιλοῦντες γὰρ τὴν δημοκρατίαν τοῖς Πεισιστρατίδαις ἀντέστησαν καὶ οὕτως ἐφυγαδεύθησαν, εἶτα δανεισάμενοι χρήματα αὐτοὶ οἱ Ἀλκμαιωνίδαι συνήγαγον δύναμιν καὶ ἐπιθέμενοι τοῖς τυράννοις καθεῖλον καὶ ἠλευθέρωσαν τὴν πόλιν.
πρὸς δὲ μητρὸς Ἱππονίκου καὶ τοῦτο ἔνδοξον τὸ γένος παρὰ τοῖς Ἀθηναίοις· ἦν γὰρ Καλλίας μὲν ὁ προπάτωρ ὁ δᾳδουχήσας Σαλαμῖνι, Ἱππόνικος δὲ τούτου παῖς, οὗ παῖδες Καλλίας ὁ τὴν θρυλουμένην εἰρήνην σπεισάμενος πρὸς τὸν Πέρσην καὶ ἡ μήτηρ Ἀλκιβιάδου.
καὶ ταύτης τῆς οἰκίας τί παρενοχλῶ, φησί, διηγούμενος; ἴστε πόσοι τούτου τοῦ γένους, ταύτης τῆς ῥίζης ἀνεβλάστησαν ὄρπηκες.
θέμενος τὰ ὅπλα ὑπὲρ τῆς πόλεως ἀντιταξάμενος. κατὰ Σικελίαν γὰρ ὄντων τῶν Ἀθηναίων, περὶ Σάμον καθόδου τυχὼν ἐκεῖ μετὰ τῶν στρατιωτῶν ἐπολέμησεν.
τρίτον δʼ ἐν αὐτῇ τῇ πόλει ὅτε τὰς προσβολὰς ἐποιοῦντο πρὸς τὸ τεῖχος ἐκ Δεκελείας οἱ Λακεδαιμόνιοι.
ἔτι δʼ ἵππων Ὀλυμπίασιν λαμπρὸν αὐτὸν καὶ ἐν πολέμοις καὶ ἐν τοῖς κατὰ τὴν εἰρήνην ἀποφαίνει· σεμνὸν γὰρ ἦν καὶ τὸ νικᾶν Ὀλυμπίασιν. ἔοικε δὲ δεικνύναι ὅτι καλῶς οὗτος τῷ πλούτῳ ἐχρῆτο.
καὶ στρατηγὸς ἄριστος εἰρήκαμεν ὅτι κατʼ ἀμφοτέρους τοὺς καιροὺς παρέχει αὐτῷ τὰ πρωτεῖα.
φυγάδα ἐξέβαλον καίτοι οὐκ ἐποίησαν αὐτὸν οἱ Ἀθηναῖοι φυγάδα, ἀλλʼ ἐπειδὴ κληθεὶς οὐχ ὑπήκουσε, κατεψηφίσαντο μηκέτʼ εἶναι.
εἷρξεν Ἀγάθαρχον ζωγράφος οὗτος ὢν ἐφωράθη συνὼν τῇ παλλακίδι τοῦ Ἀλκιβιάδου, ὃν λαβὼν καθεῖρξε καὶ κατὰ τοῦτο ἥμαρτε μὴ παραδοὺς τοῖς νόμοις. ἀπεσιώπησε δὲ τὸ ἁμάρτημα ὡς μικρόν, ἵνα μεῖζόν τι ὑποπτεύσωσιν οἱ δικάζοντες. τὸ ἀμφισβητούμενον οὖν ὡς ὁμολογούμενον ἔθηκεν. ἔχει γὰρ αὑτῷ συναγωνιζομένην τὴν κατάγνωσιν τοῦ δήμου. τινὲς δὲ τὸ «εἷρξεν» οἷον «ἐξέωσε τοῦ θεάτρου ὡς ἀσελγῆ». διὸ καὶ εἶπεν «ὅπερ οὐδὲ ὀνειδίζειν ἄξιον».
τοὺς Ἑρμᾶς περιέκοπτεν ἐν μιᾷ γὰρ νυκτὶ εὑρέθησαν οἱ Ἑρμαῖ περικοπέντες καὶ ὑπωπτεύθη ὁ Ἀλκιβιάδης.
Ἑρμῆς πέμματος εἶδος καὶ ἰδέα πόσεως ἔστι. καὶ Ἑρμῆς πρὸς τῇ πυλίδι.
τὸ δʼ ὅλως ἀφανίζειν ἱερὰν ἐσθῆτα «ἱερὰ» μόνον ἡ ἀρχαία ἔχει ἐμφαντικὴ οὖσα πολλῶν, οἷον στεφάνων, ἐσθῆτος, αὐτῆς τῆς ἐν ἱερῷ πανηγύρεως, καὶ ταύτην ὕβρισε· ἐπεὶ τό γε «τὴν ἐσθῆτα» προσθεῖναι πολλὴν ἔχει τὴν ἐλάττωσιν.
τίς ὢν Ἀλκμαιωνίδης ὢν ἀπὸ Ἱππονίκου γνωριζόμενος.
καὶ τίσι ταῦτʼ ἐνδεικνύμενος ὑπὸ τίνος ἠδικημένος; ποίου χορηγοῦ παροξύνοντος; ποίου ζωγράφου κεκινηκότος εἰς ἀγανάκτησιν;
πρὸς τὸ μὴ καλὸν μηδὲ θεμιτὸν «καλὸν» μὲν ἴσως πρὸς τοὺς ζῶντας, «θεμιτὸν» δὲ πρὸς τοὺς κατοιχομένους.
τοιούτων ἀνδρῶν οὖσιν ἀπογόνοις τῶν κεκολακότων τὸν Ἀλκιβιάδην.
καὶ μηδένα μηδαμόθεν μὴ ἀπὸ γένους, μὴ ἀπὸ στρατηγίας, μὴ ἀπὸ λόγων, μὴ ἀπὸ ἐπιεικείας.
ἢ χάριτός τινος ἐνταῦθα δείκνυσιν, ὅτι οὐκ ἔστιν ἄξιος αἰδοῦς. τὸ γὰρ «χάριτος» τοῦτο βούλεται σημαίνειν.
τὸ «χάριτος» ἀντὶ αἰδοῦς.
τῶν στρατηγιῶν ἀφορμὴν λαβὼν ἐκ τῶν κατὰ Ἀλκιβιάδην ὅτι στρατηγὸς ἄριστος, ἀντεξετάζει τὴν στρατηγίαν τοῦ Μειδίου, οὐ κατὰ σύγκρισιν, ἀλλὰ κατὰ παράθεσιν. διὸ καὶ εἶπεν «ἀλλʼ οὐδὲ καθʼ αὑτὸν στρατιώτης»· πῶς οὖν αἰδοῦς ἄξιος;
μή τι τῶν ἄλλων ἡγεμών οὐκ ἀπέδειξε τὸ «τῶν ἄλλων ἡγεμών»· φθάνει γὰρ προαποδείξας ὅτι δειλὸς καὶ ἀσθενής.
γένους ἕνεκα νὴ Δία τοῦτο συνῆπται τοῖς παρασήμοις, πρὶν διορθωθῆναι τὸν λόγον· τὰ δὲ μέσα ἐνετέθη.
γένους ... Δία τὸ ἕτερον μέρος αἰδοῦς τὸ κατὰ τὴν εὐγένειαν, ἥντινα μὴ δυνάμενος φανερῶς διαβάλλειν ἔξωθεν διασύρει. καὶ γὰρ ἦν εὐπατρίδης καὶ τοῦ δοκιμωτάτου γένους. ἀλλὰ διʼ ἐπήρειαν αὐτοῦ διαβάλλει τὸ γένος ὥσπερ τὸ Αἰσχίνου καὶ τὸ Τιμοκράτους καὶ Ἀνδροτίωνος. ἐπεὶ δὲ σεμνότατον τὸ γένος, καινοτέρῳ τρόπῳ μεθώδευσεν ὅτι οὐκ ἔστιν ἐξ ἐκείνου τοῦ γένους, ἀλλʼ ὑποβολιμαῖος, ἵνα μὴ φανερῶς διασύρων πολλοῖς τῶν δοκίμων προσκρούσῃ.
καὶ τίς οὐκ οἶδεν ὑμῶν τὰς ἀπορρήτους «ἀπορρήτους» μὲν τὰς λαθραίως γιγνομένας, «ἐν τραγῳδίᾳ» δέ· τὰς γὰρ ἐπισήμους ἐκθέσεις τῶν βρεφῶν αἱ τραγῳδίαι παρειλήφασιν. ἀσαφὲς δὲ τοῦτο τὸ χωρίον καὶ πολλοὶς πράγματα παρέχον· αἴτιον δὲ τῆς ἀσαφείας τὸ διαστρέψαι τὴν τάξιν· τὰ γὰρ τελευταῖα πρῶτα τέθεικεν. πρὶν γὰρ ἀποδεῖξαι, πῶς ἐξετέθη, λέγει «ὥσπερ ἐν τραγῳδίᾳ». ἀνέστρεψε δέ, ἵνα μὴ ἄνωθεν κατʼ ἀκολουθίαν διηγούμενος ἀπιθανώτατον δόξῃ τὸ πρᾶγμα.
ἡ μὲν γὰρ ὡς ἀληθῶς μήτηρ τοιαύτη ἐστὶ πᾶσα τοῦ νοήματος ἡ πλοκή. φρονιμωτάτη ἦν ἡ τεκοῦσα αὐτὸν μήτηρ. συνειδυῖα γάρ, ὅτι ἐκ βαρβάρων γέγονε καὶ ὅτι φαῦλαι αἱ φύσεις αἱ τῶν βαρβάρων, ἀπέδοτο αὐτόν. ἡ δὲ ὑποβαλλομένη μωροτάτη, ἥτις εἵλετο βάρβαρον ὠνήσασθαι, ἐξὸν Ἕλληνά τινα καὶ πολίτην. πόθεν δὲ βάρβαρος; ὅτι ὠμός ἐστι καὶ ὑβριστής. ἔστι δὲ ἐξ Ἀθηναίων μὲν τοιοῦτος οὐδείς, οἱ δὲ βάρβαροι φύσει ὑβρισταί. διὸ καὶ εἶπεν «ἀλλὰ τὸ τῆς φύσεως ἀληθῶς βάρβαρον». εἰ μὲν οὖν ἐβούλετο σαφῶς εἰπεῖν, ἐκ ταύτης ἂν ἤρξατο τῆς ἀποδείξεως· ἐπειδὴ δὲ εὐθὺς ἐν ἀρχῇ λέγων ὅτι «ἐκ τῶν ἔργων δείκνυται βάρβαρος» ὤφθη ἂν σοφιζόμενος, διὰ τοῦτο ἐνήλλαξεν, ἵνα ὡς ὁμολογούμενον εἰσαγάγῃ. διὸ καὶ τῷ κατʼ ἐρώτησιν ἐχρήσατο σχήματι «τίς γὰρ οὐκ οἶδεν;» ὅπερ ἁπάντων σχημάτων ἀληθῶς χώραν ἔχειν δοκεῖ. διὰ τί δὲ οὐκ εἶπεν «ὥσπερ ἐν κωμῳδίᾳ»; πλείους γάρ εἰσιν ἐν ταῖς κωμῳδίαις ὑποβολιμαῖοι ἤπερ ἐν ταῖς τραγῳδίαις. ὅτι, εἰ μὲν περὶ ἰδιώτου τινὸς ἔλεγεν, ἐχρῆν κωμῳδίαν εἰπεῖν· ἰδιωτικὰ γὰρ τὰ ἐκεῖ πρόσωπα. ἐπειδὴ δὲ περιφανὴς καὶ ἵππαρχος, εἰκότως τὰ ἐκ τραγῳδίας εἶπεν· ἔνδοξα γὰρ τὰ ἐκεῖ πρόσωπα καὶ ἄλλως, ἐπειδὴ γνωριμώτατα τὰ ἐν ταῖς τραγῳδίαις τοῖς πολλοῖς — ἡρωϊκὰ γὰρ τὰ ἐκεῖ πρόσωπα καὶ βεβοημένα —, καὶ ὅτι μᾶλλον περὶ τὰς τραγῳδίας ἢ τὰς κωμῳδίας ἐσπούδαζον Ἀθηναῖοι.
ἡ μὲν γὰρ ἀπέδοτο ταῦτα ἀπὸ τῶν συμβεβηκότων ἄν τις εἴποι λελέχθαι τῷ ῥήτορι. ἐπεὶ πῶς ἔχει λόγον προεγνῶσθαι ταῦτα ταῖς γυναιξὶ καὶ μάλιστα τῇ ὠνησαμένῃ; ἡ μὲν γὰρ τεκοῦσα τυχὸν τὸν σπείραντα φαῦλον ὄντα πως εἰδυῖα εἰκότως καταφρονήσασα ἔρριψεν, ἡ δὲ ἀναλαβοῦσα ποίαν ἠδύνατο γνῶσιν ἔχειν τῆς προαιρέσεως τοῦ βρέφους;
τοσούτων τοίνυν καὶ τοιούτων πάλιν ἐφʼ ἕτερον μέρος τῆς αἰδοῦς ἐχώρησεν, ὅτι εἰ καὶ μὴ διὰ γένος, τὰς γοῦν λειτουργίας καὶ τὰς ἐπιδόσεις ἄξιον αὐτοῦ αἰδεσθῆναι.
ὡς μὲν οὐ πολλὰ εὐμεθόδως καὶ τεχνικῶς εἰσάγει τοὺς φίλους αὐτοῦ ὁμολογοῦντας ὡς μεγάλα καὶ δεινὰ τῷ Μειδίᾳ τετόλμηται, ἵνα μὴ αὐτὸς ὡς ἐχθρὸς ὑποπτεύηται.
ὡς ἥλωκεν ἤδη καὶ κατεψήφισται αὐτοὺς τοὺς συνηγόρους αὐτοῦ κατεγνωκότας πεποίηκε καὶ περὶ τοῦ τιμήματος διαλεγομένους.
καὶ τριηραρχίας ἐρεῖ καὶ λειτουργίας ἄλλους περὶ τῶν λειτουργιῶν λέγοντας ποιεῖ, ἵνα αὐτὸς εὐαφόρμως ἔχῃ καὶ τὰς τοῦ Μειδίου σκῶψαι καὶ τὰς ἑαυτοῦ θαυμάσαι. τὸ μὲν οὖν ἁπλῶς κατηγοροῦντα λέγειν τὰς ἑαυτοῦ φιλοτιμίας ἐπαχθὲς καὶ ἄκυρον, τὸ δὲ διασύροντα τὸν ἐχθρὸν προκρίνειν τὰ ἑαυτοῦ σφόδρα εὔκαιρον, ὅτι ἐξ ἀνάγκης αὐτὸ δοκεῖ ποιεῖν.
εἰ τὸ τοιαῦτα λέγειν, τουτέστι τὸ λειτουργεῖν ὅπερ αὐτὸς φοβεῖται, τὸ δοκεῖν ἐπαχθὴς εἶναι, τοῦτο τῷ Μειδίᾳ περιτίθησιν.
ἀποκναίει σημείωσαι· ἀπολλύει, διαφθείρει.
