ΠΑΜΦΥΛΙΑΚΑ
Τζέτζης Ἡ δὲ Μέγαρσος, κατὰ Δημήτριον τὸν τὰ Παμφυλιακὰ συγγράψαντα, θυγάτηρ ἦν Παμφύλου, ἀφʼ ἧς ἡ πόλις Μέγαρσος ἐκλήθη.
Πλούταρχος Ὁ δὲ Δημήτριος ἔφη, τῶν περὶ τὴν Βρεττανίαν νήσων εἶναι πολλὰς ἐρήμους σποράδας, ὧν ἐνίας δαιμόνων καὶ ἡρώων ὀνομάζεσθαι· πλεῦσαι δὲ αὐτὸς ἱστορίας καὶ θέας ἕνεκα, πομπῇ τοῦ βασιλέως, εἰς τὴν ἔγγιστα κειμένην τῶν ἐρήμων, ἔχουσαν οὐ πολλοὺς ἐποικοῦντας, ἱεροὺς δὲ καὶ ἀσύλους πάντας ὑπὸ τῶν Βρεττανῶν ὄντας· ἀφικομένου δʼ αὐτοῦ νεωστὶ, σύγχυσιν μεγάλην περὶ τὸν ἀέρα καὶ διοσημείας πολλὰς γενέσθαι, καὶ πνεύματα καταρραγῆναι καὶ πεσεῖν πρηστῆρας. Ἐπεὶ δʼ ἐλώφησε, λέγειν τοὺς νησιώτας, ὅτι τῶν κρεισσόνων τινὸς ἔκλειψις γέγονεν. Ὡς γὰρ λύχνος ἀναπτόμενος, φάναι, δεινὸν οὐδὲν ἔχει, σβεννύμενος δὲ πολλοῖς λυπηρός ἐστιν, οὕτως αἱ μεγάλαι ψυχαὶ τὰς μὲν ἀναλάμψεις εὐμενεῖς καὶ ἀλύπους ἔχουσιν, αἱ δὲ σβέσεις αὐτῶν καὶ φθοραὶ πολλάκις μὲν, ὡς νυνὶ, πνεύματα καὶ ζάλας τρέπουσι, πολλάκις δὲ λοιμικοῖς πάθεσιν ἀέρα φαρμάττουσιν. Ἐκεῖ μέντοι μίαν εἶναι νῆσον, ἐν ᾗ τὸν Κρόνον καθεῖρχθαι φρουρούμενον ὑπὸ τοῦ Βριάρεω καθεύδοντα· δεσμὸν γὰρ αὐτῷ τὸν ὕπνον μεμηχανῆσθαι, πολλοὺς δὲ περὶ αὐτὸν εἶναι δαίμονας ὀπαδοὺς καὶ θεράποντας.
ΑΡΓΟΛΙΚΑ.
Κλήμης ὁ Ἀλεξανδρεύς Δημήτριος ἐν δευτέρῳ τῶν Ἀργολικῶν τοῦ ἐν Τίρυνθι τῆς Ἥρας ξοάνου καὶ τὴν ὕλην ὄχνην καὶ τὸν ποιητὴν Ἄργον ἀναγράφει.
Ἀθήναιος Καλεῖ δὲ τοῦτον ὁ Δημήτριος ὁ Τροιζήνιος βιβλιολάθαν, διὰ τὸ πλῆθος ὧν ἐκδέδωκε συγγραμμάτων· ἔστι γὰρ τρισχίλια πρὸς τοῖς πεντακοσίοις.
Ἀθήναιος Ἀριστοφάνους τὰς δευτέρας Θεσμοφοριαζούσας Δημήτριος ὁ Τροιζήνιος Θεσμοφοριασάσας ἐπιγράφει.
ΤΑ ΚΑΤΑ ΑΙΓΥΠΤΟΝ.
Ἀθήναιος Δημήτριος δʼ ἐν τῷ Περὶ τῶν κατʼ Αἴγυπτον περὶ Ἄβυδον πόλιν τὰς ἀκάνθας ταύτας εἶναί φησι, γράφων οὕτως· «Ἔχει δὲ καὶ ὁ κάτω τόπος καὶ ἄκανθάν τινα δένδρον, ὃ τὸν καρπὸν φέρει στρογγύλον ἐπί τινων κλωνίων περιφερῶν. Ἀνθεῖ δʼ οὗτος, ὅταν ὥρα ᾖ, καὶ ἔστι τῷ χρώματι τὸ ἄνθος καλλιφεγγές. Λέγεται δέ τις μῦθος ὑπὸ τῶν Αἰγυπτίων, ὅτι οἱ Αἰθίοπες, στελλόμενοι εἰς Τροίαν ὑπὸ τοῦ Τιθωνοῦ, ἐπεὶ ἤκουσαν τὸν Μέμνονα τετελευτηκέναι, ἐν τούτῳ τῷ τόπῳ τοὺς στεφάνους ἀνέβαλον ἐπὶ τὰς ἀκάνθας. Ἔστι δὲ παραπλήσια τὰ κλώνια στεφάνοις, ἀφʼ ὧν τὸ ἄνθος φύεται.»