ἀηδίᾳ δήπου «ἀηδίᾳ» εἶπε διότι οἱ ἑαυτοὺς ἐπαινοῦντες ἀηδεῖς εἰσιν, «ἀναισθησίᾳ» δὲ ὅτι μὴ λειτουργήσας μηδὲν ὅμως σεμνύνεται.
ὅτε σύνδυο ἦμεν οἱ τριήραρχοι πολλαὶ περὶ τὰς τριηραρχίας ἐγίγνοντο μεταβολαὶ διὰ τὸ μέγεθος τοῦ ἀναλώματος, καὶ ὁτὲ μὲν σύνδυο ἦσαν, ὁτὲ δὲ σύντρεις, ὁτὲ δὲ ἑκκαίδεκα τριήραρχοι, ὁτὲ δὲ χίλιοι. καὶ γοῦν Δημοσθένης ὕστερον δυοῖν τριήρων ἕνα τριήραρχον ἐποίησε. καὶ ὁτὲ μὲν ἡ πόλις ἐδίδου τὰ σκεύη καὶ τοὺς ναύτας καὶ μόνον διὰ τὴν ναῦν ἐτριηράρχει, ὁτὲ δὲ σύμπαντα οἴκοθεν οἱ τριήραρχοι παρεῖχον. τοῦτο οὖν φησιν· «ὃ μέγιστον ἦν τὸ ἀνάλωμα τοῖς τριηραρχήσασι· σύνδυο γὰρ ἦμεν».
ὅτε πρῶτον μὲν διακοσίους καὶ χιλίους καθεῖλε τὴν φιλοτιμίαν τὴν Μειδίου τῷ λήθει τῶν συντελῶν, ἔστι δὲ σόφισμα τὸ ῥηθέν. φησὶ γὰρ ὅτι «παρὰ τῶν χιλίων καὶ διακοσίων εἰσπραττόμενοι τάλαντον ταλάντου μισθοῦσι τὴν τριηραρχίαν, ὡς μιᾶς τριήρους παρὰ τῶν τοσούτων γιγνομένης». οὐκ ἔστι δὲ ἀληθές. χίλιοι γὰρ καὶ διακόσιοι ἦσαν οἱ ταῖς τριηραρχίαις ἀφωρισμένοι. τούτων δὲ λοιπὸν ἢ συνεκκαίδεκα τὴν τριήρη ἐπλήρουν ἢ σύντρεις ἢ ὅσοι δήποτε. καταλιπὼν οὖν τὸ λέγειν, ὅτι ναῦν ἑκκαιδέκατος παρέσχε, πάντας τοὺς ἐπὶ τριηραρχίας ἀφωρισμένους ὠνόμασεν, ὡς πάντων μίαν παρεχόντων.
πληρώματα ναύτας καὶ ἐπιβάτας καὶ σκεύη κατʼ αὐτάς.
ἐξ ἀντιδόσεως οἷον κατὰ ἀνάγκην γεγονώς. σκοπεῖτε δὲ ὅτι περὶ μὲν ἑαυτοῦ τὴν ἀντίδοσιν ἔκρυψε, τῷ δὲ Μειδίᾳ τὴν μνήμην ἐφύλαξεν.
εἱστίακα τὴν φυλὴν ὡς ἄλλης ταύτης οὔσης λειτουργίας. καὶ δέδωκε θεώρημα, αὔξειν τὰς λειτουργίας ἐπιόντα τοῖς κατὰ μέρος, ἵνα λίαν πολλαὶ δόξωσιν.
καὶ Παναθηναίοις κεχορήγηκα οὐχὶ τῶν Παναθηναίων γέγονε τὸ ἀνάλωμα, ἀλλʼ ἵστασαν τῇ θεῷ χοροὺς ὥσπερ τῷ Διονύσῳ· τούτων οὖν ἐγένετο χορηγός. ἀναγκαίως δὲ τοῦ χορηγοῦ τὴν φυλὴν ἑστιῶντος ὁ Δημοσθένης διελὼν εἶπεν.
ἴσον Φορμίωνι καὶ Λυσιθείδῃ οὗτοι οὐ κατὰ τοὺς Δημοσθένους καιροὺς ἐγένοντο, ἀλλʼ ὁ Φορμίων μὲν ἐπὶ τῶν Πελοποννησιακῶν, Κάλλαισχρος δέ ἐστι Κριτίου πατήρ· ἀλλʼ ἐπειδὴ καὶ οὗτοι γεγόνασι συμμορίας ἡγεμόνες, ὁμολογοῦνται δὲ πλουσιώτατοι γεγενῆσθαι, διὰ τοῦτο ἐκείνοις αὑτὸν εἴκασεν. εἶθʼ ἵνα μὴ ὑποκρούσῃ τις «οὐκοῦν πλούσιος, ὦ Δημόσθενες», ἐπήνεγκεν εὐθέως «εἰσφέρων οὐκ ἀπὸ ὑπαρχούσης οὐσίας». καὶ ἔστι τοῦτο σόφισμα· φησὶ γὰρ ὅτι «ὑπὸ τῶν ἐπιτρόπων ἀπεστερήμην». ἐνήλλαξε δὲ τὸν καιρόν, ἵνα τὴν ἑαυτοῦ φιλοτιμίαν αὐξήσῃ. τῶν γὰρ ἐπιτρόπων λεγόντων ὅτι «εἰς τὴν συμμορίαν ἐξαναλώθη τὰ χρήματα λειτουργούντων ἡμῶν ὑπὲρ τῆς σῆς οἰκίας», Δημοσθένης φησὶν ὅτι «ὅτε ἀπεστερήθην τῶν χρημάτων, τότε ἠρξάμην λειτουργεῖν».
καὶ ὧν δίκαιον ἦν με δοκιμασθέντα «δοκιμασθέντα» ἀντὶ τοῦ «εἰς ἄνδρας ταχθέντα λαβεῖν τὰ πατρῷα παρὰ τῶν ἐπιτρόπων». τότε γὰρ ἀπελάμβανε τὴν οὐσίαν, ὅτε τοὺς ἐφήβους ἐδοκίμαζον.
τίς οὖν ἡ λαμπρότης ἅπερ ὤκνησεν ἐξ ἀρχῆς, ὅτι διὰ τὴν περιφάνειαν καὶ τὴν λαμπρότητα δίκαιον αὐτὸν αἰδεσθῆναι, ταῦτα νῦν εἶπεν, ὅτε ἀπέδειξεν, ὅτι μάτην ἔχουσι. καὶ τοῦτο περιττότερον ἔχει ὁ περὶ τῶν λειτουργιῶν τόπος τῶν προειρημένων, ὅτι ἐν ἐκείνοις μὲν ἐκβάλλει τὴν αἰδῶ, ἐν τούτοις δὲ καὶ φθόνον αὐτῷ κατασκευάζει, οἷς πολλὰ χρήματα κεκτημένος εἰς μὲν τὴν πόλιν οὐδαμῶς, περὶ δὲ τὰς τρυφὰς τὰς ἑαυτοῦ φιλότιμός ἐστιν.
οἰκίαν ᾠκοδόμηκεν Ἐλευσῖνι τυραννικὸν τὸ ἔγκλημα καὶ τὸ τῆς πολιτείας ἦθος ἐκβαίνοντος. οὐκ ἐᾷ γὰρ γίγνεσθαι τὴν θέαν ἐπισκοτοῦσαν καὶ ἐφελκομένην τῶν ἄλλων τοὺς ὀφθαλμοὺς ἢ τῷ ἀφαιρεῖσθαι τῷ ὕψει τῆς οἰκοδομίας.
κἂν ἄλλοσέ ποι βούληται ἢ πρὸς συγγενεῖς ἢ εἰς χωρία, ἵνα μὴ διʼ εὐσέβειαν, ἀλλὰ διὰ τρυφὴν μᾶλλον γίγνοιτο ἡ κτῆσις.
ἐπὶ τοῦ λευκοῦ ζεύγους τοῦ ἐκ Σικυῶνος καὶ τοῦτο τρυφῆς ὁμοῦ καὶ τυραννικῆς ἐννοίας τεκμήριον· τρυφῆς μὲν ὅτι καὶ ζεῦγος καὶ λευκόν, ὁπότε καὶ τὸ ἱπποτροφεῖν τότε χαλεπόν, τυραννικὸν δὲ τὸ ἐκ Σικυῶνος· ἐτυραννεῖτο γὰρ ἡ πόλις ἐκείνη, οἱ δὲ πρῶτοι γενόμενοι τύραννοι ἐν Σικυῶνι λευκοῖς ἡμιόνοις ἐχρήσαντο. οὐκοῦν συνήθειαν οὗτος κτᾶται πρὸς τοὺς τυράννους ζεύγη παρʼ αὐτῶν ὠνούμενος.
καὶ τρεῖς ἀκολούθους οὐκ ἐξῆν παρὰ τοῖς Ἀθηναίοις ἀργὸν τρέφειν οἰκέτην, διόπερ οἱ μὲν αὐλοποιοὺς οἱ δὲ μαχαιροποιοὺς εἶχον τοὺς δούλους, Μειδίας δὲ τοσούτους ἀργοὺς περιάγων τοὺς τυράννους μιμεῖται, δορυφορούμενος ὑπὸ τῶν οἰκετῶν.
διὰ τῆς ἀγορᾶς σοβεῖ τὸ ἔνθρυπτον αὐτοῦ καὶ βλακῶδες διαβάλλει. τὴν ἀγορὰν θορυβῶν καὶ σοβῶν τοὺς ἀπαντῶντας. τὸ δὲ «σοβεῖ» συνεχοῦς κινήσεως τεκμήριον, ἔνθεν καὶ σόβους τοὺς σατύρους παρὰ τὸ σοβεῖν· κινητικώτατον γάρ ἐστιν ἐν τοῖς ζῴοις· καὶ διὰ τοῦτο καὶ τοὺς σατύρους αὐτοὺς σόβας ἔχοντας γράφουσιν.
κυμβία καὶ ῥυτὰ καὶ φιάλας τρυφῆς ὑπερβαλλούσης σημεῖον τὸ καὶ τὰ εἴδη τῶν ἐκπωμάτων περιεργάζεσθαι. ῥυτὰ δὲ ἐπιμήκη ποτήρια κερατοειδῆ, ἄνω μὲν εὐρυνόμενα, εἰς ὀξὺ δὲ λήγοντα.
ὥστε τοὺς παριόντας ἀκούειν οὐκοῦν ἐκκαλεῖται διὰ τούτων εἰς συμπόσια τοὺς βουλομένους· ἐκ δὲ συμποσίων ἑταιρίαι καὶ συνωμοσίαι, μετὰ ταῦτα δὲ τυραννίς.
οὐ δὴ δεῖ τὰ τοιαῦτα ἔστι καὶ τούτων ἐνίοτε καιρός, ἀλλὰ τὸ ἀεί, φησί, ταῦτα τιμᾶν οὐ καλὸν οὐδʼ ἐπὶ ταῖς ἰδίαις φιλοτιμίαις σεμνύνεσθαί τινα συγχωρεῖν. οἱ γὰρ πένητες εὐδαιμονίας καὶ αἰδοῦς ἀξίους νομίζουσιν οὐ τοὺς λειτουργοῦντας, ἀλλὰ τοὺς τρυφῶντας.
ἢ θεραπαίνας κέκτηται εἰς ἀσέλγειαν καὶ ὕβριν ἀποτείνεται, «σκεύη» δὲ εἶπε περὶ τῶν κάδων καὶ τῆς ἀστράβης.
ἀλλὰ νὴ Δία τριήρη διεῖλε τὰς λειτουργίας, τὰς μὲν εἰς τὸ ἀναγκαῖον, τὰς δὲ εἰς τὸ ἑκούσιον, αἵτινες καὶ φιλοτιμίαι λέγονται. διασύρας οὖν αὐτὸν εἰς ἐκείνας βούλεται καὶ περὶ τῆς ἐπιδόσεως εἰπεῖν. λυπεῖ δὲ αὐτὸν ἡ φιλοτιμία, καὶ διὰ τοῦτο ἀπέτεμεν αὐτὴν ἀπὸ τῶν ἄλλων λειτουργιῶν, ἵνα γυμνωθεῖσα καθʼ ἑαυτὴν ἀσθενεστέρα φανῇ καὶ μηδὲ πρόσσχωσι τῷ δοκοῦντι λαμπρῷ τοῦ Μειδίου. πρὸς τούτοις καὶ τὴν φιλοτιμίαν καθεῖλεν ἐκ πλειόνων τόπων καὶ δείκνυσιν ὅτι οὐ φιλοτιμία τὸ γεγονός, ἀλλὰ τέχνη καὶ σόφισμα.
θρυλήσει συνεχῶς λέξει.
εἰ δὲ δὴ δειλίας καὶ ἀνανδρίας αὐτὴν τὴν ἐπίδοσιν οὐκ ἔχων μέμφεσθαι, ἀπὸ τῶν παρακολουθούντων αὐτὴν καθαιρεῖ καὶ παράγγελμα ἡμῖν παρέσχεν, ὅπως δεῖ περὶ τῶν δοκούντων καλῶν ποιεῖσθαι τὰς κατηγορίας. αὐτὰ μὲν γὰρ οὐ προσήκει μέμφεσθαι — ἀναίσχυντον γάρ —, ἀπὸ δὲ τῶν περιστατικῶν διαβάλλειν. οὕτω γὰρ ἐνταῦθα ὁ ῥήτωρ ἐποίησεν ἀπὸ τῆς αἰτίας φαυλίσας. διὰ γὰρ τὸ δέος, φησίν, ὤφθη φιλότιμος, ἀπὸ τῆς γνώμης μεθʼ ἧς, ἀπὸ χρόνου πότε, ἀπὸ τῆς ἐκβάσεως τί τὸ συμβάν.
ἄνωθεν δέ, βραχὺς γὰρ ἔσθʼ ὁ λόγος βούλεται πάλιν τὴν ἐπίδοσιν τὴν ἑαυτοῦ τῇ ἐπιδόσει τοῦ Μειδίου συγκρῖναι, καὶ διὰ τοῦτο ἀναλαμβάνει τοὺς χρόνους, δοκῶν μὲν εὐκρινείας ἕνεκα τοῦτο ποιεῖν, τῇ δὲ ἀληθείᾳ ἐπὶ τὸν καιρὸν ἀναδραμεῖν βουλόμενος, ἐν ᾧ τὴν ἐπίδοσιν αὐτὸς πεποίηκε τούτων.
ἐγένοντο εἰς Εὔβοιαν ἐπιδόσεις ἀπαριθμεῖται πολλῶν ἐτῶν εἰσφορῶν καὶ ἐπιδόσεων καιρούς, ἐν οἷς οὐ φαίνεται ἐνδείξας ἑαυτοῦ τὴν φιλοτιμίαν Μειδίας. εἰ δὲ ἐν ἐκείνοις οὐκ ἐπέδωκε, νυνὶ δὲ τοῦτο ἐποίησε, σκέπτεσθε τὴν αἰτίαν διʼ ἣν ἠναγκάσθη τοῦτο ποιεῖν. πῶς ἐπέδωκεν; λέγε μοι, φησί, τὸν τρόπον τῆς ἐπιδόσεως.
τούτων οὐκ ἦν Μειδίας, ἀλλʼ ἐγώ τὸν σκοπὸν ἐξ ἀνάγκης ἐπλήρωσεν. εἶπε γὰρ ὅτι «οὐκ ἦν Μειδίας ὁ ἐπιδούς», ὥσπερ δὲ ἐπιζητοῦντος τοῦ ἀκροατοῦ «τίς οὖν ἦν;» προσέθηκεν «ἀλλʼ ἐγώ».
καὶ συντριήραρχος ἦν μοι Φιλῖνος ὥσπερ προσθήκην τινὰ τὸν Φιλῖνον ἐποίησε, δευτέρου μνησθείς, ὡς αὐτοῦ μὲν ἐπιδόντος τὴν ναῦν, ἐκείνου δὲ ἁπλῶς συνεργοῦντος.
καίτοι τόν γε δὴ φιλότιμον πῶς αὐτὸς ἐν πάσαις μὴ ἐπιδοὺς ἕτερον μέμφεται; ὅτι πλείονα πεποίηται σπουδὴν δεῖξαι τὸν Μειδίαν μὴ ὄντα φιλότιμον, ἀλλʼ ἐκείνου ἑαυτὸν φιλοτιμότερον.
τρίται τοίνυν αὗται οὐκοῦν, εἶπε, καὶ τὴν φιλοτιμίαν διʼ ἐμὲ πεποίηκε. τὴν γὰρ ἐμὴν δόσιν ἐμιμήσατο.
ἐνταῦθα ἐπέδωκε. πῶς; ἀπὸ τοῦ τρόπου πειρᾶται διαβάλλειν. τὸ γὰρ «πῶς» περὶ τὸν τρόπον θεωρεῖσθαι πέφυκεν.
πῶς; ἐν τῇ βουλῇ γιγνομένων ἐπιδόσεων οὐ διὰ φιλοτιμίαν ἐπέδωκεν· ἐχρῆν γὰρ ἐν ταῖς πρώταις ἐπιδόσεσιν ἐπιδοῦναι. καὶ ἔστι τοῦτο ἀπὸ τοῦ χρόνου· δυνάμεθα γὰρ καθαιροῦντες λέγειν «οὐδὲν μέγα τὸ γιγνόμενον· ἐχρῆν γὰρ αὐτὸν ἐν λιμῷ χαρίσασθαι μᾶλλον, ὅτε σύμπας ὁ δῆμος διεφθείρετο.»
παρὼν οὐκ ἐπεδίδου τὸ μὲν «παρὼν» πρόσκειται, ἵνα μὴ λέγῃ ὡς ἀπεδήμει, τὸ δὲ «ἐν τῇ βουλῇ», μὴ δεδωκέναι· οὔπω γὰρ προσέβαλλεν ὁ φόβος, τῆς ἀνάγκης τοῦ ἐξιέναι μὴ καταφανοῦς γενομένης. ὅτε δὲ τοῦ δήμου προβουλευσαμένη ἡ βουλὴ πέμπειν προσέταξε τοὺς ἱππέας, ὀξέως φθάσας καὶ τοὺς προέδρους ἐπέδωκε τὴν ναῦν.
παρελθὼν ἐπέδωκεν ἀπὸ τῆς αἰτίας τοῦτο· ἵνα γὰρ φύγῃ τὸν κίνδυνον, διὰ τοῦτο ἐπέδωκεν. τὴν ὑπερβολὴν δὲ ἔδειξε τοῦ φόβου· προὔλαβε γὰρ τὴν τῶν προέδρων παρουσίαν, ἵνα μὴ προελθόντες ἐκεῖνοι περὶ ἄλλων προθῶσι τὴν σκέψιν καὶ οὕτως ἐκ τῆς ἐπιδόσεως ὁ Μειδίας ἀναγκασθῇ στρατεύεσθαι. οἱ γὰρ πρόεδροι ἦσαν οἱ διὰ τοῦ κήρυκος λέγοντες τῷ δήμῳ, «δοκεῖ ὑμῖν περὶ τούτου βουλεύσασθαι;» καὶ χωρὶς ἐκείνων περὶ οὐδενὸς ὁ δῆμος ἐσκέπτετο.
τῷ δῆλον τίνι δῆλον καὶ πόθεν ἡ γνῶσις, ὅτι φεύγων τὴν στρατείαν ἐπέδωκε καὶ οὐ διὰ φιλοτιμίαν;
τοῖς μετὰ ταῦτα πραχθεῖσι ἐπιδοὺς γὰρ τὴν ναῦν διὰ τὸν φόβον, ὡς εἶδεν ὅτι τέως προϊούσης τῆς σκέψεως ὁ δῆμος ἔγνω μὴ πέμπειν τοὺς ἱππέας, ἀλλʼ ἦν ἀναβολὴ τῆς ἐξόδου, οὐκ ἐνέβη ἐπὶ τὴν ναῦν, ἀλλʼ Αἰγύπτιόν τινα Πάμφιλον εὑρὼν ἐπίστευσε τὴν τριήρη. μετὰ μικρὸν δὲ τοῦ στρατηγοῦ Φωκίωνος κρίναντος ἀποστεῖλαι κατὰ διαδοχὰς τοὺς ἱππέας ἐπὶ τὸν πόλεμον — ἦν δὲ αὐτὸς ὁ Μειδίας τότε φυγὼν τὸ μετὰ τῶν ἱππέων ἐξελθεῖν — ἐξέδραμεν ἐπὶ τὴν ναῦν καὶ προὔδωκε τὴν τάξιν καὶ ἵππαρχος χειροτονηθεὶς τῆς ἀρχῆς παρημέλησεν.
μετεπέμπετο τοὺς ἐξ Ἀργούρας εἰ πλείους ἦσαν οἱ στρατηγοί, παρὰ χρόνον ἦρχον. ἐλθόντος οὖν τοῦ καιροῦ ἐπὶ Φωκίωνα ὥστε ἄρχειν μετεπέμψατο τοὺς ἱππέας, ἵνα αὐτῷ παραμένωσιν. ἐκείνων οὖν ἀναχωρησάντων ἄλλους ἦν ἀναγκαῖον ἐξελθεῖν, ὧν ἦν ἵππαρχος ὁ Μειδίας.
λιπὼν τὴν τάξιν ταύτην τὴν φιλοτιμίαν εἰς λειποταξίαν κατέστησε, καὶ ὅπερ αὐτὸς ἐνεκαλεῖτο παρὰ Εὐκτήμονος, τοῦτο διαβάλλει τὸν Μειδίαν.
καὶ ὧν ἱππαρχεῖν ἠξίωσε πολλὰ τὰ ἄτοπα· πρῶτον μὲν ὅτι κατέλιπε τοὺς ἱππέας ἵππαρχος ὤν, καὶ τότε ὠνόμασεν αὐτὸν ἵππαρχον, ὅτε ὕβριν μᾶλλον ἢ τιμὴν προεξένει· τὸ δὲ ὕστερον, ὅτι καὶ αὐτὸς ἀξιώσας κατέλιπε τούτους ὧν αὐτὸς ἡγεῖσθαι παρεκάλεσεν.
εἰ δʼ ἐν τῇ θαλάττῃ κίνδυνός τις ἦν καὶ ἐκεῖ ἔλιπεν ἂν τὴν τάξιν. κἀνταῦθα διαβάλλειν αὐτὸν πειρᾶται, τῆς γνώμης αὐτοῦ στοχαζόμενος.
οὐ μὴ Νικήρατός γε ἵνα μὴ εἰς ἦθος καταφύγῃ, ἀναιρεῖ τοῖς παραδείγμασι καὶ πολὺν κατέμιξεν ἔπαινον εἰπὼν «ὁ ἀγαπητός», οἷον ὁ ὅμοιος τῷ πατρί.
ὁ παῖς ὁ νέος ἔτι καὶ παῖς.
ὁ παντάπασιν ἀσθενὴς ὃς ὤφειλεν ἀπολογίαν ἔχων ἑτέρῳ διαδόχῳ διὰ τὴν ἀσθένειαν χρήσασθαι.
ἀλλὰ τὴν ἐκ τῶν νόμων τάξιν πόσῃ περιουσίᾳ τῆς τέχνης ἐχρήσατο; οὐ γὰρ μόνον οὐκ ἄξιον ἐπαίνου δείκνυσιν ἐπὶ τῇ φιλοτιμίᾳ, ἀλλὰ καὶ τιμωρίας ἄξιον.
πότερον τελωνείαν καὶ πεντηκοστὴν «βούλει οὖν τῷ πραχθέντι παρὰ σοῦ δῶμεν ὄνομα πρόσφορον; μὴ κάλει αὐτὸ φιλοτιμίαν, ἀλλὰ λειποταξίαν καὶ τελωνείαν, ἐπειδὴ οἱ τελῶναι τοῦ πολεμεῖν εἶχον ἀτέλειαν.» διὰ γὰρ τοῦτο ἐπάγει «καινὴν ἐξεῦρε Μειδίας ἱππικήν τινα πεντηκοστήν»· ὄντως γὰρ ξένην τελωνείαν καὶ οἷον ἀτέλειαν τοῦ ξυνιέναι τοῖς ἱππεῦσιν ἐξεύρηκε τὴν ἐπίδοσιν τῆς τριήρους. ἐπειδὴ γὰρ τὰ τέλη δίδοται χρημάτων ἕνεκα, οὐχὶ τοῦ φεύγειν τὰς στρατείας, εἰκότως προσέθηκε «καινήν τινα πεντηκοστήν». «ὅμως δέ» φησίν «ἐξετάσωμεν αὐτοῦ καὶ τὴν ἐπίδοσιν τί ἡμᾶς ὠφέλησε.» καὶ ἔστιν οὗτος ἀπὸ τῆς ἐκβάσεως ὁ λόγος. τῶν ἄλλων παραπεμπόντων μόνος οὗτος οὐ παρέπεμπεν· οὐκοῦν ἀνωφελὴς ἡ ἐπίδοσις, εἴπερ μὴ διεβίβαζε τὸν δῆμον.
ἐκ Στύρων χωρίον τῆς Εὐβοίας.
χάρακας καὶ βοσκήματα ἀντιπῖπτον ἔλυσε «τίνος οὖν ἕνεκεν λοιπὸν ἐπέδωκε τὴν ναῦν, ἐν ᾗ μὴ ἔμελλεν ἡμᾶς διακομίζειν;» ὁ δέ φησιν «ἵνα βοσκήματα καὶ ξύλα καὶ θυρώματα ἤτοι σανίδας ἐπιτηδείας πρὸς θύρας». «θυρώματα» δὲ εἶπεν ἐνδεικνύμενος τὸ μέγεθος, ὥστε πολλῶν χρῄζειν θυρωμάτων.
εἰς τὰ ἔργα τὰ ἀργύρια μεμίσθωτο γὰρ τὰ μέταλλα παρὰ τῆς πόλεως, ἃ ἦν τοῦ ἀργυρίου.
καὶ χρηματισμός, οὐ λειτουργία μετέθηκεν εἰς περιουσίας ἀφορμὴν ὁ Μειδίας τὴν λειτουργίαν, καὶ οἱ μὲν ἄλλοι δαπανῶσιν, αὐτὸς δὲ χρηματισμὸν καὶ πόρον ἐντεῦθεν περιποιεῖται. ἐμπορίας οὖν ἕνεκεν, οὐ φιλοτιμίας, τὴν ναῦν ἐπέδωκεν.
ὅμως δὲ καὶ μάρτυρας ὑμῖν καλῶ ὅτι καὶ χάρακας καὶ βοσκήματα καὶ τὰ τοιαῦτα ἐκόμισεν, οὐδὲν δὲ ἐκώλυε καὶ τοὺς πολίτας διαβιβασθῆναι. κἀκεῖνο δέ ἐστιν ὁμολογούμενον ὅτι ξύλα ἐκόμισεν· ἐκ τούτου συνάγει ὅτι τῶν ἀνθρώπων ἠμέλησεν.
οὐ συγκατέστησε τὸν στόλον ἀντὶ τοῦ «οὐ συγκατεστόλισε», μᾶλλον οὐκ ἀπέσωσεν.
εἰ τοίνυν ὡς ἀληθῶς, ὦ ἄνδρες Ἀθηναῖοι τῷ κατὰ ἀντιπαράστασιν κέχρηται νοήματι μετὰ τὴν ἔνστασιν.
οὐ μόνον γὰρ εἰς τὰς λύσεις τῶν ἀντιθέσεων χρώμεθα αὐταῖς, ἀλλὰ καὶ ἐπὶ ἑτέρων νοημάτων, ὅταν τι βουληθῶμεν κατὰ περιουσίαν εἰσαγαγεῖν, ὅπερ καὶ ἐνταῦθα πεποίηκεν ὁ ῥήτωρ. δείξας γὰρ διὰ τῆς ἐνστάσεως ὅτι «οὐδὲν ἐλειτούργησε», χρῆται τῇ ἀντιπαραστάσει ὅτι «εἰ ἄξιος ἦν συγγνώμης ἐφʼ οἷς ἐπλημμέλησε» καὶ ἑξῆς.
οἱ μὲν ναυμαχίας ἐκ τοῦ πρός τι ἐπιλογίζεται.
καὶ οἷς ἐκεῖ κατʼ ὄνομα ἐπεξῆλθεν, Ἰφικράτει τε καὶ Χαβρίᾳ καὶ τοῖς ἄλλοις, τούτους νῦν ἐν τῷ καθόλου ἀορίστως περιέλαβε. δεῖ γὰρ τὸν ἐπίλογον πάντα ἐπιλογίζεσθαι τὰ ἐν τοῖς ἀγῶσι τά τε ἐν προοιμίοις καὶ καταστάσεσιν.
ὅπου ἐὰν βούληται καὶ ἐν ἑταίροις καὶ ἐν θεάτροις. «ὃν δʼ ἂν δύνηται τρόπον», τουτέστι πληγὰς ἐντείνων καὶ διαφθείρων καὶ στεφάνους ἀφανίζων.
ὅτι τοίνυν καὶ κεκόμισται χάριν ἅπερ ἂν ὁ Μειδίας εἰς τὸν τῆς αἰδοῦς παρέσχε τόπον, ὅτι «τετίμημαι παρʼ ὑμῶν, ὅτι τῆς Παράλου γέγονα ταμίας, ὅτι ἵππαρχος ἐχειροτονήθην, ἄτοπον οὖν τοῦ τοιούτου καταψηφίσασθαι διὰ πρόφασιν μικράν», ταῦτα προλαμβάνων Δημοσθένης ἀναιρεῖ φάσκων ὅτι διὰ ταῦτα αὐτὰ οὐκ ἄξιος αἰδοῦς. εἰ γὰρ διὰ τὰς λειτουργίας ἔτυχεν ἂν συγγνώμης, κεκόμισται δὲ ἀντὶ τούτων ἑτέρας τιμάς, φαίνεται μηδὲν ὀφειλόμενον παρὰ τῆς πόλεως.
ἐχειροτονήσατε τοῦτον τῆς Παράλου ταμίαν οἱ μέν φασιν ὅτι Πάραλος ἐκλήθη ἀπὸ Παράλου παιδὸς τοῦ Περικλέους, οἱ δὲ ἀπὸ Παράλου τινὸς ἥρωος, οὗ καὶ ὁ παῖς ἦν Περικλέους ὁμώνυμος, οἱ δὲ διὰ τὸ πλεῖν τὴν παραλίαν, τουτέστι τὴν Ἀσίαν καὶ τὸν Ἑλλήσποντον. αὕτη γὰρ ἀπεστέλλετο πρὸς τοὺς συμμάχους, εἴ τι βούλοιντο σημαίνειν οἱ Ἀθηναῖοι. ἦσαν δὲ τὸ μὲν πρῶτον ἱεραὶ δύο τριήρεις, ἥ τε Σαλαμινία, ἣν καὶ Δηλίαν ἐκάλουν, καὶ ἡ Πάραλος· ὕστερον δὲ καὶ ἄλλαι τρεῖς ἐγένοντο, Ἀντιγονὶς καὶ Πτολεμαῒς καὶ Ἀμμωνιάς, ἐπειδὴ τῷ Ἄμμωνι διʼ αὐτῆς τὰς θυσίας ἔπεμπον. τούτων δὲ τῶν ἱερῶν τριήρων ἡ πόλις αὐτὴ ἐπεμελεῖτο καὶ χρήματα ἐδίδου τοῖς ταμίαις, ὥστε αὐτῶν ἐπιμελεῖσθαι καὶ παρέχειν ταχυναυτούσας. καὶ τιμὴ ἦν τὸ τούτων τινὸς ἐπιμεληθῆναι.
ὄντα τοιοῦτον δεινόν τε καὶ μοχθηρόν.
καὶ πάλιν ἵππαρχον φθάσας ἤδη τὴν στρατηγίαν ταύτην αὐτοῦ διέβαλεν. εἰκότως οὖν ἐπήνεγκε τὸ «οὐ δυνάμενον». εἰ γὰρ οὕτως ἐστὶν ἀσθενής, ὥστε καὶ ἐπʼ ἀστράβης ὀχεῖσθαι, δῆλον ὅτι ἀνεπιτήδειός ἐστι πρὸς τὸ στρατηγεῖν.
ὀχεῖσθαι διὰ τῆς ἀγορᾶς ἔθος γὰρ ἦν ἐν ταῖς πομπαῖς προηγεῖσθαι τοὺς ἄρχοντας. οὐ τῆς ἐπιστήμης οὖν χάριν οὐδὲ τῆς τέχνης τετίμηται· τοσοῦτον γὰρ ἀπέχει ταύτης, ὥστʼ οὐδʼ ἐν εἰρήνῃ καλῶς ἐποχεῖσθαι τῷ ἵππῳ κατὰ τὴν ἀγοράν ποτε δεδύνηται.
ἱεροποιὸν τὸν ἐπισκοποῦντα τὰ θύματα, μὴ ἀδόκιμα καὶ πηρά. «βοώνην» δὲ τὸν ὠνούμενον βοῦς εἰς τὰς ἑορτάς.
τὴν τῆς φύσεως κακίαν καὶ ἀνανδρίαν ἵππαρχον μὲν αὐτὸν χειροτονήσαντες τὴν δειλίαν ἐπηνωρθώσαντο, ἱεροποιὸν δὲ καὶ μυστηρίων ἐπιμελητὴν ἑλόμενοι τὴν πονηρίαν ἤμβλυναν.
Κυζικηνῶν ἥρπασε πλεῖον ἢ πέντε ἐν τῷ συμμαχικῷ πολέμῳ ἐψηφίσαντο Ἀθηναῖοι ληΐζεσθαι τοὺς τὴν θάλατταν πλέοντας, κἂν ἔμποροι ὦσι, τῶν πολεμίων. παρατυχὼν οὖν ἐμπόροις Κυζικηνοῖς ἀφείλετο αὐτῶν ὡς πολεμίων τὰ χρήματα. οἱ δὲ ἐλθόντες εἰς Ἀθήνας ἀπεδείκνυσαν αὑτοῖς φιλίαν ὑπάρχουσαν πρὸς τὴν πόλιν. ὁ δὲ Μειδίας μέχρι τοσούτου ἀντεῖπεν, ἕως ἔπεισε μὴ ἀποδοῦναι αὐτοῖς τὰ χρήματα. οἱ δὲ ἀπελθόντες ἀπέστησαν τὴν ἑαυτῶν πατρίδα. κατʼ ἄμφω οὖν τοὺς ἄνδρας ἠδίκησε, καὶ τὰ χρήματα λαβὼν καὶ εἰς ἔχθραν ἐμβαλών.
περιωθῶν περιάγων.
συγχέων κινῶν καὶ συνταράττων καὶ ἀναιρῶν, ἵνα μὴ ἀπαιτοῖτο τὰ χρήματα.
τοιούτους θεὶς νόμους οἱ μὲν τοὺς λόγους οὓς εἶπε κατὰ τῶν ἱππέων ἐκάλεσαν νόμους, οἱ δὲ τῇ ἀληθείᾳ ὑπέλαβον τεθεῖσθαι νόμους ὡς οὐ δεῖται ἱππέων ἡ πόλις· καταισχύνουσι γὰρ αὐτήν. ἴσως δʼ ἐποίησεν, ἵνα μὴ στρατεύηται.
ἔξαρνος ἦν φοβηθεὶς γὰρ τὴν κατηγορίαν ἔρριψε καὶ ἀφῆκε τοὺς νόμους.
ὅτε τὴν ἐπὶ Θηβαίους ἔξοδον ἐγένετο γὰρ καὶ διὰ τὸν Πλούταρχον ἑτέρα.
δώδεκα τῆς πόλεως τάλαντα ἀντιπῖπτον ἔλυσεν «οὐκ ἠδύνατο πλεῖν ἡ τριήρης τῷ μὴ λαβεῖν χρήματα παρὰ τῆς πόλεως εἰς τὴν ἐπισκευήν». ὁ δὲ εἶπε «καὶ μὴν δώδεκα τάλαντα εἰλήφει ὅσα οὐδεὶς ἕτερος».
τὴν ἱερὰν τριήρη παρεσκευάκει τοῦ διαπορθμεύειν ἐπὶ τὸν πόλεμον. Διοκλῆς δὲ στρατηγὸς ἦν ὁ λύσας τὸν πρὸς Θηβαίους πόλεμον ταῖς σπονδαῖς.
ἀλλʼ ἵππον οὐκ ἐτόλμα οὐκοῦν εἰς μὲν τὰς ἰδίας τρυφὰς ὑπάρχει φιλότιμος, εἰς δὲ τὰς κοινὰς χρείας οὕτω μικρολόγος, ὥστε μηδὲ ἵππον ὠνήσασθαι καίτοι ἵππαρχον ὄντα.
βούλομαι τοίνυν τὴν πηλικότητα νῦν ἐπιλογίζεται.
ἐπειδὴ γὰρ ἐν ἐκείνῃ φησὶν ὁ Μειδίας ὅτι «τί γὰρ γέγονε δεινὸν καὶ τίς ποτε ἐπὶ τοιούτοις δημοσίαν δίκην ὑπέμεινε;», διὰ τοῦτο ἐκεῖ μὲν τοῖς ἀγωνιστικοῖς ἐχρήσατο, ἐνταῦθα δὲ τοῖς ἐπιλογικοῖς, ὅτι πολλῷ καὶ ἐλάττοσι τούτων δίκην ἔδοσαν. ἔστι δὲ τῶν παραδειγμάτων τῶν ληφθέντων τὰ μὲν ὅμοια τοῖς πᾶσι, τὰ δὲ κατὰ τὴν ἔκβασιν μόνον, καὶ τῶν ὁμοίων τὰ μὲν μᾶλλον, τὰ δὲ ἧττον. ἐξήτακε γὰρ τοὺς πρώτους περὶ τὴν ἑορτὴν ἀδικήσαντας καὶ κολασθέντας, ὅπερ οἰκεῖόν ἐστι τῇ παρούσῃ ὑποθέσει περὶ τὰ μυστήρια. ἕτερος δὲ ὁ ἐν τοῖς Διονυσίοις. ὁ μέντοι ῥήτωρ ὡς ὅμοιον συνελογίσατο τῷ κοινὸν καθʼ ἑκάτερον εἶναι τὸ τῆς ἑορτῆς ὄνομα.
καὶ ὅσων ἤδη καταχειροτονήσαντος χρησιμώτατον μέλλοντος ἀνίστασθαι τοῦ δικαστηρίου μνήμην ἀνακινεῖ τῶν ἡμαρτηκότων ἐν ταῖς ἑορταῖς καὶ κεκολασμένων, ἵνα ἐρεθισθῶσιν εἰς ἀγανάκτησιν.
πρῶτον μὲν τοίνυν, ἵνα πρώτης πρῶτον παράδειγμα ἀπὸ τοῦ ἐλάττονος.
τοῦ Θεσπιέως οἱ μὲν δῆμόν τινα ἐξέλαβον ὡς τοῦ Εὐάνδρου Ἀθηναίου τυγχάνοντος, οἱ δὲ καὶ αὐτὸν ξένον ἐνόμισαν Θεσπιέα τῆς Βοιωτίας· ἐξῆν γὰρ τοῖς ξένοις ἐμπόροις ὅπου ἐβούλοντο ποιεῖσθαι τὰς δίκας.
Καρός τινος ὑπερβολή, ὅτι καὶ ξένος ἦν ὁ προβαλλόμενος καὶ ὅμως οὐ παρημέληται.
καταδικασάμενος ἄλλο «καταδικάσας» καὶ ἄλλο «καταδικασάμενος». τὸ μὲν γὰρ κυρίως ἐπὶ τῶν καταδικαζόντων δικαστῶν, τὸ δὲ ἐπὶ τῶν νικώντων τὰς δίκας καὶ αἰτίων γινομένων τοῦ καταδικασθῆναί τινα σημαίνει τὸ ῥητόν.
τοῖς μυστηρίοις ἐπιδημοῦντος ἴσως τὴν ἑορτὴν πρόβλημα καὶ ἀσφάλειαν ἡγησάμενος ἐτόλμησεν ὀφθῆναι, κἀκεῖνος ὡς ἐν ἄλλῳ μὴ εὑρίσκων καιρῷ κατέσχεν ὀργισθείς.
τοῦ δὲ προβαλλομένου ὡρμήσατε μέν, φησι, θανάτῳ περιβαλεῖν· τοῦ δὲ κατηγόρου πεισθέντος καὶ ἀρκεσθέντος τιμωρίᾳ τοιαύτῃ, εἰ μὴ ὑπεύθυνος εἴη τῇ προτέρᾳ καταδίκῃ, ἣν ὑπέμεινεν ἡττηθεὶς τὴν ἐμπορικὴν δίκην τὸ πρότερον, συνδραμόντες ἠναγκάσατε αὐτὸν ἀποστῆναι καὶ μηκέτι ἀπαιτῆσαι τὸν Μένιππον.
καὶ προσετιμήσατε τὰς βλάβας καὶ πρὸς τῷ ἀφεῖναι τὴν καταδίκην καὶ ἀναγκάσαι ἀποστῆναι ταύτης τὸν Εὔανδρον, αἰτιασαμένου πάλιν τοῦ Μενίππου, ὡς καὶ ἄλλας ὑπέστη βλάβας περὶ τὰ φορτία καὶ τὴν ἐμπορίαν διὰ τὴν κρίσιν Ἀθήνησι κατεχόμενος, προσετάξατε καὶ ταύτας αὐτὸν ἐκτῖσαι.
εἷς μὲν οὗτος ἐξ ἰδίου πράγματος οὐκοῦν τὸ ῥηθὲν παράδειγμα ἀπὸ τοῦ ἐλάττονος εἴληπται, εἴπερ τὰ ἰδιωτικὰ τῶν δημοσίων ἐλάττονα.
οὐδεμιᾶς ὕβρεως οὐ γὰρ ἐτύπτησεν αὐτὸν οὐδὲ ὕβρισεν, ἀλλὰ κατέσχε μόνον· τοῦτο δὲ οὐκ ἐξῆν. διὸ καὶ ἐπάγει ἐπαινῶν ὡς καλῶς ἐγένετο· μάλα γὰρ ἀγαθὸν ἡ φυλακὴ τῶν νόμων.
ἕτερος ἀδικεῖν ποτʼ ἔδοξεν δεύτερον ἀπὸ τοῦ ὁμοίου· ἔστι δὲ ἀπὸ τῆς ἐκβάσεως ἀσθενές.
ἕτερος ... ἔδοξεν τοῦτο ὅμοιον μὲν κατὰ πάντα τοῖς παροῦσι· καὶ γὰρ καὶ περὶ τὰ Διονύσια καταχειροτονία γέγονεν· ἔστι δʼ ὅμως σαθρότερον τῷ μὴ εἰσελθεῖν εἰς δικαστήριον τὴν κρίσιν. ἔστιν οὖν ἀπὸ τῆς ἐκβάσεως ἀσθενές. διὸ καὶ μέσον αὐτὸ τῶν δύο τέθεικε τῶν ἰσχυρῶν, τοῦ τε κατὰ Εὔανδρον τὸν ζημιωθέντα τοῖς χρήμασι καὶ τοῦ κατὰ Κτησικλέα τὸν θανάτῳ καταδικασθέντα.
παρεδρεύοντος ἄρχοντι τῷ υἱεῖ συμπονοῦντος καὶ συμπαρόντος τῷ παιδί, μή πού τι ὡς νέος ἁμάρτῃ κατὰ τὴν ἀρχήν. πάρεδροι γὰρ ἐδίδοντο τοῖς νεωτέροις οἱ νῦν καλούμενοι συγκάθεδροι. ἐπειδὴ γὰρ ὁ ἄρχων πάσας τὰς ὀρφανικὰς καὶ κληρικὰς ἐδίκαζεν, ἐνίοτε δὲ διὰ τὴν ἡλικίαν ἀπείρως εἶχε τοῦ διακρίνειν, ἐδίδοτο αὐτῷ πάρεδρος ὁ συνδοκιμάζων.
ἥψατο ἐξείργων ἔτυψέ τινα περὶ καθέδρας ἀμφισβητοῦντα ἑτέρου προκαταλαβόντος.
εἰ κατελάμβανον, ἄνθρωπε, θέαν τουτέστιν εἰ καθέδραν ἀλλοτρίαν κατεῖχον.
εἰ μὴ τοῖς κηρύγμασιν ἐκήρυττε γὰρ ὁ ἄρχων διὰ τοῦ κήρυκος εὐκοσμίαν ἔχειν ἐν τοῖς θεάτροις. «εἰ τοίνυν ἠπείθουν τῷ κηρύγματι καὶ ἠτάκτουν», φησί· μιμεῖται γὰρ τοῦ προβαλλομένου τὰς φωνάς.
τίνος ἐκ τῶν νόμων εἶ κύριος τουτέστιν «οὐ σοὶ τῷ παρέδρῳ δεδώκασιν οἱ νόμοι τὸν ἀκοσμοῦντα ἐξείργειν, ἀλλʼ οὐδὲ αὐτῷ τῷ ἄρχοντι τοῦτο ἔξεστιν αὐτοχειρὶ ποιεῖν, ἀλλʼ ἐπιτάττειν τοῖς ὑπηρέταις». ζητήσειεν οὖν ἄν τις «πῶς ἠγανάκτει ὁ ἄνθρωπος;» διότι ὑπὸ τῶν ὑπηρετῶν ἐξεβλήθη, καταμαθόντων ἐκείνων ὅτι οὐδὲ ἀδικεῖ.
καὶ ὁ ἄρχων αὐτός ἀλλὰ πατὴρ εἶ, φησι, τοῦ ἄρχοντος. οὐδʼ αὐτὸς οὗτος τύπτειν κύριος, ἀλλὰ προστάττειν τοῖς ὑπηρέταις ἐπισχεῖν τὰ γινόμενα.
οὐδʼ οὕτω πείθομαι ἐπιβολὴν ἐπιβάλλειν ἀλλʼ ὑπομνήσαντι τῷ ὑπηρέτῃ οὐκ ἐπείσθην ἐξείργοντι. ἐχρῆν σε ὡς μὴ πειθομένῳ ζημίαν ἐπιθεῖναι καὶ ὁρίσαι.
ἀλλʼ ἐτελεύτησε πρότερον προὔλαβε τῇ τελευτῇ τὸ δικαστήριον.
ἑτέρου τοίνυν ὡς πρὸς τοὺς καταδικασθέντας τὸ «ἕτερον» εἴληφε νῦν, ἐπειδὴ περὶ τοῦ ἑνὸς εἶπεν ὡς προαπέθανεν, εἰ καὶ τὰ μάλιστα καὶ ἐπὶ τῶν τριῶν εὑρίσκεται τὸ ἕτερον.
ἀπεκτείνατε τοῦτον τοῦτό ἐστι τὸ ἰσχυρότατον παράδειγμα, διὸ καὶ τέθειται τελευταῖον. καὶ γὰρ περὶ τὰ Διονύσια γέγονε καὶ θανάτῳ κεκόλασται.
ὅτι σκῦτος ἔχων οἱ πομπεύοντες τῷ Διονύσῳ κατὰ μίμησιν τῆς περὶ αὐτὸν θεραπείας ἐπόμπευον, οἱ μὲν τὸ τῶν Σατύρων σχῆμα σῴζοντες, οἱ δὲ τὸ τῶν Βάκχων, οἱ δὲ τὸ τῶν Σειληνῶν ἐμιμοῦντο.
ἁπάντων τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι διὰ τὸν Εὔανδρον ὃς ἀπέστη τῆς δίκης, καὶ ταῦτα νικήσας διὰ τὸ ἡμαρτηκέναι ἐν τῇ ἑορτῇ. τὸ μέσον δὲ ἐσιώπησε «τὸν παρεδρεύοντα τῷ ἄρχοντι», διότι ἀσθενέστερον ἦν τὸ κατʼ αὐτόν· οὐδὲ γὰρ ἔσχεν εἰπεῖν τιμωρίαν κατʼ αὐτοῦ γεγονυῖαν οὐδεμίαν.
οὔτε γὰρ πομπεύων ἐν ᾧ καὶ συγγνώμη τις ἦν διὰ τὸ ἔθος ὅτι καὶ σκῦτος ἔχων ἐπόμπευεν.
οὔτε δίκην ᾑρηκὼς οὔτε νικήσας δίκην· καὶ οὕτω γὰρ εἶχε συγγνώμην ἔκδοτον λαβὼν καὶ ὑπεύθυνον ψήφῳ δικαστῶν.
οὔτε παρεδρεύων ὥσπερ ὁ πατήρ· καὶ τούτου γὰρ μέμνηται νῦν ἐν τῇ συναγωγῇ διὰ τὴν γνώμην.
ἀλλὰ Πύρρον, ὦ ἄνδρες Ἀθηναῖοι ταῦτα τὰ παραδείγματα τοῖς μὲν πράγμασιν οὐκ ἔστιν ὅμοια — οὔτε γὰρ περὶ τὰ Διονύσια οὔτε περὶ τὴν ἑορτὴν ἠδίκησαν οἱ κολασθέντες —, ἀλλὰ τῆς κολάσεως εἵνεκα μόνης παρελήφθη, ὅτι καὶ ἄλλοι τινὲς ἐπὶ πολλῷ μικροτέροις ἀδικήμασι μεγάλας ἔδοσαν δίκας. ἐν τοῖς ἀνωτέρω δὲ μνημονεύσας τῶν περὶ τὴν ἑορτὴν ἠδικηκότων καὶ κολασθέντων, νῦν εἰς μέσον ἄγει καί τινας δόντας μὲν δίκας, ἐπʼ ἄλλοις δὲ πλημμελήμασιν. ἔστι δὲ ἀπὸ τοῦ ἐλάττονος τὰ ἐπιχειρήματα. «Ἐτεοβουτάδην» δὲ τὸν ἀληθῶς εὐγενῆ· τὸ γὰρ ὄνομα ἀπὸ Βούτου τινὸς ἀρχαίου γέγονεν Ἀθηναίου καὶ τὸ «ἐτεὸν» τὸ ἀληθές.
ἐνδειχθέντα κατηγορεῖται ὡς ἐν τοῖς δικασταῖς κληρωθεὶς οὐκ ἐξόν· ὡς ὀφείλων γὰρ χρήματα κοινὰ ἦν ἄτιμος.
ἐὰν δʼ ἃ ποιῇ μὴ λέγῃ ὡς ἰσχυρότερα τὰ ἔργα τῶν λόγων, μείζονος ὀργῆς ἀξιοῖ τυχεῖν. ἁπλῶς μὲν οὖν οὕτω δύναται τὰ ἔργα τῶν λόγων ἰσχυρότερα λέγεσθαι, καθόλου δὲ οὐδαμῶς. πολλὰ γὰρ ἔργα λόγου ἐλαττοῦται, οἷον εὐθὺς ἐν τῷ παρόντι περιρρῆξαι τὴν ἐσθῆτα πολλῷ ἔλαττόν ἐστι τοῦ παράνομα γράφειν· διὸ οὐδὲ «γράφειν» εἶπεν, ἀλλὰ «λέγει», ἵνα οὕτως ἀσθενεστέρους δείξῃ τοὺς λόγους τῶν ἔργων.
οὐδὲν γὰρ ῥῆμα οὐ γὰρ τοσοῦτον ὀνόματα καὶ ῥήματα δύναται ὅσον ἐν πράγμασι ἀδικία Μειδίου.
ἃ τοίνυν οὐδενὸς τῶν εἰρημένων εἰσέβαλεν εἰς τὴν τοῦ ἐλέου ἐκβολήν, κέχρηται δὲ προδιορθώσει προσεχέστερον ποιῶν τὸν ἀκροατήν.
ἐπειδὴ καὶ ἰσχυρότατον μέρος ἦν τῶν ἐπιλόγων ἡ τοῦ ἐλέου ἐκβολή, ὄντος δὲ διπλοῦ τοῦ ἐλέου διπλῆν ποιεῖ καὶ τὴν ἐκβολήν. τὸν μὲν γὰρ ἔχουσιν οἴκοθεν οἱ δικασταί, καθʼ ὃν πεφύκαμεν ἁπλῶς ἅπαντας τοὺς δυστυχοῦντας οἰκτείρειν, κἂν μηδὲν ἐκεῖνοι πρὸς ἡμᾶς οἰκτίσωνται καὶ ἐλεεινά τινα φθέγξωνται· τὸν δὲ αὐτοὶ κινοῦσιν οἱ δυστυχοῦντες οἰκτιζόμενοι καὶ δακρύοντες καὶ τἄλλα ποιοῦντες, ὅσα κινεῖν εἴωθεν ἔλεον, κἂν ἡμεῖς παρʼ ἑαυτῶν μὴ βουληθῶμεν ἐξ ἀρχῆς πρὸς αὐτοὺς ἐπικλασθῆναι. πρῶτον μὲν οὖν ἐκβάλλει τὸν τῶν δικαστῶν ἔλεον, ὃν ἐκ φύσεως ἔχουσι πρὸς τὰ ἐλεεινὰ τῶν πραγμάτων.
ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι συνδραμών, ὅτι φιλάνθρωπος ὁ δῆμος τῶν Ἀθηναίων, βούλεται πεῖσαι μόνῳ τῷ Μειδίᾳ μὴ μεταδοῦναι φιλανθρωπίας, καὶ κέχρηται τοῖς λογισμοῖς ὥσπερ ἐπὶ τῆς ἐκβολῆς τοῦ ἐλέου τοῦ κατὰ τὸν Στράτωνα.
ἐγὼ νομίζω αὕτη ἡ τῆς ὅλης ὑποθέσεως ἐκβολὴ τοῦ ἐλέου.
ἔστι μέτριος καὶ φιλάνθρωπός τις κατʼ εἶδος ἔθηκεν, οἷον «ἐγώ τις οὑτοσὶ μέτριός εἰμι».
οἶδα τοίνυν ὅτι τὰ παιδία ἔχων τοῦτό ἐστι τὸ ἕτερον μέρος τῆς τοῦ ἐλέου ἐκβολῆς, ὅπερ ἐστὶν ἀπὸ τῶν κρινομένων. αὐτοὶ γάρ εἰσιν οἱ μηχανώμενοι τὸν ἔλεον αὑτοῖς διά τε δακρύων καὶ λόγων ἐλεεινῶν καὶ τοῦ τὰ παιδία παράγειν. ὁ τοίνυν ῥήτωρ καθʼ ἕκαστον τῶν κινούντων ἔλεον ἕτερόν τι αὐτὸς ἀντιτίθησιν τὸ ἐκβάλλον τὸν ἔλεον, καὶ τῇ ταπεινότητι τοῦ σχήματος τὸν παρελθόντα βίον τοῦ Μειδίου πολλῷ δεινότερον τῆς παρούσης ἀντέθηκεν, ὥστε διὰ τὴν θρασύτητα μισῆσαι μᾶλλον ἢ διὰ τὴν παροῦσαν ταπεινότητα κατοικτεῖραι. τοῖς δὲ παιδίοις τοῦ Μειδίου παιδία μὲν οὐκ εἶχεν ἀντιθεῖναι ὥσπερ τὰ τοῦ Στράτωνος, τοὺς νόμους δὲ καὶ τὸν ὅρκον ἀντέθηκε καὶ τὸ ἐξ ἀμφοτέρων κέρδος ἐξήτασεν.
καὶ ὡς ἐλεεινότατον ποιῶν ἑαυτὸν τὸ «ὡς» μόριον δηλοῖ καὶ τὸ «πάνυ» κατʼ ἐπίτασιν, ἴσως δὲ νῦν τὸ ἐν σχήματι καὶ ὑποκρίσει δηλοῖ.
ὅτι μηδαμῶς δυνηθεὶς ταπεινὸς γενέσθαι κατὰ περιτροπὴν τὸ σχῆμα, ὁ δὲ νοῦς· «εἰ μὲν τοιαύτην ἐδυστύχει φύσιν, ὥστε μηδʼ ὅλως κάμπτεσθαι μηδὲ δύνασθαι ταπεινοῦσθαι καὶ ἐπιεικὲς ἐπιδέχεσθαι σχῆμα, τάχʼ ἂν εἶχέ τις ἀνενεγκὼν ἐπὶ τὴν φύσιν αὐτοῦ τὴν αἰτίαν ἐνδοῦναι καὶ μὴ σφόδρα ὀργίζεσθαι.» εἰ δὲ πέφυκε καὶ πρὸς ἕτερον μετασχηματίζεσθαι, εἴη ἂν λοιπὸν οὐ τῆς τύχης, ἀλλὰ τῆς γνώμης τὸ κατηγόρημα.
πάλιν ἐκεῖνος αὐτὸς ὃν ὑμεῖς ἴστε τί τῷ σχήματι προσέχεις; τὴν ὅλην γνώμην ὑπόπτευε, ἀφʼ ἧς ἡ ταπεινότης διὰ τὸν φόβον συμβέβηκεν. ἂν φύγῃ τὸν κίνδυνον, ἐκεῖνον ὄψει τὸν ἀλαζόνα καὶ τύραννον.
ἐμοὶ παιδία οὐκ ἔστιν ἐκβολὴ καὶ τοῦτο ἐλέου ἀπὸ τῶν παίδων κατὰ παράθεσιν. «ἐκείνῳ παιδία δέδωκεν ἡ φύσις, ἐμοὶ δὲ οὐκ ἔστιν. κατὰ τοῦτο οὖν ἔλαττον ἕξω καὶ ἀδικούμενος; καὶ τῶν ἐχόντων παῖδας οἱ ἄπαιδες χεῖρον διατεθήσονται;»
τοὺς νόμους ἔχοντά με τί σεμνύνῃ, Μειδία, προτείνων τοὺς παῖδας; ἔχω καλλίους δεικνύναι παῖδας, οὓς αἰσχύνεται πλέον τὸ δικαστήριον, δεικνύων τοὺς νόμους, καὶ καρποῦμαι τὴν εὔνοιαν.
καὶ ῥήτωρ ἐστὶν οὗτος ἴσως βούλεται διʼ αὐτῆς τῆς ἐπιλογικῆς ἀντιθέσεως συγκροῦσαι τὸν Μειδίαν πρὸς τοὺς ῥήτορας, ὥστε αὐτῷ μὴ συνειπεῖν. εἰ γὰρ Δημοσθένην κακῶς λέγει, δῆλον ὅτι καὶ αὐτούς. πρὸς δὲ τούτοις καὶ ἄλλο συνανύει· ὥσπερ γὰρ ἐπὶ τῶν τῆς αἰδοῦς τόπων τὸν μὲν Μειδίαν ἐδείκνυε μὴ ἄξιον αἰδοῦς, ἑαυτὸν δὲ διὰ τὸ μᾶλλον λελειτουργηκέναι, οὕτω καὶ νῦν βούλεται αἰδεσιμώτατον ἑαυτὸν ἀποφῆναι διὰ τῆς τοῦ ῥήτορος προσηγορίας· ἄξιος δὲ αἰδοῦς ὁ ῥήτωρ. εἰδὼς δὲ πολλὰς οὔσας διαφορὰς ῥητόρων καὶ τὸν μὲν ὄντα ἀληθῆ ῥήτορα, τὸν δὲ πολιτικόν, τὸν δὲ κολακικόν, τὸν δὲ ἐξ ἐπηρείας, οἷον βούλεται τὸν Αἰσχίνην εἶναι, διὰ τοῦτο ἐπισημασίᾳ κέχρηται καί φησιν «εἰ μὲν ἐκεῖνον λέγει ῥήτορα τὸν συμβουλεύοντα τὰ κράτιστα, τουτέστι τὸν πολιτικόν, δέχομαι τὸ ὄνομα. εἰ δὲ ἕτερον λέγει τὸν πρὸς χάριν δημηγοροῦντα, οὐκ ἂν εἴη ἐκεῖνος ῥήτωρ.» οὐκοῦν ἐν τῷ εἰπεῖν «τὰ κράτιστα συμβουλεύων» καὶ τῶν συμβουλιῶν αὑτοῦ ὑπέμνησεν, ὥστε αἰδοῦς ἄξιος φανῆναι μᾶλλον. ἀποσυλᾷ δʼ ἐκ τούτων τοὺς συνηγόρους αὐτοῦ καὶ συγκρούει τοῖς ῥήτορσιν.
οἵους ἐνίους ἵνα μὴ πάντας πολεμίους ἑαυτῷ καταστήσῃ· διὸ καὶ ἐλαττώσας τὴν ἀπὸ τῶν καθημένων ἐξεῦρε βοήθειαν εἰπὼν «καὶ ὑμεῖς δὲ ὁρᾶτε».
καὶ οὐδενὶ μέμφομαι ἄλλη θεραπεία κατορθοῦσά τι χρήσιμον, ὡς «οὐδέποτε ὑμῖν ὀχληρὸς ἐγενόμην ὑπὲρ τῶν κρινομένων δεόμενος καὶ ἀξιῶν σωθῆναι. καινότερον ὁρῶ τὸν Μειδίου τρόπον· κακίζει τοὺς ῥήτορας διὰ ῥητόρων σῴζεσθαι προθυμούμενος».
καίτοι πῶς ἔστι δίκαιον, τοὔνομα μὲν τοῦτο ἐνταῦθα φανερῶς συνέκρουσε τοὺς ῥήτορας τῷ Μειδίᾳ καὶ μᾶλλον αὑτοῦ συνηγόρους πεποίηκε. φαίνεται γὰρ αὐτὸς μὲν ὑπὲρ τῶν ὁμοτέχνων ἀγανακτῶν, Μειδίας δὲ τούτους ὑβρίζων.
τάχα τοίνυν ἴσως καὶ τοιαῦτα μίαν οὖσαν ἐξ ἀρχῆς τὴν ἀντίθεσιν δίχα ἔτεμε πρὸς τὸ χρήσιμον. ἦν γὰρ τοιαύτη· «ῥήτωρ οὗτός ἐστι καὶ πάντα ἐσκεμμένα λέγει καὶ παρεσκευασμένα». ὁ δὲ διεῖλεν αὐτὴν πρῶτον μὲν εἰς τὸ «ῥήτωρ ἐστίν», ἵνα καὶ τὴν αἰδῶ παρὰ τῶν δικαστῶν ἑαυτῷ κινήσῃ καὶ τοὺς ἄλλους ῥήτορας πρὸς τὸν Μειδίαν συγκρούσῃ, δεύτερον δὲ τὸ ἄλλο μέρος ἔθηκε τὸ ὅτι «ἐσκεμμένα γε πάντα λέγει». καὶ τῇ λύσει πάνυ ἐνδόξως ἐχρήσατο. τοῦ γὰρ Μειδίου λέγοντος ὅτι «σκέπτεται πάντα καὶ πρὸς τὸ μεῖζον ἐξαίρει τοὺς λόγους», ὁ Δημοσθένης φησὶν ὅτι «ἐν αὐτῷ τῷ ἐσκέφθαι πολλάκις τὰ δίκαια ἔσκεμμαι»· ὁ γὰρ περὶ τῶν αὐτῶν συνεχῶς ἀνερευνῶν οὗτος καὶ τὴν ἀλήθειαν εὑρίσκει καὶ μεῖζον οὐδὲν λέγει τῶν ὄντων, εἰδὼς ὅτι ἐξελέγχεται. Μειδίας δὲ μηδὲν σκεπτόμενος, διὰ τοῦτο θρασύτερός ἐστι καὶ μείζω … τοῦ δέοντος.
ἐσκεμμένα καὶ παρεσκευασμένα πάντα λέγω νῦν σημείωσαι ἐκ τοῦ περὶ μεθόδου δεινότητος, περὶ προσποιήσεως «ἐν τῇ δικανικῇ, κἂν ἐσκεμμένος ἥκῃς, προσποιοῦ αὐτόθεν λέγειν, ὅτι ὁ δικαστὴς ὑποπτεύει τὸν ῥήτορα καὶ δέδοικε μὴ ἐξαπατηθῇ.» ὁ δὲ Δημοσθένης ὁμολογήσας ἐσκέφθαι αἴτιον ὑπέφηνε Μειδίαν.
γεγραφέναι μοι τὸν λόγον Μειδίαν πρόσφορον αὐτοῦ τῇ φύσει τὸ σκέπτεσθαι· διὸ καὶ ὁμολογεῖ. ὁ δὲ τὰς ἀφορμὰς δεδωκώς, φησίν, οὗτος τὸν λόγον συνέθηκεν.
ὁ γὰρ τὰ ἔργα παρεσχηκὼς σημείωσαι, ὡραῖον εἰς πρότασιν προοιμίου.
οὐδʼ ὁ μεριμνήσας τὰ δίκαια καὶ τί, φησι, μέγα εἰ Δημοσθένους καθάπτεται; καὶ ὁ δῆμος ἅπας μετὰ Δημοσθένους διαβληθήσεται.
οἶμαι τοίνυν αὐτὸν οὐδὲ τοῦ δήμου συγκρούσας αὐτὸν δικασταῖς καὶ ῥήτορσι καὶ τῇ ἐξ Ἀρείου πάγου βουλῇ καὶ ἱππεῦσι καὶ ὁπλίταις καὶ στρατηγοῖς βούλεται καὶ παντὶ τῷ δήμῳ συγκροῦσαι καί φησιν ὅτι «ἡγοῦμαι αὐτὸν καὶ τοῦ δήμου κατηγορεῖν». πιθανὸν δὲ τὸ νόημα· εἰ γὰρ πᾶσι τοῖς προειρημένοις ἐλοιδορήθη καὶ οὐκ ἐφοβήθη τὴν πρὸς τούτους ἔχθραν, οὐδὲ τοῦ δήμου φείσεται.
ὡς ὅσοι δέον ἐξιέναι κατέμενον ὁ μὲν Μειδίας φάσκει μὴ τὸν ὄντως δῆμον αὑτοῦ κατεψηφίσθαι, ἀλλὰ πῇ μὲν τοὺς ἀστρατεύτους, οἳ δέον ἐξιέναι εἰς τὸν πόλεμον κατέμενον ἐν τῇ πόλει, πῇ δὲ τοὺς λείποντας τὰς τάξεις. «οἱ γὰρ τεταγμένοι φρουρεῖν φυγόντες τὰ φρούρια τότε ἐκκλησίαζον καὶ δὴ καὶ ξένοι τινὲς καὶ χορευταὶ τοῦ Δημοσθένους, οἳ παρʼ αὐτοῦ τραφέντες κατεψηφίσαντό μου.» ὁ δέ «τὸν ὅλον δῆμον ὑβρίζει», φησί, «χορευτὰς καὶ ξένους ἀποκαλῶν. καὶ τί θαυμαστόν» φησί «λειποταξίου γραφὴν τὸν Μειδίαν κατʼ ἐμοῦ κατασκευάζειν, ὁ τὸν δῆμον εἰς ἀστρατείαν ὀνειδίζων καὶ λειποτάκτην καλῶν; οἵ τε γὰρ ὀφείλοντες, φησίν, ἐξελθεῖν ἔμενον καὶ οἱ τὰ φρούρια φυλάττοντες τὴν φυλακὴν ἐκλελοίπεσαν.» φρούρια δὲ λέγει τὰ μεταξὺ τῆς Ἀττικῆς καὶ τῆς Βοιωτίας. πολέμου γὰρ τότε πρὸς Θηβαίους ὄντος διὰ τὴν Εὔβοιαν, ἀναγκαῖον ἦν τὰς ἐκ τῆς Βοιωτίας εἰσβολὰς παρὰ τῶν Ἀθηναίων φυλάττεσθαι.
ὡς ἴσασιν ὅσοι παρῆσαν ὑμῶν πῶς λέγων ὅτι «πᾶς ὁ δῆμος κατεχειροτόνησε» πάλιν φησὶν «ὅσοι παρῆσαν ὑμῶν»; πρῶτον μὲν ὅτι οὐ πρὸς τὸν δῆμόν ἐστιν ὁ λόγος, ἀλλὰ πρὸς τοὺς δικαστὰς μέρος ὄντας τοῦ δήμου· οὐδὲν οὖν ἐκώλυέ τινας ἐξ αὐτῶν καὶ ἀπολελεῖφθαι· ἔπειτα ὅτι ἐνεχώρει τινὰς ἐκ τούτων εἶναι τῶν εἰς Εὔβοιαν στρατευσαμένων.
ὥστε κακῶς λέγων οὐκοῦν σύνηθες αὐτῷ τὸν δῆμον ὑβρίζειν. διʼ ὧν γὰρ ἠπείλει τῷ θαρροῦντι μέρει καὶ ἐφόβει, διὰ τούτων ᾤετο τὸν ὅλον δῆμον καταδουλώσασθαι.
ἢ καὶ γελοῖα εἶναι διὸ καὶ γέλοια νομιστέον τὰ νῦν δάκρυα· πῶς γὰρ ὁ πάντα τὸν δῆμον ὑβρίζων ὡς ταπεινὸς ἂν ἐλεοῖτο;
τί λέγεις, ὦ μιαρὰ κεφαλή; ὅρα, πῶς ὑπεραγανακτεῖ τοῦ δήμου καὶ λοιπὸν εὐκαίρως ἀποτείνεται πρὸς τὸν Μειδίαν «ὦ μιαρὰ κεφαλὴ» λέγων; πῶς γὰρ οὐ μιαρὰ κατὰ τῆς ἐνεγκούσης ποιουμένη τὰς ὕβρεις;
μεγάλην μὲν τὴν ἀρχήν εἰ ἐν τῷ βίῳ πονηρὸς ὢν ὕβρισας ἀδεῶς, κρινόμενος δὲ τὰ τῶν ἐπιεικῶν ἕξεις, ἐλέου τυγχάνων, μεγάλην ἔσχες ἀρχὴν ἢ μεγάλην ἤσκησας τέχνην ἐν οὕτω βραχεῖ χρόνῳ, ἐν τῷ κρίνεσθαι δηλονότι. δύο δὲ τὰ ἐναντιώτατα φθόνος καὶ ἔλεος.
ὅτʼ εἰς Ὄλυνθον διέβησαν τὸ «ὅτʼ εἰς Ὄλυνθον διέβησαν» τοιοῦτόν ἐστιν. πλείους βοηθείας τοῖς Ὀλυνθίοις ἀπέστειλαν οἱ Ἀθηναῖοι κατὰ μέρος. οἱ στρατιῶται οὖν ἐπὶ τῆς τελευταίας πυθόμενοι τὴν Ὄλυνθον ἡλωκέναι πάλιν ὑπέστρεψαν καὶ πάλιν ἀπῆλθον εἰς τὴν Θρᾴκην. τούτων οὖν ὁ Μειδίας κατηγόρει.
πρὸς τοὺς ἐξεληλυθότας τοῦ δήμου περὶ πάντων αὐτῶν πρὸς τῷ τέλει τὸ μῖσος ἐπισωρεύει. καὶ γὰρ οὐδενὸς φείδεται, φησίν, ἀλλὰ τοὺς μὲν εἰς τὸν πόλεμον ἐξιόντας διαβάλλει, τὸν δῆμον ἀκροατὴν ποιησάμενος, τοῦ δʼ αὖ δήμου κατηγορεῖ πρὸς τοὺς ἐξεληλυθότας διαλεγόμενος. ἐπειδὴ δὲ πάντα τὸν δῆμον ἀθρόως ὑβρισμένον οὐ δύναται δεῖξαι, μερίζει κατὰ τοὺς καιροὺς καί φησιν «ὅτʼ εἰς Ὄλυνθον διέβησαν, κατηγόρει τῶν διαβάντων».
ἐμοὶ μὲν νὴ τὸν Δία τοὺς θεοὺς τούτους ὡς τῶν ἄλλων ἐξοχωτάτους ὀμνύουσι, τὸν μὲν Ἀπόλλω λέγοντες Ἥλιον, τὴν δὲ Ἀθηνᾶν Σελήνην, τὸν δὲ Δία τὸν συνέχοντα τὸ πᾶν. εἰσὶ δὲ καὶ παρὰ τοῖς Ἀθηναίοις μάλιστα οὗτοι τιμώμενοι, ὁ μὲν πατρῷος ὤν, ἡ δὲ ἐπώνυμος, ὁ δὲ πολιοῦχος καὶ βουλαῖος καὶ φράτριος καὶ φίλιος καὶ ἑρκεῖος.
εἰρήσεται γὰρ εἴτʼ ἄμεινον εἴτε μή μέλλων ἀπορρήτους λόγους ἐξηγεῖσθαι διστάζειν προσποιεῖται. «λογοποιοῦντος γὰρ» φησί «Μειδίου, ὅτι διαλέλυται πρός με, πολλοὶ τῶν δοκούντων αὐτῷ λαλεῖν ἡδέως ἤχθοντο.» τὸ μὲν οὖν καταμηνύειν τοὺς φίλους ἄτοπον — ὡς γὰρ ἐν ἀπορρήτῳ τὴν ἔνδειξιν ἐποιοῦντο —, τὸ δὲ πάντα σιωπᾶν ἀσύμφορον. τί οὖν πεποίηκεν, ἵνα δείξῃ καὶ παρὰ τῶν οἰκείων αὐτὸν μισούμενον; τίνες δὲ οὗτοι, σεσιώπηκεν, ἵνα μὴ προσκρούσῃ τοῖς εἰρηκόσιν. ἐπειδὴ φαύλων ἀνθρώπων ἐστὶ τοῖς κακοῖς τῶν φίλων ἐφήδεσθαι, καὶ ὑπὲρ αὐτῶν ἀπολογίαν ἔνορκον προσέθηκεν εἰπὼν «καὶ νὴ Δία αὐτοῖς πολλὴ συγγνώμη». τὴν γὰρ βαρύτητα τοῦ Μειδίου δυσχεραίνουσιν, εἴτε ἐπισπῶμαι εἰς ἔχθραν τοὺς εἰπόντας εἴτε μή.
ὡς ἀπήλλαγμαι περιιὼν ἐλογοποίει ἀντὶ τοῦ «ἐψεύδετο θρυλῶν καὶ λογοποιούμενος· “ἐσπείσατό μοι Δημοσθένης, ἀπηλλάγην τῆς ἔχθρας, λέλυταί μοι τῶν ἐγκλημάτων ὁ κίνδυνος”.»
τῶν πάνυ τούτων λαλούντων ἵνα μή τις εἴποι «τί οὖν οἷς ἔχαιρον οἱ ἐχθροί;» προσέθηκε «τῶν πάνυ τούτων λαλούντων» καὶ «πάνυ ἡδέως». διὸ καὶ ὅρκου ἐδεήθη, μή τις ἀπιστήσῃ περὶ φίλων τοιαῦτα λέγοντι, καὶ πρὸς τῷ ὅρκῳ καὶ τὰς ἀπὸ τῶν πραγμάτων ἐπάγει κατασκευάς.
ἀλλὰ καὶ πλουτεῖ μόνος οὐχὶ μόνος πλούσιος Μειδίας, ἀλλʼ ὅτι μόνον ἑαυτὸν λέγει πλούσιον. ἐπαχθὲς δὲ τὸ τοιοῦτον.
ἂν ἀποφύγοι, τί ποιήσειν οἴεσθε μέγας ὁ προσδοκώμενος φόβος «ἂν μὴ σωφρονήσῃ ταῖς δίκαις, τὴν ἀκρόπολιν καταλήψεται».
ἐξ ὅτου δὲ τοῦτʼ ἂν εἰδείητε ὅθεν δὲ γνώσεσθε τίς ἔσται ἀποφυγὼν ἐρῶ. στοχάσασθε αὐτοῦ τῆς ἐσομένης γνώμης ἀπὸ τῶν ἤδη γεγενημένων.
τίς γάρ ἐστιν ὅστις πανταχοῦ βούλεται μονομερῆ δεικνύναι τὴν κρίσιν.
οὐκ ἂν ἐπʼ αὐτῷ τούτῳ κατέδυ ὅτι οὐ κατέδυ καὶ τὰ αὐτῷ ὅμοια πρὸς τρία πρόσωπα συνήρμοσται.
οὐκ ... κατέδυ εἰ πεποίηκεν αὐτὸν ἡ τοῦ παντὸς δήμου κατάγνωσις εὐλαβέστερον, ἐπαινέσετε· εἰ δὲ ἐξ ἐκείνου τοῦ χρόνου γέγονε χαλεπώτερος, τί τὸ ποιοῦν αὐτὸν ἔσται καλλίονα;
τόν γε δὴ μέχρι τῆς κρίσεως χρόνον ἕως ἂν πέρας ὁ κίνδυνος δέξηται. ἔστω, τὸν πάντα βίον ἐπιτηδεῦσαι σωφροσύνην οὐ δύνασαι, καρτέρει μέχρι τῆς κρίσεως ἠρεμῶν, ἄγχε διὰ τὴν χρείαν τὴν τόλμαν, στῆσον λογισμῷ τῆς τιμωρίας τὸ θράσος, κρύψον τέως τὴν πονηρίαν τῷ φόβῳ, ἕως ἂν ἴδοις τὴν ἄδειαν.
χειροτονεῖταί τις· Μειδίας Ἀναγυράσιος προβέβληται ἢ αὐτὸν τὸν χειροτονούμενον πάντως αὐτός ἐστιν ὁ προβαλλόμενος ἢ βουλομένων τινῶν ὑμῶν τινα χειροτονεῖν ἑαυτὸν ἀντʼ ἐκείνου προβάλλεται. δείκνυσι γὰρ αὐτὸν μηδαμοῦ μὲν παρὰ τοῦ δήμου ζητούμενον, ἑαυτὸν δὲ εἰς τὰς ἀρχὰς εἰσωθοῦντα.
Πλουτάρχου προξενεῖ φίλος ἐστὶ καὶ εὔνους τῷ τυράννῳ. καὶ γάρ τοι καὶ τὰ ἀπόρρητα οἶδεν ἃ κατὰ τῆς Ἀττικῆς ἐκεῖνος βουλεύεται. πρόξενοι δὲ ἐκαλοῦντο οἱ χειροτονούμενοι ὑπὸ τῆς πόλεως ἐπὶ τῷ τὰς πρεσβευούσας πόλεις ὑποδέχεσθαι, δορύξενοι δὲ οἱ ἐν πολέμοις φιλιωθέντες ἀλλήλοις, ἰδιόξενοι δὲ οἱ ξενούμενοι παρά τισιν. ἐν δὲ τῷ εἰπεῖν ὅτι «Πλουτάρχου προξενεῖ» δύο κατορθοῖ ἅμα· εἰ γὰρ Πλουτάρχῳ συνέστη, οὐκοῦν φίλος τοῖς τυράννοις Μειδίας. ἀλλὰ καὶ τὴν Εὔβοιαν ἀπέστησε Πλούταρχος, οὐκοῦν Μειδίας κοινωνὸς τῆς ἀποστάσεως.
τὰ ἀπόρρητα οἶδεν φανερώτερον τῆς τυραννίδος τὸ ἔγκλημα. εἰ γὰρ Πλούταρχος ἐχθρὸς ὢν τῆς πόλεως ἐπιβουλεύει τῷ δήμῳ, Μειδίας δὲ τὰ ἀπόρρητα ἐκείνου γινώσκει, μετὰ Πλουτάρχου ἄρα καταλαβεῖν βούλεται τὰ πράγματα.
ἡ πόλις αὐτὸν οὐ χωρεῖ σύνηθες Δημοσθένει τοῦτο λέγειν ἐν ταῖς ὑπερβολαῖς, ὥσπερ καὶ ἐν Φιλιππικοῖς «οὔθʼ ἡ Ἑλλὰς οὔθʼ ἡ βάρβαρος τὴν πλεονεξίαν χωρεῖ τἀνθρώπου».
ἢ ὅτι ἐγὼ πέπονθα οὐδὲν ἠθοποιίᾳ κέχρηται, διʼ ἧς αὐτὸν τὸν Μειδίαν δείκνυσι τὴν τυραννίδα σημαίνοντα. τὸ γὰρ μὴ φοβεῖσθαι φάσκειν δίκας καὶ δικαστήρια τίνος ἑτέρου πλὴν τυράννου;
ὃς οὖν, ὦ ἄνδρες Ἀθηναῖοι οὐδὲ μέχρι δόξης Μειδίας ἀνέχεται φοβεῖσθαι τὸν δῆμον, καίτοι τοῖς ἔργοις φοβούμενος.
τὸ δὲ μηδὲν φροντίζειν ὑμῶν διάνοιαν αὐτῷ τυραννικὴν περιέθηκεν.
τοῦτον οὐκ ἀπολωλέναι δεκάκις προσήκει τὸ μέγεθος τῆς τιμωρίας τοῖς ἐπιχειρήμασι τοῦ Μειδίου ηὔξησεν.
πλούσιος, θρασὺς καὶ μεγαλόφρων καὶ τὰς δοκούσας ἀρετὰς εἰς κακίαν μετέθηκεν ἡ τάξις τῶν ὀνομάτων. ὁ μὲν γὰρ πλούσιος τῶν ἐμμέσων ἐστίν, ἀλλʼ ἡ θρασύτης προστεθεῖσα κακίαν αὐτὸ ἐποίησεν. ὁμοίως τὸ μεγαλοφρονεῖν τῶν ἐπαινετῶν· οὕτως οὖν τινας καὶ μεγαλόφρονας καλοῦμεν· ἀλλὰ τὸ «βίαιος» καὶ «ἀναιδὴς» προστεθὲν οὐ μεγαλοφροσύνην, ἀλλὰ μᾶλλον ὑπερηφανίαν καὶ ἀλαζονείαν τὸ πρᾶγμα πεποίηκεν.
ποῦ ληφθήσεται πικροτάτην ἔμφασιν δέδωκεν ὅτι «ποῦ δυνατὸν ἐπιληφθῆναι; ἐὰν γὰρ φθάσῃ κατασχὼν τὴν ἀκρόπολιν, ποῦ αὐτὸν ἔτι δυνήσεσθε λαβεῖν;» φανερῶς μὲν οὖν ἐγκαλεῖν τὴν τυραννίδα οὐ δύναται διὰ τὸ ὑπερβάλλον τοῦ ἐγκλήματος· οἶδε γὰρ ὅτι καταλιπὼν ὁ δῆμος τὸ περὶ τῆς ὕβρεως ζητεῖν ἐπὶ τοὺς ἐλέγχους τοὺς περὶ τῆς τυραννίδος τραπήσεται. μὴ ἔχων δὲ τούτους σαφεῖς παρασχέσθαι κινδυνεύσει· διὰ γοῦν τῶν ἐμφάσεων καὶ τῶν ὑπονοιῶν ὁμοῦ καὶ τὸ ἄληπτον ἑαυτῷ τηρεῖ καὶ τὸν ἐχθρὸν ἐπίφθονον καθίστησιν.
ἀλλʼ ἔγωγε εἰ μηδενὸς ἕνεκα πάντα τὰ προσόντα τῷ Μειδίᾳ καθελὼν καὶ πανταχόθεν ἀλυσιτελῆ δείξας τοῖς Ἀθηναίοις βούλεται καὶ τοὺς λόγους αὐτοῦ δεῖξαι χαλεποὺς καὶ ἐπαχθεῖς.
καὶ ἐν καιροῖς φαύλοις.
ἐὰν μέν τι τῶν δεόντων ἀπαγγελθῇ τὸ τυραννικὸν τῆς γνώμης αὐτοῦ πάλιν διαβάλλει· τὸ γὰρ μὴ συνήδεσθαι τοῖς ἀγαθοῖς τοῦ δήμου φθονοῦντός ἐστιν ἐπὶ ταῖς εὐπραγίαις, τὸ δὲ ἥδεσθαι κακοπραγούντων, τοῦτο ἴδιον τυράννου. τὸ δὲ αὐτὸ καὶ περὶ Αἰσχίνου κατηγορεῖ, ἀλλʼ ἐκείνου μὲν οὐχ ὡς αὐτοῦ βουλομένου κατασχεῖν τὴν ἀκρόπολιν, ἀλλὰ Φιλίππῳ περιποιῆσαι τὰ πράγματα· ταπεινότερον γὰρ τὸ πρόσωπον ἦν τοῦ ἐγκλήματος· Μειδίαν δὲ ὡς αὐτὸν μέλλοντα τυραννεῖν διαβάλλει.
καὶ τῆς σιωπῆς ἀπολαύων πάθος λέγει τῆς ἀνθρωπίνης φύσεως κοινόν. πάντες γὰρ οἱ τοῖς κακοῖς πιεζόμενοι συστέλλονται πρὸς ἡσυχίαν καὶ σιωπᾶν ἀναγκάζονται, διὸ καὶ ὑμεῖς φέρετε κακιζόμενοι.
τοιοῦτοι γάρ ἐστε τόπος ἐστὶ τῆς ἐπαχθοῦς καὶ ὑβριστικῆς ἀποκρίσεως.
οὐδʼ οἴεσθε δεῖν χρήματα εἰσφέρειν ἅπερ ἦν συνήθη πᾶσι τοῖς πλουσίοις λέγειν πρὸς τὸν δῆμον, ταῦτα μόνον κατηγορεῖ τοῦ Μειδίου. εἰ γὰρ ἦσαν πταίσαντες κατὰ πόλεμον, τότε οἱ πλούσιοι ἐνεκάλουν τοῖς δημόταις ὅτι «ἡμεῖς μὲν τὰ καθʼ ἑαυτοὺς πεποιήκαμεν, ἐτριηραρχήσαμεν, χρήματα εἰσενέγκαμεν, ὑμεῖς δὲ δῆλον ὅτι οἱ μὴ θελήσαντες».
φανερὰν ἐπὶ καιροῦ καθιστάς ὥστε κρύπτειν μὲν ἐν τοῖς καλοῖς καιροῖς τὴν δυσμένειαν, ἰδὼν δὲ πταίσασαν τὴν πόλιν εἰς μέσον ἄγει τὴν τέως λανθάνουσαν.
τοιοῦτος γὰρ εἶ, Μειδία· ὑβριστὴς γὰρ εἶ ὥσπερ ἐπὶ τοῦ Μειδίου χρησάμενος ἠθοποιίᾳ ἑαυτὸν διʼ αὐτοῦ πεποίηκεν ἐπεμβαίνοντα τοῖς Ἀθηναίοις, οὕτω πάλιν καὶ τῶν δικαστῶν τῇ ὁμοίᾳ πλάσει ἐχρήσατο, ἵνα ποιήσῃ ταῦτα τοὺς δικαστὰς λέγοντας πρὸς τὸν Μειδίαν ἅπερ αὐτὸς βούλεται. «μιμησώμεθα» φησί «κατὰ Μειδίου Μειδίαν καὶ τοῖς αὐτοῖς λόγοις πρὸς τὸν πατέρα τῶν λόγων χρησώμεθα, τὸν αὐτὸν ἀποδιδόντες αὐτῷ ὃν προσήνεγκεν.»
καὶ βοηθήσουσιν οἱ λέγοντες ὑπὲρ αὐτοῦ ἔστι μὲν τὸ κεφάλαιον εἰσηγμένον κατὰ ἀπόστασιν, ἔξεστι δὲ τὰ τοιαῦτα ἐν ἐπιλόγοις διὰ τὸ εἶναι κομματικὰ καὶ ἀσύνδετα· ὅμως δὲ ὁ ῥήτωρ διὰ τοῦ συνδέσμου συνῆψεν αὐτὰ τοῖς φθάνουσιν· εἰ γὰρ καὶ τοῖς νοήμασιν ἀπέσχισται, τὰ γοῦν τῆς ἀκολουθίας σῴζεται. βούλεται δὲ ἐν τούτῳ περικόψαι τοὺς συνηγόρους τοῦ Μειδίου, κἀκεῖ δὲ πρῶτόν γε πρὸς τὸν Εὔβουλον ἀποτείνεται. προέταξε δὲ τοῦτον τῶν ἄλλων συνηγόρων διὰ δύο προφάσεις, ὅτι τε πολὺ προέχει τῶν ἄλλων εἷς ὢν καὶ μᾶλλον ἐδεδοίκει τοῦτον ἢ σύμπαντας τοὺς ἄλλους, καὶ ὅτι πράγματα εἶχεν ἰδίᾳ διαλεχθῆναι χωρίσαντα τῶν ἄλλων περιουσιῶν τὸν λόγον.
οὐχ οὕτω τούτῳ χαρίσασθαι ἀντιπῖπτον ἔλυσε «πῶς ἀρτίως ἔλεγες μηδένα εἶναι φίλον τῷ Μειδίᾳ καὶ νῦν τοὺς ἐνδοξοτάτους αὐτῷ φάσκεις συνηγόρους;» ὅτι τούτῳ χαρίζεσθαι βούλονται, καὶ τὸν ὅρκον προσέθηκεν, ἐπεὶ ἀπίθανον δοκεῖ τὸν συνηγοροῦντα μὴ εἶναι φίλον τοῦ συνηγορουμένου, ἀλλʼ «ἐπηρεάζειν ἐμοί».
ἄν τε ἐγὼ φῶ ἄν τε μὴ φῶ καλῶς κατὰ ἐνδοιασμὸν προσήγαγεν, ἵνα δείξῃ τὸν Εὔβουλον ὄντα τῆς ἔχθρας αἴτιον· εἰ γὰρ οὐχ ὁμολογεῖ ὁ Δημοσθένης ἔχθραν, πρόδηλον ὅτι Εὔβουλός ἐστιν ὁ τῆς ἔχθρας καταρχόμενος.
καὶ βιάζεται, οὐκ ὀρθῶς ἀντιπῖπτον ὑπετέμετο «εἰ παθὼν παρὰ σοῦ κακῶς φυλάττει τὴν ἔχθραν;» ὁ δὲ «καὶ βιάζεται» εἶπε καὶ «οὐκ ὀρθῶς». ἀμφότερα δὲ τοῦ κατάρχοντος καὶ ἀδικοῦντος.
ἀλλὰ κινδυνεύει τὸ λίαν εὐτυχεῖν ἕτερον ἀντιπῖπτον ἔλυσε «διὰ τί οὖν βούλεται ἐχθρός σου εἶναι μηδὲν ὑπὸ σοῦ πεπονθώς;» ὅτι λίαν ἐστὶν εὐτυχής. καὶ δέδωκεν ἑτέραν ἔχθρας ἀφορμὴν τὴν εὐτυχίαν· οἱ γὰρ πλουτοῦντες βουλόμενοι τοῖς πένησιν ἐπηρεάζειν ὑβρίζουσί τε καὶ ἐπαχθεῖς γίνονται. εἶτα καὶ ἄλλο κατώρθωσε τῷ «λίαν» εἰπεῖν «εὐτυχεῖν»· ἔδειξε γὰρ οὐ διʼ ἀρετὴν εὐδοκιμοῦντα τὸν Εὔβουλον, ἀλλὰ διὰ τύχην.
ὅπου γὰρ ἐγὼ μὲν τὴν φήμην λέγει τὴν περὶ τοῦ φόνου· Εὔβουλος γὰρ ἦν ὁ κατηγορῶν τοῦ Ἀριστάρχου καὶ συναιτιώμενος τὸν Δημοσθένην. ὅμως δὲ φανερῶς οὐκ εἶπεν, ἵνα μὴ πάλιν ὑπομιμνήσκῃ καθʼ ἑαυτοῦ τὴν φήμην.
οὐδὲ ἀφιέντα ἀνίησεν δείκνυσιν ὅτι χάριν αὐτῷ μᾶλλον ὤφειλεν Εὔβουλος ὁμολογεῖν, ὅτι ἀφῆκεν αὐτὸν καὶ οὐκ ἀπῄτησε δίκην ἐφʼ οἷς ἔπαθε παρʼ αὐτοῦ κακῶς.
ἀλλὰ καὶ ἐπὶ τοῖς ἀλλοτρίοις ἀγῶσι διέβαλλεν ὡς φιλοπράγμονα τὸν Εὔβουλον καὶ ἐργολάβον. δυοῖν γὰρ θάτερον ἐκ τούτου συμβήσεται· ἢ γάρ, ἵνα μὴ δόξῃ τοιοῦτος εἶναι, ἀποστήσεται τοῦ συνηγορεῖν τῷ Μειδίᾳ καὶ πληρωθήσεται ὁ σκοπὸς τῷ ῥήτορι, ἢ τολμῶν ἀναβαίνειν ὕποπτος ἔσται προδιαβεβλημένος ὑπὸ τοῦ ῥήτορος.
μηδὲ τῆς κοινῆς τῶν νόμων ἐπικουρίας οὐκοῦν τύραννός ἐστιν Εὔβουλος ὁ τὴν ἰσχὺν τῶν νόμων καταλύων.
καὶ μεῖζον ἢ καθʼ ὅσον ἡμῶν ἑκάστῳ συμφέρει τὸ ὄνομα μόνον ἐσιώπησε τοῦ τυράννου· τὰς γὰρ πράξεις ἀνέθηκε καὶ εἰς φόβον τοῦ μέλλοντος τὸν δῆμον κατέστησεν.
ἔτι τοίνυν παρῆν, ὦ ἄνδρες Ἀθηναῖοι ὅτε διὰ τῶν πραγμάτων ᾐνίξατο τὸν τύραννον καὶ προδιέβαλε, τότε καὶ φανερῶς ἐπʼ αὐτὸ τὸ ὄνομα κεχώρηκεν.
καὶ καλούμενος ὀνομαστὶ πολλὰ ὁμοῦ κατώρθωσε· καὶ γὰρ ὅτι Μειδίας ἑαυτοῦ κατέγνωκε καὶ ὅτι οὐδεμίαν πρόφασιν ἔχει Εὔβουλος τούτῳ γε μὴ βοηθῆσαι· καὶ γὰρ ἐκλήθη καὶ οὐχ ἁπλῶς, ἀλλὰ μετὰ δεήσεως, καὶ παρῆν καὶ ἐκαθέζετο καὶ ἐθεώρει τὰ γιγνόμενα, καὶ ὅμως οὐκ ἀνέστη.
νῦν δὲ ὅτι προσκέκρουκεν ἐμοὶ διʼ ὧν ὁ ῥήτωρ διαβάλλει τῆς συνηγορίας τὴν αἰτίαν, ἵνα μή τις ὑπολάβῃ ὅτι ἀδικουμένῳ βοηθεῖ, κατασκευάζει ἀπὸ τοῦ χρόνου τὴν ὑπόνοιαν. ἄλλην δὲ ἀντʼ ἄλλης πρόφασιν εἴρηκε. τοῦ γὰρ Εὐβούλου δυναμένου λέγειν ὅτι «τότε μὲν οὐκ ἀνέστην· ἐν δήμῳ γὰρ τεθορυβημένῳ τί πλέον ἂν ἤνυσα συνηγορῶν; νῦν δὲ ἐμαυτὸν εἰς τὸ δικαστήριον ἐφύλαξα» ὁ ῥήτωρ ἄλλην πρόφασιν εἴρηκεν ὅτι «τότε μὲν οὐ συνεῖπε διὰ τὸ συνειδέναι ὅτι Μειδίας ἀδικεῖ, νῦν δὲ διὰ τὸ ἐπηρεάζειν ἐμοί».
μὴ γὰρ ἔστω μηδεὶς ἐν δημοκρατίᾳ καὶ ἐν τῷ κατʼ Αἰσχίνου σχεδὸν αὐταῖς λέξεσι περὶ Εὐβούλου εἴρηκε «μή μοι σῳζέσθω μήδʼ ἀπολλύσθω μηδείς».
τὸν δὲ μὴ δοῦναι δίκην μερισμῷ κέχρηται, βουλόμενος δεῖξαι δύναμιν μεγάλην Εὐβούλῳ προσοῦσαν. εἰ γὰρ ἱκανός ἐστι τὸν μὲν ὑβρίζειν, τὸν δὲ ποιεῖν μὴ διδόναι δίκην, μέγας τίς ἐστι καὶ ἰσχυρός. καίτοι περὶ ἑνὸς τοῦ Μειδίου ἀμφότερα εἴρηται. ἐκεῖνος γάρ ἐστι καὶ ὁ ὑβρίσας καὶ ὁ μέλλων μὴ διδόναι δίκην ἐκ τῆς συνηγορίας τοῦ Εὐβούλου. ἀλλʼ εἰ μὲν ἑνικῶς ἦν προαγαγών, οὐ μεγάλα ἂν ἔδειξεν ἰσχύοντα τὸν Εὔβουλον· τί γὰρ παράδοξον ἕνα τῶν πολιτῶν ἐξελεῖν; νῦν δὲ καταμερίσας τὸ ἓν εἰς πλείονα, τὴν δύναμιν ηὔξησε τοῦ Εὐβούλου.
ἀλλʼ εἰ κακῶς ἐμὲ βούλει ποιεῖν ἔδειξεν ἐκ τούτου ὅτι καὶ ἡ πρόφασις τῆς ἔχθρας παρʼ Εὐβούλου γέγονεν· εἰ γὰρ προῄρηται κακῶς ποιεῖν, αὐτός ἐστι καὶ ὁ κατάρξας.
ὡς ἔγωγε μὰ τοὺς θεοὺς τὴν ὑποψίαν ἀρνεῖται· τὴν γὰρ κακόνοιαν ἀπέδειξε ματαίαν κατʼ αὐτοῦ γεγενῆσθαι τὴν φήμην. εἰκότως τοίνυν ἀγνοεῖ ὑπὲρ ποίας προφάσεως αὑτῷ πολεμεῖν ἔγνωκεν Εὔβουλος.
δύνασαι μὲν καὶ πολιτεύῃ τὸ μὲν «δύνασαι» τυραννικόν· δεδιὼς δὲ τὸ ἐγκαλέσαι τυραννίδα προσέθηκε «καὶ πολιτεύῃ», ὥστε δυναστείαν εἶναι τὴν σὴν πολιτείαν.
κατὰ τοὺς νόμους δʼ ἥντινα βούλει παραγραφικῷ ἐπιχειρήματι κέχρηται.
οὐ δεῖ θαυμάζειν εἰ ἐν ἐπιλόγοις παραγραφικῶς πέπτωκεν. οὐ γὰρ αὐτοῦ τοῦ ζητουμένου πράγματός ἐστι τὸ παραγραφικόν, οἷον τῆς ὕβρεως, τῶν πληγῶν, τοῦ δημοσίου ἀδικήματος, ἀλλὰ τῶν ἔξωθεν παραλυπούντων τὴν ὑπόθεσιν. ἐπειδὴ γὰρ βαρὺς Εὔβουλος συνηγορῶν τῷ Μειδίᾳ, χρῆται παραγραφικῷ πρὸς αὐτὸν ὅτι «εἰ νομίζεις ἀδικεῖσθαί τι παρʼ ἐμοῦ, γράφου καὶ κατηγόρει, μὴ μέντοι τοὺς ἤδη κατηγορηθέντας ἐξαιροῦ».
ὧν δʼ ἐγὼ παρὰ τοὺς νόμους ὑβρίσθην φθόνον αὐτῷ κεκίνηκεν, εἴπερ ἔστιν ἐπʼ ἐκείνῳ καὶ τοὺς ἤδη κρινομένους ἐκσῴζειν· ὁμοῦ δὲ καὶ τοὺς δικαστὰς φιλονείκους πεποίηκε πρὸς τὸν Εὔβουλον. εἰ γὰρ ἐκεῖνος ταύτην εἶχε τὴν ὑπόνοιαν, ὥστε δύνασθαι τῆς τιμωρίας ἐξαιρεῖσθαι τοὺς κρινομένους, πρόδηλον ὅτι φιλονεικήσουσι καὶ καταγνώσονται τοῦ Μειδίου, ὥστε δεῖξαι παρʼ αὐτοῖς οὖσαν τὴν δύναμιν τοῦ καὶ ἀφιέναι καὶ κολάζειν, οὐχὶ παρʼ Εὐβούλῳ.
πέπεισμαι τοίνυν καὶ Φιλιππίδου πληρώσας τὸ μέρος τὸ κατὰ τὸν Εὔβουλον, ὅπερ ἦν ὡς καθʼ ὑπεροχήν, ἐπὶ τοὺς ἄλλους συνηγόρους κεχώρηκεν, οἵτινες καὶ ἥττονος ἀξιώματος μετέχουσι καὶ οὐχ ὁμοίως ἠθικὸν ἀπαιτοῦσι τὸν λόγον. μετὰ τοὺς ἱππέας ἐξήτασε τοὺς περὶ Τιμοκράτην, τῇ διαβολῇ τῆς ποιότητος αὐτὴν τὴν μέλλουσαν παρʼ αὐτῶν γίγνεσθαι μαρτυρίαν σαθρὰν ἀπεργαζόμενος.
ἀξιοῦντας δοθῆναι τὴν χάριν ταύτην δριμέως πάνυ, οἷον «μὴ γὰρ οὐκ ἄξιος θανάτου Μειδίας, μὴ γὰρ οὐκ ἴσμεν ὡς εἰκότως ἀναρπάζοιτʼ ἄν; ἀλλʼ ἡμῖν δότε τὴν χάριν, ἡμῖν αὐτοῦ τὴν σωτηρίαν δωρήσασθε».
μὴ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι κατὰ τὸ ἑτεροσχημάτιστον.
χρήματα δʼ αὐτῷ τί δυσχεραίνετε πρὸς τὴν ψῆφον, ἣν οἱ νόμοι κομίζουσι; λυπεῖ σε Μειδίας τῆς οὐσίας αὐτοῦ στερούμενος; ποίησον αὐτὸν καὶ μετὰ τὴν δήμευσιν πλούσιον, μετάδος αὐτῷ τῶν χρημάτων τῶν σῶν, ἵνα καὶ νόμιμος ὁ δικαστὴς φανῇ καὶ σὺ φίλος εὐνούστατος.
δόντων ἀντὶ τοῦ «δότωσαν».
τὸ δοκεῖν τινὲς εἶναι διʼ εὐπορίαν ἀρετὴν μὲν παρʼ αὐτοῖς ἤ τι τῶν καλῶν οὐχ εὕροι τις ἄν, τῷ πλούτῳ δὲ καρποῦνται τὴν δόκησιν.
προβολὴ πρόσκλησις εἰς τὸ δικαστήριον.
ἀπεχειροτόνησε ἀπεψηφίσατο.
οὐκ ἂν ὁμοίως ἦν δεινόν ἀναμιμνήσκει τούτων, ἵνα μείνωσιν ἐπὶ τῆς αὐτῆς γνώμης. ἄτοπον γὰρ ἐξ ἀρχῆς μὲν χαλεπαίνειν, νυνὶ δὲ τοσούτων ἀποδειχθέντων ὀλιγωρεῖν.
Βλεπαίου τοῦ τραπεζίτου ἡ γὰρ τέχνη τὴν ὑπόνοιαν ἐνεποίει.
ὡς, τοῦτʼ ἐκεῖνο ὃ πάλιν ἠλπίζομεν ποιήσειν Μειδίαν.
θοἰμάτιον χιτωνίσκος μὲν τὸ κολόβιον, θοἰμάτιον δὲ τὸ τριβώνιον.
ἐν ἱερῷ δὲ ὥστε τὸν τόπον διδάξαι τὸ δίκαιον.
καὶ τοὺς ἐπιδημήσαντας ὡς ἐν κοινῷ θεάτρῳ τῆς Ἑλλάδος φάσκει γεγενῆσθαι τὴν ὕβριν.
οὐδʼ ὥσπερ Ἀριστοφῶν οὗτος φορολόγος ὢν κατέσχε παρʼ αὑτῷ τὰς δεκάτας τῆς θεοῦ, ἀφʼ ὧν ἔδει στεφάνους ποιῆσαι καὶ ἀναθεῖναι τῇ θεᾷ Ἀθηναίων. κατηγορηθεὶς δὲ ὑπὸ Εὐβούλου φθάσας τὴν εἴσοδον ἀνέθετο τοὺς στεφάνους καὶ πέπαυται ἡ προβολή.
ἐκ τοῦ μηδὲν ὧν πεποίηκεν οὐ μὴν ὁ Μειδίας ἣν ἐπεδείξατο ὕβριν κατʼ ἐμοῦ καὶ τὰς πληγὰς ἀνακαλέσασθαι δύναται.
οὐδʼ ὕβριζε τῇ διανοίᾳ τῇ μὲν γὰρ χειρὶ τὸν Δημοσθένην, τῇ δὲ διανοίᾳ τοὺς πάντας. ὅπου γὰρ ῥήτωρ ὢν ἐγὼ ἐπλήγην, τί ποιήσετε ὑμεῖς οἱ ἧττον ἢ ἐγὼ δίκην λαμβάνειν δυνάμενοι;
τὸν πρῶτον μετὰ ταῦτα πρῶτον τῶν ἄλλων μετʼ ἐμέ.
ἀλλʼ ὡς ἐκ πλείστου ἕως ἐστὶ πόρρω τῶν δεινῶν, ἕκαστος φυλαττέσθω.
ἐπειδὰν ἀναστῇ τὸ δικαστήριον τὸν τόπον ἀντὶ τῶν ἐν τῷ τόπῳ, ἔθος ἀρχαῖον.
οὐδὲ μεταστρεφόμενος τοιοῦτοι γὰρ οἱ φοβούμενοι.
συντεύξεται συνακολουθήσει ἢ μᾶλλον ὑπαντήσει.
ἐάν τε διακοσίους ἐάν τε χιλίους οὐ γὰρ διὰ τὸ πλῆθος, ἀλλὰ διὰ τοὺς νόμους ἰσχύουσιν.
ἆρʼ ἐάν τις ὑμῶν ἀδικούμενος σημείωσαι, ὡραῖον περὶ κριτοῦ καὶ νόμων.
ἀνακράγῃ λέγων, ὦ νόμοι.
καὶ μήτε λειτουργίας διὰ τὴν τριηραρχίαν· «μήτε» δὲ «ἄνδρα» διὰ τὸν Εὔβουλον λέγει, τὸ δὲ «μήτε τέχνην» διὰ τοὺς συνηγόρους καὶ τὴν ἀπάτην.
καὶ μάλιστα τοῦ θεοῦ χάριν ἀναγκαίως πρὸς τῷ τέλει τοῦ λόγου τοῦ θεοῦ μέμνηται, ἐπειδήπερ τῶν ἀνθρωπίνων τὰ τῶν κρειττόνων ἐστὶ προτιμότερα.